---
title: "Lexicon Pi–Omega: Letter Tau"
title_greek: "Λεξικὸν (Π—Ω), Τ"
author: Hesychius the Alexandrian
eul_wid: taq-acd
eul_aid: taq
canonical: "https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-tau-taq-acd"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:78f54c39c8fb12c0c96684b0ac2d0fa12aaf8ed0dd3466d7782732f73d960022"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon Pi–Omega: Letter Tau

*Λεξικὸν (Π—Ω), Τ*

**Author:** Hesychius the Alexandrian

**eul_wid:** `taq-acd` · [HTML page](https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-tau-taq-acd)

## Text

Part of [Lexicon Pi–Omega](/works/hesychius-alexandria-lexicon-taq-ac)

`τ.1`

Τά· ταῦτα, ἅτινα αὐτά, ἀναφορικῶς·

  
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν  

`τ.2`

τὰ ἅ·

`τ.4`

τὰ αἰσχίω· τὰ χείρω

`τ.5`

τὰ ἀμείνω· τὰ κρείττονα

`τ.7`

τὰ ἀπὸ τρίποδος· παροιμία ἐπὶ τῶν ἀληθῶς λεγομένων· ἤτοι ἀπὸ τοῦ Δελφικοῦ τρίποδος· ἢ ἀπὸ τοῦ Πυθαγορικοῦ

`τ.8`

τὰ βάθη· τὰ ἀχώρητα, τὰ ἀκατάληπτα

`τ.9`

Ταβεήλ· ἀγαθοῦ Θεοῦ

`τ.10`

ταβάλα· ταβῆλα. ὑπὸ Πάρθων οὕτω καλεῖται ὄργανον κριβάνῳ ἐμφερές, ᾧ χρῶνται ἐν τοῖς πολέμοις ἀντὶ σάλπιγγος

`τ.11b`

ταβέρνων· πανδοχείων

`τ.12`

ταγαῖος· ὁ ἐξ ἐπιταγῆς τι ποιῶν

`τ.13`

ταγαῖς· ἀρχαῖς, ἡγεμονίαις

`τ.14`

τάγανα· ταῦτα. Κρῆτες

`τ.15`

ταγατίζων· κιχλίζων

`τ.16`

ταγή· βασιλικὴ δωρεά. καὶ ἡ σύναξις τῶν πρὸς τὸ ζῆν ἀναγκαίων

`τ.17`

ταγηνίαι· πεμμάτια ἀπὸ τηγάνων. οἱ δὲ στέας ὑγρόν, ἐπιχεόμενον τηγάνῳ, ᾧ προσβάλλεται μέλι, σησάμη, τυρός

`τ.18`

τάγηνον· τήγανον

`τ.19`

τάγιλος· φειδωλός

`τ.20`

τάγιος· κήρυξ. πρεσβευτής. ὀξύς. ταχύς. βάσιμος

`τ.21`

ταγοί· προστάται, ἄρχοντες, ἡγεμόνες

`τ.22`

ταγύρια· τὰ ἐλάχιστα, τὰ τυχόντα

`τ.23`

ταγόναγα· Μακεδονική τις ἀρχή

`τ.24`

τὰ δʼ ἄποινα· τὰ δὲ λύτρα

`τ.25`

τὰ δέ· ταῦτα

`τ.26`

τὰ δʼ ἐρῆμα φοβεῖται· τὰ δὲ πρόβατα ἔρημα γενόμενα τῇ τοῦ ποιμένος φυγῇ

`τ.27`

τὰ διαβούλια· τοὺς διαλογισμούς

`τ.28`

ταθείς· ἁπλωθείς

`τ.29`

τατθίον· μασθός, τιτθίον

`τ.30`

ταὶ δὲ χθόνα· .......

`τ.31`

ταῖν· ταῖς

`τ.33`

ταιναρίας· παρὰ Λακεδαιμονίοις ἑορτὴ Ποσειδῶνος· καὶ ἐν αὐτῇ Ταιναρισταί. Ταίναρον γὰρ πεδίον Λακωνικῆς

`τ.34`

ταῖν θεαῖν· ταῖς θεαῖς

`τ.35`

ταινίαι· στέμματα τῶν ἱερέων, διαδήματα ἀρχιερατικά, ἢ ζῶναι, ἢ στέφανοι, κόσμοι, ἢ δεσμοὶ ἱεροί

`τ.36`

ταινιοῦντες· κοσμοῦντες, δεσμοῦντες, στεφανοῦντες

`τ.37`

τὰ κέρατα· τὰ ἄκρα

`τ.38`

τακερόν· τηκτόν. οἰκτρόν

`τ.39`

τακτικοῖς· στρατιωτικοῖς, πολεμικοῖς

`τ.40`

τακτόν· ὁμοίως

`τ.41`

τἀκ τοῦ νίτρου· τὰ τῶν μαγείρων ξηρὰ ἀρτύματα· διὰ τὸ ἔνθα καὶ τὸ νίτρον πωλεῖσθαι

`τ.42`

τακῶνες· τροχίσκοι στέατος κεκομμένου μεθʼ ἁλῶν, καὶ ξηρῶν ἀρτυμάτων

`τ.43`

τάλα· μέγα

`τ.44`

ταλαεργοί· οἱ ὑπομένοντες τὰ ἔργα, τλητικοί, ταλαίπωροι, δυσπαθεῖς

`τ.45`

ταλαεργόν· τὰ αὐτά

`τ.46`

ταλαίνης· ἀθλίας, ταλαιπώρου

`τ.47`

ταλαιπωρία· μοχθηρία

`τ.48`

ταλαίπωρος· ἐπίπονος, τλητικός

`τ.50`

ταλακάρδιος· τλητικός, ὑπομονητικὸς κατὰ τὴν καρδίαν

`τ.49`

ταλαίφρων· καρτερικός

`τ.51`

ταλανίζει· θρηνεῖ

`τ.52`

τάλαντα· ζυγά, σταθμοί

`τ.53`

τάλαντον· λίτραι ἑκατὸν εἴκοσι πέντε κατὰ τὸν μέγαν Ἐπιφάνιον

`τ.54`

ταλανταίων· μεδίμνων, καὶ σταθμίων

`τ.55`

ταλάντατα· ἀτυχέστατα

`τ.56`

ταλαντεύει· σταθμίζει, ζυγοστατεῖ

`τ.57`

ταλαντιαῖον· βαρύ

`τ.58`

Ταλάντιον· τόπος. Ἀρτεμίδωρος

`τ.59`

τάλαντον· σταθμός, ζυγός. ὁλκὴ λιτρῶν ἑκατόν, ἢ ἑκατὸν εἰκοσιπέντε, ἢ ἑκατὸν ἑξηκονταπέντε. ἢ τετρακόσια. ἢ χίλια ἑκατὸν πεντηκονταδύο

`τ.60`

τάλαντος· ταλαιπώρου

`τ.61`

ταλαντώσει· σταθμήσει, στήσει

`τ.62`

ταλαόν· ὑποστατικόν. ἰσχυρόν, βίαιον

`τ.63`

ταλαπείριος· τλητικὸς κατὰ τὴν πεῖραν, ἢ τηλόθεν διαπεπεραιωμένος. οἱ δὲ ἀφιγμένος

`τ.64`

ταλαρίς· ἐξ οὗ βάλλουσι τοὺς ἀστραγάλους

`τ.65`

ταλαπενθέα· ὑπομένοντα τὰ πένθη

`τ.66`

τάλαροι· κάλαθοι ἐρίων. καὶ ἐν οἷς οἱ τυροὶ πήγνυνται·

  
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν  

`τ.67`

τάλας· ἄθλιος, ταλαίπωρος

`τ.68`

ταλάσια· τὰ ἔρια

`τ.70`

ταλασία· ἐριουργία, ἐργασία

`τ.71`

ταλασιουργία· τῶν ἐρίων τὰ ἔργα

`τ.72`

ταλασιουργός· ἐριουργός. καὶ ἡ ἐν τοῖς ταλάροις ἐργαζομένη κρόκη, ἢ ἔρια

`τ.73`

ταλασίφρων· ταλακάρδιος, ἰσχυρός, τολμηρός. θρασύς, ὑπομονητικός, ἰσχυρόφρων

`τ.74`

ταλάσεις· ὑπομενεῖς, τολμήσεις

`τ.75`

ταλάσσαι· ὑπομεῖναι. καὶ τὰ ὅμοια

`τ.76`

ταλαύῤινον· ὑπομονητικόν, τολμηρόν, πολεμιστήν

`τ.77`

ταλάφρονα· τλητικὸν κατὰ τὰς φρένας. οἱ δὲ ἰσχυρογνώμονα

`τ.78`

ταλαώρεα· τοξεύματα

`τ.79`

Ταλαιός· ὁ Ζεὺς ἐν Κρήτῃ

`τ.80`

ταλαιδίτης· ἀγὼν γυμνικός

`τ.81`

ταλικής· ἀναιδής

`τ.82`

ταλίκην· τηλικαύτην

`τ.84`

τάλιξ· ὁ ἔρως

`τ.85`

ταλίων· ἀθλίων

`τ.85a`

τᾶλις· ἡ μελλόγαμος παρθένος καὶ κατωνομασμένη τινί, οἱ δὲ γυναῖκα γαμετήν, οἱ δὲ νύμφην

`τ.86`

Ταλύβιος· ἱερεύς

`τ.87`

ταλῶς· ὁ ἥλιος

`τ.88`

τἀμά· τὰ ἐμά

`τ.89`

ταμᾶς· γαμβρός

`τ.90`

τάμε· ἔταμεν

`τ.91`

ταμέει· τέμνει

`τ.92`

ταμεῖν· τεμεῖν

`τ.93`

ταμέσθαι· ἀπομερίσαι. ἐπιτμῆσαι

`τ.94`

ταμεῖα· ἀπόκρυφα οἰκήματα

`τ.95`

ταμεσίχροα· τέμνοντα τὸν χρῶτα. ἀπὸ μέρους δὲ λέγει τὴν σάρκα

`τ.96`

τὰ μέταζε· μετὰ ταῦτα. Δωριεῖς

`τ.97`

ταμετάτι· τηνικάδε

`τ.98`

ταμίαι· οἱ τῶν δημοσίων χρημάτων καὶ πάντων τῶν κοινῶν προστάται καὶ φύλακες, ταμιοῦχοι

`τ.99`

ταμίαν· ζημίαν

`τ.100`

ταμιείας· φύλαξ χρημάτων, προστάτης, δεσπότης, οἰκονόμος, διοικητής

`τ.101`

ταμιεῖον· κοιτῶνα

`τ.102`

ταμιεύεται· διοικεῖται. ἀποκρύβει

`τ.103`

ταμίη· ἢ προστάτις τοῦ οἴκου, διοικήτρια, ἢ κελλαρία πιστή. καὶ ἀρχὴ Ἀθήνησιν

`τ.104`

ταμίην· δέσποιναν, τὴν τοῦ οἴκου προεστῶσαν

`τ.105`

ταμεῖον· θάλαμος

`τ.106`

ταμειοῦχος· οἰκονόμος

`τ.107`

Ταμιράδαι· ἱερεῖς τινες ἐν Κύπρῳ

`τ.108`

τάμισος· ἡ πυτία

`τ.109`

τάμνειν· διατέμνειν

`τ.110`

τάμνεν· ἐνέκοψεν

`τ.111`

τάμνοντες· διατέμνοντες. ποιοῦντες·

  
τάμνον τʼ ἀμφὶ  
  
περιήλαυνον  

`τ.112`

τάμοις· τέμοις. ποιήσαις

`τ.114`

ταμόντες· ποιήσαντες. συνθέμενοι

`τ.115`

τάμωμεν· ποιήσωμεν

`τ.115a`

τάν· σύ, Ἀττικῶς. ἢ ταύτην. ἢ τούτων

`τ.116`

τανάγρα· ἀγγεῖον χαλκοῦν, ἐν ᾧ ἤρτυον τὰ κρέα

`τ.117`

Ταναγρίδαι· οἱ Ταναγρεῖς

`τ.118`

Ταναγραίων φυήν· Κητεῖ ὁμοιοτάτην. Ἔφορος λέγει εἶναί τινα ἐν Τανάγρᾳ παχύτατον, ὃς ἐλέγετο Κητεύς

`τ.119`

ταναηκέα· διʼ ὅλου ἠκονημένα, ὀξέα, ἀποτεταμένην τὴν ἀκμὴν ἔχοντα

`τ.120`

ταναηκέϊ· τὰ αὐτά

`τ.121`

ταναηκέος· μακροῦ, τοῦ μακρὰν λαβὴν ἔχοντος

`τ.122`

ταναηκές· εὔμηκες

`τ.124`

ταναῆς· ἐκτεταμένης

`τ.126`

ταναοῖο· ἐπιμήκους, μακροῦ, πάνυ ἐκτεταμένου

`τ.127`

ταναόν· ἰσχυρόν. ὀξύ. λεπτόν. σκληρόν. μέγα. ὑγρόν. μακρόν

`τ.129`

ταναύποδα· ὀρθόποδα, τεταμένοις τοῖς ποσὶ κατὰ τὴν ὁδοιπορίαν

`τ.130`

τἄνδον· τὰ ἔνδον

`τ.131`

τανέη· ἀποτεταμένῃ

`τ.132`

τανεηκῆ· ἐκτεταμένην ἔχοντι τὴν ἀκμήν

`τ.133`

τανηλεγέος· παρατεταμένην ἔχοντος τὴν ἀλγηδόνα. μακροκοιμήτου·

  
τανηλεγέος θανάτοιο  

`τ.134`

τανθαλύζει· τρέμει. Δωριεῖς. οἱ δὲ σπαίρει

`τ.135`

τἀνθάριον· ἐρύθημα

`τ.137`

τανίσφυρος· ὀρθόσφυρος. εὔσφυρος. λεπτόσφυρος

`τ.138`

τανθαρυστός· ὁ τρόμου παρασκευαστικός

`τ.140`

τανταλάσσεται· δάκρυα. στάζει δάκρυα

`τ.142`

τανύγλωσσοι· μακρόφωνοι. ἢ τεταμένην ἔχουσαι τὴν γλῶτταν

`τ.141`

τανταλίζεται· σαλεύεται

`τ.143`

τανυγλώχινες· τεταμένας τὰς γωνίας ἔχοντες

`τ.144`

τανύει· ἐκτείνει, ἕλκει, τείνει

`τ.145`

τανυηκές· τὴν ἀκὴν ἔχον παρατεταμένην

`τ.146`

τανυηκέας· ἐκτεταμένους ὄζους

`τ.147`

τανύοντο· ἐξετείνοντο. ἔτρεχον·

  
τανύοντο δὲ μώνυχες ἵπποι  
  
ἐπὶ τῶν συῶν. ἐξετείνοντο διὰ τὴν λιπαρίαν·  
  
εὐόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο  

`τ.148`

τανύπεπλος· μακρόπεπλος

`τ.149`

τανύποδας Ἐρινῦς· ταχύποδας, ἐν τάχει τιμωρουμένας

`τ.150`

τανύπτερος· μακρόπτερος, τεταμένα ἔχων πτερά

`τ.151`

τανυπρώρους· τὰς καλύπτρας· διὰ τὸ περὶ τὸ πρόσωπον περιτετάσθαι

`τ.152`

τανυσσάμενος· ἐκταθείς

`τ.153`

τάνυσσα· ἐνέτεινα

`τ.154`

τάνυσσαν· ἐνέτεινον

`τ.155`

τανύσσας· ἁπλώσας. ἐκτείνας. κρεμάσας

`τ.156`

τανύτριχα· δασύτριχα. λεπτότριχα

`τ.157`

τὰ νῶτα· τὰ ὀπίσθια

`τ.158`

ταξάμενοι· ὁρίσαντες

`τ.159`

τάξις· ἡ ἐπὶ ὀφειλομένοις χρήμασι καταβολή. ἢ ἀκολουθία, καὶ εἱρμός

`τ.160`

τάξος· δένδρον. τι ὀρεινόν

`τ.161`

τάξω· συντάξω. θήσω

`τ.162`

ταπεινόν· χθαμαλόν

`τ.163`

τάπιδες· τάπητες

`τ.164`

τὰ ὅπλα τοῦ φωτός· τὴν φυλακὴν τῆς τῶν ἐντολῶν ἐργασίας

`τ.165`

τάπις· προσκεφάλαιον

`τ.166`

τάπερ· ἅτινα

`τ.167`

τάπησι· ποικίλοις στρώμασιν

`τ.168`

τὰ πρόσω· τὰ ἔμπροσθεν

`τ.169`

τὰ πρῶτα· ἀντὶ τοῦ ἅπαξ. ἢ τὸ πρῶτον, καὶ ἐξ ἀρχῆς

`τ.170`

τάρ· σύνδεσμος. δέ, δή, ἄρα, καὶ δή, ταχέως

`τ.171`

τά ῥα· ἅτινα δή

`τ.172`

ταρβήσαντες· φοβηθέντες, εὐλαβηθέντες

`τ.173`

`τ.174`

τάρανδος· ζῶον ἐλάφῳ παραπλήσιον, οὗ τὰς δορὰς εἰς χιτῶνας χρῶνται Σκύθαι

`τ.175`

Ταραντῖναι· αἵματι βαφαί, τινὲς δὲ τὰς πορφύρας. ἐδώδιμοι γάρ. καὶ ἐξ αὐτῶν τραχήλια

`τ.176`

Ταραντῖνοι· ἱππεῖς τινες ὀνομάζονται. οἱ δὲ τοὺς ἀκοντιστάς, ἢ τοὺς ψιλοὺς ἱππεῖς, ὡς καὶ Ἵππαρχος

`τ.177`

Ταραντῖνον· ἱμάτιον γυναικεῖον λεπτόν, κρωσσοὺς ἔχον ἐκ τοῦ ἑνὸς μέρους

`τ.178`

Ταράξιππος· οὕτως ὑπʼ ἐνίων Πέλοψ ἱστορεῖται, οὗ τάφος ἐν Ὀλυμπίᾳ

`τ.179`

τά ῥά οἱ· ἃ δὴ αὐτῷ

`τ.180`

τʼ ἄρα τἄλλα· καὶ τὰ ἄλλα δέ

`τ.181`

Τάρας· πόλις Ἰταλίας· ἀπὸ Τάραντος τοῦ Ποσειδῶνος. ἔστι δὲ Λακώνων ἄποικος

`τ.182`

ταρβεῖ· φοβεῖται

`τ.183`

τάρβει· φοβοῦ

`τ.184`

τάρβησαν· ηὐλαβήθησαν

`τ.185`

ταρβαρέον· δεινόν, φοβερόν

`τ.186`

τάρβος· φόβος

`τ.187`

ταργαίνειν· ταράσσειν

`τ.188`

ταργάναι· πλοκαί, συνδέσεις, πέδαι

`τ.189`

τάργανον· ὄξος. Λυδοί. ἢ τὸ ταράττον. ἢ τὸ ἀπὸ στεμφύλων πόμα. καὶ πόα, ἣ καὶ σκορπίουρος·

`τ.190`

`τ.191`

ταριχεύουσαι· τήκουσαι

`τ.192`

ταριχευτόν· τηκτόν. ξηρόν

`τ.193`

ταρκούει· ἀκούει

`τ.194`

ταρμύξασθαι· φοβηθῆναι

`τ.195`

ταρνόν· κολοβόν, κολοβόουρον

`τ.196`

Τάρνη· πόλις ἐν Λυδίᾳ. οἱ δὲ ἐν Μυσίᾳ, ὅθεν ἦν Ἑρμείας, ὁ Ἀριστοτέλους τοῦ φιλοσόφου γνώριμος

`τ.197`

τάρπη· συρακούσιοισύηνος. τινὲς σορόν

`τ.198`

ταρόν· ταχύ

`τ.199`

τάρπημεν· ἐκορέσθημεν

`τ.200`

ταρπήμεναι· τερφθῆναι,

`τ.201`

τάρπησαν· τέρψιν ἔλαβον

`τ.202`

τάῤῥοθοι· παρορμῆται. βοηθοί

`τ.203`

τάῤῥοθος· βοηθός, ἀρωγός

`τ.204`

ταῤῥοί· τὰ ἀγγεῖα τῶν τυρῶν

`τ.205`

ταῤῥός· κώπη. καὶ πλέγμα καλάμινον, ἐφʼ οὗ τοὺς τυροὺς ξηραίνουσιν, ἔνιοι ταρσοὺς κρεμαστούς. καὶ λίθος ὁ κάτω τιθέμενος ἐν τῷ ἰπνῷ ἐν τοῖς μεταλλεῦσιν

`τ.206`

ταρσῆται· ἀγγεῖα, ἐν οἷς οἱ τυροὶ ψύχονται

`τ.207`

ταρσιήν· τὴν τρασιάν

`τ.208`

ταρσίοις· πτεροῖς ἄκροις

`τ.209`

Ταρσοί· πόλις Συρίας. καὶ τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν. καὶ τὸ ἐπάνω τοῦ πέλματος. καὶ τῆς κώπης τὸ ἄκρον

`τ.210`

ταρσοὺς καλάμων· πλέγματα καλάμων

`τ.211`

τάρταρος· ὁ ὑπὸ τὴν γῆν κατώτατος τόπος

`τ.212`

ταρτημόριον· τὸ τριτημόριον, ἢ τὸ δίχαλκον

`τ.213`

Ταρτησσίαις· γαλαῖς

`τ.214`

Ταρτησσός· πόλις περὶ τὰς Ἡρακλείους στήλας

`τ.215`

ταρφέα· συνεχῆ. ξηρά. ὀξέα. τραχέα

`τ.216`

ταρφέσι· πυκνοῖς

`τ.218`

Τάρφη· πόλις Λοκρίδος. οἱ δὲ σποδός, τέφρα. ἢ βλαστός

`τ.219`

ταρφήεντα· τεφρώδη

`τ.221`

ταρφειαί· πυκναί, συνεχεῖς

`τ.223`

τάρφθεν· ἐτέρφθησαν

`τ.224`

ταρφθήμεναι· τερφθῆναι

`τ.225`

ταρφὺς στάχυς·

`τ.226`

τάρχη· τάραξις

`τ.227`

ταρχάνιον· ἐντάφιον

`τ.228`

τέρχανον· πένθος, κῆδος

`τ.229`

ταρχύειν· θάπτειν, ἐνταφιάζειν

`τ.230`

ταρχῦσαι· θάψαι, ἐνταφιάσαι

`τ.231`

ταρχύσωσι· τὰ αὐτά

`τ.232`

τάσις· ὤθησις. σεισμός

`τ.233`

τᾶς οὐ τλατᾶς· τῆς οὐχ ὑπομονητικῆς

`τ.234`

τᾶς οὐ φερτᾶς· τῆς οὐ φορητῆς

`τ.235`

τὰς σφετέρας· τὰς αὐτῶν

`τ.236`

τὰ στέγη· τὰς στέγας. τὰς κέλλας

`τ.237`

τὰ στίγματα· τὰ παθήματα, τὰ ἕλκη

`τ.238`

τὰς ὠτειλάς· τὰ τραύματα

`τ.239`

τά τʼ ἐόντα· τὰ νῦν ὄντα

`τ.240`

τᾶτες· κατʼ ἔτος

`τ.241`

τά τʼ ἐσσόμενα· τά τε μέλλοντα

`τ.242`

τατύρας· ὁ φασιανὸς ὄρνις

`τ.243`

τατωμένα· στερομένη

`τ.244`

ταϋγέταις· πύλαις ταῖς μεγάλαις

`τ.245`

ταυληρόντα· ἱμάντα. Ἡρακλέων

`τ.246`

ταυρείην· ἐκ ταυρείου δέρματος κατεσκευασμένην περικεφαλαίαν

`τ.247`

Ταύρειον πῶμα· Σοφοκλῆς Αἰγεῖ. ἀπὸ Ταύρου ποταμοῦ περὶ Τροιζῆνα, παρʼ ᾧ καὶ κρήνη Ὑόεσσα

`τ.248`

Ταυρία· ἑορτή τις ἀγομένη Ποσειδῶνος

`τ.249`

ταυρίνδα· κεφαλή. ἢ παιδιὰ παρὰ Ταραντίνοις

`τ.250`

ταῦροι· οἱ παρὰ Ἐφεσίοις οἰνοχόοι. καὶ οἱ τέλειοι βόες

`τ.251`

ταυροπόλια· ἃ εἰς ἑορτὴν ἄγουσιν Ἀρτέμιδι

`τ.252`

Ταυροπόλαι· ἡ Ἄρτεμις, καὶ ἡ Ἀθηνᾶ

`τ.253`

Ταῦρος· Ταύρειος, ὁ Ποσειδῶν. Φανόδημος δὲ τὰς κριθὰς προσαγορεύεσθαι ταῦρον, ὅτι κέρας ἔχουσιν. ἄλλοι δὲ τὸν παιδεραστήν. καὶ τὸ γυναικεῖον

`τ.254`

ταυροφάγος· ὁ Διόνυσος

`τ.255`

ταυρόφθογγοι· παραπλήσια βουσὶ φθεγγόμενοι

`τ.256`

ταυροχόλια· ἑορτὴ ἐν Κυζίκῳ

`τ.257`

Ταυρώ· ἡ ἐν Ταύροις Ἄρτεμις

`τ.258`

ταύρωσον· ταῦρον ποίησον

`τ.259`

ταΰς· μέγας, πολύς

`τ.260`

ταΰσας· μεγαλύνας, πλεονάσας

`τ.261`

ταύσιμον· μάταιον

`τ.262`

ταυτά· τὰ ἴσα. τὰ ὅμοια

`τ.263`

ταύτασος· ὄρνις ποιός

`τ.264`

ταυτέας· αὐλὰς μεγάλας

`τ.265`

ταύτῃ· οὕτως, τούτῳ τῷ τρόπῳ

`τ.266`

ταυτί· ταῦτα. ἢ τοῦτο

`τ.267`

ὁμοιότης

`τ.268`

ταύτῃ τοι· οὕτω δή

`τ.269`

ταυτό· ταυτόν, τὸ αὐτό

`τ.270`

ταυτοέπειαι· ταυτολογίαι

`τ.271`

ταυτοεπεῖν· τὸ αὐτὸ λέγειν

`τ.272`

ταυτότητος· ἀπαραλλάκτου καὶ φυσικῆς κοινωνίας

`τ.273`

ταφεῖς· θεωροί. θαυμασταί. ἢ οἱ νεκροτάφοι

`τ.274`

ταφεύς· θεωρός. καὶ τὰ ὅμοια

`τ.275`

ταφῆες· κτερισταί. ἀγχιστεῖς

`τ.276`

ταφήϊα· ἐντάφια, εἰς ταφὴν εὔθετα ἱμάτια

`τ.277`

Τάφιοι· οἱ Τηλεβόαι λεγόμενοι, οἱ τὰς Ἐχινάδας νήσους κατοικοῦντες

`τ.278`

τάφος· τὸ γινόμενον περίδειπνον ἐπὶ τῇ τῶν κατοιχομένων τιμῇ. ἢ τύμβος. ἢ σημεῖον

`τ.279`

τάφρος· ἐπίμηκες ὄρυγμα ἔξωθεν τοῦ τείχους γινόμενον πρὸς ἔκπληξιν πολεμίων

`τ.280`

ταφρεῦσαι· διορύξαι

`τ.281`

ταφών· ἐκπλαγείς, θαμβηθείς

`τ.282`

τάχα· ταχέως, ὡς σάφα, ἢ ἴσως. καὶ ταχεῖα ὁμοίως

`τ.283`

ταχινοί· γοργοί

`τ.284`

ταχή· βόη

`τ.285`

ταχίνης· λαγωός. ἔλαφος

`τ.286`

τάχιστα·

`τ.287`

ταχυβάμονας ὅρκους· ἀντὶ τοῦ βραδεῖς, βέλτιον δὲ τοὺς ἐν ἔρωτι γινομένους· ἀβλαβεῖς γὰρ οἱ ἐπιορκήσαντες

`τ.288`

ταχυναυτεῖ· ταχέως πλέει

`τ.289`

ταχύπωλοι· ταχυπόροι, ταχύοδοι

`τ.290`

ταχυπώλων· ταχεῖς ἵππους ἐχόντων

`τ.291`

ταχυτῆτος· τάχους. λέγει δὲ τοῦ δρόμου

`τ.292`

τάων· τούτων

`τ.293`

τάων μοι· τούτων μοι

`τ.294`

τάως· τέως. Κρῆτες. καὶ δασέως τὸ ὄρνεον

`τ.295`

τεά· τὰ σά

`τ.296`

τεαῖς· ταῖς σαῖς

`τ.297`

τεάν· σήν

`τ.298`

τέγγει· βρέχει, ὑγραίνει. στάζει

`τ.299`

τέγγεις· πληροῖς. κλαίεις. βρέχεις. σταλάζεις

`τ.300`

τέγγεσθαι· εἴκειν. ἐνδιδόναι

`τ.301`

τέγγοις· βρέχοις. πληροῖς

`τ.302`

τεγγύρος· ὄρνεον ποιόν

`τ.303`

τέγεα· κόρυζα. Κῶοι. καὶ πόλις Ἀρκαδίας

`τ.304`

 <span class="gap">…</span> τέγεοι· ὑπερῷοι οἶκοι

`τ.305`

τεγείδιον· κοσμάριον ποιὸν γυναικεῖον

`τ.306`

τέγεος· τέγους, ἤγουν στέγης

`τ.307`

τέγη· στέγη. οἴκημα

`τ.308`

Τεγησσός· ἀκρωτήριον Κύπρου

`τ.309`

τεγκτούς· χριστούς

`τ.311`

τέγος· στέγη. δῶμα. ὑπερῷον

`τ.312`

τεγοῦν· Λυδοὶ τὴν λῃστήν

`τ.314`

τεήν· σήν

`τ.315`

τεῆς· τῆς σῆς

`τ.316`

τεθαλυῖαν· θάλλουσαν, ἀκμάζουσαν

`τ.317`

τεθαγμένοι· μεμεθυσμένοι

`τ.318`

τέθαξαι· μεμέθυσαι

`τ.319`

τεθαῤῥήκαμεν· ἐθαῤῥήκαμεν

`τ.322`

τεθηγμένον· ἠκονημένον

`τ.324`

τεθήλαμεν· ἀνεφύημεν

`τ.325`

τέθηλε· θάλλει, ἀνθεῖ

`τ.326`

τεθηλότα· ὁμοίως

`τ.327`

τέθηπεν· ἐξεπλάγη, πεφόβηται, ἐπτοήθη

`τ.328`

τεθηπός· πεφοβημένον. σεσηρός

`τ.329`

τεθήσεται· Ἡρακλέων. δανεισθήσεται

`τ.330`

τεθήσατο· ἐθηλάσατο

`τ.331`

τέθμια· νόμους

`τ.332`

τέθμια· νόμιμα

`τ.333`

τεθμός· νόμος

`τ.335`

τεθολωμένον· μεμυρισμένον

`τ.336`

τεθολώς· ἀνάπλεως. Ἀμερίας

`τ.337`

τεθοωμένον· ὠξυμμένον. καὶ ἐθόωσα ὤξυνα

`τ.338`

τεθράνευμαι· συγκέκλασμαι. ἀπὸ τῶν θράνων

`τ.339`

τέθραπται· πέπηγεν

`τ.340`

τεθορεῖν· διαπηδῆσαι

`τ.341`

τεθρᾶσθαι· ὠχεῦσθαι

`τ.342`

τεθραυσμένος· πεπληγμένος

`τ.344`

τεθριπποβάμονι στόλῳ· τῇ ὁρμῇ τοῦ ἅρματος

`τ.345`

τέθριππον· τετράϊππον ἅρμα

`τ.346`

τεθυλλιαμένον· τεταραγμένον, ἀπὸ τῆς θυέλλης

`τ.347`

τεθυμμένον· τὸ κεκαυμένον ὑπὸ πυρός

`τ.348`

τεθυκώς· εὐχαριστήσας

`τ.349`

τεθυωμένον· ἡγνισμένον. τεθυμιασμένον. εὐῶδες

`τ.350`

τεθωγμένοι· τεθυμωμένοι

`τ.351`

τέθωκται· τεθύμωται

`τ.352`

τεθωγμένοι· μεμεθυσμένοι

`τ.354`

Τειγησός· ἀκρωτήριον Κύπρου

`τ.355`

τεῖδε· ἐνθάδε

`τ.356`

τεῖν· ζητεῖν. ἄλλοι δὲ σοί

`τ.357`

τίνειν· ἀποδιδόναι

`τ.358`

τεῖον· ποῖον. Κρῆτες

`τ.359`

τείρεα· ἄστρα

`τ.360`

τείρει· καταπονεῖ

`τ.361`

τείρεο· κατεπονεῖτο

`τ.362`

τείρεσθαι· καταπονεῖσθαι

`τ.363`

τειρόμενον· καταπονούμενον. τιμωρούμενον

`τ.364`

τείρων· λυπῶν. τιμωρῶν. καταπονῶν

`τ.365`

τείχεα· τέκνα

`τ.366`

τειχιόεσσαν· καλὰ τείχη ἔχουσαν

`τ.367`

τειχεσβλῆτα· τείχη καταβαλών

`τ.368`

τειχεσιπλῆτα· προσπελάζων τείχεσι

`τ.369`

τειχίον· Ἀττικοὶ τὸν περίβολον τοῖς χωρίοις. ὁ δὲ Ὅμηρος τεῖχος μὲν τὸ τῆς πόλεως, τειχίον δὲ τὸ τῆς οἰκίας

`τ.370`

τειχομαχεῖ· πολιορκεῖ

`τ.371`

τεῖχος Ἄρειον· ἀντὶ τοῦ πόλιν Ἄρεως. δηλοῖ δὲ καὶ τὸ ἰσχυρόν, καὶ τὸ ἀσφαλές

`τ.372`

Τειχοφύλαξ· ἥρως τις ἐν Μυρίνῃ

`τ.373`

τέκεν· ἔτεκεν, ἐγέννησεν

`τ.374`

τεκέεσσι· τέκνοις ἰδίοις τέκεσιν ἑοῖσι· τέκνοις ἰδίοις

`τ.375`

τέκμαρ· πέρας, τέλος

`τ.376`

τεκμαίρεο· σημείωσαι

`τ.377`

τεκμαίρεσθαι· σκέπτεσθαι. φράζεσθαι

`τ.378`

τεκμαίρομαι· ἀποτελέσω. σημειώσομαι

`τ.379`

τεκμαίρεται· ἐπὶ τέλος ἄγει. στοχάζεται. περαίνει

`τ.380`

τεκμήρατο· συνεπεράνατο

`τ.381`

τεκμήριον· σημεῖον ἀληθές

`τ.382`

τεκμηρίων. σημείων

`τ.383`

τέκμωρ· τέλος φανερόν, μαρτύριον, σημεῖον. τὰ δὲ εἰς ωρ λήγοντα ὀνόματα οὐδέτερα· ἕλωρ, τέκμωρ, ὕδωρ

`τ.384`

τεκνοῦσα· τέκνον ἔμβρυον ἔχουσα

`τ.385`

τεκνώσει· εὔτεκνον ποιεῖ

`τ.386`

τεκταινόμενος· κατασκευάζων

`τ.387`

τεκτήνατο· κατεσκεύασεν, ἐμηχανήσατο

`τ.388`

τεκτονουργός· ἀρχιτέκτων

`τ.389`

τέκτων· πᾶς τεχνίτης. εἶδος φαλαγγίου

`τ.390`

τέλα· σπεῦδε

`τ.392`

τελαμών· λῶρος, καὶ ὁ ἀναφορεὺς τοῦ ξίφους καὶ τῆς ἀσπίδος, ἢ δεσμός, ἢ φασκία

`τ.393`

Τελαμῶνα ᾄδειν· ἀρχὴ σκολίου

`τ.394`

Τελαμώνιοι κόνδυλοι· οἱ προσδεόμενοι τῶν τελαμώνων. ἢ μεγάλοι, χαλεποί

`τ.395`

τελάσσαι· τολμῆσαι, τλῆναι

`τ.396`

τέλγη· ὁ καλούμενος ῥῶπος. κακῶς· ἔστι γὰρ γέλγη

`τ.397`

τελδαίνειν· κομιδῆς ἀξίου

`τ.398`

τελέθει· γίνεται. ἔστι. τελεῖται

`τ.399`

τελέθοιεν· ὑπάρχοιεν. θάλλοιεν

`τ.400`

Τελεία· ἡ Ἥρα

`τ.401`

τέλεια ἱερά· τὰ ἐνιαύσια. οἱ δὲ τὰ ἡμέρας δέκα ὑπερβεβηκότα

`τ.402`

τέλειοι· οἱ γεγαμηκότες

`τ.403`

Τέλειος· τελεσιουργός. ὁ Ζεύς, καὶ ὁλόκληρος

`τ.404`

τέλειος ἡμέρα· ἡ ὑστάτη, καὶ τελοῦσα τὸν βίον

`τ.405`

τελειότατον· ἐντελέστατον

`τ.406`

τελειότατον πετεηνῶν· ἐπιτελεστικώτατον

`τ.407`

τελείων· ἤτοι τὴν ἡλικίαν· ἢ ὁλοκλήρων, ἀσινῶν

`τ.408`

τελενικίσαι· ἀντὶ τοῦ κενὸν ποιῆσαι

`τ.409`

τελειώσεις· ἁγιάσεις

`τ.410`

τέλεον· τὸ τέλος, καὶ πέρας

`τ.411`

τελεστινόν· τὸ ξηρὸν σῦκον

`τ.412`

τελεσιάς· ἡ μετὰ ξίφους ὄρχησις, ἀπὸ τοῦ εὑρόντος Τελεσίου

`τ.413`

τελέσαι· δοῦναι

`τ.414`

τελεσίερον παιᾶνα· τὸν ἐπιτελεστικὸν τῶν τοῖς θεοῖς ἐπιτελουμένων ἱερῶν

`τ.416`

τελεσιουργία· τὸ τέλειον πᾶν ἔργον

`τ.417`

τελεσιουργεῖσθαι· τελειοῦσθαι ἐν ἔργῳ

`τ.418`

τελεσιφάστας· τελεσιουργός

`τ.419`

τελεσθία· θυσία τις ἐν Λίνδῳ

`τ.420`

τελεσφορεῖ· εἰς τέλος ἄγει

`τ.421`

τελεσφόρος· ὁ τελεσφορῶν καθʼ ὥραν τοὺς καρπούς, ἢ ὁ τελείους αὐτοὺς φέρων

`τ.422`

τελεσφόρος οἶκος· τοῦ γεγαμηκότος καὶ τεκνώσαντος

`τ.423`

τελέσωμεν· πράξωμεν

`τ.424`

τελεταί· ἑορταί. θυσίαι. μυστήρια

`τ.425`

τελεύτατον· ἄκρον, ἔσχατον

`τ.426`

τελευτῆσαι· τελέσαι

`τ.427`

τελέω· δῶ, παράσχω

`τ.428`

τεληέσσας ἑκατόμβας· τὰς ἐπιτελεστικὰς τῶν γινομένων εὐχῶν θυσίας, ἢ τῷ ἀριθμῷ πλήρεις

`τ.429`

τέλθει· ἐν ᾠδῇ τέρπει

`τ.430`

τέλθεια· ὀνείδη. καὶ πόλις. καὶ ἔθνη. τέλη. οὐσίαι

`τ.431`

τέλθος· χρέος

`τ.432`

τελισκόμενος· πληρούμενος, τελειούμενος

`τ.433`

τελλίην· ὁ δεῖνα. Ταραντῖνοι

`τ.434`

τέλλεται· ἐπιτελεῖν φαίνεται. γίνεται. ἀνύεται

`τ.435`

τελλίς· ὅλον. τάξις. μέρος

`τ.436`

τελμῖν ..· ὁ ἐκ τῶν τελμάτων πηλός

`τ.437`

τέλλον· ἐποίουν. ἔμελλον

`τ.438`

τέλμα· τόπος πηλώδης, ἔλαφος, πλέξ, ἰλύς

`τ.439`

τελμῖνος· μολύσματος πηλώδους

`τ.440`

τέλματα· τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος

`τ.441`

τελμάτων· πηλῶν

`τ.442`

τελμίς· ἡ ἐν τοῖς τέλμασιν ὑφισταμένη ἰλύς καὶ πηλός

`τ.443`

Τελμισεῖς· ἔθνος περὶ Λυκίαν

`τ.444`

τέλος· τάγμα. πέρας. καὶ τὸ καταβαλλόμενον τοῖς τελώναις

`τ.445`

τελοῦντα· τεταγμένον

`τ.446`

τέλσας· στροφάς. τέλη, πέρατα

`τ.447`

τέλσον· πέρας. καὶ τὰ ὅμοια

`τ.448`

Τελχῖνες· βάσκανοι, γόητες, φθονεροί. ἢ παρὰ τὴν τῆξιν, ἢ παρὰ τὸ θέλγειν

`τ.449`

τελχιτένοντες· σκληροτραχηλοῦντες

`τ.450`

τελῶμεν· ποιῶμεν

`τ.455`

τεμένη· ναοί. ἄλση. ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία

`τ.456`

τέμενος· πᾶς ὁ μεμερισμένος τόπος τινὶ εἰς τιμήν, ἢ ἱερόν καὶ βωμός, ἢ ἀπονεμηθὲν θεῷ ἢ βασιλεῖ

`τ.457`

τεμενωρόν· τεμένους φύλακα

`τ.458`

τέμμαι· τίνει

`τ.459`

τέμματα· στεφανώματα

`τ.460`

τέμνηξ· πόῤῥω

`τ.461`

τέμμειν· πείθειν. τιμᾶν. ἡγεῖσθαι

`τ.462`

τέμνοντα· ἀμέλγοντα

`τ.463`

τέμπη· τὰ σύνδενδρα χωρία. τινὲς δὲ τὰ στενὰ τῶν ὀρῶν

`τ.464`

τέμπλα· τέμπλῳ ἐπίσημα

`τ.465`

τεμποῦροι· ἀρχὴ ἐπιμελουμένη τῆς τῶν γυναικῶν εὐκοσμίας

`τ.466`

τενάγη· κάθυδροι τόποι. ἢ ποτάμιος πηλός

`τ.467`

τεναγώδεσι· τόποις, ἔνθα ὀλίγον ὕδωρ

`τ.468`

Τέναγος· νῆσος Τροίας

`τ.470`

τένεα· κόρυζα

`τ.471`

τέναρος· κακοῦργος. συκοφάντης

`τ.472`

τένδει· ἐσθίει, ἢ λιχνεύει. Τένθαι γὰρ οἱ λίχνοι

`τ.473`

Τενέδιον βέλος· ἀντὶ τοῦ Τενέδιος πέλεκυς, παροιμία δέ ἐστιν ἐπὶ τῶν ἀποτόμως τι πραττόντων «ἔτι ἄρα τὸ πρᾶγμα Τενεδίῳ πελέκει συνέκοψαν»

`τ.474`

Τενέδιος ξυνήγορος· ὁ ἀπότομος καὶ σκληρός

`τ.475`

Τένεδος· πόλις Τρωϊκή, ἢ νῆσος

`τ.476`

τενεκοῦντι· ἐνοικοῦντι. Αἰολεῖς

`τ.477`

τένθαι· λωποδύται. μοιχοί

`τ.478`

τενθρηδών· ζῶον τῶν ἐντόμων καὶ κεντροφόρων παραπλήσιον σφηκί. ἔνιοι ἀγρίαν μέλισσαν

`τ.479`

τενθρήνιον· κηρίον

`τ.480`

τενθρηνιῶδες· πολύκενον ὡς κηρίον καὶ ἀραιόν

`τ.481`

τενθίνοι· λίθοι πλατεῖς

`τ.483`

τέννει· στένει. βρύχεται

`τ.484`

τέννος· στέφανος ἐλάϊνος, ἐρίῳ πεπλεγμένος

`τ.485`

τένοντες· τὰ διατεταμένα νεῦρα, ἀπὸ κεφαλῆς ἕως τῶν ποδῶν. καὶ ἡ συνάφεια τῶν νευριῶν

`τ.486`

τενοντώσεις· νωτοκοπήσεις. ἀποκτενεῖς

`τ.487`

τένων· τὸ ἐν τῷ τραχήλῳ νεῦρον

`τ.488`

τέο· τίνος

  
τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων  

`τ.489`

τεοῖο· σοῦ

`τ.490`

τεόν· σόν

`τ.491`

τεοί· σοί

`τ.492`

τέορ· σοῦ. Κρῆτες

`τ.493`

τεὸς φθόγγος· ἡ σὴ φωνή

`τ.494`

τεούς· σούς

`τ.495`

τεπτά· ἑπτά

`τ.496`

τέρα· τέρεα. σημεῖα

`τ.497`

τεράεσσι· σημείοις

`τ.498`

τερᾴζει· τερατεύει

`τ.499`

τέραμνοι· στέγανοι. σκιαί. σκηνώματα

`τ.500`

τέραμνος· κυψέλη

`τ.501`

τερασκόποι· ὀνειροκρίται

`τ.502`

τεράστια· θαύματα, σημεῖα

`τ.503`

τεράστιοι θεοί· ἐπὶ σημείων τεταγμένοι

`τ.504`

τερατεύεται· δολιεύεται

`τ.505`

τερατευόμενον· δολιευόμενον, ψευδόμενον. ἢ σημεῖον ποιῶν

`τ.506`

τερατεῖαι· ψευδολογίαι

`τ.507`

τερετίσματα· ᾠδαὶ ἀπατηλαί, ἠχητικαί. ἢ μωρολογίαι ἠχημέναι

`τ.508`

τερατοσκόπος· μάντις, σημειωτικός

`τ.509`

τερατουργεῖ· παράδοξα ποιεῖ, ἢ τέρατα ἐργάζεται

`τ.510`

τέρειν· ἁπαλόν

`τ.511`

τέρεμνα· οἰκήματα

`τ.513`

τέρενα χρόα· ἁπαλὸν χρῶτα

`τ.514`

τέρενα· ἁπαλά, τρυφερά

`τ.515`

τέρετρα· τρύπανα

`τ.516`

τέρεσσεν· ἔτρωσεν. ἐτόρνωσε

`τ.517`

τερετίζοντα· λαλοῦντα. ἐκ μεταφορᾶς τῆς χελιδόνος

`τ.518`

τερετίσματα· ᾠδαὶ ἀπατηλαί. τὰ τῆς κιθάρας κρούματα. καὶ τὰ τῶν τεττίγων ᾄσματα

`τ.519`

τερηδών· σκώληξ οἰκῶν ἐν ξύλῳ

`τ.520`

τέρθεται· ξηραίνεται. καίεται

`τ.521`

τερθρεία· λογομαχία. ἀπάτη. φλυαρία. φληναφία

`τ.522`

τερθρεύειν· τηρεῖν. σκοπεῖν. λιπαρεῖν

`τ.523`

τερθρεύμασι· φλυαρίαις

`τ.524`

τερθρεύονται· ἀπατῶνται

`τ.525`

τέρθριοι, οἱ εἰς τὸ κέρας τοῦ ἱστίου ἑκατέρωθεν δεδεμένοι, ἐν οἷς τὸ ἅρμενον ἕλκουσι

`τ.526`

τέρθρον· ὁ λεγόμενος ἀρτέμων. ἔνιοι δὲ τὸ ἄκρον τοῦ κέρως. καὶ στέγη οἰκίας. τινὲς δὲ τὸ ἔσχατον καὶ ὑψηλόν

`τ.527`

τερθρωτήρ· ὅπου ὁ πρωρεὺς προορᾷ τὰ ἐν τῇ θαλάσσῃ

`τ.528`

τερίκαρπον· μεγαλόκαρπον

`τ.529`

τερίμη· τάφρος

`τ.530`

τερίνη· τετριμμένη. οἱ δὲ τερπωλή

`τ.531`

τερῖνος· τηρῶν διάνοιαν, λυπῶν

`τ.532`

τέρμα· σημεῖον. τέλος ζωῆς. καμπτήρ. ἔσχατον

`τ.533`

τερματίζει· τελειοῖ, ὁρίζει

`τ.534`

τερμάτων· τελευταίων

`τ.535`

Τερμέρεια κακά· τὰ μεγάλα

`τ.536`

τέρμιοι· ὕστατοι

`τ.537`

τέρμινθος· φυτὸν ἐμφερὲς τῷ λίνῳ, ἐξ οὗ πλέκουσιν παρʼ Ἀθηναίοις ὁρμιάς

`τ.538`

 <span class="gap">…</span> τερμιόεντα· ποδήρη, καὶ εὔμετρον, τὸν μέχρι τῶν ποδῶν τερματιζόμενον

`τ.539`

τερμιόεσσα· ἐς πόδας ἀποτερματιζομένη

`τ.540`

τερμιόεν· ἁρμοστόν. τέλειον

`τ.541`

τέρμιον· ἔσχατον. ἁρμόζον, πρέπον

`τ.542`

τέρμις· πούς

`τ.543`

τέρμονα· φραγμόν. τέλος

`τ.544`

τέρμονες· τέλη. φραγμοί, ὅρια, τέρματα

`τ.545`

τέρνακα· τῆς κάκτου τοῦ φυτοῦ καυλός

`τ.546`

Τερπιάδης· Τερπίου υἱός, ὁ Φήμιος. πατρωνυμικῶς

`τ.547`

τέρπεται· ἥδεται

`τ.548`

τερπικέραυνος· ὁ τερπόμενος, ἢ τρέπων πάλιν κεραυνοῖς

`τ.549`

τερπνά· ἡδέα

`τ.550`

τερπωλή· τέρψις

`τ.551`

τερπωλῆς· τέρψεως

`τ.552`

τερπώμεθα· τρεπώμεθα

`τ.553`

τεῤῥατόν· ἔσχατον. ἡδύ, τερπνόν

`τ.554`

τεῤῥητόν· τριήρης

`τ.555`

τέρσεται· ξηραίνεται ὑπὸ ἡλίου

`τ.556`

τερσαίνειν· ξηραίνειν

`τ.557`

τέρσει. ξηραίνει, καίεται. οἱ δὲ πήγνυται

`τ.558`

τέρτα· ἡ τρίτη

`τ.559`

τέρυ· ἀσθενές, λεπτόν

`τ.560`

τέρυας ἵππους· οὕτω λέγονται ὅσοι ἀδδηφάγοι εἰσί. ἔνιοι τοὺς ἀσθενεῖς

`τ.561`

τερύνης· τετριμμένος ὄνος. καὶ γέρων, ἢ δυσανάληπτος γέρων

`τ.562`

τερύσκεται· νοσεῖ. φθίνει

`τ.563`

τερύσκετο· ἐτείρετο

`τ.564`

τέρφη· λέπυρα

`τ.565`

τέρχνεα· φυτὰ νέα. ἢ ἐντάφια

`τ.566`

τερψιμβρότου· τοῦ τοὺς βροτοὺς ἤγουν τοὺς ἀνθρώπους, τέρποντος

`τ.567`

τέρψις· τερπνότης

`τ.568`

τέρψομαι· τερφθῶ

`τ.569`

τεσσίχον· τὸ μικρόν

`τ.570`

τε στήλῃ τε τύμβῳ· στήλῃ ἐν τῷ τάφῳ

`τ.571`

τέτα· λίαν, κάρτα

`τ.572`

τεταγών· διατείνας. τινάξας

`τ.574`

τεταμένον· ἡπλωμένον

`τ.575`

τέτανος· κονία. χρίσμα. ἄσβεστος

`τ.576`

τετάνυστο· ἐκτέτατο. ἐπέκειτο

`τ.577`

τεταργανωμέναι· ἐμπεπλεγμέναι

`τ.579`

τετάργη· φασγάνων εἴδη

`τ.580`

τεταρπέσθαι· ἐμπλησθῆναι. τερφθῆναι

`τ.581`

τετάρπετο· ἐτρέπετο

`τ.582`

τεταρπώμεθα· ἐμπλησθῶμεν

`τ.583`

τεταρτημόριον· οἱ δύο χαλκοῖ

`τ.584`

τετάρτῳ· μέτρῳ τῶν ὑγρῶν

`τ.585`

τέταρτον ἥμισυ· τὸ τέταρτον ἡμιστάτηρον

`τ.586`

τέταται· τείνει

`τ.587`

τέταχας· ἐτύπωσας. ἔταξας.

`τ.588`

τετεὴν κεφαλήν· τὴν σήν

`τ.589`

τετέλεσται· γεγένηται. οἱ δὲ γεγάμηκεν

`τ.590`

Τερέβινθος· πόλις Ἰακώβ

`τ.591`

τετελεσμένον· τὸ οἷόν τε πρᾶγμα τελεσθῆναι, ἤγουν πληρωθῆναι.

`τ.592`

τετελεσμένος· τελισκόμενος. ἀνδρόγυνος

`τ.593`

τέτευκται· κατεσκεύασται

`τ.594`

τετεύξεται· κατασκευασθήσεται. γενήσεται

`τ.595`

τετευχῆσθαι· καθωπλίσθαι

`τ.597`

τέτηφεν· ἐκπέπληκται, ἐκπλήττεται

`τ.598`

τετιημέναι· τετιμωρημέναι

`τ.599`

τετιηότες· ὁμοίως λελυπημένοι

`τ.600`

τετιηότι· λυπουμένῳ, τιμωρουμένῳ

`τ.601`

τετιημένος· τὴν ψυχὴν τετιμωρημένος, ἐκπεπληγμένος, ἢ συγκεχυμένος

`τ.602`

τέτλα· ὑπόμεινον, ἀνέχου

`τ.603`

τέτλαθι· ὑπόμεινον

`τ.604`

τετληότι· ὑπομεμενηκότι

`τ.605`

τέτμῃς· εὕρῃς, καταλάβῃς

`τ.606`

τέτορεν· ἔτρωσεν

`τ.607`

τετόρῃ· τρώσῃ

`τ.608`

τετραβάμονος· τετράποδος

`τ.609`

τετραβαρήων πλίνθων καὶ τάγματα· Ἀλκαῖος

`τ.610`

τετράγκων· ὄργανον πολεμικόν

`τ.611`

τετράγυον· τεσσάρων γυῶν. Γύης δὲ μέτρον ἕκτον σταδίου. καὶ ἐν τῷ ἀρότρῳ τὸ κύρτωμα τοῦ ἱστοβοέως γύης. ἔνιοι γύην τὸ ὀργυιαῖον μέτρον

`τ.613`

τετράδι μέν τʼ οἴχου· τετράδι μέν φασι γενέσθαι Ἡρακλέα, καὶ πρῶτον ἔνδοξον ὄντα, ἄλλῳ ταλαιπωρεῖν. ἔστιν οὖν ἡ παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων

`τ.614`

τετραδισταί· σύνοδος νέων συνήθων κατὰ τετράδα γινομένη

`τ.615`

τετράδων· ὄρνεόν τι. Ἀλκαῖος

`τ.616`

τετράδυσιν· ἀηδόνας

`τ.617`

τετραέλικτον ἅλμαν· ἤγουν τρικυμίαν

`τ.618`

τετραελίκωπες· τέσσαρας ὀφθαλμοὺς ἔχουσαι ναῦς

`τ.619`

τετραέλιξ· τετράκις περιειλημμένος, ἢ πολυέλιξ. ἢ φυτόν τι

`τ.620`

τετραέτηρον, τετραετῆ καὶ τετράενον

`τ.621`

τετραθέλυμνον· τετράπτυχον, ἐκ τεσσάρων πτυχῶν τεθειμένον, ὅ ἐστιν ἐπιθήματα ἔχον τέσσαρα ἐπάλληλα, ἐκ τεσσάρων δερμάτων συνεστός

`τ.622`

τετραῖον· ὀρνιθάριόν τι. Λάκωνες

`τ.623`

τετρακίνη· ἡ ἀγρία θρίδαξ

`τ.624`

τετράκωλος· τετράπους

`τ.625`

τετρακτύς· Πυθαγορικὸς ὅρκος, ἤγουν τῶν τεσσάρων στοιχείων σημαίνων

`τ.626`

τετράκωμος· μέλος τι σὺν ὀρχήσει πεποιημένον εἰς Ἡρακλέα ἐπινίκιον. ἐκαλεῖτο δὲ τέσσαρες κῶμοι

`τ.627`

τετραμαίνει· τρέμει, φοβεῖται

`τ.628`

τετραμμέναι· ἀπεστραμμέναι, πρὸς αὐτοὺς τὰς ὄψεις ἔχουσαι

`τ.629`

τετραντίας· τετράγωνος. καὶ ἰσχυρός

`τ.630`

τετρᾶντα· τετράγωνόν τι σχῆμα. δηλοῖ δὲ καὶ τοὺς τέσσαρας χαλκοῦς

`τ.631`

τετράξων· εἶδος χαλινοῦ

`τ.632`

τετράοροι· τέσσαρες ἐπὶ τοῦ τεθρίππου ὑπεζευγμένοι

`τ.633`

τετράρχαι· οἱ βασιλεῖς

`τ.634`

τέτραπται· ἔστραπται

`τ.635`

τετραστάτηρον· τὴν τετράμνουν

`τ.636`

τετραφάληρον· τέσσαρας φάλους ἔχουσαν, καὶ ἐξοχάς, οἵ εἰσιν ἧλοι λαμπροὶ περὶ τὸ μέτωπον τῆς περικεφαλαίας κατακρουόμενοι

`τ.637`

τετράφυον· τετραπάλαιστον

`τ.638`

τετράφθω· ἀναχωρείτω

`τ.639`

τετραχίζειν· τὸ ἐπὶ τετάρτῳ μέρει ποιεῖν τι

`τ.640`

τέτραχηλισμένα· πεφανερωμένα

`τ.641`

τετρᾶχμα· τετράδραχμα

`τ.642`

τετράψομαι· εἰς ἐκεῖνο τραπήσομαι

`τ.643`

τετράων· ὄρνις ποιός

`τ.644`

τέτρηνεν· ἐτρύπησεν

`τ.645`

τετρῆναι· τρῆσαι

`τ.646`

τετρήχει· τετράχυντο. πεπύκνωτο. τετάρακτο. ἢ θορύβου πλήρης ἦν

`τ.647`

τεῦ· τίνος

`τ.648`

τετρίγει· ἔτριζεν

`τ.649`

τέτριγε· τρίζει.

`τ.650`

τετριγῶτας· τρίζοντας

`τ.651`

τετριγυῖα· τρίζουσα

`τ.652`

τετριμμένη· πεπατημένη ὁδός

`τ.653`

τέτρομος· τρόμος

`τ.654`

τετροπωμένους· νενικημένους

`τ.655`

τετρόφασιν· ἀπενηνόχασι

`τ.656`

τέτροφε· πέπηγε. πέφυκε. μετεώρισται

`τ.657`

τετρυκότεσσι· κεκυπρωκόσι

`τ.658`

τετρυμένον· λεπτόν. καταπεπονημένον. διεφθαρμένον

`τ.659`

τετρυμένος· τετρυχωμένος. δεδαπανημένος ἐν κακοῖς

`τ.660`

τετρῦσθαι· καταδεδαπανῆσθαι. καταπεπονῆσθαι

`τ.661`

τετρυφάλεια· περικεφαλαία

`τ.662`

τετρυχωμένος· καταπεπονημένος

`τ.663`

τέτραλον· τετράϊππον

`τ.664`

τετρωμένη· πληγεῖσα

`τ.665`

τετρωμένος· πεπληγμένος

`τ.666`

τέτρωρον· τετράϊππον ἅρμα

`τ.667`

τέττα· νεωτέρου πρὸς πρεσβύτερον τιμητικὴ προσφώνησις

`τ.668`

τέτταρα ξύλα· ἐπὶ τῆς θύρας οὕτω λέγουσιν Ἀττικοί

`τ.669`

Τέττιγος ἕδρανον· ἡ Ταίναρος. Τέττιξ γὰρ ὁ Κρὴς Ταίναρον ἔκτισεν

`τ.670`

τεττιγοφόρας· Ἀττικοὶ ἐπὶ τῶν τῆς κεφαλῆς τριχῶν εἶρον χρυσοῦς τέττιγας

`τ.671`

τέττιξ· ἔξω τοῦ συνήθους ζώου παρὰ Ἀττικοῖς οἱ τῶν μαγείρων ὑπηρέται ξένοι, οἱ δὲ ἐντόπιοι μαίσωνες

`τ.672`

τετυγμένα· σύνθετα, πεποιημένα. πεφροντισμένα

`τ.673`

τετύκοντο· ἡτοιμάζοντο

`τ.674`

τέτυκται· κατεσκεύασται

`τ.675`

τετύλωται· ἐμπέφρακται

`τ.676`

τετυρευμένον· συγκείμενον. ἀπὸ τοῦ πηγνυμένου γάλακτος

`τ.677`

τετύσκετο· κατεσκευάζετο

`τ.678`

τετύσκων· ἐμφανίζων

`τ.679`

τετύφωται· ἀπόλωλεν. ἐμπέπρησται. ἐμβεβρόντηται. ἐπῄρθη

`τ.680`

τετυφῶσθαι· μεμηνέναι

`τ.681`

τετύχῃσι· τύχῃ. παρατύχῃ

`τ.684`

τευθίδες· σηπίαι. θρίσσαι

`τ.685`

τευθίς· πέμμα πλακουντῶδες. καὶ εἶδος ἰχθύος θαλαττίου

`τ.686`

Τεῦκροι· οἱ Τρῶες. καὶ οἱ ποιηταί

`τ.687`

τεῦκρον· ποιητήν

`τ.688`

τευκτῆρος· ποιητοῦ

`τ.689`

τευκτοῖς· κατασκευασθεῖσιν

`τ.690`

τευκτόν· χειροποιητόν, κατασκευαστόν

`τ.691`

τευμᾶται· τεχνάζει. τιμᾶται

`τ.692`

Τεύμης· ποταμὸς Θηβῶν

`τ.693`

Τευμησία· περὶ τῆς Τευμησίας ἀλώπεκος οἱ τὰ Θηβαϊκὰ γεγραφότες ἱκανὰ εἰρήκασιν

`τ.694`

Τευμησσός· ὄρος Βοιωτίας

`τ.695`

τεῦξαι· ποιῆσαι, κατασκευάσαι

`τ.696`

τεῦξαν· κατεσκεύασαν

`τ.697`

τεῦξε· κατεσκεύασε

`τ.698`

τεῦξις· κατασκευή, ποίησις

`τ.699`

τευξομένη· ποιήσουσα

`τ.700`

τευξόμεθα· τύχωμεν

`τ.701`

τευτάζει· σκευωρεῖ. ἡσυχάζει. διατρίβει. οἱ δὲ φροντίζει

`τ.703`

τευτάζοντες· πλανώμενοι

`τ.704`

τευτασμός· στραγγεία

`τ.705`

τευτᾶται· τεχνᾶται

`τ.706`

τεύχεα· ὅπλα, οὐ μόνον τὰ πολεμικά, ἀλλὰ καὶ τῆς νεώς, καὶ τὰ σκεύη, καὶ τὰ χαλκευτικὰ ἐργαλεῖα·

  
ἦλθε δὲ χαλκεὺς  
  
ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήϊα, πείρατα τέχνης  

`τ.707`

τεῦχε· κατεσκεύασε

`τ.708`

τεύχει· ποιεῖ

`τ.709`

τεύχη· ὅπλα

`τ.710`

τευχησταί· ὁπλῖται

`τ.711`

τεῦχος· βιβλίον. ὅπλον. ἄγγος, σκεῦος

`τ.712`

τεύχοντες· κατασκευάζοντες

`τ.713`

τεῦχρος· ἀδελφὸς νόθος

`τ.714`

τεύχω· κατασκευάζω

`τ.715`

τεύχωνται· σάττωνται. ὁπλίζωνται

`τ.716`

τέφρα· σποδός

`τ.717`

τεφρόν· σποδόν, φαιόν, πολιόν

`τ.718`

τέφρα· σποδός, κόνις

`τ.719`

τέφρη καὶ τεφρόν· ὁμοίως

`τ.720`

τεφρώσας· σποδώσας

`τ.721`

τεχνάζω· τεχνάζομαι

`τ.722`

τέχνη· ἐπιστήμη. ἢ δόλος. καὶ ἀτέχνως· ἀδόλως

`τ.723`

τεχνήματα· κατασκευάσματα

`τ.724`

τεχνήσομαι· ἐπινοήσω. τεχνάσομαι

`τ.725`

τέχνης γὰρ οὐχ ἥμαρτες· ........

`τ.726`

τέῳ· τινί. ἢ τοὺς σούς, δυϊκῶς

`τ.727`

τέων δέ· ποίων δέ. ἢ τῶν σῶν δέ

`τ.728`

τεωρεῖς· δραπέται. κακοῦργοι, λῃσταί

`τ.729`

τέωρος· συκοφάντης. καὶ τὰ ὅμοια

`τ.730`

τέως· ἕως, μέχρι. ἢ πρὸς τὸ παρόν. ἢ ὅμως. ἢ τότε. ἢ ἐν τοιούτῳ. τηνικαῦτα. ἢ ἀντὶ τοῦ πρότερον

`τ.731`

τῇ· ἄρθρον προτακτικὸν θηλυκόν. καὶ ἀντὶ ὑποτακτικοῦ. ἢ σέ. ἢ ταύτῃ. ἢ σή. χωρὶς τοῦ ι προστακτικὸν ἀνάλογον τῷ λάβε·

  
Κύκλωψ, τῆ, πίε οἶνον  

`τ.732`

τῆ· λάβε, δέξαι

`τ.733`

τῇ ἁδρότητι· τῇ ὑψηλότητι

`τ.735`

τῇ ἄλλως· τῇ ματαίως

`τ.736`

τήβεννος· εἶδος περιβολαίου παρὰ Ῥωμαίοις

`τ.737`

τήβηθ· περίτιος μήν

`τ.738`

τηγανίτης· ἄρτος ἐπὶ τηγάνου γεγονώς, καὶ μετὰ τυροῦ ὀπτώμενος

`τ.739`

τῇδε· ὧδε, ἐνταῦθα

`τ.740`

τηθαλλαδοῦς ἢ τηθαμμωδοῦς· ὁ γυναικοτραφής. ἄλλοι τὴν ὑπὸ τήθῃ γενόμενον καὶ τεθραμμένον. ἄλλοι τὴν μαμμόθρεπτον καὶ σπάταλον

`τ.741`

τήθεα· ὄστρεα

`τ.742`

τήθεα διφῶν· τὰ ἄῤῥυγα, ἢ ὄστρεα ζητῶν

`τ.743`

τήθη· ἡ τῆς μητρὸς καὶ πατρὸς μήτηρ, ἡ καὶ μάμμη, καὶ τηθίς· ἡ τῶν γονέων ἀδελφή

`τ.745`

τηθύα· τενάγη, ἃ προχέουσιν οἱ ποταμοί. καὶ εἶδος ὀστρέων

`τ.746`

Τηθύς· ἡ γῆ

`τ.747`

...τηι ῥινῶι σχέτο· ἐν τῇ βύρσῃ ἐπεσχέθη, ὅ ἐστιν ἐν τῷ ὅπλῳ, ἢ ἐν τῇ βελέῃ

`τ.748`

τηκεδανοῖο· τηκομένου, τήκοντος

`τ.749`

τήκει· φθείρει. δαπανᾷ. λεπτύνει

`τ.750`

τηκεδών· φθίσις, τῆξις

`τ.751`

τηκόμενος· φθειρόμενος. λεπτυνόμενος. δαπανώμενος

`τ.752`

τηλαυγές· τηλέσκοπον. καθαρόν

`τ.753`

τῆλε· μακράν. πόῤῥω

`τ.754`

τηλαύγημα· ἀρχὴ λέπρας

`τ.755`

τηλαυγήσεως· λαμπρότητος

`τ.756`

τηλαυγῶς· λαμπρῶς

`τ.757`

 <span class="gap">…</span> τηλεδαποί· οἱ πόῤῥωθεν καὶ ἀπὸ τοῦ ἄλλου δαπέδου. ξένος ἀλλοδαπής. καὶ τηλεδαπός ὅμοιον

`τ.758`

τῆλε δέ· μακρὰν δέ

`τ.759`

Τηλεβόαι· οἱ Τάφιοι

`τ.760`

τηλεθάον· θάλλον, ἀκμάζον, εὐανθές

`τ.761`

τηλεθόωσαν· θάλλουσαν, θάλπουσαν

`τ.762`

τηλέθροον· ὀξύφωνον, μεγαλόφωνον

`τ.763`

τηλεκλειτοί· πόῤῥω ἔνδοξοι

`τ.764`

τηλεκλυτά· ἔνδοξα, καὶ μέχρι πολλοῦ ἀκουόμενα

`τ.765`

Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν· πρός με καὶ Τηλεμάχῳ ἔσται ὁ λόγος

`τ.766`

τηλέπυλον· μακρὰν ἀπʼ ἀλλήλων ἔχουσαν διεστώσας τὰς πύλας. ἐξ οὗ τὴν μεγάλην δηλοῖ,

`τ.767`

τηλεσκόπος· πόῤῥω ὁρῶν

`τ.768`

τηλεφανής· μακρόθεν φαινομένη

`τ.769`

τηλεφανές· φαινόμενον μακρόθεν

`τ.770`

Τηλεφίδην· Τηλέφου υἱόν

`τ.771`

τηλέφιλον· φυτόν τι. τινὲς δὲ ἀείζωον ἄγριον

`τ.772`

τηλία· σηλία, ἐν ᾗ διαμάττεται τὰ ἄλευρα. ἢ περιφέρεια κοσκίνου

`τ.773`

τήλιδα· οὕτως ἐκάλουν τὴν συνηρμοσμένην

`τ.774`

τηλικαῦτα· τοιαῦτα

`τ.775`

τηλίκος· τηλικοῦτος. ἢ νήπιος

`τ.776`

τηλικώτατον· πρεσβύτατον. ποῤῥώτατον

`τ.777`

τηλόθεν· πόῤῥωθεν

`τ.778`

τηλόθι· ὁμοίως

`τ.779`

τηλουρόν· πόῤῥω ἀφωρισμένην. τινὲς μὲν ὡς πανοῦργον, τινὲς δὲ ὡς κηπουρὸν τῷ τόνῳ

`τ.780`

τηλοῦρος· μακρόθεν ἀποθείς

`τ.781`

τηλυγέτην· μονογενῆ

`τ.782`

τηλύγετος· ὁ τηλοῦ τῆς ἡλικίας τοῖς γονεῦσι γεγονώς, ἐπὶ γήρᾳ παῖς μονογενής

`τ.783`

τηλυγέτων ἀποικιῶν· τῶν μακρὰν ἀπεχουσῶν

`τ.784`

τηλωπόν· μακρόθεν φαινόμενον

`τ.785`

τημελεία· θεραπεία. ἐπιμέλεια

`τ.786`

τημελές· ἐπιμελές, σπουδαῖον

`τ.787`

τημελητής· ἐπιμελητής

`τ.788`

τημελῆσαι· θλῖψαι. φιλοκαλῆσαι. σπουδάσαι. καὶ τημελήσαντες καὶ τημελούμενοι ὁμοίως

`τ.789`

τήμερον· Ἀττικοὶ καὶ τήμερα λέγουσιν

`τ.790`

τῇ ʼμῇ· τῇ ἐμῇ ἕπεσθαι

`τ.791`

τῆμος· τηνικαῦτα, τότε

`τ.792`

τήν· ὁτὲ μὲν ἄρθρον προτακτικὸν θηλυκόν. καὶ ἀντὶ τοῦ ταύτην·

  
τήν ποτε Φοίνικες  

`τ.793`

τηνάλλως· τὴν μάτην τήνδε· ταύτην

`τ.794`

τήνεβλος· ἐφύμνιον, ἀφʼ οὗ ὁ νικῶν τήνεβλος

`τ.795`

τήνεβλα· τὰ ἐφύμνια ᾀδόμενα τοῖς νικῶσι

`τ.796`

τὴν ἐπιδεξιάν· περιέφερον ἐν τοῖς συμποσίοις ἐπὶ δεξιὰ τὸ πάλαι κιθάραν, εἶτα μυῤῥίνην, πρὸς ἣν ᾖδον

`τ.797`

τηνεσμός· νόσημα περὶ τὰ ἔντερα

`τ.798`

τὴν εὐπερίστατον· τὴν εὔκολον

`τ.799`

τηνήδε, ἐποίησε δέ σοι

`τ.800`

τὴν ἠϊόνα· τὴν αἰγιαλόν

`τ.801`

τήνης· ἕως. Ταραντῖνοι

`τ.802`

Τηνία· ἔχιδνα. ἄλλοι δὲ τὴν στηθοδέσμην

`τ.803`

τηνικάδε· τότε δέ

`τ.804`

τηνικαῦτα· τότε

`τ.805`

τὴν κύλικα· τὴν φιάλην, τὸ ποτήριον

`τ.806`

τὴν παῖδα· τὴν παρθένον

`τ.807`

τὴν προσήκουσαν· τὴν ὀφειλομένην

`τ.808`

τὴν φειδώ· τὸ φείδεσθαι

`τ.809`

τῆξις· φθίσις, νόσος. παρὰ τὸ τήκεσθαι

`τ.810`

τῇ ὀρέξει· τῇ ἐπιθυμίᾳ

`τ.812`

τῇ πρὸς ἀκτῖνα· τῇ ἀνατολῇ

`τ.814`

τηρεῖ· φυλάσσει, φρουρεῖ

`τ.815`

Τήρεια· ὄρος Τρωάδος

`τ.816`

Τηρίας· ποταμὸς Σικελίας

`τ.817`

τῇσίν τε θαλάσσια ἔργα μέμηλε· ταῖς ἐν θαλάσσῃ κορώναις. προσημαίνουσι δὲ αὗται τοὺς χειμῶνας

`τ.818`

τῆς ἄλης· τῆς πλάνης

`τ.819`

τῆς δεῦρο· τοῦ παρόντος

`τ.820`

τῆσδε φύσεως· ταύτης τῆς φύσεως

`τ.821`

τῆς κουστωδίας· τοῦ συστήματος

`τ.822`

τῆς ὑπερῴας· τοῦ οὐρανίσκου

`τ.823`

τήτει· σπάνει

`τ.824`

τῆτες· ἐν τῷδε τῷ ἔτει. οἱ δὲ Δωριεῖς σᾶτές φασιν· ὅθεν σατανίους πυροὺς μὴ τελεσφοροῦντας, ἀλλὰ πρὸ ὥρας θεριζομένους

`τ.825`

τήτη· ἀπορία, ἔνδεια, στέρησις

`τ.826`

τητωμένη· στερομένη

`τ.829`

τητωμένου· στερομένου

`τ.830`

τητώμενον· στερισκόμενον

`τ.831`

Τηΰγετον· ὄρος

`τ.832`

τηϋσίην· ματαίαν·

  
σὺ δὲ τηυσίην ὁδὸν ἔλθῃς  
  
τινὲς ἀρχαίαν· ἄλλοι βλαβεράν, ἢ περιβόητον  

`τ.833`

τηΰσιον· μάταιον

`τ.834`

τιάλλακτον· Σέλευκος παρὰ Ἐπαινέτῳ ἔμβαμμά τι

`τ.836`

τιάρα· ἡ λεγομένη κυρβασία. ταύτῃ δὲ οἱ Πέρσαι βασιλεῖς μόνοι ἐχρῶντο ὀρθῇ· οἱ δὲ στρατηγοὶ ὑποκεκλιμένῃ. Ἡρόδοτος δὲ ἐν αʹ ἀῤῥενικῶς

`τ.837`

τιάρις· λόφος τῆς περικεφαλαίας, περίθεμα κεφαλῆς, καμελαύκιον

`τ.838`

τιβάθων· τιμώμενος

`τ.839`

Τιάσσα· κρήνη ἐν Λακεδαιμονίᾳ. τινὲς δὲ ποταμόν

`τ.840`

τίβδαινον· φίλον

`τ.841`

τιβδεῖ· φοβεῖται

`τ.842`

τιβήν· λέβης, τρίπους

`τ.843`

τιγάς· εἶδος ἀμπέλου

`τ.844`

τίγγα· Διοκλῆς ἐν Μελίτταις. Ἡρακλέων δὲ οὐ διελὼν τιγγάβαρυ τὸ κιννάβαρι λέγει

`τ.845`

τιγόνιον· εἶδός τι Ἀριστοτέλει

`τ.846`

Τίγρης· ποταμὸς Περσῶν. καὶ ὁ τοῦ ποταμοῦ ῥοῖζος. καὶ ζῶον τίγρις

`τ.847`

τί δαί· τί γὰρ ἄλλο, ἢ τί γὰρ; Κρῆτες. Βοιωτοὶ δὲ ἐνθάδε. Ἀττικοὶ διὰ τί δή

`τ.848`

τί δή ποτε· διὰ τί

`τ.849`

τί δῆτά σοι· διὰ τί σοι

`τ.850`

τί δόστορε· τί ποιεῖτε; Ταραντῖνοι

`τ.851`

τίει· τιμᾷ, σέβεται, αἰδεῖται

`τ.852`

τίεσκε μύθους· ἐτίμα λόγους

`τ.853`

τιέσκετο· ἐτιμᾶτο

`τ.854`

τίεσκον· ἐτίμων

`τ.855`

τίετο· ἐτιμᾶτο

`τ.856`

τίη· διὰ τί, ἱνατί

`τ.858`

τιήρης· τὸ ὀξύ ...... Πέρσαι

`τ.859`

τιητιβεῖν· τιμωρεῖσθαι

`τ.860`

τιθαί· τιθασσαί. τέλειαι. ἐργάτιδες. πραεῖαι

`τ.861`

τιθαιβώσσειν· βόσκειν. ἐργάζεσθαι. τρέφειν, ἐθήβειν. θησαυρίζειν. ἀγαπᾶν. θορυβεῖν. τιθέναι τὴν βόσιν, τουτέστι τὴν τροφήν

`τ.862`

τιθαιβώσσουσιν· ἐναποτίθενται, ἀποθησαυρίζουσι τὴν τροφὴν αἱ μέλιτται, τὸν λεγόμενον μελίκηρον

`τ.863`

τιθαιβώσσουσι· τιθέασι. φυλάσσουσι

`τ.864`

τίθει· ἐνετίθει, ἐδίδου

`τ.866`

τίθεισθα· ποιεῖς

`τ.867`

τιθέντες· ποιοῦντες

`τ.868`

τίθεντο· παρεσκευάζοντο

`τ.871`

τιθήνας· τροφούς, τιτθάς

`τ.872`

τιθασσεύει· ἡμεροῖ, πραΰνει

`τ.873`

τιθηνεῖ· τρέφει

`τ.874`

τιθηνεύεται· ὅμοιον

`τ.875`

τιθηνευόμενος· τρεφόμενος. ἀσκῶν

`τ.876`

τιθήνη· τροφός. μοσχοτρόφος. ἢ ὁ τὰ τιτθευόμενα τημελῶν παιδία. οἱ δὲ τιθηνόν· τὸν ἐράσμιον

`τ.877`

τιθήμενον· παρατιθέμενον, ὅ ἐστι καθοπλιζόμενον

`τ.878`

τιθηνόκομον γένος· τοὺς Αἰθίοπας, ἐπεὶ μέλανες καὶ κομῆται

`τ.879`

τιθηνούμενος· τρέφων. Τιθηνός γὰρ ἡ τροφός, καὶ τιτθοί οἱ μαστοί

`τ.880`

τίθησι· τιθεῖ

`τ.881`

τιθίασται· τιμᾶν

`τ.882`

Τιθράσια· χαλεπά, τραχέα

`τ.883`

Τιθωνόκομον· ἔθνος μέλαν μὲν τὸ ὅλον σῶμα, λευκὸν δὲ τὰς κόμας

`τ.884`

τί ἱκανόν· τί ὄφελος

`τ.885`

τί κεν· τί ἄν

`τ.886`

τίκτειν· καὶ ἐπὶ ἀῤῥένων·

  
τίκτεν ἀνὴρ ἀνάσσων Μυρμιδόνεσσι  

`τ.887`

τιλίαι· αἴγειροι

`τ.889`

τίλλει· ἀνασπᾷ. μέμφεται. διαβάλλει. ἀποσκώπτει

`τ.890`

τιλλομένη· λοιδορουμένη

`τ.891`

τιλμός· παιδιά

`τ.892`

τιλτόν· εἶδος ταριχίου

`τ.893`

τιμᾴδιον· μικρὰ τιμή

`τ.894`

τί μαθών· τί βουλόμενος

`τ.895`

τιμαλφεῖν· τιμᾶν

`τ.896`

τιμαλφής· ἔντιμος, τιμὴν ἀλφάνουσα, διὰ τιμῆς ἀγομένη· Ἴων Φοίνικι δευτέρῳ. τινὲς μὲν τὴν ἰώνιον, Αἰσχύλος δὲ ἐν Ἐπιγόνοις ἐπὶ τοῦ ἐντίμου

`τ.897`

τιμαί· ὠναί· τιμήματα

`τ.898`

τιμαλφέστατα· τιμιώτατα, πολύτιμα. ἢ ὁσιώτατα

`τ.900`

τιμᾶσι· τίουσιν

`τ.901`

τιμάσω· τιμήσω

`τ.902`

τιμή· δόξα. ποτὲ δὲ καὶ τιμωρία, ἢ ἀντέκτισις ἡ κυρία

`τ.903`

τί μέλλεις· τί βραδύνεις

`τ.904`

τιμηδές· εὐλαβές

`τ.905`

τιμήεντος· ἐντίμου

`τ.906`

τιμήορος· τιμωρός. βοηθός

`τ.907`

τιμηρύειν· τιμιοπωλῶν

`τ.908`

τιμῆς· τίσεως

`τ.909`

τιμήσεως· ζημίας

`τ.910`

τιμηταί· οἱ τιμώμενοι τὴν ἑκάστου οὐσίαν

`τ.911`

τίμιος· ἔντιμος, ἔνδοξος

`τ.912`

τιμιουλκῶν· τιμὴν αἰτῶν, ἢ ἕλκων τὴν τιμήν

`τ.913`

τιμουλκῶν· αἰτῶν, καὶ ἀπαιτῶν

`τ.914`

τιμοῦντας· τιμίους ὄντας

`τ.915`

τιμοῦχος· ἔντιμος. ἀξιόλογος. καὶ ἄρχων, ἰσχυρότατος, μέγιστος

`τ.916`

τιμῶμαι· καταδικάζω

`τ.917`

τιμώμενος· εὐθυνόμενος. καὶ ἐπιτίμιον ὑπέχων. οἱ δὲ ἐπιτίμια πατρός

`τ.918`

τιμωρεῖσθαι· κολάζεσθαι

`τ.919`

τιμωρία· πρόστιμον, ἀνταπόδοσις. κόλασις. ἢ τιμὴ παρὰ Λυσίᾳ

`τ.920`

τιμωροῦσι· καταπονοῦσιν. ἐκδικοῦσιν

`τ.921`

τίν· σοί. ἢ τινά

`τ.922`

τινακτοπήληξ· σεισολόφος

`τ.923`

τινθαλέῳ· πυρί. διαθέρμῳ

`τ.924`

τινθαλέον· διάπυρον. διάφορον. διεφθαρμένον. διαφανές

`τ.925`

τιννεῖν· ἀποδοῦναι

`τ.926`

τί νυ βείομαι· τί δὴ μέλω βιοῦν, ὅ ἐστι ζῆν

`τ.927`

τινύμενον· ἀπαιτούμενον. ἀποδιδόμενον

`τ.928`

τίνυνται· τιμωροῦνται

`τ.929`

τινύων· ἀποδιδῶν

`τ.930`

τιντόν· ἑφθόν

`τ.931`

τῖξον· δεῖξον

`τ.932`

τιοίμην· τίμιος εἴην

`τ.933`

τίοιτο· τιμηθείη

`τ.934`

τίον· μέσον ἡμέρας ἐτίμουν

`τ.935`

τίον ἑτέρων, τὰ ἀπρεπῆ

`τ.936`

τί ὀνήσω· τί ὠφελήσω

`τ.937`

τίπτε· τί δήποτε. ἢ κατὰ συγκοπὴν τί ποτε. ἢ διὰ τί, ἢ ἱνατί

`τ.938`

τίπτε δέ σε χρεών· τίς δέ σε χρεία καταλαμβάνει

`τ.940`

τίπτε με· διὰ τί με

`τ.941`

τί πράττεις· τί ποιεῖς

`τ.943`

τί ῥέζεις· τί πράττεις

`τ.945`

τίριος· θέρους. Κρῆτες

`τ.946`

Τίρυνθα· πόλις ἐν Ἄργει

`τ.947`

Τιρύνθιον Ἄργος· τὰς Μυκήνας

`τ.948`

Τιρύνθιον πλίνθευμα· ἀντὶ τοῦ τεῖχος. ὑπὸ Κυκλώπων δὲ κατεσκεύαστο

`τ.949`

τισάμενον· καταπονούμενον

`τ.950`

τίσασθαι· τιμωρίας λαβεῖν

`τ.951`

τίσατο· ἐτιμωρήσατο

`τ.952`

τῖσαι· ἀποδοῦναι

`τ.953`

τίς γάρ· τίς δή

`τ.954`

τίς δʼ αὖ τοι· τίς δέ σοι

`τ.955`

τίσι· ποίοις

`τ.956`

τίσειαν· τιμωρίαν δοῖεν

`τ.957`

τίσις· ἀντέκτισις. ἀτιμία. ποινή, τιμωρία

`τ.958`

τίς κεν· τίς ἄν

`τ.959`

τίσις, τί ποτε

`τ.960`

τῖσον· τίμησον

`τ.961`

τίσομαι· τιμωρήσομαι

`τ.962`

τίς γάρ· τίς δή

`τ.963`

τίσουσι· τιμωρήσονται

`τ.964`

τίς τρόπος· παροιμία ἐπὶ τῶν ἀλλοκότων

`τ.965`

τίσω· ἀποδώσω. τιμήσω

`τ.966`

τίται· εὔποροι. ἢ κατήγοροι τῶν ἀρχόντων

`τ.967`

τιταινόμενος· τρέχων. ἕλκων. τεινόμενος

`τ.968`

τίται <span class="gap">…</span> νον· ἕλκουσι. τείνουσι

`τ.969`

τιταίνειν· σπεύδειν. τείνειν. κραδαίνειν. ἕλκειν. τίσιν λαμβάνειν. τιμωρεῖν

`τ.970`

τιταινομένω· ἐκτετακότε

`τ.971`

τιτάν· παιδεραστής.

`τ.972`

Τιτανίδα· τὴν Εὔβοιαν, παρόσον Βριάρεω θυγάτηρ ἦν. ἔνιοι δὲ τὴν Ἀσωποῦ φασι

`τ.973`

Τιτᾶνες· τιμωροί, ἀπὸ τοῦ τιταίνειν. ἄλλοι δὲ οἱ μὴ ἔχοντες ἀποτῖσαι ἀτιτᾶνες ὠνομάζοντο, οἱ δὲ ἔχοντες τιτᾶνες

`τ.974`

Τιτανὶς γῆ· ἤτοι πᾶσα ἡ γῆ, ἢ ἡ Ἀττικὴ ἀπὸ τῶν κατασχόντων

`τ.975`

τίτανος· καὶ κονία, ἄσβεστος. οἱ δὲ τιγύψου χρῖσμα

`τ.976`

 <span class="gap">…</span> τιτανωμένας· γεγυψωμένας

`τ.977`

τιτανωτὴ χρόα· γυψωτή, ἢ λευκόχροος

`τ.978`

Τιταρήσιος· ποταμὸς Ἠπείρου

`τ.979`

τίταξ· ἔντιμος. ἢ δυνάστης. οἱ δὲ βασιλεύς

`τ.982`

Τιτῆνες· Οὐρανοῦ παῖδες

`τ.983`

τιτῆναι· βασιλίδες ....... ἢ Ἕκτορος Λύτροις

`τ.984`

τίτθαι· τροφοί

`τ.985`

τίτθεν· τίκτειν

`τ.986`

τιτθίον· τιτθός. μαστός

`τ.987`

τιτθή· ἡ τροφός

`τ.988`

τι τίει· τιμᾷ

`τ.989`

τίρ· τίς. Λάκωνες

`τ.990`

τίτλος· πτυχίον ἐπίγραμμα ἔχον

`τ.991`

Τίτορμος· οὗτος Αἰτωλὸς ἀνὴρ διαβεβοημένος ἐπὶ ἀνδρείᾳ καὶ μεγέθει

`τ.992`

τιτρᾶται· τρυπᾶται. διανοίγεται

`τ.993`

τιτυβίζει· ὡς χελιδὼν φωνεῖ

`τ.994`

τιτύπαι· αἱ ἐμπύλαι· αἱ πλάναι

`τ.995`

τιτύρας· ὄρνις ποιός. ἢ τιτυρώδης

`τ.996`

τίτυρος· σάτυρος. κάλαμος. ἢ ὄρνις

`τ.997`

τιτύρινος· μόναυλος. ἢ αὐλὸς καλάμινος

`τ.998`

τιτύσκετο· ἡτοιμάζετο, παρεσκευάζετο. κατεστοχάζετο

`τ.999`

τιτυσκόμενοι· εὐστοχοῦντες, στοχαζόμενοι

`τ.1000`

τιτυσκόμενος· τὰ αὐτά

`τ.1001`

τιτώ· ἠώς. ἢ αὔριον. ἢ τινί

`τ.1002`

τί ὑμῖν διαφέρει· τί ὑμῖν μέλει

`τ.1003`

τίφαι· αἱ ὀλύραι. καὶ τιφή ἐν τοῖς ἕλεσι

`τ.1004`

τιφαίας· τὰς τῶν θηρῶν καταδύσεις

`τ.1005`

τίφια ὄρνεα· τὰ ἐν τοῖς ἕλεσι γινόμενα

`τ.1006`

τῖφος· ἕλος

`τ.1007`

Τῖφυς· ὁ ἐφιάλτης, νέαλυς. καὶ ὁ τῆς Ἀργοῦς κυβερνήτης

`τ.1008`

τί φῶ· τί εἴπω

`τ.1010`

τίω· σοῦ. ἢ τιμῶ. ἢ τύχω

`τ.1011`

τλᾶθι· ὑπόμεινον

`τ.1012`

τλαιπαθές· ταλαίπωρε

`τ.1013`

τλάς· ὑπομείνας. ἢ ποιήσας

`τ.1014`

τλασίφρονα· ὑπομονητικόν

`τ.1015`

τλήθα· ὡραία. Κυρηναῖοι

`τ.1016`

τλήθυμος· ἰσχυροκάρδιος

`τ.1017`

τλήμων· ὑπομονητικός

`τ.1019`

τλημόνως· ἐλεεινῶς

`τ.1020`

τλῆναι· ὑπομεῖναι. τολμῆσαι. παθεῖν

`τ.1021`

τληπάθειαι· ὑπομοναί, ταλαιπωρίαι

`τ.1022`

τληπαθής· ὑπομονητικός

`τ.1023`

τλῆσις· τόλμα. θράσος

`τ.1024`

τλησίπονος· τολμηρός, καρτερικός

`τ.1025`

τλῆτε· ὑπομείνατε

`τ.1026`

τλητικῶς· ὑπομονητικῶς

`τ.1027`

τλητῶν· ὑπομονητικῶν

`τ.1028`

τμάγεν· διεχωρίσθησαν, διέστησαν, ἐτμήθησαν, ἐσχίσθησαν

`τ.1029`

Τμάριον· ὄρος Ἀρκαδίας

`τ.1030`

Τμάριος· Ζεὺς ἐν Δωδώνῃ

`τ.1031`

τμήγας· γατόμος. ἀροτήρ

`τ.1032`

τμῆγος· ἀρότης. βούτμημα

`τ.1033`

τμήδην· τμητικῶς, τομῶς. ταχέως. ἀποκεχωρισμένως. βέλτιον δέ, ὅσον ἐπιτεμεῖν, καὶ οὐκ εἰς βάθος τρῶσαι·

  
τμήδην αὐχένʼ ἐπῆλθεν  

`τ.1034`

τμηθεῖσα· κοπεῖσα

`τ.1035`

τμηθῆναι·

`τ.1036`

τμῆξαι· τεμεῖν. διαλαβεῖν

`τ.1037`

τμήξας· τὰ αὐτά

`τ.1038`

τμητός· τμῆμα

`τ.1039`

Τμῶλος· ὄρος. καὶ ποταμός

`τ.1040`

τό· τὸ ἄρθρον οὐδέτερον προτακτικόν

  
τὸ μὲν ἥμισυ οἰνοπέδοιο  
καὶ ἀντὶ τοῦ τοῦτο·

  
τὸ μὲν οὔποτε φύλλα καὶ ὄζους  
  
φύσει  

`τ.1041`

τοάκης· χιτὼν σχιστός

`τ.1042`

τόβλικος· κρουματίου μίμησις

`τ.1043`

τόγε ἧκον· ὅσον δυνατόν

`τ.1044`

τογέρα· μοιχός. λαλαχός

`τ.1045`

τὸ δʼ αὐτό· τὸ αὐτὸ δέ. ὁμοίως δέ

`τ.1046`

τὸ δεῖν· τὸ δέον

`τ.1047`

τὸ δήϊον· τὸ πολέμιον

`τ.1048`

τόδʼ ἱκάνεις· ἔνθαδε ἥκεις

`τ.1049`

τὸ ἐνσώματον· τὸ μετὰ σώματος

`τ.1050`

τὸ ἠλύσιον· ὁ παράδεισος

`τ.1051`

τὸ ἤνυστρον· μέρος τῆς κοιλίας τῶν μηρυκωμένων

`τ.1052`

τὸ θεέ· παστάς

`τ.1053`

τοί· οἵ. οὗτοι. καὶ σύνδεσμος παραπληρωματικός.

`τ.1054`

τοῖα· τοιαύτας, τοιάςδε

`τ.1055`

τοιγάρ· τοιγαροῦν. σύνδεσμος

`τ.1056`

τοιγαροῦν· ὅθεν δή. ἢ οὐκοῦν

`τ.1057`

τοιγάρτοι· καὶ γάρ. τοιγάρτοι

`τ.1058`

τοίδε γε· ἐκεῖνοι δέ, ἢ οὗτοί γε

`τ.1059`

τοιθορύκτρια· ἡ τοὺς σεισμοὺς ποιοῦσα

`τ.1060`

τοιθορύσσειν· σείειν

`τ.1061`

τὸ ἱερόν· τὸ θεῖον

`τ.1062`

τοί κεν· οἵτινες ἄν

`τ.1063`

τοῖν· τί ποτε. Κρῆτες

`τ.1064`

τοῖϊν· ἐκείνων

`τ.1065`

τοίνυν· διὰ τοῦτο

`τ.1067`

τοῖο· αὐτοῦ

`τ.1068`

τοῖοι· τοιοῦτοι· ἀγαθοί

`τ.1069`

τοῖον· τοιοῦτον. οὕτως ἀγαθόν. τοῦτον. τάσσεται καὶ ἐπὶ θαυμασμοῦ

`τ.1070`

τοῖος· τοιοῦτος

`τ.1071`

τοίοις δέ· τοιούτοις δέ

`τ.1072`

τοίους· τοιούτους

`τ.1073`

τοί ῥα· οἵτινες δή

`τ.1074`

τοῖς· τούτοις

`τ.1075`

τοῖσι· τοῖς σοῖς. ἢ ἐν ἑαυτοῖς. ἢ ἐν τούτοις

`τ.1076`

τοῖς τῇδε· τοῖς ἐνθάδε

`τ.1077`

τοῖς τυχοῦσι· τοῖς ἐντυγχάνουσι

`τ.1078`

τοιχοδιφήτωρ· τοιχωρύχος

`τ.1079`

τοῖχος· τοῦ πλοίου ἡ πλευρά

`τ.1080`

τοιχωρύχος· λῃστής, κλέπτης

`τ.1081`

τοίως· ἰσχυρῶς. καλῶς. ἀκριβῶς

`τ.1082`

τοκάδερ· ἔγκυοι

`τ.1083`

τὸ καί· διὸ καί

`τ.1084`

τὸ κατὰ γᾶς ξίφος· θηρίδιον σκολοπένδρᾳ ὅμοιον

`τ.1085`

τοκέες· πατέρες, γονεῖς

`τ.1086`

τοκεῦσι· γονεῦσιν. ἐγγόνοις

`τ.1087`

τοκέων· γονέων

`τ.1088`

τόκος· γένεσις

`τ.1089`

τὸ κρήγυον· τὸ ἀληθές

`τ.1090`

τὸ κῦρος· ἡ ἐξουσία, ἡ δεσποτεία

`τ.1092`

τὸ λαιόν· τὸ ἀριστερόν

`τ.1094`

τολμήσω· καρτερήσω

`τ.1095`

τολμητίας· προπετής, αὐθάδης, ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν ἐπιχειρῶν

`τ.1096`

τόλυξ· αἰδοῖον

`τ.1097`

τὸ λοβόν· τὴν ἀρχὴν τοῦ ὠτός

`τ.1098`

τολύπαι· τὸ κατασκευαστὸν ἔριον

`τ.1099`

τολυπεύειν· ταλαιπωρεῖν. μοχθεῖν. στρέφειν. μηχανᾶσθαι. ἐργάζεσθαι

`τ.1100`

τολύπευμα· τὸ κατασκευαστὸν ἔριον

`τ.1101`

τολυπεύσας· κατεργασάμενος

`τ.1102`

τολύπευσεν· ἐξειργάσατο

`τ.1103`

τολυπευτικώτατος· ἐργαστικώτατος. ἐπιτελεστικώτατος

`τ.1104`

τολύπη· τὰ προφυράματα τῶν μαζῶν, ἃ καὶ βήρηκας καλοῦσιν. καὶ ἀγαθίδιον στήμονος, ἢ ῥοδάνης

`τ.1105`

Τόμαρος· τὸ ἐν Δωδώνῃ ὄρος. καὶ προφήτης. καὶ ἱερεύς. καὶ θύτης. καὶ μάντις

`τ.1106`

τὸ μέταζε· τηνικάδε

`τ.1107`

τὸ μελάνδρυος· τὸ μέσον τοῦ ξύλου· διὰ τὸ εἶναι εὔτονον τοῦτο τὸ μέρος. ἄλλοι δὲ διαστείλαντες τὸ μέλαν δρυός εἰς δύο μέρη λόγου ἀποδεδώκασι τὸ μέσον τῆς δρυὸς μέρος μέλαν εἶναι καὶ ἄσηπτον διαμένειν

`τ.1108`

τομεύουσι· τέμνουσι

`τ.1109`

τομεύς· τμήτης, ἤγουν ὁ τέμνων

`τ.1110`

τομή· ἡ ῥίζα, ὅθεν ἐτμήθη. καὶ ἡ πληγὴ τοῦ ξίφους

`τ.1111`

τομία· τὰ ἀποτμήματα, καὶ ἀκρωτηριάσματα τοῦ νεκροῦ. οἱ δὲ τὰ ἱερά, ἃ σφάζοντες ὀμνύουσιν

`τ.1112`

τό μοι· τοῦτό μοι

`τ.1113`

τόμος· χάρτης. ἢ ὁ τέμνων

`τ.1114`

τόμουροι· προφῆται. ἱερεῖς. οἰωνοσκόποι. διάκονοι

`τ.1115`

τομώτερος· ὀξύτερος, δυνάμενος τέμνειν

`τ.1116`

τόν· ἄρθρον ἀρσενικὸν προτακτικὸν πτώσεως αἰτιατικῆς. ἢ τοῦτον. ἢ ὅντινα

`τ.1117`

τοναία· φωνῆς τάσις

`τ.1118`

τὸν ἀφʼ ἱερᾶς· γραμμή τις ἐν τῇ παιδιᾷ τῶν πεσσῶν, ἱερὰ καλουμένη

`τ.1119`

τὸν δʼ ἄρ· πρὸς τοῦτον δέ

`τ.1120`

τὸν εὐθυτενῆ· τὸν ὀρθόν

`τ.1121`

τονθορύζει· ἀτάκτως λαλεῖ. γογγύζει. ψιθυρίζει. καὶ τονθρίζει τὰ αὐτά

`τ.1122`

τονθρύς· φωνή

`τ.1123`

τόνθων· παρὰ Κορίννῃ ἐπὶ νωτιαίου κρέως τὸ ὄνομα

`τ.1124`

τόνος· ἔντασις, ἰσχύς, ῥώμη, δύναμις

`τ.1125`

τόνους· τὰς κειρίας ἀπὸ τοῦ τετάσθαι

`τ.1126`

τὸν ὀπισθότατον· τὸν ὀπίσω, τὸν τελευταῖον, τὸν ἔσχατον

`τ.1127`

τὸν οὐδόν· τὸν βατῆρα ὁδοποιόν

`τ.1128`

τόν ῥα· τὸν δή

`τ.1129`

τὸν σόν· τὸν ἴδιον. τέρμονα, τὸ τέλος

`τ.1130`

τό νυ γὰρ κατεάξαμεν· τοῦτο γὰρ τὸ δόρυ κατεάξαμεν

`τ.1131`

τόνῳ· λίαν τέρατι

`τ.1132`

τοξεύομαι· ἀποστεροῦμαι ....

`τ.1133`

τοξεύοντο· τόξα ἔτεινον

`τ.1134`

Τοξίου βουνός· τοῦ Ἀπόλλωνος τοῦ ἐν Σικυῶνι. βέλτιον δὲ ἀκούειν τὴν ἐν Δελφοῖς Νάπην λεγομένην· ἐκεῖ γὰρ καὶ ὁ δράκων κατετοξεύθη. καὶ ὁ ὀμφαλὸς τῆς γῆς τάφος ἐστὶ τοῦ Πύθωνος

`τ.1135`

τόξον· κυρίως αὐτὸ τόξον. δηλοῖ δὲ καὶ τὴν τοξικὴν ἐμπειρίαν, καὶ αὐτὰ τὰ βέλη

`τ.1136`

τοξοποιεῖν τὰς ὀφρῦς· συστρέφειν αὐτάς

`τ.1137`

τοξόται· οἱ δημόσιοι ὑπηρέται

`τ.1138`

τοξότα λωβητήρ· διὰ τόξων λωβώμενε, καὶ βλάπτων· ἀφʼ οὗ τὸν δειλὸν λέγει

`τ.1139`

τοξότης· πολεμιστής

`τ.1140`

τόξου πῆχυν· τὸ ὅλον τόξον, κατὰ ἀντεπέκτασιν τῆς νευρᾶς

`τ.1141`

τό οἱ· ὅπερ αὐτῷ

`τ.1142`

τὸ ὄντως· τὸ ἀληθῶς

`τ.1144`

τὸ ὅσον ἐπʼ ἐμοί· τὸ κατὰ δύναμιν

`τ.1145`

τοπάζει· εἰκάζει. ἱδρύει. ὑποπτεύει. στοχάζεται

`τ.1146`

τὸ παράπαν· παντελῶς

`τ.1147`

τὸ πάροιθεν· τὸ πρὸ τούτου

`τ.1148`

τὸ παρὸν εὖ τίθεσο· παροιμία, ἧς καὶ Πλάτων ἐν Γοργίᾳ μνημονεύει

`τ.1149`

τοπάσαι· ὑπονοῆσαι. ὑπολαβεῖν

`τ.1150`

τοπαστέον· ὑποληπτέον. ὑπονοητέον

`τ.1151`

τὸ περιόν· πλῆθος

`τ.1152`

τοπήϊα· ὅπλα νεώς, σχοινία, τοπεῖα, κάλοι

`τ.1153`

τὸ πρὸς ἀκτῖνα· τὸ πρὸς ἀνατολήν

`τ.1154`

τὸ προμηθές· τὸ προνοητικόν

`τ.1155`

τὸ προσεχές· τὸ ἐγγύς

`τ.1156`

τὸ πρῶτον· τὸ πρεσβύτατον

`τ.1158`

τό ῥα· ὅπερ δή

`τ.1159`

τόρβηλος· μεμψίμοιρος

`τ.1160`

Τόργιον· ὄρος ἐν Σικελίᾳ, ὅπου νεοττεύουσιν οἱ γῦπες. ἀφʼ οὗ καὶ αὐτοὶ τόργοι

`τ.1161`

τόργος· εἶδος γυπὸς αἱματοῤῥόφου. ἔστι δὲ καὶ ὁ γὺψ παρὰ Σικελιώταις

`τ.1162`

τορεῖν· τορῆσαι, τρῆσαι, τεμεῖν

`τ.1163`

τορέλλη· ἐπιφώνημα θρηνητικὸν σὺν αὐλῷ Θρᾳκικόν

`τ.1164`

τορκιμόν· τὸ βαρὺ καὶ μισητόν

`τ.1165`

τόρμη· εὐθὺς δρόμος κατὰ τέχνην. καὶ στροφή. καὶ σύμπας δρόμος

`τ.1166`

τορμίς· ἡ δέσποινα

`τ.1167`

τόρμος· ἡ πλήμνη τοῦ τροχοῦ, εἰς ἣν ὁ ἄξων ....

`τ.1168`

τορνεύει· γλύφει

`τ.1169`

τορνευταί· γλύπται

`τ.1170`

τόρνος· ἐργαλεῖον τεκτονικόν, ᾧ τὰ στρογγύλα σχήματα περιγράφεται

`τ.1171`

τορνῶσαι· περιγράψαι. κυκλῶσαι

`τ.1172`

τορνώσας· τῷ κύκλῳ περιγράψας

`τ.1173`

τορνοῦμαι δὲ πρὸς μέτρον· ἀντὶ τοῦ περιγράφομαι

`τ.1174`

τὸ ῥόθιον· τὸ κῦμα

`τ.1175`

τόρον· λιθοκοπικὸν σκεῦος. ἢ μεγαλόφωνον

`τ.1176`

τορόνος· τόρνος. Ταραντῖνοι

`τ.1177`

τόρος· ἐργαλεῖον φρεωρυχικόν. καὶ εἰς ὃ ὁ στελεὸς ἐμβάλλεται

`τ.1178`

τορόν τι· ὀξεῖα

`τ.1180`

τόῤῥα· ὅπερ δή

`τ.1182`

τορτυρόμενον· νιφόμενον

`τ.1183`

τορύνη· σιτῶδές τι

`τ.1184`

τόσα καὶ τόσα· ἢ τοσαῦτα

`τ.1185`

τὸ σέλας· ἡ ἔκλαμψις

`τ.1186`

τὸ σίνεσθαι· τὸ βλάπτεσθαι

`τ.1187`

τὸ σκάφος· τὸ πλοῖον

`τ.1188`

τόσσον· τοσοῦτον, τηλικοῦτον. λέγεται καὶ ἐπὶ θαυμασμοῦ

`τ.1189`

τὸ σὸν μένος· τὴν σὴν ὀργήν

`τ.1190`

τοσοῦτον· ὅλον τοῦτο

`τ.1191`

τὸ σταῖς· τὸ ἄλευρον

`τ.1192`

τόσῳ μᾶλλον· ὅσῳ πλέον

`τ.1193`

τὸ τάχος· συντόμως

`τ.1194`

τότε μοι χάνοι εὐρεῖα χθών· εὐρὺ καὶ μέγα μοι χάσμα γῆς γένοιτο, ἵνα με δέξηται· ὅπερ ἐστὶν ἀποθάνοιμι

`τ.1195`

τὸ τεῦχος· τὸ σκεῦος

`τ.1196`

τὸ τηνικαῦτα· τὸ τότε

`τ.1197`

τὸ τί· διατί

`τ.1198`

τοῦ· ἄρθρον προτακτικόν

`τ.1199`

τοῦ δὴ πολλοὶ ἀπὸ σπινθῆρες ἴενται· τοῦ καλουμένου κομήτου ἀστέρος

`τ.1200`

τοῦμα· στόμα

`τ.1201`

τοὐμοῦ· τοῦ ἐμοῦ

`τ.1202`

τοὐμφανές· φανερόν

`τ.1203`

τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο· τὴν τριακάδα λέγει. τὸν μῆνα ἔχειν φησὶ ἡμέρας εἰκοσιεννέα, ὥστε τὴν τριακάδα μέρος ἔχειν καὶ τοῦ παρῳχηκότος καὶ τοῦ ἐπιόντος μηνός

`τ.1204`

τοὔμπαλιν· τὸ ἐναντίον, ἀνάπαλιν, ἔπειτα πάλιν

`τ.1205`

τοὔνεκα· τούτου χάριν, τούτου ἕνεκεν

`τ.1206`

τούνη· σύ. Λάκωνες

`τ.1207`

τοῦ παντὸς ἀξιόλογον· τοῦ παντὸς κύριον

`τ.1208`

τοὖργον· τὸ ἔργον, κατὰ συναίρεσιν τῶν φωνηέντων

`τ.1209`

τοὐρθόν· τὸ ὀρθόν

`τ.1210`

τούς· ἄρθρον προτακτικόν. καὶ ἀντὶ τοῦ οὕς· καὶ ἀντὶ τοῦ τούτους

`τ.1211`

τουσοίρ· φύσκη πλήρης κριμνῶν, στέατος, αἵματος

`τ.1212`

τοὺς ἐμβόλους· τὰ ἔμβολα τῶν νεῶν. καὶ ἐπὶ τῶν θηλειῶν

`τ.1213`

τοὺς ἐν τέλεϊ· τοὺς ἐν τιμῇ καὶ ἀρχῇ

`τ.1214`

τοὔσχατον· τὸ ἔσχατον, καὶ μέγιστον

`τ.1215`

τουτάκις· τοσαυτάκις, ὅπερ ἐστίν ....

`τ.1216`

τουτί· τοῦτο

`τ.1217`

τοῦτις· ὁ κόσσυφος

`τ.1218`

τοῦτο μέν· ποτὲ μέν

`τ.1219`

τοῦτο Πύθιον· τοῦτο πρῶτον καὶ ἔσχατον

`τ.1220`

τουτῶ· ἐντεῦθεν. Λάκωνες

`τ.1221`

τοῦφος· τάφος

`τ.1222`

τόφρα· ἐν τοσούτῳ. ἕως τούτου τοῦ χρόνου. καὶ ἔστιν ἀνταποδοτικὸν τοῦ ὄφρα ἢ ἄχρι, ἢ ἕως. ἢ ἵνα

`τ.1223`

τόφρα δέ· τηνικαῦτα δέ

`τ.1224`

τραγαλέον· διεῤῥωγότα

`τ.1225`

τραγᾶν· οὕτω τὸ ἀκαρπεῖν τινες τῶν γεωργικῶν· οἱ δὲ μενῶν νόσον. καὶ τῆς φωνῆς τὸ πάθος

`τ.1226`

τράγαις· Αἰολεῖς οὕτω λέγονται ἀπὸ λίμνης, ἣ καλεῖται Τραγάση

`τ.1227`

Τραγασαῖοι ἅλες· οἱ ἀπὸ Λεκτοῦ

`τ.1228`

τραγεῖον· πόας εἶδος

`τ.1229`

τράγη· πεπληγμένη. πεπηγυῖα

`τ.1230`

τραγηφόροι· αἱ κόραι Διονύσῳ ὀργιάζουσαι τραγῆν περιήπτοντο

`τ.1231`

τραγίζειν· τὸ τραγᾶν τῇ φωνῇ τοὺς ἀκμάζοντας τῶν παίδων

`τ.1232`

τραγικῆς· ....... τραγῳδῶν ᾄσματα

`τ.1233`

τραγικὸν πάθος· μεστὸν συμφορᾶς

`τ.1234`

τραγικὸς πίθηκος· παροιμία ἐπὶ τῶν παρʼ ἀξίαν σεμνυνομένων

`τ.1235`

τραγιστάς· τοὺς τὰ ἱερεῖα κλέπτοντας

`τ.1236`

τραγοπώγων· πόας εἶδος

`τ.1237`

τράγους· σατύρους, διὰ τὸ τράγων ὦτα ἔχειν

`τ.1238`

τραγῳδεῖν· χορεύειν

`τ.1239`

τραγῳδία· χορεία. κωμῳδία

`τ.1240`

τραγῳδός· χορευτής. κωμῳδός

`τ.1241a`

τρακτεύει· μηχανᾶται

`τ.1242a`

τρακτωρία· μηχανουργία

`τ.1241`

Τραλλεῖς· οὕτως ἐκαλοῦντο μισθοφόροι Θρᾷκες τοῖς βασιλεῦσιν, οἱ τὰς φονικὰς χρείας πληροῦντες

`τ.1242`

τραλλόν· πικρόν

`τ.1243`

τράμις· τὸ τρῆμα τῆς ἕδρας. ὁ ὄῤῥος. τινὲς ἔντερον. οἱ δὲ ἰσχίον

`τ.1244`

τράμπις· ναῦς ἄκατος. πορθμίς. τινὲς πλοῖα βαρβαρικά

`τ.1245`

τρανές· σαφές. ἀληθές

`τ.1246`

τρανίαν· αὐλὴν ἐν ὁδῷ μεγάλην

`τ.1247`

Τρανιψοί· ἔθνος Θρᾴκιον

`τ.1248`

τρανός· σαφής. ἀληθής

`τ.1249`

τρανόν· ἑξαμηνιαῖον πρόβατον

`τ.1250`

τράπε· ἔτρεψεν

`τ.1251`

τραπεζῆες· οἱ πρὸς ταῖς τραπέζαις λιχνεύοντες. καὶ οἱ ἐπιτραπέζιοι. καὶ οἰκουροί. λύσις τῆς τοῦ σώματος συνεχείας κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης

`τ.1252`

τραπεζίας· παρὰ τῇ τραπέζῃ τρεφομένους

`τ.1253`

τραπέζιον· παρὰ τοῖς γεωμέτραις σχῆμα, τὸ τὰς μὲν δύο πλευρὰς ἀπεναντίας πρὸς ἀλλήλας ἔχον ἀνίσους, τὰς δὲ ταύτας ἐπιζευγνυούσας ἴσας

`τ.1254`

τραπεζεύς· παράσιτος ἄκλητος

`τ.1255`

τραπεζίτης· κολλυβιστής, κερματιστής, δανειστής

`τ.1256`

τραπεζοποιός· οὐχ ὁ μάγειρος· ἀλλʼ ὁ τῆς πάσης περὶ τὰ συμπόσια παρασκευῆς ἐπιμελούμενος

`τ.1257`

τραπεζώ· ἱέρειά τις Ἀθήνησιν

`τ.1258`

τραπεζίτην Πάριν· τὸν παραβάντα τὴν τράπεζαν καὶ ἀτιμάσαντα τὸν Μενέλαον

`τ.1259`

τραπείομεν· τερφθῶμεν

`τ.1260`

τραπελιζόμενος· συνεχῶς ἀναστρεφόμενος

`τ.1261`

τραπέμπαλιν· ἐνηλλαγμένως, ἢ παρηλλαγμένως

`τ.1262`

τραπέοντο· ἐπατοῦντο, παρὰ τὸ τροπὴν λαμβάνειν τὸν βότρυν πατηθέντα

`τ.1263`

τραπέουσι· πατοῦσιν ἐπὶ τῇ ληνῷ

`τ.1264`

τράπηκι· δόρατι

`τ.1265`

τραπεῖν· ληνοπατεῖν

`τ.1266`

τραπῆναι· στραφῆναι, πεισθῆναι

`τ.1267`

τραπητός· ὁ οἶνος

`τ.1268`

τραπομένους· τρεπομένους

`τ.1269`

τράποντο· εἰς φυγὴν ἐτράποντο

`τ.1270`

τραπῶ· ἀπέλθω

`τ.1271`

τραρόν· ταχύ

`τ.1272`

τρασιά· ἡ τῶν σύκων ψύκτρα, παρὰ τὸ τερσαίνειν. ἤγουν τόπος, ἔνθα ξηραίνουσιν αὐτά

`τ.1274`

τραυλίζει· ψελλίζει

`τ.1275`

τραυλόν· ἡδύ. λεπτόν

`τ.1276`

τραυλός· ψελλός, τὴν γλῶτταν βεβλαμμένος

`τ.1277`

τραῦμα· πληγή. ἕλκος. μώλωψ

`τ.1278`

τραυματίαι· σφαγαί. τετρωμένοι

`τ.1279`

τραύσανον· ξηρὸν πᾶν. ἢ φρύγανον

`τ.1280`

Τραῦσος· ἔθνος Σκυθικόν, οἳ τοὺς μὲν γεννωμένους ἀτιμάζουσι, τοὺς δὲ τελευτῶντας κατευφημίζουσιν

`τ.1281`

τράφαλλος· ὁ χλωρὸς τυρός. οἱ δὲ τραφαλλίδα

`τ.1282`

τράφεν· ἐτράφησαν

`τ.1283`

τραφερήν· ξηράν. τὸ γὰρ πῆξαι θρέψαι λέγουσιν

`τ.1284`

τραφερόν· πηκτόν. τρόφιμον. λευκόν. ξηρόν. πεπηγμένον

`τ.1285`

τράφεται· πήγνυται

`τ.1286`

τράφηξ· χάραξ. σκόλοψ. ἔνιοι δὲ τὸ δόρυ. ἄλλοι τὸ τῆς νεὼς χεῖλος

`τ.1287`

τραφηρά· ξηρά

`τ.1288`

τράφος· τάφος

`τ.1289`

τράχε· πορεύου

`τ.1290`

Τραχίς· ἡ νῦν Ἡράκλεια καλουμένη

`τ.1291`

τραχηλιάσας· ἐναντιωθείς. ἀπειθήσας

`τ.1292`

τραχηλιῶ· ὑψῶ αὐχένα

`τ.1293`

τράχηλος· αὐχὴν τραχύς. σκληρός

`τ.1294`

τραχήλους· τὰς πορφύρας. ἔνιοι τοὺς σπονδύλους τῶν κογχυλίων

`τ.1295`

τρέ· σέ Κρῆτες

`τ.1296`

τρεῖν· φοβεῖσθαι. φεύγειν

`τ.1297`

τρίς ἕκαστον ἀΰσας· τρίς ἕκαστον φωνήσας καὶ ἀνακαλεσάμενος. ἔθος γὰρ ἦν ἐν τοῖς τῶν ἐπὶ τῆς ἀλλοδαπῆς τεθνηκότων τὰς ψυχὰς μετακαλεῖσθαι κατὰ τὸν ἀπόπλουν

`τ.1298`

τρεῖς θεοί· παρὰ Σόλωνι ἐν τοῖς ἄξοσιν ὅρκῳ τέτακται. ἔνιοι κατὰ τὸ Ὁμηρικόν

`τ.1299`

Τρεμιλία· ἡ Λυκία

`τ.1300`

τρέπει· μεταστρέφει

`τ.1301`

τρέπεται· ἀλλάσσεται. μεταβάλλεται

`τ.1302`

τρεπόντων· ἐπιστρεφόντων

`τ.1303`

τρεπτότητος· τροπῆς

`τ.1304`

τρέπω· διώκω. ἢ φεύγω

`τ.1305`

τρέσσαι· φυγεῖν φοβηθῆναι

`τ.1306`

τρεσσάντων· φοβηθέντων. ἢ διὰ δέος φευγόντων. καὶ τρέσσοντες ὁμοίως

`τ.1307`

τρέστης· δειλός

`τ.1308`

τρέφειν· ἔχειν. πηγνύναι. καὶ τρέφεται. ὁμοίως

`τ.1309`

τρέχειν· ἀγωνίζεσθαι

`τ.1310`

τρέχνος· στέλεχος, κλάδος, φυτόν, βλάστημα

`τ.1311`

τρέψαν· μετέβαλλον

`τ.1312`

τρέψειαν· νικήσειαν. πατάξειαν

`τ.1313`

τρέψομαι· ἔξω πορεύσομαι. διώξω

`τ.1314`

τρηγαλέον· διεῤῥωγότα

`τ.1315`

τρήματα· τρυπήματα

`τ.1316`

τρηματικτάς· κυβευτάς. ἀπὸ τῶν ἐν τοῖς κύβοις τρημάτων

`τ.1317`

τρηρόν· ἐλαφρόν. δειλόν. ταχύ. πλοῖον μικρόν

`τ.1318`

τρήρων· δειλή. περιστερά. ἀπὸ τοῦ τρεῖν, ὅ ἐστιν φοβεῖσθαι· δειλὸν γὰρ τὸ ζῶον καὶ ταχύ

`τ.1319`

τρήρωνες· περιστεραί

`τ.1320`

τρήρωσι· περιστεραῖς

`τ.1322`

τρητοὶ λοβοί· τὰ ἀλόβα. τὰ γὰρ ἐνώτια ἐλλόβια, διὰ τὸ ἐν τοῖς λοβοῖς ἐνίεσθαι

`τ.1323`

τρητοῖο λίθοιο· εἰώθασιν ἐπὶ τῶν λιμένων τρυπᾶν λίθους, ἵνα ἐξ αὐτῶν τὰ ἀπόγεια σχοινία ἐξάπτωσιν οἱ ναῦται

`τ.1324`

τρητοῖς ἐν λεχέεσσι· τοῖς κατὰ τὰς ἁρμογὰς τετρημένοις, ἢ ἱμαντωτοῖς. ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ κλῖναι, ὡς καὶ τὰ βάθρα

`τ.1325`

τρητοκουρήτας· γνησίας γυναῖκας. οἱ δὲ παρθένους

`τ.1326`

τρητὸν ἔλαιον· διὰ τὸ κοίλωμα ἔχειν τὸν ἄγριον ἔλαιον

`τ.1327`

τρηχαλέῳ· τραχεῖ

`τ.1328`

τρηχεῖα· τραχεῖα. πολλὰς ἐξοχὰς ἔχουσα

`τ.1329`

τρηχεῖαν· τραχεῖαν. καὶ τὰ ὅμοια

`τ.1330`

τρηχὺ νόημα· σκληρὸν νοῦν

`τ.1331`

τρί· κατὰ τοῦ πολλοῦ τοῦτο προστίθεται

`τ.1332`

τρία Θηραμένους· ἄντικρυς τὰ τοῦ Θηραμένους ἐπιζήμια ἐκτέθεικεν

`τ.1333`

τρίαινα· δόρυ τρεῖς ἔχον ἀκμάς

`τ.1334`

τριαινατῆρες· ἀντὶ τοῦ ἀροτριοῦντος

`τ.1335`

τρία καὶ δύο· ἐπὶ κράσεως πότου. δύο δὲ ἦσαν κράσεις· τρεῖς μὲν ὕδατος πρὸς ἕνα καὶ πέντε ὕδατος πρὸς δύο

`τ.1336`

τριακάς· ἡ τριακοστὴ τοῦ μηνός. καὶ σύστημά τι τῶν πολιτῶν

`τ.1337`

τριακατίοι· οἱ ἔφηβοι. καὶ τὸ σύστημα αὐτῶν

`τ.1338`

τριάκις· ἀντὶ τοῦ τρίς. Λάκωνες

`τ.1339`

τριάκοντα· οὗτοι ἐχειροτονοῦντο δικασταὶ Ἀθήνησιν, οἵτινες ἐζημιοῦντο τοὺς μὴ παραγενομένους τῶν πολιτῶν εἰς ἐκκλησίαν

`τ.1340`

τριακοντόριοι· πλοῖα ὑπὸ ληʹ κωπηλατούμενα

`τ.1341`

τριᾶντος πόρνη· λαμβάνουσα τριᾶντα, ὅ ἐστι λεπτὰ εἴκοσι

`τ.1342`

τριάξ· τριακάς

`τ.1343`

τρία Στησιχόρου· ἔθος ἦν παρὰ πότον ᾄδεσθαι, ὡς καὶ τὰ Ὁμήρου

`τ.1344`

τριβακὸν ἱμάτιον

`τ.1345`

τριβαλλοί· συκοφάνται. οἱ δὲ τοὺς θωπευτικούς, ἐν τοῖς βαλανείοις διατρίβοντας, καὶ ἐπὶ τὰ δεῖπνα ἑαυτοὺς καλοῦντας

`τ.1346`

τρίβανον· λήκυθον

`τ.1347`

τριβή· διατριβή. ἢ βραδυτής

`τ.1348`

τρίβολα· στρεπτά. στωμύλα

`τ.1349`

τρίβολοι· ἀκάνθης εἶδος· ὅθεν καὶ τὸ τοῖς ἵπποις ἐν τοῖς χαλινοῖς ἐντιθέμενον

`τ.1350`

τρίβολον ἄκοντα· τρίαιναν

`τ.1351`

τρίβοντες· λειοῦντες. ἢ φανερὰν ποιοῦντες, ἢ λείαν

`τ.1352`

τρίβος· ἀτραπός, ὁδός

`τ.1353`

τρίβουνος· ἔμπειρος

`τ.1354`

τρίβος· ὁδός

`τ.1355`

τρίβων· στολὴ ἔχουσα σημεῖα ὡς γάμμα

`τ.1356`

τρίβωνα· στολισμόν

`τ.1357`

τριβώνιον· πάλλιον. περιβόλαιον

`τ.1358`

τριβωνοφόρος· ὁ φορῶν στολήν

`τ.1360`

Τρίγλα· ἰχθῦς θαλάσσιος. καὶ τόπος τις

`τ.1361`

τρίγληνα· πολυθέατα· γλῆναι γὰρ οἱ ὀφθαλμοί· τρίκοκκα, τριόφθαλμα, πολυειδῆ

`τ.1362`

τριγλίζειν· κατὰ μίμησιν ἐπὶ τῶν γελώντων

`τ.1363`

τριγλήνας· εὐμόρφους ὀφθαλμούς

`τ.1365`

τριγκῶσαι· φράξαι

`τ.1366`

τριγλώχινι· τριγώνῳ, τρεῖς γωνίας ἔχοντι

`τ.1367`

τρίγονοι· τρίτην γενεὰν ἐπισχόντες. ἢ οἱ τρεῖς

`τ.1368`

τρίγωνον· εἶδος ὀργάνου ψαλτηρίου. ἢ φυτὸν ἐν Αἰγύπτῳ

`τ.1369`

τριγός· τρηγών

`τ.1370`

τρίζει· φωνεῖ

`τ.1371`

τριγχός· περίφραγμα, στεφάνη, τειχίον

`τ.1372`

τρίζουσα· φωνοῦσα λεπτόν τι

`τ.1373`

τρίζωος· ὃς τρεῖς γενεὰς ἐξήγαγε

`τ.1374`

τριήμερος· Θεσμοφόρια ὑπὸ Λάκωνεις

`τ.1375`

τριημιολία· ναῦς μακρὰ ἄνευ καταστρώματος

`τ.1376`

τριήραρχος· τριήρους ἄρχων, ἤτοι πλοίων πολεμικῶν

`τ.1377`

τριήρεις· πλοῖα πολεμικά

`τ.1378`

τριήρης· ἔξω τῆς νεὼς καὶ ῥυτόν τι ἔκπωμα

`τ.1379`

τρίηρον· πλοῖον μικρόν

`τ.1380`

τριηρονόμος· τριήραρχος

`τ.1381`

τριθαλλίαι· μεγάλως τοῦ θάλλειν αἰτίαι

`τ.1382`

τρίκαρπον· τριετῆ

`τ.1383`

Τρίκκη· πόλις Θεσσαλίας

`τ.1384`

τρίκκος· ὀρνιθάριον ὁ καὶ βασιλεὺς ὑπὸ Ἠλείων

`τ.1385`

τρικόλυβον· νομισμάτιόν τι

`τ.1386`

τρικόνητος· ὁ πολλάκις ἀπολέσθαι ἄξιος καὶ καταχωσθῆναι

`τ.1387`

Τρικόρυνθος· ἀνδρεῖος ἥρως

`τ.1388`

τρικότυλος οἶνος· οὗ τρεῖς κοτύλαι ὀβολοῦ πωλοῦνται

`τ.1389`

τρίκουρος· ὁ ἐπὶ τρία ἔτη κεκαρμένος κριός. ὁμοίως καὶ ὁ μὴ κεκαρμένος .....

`τ.1390`

τρικτεῖρα· θυσία Ἐνυαλίῳ. θύεται δὲ πάντα τρία καὶ ἔνορχα

`τ.1391`

τρικτύα· τριάδα. ἔνιοι θυσία κάπρου, κριοῦ, ταύρου

`τ.1392`

τρικτῆς· μέρος φυλῆς .....

`τ.1393`

τρίκυζα· πολλῆς δεόμενα λιτανείας

`τ.1394`

τρικυμία· ζάλη

`τ.1395`

τρίλλιστος· πολυλιτάνευτος

`τ.1396`

τρίμηνοι πυροί· οἱ καὶ σητάνιοι λεγόμενοι

`τ.1397`

τρίμι <span class="gap">…</span> ον· τὸ εὐσπάθητον ἱμάτιον

`τ.1398`

τριμίσκον· ἱμάτιον. Ἀσπένδιοι

`τ.1400`

τριμίτινα ὑφάσματα· τρίμιτα

`τ.1402`

τρῖμμα· ἀρωματίζον πόμα ἐν γάμοις πινόμενον καὶ ἐν θεατρικοῖς ἀγῶσιν

`τ.1403`

τρίογδον· μέτρον τι παρὰ Ταραντίνοις

`τ.1404`

τρίοδος καὶ τριόδους πληθυντικῶς· ἰδίως τὰς τρεῖς ὁδούς. καὶ τρίαινα

`τ.1405`

τριολύμπιον ἅρμα· τὸ ἐκ τριῶν Ὀλυμπιάδων ἐζευγμένον

`τ.1406`

τριοπην· τριόφθαλμον

`τ.1407`

τριοπηλίς· δέσμη σκορόδων

`τ.1408`

Τριόπιον· ἡ Κνίδος. καὶ ἱερὸν ἔνθα ἑορτάζουσιν

`τ.1409`

τριοπίς· τριόφθαλμος. ἔνιοι ζῶον ὅμοιον ἀκρίδι. καὶ περιτραχήλιον τρεῖς ἔχον ὀφθαλμοὺς ὑαλοῦς

`τ.1411`

τρίορχος· εἶδος ἱέρακος

`τ.1412`

τρίοψ· ὁ ὑπὸ τῶν Πυθαγορικῶν ἐν Δελφοῖς τρίπους

`τ.1413`

Τριπατρεῖς· οἱ πρῶτοι γεννώμενοι

`τ.1414`

τρίπεζαν· τὴν τράπεζαν. Βοιωτοί

`τ.1415`

τρίπλακα· τρὶς ἐπιπτυχθῆναι δυναμένην· ἐξ οὗ τὴν μεγάλην δηλοῖ· τρίπτυχον, τριπλῆν

`τ.1416`

τριπλῇ τετραπλῇ τε· τριπλασίονα καὶ τετραπλάσια

`τ.1417`

τρίποδα· λέβητα τρισκελῆ. χαλκίον

`τ.1418`

τρίπολον· τὴν τρὶς ἢ πολλάκις μεταβεβλημένην διὰ τῆς ἀροτριάσεως γῆν

`τ.1419`

Τρίπολις· εἶδος πέμματος. καὶ πόλις

`τ.1420`

τριπονῆται· ἑορτή τις

`τ.1421`

τρίπος· τρίπους

`τ.1422`

τρίπους· λέβης, κρατήρ. ἐχρῶντο δὲ αὐτὸ εἰς τὸ θερμαίνειν ὕδωρ. ὁ δὲ ἐμπυριβήτης ἐστὶν ὁ ἐξ ἑαυτοῦ πόδας ἔχων εἰς τὸ ὑποκαίεσθαι

`τ.1423`

τριπτήρ· ᾧ τὴν σταφυλὴν τρίβουσιν. ὑπὸ δὲ Σικελῶν ὁ δοῖδυξ

`τ.1424`

τρίπτυχος· τριπλῆ, ἢ πολύπτυχος, ἡ τρεῖς ἐπιπτυχὰς ἔχουσα

`τ.1425`

τρίς· ἐπὶ τοῦ πολλάκις

`τ.1426`

τρὶς ἀλιτήριος· ἁμαρτωλός

`τ.1427`

τρὶς ἕξ· νικητήριος βόλος. καὶ παροιμία· τρὶς ἓξ ἢ τρεῖς κύβοι. ἐλέγετο δὲ ἐπὶ τοῦ εὐστόχου, ἀπὸ τῶν κυβευτῶν ......

`τ.1428`

τρὶς εὐδαίμων· τρισμακάριστος

`τ.1429`

τρὶς ὄλβιος· τρισμακάριστος

`τ.1430`

τρισπόλιον· βοτάνη τις

`τ.1431`

τρισσός· εἶδος ὄφεως

`τ.1432`

τριστάται· οἱ παρὰ χεῖρα τοῦ βασιλέως, ἔχοντες ἀνὰ τρεῖς λόγχας

`τ.1433`

τριστοιχεί· ἐπὶ τρεῖς τάξεις

`τ.1434`

Τρίτα· οὕτως ἡ Κνωσσὸς ὠνομάζετο

`τ.1435`

τριταγωνιστής· ὁ τρίτος ἀγωνιζόμενος

`τ.1436`

τριτάτη· τρίτη

`τ.1437`

τριταία· παρὰ Σόλωνι μὴ πλείω εἶναι τριταίας τὴν κτιστήν

`τ.1438`

τριτεύς· γὰρ χοίνικος οὗτος

`τ.1439`

Τριτῆες γενεήν· οἱ ἀπὸ τοῦ Τριτέων πόλεως κύνες, ἥ ἐστι πλησίον Φωκίδος

`τ.1440`

τρίτη Θεσμοφορίων· ζητεῖται, πῶς ἅμα μὲν λέγει τρίτην Θεσμοφορίων εἶναι, ἅμα δὲ μέσην, τεττάρων οὐσῶν ἡμερῶν

`τ.1441`

τριτημόριον· οἱ ἓξ χαλκοῖ

`τ.1442`

τριτημόριον· ἐλέγετο καὶ ἐπὶ τῆς μοίρας, καὶ ἐπὶ νομίσματος ἀργυρίου

`τ.1443`

Τριτογένεια· ἡ τὸ τρεῖν ἐνγεννῶσα τοῖς ἐναντίοις

`τ.1444`

Τριτογενής· ἐπιθετικῶς ἡ Ἀθηνᾶ. ἀπὸ τοῦ τρεῖν ἐνγεννᾶν τοῖς πολεμίοις· ἢ τῷ παρὰ Τρίτωνι, τῷ ποταμῷ Λιβύης, ἐμφανισθῆναι

`τ.1445`

τριτοκούρη· ᾗ πάντα συντετέλεσται τὰ εἰς τοὺς γάμους· τινὲς δὲ γνησία παρθένος

`τ.1446`

τριτόμηνις· ἡ τρίτη τοῦ μηνός

`τ.1447`

τρίτον ἡμίδραχμον· αἱ δύο δραχμαὶ καὶ τριώβολον

`τ.1448`

Τριτοπάτορας· ἀνέμους ἐξ Οὐρανοῦ καὶ Τῆς γενομένους, καὶ γενέσεως ἀρχηγούς. οἱ δὲ τοὺς προπατέρας

`τ.1449`

τριτοπηλίς· σκορόδων δέσμη, ἀπὸ τοῦ πεπιλῆσθαι καὶ συνεστράφθαι

`τ.1450`

τρίτος κρατήρ· Σοφοκλῆς Ναυπλίῳ καταπλέοντι. ἐν ταῖς συνουσίαις ἐκιρνῶντο κρατῆρες τρεῖς. καὶ τὸν μὲν πρῶτον Διὸς Ὀλυμπίου καὶ θεῶν Ὀλυμπίων ἔλεγον· τὸν δὲ δεύτερον ἡρώων· τὸν δὲ τρίτον σωτῆρος

`τ.1451`

τριτοστάτις· Ἀριστοφάνης ἐν Σκηνὰς .......

`τ.1452`

τριτύς· τριάς

`τ.1453`

τριτώ· ῥεῦμα. τρόμος, φόβος

`τ.1454`

τριτώ· Νίκανδρος ὁ Κολοφώνιός φησι τὴν κεφαλὴν καλεῖν Ἀθαμᾶνας

`τ.1455`

τριφάσιοι· τριπλάσιοι. τρίφωνοι

`τ.1456`

τρίφυλλα· πολύφυλλα. καὶ πόα δέ τις μηδίκη οὕτω καλουμένη

`τ.1457`

Τρίφυλοι· οἱ Καύκωνες

`τ.1458`

τριφυόν· τριπλοῦν

`τ.1459`

τρίχα· τριχῶς

`τ.1460`

τριχάϊκες· τριχόθεν ἐλθόντες ἀπὸ βίας

`τ.1462`

τριχαπτόν· τὸ βαμβύκινον ὕφασμα ὑπὲρ τῶν τριχῶν τῆς κεφαλῆς ἁπτόμενον, ἢ πολύμιτον

`τ.1463`

τριχῆ· εἰς τρία μέρη

`τ.1464`

τρίχηλον· τρικόρυφον

`τ.1465`

τριχῆ· τὸ δʼ αὐτὸ καὶ τὸ τρίχα, ἢ τὸ τρίτον μέρος

`τ.1466`

τριχθάδες· αἱ χαλκίδες. Ἡρακλέων δὲ μεμβράδες

`τ.1467`

τριχόβρως· θηρίδιον κατεσθίον τοὺς λόφους τῶν περικεφαλαίων

`τ.1468`

τρίχορδον· ὄργανον

`τ.1469`

τριχοκόμος· τριχῶν ἐπιμελούμενος

`τ.1470`

τριχοτρῶκται· ζωύφια τὰ τὰς τρίχας κατεσθίοντα

`τ.1471`

τριχώδη· ὄργανα πολιορκητικά, πρὸς χώρησιν ἐπιτήδεια

`τ.1472`

τριχῶς· τρισσῶς. ὑπομονητικῶς

`τ.1473`

τριχῶσαι· θάψαι

`τ.1474`

τριψημερεῖν· στραγγεύεσθαι, καὶ παρέλκειν τὰς ὥρας

`τ.1475`

τριώδελον· τριῶν ἡμιμναίων σταθμός

`τ.1476`

τριώροφα· τρίστεγα

`τ.1477`

τριῶλαξ· ἀγὼν παρθένων δρόμου

`τ.1478`

Τροία· πόλις

`τ.1479`

Τροίης· τῆς Ἰλίου

`τ.1480`

Τροιζήν· πόλις, ἢ χωρίον ἐν Ἄργει

`τ.1481`

τρομέοντο· ἔτρεμον

`τ.1482`

τρόμος· εὐλάβεια. δέος. φυγή

`τ.1483`

τρόνα· ἀγάλματα. ἢ ῥάμματα ἄνθινα

`τ.1484`

τρόνοι· στύππιοι. στήμων. ἁρπεδόνη. ἄτρακτος

`τ.1485`

τρόπα· εἶδος παιδιᾶς, καθʼ ἣν στρέφουσι τοὺς ἀστραγάλους εἰς τὸ ἕτερον μέρος

`τ.1486`

τροπαγός· ὁ ἀπητιμασμένος

`τ.1487`

τρόπαια· νικητήρια, σύμβολα νίκης

`τ.1488`

τροπαί· αἱ δύσεις. καὶ αἱ μεταβολαί, αἱ φυγαί, αἱ διώξεις. νομίσματά τινα. καὶ αἱ μεταβεβλημέναι φροντίδες

`τ.1489`

τροπαλίζει· στρέφει

`τ.1490`

τροπαλισμός· μεταβολή. καὶ τὸ ἐκ συμβόλων ὑποδέχεσθαι

`τ.1492`

τροπέοντο· ἐπάτουν. ἀπὸ τούτου καὶ ὁ οἶνος λέγεται τραπητός

`τ.1493`

τρόπηκος· μερὶς τῆς κώπης ὁ τρόπηξ, οὗ ἐπιλαμβάνονται οἱ ἐρέσσοντες· ὥστε ἀπὸ μέρους τὴν κώπην

`τ.1494`

τροπικώτερον· θεωρητικώτερον. ἀλληγορικῶς, μεταφορικῶς, οὐκ ἀληθῶς

`τ.1495`

τροπῆς ἀποσκίασμα· ἀλλοιώσεως καὶ φαντασίας ὁμοίωμα

`τ.1496`

τροπίας· οἶνος μεταβεβληκὼς καὶ ἔκλυτος

`τ.1497`

τροπή· ἀλλοίωσις

`τ.1498`

τρόπις· τὸ κατώτατον τῆς νεώς

`τ.1499`

τροποί· οἱ ἱμάντες τῶν κωπῶν, ἢ οἱ κατέχοντες τὰς κώπας δεσμοὶ δερμάτινοι, ὅταν ἐλαύνωσιν. οἱ τροπωτῆρες

`τ.1500`

τρόπον τινά· ἀντὶ τοῦτον τὸν τρόπον

`τ.1501`

τρόπος· ἦθος. γνώμη, προαίρεσις

`τ.1502`

τροποῦσθαι· ἁρμόζεσθαι. μεταβάλλεσθαι, τρέπεσθαι

`τ.1503`

τροπώσασθαι· τὸ τὴν κώπην πρὸς τὸν σκαλμὸν δῆσαι τῷ τροπωτῆρι. ἢ διὰ μηχανῆς νικῆσαι

`τ.1504`

τροπώσομαι· νικήσω. πλήξω

`τ.1505`

τρούεται· ἰσχναίνεται, τήκεται

`τ.1506`

τροῦροι· δρόμοι, στάδιοι

`τ.1507`

τρουφωνίδαι· εἶδος κροκωτοῦ

`τ.1508`

τροφαλίς· τυρὸς μακρός

`τ.1509`

τροφημη· δέσποινα. ἢ μήτηρ

`τ.1510`

τρόφηξ· χάραξ, σκόλοψ

`τ.1511`

τρόφι· τεθραμμένον. μέγα· πολλὸν δὲ τρόφι κῦμα· γέγονε δὲ κατὰ ἀποκοπὴν τοῦ τρόφιμον

`τ.1512`

τρόφιμον· ὃν ἡμεῖς δεσπόσυνον. καὶ τρόφιμον· ἀνδρὸς δακτυλίῳ

`τ.1514`

τρόφις· εὖ τεθραμμένος

`τ.1515`

τροφιοῦται· παχύνεται

`τ.1516`

τροφόεντα· εὐτραφῆ καὶ μεγάλα

`τ.1517`

τροφοί· ἀντὶ τοῦ θρέμματα

`τ.1518`

τροφός· νεώτερος δεσπότης. ἢ μήτηρ

`τ.1519`

τροχάδες· σανδάλια ἀπὸ αἰγείου δέρματος

`τ.1520`

τροχαῖα· μέσα ἐν κύβοις. ἢ ὁδός, ὡς Ῥίνθων

`τ.1521`

τροχαλοί· οἱ ἤδη περιιόντες

`τ.1522`

τροχαλόν· τροχαῖον. ταχύ. ἢ περιτρέχον

`τ.1523`

τροχαντῆρες· πρὸς τὰ πηδάλια. καλεῖται τῆς πρύμνης μέρος

`τ.1524`

τροχαντήρ· τῆς τοῦ μηροῦ κεφαλῆς ἡ ἔξω ἔκφυσις

`τ.1525`

τροχάσας· σπεύσας, δραμών, προλαβών

`τ.1526`

τροχηλατεῖ· ἐλαύνει

`τ.1527`

τροχιαί· αἱ τῶν τροχῶν χαράξεις

`τ.1528`

τροχιάς· πορείας

`τ.1529`

τρόχις· ἄγγελος. ἀκόλουθος

`τ.1530`

τρόχμαλον· τὸ πλῆθος τῶν λίθων, καὶ τὸν σωρόν

`τ.1531`

τροχόεν· τροχοειδές, στρογγύλον

`τ.1532`

τροχός· περιβόλαιον, τεῖχος. ἢ κύκλος. ἢ δρόμος

`τ.1533`

τροχόωσαι· τρέχουσαι

`τ.1534`

τρόχων· δρόμων. καὶ τὰ ὅμοια

`τ.1535`

τρύβλιον· ὀξυβάφιον. ἢ ποτήριον μυστηρίου

`τ.1536`

τρύγα· οἶνον ἀδιήθητον ἀπὸ ληνοῦ

`τ.1537`

τρυγαβόλια· εἰς ἃ καρποὺς ξηροὺς ἀπετίθεντο

`τ.1538`

τρυγεῖ· ξηραίνει

`τ.1539`

τρύγητος· ὁ καιρός, τρυγητός· ὁ τρύγος

`τ.1540`

τρυγέρανος· φάσματι ἐοικώς

`τ.1541`

τρυγερούς· τρυγώδεις, ὀξεῖς

`τ.1542`

τρύγη· ὁ πυρός, καὶ ἡ κριθή, καὶ πᾶς ἄλλος καρπός, καὶ ποιὰ βοτάνη

`τ.1544`

τρύγηλλος· οἰκοδόμημα μεταλλικὸν κατασκευαζόμενον

`τ.1545`

τρύγιος· τρυγία οἴνου, ἢ ἐλαίου

`τ.1547`

τρυγόνα ψάλλειν· παροιμία ἐπὶ τῶν φαύλως πραττόντων· ἀπὸ τοῦ τρύζειν

`τ.1548`

τρύγοιπος· ὑλιστήρ

`τ.1549`

τρυγῳδεῖν· κωμῳδεῖν

`τ.1550`

τρυγών· ἰχθῦς θαλάσσιος, ἧς τὸ κέντρον δηλητήριον. καὶ ὄρνις. καὶ ἡ τῶν γυναικῶν μίξις. καὶ σύντροφος

`τ.1551`

τρυγῶς· τὰς τρυγῶνας

`τ.1552`

τρύειν· κατατρίβειν, καταπονεῖν

`τ.1553`

τρύζει· γογγύζει, ψιθυρίζει

`τ.1554`

τρύζητε· ψιθυρίζητε, λογοποιῆτε, γογγύζητε

`τ.1555`

τρυηλίς· ζωμήρυσις

`τ.1556`

τρυμαλιαί· τρῦπαι

`τ.1557`

Τρυμαλῖτις· Ἀφροδίτη

`τ.1558`

τρύνης· ἐφίππιον. στήμων

`τ.1559`

τρύξ· ὁ νέος οἶνος, παρὰ τὴν τρύγην. καὶ γλεῦκος ἀδιήθητον

`τ.1560`

τρύξοντα· καταπονήσοντα, ἀνιάσοντα

`τ.1561`

τρυπᾶν· τρίβειν

`τ.1562`

τρυπάνη· ἐργαλεῖον τεκτονικόν

`τ.1563`

τρυπανίζεται· τρυπάνῳ πλήσσεται

`τ.1564`

τρυπήλα· τορύνη

`τ.1565`

τρυσίππιον· τὸν χαρακτῆρα τὸν ἀπὸ τῆς βουλῆς ἐν ταῖς δοκιμασίαις τοῖς ἀδυνάτοις καὶ τετρυμένοις ....... ἵνα μηκέτι στρατεύωνται, τὸ παλαιὸν ἐκάλουν τρυσίππιον. τροχὸς δὲ ἦν ὁ ἐπιβαλλόμενος χαρακτὴρ τῇ γνάθῳ τῶν ἵππων

`τ.1566`

τρύσκει· τρύχει. ξηραίνει

`τ.1567`

τρῦσις· νόσος. πόνος

`τ.1568`

τρυσμός· γογγυσμός

`τ.1569`

τρυσόν· νοσερόν. λεπτόν, ἀσθενές

`τ.1570`

τρυτάνη· ὁ ζυγός

`τ.1571`

τρύφακτος· ἔνιοι διὰ τοῦ Δ· δρῦς γὰρ τὸ ξύλον

`τ.1572`

τρυφάλη· περικεφαλαία, τρεῖς ἔχουσα λαμπροὺς ἀστέρας, ἢ ἥλους

`τ.1573`

τρυφαλίδες· τὰ τμήματα τοῦ ἁπαλοῦ τυροῦ

`τ.1574`

τρυφερός· νέος ἁπαλός, ἢ ψιλός

`τ.1575`

τρυφέν· κλασθέν

`τ.1576`

τρυφηλοῖς· ἐπιθυμητικοῖς

`τ.1577`

τρυφοκαλάσιρις· ἔνδυμα γυναικεῖον

`τ.1578`

τρύφος· κλάσμα ἄρτου. ἢ ξύλον καταδεδαπανημένον

`τ.1579`

τρυφή· γαστριμαργία, πολυφαγία, εἰκαιοφαγία

`τ.1580`

τρυφώματα· θρέμματα. Ἰταλοί

`τ.1581`

τρύχειν· φθείρειν, τήκειν. καταπονεῖν. κακοπονεῖν. κακοπαθεῖν

`τ.1582`

τρυχηρά· ῥακώδη

`τ.1583`

τρυχίνοις· ῥακίοις

`τ.1584`

τρυχόμενος· καταπονούμενος. ἀνιώμενος. δαπανώμενος

`τ.1585`

τρύχωσα· τρύχουσα. ἐπιτρίβουσα

`τ.1586`

τρῶα· ἁρπεδόνη

`τ.1587`

τρωγάλια· τὰ τραγήματα. Λάκωνες

`τ.1588`

τρωγάλιον δέρμα· τὰς μελικοκκίδας

`τ.1589`

τρῶγας· τρώγλας

`τ.1590`

τρώγλας· τρύπας

`τ.1591`

Τρωγλοδύται· οἱ εἰς τὰς τρώγλας οἰκοῦντες

`τ.1592`

τρωγμός· τὸ ἐπιθέσθαι τὴν ὕλην τρωγμόν

`τ.1593`

τρώει· τιτρώσκει. δαπανᾷ

`τ.1594`

Τρῶες· οἱ τὴν Ἴλιον οἰκοῦντες, καὶ οἱ τὴν Τρωάδα χώραν

`τ.1595`

τρώεσθαι· τραυματίζεσθαι

`τ.1596`

τρώζειν· ψιθυρίζειν. συνουσιάζειν

`τ.1597`

τρωθείς· πληγείς

`τ.1598`

Τρώϊοι ἵπποι· ἀπὸ Τρωὸς τοῦ ἥρωος· ἢ ἀπὸ Τροίας

`τ.1599`

τρῶκται· κακοῦργοι

`τ.1600`

τρώκτης· φάγος, ὁ ἀπὸ πάντων ἐσθίων. καὶ κερδαίνειν βουλόμενος, πανοῦργος, ἀπατεών

`τ.1601`

τρώματα· τραύματα

`τ.1602`

τρωπάασθαι· περιτρέπεσθαι

`τ.1603`

τρωπάσκετο· ἐτρέπετο, μετεβάλλετο

`τ.1604`

τρωπασκέσθω· μεταβαλλέσθω, ἐπιστρεφέσθω

`τ.1605`

τρωπᾶν· τρέπεσθαι. πείθειν. στρέφεσθαι, μεταβάλλεσθαι

`τ.1606`

τρωπῶντο· ἐτρέποντο, μετεβάλλοντο

`τ.1607`

τρωπῶσα· τρέπουσα τὴν φωνήν

`τ.1608`

τρώσας· πλήξας, τοξεύσας

`τ.1609`

τρωτός· παθητός

`τ.1610`

τρωχῶσι· τρέχουσι

`τ.1611`

τρώχων· ἔτρεχον. ἐκρούνιζον. ἐστάλαζον

`τ.1612`

τοῦ· σοῦ

`τ.1613`

τυΐ· ὧδε. Κρῆτες

`τ.1614`

τυβηκτίς· κακοσχόλος

`τ.1615`

τῦδε· ἐνταῦθα. Αἰολεῖς

`τ.1616`

Τυδᾶν κολωνᾶν· Τυνδαριδᾶν κολωνᾶν

`τ.1617`

τύϊγγα· ὀρνιθάριόν τι

`τ.1618`

τυκτόν· κατεσκευασμένον

`τ.1619`

τυκτὸν κακόν· τουτέστι μέγα κακόν

`τ.1620`

τυτθόν· ὀλίγον

`τ.1621`

τυκτῷ δαπέδῳ· εὖ κατεσκευασμένῳ

`τ.1622`

τύκω· ἑτοιμάζω

`τ.1623`

τύλαι· αἱ ἐν ταῖς χερσὶ φλύκταιναι, ὡς περισσά τινα, καὶ τοῖς ὤμοις

`τ.1624`

τύλη· τῆς καμήλου ἀπὸ τῆς ῥάχεως τὸ ἄκρον δέρμα

`τ.1625`

τύλοι· αἱ ὀχθώδεις ἐπαναστάσεις, καὶ τὰ τῶν ἀχθοφόρων ἐπὶ τῶν ὤμων τυλώματα

`τ.1626`

τύλον· τὸ αἰδοῖον. οἱ δὲ ξύλον

`τ.1627`

τύλος· νενεκρωμένη σάρξ

`τ.1628`

τύλωμα· τύμμα

`τ.1629`

τύλαρος· μάνδαλος

`τ.1630`

τυλαρώσας· μανδαλώσας

`τ.1631`

τυμβὰς γυνή· τυμβάδας ἔλεγον τὰς φαρμακίδας, ἀπὸ τοῦ περὶ τοὺς τύμβους διατρίβειν καὶ τοὺς νεκροὺς ἀκρωτηριάζειν

`τ.1632`

τυμβογέρων· ἐσχατόγηρως, καὶ παρηλλαγμένος τῇ διανοίᾳ

`τ.1633`

τύμβος· τάφος, μνημεῖον

`τ.1634`

τυμβωρύχος· λωποδύτης νεκρῶν

`τ.1635`

τυμβοχοῆσαι· περιχῶσαι, θάψαι

`τ.1636`

τυμβοχόης· τύμβου καὶ χώσεως, οἷον ταφῆς

`τ.1637`

τύμμα· πληγή

`τ.1638`

τύμπανα· τὰ δερμάτινα ῥακτήρια κόσκινα, τὰ ἐν ταῖς βάκχαις κρουόμενα

`τ.1639`

τυμπανίζεται· πλήσσεται, ἐκδέρεται, ἰσχυρῶς τύπτεται

`τ.1640`

τύμπανον· ᾧ αἱ Βάκχαι κρούουσιν. ἢ εἶδος τιμωρίας

`τ.1641`

Τυμφαῖον ἔθνος· ἄθεον ἔθνος. λέγει δὲ τοὺς Ἠπειρώτας

`τ.1642`

τύνη· ἐν Δωρικῶς δὲ σύ

`τ.1643`

τύνη δὲ ἐποιήσας· σὺ δέ

`τ.1644`

τυννός· μικρός. τηλικοῦτος

`τ.1645`

τυννοῦν· τὸν μικρόν

`τ.1646`

τυντλάζει· αὐτὸ καὶ αὐτὸ λέγει. ἢ ταράττει. ἐπιβαίνει πηλοῦ. οἱ δὲ σκάπτειν ἀμπέλους

`τ.1647`

τύντλον· πηλόν

`τ.1648`

τυντλώδους· ὑλώδους

`τ.1649`

τύξιν· τεῦξιν. παρασκευήν

`τ.1650`

τυπάδι· σφύρᾳ

`τ.1651`

τυπάζειν· κόπτειν

`τ.1652`

τύπαι· ἑορτή τις

`τ.1653`

τυπαῖς· πληγαῖς

`τ.1654`

τύπανον· ξύλον τι, ἐν ᾧ τυμπανίζουσιν

`τ.1655`

τυπαστήριον· τὸ τῶν ἁλιέων στυμνίον

`τ.1656`

τυπεῖ· ψοφεῖ, κτυπεῖ, κροτεῖ, πλήσσει

`τ.1657`

τυπείς· πληγεὶς ἐκ χειρός, καὶ πεσών. ἢ τρωθείς

`τ.1658`

τυπήσει· πλήξει

`τ.1659`

τύπης· πλήκτης

`τ.1660`

τυπῇσι· πληγαῖς

`τ.1661`

τυπίας· οὕτω καλεῖται τῶν τοῦ χαλκοῦ τις τροχῶν

`τ.1662`

τυποῖ· πλάττει, γλύφει

`τ.1663`

τύπος· χαρακτήρ, εἰκών

`τ.1664`

τυποῦται· πλήσσεται. ἰοῦται. μιμεῖται. ἢ πλάττεται

`τ.1665`

τυπῶντες· χοροί τινες

`τ.1666`

τυραννοδαίμονα· ἣν οὐκ ἄν τις τύραννον μόνον εἴποι, ἀλλὰ καὶ δαίμονα

`τ.1667`

τύραννος· παράνομος βασιλεύς, ἢ ἄρχων ἀπηνὴς καὶ ἀπάνθρωπος

`τ.1668`

τυρβασία· χορῶν ἀγωγή τις διθυραμβικῶν

`τ.1669`

τύρβη· θόρυβος, τάραχος

`τ.1670`

Τυρβηνός· ἐπίθετον τοῦ Ἀπόλλωνος

`τ.1671`

τύρβησις· ἡλιβατὸν ἀέρα

`τ.1672`

Τυρεῖν· τόπος τις Κλαζομενίων

`τ.1673`

τυρεύεται· ταράττει, κυκᾷ

`τ.1674`

τυρεῦσαι· τὰ αὐτά. καὶ τυρεύων

`τ.1675`

τυρικίλοι· αὐλοὶ καλάμινοι

`τ.1676`

Τύρις· ὁ Περσικὸς χιτών. ἢ ποταμὸς ἐκδιδοὺς εἰς τὸν Βορυσθένη

`τ.1677`

τυρόεντα· πλακοῦντα

`τ.1678`

τυρόκνηστις· σχῆμα τῶν ἀκολάστων. οἱ δὲ μάχαιραν

`τ.1679`

τυροκομεῖον· τάλαρος, ἐν ᾧ ὁ τυρὸς τῆς ἐπιμελείας τυγχάνει

`τ.1680`

Τυῤῥηνικὰ σανδάλια· κάττυμά τι ὑψηλὸν οὕτω καλεῖται

`τ.1681`

τυρίς· ὁ περίβολος τοῦ τείχους

`τ.1682`

Τυῤῥηνοὶ δεσμοί· οἱ λῃστρικοὶ καὶ χαλεποί

`τ.1683`

τύῤῥις· πύργος, ἔπαλξις, προμαχών

`τ.1684`

τύρσις· τὰ αὐτά

`τ.1685`

τύρσος· τὸ ἐν ὕψει οἰκοδόμημα

`τ.1686`

τυρωθέντα· ταραχθέντα, κινηθέντα

`τ.1687`

τύσσει· ἱκετεύει

`τ.1688`

τυτάνη· ὄργανόν τι, ᾧ χρῶνται εἰς τὸν ἀλοητὸν τοῦ σίτου

`τ.1689`

τύτη· τὸ αὐτόθι

`τ.1690`

τυτθήν· ὀλίγην, μικράν

`τ.1691`

τυτθόν· ὀλίγον, βραχύ, καὶ μικρόν

`τ.1692`

τυτώ· ἡ γλαῦξ

`τ.1693`

τυφεδανός· τετυφωμένος

`τ.1694`

τύφεται· καίεται, καπνίζεται, φλέγεται.

`τ.1695`

τυφόμενον· τὰ αὐτά

`τ.1696`

τυφείσας· μεμαραμμένας

`τ.1697`

τύφεσθαι· μαραίνεσθαι, ἡσυχῆ ἐκκαίεσθαι, χωρὶς φλογὸς καπνὸν ἱέναι

`τ.1698`

Τυφίον· ὄρος Βοιωτίας

`τ.1699`

τυφλῖνος· ἰχθῦς Νειλώιος. καὶ ὄφεως εἶδος

`τ.1700`

τυφλός· τίθεται καὶ ἀντὶ τοῦ κωφός

`τ.1701`

τυφλότερος σπάλακος· τοῦτο τὸ ζῶον οὐκ ἔχει ὀφθαλμούς· ἔχει δὲ ὀδόντας μικροτάτους, καὶ ῥύγχος ὡς γαλῆς, καὶ πόδας ἄρκου

`τ.1702`

τυφλῶπες· εἶδος ὄφεων

`τ.1703`

τυφλῶν ὀνείρων· .......

`τ.1704`

τύφοι· σφῆνες

`τ.1705`

τῦφος· ἀλαζονεία, ἔπαρσις, κενοδοξία

`τ.1706`

Τυφῶ· ἀντὶ τοῦ Τυφῶνος. Σοφοκλῆς

`τ.1707`

Τύφω ... ἑνὶ τῶν γιγάντων

`τ.1708`

τύφυμεν· βρέχειν

`τ.1709`

Τυφωεύς· θεός τις γηγενής, ἐναντιωθεὶς τῷ βασιλεῖ τῶν θεῶν

`τ.1710`

τυφωθείς· ἐπαρθείς, ὑπερηφανεύσας

`τ.1711`

τυφών· ὁ μέγας ἄνεμος· τινὲς τὰ ἐκ τῆς ἀναθυμιάσεως

`τ.1712`

τυφῶνος· πυρώδους δαίμονος

`τ.1713`

τυφῶσαι· πνῖξαι, ἀπολέσαι

`τ.1714`

τυχάζεσθαι· στοχάζεσθαι

`τ.1715`

τυχεῖν ἀξιώσεως· ἀξιωθῆναι

`τ.1716`

τύχη· εὐτυχία

`τ.1717`

τύχε· κατέτυχεν

`τ.1718`

τυχῆσαι· ἐπιτυχεῖν

`τ.1719`

τυχήσας· ἐπιτυχών

`τ.1720`

τυχθείς· κατασκευασθείς

`τ.1721`

τυχθῆναι· γενέσθαι. ἐπιτυχεῖν

`τ.1722`

Τυχίος· ὄνομα τοῦ κατασκευάσαντος τὴν Αἴαντος ἀσπίδα σκυτοτόμου

`τ.1723`

τύχοι· λιθοξοϊκὰ ἐργαλεῖα

`τ.1724`

τυχόν· ὡς φθάσει. ὡς λάχοι. ἢ πολλάκις

`τ.1725`

Τύχων· ἔνιοι τὸν Ἑρμῆν· ἄλλοι δὲ τὸν περὶ τὴν Ἀφροδίτην

`τ.1726`

τύχουσι· τεύχουσιν

`τ.1727`

τύχων πυλῶν· τὸν ἐσφηνωμένον· τύχους γὰρ καὶ τοὺς σφῆνας καλοῦσιν

`τ.1728`

τύψαι· τὸ διὰ χειρὸς πατάξαι, ἢ τρῶσαι

`τ.1729`

τυψέλη· ὃ ἐν τοῖς ὠσὶ ῥύπος

`τ.1730`

τύψον· ἔκχεε, ἐκκένωσον. τρῶσον, δάμασον

`τ.1731`

τώ· οὗτοι δυϊκῶς, καὶ τούτους. ἢ διὰ τοῦτο. ἢ τινί

`τ.1732`

τώγε· οὗτοί γε

`τ.1733`

τῶν γάρ· ἐκ τῶν γάρ

`τ.1734`

τωθάζει· χλευάζει, μετὰ κενοδοξίας σκώπτει. ἐρεθίζει. κατακαυχᾶται. λοιδορεῖ. θωπεύει. κακολογεῖ

`τ.1735`

τῶ κεν· οὕτως ἄν

`τ.1736`

τῶ κε· οὕτως γὰρ ἄν

`τ.1737`

τῶ κε λάχον· οὕτως γὰρ ἂν ἔλαχον

`τ.1738`

τῶν· τούτων

`τ.1739`

τώνα· ζώνη

`τ.1740`

τῶν ἀκεραίων· τῶν ἡσύχων

`τ.1741`

τῶν μὴ σύ γε μύθον ἐλέγξῃς· σὺ τὴν ἱκετείαν τούτων μὴ ἐπονείδιστον ποιήσῃς

`τ.1742`

τῶν δὲ πάροιθεν· τῶν πρὸ τούτων

`τ.1743`

τῶν ἐν τέλει· τῶν ἀρχόντων ἐν τῷ δήμῳ

`τ.1744`

τῶν ἐπὶ σκηνῆς· τῶν θεατρικῶν

`τ.1745`

τῶν μοι· ἐκ τῶν μοι

`τ.1746`

τῶν οἰνάρων· τῶν τῆς ἀμπέλου φύλλων

`τ.1747`

τωνολβεύς· τὸ κακοδαίμων

`τ.1748`

τῶν ὄπιθεν· ἀντὶ τοῦ ὑπὲρ τούτων

`τ.1749`

τῶν οὔτι· ὧν οὐδαμῶς

`τ.1750`

τῶν παρεκτός· τῶν ἔξωθεν

`τ.1751`

τῶν πέλας· τῶν πλησίον

`τ.1752`

τῶν πλωτήρων· τῶν πλεόντων, τῶν ναυτῶν

`τ.1753`

τῶν πτίλων· τῶν πτερῶν

`τ.1754`

τῶν τριῶν ἕν· Θηραμένης ἐψηφίσατο τρεῖς τιμωρίας κατὰ τῶν παράνομόν τι δρώντων

`τ.1755`

τώ οἱ· οἵτινες αὐτῷ

`τ.1756`

τῷ ὄντι· τῇ ἀληθείᾳ

`τ.1757`

τῶπιν· μέτρον δεκαχοίνικον

`τ.1758`

τὼ πόδε· τοὺς πόδας. δυϊκῶς

`τ.1759`

τῶ ῥα· διὸ δή

`τ.1760`

τώς· οὕτως, ὁμοίως

`τ.1761`

τώ· τὸ ἐντεῦθεν

`τ.1762`

τῷ φύσαντι· τῷ γεννήσαντι

`τ.1763`

τῶ χορτᾶν· τῶν σίτων ὑποστελλοῦ

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: taq-acd`.
