---
title: "Lexicon Alpha–Omicron: Letter Theta"
title_greek: "Λεξικὸν (Α—Ο), Θ"
author: Hesychius the Alexandrian
eul_wid: taq-abh
eul_aid: taq
canonical: "https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-theta-taq-abh"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:f5ee571394ca297463219876ccb87e8a429cafae53e879e1d468e1f0ab331511"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon Alpha–Omicron: Letter Theta

*Λεξικὸν (Α—Ο), Θ*

**Author:** Hesychius the Alexandrian

**eul_wid:** `taq-abh` · [HTML page](https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-theta-taq-abh)

## Text

Part of [Lexicon Alpha–Omicron](/works/hesychius-alexandria-lexicon-taq-ab)

`θ.1`

Θάασσεν· ἐκαθέζετο

`θ.2`

θαάσσει· κάθηται. διατρίβει

`θ.3`

θάβακον· θᾶκον. ἢ θρόνον

`θ.4`

Θαβώρ· ὄρος Συρίας

`θ.5`

θάγῃ· θήξῃς

`θ.6`

θάεο· θεώρει

`θ.7`

θαζόμενος· σκώπτων

`θ.8`

θαίβει· ἐλαύνει

`θ.9`

θαιμός· οἰκία. σπόρος, φυτεία

`θ.10`

θαιροδύται· οἱ ἐν τῷ ζυγῷ δακτύλιοι, διʼ ὧν οἱ ῥυτῆρες ...

`θ.11`

θαιροδύτης· ὁ δακτύλιος τοῦ ζυγοῦ

`θ.12`

θαιρός· ὁ διήκων ἀπὸ τοῦ ἄνω μέρους ἕως κάτω στροφεὺς τῆς θύρας, ἢ ἄξων. Σοφοκλῆς Τριπτολέμῳ

`θ.13`

θακεύουσι· κάθηνται εἰς τὰς χρείας

`θ.14`

θᾶκος· καθέδρα, θρόνος

`θ.15`

θαλάμη· τρώγλη, κατάδυσις

`θ.16`

θαλάμαι· στῆλαι ἐπικείμεναι τοῖς αἰδοίοις τῶν ἀποκόπων

`θ.17`

θαλαμηπόλος· ἡ περὶ τὸν κοιτῶνα ἢ περὶ τὸν θάλαμον διατρίβουσα ἢ ἀναστρέφουσα. Ἀπίων δὲ κοιτωνοφύλαξ, νυμφαγωγός, τοῦ θαλάμου ἐπιμελουμένη

`θ.18`

θαλάμιαι κῶπαι· αἱ κατωτάτω. καὶ οἱ ταύτην ἔχοντες τὴν χώραν θαλαμιοὶ λέγονται

`θ.19`

θαλαμιός· ἐρέτης ὁ κατωτάτω ἐρέσσων ἐν τῇ νηῒ θαλαμιὸς λέγεται, ὁ δὲ μέσος ζύγιος, ὁ δὲ ἀνώτατος θρανίτης

`θ.20`

θαλάμοιο νέοιο· κατασκευασμένου νεωστί· ὑπὸ γὰρ τῶν γάμων αὐτὰς τὰς ἡμέρας θαλάμους ἐπήγνυον· ὡς οὐκ ἔκπαλαι αὐτοῦ γεγαμηκότος

`θ.21`

θάλαμος· οἶκος. μυχός. νυμφικὸς οἶκος

`θ.22`

θαλάμων ἄνασσα· Ἀφροδίτη

`θ.23`

θάλασσα κοίλη· ἡ χειμέριος. καὶ τὸ θέατρον

`θ.24`

θαλασσεύς· ἁλιεύς

`θ.25`

θαλάσσια ἔργα· ναυτικά

`θ.26`

θαλάσσιος Ζεύς· ἐν Σιδῶνι τιμᾶται

`θ.27`

θαλασσωθείς· ἁγνισάμενος

`θ.28`

θαλάσσια· τὰ τῆς θαλάσσης

`θ.29`

θαλαττοκοπεῖς· ματαιολογεῖς

`θ.30`

θαλαττοπορῆσαι· πλεῦσαι διὰ θαλάσσης

`θ.31`

θαλέθει· θάλλει, ἀνθεῖ

`θ.32`

θαλέεσσι· πιότητι, λιπαρίαις

`θ.33`

θαλέθοντες· θάλλοντες

`θ.34`

θαλέθοντα· θάλλοντα, βλαστάνοντα, ἀνθοῦντα. εὐτροφοῦντα

`θ.35`

θαλεία· ὡς παιδεία. εὐθυμία. ἡδονή. καὶ ἡ Μοῦσα

`θ.36`

θαλείας· πότους, μέθας. λινᾶς πήρας

`θ.37`

θαλίῃ· εὐδαιμονίᾳ, εὐθηνίᾳ. ἀκμῇ. εὐφροσύνῃ

`θ.38`

θαλεῖον· καθαρόν

`θ.39`

θαλεραί· οἰκτραί

`θ.40`

θάλλει· ἀκμάζει, ἀνθεῖ

`θ.41`

θαλεροί· ἀκμάζοντες, ἀνθοῦντες. πολλοί. πρόσφατοι. ἀθρόοι. ὑγροί. οἰκτροί

`θ.42`

θαλερὸν δάκρυον· τὸ πολὺ καὶ μὴ ξηραινόμενον, ἀλλʼ ἐπὶ τῶν ὀφθαλμῶν ἀεὶ θάλλον

`θ.43`

θαλερός· ταχύς. ἰσχυρός

`θ.45`

θαλέων· τῶν θάλλειν ποιούντων ἡδονῶν. παιγνίων. ἡδέων. τῶν πρὸς τὸ θάλλειν ἐπιτηδείων

`θ.46`

θαλία· εὐθηνία. εὐωχία. πανήγυρις. τέρψις, εὐφροσύνη

`θ.47`

θαλίη· τὰ αὐτά

`θ.48`

θαλλικοποιοί· οἱ τὰ σκυτούμενα κιβώτια, καὶ τοὺς δερματίνους ῥίσκους ἐργαζόμενοι

`θ.49`

Θαλλιγόνους· οἱ πολλοὺς καὶ ἐνδόξους ἔχοντες ἐκγόνους, ἢ γένος ἐν ὅπλοις ἔνδοξον

`θ.50`

θάλλικα· σάκκου εἶδος

`θ.51`

θαλλίς· μάρσιππος μακρός

`θ.52`

θαλλόν· ὃ ἐσθίουσιν οἱ βόες

`θ.53`

θαλλός· κλάδος ἐλαίας. ἄνθος. γέννημα. καὶ πᾶν τὸ θάλλον. κυρίως δὲ κλάδος ἐλαίας, ἢ φοίνικος βλάστημα

`θ.54`

θάλλουσα· αὐξάνουσα

`θ.55`

θαλλοφόρος· ὁ πομπεύων Ἀθήνησι, καὶ ἐλαίας κλάδον φέρων. λέγουσι δὲ καὶ γέροντας θαλλοφόρους, πρὸς οὐδὲν ἄλλο χρησίμους ἢ πρὸς τὸ θαλλοφορεῖν

`θ.57`

θαλπιώθ· ἐπάλξεις

`θ.58`

θάλπος· καῦμα παραμυθία

`θ.59`

θάλπω· θερμαίνω. παραμυθοῦμαι

`θ.60`

θαλπωρή· παραμυθία. σκέπη. χαρά. σωτηρία ἡδονή. θάλψις. ἐλπίς. ἀσφάλεια. ἢ διάχυσις

`θ.61`

θαλυκρέονται· ψεύδονται

`θ.62`

θαλυκρόν· ἰταμόν. λαμπρόν. βλοσυρόν. ἀναιδές. πανοῦργον. θερμόν. χλιαρόν

`θ.63`

θαλύνειν· θάλπειν. ποιεῖ

`θ.64`

θαλύεσθαι· φλέγεσθαι

`θ.65`

θαλύσια· αἱ τῶν καρπῶν ἀπαρχαί

`θ.66`

θαλύσιος ἄρτος· ἀπὸ τῆς ἅλω πεττόμενος πρῶτος

`θ.67`

θαλυσσόμενος· φλεγόμενος

`θ.68`

θαλύψαι· θάλψαι. πυρῶσαι

`θ.69`

θάλωμεν· βλαστήσωμεν. βλαστάνωμεν

`θ.70`

θαμά· θαμινά, συνεχῆ

`θ.71`

θαμάκις· πλειστάκις, πολλάκις

`θ.72`

θαμά· τὰ πυκνά. καὶ θαμέα τὰ αὐτά

`θ.73`

θαματροχεῖ· οὐχ ἡσυχάζει

`θ.74`

θαμβαλέον· φοβερόν. θαυμαστόν

`θ.75`

θαμβεῖ· ἐκπλήττει

`θ.76`

θάμβος· θαῦμα. ἔκπληξις

`θ.77`

θαμέας· πυκνούς, συνεχεῖς

`θ.78`

θαμέες καὶ θαμειαί· τὰ αὐτά· καὶ θαμειάς

`θ.79`

θαμίζεις· συνεχῶς ἔρχῃ, πυκνάζεις Σ

`θ.80`

θαμίζεται· ὁμιλεῖ

`θ.81`

θαμίζει· συνεχῶς διατρίβει καὶ παραμένει τὴν ἑαυτοῦ ναῦν φυλάσσων

`θ.82`

θαμινά· πυκνά, πολλά

`θ.83`

θαμινῶς· συνεχῶς, πυκνῶς

`θ.84`

θάμιξ· ἀλώπηξ

`θ.85`

θάμνους· δενδρώδεις τόπους, δασεῖς

`θ.86`

θάμνισον· ἀποκάλυψον

`θ.87`

θάμνοι· δασέα καὶ πυκνὰ δένδρα. καὶ οἱ σύνδενδροι τόποι

`θ.88`

θάμνος· πυθμὴν δένδρου. ἢ ῥίζα πολλοὺς κλάδους ἐκπέμπουσα. ἢ καθʼ ἕνα τόπον τῆς ὕλης συντροφὴ καὶ ἡ συνεχὴς φυτεία. καὶ ἡ περιοχὴ τῆς ἐλαίας. καὶ ὄρμενοι. καὶ οἱ σύμφυτοι ἢ δενδρώδεις ..... ἢ βάτος. ἢ ξύλον ἀκανθῶδες

`θ.89`

θαμύντεραι· πυκνότεραι

`θ.90`

θάμυρις· πανήγυρις, σύνοδος, ἢ πυκνότης τινῶν. καὶ ὁδοὺς θαμυρὰς τὰς λεωφόρους. ἔστι δὲ καὶ κύριον ὄνομα

`θ.91`

θαμυρίζει· ἀθροίζει, συνάγει

`θ.92`

Θάμυρις μαίνεται· παροιμία, ἐπὶ τῶν κατὰ σύνεσιν παράλογόν τι πραττόντων

`θ.93`

θανάτοιο μέλαν νέφος· περιφραστικῶς αὐτὸς ὁ θάνατος

`θ.94`

θάνατος· ὅ τε θεός· καὶ ὃ πάσχομεν, τέλος ἔχοντος τοῦ βίου. ὁ χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. καὶ ὁ σωματοειδὴς θεός. καὶ ἡ δυσωδία

`θ.95`

θανατῶν· θανάτου ἐπιθυμῶν

`θ.96`

θανεῖσθαι· ἀποθανεῖσθαι

`θ.97`

θάνοιεν· ἀποθάνοιεν

`θ.98`

θᾶξαι· μεθύσαι

`θ.99`

θαέοντα· διδασκόμενον. θεωροῦντα

`θ.100`

θαεῦνται· ὁμοίως

`θ.101`

θάπαν· φόβον

`θ.102`

θάπτρα· μνῆμα. Κρῆτες

`θ.103`

θαῤῥαλέως· εὐθαρσῶς. ἀνδρείως

`θ.104`

Θαργήλια· Ἀπόλλωνος ἑορτή. καὶ ὅλος ὁ μὴν ἱερὸς τοῦ θεοῦ. ἐν δὲ τοῖς Θαργηλίοις τὰς ἀπαρχὰς τῶν φυομένων ποιοῦνται, καὶ περικομίζουσι· ταῦτα δὲ θαργήλιά φασι· καὶ μὴν θαργηλιών. καὶ τὴν εὐετηρίαν ἐκάλουν θάργηλον. καὶ Ἀρχίλοχός φησιν· ὡς φαίε νῦν ἄγει Ταργήλια καὶ ὁ θάργηλος χύτρα ἐστὶν ἀνάπλεως σπερμάτων.

`θ.105`

Θαργηλία· ἔστιν ἡ Θαργηλία Μιλησία μὲν τὸ γένος, εὐπρεπὴς δὲ τὴν ὄψιν, καὶ τἆλλα σοφή, ὥστε στρατηγεῖν πόλεις καὶ δυνάστας. διὸ καὶ πλείστοις ἐγήματο τῶν διασημοτάτων

`θ.106`

θάργηλος· χύτρα ἱεροῦ ἑψήματος

`θ.107`

θαρνύει. ὀχεύει. σπείρει. φυτεύει

`θ.108`

θαῤῥιά· τρασιά

`θ.109`

θάρνυσθαι· ὀχεύειν

`θ.110`

θάρνυται· μετεωρίζεται· θάρνυσθαι γὰρ τὸ συγγίνεσθαι. τοῦτο δὲ νῦν δηλοῖ τὴν διὰ λόγων ἔντευξιν καὶ ὁμιλίαν. σημαίνει δὲ καὶ ὀχεύει, περὶ συνουσίαν ὁμιλεῖ

`θ.111`

θάῤῥος· θάρσος

`θ.112`

 <span class="gap">…</span> θαρσαλέον· ῥᾴδιον

`θ.113`

θαρσαλέως· ῥᾳδίως

`θ.114`

θάρσος· τὸ θράσος. ἀνδρεία. δυναστεία

`θ.115`

θαρσύς· θρασύς

`θ.116`

θάρσυνος· τεθαῤῥηκώς Σ

`θ.117`

θάρσει· θάῤῥει. θράσει

`θ.118`

θαῤῥῶ· θρασύνομαι

`θ.119`

Θασία ἅλμη· εἰς ἣν ὄψα ὀπτώμενα ἔβαπτον. καὶ ῥαφάνου εἶδος. οἱ δὲ βάμμα τι

`θ.120`

θάσωμεν· καθήμεθα

`θ.121`

Θάσιος παῖς Ἀγλαοφῶντος· ...

`θ.122`

...· ἔστι δὲ σεμίδαλις, ἐπὶ τοῖς ἔργοις γενομένη, ἀπὸ Ἀγλαοῦ, τοῦ ἐξ ἀρχῆς ποιήσαντος, Θασίου ὀνομασθεῖσα

`θ.123`

θᾶσσε· κάθισον

`θ.124`

θᾶσσον· θᾶττον, τάχιον, ταχύτερον

`θ.125`

θάσσονας· ταχίονας

`θ.126`

θάσσοντας· καθημένους

`θ.127`

θάσσουσα· σπεύδουσα

`θ.128`

θάσσω· παρακαθέζομαι

`θ.129`

θάσσων· ταχύτερος. καθεζόμενος

`θ.130`

θαστρεύεσθαι· ἀναβάλλεσθαι

`θ.131`

θᾶτας· θῆτας, τοὺς δούλους. Κύπριοι

`θ.132`

θάτερα· τὰ ἄλλα, ἑκάτερα, ἕτερα μέρη

`θ.133`

θατέρου· ἑνός

`θ.134`

θατῆρας· θεατάς

`θ.135`

θᾶττον· εὐθύς, τάχιον, ταχέως

`θ.136`

θᾶττον ἢ Βούτης· παροιμία ἐπὶ τῶν ῥᾳδίως ἐπιτελουμένων, ὅτι τῶν ἐν τῇ στοᾷ μαχομένων τις ἦν, ᾧ ἐπεγέγραπτο Βούτης οὗ ἐφαίνετο τὸ κράνος καὶ ὁ ὀφθαλμός. Τάσσεται οὖν ἡ παροιμία ἐπὶ τῶν ῥᾳδίως συντελουμένων· καὶ γὰρ ὁ Βούτης ῥᾳδίως κατεσκεύαστο, ἅτε οὐχ ὁλοκλήρου τοῦ σώματος γεγραμμένου

`θ.138`

Θαύλια· ἑορτὴ ἀχθεῖσα ὑπὸ Κτεάτου· παρʼ ὃ καὶ θαυλίζειν λέγειν τοὺς Δωριεῖς ...

`θ.139`

Θαυλωνίδαι· γένος ἰθαγενῶν Ἀθήνησι

`θ.140`

θαυμάζειν· θεᾶσθαι. καὶ μανθάνειν

`θ.141`

θαῦμα· ἔκπληξις. ξένισμα

`θ.142`

θαυμαίνει· θεωρεῖ. θαυμάζει

`θ.143`

θαυμαλέον· φοβερόν. θαυμαστόν

`θ.144`

Θαυμακίη· πόλις

`θ.145`

θαυμανέοντες· θεώμενοι, ὀψόμενοι· ἀέθλια θαυμανέοντες. τὸ δὲ καθʼ ἡμᾶς θαυμάζειν θηεῖσθαι λέγει· θηεῖτο δὲ κούρη καὶ θηητὸς ὁ θαυμαστός

`θ.146`

θαυμάσιος· θαυμαστός

`θ.147`

θαύματα· ἃ οἱ θαυματοποιοὶ ἐπιδείκνυνται

`θ.148`

θαυματίζομαι· ἐκπλήττομαι

`θ.149`

Θαύλιος ἢ Θαῦλος· Ἄρης Μακεδόνιος

`θ.150`

θαῦνον· θηρίον

`θ.151`

θαυλέα· οὐρά, κέρκος

`θ.152`

θαυσίκριον· θεωρεῖον

`θ.153`

θαχθῆμεν· θωρηχθῆναι. Δωριεῖς

`θ.154`

θάψαι· κατορύξαι. καῦσαι, ἀπὸ τοῦ θάλπεσθαι

`θ.155`

θάψινον· τὸ ξανθόν, ἀπὸ τοῦ ξύλου τῆς θάψου, ᾧ ξανθίζουσι τὰ ἔρια καὶ τὰς κεφαλάς. τοῦτό τινες Σκυθικὸν λέγουσι. καὶ ὁ ποταμός, παρʼ ᾧ φύεται τὸ ξύλον, Θάψος καλεῖται. ἔστι δὲ καὶ ῥίζα θαψία καλουμένη

`θ.156`

θεά· ὦ Μοῦσα

`θ.157`

θέα· σκόπει θεώρει, ὅρα

`θ.158`

θεάμονας· θεατάς

`θ.159`

θέαν· ὄψιν. θεωρίαν. ὄμματα

`θ.160`

θεαγγελεῖς· οἱ τὰς πανηγύρεις ἐπαγγέλλοντες

`θ.161`

θεαγής· ὅσιος, θεοσεβής

`θ.162`

θέαγον· τὸ θεῖον, ᾧ καθαίρουσι. Σαλαμίνιοι

`θ.163`

θέαμα· θεώρημα

`θ.164`

θεανὴ νόσος· ἡ ἐκ θεοῦ, θεία. Σοφοκλῆς Τυροῖ αʹ

`θ.165`

θεανῶσται· οἱ ξυστῆρες ὑπὸ Θετταλῶν

`θ.166`

θέα παρʼ αἰγείρῳ· τόπος αἴγειρον ἔχων, ὅθεν ἐθεώρουν. εὐτελὴς δὲ ἐδόκει ἡ ἐντεῦθεν θεωρία· μακρόθεν γὰρ ἦν καὶ εὐώνου ὁ τόπος ἐπωλεῖτο

`θ.167`

θεατόν· τὸ ἐκλεκτόν. ὁρατόν, καὶ θεωρητόν

`θ.168`

θέατρον· θέαμα. ἢ σύνταγμα

`θ.169`

θέει· τρέχει

`θ.170`

θεείου· θείου

`θ.171`

θέειν· τρέχειν, δραμεῖν

`θ.172`

θέεν· ἔτρεχεν

`θ.173`

θεηγόρων· θείων. ἢ ἐκ θεοῦ λαμβάνων

`θ.174`

θεήλατον· ὑπὸ θεοῦ πεπληγμένον, ἢ πεμφθέν

`θ.175`

θέῃσι· τρέχῃ

`θ.176`

θειαζόντων· μαινομένων

`θ.177`

θίασος· χορός

`θ.178`

θειασμοῦ· ἐνθουσιασμοῦ

`θ.179`

θειασμῷ· μαντείαις

`θ.182`

θέειν δρομαῖς· ....

`θ.183`

θείης· ποιήσεις

`θ.184`

θειητόν· θαυμαστόν

`θ.185`

θειλόπεδα· ὁ τόπος, ἐν ᾧ ξηραίνεται ἡ σταφυλή. εἴρηται δὲ ἀπὸ τοῦ θέρεσθαι ἐν τῷ ἡλίῳ καὶ τῷ πέδῳ

`θ.186`

θεῖνιν· δραμεῖν ἢ ὁ αἰγιαλός

`θ.187`

θειμωνειαί· οἱ σωροὶ τῶν δραγμάτων

`θ.188`

θεῖναι· ποιῆσαι

`θ.189`

θείναν· βρῶσιν, ἀνάλωμα

`θ.190`

θείνει. κτείνει. παίει

`θ.191`

θεῖνες· οἱ σωροί, ἤτοι βουνοὶ τῆς ψάμμου

`θ.192`

θεινομένην· τυπτομένην

`θ.193`

θεινῶν· αἰγιαλῶν

`θ.194`

θείομεν· ποιήσωμεν

`θ.195`

θεῖον ἄπυρον· θεάφιον ἄκαυστον

`θ.196`

θεῖός μοι· ἐκ θεοῦ μοι

`θ.197`

θεῖος νόος μευ· ἐκ θεοῦ μοι νοῦς

`θ.198`

θεῖος ὄνειρος· θεόπεμπτος

`θ.199`

θεῖον δύσονται ἀγῶνα· τὸ τῶν θεῶν ἄθροισμα, ἐν ᾧ αὐτῶν τὰ ἱερά

`θ.200`

θειοῦται· θείῳ καθαίρει

`θ.201`

θεῖον· τὸ ἐκ θεοῦ ἀφιγμένον. καὶ τὸ ἄξιον λόγου, ὥστε θαυμάζεσθαι . καὶ τὸ θεάφιον

`θ.202`

θείου πλῆτο· τοῦ κεραυνίου πυρὸς λέγει. ὀδμὴν γὰρ ἔχει ὁ κεραυνὸς θείου

`θ.203`

θεῖται· ᾄδεται. κομίζει

`θ.205`

θειώσω· καθαρῶ

`θ.206`

θέκλεον· θαυμαστόν

`θ.207`

θέλγει· ἀπατᾷ. θάλπει, ἀπὸ τοῦ εἰς τὸ θέλειν ἄγειν. μαλάσσει. κηλεῖ. τέρπει

`θ.208`

θέλγητρα· εἰς ἡδονὴν ἄγοντα

`θ.209`

θέλγμα· θαῦμα

`θ.210`

Θελγῖνες· οἱ Τελχῖνες. γόητες, πανοῦργοι, φαρμακευταί

`θ.211`

θελγόμενον· ἀπατώμενον. λέγεται δὲ ἐπὶ τῶν ἡδυνομένων τοῖς ᾄσμασι

`θ.212`

θέλειν· δύνασθαι

`θ.213`

θελεμόν· ἥσυχον

`θ.214`

θελεμῶς· ἡσύχως

`θ.215`

θέλυμνον· ὅλον ἐκ ῥιζῶν

`θ.216`

θελερόν· θελεκτόν. καὶ τὸ θέλγον τὰ ὄμματα ἐπὶ κακώσει

`θ.217`

θελητής· προαιρετικός

`θ.218`

θέλκαρ· θέλγμα

`θ.219`

θέλκτρον· φίλτρον. χαρά. θαυμαστόν. καὶ τὸ ἐφηδῦνον μετά τινος ἀνάγκης

`θ.220`

θελκτήριοι λόγοι· θεραπευτικοί, ἄγοντες εἰς ἀπάτην

`θ.221`

θέλξας· καταπραΰνας

`θ.222`

Θελξινόη· Ἥρα τιμᾶται παρὰ Ἀθηναίοις

`θ.223`

θέλω· χρῄζω. βούλομαι. εὐδοκῶ

`θ.224`

θέμα· ἕξις. τόπος. στάσις. μνῆμα

`θ.225`

θεμάν· ἄνεμος νότος. ἢ ἀνατολή

`θ.226`

θεματίζει· ἀποτίθεται. κυβερνᾷ

`θ.227`

θέμεθλα· ἕδραι. βάθρα. θεμέλια θέσεις. ῥίζαι

`θ.228`

θέμειλα· θεμέλιοι

`θ.229`

θεμελιωθέντα· ἐκ ῥιζῶν ἀρθέντα

`θ.230`

θέμεναι· καταβαλοῦσαι

`θ.231`

θέμενος· ἐνθείς. καταβαλών

`θ.232`

θεμερή· βεβαία. σεμνή. εὐσταθής

`θ.233`

θεμερόν· σεμνόν. ἀφʼ οὗ καὶ τὸ σεμνύνεσθαι θεμερύνεσθαι

`θ.234`

θεμερόφρονας· συνετούς, σώφρονας

`θ.235`

θεμερῶπις· ἐρασμία Ἁρμονίη.

`θ.236`

θέμις· δίκαιον. ἄξιον. πρέπον. καὶ δίκη, ἢ προσήκει. καὶ ἡ τιμή. καὶ τὸ ἀξίωμα. καὶ τὸ ἁρμόζον· ᾗ θέμις ἐστί . καὶ νόμος

`θ.237`

θεμισσέτω· μαστιγούτω, νομοθετείτω. Κρῆτες

`θ.238`

θέμισις· δικαιοσύνη. παραμυθία

`θ.239`

θέμιστα· ἔννομα, νόμιμα

`θ.240`

θέμιστας· νόμους. δίκας

`θ.241`

θέμιστες· μαντεῖα, χρησμοί. δίκαια. νόμοι

`θ.242`

θεμιστεύει· ἄρχει, κελεύει ἃ βούλεται, δικάζει

`θ.243`

θεμιστευτόν· νομοθετητόν

`θ.244`

θεμιστεύοντα· δικάζοντα

`θ.245`

Θέμιστι· τῇ Δίκῃ

`θ.246`

Θεμιστιάδες· Νύμφαι

`θ.247`

θεμίστειον· δίκαιον

`θ.248`

θεμιστός· δίκαιος

`θ.249`

θεμινήσασα· πρακτική, ἀνυσίμη, ἀποτελεσίμη

`θ.250`

θεμιστισία· ὁσία

`θ.251`

θεμιστοπόλοι· ἄρχοντες. δίκαιοι

`θ.252`

θεμιστόρων· συνετῶν

`θ.253`

θέμηλα· ἕδραι, βάθρα, θεμέλια

`θ.254`

θέναρ· τὸ κοῖλον τῆς χειρός, καὶ τοῦ ποδός

`θ.255`

θεμούς· διαθέσεις. παραινέσεις

`θ.256`

θεμῶν· θελήμων

`θ.257`

θέμωσεν· ἤγγισεν. ἐγγίσαι ἐποίησεν, ἠνάγκασεν

`θ.258`

θεναρίζει· τύπτει

`θ.260`

θένιοι· οἱ προσήκοντες

`θ.261`

θεοβλάβειαν· οὕτως Αἰσχίνης εἶπεν

`θ.262`

θεοδέκτρια· θεὸν δεδεγμένη

`θ.263`

Θεοδαίσιος· Διόνυσος

`θ.264`

θεοδμήτων· ὑπὸ θεοῦ ᾠκοδομημένων δεδομημένων, θεοκτίστων

`θ.265`

θεοδόσια· ὑπὸ θεοῦ δεδομένα

`θ.266`

θεόθυτα· ἱερόθυτα

`θ.267`

Θεόδωρος· Θεοδώρους ἔλεγον οἱ κωμικοὶ τοὺς εὐρυπρώκτους, ἀπὸ Θεοδώρου τινὸς οὐκ εὖ τὴν ἑαυτοῦ ὥραν χρησαμένου

`θ.268`

θεοειδεστέρας· θεῖον εἶδος ἢ ὁμοίωμα ἐχούσης

`θ.269`

θεοειδής· καλός, θεοῦ εἶδος ἔχων

`θ.270`

θεοείκελα· θεῖα, θαυμαστά, θεοῖς ὅμοια

`θ.271`

θεόθεν· ἐκ θεοῦ

`θ.272`

θεοεπεῖς· ἐκ θεοῦ ἑπόμενοι, ἢ λεγόμενοι

`θ.273`

θεοὶ Μολοττικοί· ἤτοι ὅτι διάφοροι οἱ κύνες οἱ Μολοττικοί· ἢ ὅτι ψυχοπομπεῖόν ἐστιν ἐν Μολοσσοῖς

`θ.274`

θεοίνια· θυσία Διονύσου Ἀθήνησι. καὶ θεὸς θέοινος Διόνυσος

`θ.275`

θεοὶ ξενικοί· παρὰ Ἀθηναίοις τιμῶνται, οὓς καταλέγει Ἀπολλοφάνης ἐν Κρησί

`θ.276`

θεοῖο· τοῦ θεοῦ

`θ.277`

Θεοκήρυκες· γένος τὸ ἀπὸ Ταλθυβίου, παρὰ Ἐλευθερίοις

`θ.278`

θεοκλυτεῖται· παρὰ θεοῦ ἀκούει

`θ.279`

θεοκλυτήσαντες· θεοῦ ἀκούσαντες. θεὸν ἐπικαλεσάμενοι

`θ.280`

θεοκλυτοῦσαι· θεὸν ἐπικαλούμεναι

`θ.281`

θεοκόλος· ἱέρεια

`θ.282`

θεοκυδῆ· δόξαν θείαν ἔχουσαν

`θ.283`

θεομητεῖ· θεοφορεῖται, θεῖα φρονεῖ

`θ.284`

θεόμορος· σώφρων

`θ.285`

θέοντες· τρέχοντες

`θ.286`

θεοξένια· κοινὴ ἑορτὴ πᾶσιν τοῖς θεοῖς ...

`θ.287`

θεόπαιστος· ὑπὸ θεοῦ παιόμενος. ἢ κιθάρα ὑπὸ θεοῦ ἐνδιδομένη

`θ.289`

θεοπλάγκτους· δεισιδαίμονας

`θ.290`

θεοπομπεῖν· ἐνθουσιᾶν

`θ.291`

θεοπρεπεῖς· θεῷ ἁρμόζοντας

`θ.292`

θεοπρόπιον· μαντεῖον ἐκ θεοῦ

`θ.293`

θεοπρόποι· προφῆται, μάντεις, ἐκ θεοῦ προλέγοντες

`θ.294`

θεοπτίαν· θεοφάνειαν

`θ.295`

θεοπτίας· θείας θεωρίας

`θ.296`

θέορτος· ὁ ὑπὸ θεοῦ παρορμώμενος

`θ.297`

θεόρρυτον· ἐκ θεοῦ προϊόν, προχεόμενον

`θ.298`

θεός· σημεῖον

`θ.299`

θεόσδοτος· ἐκ θεοῦ δεδομένος

`θ.300`

θεός, θεός· ἔθος ἦν, ὅτε κατάρχοιντό τινος, λέγειν θεὸν ἐπιφημιζομένοις

`θ.301`

θεόσεπτον· εἰς σεβασμόν ...

`θ.302`

θεοσέπτωρ· θεοσεβής

`θ.303`

θεοσκνεῖ· θεοὺς τιμᾷ

`θ.304`

θεοστυγεῖς· μισούμενοι ὑπὸ θεοῦ

`θ.305`

θεοτερπέος· θεοὺς τέρποντος

`θ.306`

θεότευκτον· θεοκατασκεύαστον

`θ.307`

θεουδέα· θειώδη

`θ.308`

θεουδής· δίκαιος. εὐσεβής. εὐγνώμων. θεοῖς ἀρέσκων

`θ.309`

θεόσσυτον· θεοτίμητον

`θ.310`

θεουδής· θεῷ ἀρέσκων

`θ.311`

θεοῦ δόσεσι· ὑπὸ θεοῦ δεδομένοις

`θ.312`

θέουσα· τρέχουσα

`θ.313`

θεουργική· θεοὺς ποιοῦσα ἀπαντᾶν

`θ.314`

θεοφάντορας· θεολόγους

`θ.316`

θεόφατα· ἐκ θεοῦ σημαινόμενα

`θ.317`

θεόφατα· λόγια, πεπρωμένα. πολλά. ἄφατα. ὑπὸ θεοῦ πεφημισμένα

`θ.318`

θεοφατίζει· μαντεύεται. περιττολογεῖ

`θ.319`

θεόφιν μήστωρ ἀτάλαντος· θεοῖς ἴσος ἐν τῷ βουλεύεσθαι

`θ.320`

θεόφιν· θεοῖς. ἐκ θεοῦ. τὸ γὰρ σχῆμα τοῦτο πληθύει· πασσαλόφιν, ζυγόφιν

`θ.321`

θεόφοβος· θεοσεβής

`θ.322`

θεοφραδία· θεοῦ γνώμη, ἢ φράσις

`θ.323`

θεοφραδίαις· θεοῦ γνώμαις, λόγοις, φράσεσι

`θ.324`

θεόφρονος· θείου

`θ.325`

θεοφροσύνη· αἱ περὶ τὸ θεῖον διατριβαὶ καὶ μαντεῖαι

`θ.326`

θεπτάνων· ἁπτόμενος

`θ.327`

θεραπαινίς· δούλη

`θ.328`

θέραπες· ὁμιλητῆρες

`θ.329`

θεραπευσία· θεραπεία. ἱκετεία

`θ.330`

θεραπευτής· ἰατρός

`θ.331`

θεραπίς· θεραπεύουσα

`θ.332`

θεραπηΐας· τὰς βωμολοχίας

`θ.333`

θεράπναι· αὐλῶνες. σταθμοί

`θ.334`

θεραπαινίδες· ἔριθοι

`θ.335`

Θεραπνατίδεια· ἑορτὴ παρὰ Λάκωσι

`θ.336`

θεράπνη· θεραπαινίς, δούλη

`θ.337`

θεράπνιον· θεραπαινίδιον, δουλίδιον

`θ.338`

θεράποντες Διός· βασιλεῖς

`θ.339`

θεράποντες· οἱ ἐν δευτέρᾳ τάξει φίλοι· ἀπὸ τοῦ θεραπεύειν· δοῦλοί τε καὶ ὑπηρέται

`θ.340`

θέραψ· θεράπων, οἰκέτης, δοῦλος, ἀκόλουθος

`θ.341`

θέρει· πρωΐ. θερμαίνει

`θ.342`

Θερελίμνιον· τόπου ὄνομα. καὶ Ἀπόλλων. καὶ Ζεύς

`θ.343`

θέρεσθαι· θερμαίνεσθαι, καίεσθαι θάλπεσθαι, πρὸς ἥλιον χλιαίνεσθαι

`θ.344`

θερέσιμον· θεριστικόν

`θ.345`

θερήγανον· μέρος τῆς ἁμάξης· οἱ δὲ τὴν ἅμαξαν τὴν ἄγουσαν τὰ θέρη

`θ.346`

θέρηγνον· τὸ ἐπὶ τῶν ἁμαξῶν παράπλεγμα, τὸ ἐπὶ τῇ ἀσταχύων παρακομιδῇ γινόμενον

`θ.347`

θέρηται· καίηται

`θ.348`

θερίζει· ἐνδιατρίβει τῷ θέρει, καὶ ἀλοᾷ

`θ.349`

θερίκλειον· ποτήριον. κόνδυ

`θ.350`

θερινή· θέρος

`θ.351`

θερίσας· τὸ θέρος ἀγαγών

`θ.352`

θέριστρον· λεπτὸν ὕφασμα, θερινὸν ἱμάτιον

`θ.353`

Θερσίτης· ὄνομα κύριον

`θ.354`

θερσίχθων· θερμαίνων γῆν, καίων

`θ.355`

θέρμα· πυρετός. ἄδεια. καὶ ἐκεχειρία

`θ.356`

θερμαστρῆθεν· ἐκ καμίνων

`θ.358`

θερμάστραι· κάμινοι

`θ.359`

θερμαστρίς· σκεῦος παραπλήσιον καρκίνῳ, ᾧ χρῶνται οἱ χρυσοχοῖ. καὶ ὄρχησις ἔντονος καὶ διάπυρος τάχους ἕνεκα

`θ.360`

θέρμει· θερμαίνει

`θ.361`

θέρμεσθαι· θερμαίνεσθαι

`θ.362`

θέρμης· ὁ θέρους πνέων

`θ.363`

θέρμον· τὸ θέρος. Βυζάντιοι

`θ.364`

θερμόπλα· ἵππου νόσημα περὶ τοὺς πόδας

`θ.365`

θερόμενος· θερμαινόμενος

`θ.366`

θέρονται· καίονται. χλιαίνονται, θερμαίνονται

`θ.367`

θέρος· σῖτος. τοῦ θερίζειν ἡ ὥρα

`θ.368`

θερσόμενος· θερμανθησόμενος. ἀπὸ τοῦ θέρω ἐνεστῶτος

`θ.369`

θερουρότερος· ὁ χλωρὸς σῖτος ἀμηθείς

`θ.370`

θερτήρια· ἑορτή τις

`θ.373`

θέσθαι· ὑποθέσθαι. θησαυρίζεσθαι

`θ.374`

θέσθω· εὐτρεπιζέσθω

`θ.375`

θέσκελα· θαυμαστά θεοείκελα. ἢ θεοκέλευστα. θεῖα θαυμάσια

`θ.376`

θέσεις· πράξεις. καὶ θεῖναι ποιῆσαι

`θ.377`

θέσμιον· δίκαιον

`θ.378`

θεσμοθέται· ἄρχοντες. νομοθέται. νομοφύλακες οἱ τῶν νόμων ἐπιμεληταί

`θ.379`

θεσμόν· θεῖον νόμον. ἔθος, νόμον

`θ.380`

θεσμοῖς· νόμοις

`θ.381`

θεσμοποιεῖς· νομοθετεῖς

`θ.382`

θεσμούς· νόμους θείους. ἢ τὰς συνθέσεις τῶν ξύλων

`θ.383`

θεσμοφόρια· τὰ μυστήρια τῆς Δήμητρος. ἢ ὄνομα ἑορτῆς

`θ.384`

θεσμοφόρος· ὁ θεσμοὺς φέρων, ἤτοι νόμους

`θ.385`

θέσπιν· θείαν φωνήν

`θ.386`

θεσπέσιον· θεῖον, παραγώγως. ὅταν δὲ λέγῃ· γνώσεαι εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις τῇ θεότητι λέγει, εἰ μὴ κατὰ συνεκδοχὴν ἀκούοιμεν θεσπεσίῃ, τῇ ἐκ θεῶν βουλήσει

`θ.387`

θεσπέσιος· θεῖος. θαυμαστός

`θ.388`

θεσπεσίῃ· μεγάλῃ, πολλῇ. θείᾳ. τῇ ἐκ θεοῦ βουλήσει

`θ.389`

θεσπεσιώτερον· ἀξιολογώτερον

`θ.390`

θεσπιαοιδός· ποιητής

`θ.391`

θεσπέσιοι· θεῖοι

`θ.392`

θεσπιδαές· θείως καιόμενον, ἢ δαιόμενον

`θ.393`

θεσπιδαὲς πῦρ· τὸ θείως καιόμενον πῦρ

`θ.394`

θέσπιδες· θυσίαι. θεοσέβειαι

`θ.395`

θεσπίζει· μαντεύεται, προφητεύει, ἐνθεάζει. νομοθετεῖ

`θ.396`

θέσπιν· θείαν, ἡδεῖαν, θαυμαστὴν φωνήν

`θ.397`

θεσπιόφημον· ... παροιμίαν τινά ...

`θ.398`

θεσπίσαι· προστάξαι. μαντεύσασθαι

`θ.399`

θέσπισμα· θεῖον δόγμα νομοθεσία

`θ.400`

θεσπίσματα· μαντεύματα. καὶ τὰ ὅμοια

`θ.401`

θέσπις· ἀγαθή. ἀληθής. ἰσχυρά. ἡδεῖα

`θ.402`

θεσπιῳδός· ἀληθὴς μάντις

`θ.403`

Θέσπιος· ποταμὸς Βοιωτίας

`θ.404`

Θεσπρωτοί· ἔθνος περὶ Θεσσαλίαν

`θ.405`

Θεσσαλαί· αἱ Κῷαι παρὰ Φιλήτᾳ καὶ αἱ φαρμακίδες

`θ.406`

Θεσσαλὸν νόμισμα· τοῦτο παροιμιῶδες, τασσόμενον ἐπὶ ἀπάτης Σ

`θ.407`

θεσσαλώπας· ἐναγισμός τις παρὰ Λάκωσι

`θ.408`

θέσσαντο· ἐξῄτησαν. ἱκέτευσαν.

`θ.409`

θέσσεσθαι· αἰτεῖν. ἱκετεύειν

`θ.410`

θεσσόμενος· δεόμενος. ζητούμενος. ἱκετεύων

`θ.411`

Θεστορίδης· Θέστορος παῖς ὁ Κάλχας

`θ.412`

θέσφατα· θεόφατα. μαντεύματα ἐκ θεοῦ λεγόμενα. εἱμαρμέναι ἐκ μαντείας λεγόμεναι

`θ.413`

θέσφατον· πολύφατον. ὑπὸ θεοῦ πεφατισμένον. θεῖον. μέγα. ἀργόν. ἄπρακτον τὸ ἐκ θεοῦ μάντευμα. προφητεία

`θ.414`

θεσφατοῦται· θεσφατίζει, μαντεύεται. περισσὰ λαλεῖ

`θ.415`

θετή· ποιητὴ θυγάτηρ

`θ.416`

θετήρ· τολμητής. πράκτης

`θ.417`

θέτης· ὁ προθέμενός τι

`θ.418`

θετικῶς· τὸ ὀφειλόμενον γενέσθαι

`θ.419`

Θέτις· ἡ μήτηρ Ἀχιλλέως. καὶ ἡ θάλασσα. ἡ δὲ αὐτὴ λέγεται Τηθύς

`θ.420`

θετόν· εἰσποιητόν, οὐ γνήσιον

`θ.421`

Θετταλικὰ πτερά· τοῦτο εἴρηται διὰ τὸ πτέρυγας ἔχειν τὰς Θεσσαλικὰς χλαμύδας. Πτέρυγες δὲ καλοῦνται αἱ ἑκατέρωθεν γωνίαι διὰ τὸ ἐοικέναι πτέρυξι

`θ.422`

Θετταλικὴ ἔνθεσις· ἡ μεγάλη

`θ.423`

Θετταλικὸς δίφρος· διάφοροί εἰσι τῷ κάλλει οἱ Θετταλικοὶ δίφροι· ἴδιον γάρ τι γένος αὐτῶν κατεσκεύασται

`θ.424`

θετταλίς· ὑπόδημα ποιόν.

`θ.425`

Θετταλὸν σόφισμα· παροιμία ἐπὶ τῶν σοφιζομένων λεγομένη καὶ μὴ εὐθυμαχούντων

`θ.426`

θεῦ· δεῦρο. τρέχε

`θ.427`

θεύγεσθαι· θέλγεσθαι. Κρῆτες

`θ.428`

θευμορία· ἀπαρχή. θυσία. ἢ ὃ λαμβάνουσιν οἱ ἱερεῖς κρέας, ἐπειδὰν θύηται. θεοῦ μοῖρα

`θ.429`

θευμοριαζέτω· θεῷ γέρας ἀναφερέτω

`θ.430`

Θευξένια· Ἀπόλλωνος ἑορτή

`θ.431`

θεύσεσθαι· δραμεῖσθαι διώξεσθαι

`θ.432`

θεύσεαι· δραμεῖ

`θ.433`

θευσόμεθα· δραμούμεθα. φευξόμεθα. πλευσόμεθα

`θ.434`

θεῦτιν· σκαράδιν. Ἱππῶναξ

`θ.435`

θέων· βαδίζων, τρέχων

`θ.436`

θεώματα· τὰ περικαθαρτήρια

`θ.437`

θεῶν ἀγορά· παροιμία ἐπὶ τῶν τολμώντων λέγειν ἐν τοῖς τοσοῦτον ὑπερέχουσιν, ὅσον οἱ θεοὶ τῶν ἀνθρώπων. καὶ τόπος Ἀθήνησιν ἀπὸ τοῦ συναγερθῆναι προσαγορευθείς

`θ.438`

θεῶν ἐπὶ Καλλικολώνῃ· τόπος ἐστὶ τῆς Τροίας ὑψηλός

`θ.439`

θεῶν ἐν γούνασι κεῖται· παράκειται τῷ θεῷ, καὶ ἐν τῇ δυνάμει αὐτοῦ καὶ ἐξουσίᾳ κεῖται

`θ.440`

θεωρία· ὄψις, θέα

`θ.441`

θεωρίδες· αἱ περὶ τὸν Διόνυσον Βάκχαι

`θ.442`

θεωρικὰ χρήματα· τὰ εἰς θεῶν τιμὰς καὶ ἑορτὰς διδόμενα ἐν τοῖς Παναθηναίοις καὶ Διονυσίοις. ἅτινα ἐν τῷ θεάτρῳ ἐδίδοτο, καὶ ἐκ τοῦ θεάτρου συνήγετο ἀπὸ μισθομένου τόπου

`θ.443`

θεωρικὸν ἀργύριον· τὸ εἰς θεῶν τιμὴν καὶ ἑορτὴν διδόμενον, θεωρίας ἕνεκα, τοῦ καὶ τοὺς πένητας μετέχειν τῶν θεωριῶν. καὶ πάντα τὰ διανεμόμενα θεωρικὰ ἐλέγετο

`θ.444`

θεωρικῶς· ὡς θεωρὸς ἐστεφανωμένος· θεωροὺς δὲ ἐκάλουν τοὺς τοῖς θεοῖς τὰς ἀπαρχὰς ἀπάγοντας. ἐστεφάνουν γὰρ οὗτοι τὰς ἀπήνας

`θ.445`

Θεώριος· ὁ Ἀπόλλων

`θ.446`

Θεωρίς· κύριον ὄνομα. καὶ θεωρία. καὶ ἡ Σικυωνία τὸ γένος Σοφοκλέους ἐρωμένη

`θ.447`

θεωροί· οἱ θεοπρόποι. καὶ οἱ θεώμενοι, ἢ οἱ φροντίζοντες περὶ τὰ θεῖα. λέγουσι δὲ καὶ τὴν ὁδόν, διʼ ἧς ἴασιν ἐπὶ τὰ ἱερά, θεωρίδα· καὶ τὰ διανεμόμενα ἀργύρια ἐν ταῖς ἑορταῖς θεωρικά

`θ.448`

θεωρούς· θεωρητάς ἐπόπτας

`θ.449`

Θηβαῖοι· ἔθνος Βοιωτίας

`θ.450`

Θήβανις· ἄνεμος

`θ.451`

Θηβάνας· ἐκ τοῦ Πλακίου κόλπου πνέουσα ζάλη

`θ.452`

Θήβη· πόλις Βοιωτίας

`θ.453`

θῆβος· θαῦμα

`θ.454`

θηγάνει· ὀξύνει

`θ.455`

θηγάνεον· ὀξύ, ἠκονημένον

`θ.456`

θηγάνη· ἀκόνη λέγουσι δὲ καὶ θήγανον τὸ αὐτό

`θ.457`

θήγειν· ἀκονᾶν, ὀξύνειν

`θ.458`

θήγεια· θαυμαστά. ψευδῆ

`θ.459`

θηγή· θήκη. θέσις. τάξις

`θ.460`

θηγόν· ... οἱ δὲ ὀξύ, ἀκονητόν

`θ.461`

θήγει· ἀκονᾷ, ὀξύνει

`θ.462`

θηεῖσθαι· θαυμάζειν

`θ.463`

θηεῖτο· ἑώρα. ἐθαύμαζε

`θ.464`

θηεύμενοι· θεωροῦντες

`θ.465`

θηεῦντο· ἐθαύμαζον

`θ.466`

θήῃ· ποιήσῃ

`θ.467`

θήῃς· ποιήσῃς

`θ.468`

θήημος· ἔθιμος

`θ.469`

θηήμων· ἐθίμων

`θ.470`

θηήσασθαι· θεάσασθαι. θαυμάσαι

`θ.471`

θηήσεται· θαυμάσεται

`θ.472`

θηητήρ· θαυμαστής θεατήρ

`θ.473`

θηητής· θεωρός

`θ.474`

θηητόν· θαυμαστόν. καλόν. καταθύμιον. περικαλλές. σύμφορον

`θ.475`

θηητός· θαυμαστός

`θ.476`

θῆκαι· οἱ ἀπόθετοι τόποι. ἢ σοροί

`θ.477`

θήκατο· ἐπέθηκεν

`θ.478`

θηκία· τὰ ἐντάφια δηλοῖ δὲ καὶ θησαυρόν. καὶ τάφον. καμψίον. γλωσσοκομεῖον

`θ.479`

θηκτόν· ὀξύ, ἠκονημένον

`θ.480`

θηλαί· τῶν μαστῶν τὰ ἄκρα. καὶ τῶν χειλῶν τὰ ἐκπτυσσόμενα

`θ.481`

θηλαμίνου· νεογνοῦ

`θ.482`

θηλαμών· τροφός

`θ.483`

θήλαντο· ἐθήλασαν

`θ.484`

θηλάστρια· τροφός ἔστι δὲ Ἰακόν. Σοφοκλῆς Ἀλεξάνδρῳ

`θ.485`

θήλεα· ἱμάντων τὰ τετρημένα, εἰς ἃ διωθεῖται τὰ ὀξέα. καὶ τῶν σπονδύλων τὰ κοῖλα

`θ.486`

θηλή· μαστός

`θ.488`

θῆλυ· ἀσθενές. γυνή

`θ.489`

θηλυγενής· ὁ ἐναντίος τῷ ἀῤῥενωπῷ

`θ.490`

θηλυδρίας· ὁ τεθηλυμμένος

`θ.491`

θηλυδριῶδες· τὸ κατακεκλασμένον

`θ.492`

θηλυμανεῖς· πόρνοι

`θ.494`

θηλύνει· μαλάσσει

`θ.495`

θῆλυς ἐέρση· ἡ τὰ φυτὰ θάλλειν ποιοῦσα δρόσος, καὶ θρεπτική

`θ.496`

θηλύτεραι· αἱ γυναῖκες

`θ.497`

θηλυτεράων· θηλειῶν, τῶν μόνων ἐγκυμόνων πλησιαζουσῶν ἀνδράσι. μόναι γὰρ αἱ γυναῖκες ἔγκυοι οὖσαι πλησιάζουσιν ἀνδράσι, τῶν δὲ ἄλλων ζῴων οὐδέν

`θ.498`

θηλυφόνον· τὸ ἀκόνιτον

`θ.499`

θηλώ· τροφός, τήθη

`θ.500`

θῆμα· θήκη. τάφος ἀνάθημα. Σοφοκλῆς Σαλμωνεῖ

`θ.501`

θημωνιαί· οἱ σωροὶ τῶν δραγμάτων

`θ.502`

θημωνιά· ἀπόθεσις

`θ.503`

θημών· πᾶν τὸ σεσωρευμένον, οἷον ἀχύρων ἢ πυρῶν

`θ.504`

θημῶνες· θημωνιαί

`θ.505`

θήν· δή, ἤ που

`θ.506`

θήνιον· γάλα

`θ.507`

θῆξαι· ὀξῦναι, ἀκονῆσαι

`θ.508`

θῆξις· ῥοπή. στιγμή. τάχος

`θ.509`

θηπαλέος· βωμολόχος

`θ.510`

θήπει· ψεύδεται

`θ.511`

θηπητής· ἀπατεών

`θ.512`

θηπόν· καταθύμιον. θαυμαστόν

`θ.513`

θήπω· ἐπιθυμῶ. θαυμάζω

`θ.514`

θήπων· ἐξαπατῶν, κολακεύων. θαυμάζων

`θ.515`

θήρ· θηρίον. ὁ λέων· ἀπὸ τοῦ θοῶς ὀρούειν

`θ.516`

θήρα· κυνηγία, ἄγρα

`θ.517`

θήραμα· εὕρεμα ἄγρευμα

`θ.518`

θηρᾶν· ζητεῖν. εὑρεῖν. μηχανᾶσθαι

`θ.519`

θῆρας· τοὺς σατυρίσκους

`θ.520`

θήρατρον· δέλεαρ. ἄγκιστρον

`θ.521`

θηράτρων· θηρατικῶν

`θ.523`

Θηραῖον πέπλον· τὸ ποικίλον ἱμάτιον οἱ Ἀττικοί· δοκεῖ δὲ ἀπὸ Θήρας τῆς νήσου προσηγορεῦσθαι

`θ.524`

θηρία· τὰ ζῷα. καὶ ἐπὶ τῶν ἵππων οὕτω λέγουσι

`θ.525`

θηρητήρ· κυνηγός

`θ.526`

θηρί· λέοντι

`θ.527`

Θηρίκλειος· κυλίκων εἶδος· ἀπὸ Θηρικλέους κεραμέως

`θ.528`

θηρίον· πάθος τι σώματος, ὃ καὶ καρκίνος καλεῖται

`θ.529`

Θηρίτας· ὁ Ἐνυάλιος παρὰ Λάκωσιν

`θ.530`

θηριώδης· ἀγριαινόμενος

`θ.531`

θηροειδεῖς· ἐφαπτίδες ποικίλως διηνθισμέναι

`θ.532`

θηροθῆραι· θηρευταί

`θ.533`

θηρολέξης· ὁ τὰς λέξεις θηρώμενος

`θ.534`

θηρολέτης· κυνηγός

`θ.535`

θηρός· λέοντος

`θ.536`

θηροσύνας· κυνηγίας

`θ.537`

θηρότις· θηρεύτρια

`θ.538`

θηροφόνος· θηροκτόνος. Ἄρτεμις

`θ.539`

θηρώμενοι· θηρῶντες, ἀγρεύοντες

`θ.540`

θής· δοῦλος, μισθωτός. παράσιτος. ἢ ὁ τὴν μισθαρνικὴν ἐργαζόμενος παρὰ Ἀθηναίοις

`θ.541`

θὴρ ὥς· ὡς θήρ

`θ.542`

θῆσαι· θρέψαι, θηλάσαι

`θ.543`

θησαίατο· θαυμάσειαν

`θ.544`

θησάμενοι· αἰτησάμενοι. Κρῆτες

`θ.545`

θήσαντο· ἐθαύμασαν

`θ.546`

θήσασθαι· θεάσασθαι. θηλάσαι. εὐωχηθῆναι. μεθυσθῆναι

`θ.547`

θησάσθω· κοιμηθήτω

`θ.548`

θῆσσαν τράπεζαν· δουλικὴν τροφήν

`θ.549`

θήσατο· ἐθήλασεν

`θ.550`

θησαυρίσασαν· συνάξασαν

`θ.551`

θησαυρός· εἰς ἀγαλμάτων καὶ χρημάτων ἱερῶν ἀπόθεσιν οἶκος

`θ.552`

θήσει· ὑποθήσεται. ποιήσει

`θ.553`

Θησεῖα· ἑορτὴ Ἀθήνησι

`θ.554`

Θήσειον· νεὼς Θησέως, ἐφʼ ὃν οἱ ἀποδιδράσκοντες κατέφευγον. δηλοῖ δὲ καὶ φυτόν τι ποιόν· καὶ τὸ δεσμωτήριον παρὰ Ἀθηναίοις

`θ.555`

θήσεται· ποιήσεται

`θ.556`

θήσω· αἰτήσω. Βοιωτοί

`θ.557`

θησόμενοι· αἰτησόμενοι

`θ.558`

θήσω· ποιήσω

`θ.559`

θηταλά· θαυμαστά, ψεύδεσιν ὅμοια

`θ.560`

θητεῖαι· μισθώσεις, ἐπὶ μισθῷ δουλεῖαι

`θ.561`

θητεύει· δουλεύει μισθῷ

`θ.562`

θητικόν· τὸ ἔσχατον τίμημα παρὰ Ἀθηναίοις

`θ.563`

θητόν· βωμόν

`θ.564`

θῆτας· μισθωτούς

`θ.566`

θιαγόνες· ἄρτοι, οἳ παρετίθεντο τοῖς θεοῖς

`θ.569`

θιάρατος· εὐκτός

`θ.570`

θιάσαι· χορεῦσαι

`θ.571`

θιασεῦσαι· σπεῖσαι. προσενέγκαι

`θ.572`

θίασον· εὐωχίαν. καὶ πλῆθος, οὐ μόνον τὸ Βακχικόν, ἀλλὰ καὶ τὸ ἐρανικόν

`θ.573`

θίασος· χοροῦ σύστασις, ἢ σύλλογος. καὶ τὸ ψιλὸν πλῆθος· ἔσθʼ ὅτε δὲ καὶ τὸ Βακχικόν· ἢ ἑσμὸς γυναικῶν

`θ.574`

θιασῶνες· οἶκοι, ἐν οἷς συνιόντες δειπνοῦσιν οἱ θίασοι

`θ.575`

θιασῶται· χορευταί.

`θ.576`

Θίβεις· γόητές τινες

`θ.577`

θίβις· πλεκτόν τι κιβωτοειδές, ὡς γλωσσοκομεῖον

`θ.578`

θίβωνος· κιβωτοῦ. Κύπριοι

`θ.579`

θιβρήν· φιλόκοσμον, καλλυντικήν, ὑπερήφανον, καταφερῆ, καὶ θρασεῖαν καὶ παρὰ μὲν Νικάνδρῳ τὴν ἔμπυρον, καὶ καυστικήν. τινὲς δὲ χαλεπήν

`θ.580`

θιβρόν· τρυφερόν. καλόν. σεμνόν. ἁπαλόν

`θ.581`

θιγεῖν· ψαῦσαι. ἅψασθαι, ἅπτεσθαι

`θ.582`

θιγμάτων· μιασμάτων

`θ.584`

θίημι· ποιῶ, φιλῶ

`θ.585`

θιδρακίνη· θίδραξ καὶ θρίδαξ

`θ.586`

θήϊον· θεῖον τὸ ὀρυκτόν. Κρῆτες

`θ.587`

θιῆσαι· ποιῆσαι. φιλῆσαι

`θ.588`

θίκελιν· τὴν γογγυλίδα. Λάκωνες

`θ.589`

θίλα· ὁ θημών

`θ.591`

θίν· ὁ αἰγιαλός, ἀπὸ τοῦ θείνεσθαι. καὶ θῖνʼ ἁλὸς πολλάκις τὸ αὐτὸ λέγει. καὶ ἀρσενικῶς Ὅμηρος ὁ θίν, καὶ ὁ σωρός· πολὺς δʼ ἀμφʼ ὀστεόφιν θίς καὶ ἄμμος

`θ.592`

θῖνες· ψάμμοι. ὑψηλοὶ τόποι. καὶ αἱ τῶν καρπῶν συγκομιδαί

`θ.593`

θινί· αἰγιαλῷ

`θ.594`

θινομένη· τυπτομένη

`θ.595`

θινῶν· αἰγιαλῶν. ἢ σωρῶν πυρῶν

`θ.596`

θίξεσθαι· ἅψεσθαι

`θ.597`

θίξις· ἔφαψις

`θ.598`

θιός· θεός. Κρῆτες

`θ.599`

θιπόβρωτος καὶ θριπόβρωτος· ὁ ὑπὸ σητῶν βεβρωμένος

`θ.600`

θίς· ὄχθος. βουνὸς ἀμμώδης. αἰγιαλός. θάλασσα. σωρὸς κυμάτων. τὸ κάτω βάθος τῆς θαλάσσης. ἢ ὀστέων σωρός

`θ.601`

θιγάνα χῶμα σωροειδές

`θ.602`

θισπῶσαι· εἰκάσαι

`θ.603`

θλαδίας· εὐνοῦχος.

`θ.604`

θλάσας· κλάσας, συνθλάσας

`θ.605`

θλάσπις· πόα ἣν ἔνιοι σαύριον

`θ.606`

θλίβει· ὠθεῖ, πιέζει

`θ.607`

θλίβεται· πατεῖται. τοῦτο δὲ ἐπὶ σταφυλῆς. λέγεται γὰρ καὶ ὅτε τις ὀλιγωρεῖ πιέζεται

`θ.608`

θλιβίας· θλαδίας. σπάδων

`θ.609`

θλῖψις· στένωσις. λύπη

`θ.610`

θνάναι· ἀποθανεῖν

`θ.611`

θνησίδια· νεκριμαῖα

`θ.612`

θνήσκοντας· ἀποθνήσκοντας

`θ.613`

θοάζει· τρέχει. μαίνεται. σκιρτᾷ. κτείνει. σπεύδει. ταράττει. κάθηται. χορεύει. ἀνύει. ἥδεται. τελεῖ. πλάττει. φοβεῖται. πλανᾶται. θεοφορεῖται

`θ.614`

Θόαξος· Ἀπόλλων ... τῆς Λακωνικῆς

`θ.615`

θοας· ὀξείας. ταχείας ὁρμάς. ἢ ἡγεμὼν Αἰτωλίας

`θ.616`

θοή· ταχεῖα. ἡ νὺξ μέλαινα. δεινή. ὀξεῖα. ἰσχυρά

`θ.617`

θοὴν διὰ νύκτα· θείαν. ταχεῖαν. ὀξεῖαν

`θ.618`

θοὴν ἀλεγύνετε δαῖτα· τὴν ἀγαθήν

`θ.619`

θοηρός· τεταραγμένος

`θ.620`

θοῇσι· ταχείαις· νηυσὶ θοῇσιν ὅταν δὲ εἴπῃ· νυκτὶ θοῇ ταῖς τιναῖς, ἢ ταχείαις· ἔνιοι δὲ κατὰ σχῆμα ὀξεῖα. τῆς γὰρ γῆς σκιά ἐστιν· αὕτη γὰρ κωνοειδής. τὸ δὲ θοὸς ὀξύνεται

`θ.621`

θοία· ζεῦγος ἡμιόνων

`θ.622`

θοἰμάτιον· τὸ ἱμάτιον

`θ.623`

θοινᾶται· εὐωχεῖται

`θ.624`

θοινᾶσθαι· εὐωχεῖσθαι

`θ.625`

θοίνη· εὐωχία, τροφή, καὶ τρυφή. ἢ τράπεζα

`θ.626`

θοινητήριον· κατάβρωμα, τροφή

`θ.627`

θολία· πέτασος εἰς ὀξὺ συνηγμένος. σκιάδιον

`θ.628`

θολερεῖν· ταραχίζεσθαι

`θ.629`

θολερόν· ταραχῶδες. ἀκάθαρτον, βορβορῶδες, τεταραγμένον

`θ.630`

θολερῶς προβαίνεις· μὴ καθεσταμένην καὶ ἀσφαλῆ πορείαν ἔχων, ἀλλʼ ἀστάτως καὶ τεταραγμένως προϊών

`θ.631`

θολερόφρον· μέγα ......

`θ.632`

θʼ ὁλκάζει· χαλιναγωγεῖ

`θ.633`

θολόν· τεταραγμένον ὕδωρ

`θ.634`

θολος· στρογγυλοειδὴς οἶκος, διʼ ὀστράκων εἰλημμένος . ἢ τὸ τῆς σηπίας μέλαν

`θ.635`

θόλος· κυρίως μὲν καμάρα· καταχρηστικῶς δὲ οἶκος εἰς ὀξὺ ἀπολήγουσαν ἔχων τὴν στέγην κατασκευασμένος· ἢ ὅπου οἱ πρυτάνεις καὶ ἡ βουλὴ συνεστιῶντο. θηλυκῶς δὲ ἔλεγον τὴν θόλον. καὶ τόπος, ἐν ᾧ τὰ συμποτικὰ σκεύη ἀπόκειται

`θ.636`

θολοῦσα· σκοτοῦσα

`θ.637`

θολῶσαι· πληρῶσαι. στεγάσαι. ταράξαι. σκοτίσαι

`θ.638`

θονανία· ὀξεῖα

`θ.639`

θοόν· ὀξύ. λαμπρόν. σκοτεινόν. ἰσχυρόν. ταχινόν

`θ.641`

θόρανδε· τὸ ἔξω Πάφιοι ..

`θ.642`

Θοράτης· Ἀπόλλων παρὰ Λάκωσιν

`θ.643`

θόρε· ἐπήδησεν

`θ.644`

θορεῖν· πηδῆσαι, ὁρμῆσαι. ὀχεῦσαι

`θ.645`

θορηνεύς· ὁ ξιφίας ἰχθύς

`θ.646`

Θορικός· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὠνομάσθη δὲ ἀπὸ Θορίκου

`θ.647`

Θόρναξ· ὑποπόδιον. ἢ ἱερὸν Ἀπόλλωνος ἐν τῇ Λακωνικῇ, ἀπό τε Θόρνακος Θορνάκιος Ἀπόλλων

`θ.648`

θόρνυσθαι· γεννᾶν, μίγνυσθαι. ὀχεύεσθαι, σπερμαίνειν

`θ.649`

θόρισμα· δέλεαρ ἰχθύσι

`θ.650`

θορός· βάτης, ἀφροδισιαστής. ὀχεία, ἡ ἔκκρισις τοῦ σπέρματος

`θ.651`

θορροῖο· ὀχετοῦ

`θ.652`

θόρυβος· ζάλη, ταραχή

`θ.653`

θορών· πηδήσας, ὁρμήσας δραμών

`θ.654`

θοῦ· θές. ἐπίστησον

`θ.655`

Θουκυδίδης· ἱστοριῶν συγγραφεύς. ὄνομα κύριον

`θ.656`

θοὐλκότατον· βαρύτατον

`θ.657`

θουμός· ἑστίασις

`θ.658`

θουράς· ἡ ὀρεκτικῶς ἔχουσα, καταφερής. καὶ θουραι

`θ.659`

θουραίην· ἀνδρείαν. θρασεῖαν. ἰσχυράν

`θ.660`

θουρήεντος· λάγνου

`θ.661`

θοῦριν· βάτην

`θ.662`

θουρήτιες· αἱ τῶν ζῴων μίξεις

`θ.663`

θούρητρα· ὀχεῖα

`θ.664`

θούριδες· νύμφαι. Μοῦσαι. Μακεδόνες

`θ.665`

θούριδος ἀλκῆς· τῆς πολεμικῆς. ἀπὸ τοῦ θορεῖν, ὅ ἐστι πηδῆσαι, ἀφʼ οὗ καὶ θοῦρος Ἄρης

`θ.666`

θουριομάντεις· τοὺς περὶ Λάμπωνα. φασὶν γὰρ εἰς Σύβαριν τὴν ἀποικίαν Λάμπωνα ἀγαγεῖν· τινὲς δὲ ... μάντιν ὄντα

`θ.667`

θουριῶν· ἐνεργῶν

`θ.668`

θοῦρον· πηδητικόν, ὁρμητικόν, πολεμικόν. θρασύ. μέγα. ἐῤῥωμένον

`θ.669`

θούσχοινοι, ἢ θοόσχοινοι· ἁρπάγαι, ἀντλητῆρες

`θ.671`

θοώκους· συνέδρια

`θ.672`

θοωθείς. παροξυνθείς.

`θ.673`

θοῶς· σφοδρῶς. ταχέως

`θ.674`

Θόωσα· μήτηρ Κύκλωπος

`θ.675`

θοῶσαι· ὀξῦναι. λαμπρῦναι. ποιῆσαι. πυρῶσαι

`θ.676`

θοώτατος· ταχύτατος, τάχιστος

`θ.677`

θραίειν· λοιδορεῖν. Λάκωνες

`θ.678`

Θραικία· Ἀφροδίτη

`θ.679`

θραννομένη· προορῶσα

`θ.681`

θρακτικόν· πορευτόν

`θ.682`

θραμβόν· καπυρόν

`θ.683`

θράμις· κριός

`θ.684`

θρανίαι· θρόμβοι

`θ.685`

θρανίον· δίφρος. ὑποπόδιον. πάσσαλος. θρόνος. καὶ τὸ ὑπὸ τοῖς φατνώμασι σανίδωμα. καὶ λάσανα. καὶ νεὼς μέρος. καὶ τὸ ὑπὸ τὴν δοκὸν τι ...

`θ.686`

θρανογράφους· τοὺς εὐτελεῖς τοιχογράφους

`θ.687`

θράνων· δίφρων

`θ.688`

θρανίτιδες κῶπαι· αἷς οἱ θρανῖται χρῶνται ἐν ταῖς καταφράκτοις ναυσί

`θ.689`

θρᾶξαι· ταράξαι. λυπῆσαι. Εὐριπίδης Πειρίθῳ

`θ.690`

θραξεῖται· ταράξεται. πορεύσεται

`θ.691`

θρασεῖαν· ὀξεῖαν

`θ.692`

θραῦσις· φθορά. θάνατος. ἀῤῥωστία. ἧττα ἐν πολέμῳ

`θ.693`

θράσκειν· ἀναμιμνήσκειν

`θ.694`

θρασύτην· τὸ ἀποδημοῦντα θρασύνεσθαι

`θ.695`

θράσος· δαίμων. ἀλαζονεία, φρύαγμα. ὀξύτης. μάχη

`θ.696`

θρασυκάρδιος· εὔτολμος, θρασύς, τολμηρός

`θ.697`

θρασυμέμνονα· θρασὺν κατὰ τὸ μένος. γενναῖον. εὔτολμον, τολμηρόν.

`θ.698`

θρασύστομον· ἀλαζόνα. τραχύν. σκληρόν. ἀπηνῆ. φλύαρον, ταραχώδη. ὑβριστήν

`θ.699`

θράττειν· ἐνοχλεῖν Σ, ταράττειν

`θ.700`

θράττης· ὁ λίθος ὑπὸ Θρᾳκῶν

`θ.701`

θράττεύομαι· συντρίβομαι, συγκόπτομαι

`θ.702`

θράττον· ὕπερον.

`θ.703`

θραύει· συντρίβει

`θ.704`

θραῦλον· κόλουρον. ἄπυρον

`θ.705`

θραῦρον· ῥαγανόν. θραυόμενον

`θ.706`

θραύσει· ἀμήσει. ἀπολεῖ

`θ.707`

θραῦσις· ὀργή. πληγή θραύστης· σφῦρα ἡ τοὺς βώλους θραύουσα

`θ.708`

θραῦσμα· λύπη. πληγή. κατάπτωμα γῆς. καταστολή. παῦσμα, παῦσις

`θ.709`

θραχθείς· ταραχθείς

`θ.710`

θρεκτικώτατος· ὀξύτατος ἐν δρόμῳ

`θ.711`

θρέκτος· δρόμος ταχινός. ἀπὸ τοῦ θρέξαι καὶ δραμεῖν

`θ.712`

θρέειν· θροεῖν

`θ.713`

θρεομένη· θρηνοῦσα

`θ.714`

θρέμματα· βοσκήματα, πρόβατα. τέκνα

`θ.715`

θρέξαντες· ἐλαφρῶς ἐπελθόντες

`θ.716`

θρεόμενον· ὀλοφυρόμενον

`θ.717`

θρέπτρα· τροφεῖα. τροφῶν ἀμοιβάς

`θ.718`

θρεπτῆρες· τρέφοντες

`θ.719`

θρέπτειρα· τροφός

`θ.720`

θρεπτός· τρόφιμος, ὑπὸ τῶν τρεφουσῶν

`θ.721`

θρεκτοῖσι νόμοις· ἀντὶ τοῦ τροχαίοις Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ. ἔνιοι δὲ κρεκτοῖς

`θ.722`

θρέξατο· ἐφυλάξατο. ἐσεβάσθη

`θ.723`

θρεσκή· ἁγνή. πάντα εὐλαβουμένη

`θ.724`

θρεσκός· περιττῶς δεισιδαίμων

`θ.725`

θρέττε· τὸ ἀνδρεῖον. ἢ θρασύ

`θ.726`

θρεφθῆναι· τραφῆναι. παγῆναι

`θ.727`

θρέψαι· πῆξαι. καὶ τὸ σύνηθες. ἐκτρέφειν

`θ.728`

θρηνεῖ· πενθεῖ, ὀλολύζει, ὀλοφύρεται

`θ.729`

θρῆνυν· ὑποπόδιον

`θ.730`

θρήικια· ὑποδημάτων εἶδος Περσικῶν

`θ.731`

θρῆνος· γόος

`θ.733`

θρῆνυν ἐφʼ ἑπταπόδην· τόπος τῆς νηὸς βάσιν ἔχων

`θ.734`

θρῆνυς· ὑποπόδιον. καὶ ἡ ἐν τῷ μέσῳ πλοίου σανίς, ἀπὸ τοίχου εἰς τοῖχον

`θ.735`

θρησκεία· σέβασμα

`θ.736`

θρησκεύει· σέβεται, θεραπεύει. προσεδρεύει. ὑπηρετεῖ τῷ θεῷ, λατρεύει

`θ.737`

θρησκός· ἑτερόδοξος. εὐσεβής

`θ.738`

θρήσκω· νοῶ

`θ.739`

θρησόμενος· θερισόμενος. θερμανθησόμενος

`θ.741`

θρῖα· φύλλα συκῆς, ἢ ἀμπέλου ὡς Ἀπολλόδωρος καὶ τὰ ἐν αὐτοῖς δεσμούμενα βρώματα

`θ.742`

θριάζειν· φυλλολογεῖν. ἐνθουσιᾶν, ἐνθουσιάζειν. Εὐριπίδης Λικυμνίῳ καὶ Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ

`θ.743`

θριαί· αἱ πρῶται μάντεις. καὶ νύμφαι. καὶ αἱ μαντικαὶ ψῆφοι

`θ.744`

θριαμβεῦσαι· θορυβῆσαι. βοῆσαι

`θ.745`

θριαμβεύσας· πομπεύσας

`θ.746`

θρίαμβος· πομπή. ἐπίδειξις νίκης. ἢ Διονυσιακὸς ὕμνος, Ἴαμβος

`θ.747`

θριάτιον· ἁπαλωτέρα τροφή

`θ.748`

Θριάσιαι· πύλαι οὕτω καλοῦνται Ἀθήνησιν

`θ.749`

θριγκός· ἡ στεφάνη τοῦ τείχους. περίφραγμα καὶ περίβολος. ἤγουν τὸ ἀνώτατον τῆς τοῦ τείχους οἰκοδομῆς ἐφʼ οὗ καὶ ἡ στέγη κεῖται. καὶ ὁ ὑπὸ τὸν κλινόποδα τοῦ τοίχου τόπος. ἢ περιχαράκωμα. καὶ τριγχός

`θ.750`

θριγκοῖς· φραγμοῖς

`θ.751`

θριδακίναι· εἶδος μάζης παρὰ Ἀττικοῖς. καὶ αἱ παρʼ ἡμῖν θρίδακες, ἤτοι μαρούλια

`θ.752`

θριῆσαι· μαντεῦσαι

`θ.753`

θριλιδεῖν· θρυλλεῖν

`θ.754`

θριήβολοι· ἱερεῖς

`θ.755`

Θρινακία· ἱερὰ Ἡλίῳ, ἡ νῦν Σικελία, τρία ἄκρα ἔχουσα

`θ.756`

θρῖναξ· πτύον σίτου. ἢ τρίαινα

`θ.757`

θρινία· ἄμπελος ἐν Κρήτῃ

`θ.758`

θριμμός· γογγυσμός

`θ.759`

θρῖον· βρῶμα σκευαστόν. διττὴ αὐτοῦ ἡ σκευασία· ἡ μὲν διὰ ταρίχου, ἡ δὲ διὰ ᾠῶν ἐπιχεομένου μέλιτος. συκῆς δὲ φύλλα οὐχ ἁπαλὰ ἐπετίθετο· ἔχουσι γάρ τινα ὀσμήν. διὸ καὶ θρῖον ἐκλήθη

`θ.760`

Θριοῦς· δῆμος φυλῆς Οἰνηΐδος

`θ.761`

θριπόβρωτος· οἱ Λάκωνες σφραγῖσιν ἐχρῶντο ξύλοις ὑπὸ σητῶν βεβρωμένοις, κατασημαινόμενοι ὁπότε βούλοιντο. Φιλοστέφανος δέ φησι πρῶτον Ἡρακλέα χρήσασθαι

`θ.762`

θρίσκειν· τὸν θροῦν

`θ.763`

θρησκεία· λατρεία

`θ.765`

θριπήδεστον· ξύλον ὑπὸ θριπῶν βεβρωμένον. οἱ γὰρ ἐν τοῖς ξύλοις σῆτες οὕτως ἐκαλοῦντο

`θ.767`

θρίψ· γλίσχρος, φειδωλός

`θ.768`

Θριώ· δῆμος. ἑορτὴ Ἀπόλλωνος· καὶ ἡ σύντροφος αὐτοῦ

`θ.769`

Θριῶζε· εἰς Θριάσιον πεδίον

`θ.770`

θροεῖ· λαλεῖ. ψοφεῖ. θορυβεῖ. ἠχεῖ

`θ.771`

θροεῖται· ἐκπλήττεται

`θ.772`

θρόδακα· θρίδακα. Κύπριοι

`θ.773`

θρόμβοι αἵματος· αἷμα παχὺ πεπηγὸς, ὡς βουνοὶ αἵματος

`θ.774`

θρόνα· ἄνθη. καὶ τὰ ἐκ χρωμάτων ποικίλματα

`θ.775`

θρονίτις· πρώτιστος

`θ.776`

Θρόνιον· πόλις Λοκρίδος

`θ.777`

θρόνον τετράπουν· ... καὶ τὸν ἱερὸν δίφρον. καὶ ἐκπεποικιλμένον

`θ.778`

θρόνος· ἀνάκλιτος δίφρος

`θ.779`

θρόνωσις· καταρχὴ περὶ τοὺς μυουμένους

`θ.780`

θρόος· σκληρὰ φωνή. λαλιά. θροῦς. θόρυβος. φθόγγος. ψόφος. ἢ τεθραυσμένη φωνή

`θ.781`

θρώισκει· πηδᾷ, σκιρτᾷ

`θ.782`

θρωσμός· ὑψηλὸς τόπος

`θ.783`

θροῦς· ὁ διὰ στόματος ἦχος. λαλιά. ψιθυρισμός

`θ.784`

θρυαλλίς· ἐσχάρα. λύχνος. ἀκτίς. καὶ τῶν φυομένων τι, ἐξ οὗ ἐλλύχνια γίνεται. ἢ στυππίον ἐκ βοτάνης. ἤγουν τὸ ἐλλύχνιον

`θ.785`

θρίαμβοι· τρόπαια

`θ.786`

θρυλισμός· φωνή

`θ.787`

θρυγανᾷ· κνᾶται. ξύει

`θ.788`

θρυγανίς· ψίαθος

`θ.791`

θρυλλήματα· ἄσημοι φωναί

`θ.792`

θρυλλίχθη· συνετρίβη. συνεθραύσθη. ἀπεδρύφθη

`θ.793`

θρύλλοι· ψιθυρισμοί. ὁμιλίαι

`θ.794`

θρυμματίς· ἡ ὑφʼ ἡμῶν ἐνθρυμματίς

`θ.795`

θρυμίς· ἰχθὺς ποιός

`θ.796`

θρύμματα· κλάσματα ἄρτου

`θ.797`

Θρύον· πόλις ἐν Ἀρκαδίῃ, ἣν Θρυόεσσαν Ὅμηρος λέγει. καὶ εἶδος βοτάνης

`θ.799`

θρύπτακον· κλάσμα ἄρτου. Κρῆτες

`θ.800`

θρύπτεται· μαλακίζεται, τρυφᾷ, στρηνιᾷ. κλᾶται

`θ.801`

θρυπτεύεται· ὑπερηφανεύεται

`θ.802`

θρύψαι· θραῦσαι. κόψαι. κλάσαι. καὶ ἀνακλάσαι. μαλάξαι

`θ.803`

θρύσκα· ἄγρια λάχανα

`θ.804`

θρύψιχος· τρυφερός, μαλακός. αἰσχρός. χαῦνος

`θ.805`

θρυψίχρως· τρυφερός

`θ.806`

θρώσκει· πηδᾷ, ἀφάλλεται. κολυμβᾷ

`θ.808`

θρῶναξ· κηφήν. Λάκωνες

`θ.809`

θρώπτει· σκώπτει

`θ.810`

θρώσκει· πηδᾷ. σκιρτᾷ. τρέχει. ἅλλεται. πίπτει. ὀχεύει, ἔγκυον ποιεῖ, γεννᾷ

`θ.811`

θρῶσις· διαίρεσις. σπαρτίον, σειρά. καὶ ἡ κάτω σχοῖνος τοῦ δικτύου

`θ.812`

θρώσσει· γεννᾷ. φοβεῖται

`θ.813`

θρώσκω γνώμαν· Καλλίστρατος ἀντὶ τοῦ αἰσθάνομαι νοῦν κεῖσθαι λέγει. τινὲς δὲ ἀντὶ τοῦ ὀροῦσαι κατὰ τὸ πληθυντικόν

`θ.814`

θρώσκων κνώδαλα· ἐκθορίζων, καὶ σπερματίζων. γεννῶν. Αἰσχύλος Ἀμυμώνῃ

`θ.815`

θρωσμός· ὑψηλὸς τόπος βουνοειδής, ἀφʼ οὗ καταβαίνοντα θορεῖν ἔστι

`θ.816`

θόωσον· ὄξυνον

`θ.817`

θύα· ἀρτύματα. Κύπριοι. ἔνιοι τὰ ἀρώματα. Καλλίμαχος. Εὔπολις τὰ πέμματα. λέγεται δὲ καὶ τὰ θυόμενα ταῖν θεαῖν

`θ.818`

θυαλοῦν· τὸ θυτοῖς διαλαβεῖν. θυμιᾶσαι

`θ.819`

θυάματα· τὸ θύμον. καὶ θυμιάματα

`θ.820`

θυᾶν· καπρᾶν. ἐπὶ ὑός

`θ.821`

θύανον· τὴν θυώνην. πέμμα δέ ἐστιν ἀντὶ βοός

`θ.822`

θυάρπαξ· ἱερόσυλος

`θ.823`

θύας· πηδήσας

`θ.824`

θυγατριδῆ· ἐγγόνη. θυγάτηρ θυγατρός

`θ.825`

θυγατριδοῖ· τέκνα θυγατρός

`θ.826`

θύει· μαίνεται. ἐνθουσιᾷ

`θ.827`

θύειται· εὐθύνει. εὐφραίνεται.

`θ.828`

θυήεις· τεθυωμένος. τεθυμιαμένος

`θ.829`

θύελλα· ἀνέμου συστροφή. καὶ ὁρμή, ἢ καταιγίς

`θ.830`

θύελλαι· τῶν ἀνέμων καταιγιδώδεις πνοαί, καὶ συστροφαί

`θ.831`

θύεσσι· θυσίαις. ἢ θυμιάμασι

`θ.832`

θύεστον· ποτὸν τὸ ἀπὸ ἀρωμάτων

`θ.833`

θύεται· ἱεροσκοπεῖ ὡς Ἡρόδοτος

`θ.834`

θυέων· θυσιῶν

`θ.835`

θύη· θύματα. ἀρώματα

`θ.836`

θυηέντων· εὐόδμων

`θ.837`

θυηλάς· ἀπαρχάς. ἢ τὰς διὰ θυμάτων μαντείας

`θ.838`

θυηκόοι· ἱερεῖς

`θ.839`

θυηλήν· θυσίαν

`θ.840`

θυλήματα· τὰ ἐπιφερόμενα ἄλφιτα εἰς θυσίαν

`θ.841`

θυηπόλος· ὁ περὶ τὰς θυσίας ἀναστρεφόμενος ἱερεύς

`θ.842`

Θυιάς· Βακχίς· οἱ δὲ μαινάς

`θ.843`

Θύϊος· Ἀπόλλων ἐν Μιλήτῳ

`θ.844`

θυιόεν· πλῆρες

`θ.845`

θυιόεντες· ἀνθοῦντες

`θ.846`

θυιωθείς· μανείς. ὁρμήσας

`θ.847`

θυλάκια· ἀσκοὶ δερμάτινοι

`θ.848`

θυλακίζειν· τὸ ἀπαιτεῖν τι ἑπόμενον μετὰ θυλάκου. Ταραντῖνοι

`θ.849`

θύλαξ· προσκεφάλαιον

`θ.850`

θυλακοτρώξ· μῦς. οἱ δὲ ἀκρίς

`θ.851`

θυλακοφόροι· οἱ μεταλλεῖς, θυλάκοις περιφέροντες τὰ βρώματα καὶ πήραις· ὅθεν ἐκαλοῦντο καὶ πηροφόροι

`θ.852`

θυλήματα· βεβρεγμένα μέλιτι ἄλφιτα, ἢ θυμιάματα ἐπὶ βωμῶν

`θ.853`

θυλίδες· οἱ θύλακοι

`θ.854`

θύλλα· κλάδους, ἢ φύλλα. ἢ ἑορτὴ Ἀφροδίτης

`θ.855`

θυλλίς· θύλακος. γωρυτός. ἔλυτρον

`θ.857`

θῦμα· ἱερεῖον, σφάγιον, ὁλοκαύτωμα

`θ.858`

θυμαδέων· ἀθυμῶν

`θ.859`

θυμαίνει· ὀργίζεται

`θ.860`

θυμαλγέα· λυπηρά, τὴν ψυχὴν ἀλγεῖν ποιοῦντα, χαλεπόν

`θ.861`

θυμάλωπες· οἱ ἀπὸ τῆς θυμιάσεως σπινθῆρες

`θ.862`

θυμάλωψ· ἡ λιγνυώδης τοῦ πυρὸς ἀναφορά. τινὲς δὲ ξύλον κεκαυμένον, δαλόν

`θ.863`

θυμαμοργάς· ἡ νόσος. Ἐρετριεῖς

`θ.864`

θυμαρέα· τῇ ψυχῇ ἀρεστήν

`θ.865`

θυμαρές· εὐάρεστον. εὔκρατον

`θ.866`

θυμάρμενον· καταθύμιον. ἡδύ

`θ.867`

θύματα· σφάγια. ἀπαρχαί. ἱερεῖα. ὄργια

`θ.868`

Θύμβρα· τόπος τῆς Ἰλίου παρὰ τὸν Θύμβρον λεγόμενον ποταμὸν οὕτως ὀνομασθεὶς τῆς ἀρχαίας πόλεως ἀπέχοντα σταδίους δέκα, ὅπουγε καὶ ἱερὸν Ἀπόλλωνος Θυμβραίου

`θ.869`

Θυμβραῖος· Ἀπόλλωνος ἐπίθετον ἀπὸ τόπου

`θ.870`

Θύμβρις· ὄνομα ποταμοῦ

`θ.871`

θυμβροφάγος· ἀντὶ τοῦ δριμυφάγος· ἡ γὰρ θύμβρα δριμύ ἐστι βρῶμα

`θ.872`

θυμέλαι· οἱ βωμοί. καὶ τὰ ἄλφιτα τὰ ἐπιθυόμενα

`θ.873`

θυμέλη· οὕτως ἔλεγον ἀπὸ τῆς θυηλῆς τὸν βωμόν. οἱ δὲ τὸ ἐπίπυρον, ἐφʼ οὗ ἐπιθύουσιν, ἢ ἔδαφος ἱερόν

`θ.874`

θυμηγερέων· ἀνακτώμενος τὴν ψυχήν, καὶ τὸν θυμὸν συλλέγων

`θ.875`

θυμηδέα· θυμῷ ἁνδάνοντα

`θ.876`

θυμηδία· ἡδύτης, τέρψις, ἀρέσκεια. παρὰ τὸ ἡδύνειν

`θ.877`

θυμηρέα· καταθύμια, ἀρέσκοντα

`θ.878`

Θυμαιτάδαι· δῆμος φυλῆς Ἱπποθοωντίδος τῆς Ἀττικῆς

`θ.879`

θυμῆρες· ἡδύτερος, ἀρέσκον ψυχῇ· θυμὸς γὰρ ἡ ψυχή

`θ.880`

θύμιζε· προθυμοῦ. ὀργίζου

`θ.881`

θυμικώτερος· ὀργιλώτερος μετὰ θυμοῦ

`θ.882`

θυμιχθείς· πικρανθείς

`θ.883`

θυμοβόρον· χαλεπόν. ὑπὸ τοῦ θυμοῦ ἐσθιόμενον, ἢ τὴν ψυχὴν κατεσθίοντα

`θ.884`

θυμοβόροιο· ψυχοφθόρου

`θ.885`

θυμοδακής· ἁψικάρδιος. λυπῶν τὴν ψυχήν

`θ.886`

θυμοειδής· ὀργίλος. θυμώδης

`θ.887`

θυμολέοντα· γενναῖον, ἤτοι ἀνδρεῖον κατὰ τοὺς λέοντας, ἢ λεοντόθυμον

`θ.888`

θυμόμαντις· ὁ τὸ ἀποβησόμενον συλλογιζόμενος καὶ προγινώσκων. ψυχόμαντις. καὶ συνετῶς προορῶν τὰ ἀποβησόμενα

`θ.889`

θυμὸν ἔδων· λυπούμενος πάνυ, καὶ δακνόμενος τὴν ψυχήν

`θ.890`

θυμὸν ἀχεύων· τὴν ψυχὴν λυπούμενος

`θ.891`

θυμοραιστέων· τῆς ψυχῆς φθαρτικῶν. ἀνθρωποφάγων

`θ.892`

θυμοραιστής· θυμοφθόρος· ῥαῖσαι γὰρ τὸ φθεῖραι καὶ ῥῆξαι

`θ.893`

θυμός· ψυχή. ἢ προαίρεσις ὀξύτης. πνεῦμα. ἐπιθυμία. ὀργή. λογισμός

`θ.894`

θύμον· τὸ σκόροδον

`θ.895`

θυμόσοφος· ὁ ἐκ φύσεως εὐμαθής, καὶ εὐφυής, ὀξυμαθής, ἐκ φύσεως σοφός

`θ.896`

θυμοφθόρα· τὰ τὴν ψυχὴν διαφθείροντα

`θ.897`

θυμῷ· ἐν ψυχῇ

`θ.898`

θυμώδης· θυμῷ παρείξας καὶ ἰσχυρῶς θυμούμενος

`θ.899`

θυνάσαι· τέμνειν, κόπτειν ἀφειδῶς

`θ.900`

θυνᾶται· εὐωχεῖται. κατεσθίει

`θ.901`

θῦνε· ὥρμα. ἤγαγε

`θ.902`

θύνει· ὠθεῖται. φέρεται. τρέχει. χαίρει. ὁρμᾷ

`θ.903`

θυννάδες· τεμάχη ταρίχου

`θ.904`

θυννάζοντες· κεντοῦντες. τοὺς γὰρ μεγάλους θύννους τριόδουσιν ἐλάμβανον

`θ.905`

θυνᾶσαι· ἀπολαῦσαι. ἐνθουσιάσαι

`θ.906`

θυννίδες· θύννων τεμάχη, ὑποκοριστικῶς

`θ.907`

θύννον· τὸν ὅρκυνον λέγουσι· τὴν δὲ πηλαμίδα θυννίδα

`θ.908`

θῦνον· ἔσπευδον. ἔτρεχον

`θ.909`

θῦνος· πόλεμος. ὁρμή. δρόμος

`θ.910`

θυοδόκοι· βωμοί, οἱ τὰ θυμιάματα δεχόμενοι

`θ.911`

Θυόεις· χωρίον ἐν Εὐβοίᾳ

`θ.912`

θυόεν· εὐῶδες. τεθυμιαμένον

`θ.913`

θυόεν νέφος· ἀνεμῶδες. τεθυμιαμένον, εὐῶδες

`θ.914`

θυοκοχθεῖς· μάντεις

`θ.915`

θύον· ὄνομα δένδρου

`θ.916`

θύος· ἱερεῖον. θῦμα

`θ.917`

θυοσκεῖν· ἱεροῖς παρέζεσθαι, ἢ θεοῖς

`θ.918`

θυοσκόος· εἶδος μάντεως διὰ σπλάγχνων τὸ μέλλον δηλοῦντος. οἱ δὲ τὸν διʼ ἐμπύρων ἱερῶν τὰ σημαινόμενα νοοῦντα

`θ.919`

θυοσκόπος· ὁ διὰ τῶν σπλάγχνων ἢ θυμάτων μαντευόμενος

`θ.920`

θύπτης· ὁ τυρός

`θ.921`

θύραθεν, θύρασιν· ἔξωθεν, ἔξω

`θ.922`

θύραζε· τὰ ἔξω τῆς θύρας, ἐπὶ θύρας, ἢ εἰς τὴν θύραν.

`θ.923`

θύραζε Κᾶρες, οὐκέτʼ Ἀνθεστήρια· παροιμία, ἥν οἱ μὲν διὰ τὸ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαί φασιν, ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων

`θ.924`

θύραθεν· ἔξωθεν

`θ.925`

θυραία· ἀλλοτρία, ξένη

`θ.926`

θυραία· ... καὶ ἡ μεταξὺ δύο οἰκιῶν θύρα

`θ.927`

θυρεός· εἶδος ἀσπίδος. καὶ θυραῖος ὁ ξένος ὁ ἀλλότριος, καὶ ὁ ἐξωτικός

`θ.928`

θυραίων· ἀλλοτρίων, καὶ μὴ συνοίκων

`θ.929`

θυράγματα· ἀφοδεύματα

`θ.930`

θύραν· τὴν πτύχας ἔχουσαν

`θ.932`

θύραυλοι· τῶν ποιμένων οἱ ἀπόκοιτοι

`θ.934`

θυραυλοῦσι· πρὸ θυρῶν διατρίβουσι

`θ.935`

θυργανᾶν· κνήθειν

`θ.936`

Θυργωνίδαι· δῆμος ... τῆς Ἀττικῆς

`θ.937`

θύρδα· ἔξω. Ἀρκάδες

`θ.938`

Θυρεατικοί· στέφανοί τινες παρὰ Λακεδαιμονίοις

`θ.939`

θύρεθρα· θύραι.

`θ.940`

θυρεός· ἀσπίς, ἢ σκουτάριον. καὶ ὁ ἐπικείμενος τῇ θύρᾳ τοῦ Κύκλωπος λίθος ἀντὶ θύρας

`θ.941`

θύρετρα· θυρώματα

`θ.943`

θυρετρεᾶς φλιᾶς

`θ.944`

θυρηβόλιον· τὴν ἐπʼ ἀγρῷ οἴκησιν

`θ.945`

θύρηθʼ ἔα· ἔξω ἤμην

`θ.946`

θυρίς· ὀπὴ μικρά. θυρίδας Ἀττικοὶ τὰς τῶν γραμματείων πτυχάς. καὶ δίθυρον λέγουσιν, οὐ τρίθυρον, ἀλλὰ τρίπτυχον

`θ.947`

θυροιγόν· θυρωρόν

`θ.948`

θυροκοπιστικὸν ἢ θυροκοπικόν· οὕτως ἐκαλεῖτο ....

`θ.949`

Θυροποιός· οὕτως ἐκαλεῖτο Ἀριστομένης, ὁ κωμικὸς ποιητής, σκωπτικῶς

`θ.950`

θυραυλεῖν· ἔξω θυρῶν αὐλίζεσθαι

`θ.951`

θύρσος· ῥάβδος, βακτηρία βακχική, ἢ κλάδος. καὶ αὐλητὴς οὕτως ἐκαλεῖτο

`θ.952`

θυρσοπλῆγες· οἱ ἐν τοῖς Βακχείοις ἐνθεαζόμενοι

`θ.953`

Θύρσος· αὐλητὴς ἦν γυναῖκα ἔχων ἑταίραν

`θ.954`

Θύρσου γυνή· Ἀριστοφάνης ἐν Νήσοις οὐ τοῦ αὐλητοῦ μνημονεύων, ἀλλʼ ἀντὶ τοῦ φύλλα εἰπεῖν καὶ κλάδους

`θ.955`

θύρσοι· κλάδοι, λαμπάδες, λύχνοι

`θ.956`

θυρῶνας· τὰς σανίδας. καὶ τὰς εἰσόδους

`θ.957`

θυρωρός· ὁ παράνυμφος, ὁ τὴν θύραν τοῦ θαλάμου κλείων

`θ.958`

θῦσαι· ἀπάρξασθαι. θυμιᾶσαι. θυσιάσαι

`θ.959`

θύσανοι· κροσσοί. κόρυμβοι

`θ.960`

θυσάνουρος· δασύκερκος. ἄρσην

`θ.961`

θύσθλα· αἱ κράδαι. ἔνιοι μὲν τὰ φερόμενα τοῖς βωμοῖς Βακχικά. οἱ δὲ τὰ φύλλα τῆς ἀμπέλου. ἄλλοι κλάδους. οἱ δὲ ῥάβδους, νάρθηκας, θύματα, χοάς

`θ.962`

θυσιάδες· ἔνθεοι. τὴν τῶν Βακχῶν φωνὴν θυσιάδα φασί. ἐλέγοντο δὲ καὶ αἱ τῇ Περσεφόνῃ ἱερούμεναι

`θ.963`

θύσκα· κυρτία

`θ.964`

θυσπολίαι· θυηπολίαι

`θ.965`

θυσανόεσσα· κροσσωτή. αἰθερία· θύσανος γὰρ ὁ κροσσός

`θ.966`

θυσάνοις· κροσσοῖς

`θ.968`

θύσσεται· τινάσσεται

`θ.969`

θυσσόμεναι· σειόμεναι, τινασσόμεναι

`θ.970`

Θύστα· Θυῖα

`θ.971`

θυσσῶν· θηριωδῶς ὁρμῶν

`θ.972`

Θυστάδες· Νύμφαι τινές. αἱ ἔνθεοι. καὶ Βάκχαι

`θ.973`

θύστας· ὁ ἱερεὺς παρὰ Κρησί

`θ.974`

θυτηρίοις· θυμιατηρίοις

`θ.975`

θύστινον· τρίχινον. οἱ δὲ μεσοτριβῆ

`θ.976`

θύτης· μάντις, ἱεροσκόπος

`θ.977`

θῦψαι· τὸ ἐπικαῦσαι· ἀφʼ οὗ τὸ τεθυμμένον. ἄλλοι τυφῶσαι, καῦσαι

`θ.978`

θύψαντα· πῦρ καύσαντα

`θ.979`

θυώδεα· εὐώδη, εὔοσμα, θυμιάματος ὀσμὴν ἔχοντα

`θ.980`

θυῶεν· εὐῶδες

`θ.981`

θύωμα· μύρον. ἄρωμα

`θ.982`

θύων· σπεύδων, θυσιάζων

`θ.984`

Θυώνη· ἡ Σεμέλη

`θ.985`

Θυωνίδας· ὁ Διόνυσος παρὰ Ῥοδίοις. τοὺς συκίνους φάλητας

`θ.987`

θυωρίτης· τραπεζίτης

`θ.988`

θυωρόν· τράπεζαν τὴν τὰ θύη φυλάσσουσαν. καὶ τοὺς ἱερεῖς καὶ μυρεψοὺς οὕτω

`θ.989`

Θωμᾶς· ἄβυσσος. ἢ δίδυμος

`θ.990`

θωας· ζημίας. θῆρας ἐξ ὑαίνης καὶ λύκου γεννωμένους

`θ.991`

θῶες ὄρεσφιν· θηρία μικρὰ ὅμοια μεγάλων ἐν τοῖς ὄρεσι

`θ.992`

θωή· ζημία, βλάβη, ὅθεν ὁ ἀζήμιος ἀθῷος.

`θ.993`

θωθῆναι· φαγεῖν. γεύσασθαι

`θ.994`

θωκεῖ· κάθηται. ὁμιλεῖ

`θ.995`

θῶκος· καθέδρα, θρόνος, σύλλογος

`θ.996`

θῶμα· θαῦμα

`θ.997`

θωμένους· θοινωμένους, εὐωχουμένους

`θ.998`

θωμεῦσαι· συμμῖξαι. συνταγεῖν

`θ.999`

θῶμιγξ· λεπτὸν σχοινίον

`θ.1000`

θώμιγγες· δεσμοί, ὁρμιαί, σχοινία, χορδαί, σπαρτία κανάβινα

`θ.1001`

Θῶμις· ὁ Κάνωπος, πόλις ...

`θ.1002`

θωμίζει· νύσσει. δεσμεύει

`θ.1003`

θώμισσον· τὸν μισθόν

`θ.1004`

θωμιχθείς· μαστιχθείς

`θ.1005`

θωμός· σωρὸς σταχύων, ἢ κορμός

`θ.1006`

θῶνται· θοινῶνται, εὐωχοῦνται. εὐθηνοῦνται

`θ.1007`

θῶξαι· μεθύσαι. πληρῶσαι. θηριωδῶς βοῆσαι

`θ.1008`

θωός· ὄρνις ποιός

`θ.1009`

θῶπες· κόλακες. εἴρωνες

`θ.1010`

θωπικός· κολακευτικός

`θ.1011`

θωπεία· κολακεία

`θ.1012`

θώπτει· σκώπτει. θεραπεύει

`θ.1013`

θωρηκτάων· ὁπλιτῶν

`θ.1014`

θώραξ· ὅπλον. πύργος. χιτών. στῆθος. σῶμα. λωρίκιον. σφραγιδοφύλαξ. καὶ ἔρεα στέμματα. καὶ τὸ στῆθος ἡμῶν

`θ.1015`

θώρηκες· τὰ αὐτά

`θ.1016`

θώρηκος γύαλον· περιφραστικῶς τὸν θώρακα. τινὲς δὲ τὸ κοῖλον τοῦ θώρακος, ἢ τὸ κύτος. Γύαλον δὲ λέγεται τὸ κοῖλον. Ζητοῦσι δέ, πῶς πληγέντος κατὰ τοῦ ὤμου τοῦ Διομήδους φησί· θώρηκος γύαλον; πρὸς οὓς λεκτέον, ὅτι πᾶν τὸ γύαλον λέγεται. τὸ δὲ θώρηκος γύαλον, ὅτι ἁλυσιδωτοί, ἢ λεπιδωτοί. ἀνάγκη γὰρ τοὺς λεπιδωτοὺς καὶ κοίλους λέγειν· τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα, θαῦμα ἰδέσθαι

`θ.1017`

θωρηκτῇσι· τεθωρακισμένοις

`θ.1018`

θώρηξις· οἰνοποσία. καθόπλισις

`θ.1019`

θωρήσσεσθαι· καθοπλίζεσθαι, ἀπὸ μέρους τοῦ σώματος. μάχεσθαι. ἑτοιμάζεσθαι

`θ.1020`

θωρηχθῆναι· καθοπλισθῆναι

`θ.1021`

Θωρυκίων· οὗτος τελώνης ἦν

`θ.1022`

θώς· εἶδος θηρίου, λύκῳ ὅμοιον

`θ.1023`

θώσασθαι· εὐωχηθῆναι.

`θ.1024`

θῶσθαι· δαίνυσθαι. θοινᾶσθαι. εὐωχεῖσθαι. Αἰσχύλος Δικτυουλκοῖς

`θ.1025`

θωστήρια· εὐωχητήρια καὶ ὄνομα ἑορτῆς

`θ.1026`

θωτάζει· ἐμπαίζει, χλευάζει

`θ.1027`

θῶται· εὐθηνεῖται. θοινᾶται.

`θ.1028`

θωΰσσειν· βοᾶν μέλπειν. κηρύσσειν θηριωδῶς ὁρμᾶν

`θ.1029`

θωχθείς· θωρηχθείς. μεθυσθείς. Σοφοκλῆς Διονυσίσκῳ

`θ.1030`

θώψ· κόλαξ, ὁ μετὰ θαυμασμοῦ ἐγκωμιαστής

`θ.1031`

θώψεις· θωπεύσεις. Αἰσχύλος Σισύφῳ πετρακυλιστῇ

`θ.1032`

θώων· εἶδος θηρίου, ὡς λύκος

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: taq-abh`.
