---
title: "Lexicon Pi–Omega: Letter Upsilon"
title_greek: "Λεξικὸν (Π—Ω), Υ"
author: Hesychius the Alexandrian
eul_wid: taq-ace
eul_aid: taq
canonical: "https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-upsilon-taq-ace"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:5443f9add64947de89cef933bd8020292941b7feae47e87d81bcf48ce95c6148"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon Pi–Omega: Letter Upsilon

*Λεξικὸν (Π—Ω), Υ*

**Author:** Hesychius the Alexandrian

**eul_wid:** `taq-ace` · [HTML page](https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-upsilon-taq-ace)

## Text

Part of [Lexicon Pi–Omega](/works/hesychius-alexandria-lexicon-taq-ac)

`υ.1`

Ὑάδας· τὰ ἐπὶ τοῦ μετώπου κέρατα τοῦ ταύρου τοῦ ἐν οὐρανῷ ἄστρου. εἰσὶ δὲ ἀστέρες ἑπτά, ὧν κατὰ τὴν ἀνατολὴν ὑετὸς γίνεται

`υ.2`

ὕαινα· τετράπουν ζῶον. καὶ ἰχθῦς

`υ.3`

ὑακίζει· οἱ εἰς τὰ αὐχένια

`υ.4`

βρέχει ἢ ὑετίζει ἢ ὕει

`υ.5`

ὑακίνθινον· ὑπομελανίζον, πορφυρίζον

`υ.6`

ὑακίνθια· ἑορτὴ ἐν Λακεδαίμονι .......

`υ.7`

Ὑακινθίδες· ἐπώνυμοι ἀπὸ Ὑακίνθου

`υ.8`

ὑάκινθος· πόας εἶδος τὸ ὑακινθόκομον. εἴρηται δὲ ἀπὸ τοῦ Ὑακίνθου

`υ.9`

ὑακινθίνῳ· τῷ ὑακίνθῳ. ἔστι δὲ ἄνθος μέλαν καὶ μαλακόν

`υ.10`

ὑάλεον· λαμπρόν, ὑαλίζον

`υ.11`

ὑάλεται· σκωληκιᾷ

`υ.12`

ὑάλη· ὕαλος. βόμβυξ. σκώληξ

`υ.14`

ὑάλικος κώμη· Διονύσιος

`υ.15`

ὑαλκάδαι· χορὸς παίδων. Λάκωνες

`υ.16`

ὑαλόεν· διαφανές, λαμπρόν

`υ.17`

ὑαλοῦν· λαμπρόν. πρᾶον. ἢ λίθος τίμιος

`υ.18`

ὕαλος· ὕελος.

`υ.19`

ὕαμα· βάθος

`υ.20`

Ὑάμπολις· πόλις Φωκίδος

`υ.21`

ὑανέοος· εἰκαῖος. βλοσυρός, χαλεπός. ὕπτιος

`υ.22`

ὑανεῶς· τὰ αὐτά

`υ.23`

ὑανία· τύρβη, μάχη, ὕβρις, ἀγερωχία

`υ.24`

ὔαξ· πηδάλιον. ὁδηγός

`υ.25`

Ὑαργίδες· αἱ εὐειδεῖς Βάκχαι αἱ Ἀργεῖαι

`υ.26`

ὑάσιν· υἱοῖς

`υ.27`

ὑββάλει· ὑπερτίθεται, ὑποβάλλει

`υ.28`

ὑβαλής· καταφερής, λάγνος

`υ.29`

Ὕβλα· πόλις Σικελίας

`υ.30`

Ὑβλήτης· μάντις

`υ.31`

ὑβόν· τὸν κυρτόν, καμπύλον, γυρόν. οἱ δὲ ὑβός, κυρτός.

`υ.32`

ὕβρεις· τραύματα, ὀνείδη

`υ.33`

ὑβρίς· ὄρνεον νυκτερινόν

`υ.34`

ὕβρεως· τῆς ὕβρεως

`υ.35`

ὑβριστής· ὑπερήφανος, ἀγνώμων

`υ.36`

ὑβριστοδίκαι· οἱ μὴ θέλοντες εἰσάγειν τὰς δίκας παρὰ Ἀττικοῖς

`υ.37`

ὑβώματα· κυρτώματα

`υ.38`

ὕγγεμος· συλλαβή. Σαλαμίνιοι

`υ.39`

ὑγυλόν· ὑγιές

`υ.40`

ὑγρόν· μαλακόν

`υ.41`

ὑγιᾶ· σῶον. νεαρόν. Κρῆτες

`υ.42`

ὑγίεια· ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ πεφυραμένα. καὶ πᾶν τὸ ἐκ θεοῦ φερόμενον, εἴτε μύρον, εἴτε θαλλός. ἢ ὑγίεια

`υ.43`

ὑγιής· τέλειος, σῶος

`υ.44`

ὑγιοῦν· τὸ σαοῦν. καὶ τὸ θεραπεύειν

`υ.45`

ὑγιῶς· ὀρθῶς, σώως, ὁλοκλήρως, ἐῤῥωμένως, καὶ εἴ τι ὅμοιον

`υ.46`

ὑγλιῆναι· φυσῆσαι

`υ.47`

ὑγρὰ κέλευθα· θαλασσία ὁδός, καὶ ἡ παρὰ τὴν θάλασσαν

`υ.48`

ὑγρίην· τὸ οὖρον. Διονύσιος

`υ.49`

ὑγρὸν ἀέντων· μαλακῶς πνεόντων

`υ.50`

ὑγρὸν ἔλαιον· διὰ τὸ εἰς ἄνεσιν ἄγειν τὸ σῶμα, ἢ ὅτι πάντων τῶν ὑγρῶν ὑγρότατόν ἐστι τὸ ἔλαιον. πᾶσι γὰρ τοῖς ὑγροῖς ἐπιπλεῖ βαλλόμενον τὸ ἔλαιον

`υ.51`

ὑγρός· ὁ εὐκαταφερὴς εἰς ἡδονάς

`υ.52`

ὑδαλίς· ὑδρωπιῶν

`υ.53`

ὑδάν· ἀγορασθεῖσαν

`υ.54`

ὑδαριᾷ· ὑδρωπιᾷ

`υ.55`

ὑδατίδες· σταγόνες

`υ.56`

ὑδατοτροφέων· ὑπὸ ὕδατος αὐξομένων ἢ τρεφομένων

`υ.57`

ὑδέουσιν· ὑμνοῦσιν

`υ.58`

ὕδερον· τὸν ὕδρωπα

`υ.59`

ὑδαρές· τὸ ὑδαρόν

`υ.60`

ὑδερῶν· ὑδρωπιῶν

`υ.61`

Ὕδη· πόλις τῆς Λυδίας

`υ.62`

ὑδεῖν· ὑμνεῖν, ᾄδειν, λέγειν

`υ.63`

ὕδης· συνετός, ἢ ποιητής

`υ.64`

ὕδναι· ἔγγονοι, σύντροφοι

`υ.65`

ὑδνεῖν· τρέφειν, κρύβειν. αὔξειν

`υ.66`

ὕδνης· εἰδώς, ἔμπειρος

`υ.67`

ὑδνόφυλλον· ἡ ἐπὶ τοῖς ὕδνοις φυομένη πόα

`υ.69`

Ὕδρα· νῆσος εὐτελὴς Δολόπων. καὶ θηρίον πολλὰς ἔχον ὄφεων ὄψεις, πολυκέφαλον

`υ.68`

ὕδος· ὕδωρ

`υ.70`

ὑδραλής· μετάβολος

`υ.71`

ὕδρα· ὁ ὕδρος ὄφις. οἱ δὲ τὸν χέρσυδρον

`υ.72`

ὑδράν <span class="gap">…</span> εἰς θυσίαν ἀκραιφνές. Ῥίνθων

`υ.73`

ὑδράνη· τὸ ἀκραιφνὲς καὶ καθαρόν

`υ.74`

ὑδρανός· ὁ ἁγνιστὴς τῶν Ἐλευσινίων

`υ.75`

ὑδραλής· ὄφις ὕδατος

`υ.76`

ὑδρεύειν· ποτίζειν. ἀντλεῖν

`υ.77`

ὑδρευσάμενος· ἀντλήσας

`υ.78`

ὑδρεῦσαν· ὕδωρ φέρουσαν, ἤγουν ὑδρευομένην

`υ.79`

ὕδρη· ὁ ἔχις

`υ.80`

ὑδρήϊον· ὑδρία

`υ.81`

ὑδρηλά· ὑδατώδη

`υ.82`

ὑδρηλοί· κάθυδροι, μαλακοί, ἔνυδροι, ὑδατώδεις

`υ.83`

ὑδρηλός· τὸ αὐτό

`υ.84`

ὑδρηναμένη· λουσαμένη, ἢ περιρραναμένη, ἢ ὕδατι περιχεαμένη

`υ.85`

ὑδρήνασθαι· λούσασθαι, περιῤῥάνασθαι

`υ.86`

ὑδρηχόες· ἰχθύες

`υ.87`

ὑδριαφόροι· μέτοικοι

`υ.88`

ὑδρίσκη· ὑδρία

`υ.89`

ὑδροδόκοι· λάκκοι

`υ.90`

ὑδρόμυλοι· ὑδραλετία ἀπὸ ὕδατος

`υ.91`

ὕδρος· ὄφις

`υ.92`

ὕδρου· ὄφεως εἶδος

`υ.93`

Ὑδροῦσα· ἡ Κέως οὕτως ἐκαλεῖτο

`υ.94`

ὑδροχόας· ἀμάρας

`υ.95`

ὑδροφόρια· ἑορτὴ πένθιμος Ἀθήνησιν

`υ.96`

ὑδροφόρους· ὑδροῤῥόους

`υ.97`

ὕδωρ καὶ γαῖα γένοισθε· διαλυθείητε καὶ ἀποθάνοιτε

`υ.98`

ὗεν· ἔβρεχεν

`υ.99`

ὕει· βρέχει. χειμάζει

`υ.100`

 <span class="gap">…</span> ει· ῥω <span class="gap">…</span> οιω <span class="gap">…</span>

`υ.101`

ὕελος· ὕαλος

`υ.102`

ὕεν· εὗρεν

`υ.103`

ὕες· χοῖροι

`υ.104`

ὕεσι· στολή. Πάφιοι

`υ.105`

ὑελέψης· ὑελο....

`υ.106`

ὑεστάκα· ἱματισμός

`υ.107`

υετής· ὁ αὐτοετής. Μαρσύας

`υ.108`

ὑετίς· ὑδρίς. Ταραντῖνοι

`υ.109`

ὑετός· ὄμβρος. δρόσος. ὕδωρ

`υ.110`

Ὑεύς· Σαβάζιος

`υ.111`

Ὑή· ἡ Σεμέλη ἀπὸ τῆς ὕσεως. καὶ ὑὲ δειλέ

`υ.112`

Ὕης· Ζεὺς ὄμβριος

`υ.113`

ὕησον· σάλευσον

`υ.114`

ὕητα· ὑστίς. Ταραντῖνοι

`υ.115`

ὑθλεῖν· ληρεῖν, μωραίνειν

`υ.116`

ὕθλος· φλυαρία, μωρία, ληρότης, φληναφία

`υ.117`

ὕθλους· φλυάρους, μωρούς, λήρους

`υ.118`

υἷα· υἱόν, τέκνον

`υ.119`

υἷας· τέκνα, υἱούς

`υ.120`

ὑϊδεῖς· υἱῶν υἱοί, ἔγγονοι

`υ.121`

ὑΐδες· υἱῶν θυγατέρες

`υ.122`

ὑϊδῆν· υἱοῦ θυγατέρα

`υ.123`

ὑϊδός· ὁ τοῦ υἱοῦ υἱός

`υ.124`

υἱδοῦς· ἢ υἱδεῖς. υἱῶν υἱούς

`υ.125`

υἱεῖς· υἱοί

`υ.126`

υἱέος· υἱοῦ, τέκνου

`υ.127`

υἱες Ἀχαιῶν· οἱ Ἕλληνες περιφραστικῶς

`υ.128`

ὑιήν· τὴν ἄμπελον. ἢ υἱόν

`υ.129`

υἱήω· ποιὰ βοτάνη

`υ.130`

ὕιλη· ὁμῆλος

`υ.131`

υἱόν· ἀναδενδράδα

`υ.132`

υἱοθεσία· ὅταν τις θετὸν υἱὸν λαμβάνῃ. καὶ τὸ ἅγιον βάπτισμα

`υ.133`

υἱοθετεῖ· υἱοποιεῖ, οὐ φύσει, ἀλλὰ θέσει

`υ.134`

υἱωνεῖς· υἱῶν υἱέες

`υ.135`

υἱωνοί· υἱῶν υἱοί

`υ.136`

υἱωνός· ὁ υἱὸς τοῦ υἱοῦ, ἔγγονος

`υ.137`

ὑκελόν· ὑγιές

`υ.138`

ὑλαγμός· βοή

`υ.139`

ὕκος· ἐρυθρῖνος

`υ.140`

ὑλάει· θρυλλεῖ. ὑλακτεῖ. λέγει. θρηνεῖ

`υ.141`

ὑλάζεσθαι· ξυλίζεσθαι

`υ.142`

ὑλακή· ὑλαγμός, βοή

`υ.143`

Ὑλακίδης· Ὑλάκου υἱός

`υ.144`

ὑλακόμωροι· οἱ περὶ τὸ ὑλακτεῖν μεμορημένοι· ὅπερ ἐστὶν ἴσον τῷ πεπονημένοι· οἱ βαρύφωνοι, ὀξύφωνοι

`υ.145`

ὑλακτηθέντων· φλυαρηθέντων

`υ.146`

ὑλακτῶν· μετὰ μανίας κράζων

`υ.147`

ὕλαον· ὑλάκτουν

`υ.149`

Ὕλας· κρήνας Κιανοί. καλοῦνται δὲ καὶ βαρβάρων γένος οὕτως

`υ.150`

ὑλάσασθαι· ξύλα συναγαγεῖν

`υ.151`

ὕλασσα· ἡ ξυλεία, καὶ φρυγανισμός

`υ.152`

ὑλᾶται· ἐστερήθη. ἀπέθανεν

`υ.153`

Ὕλη· πόλις. δηλοῖ δὲ καὶ τὸ σύνηθες, καὶ ξύλα τὰ ἤδη κεκομμένα. ἢ σύμφυτος τόπος, ἐξ οὗ ἀποτελεῖται τὸ ἔργον

`υ.154`

ὑλῆεν· δασύ, ξυλῶδες

`υ.155`

ὑληέσσης· συμφύτου, ἢ ὕλας ἐχούσης

`υ.156`

ὕλην· κισσίαν. τὸν στέφανον

`υ.157`

ὑληρεύς· νομεὺς ἐν ὕλῃ φυλάττων

`υ.158`

ὕλης μητέρα· εἶδος σκώληκος, ὃ καλεῖται ὑλομήτρα. ἄλλοι δὲ βόμβυκα

`υ.159`

ὕλιγγες· λόγχαι

`υ.160`

ὑλίμη· μάχη τίς

`υ.162`

ὑλίτης· οἴνου εἶδος

`υ.163`

`υ.164`

ὕλλει· τὰ πρὸς κάσσωσι δέρματα

`υ.165`

Ὕλεες· οἱ ἐν Κρήτῃ Κυδώνιοι

`υ.166`

ὑλίας· τοὺς καρπατίμους τόμους

`υ.167`

Ὕλλος· ποταμὸς Λυδίας

`υ.168`

ὕλογος· στρατός. Περγαῖοι

`υ.169`

ὕλοι· σπόνδυλοι

`υ.170`

Ὕλῳ ἰχθυόεντι· ὄνομα ποταμοῦ ἰχθύας ἔχοντι

`υ.171`

ὑλομανής· ὁ ταῖς ὕλαις χαίρων

`υ.172`

ὑλομήτρα· εἶδος σκώληκος

`υ.173`

ὑλοτόμος· ξυλοτόμος

`υ.174`

ὑλωρός· ὕλην φυλάσσων

`υ.175`

ὑμά· ὑμέτερα ......

`υ.176`

ὑμεδαπῶν· τοῦ ὑμετέρου ἐδάφους

`υ.177`

ὑμέναιος· γάμος. ἢ ᾠδὴ ἐπιγάμιος

`υ.178`

ὑμεναίων· γαμικῶν ᾀσμάτων, μέλος ᾠδῆς

`υ.179`

ὑμένιον· λεπτόν

`υ.180`

ὑμενῶδες· λεπτόν, ἀεροειδές

`υ.181`

ὑμήν· εἶδος ἐνδύματος. ὑμέναιος. ἐπίπλους. καὶ τὸ διαφανές. καὶ τὸ τοῖς γαμοῦσιν ἐπαυλούμενον ὑμέναιος, ἀπὸ τοῦ ἡμήσης παιδός, ἢ ἀπὸ τοῦ ὁμοῦ ναίειν

`υ.182`

ὑμῆς· ὑμετέρας

`υ.183`

Ὑμήττης· ἐν Ὑμήττῃ ὁ Ἀπόλλων τιμώμενος

`υ.184`

Ὑμήττιος· Ζεὺς παρὰ Ἀττικοῖς

`υ.185`

ὔμμε· ὑμᾶς, ὑμεῖς. Αἰολικῶς

`υ.186`

ὔμμες· ὑμεῖς, καὶ τὰ ὅμοια

`υ.187`

Ὑμμητός· ὄρος Ἀττικῆς

`υ.188`

ὑμνεῖ· εὐλογεῖ, ᾄδει

`υ.189`

ὑμνηπολείτω· ὑμνείτω

`υ.190`

ὑμνίον· τὸν ἀμόλγην Διονύσιον

`υ.191`

ὑμνοθέται· ποιηταί

`υ.192`

ὑμνοθέτης· ποιητής

`υ.193`

ὑμνοτήϊαι· σύνοδοι τῶν ἐπʼ ἔτος γεγαμημένων

`υ.194`

ὕμνος· χρησμός

`υ.195`

ὕναν· τὴν εἰρήνην

`υ.196`

Ὑνναρεύς· Ζεὺς ἀπὸ τοῦ Ὑνναρίου ὄρους

`υ.197`

ὑννάς· αἲξ ἀγρία

`υ.198`

ὑννή· αἴξ. καὶ τὸ τοῦ ἀρότρου σιδήριον τὸ τέμνον τὴν γῆν. καὶ ὕννις ὁμοίως

`υ.199`

ὕννος· πῶλος ὁ ἐν τῇ γαστρὶ νοσήσας, πρὶν κυηθῆναι

`υ.200`

ὑντετράστιαν· κατεαγέν. Σαλαμίνιοι

`υ.201`

ὕντωσε· συμπαρῆσαν

`υ.202`

ὕξον· βοήθησον

`υ.203`

ὑολλός· τόπος συῶν βορβορώδης

`υ.204`

ὑοβότης· συοβόσκης

`υ.205`

ὑομεμνία· ἑορτή τις ἐν Ἄργει

`υ.206`

ὑομένη· βρεχομένη

`υ.207`

ὕον· ὅμοιον

`υ.208`

ὑός· χοίρου

`υ.209`

ὑοσκυαμᾷς· μαίνῃ, ἀπὸ τῆς πόας

`υ.210`

ὑοχαί· τὸ βορβορῶδες ὕδωρ

`υ.211`

ὑπάγειν· τὸ ἡσύχως πίνειν

`υ.212`

ὑπαγορεία· συμβουλία

`υ.213`

ὑπαγορεύουσι· λαλοῦσιν

`υ.214`

ὑπάγορον· κατὰ βίαν ὑπερήφανον

`υ.215`

ὑπαγωγεύς· πρὸς πλίνθων οἰκοδομὴν πηλός

`υ.216`

ὑπαγωγή· ὑποχώρησις

`υ.217`

ὑπάγων· ὑπὸ δίκην ἄγων

`υ.218`

ὑπαί· πρὸ τοῦ καὶ νῦν. ὑπαὶ πόδα

`υ.219`

ὑπαὶ δὲ ἴδεσκε· ὑπέβλεπεν

`υ.220`

ὑπαὶ δείους· ὑπὸ τοῦ δέους

`υ.221`

ὑπαιδράσειαν· ὑπόψειαν

`υ.222`

ὕπαιθα· ἔμπροσθεν

`υ.223`

ὑπαίθριον· ὑπὸ τὸν ἀέρα

`υ.224`

ὑπαικαλούσας· ὑποτρεμούσας

`υ.225`

ὑπαιλίχαζε· ἐκ πέτρας ὑποχώρει

`υ.226`

ὑπαινίττεται· αἰνιγματωδῶς ἐμφαίνει

`υ.227`

ὑπαλευάμενος· φυλαξάμενος

`υ.228`

ὑπαΐξας· ὑφορμήσας

`υ.229`

ὑπαὶ πόδα· ὑπὸ πόδα

`υ.230`

ὑπαλύξαι· ἐκφυγεῖν. ἐκκλῖναι

`υ.231`

ὑπʼ ἀνέρος· ὑπʼ ἀνδρός

`υ.232`

ὑπʼ ἀνθερεῶνος· τὸν ὑπογένειον τόπον

`υ.233`

ὑπαντάξ· ἐξ ἐναντίας, ἀντὶ τοῦ ὑπαντιάσας, συναντήσας

`υ.234`

ὑπαντιάζει· ὑπαντᾷ

`υ.235`

ὑπʼ ἀντιαίης· ὑπὸ τῆς αἰσχρᾶς ἐξ ἐναντίας πολεμούσης

`υ.236`

ὑπάντλια· χαλκᾶ ἀγγεῖα, κάδοι

`υ.237`

ὕπαντροι· οἱ ὑπὸ τὸ σπήλαιον

`υ.238`

ὑπανύσθαι· ὑπουργεῖν

`υ.239`

ὑπαπίει· ὑποστρέφει

`υ.240`

ὑπʼ ἀπειρίας· ὑπὸ ἁμαρτίας

`υ.241`

ὕπαρ· τὸ μεθʼ ἡμέραν ὄναρ. ἐν ἡμέρᾳ. οἷον φανερῶς, ἐναργῶς, ἀληθές

`υ.242`

ὕπαρ· μεθʼ ἡμέραν. ἀληθές

`υ.243`

ὕπαρνος ποίμνη· ἄρνας ἔχουσα

`υ.244`

ὑπάργυρον· τὸ κινάμωμον

`υ.245`

ὑπάρξας· κατάρξας

`υ.246`

ὕπαρξις· προγένεσις. ἡ οὐσία

`υ.247`

ὑπάρχει· προκατάρχει

`υ.248`

ὕπαρχος· οἰκονόμος. πολέμου στρατηγός

`υ.249`

ὑπάρχων· πεφυκώς, ὤν

`υ.250`

ὑπαρχθεῖσαν· προγεγονυῖαν

`υ.251`

ὑπασπισταί· βοηθοί. ὑπηρέται

`υ.252`

ὑπασπίδια προποδίζων· ὑπὸ τὴν ἀσπίδα τιθεὶς τοὺς πόδας καὶ οὕτως προβαίνων

`υ.253`

ὑπασπιστής· βοηθός, δορυφόρος, ὑπηρέτης

`υ.254`

ὑπάτη· ὑψηλή. δυνατή

`υ.255`

ὕπατε κρειόντων· βασιλεῦ βασιλευόντων

`υ.256`

ὑπάτη· ὑπερτάτη, ἀνωτάτη. πλουσία

`υ.257`

ὑπάτμενοι· δοῦλοι, ὑπουργοί

`υ.258`

ὕπατον μήστωρα· τὸν ἐν τῷ βουλεύσασθαι σοφώτατον, οἷον πρῶτον

`υ.259`

ὕπατος· ὑψηλός. ἔντιμος, πρῶτος, διαφέρων τῶν ἄλλων, ἐξοχώτατας

`υ.260`

ὑπʼ αὐλήν· ὑπʼ οἶκον

`υ.261`

ὑπʼ αὐλοῦ· μετʼ αὐλοῦ

`υ.262`

ὑπʼ αὐνήν· παρʼ Ἑκαταίῳ. Φιλητᾶς

`υ.263`

ὑπαφήτορες· ὑποτεταγμένοι

`υ.264`

ὕπαφρον· τὸ μὴ φανερὸν ὕπαφρον λέγουσιν, ἄλλοι ὕπαφρον τὸ ὑγρασίαν ἔχον ἐμφερῆ ἀφρῷ. ἔνιοι κρύφιον καὶ ὕπουλον τὸ ὕπαφρον

`υ.265`

Ὑπαχαιοί· ὀνομαστικόν

`υ.266`

ὑπαχθέντες· ὑποβληθέντες. πεισθέντες. ἀπατηθέντες

`υ.267`

ὔπεα· τὰ ὀπήτια

`υ.268`

ὑπέασιν· ἐληλύθασιν

`υ.270`

ὑπέγραψεν· ἐχάραξεν, ἢ ἔγραψεν

`υ.271`

ὑπεδέσμευεν· ὑπεξέκειτο

`υ.272`

ὑπέδυ· ὑπεισῆλθεν

`υ.273`

ὑπεζευγμένος· ὑποτεταγμένος

`υ.274`

ὑπεζῶσθαι· τὸ εἰς ἄνδρας ἐλθεῖν. Φιλητᾶς

`υ.275`

ὑπεζωσμένοι· ἀναπείσαντες

`υ.276`

ὑπέθην· ὑπεκθέμην

`υ.277`

ὑπέθεντο· συνεβουλεύοντο

`υ.282`

ὑπιδόμενοι· ὑφορώμενοι

`υ.283`

ὑπείκει· ὑπακούει. ὑποχωρεῖ, ὑποτάσσεται

`υ.284`

ὑπείκετε· τὰ αὐτά

`υ.285`

ὑπειλημμένη· ἀντειλημμένη

`υ.286`

ὑπειλημμένον· ὑπονενοημένον. ὑπενηνεγμένον

`υ.287`

ὑπείνεχεν· ὑπέβαλεν, ὑπεῖχεν

`υ.288`

ὑπεῖξά σοι· ὑπεχώρησά σοι

`υ.289`

ὑπείξομαι· ἥξω, ὑπονοστήσω. ὑποχωρήσω

`υ.290`

ὑπεὶρ ἅλα· ὑπὲρ τὴν ἅλα, ὑπὲρ τὴν θάλασσαν

`υ.291`

ὑπείροχος· ὑπέροχος, ὑπερέχων

`υ.292`

ὑπεῖχεν· ὑπέβαλεν

`υ.294`

ὑπέκειντο· ὑποκείμενοι ἦσαν

`υ.295`

ὑπέκθεσις· ὑπόθεσις

`υ.296`

ὑπεκινοῦντο· κατενοίγοντο, ἢ ἐπτοοῦντο

`υ.297`

ὑπέκλινεν· ὑπέταξεν

`υ.298`

ὑπεκδράμω· φύγω

`υ.299`

ὑπεκπροθέων· ὑπεκτρέχων

`υ.301`

ὑπελθεῖν· ὑπεισελθεῖν, ὑποδραμεῖν

`υ.302`

ὑπέλαιος· γλοιός

`υ.303`

ὑπέλαβεν· ὑπεδέξατο

`υ.304`

ὑπελεῖν· ὑπειλεῖν

`υ.305`

ὑπʼ ἔμβρυον· νεογνὸν βρέφος ὑπέβαλεν, ἵνα εὕρῃ ἀμέλξαι

`υ.306`

ὑπεμνήμυκεν· ὑπομέμυκε, κλαίει, στενάζει, στυγνάζει

`υ.307`

ὑπʼ ἐμοί· ὑπὸ τὴν ἐμὴν ἐξουσίαν

`υ.308`

ὑπεμφαίνει· φανεροῖ

`υ.309`

ὑπεναντίος· ἐχθρός

`υ.310`

ὑπένερθεν· ὑποκάτωθεν

`υ.311`

ὕπενες· εἰς τετάρτην

`υ.312`

ὑπʼ ἐνεσίῃσι· βουλαῖς

`υ.313`

ὑπενηνεγμένον· ὑποκείμενον

`υ.314`

ὑπενόθευσεν· ὑπέφθειρεν

`υ.315`

ὑπενόστησεν· ὑπέστρεψεν, ὑπεχώρησεν· νόστος γὰρ ἡ ὁδός

`υ.316`

ὑπεξέθαυτο· ὑπεκέκαυτο

`υ.317`

ὑπεξέφερε· προέτεινε, προεβάλλετο

`υ.318`

ὑπεξέφερον· εἰς τὸ ἔξω ἔφερον

`υ.319`

ὑπεξαλέασθαι· ὑπεκκλίνειν

`υ.320`

ὑπεξήκριζον· ὕβριζον

`υ.321`

ὑπεξίει· ὑπεξίσταται

`υ.322`

ὑπεξίσταται· τὰ αὐτά

`υ.323`

ὑπεξίστησι· μεθίστησι

`υ.324`

ὑπέπισα· ὑπεπότισα

`υ.325`

ὑπεπόδισεν· ἀνεπόδισεν

`υ.326`

ὑπέρ· πρόθεσις. πολύ, πλέον, λίαν

`υ.327`

ὑπέρα· ἐν τῇ νηὶ σχοινία τινά

`υ.328`

ὑπεραγασθείς· ὑπερθαυμάσας

`υ.329`

ὑπειρεσία· ἡ τῶν ἐρεσσόντων καθέδρα

`υ.330`

ὑπειλημμένον· ὑπενενοημένον

`υ.331`

ὑπεράγον· διαφέρον

`υ.332`

ὕπερα· σκώληκές τινες

`υ.333`

ὑπεραγοναστάς· εἱμαρμένας κρόκας, οἷον ὑπερστήμονας

`υ.334`

ὑπεραίρεται· ὑψοῦται

`υ.335`

ὑπεραέϊ· ὑπεράγοντι κατὰ τὴν πνοήν

`υ.336`

ὑπέρας· τὰ σχοινία

`υ.337`

ὑπέρακμος· μέγας

`υ.338`

ὑπὲρ ἅλα· θάλασσαν

`υ.339`

ὑπεράλλα πέτηξ· ὑπὲρ τὸ δέον

`υ.340`

ὑπεράλλεται· ὑπερπηδᾷ

`υ.341`

ὑπεραλεῖται· ὑπερπηδήσει

`υ.342`

ὑπεράλμενον· ὑπεραλλόμενον

`υ.343`

ὑπερανάστης· μετανάστης. μεταβάτης

`υ.344`

ὑπερανέστηκεν· ὑπερβέβηκεν, ἐκ τοῦ ὑπέρ ἤτοι ὑψηλότερον

`υ.345`

ὑπέραντλα· πολλά

`υ.346`

ὑπερασπίζω· βοηθῶ, ἀντιλαμβάνω. καὶ ὑπερασπιστής· ἀντιλήπτωρ

`υ.347`

ὑπερασπιῶ· προΐσταμαι

`υ.348`

ὑπέραυχος· ὑπερήφανος

`υ.349`

ὑπερβάλλει· ὑπερνικᾷ. ὑπερτίθεται. παραβαίνει. ἢ ἐπαναφέρει εἰς συμβουλίαν

`υ.350`

ὑπερβᾶν· ὑπερώαν

`υ.351`

ὑπέρβασις· ὕβρις, ἀδικία. κόρος. ἁμαρτία. ὑπερηφανία. παράβασις ὅρκων

`υ.352`

ὑπερβασίης· ἀδικίας. ὑπερηφανίας

`υ.353`

ὑπερβατόν· ὑπερβαινόμενον

`υ.354`

ὑπέρβιον· ὑπεράγοντα τῇ βίᾳ. ὑπὲρ δύναμιν. πάνυ βιαίως

`υ.355`

ὑπερβλήδην· ὑπεράγαν

`υ.356`

ὑπερβλύζει· .......

`υ.357`

ὑπερβολή· πολύ

`υ.358`

ὑπερβολία· ὕβρις. κόρος

`υ.359`

ὑπεργμένων· δοθέντων. προελθόντων

`υ.360`

ὑπεργύϊον· ὑπέρμηκες, μέγα

`υ.361`

ὑπερδέα· ὑπεραγόντως ἐνδεᾶ, ἢ ἐλάσσονα κατὰ δύναμιν·

  
ὑπερδέα δῆμον ἔχοντα  

`υ.363`

ὑπέρδικοι· συνηγόροι οἱ τὸ δίκαιον ὑπερβαίνοντες

`υ.364`

ὑπερδειπνεῖ· ὑπερτρυφᾷ

`υ.365`

ὑπερείδει· στηρίζει

`υ.367`

ὑπερειδούσης· στηριζούσης

`υ.368`

ὑπέρειπε· κατέβαλλεν, ἀπὸ τοῦ ἐρείπειν

`υ.369`

ὑπερείσατε· στηρίξατε

`υ.370`

ὑπερεκστήξει· ὑπερσταθήσεται

`υ.371`

ὑπερέκτισις· ὑπεραπότισις

`υ.372`

ὑπερένεγκαν· ὑψώθησαν

`υ.373`

ὑπερέλασις· ὑπέρθεσις, ὑπερβολή

`υ.374`

ὑπερένδοξος· ἄγαν ἔνδοξος

`υ.375`

ὑπερέξουσι· μείζονες ἔσονται

`υ.376`

ὑπερέπτατο· ὑπερίπτατο. ὑπερέδραμεν. ὑπερεπήδησεν

`υ.377`

ὑπέρεπτε· ἤσθιεν. ὑπενεδίδου. ὑπέσυρεν

`υ.378`

ὑπέρευγε· ὑπερκάλως

`υ.380`

ὑπερέσχεθε γαίης

`υ.381`

ὑπερέσχεν· ἀνέτειλεν

`υ.382`

ὑπερέσσεται· περιέσται, κρατήσει

`υ.383`

ὑπερέχει· ἄνωθεν ἐπιβάλλει. βοηθεῖ. διαφέρει, ὑπερβάλλει, ὑπεράνω ἔχει

`υ.384`

ὑπερέχοντι· ἐξουσιάζοντι

`υ.385`

ὑπερζέσας· ἀναφλεχθείς

`υ.386`

ὑπερηγάσθη· ὑπερεθαυμάσθη

`υ.387`

ὑπερηκόντισεν· ὑπερέδραμεν

`υ.388`

ὑπερήκρισας· ὑπεράγαν ἐπήδησας

`υ.389`

ὑπερήμεροι· οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέρας λαβόντες καὶ μὴ διαλυσάμενοι

`υ.390`

ὑπερήμερος· ἐκπρόθεσμος

`υ.391`

ὑπερηνορεόντων· ὑπερηφάνων

`υ.392`

ὑπερήνωρ· εὔψυχος, ἀνδρεῖος. ὑβριστής. ὑπερέχων. ὑπερήφανος. παράνομος. ἢ ὁ ὑπερέχων κατὰ τὴν ἀνδρείαν

`υ.394`

ὑπερῆρτο· κατεξανίστατο

`υ.395`

ὑπερήσει· ὑπερβαλεῖ

`υ.396`

Ὑπερησία· πόλις

`υ.398`

ὑπερήφανος· ὑπεράφρων. ἀγνώμων

`υ.399`

ὑπερθεῖ· ὑπερέχει. ὑποτρέχει, ἤγουν θέει

`υ.400`

ὕπερθεν· ὑπεράνωθεν

`υ.401`

ὑπὲρ θεόν· παρὰ τὸ θεῖον ἢ τὴν τοῦ θεοῦ γνώμην

`υ.402`

ὑπερθέοντας· ὑπερτρέχοντας

`υ.403`

ὑπερθέσεις· ἀναβολαί. ὑπερβάσεις

`υ.404`

ὑπερθορέονται· ὑπερπηδῶσιν

`υ.405`

ὑπέρθορον· ὑπερεπήδησα, ὑπερηλάμην

`υ.406`

ὑπέρθυμοι· πρόθυμοι. μεγαλόψυχοι

`υ.407`

ὑπερθύριον· ὁ ἐπάνω τῶν θυρῶν τόπος

`υ.408`

Ὑπερία· ἡ τῶν Φαιάκων πόλις. καὶ κρήνη

`υ.409`

ὑπερίονα· ὑπὲρ ἡμᾶς ἰόντα ὁ ἥλιος, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι

`υ.410`

ὑπερίδῃ· καταφρονῇ

`υ.411`

ὑπερικταίνοντο· ἔνιοι ὑπὲρ δύναμιν, ἴκνουν ὑπερικνοῦντο διὰ τὴν χαράν, ὅ ἐστιν ἐξετείνοντο

`υ.412`

ὑπεριπτία· ἀγών τις παρθένων

`υ.413`

ὑπέριπτεν· κατέσειεν

`υ.414`

ὑπερισχύουσαν· ὑπερβάλλουσαν

`υ.415`

ὑπερίων· τὸν ἐν τῷ ἀέρι, ἢ ὁ ἥλιος ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι

`υ.416`

ὑπερκαταβαπτύουσαν· ἀντὶ τοῦ ὑπερηφάνους λόγους ποιουμένους

`υ.417`

ὑπερκακεῖν· ὃ νῦν ἐκκακεῖν

`υ.418`

ὑπὲρ κάρα φοιτῶντα· ὑπὲρ κεφαλῆς ἐρχόμενον

`υ.419`

ὑπερκείμενον· ἄνω κείμενον

`υ.420`

ὑπέρκεισαι· ὑπερβάλλεις

`υ.421`

ὑπερκείσθω· ὑπερτεθείσθω

`υ.422`

ὑπὲρ κεφαλῆς· ὑπεράνω τῆς κεφαλῆς

`υ.423`

ὑπερκόμπως· ὑπερηφάνως

`υ.424`

ὑπερκάϋστρα· ἡ τῆς Ἀθηνᾶς ἱέρεια

`υ.425`

ὑπερκόσμια· ὡς ἄγγελοι, καὶ τὰ μέλλοντα ὑπὲρ τὸν κόσμον

`υ.426`

ὑπερκυάνεον· λίαν κυάνεον

`υ.427`

ὑπερκύδαντας· ὑπερέχοντας τῇ δόξῃ, ὑπερενδόξους γενομένους

`υ.428`

ὑπερκυδέοντας· λίαν ἐνδόξους

`υ.429`

ὑπερμαζᾷ· ὑπερτρυφᾷ

`υ.430`

ὑπερμενέϊ· τῷ ὑπεράγοντι κατὰ τὸ μένος, τουτέστι τῇ ἰσχύι ὑπερκρατεῖ

`υ.431`

ὑπερμενής· μεγάλην ἔχων ἰσχύν

`υ.432`

ὑπερμενέοντα· ὑπερηφανοῦντα. ὑπερέχοντα τῇ δυνάμει

`υ.433`

ὑπέρμορα· ὑπὲρ τὸ δέον, ὑπὲρ τὸ καθῆκον

`υ.434`

ὑπὲρ μόρον· ὁμοίως

`υ.435`

ὑπερνεμεῖς· ὑπερορᾷς

`υ.436`

ὑπερνήχεται· ὑπερέχει, ὑπερβαίνει

`υ.437`

ὑπερνικᾷ· ἀντιμάχεται

`υ.438`

ὑπέρογκον· μέγα, ὑψηλόν, ὑπέρμετρον

`υ.439`

ὑπεροιαζομένου· ὑπερηφανευομένου

`υ.440`

ὑπεροιησάμενοι· ὑπερηφανοῦντες

`υ.443`

ὑπερόπτης

`υ.444`

ὑπεροπλίαις· ὑπερηφανίαις, ὑπερφροσύναις

`υ.446`

ὑπεροπλίσσαιτο· νικήσειεν. ἢ ὑπερηφανήσειεν

`υ.447`

ὑπέροπλον· ὑπὲρ τὸ δέον. ὑπερήφανον. ψευδές

`υ.448`

ὑπέροπτον· μέγα, καὶ ὑπὲρ τὸ μέτρον, καὶ τὰ ὅμοια

`υ.449`

ὑπερορᾷ· καταφρονεῖ, παραβλέπει

`υ.450`

ὑπερόριος· ἐκτὸς τῶν ὁρίων

`υ.451`

ὑπέρου περιστροφήν· παροιμία. λέγεται δὲ ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων καὶ μηδὲν περαινόντων

`υ.452`

ὑπερούσιος· ἀγαπητός, πεφιλημένος

`υ.453`

ὑπερόφρυς· ὑπερηφάνους

`υ.454`

ὑπέροφρυς· ὑπέροπτος

`υ.455`

ὑπεροχή· ἐξοχή, ὑπερβολή

`υ.456`

ὑπέροχον· περισσόν. δεινόν. μεῖζον

`υ.457`

ὑπεροψία· ὑπερηφανία, παρὰ τὸ τὰ ὑπὲρ αὐτὸν θεωρεῖν

`υ.458`

ὑπερπαθήσας· πάνυ λυπηθείς

`υ.459`

ὑπερπηδῶν· ὑπερθορών

`υ.460`

ὑπεῤῥάγη· διεῤῥάγη

`υ.461`

ὑπερσχεῖν· ἀνατελσεῖν. ὑπερμαχῆσαι. βοηθῆσαι. σκεπάσαι

`υ.462`

ὑπέρσχες· σκέπασον, καὶ τὰ ὅμοια

`υ.463`

ὑπερτάτην· ὑψηλήν, ὑπερβαίνουσαν

`υ.464`

ὑπέρτατος· μέγιστος. πρεσβύτατος. ἀνώτατος, ὑψηλότατος. εὐγενέστατος

`υ.465`

ὑπὲρ τέγος· ὑπεράνω τῆς στέγης

`υ.466`

ὑπερτεῖς· Κρητικῶν πόλεων ἐπίθετα

`υ.467`

ὑπερτελής· ὑπὲρ τὸ τέλος ἀφικομένη

`υ.468`

ὑπερτέλλοντες· ἀνατέλλοντες

`υ.469`

ὑπερτέλλων· ὑπερανατέλλων, ὑπερφαινόμενος τῶν ἄλλων ἄστρων

`υ.470`

ὑπερτενῆ· ὑπερανατείνουσα, ὑψηλή

`υ.471`

ὑπερτέρα· ὑψηλοτέρα· οἱ δὲ νεωτέρα. ἢ πρεσβυτέρα. ἢ ἄροτρον

`υ.472`

ὑπερτερία· τὸ ἄνωθεν τῆς ἁμάξης ἐπιτιθέμενον

`υ.473`

ὑπερτερίῃσι· νεωτερισμοῖς. ὑπερηφανίαις

`υ.474`

ὑπερτερώτερος· νεώτερος

`υ.475`

ὑπέρτερον· ἔσχατον, ὕστερον. νεώτερον. εὐγενῆ

`υ.476`

 <span class="gap">…</span> ὑπερτερίη· τὸ πῆγμα τῆς ἁμάξης

`υ.477`

 <span class="gap">…</span> ὑπέρτερα· κρέατα ἐκτὸς τοῦ σώματος πρὸς τὴν σύγκρισιν τῶν ἐντός

`υ.478`

ὑπερτεροῦν· δεσπόζον

`υ.479`

ὑπερτῆρα· τὸ τῆς ἁμάξης πῆγμα

`υ.480`

ὑπέρτεχνον· σπουδαῖον

`υ.481`

ὑπερτοναίων· ὑπὲρ τῶν ἄνω συνδεδεμένων καὶ διατεταμένων

`υ.482`

ὑπέρυθρος· πυρακτής

`υ.483`

ὑπέρφασις· ὑπερηφανία, μεγαλοῤῥημοσύνη

`υ.484`

ὑπερφέρεις· ὑπερβάλλεις

`υ.485`

ὑπερφερές· μέγα ὑπὲρ φύσιν, ἢ ὑπεράγον

`υ.486`

ὑπέρφευ· ὑπεράγαν

`υ.487`

ὑπερφίαλος· ὑπερήφανος, ὑβριστής, παράνομος, ὑπερφυής. μεγαλοπρεπής. ἢ ἔκσπονδος

`υ.488`

ὑπερφλύζει· ἀναῤῥεῖ, ἐκφυσᾷ

`υ.489`

ὑπέρφρονα· ὑπερήφανον. ἀγνώμονα. ὑψηλόφρονα

`υ.490`

ὑπερφυᾶ· ὑπὲρ φύσιν μέγαν

`υ.491`

ὑπερφυές· ὑπερμέγεθες, μεῖζον

`υ.492`

ὑπερφύς· ὑπεργεννηθείς

`υ.493`

ὑπερφυῶς· ὑπεραγόντως

`υ.494`

ὑπερχειλές· ὑπερμεμετρημένον

`υ.495`

ὑπερχειλῶν· ὑπερμέστων

`υ.496`

ὑπερχέων· ὑπερέχων

`υ.497`

ὑπέρχολος· ὑπερβαλλόντως ὀργιζόμενος

`υ.498`

ὑπέρχρεως· ὁ πολλῷ πλείω τῆς οὐσίας ὀφείλων

`υ.499`

ὑπερῶ· ὑποβαλῶ. ἀντὶ τοῦ προερῶ ὑπερῶ

`υ.500`

ὑπερῴα· στόματος

`υ.501`

ὑπερῷα· ἀνώγαια

`υ.502`

ὑπερώησαν· ὑπεχώρησαν

`υ.503`

ὑπερώϊον· ὑπερῷον, ἀνώγαιον οἴκημα

`υ.504`

ὑπερῷον· ἀνώγαιον

`υ.505`

ὑπερώφθη· παρώφθη

`υ.506`

ὑπεσάκκισεν· ὑπήθει τῷ σάκκῳ. ἔνιοι πρόκοπτε

`υ.508`

ὕπεσις· ταπείνωσις, ἔνδοσις

`υ.509`

ὑπέρβιος· ὑπέωρος

`υ.510`

ὑπεσπληνισμένον· ὑποπιασμένον. ἢ πεποικιλμένον

`υ.511`

ὑπέστη· ὑπέσχετο

`υ.513`

ὑπέσταν· ὑπέστησαν, ἐπηγγείλαντο

`υ.514`

ὑπεστειλάμην· παρῃτησάμην

`υ.515`

ὑπεστόρεσται· ὑπέστρωται, ἥπλωται

`υ.516`

ὑπέχεσθαι· ὑπερβάλλεσθαι

`υ.517`

ὑπεσχηκώς· ὑποστάς

`υ.518`

ὑπέσχηται· ἐπήγγελται

`υ.519`

ὑπέφηνεν· ὑπέδειξεν, ἐφανέρωσεν

`υ.520`

ὑπεχάλκισα· πρὸς χαλκοῦ ὑπεθέμην

`υ.521`

ὑπʼ εὐθείας· ἐπʼ ἴσης

`υ.522`

ὑπεύθυνος· ἔνοχος. ὑποκείμενος

`υ.523`

ὕπεχε· ὑπόφερε. πάρεχε. ὑπόμενε

`υ.524`

ὑπέχει· ὑπομένει. ὑφίσταται. δίδωσιν

`υ.525`

ὑπέχεται· προμηθεῖται

`υ.526`

ὑπέχευεν· ὑπέβαλλεν, ὑπέχυσεν

`υ.527`

ὑπηγάγετο· ἠπάτησεν. ὑπέμεινεν

`υ.528`

`υ.529`

ὑπηλάτων· τῶν ὑπὸ ἐλάττων, ἔνιοι φύλλων

`υ.530`

ὑπήλυθεν· ὑπέδυ, ὑπεισῆλθεν

`υ.532`

ὑπήλλαξεν· ὑπεχώρει

`υ.533`

ὑπῆν· ὑπῆρχεν

`υ.534`

ὑπήει· ὑπομένει, ὑποφέρει

`υ.535`

ὑπήνας· γενειάδας

`υ.536`

ὑπηνέμια ὠά· τὰ δίχα τοῦ ὀχευθῆναι γεννώμενα

`υ.537`

ὑπηνέμους· σκεπηνούς

`υ.538`

ὑπηνέμιον ἄνεμον· ὑετόν, καὶ τὰ ὅμοια

`υ.539`

ὑπήνη· τὸ γένειον, ἤτοι πώγων. ἄλλοι μύσταξ, ἄλλοι ὑπήνη, ὅς ἐστι ὑπὸ τὴν ῥῖνα τόπος

`υ.541`

ὑπηντίαζον· ὑπήντων

`υ.542`

ὑπηοίη· ὑπὸ τὸν ὄρθρον, πρὸς τῆς ἕω

`υ.543`

ὑπήρατος· λογομάχος. ὑπέρλαμπρος

`υ.544`

ὑπηρέσια· τῶν κωπηλατούντων δέρματά τινα, ὡς προσκεφάλαια, ἐφʼ ὧν καθέζονται

`υ.545`

ὑπηρέτης· δοῦλος

`υ.546`

ὑπηρέσιον· ἡ σανὶς τῆς καθέδρας

`υ.547`

ὑπήτριον· ὑπογάστριον, ἐφήβαιον

`υ.548`

ὑπηχεῖ· βομβεῖ

`υ.549`

ὑπήχθην· ἦλθον

`υ.550`

ὑπʼ ἠῶ· ὑπὸ τὸν ὄρθρον

`υ.551`

ὑπεὶρ ἅλα· ὑπὸ τὴν θάλασσαν

`υ.552`

ὑπίσχεται· ἀναδέχεται, ὑπισχνεῖται

`υ.553`

ὑπισχνεῖται· ὁμολογεῖ, συντίθεται, ἐπαγγέλλεται

`υ.554`

ὑπʼ ἴχνιον· ὑπὸ τὰ ἴχνη

`υ.555`

ὑπιωγαί· ὑπαγωγαί, ὑποδρομαὶ τῆς πέτρας διὰ σκέπην, σκεπηνὰ μέρη

`υ.556`

ὑπνάσσει· ὑπνώσσει

`υ.557`

ὑπνοῖ· κοιμᾶται

`υ.558`

ὕπνος· κυρίως

`υ.559`

ὕπνου δῶρον· ὕπνος, ἀνάπαυσις

`υ.560`

ὑπνῶ· κοιμῶμαι. ἢ ἀγρυπνῶ

`υ.561`

ὑπνωτικόν· ὁ μανδραγόρας

`υ.562`

ὑπό· πρόθεσις ......

`υ.563`

ὑποακταίνοντο· ἔτρεμον

`υ.564`

ὑποβάθρα· κρηπίς, θεμέλιος. ὑπόβασις

`υ.565`

ὑποβαίνει· ἐλαττοῦται

`υ.566`

ὑποβάσει· ὑποκαταβάσει

`υ.567`

ὑποβάλλει· ὑποκρούει

`υ.568`

ὑποβασμόν· ὑποβάθραν

`υ.569`

ὑπόβασις· ὁ ἐνδότατος χιτών, ἢ περίζωμα

`υ.570`

ὑποβατᾶν· ὑποβατόν. τὸ ὑποπόδιον

`υ.571`

ὑποβεβηκώς· μικρότερος, ἐλάττων

`υ.572`

ὑποβιβάζοντες· ὑποκαταβαίνοντες. ἐλαττοῦντες

`υ.573`

ὑποβιβασθέν· ὑποβεβρυχμένον  <span class="gap">…</span> ὑποπεπτωκός

`υ.574`

ὑποβλεπόμενος· ὑπονοῶν. ἐχθραίνων

`υ.575`

ὑποβλήδην· ὑποβάλλων τὸν λόγον πρὶν σιωπῆσαι τὸν λέγοντα. ἄλλοι ὑπολαμβάνων

`υ.576`

ὑποβολιμαῖον· οὐ γνήσιον, ἀλλὰ νόθον, ὑποβαλλόμενον, ὡς ἀπὸ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυταῖς ὑποβάλλουσιν αἱ γυναῖκες

`υ.577`

ὑποβορβόριον· ἡ τρύξ

`υ.578`

ὑπόβρυχα· ὑποβρύχια. ὑπὸ τὸ ὕδωρ. ὑπὸ κάτω τῶν κυμάτων βυθισθέντες

`υ.579`

ὑπογάιδιον· ὑπόγειον τύμβον

`υ.580`

ὑπὸ γαμφηλαῖς· ὑπὸ ταῖς σιαγόσιν

`υ.581`

ὑπὸ γαμφηλῇσιν· ὁμοίως

`υ.582`

ὑπογεγραμμένη· ἐγκεχριμένη

`υ.583`

ὑπόγειον· ὑπὸ τὴν γῆν

`υ.584`

ὑπογενειάζων· λιτανεύων. ἀπὸ τοῦ γενείου ἁπτόμενος

`υ.585`

ὑπογλωττίς· εἶδος στεφάνου. καὶ πάθος τι κατὰ τὴν γλῶτταν. καὶ μέρος ἐνστόμιον

`υ.586`

ὑπὸ γλωχῖνα· ὑπὸ τὴν γωνίαν

`υ.587`

ὑπόγνυθα· τὸ καθῆσθαι τὰς χεῖρας ἔχοντα ὑπὸ γνάθον

`υ.589`

ὑπογράμματα· στιμίσματα τῶν ὀφθαλμῶν

`υ.590`

ὑπογραμμός· τύπος. μίμημα

`υ.591`

ὑπογράφειν· τυποῦσθαι

`υ.592`

ὑπογραφῆναι· εἰσακουσθῆναι

`υ.593`

ὑπογραφίον· τῶν ἐπὶ τῷ σώματι δεδανεισμένων

`υ.594`

ὑπόγυον· προσδόκιμον. ἐγγύς, ἢ ὁμοῦ, καὶ τὸ πρὸ ὀλίγου γεγονός, καὶ τὸ ἕτοιμον, πρόσφατον

`υ.595`

ὑπὸ δαΐδων· ὑπὸ λαμπάδων

`υ.596`

ὑποδέγμενος· ὑποδεχόμενος

`υ.597`

ὑποδεέστερος· ταπεινότερος

`υ.598`

ὑποδεής· ἐνδεής, καταδεής. ὑπόφοβος

`υ.599`

ὑποδενδρυάζειν· τὸ ἐξ ἀφανοῦς καὶ αἰφνιδίως ἐπιφαίνεσθαι

`υ.600`

ὑποδεξίη· ὑποδοχή, ἢ ἡ χορηγία πρὸς ὑποδοχήν

`υ.601`

ὑποδέραια· ὑποτραχήλια

`υ.602`

ὑποδέραιον· ὑποδείριον καὶ περιτραχήλιον

`υ.603`

ὑποδερίς· ὁρμίσκος. ἔνιοι πλοκίον τι περιτραχήλιον καὶ μέρος τι

`υ.604`

ὑποδέσματα· ἐνέχυρα

`υ.605`

ὑποδέσμιος· ὑποτεθείς

`υ.606`

ὑπὸ δʼ ἔτεινε· ὑπέβαλλεν

`υ.607`

ὑποδῆσαι· ἐνεχυραθῆναι. Ἰταλιῶται

`υ.608`

ὑπόδειγμα· σημεῖον

`υ.609`

ὑποδιδάσκαλος· χοροδιδάσκαλος

`υ.610`

ὑπόδικος· ὑπεύθυνος. χρεώστης. ἔνοχος δίκης

`υ.611`

ὑποδμώς· ὑποτεταγμένος, δοῦλος, θεράπων

`υ.612`

ὑπόδρα· ὑποβλεψάμενος, βλαπτικός

`υ.613`

ὑποδράξ· ὁμοίως

`υ.614`

ὑποδρακεῖν· ὑποπτεύσας

`υ.615`

ὑπόδρα ἰδών· δεινῶς ὑποβλεψάμενος, ἢ ὑποβλέψας

`υ.616`

ὑποδραμών· ὑφερπύσας

`υ.617`

ὑποδρασίας· τὰς ἔχθρας

`υ.618`

ὑποδρασίη· ὑποψία

`υ.619`

ὑποδρήσσουσιν· ὑπουργοῦσιν, ὑπηρετοῦσιν

`υ.620`

ὑπὸ δρόμον· ὑπὸ τροχασμόν. ὑπὸ κακοήθειαν

`υ.621`

ὑποδρόμους· στόμια

`υ.622`

ὑποδύεσθαι· δειλιᾶν

`υ.623`

ὑποδῦναι· ὑπεκδῦναι

`υ.624`

ὑποδύντες· ὑπεισελθόντες

`υ.625`

ὑποδύς· ὑποβάς, ὑπεισελθών

`υ.626`

ὑποδύτης· τὸ ἐσώτερον ἱμάτιον

`υ.627`

ὑπόεικεν· ἀνεχώρει

`υ.628`

ὑποείξομαι· ὑποχωρήσω

`υ.629`

ὑποέστης· χιτών

`υ.630`

ὑποεχμένη· ὑπείκουσα. θεραπεύουσα

`υ.631`

ὑποζάκοροι· νεωκόροι

`υ.632`

ὑποζατηθείς· ὑποκατασχών

`υ.633`

ὑποζύγια· κτήνη τὰ ὑπὸ τὸν ζυγόν, καὶ πάντα τὰ ἐζευγμένα

`υ.634`

ὑποθέσθαι· συμβουλεῦσαι

`υ.635`

ὑποθέσεις· καταβολαί. πράγματα. αἰτίαι, προφάσεις

`υ.636`

ὑπόθεο· ὑπόθου. συμβούλευσον

`υ.637`

ὑπόθευτον· Ῥόδιοι ἐπὶ θυσίας

`υ.638`

ὑποθήκη· παραίνεσις, διδασκαλία. ἢ ἐνέχυρον. ἢ συμβουλή

`υ.639`

ὑποθημοσύνη· τὰ αὐτά

`υ.640`

ὑποθήμων· ὑποθέσεις καταγράφων

`υ.641`

ὑποθήσομαι· διδάξω καὶ ὑπόθου ὁμοίως

`υ.642`

ὑποθυμίς· στέφανος ὑποτράχηλος

`υ.643`

ὑποιατιθείς· ὑποστρατευθείς

`υ.644`

ὑποίζεσθαι· ὑπονοεῖν

`υ.645`

ὑποικουρεῖ· ἀντὶ τοῦ συνέστη καὶ γεγάμηται

`υ.646`

ὑποικουροῦσα· εἰς βάθος οἰκοῦσα

`υ.647`

ὑποίσει· ὑφέξει, βαστάσει

`υ.648`

ὑποιστά· φορητά, βαστακτά

`υ.649`

ὑποίσω· ὑπενέγκω, ὑπομενῶ, καὶ τὰ ὅμοια

`υ.650`

ὑποκαθῆσθαι· ἐνεδρεύειν

`υ.651`

ὑποκάλυκα· ὑπὸ τὴν κλεῖδα τοῦ πυρός

`υ.653`

ὑποκείσεται· ὑποβληθήσεται

`υ.654`

ὑποκεντά· ὑπομονητικά

`υ.655`

ὑποκέοιτο· ὑποκείσεται

`υ.656`

ὑπὸ κεύθεα· ὑπὸ κοῖλα

`υ.657`

ὑποκυσσαμένη· ἐγκυοῦσα

`υ.658`

ὑποκόλπιον τοῦ χοροῦ· τῆς στάσεως χῶραι αἱ ἄτιμοι

`υ.659`

ὑποκομψίας· τὸ κομψὸν ὑποφαίνων

`υ.660`

ὑποκορίζεσθαι· ὑποκοριστικοῖς λόγοις χρῆσθαι, ἤτοι κολακεύειν

`υ.661`

ὑποκοριζόμενος· ὁμοίως

`υ.662`

ὑπὸ κρασίν· ὑπὸ ταῖς κεφαλαῖς

`υ.663`

ὑποκρέκειν· ἐπὶ τῶν ἵππων, πορείας τις τρόπος, βῆμα

`υ.664`

ὑπὸ κράτεσφιν· ὑπὸ τῇ κεφαλῇ

`υ.665`

ὑποκριθῆναι· ἀποκριθῆναι

`υ.666`

ὑποκρίναιτο· ὑποκρίσει τι ποιῶν

`υ.667`

ὑποκρίνοιτο· ἀποκρίνοιτο. ἔνθεν καὶ ὑποκριτής, ὁ ἀποκρινόμενος πρὸς τὸν χορόν

`υ.668`

ὑπόκρισις· εἰρωνεία. ὑπουλότης. δόλος

`υ.669`

ὑποκριτής· μάντις. καὶ ὁ ἐν τῇ σκηνῇ ἀποκρινόμενος

`υ.670`

ὑποκρούει· ἀντιλέγει

`υ.671`

ὑποκρουνιδία· θυσία τις παρὰ Κνιδίοις

`υ.672`

ὑποκρουσταλίς· εἶδος τοῦ λίνου σπέρματος

`υ.673`

ὑποκυδές· ὑποφρύδιον

`υ.674`

ὑπόκυκλα· τοὺς ἀστραγάλους τοὺς ὑποτιθεμένους τῷ πυθμένι τῶν τριπόδων

`υ.675`

ὑποκυησαμένη· ὑπὸ γαστρὸς ἔχουσα ἐγκοίλιον

`υ.676`

ὑπόκυκλον· ὑπότροχον, ἢ κάτωθεν σπεῖραν ἔχοντα

`υ.677`

ὑποκυσσαμένη· ἔγκυος γενομένη, ἐγκύμων

`υ.678`

ὑπολαβών· ὑπονοήσας, νομίσας. ἀποκριθείς

`υ.679`

ὑπολαΐς· ὄρνις τις τῶν σκωληκοφάγων

`υ.680`

ὑπολαλεῖ· ψιθυρίζει

`υ.681`

ὑπολάμβανε· νόμιζε. ἀντιτίθει

`υ.682`

Ὑπολάμπτειρα· Ἑκάτη ἐν Μιλήτῳ

`υ.683`

ὑποληπτέον· νομιστέον

`υ.684`

ὑπόληψις· ὑπόνοια, καὶ τὰ ὅμοια

`υ.685`

ὑποληΐς· εἶδος ὄρνιθος. ἢ ... λαΐς

`υ.686`

ὑποληκᾶν· ὑποκρούειν

`υ.687`

ὑπολαπάξας· ὑποκενώσας

`υ.688`

ὑπολίζονες· μεγέθει ἐλάσσονες, ὀλιγώτεροι

`υ.690`

ὑπολείπει· ἐκλείπει

`υ.691`

ὑπόλινον· τὸ ὅρμινον

`υ.692`

ὑπὸ λιπαροῖσι· εὐτραφέσι

`υ.693`

ὑπόλισφον· ὀλισθηρόν

`υ.694`

ὑπολαιόν· ὑποδαιστόν

`υ.696`

ὑπομάζιον· θηλάζον παιδίον

`υ.697`

ὑπομαλανδριῶδες· εἶδός τι ταρίχου

`υ.698`

ὑπομέλαθρα· Ἀρτέμιδος ἐπίθετον, ὡς ὁ Μύνδιος

`υ.699`

ὑπομειδιῶντι· γελῶντι

`υ.700`

ὑπὸ μηνιθμόν· ὑπὸ τὴν ὀργήν

`υ.701`

ὑπομηλαφῆσαι· ψηλαφῆσαι

`υ.702`

ὑπομονή· καρτερία

`υ.703`

ὑπομνηματιστής· ὁ ὑπόμνημα λέγων

`υ.704`

ὑπονέμεσθαι· ἐξαπατᾶν

`υ.705`

ὑπὸ νηΐω· τόπος δένδρον ἔχων, ἐν οἷς ἐδέσμευον τὰς ναῦς

`υ.706`

ὑπονοεῖ· ὑποπτεύει

`υ.707`

ὑπονοθεῦσαι· ὑποφθεῖραι

`υ.708`

ὑπόνοια· ὑπερηφανία, θράσος

`υ.709`

ὑπονομαί· κλοπαί. ὀχετοί

`υ.710`

ὑπονοστήσας· ἐπανελθών, ὑποστρέψας

`υ.711`

ὑπονύσσεται· καταπονεῖται

`υ.713`

ὑποπαθών· ἠρέμα παθών

`υ.714`

ὑποπεράτωσις· τελείωσις

`υ.715`

ὑποπεζία· ταπείνωσις

`υ.716`

ὑποπερκάζουσι· μεταβάλλουσιν ἐκ τοῦ ὄμφακος καὶ ὑπομελαίνονται

`υ.717`

ὑπὸ παντὶ λίθῳ· παροιμία τὸ «ὑπὸ παντὶ λίθῳ σκορπίος εὕδει»

`υ.718`

ὑποπιάζομεν· ταπεινοῦμεν. μαραίνομεν. Ὑποπιασμὸς γὰρ ταπείνωσίς ἐστι σώματος

`υ.719`

ὑποπῖσαι· ὑποποτίσαι

`υ.720`

ὑπὸ Πλάκῳ· ὑπὸ τῷ Πλάκει ὄρει Κιλικίας

`υ.721`

ὑπόπλεως· μεστός, ἔμπλεως

`υ.722`

ὑποποιεῖται· προσποιεῖται

`υ.723`

ὑπὸ πραπίδων· ὑπὸ τῶν φρενῶν

`υ.724`

ὑπόπτερος· κοῦφος. καὶ ὑπόπτερος ὁ ταχύς

`υ.725`

ὑποπτέρου. ταχείας

`υ.726`

ὑποπτεύει· ὑπονοεῖ, ὑπολαμβάνει

`υ.727`

ὕποπτος ἐχθρός· .......

`υ.728`

ὑπόπτως· ἐχθροειδῶς

`υ.729`

ὑπόπτωσις· κατάπτωσις

`υ.730`

ὑπόπτωτον· ὑποπῖπτον

`υ.731`

ὑπόρεια· τὰ ὑπὸ τὰ ὄρη

`υ.732`

ὑπορίνους· τοὺς ὑπὸ ῥινὶ φθεγγομένους

`υ.733`

ὑποργηθεῖσα· ὑποχρισθεῖσα

`υ.734`

ὑπὸ ῥιπῆς· ὑπὸ τῆς ὁρμῆς

`υ.736`

ὑποῤῥάπτεις λόγους· συντίθης

`υ.737`

ὑποσακίζειν· ὑπηθεῖν τῷ σάκκῳ. καὶ τὸ προσκόπτειν

`υ.738`

ὑποσκελίσει· ἀπατήσει, χλευάσει

`υ.739`

ὑπόσκοπον χέρα· Αἰσχύλος. ὥσπερ οἱ ἀποσκοποῦντες, οὕτω κελεύει σχηματίσαι τὴν χεῖρα, καθάπερ τοὺς Πᾶνας ποιοῦσι. σχῆμα δέ ἐστιν ὀρχηστικὸν ὁ σκοπός

`υ.740`

ὑπὸ σκήπτρῳ· ὑπὸ τῇ βασιλείᾳ

`υ.741`

ὕποσμος· ὀσφραινόμενος

`υ.742`

ὑποσμύχει· θλίβει, ἀνιᾷ, καταπονεῖ, ἐκ μεταφορᾶς τῶν τραυμάτων

`υ.743`

ὑποσμύχεται· ὑποκαίεται

`υ.744`

ὑποσμύχουσα· ἔνδον ἐρεθίζουσα

`υ.745`

ὑπόσπονδος· σπονδὰς αἰτήσας

`υ.746`

ὑποσσείουσι· κάτωθεν ἕλκουσιν

`υ.747`

ὑπόστα· ὑπόμενε

`υ.748`

ὑποστάθμη· τρυγία, τρύξ

`υ.749`

ὑποσταίη· ὑπόσχοιτο

`υ.750`

ὑπόστασις· πρόσωπον

`υ.751`

ὑποσταχύοιτο· ὑπαύξοιτο ἀπὸ τοῦ στάχυος

`υ.752`

ὑποστειλάμενος· ὑποκρυψάμενος. φοβηθείς

`υ.753`

ὑποστέλλεσθαι· ἀναδύεσθαι. δολιεύεσθαι. ὑποκρίνεσθαι

`υ.754`

ὑποστέλλεται· φοβεῖται. καὶ τὰ ὅμοια

`υ.755`

ὑπόστερνον· ὑπογάστριον

`υ.756`

ὑπόστημα· πλῆθος

`υ.757`

ὑποστῆσαι· ὅταν τις ἐγκάθετον στήσῃ ἐπὶ τῷ ὠνήσασθαί τι

`υ.758`

ὑποστήσεται· ὑπομενεῖ

`υ.759`

ὑποστήτω· ὑποταγήτω, εἰξάτω, παραχωρησάτω

`υ.760`

ὑποστολή· δειλία, φυγή

`υ.762`

ὑπόστροφον· ἀφιγμένον, ὑποστρέφοντα

`υ.763`

ὑπόστρωμα· περίστρωμα

`υ.764`

ὑπόσχεο· ὑπόσχου, ἐπαγγέλλου

`υ.765`

ὑποσχεῖν· ὑποβαλεῖν, δοῦναι

`υ.766`

ὑποσχέσεις· ἐπαγγελίαι

`υ.767`

ὑπόσχωμαι· ὑποβάλωμαι, ἐπαγγέλλωμαι

`υ.768`

ὑποσχών· τὰ αὐτά

`υ.769`

ὑποτέτροφεν· ὑπέτροφεν

`υ.770`

ὑποτίθεται· συμβουλεύει

`υ.771`

ὑποτιμήσεως· προφάσεως

`υ.772`

ὑποτίτθια· θηλάζοντα, γαλουχούμενα παιδία

`υ.773`

ὑποτονθορύζει· γογγύζει

`υ.774`

ὑποτοπάσαι· ὑπολαβεῖν, ὑπονοεῖν

`υ.775`

ὑποτοπήσομεν· ὑπονοήσομεν

`υ.776`

ὑποτρέχοντες· ὑπεισερχόμενοι, σπεύδοντες

`υ.777`

ὑπότριμμα· ἐκ φοίνικος καὶ μέλιτος καὶ κυμίνου καὶ ἄλλων τινῶν ἀρτυμάτων ἔργον

`υ.778`

ὑποτρύζει· ὑποβάλλει. ὑποψιθυρίζει. γογγύζει

`υ.779`

ὑπότροπον· ὑπεστροφότα, ἐπανελθόντα ἐκ δευτέρου

`υ.780`

ὑπότροπος· ἐξ ὑποστροφῆς

`υ.781`

ὕπουλος· ὕποπτος, δόλιος, ὑποκριτής, ὀλέθριος, ἀσυμφανής. Ὕπουλα δὲ λέγεται τὰ μὴ φανερὰ τῶν ὀφθαλμῶν ἕλκη

`υ.782`

ὑπουργεῖ· ὑπηρετεῖ

`υ.783`

ὕπουρα· ὑπὸ τὰ ὄρη

`υ.784`

ὑποφαίνει· φανεροῖ, δεικνύει

`υ.785`

ὑποφαίσεις· εἰς θεωρίας

`υ.786`

ὑποφέρει· ὑπομένει

`υ.787`

ὑποφέρονται· ὑποβάλλονται

`υ.788`

ὑποφῆται· μάντεις, προφῆται, ἱερεῖς, διερμηνευταί, χρησμολόγοι

`υ.789`

ὑποφήτορες· ὑποτεταγμένοι

`υ.790`

ὑποφθάς· προφθάσας

`υ.791`

ὑποφθαμένη· προφθάσασα

`υ.792`

ὑπόφορος· ὑπὸ τέλος, ὑπεύθυνος

`υ.793`

ὑποφωνῆσαι· ὑποδεῖξαι

`υ.794`

Ὑποχαλκίς· ἡ ὑπὸ Ὁμήρου Χαλκὶς διὰ τὸ κεῖσθαι ὑπό τι ὄρος

`υ.795`

ὑπώπια· τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς οἰδήματα. ἀπὸ μέρους δὲ ὅλην τὴν ὄψιν δηλοῖ. καὶ τὰ πελιώματα

`υ.796`

ὑπωπίς· ἡ θαψία

`υ.797`

ὑπώρεια· τὸ κάτω μέρος τοῦ ὄρους

`υ.798`

ὑπωρόφιον· ὑπόστεγον

`υ.801`

ὑράξ· μίγδην, ἀναμίξ

`υ.802`

ὑρειγαλέον· διεῤῥωγός

`υ.803`

Ὑρία· πόλις Βοιωτίας

`υ.804`

ὑριατόμος· ὁ τὰ κηρία τέμνων τῶν μελισσῶν

`υ.805`

ὕριγγα· πτύον. Σαλαμίνιοι

`υ.806`

ὑρίσιδα· σπυρίδιον, σπυρίς

`υ.807`

ὑρισός· φορμός

`υ.808`

Ὑρμίνη· πόλις

`υ.809`

ὕρον· σμῆνος. Κρῆτες. ἥσυχον

`υ.810`

Ὑῤῥάδιος· ἀπό τινος τῶν προγόνων, ἄδοξος, ἢ εἰκαῖος. ῎Υῤῥα παιδίον

`υ.811`

ὕῤῥαχα· πρίσχη

`υ.812`

ὑῤῥώφθαι· φληναφᾶν

`υ.813`

ὑρτακός· ὄστρεον

`υ.814`

ὑρτάνα· ἀπομάχυτρας

`υ.815`

ὑρτήρ· πλυνεύς

`υ.816`

ὔρχας· ἄμφωτον κεράμιον, καὶ βικῶδες τὸ εἶδος

`υ.817`

ὔρχη· ἐφʼ ἧς τὰ φορτία φέρουσιν οἱ ναῦται

`υ.818`

ὗς· χοῖρος, ἢ σῦς. καὶ ἰχθῦς

`υ.819`

ὗς· ἀλείφαβοῦς· οἱ γὰρ Σκύθαι ἀλείμματι χρῶνται ὑείῳ καὶ μοσχείῳ στέατι

`υ.820`

ὕσας· βρέξας

`υ.821`

ὕσγινον· βάμμα τι

`υ.822`

ὔσδοι· ὄζοι, κλάδοι

`υ.823`

ὗσαι· βρέξαι

`υ.824`

ὕσειμι· ἐκεῖ βαδίζω

`υ.825`

ὗς ἐκώμασα· παροιμία ἐπὶ τῶν ἀκόσμως τι ποιούντων

`υ.826`

ὑσθλός· σαλός, φλύαρος

`υ.827`

ὕσκλοι· ἀγκύλαι, βρόχοι, οὓς ἡμεῖς ὕσκλους τῶν ὑποδημάτων καὶ τὰς λέγνας τῶν ἱματίων

`υ.828`

ὑσκυθά· ὑὸς ἀφόδευμα

`υ.829`

ὑσκίνιοι· ὑσκάνιοι

`υ.830`

ὑσμῆθες· οὐσίαι

`υ.831`

ὑσμίνας· μάχας

`υ.832`

ὑσμίνη· μάχη. παράταξις. ταραχή. σύνοδος

`υ.833`

ὑσόν· τὸ ὅσον. βοὸς σὺν ἀρότρῳ συναναστροφή

`υ.834`

ὕσπληξ· βαλβίς. μύωψ, ὁ πλήσσων τοὺς βόας. καὶ παγὶς λύκων

`υ.835`

ὕσπληγα· τὸ ῥόπτρον. τῆς σφραγῖδος

`υ.836`

ὕσπληγξ· ἄφεσις, ἀφετηρία. πάγη.

`υ.837`

ὑσπολεῖν· συβωτεῖν

`υ.838`

ὕσσακος· ὑστακός

`υ.839`

ὕσταξ· πάσσαλος κεράτινος

`υ.840`

Ὑσσέλινον· τὸ νῦν Ἀραχναῖον ὄρος ἐν Ἄργει καλούμενον

`υ.841`

ὕσσωπος· βοτάνη σμήχουσα

`υ.842`

ὑστάδα· ἡ δασεῖα ἄμπελος

`υ.843`

ὑστακητεῖ· φενακίζει

`υ.845`

ὑστάς· πλαστὰς ἀμπέλων

`υ.846`

ὕστατα· ἔσχατα

`υ.847`

ὕστατον· ἐσχάτιον, τελευταῖον

`υ.848`

ὑστέρα· μήτρα

`υ.849`

ὑστεροβουλία· μετάνοια, μετάμελος, ἡ ἐσχάτη βουλή

`υ.850`

ὕστερον· ἧσσον, ἧττον, ἔσχατον

`υ.851`

ὑστερόπους· ὕστερον ἐρχόμενος

`υ.852`

ὑστερόποτμος· ᾧ ζῶντι ὁ τάφος ὡς τεθνηκότι γέγονεν. ἄλλοι τὸν δεύτερον γάμον

`υ.853`

ὑστιακκός· ποτήριον ποιόν. Ἰταλιῶται

`υ.854`

ὑστρία· κωλεός

`υ.855`

ὕστριξ· ζῶον ὀστρακόδερμον, ἐνάλιον, βρώσιμον

`υ.856`

ὑστριχίς· μάστιξ πεπλεγμένη ἐξ ὑείων τριχῶν

`υ.857`

ὕστρος· γαστήρ

`υ.858`

ὗς ὑπὸ ῥόπαλον δραμεῖται· παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων

`υ.859`

ὑσωπίς· ἡ σάμψυχος

`υ.860`

ὑτθόν· τὸ πυρίεφθον

`υ.861`

ὕφαιμον· αἱματῶδες

`υ.862`

ὑφαίνει· κατασκευάζει

`υ.863`

ὑφαίαρ· τὸ ἐπιφυόμενον ταῖς πεύκαις καὶ ἐλάταις

`υ.864`

ὑφαίρεσις· μείωσις, στέρησις

`υ.866`

ὑφαῖς· ἡ ὤα, λῶμα. φυλακή

`υ.867`

ὑφαιρέτρια· μαῖα

`υ.868`

ὑφάλοις· τοῖς ὑποκάτω τῆς θαλάσσης ....

`υ.869`

ὕφαλος φάτις· ἡ κρύφα ......

`υ.870`

ὑφαιρῶ· μειῶ

`υ.871`

ὕφασμα· ἱστός τις

`υ.873`

ὑφιείς· ὑπενδούς

`υ.874`

ὑφίενται· παρομολογοῦσιν

`υ.875`

ὑφειμένος· ἐνδεδομένος, κεχαλασμένος, ἠλαττωμένος

`υ.876`

 <span class="gap">…</span> ὑφαίνει· ἐμπρῆσαι. ὑφᾶται. Ἀμερίας

`υ.877`

ὑφεῖτο· ὑπεβάλλετο

`υ.878`

ὕφεκτον· ὁ λέβης

`υ.879`

ὑφέλκεται· προτρέπεται

`υ.880`

ὑφέν· ἅμα, ὁμοῦ. καὶ πάθος προσῳδιῶν

`υ.881`

ὑφέντες· χαλάσαντες. ὑφελόντες

`υ.882`

ὑφείλατο· ἐπῇρεν, ἐκούφισεν

`υ.883`

ὑφεξαίρειν· ὑφαιρεῖν, ἐπαίρειν

`υ.884`

ὑφεξαιρομένου· ἐπαιρομένου

`υ.885`

ὑφέξει· παραστήσει

`υ.886`

ὑφέξελε· ἔπαρον

`υ.887`

ὑφέξω· δώσω

`υ.888`

ὑφέσει· ὑποκαταβάσει

`υ.889`

ὕφεσις· ὑπένδοσις, ταπείνωσις, ἐλάττωσις, χάλασις

`υ.890`

ὑφεσμούς· συμποδισμούς

`υ.891`

ὑφεστάναι· εἶναι, ὑπάρχειν

`υ.892`

ὑφεστώς· ὀχετός

`υ.893`

ὑφεστώς· ἐνυπόστατος, ὑποκείμενος

`υ.894`

ὑφεττόν· ὑπομονητόν

`υ.895`

ὑφήγησις· ἐξήγησις

`υ.896`

ὑφήμενος· καθήμενος, ταπεινός

`υ.897`

ὑφῆναι· κατασκευάσαι

`υ.898`

ὑφηνίοχος· ἡνίοχος

`υ.899`

ὑφιεμένον· ἐνδεδομένον, τεταπεινωμένον

`υ.900`

ὑφιζάνει· ἐλαττοῦται, ὑποκάθηται, ὑφίεται

`υ.901`

ὑφιζάνοντι· ὑποκαθημένῳ

`υ.902`

ὑφίησιν· ὑποχαλᾶ, ἐλαττοῖ, μειοῖ

`υ.903`

ὑφιστάς· ὑποτιθείς

`υ.904`

ὑφίσταται· ὑπομένει

`υ.906`

ὑφορᾷ· φοβεῖται

`υ.907`

ὑφόριον· ὕποπτον

`υ.908`

ὑφόλμιον· μέρος τι τοῦ αὐλοῦ πρὸς τῷ στόματι, ἢ αἱ γλωττίδες. καὶ ὑπόθεμά τι

`υ.909`

ὑφόρμιον· χρυσοῦν κοσμάριον

`υ.910`

ὑφορώμενος· ὑποβλεπόμενος, φοβούμενος, ὑπονοῶν

`υ.911`

ὑφόωσιν· ὑφαίνουσιν

`υ.912`

ὕφυδρον· ὑποβρύχιον

`υ.913`

ὑφʼ οὗ· παρʼ οὗ

`υ.914`

ὑφʼ ᾧ· ἐν ᾧ

`υ.915`

ὑφʼ ὧν· ὑπὸ τῶν

`υ.916`

ὑφοραθείην· φοβηθείην

`υ.917`

ὑφορᾶσθαι· διανοεῖσθαι

`υ.918`

ὑφορώμενον· τὰ αὐτά

`υ.919`

ὕχιος· νύξ

`υ.920`

ὑψαγορεῖ· μεγαληγορεῖ

`υ.921`

ὑψαύχενες· γαῦροι. ἢ ὑπερήφανοι

`υ.922`

ὑψαυχεῖν· μεγαλαυχεῖν

`υ.923`

ὑψεῖται· τραπεζῖται ἀργυρίου

`υ.925`

ὑψηγορία· ὑπερηφανία

`υ.926`

ὑψηρεφές· ἐν ὕψει τὸν ὄροφον ἔχον, ἢ ὑψηλὴν ὀροφήν. ἐξ οὗ τὸ μέγα καὶ ὑψηλὸν δηλοῖ

`υ.927`

ὑψηλόν· μέγα

`υ.928`

ὑψητησινίο· ὑψηλῆς, μεγάλης

`υ.929`

ὑψηχέες ἵπποι· ἀπὸ τοῦ εἰς ὕψος ἔχειν τοὺς τραχήλους, οἷον ὑψαύχενες, ἢ μεγαλόφωνοι

`υ.930`

ὑψ <span class="gap">…</span> μετέωρον· ἄνω. ὑψηλοῦ

`υ.931`

ὑψιβάμονος· ἐν ὕψει βαίνοντος

`υ.932`

ὑψίζυγος· ὑψηλὴν ἔχων τὴν καθέδραν

`υ.933`

ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν· μετέωρον αὐτὴν ἐπὶ ἀγκυρῶν ὁρμίσσομεν

`υ.934`

ὑψικέραυνος· ἡ διάπυρος πληγή

`υ.935`

ὑψικόλωνον· τραχεῖαν. ὑψηλήν

`υ.936`

ὑψίκομος· φοίνιξ. καὶ ὁ ἄνω τὰς τρίχας ἔχων

`υ.937`

ὑψιμέδων· ἐν ὕψει βασιλεύων

`υ.938`

ὕψιον· μεῖζον. μετέωρον

`υ.939`

ὑψιπέτηλον· ὑψηλόν, μακρόν

`υ.940`

ὑψιπέτης· εἰς ὕψος πετόμενος

`υ.941`

ὑψιπόρους· διʼ ὕψους τρέχοντας

`υ.942`

ὑψίπυλον· ὑψηλὰς πύλας ἔχον

`υ.945`

ὑψίστολοι· οἱ ἄνω ἐσταλμένοι τοὺς χιτῶνας

`υ.946`

ὑψιτελέες· ταχιτῶνες. ζτʹ

`υ.947`

ὕψιστον· ὑψηλότατον

`υ.948`

ὑψιτένων· ὑψαύχην, ὑψηλὸς τῷ φρονήματι

`υ.949`

ὑψιφοίτης· ὑψηλοπόρος

`υ.951`

ὑψόθι· ἄνωθι

`υ.952`

ὑψόσε· εἰς ὕψος

`υ.953`

ὑψόροφον· ὑψηλόν, μέγα

`υ.954`

ὑψοῦ· ἄνω ἐν ὕψει

`υ.955`

ὑψοῦ διᾴττει· εἰς ὕψος ὁρμᾷ

`υ.956`

ὕω· βρέχω

`υ.957`

ὑωλυνύων· μολύνων

`υ.958`

ὑωδία· ἀηδία. φυρμὸς ἐν βορβόρῳ

`υ.959`

ὑωδίνων· φύρων. βορβορῶν. μολύνων

`υ.960`

ὕων· βρέχων, ὑγραίνων

`υ.961`

ὑψιστάριος· αἵρεσις, ὥς φασι, τῶν τὸν ὕψιστον σεβομένων

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: taq-ace`.
