---
title: "Lexicon Pi–Omega: Letter Psi"
title_greek: "Λεξικὸν (Π—Ω), Ψ"
author: Hesychius the Alexandrian
eul_wid: taq-ach
eul_aid: taq
canonical: "https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-psi-taq-ach"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:fc24dfde290d21f7c85acb6df62135a6539f654c068c41afc1a076ff8b1acdb4"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon Pi–Omega: Letter Psi

*Λεξικὸν (Π—Ω), Ψ*

**Author:** Hesychius the Alexandrian

**eul_wid:** `taq-ach` · [HTML page](https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-psi-taq-ach)

## Text

Part of [Lexicon Pi–Omega](/works/hesychius-alexandria-lexicon-taq-ac)

`ψ.1`

Ψάγδας· μύρον ποιόν

`ψ.3`

ψάγιον· πλάγιον, λοξόν, ἐπικεκλιμένον

`ψ.3b`

ψάραλλα· ψύγματα

`ψ.4`

ψάδδα· ἡ κινάβαρις

`ψ.5`

ψάδιον· κάταντες

`ψ.6`

ψαδυρόν· ἀσθενές. μαδαρόν. ψαθυρόν

`ψ.7`

ψαέναι· φθάσαι. κτίσαι

`ψ.8`

ψαθάλλειν· κνήθειν. ψηλαφᾶν

`ψ.9`

ψαθαρά· εὔθλαστα, σαθρά. ξηρά. ἀσθενῆ. ψαθυρά

`ψ.10`

ψάθεα· ψωμία

`ψ.11`

ψαθύρματα· ἀποκόμματα

`ψ.12`

ψαθυρός· εὔθλαστος, καὶ τὰ ὅμοια

`ψ.13`

ψαιδρά· ἀραιότριχα

`ψ.14`

ψαιδρόν· φαιδρόν. ἀραιόν

`ψ.15`

ψαιθόν· ὑποφοινίσσον

`ψ.16`

ψαῖμα· ὀλίγον

`ψ.17`

ψαινούζειν· διὰ ῥ <span class="gap">…</span> πισμοῦ καταψύχειν. γὰρ δὲ καὶ δραπισμοῦ

`ψ.18`

ψαινύθιον· ψευδές. μάταιον, εὐτελές, φλύαρον. οἰκτρόν

`ψ.19`

ψαινύροιτο· διεσείσατο

`ψ.20`

ψαινύντες· ψωμίζοντες

`ψ.21`

ψαίνυον· ἀχρεῖον

`ψ.22`

ψαίνυσμα· ὀλίγον

`ψ.23`

ψαινύσσειν· ῥ <span class="gap">…</span> πίζειν

`ψ.24`

ψαίρει· τινάσσει, ῥιπίζει.

`ψ.25`

ψαίρειν· ἀσθενῶς τι ποιεῖν. σύρειν

`ψ.26`

ψαῖσμα· σῖτον ὀλίγον

`ψ.27`

ψαιστά· ἄλφιτα ἐλαίῳ δεδευμένα

`ψ.28`

ψακάζει· ῥαίνει

`ψ.29`

ψάκαλον· ἔμβρυον, βρέφος

`ψ.30`

ψαικάς· ψακάς, ῥανίς

`ψ.31`

ψακαλοῦχον· ἔμβρυον .......

`ψ.32`

ψακαλοῦχοι· ψάκαλα ἔχουσαι· εἰσὶ δὲ ἔμβρυα

`ψ.33`

ψάκελον· μέσα

`ψ.35`

ψάκταν· τὴν ψώκτην μάζαν

`ψ.36`

ψακτήρ· ψήκτρα

`ψ.37`

ψαλάγματα· ψηλαφήματα

`ψ.39`

ψάλια· κρίκοι, δακτύλιοι

`ψ.40`

ψαλίδες· ἁψῖδες τῶν στύλων

`ψ.41`

ψαλίξαι· κεῖραι

`ψ.42`

ψαλίοις ἵππους· χαλινοῖς ἵππους. κωλυτηρίοις

`ψ.43`

ψαλίον· κωλυτήριον. χαλινός

`ψ.44`

ψαλίθια· ψήγματα

`ψ.45`

ψαλάκανθα· τοῦτο ἀδέσποτον δοκεῖ τισιν εἶναι.

`ψ.46`

ψαλακτόν· οὐκ ἀνεύρητον

`ψ.47`

ψαλάσσει· τινάσσει. ψηλαφᾷ. κινεῖ. ψαύει, ψάλλει, ἀφʼ οὗ καὶ ἀψάλακτος ὁ ἄψαυστος

`ψ.48`

ψαλίς· τὸ ἄρμενον. καὶ καμάρα. καὶ ταχεῖα κίνησις

`ψ.49`

ψάλλειν· ᾄδειν ᾄσματα. τίλλειν. κινεῖν

`ψ.50`

ψαλόν· εἶδος χαλινοῦ

`ψ.51`

ψαλίττεται· ἁμιλλᾶται

`ψ.52`

ψαλλός· ὕλη

`ψ.53`

ψαλοίμην· βληθείην

`ψ.54`

ψαλτήρ· ὁ ἀνήρ· ἡ δὲ γυνὴ ψάλτρια

`ψ.55`

ψαλτής· κιθαριστής

`ψ.56`

ψάλτιγξ· κιθάρα

`ψ.57`

ψαλύγων· ἔνιοι ψάλυγας τὰς λεγομένας ψυχὰς ἄμεινον, καὶ τοὺς ἀσθενεῖς σπινθῆρας

`ψ.58`

ψαμαθία· αἰγιαλός

`ψ.58b`

ψάμαθος· ψάμμιος, ἢ παραθαλάσσιος ἄμμος

`ψ.59`

ψαμμακοσιογάργαρα· πολλὰ ἀναρίθμητα, ἀπὸ τῆς ψάμμου καὶ τῶν γαργάρων

`ψ.60`

ψάμματα· σπαράγματα

`ψ.61`

ψαμματίζουσα· ψωμίζουσα

`ψ.62`

ψαμμήν· ἄλφιτα

`ψ.63`

ψαμμοδύτης· ἰχθῦς, ὃν καὶ καλλιώνυμον ὀνομάζουσιν

`ψ.64`

ψάμμος· ἡ παραθαλάσσιος γῆ, ἄμμος

`ψ.65`

ψανισμός· ναυτιασμός

`ψ.66`

ψανός· ψεδνός

`ψ.67`

ψάρις· γένος στρουθοῦ

`ψ.68`

ψᾶρες· εἶδος ὀρνέου. ἄλλοι δέ φασι τὴν λέξιν μηδαμοῦ κεῖσθαι

`ψ.69`

ψάρις· εἶδος νεώς, τριήρους

`ψ.70`

ψαρίχοι· ψᾶροι

`ψ.71`

ψαροί· ποικίλοι. εἶδος χρώματος

`ψ.72`

ψαρόν· ποικίλον. σποδοειδές

`ψ.73`

ψαστής· τὰ ψαιστὰ ῥόδα

`ψ.74`

ψατᾶσθαι· προκαταλαμβάνειν

`ψ.75`

ψατῆσαι· προειπεῖν

`ψ.76`

ψαύειν· θιγγάνειν

`ψ.77`

ψαύεται· ψηλαφᾶται

`ψ.78`

ψαυγές· θορυβῶδες

`ψ.79`

ψαυκρόποδα· κουφόποδα, ἄκροις τοῖς ποσὶ ψαύοντα

`ψ.80`

ψαυκρὸν γόνυ· κοῦφον. ἀπὸ τοῦ ἄκρως ψαύειν

`ψ.81`

ψαυκρός· καλλωπιστής. ταχύς, ἐλαφρός. ἀραιός

`ψ.82`

ψαλόεντα· τὰ ἐν τῷ ψαύειν ἀπολλύντα

`ψ.83`

ψαῦσαι· ἅψασθαι. προσεγγίσαι

`ψ.84`

ψαύσασθαι· τὰ αὐτά

`ψ.85`

ψαυστά· ψαυστὰ ἀρχίας

`ψ.86`

ψαύριος· κονιορτός. φορυτός. οἱ δὲ ψαυρός

`ψ.87`

ψάφα· κνέφας

`ψ.88`

ψαφαρά· ψαθυρά

`ψ.89`

ψαφαρόν· ξηρόν, αὐχμηρόν. ἀσθενές. ἐλαφρόν

`ψ.90`

ψαφαρὰ νεφέλη· σκοτεινή

`ψ.91`

ψαφερά· ψαθυρά

`ψ.92`

ψαφέα· ψωμία

`ψ.93`

ψάφα· λόφοι ψηλοί

`ψ.94`

ψαφοτριβέων· περὶ τοὺς λόγους τριβομένων

`ψ.95`

ψέ· αὐτούς, αὐτάς, αὐτά, αὐτόν, αὐτήν, αὐτό

`ψ.96`

ψέγει· μέμφεται. ὑβρίζει

`ψ.97`

ψέγος· τάφος. καὶ ἐπιψέγειν· ἐπικηδεύειν

`ψ.98`

ψέδειν· ἐντρέπειν, φροντίζειν

`ψ.99`

ψεδνὴ ἡ θρίξ· ἡ ἀραιόθριξ·

  
ψεδνὴ δʼ ἐπενήνοθε  
μαδαρὰ ἐπήνθει

`ψ.100`

ψεδόναι· λόγοι

`ψ.101`

ψέδυρα· ψίθυρος

`ψ.102`

ψεδνός· μαδαρός, ἀραιόθριξ

`ψ.103`

ψειαί· ἀλώπεκες. ψῆφοι

`ψ.104`

ψεαδερτῶν· ἐλαιῶν τὸ ἀποπίασμα

`ψ.105`

ψειήματα· παίγνια

`ψ.106`

ψιλεύει· κρασπεδεύει

`ψ.107`

ψινάζει· ἀποῤῥεῖ

`ψ.108`

ψείρει· φθείρει

`ψ.109`

ψεῖσαι· ψωμίσαι

`ψ.110`

ψεκάδες· ῥανίδες, σταγόνες

`ψ.111`

ψεκάς· σταγών

`ψ.112`

ψελλίζειν· ἀσήμως λαλεῖν

`ψ.113`

ψεκτόν· μεμπτόν

`ψ.114`

ψελιστήν· λίγνον

`ψ.115`

ψελλός· ὁ τὸ σίγμα παχύτερον λέγων

`ψ.116`

ψελός· αἰθαλός

`ψ.117`

ψενδύλοι· σπόνδυλοι

`ψ.118`

ψευδάγγελος· ψευδῆ ἀγγέλων

`ψ.119`

ψέλια· δακτύλιοι, λύγαια

`ψ.120`

ψευδάλμιον· ψευδές

`ψ.121`

ψευδαμάμαξυς· εἶδος ἀμπέλου. ἤγουν εἰς ἀναδενδράδα εὔθετος ἄμπελος. καὶ ὁ ψευδόπλουτος

`ψ.122`

ψευδεπήσειεν· ψευδολογήσειεν

`ψ.123`

ψευδῆ· ἀλλόκοτα. ἀπάται

`ψ.124`

ψευδηγόρους· ψευδολόγους

`ψ.125`

ψευδής· ψεύστης

`ψ.126`

ψευδοεπήσωμεν· ψευδολογήσωμεν

`ψ.127`

ψευδομυθεῖ· ψευδολογεῖ

`ψ.128`

ψευδοραβδοθίαι· ψευδοραψῳδοί

`ψ.129`

ψεῦδος· ἀπάτη, πλάνη

`ψ.130`

ψευδοσέληνον· ἡ ἀμαυρὰ σελήνη

`ψ.131`

ψευδώνυμοι ὄνειροι· ψευδολόγοι

`ψ.132`

ψευσάμενοι· παραβάντες. ἐπιορκήσαντες,

`ψ.133`

ψευστήσεις· ψεύστης εἶ

`ψ.134`

ψεφαίας νυκτός· σκοτεινῆς

`ψ.135`

ψεφαυγοῦς· σκοτεινῆς

`ψ.136`

ψεφαίαις· σκοτειναῖς

`ψ.137`

ψεφαῖον· λυπρόν. σκοτεινόν

`ψ.138`

ψεφαρά· σκοτεινή

`ψ.139`

ψέφας· σκότος

`ψ.140`

ψέφος· καπνός

`ψ.141`

ψέφει· δέδοικεν, ἐντρέπει. λυπεῖ. φροντίζει

`ψ.142`

ψῆγμα· ξύσμα. ἢ μικρὸν θρύμμα, κλάσμα

`ψ.143`

ψηκεδών· κονιορτός

`ψ.144`

ψήκτρα· ξύστρα. σπάθη

`ψ.145`

ψῆλαι· τῖλαι

`ψ.146`

ψηλαφηκότταμοι· ......

`ψ.147`

ψήληκες· τῶν ἀλεκτρυόνων οἱ νοθογένναι

`ψ.148`

ψήν· εἶδος ζώου μικροῦ συκοφάγου

`ψ.149`

ψῆνες· κωνώπια τὰ ἐν τοῖς ὀλύνθοις γινόμενα

`ψ.150`

ψῆνας· τὰ σπέρματα τῶν ἀῤῥένων φοινίκων

`ψ.151`

ψηνόν· ἀραιόν

`ψ.152`

ψηνός· ψεδνός, διάψιλος

`ψ.153`

ψηνίζων· τοὺς Ψῆνας λέγει τοὺς τοῦ Μάγνητος· ἔστι δὲ ὁ ψὴν εἶδος ζώου ὅμοιον κώνωπι, ὃ εἰσδύεται εἰς τοὺς ὀλύνθους τῶν σύκων καὶ πεπαίνει αὐτούς

`ψ.154`

ψῆρες· εἶδος ὀρνέων

`ψ.155`

ψηροπυρίτας· αὐτόπυρος ἄρτος. οἱ δὲ πυριεφθής. οἱ δὲ κακός

`ψ.156`

ψῆττα· ἰχθύδιον τῶν πλατέων ἡ ψῆττα, ἥν τινες σανδάλιον ἢ βούγλωσσον .....

`ψ.157`

ψηφῖδες· ψῆφοι, μικροὶ λίθοι

`ψ.158`

ψηφισαμένων· κρινάντων

`ψ.159`

ψηφίσματα· γνῶμαι ἀρέσκουσαι

`ψ.160`

ψῆφος· λόγος. κρίσις. ἀπόφασις διὰ λαλιᾶς

`ψ.161`

ψηφοφορία· ἡ πολλῶν ψῆφος καὶ ἀποδοχή

`ψ.162`

ψηφολογική· ......

`ψ.163`

ψήχει· καταμάσσει, τρίβει, ξύει. σμήχει.

`ψ.164`

ψήχοι· πραΰνοι, καὶ τὰ ὅμοια

`ψ.165`

ψήχομαι τὸν δικαστήν

`ψ.167`

ψιά· χαρά, γελοίασμα, παίγνια

`ψ.168`

ψιάδδειν· παίζειν

`ψ.169`

ψιάδες· ψακάδες, ῥανίδες, σταγόνες

`ψ.170`

ψιάζει· ψακάζει

`ψ.171`

ψιάθια· τὰ ἐν τοῖς δικαστηρίοις ἐπὶ τῶν καθεδρῶν ἐπιστορνύμενα

`ψ.172`

ψίαθος· ἡ χαμεύνη. καὶ τὸ φυτόν, ἐξ οὗ πλέκεται ψίαθος

`ψ.173`

ψίαι· ἀλώπεκες

`ψ.174`

ψίακα· ψακάδα

`ψ.175`

ψιαρόν· εὐῶδες

`ψ.177`

ψίδες· ψιάδες, ψακάδες

`ψ.178`

ψιβδεῖ· ὑποπνεῖ, βδεῖ

`ψ.179`

ψιδόνες· διάβολοι. ψίθυροι

`ψ.180`

ψίεσσα· εὐδαίμων, μακαρία

`ψ.181`

ψίεντα· τὰ αὐτά

`ψ.182`

ψιζομένη· κλαίουσα

`ψ.183`

ψίης· μακάριος, εὐδαίμων

`ψ.184`

ψιῆναι· ψίξαι

`ψ.185`

ψιῆσαι· ψωμίσαι

`ψ.186`

ψιθία· εἶδος ἀμπέλου, καὶ μήλων τινῶν

`ψ.187`

ψιθήν· τὴν ἀπώλειαν

`ψ.188`

ψιθύρα· ἐξ ὧν τὸ σύνηθες καὶ ἥρωος Ἀθήνησιν ὄνομα

`ψ.189`

ψιθυρίζει· εἰς τὸ οὖς ἠρέμα διαλέγεται

`ψ.190`

ψιθωμίαν· Λάκωνες τὸν ἀσθενῆ

`ψ.191`

ψιλάς· πέτρα. κράσπεδα

`ψ.192`

ψιλὰ τὰ γένεια· σπανοπώγων

`ψ.193`

ψιλαῖς· ἀκοσμήτοις

`ψ.194`

ψηλαφῶ· ἐρευνῶ, καὶ τὰ ὅμοια

`ψ.195`

ψίλακα· ψιλόν, λεῖον. πτερὸν

`ψ.196`

ψιλάκερ· τὸ ἡγεῖσθαι χοροῦ

`ψ.197`

ψιλεῖς· οἱ ὕστατοι χορεύοντες

`ψ.198`

ψιλή· ζήτει εἰς τὸ ψιλόν

`ψ.199`

ψιλίοις· πλαγίοις, ὑπτίοις

`ψ.200`

ψιλίον· πτερόν. μακρόν. οἱ δὲ ψέλλιον. ἢ εἶδος ἄνθους

`ψ.201`

ψιλοδετόρων· βρώτη

`ψ.202`

ψιλοκόῤῥης· φαλακρός

`ψ.203`

ψιλόν· γυμνόν. ἔρημον. εὐτελές. ἄτριχον. καὶ πᾶν ἀποδεδαρμένον

`ψ.204`

ψιλὸς στέφανος· πτέρινος. καὶ ὁ ἱππεύς

`ψ.205`

ψιλοτάπιδες· αἱ καλούμεναι ὑποστρώματα καλά

`ψ.206`

ψιλούς· γυμνούς. σφενδονιστάς. τοξότας

`ψ.207`

ψίλωθρον· σποδή. ἔνιοι μάδον

`ψ.208`

ψίμαρον· εὐδιαῖον

`ψ.209`

ψιλῶς· κούφως. εὐτελῶς

`ψ.210`

ψίν· αὐτοῖς. αὐτόν

`ψ.211`

ψινάδες· αἱ ῥυάδες ἄμπελοι

`ψ.212`

ψινάζει· ἀποῤῥεῖ τὰ ἀσθενῆ τοῦ καρποῦ, φυλλορροεῖ

`ψ.213`

ψίναθος· ἀγρία αἴξ

`ψ.214`

ψίνδεσθαι· κλαίειν

`ψ.215`

ψίνθος· τέρψις

`ψ.216`

ψινύθιον· φαῦλον

`ψ.217`

ψῖσαι· ψωμίσαι

`ψ.218`

ψίσις· ἀπώλεια

`ψ.219`

ψίττα· ταχέως, εὐθέως

`ψ.220`

ψιττάζων· ψίττα ἐπιφθεγγόμενος. ὅπερ ἐστὶ ποιμενικὸν ἐπίφθεγμα

`ψ.221`

ψιττάκεια· εἶδος ὑποδήματος γυναικείου

`ψ.222`

ψιττία· ψωμία. Ἀττικοί

`ψ.223`

ψιφά· ἑψιτὰ λεπτά

`ψ.224`

ψιφαῖον· ἱστίον. ὁτὲ δὲ ψίαθος. ἢ μικρὸν ὀρνιθάριον

`ψ.225`

ψιχία· ψωμία

`ψ.226`

ψίχες· αἱ ἀποπίπτουσαι τῶν ἄρτων τεμνομένων. ψιχίδια

`ψ.227`

ψόαν· ὀχεύτριαν

`ψ.228`

ψόα· τὸ μέρος τοῦ σώματος

`ψ.229`

ψόγεια· ψογερά, καὶ οὐκ ἄξια ἀκοῆς

`ψ.230`

ψογερά· ὡς λίαν μεμπτά

`ψ.231`

ψογερόν· αἰσχρόν, μεμπτόν, ἐπίψογον

`ψ.232`

ψόγξαι· ἀκοῦσαι

`ψ.233`

ψόγος· κατάγνωσις, μέμψις, ὄνειδος

`ψ.234`

ψοδίον· σκολιόν

`ψ.235`

ψοθάλλειν· ψοφεῖν

`ψ.236`

ψοθίον· αἰθαλῶδες

`ψ.237`

ψοθόν· μέλαν.

`ψ.238`

ψόθος· ψώρα, ἀκαθαρσία

`ψ.239`

ψόθωρ· αὐχμηρόν

`ψ.240`

ψοθώα· ψώρα

`ψ.241`

ψοίθης· ἀλαζών

`ψ.242`

ψολοκομπίαι· ἀλαζόνες, κομπασταί

`ψ.243`

ψόλος· καπνός, αἰθάλη, φλόξ, ἀσβόλη

`ψ.244`

ψολῶσαι· ψιλῶσαι. ῥινῆσαι

`ψ.245`

ψόμμος· ἀκαθαρσία. καπνός

`ψ.246`

ψούδια· ψευδῆ ...... Λάκωνες δὲ τὸν στόμαχον

`ψ.247`

ψοφεῖ· κτυπεῖ, ῥήσσει

`ψ.248`

ψοφοδεῶς· ταραχώδως

`ψ.249`

ψοφοδεής· δειλός, κενοφόβος, ὃ καὶ τοὺς ψόφους καὶ τὰ ἐλάχιστα φοβούμενος

`ψ.250`

ψοφοδεῆ· τὸν ὅμοιον αὐτῷ

`ψ.251`

ψόφος· ἦχος, κτύπος

`ψ.252`

ψυγεῖα· ἀγγεῖα, ἐν οἷς ὕδωρ ψύχεται. καὶ ὁ τόπος αὐτό

`ψ.253`

ψυδνὴ χέρσος· ἀραιά, ὀλίγη

`ψ.254`

ψυδρά· ψευδῆ

`ψ.255`

ψυδρόν· ψευδές

`ψ.256`

ψυθιζομένων· γογγυζόντων

`ψ.257`

ψύθιον· ὀλιγοχρόνιον

`ψ.258`

ψύθιος· ἀραιά, ὀλίγη, ψιθυρίς

`ψ.259`

ψυθιστάς· ψιθυριστάς

`ψ.260`

ψυθός· ψίθυρος. ψεῦδος

`ψ.261`

ψυθῶνες· διάβολοι

`ψ.262`

ψυῖαι· ἀλώπεκες, βασσαρίδες. καὶ αἱ κατὰ τὴν ὀσφῦν σάρκες

`ψ.263`

ψυκτά· ἡ μὴ πολλῷ ὕδατι πεφυραμένη μάζα

`ψ.264`

ψυκτήρ· ὃν ἡμεῖς ψυγέα, καὶ εἶδος ποτηρίου

`ψ.265`

ψυκτήρια· οἱ ἀλσώδεις καὶ σύσκιοι τόποι

`ψ.266`

ψυκτήριον· ποτήριον ὃ ἡμεῖς ψυκτῆρά φαμεν

`ψ.267`

ψύλλα· ψύλλαι θηλυκῶς. ἄλλοι δὲ Φύλλοι, ἔθνος Λιβύης. ἔστι δὲ καὶ ὄνομα ζωϋφίου μικροῦ ἀῤῥενικῶς, ὥς φησιν Ἐπίχαρμος

`ψ.268`

ψύλλακας· τὰς ψύλλας

`ψ.269`

ψύλλιον· πόα, ἧς καὶ σπέρμα ὁμώνυμον

`ψ.270`

Ψυλλικοί· εἶδος κυνῶν ὀνομασθὲν οὕτως

`ψ.271`

Ψυλλικὸς γόης· ὁ τῶν Ψύλλων. οἱ δὲ Ψύλλοι ἔθνος Λιβύης

`ψ.272`

ψύλλος· τὸ παχὺ τὸ συνέχον τὸ τοῦ κάπρου αἰδοῖον

`ψ.273`

ψύξας· ἀμβλύνας τὴν ψυχήν, φυσήσας, ἄνεμον ποιήσας, πνεύσας

`ψ.274`

ψύξασθαι· ῥυήσασθαι. ξηρᾶναι

`ψ.275`

ψύξασαι· πνεύσασαι. ῥυήσασαι

`ψ.276`

ψύξουσι· ξηρανοῦσιν

`ψ.277`

ψύξις· πνόη

`ψ.278`

Ψυρίης· νῆσος μικρά

`ψ.279`

Ψύριος· ἀκάθαρτος, ἀπὸ Ψύρων τῆς νήσου

`ψ.280`

Ψυρίς· γῆ λυπρά, χέρσος

`ψ.281`

ψύττα· ἐπὶ τοῦ ταχέως ἀποδραμεῖν λέγεται

`ψ.282`

ψύτταρον· σκαφίον

`ψ.283`

ψύτταν· πρόχυμα

`ψ.284`

ψύττει· πτύει

`ψ.285`

ψυττόν· πτύελον

`ψ.286`

ψυχαγωγεῖ· παραμυθεῖται τὴν ψυχήν

`ψ.287`

ψυχαγωγός· ὁ ἀνδραποδιστής, καὶ ὁ ἀπατεών. ὁ κατάγων τὰς ψυχὰς εἰς ᾅδου

`ψ.288`

ψυχάζει· ἀναψύχει

`ψ.289`

ψυχάς· πνεύματα

`ψ.290`

ψύχειν· ἀνέμῳ ξηραίνειν. καὶ πνεῖν

`ψ.291`

ψυχέμπορος· ὁ τοὺς ἀνθρώπους ἀγοράζων καὶ πωλῶν

`ψ.292`

ψύχεος ἱμείρων· καταψύξεως ἐπιθυμῶν

`ψ.293`

ψυχή· πνεῦμα. καὶ ζωΰφιον πτηνόν

`ψ.294`

ψυχόλεθρος· ἀπώλεια ψυχῶν

`ψ.295`

ψυχοῤῥαγεῖ· ἀποθνήσκει

`ψ.296`

ψυχορόφους· τὰς τὴν ψυχὴν ἐκπινούσας

`ψ.297`

ψυχουλκός· πόα τις

`ψ.298`

ψυχουλκούμενοι· τὰς ψυχὰς ἑλκόμενοι

`ψ.299`

ψυχρά· τὴν ἣν ἡμεῖς λεπτὴν λέγομεν

`ψ.300`

ψυχροκομψώματα· ψυχροφαντάσματα

`ψ.301`

ψυχρὸν κακόν· ψύξεως αἴτιον

`ψ.302`

ψυχρολογία· ψευδολογία

`ψ.303`

ψυχρολόγος· μηδὲν χρήσιμον λέγων

`ψ.304`

ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσι· τὸν καταψύχοντα τὰ σώματα διὰ τῆς ἀναιρέσεως

`ψ.305`

ψυχρός· ἀσθενής

`ψ.306`

ψωδαρέον· αὐχμηρόν

`ψ.307`

ψώθιον· τὸ ὑποκάτω τοῦ ἄρτου

`ψ.308`

ψώθια· τὰ τοῦ ἄρτου ἀποθραύσματα, καὶ τὰ ὑποκάτω

`ψ.309`

ψώϊζος· ἄφοδος ὑγρά, ἢ ὄνθος, δυσωδία, καὶ ἣν καλοῦσι μίνθαν· οἱ δὲ αὐχμὸν ἢ μόλυσμα

`ψ.310`

ψώια· σαπρὰ δυσωδία

`ψ.311`

ψώδη· γλῶττα

`ψ.312`

ψωκτόν· τράπεζαν

`ψ.313`

ψωλήκυσθος· οὐδενὸς ἄξιος

`ψ.314`

ψωλόν· τὸν ἀπεσκολυμμένον

`ψ.315`

ψώμηκες· οἱ τοῦ σίτου τὰς ῥίζας ἀπεσθίοντες. καὶ ὁ ἔγκατρος ὁ σῖτός φησι ἐξεψώμισεν, ἀπὸ τοῦ ζώου σχηματίσας

`ψ.316`

ψωμιεῖ· θρέψει

`ψ.317`

ψῶμιγξ· σφήκωμα

`ψ.318`

ψωμοί· μέρη

`ψ.319`

ψωραλέον· τὸν ψωριῶντα

`ψ.320`

ψωροπέταλοι· ἰχθύες εὐτελεῖς

`ψ.321`

ψῶρος· παιδεραστής

`ψ.322`

ψῶσαι· θάλψαι

`ψ.323`

ψώσματα· παρὰ Ἀριστωνύμῳ πέπαικται ἡ λέξις τῇ Βοιωτῶν διαλέκτῳ

`ψ.324`

ψώχειν· ἀνακινεῖν. ἀνατρίβειν

`ψ.325`

ψώχοντες· λεπτύνοντες. πλύνοντες. ἀναξαίνοντες

`ψ.326`

ψώχω· λεπτύνω. πλύνω. ξαίνω

`ψ.327`

ψωχὸς γῆ· ψαμμώδης

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: taq-ach`.
