---
title: "Declamations and Orations: Oration 10 (Diogenes, or Farewell Oration)"
title_greek: "Μελέται καὶ Λόγοι, Διογένης ἢ Προπεμπτικός"
author: Himerius the Sophist
eul_wid: siy-am
eul_aid: siy
canonical: "https://eulogikon.org/works/himerius-declamations-orations-oration-10-siy-am"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:b40a17f1a7be1911983f47a5d43f12e825a16a63bfb5d38c0a64de1bba85ac5e"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Declamations and Orations: Oration 10 (Diogenes, or Farewell Oration)

*Μελέται καὶ Λόγοι, Διογένης ἢ Προπεμπτικός*

**Author:** Himerius the Sophist

**eul_wid:** `siy-am` · [HTML page](https://eulogikon.org/works/himerius-declamations-orations-oration-10-siy-am)

## Text

Part of [Declamations and Orations](/works/himerius-declamations-orations-siy-ac)

`10`

Διογένης ἢ Προπεμπτικός.

Τὰς κοινότητας τῶν ὑποθέσεων ἰδίας αἱ μεταχειρίσεις ἐργάζονται. διὸ καὶ τοὺς προπεμπτικοὺς λόγους, κἂν νέοι τῷ νόμῳ τυγχάνωσιν, ἀλλʼ οὖν ἔξεστι τῇ τέχνῃ καὶ πρεσβυτέρους ἐργάσασθαι· ὅπερ ἡμεῖς πεποιήκαμεν. τὴν γὰρ παροῦσαν ὑπόθεσιν εἰς σχῆμα διαλόγου μετασκευάσαντες, οὔτε τὴν χρείαν διεφθείραμεν, οὔθʼ ὅσον σεμνὸν τοῖς διαλόγοις ὀφείλεται. κατὰ Πλάτωνα δὲ καὶ ἡμεῖς, ἠθικοῦ τοῦ λόγου τυγχάνοντος, ὅμως φυσικῆς τε καὶ θεολογικῆς θεωρίας, ἐγκαταμιγνύντες ταύτας τοῖς ἠθικοῖς, ἐφαπτόμεθα· καὶ μύθῳ δὲ τοὺς θειοτέρους τῶν λόγων τοῦ Πλάτωνος ἐναποκρύπτοντος, χρὴ σκοπεῖν εἰ τὸν τοιοῦτον ζῆλον μετεδιώξαμεν. τὰς δὲ ἄλλας ἀρετὰς τῶν διαλόγων, ἀναπαύλας λέγω καὶ διαθέσεις καὶ ἐπεισόδια, ἔτι δὲ χάριτας καὶ τὸ διʼ ὅλου δραματικόν, ἄμεινον εἰ κατωρθώθη δείξει τὸ σύγγραμμα. τῶν δὲ διαλόγων ἀρχομένων ἀπὸ τῆς ἰσχνοτέρας ἰδέας, ἵνα τὴν ἀφέλειαν ὁ τύπος προβάλλῃ τῆς λέξεως, ἐν δὲ τοῖς ἐφεξῆς συνεξαιρομένων ὁμοῦ τοῖς πράγμασιν, εἰ καὶ τοῦτο ἡμεῖς τετηρήκαμεν, πάρεστι κρίνειν οἷς τέχνη πρὸς ἀκρόασιν τὴν ἀκοὴν παρεσκεύασεν.

Σιωπῆς μὲν καιρός, οὐ λόγων, ὅταν οἱ λόγοι στυγνάζωσι, τοὺς ἑαυτῶν τροφίμους ἀπὸ τῆς ἑαυτῶν ἀγέλης ἐκπέμποντες· ὅμως δέ—χρὴ γὰρ λέγειν ἐν πάσῃ τύχῃ τοὺς λόγους—φέρε καὶ αὐτός, ὃν ἡ φροντὶς ἡ προσπεσοῦσα λόγον ἐγέννησεν, εἰ φίλον ὑμῖν, καὶ πρὸς ὑμᾶς ἀφηγήσομαι ...

Ἑκάτερος τοσούτοις διαστήμασι τῆς ἀρχῆς ἀφεστηκότες ἀλλήλων, ὅσον Εὐρώπης τὰ μέσα πρὸς τοὺς ἄνω μυχοὺς Ἀσίας σχίζεται, εἰς τὸν τούτου πόθον συνέδραμον, ἑκάτερος προαρπάσαι τὰς πρώτας ὠδῖνας τῆς τούτου γλώττης βουλόμενος ...

Οὐ μιμησάμενος τὸν μυστικὸν νόμον, ὃς ἐπόπτῃ τε καὶ μύστῃ μερίζει τὸν χρόνον, ἀλλὰ τὸν αὐτὸν ἐν ταὐτῷ μύστην τε ὁμοῦ καὶ προφήτην τῆς ἱερᾶς τελετῆς τῶν ἐν σοὶ λόγων δεξάμενος, ἔδωκας ἀπλήστως τῶν ἐκεῖθεν ναμάτων ἐμπλήσασθαι ...

Ὑπὸ τοῖς δένδροις ψυχάζοντί σοι ...

Ἢ οὐκ ἀκήκοας, ὡς ὄντες ἄνθρωποι τὸ παλαιὸν οὗτοι οἱ τέττιγες, εἶτα ἔρωτι Μουσῶν ἐκ τοῦ ᾄδειν ἀεὶ λυθέντες εἰς μέλος, ἐκ μὲν ἀνθρώπων εἰς ὄρνιθας, ἐκ δὲ ᾠδῆς εἰς ᾠδὴν ἄλλην μετέβαλον; ...

Ἔπειτα ἐμαυτὸν συλλεξάμενος ...

Οἶδα λόγων κυκλῶσαι νευράν ...

Ἄκουε δὴ τὸν μῦθον. ὅτε τοὺς ἀνθρώπους ὁ Ζεὺς ἐγέννησε, τὰ μὲν ἄλλα πάντα εἶχον, ὡς νῦν κεκόσμηται, Ἔρως δὲ οὔπω ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐγκατῳκίζετο, ἀλλʼ ἔχων ἔτι τὸ πτερὸν ὁ θεὸς οὗτος μετάρσιον, οὐρανῷ τε ἐνωμίλει καὶ εἰς θεοὺς μόνους ἐτόξευε. δείσας δὲ μὴ αὐτῷ ἀφανισθῇ τῶν ποιημάτων τὸ κάλλιστον, Ἔρωτα πέμπει τοῦ τῶν ἀνθρώπων γένους ἐσόμενον φύλακα. ὁ δὲ ταύτην ἐκ Διὸς τὴν ἐπιτροπὴν λαβών, τὸ μὲν ἁπάσαις ψυχαῖς ἐγκατοικίζεσθαι, ἢ πᾶν ἐπʼ ἴσης ἦθος νεοτελές τε καὶ βέβηλον ἔχειν τέμενος, οὐκ ἐδοκίμαζεν· ἀλλὰ τὰς μὲν πολλὰς καὶ ἀγελαίας ψυχὰς τοῖς πανδήμοις Ἔρωσι τοῖς τῶν Νυμφῶν παισὶ ποιμαίνειν ἀπένειμεν, αὐτὸς δὲ τὰς θείας καὶ οὐρανίας ψυχὰς ἐνῳκίσατο, καὶ ταύτας ἀναβακχεύων ἐπὶ μανίαν ἐρωτικήν, μυρία ἀγαθὰ τὸ τῶν ἀνθρώπων γένος εἰργάσατο. ὅταν μὲν οὖν ἴδῃς τινὰ βραδύν τε τὴν φύσιν καὶ πρὸς φιλίαν δυσκίνητον, νόησον ὅτι τῶν Ἔρωτος ἐκείνου ξενίων οὐδαμῶς οὗτος ἠξίωται· ὅταν δὲ ὀξὺν καὶ θερμὸν τὴν γνώμην καὶ φλογὸς δίκην ἐπʼ ἐρωτικὴν φιλίαν ᾄττοντα, νόησον τοῦτον εἶναι ἐκείνου ξένον τοῦ Ἔρωτος ...

Ἓν γάρ μοι λέγεις, ὦ φίλε Σώκρατες, ἐραστῶν ἄριστε, ἀρετῆς τῆς Κλεινίου μόριον, ἀνδρείαν ἐν φόβοις, ἣν καὶ μελέτη πολλάκις δίδωσιν, ἐξηγητὴν λόγον οὐκ ἀναμείνασα ...

Δίδωσι δʼ αὐτῷ τὴν παρρησίαν ὅπερ καὶ Περικλεῖ πρότερον, ὅτʼ ἐστρατήγει τῆς πόλεως· τοῦτο δέ ἐστι τρόπος ἄδολος ...

Εἰ δὲ τοῦτον ἴδοις δικαστικῶν θρόνων εἰργόμενον, στέναξον τὸν νόμον, ὅτι χρυσίου νενίκηται ...

Συνακμάσας γὰρ τῇ βασιλέως πόλει, περὶ ᾗ τὰ μεγάλα πελάγη σχίζεται, καὶ τὴν αὐτὴν ἐκείνῃ κρηπῖδα τῆς ἑαυτοῦ δόξης βαλόμενος, ἕως μὲν ἐν σπαργάνοις ἔτι τὸ σῶμα τῆς πόλεως ἐπλάττετο, ἑτέρας ἀρχὰς ἐκ βασιλέως κατηύθυνεν· ἐπεὶ δὲ ἔδει τῆς ἀκριβοῦς χειρός, καθάπερ ἐν τύποις ἀγάλματος, ἐπʼ αὐτὴν ἐπάνεισιν, ἵνα αὐτός τε ἀρχὴ καὶ τέλος γένοιτο τῷ παντὶ κόσμῳ τῆς πόλεως ...

Πόλεις ἐγειρομένας, δήμους ἀκμάζοντας, Ταρτησσοῦ βίον, Ἀμαλθείας κέρας, πᾶν ὅσον εὐδαιμονίας κεφάλαιον ...

Ἀλλὰ τίς τῆς περὶ τὸν νεανίσκον σπουδῆς αἰτία; ψυχὴ πᾶσα ἄρτι σχισθεῖσα τῆς ἄνω λήξεως ἔναυλον ἔτι φέρει τὴν θέαν τῶν ἀγαλμάτων ἐκείνων, ἃ τότε εἶδεν, ὅτε εὐδαίμονα χορείαν σὺν θεῶν δίφροις ἐχόρευεν. ὅταν οὖν ἴδῃ καὶ τῇδε κάλλος, ὃ τότε πλάσματος ἄνευ ἱστόρησεν, εἴσω ψυχῆς θείας κρυπτόμενον, σπαργᾷ τε καὶ χαίρει τῇ θέᾳ, καὶ συμβιβάζειν ἑαυτὴν πρὸς τὸν ἐκεῖ τόπον ἐπείγεται δόξῃ τε καὶ ἐπιστήμῃ κουφίσασα. τοιοῦτόν τι πάθος καὶ αὐτὸς περὶ τὸν νέον ἔπαθον. καθάπερ γὰρ ἐν κατόπτρῳ τῇ τοῦδε ψυχῇ εἴδωλόν τι τῆς ἐμαυτοῦ γνώμης ἰδὼν φαινόμενον, ἥσθην τε αὐτῷ, καὶ διὰ τοῦτο ἐπόθησα καὶ καθάπερ ἄλλον ἐμαυτὸν τὴν τοῦδε ψυχὴν ἐξεζήτησα ...

Βαρὺ μέν, ὦ φίλη, καὶ παγχάλεπον χρόνῳ συνηθείας δοθείσης στέρεσθαι· ἀνάγκῃ δέ, φασί, καὶ θεῶν βίᾳ εἴκομεν τοῖς δεδογμένοις καὶ μὴ βουλόμενοι ...

Δεινὸς μὲν οὖν καὶ μνήμῃ φυλάξαι πᾶν ὅπερ ἂν ὑφʼ ἡγεμόνι πονήσειε ... φιλόσοφος μὲν τὴν γνώμην, τοὺς δὲ λόγους σοφὸς οὐ τούτους μόνον, ἀλλὰ καὶ πᾶν ὅ τι βούλει τῶν ὅσα Μουσῶν τε καὶ Ἀπόλλωνος λειμῶνες βρύουσιν· ἀφʼ ὧν δρεψάμενος ἁπάσης παιδείας λωτόν, οἷόν τινα στέφανον ἠρινὸν τὴν ἑαυτοῦ ψυχὴν ἀπείργασται. εἰ μὲν γὰρ λέγειν δεήσειεν, οὐκέτʼ ἂν ζητήσαις ὅτου παῖς εἴη καὶ ὅτῳ προσῆκεν· οὕτω πάσης γραφῆς ἀκριβέστερον τὴν εἰκόνα τοῦ καθηγεμόνος μεμίμηται· ἀγαθὸς μὲν συμπαραστάτης, εἴ που δέοι τῷ καθηγεμόνι συναγωνίζεσθαι, ἀγαθὸς δὲ καὶ αὐτοπροσώπως ...

Δικαίως ἄρα οἱ ποιηταί, καὶ μετʼ αὐτῶν γραφεῖς τε καὶ πλάσται, Ἔρωτος γῆρας ἀποσυλήσαντες, νέον ποιοῦσι τὸν θεὸν τοῦτον καὶ ἔφηβον, τὰ τῆς ἀπιστίας αὐτοῦ τῷ νεαρῷ τῆς ἡλικίας ἐμφαίνοντες ...

Ὦ τοσοῦτον ἰσχύσας τοῖς λόγοις, ὅσον καὶ τὸν Θετταλὸν ἀκούω Κινέαν, ὃς σὺν βασιλεῖ Πύρρῳ γῆν ἐπιὼν πᾶσαν καὶ θάλασσαν, πρὸ τῶν μηχανημάτων τοῖς λόγοις τὰς πόλεις ἔκλινεν ...

Οὐ γὰρ αὐτός γε τούτου διδάσκαλος, οὐ μὰ τοὺς ὑμετέρους, ὦ λόγοι, πόθους, διʼ οὓς ἐγὼ πατρικὸν ὄλβον ῥίψας εὐδαίμονα, παρʼ Ἰλισσοῦ μυστικαῖς ὄχθαις ἐσκήνημαι ...

Ἀλέξανδρος ὁ τοῖς τροπαίοις ὅροις τοῖς ὅλων χρησάμενος ...

Τό τε γὰρ τῆς μεσημβρίας ὑπορρεῖ ζέον, αὔρα τε πραΰνει τὸν ἥλιον ... καὶ σχίσαι Ζεφύρῳ πορφύροντα περὶ τὴν πρώραν τὰ κύματα ...

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: siy-am`.
