---
title: "Lexicon Pi–Omega: Letter Pi"
title_greek: "Λεξικὸν (Π—Ω), Π"
author: Hesychius the Alexandrian
eul_wid: taq-aca
eul_aid: taq
canonical: "https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-pi-taq-aca"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:b7391e4f2abc598a58d5c8b2e871829c57c255080fd2212f366489a9e8814bc8"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon Pi–Omega: Letter Pi

*Λεξικὸν (Π—Ω), Π*

**Author:** Hesychius the Alexandrian

**eul_wid:** `taq-aca` · [HTML page](https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-pi-taq-aca)

## Text

Part of [Lexicon Pi–Omega](/works/hesychius-alexandria-lexicon-taq-ac)

`π.1`

Πααμύλης· Αἰγύπτιος θεὸς Πριαπώδης. Κρατῖνος ὁ νεώτερος Γίγασιν·

  
ὡς σφοδρῶς Αἰγυπτώδης, Σώχαρις, Πααμύλης  

`π.2`

Παᾶπις· οὗτος ποτήριά τινα τοῖς Ἀθηναίοις ἔπεμψε δῶρα. Λεύκων Φράτερσιν·

  
ἀτὰρ ὦ Μεγάκλεες οἶσθʼ ἃ τοῦ Παάπιδος·  
  
Ὑπέρβολος τἀκπώματα κατεδήδοκε  

`π.3`

παγαίη· κύων. Σκυθιστί

`π.4`

πάγανα· σφύρα, καὶ ἡ Ἀργὼ ἐπάγη

`π.5`

παγανός· ἰδιώτης, ἄφρων

`π.6`

παγάς· γῆ τις ὑπὸ τῶν γεωργικῶν

`π.7`

πάγασα· θύρα. καὶ παγασαί

`π.8`

Παγασίτης· Ἀπόλλων παρὰ Ἀχαιοῖς ἐν Παγασαῖς, καὶ παρὰ Θεσσαλοῖς

`π.9`

παγετός· κρύσταλλος. ψῦχος.

`π.10`

παγετῷ· ψύχει. κρυμῷ

`π.11`

πάγη· παγίς. ποδάγρα. βρόχος

`π.12`

πάγη δέ τις· παγὶς δέ τις

`π.13`

πάγην· παγίδα.

`π.14`

παγῆναι· στερεωθῆναι

`π.16`

πάγιον· στερεόν. πιστόν. κάτοχον. βέβαιον. ἀσφαλές

`π.17`

παγηνός· ὁ ἐξ ὁδοιπορίας καὶ διωγμοῦ κονιορτός

`π.18`

παγκαρπία· πανσπερμία

`π.19`

παγκράδη· ἀπὸ τῆς κράδης τῶν συκῶν

`π.20`

παγκρατής· Ζεύς. Ἀθηναῖοι

`π.21`

παγκρατιάζειν καὶ παγκράτιον· τὸ αὐτό. τὸ τρὶς πλησιάζειν. καὶ τὸ κιχόριον, ὅ ἐστι πόα. ἢ διαπαντός

`π.22`

παγκρατιασταί· ἀθληταί, πύκται

`π.23`

πάγκυφος· ἐλαίας εἶδός τι κατακεκυφὸς καὶ ταπεινὸν ἐν τῇ ἀκροπόλει

`π.24`

παγελός· ὁ ἐν τῷ ποδὶ ἀστράγαλος

`π.25`

παγ <span class="gap">…</span> λάδια· ἑορτὴ παρὰ Ῥοδίοις, ὅταν ἡ ἄμπελος τμηθῇ

`π.26`

πάγον εὐτειχῆ· τετειχισμένον ἐν ὄρει

`π.27`

πάγοι· αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν

`π.28`

πάγος· ὄχθος. βουνός. ψῦχος

`π.29`

παγούαιρ· μάρμαρος. ἢ μικακύς

`π.30`

πάγουρος· εἶδος καρκίνου

`π.31`

Παγχαῖος· Ζεύς

`π.32`

πάγχυ· παντελῶς

`π.33`

παῖον· ἀσφαλές, βέβαιον

`π.34`

παγχυρισμός· πολυσύγκριτος

`π.35`

παγῶν· πηγῶν

`π.36`

παδησχέαι· σχίζαι

`π.37`

παλλία· ἀγών. οἱ δὲ τὸ παλεῖν· ἔνιοι δὲ τὸ πᾶν

`π.38`

παθήματα· συμφοραί

`π.39`

παθαίνεσθαι· δεινοπαθεῖν

`π.40`

παθιώταρ· συγγενοῦς. τελευταίου

`π.41`

πάζιον· λίθος πολύτιμος

`π.42`

Παιὰν Ζεύς· τιμᾶται ἐν Ῥόδῳ. ἢ εἶδος ᾠδῆς

`π.43`

παιάναι· οἱ τοὺς παιᾶνας ᾄδοντες. ἢ ᾠδή, ἐπὶ ἀπαλλαγῇ κακῶν, ἢ αἰσχροῦ τινος

`π.44`

παιᾶνας· κώμους. εὐφημίας, ᾠδάς, ὕμνους εἰς θεόν

`π.45`

Παιανιέα· ἀπὸ δήμου τῆς Ἀττικῆς

`π.46`

παιᾶνι στυγνῷ· θρηνητικῷ ὕμνῳ

`π.47`

παιδαγωγία· παιδεία, διδασκαλία

`π.48`

παιδαγωγός· παιδευτής. καὶ τὰ ὅμοια

`π.50`

παῖδαι· ἡμέραι τινές

`π.51`

παῖδα δέ μοι· τὴν θυγατέρα δέ μοι

`π.52`

παιδάρια· τὰ μείζονα. καὶ τὰ ἀρτίως γεγονότα

`π.53`

παιδαλήθριον· παιδισκάριον

`π.54`

παιδαριήματα· παιδάρια

`π.55`

παιδαριώδη· ἀσύνετα

`π.56`

παιδέρως· οἱ μὲν σφραγῖδος ὄνομα· οἱ δὲ ἀλείμματος· οἱ δὲ μύρου εἶδος

`π.57`

παιδεία· ἀγωγὴ ὠφέλιμος. διδαχή

`π.58`

παῖδες· τὸ πάλαι μὲν τέκνα ἀρσενικὰ καὶ θηλυκά. μεταπεσούσης δὲ τῆς χρήσεως νῦν καὶ οἱ δοῦλοι

`π.59`

παιδεύειν· τρέφειν, παιδοτροφεῖν

`π.61`

παιδεία· πείρα. νουθεσία

`π.62`

παιδικά· τὰ ἐρωτικά. καὶ οἱ ἐρώμενοι. ἐπὶ τῆς πρὸς γυναῖκας συνουσίας

`π.63`

παιδικέωρ· ὁ ἐν γυμνασίῳ ὑπηρέτης

`π.64`

παιδίνορ· παιδίσκη

`π.65`

παιδισκάριον· τὸ κοράσιον. Ἀττικοί. ἐπὶ τῆς ἡλικίας. καὶ λίθος, ᾧ πρὸς ταλασιουργίαν χρῶνται

`π.66`

παιδίσκοι· οἱ ἐκ παίδων εἰς ἄνδρας μεταβαίνοντες

`π.68`

παιδνός· νεογνὸς παῖς. νέος ὁ ἐξερχόμενος ἀπὸ τῆς τοῦ παιδὸς ἡλικίας, ἢ παρὰ τοῖς Ἀττικοῖς καλούμενος ἀντίπαις. ἄφρων, νήπιος

`π.69`

παιδοβάτιον· εἶδος ἀμπέλου

`π.70`

παιδόθεν· ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παιδικῆς ἡλικίας

`π.71`

παιδικομίας· παιδοτροφίας

`π.72`

παιδοκόμος· ὁμοίως

`π.73`

παιδοκόρης· Ἑρμῆς. τιμᾶται ἐν Μεταποντίοις

`π.74`

παιδολέτρια· παιδοφόνος

`π.75`

παιδολέτερον· παιδοφόνον

`π.76`

παιδονόμος· ἀρχή τις παρὰ Λάκωσι

`π.77`

παιδοπίπας· ἀρσενοβάτης, ἀνδροβάτης

`π.78`

παιδός· ἀκμῆς

`π.79`

παιδοτρίβαι· ἀλεῖπται. γυμνασταί

`π.80`

παιδοτριβοῦσι· παιδεύουσι. καὶ τὰ ὅμοια

`π.81`

παιδῶνας· τοὺς μισθοῦ ἐκ τῆς ἀγορᾶς κομίζοντάς τι

`π.82`

 <span class="gap">…</span> παιδονίκται· οἱ προϊστάμενοι τῆς τῶν παίδων εὐκοσμία ς

`π.83`

παίει· τύπτει, πλήττει, κρούει. δέρει. ἢ ἐσθίει

`π.84`

παιήονα· ποτὲ μὲν τὸν λεγόμενον παιᾶνα, ὕμνον εἰς Ἀπόλλωνα, ἐπὶ καταπαύσει λοιμοῦ ᾀδόμενον· ποτὲ δὲ θεόν τινα, ὃν συνίστησιν ἰατρὸν θεῶν.

`π.85`

πεζός· τοῖς ποσί

`π.86`

παιηοσύνη· ἰατρεία

`π.87`

παιητέον· πληκτέον

`π.88`

παιλαγρέται· ἀρχή τις, ἐπὶ ἱππέων

`π.89`

παιλλός· ἄῤῥην, νήπιος

`π.101`

παίμμα· πλακούντια

`π.90`

Παίονες· ἔθνος βαρβαρικόν. δοῦλοι.

`π.91`

παῖον· ἀσφαλές, βέβαιον

`π.92`

παιπάλλειν· σείειν

`π.93`

παιπαλᾶν· περισκοπεῖν. ἐρευνᾶν

`π.94`

παιπάλη· ἄλευρον λεπτόν, τὸ ἀπὸ κριθῆς, ἢ κέγχρου, ἢ τὸ τυχόν

`π.95`

παιπάλημα· ποικίλος ἐν κακίᾳ

`π.96`

 <span class="gap">…</span> πάϊν· παῖδα

`π.97`

παιπαλόεσσαν· ὑψηλήν·

  
ἔστην δὲ σκοπιὴν εἰς παιπαλόεσσαν ἀνελθών  
  
καὶ τραχεῖαν. τινὲς δὲ σκολιάν  

`π.98`

παιπαλόεντος· τραχύν

`π.99`

παιπάσσουσα· παντὶ φαινομένη

`π.100`

παῖς· πᾶς ὁ φύσει υἱὸς ὤν τινος. καὶ ὁ τῇ ἡλικίᾳ νέος. καὶ ἀντὶ τοῦ παρθένος. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δούλου. ἄρτι ἀκμάζων

`π.102`

παῖσαι· ὃ ἡμεῖς παῖξαι

`π.103`

παιρεύς· παιρέτης

`π.103a`

παίσατε· ἐνίοτε μὲν ἐπὶ τοῦ παίξατε· ἐνίοτε δὲ καὶ ἐπὶ τοῦ ἔνδοτε

`π.104`

 <span class="gap">…</span> παις θʼ ἅμα·

`π.104a`

παίσδῃ· παιδαριεύῃ

`π.105`

Παισός· πόλις. καὶ ποταμός

`π.108`

παιφάσσειν· πυκνὰ ἀπʼ ἄλλου ἐπʼ ἄλλον ὁρμᾶν, ἐνθουσιαστικῶς ἔχειν, σπεύδειν, θορυβεῖν, πηδᾶν

`π.109`

παίω· δέρω, τύπτω, πλήττω

`π.110`

παιώνιον· φάρμακον καταπαῦον ὀδύνας

`π.111`

Παίων· ὄνομα. καὶ ἰατρός. ὁ δὲ ἀλαλαγμὸς παιωνισμός. γράφεται δὲ καὶ παιανισμός

`π.112`

Παιῶνες· τὰ αὐτά

`π.113`

παιώνια· φάρμακα ἰατρικά. ἢ θεραπεῖαι

`π.114`

παιώνιον· ἴασιν. θεραπείαν

`π.115`

Παιώνιος· Διόνυσος

`π.116`

παιωνίσαντες· ἀλαλάξαντες

`π.117`

πακοτή· ἀποσκότ..

`π.118`

πακτά· ἡρμοσμένα. πεπηγμένα

`π.119`

Πακτωλός· ὄνομα ποταμοῦ

`π.120`

πάλα· ζώνη

`π.121`

πάλαι· ποτέ

`π.122`

παλάθη· ἡ τῶν σύκων ἐπάλληλος θέσις

`π.123`

παλάθαι· σύκων μαζία

`π.124`

παλαία· ἀλφιτισμός. οἱ δὲ ποσισίτου

`π.125`

παλαιγενεῖς· πρεσβῦται

`π.126`

παλαιθέου· παλαιᾶς θεοῦ

`π.127`

παλαιοθέτης· παλαιοπράγμων. δραστήριος

`π.128`

παλαιδέτης· πρεσβύτης. ὁ συνήθης. ὁ παλαιετής

`π.129`

παλαιόν. ἀρχαῖον. σαθρόν

`π.130`

παλαιός· ὁ ταῖς φρεσὶν ἐξεφθαρμένος ἤδη, ἄφρων, ὁ καὶ ἠλίθιος

`π.131`

Παλαίμων· ὁ Ἡρακλῆς

`π.132`

παλαιόρ· μωρός

`π.133`

πάλαι πεπρωμένον αἴσῃ· πρὸ πολλοῦ ὑπὸ τῆς εἱμαρμένης, ὅ ἐστι μοίρας, εἰς τέλος ἀχθέντα τοῦ βίου

`π.134`

Παλαίπολις· τὸ πάλαι Ἄργος

`π.135`

πάλαισμα· κακοτεχνία

`π.136`

παλαισμοσύνη· πάλη

`π.137`

παλαιστή· παλάμη, τὸ τεττάρων δακτύλων μέτρον, καὶ ἡ σπιθαμή

`π.138`

παλαίστρα· ὅπου οἱ παῖδες ἀλείφονται

`π.139`

παλαίτερον· παλαιοτέρων ἱστοριῶν

`π.140`

παλαιφάγου· πάλαι ἐσθιομένης

`π.141`

παλαίφατα· ἐκ παλαιοῦ χρόνου πεφατισμένα, ὅ ἐστι μεμαντευμένα. οἱ δὲ πάλαι τέλος ἔχοντα

`π.142`

πάλη· ἀγών

`π.143`

παλαιῶς· ῥάπισμα. καὶ παλαιά

`π.144`

παλαιῷ φωτί· πρεσβύτῃ γεγονότι

`π.145`

παλακῖνος· πολεμιστήριος

`π.146`

παλάμαι· αἱ χεῖρες. καὶ αἱ τέχναι. ἐπεὶ διʼ αὐτῶν πολλὰ μαιόμεθα

`π.147`

παλάμη· τέχνη. χείρ

`π.148`

παλαμήσας· τεχνάσας. ἐργάσας

`π.149`

παλαμήσασθαι· τεχνάσασθαι. καὶ τὰ ὅμοια

`π.149a`

πάλαμις· τεχνίτης, παρὰ τοῖς Σαλαμινίοις

`π.150`

 <span class="gap">…</span> παλαμέων· τεχνῶν

`π.151`

παλαμναῖος· ἀποτρόπαιος. σκληρός. φονεύς, ὁ αὐτοχειρίᾳ τινὰ ἀνελών. ὁ ἐνεχόμενος μιάσματι οἰκείῳ

`π.153`

παλάξαι· βρέξαι· ἔνθεν καὶ πηλὸς ἡ βεβρεγμένη γῆ. ἢ μαλάξαι, συνθράσαι

`π.154`

παλάσσετο· διεβρέχετο. ἐφύρετο. ἐμολύνετο. ἀνεπίμπλατο. ἐμαλάσσετο

`π.155`

παλάσια· τὰ συγκεκομμένα σῦκα. καὶ διὰ τοῦ θ παλάθια καὶ παλάθη

`π.156`

παλαστῶσαι· χειροτονῆσαι

`π.157`

παλάχη· ἀρχή. λῆξις. μοῖρα. γενεά

`π.158`

παλαχῆθεν· ἐκ γενεᾶς. ἐκ παλαιοῦ

`π.159`

παλαίστρα· ἀγωνία

`π.160`

παλεύεται· θηρεύεται, ἀγρεύεται

`π.161`

παλεύσας· τὰ αὐτά. καὶ ὑπαγαγόμενος·

  
παράνομον γάμον παλεύσας.  
μετῆκται δὲ ἀπὸ τῶν περιστερῶν. λέγονται γὰρ παλεύτριαι αὗται αἱ ἐξαπατῶσαι καὶ ὑπάγουσαι πρὸς ἑαυτὰ ἤγουν ἐνεδρεύουσαι

`π.162`

παλευταί· οἱ τὰ λίνα ἱστῶντες, οἷς τὰ θηρία παλεύεται

`π.163`

παλημάτιον· τὸ λεπτὸν ἄλευρον

`π.164`

πάλην· ἄλευρα. καὶ σποδός. τὸ λεπτότατον τοῦ ἀλεύρου

`π.165`

παλαμναῖος· φονεύς. ἀντίθεος μεμιασμένος

`π.166`

παλήσειε· διαφθαρείη

`π.167`

παλιτούτη· πλίνθος

`π.168`

πάλθοις· τόξοις. σφενδόναις

`π.170`

παλιγγλώσσῳ· βλασφήμῳ

`π.171`

παλιγκάπηλος· ὁ μετάβολος. ὁ τὸ αὐτὸ ἀεὶ ἀγοράζων καὶ πωλῶν. ὡς παλίνδουλος ὁ πολλάκις δουλεύσας

`π.172`

παλίγκλαστον· σκολιόν. αὐστηρόν. δύστροπον

`π.173`

παλίγκοτα· οὐκ ἀξιόχρεα. ὀργίλα. ἐχθρά. καὶ τὰ ὅμοια

`π.174`

παλιγκώα· πλάνη

`π.175`

παλ <span class="gap">…</span> ίζεσθαι· σφαιρίζειν

`π.176`

Παλικοί· Ἀδράνῳ δύο γεννῶνται υἱοὶ Παλικοί, οἳ νῦν τῆς Συρακουσίας εἰσὶ κρατῆρες, οἱ καλούμενοι Παλικοί, οἱ καὶ κατοικήσαντες αὐτήν

`π.177`

παλίλλογα· παλινσύλλεκτα

`π.178`

παλιλλογία· ταυτολογία

`π.179`

παλίμβιος· ὡς ἐξ ἀναβιώσεως

`π.180`

παλίμβολον κήρυκα· τινὲς τὰ ἐναντία βουλευόμενον. οὐκ εὖ. γνώμονα γὰρ δηλοῖ

`π.181`

παλίμβολος· ἀκατάλληλος, ἀνάρμοστος, ἀπερίστατος. τρίπρατος. ὁ πολλάκις ἐπὶ μεταβολῇ ἀπημπολημένος, κοῦφός τε καὶ οὐ βέβαιος, ἀκατάλληλος. ἀπʼ ἄλλου εἰς ἄλλον μεταβαίνων

`π.182`

παλίμβολος· ἀδόκιμος, ἀνελεύθερος

`π.183`

παλιμπετές· εἰς τοὐπίσω πεπτωκός

`π.184`

παλιμπετής· ὀπισθόρμητος, ἢ ἐναντιοπετής

`π.185`

πάλιμ πλαχθέντας· ὀπίσω πλανητούς, οἷον ὑποστρέψαντας εἰς τοὐπίσω, ἢ πλανηθέντας

`π.186`

παλιμπόρους βάκχους

`π.187`

παλιμπρυμνηδόν· οἷον παλίμπρυμνον χώρησιν. προῆλθεν εἰς τοὔμπροσθεν ἀνακάμπτουσα, ὡς ἐπὶ πρύμναν κροῦσαι

`π.188`

παλιμπυγηδόν· τὸ εἰς τοὐπίσω ἀναποδίζειν

`π.189`

παλίμφημα· κακόφημα, δύσφημα, βλάσφημα

`π.190`

πάλιν· εἰς τοὐπίσω. Ἀρίσταρχος τὸ πλέον πάλιν τοπικῶς χρῆσθαί φησι τὸν ποιητήν, καὶ οὐχ, ὡς ἡμεῖς, χρονικῶς

`π.191`

παλινάγγελος· ὁ ἐξ ὑποστροφῆς ἄγγελος, ὅταν ἀπαγγείλας τινὶ ἀπὸ τούτου ἑτέραν φάσιν ἀποφέρῃ

`π.192`

παλινάγρετα· εὐμετάβλητα, τὰ χαρίσματα τὰ ἐκ μεταμελείας πάλιν ἀναλαμβανόμενα

`π.193`

παλινάγρετον· παλίλληπτον. μεταμελητόν

`π.194`

παλιναίρετον· ἐπεσκευασμένον, καὶ οἷον ἐκ παλαιοῦ κεκαινοποιημένον. παλισύῤῥαπτον

`π.195`

παλινδαές· παλίγγνωστον

`π.196`

παλινδινία· ἡ ἐξ ὑποστροφῆς ὑδάτων

`π.197`

παλινδικεῖ· ἐπισυνάπτει δίκην

`π.198`

παλινδικία· ἡ ἐξ ἀρχῆς δίκη

`π.199`

παλιγγενεσία· τὸ ἐκ δευτέρου ἀναγεννηθῆναι, ἢ ἀνακαινισθῆναι

`π.200`

παλινδίνητον· συνεχές ......

`π.201`

παλινδορία· τὸ σκύτος. Πλάτων Σύρφακι·

  
σὲ μὲν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω  

`π.202`

παλινδρομεῖ· ἀνατρέχει. ὑποστρέφει

`π.203`

πάλιν ἐρέει· ἐναντιωθήσεται. ἢ ἀντερεῖ

`π.204`

παλίνορσος· ὀπισθόρμητος. πάλιν ὑποστρέψας

`π.205`

παλινδ <span class="gap">…</span> ία· ἡ ἐξ ὑποστροφῆς λεγομένη δίκη

`π.208`

παλιμπλάγκτοισι. ὀπισθορμήτοις

`π.206`

παλινοιωνίαι· ἐκ δευτέρου μαντεῖαι

`π.207`

παλίνπιττα· ἑφθὴ πίττα

`π.209`

παλινσάγης· χήρα γυνή ........

`π.210`

παλίνσκιος· σύσκιος, σκοτεινός, ζοφώδης. τὸ γὰρ πάλιν ἐνιαχοῦ ἐπίτασιν δηλοῖ, ὡς παλινκάπηλος παλίμπρατος

`π.211`

παλίντιτα· ὀπισθέκτιτα, ὅ ἐστιν ἐξ ὑποστροφῆς τιμωρίαν δώσοντα

`π.212`

παλίντονα· ὀπισθότονα, ἢ τὰ ἐπὶ θάτερα τρεπόμενα

`π.213`

παλιντριβεῖ· κακεντρεχεῖ

`π.214`

παλιντροπάασθαι· εἰς τοὐπίσω τρέπεσθαι

`π.215`

παλινοστήσας· εἰς τοὐπίσω ἐπανελθών

`π.216`

παλινῳδίαν· ᾠδὴν τῇ προτέρᾳ ἐναντίαν. ἢ δόγμα τῷ πρώην ἐναντίον

`π.218`

παλινώρους· ἄκοντας

`π.219`

παλίνωρον· εἰς τοὐπίσω ἐξέκλασεν καὶ ἐξέβαλεν. ἀπὸ τῶν ἐκκοκκιζομένων ῥοιῶν

`π.220`

παλίουρος· κάδος. ἀντλητήρ. καὶ τὸ θαμνῶδες δένδρον

`π.221`

παλιῤῥόθιον· παλιῤῥόουν. ἐκ τοῦ ὄπισθεν ὡρμηκός, ἢ εἰς τοὐπίσω φερόμενον

`π.222`

παλίῤῥυτον· εἰς τοὐπίσω ἑλκόμενον

`π.223`

παλίσσυτοι· ἀναχωρήσαντες

`π.224`

παλίσσυτον· ἐξ ὑποστροφῆς

`π.225`

παλίωξις· ἡ ἐξ ὑποστροφῆς δίωξις, ὅταν οἱ πρότερον φεύγοντες ἔσχατον διῶκται γένωνται

`π.226`

πάλκος· πηλός

`π.227`

πάλλα· σφαῖρα ἐκ ποικίλων ναμάτων πεποιημένη

`π.228`

Παλλάδος πρόσωπον· στατήρ, ἐπὶ μὲν ἑνὸς μέρους Ἀθηνᾶς πρόσωπον, ἐπὶ δὲ θατέρου τὴν γλαῦκα ....

`π.229`

παλλάκιον· μειράκιον

`π.230`

παλλακός· ἐρρωμένος

`π.231`

Παλλάντιος· Ζεὺς ἐν Τραπεζοῦντι

`π.232`

Παλλαντίς· ἡ Τριτωνὶς λίμνη

`π.233`

Παλλάς· Ἀθηνᾶ, ἡ παίουσα τοὺς αὐλούς

`π.235`

παλλάχανον· κρόμμυον. Ἀσκαλωνῖται

`π.236`

πάλλε· ἔβαλεν. ἐκράδαινεν

`π.237`

πάλλει· κινεῖται, ἅλλεται

`π.238`

πάλλειν· κινεῖν. πηδᾶν. κληροῦν. κραδαίνειν. στρέφειν

`π.239`

πάλλεται· πηδᾷ. σείεται. καὶ τὰ ὅμοια

`π.240`

πάλλεσθαι· κληροῦσθαι. ἅλλεσθαι

`π.241`

πάλλευκον· εὐήμερον

`π.242`

Παλληνίς· ἡ Ἀθηνᾶ, ἐν Χαλκίδι

`π.243`

παλλία· ἀγών. οἱ δὲ τῷ Πάλει. ἔνιοι δὲ τῷ Πανί

`π.244`

πάλληξ· βούπαις

`π.245`

παλλιχίαρ· πεμμάτιόν τι παρὰ Λάκωσι

`π.246`

πάλλεται· πηδᾷ. σείεται. κραδαίνεται. κινεῖται. σφύζει

`π.247`

πάλλον· ἔσειον. καὶ τὰ ὅμοια

`π.248`

πάλλων· κινῶν, ταράσσων

`π.249`

παλλομένων· κληρουμένων

`π.250`

παλλύτας· ὄργανον βασανιστήριον

`π.251`

πάλμη· γέῤῥον

`π.252`

παλμός· τρόμος. σεισμός. καὶ τὰ ὅμοια

`π.253`

παλμυός· βασιλεύς. πατήρ. οἱ δὲ πάλμυς

`π.256`

παλλωΐα· τὸ μὴ τυχεῖν βάλλοντα

`π.257`

πάλος· κλῆρος. ἀπὸ τοῦ πάλλεσθαι, πρὸς τὴν ἄρσιν τοῦ λαγχάνοντος. καὶ τό·

  
κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες  

`π.258`

πάλος ἔζευξεν· ......

`π.261`

παλτά· ἀκόντια. λόγχαι

`π.262`

πάλτο· ἥλατο. ἀπέβη

`π.263`

παλτόν· κληρωτήν

`π.264`

παλτῶν· ἀκοντίων

`π.265`

παλύνας· τὸ λεπτὸν τῆς γῆς ἐπιβαλών, τὴν λεγομένην χυτήν. εἴρηκε δὲ ἀπὸ τοῦ ἀλεύρου·

  
ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν  
πάσσειν

`π.266`

παμβῶτις τύχη· ἐλπὶς παντοτρόφος

`π.267`

Παμισός· ποταμός

`π.268`

παμμάκαρ· κατὰ πάντα μακαριστός

`π.269`

παμμέγεθες· λίαν μέγα

`π.270`

παμμελέσιν· ἐνμελέσι. γλυκερέσιν

`π.271`

παμμήστορα· πάντων τεχνίτην

`π.272`

πάμπαν· παντελῶς. ὁλοτελῶς. ὁμοίως. ὄντως

`π.273`

Πάμπανον· ἡ Δημήτηρ ἐν Ἡρακλείᾳ

`π.274`

παμπήδην· ὁλοσχερῶς. παντελῶς

`π.275`

παμπησία· πᾶσα ἡ ὕπαρξις

`π.276`

παμποίκιλος· πολύτροπος

`π.277`

πάνπρωτον· πάντων πρῶτον

`π.278`

παμφάγος· πάντα δαπανῶν

`π.279`

παμφαές· φαιδρότατον. πάντα φωτίζον

`π.280`

παμφαίνειν· λάμπειν, στίλβειν, ἀστράπτειν

`π.281`

παμφαλύζει· τρέμει

`π.282`

παμφανάᾳ· λάμπει

`π.283`

παμφανόωντα· λαμπρόν, πάντοθεν λάμποντα

`π.284`

παμφαοῦς· πάντα φωτιζούσης

`π.285`

παμφθόγγῳ· παμφώνῳ

`π.286`

πάμφι· παντάπασι

`π.287`

Παμφίδες· γυναῖκες Ἀθήνησιν ἀπὸ Πάμφου τὸ γένος ἔχουσαι

`π.288`

παμφόρῳ· πάντα φέροντι

`π.289`

παμωχίων· κεκτημένος

`π.290`

παμῶχος· ὁ κύριος. Ἰταλοί. καὶ ἡ δεκάς. καὶ τὸ φιλεῖν τῷ στόματι τὰ παιδία τὸν πατέρα

`π.291`

πᾶν· ὅλον. τὸ πᾶν· τὸ ὅλον

`π.292`

παναγῆ· καθαρά. ἅγια

`π.293`

παναγής· καθαρός, κατὰ πᾶν ἁγνός

`π.295`

πάναγρα· ἐν οἷς τὰ λεπτὰ καὶ ἁδρὰ θηρεύεται

`π.296`

πανάγρου· τοῦ πάντα ἀγρεύοντος

`π.297`

παναθήναια· ἡ τῶν Ἀθηναίων ἑορτή. καὶ ὁ ἀγών

`π.298`

παναιεῖς· Ἀθήνησιν ἱέρειαι

`π.299`

παναίθῃσιν· ὅλαις λαμπραῖς·

  
παναίθῃσιν κορύθεσσι  

`π.300`

πάναιθον· λαμπρόν

`π.301`

παναίθετος· πάντα ἀπαραίτητος

`π.302`

παναίγυλος· πανκάκουργος

`π.303`

παναιΐα· ἱέρεια, ἥτις οὐ μίσγεται ἀνδρί

`π.304`

Παναῖοι· ἔθνος Θρᾴκιον

`π.305`

παναίολος· παμποίκιλος

`π.306`

πανάκεια· θεραπεία

`π.307`

πάνακες· βοτάνη τις, ἣ πολλοῖς ὀνόμασι καλεῖται

`π.308`

Πάνακτος· ἡ ὀρίγανος. καὶ τόπος ἐν τῇ Ἀττικῇ

`π.309`

παναλκές· ἰσχυρόν. παντοδύναμον

`π.310`

πανάμερος· διʼ ὅλης ἡμέρας

`π.311`

πανάμωμος· ἀρεστός

`π.312`

πανάποτμος· ἀθλιώτατος, κατὰ πάντα κακόποτμος, ὅ ἐστι παντελῶς κακόμορος

`π.313`

παναρμόνιον· εἶδος ὀργάνου, ἐξ ὅλου τεταγμένον. Ἁρμονία γὰρ ἡ εὔτακτος ἀκολουθία

`π.314`

πανάργυρον· ὅλον ἀργυροῦν

`π.315`

πανασκηθέα· πάντα ὑγιῆ

`π.316`

παναφήλικα· πάντων ὁμηλίκων ἀπεληλαμένον ἐκτός

`π.317`

Παναχαιῶν· πάντων Ἑλλήνων

`π.318`

παναώριον· πάντων ἀωρότατον. καὶ ἄμοιρον. ἢ κατὰ πάντα ἄωρον

`π.319`

πανδαισία· ἡ πάσαις ταῖς αἰσθήσεσιν ἡδονὰς παρέχουσα εὐωχία, ἢ πολυτελὴς τράπεζα

`π.320`

πανδαισίαν· τὴν παντοδαπὰ ἐδέσματα καὶ πολυτελῆ ἔχουσαν

`π.321`

πανδαμάτωρ· ὁ πάντας δαμάζων

`π.322`

πανδαμικοί· παιδικοὶ χιτῶνες ἐν ταῖς πομπαῖς

`π.323`

πανδῖα· ἑορτὴ Ἀθήνησι

`π.324`

πανδερκεῖς· πάντα ὁρῶντες

`π.325`

πᾶν δʼ ἦμαρ· διʼ ὅλης δὲ τῆς ἡμέρας

`π.326`

πανδημεί· σὺν παντὶ τῷ δήμῳ

`π.327`

πανδήμιος· ὁ καθʼ ὅλον τὸν δῆμον ἀναστρεφόμενος

`π.328`

πανδήμου· δημοσίας, κοινῆς

`π.329`

πανδοκεῖον· πανδοχεῖον

`π.330`

πάνδοξ· ὁ ἐν πανδοχείῳ οἰκῶν

`π.331`

πανδοῦρα ἢ πανδουρίς· ὄργανον μουσικόν. Πάνδουρος δὲ ὁ μεταχειριζόμενος τὸ ὄργανον

`π.332`

Πανδοσία· πόλις τῆς Ἠπείρου καὶ Ἰταλίας

`π.333`

πανδοχεύς· ἐπιδέξιος, ὁ πάντας δεχόμενος

`π.334`

πανδώρα· ἡ γῆ, ὅτι τὰ πρὸς τὸ ζῆν πάντα δωρεῖται. ἀφʼ οὗ καὶ ζείδωρος καὶ ἀνησιδώρα

`π.335`

πάνεια· κεχορτασμένη

`π.336`

πανείπας· ἀναιδής

`π.337`

πανέξαλλον· ἐν πᾶσιν ἀλλότριον

`π.338`

παναίολος· παμποίκιλος

`π.339`

πᾶνες· τοὺς ἐσπουδακότας σφοδρῶς περὶ τὰς συνουσίας ἔλεγον

`π.341`

πανήγυρις· ἔπαινος. ἑορτή. θέατρον

`π.342`

πανημαδόν· διὰ βίου

`π.343`

πανημέριος· οὐχ ὁ διʼ ὅλης ἡμέρας, ἀλλʼ ὁ ἀφʼ οὗ τις ἂν ἄρξηται μέρους· ἢ καὶ διʼ ὅλης τῆς ἡμέρας, καταχρηστικῶς

`π.344`

πανήρεα· πᾶσιν ἀρέσκοντα

`π.345`

πανήρεσι· κατὰ πάντα ἡρμοσμέναις

`π.346`

πανῆρες· πᾶσιν ἀρέσκον. ποικίλον. παμμήχανον

`π.347`

πανήπορος· πανάπορος, ἐνδεής

`π.348`

πανθρόῳ δήμῳ· παῤῥησίαν ἄγοντι δήμῳ, πάντα θροοῦντι, ὥστε μηδὲν ὑποστέλλεσθαι

`π.349`

πάνθρυλον· τὸ πάντα θρυλοῦν

`π.350`

πανθύλην· μονογενῆ τοῖς τόξοις ἢ σφενδόναις

`π.351`

πανθυμαδόν· πάσῃ τῇ ψυχῇ, ἢ παντὶ τῷ θυμῷ

`π.352`

πάνθʼ ὑπὸ μηνιθμόν· περὶ πάντα τὸν τῆς μηνίδος χρόνον

`π.353`

Πανία· ἡ Πελοπόννησος

`π.354`

πανίας βήσσας· ὡς ἀπὸ τοῦ Πανός. Αἰσχύλος Καλλιστοῖ. ἢ ὁ λευκὸς πάντη καὶ καθαρός. καὶ ὁ μέλας καθαρός

`π.355`

πανικτόν· Ἕρμιππος ἐν Στρατιώταις·

  
ὥρα τοίνυν μετʼ ἐμοῦ χωρεῖν τὸν κωπητῆρα λαβόντα  
  
καὶ προσκεφάλαιον, ἵνʼ ἐς τὴν ναῦν ἐμπηδήσας ῥοθιάξῃς.  
  
ἀλλʼ οὐ δέομαι πανικτὸν ἔχων τὸν πρωκτὸν προσκεφαλαίου  

`π.356`

πάνιον· αὐτόχρουν. ὁμοέχρουν. λευκόν. καθαρόν

`π.357`

πανίῳ δαίμονι· μανιώδει δαίμονι

`π.358`

πανιώνιον· ἱερὸν Ποσειδῶνος ἐν Ἰωνίᾳ

`π.359`

πάγκαλος· ἐξ ὅλου, κατὰ πάντα καλός

`π.360`

πανκαρπία· πανσπερμία

`π.361`

πανκρατής· πάντων κρατῶν, καὶ ἄρχων, καὶ βασιλεύων

`π.362`

πάντα· ὅλα

`π.363`

παννόας· ὁ ἀπόπληκτος. καὶ ἀδολέσχης

`π.364`

παννυχίη· διʼ ὅλης τῆς νυκτός

`π.365`

παννυχίς· ἑορτὴ νυκτερινή

`π.366`

πανοικί· σὺν ὅλῳ τῷ οἴκῳ

`π.367`

πανόλβιος· παμμακάριστος

`π.369`

πανομφαῖον· πεφημισμένον. ἢ ὁ τὰ κακὰ ἀποστρέφων

`π.370`

πανομφαίῳ· ᾧ πᾶσα φήμη καὶ μαντεία ἀναφέρεται, τουτέστι κληδών

`π.371`

Πανόπη· πόλις Φωκίδος

`π.372`

πανόπτης· πολυόφθαλμος. Ζεύς. Ἀχαιοί

`π.373`

πάνοπτος· ὁ πανταχόθεν φαινόμενος

`π.374`

πανορμίη· ἐπίθετον Ἀπόλλωνος

`π.375`

πανὸς σκῶλον· ὄνομα σχήματος, ὅταν οἱ ἀπὸ σκώλου ᾖ πεπληγὼς ἄντρον τι λέγεται σχῆμα

`π.376`

πανὸς σκότος· οἷον νυκτερινὸς φαντασίας

`π.377`

πανοσπρία· σύνοδος

`π.379`

πᾶν ὁτιοῦν· οἷον δή ποτʼ οὖν, πᾶν τὸ τυχόν

`π.380`

πανοῦργος· πάντα μανθάνων. δόλιος, πάντα ἐν πονηρίᾳ ἐργαζόμενος

`π.381`

πανουλεύς· ἐξώλης

`π.382`

πανούριος· πάντα οὔριος

`π.383`

Πάνοψ· ἥρως Ἀττικός. ἔστι δὲ αὐτοῦ καὶ νεώς, καὶ ἄγαλμα, καὶ κρήνη

`π.384`

πανόψιον· πάντων ὁρώντων. πᾶσι σύνοπτον. λαμπρόν

`π.385`

πανσαγία· πανοπλία

`π.386`

πανσθενεστάτῳ· ἰσχυροτάτῳ

`π.387`

πανσυδίη· ὁμοῦ πάντες

`π.388`

πάντα κάλων σείει· παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων

`π.389`

πάντα κινήσας πέτρον· παροιμία

`π.390`

πάντα λίθον κινεῖν· παροιμία, ἧς μέμνηται Ἀρίσταρχος. ὅτε γὰρ Ξέρξης ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσεν, ἡττηθεὶς παρὰ Σαλαμῖνι .....

`π.391`

παντάνα· τρυβλίον

`π.392`

πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν· οὐ κατὰ βάθους ἔτρωσεν, ἀλλʼ ἀπεῖρξε τοῦ χρωτὸς καὶ τῶν πλευρῶν τὸ δόρυ

`π.393`

παντάπασι· παντελῶς. ὅλως

`π.394`

πανταρκέα· πᾶσι βοηθόν

`π.395`

πανταρκής· ὁ πᾶσιν αὐταρκῶν.

`π.396`

παντάσκιος· ὁ πάντοθεν σκιὰν οὐκ ἔχων

`π.397`

πανταχῶς· πάντα τρόπον

`π.398`

παντελές· παντελῶς, ὁλοτελῶς

`π.399`

παντελής· ὁλοτελής.

`π.400`

παντεπόπτης· ὁ πάντα καθορῶν

`π.401`

πάντες· ἀντὶ τοῦ οἱ πλεῖστοι

`π.402`

πάντεσσιν· ὑπὲρ πάντων

`π.403`

παντευχία· πανοπλία

`π.404`

πάντη· πάντως. πανταχοῦ, πάντοθεν

`π.405`

πάντη τε· πάντως

`π.406`

πάντη· πανταχοῦ  <span class="gap">…</span> ἑκάστῳ  <span class="gap">…</span>

`π.407`

παντὶ σθένει· ὅλῃ, πάσῃ δυνάμει

`π.408`

παντίτῳ· παντί τινι

`π.409`

παντοδαποῖς· διαφόροις

`π.410`

παντοδαπός· παντοῖος. σύμμικτος

`π.411`

παντοδαπῶν· παντοίων. καὶ διαφόρων

`π.412`

πάντοθεν· πανταχόθεν, ἐξ ἑκάστου τόπου

`π.413`

παντόθι· πανταχοῦ

`π.414`

παντοίων· πάντων. πολυτρόπων

`π.415`

παντοκράτωρ· ὁ θεός, πάντων κρατῶν

`π.416`

παντομάντειραι· μοῖραι

`π.417`

πάντοσε· εἰς πάντα τόπον. πανταχοῦ

`π.418`

πάντοσʼ ἐΐσην· πανταχόσε στρογγύλην

`π.419`

παντώνια· παντοδαπά

`π.420`

πάντων· πάντως

`π.421`

πάντων· ὑπὲρ πάντας

`π.422`

πάντων ἐκπαγλότατε· ὑπὲρ πάντας ἐκπληκτικώτατε

`π.423`

πάντως· ἰσοδυναμεῖ ἀληθείᾳ. κυρίως

`π.424`

πάντως θαρσαλέη· κατὰ πάντα θρασεῖα

`π.425`

πανυπερτάτη· πασῶν ὑπερκειμένη τῶν παρακειμένων νήσων

`π.426`

πανυπείροχον· πάντων μέγιστον

`π.427`

πάνυσσα· στρόφος. ἀναδέσμη. οἱ δὲ κειρίαν, ᾗ τὰς τρίχας ἀναλαμβάνουσι

`π.428`

πανύστατον· πάντων ἔσχατον

`π.429`

παννυχίους· διʼ ὅλης νυκτός

`π.430`

πάντη τε καὶ πάντως· κατὰ λόγον καὶ τρόπον πάντα

`π.431`

πανώλεθρον· ἐξῶλες, πανῶλες

`π.432`

πανώλης· πανώλεθρος, ἐξώλης, ἀπολλύμενος

`π.433`

πάξ· ὑπόδημα εὐυπόδητον. ἢ τέλος ἔχει

`π.434`

Πάξοι· νῆσοι κατὰ Ἰταλίαν

`π.435`

παππάζοιεν· πατέρα καλοῖεν

`π.437`

πάπας· πατρὸς ὑποκόρισμα

`π.439`

πάππα· προσφώνησις παιδὸς πρὸς πατέρα.

`π.438`

παπαῖ· σχετλιασμός

`π.440`

παππάζοιεν· πατέρα καλοῖεν

`π.441`

παππάζουσιν· πατέρα προσαγορεύουσιν. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῶν παιδίων, ἃ τοῖς πατράσι λέγει πάππα

`π.442`

πάππος· ἄκανθα· ἐπὰν γηράσῃ καὶ ἀποξηρανθῇ, καὶ ὑπὸ ἀνέμων ἐκριπίζηται, καὶ τόπον ἐκ τόπου μεταβάλλῃ. σημαίνει δὲ καὶ ὀρνέου εἶδος. καὶ πατρὸς ἢ μητρὸς πατέρα. καὶ τὴν ὑπὸ τῷ γενείῳ τρίχωσιν

`π.443`

παπταίνειν· περιβλέπειν πάντη

`π.444`

παπταίνοντα· ὁρῶντα

`π.446`

παπτήνας· περισκοπήσας

`π.447`

πάρα· ἐγγύς. πάρεστι

`π.448`

παραβαίνοντας· ἀρνητικούς. ἢ μὴ εὐθέως βαίνοντας

`π.449`

παραβαλεῖς· ἀπατήσεις. παραθήσεις. παραδώσεις

`π.450`

παραβαλλόμεναι· ἐξαπατῶσαι. παρακατατιθέμεναι

`π.451`

παραβαλλόμενος· ἐναποκινδυνεύων, ὅ ἐστι παραβόλως μαχόμενος

`π.452`

παράβολον· παράδοξον

`π.453`

παραβαλοῦ· ἀνάπαυσαι. ἀπὸ δὲ τῶν νεῶν ἡ μεταφορά

`π.454`

παραβαλῶ· συγκρινῶ. παραθῶ, ὅμοιον

`π.455`

παραβαλών· ὁμοίως παραθείς

`π.456`

παρβεβαῶτε· παραβεβηκότες

`π.457`

παραβλέπων· στραβός

`π.458`

παραβλήδην· ἀπατητικῶς. παραλογιστικῶς. ἐξ ἀντιβολῆς παραβάλλοντες

`π.459`

παραβληθησόμενος· συγκριθησόμενος

`π.460`

παραβλητικός· παραβάλλων

`π.461`

παραβλῶπας· παρορῶντας

`π.462`

παραβλῶπες· ὁμοίως, διάστροφοι, τὰς ὄψεις διαστρέφοντες, καὶ παραβλέποντες

`π.463`

παραβολή· πραγμάτων ὁμοίωσις

`π.464`

παραβουλευσάμενος· εἰς θάνατον ἑαυτὸν ἐκδούς

`π.465`

παραβραβευθείς· καταῤῥαγείς. παραμεληθείς

`π.466`

παραβραβεύων· παρακρίνων

`π.467`

παραβύουσαν· παρακαμμύουσαν

`π.468`

παράβυστον· λάθρα γινόμενον, ἀπόκρυφον. ἀποκεκρυμμένον, ἢ μικρὸν κλινίδιον, παρατιθέμενον τῇ μεγάλῃ, ἔνιοι δὲ δικαστήριον οὕτω καλούμενον

`π.470`

παρʼ ἀγαυοῦ Τιθωνοῖο· παρὰ τοῦ λαμπροῦ Τιθωνοῦ

`π.471`

πάρα γε· ἐγγὺς δέ. ἢ κόψον

`π.472`

παράγει· παρέρχεται. παραπέμπεται. φυλάσσεται. εἰσπορεύεται

`π.473`

παραγκωνίσασθαι· ἀποστρέψαι

`π.474`

παραγόρευσιν· ἄρνησιν

`π.475`

παραγράφεται· ἐκβάλλεται

`π.476`

παραγραφή· ζημία

`π.477`

παραγράψαι· ὃ ἡμεῖς λέγομεν διαγράψαι. καὶ τὸ ἐκ τραπέζης λαβόντα διὰ γραμμάτων τοῦ τραπεζίτου πιστώσασθαι

`π.478`

παραγράψεται· οὐ παραδέξεται

`π.479`

παραγυμνῶσαι· φανεροποιῆσαι

`π.480`

παραγωγαί· ἀπάται. χρήσεις

`π.481`

παραγωγάς· χιτὼν παρὰ Πάρθοις

`π.482`

πάρα δέ· ἐγγὺς δέ

`π.483`

παραδέδρομα· παρεμνήσθην

`π.484`

παραδειχθέν· φανερωθέν

`π.485`

παράδειγμα· ὑπόδειγμα. ἢ παρασκευασθέν τι ἔλαττον εἰς μείζονα

`π.486`

παραδειχθῶ· οὐ φαίνομαι

`π.487`

παράδεισος· τίθεται ἐπὶ τῶν ἀναισθήτων. οἷς ἐστιν ἐμπεριπατεῖν. ἢ τόπος εὔυδρος, ἐν ᾧ περίπατοι. καὶ ἡ βασιλέως κατάλυσις

`π.488`

πάρα δέ σοι· πάρεστι δέ σοι

`π.489`

παραδήμῳ· ἐξακούστῳ

`π.490`

παραδειγματίσαι· φανερῶσαι. θριαμβεῦσαι

`π.491`

παρὰ δίκην· παρὰ τὸ δίκαιον

`π.492`

παρὰ δόξαν· παρʼ ἐλπίδα, παρὰ προσδοκίαν

`π.493`

παράδοξον· θαυμαστόν. ἀπροσδόκητον

`π.494`

παράδοξος· ὁ παρὰ δόκησιν λεγόμενος

`π.495`

παράδοσις· ἄγραφος διδασκαλία

`π.496`

παραδόσεων· διδασκαλιῶν

`π.497`

παραδραθέειν· παρακοιμηθῆναι

`π.498`

παραζηλῶν· παροξύνων, παρεξισῶν

`π.499`

παραζωστρίς· μικρὰ μάχαιρα

`π.500`

παραθαλπόμενος· παραθερμαινόμενος. παρακμάζων. παραμυθούμενος

`π.501`

παραθεῖ· παρατρέχει

`π.502`

παράθεμα· ἐπίθεμα

`π.503`

παραθέουσι· παρατρέχουσι

`π.504`

παραθήγειν· ἀκονᾶν, παροξύνειν

`π.505`

παραθήκη· παρακαταθήκη. παράθου

`π.506`

παραθῆται· ἐκβάλλῃ

`π.507`

παρὰ θῖνα· παρὰ τὸν αἰγιαλόν

`π.508`

παραθέντες· ἐκβληθέντες

`π.509`

παράθρανος· κώπη τις ἐν ταῖς παραθράνοις

`π.510`

παρθρέξειας· παραδράμοις

`π.512`

παραιβάται· οἱ ἐπὶ τῶν δίφρων ἑστῶτες μαχόμενοι, οἱ κύριοι τῶν ἁρμάτων

`π.513`

παρʼ αἰγείρου θέα· Ἐρατοσθένης φησί, ὅτι πλησίον αἰγείρου τινὸς θέα — αἴγειρος δέ ἐστι φυτοῦ εἶδος — ἐγγὺς τῶν ἰκρίων. ἕως οὖν τούτου τοῦ φυτοῦ ἐξετείνετο καὶ κατεσκευάζετο τὰ ἰκρία, ἅ ἐστιν ὀρθὰ ξύλα, ἔχοντα σανίδας προσδεδεμένας, οἷον βαθμούς, ἐφʼ αἷς ἐκαθέζοντο, πρὸ τοῦ κατασκευασθῆναι τὸ θέατρον

`π.514`

παράδοξος· θαυμαστός. ἐπάξιος. καὶ ὁ παρὰ δόκησιν λεγόμενος

`π.515`

Παραίλεως· ὄρος ἐγγὺς μ ρ θ νο

`π.516`

παραινεῖ· συμβουλεύει

`π.517`

παραιθένατα· τὰ ἀπὸ τῶν μικρῶν δακτύλων παρὰ τὸ θέναρ, ἤγουν ἐπὶ τὸν καρπόν

`π.518`

παραικάτια· αἱ ἐπὶ τοῖς ζεύγεσι τῶν ὁπλιτῶν τάξεις

`π.519`

παραίνεσις· συμβουλή, νουθεσία, σωφρονισμός

`π.520`

παραίπαιμα· παρακοπή

`π.521`

παραὶ ποσί· παρὰ τοῖς ποσί

`π.522`

παραιρεῖται· ὀλίγα ἀφαιρεῖται

`π.523`

παραιρήματα· παράρματα ἱματίων

`π.524`

παραιροῦνται· ἀφαιροῦνται

`π.525`

παραὶ ποσὶ κάππεσε θυμός· ἠγωνίασαν, καὶ κατέπεσαν τῇ γνώμῃ

`π.526`

παραισαβάζειν· παραμεμηνέναι. ἀπὸ τοῦ Σάβου

`π.527`

παραίσια· ἀλλοῖα τῶν προσηκόντων

`π.528`

παρίσομαι· ....

`π.529`

παραΐσσοντα· παρατρέχοντα

`π.530`

παραίτησιν· παράκλησιν

`π.531`

παραίφασις· ἀπολογία. παραλογισμός. παραμυθία. συμβουλία. παρηγορία. παραίνεσις

`π.532`

παραιφάσσει· τινάσσει. πηδᾷ. παρακινεῖ. καὶ τὰ ὅμοια

`π.533`

παραιφηλούμεθα· παραγόμεθα

`π.534`

παρακαίρια· παράκαιρα

`π.535`

παρακαταθήκη· ἐνέχυρον

`π.536`

παρκατέλεκτο· παρακατέκειτο

`π.537`

παρακεκλημένοι· παραμυθηθέντες, παρακληθέντες

`π.538`

παρακεκόαται· παρανοεῖ

`π.539`

παρακεκομμένον· ἄνανδρον

`π.540`

παρακέκρουνται τῶν φρενῶν· παρηλλάττοντο

`π.541`

παρακελεύσεσθαι· προτρέψασθαι

`π.542`

παρακελεύουσιν· ἐπιτρέπουσιν

`π.543`

παρακεχόρδικεν· παρήλλαχεν. παρήμαρτεν

`π.544`

παρακεώμεθα· ἐγκείμενοι ὦμεν

`π.545`

παράκλητον· πνεῦμα λέγεται, ὡς τὰς παρακλήσεις τῶν ὅλων δεχόμενον

`π.546`

παρακλήτορες· παραμυθηταί

`π.547`

παρακλιδόν· ἕνα παρʼ ἕνα. παρακεκλιμένος. παρατετραμμένος· «παρακλιδόν, οὐδʼ ἀπατήσω»

`π.548`

παρὰ κληῖδος ἱμάντα· παρὰ τοῦ τρυπήματος παραγομένου κλείθρου, διʼ οὗ τὸν ἱμάντα ἐνιᾶσι

`π.549`

παρακοᾶν· παρανοεῖν

`π.550`

παρακοίτης· ὁ ἀνήρ. γυνὴ γαμετή, παλλακίς παράκοιτις

`π.551`

παρακονᾶν· τὸ ἐν τῷ ἀσπάζεσθαι παρατρίβειν τὸ γένειον καὶ τὰς παρειάς

`π.552`

παρακόπτει· μαίνεται

`π.553`

παρακόρησον· παρακάλλυνον

`π.554`

παρακοττεῖ· παραφρονεῖ

`π.555`

παράκρουσις· ἀπάτη.

`π.556`

παρακροτήσαντες· παραθαρσύναντες

`π.557`

παρακροτῶν· παροξύνων

`π.558`

παρακρούει· πλανᾷ, ἐξαπατᾷ

`π.559`

παρακρουσθέντες· παραλογισθέντες

`π.560`

παρακρουσιχοίνικος· παραλογιζόμενος ἐν τῷ μέτρῳ. εἴρηται δὲ οὕτω διὰ τὸ κρούειν τὰ μέτρα καὶ διασείειν ἕνεκα τοῦ πλεονεκτεῖν

`π.561`

παράκρουστος· μωρός

`π.562`

παράκτης· ὁ τῶν κυνηγῶν τοὺς κύνας ἐπὶ τὴν θήραν ἄγων

`π.563`

παρὰ κωφὸν ἀποπαρδεῖ· ἡ παροιμία. πρόδηλος δὲ αὐτῆς ἡ αἰτία

`π.564`

παραλαλοῦντος· ......

`π.565`

παρὰ λαπάρην· παρὰ τὴν λαγόνα

`π.566`

παραλέλεξαι· παρὰ τὸ τὰς ὑπερεχούσας τρίχας ἐν ταῖς ὀφρύσι παραλέγειν

`π.567`

παραληρούντων· μωρὰ λαλούντων

`π.568`

παραλία· ἡ Ἀττική. ἔνθεν καὶ ἡ ναῦς πάραλος

`π.569`

παραλία καὶ πάραλος καὶ παράλιος· παραθαλάσσιος

`π.570`

παραλαλεῖ· φλυαρεῖ, μὴ γινώσκων ἃ λαλεῖ

`π.571`

παραλίτης· ὁ ἀπὸ τῆς παράλου· ἡ δέ .... ἐστιν ἱερὰ ναῦς

`π.572`

παραλλαγῆς· ἐναλλαγῆς, ἀλλοιώσεως

`π.573`

παραλλάξαι· διάβηθι, πάρελθε

`π.574`

παραλλάξας· ἐνηλλαγμένως. παρελθών

`π.575`

παρʼ ἀλλήλαις· ἐγγὺς ἀλλήλων

`π.576`

παράλληλον· ἀκόλουθον, ὅμοιον τῷ μεταξὺ ὄν

`π.577`

παραλογισμός· ἀπάτη λογισμοῦ

`π.578`

παραλογιστής· ἀπατεών

`π.579`

παράλογον· ἀλόγιστον

`π.580`

πάραλοι· οἱ τὴν παράλιον οἰκοῦντες τῆς Ἀττικῆς

`π.581`

παραλουργεῖς· οἱ ἧττον ἔνδοξοι καὶ ἔντιμοι· ὡσεὶ λέγοι τις· παραβαφής· Ἁλουργὲς γὰρ τὸ ἐκ τῆς θαλαττίας πορφύρας ὕφος

`π.582`

παραλούς· παρακρατηθείς. συσχεθείς

`π.583`

παραλυθῆναι· ἀπολυθῆναι

`π.584`

 <span class="gap">…</span> παραλοῦμαι· παροιμιωδῶς· ἐπεὶ ὑπὸ τῶν πλουσίων οἱ πένητες παρελοῦντο

`π.586`

παραλώματα· τὰ ἔξωθεν τῶν μρών σκεπασμάτων

`π.587`

παραμαρτών· ἀποτυχών

`π.590`

παραμεῦσαι· παραλλάξαι. ἐκτραπῆναι

`π.591`

Παραμήνη· ἡ τῶν θεῶν μήρα. Λυδοί

`π.592`

παραμίξεται· γειτνιάσει

`π.593`

παρʼ ἄμμι· παρʼ ἐμοί

`π.595`

παράμονος· καρτερός

`π.596`

παραμυθίαν· παράκλησιν

`π.597`

παραμυθήσασθαι· συμβουλεῦσαι

`π.598`

παρὰ ναῦφιν· παρὰ τῶν νεῶν

`π.599`

παρὰ νῆας· παρὰ τὰς ναῦς

`π.600`

παρὰ νηυσί· παρὰ τοῖς πλοίοις

`π.601`

παράνοια· ὑπερηφανία

`π.602`

παράνομος· ἄνομος, ἄδικος, ἄθεσμος. ἁμαρτία

`π.603`

πάραντα· τὰ παρὰ τὸ ἀντικρύ, οἷον πλάγια, τὰ παρατετραμμένα τῆς εὐθείας ὁδοῦ

`π.604`

παράνυμφος· νυμφεύτρια

`π.605`

παραξιφίς· μάχαιρα

`π.606`

παράορος· σειραφόρος

`π.607`

παραός· ἀετὸς ὑπὸ Μακεδόνων

`π.608`

παράπαγος· μάνδαλος θύρας

`π.609`

παραπαίει· παρακόπτει, μαίνεται, ληρεῖ, παραφρονεῖ

`π.610`

παραπαιόντως· ὁμοίως

`π.611`

παράπαιστος· παραπλήξ. ἢ παρειμένος

`π.612`

παράπαν· παντελῶς, καθόλου

`π.613`

παρὰ πάντας· ὑπὲρ πάντας

`π.614`

παραπασσόμενος· ἐπιβαλλόμενος

`π.616`

παραπέμποντες· ἀπωθούμενοι

`π.617`

παραπεπίθοιμι· παραπείθοιμι

`π.618`

παραπεπλεγμένως· συμπεπλεγμένως

`π.619`

παραπετάσματα· παρακαλύμματα

`π.620`

παράπηχυ ἱμάτιον· τὸ παρʼ ἑκάτερον μέρος ἔχον πορφύραν

`π.621`

παραπικραίνων· παροργίζων

`π.622`

παραπλαγιάσας· πλαγιασάμενος

`π.623`

παραπλάγξασα· παρακρουσθῆναι ποιήσασα

`π.624`

παραπλασμός· ὁ ἐν ταῖς τῶν αὐλῶν τρύπαις ῥύπος

`π.625`

παραπλέξαι· ἐμπλέξαι

`π.626`

παραπλάσματα· τὰ κηρία τὰ ἐπιτιθέμενα τοῖς ζητήμασιν ἐν τοῖς βιβλίοις

`π.627`

παραπλῆγος· μανιώδους

`π.628`

παραπλῆγας· τοὺς τὰς ἄκρας ἀνατεινούσας ἔχοντας αἰγιαλούς. ἢ πέτρας

`π.629`

παραπλήγων· μαινομένων

`π.630`

παραπληγία· παρακοπή

`π.631`

παραπλήξ· παράφρων, τὰς φρένας βεβλαμμένος, μανιώδης, παρακόπτων, παραφρονῶν

`π.632`

παραπληξία· μανία

`π.633`

παραπλήσιος· ἐμφερής, ὅμοιος

`π.634`

παραπλῆττον· ἐκπλῆττον

`π.635`

παραπλόκαμος· ἡ παραπεπλεγμένη τὰς τρίχας

`π.636`

παραπλομένοισι· παροῦσι

`π.638`

παραπλώζειν· τὸ παρὰ τὴν ὁδὸν ἵστασθαι, ἢ ἰέναι

`π.639`

παρὰ πόδα· εὐθέως. ἐγγύθεν

`π.640`

παρὰ ποδί· παρὰ τοῖς ποσί

`π.641`

παρὰ πολύ· πολύ

`π.642`

παραποιεῖν· παραπράττειν

`π.643`

παραποιήσασθαι· παρασφραγίσαι

`π.644`

παραπρονοῆσαι· ἐνθυμηθῆναι, νοῆσαι

`π.645`

παραπομπή· μετακομιδή

`π.646`

παραρεῖν· φληναφεῖν

`π.647`

παραῤῥητοί· παραινετικοί, σύμβουλοι, παραμυθητικοί

`π.648`

παραῤῥητοῖσι· παραμυθηταῖς

`π.649`

παραῤῥύματα· δέῤῥεις

`π.650`

παραρτίζεσθαι· παρασκευάζεσθαι

`π.651`

παραρυῇς· μετεωρισθῇς, παραπέσῃς

`π.652`

παράρυμα· Σοφοκλῆς Πολυξένῃ παράρυμα ποδός, ὡς κρεμαμένων τινῶν ὑφασμάτων ἐκ τοῦ ἅρματος πρὸς κάλλος. τινὲς δὲ σχοινίον ἐν ταῖς ναυσίν. οἱ δὲ ὑπόδημα

`π.653`

παραρυμίς· τὸ παρὰ τὸν ῥυμόν

`π.654`

παραρυτεῖν· παρέχειν

`π.655`

παραρυῶμεν· ἐξολισθῶμεν

`π.656`

παραρυόμενον· παραπεσόν, παραῤῥυέν

`π.657`

παρασάγγας· εἶδος μέτρου Περσικοῦ

`π.658`

παρασαγγιλόγω· οἱ Πέρσαι τοὺς διαγγέλλοντας οὕτω λέγουσι

`π.659`

παρασάγγης· μέτρον ὁδοῦ, τριάκοντα σταδίους ἔχον

`π.660`

παρασαρῶσαι· ἐροὴ δὲ καὶ κάλλυντρον τὸ σάρον. καὶ κόρηθρον καλεῖται

`π.661`

παρασεσυρμένοι· παρελκυσμένοι, ὑπεσκελισμένοι

`π.662`

παράσημα· τεράστια

`π.663`

παρασημαίνει· παραχαράττει. παραδηλοῖ

`π.664`

παράσημον· ἀδόκιμον, κίβδηλον. ἀπὸ τὸ καὶ νομισμάτων τὰ κίβδηλα παράσημα λέγεται

`π.665`

παράσιτοι· ἀρχὴ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκδοχήν ......

`π.666`

παράσιτος· κοσσοτράπεζος

`π.667`

παρασιωπῶν· μακροθυμῶν

`π.668`

παρασκευάζεται· εὐτρεπίζεται, ἑτοιμάζετο

`π.669`

παρασπάς· φυτὸν ἀπεσπασμένον

`π.670`

παρασπάσησθε· ἀφέλησθε

`π.671`

παρασπίζουσα· σύνουσα. συνοικοῦσα

`π.672`

παρασπιστής· παρεστώς. ὁπλίτης

`π.673`

παρασπονδήσας· παραβὰς τὰς συνθήκας

`π.674`

παρασπονδοῦντες· ἐχθραίνοντες. πολεμοῦντες

`π.675`

παρασπῶν· συλῶν

`π.676`

παραστάδες· οἱ πρὸς τοῖς τοίχοις τεταμένοι κίονες

`π.677`

παρασταδόν· ἐκ τοῦ σύνεγγυς, ἢ παραστάντες, ἢ παραστατικῶς, ἢ κατὰ τρόπον, ἢ κατὰ τὸ δέον

`π.678`

παρασταθμίδες· τῆς θύρας τὰ πρὸς τῷ στρόφιγγι

`π.679`

παράστανον· λόγχη

`π.680`

παράστασις· φυγή. καὶ τὸ φυγαδεῦσαι παραστήσασθαι

`π.681`

παραστάται· τὰ ἀπὸ τῶν νεφρῶν ἀγγεῖα. καὶ οἱ πρὸς τὰς ὤας στήμονες

`π.682`

παραστάτην· προστάτην

`π.683`

παραστάτησον· παραστάτης γενοῦ. νίκησον

`π.684`

παραστατίς· ἀγγεῖον θερμαντικόν

`π.685`

παραστέλλεται· ἀναστέλλεται

`π.686`

παραστέλλων· ἀναστέλλων

`π.687`

παραστησάμενος· μετακαλεσάμενος

`π.688`

παραστίζουσα· ἐπεὶ τῶν ἀφυστερούντων τὰ ὀνόματα παρέστικται. ἄλλοι, ὡς ἀπόντα παραστήσουσα σημειουμένη

`π.689`

παραστόρνυται· καὶ τὸ λεῖον ποιῆσαι ξίφος, καὶ τὸ παράστροτον

`π.690`

παρασυνεβλήθη· ὡμοιώθη

`π.691`

παρασύρει· χαυνοῖ. παρατρέπει

`π.692`

παρασυρέντες· παρατραπέντες

`π.693`

παρασυρῶ· παρατρέψω, καὶ τὰ ὅμοια

`π.694`

παρά σφιν ἢ παρά σφισιν· παρʼ ἑαὐτοῖς

`π.695`

παράχασον· ἀναχώρησον

`π.696`

παρασχεδιαζομένη· παραχαραττομένη

`π.697`

παράταξις· πόλεμος. φάλαγξ. καὶ ὄνομα

`π.698`

παρατάσσεται· ἐν πολέμῳ ἀνθίσταται

`π.699`

παρατατικός· ἐκτεταμένος

`π.700`

παρατέθηγμαι· παρηκόνημαι. παρωξύνθην

`π.701`

παρατεθηγμένος· ἠκονημένος

`π.702`

παρατείνει· παρέλκει. πλατύνει

`π.703`

παρατεκτήναιτο· παρὰ τὰ ὄντα κατασκευάσειεν

`π.704`

παρατενεῖς· ἀπολεῖς

`π.705`

παρατέτακται· ἡτοίμασται

`π.706`

παρατηρημάτων· ἐπιτηρήσεων, παραφυλάξεων

`π.707`

παρατούριον· ἀντίπανον. κράσπεδον

`π.708`

παραχαράκτης· διαστροφεύς, παρατρωτὴς τῶν εὖ τεθέντων νόμων

`π.709`

παρατηρημάτων· ἐπιτηρήσεων, κληδονισμῶν τε καὶ ἀπαντήσεων

`π.710`

παρατρέπει· παραγορεῖ

`π.711`

παρατρέχει· παρέρχεται

`π.712`

παρὰ τὸ εἰκός· παρὰ τὸ δέον

`π.713`

παρατρέψαι· παρενέγκαι. πορθῆσαι

`π.714`

παρατρέψας· παρελάσας

`π.715`

παρατροπαῖς· μεταβολαῖς

`π.716`

παρατροπέων· παρατρωπῶν. παραλογιζόμενος

`π.717`

παρατρύζει· παραφωνεῖ. γογγύζει

`π.718`

παρατρύζουσι· γογγύζουσι. καὶ τὰ ὅμοια

`π.719`

παρατρωπῶσʼ· παρατρέπουσι, παραπείθουσι τῆς ὀργῆς

`π.720`

παρατυχών· παρών

`π.721`

παραύδα· παραφώνει, παρηγόρει

`π.722`

παραύλια· τὰ παρὰ τὴν αὐλήν, οἷον πρόχωρα

`π.723`

πάραυλος·

  
πάραυλος Ἑλλησποντίς, ὡραία θέρους,  
  
ἡ κατὰ τὸ θέρος ἀκμάζουσα  

`π.724`

παραυτά· παραχρῆμα, εὐθέως, παραυτίκα

`π.725`

παρʼ αὐτόφι· παρʼ αὐτῷ

`π.726`

παραυχενίζων· παρακλίνων

`π.727`

παράφημι· παραινῶ. παραμυθοῦμαι. συμβουλεύω

`π.728`

παραφθαίησι· παραδράμοι

`π.729`

παράφορα· παρατετραμμένα

`π.730`

παραφορμά· ἀρχή τις τῶν συνεξιόντων βασιλεῖ

`π.731`

παράφορος· παραφερόμενος. παρόμοιος. ἐξεστηκώς

`π.732`

παράφρων· ἀνόητος

`π.733`

παραχαράσσον· παραλλάσσον, παρασημαῖνον

`π.734`

παρὰ χεῖρα· μετὰ χεῖρα, ἐν χερσί

`π.735`

παραχρᾶται· κακῶς λέγει

`π.736`

παραχρῆμα· παραυτίκα. εὐθέως

`π.737`

παραχωρημάτων· ἐκβολῶν

`π.739`

παραψυχή· παραμυθία

`π.740`

παρδακῶν· διύγρων

`π.741`

παρδαλέην· παρδάλεως δοράν

`π.742`

πάρδαλις· ποιὸς ὄρνις

`π.743`

πὰρ δέ· παρὰ δέ

`π.744`

πάρδικος· ἡ οἰκοδομὴ τῆς καθέδρας

`π.745`

παρεᾶσαι· πλαγιάσαι

`π.746`

παρέβασκε· παρεβάτει

`π.748`

παρεγγεγραμμένος· ὁ μὴ κατὰ νόμον τοῖς πολίταις ἐντεταγμένος. δημοποίητος

`π.749`

παρέγγραπτος· νόθος. παρεγγεγραμμένος

`π.750`

παρεγγραφέντων· ῥᾳδιουργηθέντων

`π.751`

παρεγγυᾷ· παραγγέλλει. διαδίδωσιν

`π.752`

παρεγγυᾶται· λέγει. παραδίδωσιν. ἐντέλλεται. παραινεῖ. διδάσκει. προλέγει. παραγγέλλει. διαβεβαιοῦται. ἢ παρεγγυᾷ

`π.753`

παρεγγυήσαντος· παρασχόντος

`π.754`

παρεγχρίψεται· ἐγγίσει, προσπελάσει

`π.755`

παρʼ αἰδοίῃσι· παρὰ ταῖς αἰδοῦς ἀξίαις

`π.756`

πάρεδρον· παρακαθήμενον. παραμένον. σύνθρονος

`π.757`

πάρεδρος· ἀρχή τις «καὶ αὐτὴ ἡ κελεύουσα παρέδρους δίδοσθαι ὑπὲρ τοῦ τὸν ἁμαρτάνοντα μηνύεσθαι»

`π.758`

παρέζεο· παρακαθέζου

`π.759`

παρεζόμενος· παρακαθήμενος

`π.760`

παρεθείς· ἐκβληθείς. ἢ ἐάσας

`π.761`

παρεθεωροῦντο· κατεφρονοῦντο

`π.762`

παρεθήγοντο· παρωξύνοντο

`π.763`

παρειά· γνάθος

`π.764`

πάρει· ἦλθες

`π.765`

παρεῖαι ὄφεις· ὄφεων εἴδη μεγάλας παρειὰς ἐχόντων· ταῦτα δὲ ἥκιστα δάκνει ἀνθρώπους

`π.766`

παρείθη· παρελύθη, ἐχαυνώθη. ἐκρεμάσθη, ἐχαλάσθη. ἐάθη

`π.768`

παρεικάθῃ· παρέλθῃ.

`π.769`

παρείκαμεν· παρεπέμψαμεν

`π.770`

παρείκει· παρέρχεται

`π.772`

παρεῖμαι· παραλέλυμαι, ἐκλέλυμαι

`π.773`

παρειμένος· παραλελυμένος, ἐκλελυμένος, παράλυτος. παρεωραμένος. τετελευτηκώς. ἢ καταπεφρονημένος

`π.774`

παρειμένως· καταφρονητικῶς, ὁμοίως

`π.775`

πάρειμι· ἐῶ. ἢ παραλελυμένος

`π.777`

παρεῖναι· ἐᾶσαι

`π.778`

παρεῖξαι· παραχωρῆσαι

`π.779`

παρείπῃ· παραλογίσηται

`π.780`

παρειπεῖν· παραμυθήσασθαι. παραινέσαι. παραπείσειν. παραλογίσασθαι

`π.781`

παρειμένων· παρεωραμένων

`π.783`

παρείς· ἐάσας, ἀφείς, καταλιπών

`π.784`

παρείσακτον· ἀλλότριον

`π.785`

παρείσανον· κράσπεδον, ἀκρωτήριον

`π.787`

παρείσθωσαν· παραλυέσθωσαν

`π.788`

πάρεισιν· εἰσίν

`π.789`

παρεισκρίνεται· παρεισέρχεται. παρεισβάλλει

`π.790`

παρεισρέων· παρεισερχόμενος

`π.791`

πάριτε· παρέλθετε

`π.792`

παρεκίρνα· παρέμισγε

`π.793`

παρεκλήθη· παρεμυθήθη

`π.794`

παρέκλησε· παρῆλθεν

`π.795`

παρὲκ νόον ἤγαγέ· τὸν νοῦν παρελογίσατό μου

`π.796`

παρὲκ μίτον· παρὰ τὸν μίτον

`π.797`

παρεκναμεῦντο· παρεπορεύοντο ἐπιπόνως

`π.798`

παρεκρότει· παρώξυνεν

`π.799`

παρεκρούσατο· ἐχλεύασεν. παρεψηφίσατο. διεσκέδασεν

`π.800`

παρεκτικόν· παρεχόμενον

`π.801`

παρεκόπτου· ἠφάνιζες

`π.802`

παρέλαβες· ἐπαιδεύθης

`π.803`

παρελάσας· παραδραμών

`π.804`

παρελέγετο· παρὰ τὸν αἰγιαλὸν ἔπλεεν

`π.805`

παρελέξατο· ἐκοιμήθη. παρεκλίθη. ἢ παρεπλέξατο· τὸ γὰρ παραπλέξαι τινὲς παραλέξασθαι καὶ λέξασθαι λέγουσιν

`π.806`

παρελεύσεαι· παραδραμεῖς· καὶ παραλογίσῃ

`π.807`

παρελεύσεται· παραδράμῃ, παρέλθῃ

`π.808`

παρεληλυθότας· παραβαίνοντας

`π.809`

παρελθόντων· εἰσελθόντων

`π.810`

παρέλκεται· διατρίβει

`π.811`

παρέλκον· περισσόν. βραδύ. παρατεῖνον

`π.812`

παρέλκυσις· βράδος, βραδυτής

`π.813`

παρελογίσασθε· ἠπατήσατε, ἐψεύσασθε, ἐχλευάσατε

`π.814`

παρελύθησαν· ἠσθένησαν

`π.815`

παρέλυσε· καθεῖλεν, ἐξέβαλεν

`π.816`

παρεμβαλεῖ· παρεντίθησιν

`π.817`

παρεμβαλεῖ· ἐπισκέπει

`π.818`

παρεμβάλοιτο κλῆρον· συγκληρώσαιτο

`π.819`

παρεμβολή· στρατόπεδον. παράταξις. στῖφος στρατιᾶς, ἢ πλῆθος. ἢ οἴκησιν. ἢ κάστρον

`π.820`

παρεμπίνειν· τὸ ἐκτὸς λόγου πίνειν

`π.821`

παρʼ ἔμοιγε· πάρεισι γάρ μοι

`π.822`

παρεμφάρακτος· ἀσελγής. πέρπερος

`π.823`

παρεμφαίνεσθαι· παραδηλοῦσθαι

`π.824`

παρεμφερές· ὅμοιον

`π.825`

παρʼ ἕν· κατὰ τὸ ἑξῆς

`π.826`

παρενδοθῇ· παρατεθῇ

`π.827`

παραίνεσις· συμβουλία. διδασκαλία

`π.828`

παρενεγκεῖν· παραθεῖναι. παραβαλεῖν

`π.829`

παρενήνεον· παρανιέων. παρετίθεσαν ἀθρόως. παρεσώρευον

`π.830`

παρένθετος· παρείσακτος

`π.831`

παρενθῆκαι· μετενήνεκται ἢ ἀπὸ τῶν τεχνιτῶν τῶν παρεργαζομένων ἔνια λεπτά. ἢ ἀπὸ τῶν πλοϊζωμένων· παρεντιθέασι γὰρ τοῖς φορτικοῖς κοῦφα. ἀπὸ τῶν καμινέων· τοῖς γὰρ πίθοις πινακίσκοι παρεντίθενται καὶ λεπτά

`π.832`

παρέντες· παραλείψαντες, ἐάσαντες

`π.833`

πάρεξ· χωρίς, ἐκτός

`π.834`

παρεξειρεσίαν· τὸ κατὰ τὴν πρῷραν πρὸ τῶν κωπῶν· ὡσεὶ λέγοι τις, πάρεξ τῆς εἰρεσίας

`π.835`

παρελέξατο· παρεκοιμήθη

`π.836`

παρεξηυλημένος· ὑπὸ γήρως τὸν νοῦν παρεξηυλημένον ἔχων, ἀμυδρόν. μετενήνεκται δὲ ἀπὸ τῶν γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς· αἱ γὰρ κατατετριμμέναι ἐξηυλῆσθαι λέγονται

`π.837`

παρὲξ ὁδοῦ· ἔξω τῆς ὁδοῦ

`π.838`

παρὲξ εἴποιμι· παρὰ τὴν ἀλήθειαν εἴποιμι

`π.839`

πάρεξ τὸ θεῖον χρῆμα· ἔξω τῆς μίξεως

`π.840`

παρεοικώς· παρόμοιος

`π.841`

παρεόντα· παρόντα

`π.842`

παρέπαφεν· παρέπεισεν

`π.843`

παρεπίδημος· πάροικος

`π.844`

παρεπλάγχθη· παρεκρούσθη

`π.845`

παρεπτάμενα· περιττά

`π.846`

παρεπτάμενον· περιττόν

`π.847`

πάρεργον· νόθον, ὡς μικρόν τι τῶν ἀναγκαίων

`π.849`

παρέργως· ἀκαίρως. ῥᾳθύμως

`π.851`

παρʼ ἐρινεόν· παρὰ τὴν ἀγρίαν συκῆν

`π.852`

παρερέωσαν· παρετάξαντο, ἐν πολέμῳ ἀντέστησαν, κυρίως δὲ μετὰ τῶν ῥεῶν

`π.853`

παρεῤῥυπωμένα βιβλία· οἷς κηροὺς προσπλάσσομεν, πρὸς τὸ ζητῆσαί τινα

`π.854`

παρέρχεται· ὑπερβάλλει

`π.855`

παρεῤῥωγότα· κατεῤῥωγότα

`π.856`

παρεσταμένη γῆ· ἐφʼ ᾗ τις ὀφείλει δάνειον· καὶ ἡ ἐκδεδομένη ἐπὶ γεωργίᾳ

`π.857`

πάρεσαν· παρῆσαν

`π.858`

παρεσθίεται· παραβιβρώσκεται

`π.859`

πάρεσιν· ἄφεσιν, συγχώρησιν

`π.861`

παρέσμεθα· ἤλθομεν

`π.862`

πάρεσο· παραγενοῦ

`π.863`

παρεσόμεθα· παρεγενόμεθα

`π.864`

παρεσόμεθα· παρεῖναι μέλλων

`π.865`

παρέσσυα· παρόρμησα. παραγινομένη

`π.866`

παρέσσεται· παρέσχεται

`π.867`

παρεσπονδημένοι· ἔκθεσμοι. παρηνομένοι

`π.868`

παρεστέλλετο· παρεγίνετο

`π.869`

παρέστη· παρεγένετο. ἐπέστη

`π.870`

πάρεστιν· ἐστὶν ἐγγύς

`π.871`

παρέσφηλεν· παρεφάνετο. ἀποτυχεῖν ἐποίησεν

`π.872`

παρέσφαλεν· ὁμοίως

`π.873`

παρέσχεν· ἔδωκεν

`π.874`

παρετάξατο· ἐν πολέμῳ τέθνηκεν

`π.875`

παρετάξαντο· ἐπολέμησαν

`π.876`

παρέτμηξεν· ἐξηφάνισεν

`π.877`

πάρετος· παραλελυμένος

`π.878`

παρετρώπασκε· παρετρέπετο

`π.879`

παρευημερεῖσθαι· νικᾶσθαι

`π.880`

παρευημερηθείς· παροραθείς

`π.881`

παρευθύνουσι· βιάζονται. παραφέρουσιν

`π.882`

παρευθύνωσιν· ὁμοίως

`π.883`

παρευνάζων· παρακοιτάζων

`π.886`

παρεφέρετο· ἐδαιμονίζετο

`π.887`

παρέφησε· παρεγράψατο. ἠπάτησεν

`π.888`

παρεχάσσατο· παρεχώρησεν

`π.889`

παρέχει· δίδωσι, χορηγεῖ

`π.890`

παρῇ· ἔλθῃ

`π.891`

πάρηβον· παρὰ Κτησίᾳ, ξύλον τι

`π.892`

παρήγαγεν· ἤνεγκεν. ἢ ἠπάτησεν

`π.893`

παρηγοναῖς· παραγώγως. ἀπάταις

`π.894`

παρηγορεῖ· παρακαλεῖ, παραμυθεῖται

`π.895`

παρηέρθη· παρηνέχθη

`π.897`

παρήϊξαν· ἐκώλυον

`π.898`

παρήϊον· ὁ παρὰ τὸ γένειον τόπος. καὶ κόσμος ἐπὶ μετώπου τῶν ἵππων παρὰ γνάθον

`π.899`

παρῆκεν· ἀφῆκεν, εἴασεν, ἔλειπεν

`π.900`

παρήκτης· πάντα πράττων ἐπὶ κακῷ

`π.901`

παρήθρει· παρῃωρεῖτο

`π.902`

παρῆκεν· εἴασεν, ἀφῆκεν, ἀπέλυσεν

`π.903`

παρήλασα· παρεφθεγξάμην. παρέβην

`π.904`

παρήλατοι· παραμύθιοι

`π.905`

παρῆλθε· ἧκεν. εἰσελήλυθεν

`π.906`

παρήμενος· παρακαθήμενος. ἔκλυτος

`π.907`

παρημένων· παρενηνεγμένων

`π.909`

παρηνέχθη· παρεκρεμάσθη

`π.910`

παρῇξαν· ἐκώλυσαν

`π.911`

παρήορος· ὁ παραιωρούμενος. ἄφρων. καὶ ἵππος ὁ παράσειρος, ὁ ἐκτὸς τοῦ ἅρματος τρέχων

`π.912`

παρήπαφεν· ἠπάτησεν. ἐξέστησεν

`π.913`

παρηρία· μωρία

`π.914`

πάρερος· ὁ μωρός

`π.915`

παρήσει μοι· δοκῶ

`π.917`

παρήσομεν· ἐάσομεν. παράσχωμεν

`π.918`

παρήτασεν· ἐξήτασεν

`π.919`

παρηυμάρησαν· κατεφρόνησαν

`π.920`

παρθέμενοι· παραθέμενοι, παραβάλλοντες

  
σφὰς γὰρ παρθέμενοι κεφαλάς  

`π.921`

παρθενίας· ἀβυρτακῶδές τι πέμμα

`π.922`

παρθενική· παρθένος

`π.923`

παρθένιοι· οἱ κατὰ τὸν Μεσσηνιακὸν αὐτοῖς πόλεμον γενόμενοι ἐκ τῶν θεῶν. καὶ οἱ ἐξ ἀνεκδότου λάθρα γεννώμενοι παῖδες, ἀπὸ τοῦ δοκεῖν ἔτι παρθένους εἶναι τὰς γεννησαμένας αὐτούς. καὶ ποταμὸς Παφλαγονίας Παρθένιος

`π.924`

παρθενοπίπας· ὁ τὰς παρθένους ὀπιπεύων, οἷον περιβλέπων, ἢ ἀπατῶν

`π.925`

Παρθένοι· τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτίμων .....

`π.926`

Παρθένου Παλληνίδος· Ἀθηνᾶς. ἔστι γὰρ ἱερὸν Ἀθηνᾶς ἐν Παλληνίδι

`π.927`

παριαμβίδες· Ἀπολλόδωρος παρὰ τοὺς ἰάμβους αὐτάς φησι πεποιῆσθαι, ἃς οἱ κιθαρῳδοὶ ᾄδουσιν

`π.928`

Παριανός· ἐξ ἐπιθέτου Πρίαπος

`π.929`

παριαύων· παρακοιμώμενος

`π.930`

παριδρύσαντες· παρακαθίσαντες

`π.931`

παρίεται· ἐᾷ, παραπέμπεται

`π.932`

παρίημι· ἐῶ, καταλιμπάνω, συγχωρῶ, ἀφίημι

`π.933`

παρίησιν· ἀφίησι, συγχωροῦσιν

`π.934`

παρικτόν· παρερχόμενον

`π.935`

Πάροικοι· γένος τι Ἀθήνῃσιν

`π.936`

παριλλαίνουσα· παρεμβλέπουσα. ἴλλοι γὰρ οἱ ὀφθαλμοί

`π.938`

Πάριος· Πάριδος.

`π.939`

παριππεύει· ἀφεῖ αὐτοὺς καὶ ἄλλῃ ὁδεύει. παρατρέχει. παρακολουθεῖ

`π.940`

παρʼ ἵππων· παρὰ τῶν ἵππων

`π.941`

παρίσθμια· τὰ περὶ τὸν φάρυγγα

`π.942`

παρίστασθαι· τὸ ἁρπάζειν τοὺς παῖδας

`π.943`

παρισώματα· ὁμοιοειδῆ

`π.944`

παρίστατο· παρέστηκεν

`π.945`

παριστῶ· ἀποδείκνυμι

`π.946`

πάριτε· ἔλθετε

`π.947`

παρκατέλεκτο· παρεκοιμᾶτο

`π.948`

παρμέμβλωκε· πάρεστιν. ἢ παραμεμένηκεν. ἢ παραμεμόληκεν

`π.949`

πάρμη· Θρᾴκιον ὅπλον, σκεπαστήριον, κονδότρον θυρεοῦ

`π.950`

Παρνάσιος Φωκεύς· .......

`π.951`

Παρνασός· ὄρος Φωκίδος

`π.952`

Πάρνηθος ὄχθος· ὄρος τὸ αὐτό

`π.953`

Παρνησός· τὸ αὐτὸ ὄρος

`π.954`

πάρνοπες· ἀκρίδες

`π.955`

Παρνόπη· Καλλίστρατος Ἀθηναῖος

`π.956`

πὰρ ξίφεος· παρὰ τὴν τοῦ ξίφους θήκην

`π.957`

παροδικός· παρόδῳ χρώμενος

`π.958`

πάροδος· μέρος τι τῆς νεώς

`π.959`

παροδούμενον· παροιμιαζόμενον. ᾀδόμενον

`π.960`

παρόδους· διαβάσεις

`π.961`

πάροιθεν· ἔξωθεν. ἔμπροσθεν. ἐπὶ τόπου καὶ χρόνου

`π.962`

πάροικοι· ξένοι, παρεπίδημοι

`π.963`

παροιμίαι· παραινέσεις, παραμυθίαι, νουθεσίαι, ἠθῶν ἔχουσαι καὶ παθῶν ἐπανόρθωσιν

`π.964`

παροιμία· βιωφελὴς λόγος, παρὰ τὴν ὁδὸν λεγόμενος, οἷον παροδία. οἷμος γὰρ ἡ ὁδός

`π.965`

παρʼ οἷμον· παρὰ τὴν ὁδόν. καὶ πάροιμος ὁ γείτων

`π.966`

παροιμώσαντες· ἐκτραπέντες τῆς ὁδοῦ

`π.967`

παροινία· ἡ ἐκ τοῦ οἴνου ὕβρις. καὶ οἱαδήποτε ἁμαρτία

`π.968`

παροινίαι· κραιπάλαι. ὕβρεις ἀπὸ οἴνου

`π.969`

παροινιάσαι· ὑβρίσαι, λοιδορῆσαι

`π.970`

πάροινος· ἁμαρτωλός. μεθυστής. ὑβριστής, λοίδορος. ἔκλυτος

`π.973`

παροισθέντι· παρενεχθέντι

`π.974`

παροίσομεν· παρενέγκωμεν. παρακομίσομεν

`π.975`

παροιστρῆσαι· παροξῦναι, ἐρεθίσαι

`π.976`

παροιστρήσουσι· μαίνονται

`π.977`

παροιστρῶσαι· ἐρεθίζουσαι. ἐξεστηκυῖαι

`π.978`

παροίτεροι· μᾶλλον ἔμπροσθεν προάγοντες

`π.979`

παροκλάζοντες· γονατίζοντες

`π.980`

παρολκή· ὑπέρθεσις

`π.981`

παρομαρτεῖ· παρακολουθεῖ

`π.982`

παρομαρτοῦν· παρεισόμενον

`π.983`

παρόν· ὑπάρχον. συνόν

`π.984`

παρόντα· προκείμενα

`π.985`

παροξυνταί· οἱ τρεφόμενοι ὑπὸ τῶν ἑταιρῶν ὡς ἂν δὴ ἐρασταί

`π.986`

παροπαιδία· εἶδός τι πήρας

`π.987`

παροπαίδιον· μικρὰ μάχαιρα

`π.988`

παρορμᾷ· προτρέπεται. διεγείρει. παροξύνει

`π.989`

παρʼ ὅρμον· παρὰ τὸν λιμένα

`π.990`

πάρος· ἔμπροσθεν. πρότερον

`π.991`

πάρος γε· πρώην. καὶ τὰ ὅμοια

`π.992`

παροτρύνει· διεγείρει

`π.993`

παρʼ οὐδέν· εὔκολον. εὐχερές

`π.994`

παρουσία· οὕτως ἐκάλουν καὶ τὰ ὑπάρχοντα. καὶ μήποτε ἡ παρά πρόθεσις παρέλκει. Μένανδρος Ὑδρίᾳ

`π.995`

παρουφά· ἡ ἐν τῷ χιτῶνι πορφύρα

`π.996`

παροχετεύει· παραπλαγιάζει. προσεγγίζει. παραφέρει. παρορμᾷ

`π.998`

πάροχοι· παραβάται. παράπομποι, καὶ οἱ συμπορεύοντες τὴν νύμφην ἐπὶ τοῦ ζεύγους, καὶ οἱ παράνυμφοι

`π.999`

πάροχος· παράνυμφος

`π.1000`

παροχῶν· δωρημάτων, χαρισμάτων

`π.1001`

παροψίς· ὀξυβάφιον, ἢ ἐμβάφιον

`π.1002`

πάρπαγος· ὁ ἄνω τῆς θύρας μάνδαλος

`π.1003`

Πάρπαρος· ἐν ᾧ ἀγὼν ἤγετο καὶ χοροὶ ἵσταντο

`π.1004`

παρπεπιθόντες· παραπείσαντες, παραλογισάμενοι

`π.1005`

πὰρ πυλεῶνα· παρὰ πυλεῶνα

`π.1006`

πὰρ πυμάτην· παρὰ τὴν ἐσχάτην

`π.1007`

Παῤῥασίη· πόλις Ἀρκαδίας

`π.1008`

Παῤῥάσιον· ὄρος Ἀρκαδίας

`π.1009`

παῤῥέκτης· πάντα πράττων ἐπὶ κακῷ

`π.1010`

παῤῥησία· ἐξουσία. ἄδεια

`π.1011`

παρσουλακίρ· τὸν τρίβωνα, ὅταν γένηται ὡς θύλακος

`π.1012`

παρτάδες· ἄμπελοι

`π.1013`

πάρταξον· ὕγρανον. Λάκωνες

`π.1014`

παρτέλλεται· παραινεῖται

`π.1015`

παρτετύμβει· παραφρονεῖ. ἡμάρτηκεν

`π.1016`

πάρ τοι· πάρεστί σοι

`π.1017`

παρτομίς· μικρὸν τῷ μήκει βιβλίδιον

`π.1018`

παρυφή· ὕφασμα

`π.1019`

παρυφίς· Μένανδρος ἐν Ὑμνίδι

`π.1020`

παρφάμεν· παραβῆναι ἅπαντα

`π.1021`

παρφάμενος· παραπείσας. εἰπών. παρηγορήσας

`π.1022`

πάρφασις· παραίνεσις. συμβουλία. παρηγορία. ἢ ἀπάτη

`π.1023`

παρφυσίδες· βάτραχοι

`π.1024`

παρῶ· παραλείπω. ἢ συνῶ

`π.1025`

παρωάς· παρωαὶ λέγονται ἵπποι τινὲς τὸ χρῶμα πυῤῥοί

`π.1026`

παρῳδοῦντες· παρατραγῳδοῦντες. χλευάζοντες. ἢ λέγοντες

`π.1027`

παρωθοῦντες· ἐκβάλλοντες

`π.1028`

παρώκλασεν· ἐγονάτισεν

`π.1029`

παρωλένια· τῶν χειρῶν τὰ ὄπισθεν

`π.1030`

παρώλισθεν· ὠλίσθησεν, ἐξέπεσεν

`π.1031`

παρώλοφα· τὰ ἀπὸ τῶν τενόντων μέρη

`π.1032`

παρώμφημα· παρωνυμίασμα

`π.1033`

παρώνυμον· ἐκ τοῦ συμβεβηκότος καλούμενον

`π.1034`

πάρωος· εἶδός τι πυῤῥοῦ χρώματος ἵππου

`π.1035`

ἐν τῷ περὶ ἱπποτροφίας

`π.1037`

παρώπια· τὰ τοῖς ἵπποις παρατιθέμενα δέρματα, ἅ τινες ἀνθήλια λέγουσι, παρὰ τοῖς ὀφθαλμοῖς

`π.1038`

παρῶπται· παρεώραται

`π.1039`

παρῶπτο· παρεώρατο

`π.1040`

πάρωρον· παράκαιρον

`π.1041`

παρωσάμενος· ἀπωθήσας. ἀποβαλών

`π.1042`

παρώσας· ἐάσας. ὤσας, ὠθήσας. ἐκβαλών

`π.1043`

παρώσατο· ὤσατο. καὶ ὤθησεν

`π.1044`

παρωσμένων· δεδιωγμένων

`π.1045`

παρώτρυναν· παρώξυναν

`π.1046`

παρῴχετο· παρῆλθεν. ἐπορεύετο

`π.1047`

παρωχετεύων· ὅταν ἀπὸ τούτου τοῦ μέρους στρέφῃ τὸ ὕδωρ εἰς ἄλλον ὑδραγωγόν

`π.1048`

παρῳχημένας· παρελθούσας

`π.1049`

πᾶς· ὅλος. ἕκαστος

`π.1050`

πᾶσαι· ὅλαι

`π.1051`

πασάμενος· γευσάμενος. κτησάμενος

`π.1052`

πασάμην· ἐδεξάμην

`π.1053`

πᾶσαν ἐπʼ αἶαν· πᾶσαν τὴν γῆν

`π.1054`

πάσανος· ἀρτοπώλης, ἢ ἀρτόπτης

`π.1055`

πάσασθαι· γεύσασθαι

`π.1056`

πάσατο· ἐγεύσατο. ἐκτήσατο

`π.1057`

πασάτω· ῥανάτω

`π.1058`

πᾶσι δέ κεν· περὶ πάντων δέ

`π.1059`

πᾶσις· κτῆσις

`π.1060`

πάσκος· πηλός

`π.1061`

πάσμα· ᾧ συνήρτηται πρὸς τὸ τοῦ φυτοῦ φύλλον. ἔνιοι μαλλὸν ἐρίου

`π.1062`

πάσορ· πάθος. Λάκωνες

`π.1063`

πασπάλη· τὸ τυχόν. οἱ δὲ κέγχρον· ἢ ἄλευρα κρίθινα

`π.1064`

Πασπάριος· ὁ Ἀπόλλων· παρὰ Παρίοις καὶ Περγαμηνοῖς

`π.1065`

πασσακίζουσα· πασσαλεύουσα

`π.1066`

πασσακίῳ· πασσάλῳ

`π.1067`

πάσσακον· πάσσαλον

`π.1068`

πάσσαλερ· σφῆνας. Λάκωνες

`π.1069`

πασσάλιον· τοῦ ζυγοῦ τῆς κιθάρας τὸ μέσον

`π.1070`

πασσαλόφιν· τοῦ πασσάλου. ὁ δὲ σχηματισμὸς Βοιώτιος

`π.1071`

πασσάριος· σταυρός

`π.1072`

πάσσε· συνήθως ἡμῖν·

  
πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων  
  
καὶ ἐνεποίκιλλε·  
  
πολέας δʼ ἐνέπασσεν ἀέθλους  
  
ἔνθεν καὶ παστὸς τὸ γαμικὸν ποίκιλμα  

`π.1073`

πάσσεται· ἐσθίει

`π.1074`

Πάσσιρος· ὁ τὴν Εἰρήνην κτίσας Ὑπερβόρειος. ἐκαλεῖτο δὲ Εἰρήνη καὶ Πελαγοῦσσα

`π.1075`

πάσσονα· παχύτερον, ἢ πλατύτερον. καὶ πάσσους εἶναι

`π.1076`

πάσσοντος· εἰς ἀέρα χέοντος, ἢ σκορπίζοντος, ἢ ῥίπτοντος

`π.1077`

πασσυδίᾳ· ὁμοῦ πάσῃ σπουδῇ, ἢ ὁρμῇ. τινὲς δὲ πανδημεί

`π.1078`

πασσυδίῃ· ὁμοίως

`π.1079`

πασσύριον· ἀντὶ τοῦ πασσυδίην. Αἰολεῖς. τὸ πασσύριον ἡμῶν ἁπάντων γένος

`π.1080`

πασσύρως· ἄρδην. πανοικί

`π.1081`

πάσσων· ῥίπτων. χέων. σκορπίζων. ἐπιπάσσων

`π.1082`

πάστα· βρῶμα ἐκ τυροῦ ἀνάλου μετὰ σεμιδάλεως καὶ σησαμίου σκευαζόμενον. οἱ δὲ ἔτνος ἀλφίτοις μεμιγμένον

`π.1083`

παστάδες· παστοί, στοαί. καὶ τῶν ἀμπέλων αἱ συστάδες. καὶ τόποι, ἔνθα ἐδείπνουν, ἀπὸ τοῦ πάσασθαι. ἴσως δὲ καὶ οἱ διαγεγραμμένοι οἶκοι· πάσαι γὰρ τὸ ποικῖλαι. καὶ ἔτνος ὅμοιον

`π.1084`

παστάξ· πάσσαλος

`π.1085`

παστάς· στοά. προστάς. παστάδας· νυμφῶνας

`π.1086`

παστήρια· σπλάγχνα. τὰ ἐντοσθίδια. κοιλία

`π.1087`

παστοφόριον· τὸ τὸν παστὸν φέρον. ἢ οἰκονομία. ἢ συναγωγή. ἢ ναὸς εὐανθής

`π.1089`

πασχητιᾷ· πάσχειν θέλει. ἢ ἀκόλαστος ...., ἢ αἰσχρᾶς ἡδονῆς ἡττᾶται

`π.1090`

παταγεῖ· ψοφεῖ. κτυπεῖ

`π.1091`

πάταγος· ψόφος, κτύπος

`π.1092`

Πάταικοι· θεοὶ Φοίνικες, οὓς ἱστᾶσι κατὰ τὰς πρύμνας τῶν νεῶν

`π.1093`

παττάλους· πασσάλους

`π.1094`

πάτανα· τρύβλια

`π.1095`

πατάνια· τὰ ἐκπέταλα λοπάδια, καὶ τὰ ἐκπέταλα καὶ φιαλοειδῆ ποτήρια, ἃ πέδαχνα καλοῦσι. τινὲς δὲ διὰ τοῦ β βατάνια λέγουσιν

`π.1096`

παταπῶ· πάλαι ποτέ

`π.1097`

Παταρηίς· πόλις, καὶ ὄρος Λυκίας

`π.1098`

πάτασσε· ὑπὸ ἀγωνίας ἐπλήσσετο, ἐταράττετο

`π.1099`

πατάσσει· πλήσσει, κρούει. τρέμει. πηδᾷ. φοβεῖται. ἅλλεται. ἢ πατάξαι

`π.1100`

πατάσσω· ἠχῶ. δέρω, πλήσσω

`π.1101`

πάταχνον· σκεῦος λοπαδίῳ ἐμφερές

`π.1102`

πατεῖσθε· ἐσθίετε

`π.1103`

πατεῖν· πορεύεσθαι

`π.1104`

πατέοντο· ἐγεύοντο

`π.1105`

πατέουσι· καταπατοῦσι

`π.1108`

πατέρες· πλούσιοι. ἢ πρόγονοι

`π.1110`

πατηνόν· πεπατημένον. κοινόν

`π.1111`

πατήρ· ὁ φύσας

`π.1113`

πατηταί· οἱ τραπηταί

`π.1115`

πάτησαν· κατεπάτησαν

`π.1116`

πατνή· καλὴ ὑπὸ Πάρθων

`π.1117`

πατνώματα· στεγάσματα οἴκου

`π.1118`

πάτον· ὁδὸν πεπατημένην

`π.1119`

πάτος· ἡ πεπατημένη καὶ λεωφόρος ὁδός. καὶ ἔνδυμα τῆς Ἥρας. καὶ κόπρος

`π.1120`

πατράδελφος· θεῖος πρὸς πατρός

`π.1121`

Παῦλος· θαυμαστὸς ἢ ἐκλεκτὸς σύμβουλος

`π.1122`

πατραλοίας· ὁ τὸν πατέρα ἀτιμάζων, πατροτύπτης. καὶ τὸ μητραλοίας οὕτω συντίθεται

`π.1123`

Πάτραι· πόλις τῆς Ἑλλάδος

`π.1125`

πάτρην· πόλιν ἐπαρχίας. φυλήν. πατρίδα.

`π.1126`

πάτρης· πατρίδος. σημαίνει δὲ καὶ τὴν ἐκ τοῦ αὐτοῦ πατρὸς γένεσιν

`π.1127`

πατριαί· φυλαί

`π.1128`

πατρίδι· πατρῴᾳ

`π.1129`

πατρίδα γαῖαν· πατρῴαν γῆν

`π.1130`

πατρίδος αἴης· πατρῴας γῆς

`π.1133`

πατριώτης· παρὰ Ἀθηναίοις, ὁ βάρβαρος. καὶ οὐ πολίτης

`π.1134`

πατρόθεν πορδακίδαι· ὅτι πατέρων εἰσὶν ὄνων ἡμίονοι

`π.1135`

πατροκασιγνήτῳ· τῷ τοῦ πατρὸς ἀδελφῷ

`π.1136`

πατρόπολις· ἡ πατρῴα οἰκία

`π.1137`

πατρῴζουσαι· τὰ τοῦ πατρὸς φρονοῦσαι

`π.1138`

πατρώϊον· τὸ τοῦ πατρός. καὶ ἀπὸ προγόνων

`π.1139`

πατρώϊος· πατρικός

`π.1141`

πάτρωνες· οἱ πρῶτοι τῶν ἀξιωθέντων τῆς Ῥωμαίων πολιτείας ὑπὸ Ῥωμύλου ἑκατὸν ὄντες, ὥσπερ δευτέρων πατέρων τάξιν ἐχόντων· καὶ ἐκ τούτου οἱ κρινόμενοις βοηθοὶ παραγινόμενοι

`π.1142`

πατρῷος Ζεύς·

  
ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία  
καὶ ἄλλοι πολλοί

`π.1143`

πατώσας· διατριβούσας

`π.1144`

παύεται· ἥσυχος γίνεται

`π.1145`

παῦλα· ἄνεσις, ἀνάπαυσις

`π.1146`

παυνί· μικρόν. οἱ δὲ μέγα. ἢ ἀγαθόν

`π.1147`

παῦνις· ἀπόχρεως

`π.1148`

παῦνον· μέγα

`π.1149`

παῦρα· ὀλίγα, εὐαρίθμητα

`π.1150`

παυράκις· ὀλιγάκις, ἢ οὐδὲν ὅλως

`π.1151`

παυρακίς· τὴν πέμπτην Σαμοθρᾷκες καλοῦσιν

`π.1152`

παῦροι· ὀλίγοι. ἐλάττους. ὀλιγώτεροι

`π.1153`

παυσιβάκτρων· ἰσχυρῶν βακτηρίων χρωμένων

`π.1154`

παύσειεν· καταπαύσειεν

`π.1155`

παυσικάπη· μηχάνημα τροχῷ ἐοικός, διʼ οὗ τὸν τράχηλον εἶρον, ὡς μὴ δύνασθαι προσενεγκεῖν τὴν χεῖρα ....

`π.1156`

Παυστήρια· ὄρη τῆς Ἀχαίας, ἐν οἷς ὁ Ὠρίων ἀπέθανε. καὶ προβλήματα, ἢ φράγματα

`π.1157`

παυσωλή· ἀνάπαυσις. τελευτή. κατάληξις

`π.1158`

Παφλαγόνες· ἔθνος

`π.1159`

παφλάζει· βράζει, ἀναζεῖ

`π.1160`

παφλάζοντα· ἠχοῦντα. καχλάζοντα. ἀναβράζοντα, θερμαίνοντα

`π.1161`

παφών· κτείνας

`π.1162`

παχείᾳ δραχμῆ· τὸ δίδραχμον. Ἀχαῖος

`π.1163`

παχείῃ χειρί· τῇ ἰσχυρᾷ

`π.1164`

πάχετον· παχύτερον

`π.1165`

πάχητες· πλούσιοι. παχεῖς

`π.1166`

πάχνη· ἡ ψυχρότης· ἀπὸ τοῦ πήσσειν. ἢ λεπτὴ χιών. ἢ παχεῖα δρόσος. ἢ τὸ πηγνύμενον ὕδωρ ὑπὸ ψύχους

`π.1167`

παχνουμένης· ἀνιωμένης

`π.1168`

παχνοῦται· θυμοῦται. πήσσεται· παρὰ τὴν πάχνην. φρίσσει. λυπεῖται, ἀνιᾶται

`π.1169`

παχήμερον· τὸ Μενδήσιον λεγόμενον

`π.1170`

παχυμερῶς· ἁδρῶς, παχέως

`π.1171`

παχύνοοι· παχὺν νοῦν ἔχοντες, ἀνόητοι

`π.1172`

παχύποδα· τὸν ὑπὸ λιμοῦ καὶ φιλαργυρίας οἰδήσαντα

`π.1173`

παχύτερον· ἁδρότερον. οὐκ ἀκριβῶς

`π.1174`

παῶται· συγγενεῖς. οἰκεῖοι. Λάκωνες

`π.1175`

πέαρ· Γλαυκίας λιπάρον

`π.1176`

πέδα· μετά. ἢ γῆ

`π.1177`

πεδάγρετον· μεταμέλητον. μεταληπτόν. ποικίλον. μεταδίωκτον

`π.1178`

πέδαι· δεσμά. περισκελίδες. καὶ κρίκοι ἐσκυτωμένοι τῆς νεὼς τοῖς πηδαλίοις καὶ τῷ ἱστῷ

`π.1179`

πέδαλα· ποικίλα

`π.1180`

πεδαλευόμενος· μεταμελόμενος. μεταδιωκόμενος

`π.1181`

πεδανῷ ὕπνῳ ἢ ἠπεδανῷ· κούφῳ. Ἴων Ἀγαμέμνονι. τινὲς δὲ οὐ βεβαίῳ

`π.1182`

πεδανός· ταπεινός, πεδεινός. ἢ ὁ τῷ μάντει διδόμενος μισθός

`π.1183`

πεδάρσιον· μετέωρον. ὑψοῦ

`π.1184`

πέδαχνα· τὰ ἐκπέταλα καὶ φιαλοειδῆ ποτήρια

`π.1185`

πεδαχνοῦται· ἐξυπτίωται. καὶ τρυφᾷ

`π.1186`

πεδαοριστής· ἵππος φρυαγματίας. καὶ μετεωριστής

`π.1187`

πέδειλα· ὑποδήματα

`π.1188`

πέδελθε· ἱκέτευσον. μέτελθε

`π.1189`

πεδέλθῃ· ἱκετεύῃ. μετέρχηται

`π.1190`

πέδευρα· ὕστερα. Λάκωνες

`π.1191`

πέδευρον· ὕστερον. πάλιν. ὀπίσω

`π.1192`

πέδη· εἶδος ἱππασίας. καὶ περισκελίς. δεσμός

`π.1193`

πέδησεν· ὑποχείριον ἐποίησεν

`π.1194`

πεδῆται· πεπεδημένοι

`π.1195`

πεδιάδα γῆν· τὴν Φωκίδα

`π.1196`

πεδιᾶλαι· μεταπέμψασθαι. μεταβαλεῖν

`π.1197`

πεδιακὰ πρόβατα· πρόβατα ἀπὸ πεδίου, καὶ οὐ λειμῶνος

`π.1198`

πεδιάτιδες πύλαι· τὰς πλησίον τοῦ Θυμβραίου ἐν Ἰλίῳ φησί, ἅς τινες Ἐπιχηλὰς καλοῦσι

`π.1199`

πέδιλα· ὑποδήματα. καὶ ἔστιν οἷον ποδόειλα

`π.1200`

πεδόθεν· ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παίδων

`π.1201`

πεδοίκους· μετοίκους

`π.1202`

πεδοίκου χελιδόνος· συνοίκου. Αἰσχύλος Τροφοῖς

`π.1203`

πέδον· γῆ, ἔδαφος

`π.1205`

πέδορτα· ἡμέρα, ἐν ᾗ οὐ γίνεται ἑορτή

`π.1206`

Πεδώ· ἡ νῦν καλουμένη Κλεψύδρα, κρήνη ἐν ἄστει

`π.1207`

πέζα· ἡ ἀρχὴ τοῦ ῥυμοῦ· διὰ τὸ πρὸς τῷ πέδῳ ...., ὅθεν καὶ πέζα ἱματίου λέγεται ἡ ὤα, ἢ πρὸς τῷ πέδῳ τὰ κατώτατα μέρη

`π.1208`

πεζὰς μόσχους· οὕτως ἐκάλουν τὰς μισθαρνούσας ἑταίρας χωρὶς ὀργάνου

`π.1209`

πεζεταίροις· τοῖς περὶ τὸν βασιλέα δορυφόροις

`π.1210`

πεζὴ λέξις· κοινὴ λέξις

`π.1211`

πεζήν· τὴν συνήθη, ἢ κοινήν

`π.1212`

πεζός· κοινός. ταπεινός. Πεζοῖς δὲ τοῖς ἐκ ποδῶν πεζεύουσιν

`π.1213`

πεζοφόροις ζώμασιν· Αἰσχύλος Τοξότισιν. ὥσπερ πέζαν ἐχόντων τῶν χιτώνων· τινὲς δὲ ποδήρεσι. Ζῶμα δὲ τὸ ἔνδυμα

`π.1214`

πεζῶν· τῶν ὁδευόντων

`π.1215`

πεζῷ γόῳ· τῷ ψιλῷ. καὶ πεζὰς ἑταίρας ἔλεγον τὰς μισθαρνούσας χωρὶς ὀργάνου

`π.1216`

πιθανότης· πιστότης

`π.1217`

πειθαρχήσαντες· πεισθέντες

`π.1218`

πείθεο· πείθου

`π.1219`

πείθεσθε· πείσθητε

`π.1220`

πειθήνιοι· ὑπήκοοι, πειθόμενοι

`π.1223`

πείθονται· πειθήνιοί εἰσιν

`π.1224`

πειθώ· ἡ ὀγδοάς

`π.1225`

πεικαμμαῖς· ὀξείαις, καὶ λεπταῖς

`π.1226`

πείκειν· ξαίνειν

`π.1227`

πεῖκος· ἔριον. ξάμμα

`π.1228`

πεικόν· πικρόν, πευκεδανόν

`π.1230`

πεινέων· πεινῶν

`π.1231`

πειναρόν· ῥυπαρόν

`π.1232`

πεινῆν· πεινᾶν

`π.1235`

πειράζων· ἐνεδρεύων. λῃστεύων

`π.1236`

Πειραΐδαο· Πειραίου παιδός

`π.1237`

πειδαίρουσα· δέρουσα

`π.1238`

πεῖραι· πειρατεῖαι. δόλοι

`π.1239`

πειρᾶν· πειράζειν ......

`π.1240`

πεῖραν ποιούμενος· πειράζων

`π.1241`

πείραντες· ἐκκεντήσαντες

`π.1242`

πείρατα· πέρατα. τέλος

`π.1243`

πειραταί· κακοῦργοι, λῃσταί. θηρευταὶ ἐν ὕδασι

`π.1244`

πειρᾶται· πεῖραν λαμβάνει, πειράζει. ἐπὶ δὲ λῃστῶν, πειρατεύεται

`π.1245`

πειρατήριον· τόπος λῃστῶν

`π.1246`

πειρεᾶσθε· πειράσθητε

`π.1247`

πείρησαι· πείρασον

`π.1248`

πειρήθη· πεῖραν λαμβάνει

`π.1249`

πειρῆσθαι· ἔσθʼ ὅτε λῃστεῦσαι

`π.1250`

πειρήσομαι· πειράσομαι

`π.1251`

πειρήσοντα· διάπειραν ληψόμενον

`π.1252`

πειρήτιζε· πείραζε

`π.1253`

πειρητίζειν· πειρᾶσθαι. πεφυσῆσθαι. πεφοβῆσθαι

`π.1254`

Πειριεῖς· νῆσος. καὶ Ἀστερία

`π.1255`

Πείρηθοι· νύμφαι ἐν Κύπρῳ

`π.1256`

πείρινθος· πλέγμα, τὸ ἐπὶ τῆς ἁμάξης· τὸ πλινθίον, τὸ ἐπιτιθέμενον τῇ ἁμάξῃ τετράγωνον

`π.1257`

πειρῶ· σπεῦδε. πείραζε

`π.1258`

πειρώμενος· πειράζων

`π.1259`

πειρῶν τὴν παῖδα· πειράζων. διαφθείρων

`π.1260`

πείσαντες· ποτίσαντες, ὑγράναντες

`π.1261`

πείσεα· λειμῶνες. ἕλη. ποτάμιοι, ποιώδεις, ὑδατώδεις τόποι

`π.1262`

πείσεα ποιήεντα· τοὺς διύγρους τόπους καὶ βοτανώδεις

`π.1263`

πείσεν· πείσει, ἔπεισεν

`π.1264`

πείσεσθαι· παθεῖν

`π.1265`

πείσεται· ὑπομενεῖ

`π.1266`

πείσῃ· πείσματι. καὶ χώρᾳ·

  
τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε  

`π.1267`

πείσματα· σχοινία ἀπόγεια, πρυμνήσια. περιβόλαια

`π.1268`

πεισόμενον· παθεῖν μέλλοντα

`π.1269`

πείσονται· πάθωσι

`π.1270`

πείχισον· δοκίμασον

`π.1271`

πεκούλιον· βαλάντιον

`π.1272`

πεκτεῖ· κτενίζει. τίλλει. κείρει. ξαίνει

`π.1273`

πεκτοῦμαι· τρίχομαι. τίλλομαι

`π.1274`

πεκτούμενον· τιλλόμενον. τίλλοντα. Πεκτεῖν γὰρ τὸ κείρειν

`π.1275`

πελάγια· τὰ κρόταλα. ἡ δὲ ῥίνος πελαγία

`π.1276`

πελαγίζειν· τοὺς ὀδόντας συγκρούειν. καὶ πλεῖν πέλαγος ἄβατον. καὶ ἀλαζονεύεσθαι, καὶ ψεύδεσθαι μεγάλα

`π.1277`

πέλαγος· μέγεθος, πλῆθος, βυθός, πλάτος θαλάσσης

`π.1278`

πελάζειν· ἐγγίζειν, πλησιάζειν

`π.1279`

πελαζόμενοι· ἐγγιζόμενοι

`π.1280`

πέλαιτον· τὸ ἐφικτόν. μέγιστον

`π.1281`

πέλαινα· πόπανα, μειλίγματα

`π.1282`

Πελάνα· ἡ Σαλαμίς. ἐν τοῖς Εὔκλου χρησμοῖς. ἢ τὰ ἀπὸ τῆς ἅλω ἀπάργματα. καὶ θυσίαι, καὶ πέμματα

`π.1283`

πέλανοι· πέμματα εἰς θυσίας ἐπιτήδεια

`π.1284`

πέλανον· ἀφρόν, τὸν περὶ τὴν γῆν ἀφρόν. ἢ πέμμα τι πλακουντῶδες

`π.1285`

πέλανος· πέψιν ἔχων ῥυπαράν. ἢ τὸ ἐκ τῆς παιπάλης πέμμα. οἱ δὲ ἐπὶ τοῦ κηρίου τιθέασι. καὶ τὸν περιπεπηγότα τῷ στόματι ἀφρόν

`π.1286`

πέλανορ· τὸ τετράχαλκον. Λάκωνες

`π.1287`

πελαργικοὶ νόμοι· τὸ ἀντιτρέφειν τοὺς γονεῖς.

`π.1288`

Πελαργικόν· ἀντὶ τοῦ Πελασγικόν. Πελαργοὺς γάρ φασι τὴν Ἀττικὴν οἰκῆσαι· ἀπὸ τῶν Πελασγῶν μεταφέροντες ἐπὶ τὰ πτηνά

`π.1289`

πελαργός· ἄγγος τι κεράμεον

`π.1290`

πέλας· γείτων, ἐγγύς, πλησίον

`π.1291`

πελάσαι· ἐγγίσαι, πλησιάσαι

`π.1292`

πελάσαιμι· προσεγγίσω

`π.1293`

Πελασγοί· οἱ Θεσσαλοί. καὶ Πελασγικὸν Ἄργος ἡ Θεσσαλία νῦν. καὶ ἔνιοι τῶν βαρβάρων. καὶ γένος ἀπὸ Πελασγοῦ τοῦ Ἀρκάδος γενόμενον πολυπλάνητον

`π.1294`

πέλασε· προσήγγισεν

`π.1295`

πέλασσεν· ἐγγίσαι ἐποίησεν, ἐπλησίασεν

`π.1297`

πελάται· οἱ διὰ τὴν ἀναγκαίαν τροφὴν μισθῷ δουλεύοντες, τρεῖς μίσθαρνοι· ἀπὸ τοῦ πέλας. ἢ θρέμματα

`π.1298`

πελάχνιν· τρύβλιον ἐκπέταλον

`π.1299`

πελδασταί· οἱ τὰ ἀσπιδίσκια ἔχοντες

`π.1300`

πελεθοβάψ· Θεόδωρος ὁ τραγικὸς ὑποκριτὴς οὕτως ἐπεκαλεῖτο. τινὲς δὲ ποιητὴν αὐτόν φασι γεγονέναι

`π.1301`

πελεθρίσματα· δρομήματα

`π.1302`

πέλεθρον· μέτρον γῆς, ὅ φασι μυρίους πόδας ἔχειν· τινὲς δὲ σταδίου ἕκτον

`π.1303`

Πελεθρόνιον· πολυφάρμακον

`π.1304`

Πελεθρόνιος· ὁ Χείρων, ἀπὸ τοῦ Πελεθρονίου, ἐν ᾧ ἐτράφη· οἱ δὲ πολυφάρμακος

`π.1305`

πέλει· ὑπάρχει, ἐστί. δίδωσι. γίνεται

`π.1306`

πέλειαι· περιστεραί. καὶ αἱ ἐν Δωδώνῃ θεσπίζουσαι μάντεις

`π.1307`

πελειοθρέμμονα νῆσον· Ἀριστοτέλης φησὶ διαφέρειν περιστερὰς καὶ πελειάς

`π.1308`

πελείους· Κῶοι καὶ οἱ Ἠπειρῶται τοὺς γέροντας, καὶ τὰς πρεσβύτιδας ......

`π.1309`

πελεκάν· ὄρνεον τὸ κολάπτον καὶ τρυποῦν τὰ δένδρα

`π.1310`

πελέκεα· πέλεκυν δίστομον

`π.1311`

πέλεκκος· στελεός, ὅ ἐστι ξύλον εἰς τὴν ὀπὴν τῶν πελέκεων βαλλόμενον

`π.1312`

πέλεκρα· ἀξίνη

`π.1313`

πέλεκυς· ἀξίνη δίστομος. ἢ σταθμίον ἑξαμνιαῖον ἀρχαῖον· οἱ δὲ δεκαμνιαῖον

`π.1314`

πελεκύστερον· τὸ στελεόν

`π.1315`

πελεμίζειν· σείειν, κραδαίνειν

`π.1316`

πελεμίχθη· διεσείσθη

`π.1317`

πέλεν· ἦν, ὑπῆρχεν

`π.1318`

πελένα· ζεῦγος βοῶν

`π.1319`

Πελεός· Ἀχαιὸς Φρίξῳ. καὶ μήποτε τὴν παρʼ Ὁμήρῳ Πτελεόν. δύναται δὲ καὶ τὰ Πέλη τὰ ἐν Θεσσαλίᾳ λεγομένα δηλοῦν

`π.1320`

Πελεστόθρην· νῆσον τὴν Σαλαμινίαν

`π.1321`

πελεσσύδραι· συστρέμματα ὑδάτων

`π.1322`

πέλεται· ὑπάρχει, γίνεται

`π.1323`

πελήαρ· περιστερὰς καὶ περσικῆς τὸ ἥμισυ. Λάκωνες

`π.1324`

πέληται· γένηται

`π.1325`

πέλητος· γέρων

`π.1326`

πελειάδες· περιστεραί

`π.1327`

πελιαί· μέλαιναι.

`π.1329`

πελιγᾶνες· οἱ ἔνδοξοι· παρὰ δὲ Σύροις οἱ βουλευταί

`π.1330`

πελίγξαι· ἐπιδραμεῖν

`π.1331`

πελιδνόν· μέλαν ὡς μόλυβδος. ἢ ὕφαιμον

`π.1332`

πελίκαν· εἶδος ποτηρίου ξυλίνου. διὰ τὸ πεπελεκῆσθαι. ἄλλοι ξυλίνη λεκάνη

`π.1334`

πελιοί· μέλανες, ὡς ὠχροί, ἢ χλωροί

`π.1333`

Πελινναῖος· ὁ Ζεὺς ἐν Χίῳ

`π.1335`

πελιτνόν· πελιόν

`π.1336`

πέλλα· λίθος

`π.1337`

πέλλαι· ἀγγεῖά τινα, εἰς ἃ ἀμέλγεται τὸ γάλα, οἷον πύελοί τινες οὖσαι, ἐν αἷς τὸ πύος, τουτέστι τὸ γάλα, εἰλεῖται

`π.1338`

Πελλαῖον· Μακεδονικόν

`π.1339`

πελλάνιος· Ποσειδῶν ἐν Κυρήνῃ

`π.1340`

πελλαντῆρα· ἀμολγέα

`π.1341`

πελλᾶς· πέλητος. πρεσβύτης

`π.1342`

πέλλας καὶ πέλλαι· ποιμενικὰ ἀγγεῖα

`π.1344`

πελλαιχρὸν ἢ πελλαιχνόν· πυῤῥόν

`π.1345`

πελλήν· κούφην, καὶ φαιὰν τῷ χρώματι

`π.1346`

Πελλήνη· πόλις ἐν Ἄργει

`π.1347`

Πελληνικαὶ χλαῖναι· ἐπεὶ διαφέρειν ἐδόκουν αἱ ἐν Πελλήνῃ γινόμεναι, ὡς καὶ ἆθλα τοῖς νικῶσι δίδοσθαι

`π.1348`

πέλληον· στέψον

`π.1349`

πελλητήρ· πολυφάγος. ἀμολγός

`π.1350`

πελλητῆρες· ὁμοίως

`π.1351`

πελλία· σπέλεθοι

`π.1352`

πέλλιξ· κράνος

`π.1353`

πελλίς· λεκάνη

`π.1354`

πελλόν· φαιὸν χρῶμα, ἐμφερὲς τῷ πελιδνῷ

`π.1355`

πελλοπλαύραστον· ὀξύθυμον. ἢ ἔκλιμον

`π.1357`

πέλλυτρα· οἱ δεσμοί, οἱ περὶ τὰ σφυρὰ καὶ τοὺς ἀστραγάλους τῶν δρομέων περιελισσόμενοι, εἰς τὸ μὴ ἐκστραφῆναι

`π.1359`

πέλμα· τὸ κάτω τοῦ ποδός

`π.1360`

Πελοπίδαι· Ἀγαμέμνων γέν

`π.1361`

Πελοπόννησος· πόλις τοῦ Ἄργους

`π.1362`

πέλος· μέγα. τεράστιον

`π.1363`

πέλτη· εἶδος ὅπλου. δόρυ. ἢ μικρὰ ὅπλα

`π.1364`

πέλτη· ἀσπὶς ἴτυν οὐκ ἔχουσα. ἢ ὅπλου σκέπασμα. ἀκόντιον

`π.1365`

πέλτης· Θρᾴκιον ὅπλον. καὶ εἶδος ταρίχου

`π.1366`

πέλω· εἰμί, δίδωμι, γίνομαι

`π.1367`

πέλωρ· μέγα. ὑπερφυές

`π.1368`

πέλωρα· θηρία. δείματα. τέρατα. σημεῖα μεγάλα

`π.1369`

πελωρεύει· φανερῶς ποιεῖ

`π.1370`

πελώρης· τινὲς εἱμαρμένης

`π.1371`

πελώρια· μεγάλα, τεράστια

`π.1372`

πελώριος· μέγας δεινός

`π.1373`

πελώρου· θηρίου

`π.1374`

πέμμα· εἶδος πλακοῦντος. καὶ πᾶν πεπτόμενον

`π.1375`

πέμματα· ποικίλα ἐδέσματα πλακουντικά

`π.1376`

πεμπάδος· πεντάδος

`π.1377`

πεμπαζόμενοι· ἐπιστρεφόμενοι. ἐκπληττόμενοι. μεριμνῶντες

`π.1378`

πεμπάς· τριακάς

`π.1379`

πεμπάσασα· ἐξαριθμήσασα

`π.1380`

πεμπάσσεται· κατὰ πέντε ἀριθμήσει· τὸ γὰρ πέντε Αἰολεῖς πέμπε λέγουσι. καταχρηστικῶς δὲ καὶ ψιλῶς ἀριθμήσει

`π.1380a`

πέμπε· Αἰολεῖς πέντε

`π.1381`

πέμπελον· στωμύλον, λάλον. οἱ δὲ λίαν γηραλέον

`π.1382`

πέμποι· ἀναπέμποι

`π.1383`

πέμπουσιν· ἔπεμψαν, ἀνέπεμψαν, κατέπεμψαν

`π.1384`

πεμπωβόλους· πέντε ὀβελίσκους, ἐκ μιᾶς λαβῆς συνεχομένους τριαινοειδῶς

`π.1385`

πέμφελα· δύσκολα. τραχέα. βαθέα

`π.1386`

πεμφίδες· πομφόλυγες. καὶ πτηνῶν ψυχαί

`π.1387`

πεμφιδώδεις πυρετοί· φλυκταινώδεις. πνευματίαι

`π.1388`

πέμφιξ· πνοή. ψυχή. καὶ αἱ τοῦ ἡλίου ἀκτῖνες

`π.1389`

πέμψις· ἐνεχυρασμός

`π.1390`

πενεῖν· πενητεύειν

`π.1391`

πενία· ἀχρημοσύνη, ἀπορία

`π.1392`

πένεται· πονεῖ, ἐνεργεῖ. ἀχρηματεῖ. κάμνει

`π.1393`

πενέσται· οἱ μὴ γόνῳ δοῦλοι, οἵτινες εἰργάζοντο τὴν γῆν. τινὲς δὲ οἱ εἵλωτες. τινὲς δὲ λάτρεις. ἢ ἐργάται πένητες ἢ ὑπήκοοι

`π.1394`

πενειαδεῖν· κατεπιστατεῖν

`π.1395`

πένης· ὁ αὐτοδιάκονος

`π.1396`

πένησσα· πτωχή

`π.1397`

πενθέριον· τὴν προῖκα. Θάσιοι

`π.1398`

πενθερός· τῷ νυμφίῳ ὁ τῆς κόρης πατήρ. καὶ πενθερὰ ἡ μήτηρ. τίθεται δὲ καὶ ἐπὶ τοῦ γαμβροῦ

`π.1399`

πένθος· συμφορά. θρῆνος, λύπη

`π.1404`

πεντάσχοινον· στάδιον

`π.1405`

πεντάχα· ἡ χείρ. ἢ πέντε μέρη

`π.1406`

πένταχος· τὴν τάλαρον. Βοιωτοί

`π.1407`

πεντεκτενῆ· ἐνδύματα, οἷον πριόνων ὀδοῦσιν ἐμφερῆ, πεποικιλμένα

`π.1408`

πέντε κριταί· τοσοῦτοι τοῖς κωμικοῖς ἔκρινον, οὐ μόνον Ἀθήνησιν, ἀλλὰ καὶ ἐν Σικελίᾳ

`π.1409`

Πεντέλεια· ὄρος Ἀρκαδίας, ἐξ οὗ Λάδων ὁ ποταμὸς καταφέρεται

`π.1411`

πεντεσύριγγον ξύλον· πέντε ὀπὰς ἔχον κατὰ τὸ δεσμωτήριον· τέσσαρας μέν, εἰς ἃς οἱ πόδες καὶ αἱ χεῖρες διείροντο· μίαν δέ, διʼ ἧς ὁ τράχηλος

`π.1412`

πεντετηρίς· πενταετηρίς

`π.1413`

πεντηκοντόγυον· πεντήκοντα γύας ἔχον· οἷον πεντηκοντοπέλεθρον

`π.1414`

πεντηκοντομέσοδμον· πολύστεγον. αἱ γὰρ μέσοδμαι στέγαι

`π.1415`

πεντηκοντόστολον· ὅπου οἱ δραπέται ἀνάγονται

`π.1416`

πέντοζος· χείρ

`π.1417`

πεντόροβον· ἡ γλυκυσίδη

`π.1418`

πέξαι· κεῖραι, κτενίσαι

`π.1419`

πεξαμένη· κτενισαμένη τὰς τρίχας, καὶ ξάνασα

`π.1420`

πέξις· ψίλωσις, κουρά, ξύρησις

`π.1421`

πεπάγουσα· ἁπαλή

`π.1422`

πεπαιδεῦσθαι· πεπαιδοποιῆσθαι

`π.1423`

πέπαικεν· ἐπάταξεν

`π.1424`

πεπαίνεται· μελανοῦται. ὀπτᾶται. μαλάσσεται. πέπειρον γίνεται. πραΰνεται

`π.1425`

πεπαλαγμένον· μεμολυσμένον αἵματι καὶ λύθρῳ. ἢ λελευκαμένον

`π.1426`

πεπαληκέναι· ἐκπεσεῖν

`π.1427`

πεπαλημέναι· βεβλαμμέναι

`π.1428`

πεπαλ <span class="gap">…</span> μένος· βεβλαμμένος, ἔξαρθρος γεγονώς

`π.1431`

πεπαμένος· κεκτημένος

`π.1432`

πέπανα· πλακούντια

`π.1433`

πεπᾶναι· πραῧναι

`π.1434`

πεπανός· ὁ πολὺν χρόνον ἔχων παρὰ τὸ ὀπτηθῆναι

`π.1435`

πεπαρεύσιμον· εὔφραστον, σαφές

`π.1436`

πεπαρεῖν· ἐνδεῖξαι, σημῆναι

`π.1437`

πεπάρθαι· παρακεῖσθαι

`π.1438`

πέπαρμαι· διʼ ἥλου κατέχομαι. πεπερόνημαι. καθήλωμαι

`π.1439`

πεπαρμένον· ἀνειρμένον. πεπερονημένον. καθηλωμένον. κατεσχημένον. ἐμπεπηγός. διαπεπερονημένον

`π.1440`

πεπαρῳνηκότων· ἀτακτησάντων. ὑβρισάντων. Παροινία γὰρ ἡ ὕβρις

`π.1441`

πεπᾶσθαι· κεκτῆσθαι

`π.1442`

πεπάσωται· πιότητος γέμει

`π.1443`

πέπαστο· ἐγέγευστο. ἐπεπλήρωτο

`π.1444`

πέπαυται· πεπράϋνται

`π.1445`

πεπαχυμμέναις· πεπυκνωμέναις

`π.1446`

πεπεδημένος· δεδεμένος

`π.1447`

πεπίθοιμεν· πείσοιμεν

`π.1448`

πεπιθοῦσα· πείθουσα

`π.1449`

πέπειρα· γραῖα

`π.1450`

πεπειρῆσθαι· γεγυμνάσθαι. διαπεπαρθενεῦσθαι

`π.1451`

πέπειρον· πεπανθέν, ὥριμον, ὠπτημένον, ἀκμαῖον

`π.1452`

πεπείρους· ἑψημένους. ἐπὶ ὀπώρας ἤτοι σταφυλῆς

`π.1453`

πέπεισμαι· ἤλπισα. θαῤῥῶ

`π.1454`

πεπεμμένην· ζυμωθεῖσαν, ἐν κλιβάνῳ ἄρτον γενομένην

`π.1456`

πεπεραγκέναι· ἠνεγκέναι

`π.1457`

πεπερασμένος· πεπληρωμένος

`π.1458`

πεπερημένος· ὁ πεπεραιωμένος

`π.1459`

πέπευται· πέπεικται

`π.1460`

πεπιεσμένος· τεθλιμμένος

`π.1461`

πεπ <span class="gap">…</span> λαγμένον· μεμολυσμένον

`π.1462`

πεπλαδηκώς· σεσηπώς. ὑγρανθείς

`π.1463`

πεπλασμένον· μὴ ἀληθές, ψεῦδος

`π.1465`

πέπληγε· πέπληκται

`π.1466`

πεπλεγμένον· κεκοσμημένον. ἐκτενισμένον

`π.1467`

πέπληγον· ἔτυπτον. ἐκρότουν

`π.1468`

πεπληγυῖα· πλήξασα

`π.1469`

πεπληγώς· πλήσσων

`π.1470`

πέπληται· κύει

`π.1471`

πέπλον ἢ πέπλος· ἱμάτιον ἢ ἔνδυμα γυναικεῖον

`π.1473`

πεπνυμένοι· σώφρονες, συνετοί

`π.1474`

πεπνυμένον στόμα· σεσωφρονισμένον. σιγηλόν

`π.1475`

πεπνυμένος· φρόνιμος, συνετός

`π.1476`

πέπνυσαι· συνετὸς εἶ

`π.1477`

πέπνυται· συνετός ἐστι

`π.1478`

πεποδήγημαι· δεδίδαγμαι. ὡδήγημαι

`π.1480`

πεποίηται· πέπρακται

`π.1481`

πέποιθας· θαῤῥεῖς

`π.1482`

πεποίθασιν· ἠλπίκασι. πιστεύουσι. θαῤῥοῦσιν

`π.1483`

πεποιθήσεις· θαῤῥήσεις. πιστεύσεις. ἐλπίσεις

`π.1484`

πεποίθῃς· θαῤῥήσῃς

`π.1485`

πεποιθίαν <span class="gap">…</span> ἐλπίδα. προσδοκίαν

`π.1486`

πεποιθότατε· προσφιλέστατε. φίλε

`π.1487`

πεποιθώς· ἐλπίσας. πιστεύσας

`π.1488`

πεποίωται· ὅπου τις ῥέπει

`π.1489`

πεποιωμένον· ποιότητα ἔχον, ἢ περιδραξάμενον

`π.1490`

πεπόλιστο· ἔκτιστο

`π.1491`

πέπομφα· ἔπεμψα

`π.1492`

πέπον· προσφιλέστατε, προσηνέστατε. ἔκλυτε, μαλακέ

`π.1493`

πέπονθα· ἔπαθον

`π.1494`

πεπορασμένος· φανερός

`π.1495`

πεπορεῖν· δοῦναι

`π.1496`

πεπορθῆσθαι· ἀπολωλέναι. συντετελέσθαι

`π.1497`

πεπορπημένη· τῇ περόνῃ συνεχομένη

`π.1499`

πέποσθε· πεπόνθατε

`π.1500`

πέποσμαι· ἀκήκοα. ἥπταμαι

`π.1501`

πεποτήαται· ἵπτανται

`π.1502`

πεπραδῖλαι· εἶδος ἰχθύων

`π.1503`

πεπρημένος· πεφυσημένος

`π.1504`

πεπράχαμεν· ἐπράξαμεν

`π.1505`

πεπράτορα· θαυμασία

`π.1506`

πεπρίλος· ἰχθῦς ποιός

`π.1508`

πεπρωμένη· εἱμαρμένη

`π.1509`

πεπρωμένον· μεμοιραμένον

`π.1510`

πέπρωται· τετύπωται. ὥρισται.

`π.1511`

πεπρυτανευκώς· ἐπιμεμηνιευκώς. καὶ προανηλωκώς

`π.1512`

πέπτασθαι· ἀνεῷχθαι. περιέχειν

`π.1513`

πέπταται· ἥπλωται

`π.1514`

πέπτει· πραΰνεται τὴν τροφήν

`π.1515`

πεπτέον· φυλακτέον. εὐρυτέον

`π.1516`

πεπτήνας· περιβλεψάμενος

`π.1517`

πεπτηώς· διʼ ἀσθένειαν καὶ δειλίαν πεπτωκώς

`π.1519`

πεπύθωνται· ἀκούσωσιν. Ἀττικῶς

`π.1520`

πεπυκασμένα· ἐσκεπασμένα, περικεκαλυμμένα

`π.1521`

πεπυρακτωμένα· πεπυρωμένα

`π.1522`

πέπυσμαι· ἀκήκοα. ἔμαθον, εἶδον

`π.1523`

πεπύσμεθα· ἠκούσαμεν. καὶ τὰ ὅμοια

`π.1524`

πεπυσμένος· ἰδών. καὶ τὰ ὅμοια

`π.1525`

πέπυστο· ἠκηκόει

`π.1526`

πεπωγμένον· κεκλασμένον

`π.1527`

πέπωκα· ἔπια

`π.1528`

πέπων· ἔκλυτος. ἀσθενής

`π.1529`

πεπωρωμένοι· ἐσκληρωμένοι. τετυφλωμένοι

`π.1530`

πέρα· πλέον. ἐπέκεινα. ὑπεράνω

`π.1531`

περάαν· διαπερᾶν

`π.1532`

Περαιβοί· ἔθνος Θεσσαλικόν

`π.1533`

περάγην· διέῤῥωγα. Ῥίνθων

`π.1534`

περαίνει· ἐπὶ πέρας ἄγει. πληροῖ. ἀνύει

`π.1535`

περαίνειν· ἐξανύειν. ἀποπληροῦν

`π.1536`

πέραινον· οἱ Πυθαγορικοὶ τοὺς περιττοὺς ἀριθμούς

`π.1537`

περαίτατον· ποῤῥώτατον

`π.1538`

περαιτέρω· πλείω ἔμπροσθεν. μετὰ τὸ τέλος ἄλλο

`π.1539`

περαιωθῆναι· τελειωθῆναι

`π.1540`

πέρα λόγου· ὑπὲρ λόγον

`π.1541`

πέρας· τὸ τέλος. καὶ ἡ λύσις. καὶ τὸ τῆς γῆς πέρας

`π.1542`

περᾶσαι· διαβῆναι. ἀποδόσθαι ἐπὶ πέρατα τῆς γῆς, ἢ εἰς τὸ πέρας διελθεῖν

`π.1543`

πέρατα· τὰ τέλη

`π.1544`

πέρασας· εἰς τὸ πέρας τῆς θαλάσσης διεπέρασας, ἐπώλησας

`π.1545`

περατεύει· ὁρίζει. στέλλει. λέγει

`π.1546`

περατουμένην· ἐκπληρουμένην

`π.1547`

περγάμιον· δήμιον

`π.1548`

Πέργαμα· ἡ ἀκρόπολις τῆς Ἰλίου

`π.1549`

Περγαία θεός· ἡ Ἄρτεμις

`π.1550`

περγοῦλον· ὀρνιθάριον Ἀργειλέγω

`π.1551`

πέργουν· πρέσβεις. οἱ αὐτοί

`π.1552`

Πέρδικος καπηλεῖον· χωλὸς κάπηλος ὁ Πέρδιξ ἦν. ἔνθεν ἔνιοι τὴν παροιμίαν φασὶ διαδοθῆναι

`π.1553`

περιδώμεθα· συνθήκην παράσχωμεν

`π.1557`

περέτισαν· ἐτίμησαν

`π.1558`

περῆσαι· διαπερᾶσαι

`π.1559`

περάτρια· ἡ παραγγέλλουσα τὴν ὥραν ταῖς κεκτημέναις

`π.1560`

πέρθαι· πορθηθῆναι

`π.1561`

πέρθετο· ἐπορθεῖτο

`π.1562`

πέρι· περισσόν. περίεστι

`π.1563`

περιαγαῖς· καμπαῖς

`π.1564`

περιαγγέλλειν· τὸ συνάγειν ὄχλον ἐπὶ τὰς ἐκφορὰς τῶν τετελευτηκότων

`π.1565`

περιάγει· περιφέρει. ἢ κάμπτει

`π.1566`

περιάγνυται· περικλᾶται. συντρίβεται. περιέρχεται. περιηχεῖ

`π.1567`

περιάγνυτο· περιεκλᾶτο. καὶ τὰ ὅμοια

`π.1568`

περιαγόραιος· περίλογος. περιαγορευτής

`π.1569`

περιαδεῖς· περίῤῥυτοι. περίπνοοι

`π.1570`

περιαθρεῖν· περισκοπεῖν

`π.1571`

περιαίνυτο· περιελάμβανεν. περιεῖχεν

`π.1572`

περίαλλος· τὸ ἰσχίον ὅταν εἰλεῖν

`π.1573`

περιαμησάμενος· θερίσας

`π.1574`

περιαμμάτων· περιάπτων

`π.1575`

περιάοιδος· ἡ ἐγκύκλιος ᾠδή

`π.1576`

περίαπτα· περιάμματα

`π.1577`

περιαυθαδίζεται· ἐν ὑπερηφανίᾳ ἀναστρέφεται, ἢ μεγαλοφρονεῖ

`π.1578`

περιαυτίζεσθαι· τὸ ἐν αὐτῷ ἐνδιατρίβειν, ἢ ἀποδιδόναι ἑαυτῷ

`π.1579`

περιαυτίζεται· μεγαλοφρονεῖ

`π.1580`

περὶ αὐτόν· πρὸς αὐτόν

`π.1581`

περιβάλλειν· περιλαμβάνειν. πείθειν. στρέφειν. εἰδέναι

`π.1582`

περιβάλλουσαν· ὁμοίως

`π.1583`

περιβάλλεσθαι· ὑπερβάλλεσθαι

`π.1584`

περίβαρα· ὑποδήματα

`π.1585`

περιβαρίδες· ὑποδημάτων εἶδος γυναικεῖον

`π.1586`

Περιβασώ· ἡ Ἀφροδίτη

`π.1587`

περιβεβυσμένος· περιπεφραγμένος

`π.1588`

περιβῆναι· πεπτωκότος ὑπερασπίσαι, ὑπερμαχῆσαι

`π.1589`

περίβησαν· ὑπερήσπισαν. καὶ τὰ ὅμοια

`π.1590`

περιβλέπεται· περισκοπεῖ

`π.1591`

περίβλεπτος· ἔξοχος. περιβόητος

`π.1592`

περιβόητος· ἐπὶ κακοῦ ἢ ἀγαθοῦ φήμην ἔχων

`π.1593`

περιβολή· περίβοιος. περιδέρματος. ὑπέρτιμος

`π.1594`

περίβολοι· τείχη πόλεων, ἢ περίδρομοι

`π.1595`

περιβομβεῖσθαι· περιηχεῖσθαι

`π.1596`

πέρι γάρ· περισσῶς γὰρ

`π.1597`

περιγηθής· περιχαρής

`π.1598`

περίγειος· πρὸς τὴν γῆν

`π.1599`

περιγίνεται· περιοικεῖ. περιττεύει

`π.1600`

περιγλαγέας· γεγαλακτωμένας

`π.1601`

περιγλαγές· περίπλεων γάλακτος

`π.1602`

περιγράφει· περιγίνεται. ἢ χωρεῖ. ἢ συλλαμβάνεται

`π.1603`

περιγραφήν· περιαίρεσιν τοῦ πράγματος. ἢ ἐν ἀγρῷ ἐστι

`π.1604`

περίγραφον· οἱ δανείζοντες τοῖς μὴ ἀποδιδοῦσι τὸ ἀργύριον περιέγραφον, καὶ οὐχ ὑπερέβαινον ἕως λύτουν

`π.1605`

περιγυρίδας· περιφερείας

`π.1606`

περὶ δʼ ἄλλων· ὑπὲρ τοὺς ἄλλους

`π.1607`

περιδαρδάπτεσθαι· κατεσθίεσθαι

`π.1608`

περιδαρδάπτειν· κατεσθίειν

`π.1609`

περὶ δʼ ἐδρύφθη· περιεξέσθη

`π.1610`

περιδεής· περίφοβος

`π.1611`

περιδείδιθι· φοβοῦ

`π.1612`

περιδεινεῖσθαι· περικινεῖσθαι. περιπορεύεσθαι. περιστρέφεσθαι. περιέρχεσθαι

`π.1613`

περιδεινηθήτην· περιεστρέφοντο. ὅμοιον

`π.1614`

περιδεινήσεως· περιόδου. καὶ τὰ ὅμοια

`π.1615`

περιδεινηταί· περικινηταί. καὶ τὰ ὅμοια

`π.1616`

περίδεινον· πειρατήν

`π.1617`

περιδεινός· περιπαθής

`π.1618`

περιδεινοῦσι· περιστρέφουσιν

`π.1619`

περιδεινοῦντα· περιοδεύοντα

`π.1620`

περίδειρον· τὸ κατώτατον τῆς περιγραφῆς τοῦ τραχήλου

`π.1621`

περιδείσασα· περισσῶς δείσασα, περισσῶς εὐλαβηθεῖσα

`π.1622`

περιδεῖσθαι· συντείνεσθαι

`π.1623`

περὶ δὲ κλισιὼν θέε πάντη· περιετετείχιστο δὲ κλίσιον, κύκλῳ περιεβέβλητο καὶ παρέκειτο κλίσιον, διὰ τὸ ἐν κύκλῳ κρηπίδωμα βαθροειδὲς ἔχειν

`π.1624`

περιδέξιον· φρόνιμον. ὀρθόν, μηδὲν ἀριστερὸν ἔχον. καὶ οἱ μὲν περισσῶς δεξιὸν περὶ τὴν τοῦ δόρατος βολήν. οἱ δὲ ἀμφοτέραις ταῖς χερσὶν ὡς τῇ δεξιᾷ βάλλων

`π.1625`

περὶ δὲ πνοή· ἡ πνοὴ δὲ τοῦ βοῤῥᾶ

`π.1626`

περιδέραια· περιτραχήλια. ἢ ἐνώτια

`π.1627`

περὶ δʼ ἐστέ· ὑπερέχετε δέ. ἢ ὑπάρχετε. ἢ κρατεῖτε

`π.1628`

περιδευκές· περισσῶς πεποικιλμένον

`π.1629`

περιδεῶν· ἐμφόβων

`π.1630`

περίδηλον· περιφανές. καλόν

`π.1632`

περίδοσιν· συνθήκην

`π.1633`

περιδοῦ· σύνθου. τοῦτο δὲ παραβάλλεσθαι λέγουσιν, ἢ συνθήκης θέσιν

`π.1634`

περὶ δουρί· περὶ τῷ δόρατι

`π.1635`

περίδρομοι· τοῦ δικτύου τὸ διειρόμενον σχοινίον· διὰ τὸ καὶ κάτω βρόχοις ...... καὶ περιφερεῖς, στρογγύλοι

`π.1636`

περιδρόμους τείχους· περὶ τοὺς βεβλημένους τοίχους κύκλῳ

`π.1637`

περιδρύφῃ· περιξέῃ

`π.1638`

περιδύεται· περιβάλλεται. κρύπτεται. εἰσδύεται

`π.1639`

περιδῦσαι· περιδύνασαι

`π.1640`

περίδυσε· ἀπέδυσε

`π.1641`

περιδύω· ὅμοιον

`π.1642`

περιδώμεθα· συνθώμεθα

`π.1643`

περιβάλλων· ἐκύκλωσαν

`π.1644`

περιδώσομαι· συνθηκοποιήσομαι

`π.1645`

περιέγραψε· περιεγένετο

`π.1646`

περιεδίνει· περιεκύκλευεν

`π.1647`

περιεδρύφθη· περιεξέσθη

`π.1648`

περιεζόμενον· περιεχόμενον

`π.1649`

περιέθει· περιέτρεχεν

`π.1650`

περιειλημμένως· περιεκτικῶς

`π.1651`

περιείληπτο· περιεγέγραπτο. ἢ ἐκεκράτητο. ἐκ τοῦ περιλαμβάνεσθαι

`π.1652`

περιεῖναι· περιττεύειν

`π.1653`

περιεῖπεν· ἐτημέλει

`π.1654`

περιείργασμαι· περιττὸν ἐποίησα

`π.1655`

περιεκωκύετο· περιηχεῖτο

`π.1656`

περιεκτικόν· τὸ περιέχον. ἤτοι γενικόν. ἢ περιληπτικόν· ἐκ τοῦ περιβάλλειν.

`π.1657`

περιεκτικώταται· ὁμοίως

`π.1658`

περιεκτικώτερον· γενικώτερον

`π.1659`

περίελε· κόψον. ἔπαρον. ἀφελοῦ

`π.1660`

περιελόμενος· ἐπάρας

`π.1661`

περιελιχμήσατο· τῇ γλώττῃ ἢ σπογγιᾷ ἐκάθηρεν

`π.1662`

περὶ ἐμέ· πρός με

`π.1663`

περιέπει· περιέρχεται. περιεργάζεται. φυλάττει. θεραπεύει

`π.1664`

περιέπειραν· ἔπηξαν

`π.1665`

περιεπτισμένη· περιεξεσμένη. περικεκαθαρμένη

`π.1666`

περιέπων· ἐνεργῶν

`π.1667`

περιεργάσει· πράξεις περισσά

`π.1668`

περίεργον· περιττόν. ἢ στρεβλόν

`π.1670`

περιερέττων· κωπηλατῶν

`π.1671`

περίσομαι· περιγενήσομαι, κρατήσω, νικήσω, κατισχύσω. ἢ μέλλοντες περιγενέσθαι

`π.1672`

περιεσπάσθη· ἐσείσθη. περιδέδεται

`π.1673`

περιεσκεμμένος· ἠκριβωμένος

`π.1675`

περιέσται· περιγενήσεται. νικήσει

`π.1676`

περιεστήξει· περισταθήσεται. περιφράξει, ἢ περικυκλώσει

`π.1677`

περιεστοιχισμένοι· οἱ περιέχοντες. καὶ περιεχόμενοι

`π.1678`

περιετέμοντο· περιήλασαν

`π.1679`

περιετίθουν· ἐκρέμων

`π.1680`

περιέτυχον· συνέτυχον

`π.1682`

περιέφραξαν· ἐσκέπασαν. ἐφύλαξαν

`π.1683`

περιέχομαί σου· ἀντιποιοῦμαί σου

`π.1684`

περίζωμα· περιβόλαιον

`π.1685`

περιέχοντες· περιλαβόντες. καὶ τὰ ὅμοια

`π.1686`

περίζυξ· ὁμόζυγος, σύζυγος

`π.1687`

περιηγές· κυκλοτερές, περιφερές

`π.1688`

περιήγει· ἐζωγράφει

`π.1689`

περιήγητος· ὁ περιπόρφυρος χιτών

`π.1690`

περιηγμένα· περιφερόμενα

`π.1691`

περιῄεσαν· περιήρχοντο

`π.1692`

περιήθελεν· ἠγάπα

`π.1693`

`π.1694`

περιηθέλησεν· ἠγάπησεν

`π.1695`

περιήκασε· περιώρυξεν. περιέγραψεν

`π.1696`

περιήκοντα· περιέγραψαν. ὤρυξαν

`π.1697`

περιήλυσις· περίοδος

`π.1698`

περιημεκτεῖ· ἀγανακτεῖ, ἀνιᾶται, δυσκολαίνει

`π.1699`

περιῆν· ὑπῆρχεν. ἐπλεόναζεν

`π.1700`

περιῃρημένον· κεκομμένον

`π.1701`

περιῆῤῥον· περιῄεσαν

`π.1703`

περιηχήθη· περιεψιθυρίσθη

`π.1705`

περιθείς· κύκλῳ θείς, περισσότερον λαβεῖς

`π.1706`

περὶ θεόν· πρὸς θεόν

`π.1707`

περιθειῶσαι· περικαθᾶραι, κυρίως θείῳ

`π.1708`

περιθέσθαι· περιποιήσασθαι. προσλαβέσθαι. κύκλῳ θεῖναι

`π.1709`

Περιθοῖδαι· δῆμος φυλῆς τῆς Οἰνηΐδος

`π.1710`

περιθραυσθέντα· περιπεσόντα. ῥαγέντα

`π.1711`

περιθρεκτέον· περιδραμητέον

`π.1712`

περιθυρεῖν· τὸ ἐπὶ ταῖς θύραις ἵστασθαι

`π.1713`

περιΐδμεναι· περισσῶς εἰδέναι

`π.1714`

περιϊόντας· περιερχομένους

`π.1715`

περιϊππεύοντας· περιτρέχοντας

`π.1716`

περι <span class="gap">…</span> ίσσεται ὥρα· περιέρχεται ὥρα

`π.1717`

περιϊστάμενος· κυκλεύσας

`π.1718`

περιΐστασο· κύκλευσον. σκόπησον. περίφευγε. ἀνάτρεπε

`π.1719`

περιστοιχείωσαι· περίελθε

`π.1720`

περιϊών· περιερχόμενος

`π.1721`

περικάθαρμα·

`π.1722`

περικαθαίρων· ἀναλύων τὸν πεφαρμακευμένον, ἢ τὸν γεγοητευμένον

`π.1723`

περικαλλές· λίαν καλόν

`π.1724`

περικαλλέος· περισσῶς καλοῦ

`π.1725`

περικάμπτεται· περικιρεῖται

`π.1726`

περὶ καπνῷ· περὶ τὸν καπνόν

`π.1727`

περικάρδιος ὑμήν· ὁ ἐπὶ τῇ καρδίᾳ

`π.1728`

περικάρπιον· τὸ λέπυρον, σκέπασμα

`π.1729`

περικεφαλαία· ἡ ἐκ τριχῶν γεγονυῖα περιθετή. καὶ μέρος τι τῆς νεώς. ἢ κάσσις

`π.1730`

περικέχυται· περιείληφεν

`π.1731`

περικήδεο· φείδου φροντίζων

`π.1732`

περίκηλα· περισσῶς ξηρά. τὰ περικεκαυμένα. περιεσχισμένα

`π.1733`

περὶ κῆρι· κατὰ ψυχήν

`π.1734`

περικλυτῷ· σφόδρα ἐνδόξῳ

`π.1735`

περικλῃζόμενος· δοξαζόμενος λίαν

`π.1736`

περικλύμενος· ὁ Πλούτων. καὶ πόα, ἡ καὶ κυκλάμινος

`π.1737`

περικλυτός· ἔνδοξος, περισσῶς καὶ λίαν ὠνομασμένος διὰ τὴν τέχνην

`π.1738`

περικνημίς· σκεπαστήριον τῆς κνήμης

`π.1739`

περικόπται· κλῶπες. λῃσταί

`π.1740`

περίκουροι· οἱ ἐκ τοῦ κυκλωθῆναι ἁλισκόμενοι ἐν ταῖς μάχαις

`π.1741`

περικτίονες· περίοικοι, γείτονες, πέριξ οἰκοῦντες

`π.1742`

περικτιόνεσσι· περιοίκοις

`π.1743`

περίκυκλον· ἵνα ὑπερεφῆ

`π.1744`

περὶ κῶμα· κοίμημα

`π.1745`

περικωδωνίσαι· περιβομβῆσαι

`π.1746`

περικωνῆσαι· ....... περιαγαγεῖν. σπογγίσαι. ἢ περιπισσῶσαι. Λάκωνες

`π.1747`

περιλαβεῖν· περιβαλεῖν. καὶ τὰ ὅμοια

`π.1748`

περιλέγειν· τὰ περισσὰ φράζειν

`π.1749`

περιλεγνές· περιποίκιλον

`π.1750`

περιλεσχήνευτος· περιβόητος. περιλάλητος

`π.1751`

περιληπτικόν· ἐφαπτόμενον

`π.1752`

περιλῆσαι· περιστρέψαι

`π.1753`

περιλιχμήσασα· περιλείξασα

`π.1754`

περιλυγίζεσθαι· περιστρέφεσθαι

`π.1755`

περιμάχητον· ὑψηλόν, μέγα, ἰσχυρόν

`π.1756`

περὶ μέν· περισσῶς μέν

`π.1757`

πέρι μὲν φάσθαι· διαφερόντως λέγειν

`π.1758`

περίμετρον· ὑπέρμετρον, μέγα. τινὲς δὲ εὔκυκλον

`π.1759`

περιμήκεος· μακροτάτου

`π.1760`

περίμηκες· ὑπερμέγεθες

`π.1761`

περιμήκετος· ὑψηλός. ὑπέρμηκος. ἢ περισσῶς μακρὰν καὶ ὑψηλήν·

  
εἰς ἐλάτην ἀναβὰς περιμήκετον  

`π.1762`

περιμήκεϊ ῥάβδῳ· ἁλιευτικῷ καλάμῳ

`π.1763`

περίνα· περίναιον. τὸ αἰδοῖον. ἀφʼ οὗ καὶ τὸ περαίνεσθαι

`π.1765`

περίνησα· περιβόλαια, οἷς ἐν κύκλῳ πορφύρα παράκειται

`π.1766`

περίνεως· ὁ δεύτερος ἱστός. καὶ καθάπαξ τὰ διττὰ τῆς νεὼς σκεύη

`π.1767`

περίνησον· ἱμάτιον ἔχον πορφύραν κύκλῳ

`π.1768`

περινοεῖ· περισσῶς νοεῖ

`π.1769`

περίνοια· μηχανή. τέχνη

`π.1770`

περινομαί· περιφοραί

`π.1771`

περίνος· τὸ αἰδοῖον. οἱ δὲ τὸν καυλόν, ἢ τὸ τῶν διδύμων δέρμα, ἤγουν ὁ ταῦρος

`π.1772`

περινοστεῖ· περιέρχεται

`π.1773`

περινοστήσαντες· περιελθόντες, κυκλεύσαντες. ἢ ἐξιόντες

`π.1774`

περινοστοῦντι· περιστρεφομένῳ

`π.1775`

πέριξ· κύκλῳ

`π.1776`

περίοδος· τὸ ἐκ διαλειμμάτων ἐπιπεσὸν ὄνομα. ἢ χρόνος. ἢ κύκλος. ἢ ἡ ἐν λόγοις, καὶ ἡ τῆς γῆς περιήγησις. καὶ ἡ τάξις τῶν αἰώνων. καὶ ἡ παρὰ τοῖς ἰατροῖς. καὶ ἡ ᾠδή. καὶ μέτρον τι τῶν μετάλλων

`π.1777`

περιόδων· χρόνων. κύκλων

`π.1778`

περιόδῳ· κυκλώσει

`π.1779`

περιοίκιον· ὁ περὶ τὴν πόλιν ἢ τὴν ἔπαυλιν τόπος. τινὲς δὲ περίβολον

`π.1780`

περιοίσει· ἀνοίσει ἐκ τῆς νόσου

`π.1781`

περιοκωχή· περιοχή

`π.1782`

περιωπή· ἀκρώρεια. ὕψος. τόπος ὑψηλός

`π.1783`

περίοπτον· ἐπιφανῆ, πολυθέατον, περίβλεπτον

`π.1784`

περιορᾶν· ὑπερορᾶν

`π.1785`

περιόρια· ἑορτὴ ἐν Κύπρῳ

`π.1786`

περιοργῶς· ὑπεροργόντως. καὶ παρωρμημένως

`π.1787`

περιοριζόμενοι· περιεχόμενοι. γινωσκόμενοι. ἐξολισθαίνοντες

`π.1788`

περιορίσαι· περινοῆσαι

`π.1789`

περιορισθῆναι· γνωρισθῆναι. ἐξορισθῆναι

`π.1790`

περιοριστόν· περιγραπτόν

`π.1791`

περιουσία· πορισμός. πλῆθος

`π.1792`

περιουσιασμοῦ· πλήθους

`π.1793`

περιούσιον· πολύ, περισσόν. περιποιητόν

`π.1794`

περιούσιος· πλούσιος. πολύς

`π.1795`

περιοχή· περιπέτεια. καὶ ὑπόθεσις. καὶ φυλακή. καὶ ἡ πολιορκία

`π.1796`

περιοχῆς· τετειχισμένης

`π.1797`

περιόψεται· καταφρονήσει

`π.1798`

περιπαθῶς· συμπαθητικῶς. λυπηρῶς. διαπονηθείς

`π.1799`

περιπαλαχθῆναι· περιπλακῆναι

`π.1800`

περὶ πάντων· ὑπὲρ πάντας τοὺς ἄλλους

`π.1801`

περίπατοι· αἱ ἱστορίαι καὶ οἱ λόγοι. ἢ τόποι διακινήσεων

`π.1802`

περὶ πέζαν· τὰ περὶ τοὺς πόδας

`π.1803`

περιπεζία· ταπείνωσις

`π.1804`

περιπείρῃ· περικεντήσῃ

`π.1805`

περιπέπληκα· περιπεπόληκα. περιπέπληγμαι

`π.1806`

 <span class="gap">…</span> περιπετάσας· περιβαλών

`π.1807`

περιπεπλιγμένα· περιπεπλεγμένα τοῖς σκέλεσιν. οἱ γὰρ ἀλεῖπται τὸ βῆμα πλίγμα λέγουσιν

`π.1808`

περίπεπτον· τὸ περιπεπεμμένον

`π.1809`

περι πετάσας· περιαπλώσας

`π.1810`

 <span class="gap">…</span> περιπεπλίχθαι· διηλλαχέναι τὰ σκέλη ἀσχημόνως

`π.1811`

περιπέτεια· ὑπόθεσις. σύμπτωσις. σύμβασις

`π.1812`

περιπετεῖς· περιεχόμενοι. ἐναντίοι. ἢ προπετεῖς. ἢ περιπεσόντες

`π.1813`

περιπετρίζεσθαι· περικρούεσθαι

`π.1815`

περιπευκὲς· περισσῶς πικρόν, διὰ τὸ χρίεσθαι· πικρὰ γὰρ ἡ πεύκη

`π.1816`

περιπῆγις· πόρνος. μάχλος

`π.1817`

περιπηγής· περιπαγείς, ἐμπαγείς

`π.1818`

περιπλίγδην· περιβάδην

`π.1819`

περιπλίξ· περιειληφώς

`π.1820`

περιπλέες· λίαν, πλεονάκις

`π.1821`

περιπλομένων· περιπολουμένων, ἤγουν περιερχομένων

`π.1822`

περίπλους· περιόδους

`π.1823`

περὶ πόδα· οὕτως ἐκάλουν τὸ ἁρμόζον· μεταφέροντες ἀπὸ τῶν συμμέτρων τοῖς ποσὶν ὑποδημάτων. ἢ ἀκριβῶς

`π.1824`

περὶ ποδός· ἀντὶ τοῦ ἁρμόζον. καὶ περὶ πόδα· τὸ ἡρμοσμένον, ἀπὸ τῶν ὑποδημάτων

`π.1825`

περιποιεῖται· προξενεῖ. ζωοποιεῖ

`π.1826`

περιποίησις· πλεονασμός, κτῆσις

`π.1827`

περιποιητικός· διοικητής

`π.1828`

περιπολεῖ· περιοδεύει, περιέρχεται, περιέπει, ἀναστρέφεται, περιπολεύει, κυκλεύει. καὶ τὰ ὅμοια

`π.1829`

περίπολος· φρουρός, ἔφορος

`π.1830`

περὶ πολλοῦ ποιοῦ· τίμα, θεράπευε

`π.1831`

περιπόνηρος Ἀρτέμων· παρὰ τὴν παροιμίαν τὴν περιφόρητος Ἀρτέμων. εἰσὶ δὲ Ἀρτέμωνες δύο

`π.1832`

περιππεύει· ἀφίησιν αὐτοὺς καὶ ἄλλῃ ὁδεύει

`π.1833`

περιπρωκτιῶσα· τρυφερευομένη ἐπὶ τῇ πυγῇ

`π.1834`

περιπτύσσομαι· καταφιλῶ

`π.1835`

περίπτερα· οἱ ἀποσπινθηρισμοί

`π.1836`

περίπτερον· ὑψηλόν, πανταχόθεν ἐξέχον. ἢ στέγην ἔχουσαν ἐξοχήν

`π.1838`

περιπτυχαί· περίβολοι

`π.1839`

περιπτύσσει· καταφιλεῖ

`π.1840`

περίπυστα· διαβόητα

`π.1841`

περιραίνεσθαι· περιραντίζεσθαι. ῥαντίζεσθαι

`π.1842`

περιρέζειν· τὸ ἐπὶ τοῖς καθαρσίοις θύειν

`π.1843`

περιρεμβαῦσαι· περιφθαρῆναι

`π.1844`

περὶ ῥίον· περὶ τὸ ἀκρωτήριον

`π.1845`

περὶ ῥέθεσι· περὶ ταῖς παρειαῖς

`π.1846`

περιῤῥηδής· περικεκλασμένος. περιστροβηθείς. οἱ δὲ περιεῤῥιμμένος. ἢ ὑπτιασμένος

`π.1847`

περισαίνοντες· κολακεύοντες. παρὰ τὸ σαίνειν, ὡς τῶν κυνῶν τὴν οὐρὰν κινούντων

`π.1848`

περὶ σέ· περὶ σοῦ, ἐγγύς σου, γνησίως διάκειμαι

`π.1849`

περὶ σεῖο· περὶ σοῦ. καὶ περιέσσιον· περὶ σοῦ

`π.1850`

περισείρια· τὰ πλάγια τῆς γλώττης

`π.1851`

περίσημον· διαβόητον

`π.1853`

περισκαίρουσι· περισκαρίζουσι

`π.1854`

περισκελές· σκληρόν, δυσχερές. ἢ μέχρι τῶν ποδῶν

`π.1855`

περισκέπτῳ· πάντοθεν ὁρωμένῳ. οἱ δὲ μόνῳ, κεχωρισμένῳ, ὥστε ἀπʼ αὐτοῦ περισκέψασθαι

`π.1856`

περίσκεψις· βάσανος

`π.1857`

περισκήπτειν· περιθλίβειν

`π.1858`

περισοβεῖν· ἐν κύκλῳ πίνειν. ἢ περιτρέχειν. ἢ φωνεῖν. ἢ διώκειν

`π.1859`

περισσομένη· πορθουμένη

`π.1861`

περισσοεπήσει· περισσολογήσει

`π.1862`

περισπάσασθαι· περιποιήσασθαι

`π.1863`

περισπέ <span class="gap">…</span> του βοῆς· ὑπερεπειγούσης

`π.1864`

περισπερχής· περιώδυνος

`π.1865`

περισκέλια· βρακκία, φεμινάλια

`π.1866`

περὶ σπονδῶν· περὶ εἰρήνης

`π.1867`

περισταδόν· περιστάντες

`π.1868`

Περιστενός· οὕτω δράκων καλεῖται

`π.1869`

περισταλείς· κοσμηθείς. ἤτοι ταφείς

`π.1870`

περισταλαδόν· περισταζόμενον, περιῤῥεόμενον τῷ χόλῳ

`π.1872`

περιστατόν· τὸ ἀνάστατον

`π.1873`

περίστασις· θλῖψις, ἀνάγκη, μέριμνα

`π.1874`

περιστεγανόν· περισσῶς στεγανόν

`π.1875`

περιστένειν· ἔκθυμον εἶναι

`π.1876`

περιστείληται· περικαλύψηται

`π.1877`

περίστειλον· συγκάλυψον. συνάγαγε

`π.1878`

περιστέλλει· καλύπτει. συστέλλει. κοσμεῖ. σκέπει. φυλάττει. περιβάλλει

`π.1879`

περιστελοῦμεν· τὰ αὐτά

`π.1880`

περιστένεται· πάνυ στενοχωρεῖ

`π.1881`

περιστήθιον· ἱερατικὸν ἔνδυμα

`π.1882`

περιστέρια· κοσμάρια ποιά

`π.1883`

περιστίαρχος· ὁ περικαθαίρων τὴν ἑστίαν, καὶ τὴν ἐκκλησίαν

`π.1884`

περιστ <span class="gap">…</span> ῖξαι· περικυκλῶσαι, περιελθεῖν. περιελάσαι. ἀπὸ τοῦ στείχειν

`π.1885`

περίστιον· ἐπὰν τὸν νεκρὸν ἐκπέμψαντες ὑποστρέψωσι, καὶ τὸ καθάρσιον ποιήσωσιν

`π.1886`

περιστλεγγίσαι· περιξύσαι· στλεγγὶς γὰρ ἡ ξύστρα

`π.1887`

περιστοιχίσαντες· περιλαβόντες

`π.1888`

περιστολή· περιβολή. ἔνδυμα

`π.1889`

περιστόμιον· ὁ τῆς ἐπιγλωσσίδος τόπος ἐν τῷ βρόγχῳ

`π.1891`

περίστροφος· ὁ τῆς ὑποσφραγίδος τόπος

`π.1892`

περίστῳον· περίστυλον

`π.1893`

περισύρει· σύρει

`π.1894`

περίσφατα· τὰ ἐπιθρήνητα, καὶ ἐπονείδιστα, καὶ μοχθηρᾶς ἐπιφωνήσεως ἄξια

`π.1895`

περισφάτως· περιωδύνως. περιβοήτως

`π.1896`

περισχαδόν· τὸν ὑποκρινόμενον τὸν Περσέα, ὡς πτωχὸν καὶ φησίμορφον ψίαθον, ἐν ᾧ περιειλοῦσι τὰς ἰσχάδας

`π.1897`

περισχελές· δυσχερές

`π.1898`

περίσχεο· φροντίδα ποίησαι καὶ ἐπιμέλειαν· ἀντὶ τοῦ λαβοῦ καὶ ὑπερμάχησαι

`π.1899`

περισχέσθαι· ἀγαπῆσαι

`π.1900`

περίσχετο· ἠγάπησεν. ἐφείσατο

`π.1901`

περισχιδεῖς· εἶδος ὑποδήματος εὐτελές

`π.1902`

περισχόμεθα· περισσῶς ἐχόμεθα. ἀντιλαμβανόμεθα

`π.1903`

περισχών· περιτείνας. ἢ ἐπισχών

`π.1904`

περιτάμνεσθαι· περιορίσαι τι διὰ τῆς αὔλακος

`π.1905`

περιταμνόμενον· περιελαύνοντα. μεταφορικῶς ἀπὸ τῶν γηπέδων

`π.1906`

περί τʼ ἀμφί· κύκλῳ, πέριξ

`π.1907`

περίτʼ εἰμί· ὑπερέχω. ὑπερφρονῶ

`π.1908`

περιτελλομένων· πληρουμένων. περιερχομένων

`π.1909`

περὶ τέρμα βαλούσας· περιελασάσας τὸν καμπτῆρα

`π.1910`

περιτετάσθαι· ἡπλῶσθαι ἐπὶ τὰ ἴχνη

`π.1911`

περιτεύξεται· συντύχῃ. ἢ περιπεσεῖται

`π.1912`

περιτευξοίμεθα· περιτύχοιμεν

`π.1913`

περιτευξόμενος· περιτυχεῖν μέλλων

`π.1914`

περιτεύοντες· συλῶντες

`π.1915`

περὶ τὴν λέξιν· ἐν αὐτῇ τῇ λέξει

`π.1916`

περίτια καὶ περιῆτες· περιῆτες μὲν οἱ φύλακες, περίτια δὲ Μακεδονικὴ ἑορτή

`π.1917`

περιτίθεται· περιβάλλεται

`π.1918`

περιτομίς· μέρος τι τῆς νεώς

`π.1919`

περιτόναιον· μέρος τι τῆς νεώς. καὶ τὸ δέρτρον

`π.1920`

περιτρέπεται· εἰλιγγιᾷ

`π.1921`

περιτρέφετο· περιεπήσσετο. ὅθεν καὶ τροφαλὶς τὸ πεπηγμένον

`π.1922`

περιτριβομένων· παρεσομένων

`π.1923`

περίτριμμα .....· τετριμμένον

`π.1924`

περιτροπέων· περιτρεπόμενος. μέλλων τελειοῦσθαι. ἢ περιερχόμενος

`π.1925`

περιτρόπου· ἴλιγγος

`π.1926`

περὶ τρόπιος· ἐπάνω τῆς τρόπιδος. τῆς ἀγορᾶς.

`π.1927`

περιτροπόωντες· περιχωροῦντες

`π.1928`

περίτροχον· στρογγύλον

`π.1929`

περιττοί· περισσοί, περίεργοι

`π.1930`

περιφαλλία· πομπὴ Διονύσῳ τελουμένη τῶν φαλλῶν

`π.1931`

περιφάνεια· λαμπρότης, δόξα

`π.1932`

περιφανέστερον· ἐμφανέστερον

`π.1933`

περιφέρεια· διαστροφή. κύκλος

`π.1934`

περιφερές· στρογγύλον

`π.1935`

περιφέρεται· πλανᾶται

`π.1936`

περιφερόμενα· λαλούμενα

`π.1937`

περίφημος· ὀνομαστός

`π.1938`

Περιφήτης· ὁ κορυνήτης

`π.1939`

περιφθείρεται· τὰς φθεῖρας συλλέγει. ἢ μειοῦται, ἐλαττοῦται

`π.1940`

περιφοιτῶντα· περιερχόμενον. περιγινόμενον

`π.1941`

περιφορά· ἡ κατὰ κύκλον κίνησις

`π.1942`

περιφοραί· ὁμοίως

`π.1943`

περιφορᾶς· περισπασμοῦ. πλάνης

`π.1944`

περιφραδέως· περιπεφρασμένως. ἐμπείρως

`π.1945`

περιφραστικῶς· δύο λέξεων τὸ αὐτὸ σημαινουσῶν ὄνομα

`π.1946`

περιφρονεῖς· περισσοφρονεῖς, ὑπερφρονεῖς

`π.1947`

περίφρων· σωφρονέστατος, ἢ περισσῶς φρονῶν, συνετώτατος

`π.1948`

περιφῦναι· περιλαβεῖν, περιπλακῆναι

`π.1949`

περιχαρής· χαιρόμενος. γελωτοποιός

`π.1950`

περιχάσκειν· ἀνοῖξαι τὸ στόμα

`π.1951`

περιχεύας χρυσόν· περιπάσας χρυσίῳ

`π.1952`

περιχιλοῦντες· ἀντὶ τοῦ ἄδην κορεσθέντες

`π.1953`

περιχλιανίζεται· περικαλύπτεται. καλλωπίζεται.

`π.1954`

περιχόραι· περιχορεῖαι

`π.1955`

περιχορίζειν· ἐνόπλως, συντόνως ὀρχεῖσθαι

`π.1956`

περὶ χροΐ· περὶ τῷ σώματι

`π.1957`

περὶ χροῒ ἕσσατο· περιεβάλλετο

`π.1958`

περιχωρεῖ· συμμίσγεται

`π.1959`

περιχώρησον· μέτρησον. περίστησον

`π.1960`

περίψημα· περικατάμαγμα. ἀντίλυτρα, ἀντίψυχα.

`π.1961`

περίψυκτος· περιπόθητος, ἐκ ψυχῆς ὅλης ἀγαπώμενος

`π.1962`

περιώγανα· ἐπίσσωτρα. οἱ δὲ τὰς κνημίας, αἳ περιπήγνυνται ταῖς ἁμάξαις

`π.1963`

περιώκαλα· ὑπέρσεμνα, ὑπερβαλλόντως καλά

`π.1964`

περιωπή· ἄποψις. τόπος ὑψηλός, ὅθεν ἐστὶ περισκοπῆσαι. ἀκρώρεια

`π.1965`

περιωπῆς· προσόψεως

`π.1966`

περιώσας· ὠθήσας. ζώσας

`π.1967`

περιῶσιν· ζῶσιν. ὑπάρχωσιν

`π.1968`

περιώσιον· περιωσίως. περισσῶς. περισσόν. μέγα, ἢ πολύ

`π.1969`

περκάζει· μελανίζει. ποικίλλει. ἢ πεπαίνεται

`π.1970`

περκαίνειν· διαποικίλλεσθαι. καὶ τὰ ὅμοια

`π.1971`

πέρκανα· τὰ ἱστοῦ περιπλέγματα

`π.1972`

περκνόν· μελανόν. ποικίλον

`π.1973`

περκνός· γλαυκός. μέλας. καὶ τὰ ὅμοια

`π.1974`

περκώματα· τὰ ἐπὶ τοῦ προσώπου ποικίλματα

`π.1975`

Περκώσιος καὶ Περκώτη· πόλις

`π.1976`

Περμησός· ποταμός

`π.1977`

πέρναται· πωλεῖται

`π.1978`

περνάμενα· πωλούμενα

`π.1979`

περνᾷς· πωλεῖς

`π.1980`

πέρναξ· θρίδαξ

`π.1981`

Πέρνη· ἔνιοι μετὰ τοῦ τ Πτέρνη. εἶναι γάρ τι ἀκρωτήριον τῆς Αἰγίνης οὕτω προσαγορευόμενον

`π.1982`

περνῆν· ἐμπωλεῖν

`π.1983`

πέρνησον· πώλησον

`π.1984`

περομνύναι· ἐλέγχεσθαι

`π.1985`

περόναι· πόρπαι. καὶ τὰ ἀντικείμενα τῇ κνήμῃ ὀστᾶ

`π.1986`

περόνη· ῥαφίς

`π.1987`

περονήσατο· ἐπορπήσατο, ἐπερονήσατο, διείρατο

`π.1988`

περόσχια· τὰ ῥάκη

`π.1989`

πέρπερα· προπετῆ

`π.1990`

περπερεύεται· κατεπαίρεται

`π.1991`

πέρπερος· μετὰ βλακίας ἐπαιρόμενος

`π.1992`

περὶ πολλοῦ ποιεῖται· τιμᾷ, θεραπεύεται

`π.1993`

Πέῤῤαμος· βασιλεύς

`π.1994`

πεῤῤεθήκατο· περιεθήκατο

`π.1995`

Πεῤῥεύς· ἥρως Ἀθήνησι τιμᾶται

`π.1996`

πεῤῤέχειν· ὑπερέχειν

`π.1997`

πεῤῥησιππίαν· τὴν ἀνατρέπουσαν ἵππον

`π.1998`

Πεῤῥίδαι· τῆς Ἀττικῆς δῆμος ἐν Ἀφίδναις

`π.1999`

πέρ σε· πρός σε

`π.2000`

πέρσαντες· ὀλέσαντες, πορθήσαντες, ἀνελόντες

`π.2001`

πέρσας· τὰ αὐτά. καὶ τὸ ἔθνος

`π.2002`

Πέρσης· κυβευτικοῦ βόλου ὄνομα

`π.2003`

Περσίδα· πόλιν Περσικήν. ὅ ἐστιν ὑπόδημα

`π.2004`

περσιθέα· ἡ Ἀφροδίτη

`π.2005`

περσικά· εἴδη καρύων. ἢ εὐτελῆ ὑποδήματα. καὶ ὀρθαὶ βακτηρίαι. καὶ ὄρχησις Περσική

`π.2006`

περσικὸς ὄρνις· ὁ ἀλεκτρυών

`π.2007`

πέρσος· ὁ ἰχθῦς ποιός, ἐν Ἐρυθρᾷ γινόμενος

`π.2008`

περυσινόν· ἔφηβον. τὸν ἐξ ἐφήβων

`π.2009`

πέρυσι· ὁ παρεληλυθὼς χρόνος

`π.2010`

Πέρφερες· θεωροί

`π.2011`

Περφίλα· Σωσίβιος. κύριον ὄνομα

`π.2012`

περώσιον· μέγα

`π.2013`

πεσέεσθαι· πεσεῖσθαι

`π.2014`

πέσημα· πτῶμα

`π.2015`

πεσκέων· δερμάτων

`π.2016`

πέσκον· πικρόν. ἢ κώδιον, ἢ δέρμα

`π.2017`

πέσμα· πίεσμα. ἢ μίσχος. ἔστι δὲ ἐξ οὗ τὸ φύλλον ἤρτηται

`π.2018`

πεσέονται· πεσοῦσιν

`π.2019`

πέσσαι· πεῖσαι. ἢ πάσχειν. καὶ νέμειν, καὶ τεχνᾶσθαι τῇ διανοίᾳ

`π.2020`

πεσσὰ πεντέγραμματα καὶ κύβων βολάς· Σοφοκλῆς Ναυπλίῳ Πυρκαεῖ. παρʼ ὅσον πέντε γραμμαῖς ἔπαιζον. διαφέρει δὲ πεττεία κυβείας. ἐν ᾗ μὲν γὰρ τοὺς κύβους ἀναῤῥίπτουσιν· ἐν δὲ τῇ πεττείᾳ αὐτὸ μόνον τὰς ψήφους μετακινοῦσι

`π.2021`

πέσσει· πεπαίνει. θεραπεύει. κατέχει. καταπραΰνει

`π.2022`

πεσσέμεν· πέσσειν

`π.2023`

πέσσεται· ὀπτᾶται. Ἀρκάδες. ὀπτήσει

`π.2024`

πεσσεύων μετατίθεσο· τὴν γνώμην πρὸς τὸ κρεῖσσον

`π.2025`

πεσήματα· πτώσεις

`π.2026`

πεσήματος· πτώσεως, πτώματος

`π.2027`

πεσσοῖς· πεττοῖς. βολίοις, κύβοις

`π.2028`

πέσσον· ὄρος· χωρίον Κύπριοι· πεδίον Αἰολεῖς· τινὲς ὁμαλές

`π.2029`

πεσσός· οὕτως ἐκάλουν τὰς ψήφους, αἷς ἔπαιζον. καὶ τὸ περὶ τὴν κόρην μέλαν τοῦ ὀφθαλμοῦ

`π.2030`

πεσσοῖσι· τοῖς κύβοις· παρὰ τὸ πίπτειν αὐτούς

`π.2031`

πέσσω· ὀπτήσω ἄρτον

`π.2032`

πεσσύγγιον· σκυτεῖον

`π.2033`

πεσσύπτη· σκυτεύρια

`π.2034`

πέσσυρα· πίσυρα. τέσσαρα

`π.2035`

πέσσυρες· τέσσαρες. Αἰολεῖς

`π.2036`

πεσών· πάσχων

`π.2037`

πέτα· πτῶσις. στάχυα

`π.2038`

πετάζει· ἁπλοῖ. σκεπάζει

`π.2039`

πεταιτά· μετέωρα. ἀμπελουργία, ὡς αἱ ἀναδενδράδες

`π.2040`

πετάλα· ὀνόματα θήλεια. καὶ βοῦς

`π.2041`

πέταλα, οὐδετέρως· τὰ φύλλα

`π.2043`

πεταλίζειν· βλαστεῖν. φυλλολογεῖν

`π.2044`

πεταλισμός· ὁ διὰ φύλλων ὀστρακισμὸς γινόμενος

`π.2045`

πέταλον· φύλλον. καὶ τῆς ἐπιγλωσσίδος τὸ καλύπτον τὸ στόμα

`π.2046`

πεταλωτόν· ἀκμαιότατον. εὐειδέστατον

`π.2042`

πεταλίδων ὑῶν μεταίη· ἀπὸ τῶν μόσχων. πέτηλοι γὰρ οὗτοι λέγονται

`π.2049`

πετάσας· ἁπλώσας. τανύσας

`π.2050`

πετᾶσθαι γαμβραί· κεκτῆσθαι

`π.2051`

πετάσειεν· ἁπλώσειεν. κουφίσειεν. ἀπὸ ἐνεστῶτος τοῦ πετάζω

`π.2052`

πέτασος· τὸ τῶν ἐφήβων φόρημα

`π.2053`

πέταυρα· τίγνα

`π.2054`

πέταυρον· εἶδος παγίδος

`π.2055`

πετελκές· καμπύλον

`π.2056`

πετεηνῶν· πετεινῶν

`π.2057`

πετέσθην· ἐπέτοντο. δυϊκῶς

`π.2058`

πέτευρον· σανίς, ἐφʼ ἧς αἱ ὄρνεις κοιμῶνται· καὶ πᾶν τὸ ἐμφερὲς τούτω. καὶ ὄργανον ποιόν. καὶ πᾶν τὸ μακρὸν καὶ ὑπόπλατυ. ἔστι δὲ λεπτόν, ὅταν ἐν μετεώρῳ κείμενον ᾖ. Πέτευρον λέγεται, ἢ καὶ πέντευρον

`π.2059`

Πετεών· πόλις

`π.2060`

πετήλας· τοὺς μικροὺς καὶ θαμνώδεις φοίνικας

`π.2061`

πετηλίς· ἀκρίς

`π.2062`

πετηνίς· κόρις

`π.2063`

πέτραι ἠλίβατοι· ὑψηλοὶ κρημνοί, ἀκρώρειαι

`π.2065`

πετραδεῖλαι· οἱ μὲν τοὺς ἀποπνευματισμούς· οἱ δὲ εἶδος ἰχθύων

`π.2066`

πετρεφράμη· θρασεῖα. θερμή

`π.2067`

πέτρη τʼ Ὠλενίη· πόλις

`π.2068`

πέτρον· λίθον

`π.2069`

πετειᾷ· παίζει

`π.2070`

πεττεία· διὰ κύβων παιδιά

`π.2071`

πεττείαις· κύβοις, τάβλαις, παιδιαῖς

`π.2072`

πεττεύει· διαπαίζει. μεταστρέφει. κυβᾷ

`π.2073`

Πέτρος· ἐπιλύων. ἐπιγινώσκων. οὗτος καὶ Σίμων καὶ Κηφᾶς καὶ Συμεὼν ἐλέγετο

`π.2074`

πεττοί· βόλια, ἐν οἷς ταυλίζουσι

`π.2075`

πεττεύουσι· κυβεύουσιν

`π.2076`

πέττουσιν· ἑψοῦσιν

`π.2077`

πευδρία· ἀρτοθήκη

`π.2078`

πεύθεται· πυνθάνεται. ἀκούει

`π.2079`

πεύθετο· ἤκουεν. ἐπυνθάνετο

`π.2080`

πεύθη· πεῦσις. ἐρώτησις

`π.2081`

πευθῆνες· πιστοί. περίεργοι

`π.2082`

πευθείς· ἑψηθείς

`π.2083`

πευΐδας· λαμπάδας

`π.2084`

πευκαλεῖται· ξηραίνεται. ἢ ἀντὶ τοῦ ζητεῖται. Ἀριστέας

`π.2085`

πευκαλέον· ξηρόν. ἀγγεῖον

`π.2086`

πευκαλίμαις· συνεταῖς. ὀξείαις. πικραῖς. ἢ ἀγαθαῖς

`π.2087`

πευκαλίμη· θερμή. θρασεῖα. καὶ φλεγμαίνουσα

`π.2088`

πευκαλίμῃσι· πυκναῖς. συνεταῖς. καὶ τὰ ὅμοια

`π.2089`

πευκάνα· ἱστοῦ παράπλεγμα.

`π.2090`

πευκεδανόν· πευκές. πικρόν

`π.2091`

Πευκέτιοι· οἱ περὶ τὸ Βρεντέσιον οἰκοῦντες

`π.2092`

πεύκινον δάκρυ· πίσσαν

`π.2093`

πεύκλα· ἁματροχιαί

`π.2094`

πεῦσις· ἐρώτησις. ἀπόκρισις

`π.2095`

πεύσομαι· ἐρωτήσω. ἀκούσω. ἐρευνήσω. μάθω

`π.2096`

πευστός· ὑπήκοος

`π.2097`

πέφανται· πεφανέρωνται. ἢ πεφονευμένοι εἰσίν

`π.2098`

πεφάσθαι· πεφονεῦσθαι, καὶ ἀνῃρῆσθαι. ὅθεν καὶ φάσγανον

`π.2099`

πεφασμένον· φανερόν. ἀνῃρημένον. ἢ πεφανερωμένον

`π.2101`

πέφαται· εἴρηται. τέθνηκεν, ἀνῄρηται, πεφόνευται

`π.2102`

πεφαύλικεν· ἤμβλυκεν

`π.2103`

πεφαυλισμένον· ἀποδεδοκιμασμένον

`π.2104`

πεφένακικεν· ἠπάτησεν

`π.2105`

πεφενακισμένος· ἐξηπατημένος

`π.2106`

πέφη· ἐφάνη ἢ πεφύκασι

`π.2109`

πέφηνεν· ἐφανερώθη, ἐφάνη. ὑπῆρχεν

`π.2109a`

πεφηνώς· ἕτοιμος. φανερός

`π.2110`

πεφήσεαι· τολμήσεις, ὑπομενεῖς. τεθνήξῃ

`π.2111`

πεφήσεται· φανεροποιήσεται

`π.2112`

πεφιδέσθαι· φείσασθαι

`π.2113`

πεφλάζει· βράζει

`π.2114`

πεφλοιδώς· τὸν φλοιὸν ἀποβαλών

`π.2115`

πεφλοιδέναι· φλυκταινοῦσθαι

`π.2116`

πέφνειν· κτείνειν

`π.2117`

πέφνεν· ἀνεῖλεν, ἐφόνευσεν

`π.2118`

πεφοβημένοι· εἰς φυγὴν τετραμμένοι

`π.2119`

πεφοβῆσθαι· κεκοσμῆσθαι, κομᾶν. δεδοικέναι

`π.2120`

πεφοινιγμένη· ᾑματωμένη, πεπυῤῥωμένη. ἀπὸ φόνου, ἢ φοίνικος

`π.2121`

πεφοιτηκότες· παραγενόμενοι

`π.2122`

πεφορημένα· ἐνηνεγμένα. πεπληρωμένα, κεχορτασμένα

`π.2123`

πεφορύνθαι· μεμιάνθαι, μεμολύνθαι

`π.2124`

πέφραδεν· εἶπεν. ἐσήμηνεν

`π.2125`

πεφράδοι· διασημήνειε. εἴποι

`π.2126`

πεφρασμένος· παρεσκευασμένος, εἰς τὸ φρασθῆναι προσακτικὴν ἔχων δύναμιν

`π.2127`

πεφρίκασι· δεδοίκασι

`π.2128`

πεφρικέναι· δεδοικέναι. πεφοβῆσθαι.

`π.2129`

πεφρυγμένον· τὸ εἰς τὴν χεῖρα φρυσσόμενον.

`π.2130`

πεφυγμένος· πεφευγώς

`π.2131`

πεφυζότες· μετὰ δέους φεύγοντες

`π.2132`

πεφύκαμεν· ἐσμέν, ὑπάρχομεν

`π.2133`

πέφυκεν· ὑπάρχει. ἐγένετο

`π.2134`

πεφυκώς· ὑπάρχων

`π.2135`

πεφυραμένους· μεμιγμένους

`π.2136`

πεφυρμένοι· μεμιασμένοι

`π.2137`

πέφυρται· μεμίανται

`π.2138`

πεφυσιγγωμένοι· ἀπὸ τῶν ἐν τοῖς σκορόδοις φυσίγγων, ὅπερ ἐστὶν ἐντεριώνων

`π.2139`

πεφυσιωμένους· ὠγκωμένους. κενοδοξοῦντας. ἐπῃρμένους

`π.2140`

πεφωρημένα· ἐληλεγμένα, κατειλημμένα. Φωρᾶσαι γὰ τὸ θεάσασθαι

`π.2141`

πέχαρι· ἔλαφος. Ἀμερίας

`π.2142`

πέψαι· ἑψῆσαι, ἡδὺν κατασκευάσαι, ἢ πραῧναι

`π.2143`

πέψις· ἀρτοποιία

`π.2144`

πῇ· ποῖ, πῶς, εἰς τίνα τόπον

`π.2145`

πηγάδα· τὴν οὐ πολλῷ ὕδατι κεχρημένην γῆν, ὕστερον γενομένην ξηρὰν καὶ πεπηγυῖαν

`π.2146`

πηγάζει· ἀναβλύζει

`π.2147`

πηγαί· τῶν ὀφθαλμῶν οἱ πρὸς τῇ ῥινὶ κανθοί

`π.2148`

πηγαῖον· τὸ ὄστρακον, ὃ καὶ ἀρδάνιον ὁμοίως λέγεται

`π.2149`

πηγαῖον ὕδωρ· περικαθαῖρον, τὸ πρὸ τῆς οἰκίας τῶν ἀποπεμπομένων, ὅτε ἐξεκόμιζον

`π.2150`

πηγεσιμάλλῳ· εὐπαγεῖς καὶ εὐτραφεῖς ἔχοντι μαλλούς· πηγὸν γὰρ τὸ εὐτραφές. τινὲς δὲ λευκὸν τὸ πηγόν· οἱ δὲ μέλαν

`π.2151`

πηγόν· οἱ μὲν λευκόν· οἱ δὲ μέλαν. καὶ εὐτραφῆ, ἢ μέγα

`π.2152`

πηγυλίς· ψυχρά, παγετώδης

`π.2153`

Πήδαιον· πόλις. καὶ ὄνομα κύριον

`π.2154`

πηδάλια· τῶν ἀκρίδων οἱ ὀπίσθιοι πόδες

`π.2155`

πηδαλίοις· οἴαξιν

`π.2156`

πηδαλιουχούμενοι· κυβερνώμενοι· παρὰ τὸ πηδάλιον, ὅ ἐστιν αὐχήν

`π.2157`

Πήδασος· πόλις, καὶ ἔθνος βαρβαρικόν. καὶ κύριον ὄνομα, καὶ ἵππου

`π.2158`

πῇ δὴ ἄρα· πῶς, ποῖ δή

`π.2159`

πῆδον· πηδάλιον

`π.2160`

πῆδος· τὸ πλατὺ τῆς κώπης, ἀπὸ τοῦ παίειν. οἱ δὲ πήδινον εἶναι ξύλον εὔθετον πρὸς τὴν τῆς κώπης κατασκευήν. γράφουσι δὲ καὶ ἐν ἐκείνῳ·

  
μέγα δʼ ἔβραχε πήδινος  
  
καὶ ἡ ἀγρία ἄμπελος  

`π.2164`

πηδῷ· τῷ πλάτει τῆς κώπης τοῦ πλοίου

`π.2166`

πῆι· πόκα

`π.2167`

πηκτὰ δάκρυα· παρὰ τὸ πεπηγέναι· ὡς ἐκ πηγῆς ῥέοντα

`π.2168`

πηκταὶ θύραι καὶ εὔπηκτοι θύραι

`π.2169`

πηκτίδες καὶ σύριγγες· ὄργανα μουσικά

`π.2170`

πηκτίδος· πανδουρίου

`π.2171`

πηκτίς· πανδούριον. ψαλτήριον. σύριγξ. ὄργανον

`π.2172`

πηκτόν· ἐκ πολλῶν ξύλων πεπηγμένον

`π.2173`

πηκτὸν ἄροτρον· τὸ ἀπὸ δύο ἀρότρων. εἰσὶ γὰρ καὶ μονόβολα

`π.2174`

πηκτὸς θάνατος· ὁ τοῦ Σαλαμινίου Αἴαντος τοῦ μανέντος, ὃς τῷ ξίφει ἐπιπεσὼν ἀπέθανεν

`π.2175`

Πηλαγόνες· γέροντες, παλαιοί, γηγενεῖς

`π.2176`

πῆλαι· κραδᾶναι, σεῖσαι

`π.2177`

πηλαμύς· διὰ τοῦ υ ἰχθῦς ἐν Πόντῳ

`π.2178`

πῆλεν· ἔπαλλεν

`π.2179`

Πηλέως μάχαιρα· παροιμία, ἣν ἐκ πλήρους Ἀριστοφάνης ἀναγράφει οὕτω· μέγα φρονεῖ μᾶλλον, ἢ ὁ Πηλεὺς τῇ μαχαίρᾳ. ἐδόκει γὰρ σωφροσύνης γέρας εἰληφέναι .....

`π.2180`

Πηληιάδεω· τοῦ Πηλέως παιδός

`π.2182`

Πήληξ· περικεφαλαία, ἀπὸ τοῦ πάλλεσθαι, ὅ ἐστι κινεῖσθαι. καὶ δῆμος

`π.2183`

Πηλιάδα μελιήν· τὸ δόρυ

`π.2184`

Πηλιάς· ἰδίως τὸ τοῦ Ἀχιλλέως δόρυ· καταχρηστικῶς δὲ καὶ πᾶν

`π.2185`

πηλιδνόν· πελιδνόν

`π.2186`

πηλίκον· οἷον, ὁποῖον, ποταπόν. διάφορον

`π.2187`

πηλίκοις· διαφόροις. καὶ τὰ ὅμοια

`π.2188`

πηλίναις· χοϊκαῖς

`π.2189`

πήλινος· ἐκ πηλοῦ, χοϊκός

`π.2190`

Πήλιον· ὅρος ἐν Θεσσαλίᾳ. καὶ Πήλιον

`π.2191`

πηλός· οἶνος. Ἴωνες, ἔνθεν καὶ κάπηλος ὁ τὸν οἶνον πωλῶν

`π.2192`

πηλὸς ἀϊδνός· περὶ τὴν Λιβύην ἐστὶ τόπος. καὶ τὸν ὁρίζοντα ὠκεανόν

`π.2193`

πήλυξ· ῥαγάς

`π.2194`

πῆμα· βλάβη. ἀναπημονή

`π.2195`

πημαίνει· βλάπτει, κακοποιεῖ

`π.2196`

πημαινούσης· κακούσης. καὶ τὰ ὅμοια

`π.2197`

πήμασι· κακοῖς. βλάβαις

`π.2198`

πῇ μέματον· ποῦ προθυμεῖσθε

`π.2199`

πῆμος· πηνίκα

`π.2200`

πῆν· πῆ καὶ πῆν ἐπὶ τοῦ κατάπασσε καὶ καταπάσσειν

`π.2201`

πήνα· ἀπήνη

`π.2202`

Πηνειός· ποταμὸς ἐν Θεσσαλίᾳ

`π.2203`

Πηνελόπη· ὄνομα κύριον

`π.2204`

πηνέλοψ· ὄρνις ποιός

`π.2205`

πηνηκίζειν· ἀπατᾶν

`π.2206`

πηνηκισμάτων· φενακισμάτων

`π.2207`

πήνην· λέγεται ἡ ἐργασία

`π.2208`

πηνία· ἐντίθεταί τινα τοῖς πλακοῦσι λεγόμενα πηνία. ἔστι δὲ λευκὰ καὶ προσόμοια τοῖς πηνίοις ὄντως

`π.2209`

πηνίκα· πότε.

`π.2210`

πηνίκα δέ· ἢ πότε δέ

`π.2211`

πηνίκη· θρίξ. ἐμπλοκή

`π.2212`

πηνίον· ἄτρακτος, εἰς ὃν εἱλεῖται ἡ κρόκη

`π.2214`

πῆνος· ὕφασμα

`π.2215`

πηνώμενον· πηνιζόμενον. τριβόμενον

`π.2216`

πῆξαι· κατασκευάσαι. στῆσαι

`π.2217`

πήξας· στήσας. βαλών. κατασκευάσας

`π.2218`

πῆξε θυμόν· ἔπληξε τὴν ψυχήν

`π.2219`

πηοί· συγγενεῖς, οἱ κατʼ ἐπιγαμίαν οἰκεῖοι. ἀγαθοί. ἀναγκαῖοι. ἀνδρεῖοι

`π.2220`

πήραξον· ἀφόδευσον

`π.2221`

Πηρεφόνεια· Περσεφόνεια. Λάκωνες

`π.2222`

πηρία· Ἀσπένδιοι τὴν χώραν τοῦ ἀγροῦ

`π.2223`

Πηρίη· πόλις ἐν Θεσσαλίᾳ

`π.2224`

πῆριξ· πέρδιξ. Κρῆτες

`π.2225`

πηρίς· ὄσχη, κήλη, αἰδοῖον. καὶ ἱερείου ταυρία

`π.2226`

πηροῖς· βλάπτοις

`π.2227`

πηρόν· ἐστερημένον τῆς φωνῆς. ἔνιοι δὲ πεπηρωμένον καὶ βεβλαμμένον αὐτοῦ τὴν διάνοιαν ....... τὸν ἐνεὸν καὶ ἄφωνον· προπερισπωμένως δὲ τὸν τυφλόν

`π.2228`

πηρόν· τὸν παντάπασι μὴ ὁρῶντα

`π.2229`

πήρωσις· βλάβη. λύπη. τύφλωσις

`π.2230`

πήσασθαι· μέμψασθαι

`π.2231`

πήτεα· πίτυρα

`π.2232`

πητῖται· πιτύρινοι ἄρτοι. Λάκωνες

`π.2233`

πήχεων· πηχῶν

`π.2234`

πῆχυς· νεῦρον, ἢ τὸ τοῦ τόξου μέσον· ἔνιοι τὰ ἄκρα. κιθάρας δὲ πῆχυς ὁ ἀγκών. ἢ ὁ εἷς καὶ ἥμισυ ποῦς

`π.2235`

πηῶν· φίλων. συγγενῶν

`π.2236`

πιαζόμενος· θλιβόμενος

`π.2237`

πιαίνει· σιτεύει. λιπαίνει

`π.2238`

πιανάτω· λιπανάτω

`π.2239`

πιαινέτω· λιπαινέτω

`π.2240`

πιαλέον· λιπαρόν

`π.2242`

πίαλον· παράλευκον

`π.2243`

πῖαρ· τὸ κράτιστον. καὶ στέαρ. ἢ τὸ πέρας. καὶ λιπαρόν

`π.2244`

πιάτοις· τὸ ἄσημον ἀργύριον

`π.2245`

πίγγαλος· σαῦρος ὁ καλούμενος χαλκίς

`π.2246`

πίγγαν· νεόσσιον. Ἀμερίας. γλαυκόν

`π.2247`

πίδακες· σταγόνες. πήγξ

`π.2248`

πιδακοέσσης· καθύγρου

`π.2249`

πῖδαξ· λιβάς, κρήνη, ἀναβολὴ ὑδάτων, πηγή, ἄκρα ὕδατος

`π.2250`

πίδαξι· πηγαῖς

`π.2251`

πιδηέσσης· καθύδρου, πιδακώδους. καὶ ἡμεῖς πιδᾶν λέγομεν τὸ ἀναβάλλειν ὑγρόν

`π.2253`

Πιδώ· δῆμος ἐν τῇ θάκῃ

`π.2254`

πιέειν· πιεῖν

`π.2255`

πιέζειν· κατέχειν. θλίβειν, σφίγγειν. μαλάσσειν. βαρεῖν

`π.2256`

πιερά· λιπαρά. εὐδαίμονα, πλούσια. καὶ πιείρῃ

`π.2257`

Πιερία· ὄρος.

`π.2258`

Πιερίδες· αἱ Μοῦσαι ἐν Μακεδονίᾳ

`π.2259`

Πιέρι..· ἡ ἀκρώρεια τοῦ ἐν Μακεδονίᾳ ὄρους

`π.2260`

πιέσαι· πιάσαι

`π.2261`

πιεσθείς· δαμασθείς

`π.2262`

πιῆναι· ὠφελῆσαι. αὐξῆσαι

`π.2263`

πιθάκναι καὶ πιθάκνια· οἱ μικροὶ πίθοι. καὶ σιπύαι

`π.2264`

πιθανάς· εὐπίστους

`π.2265`

πιθανολογία· διάλεξις ἀληθής

`π.2266`

πιθανόν· ἀληθινόν. πιστόν. εὐπειθές

`π.2268`

πιθήσας· πιστεύσας. πισθείς. πιστωθείς

`π.2271`

πιθοίγια· ἑορτὴ Ἀθήνησι

`π.2273`

πιθών· πείσας

`π.2274`

πικαῖσι· πικραῖς

`π.2276`

πίκειν· ξαίνειν

`π.2277`

πίκεται· κτενίζεται

`π.2278`

πικόν· πικρόν. Χαλδαῖοι

`π.2279`

πικρόν· χαλεπόν. ἀργαλέον

`π.2280`

πικρῶς· κατακόρως. ἀκρατῶς

`π.2281`

πίλημα· ζώνη. μίτρα

`π.2282`

πιλιπαγμός· ποιά τις φωνή

`π.2283`

πίλνα· προσήγγιζε

`π.2284`

πίλναι· προσεγγίσαι

`π.2285`

πίλναται· προσπελάζει

`π.2286`

πιλνάμενον· ἐμπελαζόμενον, πηγνύμενον

`π.2287`

πίλνασθαι· ἐγγίζειν, πλησιάζειν, προσάγειν

`π.2288`

πίλνατο· προσεπέλαζε, προσήγγιζε. καὶ τὰ ὅμοια

`π.2289`

πιλνόν· φαιόν. Κύπριοι

`π.2290`

πίλοις· πιλωτοῖς

`π.2291`

πιλός· κοχλιός

`π.2292`

πῖλος χαλκοῦς· εἶδος περικεφαλαίας

`π.2293`

πιμελή· στέαρ, πιότης, λίπος

`π.2294`

πιμελής· εὐτραφής. λιπαρός

`π.2297`

πίμπλαμαι· πληροῦμαι

`π.2298`

πίμπλαντο· ἐπληροῦντο

`π.2299`

πίμπλαται· πληροῦται

`π.2300`

πιμπρᾶν· ἐμπυρίζειν φυσᾶν. καίειν

`π.2301`

πίμπρασθαι· ......

`π.2302`

πίμπραται· .......

`π.2303`

πεμφθοί· ὀφθαλμῶν τὰ μελανά. Ἠλεῖοι

`π.2304`

πῖνα· εἶδος ἰχθύος. καὶ ὀστρεῶδες κογχύλιον

`π.2305`

πίνακας· τὰς σανίδας. καὶ τὰ θραύσματα τῶν ὀρνεῶν. ἄλλοι δὲ τὰς δέλτους. καὶ οἱ ἐπὶ τῶν σκυτοτομικῶν τραπεζῶν λίθοι. καὶ τὰ ἄκρα τῶν ξύλων

`π.2306`

πίνακες· ἀναγραφαί. εἰκόνες

`π.2307`

πινακίδος· ὄρχησις ποιά

`π.2308`

πινάκιον· τὸ λεύκωμα. τινὲς δὲ σύμβολον δικαστικόν

`π.2309`

πίνακι πτυκτῷ· δέλτῳ

`π.2310`

πινακίρ· πινακίσκος

`π.2311`

πίνακος κουρά· τὰ τμήματα, καὶ ἀποκαθάρματα τῶν ξύλων

`π.2312`

πινακοπώλης· ὀρνιθοπώλης. τίλλοντες γὰρ αὐτὰ καὶ τιθέντες ἐπὶ πίνακος ἐπώλουν, τὰ λεπτὰ ὁρμαθίζοντες

`π.2313`

πίναξ· ζωγραφία. ἱστορία. ἀναγραφή. περιοχή

`π.2314`

πιναρά· ταπεινά, εὐτελῆ, ἐλάχιστα. ῥυπαρά

`π.2315`

πιναρός· ῥυπαρός. εὐτελής, ἐλάχιστος

`π.2316`

πίνος· ῥύπος. καὶ τὰ ὅμοια

`π.2317`

πινόεν· ῥυπαρόν. πιναρόν

`π.2318`

πινοτήρης· πινοφύλαξ λεγόμενος. Πῖνα δὲ εἶδος ὀστρέου

`π.2319`

πινυμένην· συνετήν

`π.2320`

πίνυσις· σύνεσις

`π.2321`

πινυτή· σύνεσις, φρόνησις

`π.2322`

πινυτήν· σωφροσύνην

`π.2323`

πινυτός· σώφρων, συνετός

`π.2324`

πινυτόφρων· σωφρονέστατος. συνετώτατος

`π.2325`

πινυτῶς· οὕτως φρονῶν

`π.2326`

πινῶδες· ῥυπαρόν. ξηρόν

`π.2327`

πινωδία· ἀκαθαρσία

`π.2328`

πιόμενα· ποτιζόμενα

`π.2329`

πίονα· λιπαρά. πλούσια

`π.2330`

πίονα ἔργα· νῦν τὰ γεωργικά, κατʼ ἐξοχήν, τὰ ἡμᾶς πιαίνοντα

`π.2331`

πίος· εὐσεβής

`π.2332`

πίονες· στεατῖται πλακοῦντες

`π.2333`

πίονος· λιπαροῦ. ἀγρίου. εὐτραφοῦς. πλουσίου. μεγάλου

`π.2334`

πιότατον· λιπαρώτατον

`π.2335`

πιπαλίς· ἡ παρά τισι χαλκίς, παρὰ δὲ ἐνίοις σαύρα

`π.2336`

ʼπιπάλλων· κραδαίνων, πάλλων

`π.2338`

πιπίζειν· κατὰ μίμησιν ἡ λέξις πεποίηται τῆς τῶν ὀρνέων φωνῆς. λέγουσι δὲ τὸ ποτίζειν, ἢ πιπίσκειν

`π.2339`

Πίπλειαι· αἱ Μοῦσαι ἐν τῷ Μακεδονικῷ Ὀλύμπῳ, ἀπὸ κρήνης Πιπλείας

`π.2340`

πιπλῶν· πληρῶν

`π.2341`

πίπον· ἄκρον

`π.2342`

πιπράσκει· πωλεῖ

`π.2343`

πίπτωσι· φονεύωνται

`π.2344`

πιπώ· ὄρνεον πολέμιον, ὥς τινες, ἐρῳδιῷ

`π.2348`

πιρίσσας· ἐλέφας

`π.2349`

Πῖσα· πόλις, ὅπου τὰ Ὀλύμπια ἐπιτελεῖται

`π.2350`

πῖσαι· ποτίσαι

`π.2351`

πισάκιον· περιστόμιον

`π.2352`

πισάκνα· πιθάκνη

`π.2353`

πίσεα· κάθυγρος καὶ ποώδης γῆ

`π.2354`

πίσεα ποιήεντα· διύγρους τόπους

`π.2356`

πίσιρα· πίτυρα. Ἀχαιοί

`π.2357`

πισιρῖται· πιτύρινοι ἄρτοι

`π.2358`

ἀγγεῖα

`π.2360`

πισμός· πιστήρ. ποτίστρα. ληνός.

`π.2361`

πισόμενον· γενησόμενον. παθησόμενον

`π.2362`

πίσορ· πίθος. Λάκωνες

`π.2363`

πισσᾶται· οἱ τὴν λευκὴν ἔχοντες λέπραν

`π.2364`

πισσοκωνίας· Διόδοτος πισσοκωνίαν εἶπεν διὰ τὸ τὰ πρόβατα πίσσῃ χρίεσθαι

`π.2365`

πισσοκωνήτῳ πυρί· πίσσῃ χρίουσιν, ἵνα τάχιον κατακαίηται. Κωνῆσαι δέ ἐστι τὸ περιενεγκεῖν

`π.2366`

πιστά· βέβαια

`π.2367`

Πίστα· Πίστειρα πόλις. οὕτως εἶπεν

`π.2368`

πιστὴν γνώμην· βεβαίαν

`π.2370`

πίστις· ἀπόδειξις

`π.2371`

πιστήριον· ποτιστήριον. πῖσαι γὰρ τὸ ποτίσαι. καὶ πῖστραι αἱ ποτίστραι

`π.2372`

πιστός· εὐπειθής

`π.2373`

πιστούμεος· πιστά τε ποιῶν, βεβαιούμενος τὸ λεχθέν

`π.2374`

πισύγγιον· σκυτεῖον

`π.2375`

πισύγγων· σκυτέων

`π.2376`

πίσυνοι· πεποιθότες, πεπιστευκότες

`π.2377`

πίσυνος· πεποιθώς, πιστεύων, θαῤῥῶν

`π.2378`

πίσυρας· τέσσαρας

`π.2379`

πισύρων· τὸ αὐτό

`π.2381`

πιστώσαντο· πίστεις ἀλλήλοις ἔδοσαν

`π.2382`

Πιτανάτης στρατός· ὁ τῶν Ἑλλήνων, ἤτοι ἀπὸ μέρους, ἢ διὰ τὸν Μενέλαον, ὃς ἦν Πιτανάτης, οὗ χάριν ἐστράτευσαν. ἔστι δὲ ἡ Πιτάνη φυλή

`π.2383`

Πιτανάτης· ὁ Πιτανάτης λόχος αὐτοσχεδιάζεται, οὐκ ὢν ταῖς ἀληθείαις. Πιτανάτῃ δὲ ἀγῶνι γυμνικῷ ἐν Πιτάνῃ ἀγομένῳ

`π.2384`

ʼπιτίμια· τὰς ἀξίας τιμωρίας ἐπιτίμιά φασιν

`π.2385`

πιτνάς· ἐκτείνων.

`π.2386`

πίτνει· πίπτει.

`π.2387`

πίττῃ· πίσσῃ

`π.2388`

πιτυδάνη· ἀσκὸς μικρός

`π.2389`

Πιτύεια· πόλις Θρᾴκης

`π.2390`

πιτύλοιν· ταῖς καταφοραῖς τῶν τειχέων

`π.2390a`

πιτύλοιν·

`π.2391`

πιτύλοις· ταῖς καταφοραῖς τῶν ὑδάτων καὶ τοῖς ψόφοις τῶν ὑδάτων

`π.2392`

πίτυλος· ὀρνιθάριόν τι ἄγριον. ἢ συστροφὴ τῆς χειρός, ὅταν πικρῶς ἐπιφέρηται

`π.2393`

πιτύλους· οἱ ἀλεῖπται τὰς ἐν περιόδῳ καταβολὰς τῶν πληγῶν· οἱ δὲ ναυτικοὶ τὸ πρὸς κέλευσμα ἐλάσαι

`π.2395`

πίτυρα· τὰ τῶν σίτων ἢ κριθῶν φλοιά

`π.2396`

πίτυς· δένδρον, ἐμφερὲς πεύκῃ

`π.2397`

πιφαλλίς· πίφιγξ

`π.2398`

πιφαύσκεο· φαῖνε λέγων

`π.2399`

πιφαύσκεται· φανεροῦται, διασαφεῖ, φανεροποιεῖ

`π.2400`

πιφαυσκόμενος· σημαίνων, λέγων

`π.2401`

πιφαύσκω· παραδείκνυμι, ἀναφαίνω, εἰς φῶς ἄγω, σημαίνω

`π.2402`

πιφαύσκων· ἐμφανίζων, παραδεικνύων, σημαίνων, λέγων. καὶ τὰ ὅμοια

`π.2403`

πίφιγξ· κορυδαλός

`π.2404`

πιφαύσκων. λέγων, ἐμφανίζων

`π.2405`

ʼπίχειρον· ἀνταπόδοσις

`π.2407`

πίων· λιπαρῶν

`π.2408`

πλαγάν· πληγήν

`π.2410`

πλαγγόνιον· μύρον τι παρὰ Ἀθηναίοις

`π.2411`

πλαγγών· κηρινόν τι κοροκόσμιον, σφαῖρα, καλαθίς. καὶ πλαγγόνες κεκρύφαλοι

`π.2412`

πλαγιάσαι· παραλογίσασθαι. πλανῆσαι

`π.2413`

πλάγιοι· δόλιοι

`π.2414`

πλαγίως· δολίως. μὴ φανερῶς. ἀσυμφανῶς. αἰνιγματωδῶς

`π.2415`

πλαγκτά· καμπτά.

`π.2416`

Πλαγκταί· οὕτω πέτραι τινὲς καλοῦνται, ἀπὸ τοῦ πλάζεσθαι αὐτάς· ἃς ἔνιοι Συμπληγάδας καλοῦσιν

`π.2417`

πλαγκτέ· παράφρων, καὶ πεπληγμένε τὴν διάνοιαν

`π.2418`

πλαγκτόν· ἀνόητον, τὰς φρένας βεβλαμμένον, πλανώμενον

`π.2419`

πλαγχθέντες· πληγέντες. πλανηθέντες

`π.2420`

πλάγχθη· ἐστράφη. καὶ τὰ ὅμοια

`π.2421`

πλαδαρόν· νοτερόν, ὕπομβρον. χαῦνον, ἀσθενές. ὑγρόν

`π.2422`

πλαδαρώτερος· ἐκλυτώτερος. καὶ τὰ ὅμοια

`π.2423`

πλαδδιῇ· ματαΐζει. σοβαρεύεται

`π.2424`

πλαδῶσαν· ὑγράν

`π.2425`

πλαδῶσιν· ὑγροῖς. λιπανθεῖσιν. ἢ αἱ σάρκες αἱ μὴ ἐστερεωμέναι

`π.2426`

πλάζεσθαι· πλανᾶσθαι, ἀποσφάλλεσθαι

`π.2427`

πλαζόμενος· ἐγγίσας. ἢ πλανώμενος

`π.2428`

πλάζουσι· πλανῶσι. διαμαρτάνουσι τῶν ἐπιθυμιῶν. σφάλλουσι

`π.2429`

πλάζον· πλανῶν

`π.2430`

πλάθανον· κύκλον, ἐφʼ οὗ πλάσσουσιν ἄρτους καὶ πλακοῦντας

`π.2431`

πλαθείς· προσπελασθείς. δοθείς

`π.2432`

πλαθεῖσα· τὰ αὐτά

`π.2433`

πλάθεται· παραγίνεται, προσπελάζει

`π.2434`

πλάθους· πλήθους

`π.2435`

πλαῖσι· κλῆσι

`π.2436`

πλαίσια· πλινθία

`π.2437`

πλαίσιον· ἡ ἐν τετραγώνῳ τῶν στρατιωτῶν τάξις· καὶ πίναξ. καὶ πλινθίον. καὶ διὰ ξύλων τετράγωνα πήγματα

`π.2438`

πλαίτερ· πέτραι. οἱ δὲ πάτερ

`π.2439`

πλάκα ἡλιακήν· τὴν ἀνατολικὴν γῆν, ἢ τὴν ἡλιακήν. Πλάκα καὶ τὴν ὅλην χώραν, καὶ τὴν κοινήν, ἢ τὴν γῆν

`π.2440`

πλάκας· δέλτους

`π.2442`

Πλακία· χώρα παρὰ τὴν Θρᾴκην, εἰς ἣν ἀποικίαν ἔπεμψαν Ἀθηναῖοι

`π.2444`

πλακίς· κλινίδιον κατεσκευασμένον ἐξ ἀνθῶν, ἐν τῇ ἑορτῇ τῶν Παναθηναίων

`π.2445`

Πλάκος· ὄρος τῆς Κιλικίας. τινὲς δὲ Πλακούσιον λέγουσιν

`π.2446`

πλακοῦς· ἐκτὸς τοῦ πέμματος καὶ ὁ σπερματικὸς τύπος τῆς ἡμέρας μαλάχης

`π.2447`

πλακτήρ· τὸ τοῦ ἀλεκτρυόνος πλῆκτρον

`π.2448`

πλᾶκτρον· πλάνημα. πλῆθος. ἢ τὸ πλῆκτρον

`π.2450`

πλανίς· τὸ τῆς νύμφης χρυσοῦν διάδημα

`π.2451`

πλάνα· τριακάς

`π.2452`

πλάνη· ἀπάτη

`π.2453`

πλανῆται· ἀστέρες. τρέχουσιν ἐπισήμοις. ἤτοι μετανάσται

`π.2454`

πλάνος· πλανήτης, ἀπατεών

`π.2456`

πλανύττων· πλανῶν

`π.2457`

πλάξ· ἐπὶ τῆς γῆς, καὶ ὄρος. καὶ τὰ μεμαζωμένα. καὶ τὸ διπλοῦν. καὶ ἡ πλατεῖα πέτρα. ἢ πλάκας τῆς κοιλίας. καὶ ἡ γαστήρ

`π.2458`

πλαριᾶν· μίγνυσθαι

`π.2459`

πλάσμα· σχηματισμός. ψεῦσμα. ἢ κτίσμα

`π.2460`

πλασταρεύοντες· πλάσσοντες

`π.2461`

πλαστηρία· σπλάγχνια

`π.2462`

πλάστιγγι· ἰσχία

`π.2463`

πλάστιγξ· μάστιξ. ἢ τοῦ ζυγοῦ τὸ ἀντίῤῥοπον. καὶ τὸ νῦν λεγόμενον λίτρα. καὶ τὸ πρὸς τοὺς κοττάβους πινάκιον. καὶ μέρος τι τοῦ αὐλοῦ. καὶ σύριγγος τὸ ζύγωμα

`π.2464`

πλαστουργήσαντα· πλάσαντα, ποιήσαντα

`π.2465`

πλάστρα· ἐνώτια. καὶ θεῶν τύποι

`π.2466`

πλατά· προσπελαστά

`π.2467`

πλαταγώνιον· τὸ τῆς μήκωνος καὶ ἀνεμώνης φύλλον

`π.2468`

πλαταγωνίσας· ἀποληκυθίσας, καὶ ψοφήσας

`π.2469`

πλαταγεῖν· κροτεῖν

`π.2470`

πλάται· τῶν σπαθῶν τὰ πλατέα

`π.2471`

πλαταΐσαι· τὸ ὠμοθετῆσαι

`π.2472`

πλαταμών· τόπος πλατὺς καὶ μέγας ὑποθαλάττιος. οἱ δὲ λεωπετρία. οἱ δὲ ὀλισθηρὰ πέτρα

`π.2473`

πλάταν· πλοῖον

`π.2474`

πλατάνιστον· πλάτανον

`π.2475`

πλάτανος· δένδρον, πρὸς ὃ οἱ γυναικονόμοι τὰς ζημίας ἐν λευκώματι ἐξετίθεσαν

`π.2476`

πλατέα· τὰ ἐν πλάτει νεμόμενα, μεγάλα

`π.2477`

πλατεάζειν· ἀλαζονεύεσθαι. φενακίζειν

`π.2478`

πλατεῖα· κόσμος τις

`π.2480`

πλατεῖαι· καρποὶ τῶν χειρῶν

`π.2481`

πλατείαις· ῥύμαις, ἀγοραῖς

`π.2482`

τὸ πλατείᾳ τῇ χειρὶ πατάξαι

`π.2484`

πλάτιγξ· τῆς κώπης τὸ ἄκρον, ᾧ πλήσσεται τὸ ὕδωρ

`π.2483`

πλάτη· ἡ ὠμοπλάτη. καὶ ἡ θαλασσία

`π.2485`

πλᾶτιν· γυναῖκα. ἢ τὴν ἄθροισιν

`π.2486`

πλατίς· ἡ γυνή. ἡ ἄπιστος, κλώψ. σύνοδος, ἄθροισμα

`π.2487`

πλατίστακος· γυναικεῖον αἰδοῖον. καὶ ἰχθῦς ποιός

`π.2488`

πλατορόα· θυσία. Λίνδιοι

`π.2489`

πλατυγίζειν· καταλαζονεύεσθαι. ἀπὸ τῶν πλατῶν τῶν ἐν ταῖς κώπαις καὶ τῆς θαλάσσης

`π.2490`

πλατύνειν· μηρύειν

`π.2491`

πλατύ· μέγα. εὐρύ. ἁλμυρόν

`π.2492`

πλατὺν Ἑλλήσποντον· τὸ κατὰ τὴν Τροίαν μέρος τοῦ Ἑλλησπόντου· ἀπὸ τοῦ ὅλου τὸ μέρος τοπικῶς λέγων

`π.2494`

πλατὺ ὕδωρ· τὸ ἁλμυρόν

`π.2495`

πλάτων· χαλκωμάτιόν τι, ᾧ τὸν ὀρὸν ἀντλοῦσιν, ὅτε γάλα συμπήσσωσιν

`π.2497`

πλέα· πλείη

`π.2498`

πλατύρ· δοῦλος. ἢ δῆμος

`π.2499`

πλάτυς· ἡ τῶν λοχώντων ἄθροισις

`π.2500`

πλέαι· πλεῖαι, πλήρεις

`π.2501`

πλεγματεύεσθαι· ἐμπλέκεσθαι

`π.2502`

πλέθρα· μέτρα γῆς. ἢ διύγρους καὶ βοτανώδεις τόπους

`π.2503`

πλεῖαι· πλήρεις

`π.2504`

πλείην· τὴν ἔγκυον

`π.2505`

πλεῖν· πλέειν

`π.2506`

πλέθρισμα· δρόμημα

`π.2507`

πλεῖν· πλέον. Ἀττικοὶ ἑκατέρως λέγουσιν

`π.2508`

πλεῖον· πλῆρες

`π.2509`

πλείονες· οἱ τετελευτηκότες

`π.2510`

πλειόνει· σπείρει

`π.2511`

πλειοτέρῃ σὺν χειρί· πλείονι καὶ πλουσιωτέρᾳ. ἢ σὺν πλείοσι χρήμασι

`π.2512`

πλείου· πλήρους·

  
ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ  
  
πλείου ἀφυσσάμενοι  
καί·

  
ἀνδρῶν δυσμενέων πλεῖος δόμος  

`π.2513`

πλεῖς τὴν θάλασσαν· ......

`π.2514`

πλειστηριαζόμενος· ὑπερβαλλόμενος. καὶ πλειστηριάζειν τὸ ὑπερτιμᾶσθαι ὤνιον

`π.2515`

πλειστηριάσαντες· πλείονος πωλήσαντες οὗ ὠνήσαντο

`π.2516`

πλειστηριασμός· ὑπερθεματισμός

`π.2517`

πλειστοβολίνδα· παίζειν ἀστραγάλοις

`π.2518`

Πλεῖστος· ποταμὸς ἐν Δελφοῖς

`π.2519`

πλειών· ὁ ἐνιαυτός. ἀπὸ τοῦ πάντας τοὺς καρποὺς τῆς γῆς συμπληροῦσθαι

`π.2520`

πλέθρον· ποδ ρ..... πῆχυς ξῶ καὶ πόδα ἕνα

`π.2521`

πλέκει· μηχανᾶται

`π.2522`

πλέκεται· μαστιγοῦται. συκοφαντεῖται

`π.2523`

πλέκος· πλέγμα

`π.2524`

πλεκτή· σειρά, ἡ ἐξ ἱμάντων

`π.2525`

πλένναι· μύξαι

`π.2526`

πλέμνιον· ἀρχαῖον. πλῆρες

`π.2527`

πλεονασμός· ἐπίδοσις

`π.2528`

πλεονέκτα· βίαιε

`π.2529`

πλεονεξία· τὸ πλέον τοῦ δέοντος ἔκ τινος λαμβάνειν

`π.2530`

πλευμονία· νόσος ἡ ἐρωτική

`π.2531`

πλευρῖτις· νόσος ὀλεθρία

`π.2532`

Πλευρών· πόλις τῆς Αἰτωλίας

`π.2533`

πλεφίδερ· ἡ πεφρυγμένη σησαμίς

`π.2534`

πλεφίς· σησαμίς

`π.2535`

πλέω· πλήρης. καὶ πλέω· τὸ κολυμβῶ

`π.2536`

πλέω νὺξ τῶν δύο μοιράων· πλέον μέρος, καὶ νυκτὸς αἱ δύο μοῖραι. ὁ τρόπος ἀναστροφῆς

`π.2537`

πλέως· πλήρης

`π.2538`

πλήγανον· βακτηρία

`π.2539`

πληγάς· δρέπανον

`π.2540`

πληγεῖον· παλαιόν

`π.2541`

πληγενεῖς· οἱ μὴ ἐκ τοῦ αὐτοῦ ὄντες πατρὸς ἢ μητρὸς ἀδελφοί

`π.2542`

πλήγη· ἐξεπλάγη

`π.2543`

πλήθει· πελάζει. ἢ κρείττονι ἀριθμῷ

`π.2544`

πλήθει πρόσθε βαλόντες· τῷ πλήθει τῶν θεωμένων συνεργηθέντες, ὅ ἐστιν βοηθηθέντες. ἢ τῷ πλήθει τῶν θεατῶν κωλυθείς, ἢ τῷ πλήθει τῶν ἁρμάτων ἐμποδισθείς, ἢ τῷ πλήθει τῶν ἡνιόχων. δίδυμοι γὰρ ἦσαν οἱ ἡνιοχοῦντες

`π.2545`

πλῆθος· ἀθροισμός, ὄχλος

`π.2546`

πλήθουσα· πλεονάζουσα, πλήρης

`π.2547`

πλήθουσαν· πλήρη

`π.2548`

πλῆθρον· κλῆθρον. ἢ εἶδος μέτρου

`π.2549`

πληθύς· ὄχλος, δῆμος

`π.2550`

πληϊάδες· πλειάδες. ἔστι δὲ ἑπτὰ ἄστρα, πλησίον τοῦ ταύρου, ὀνομασθέντα ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης

`π.2551`

πλήκτης· μάχιμος, ὑβριστής

`π.2552`

πληκτίζεσθαι· μάχεσθαι, ὑβρίζειν

`π.2553`

πληγεῖτε· ἀπεγνωσμένοι. ἀνίατοι, ἀδιόρθωτοι, συντριβῇ καὶ ἀφανισμῷ

`π.2554`

πληκτικώτερον· ὑβριστικώτερον

`π.2555`

πλῆκτρα· τῶν ἀλεκτρυόνων αἱ ἐν τοῖς ποσὶ κερατώδεις ἐξοχαί

`π.2556`

πλῆκτρον· τὸ τῆς κιθάρας, ἐν ᾧ κινεῖ τὰς χορδάς ..... ἢ τὸ προσπελάζον ἢ τὸ πλῆσσον. καὶ τὸ μέρος, καθὸ ἡ κεφαλὴ τοῦ μηροῦ τῇ κοτύλῃ προσπελάζει· καὶ διὰ τὸ πεπλῆχθαι τὸν μηρόν

`π.2557`

πλῆμα· πλήρωμα

`π.2558`

πλημαθῆναι· πλησθῆναι

`π.2559`

πλημαινόν· παλαιόν

`π.2560`

πλημμελεῖ· ἐκμελεῖ. οὐ συνῳδὰ λέγει, ἁμαρτάνει

`π.2561`

πλημμελής· ἀμελὴς ἢ πολεῖον πλάσσον καὶ τὰ ὅμοια

`π.2562`

πλημμύρα· ῥεῦσις ὕδατος, πλῆθος

`π.2563`

πλήμνη· ἡ χοινικὶς τοῦ τροχοῦ ἢ τῆς σύριγγος. ἀπὸ τοῦ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος. καὶ ὕδωρ τὸ ἐπὶ γλεῦκος ἐπιχεόμενον

`π.2564`

πλῆμνος· ἀφρός

`π.2565`

πλῆμναι δέ· αἱ περιέχουσαι τὸν ἄξονα χοινικίδες

`π.2566`

πλήμνῳ· παλαιῷ

`π.2567`

πλημμύρει· πέπληθεν

`π.2568`

πλημμυρίς· τὸ ὅρμημα τῆς θαλάσσης, ἡ ἐπίῤῥυσις. οἱ δὲ πλήμνη· «πλημμυρὶς ἐκ πόντοιο»

`π.2569`

πλημμῦρον· μεστόν, πεπληρωμένον

`π.2570`

πλημοχόη· τῇ ὑστεραίᾳ τῶν μυστηρίων κοτυλίσκους πληροῦσιν, οὓς καλοῦσι πλημοχόας

`π.2571`

πλήν· ἐκτός, ὅμως

`π.2572`

πληνοδίᾳ· παρανόμῳ. τετιμημένῃ. τῇ πεπλανημένῃ τῆς ὀρθῆς ὁδοῦ, τουτέστιν ἀδίκῳ

`π.2573`

πλῆντο· προσεπέλασαν. καὶ ἐπλήσθησαν

`π.2574`

 <span class="gap">…</span> πληνώδους· ἀσθενοῦς

`π.2575`

πλῆξαι· πατάξαι ἐκ χειρός

`π.2576`

πλήξαντα καὶ πληγέντα· εἰκόνα ξυλίνην ὁ Δαίδαλος χαριστήριον τῆς Ἰκάρου ταφῆς .....

`π.2577`

πλῆξάρα· περιγνάθιον

`π.2578`

πλήξας· τύψας. θαυμάσας

`π.2579`

πλήξιππος· ἱππότης, ἱππικός

`π.2580`

πληξίππῳ· τῷ πλήσσοντι τοὺς ἵππους· διʼ οὗ τὸν ἱππότην δηλοῖ

`π.2581`

πλήρωμα· πλῆθος, ἀναπλήρωμα

`π.2582`

πλήρωμα· ναῦς τραγική

`π.2583`

πληρωτής· ἐράνου συναγωγός

`π.2584`

πληροφορία· βεβαιότης

`π.2585`

πληρώσας· πλήσας

`π.2586`

πλησιαίτερον·

`π.2587`

πλησίον· ἐγγύς

`π.2588`

πλησιφαής· ἡ πληροσέληνος ἡμέρα

`π.2589`

πλησμοναῖς· ὑπερβολαῖς. ἢ πεπληρωμέναις

`π.2590`

πλησίστιον· τὸν ἄνεμον, πληροῦντα τὸ ἱστίον

`π.2591`

πλῆσον· πλήρωσον

`π.2592`

πλήσσων· ῥηγνύων, σχίζων. τύπτων, ἀδικῶν, βλάπτων

`π.2594`

πλητήσαντα· δηλοῦντα

`π.2595`

πλήτης· πλησιαστής

`π.2596`

πλητίνες· δέλτοι

`π.2597`

πλῆτο· ἐπλήσθη. ἤγγισεν

`π.2598`

πλήτομον· παλαιόν. Ἀκαρνᾶνες

`π.2600`

πλίγμα· βῆμα. ἀπὸ τῶν κυλιομένων καὶ παλαιόντων, ὅταν περιβάντες τοῖς σκέλεσι κατατρέχωσιν

`π.2601`

πλινθεύεται· ἐξαπατᾶται. ἐπὶ ἀναισθήτων

`π.2602`

πλινθίδες· δοκίδες

`π.2603`

πλίνθος· μέρος τι τῆς κεφαλῆς τοῦ κίονος. ἢ πηλὸς ὀπτηθείς

`π.2605`

πλίξαντα· διαναβάντα, καὶ ἀναστάντα, καὶ διαβάντα

`π.2606`

πλίσσοντο· διέβαινον

`π.2607`

πλειστάκις· πλεονάκις, πολλάκις

`π.2608`

Πλοάδες τῶν ἐν Ὀρχομενῷ· νῆσοί τινες οὕτω καλοῦνται

`π.2609`

πλοιάρια· πλοῖα μικρά. ἢ ὑποδήματα ποιά

`π.2610`

πλόϊμα· τὰ πλῷ πεμπόμενα

`π.2611`

πλόκαμα· τὰ περιόστεα νεῦρα

`π.2612`

πλόκαμοι· κόνδυλοι τριχῶν πεπλεγμένοι

`π.2613`

πλοκαμώδεα· τὸν οὖλον βόστρυχον

`π.2614`

πλόκος· πλόκαμος

`π.2615`

πλόκιον· εἶδος περιδεραίου

`π.2616`

πλοκίων· πεπλεγμένων

`π.2617`

πλόμενον· φανέν. γεννώμενον. δολίων

`π.2618`

πλουᾶται· πλουθήσεται

`π.2620`

πλοῦς· πλοῦς τῆς νεὼς τὸ περίγραφον, μέχρι οὗ τὸν φόρτον λαβεῖν ὀφείλει. ἀλλὰ καὶ τὴν πεζὴν ὁδὸν πλοῦν ἔλεγον

`π.2621`

πλουσιόδωρος· πλουσίως χαριζόμενος

`π.2622`

πλούσιον· θαλασσιοειδές. οἱ δὲ τὸ ὕδωρ

`π.2623`

Πλουτεύς· Ἅιδης

`π.2624`

πλούσιος· χρημάτων καὶ περιουσίας κύριος

`π.2625`

πλοῦτος· ἡ ἐκ τῶν σπερμάτων ἐπικαρπία, καὶ ἡ πανσπερμία

`π.2626`

Πλούτων· ὁ καταχθόνιος δαίμων

`π.2627`

πλοχμοί· πλόκαμοι, ἐμπλοκαί

`π.2628`

πλύνει· καθαίρει

`π.2629`

πλύνεται· βλασφημεῖται, λοιδορεῖται

`π.2630`

πλυνοί· πύελοι, ἐν αἷς τὰς ἐσθῆτας ἔπλυνον· ἢ βόθρον, ὅπου πλύνουσι

`π.2631`

πλυνὸν καταπλυντήριζε καὶ πλυνθήσομαι· Ἀττικοὶ ἐπὶ τῶν λοιδοριῶν λέγουσι

`π.2632`

πλυντήρια· ἑορτὴ Ἀθήνησιν, ἣν ἐπὶ τῇ Ἀγλαύρου τῆς Κέκροπος θυγατρὸς τιμῇ ἄγουσιν

`π.2633`

πλυσμός· πλυτήρ

`π.2634`

πλῶον· ἔπλεον

`π.2635`

πλώει·

`π.2636`

πλῶεν· ἔπλεον

`π.2637`

πλώσσειν· φθείρεσθαι

`π.2638`

πλῶτες· ἰχθύες τινές

`π.2639`

πλωτή· κινουμένη, καὶ ἐπιπλέουσα. Ὅμηρος δὲ ἐπὶ τῆς Αἰόλου νήσου τίθησιν

`π.2640`

πλωτῆρες· ναῦται

`π.2641`

πλωτόν· πλεόμενον

`π.2642`

πνεῖ· πνέει. πνείηται, πνείει

`π.2643`

πνεῦμα οὔριον· οὔριος ἄνεμος. λέγονται πνεύμονες καὶ θαλάττια εἴδη ζῶντα ἀναίσθητα

`π.2644`

πνεύμων· ὁ πνεύματος αἴτιος .......

`π.2645`

πνεύσας· ὀργισθείς. ἀπὸ μεταφορᾶς τῶν ἀνέμων

`π.2646`

πνιγεύς· ὁ φιμὸς τῶν κτηνῶν. καὶ τοῦ ὑδραυλικοῦ ὀργάνου μέρος ἢ κλίβανος

`π.2647`

πνῖγος· θάλπος. καῦμα

`π.2648`

πνίξαντες· ὀπτήσαντες. ἔστι δὲ εἶδος ὀπτήσεως πνικτόν

`π.2649`

πνοή· ἀνάψυξις

`π.2650`

πνοήπουν· ταχύ

`π.2651`

πνόος· φθόγγος. πνοή

`π.2652`

Πνύξ· τόπος Ἀθήνησιν, ἐν ᾧ αἱ ἐκκλησίαι ἤγοντο πάλαι μὲν πᾶσαι, νυνὶ δὲ ἅπαξ, ὅταν στρατηγὸν χειροτονῶσιν

`π.2653`

πνύτο· ἔπνευσεν. ἐνόησεν. καὶ πόα καὶ ἡ τῆς γῆς αὐτομάτως βλαστάνουσα φυτεία. καὶ ὁ σῖτος. καὶ κοινῶς τὸ ἀπὸ ῥίζης φυλλοβολοῦν φυτόν

`π.2654`

πνυτός· ἔμφρων, σώφρων

`π.2655`

πόα· βοτάνη ἑκάστη

`π.2656`

ποαλίς· εἶδος πικρίδος

`π.2657`

ποάστριαι· οὐ μόνον αἱ τὴν πόαν ἐκ τοῦ σίτου, ἀλλὰ καὶ τὴν καλάμην ἐκτίλλουσαι, καὶ καθόλου αἱ τὰ κατʼ ἀγροὺς μισθοῦ ἐργαζόμεναι

`π.2658`

ποδάγρα· τὸ τῶν ποδῶν πάθος, καὶ πάγη

`π.2660`

ποδάνεμοι· ταχεῖς

`π.2661`

ποδαπόν· ποταπόν, ὁποῖον

`π.2662`

ποδάργης· λευκόπους. ταχύς

`π.2663`

ποδάρκεϊ μόσχῳ· .....

`π.2664`

ποδάρκης· ὠκὺς τοῖς ποσίν, ἢ ἀρκεῖν δυνάμενος

`π.2665`

πόδας ὠκύς· τοῖς ποσὶ ταχύς

`π.2666`

ποδαύρου· ἐῤῥωμένου τοὺς πόδας

`π.2667`

ποδεῖα· ἐνειλήμματα ποδῶν, ἤγουν φασκίας

`π.2668`

πόδες Ἴδης· τὰ ἔσχατα καὶ κατώτατα μέρη. οἱ δὲ δένδρα

`π.2669`

ποδηγῶν· ὁδηγῶν, παιδαγωγῶν

`π.2670`

ποδηνεκέα· τελείαν. βαθεῖαν, ὥστε ἀπὸ τῶν ποδῶν μέχρι τοῦ αὐχένος διϊκνεῖσθαι. τινὲς δὲ τὴν ναῦν

`π.2671`

ποδηνεκές· μέχρι τῶν ποδῶν

`π.2672`

ποδήνεμος· ὑπόπτερος. ἢ τοῖς ποσὶ ταχεῖα

`π.2673`

ποδήρης στολή· τὸ εἰς κάτω τοῦ ἱματίου κεκλωσμένον ......

`π.2674`

ποδήρης· ἡ ναῦς, ἡ τοῖς ποσὶν ἐρεσσομένη, ταῖς κώπαις. ἤτοι πολύπους. ἢ μέχρι τῶν ποδῶν ἱμάτια

`π.2675`

ποδιάζειν· τὸ ἐπὶ τὸ αὐτὸ ἀναστρέφειν καὶ ὑποστρέφειν

`π.2676`

πόδικε· πρόσριψον

`π.2677`

ποδίκρα· ὄρχησις πρὸς πόδα γινομένη. Λάκωνες

`π.2679`

ποδοκάκη· ὁ ἐν τῷ ξύλῳ δεσμός, ἐν ᾧ οἱ κακοῦργοι δεσμεύονται, οἷον ποδοκατοχή· Πλάτων. καὶ ἤτοι ποδοκάκκη, παρεμβεβλημένου τοῦ ἑτέρου κι ἢ κατὰ συγκοπὴν ποδοκατοχή

`π.2682`

ποδὸς ῥυτίς· τὸ τῶν ποδῶν ἕλκεσθαι

`π.2683`

ποδοστράβαι· παγίδες, στραγγαλιαί

`π.2684`

ποδοστράβη· τὸ γινόμενον πρὸς τὰ στρέμματα τῶν ποδῶν. ἄλλοι τὴν τοῖς ἐλάφοις ἱσταμένην πάγην

`π.2685`

ποδοτρόχαλος· ὁ τῷ ποδὶ τὸν κεραμικὸν τροχὸν κινῶν

`π.2686`

ποδώκης· ὠκύς, ταχὺς τοῖς ποσί

`π.2687`

ποδώνυχος· ἐσθὴς ἱερὰ τῆς Πανδρόσου

`π.2688`

ποεῖν· ποιεῖν

`π.2689`

ποηφαγία· βοτανοφαγία

`π.2690`

ποθεινή· ἀγαπητή

`π.2691`

ποθέεσκεν· ἐπόθει. ἐπεζήτει

`π.2692`

ποθέν· ἀπό τινος μέρους. ἢ μεθʼ ὑποκρίσεως ἀντὶ τοῦ οὔτοι

`π.2693`

ποθέοντες· ποθοῦντες. ζητοῦντες

`π.2694`

ποθεῖ· ζητεῖ. ἐπιποθεῖ

`π.2695`

πόθημα· ἀγάπη. καὶ ζήτησις

`π.2696`

ποθήνυτο· προσήσθη

`π.2697`

πόθι· ποῦ, ὅπου

`π.2698`

ποθί· πού. πόθος

`π.2699`

ποθολκίς· ἡ ἡνία τῶν ὑποζυγίων

`π.2700`

πόθος· ἔρως. ζήτησις. ἐπιπόθησις. καὶ φυτόν τι

`π.2701`

ποῖ· εἰς τίνα τόπον. τὸ δὲ ποῦ ἐν τίνι τόπῳ

`π.2702`

ποῖ γῆς· εἰς ποῖον γῆς τόπον

`π.2703`

ποία· ἡ βοτανώδης ὕλη. ἄλλοι τοὺς πυροὺς καὶ τὰς κριθάς

`π.2704`

Ποιάντιον· Ποίαντος παῖδα

`π.2705`

ποιεῖσθαι· προσποιεῖσθαι

`π.2706`

ποίη· πόα — πόα δέ ἐστιν ἡ τῆς γῆς αὐτομάτως βλαστάνουσα φυτεία. καὶ ἐρωτηματικῶς ἀντὶ τοῦ ποία

`π.2707`

ποιεύμην· ἐποιούμην.

`π.2708`

ποιήεντα· ποίαν ἔχοντα, σιτοφόρον

`π.2709`

ποιήεντι· εὐβοτάνῳ, ἑλώδει

`π.2710`

ποιήεσσαν· βοτάνας ἔχουσαν

`π.2711`

ποίην· πόαν. βοτάνην

`π.2712`

ποῖ κῆχος· οἷον ποῦ γῆς. εἰς τίνα τόπον

`π.2714`

ποικίλα· πεποικιλμένα, κεκαλλωπισμένα

`π.2715`

ποικιλεύς· ποικιλτής

`π.2716`

ποικιλομήτης· ποικίλα βουλευόμενος, συνετά

`π.2717`

ποικίλον ἱμάτιον· ζωγραφητόν

`π.2718`

ποικιλόστερνος· ποικιλόβουλος

`π.2719`

 <span class="gap">…</span> ποικιλίς· ὄρνις ποιός

`π.2720`

ποικιλτικὴν ἐπιστήμην· πολυμιταρικὴν τέχνην

`π.2721`

ποικίλον· ἀπατηλόν. πυκνόν. συνετόν

`π.2722`

ποικίλως· πολυτρόπως

`π.2723`

ποιμαντική· ἡ τῶν ποιμένων

`π.2724`

ποιμάνωρ· ποιμήν. ἢ βασιλεύς

`π.2725`

Ποιμενίδαι· γένος ἐξ οὗ ὁ τῆς Δήμητρος ἱερεύς

`π.2726`

ποιμένα λαῶν· βασιλεὺς τῶν ὄχλων

`π.2727`

ποιμήν· βασιλεύς. καὶ ὁ τῶν προβάτων

`π.2728`

ποινά· ποιά. Λάκωνες

`π.2729`

ποιναῖς· ἐφικταῖς, Ἐρινύσι, τιμωρίαις

`π.2730`

ποινᾶσθαι· ποινὴν λαμβάνειν, ὅταν ἀντέκτισίν τις λάβῃ. τὸ δὲ αὐτὸ καὶ ῥυσιάζεσθαι

`π.2731`

ποινάτορας· τιμωρούς

`π.2732`

ποινή· ἀντέκτισις ἡ ὑπὲρ φόνου διδομένη. καὶ ἡ δωρεά, καὶ τὰ διδόμενα χρήματα ὑπέρ τινος ἀνῃρημένου τοῖς αὐτοῦ οἰκείοις

`π.2733`

ποινηλατήσας· ἐλάσας

`π.2734`

ποινήν· ἀντέκτισιν, τιμωρίαν τοῦ ἐπιτιμίου

`π.2735`

ποινήματα· τιμωρήματα

`π.2736`

ποιοί· ποταποί, ἢ οἱ ποῖοι

`π.2737`

ποιότης· χρῶμα. ἡδονή. νόστος

`π.2738`

ποίου· τίνος

`π.2739`

ποιπνυός· θεράπων

`π.2740`

ποιπνύει· ὑπουργεῖ, διακονεῖ

`π.2741`

ποιπνύοντα· ἐνεργοῦντα, θεραπεύοντα

`π.2742`

ποιπνύτροισι· σπουδαίοις

`π.2743`

ποιπνύων· ἐνεργῶν, θεραπεύων

`π.2745`

ποίφυγμα· σχῆμα ὀρχηστικόν

`π.2746`

ποιφύξαι· ἐκφοβῆσαι

`π.2747`

ποιφύξεις· ἐκφοβήσεις. καὶ τὸ φυσᾷν καὶ τὸ πνεῖν ποιφύσσειν

`π.2748`

ποιφύσσει· φοβεῖ

`π.2749`

ποιῶδες· βοτανῶδες

`π.2750`

ποκάδες· τρίχες. ἀπὸ τοῦ πέκεσθαι, ὅθεν καὶ πόκος

`π.2751`

πόκος· τὸ ἔριον προβάτου

`π.2752`

πολλὰ χαίρειν φράσας· ἀποταξάμενος

`π.2753`

πολέας· πολλούς· ἀπʼ εὐθείας τῆς πολύς, ὡς ταχύς. ἀπὸ δὲ τῆς πολλός πίπτει πολλούς. ἀπὸ τῆς πολλόν πολλάκις

`π.2754`

πολεῖν· νέμειν. βόσκειν

`π.2755`

πόλει ἄκρηι· ἀκροπόλει

`π.2756`

πολεῖς· πολλούς

`π.2757`

πόλεις παίζειν· παροιμιῶδες. καὶ δοκεῖ μετενηνέχθαι ἀπὸ τῶν ταῖς ψήφοις παιζόντων ταῖς λεγομέναις νῦν μὲν χώραις, τότε δὲ πόλεσι

`π.2758`

πολέμαρχος· ἄρχων πολέμων

`π.2759`

πολεμίζων· πολεμῶν, μαχόμενος

`π.2760`

πολεμίων· πολεμικῶν

`π.2761`

πολεμικόν· μέλος τι τῶν πολεμικῶν τεταραγμένον

`π.2762`

πολέμιος· ἐχθρός

`π.2763`

πολεμιστήρια· ....... ἐν τοῖς ἀγῶσι. λέγεταί τις ἵππος πολεμιστής

`π.2764`

πολέμοιο γεφύρας· τὰς συμβολὰς καὶ συζεύξεις

`π.2765`

πολέμοιο τέρας· σημεῖον πολέμου

`π.2766`

πόλεμος· ὁ πάντα διοικῶν λόγος

`π.2767`

πολέες· πολεῖς

`π.2768`

πολέμου στόμα· τὸ ἀναλωτικὸν καὶ φθαρτικὸν τοῦ πολέμου

`π.2769`

πολεύειν· στρέφειν. οἰκεῖν. περιέχειν. θεραπεύειν. περιάγειν

`π.2770`

πολέος· πολλοῦ

`π.2771`

πολέος πεδίοιο· διὰ τοῦ μεγίστου πεδίου

`π.2772`

πόληος· πόλεως

`π.2773`

πολιά· γῆρας

`π.2774`

πολυβοῦται· πολλὰς ἔχοντες βόας

`π.2776`

πολιῆς· λευκῆς

`π.2777`

πολιῆται· πολῖται, ἀστοί

`π.2778`

πολιήτας· πολίτας, ἀστικούς

`π.2779`

πόλιν· τὴν χώραν

`π.2780`

πόλιν Μύνητος· Λυρνησσόν

`π.2781`

πολιοῖο· λευκοῦ

`π.2782`

πολιόν· λευκόν

`π.2783`

πολιόν τε σίδηρον· τὸν λευκὸν καὶ λαμπρόν. ὅταν γὰρ ὁ σίδηρος κλασθῇ, λευκὸς φαίνεται. ἢ τίμιον ἀκουστέον

`π.2784`

πολιορκία· φυλακή. περικαθήμενοι. συγκλεισμός. πόρθησις πόλεως

`π.2785`

πολιός· γέρων

`π.2786`

πολιοῦχοι· οἱ τὴν πόλιν σώζοντες, καὶ οἱ ἄρχοντες αὐτῆς

`π.2787`

πόλις· τὴν Σικελίαν, ἀντὶ τοῦ νῆσον

`π.2788`

πολίσσαμεν· τὴν πόλιν ἐτειχίσαμεν

`π.2789`

Πολιτεία· ἢ πόλις. ἢ βίος. καὶ ἡ ἀναστροφή. καὶ ἡ πρᾶξις

`π.2790`

πολιτεύεται· πράττει. ἀναστρέφεται

`π.2791`

πολιτεύμασι· ταῖς πολιτείαις. ἢ ταῖς ἄλλαις αἱρέσεσι

`π.2792`

πολίτης· ὁ συμπολιτευόμενός τινι καὶ συνών

`π.2793`

πολιτικός· ἀστεῖος μετὰ τέχνης τινός, ὁ ἐν πόλει ἀναστρεφόμενος

`π.2794`

πολιτογραφεῖ· πολιτικὰ γράφει

`π.2795`

πολίχνια· πολύδρια. πόλις

`π.2796`

πολίων· πολλῶν. καὶ τῶν πόλεων

`π.2797`

πολλά· πολλαχῆ

  
πολλὰ δέ οἱ κραδίη πόρφυρε  

`π.2798`

πολλὰ δέ· πυκνῶς, συνεχῶς δέ

`π.2799`

πολλαπλοῦν· πολλαπλασίονα

`π.2800`

πολλὰ χαίρειν φράσας· ἀποταξάμενος

`π.2801`

πολλαχρόν· καλόν

`π.2802`

πολλέων· πολλῶν

`π.2803`

πολέων· πολυκίνητος

`π.2804`

Πόλλιος οἶνος· λευκός

`π.2805`

πολλὴ φαρέτρα· πολλοὶ τοξόται

`π.2806`

πολλόγειος· ἡ ψιθία σταφυλή

`π.2807`

πολλῷ μᾶλλον· πολλῷ πλέον

`π.2808`

πολλοστόν· πολύν. ἢ τυχόν

`π.2809`

πολλοῦγε καὶ δεῖ· πολλὰ χρή. οὐδαμῶς

`π.2811`

πολλὸν ἄριστος· κατὰ πολὺ κράτιστος

`π.2812`

πόλος· οὐρανός, κόσμος, καὶ ἡ μεταβεβλημένη γῆ εἰς κατασποράν. κύκλος. καὶ τόπος κορυφῆς κυκλοειδής, ἢ ἄξων

`π.2813`

πολοῦνται· περὶ τὸ αὐτὸ ἀναστρέφονται

`π.2814`

πόλτος· τὸ πυανεψίων ἕψημα

`π.2815`

πολύ· ἀντὶ τοῦ μέγα

`π.2816`

πολυάϊκος· πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος τῶν μαχομένων

`π.2817`

πολύαινε· πολλοῦ ἐπαίνου ἄξιε. ἢ πολύμυθε

`π.2818`

πολυάϊξ· πολυκίνητε, πολυόρμητε. ἢ πολλὰς ἔχων αἶγας

`π.2819`

πολυάνδριον· τάφος πολυχώρητος, μνῆμα

`π.2820`

πολυάρητος· πολύευκτος

`π.2821`

πολυαρκῶς· τελείως ἀρκῶν

`π.2822`

πολύαρνι· πολυθρέμμονι. πολλῶν θρεμμάτων δεσπότης

`π.2823`

πολυβέλεμνοι· οἱ ὑπομνηματισάμενοι τὰς πολυστίκτους, ὅτι τὸν Ὀρφέα ἀπέκτειναν πολλοῖς βέλεσιν

`π.2824`

πολυβενθέος· πολὺ βάθος ἔχοντος

`π.2825`

Πολύβοια· θεός τις ὑπʼ ἐνίων μὲν Ἄρτεμις, ὑπὸ δὲ ἄλλων Κόρη

`π.2826`

πολυβότειρα· ἡ γῆ πολλοὺς τρέφουσα καὶ βόσκουσα

`π.2827`

πολύβουλος· συνετή

`π.2828`

πολύδοτος· κοχλιοειδής

`π.2829`

πολυβοῦται· πολλὰς ἀγέλας ἢ βόας ἔχοντες

`π.2830`

πολυβούτης· πλούσιος. ἢ ὁ δημόσιος δοῦλος

`π.2831`

Πολύβῳ τροφεῖ· τῷ ἀναθρέψαντι, Πολύβῳ ὄνομα

`π.2833`

πολυγηθές· πολυχαρές

`π.2834`

πολυγηθέες ὧραι· αἱ πολλῆς χαρᾶς αἴτιαι οὖσαι

`π.2835`

πολυγηθέος· πολλαχῶς χαίροντος

`π.2836`

Πολυγνώτου τοῦ ζωγράφου ὄνος ἐστὶ γεγραμμένος, ἐναντίως ἐπεστραμμένος, κομίζων σκευοφόρον καὶ τὴν μυρσίνην ..... λαγωόν, καὶ ἀνάκειται ἐν τῷ ἀνακείῳ

`π.2837`

πολυδαίδαλον· πολύκοσμον, πολυποίκιλον

`π.2838`

πολύδακρυ· πολύθρηνον

`π.2839`

πολυδάκρυτον· πολλῶν δακρύων αἴτιον

`π.2840`

πολυδάμνων· πολλοὺς δαμαζόντων. ἢ πολυκεντήτων, ποικίλων

`π.2841`

πολυδειράδος· πολλὰς ἐξοχὰς ἔχοντος, οἷον πολλοὺς τραχήλους καὶ λόφους. Δειρὰ δὲ ὁ τῶν ἀλόγων ζώων τράχηλος, ἐπεὶ ἐκεῖθεν ἐκδέρεται

`π.2842`

πολυδέσμου· πολυγόμφου. δεσμοὶ γὰρ τῶν νεῶν εἰσιν οἱ γόμφοι

`π.2843`

πολυδευκέα φωνήν· πολλοῖς ἐοικυῖαν

`π.2844`

πολυδήνεα· πολύβουλον

`π.2845`

πολυδίψιον· ἄνυδρον ἢ πολλὰ βεβλαμμένον· ἶψαι γὰρ τὸ βλάψαι καὶ διαφθεῖραι. ἢ πολυπόθητον

`π.2846`

πολύδωρος· πολλὰ λαβοῦσα δῶρα. πολύφερνος. πολύεδνος

`π.2847`

πολυειδής· ποικίλος

`π.2848`

πολυέλικτον· πολύκυκλον ἁδονάν

`π.2849`

πολύευκτον· τίμιον. πολυπόθητον

`π.2850`

πολυζύγῳ· πολυκαθέδρῳ

`π.2851`

πολυήρατος· πολύευκτος, ἐπὶ πολλαῖς εὐχαῖς γεννηθείς

`π.2852`

πολύηρος· πολυάρουρος. πλούσιος

`π.2853`

πολυηχέα φωνήν· τὴν πολλοῖς ἤχοις καὶ μέλεσι χρωμένην

`π.2854`

πολύθεστος· πολυαγάπητος. πολύσεπτος

`π.2855`

πολύθροον· πολύηχον

`π.2856`

πολυθρύλλητα· πεφημισμένα. ἢ θόρυβον ἐμποιοῦντα, διαβεβοημένα

`π.2857`

πολυθύσανε· «Ἄρτεμι πολυθύσανε κούρα» διὰ τὸ θυσάνοις καὶ αὐτὴν χρῆσθαι· ἢ ὅτι πολλαχόθεν ᾄσσεται, ὡς κυνηγέτις. ἢ πολυθώϋκτος. ἢ πολυθυσίαστος

`π.2859`

πολύϊδρις· ἐμπειρότατος

`π.2860`

πολυκαγκέος· πολυξήρου

`π.2861`

πολυκαγκέα· ἄγαν ξηραντικόν, μεγάλως κατάξηρον

`π.2862`

πολυκερδέα· πανοῦργον

`π.2863`

πολὺ κέρδιον· πολὺ βέλτιον

`π.2864`

πολύκεστος· πολυκέντητος. ἐξ οὗ τὸν ποικίλον δηλοῖ

`π.2865`

πολυκηδές· πολλῶν κακῶν αἴτιον

`π.2866`

 <span class="gap">…</span> πολυκηδέος· πολυφροντίστου

`π.2867`

πολυκέφαλος· τῶν κιθαρῳδικῶν τι μέλος

`π.2868`

πολυκληῖσι· πολυκαθέδροις, πολυζύγοις ταῖς ναυσίν, ἀπὸ τοῦ κλίνεσθαι ἐν αὐταῖς τοὺς ἐρέσσοντας

`π.2869`

πολύκλητοι· ἀπὸ πολλῶν ἐπικεκλημένοι τόπων βοηθοί

`π.2870`

πολύκμητον· μετὰ πολλοῦ καμάτου γεγενημένον, ἢ πολὺν κάματον ἡμῖν παρέχοντα. λέγει δὲ τὸν σίδηρον

`π.2871`

πολύκνημον· δύσβατον, ὀρεινόν τραχὺς τόπος

`π.2872`

πολύκοινον· πᾶσι κοινόν

`π.2873`

πολυκοιρανίη· πολυαρχία

`π.2874`

πολύκρημνος· δύσβατος, ὀρεινός .....

`π.2875`

πολυκτόνον· πολλοὺς κτεῖνον

`π.2876`

πολυκτήμων· πολλὰ κτήματα ἔχων

`π.2877`

πολυκυλίνδητος· πολλαχοῦ κυλιόμενος

`π.2880`

πολυλήϊον· πλούσιον

`π.2881`

πολυλήϊος· πολύπυρος. ἢ πολλὰ βοσκήματα ἔχων

`π.2882`

πολύλιστον· πολυλιτάνευτον

`π.2883`

πολυμερές· εἰς πολλὰ μεριζόμενον

`π.2884`

πολυμέρμερον· πολυμέριμνον

`π.2885`

πολυμερῶς· πολυσχιδῶς, δαψιλῶς. πολλὰ σχήματα ἔχων

`π.2886`

πολύμηλον· πολυπρόβατον

`π.2888`

Πολυμήστωρ· ὄνομα κύριον

`π.2889`

πολυμήτης· πολύβουλος, πολύφρων

`π.2890`

πολυμήχανε· συνετέ, πολύτεχνε

`π.2891`

Πολυμνήστειον ᾄδειν· εἶδός τι μελοποιΐας τὸ Πολυμνήστειον. ἦν δὲ Κολοφώνιος μελοποιὸς ὁ Πολύμνηστος, εὐμελὴς πάνυ

`π.2892`

πολυμνήστην· ἀγαθήν, σώφρονα

`π.2893`

Πολυμνία· ἡ θάλασσα, ἡ πολὺ φυκίον ἔχουσα. καὶ ὄνομα κύριον

`π.2894`

πολύμυθος· φλύαρος. περίεργος

`π.2895`

πόλυντρα· ἄλφιτα

`π.2896`

Πολύξενος· εἷς τῶν ρʹ ἡρώων

`π.2897`

πολύξεινος· ἡ γῆ

`π.2898`

πολύοπτος· πολυθέατος

`π.2899`

πολιορκῆσαι· κυκλεῦσαι πόλιν στρατῷ

`π.2900`

Πολυπαίδης· παρῴδηται ἐκ τῶν Θεόγνιδος· «βολβὸν ἐπαινήσω .......»

`π.2901`

πολυπαίπαλος αἰθήρ· πεποικιλμένος. οὐχ ὁμαλός

`π.2902`

πολυπάμονος· πολλὴν κτῆσιν ἔχοντος

`π.2903`

πολυπάμων· πλούσιος, πολλὰ κεκτημένος, πολυχρήμων. Πάματα γὰρ τὰ χρήματα

`π.2904`

πολυπενθέος· πολυπαθοῦς

`π.2905`

πολυπίδακα· πολλὰς ἀναβολὰς ἔχουσαν, ἤτοι πηγάς

`π.2906`

πολυπιδάκου Ἴδης· πολλὰς πίδακας ἐχούσης, τουτέστι ὑδάτων ἐκβολάς, ἢ πολλὰς πηγάς

`π.2907`

πολυπήμονα· πολυβλαβῆ

`π.2908`

πολύπιστος· ὁ πολλὴν πίστιν ἔχων, ἔμπιστος, ἢ μεγάλην

`π.2909`

πολυπλάγκτοις· εἰς πολλὰ μέρη πλανωμένοις

`π.2910`

πολυπλάγκτου· πολυπλανήτου, πανταχοῦ περιφερομένου

`π.2911`

πολύπλοκος· πολύτροπος

`π.2912`

πολύποδες· εἶδος ἰχθύος. ἢ εἶδος φθειρῶν

`π.2913`

πολύποδος δίκην αὐτὸς ἑαυτὸν καταφαγών

`π.2914`

πολυπράγμων· περίεργος

`π.2915`

πολυπτύχου· πολλὰς ἐξοχὰς ἔχοντος. πολυμεροῦς. πολλὰς πτύχας καὶ εὐρυχωρίας ἔχοντος καὶ πολλὰ ἀποκλίματα

`π.2916`

πολύῤῥην· ἢ πολυπρόβατος, ἢ πολύαρνος

`π.2917`

πολύῤῥην· πολλὰ ῥήνη ἔχων, τουτέστι θρέμματα

`π.2918`

πολύῤῥητος· πολύφραστος

`π.2919`

πολυῤῥήτοισι· πολυπόνοις

`π.2920`

πολυσκάρθμοιο· πολύποδος, πολυβημάτου. ἐπὶ δὲ νεῶν, πολυκώπου. οἱ δὲ δρομάδος. καὶ πολυπηδήτου, εὐκινήτου, πολυκινήτου

`π.2921`

πλουσμαράγοιο· πολυήχου, ἠχητικοῦ

`π.2922`

πολύσπειρον· πολυέλικτον

`π.2923`

πολυσπερέων· ἐπὶ πολλὰ μέρη τῆς γῆς ἐσπαρμένων. πολυεθνῶν

`π.2924`

πολύστιπτος· πολυπόρευτος

`π.2925`

πολύστονα· πολλῶν στεναγμῶν αἴτια

`π.2926`

πολυσφέλμου· πολυφλοίου

`π.2927`

πολυσχιδῆ· εἰς πολλὰ ἐσχισμένον, μεμερισμένον

`π.2928`

πολυσχιδές· πολυμερές

`π.2929`

πολυτελῆ· πολυδάπανα, ἢ τὰ πολλοῦ ἄξια, ἤγουν τίμια

`π.2930`

πολυτιμητίζειν· τιμᾶν.

`π.2931`

πολύτλας· ὁ πολλὰ ὑπομείνας. ἢ κακοπαθήσας, πολλὰ ἀνατλάς, ταλαίπωρος

`π.2932`

πολυτρήρωνα· πολλὰς περιστερὰς ἔχουσαν

`π.2933`

πολυτλήμων· ὑπομονητικός

`π.2934`

πολύτροπος· ὁ ἐπὶ πολλὰ τρεπόμενος, ἢ τρέπων τὴν ἑαυτοῦ διάνοιαν ὑφʼ ἕνα καιρόν

`π.2935`

πολυτρόπως· διαφόρως, ποικίλως

`π.2937`

πολυφασίας· πολυλογίας

`π.2936`

πολύτορον δέρμα ἐχίνου· ἤτοι διὰ τὰς ἀκάνθας, ἐπεὶ τιτρώσκουσιν· ἢ ἐπεὶ ἐκφύσεις πολλὰς ἔχουσιν

`π.2938`

Πολύφημον· πολύφωνον, ἐπιθετικῶς. ἢ ἐκκλησία, ἐν ᾗ πολλαὶ φῆμαι καὶ κλῃδόνες εἰσίν. ἢ ἀπὸ τοῦ πολλὰ φημίζεσθαι καὶ ὁ ἔνδοξος. καὶ κύριον ὄνομα Κύκλωπος

`π.2939`

πολυφλοίσβοιο· πολυταράχου, πολυκινήτου

`π.2940`

πολυφόρβου· πολλοὺς τρεφούσης ἢ πολλὴν φορβὴν ἐχούσης

`π.2941`

πολυφραδέος· πολυκερδοῦς. ἢ λίαν συνετοῦ

`π.2942`

πολυφραδέστερον· συνετώτερον. λογιώτερον. πολυκερδέστερον

`π.2943`

πολύφρονα· σώφρονα, συνετόν, φρόνιμον

`π.2944`

πολύχαλκον· ἰσχυρόν, στερεόν

`π.2945`

πολυχανδέα· πολλὰ χωροῦσαν

`π.2946`

πολυχειρία· πλῆθος ἐργαζομένων καὶ ἀνυόντων

`π.2947`

πολύχουν· πολυειδές

`π.2948`

πολύχους· πολυφόρος

`π.2949`

Πολυώνυμον· τὴν μονάδα οὕτως ἐκάλουν. καὶ ἐπίθετον Ἀπόλλωνος

`π.2950`

πολυωπόν· πολύβροχον. πολυόμματον. ἢ πολλὰς ὀπὰς ἔχον

`π.2951`

πολυωρήσεις· φυλάξεις, φροντίδα πολλὴν ποιήσεις

`π.2952`

πολυωρεῖ· πολλὴν φροντίδα ποιεῖται. ἐναντίον δέ ἐστιν τὸ ὀλιγωρεῖν ὀλίγον φροντίζειν. διὸ καὶ τὸν ὀλίγωρον ἀμελῆ λέγουσιν

`π.2953`

πολφοί· τὰ ἐκ τῶν χίδρων καὶ τῆς ἐρικτῆς ἑψόμενα

`π.2954`

πόμφυκα· τὸν κόγχον

`π.2955`

πόμα· πόσις

`π.2957`

πομάτεσι· πόμασσι

`π.2958`

πομμοῦσαν· ὁμιλεῖν

`π.2959`

πομπεῖα· τὰ πρὸς τὰς πομπὰς σκεύη. ἢ τόποι, ἐν οἷς τὰ ἐκ τῆς πομπῆς ἀποτίθεται

`π.2960`

πομπεῖ· πομπευτῇ

`π.2961`

πομπεύει· κατασχολάζει

`π.2962`

πομπεύων· περιάγων. καὶ τὰ ὅμοια

`π.2963`

πομπή· ἔφοδος. καὶ ἐξαποστολή, παραπομπή

`π.2964`

πομπῆες· προπομποί, οἱ προπέμποντες, ὁδηγοί

`π.2965`

πομπηγορῶσι· προπέμπουσι

`π.2966`

πομπίλος· ποιὸς ἰχθῦς

`π.2967`

πομπός· ὁδηγός, προπέμπων

`π.2968`

πομποστολεῖ· ἐκπέμπει τὸν πλοῦν

`π.2969`

πομποῦ· ὁδηγοῦ

`π.2972`

πομπῶν· ὁδηγῶν

`π.2973`

πομφαγωγεῖ· τὴν πομπὴν ἄγει

`π.2974`

πομφαγεῖται· φυσοῦται. ἀναβράζει

`π.2975`

πομφόλυγες· τῶν ἀσπίδων αἱ ἐξοχαί. καὶ ἐν τῷ ὕδατι γενόμεναι οἰδήσεις, ἢ φυσήματα ὕδατος. ἐπὶ τῶν διακενῆς φυσιωμένων λέγεται ἡ λέξις

`π.2976`

πομφόλυξ· ὕδατος κάχλασμα. καὶ τῶν ἀσπίδων αἱ ἐξοχαί

`π.2977`

πονεῖν· ποιεῖν. ἀσκεῖν. κακοπαθεῖν. ἐνεργεῖν

`π.2978`

πονέεσθαι· ἐνεργεῖσθαι. καὶ τὰ ὅμοια

`π.2979`

πονέοντο· ἐνήργουν

`π.2980`

πονεύμεναι· ἐπειγόμεναι

`π.2981`

πομφυίζεσθαι· αἰσχύνεσθαι

`π.2982`

πονήματα· κόποι

`π.2983`

πονηρία· ἐπιπονία

`π.2984`

πόνηρον· ἐπίπονον. κακοπαθῆ

`π.2985`

πόνηρος· τὰ αὐτά

`π.2986`

πονηρός· κακός, δεινός, κακοῦργος

`π.2987`

πονήσατο· κατειργάσατο

`π.2988`

πονίωμεν· πονῶμεν

`π.2989`

πόννα· τὸ γράφος. ἢ μάγος

`π.2990`

πόννος· μάγος

`π.2991`

πόνος· ἄλγος, ἐνέργημα ὀδύνης

`π.2992`

πόντια ῥάκη· σπόγγοι, ἢ τὰ τούτων σπαράγματα

`π.2993`

ποντινοί· σπόγγοι

`π.2994`

ποντοβρόχους· ὑπὸ θαλάσσης βρεχομένους

`π.2995`

ποντόθεν· ἐκ πελάγους

`π.2996`

πόντος· θάλασσα, πέλαγος

`π.2997`

ποντοπόροιο· θαλασσοπλόου

`π.2998`

ποντοπόροις· θαλασσοπλόοις

`π.2999`

ποντοπόροισι· πλωταῖς

`π.3000`

ποντοπόρος· πέλαγος διαπορευομένη, πελαγοδρόμος

`π.3001`

πόντου Ἰκαρίοιο· τοῦ Ἰκαρίου πελάγους, ὅπερ ὠνομάσθη ἀπὸ Ἰκάρου, τοῦ Δαιδάλου παιδός, πεσόντος εἰς αὐτὸ καὶ ἀποθανόντος

`π.3002`

πόντῳ κεκλιμένοι· περιεχόμενοι ὑπὸ τῆς θαλάσσης

`π.3003`

πόνῳ πονηρός· κακίᾳ κακὸν προσέπεσεν, ὡς ἀγαθὰ ἀγαθῷ

`π.3004`

πόπανα· πλακούντια ἀπὸ ἄρτου

`π.3005`

πόπαρ· πατήρ. καὶ πατρὸς πατήρ

`π.3006`

πόποι· παπαί. ἐπίφθεγμα σχετλιαστικόν. Ἀπίων δέ φησιν, οἱ δαίμονές εἰσι πόποι· καὶ ἔστιν· ὦ δαίμονες

`π.3007`

ποππύσματα· κολακεύματα

`π.3008`

πόρ· ποῦς. Λάκωνες

`π.3009`

πόρδαλις· ὁ ἄρσην, ἡ δὲ θήλεια πάρδαλις. ὁ μὲν ἀπὸ τοῦ προαλέσθαι· ἡ δὲ ἀπὸ τοῦ παράλεσθαι

`π.3010`

Πορδοσελήνη· μεταξὺ Λέσβου καὶ Μυσίας νῆσος

`π.3011`

πόρε· παρέσχε

`π.3012`

πορεῖν· δοῦναι

`π.3013`

πόρε· περιεποίησε, παρέσχε

`π.3014`

πόρεν οἱ ἐπιεικές· παρέσχεν αὐτῷ τὸ πρέπον

`π.3015`

πορεύου· ἄπιθι, ὕπαγε

`π.3016`

πορεύς· πορθμεύς

`π.3017`

πορεῦσαι· πέμψαι, ἀγαγεῖν

`π.3018`

πορεύσατε· ἄγετε

`π.3019`

πορθεῖν· προνομεύειν, ὀλλύειν

`π.3020`

πορθεῖται· ἀναλίσκειν

`π.3021`

πόρθησις· ἐρήμωσις, καθαίρεσις, ἁρπαγή

`π.3022`

πορθμεύς· κωπηλάτης

`π.3023`

πορθμεύεσθαι· διαβαίνειν. πλέειν

`π.3024`

πορθμῆες· πορθμεῖς καὶ πορθμῆς· πορθμεῖς. καὶ ὄνειροι οἱ διαπορεύοντες

`π.3025`

πορθμεῖον· σκαφίδιον διαπεραιοῦν μισθῷ

`π.3026`

πορθμός· στενὸν θαλάσσης ἐν μέσῳ τῆς γῆς. διαπέραμα

`π.3027`

πορθμῷ· διαπεράματι

`π.3028`

Πορθόμιν· γένος ἐπιφανές

`π.3029`

πόρθος· πτόρθος, κλάδος, βλαστός

`π.3030`

πορθυγγίς· σπατίλη. τρίβολον

`π.3031`

Ποριεῖς· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς

`π.3032`

πορίζει· κερδαίνει

`π.3033`

πορεία· ὁδοιπορία

`π.3034`

πόριμον· εὐπόριστον. πορευτόν

`π.3035`

πορισμός· μηχάνημα

`π.3036`

πόριπα· πόρτις. ποριστής

`π.3037`

πορίσονται· περιποιήσονται

`π.3038`

πορίσω· κατασκευάσω

`π.3039`

πόρκας· ἐλάφους. ἢ ταχύ

`π.3040`

πόρκης· δακτύλιος

`π.3041`

πόρκος· κύρτος. τινὲς δὲ τὸν ἁλιευτικὸν κύρτον ἀποδιδόασιν

`π.3042`

πορνάμεν· πωλεῖν

`π.3043`

πορνάμεναι· κεντούμεναι. πωλούμεναι

`π.3044`

πορνοκόπος· ἑταιροτρόφος. πόρνος

`π.3045`

πόρνῳ· παιδὶ ὡραίῳ

`π.3046`

πόροι· ποταμοί

`π.3047`

πόροις· χαρίσαιο

`π.3048`

πόροις· ὁδοῖς

`π.3049`

πόρος· ὁδός, τρίβος. ἢ τὸ τοῦ ποταμοῦ ῥεῦμα. οἱ δὲ τὴν διάβασιν αὐτοῦ. οἱ δὲ τὰς γεφύρας. καὶ ἀφορμή

`π.3050`

πόρπαμα· χλαμύς

`π.3051`

πόρπαξ· ἡ λαβὴ τοῦ ὅπλου

`π.3052`

πόρπη· ἢ φίβλα. καὶ τῆς χλανίδος ἡ περόνη

`π.3053`

πόῤῥω· πόῤῥωθεν, μακρόθεν

`π.3054`

ʼποῤῥώξ· ἀπόῤῥοια

`π.3055`

πόῤῥω τέχνης· ὅμοιον τῷ σφοδρῶς ἐνέχεσθαί τινι

`π.3056`

πορσαίνει· κοσμεῖ. θεραπεύει. κατασκευάζει

`π.3057`

πορσανέουσα· ἑτοιμάσουσα. ἐπιμελησομένη

`π.3058`

πορσαίνεσκον· διήγειρον. παρεσκεύαζον

`π.3059`

πορσανέων· εὐτρεπίζων

`π.3060`

πορσανέουσα· εὐτρεπίζουσα. στρωννύουσα. παρασκευάζουσα

`π.3061`

πορσῦναι· παρασκευάσαι πορίσαι. εὐτρεπίσαι

`π.3062`

πόρσυνε· διήγειρε. παρεσκεύασεν

`π.3063`

πορσύνεται· ὁδεύεται

`π.3064`

πορσύνουσα· ἐρεθίζουσα

`π.3065`

πορσύνων· παρασκευάζων, ἑτοιμάζων. ἐρεθίζων

`π.3066`

πορσώτατα· τὰ πόῤῥω καὶ μακράν

`π.3067`

πόρσω· ἔμπροσθεν, ἢ πόῤῥωθεν ἐγγίσαι

`π.3068`

πορτάζει· δαμαλίζεται

`π.3070`

πορτάκιον· μοσχίον

`π.3071`

πόρτακι· μόσχῳ. ἢ δαμάλει

`π.3072`

πόρτακος· ὦμος

`π.3073`

πόρταξ· ἄῤῥην βοῦς. τινὲς δάμαλιν, ἄλλοι νεογνόν, οἱ δὲ μόσχον

`π.3075`

πόρτις· δάμαλις, ἢ νέα βοῦς

`π.3076`

πορτιφόροι· οἱ αἴροντες τὰ κόῤῥοια ἐπὶ τῶν ὤμων

`π.3077`

πορτμίς· κατὰ τὴν ὀμφαλόν

`π.3078`

πορύνωμεν μᾶζαν· τῇ χειρὶ προσπιέζωμεν

`π.3079`

πορύναν· μαγίδα

`π.3080`

πορφίτῳ· περόνῃ

`π.3081`

πορφύρει· ταράττεται. φροντίζει. μελανίζει

`π.3082`

πόρφυρεν κραδίη· ἐμερίμνα ἡ καρδία

`π.3083`

πορφύρεον· πόρφυρον. μέλαν

`π.3084`

πορφύρεος θάνατος· ὁ μέλας. καὶ βαθύς. καὶ ταραχώδης

`π.3085`

πορφύρεται· διαλογίζεται

`π.3086`

πορφύρει· μελανίζει. ταράττει. πορφυρίζει

`π.3087`

πορφυρίων· εἶδος ὀρνέου. καὶ ἰχθῦς. καὶ ὄρνις ποιός

`π.3088`

πορφύροντες· κακοτεχνοῦντες

`π.3089`

πορφυρώματα· τῶν ταῖς θεαῖς τυθέντων χοίρων τὰ κρέα

`π.3090`

πόρωσι· χαρίσονται. δώσουσιν

`π.3091`

ποσαπλῶς· πολλαχῶς. ἀναριθμήτως

`π.3092`

ποσαχῶς· κατὰ πόσους τρόπους, πολλαχῶς

`π.3094`

πόσε· ποῖ. ποῦ

`π.3095`

πόσθη· τοῦ αἰδοίου τὸ δέρμα

`π.3096`

πόσθιον· αἰσχρόν. ἀνδρεῖον

`π.3097`

πόσθων· πόσθην τὸ ἀνδρεῖον αἰσχρὸν λέγουσι. πόσθωνας δὲ παρὰ τοῦτο τοὺς παῖδας, τινὲς δὲ τοὺς ψώλωνας, ἄλλοι μωροὺς ἢ παιδαριώδεις

`π.3098`

πος <span class="gap">…</span> ί· τοῖς ποσί

`π.3099`

πόσιας· τοὺς ἄνδρας

`π.3100`

ποσὶ δατεῦντο· ἰσχυρῶς τοῖς ποσὶ περιεπάτουν

`π.3101`

Ποσειδάων· Ποσειδῶν

`π.3102`

Ποσείδεα· ἑορτὴ Ποσειδῶνι τελουμένη

`π.3103`

Ποσιδήϊον· τὸ τοῦ Ποσειδῶνος

`π.3104`

πόσιν· ἄνδρα

`π.3105`

πόσιος· πότου

`π.3106`

πόσιος· ἀνδρός

`π.3107`

πόσις· πόμα. ἀνήρ. πότος ἢ οἴνου ἢ ὕδατος

`π.3108`

ποσότης· ἀριθμός. μέτρον

`π.3109`

ποστημόριον· ὀλίγον μέρος

`π.3110`

πόστον· πόσον

`π.3111`

πόστος· ποῖος

`π.3112`

ποσῶς καὶ πή· μερικῶς

`π.3113`

ποταμηδόν· δίκην ποταμοῦ

`π.3114`

ποτανόν· πτηνόν, πετεινόν

`π.3115`

ποτάγχυμεν· προσορμίζομεν

`π.3116`

ποταίνιον· νέον, πρόσφατον. οἱ δὲ σύνεγγυς

`π.3117`

ποταμός· ὁ ὠκεανός. καὶ τὸ ὑγρόν. καὶ ὁ σωματοειδὴς θεός. καὶ ἐπὶ τοῦ ἥπατος σημεῖον

`π.3118`

ποταμόχωστος· γῆ τις· ἀπὸ τοῦ συμβαίνοντος

`π.3119`

πόταρος· γνώριμος

`π.3120`

ποτᾶται· πέταται

`π.3121`

ποτεκλεπτόμαν· προσεπορευόμην

`π.3122`

ποτεκχετήρια· τορνευτήρια

`π.3123`

πότερον· ὁποῖον ἓν ἐκ τῶν δύο, ἢ ἆρα ποῖον τῶν δύο

`π.3124`

πότερον· ἓν ἐκ δύο, ἕν

`π.3125`

πότερος· ἕτερος

`π.3126`

ποτή· ποτηνή. πτηνή

`π.3127`

πότημα· ποτήριον. ἢ ὁ πότος αὐτός

`π.3128`

ποτήν· ἰδέαν. οἱ δὲ πτῆσιν

`π.3129`

ποτήρ· μέτρον ποιόν

`π.3130`

ποτητύν· τὸ πίνειν

`π.3131`

ποτί· πρὸς τί

`π.3132`

ποτὶ γαίῃ· πρὸς τῇ γῇ

`π.3133`

ποτὶ δέ· πότε δέ

`π.3134`

Ποτίδαια· ὄνομα πόλεως

`π.3135`

ποτιδέγμεναι· προσδεχόμεναι

`π.3136`

ποτιδέγμενοι· οἴνῳ δαμασθέντες

`π.3137`

ποτιδέγμενος· προσδεχόμενος

`π.3138`

ποτιδέρκεται· προσβλέπεται

`π.3139`

πότιδε· φάναι, ἐκφάναι

`π.3140`

ποτιδόρπια· προσσίτια

`π.3141`

ποτὶ ἑσπέρᾳ· πρὸς τῇ ἑσπέρᾳ

`π.3142`

ποτίκρανον· πρόσκρανον, τὸ προσκεφάλαιον. καὶ τὸ δερμάτινον ὑπηρέσιον, ἐφʼ οὗ καθέζονται οἱ ἐρέσσοντες

`π.3143`

ποτιόσσεται· προσδοκᾷ

`π.3145`

ποτιρόμενος· ἐρωτῶν. ἢ μαινόμενος

`π.3146`

ποτὶ φῦλα· πρὸς τὰ ἔθνη

`π.3147`

ποτὶ χόρτον· πρὸς ᾠκοδομημένον τοῖχον

`π.3148`

πότμον· μόρον, θάνατον

`π.3149`

πότμος· μόρος. ἢ κατασκευή

`π.3150`

πότμῳ· μόρῳ κατασκευαστῷ

`π.3151`

πότνα· πότνια, σεβαστή, ἔντιμος. ἢ φίλη. καὶ δέσποινα. καλή. μεσήτρια

`π.3152`

ποτνιᾷ· ἱκετεύει, παρακαλεῖ

`π.3153`

πότνια γῆ· καλὴ γῆ

`π.3154`

ποτνιάδες· αἱ Βάκχαι. ἀντὶ τοῦ μαινάδες καὶ λυσσάδες, μανίας αἴτιαι

`π.3155`

ποτνιάζου· εὔχου, παρακάλει

`π.3157`

ποτνιᾶται· ἐπικαλεῖται. δυσωπεῖ. παρακαλεῖ

`π.3158`

ποτνιῶμαι· θεοφοροῦμαι. ἐξιλεοῦμαι, παρακαλῶ. δυσφορῶ. μετʼ οἰμωγῆς ἱκετεύω

`π.3159`

ποτοῖο· ποτοῦ

`π.3160`

ποτόμφει· προσόζει

`π.3161`

πότος· εὐωχία, ἄριστον, δεῖπνον. ἢ αὐτὸ τὸ πιεῖν

`π.3162`

ποτωμένας· διατριβούσας

`π.3163`

ποτῶνται· πέτονται

`π.3164`

ποῦ· ἐν ἴσῳ τῷ οὐδαμῶς. ἢ ἀντὶ τοῦ ποῦ πότε, ἀλλαχοῦ

`π.3165`

πούανοι· κύαμοι ἑφθοί, ὄσπριον

`π.3166`

ποῦ κῆχος· πῆ γῆς, εἰς τίνα τόπον. καὶ ποῦ ἄγχι

`π.3167`

πουλυβότειρα· πολλοὺς βόσκουσα καὶ τρέφουσα

`π.3168`

πουλὺν ἐφʼ ὑγρήν· ἐπὶ πολλὴν θάλασσαν· ὑγρὰν γὰρ αὐτὴν εἶπεν πρὸς ἀντιδιαστολὴν τῆς γῆς ξηρᾶς οὔσης

`π.3169`

πουλύπους· τι μέρος τοῦ ἁρματείου τροχοῦ καὶ τῶν ἀμπέλων

`π.3170`

πουλύποδος δίκαν· ὅτι αὐτὸς τὰς ἑαυτοῦ πλεκτάνας ἐσθίει

`π.3171`

ποῦμμα· ἡ τῆς χειρὸς πυγμή

`π.3172`

πουνιάζειν· παιδικοῖς χρῆσθαι· πούνιον γὰρ ὁ δακτύλιος

`π.3173`

ποῦ νύ τοι· ποῦ δή σοι

`π.3174`

πούρδαιν· μαγειρεῖον. Λάκωνες

`π.3175`

πουρέακος· κρίκος σιδηροῦς τετρυπημένος, καὶ ἧλον ἔχων ἐν τῷ τρυπήματι στρεφόμενον, ᾧ χρῶνται πρὸς δεσμὸν συῶν. Πουστάκους. ὡς Ἀριστοφάνης φησὶν ἐν ἐξηγήσει Λακωνικῶν

`π.3176`

ποῦ τοι τόξον· ποῦ σοι ἡ διὰ τόξων ἐμπειρία

`π.3177`

ποῦτριν· σαπρόν

`π.3178`

πουφορούζεται· σικχαίνει

`π.3180`

πράγματα· δυσχέρειαι

`π.3181`

πραγματεία· σύγγραμμα βίβλου ἢ λόγων

`π.3182`

πραγμάτοιν· πράγματα δυϊκῶς

`π.3183`

πραγορίτης· οἶνός τις

`π.3184`

πραθεῖν· πορθῆσαι. ἐξελεῖν

`π.3185`

πραθενεύεσθαι· θρασύνεσθαι. ἐπαγγέλλεσθαι λόγοις

`π.3187`

πραίκων· κήρυξ

`π.3188`

πραῖνοι· πρηνίζειν. καταστρέφειν

`π.3189`

πράκες· Ἀρίσταρχος κλανίαι. ἔλαφοι. ἀπεδόθησαν δὲ φρατριαὶ ἀνδρῶν διαβεβλημένων ἐπὶ μοχθηρίᾳ

`π.3190`

πράκνον· μέλανα

`π.3191`

πρακτικόν· ἀνυστικόν

`π.3192`

Πράκτιον· πόλις Τροίας

`π.3193`

πράκτορες· ἀπαιτηταί

`π.3195`

πράμνη· δίκελλα. ἄμπελος

`π.3196`

Πράμνιος οἶνος· ὁ ἀπὸ τῆς Πραμνίας ἀμπέλου, ἔστι δὲ ἐγκώμιον οἴνου. καὶ σκληρὸς οἶνος

`π.3197`

πρανές· κατάβασις. καὶ πρανής

`π.3198`

πρανῆ· κοῖλα

`π.3199`

πρανιχθέντα· πεσόντα ἐπὶ στόμα

`π.3200`

πρανόν· τὸ κατωφερές, πρανές

`π.3201`

πρανώ· ἀκρίδος εἶδος

`π.3202`

πρᾷος· συνετός. ἥσυχος

`π.3205`

Πραξιεργίδαι· οἱ τὸ ἕδος τὸ ἀρχαῖον τῆς Ἀθηνᾶς ἀμφιεννύντες

`π.3203`

πράξεις· βίοι. ἢ διαθῆκαι

`π.3204`

Πραξιδίκη· δαίμονά τινά φασι τὴν ὥσπερ τέλος ἐπιτιθεῖσαν τοῖς τε λεγομένοις καὶ πραττομένοις. διὸ καὶ τὰ ἀγάλματα κεφαλὰς γίνεσθαι καὶ τὰ θύματα ὁμοίως

`π.3206`

πράξιν λάβοι ........

`π.3207`

πρᾶξις· ἀπαίτησις. ἄνυσις, ἢ ἔργου ποίησις. ἢ βίος

`π.3208`

πραπίδες· φρένες. ἢ ὁ τόπος, ὅπου αἱ φρένες. διάνοιαι

`π.3209`

πραπίδεσσι· φρεσί, διανοίαις

`π.3210`

πραπίδων· φρενῶν, διανοιῶν

`π.3211`

πραπίς· φρήν, διάνοια

`π.3212`

πράσα· τὰ βρύα καὶ τὰ φυκία

`π.3213`

πρασιαί· αἱ ἐν τοῖς κήποις τετράγωνοι λαχανιαί, οἷον περασιαί, διὰ τὸ ἐπὶ πέρασι τῶν κήπων

`π.3214`

πρᾶσις· ἀγορασία

`π.3215`

πρασοκουρίς· ζῶον χλωρόν, κεῖρον τὰ ἐν τοῖς κήποις λάχανα

`π.3216`

πρασόργην· δρέπανον, ᾧ τὰ πράσα κείρουσιν

`π.3217`

Πράστιλλος· πόλις Θρᾳκίας

`π.3218`

πρατάνιον· μαλλόν

`π.3219`

πρατασία· κατευχὴ ἀρχομένης ἀροτριώσεως

`π.3220`

πρατήνιον· τὸ ὕπερον. Ἀττικοί. καὶ ἡλικία τις προβάτου νέου· ὡς δὲ ἔνιοι τοῦ πρώτου γεννωμένου, οἱ δὲ ἐνιαυσιαίου, ἄλλοι ἀρχομένου συνουσίας

`π.3221`

πρατίας· ὁ τὰ δημόσια πωλῶν καὶ κηρύσσων

`π.3222`

πράττει· μέλλει. ἐργάζεται

`π.3223`

πρατά· ἡ νουμηνία

`π.3224`

πραϋμενῶς· προθύμως. πράῳ τῷ μένει χρώμενος

`π.3225`

πραΰνει· κατασιγαίνει. κατακοιμίζει

`π.3226`

πραΰνεται· μαλάσσεται

`π.3227`

πραϋπάθειαν· πραΰτητα

`π.3228`

πρᾴως· ἡμέρως

`π.3229`

πρεκνόν· ποικιλόχροον ἔλαφον

`π.3230`

πρέμνα· τὰ ἰσχυρὰ στελέχη τῶν καταβλαστημάτων

`π.3231`

πρέμνια· τὰ πάχος ἔχοντα ξύλα

`π.3232`

πρεμνιάσαι· ἐκριζῶσαι

`π.3233`

πρέμνον· στέλεχος, βλαστός. πᾶν ῥίζωμα δένδρου τὸ γηράσκον, ἢ τὸ τῆς ἀμπέλου πρὸς τῇ γῇ πρέμνον

`π.3234`

πρέμνον ἑστίας· τῆς οἰκίας θεμέλιος

`π.3235`

Πρεμνουσία· κρήνη ἐν τῇ Ἀττικῇ

`π.3236`

πρέπις· ὡμοίωσαι

`π.3237`

πρέπον· ὅμοιον. μέτριον. συμφέρον. ὡραῖον. ἄριστον

`π.3238`

πρέπον· τέρας. Κύπριοι

`π.3239`

πρεπτά· φαντάσματα, εἰκόνες

`π.3240`

πρέσβα· ἔντιμος, πρεσβυτάτη, σεμνή

`π.3241`

πρεσβεῖα· κράτη. καὶ ἀρχιερεῖα, καὶ ἀρχιὰ καὶ ἱερά

`π.3242`

πρεσβείη· τιμὴ μείζων

`π.3243`

πρέσβειρα· προτιμητή. ἀρχηγέτις

`π.3244`

πρέσβεις· γέροντες. βασιλεῖς ἄρχοντες, προτιμούμενοι. καὶ οἱ πρεσβευταὶ μεσῖται, ἀπόστολοι ἕνεκεν εἰρήνης

`π.3245`

πρεσβεύειν· προτιμᾶν, ἄρχειν. μεγαλύνειν

`π.3246`

πρεσβεύοντες· αἰτοῦντες, παρακαλοῦντες. λέγοντες

`π.3247`

πρεσβήϊον· πρεσβεῖον, κατὰ τιμήν, τίμημα. ἀπὸ τούτου καὶ οἱ πρεσβῦται ἔντιμοι

`π.3248`

πρεσβυγένεια· παλαιοτέρα γένεσις

`π.3249`

πρέσβυς· γέρων. καὶ ὄρνις ὁ τρόχιλος

`π.3250`

πρεσβυτάτη· ἐντιμοτάτη

`π.3251`

πρεσβύτερος· μείζων. φρονιμώτερος

`π.3252`

πρεσβύτερος Κόδρου· παροιμία ἐπὶ τῶν πάνυ παλαιῶν

`π.3253`

πρεσβύτης· γέρων. ἡλικία τις

`π.3254`

.......· πρέσβυς. αἰοράνομος

`π.3255`

πραιτώριον· τόπος, ἔνθα συνάγεται ὁ λαός

`π.3256`

πρευμενές· ἵλαον, εὔνουν, πρόθυμον

`π.3257`

πρευμενοῦς ........· πρᾶον

`π.3258`

πρέψας· εἰκασμένος, εἰκασθείς

`π.3259`

πρηγορεών· τῶν ὀρνέων ὁ πρόλοβος, ὅτι προσυλλέγεται ἐν αὐτοῖς τὰ σιτία

`π.3260`

πρηγορεύων· προαγορευτής, ἢ δημοκόπος

`π.3261`

πρῆθμα· πολύποδος κεφαλή. ἔνιοι πλεκτάνη

`π.3262`

πρήϊον· πρότερον

`π.3263`

πρηκτῆρα· δραστῆρα. ποτὲ δὲ ἔμπορον·

  
πρηκτῆρά τε ἔργων·  
  
ἃ δεῖ πράττειν δηλοῦντα  

`π.3264`

πρημάδες καὶ πρῆμναι· εἶδος θυννώδους ἰχθύος

`π.3266`

πρηνέα· ἐπὶ πρόσωπον

`π.3267`

πρηνής· ἐπὶ πρόσωπον πεπτωκώς· ἀπὸ τοῦ ἐπὶ τὴν νεὼν πεπτωκέναι, νέον δὲ ἤδη

`π.3268`

πρήνιξε· κατέβαλεν

`π.3269`

πρηνιχθέντα· ἐπὶ πρόσωπον καὶ ἐπὶ στόμα πεσόντα

`π.3270`

πρῆξαι· πρᾶξαι

`π.3271`

πρῆξαι δʼ ἔμπης· πρᾶξαι δʼ ὅμως

`π.3272`

πρῆξις· ἄνυσις

`π.3273`

πρηροσία· θυσία Ἀθήνησι

`π.3274`

πρῆσαι· φλέξαι, φυσῆσαι, ἐμπρῆσαι·

  
πυρὸς δηΐοιο θύρετρα  
καί·

  
δάκρυʼ ἀναπρήσας  
ἀντὶ τοῦ ἀναφυσήσας. ὅθεν καὶ ἡμεῖς τοὺς πεφυσημένους πεπρημένους φαμέν

`π.3275`

πρῆσεν· ἔκλαεν. ἐφύσησεν. ἐκόλπωσεν. ἐνέπρησεν, ἔφλεξε

`π.3276`

πρηστήρ· σφοδρὸς ἄνεμος. καὶ ὄφεώς τι εἶδος. καὶ τὰς ἐκ πλαγίου τοῦ τραχήλου ἡμῶν φλέβας πρηστῆράς φασιν. ἢ πῦρ ἀπὸ τοῦ οὐρανοῦ

`π.3277`

πρητῆνας· τοὺς ἐνιαυσίους ἄρνας

`π.3278`

πρηών· τὸ ὑπερέχον

`π.3279`

πριάμενος· ἀγοράσας, ὠνησάμενος.

`π.3280`

πριαμωθήσομαι· ξυρήσομαι. ἐπειδὴ τὸ τραγικὸν τοῦ Πριάμου πρόσωπον ξυρίας ἐστίν

`π.3281`

πρίατο· ἀγοράσειεν

`π.3282`

πρίεται· φυσιοῦται

`π.3283`

Πριηπίδος τε τῆς πρὸ Βοσπόρου πόλεως· Ἑλλησποντιακῆς. τὸν Πρίαπον τὸν Διονύσου καὶ Περκώτην φασὶν οἰκίσαι

`π.3286`

πρίν· πρότερον

`π.3287`

πρὶν ἐγκύρσαι δύᾳ· πρὶν πλησιάσαι τῆς κακοπαθείας

`π.3288`

πρίν μιν· πρὶν αὐτόν, ἢ αὐτήν

`π.3289`

`π.3290`

πρινοκόπος· κοπῶν

`π.3291`

πρίονας· χερῶν τοὺς δεσμούς

`π.3292`

πρίοπες· τὰ ὑγιῆ ἔχοντα

`π.3294`

πρισμοῖς· ταῖς βιαίοις κατοχαῖς

`π.3295`

πρίστης· ῥίνη. πρίων

`π.3296`

πρίω· ἀγόρασον

`π.3297`

πρίων· ἀγοράζων

`π.3298`

πριώμασι· πρίσμασι

`π.3299`

πρό· τό τε σύνηθες·

  
καρπαλίμως πρὸ νεῶν ἐχέμεν  
  
καὶ ἀντὶ τοῦ ἀπό·  
  
ὄψου τʼ ἄσαιμι προταμών  

`π.3300`

προάγεσθαι· ἐπεξεργάζεσθαι

`π.3301`

προαγαγών· .....

`π.3302`

προαγεύων· προξενῶν

`π.3303`

προάγομαι· προέρχομαι

`π.3304`

προάγομεν· προφέρομεν, προτρέπομεν

`π.3305`

προαγορεύσας· προειπών, προφητεύσας, προξενήσας. καὶ ἡ ἐπʼ αἰσχροῖς ἐπὶ τὸ πορνεῦσαι προάγουσά τινας

`π.3306`

προαγόρευσις· προφητεία

`π.3307`

προάγων· ἀρχόμενος

`π.3308`

προαγωγός· διδάσκαλος κακῶν. καὶ μαστροπός. μόνος. μαυλιστής

`π.3309`

προαθύροντες· προσπαίζοντες

`π.3310`

προαιρεῖται· προκέκληται. προτιμᾶται

`π.3311`

προαίρεσις· ἐπιλογὴ καλοῦ ἢ κακοῦ

`π.3312`

προακτικόν· προβαῖνον

`π.3313`

προαλεῖ· καταφερεῖ, καταβατῷ

`π.3314`

προαλεστάτην· προπετεστάτην, προχειροτάτην

`π.3315`

προαλής· προπετής, πρόχειρος

`π.3316`

προαμείψασθαι· προαλλάξασθαι. παρελθεῖν

`π.3317`

προαμεῦσαι· ὁμοίως

`π.3318`

προαμευτής· ἐργάτης προηγούμενος

`π.3319`

προαναθρήσας· προσιδών

`π.3320`

προαναθρούσης· προαναβλεπούσης

`π.3321`

προαναθρώσκειν· προπηδᾶν

`π.3322`

προανακρούεται· ἀναχαιτίζει

`π.3323`

προανάσχοι· προανεκτείνειε

`π.3324`

προαπίδων· φρενῶν, διανοιῶν

`π.3325`

προαρτᾷ· προαρμόζει, προτείνει

`π.3326`

προασπιστής· πρόμαχος, βοηθός

`π.3327`

προάστειον· πρὸ τῆς πόλεως

`π.3328`

προαύλια· τὰ προαυλήματα. ὥσπερ προάμβουλα τὰ προκιθαρίσματα

`π.3329`

προβαλεῖ· ἐρωτήσει

`π.3330`

προβαλεῖν ἄρνα· πόλεμον ἐπαγγεῖλαι

`π.3331`

προβαλοῦ· ἐρώτησον

`π.3332`

προβαλλομένοις· ἐρωτῶσιν

`π.3333`

προβαλοίμην· ὑπερβαλοίμην

`π.3334`

προβαλλός· ἀσπίς

`π.3335`

προβάς· ὑπερβάς

`π.3336`

πρόβασι· βοσκήμασι

`π.3337`

πρόβασις· ἡ τῶν βοσκημάτων κτῆσις

`π.3338`

πρόβατα· τὰ τετράποδα. ἀπὸ τοῦ πρὸ τῆς βάσεως πρόβασιν ἔχειν ἑτέραν τῶν ἔμπροσθεν ποδῶν πρὸς τὰ ὀπίσθια

`π.3339`

πρόβατα πεδιακά· τὰ ἐπὶ νομὴν ἐκπεμπόμενα

`π.3340`

προβατήματα· πρόβατα

`π.3341`

προβατοπώλης· οὕτω κωμῳδεῖται Λυσικλῆς προβατοκάπηλος γήμας Ἀσπασίαν τὴν πόρνην

`π.3342`

προβέβηκας· ἀριστεύεις. προκόπτεις

`π.3343`

προβέβουλα· προκέκρικα, προέκρινα

`π.3344`

προβιβάζεται· προκόπτει

`π.3345`

προβιβάς· προβαίνων

`π.3346`

προβιβάσαντα· προάξαντα

`π.3347`

προβιβασθείς· προαχθείς.

`π.3348`

προβιβάσθων· προβαίνων

`π.3349`

προβιβάσις· προάξεις

`π.3350`

πρόβλημα· πρόλογος

`π.3351`

προβλῆτι· ἐξέχοντι

`π.3352`

προβλῆτας· τὰς ἔξω προβεβλημένας τοῦ τείχους

  
στήλας τε προβλῆτας ἐμόχλεον  

`π.3353`

προβλώσκειν· προμολίσκειν. προέρχεσθαι. προπορεύεσθαι

`π.3354`

προβόλιον· σιβύνη, ἔχουσα μετὰ τὴν ἀκμὴν προβολάς. ἢ σπυρίς

`π.3355`

πρόβολοι· λίθοι

`π.3356`

πρόβολος· πρόμουλος. πρόμαχος. προνοητής. κυβερνήτης. ἱερεύς. καὶ ὁ εἰς τὴν θάλασσαν προβεβλημένος λίθος τῇ πέτρᾳ. οἱ δὲ ῥάβδος

`π.3357`

προβόλων· λίθων

`π.3358`

προβολή· ἐξοχή

`π.3359`

πρόβονεν· ἐπέρανεν

`π.3360`

προβοσκίς· τὸ ἐκτεταμένον καὶ προβεβλημένον τῆς ὄψεως τοῦ ἐλέφαντος

`π.3361`

πρόβουλος· ἔξαρχος τοῦ βουλευτηρίου. ἢ ὁ προσκεπτόμενος

`π.3362`

προβοῶντες· προφωνοῦντες. ἐγκελευόμενοι. προβαίνοντες

`π.3363`

πρὸ γὰρ ἧκε· προέπεμψε γάρ

`π.3364`

προγένεος· εὐγένεος

`π.3365`

προγενέσθην· παραγενέσθην

`π.3366`

προγενέστερος· πρεσβύτερος

`π.3367`

προγενής· ὁ προγεννώμενος

`π.3368`

προγένοντο· παρεγένοντο

`π.3369`

προγονεῦσαι· προελθεῖν

`π.3370`

προγωνίαν· τῶν ἠπορημένων ἡ λέξις. ἔστι δὲ ὑφασμάτιον ποικίλον, ὃ ἐπικαλυψάμενος ὁ μάγειρος θύει, ὡς ἐν Δαμασκῷ

`π.3371`

πρόγονοι· οἱ πρωτόγονοι ἄρνες, οἱ δὲ μετʼ αὐτοὺς μέτασσαι, ἕρσαι ἁπαλοὶ καὶ τῷ ἔαρι γινόμενοι·

  
ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δέ μέτασσαι,  
  
χωρὶς δʼ αὖθʼ ἕρσαι  

`π.3372`

πρόγονος· πρόπαππος. προπάτωρ. συγγενής. ἢ πρεσβύτατος ἀνήρ

`π.3373`

προγόνων· πατέρων

`π.3374`

προγράμματα· ἐκθέματα

`π.3375`

προδανίς· πρότερον

`π.3376`

προδέδαεν· προμεμάθηκεν

`π.3377`

πρὸ δέ μʼ ἧκε· προέπεμψε δέ με

`π.3378`

προδέξαντες· προδείξαντες

`π.3379`

πρόδηλος· προφανής

`π.3380`

προδιαλαβεῖν· ......

`π.3381`

προδιασύρας· παραβὰς τὰς συνθήκας

`π.3382`

προδικεῖν· ἐπιτροπεύειν

`π.3383`

πρόδικος· συνήγορος

`π.3384`

προδοκάζων· παρατηρῶν, ἐνεδρεύων

`π.3385`

προδοκῇσι· προενέδραις, προόδοις

`π.3386`

πρόδομος· προστάς, πρόστωον

`π.3387`

προδόμῳ· προστάδι, προστόῳ

`π.3388`

πρόδοσιν· προδομάτιον

`π.3389`

πρόδρομα· τὰ ἐν τῷ ἄξονι ξύλα. ἢ τὰ προακμάζοντα σῦκα

`π.3390`

προδωμάτιον· τὸ πρὸ τοῦ κοιτῶνος στοΐδιον

`π.3391`

προεγκεῖσθαι· προϋπάρχειν

`π.3392`

προεδρία· προκάθισις. προτίμησις

`π.3393`

πρόεδρος· ἀρχηγὸς πολιτείας

`π.3394`

προέδωκεν· προεχώρησεν

`π.3395`

προέηκε· προέπεμψεν

`π.3396`

πρὸ ἕθεν· πρὸ αὑτοῦ

`π.3397`

προέθεσαν· προεθυμήθησαν

`π.3398`

προεθέσπισαν· προεφήτευσαν

`π.3399`

προεθυμήθησαν· μετὰ προαιρέσεως προσήνεγκαν

`π.3400`

προιάψαι· προπέμψαι

`π.3401`

προιδόμενοι· προγνόντες

`π.3402`

προείλατο· ἐπελέξατο, ἠθέλησεν

`π.3403`

προείλετο· οὐ προείλατο

`π.3404`

προείληπται· πρόληψιν ἔχει, ὑπονενόηται

`π.3405`

προειλόμην· προέκρινα

`π.3406`

προείλου· οὐ προείλω

`π.3409`

προεισπεπαικότες· προεισελθόντες

`π.3410`

πρόειται· παραδέδοται

`π.3411`

προετικός· χαριστικός

`π.3412`

προέλευσις· τὸ προελθεῖν

`π.3413`

προέλοιτο· προτιμήσειε

`π.3414`

προελόμενος· προθέμενος

`π.3415`

προελόμενοι· ὁμοίως

`π.3416`

προελόμενος· ἐπιλεξάμενος

`π.3417`

προέμβολος· μέρος τι τῆς νεώς

`π.3418`

πρόεμε· προέπεμψα

`π.3419`

πρόεμεν· προέπεμψεν

`π.3420`

προέμενος· προδώσας, προαφείς, ἐκδιδούς

`π.3421`

προεννέπειν· προαγορεύειν

`π.3422`

προέντες· προδόντες

`π.3424`

προεξαναστῆσαι· πρὸ τοῦ καθήκοντος ποιῆσαι

`π.3425`

προεργῆσαι· προέσται

`π.3426`

προέρεσσαν· προήλασαν

`π.3427`

προέρυσσεν· καθείλκυσεν

`π.3428`

προερύσαι· προελκύσαι

`π.3429`

προέρυσσαν· προείλκυσαν

`π.3430`

προερχόμενος· ἐξερχόμενος, προβαίνων

`π.3431`

πρόες· πρόπεμψον

`π.3432`

προέσθαι· προδοῦναι

`π.3433`

προέσθαι· παραγίνεται

`π.3434`

προεστηκός· ......

`π.3435`

προετικός· χαριστικός

`π.3436`

προετύπου· προεδήλου

`π.3437`

προέτυψαν· προεχώρησαν

`π.3438`

προέφηνε· προέδειξε

`π.3439`

προέχει· ὑπερέχει

`π.3440`

προεχεῖς· κραταιοί

`π.3441`

προεχόμεθα· προβαλλόμεθα

`π.3442`

.......· πλέον κρατοῦνται

`π.3444`

πρόῃ· προβαλῇ

`π.3445`

προηγεῖται· προοδηγεῖ, προπέμπει

`π.3446`

προηγητής· ὁ προηγούμενος τοῦ ζεύγους .... καὶ ὁ χειραγωγὸς τοῦ τυφλοῦ

`π.3447`

προηγμένον· προαχθέντα

`π.3448`

προηγόρησαν· προεῖπον

`π.3449`

προΐει· προέπεμπε. προήρχετο

`π.3450`

προῆκε· προέπεμψεν

`π.3451`

προήκαμεν· ἀφήκαμεν, παρελείπομεν

`π.3452`

προήκατο· ἀπέλυσε. προέδωκε.

`π.3453`

προήκεα· κατὰ τὸ ἔμπροσθεν προηκονημένα

`π.3454`

προήκει· ἐξέχει. προβαίνει

`π.3455`

προήκων· προβεβηκώς

`π.3456`

προῆκεν· ἐξῆλθε, προῆλθεν

`π.3457`

προῄρημαι· θέλω

`π.3458`

προῃρημένοι· προθυμηθέντες

`π.3460`

προηρόσια· τὰ πρὸ τοῦ ἀρότου θύματα. καὶ ὁ Δῆμος δὲ αὐτὰ προαρκτούρια καλεῖ

`π.3461`

προήρτηται· κρέμαται

`π.3462`

προήσει· προδώσει

`π.3463`

προήσομαι· προδώσω. προνοήσομαι.

`π.3464`

πρόηται· προδώσει

`π.3465`

προήχθη· προετιμήθη. προετράπη

`π.3466`

προθέει· προτρέχει

`π.3467`

προθέλυμνον· αὐτόῤῥιζον

`π.3468`

προθελύμνους· προῤῥίζους, ἀπὸ ῥίζης ἀνασπᾶν ἄλλας ἐπʼ ἄλλαις· προθελύμνους ἕλκετο χαίτας καὶ σάκος τετραθέλυμνον τὸ θέσεις τέσσαρας ἔχον, τετράπτυχον

`π.3470`

προθέντα· προβαλλόμενον. ἐπαγγειλάμενον

`π.3471`

προθεώμενος· προορῶν

`π.3472`

πρόθεσις· προαίρεσις. προάπλωσις

`π.3473`

προθεσμία· καιρός, ὅρισις, διορία, ὅρισμα

`π.3474`

προθεσπίζοντα· προστάττοντα. ἢ προμαντευόμενον

`π.3475`

προθεσπίζων· προφητεύων

`π.3476`

προθέων· προτρέχων

`π.3478`

πρόθημα· δόμα, ἢ ἅτι πρόσθημα καὶ προσθήκη. ἡ πλεκτάνη

`π.3479`

προθορών· προπηδήσας

`π.3480`

προθυμία· χαρά

`π.3481`

προθύμως· ἱλαρῶς

`π.3483`

προϊάλλειν· προπέμπειν. προτιθέναι

`π.3484`

προΐαλλεν· προέπεμψεν

`π.3485`

προΐαψεν· προέπεμψεν. προδιέφθειρεν. δηλοῖ δὲ διὰ τῆς λέξεως τὴν μετʼ ὀδύνης αὐτῶν ἀπώλειαν

`π.3486`

προῖκται· προδίδωσι

`π.3487`

προϊείς· προπέμπων

`π.3488`

προΐεμαι· προδίδομαι

`π.3489`

προϊεμένη· προβαλλομένη

`π.3490`

προϊέμενοι· ἀπολύοντες. παραχωροῦντες. ἀποῤῥίπτοντες

`π.3491`

προϊεμένου· προδόντος

`π.3492`

προϊέναι· προπέμπειν

`π.3493`

προΐενται· προάγονται

`π.3495`

`π.3496`

προϊζήσαντες· προσκομίσαντες

`π.3497`

προΐηλε· ἐπεξέτεινεν

`π.3498`

προΐθες· προφανῶς. προβεβηκώς

`π.3499`

προῖκα· δωρεάν, φερνήν. πᾶν γὰρ δῶρον προίξ

`π.3500`

προικός· πονηρός. οἱ δὲ μωρός.

`π.3501`

προϊκέσθαι· ἐφικέσθαι

`π.3502`

προΐκτης· πτωχός, προσαιτητής

`π.3510`

προΐστορες· μαρτυροῦντες

`π.3511`

προΐσχεται· προβάλλεται

`π.3512`

προϊσχόμενος· προβαλλόμενος

`π.3513`

προϊσχομένου· προτείνοντος χεῖρα. δίκαιον προβάλλοντος

`π.3514`

προΐσχονται· προβάλλονται

`π.3515`

προΐσχοντο· ἔδοξαν

`π.3516`

Προιτίδες· χάριτες

`π.3517`

προϊχνεύει· θεραπεύει

`π.3518`

προϊών· παρών

`π.3519`

πρόκα· εὐθύς, ἐξαίφνης.

`π.3521`

προκαλεῖσθαι· ποτὲ μὲν ἐπὶ τοῦ ἀλαζονικοῦ, εἰς ἅμιλλαν ἀρετῆς καλεῖσθαί τινα· ποτὲ δὲ ἐπὶ τοῦ ἀγομένου καὶ προτρεπομένου

`π.3522`

προκαλεῖται· καλεῖ, προτρέπει

`π.3524`

πρόκας· ἐλάφους

`π.3525`

προκαταβολή· ἐνθήκη

`π.3526`

προκαταθήγεσθαι· προακονᾶσθαι

`π.3527`

προκαταθήσεσθαι δεῖ· προκομίσασθαι δεῖ

`π.3529`

προκείμενα· παρακείμενα

`π.3530`

πρόκειται· παράκειται

`π.3531`

προκελήδης· προκελεῦσαι

`π.3532`

προκέοιτο· προκείμενος εἴη

`π.3533`

προκεχηνότες· πρὸς τὰ ἄνω βλέποντες

`π.3534`

προκεχειρισμένον· προβεβλημένον. ἡτοιμασμένον

`π.3535`

προκιθώνιον· τὸ πρόρινον

`π.3537`

πρόκλητος· πρόθυμος, ἀπὸ τοῦ κληθῆναι

`π.3538`

Προκλόνιον· τόπος Θεσσαλίας

`π.3539`

πρόκλυτα· τὰ προειρημένα, προηκουσμένα

`π.3540`

πρόκνις· εἶδος ἰσχάδων

`π.3541`

προκόλπιον· τὸ πρὸ τοῦ κόλπου, ἢ πρὸ τοῦ σκοποῦ

`π.3542`

προκομίδην· προκομίζει

`π.3544`

πρόκον· ἠλίθιον

`π.3545`

προκόνδυλα· τὰ μετὰ τοὺς κονδύλους ἐν ταῖς χερσί

`π.3546`

Προκόννησος· πόλις, καὶ νῆσος παρὰ Κύζικον

`π.3547`

πρόκοος· πονηρός

`π.3548`

προκοπῆς· αὐξήσεως

`π.3549`

προκοττίς· ἡ χαίτη

`π.3550`

πρόκοττα· εἶδος κουρᾶς, ἢ κεφαλῆς τρίχωμα· κοττὶς γὰρ ἡ κεφαλή. καὶ οἱ ἀλεκτρυόνες κοττοὶ διὰ τὸν ἐπὶ τῇ κεφαλῇ λόφον

`π.3551`

πρόκρισις· προτίμησις

`π.3552`

πρόκριτον· ἐκλεκτόν, ἐκλελεγμένον

`π.3553`

Πρόκρις· θυγάτηρ Ἐρεχθέως

`π.3554`

πρόκροσσαι· ἐπάλληλοι, ἄλλαι ἐπʼ ἄλλας. καὶ ναῦς αἱ κατʼ ἀλλήλων νενεωλκημέναι. ὅτι οἱ κροσσοὶ τὰ ἄκρα· ἢ ἀντικέφαλοι

`π.3555`

προκρόσσας· ἄλλας ἐπʼ ἄλλαις, κλιμακηδόν

`π.3556`

πρόκροσσον· οὐ καθαροῦν, κλιμακωτόν

`π.3557`

προκυκλίς· ἡ πεμνήστρια

`π.3558`

προκυλινδούμενος· προκυλιόμενος

`π.3559`

πρόκυμον· πρόθυμον

`π.3560`

προκυνεῖν· τὸ ἐγχωρεῖν

`π.3561`

πρόκωνα· τὰ ἐκ τῶν μὴ πεφρυγμένων κριθῶν ἄλφιτα

`π.3562`

πρόληψις· πρόγνωσις

`π.3563`

προλόβιον· τὸ προέχον τοῦ λοβοῦ

`π.3564`

προλογίζει· προλέγει

`π.3565`

προλόγια· θυσία πρὸ τῶν καρπῶν τελουμένη, ὑπὸ Λακώνων

`π.3567`

πρόμαχοι· βασιλεῖς. καὶ τὰ τείχη. προμαχῶνες δὲ οἱ ἐπὶ τῶν τειχῶν πρόβολοι

`π.3568`

προμάδδας· μάζας προμεμαγμένας

`π.3569`

πρόμαλος· μυρίκη. ἢ ἄγνος

`π.3570`

προμαλχατεύειν· μετατροπεύειν

`π.3571`

προμαχεών· πύργος

`π.3572`

πρόμαχος· ὑπὸ Κρητῶν μᾶζα ἑβδομαίῳ παιδίῳ γινομένη

`π.3573`

προμέν, λέγοντες προαγωγοί

`π.3574`

προμένειοι· ῥοιαί τινες

`π.3575`

προμήθεια· πρόνοια, ἐπιμέλεια

`π.3576`

προμηθέστεροι· προνοητικώτεροι

`π.3577`

Προμηθεύς· ἐπικινδύνους ἐπισφαλῶς ἔχων. καὶ ὄνομα

`π.3578`

προμηθής· σώφρων

`π.3579`

προμηθούμενος· προνοούμενος, προβλέπων

`π.3580`

προμήτωρ· πατὴρ μητρός

`π.3581`

προμνηστῖναι· ἑτέρα πρὸ τῆς ἑτέρας. οἱ δὲ ἑξῆς καὶ ἐκ διαστημάτων ἀναμένουσαι ἀλλήλας

`π.3582`

προμνηστῖναι· ἐπὶ μίαν. ἀπὸ τοῦ προσμένειν

`π.3583`

προμνήστρια· ἡ συνιστῶσα ἀλλήλοις τοὺς γαμοῦντας

`π.3584`

προμνώμενοι· προμνηστευόμενοι

`π.3585`

πρόμοις· προμάχοις, προαγωνισταῖς, προστάταις, προηγουμένοις

`π.3586`

πρόμολε· πρόελθε

`π.3587`

προμόλη· ὁδός. προσδόκησις

`π.3588`

προμόνη· πρόμαχος. ἀντίδικος

`π.3591`

πρόμοχθοι· τὰ προβεβλημένα τῶν τοίχων

`π.3592`

προμυλαία· θεὸς ἱδρυμένη ἐν τοῖς μυλῶσι

`π.3593`

προμυχθίζει χαλκοδεσμῶν ὁπλῶν· ἀντὶ τοῦ πρόσω χωρεῖ

`π.3594`

Πρόνεως· Ποσειδῶν

`π.3595`

Προναίας· Ἀθηνᾶς τέμενος ἐν Δελφοῖς

`π.3596`

προνοεῖ· ἐπιμελεῖται

`π.3597`

πρόνοια· προενθύμησις, ἐπιμέλεια, φροντίς

`π.3598`

προνομαία· προβοσκίς

`π.3599`

προνομεύει· θεσπίζει. ἁρπάζει, κατασύρει, αἰχμαλωτεύει

`π.3600`

προνομία· τὰ ὀφειλόμενα τῷ ἀξιώματι. ἢ ἡ ἐκ τῶν νόμων ἐξουσία. ἢ διαρπαγή

`π.3601`

προνομιῶν· προλημμάτων

`π.3602`

προνοοῦ· ἐνθυμοῦ, ἐπιμελοῦ

`π.3603`

προνωπής· προτεταμένος. προνενευκώς. οἱ δὲ προπετής, ἕτοιμος, πρόχειρος

`π.3604`

προνώπια· τὰ ἔμπροσθεν τῶν πυλῶν, καθάπερ ἐνώπια τὰ ἔνδον, ὅπου αἱ εἰκόνες τίθενται

`π.3605`

προνώπιον· τὸ προκείμενον, οἷον πρόθυρον

`π.3606`

προξενεῖ· μαρτυρεῖ

`π.3607`

πρόξενοι· οἱ προστάται, καὶ ξενίας ἐπιμελούμενοι, ἤγουν τοὺς ξένους ὑποδεχόμενοι

`π.3608`

πρόξενος· φίλος, ὁ ἐν τῇ ἑαυτοῦ ξένων προϊστάμενος

`π.3609`

προοικίαι· παρὰ Κλειτοδήμῳ ἐν ἴσῳ τῷ δήμῳ

`π.3610`

προοίμιον· πρόλογος, ἀρχὴ παντὸς λόγου

`π.3611`

πρόοιντο· παραδώσουσι, δώσουσιν

`π.3612`

προολεῖ· καταλειπεῖ

`π.3613`

πρόοπτον· προφανές

`π.3614`

πρὸ ὃ τοῦ· οὗτος πρὸ τούτου, ἢ ἕτερος τοῦ ἑτέρου

`π.3615`

πρόουρον· τὸ ἀπόσταγμα τῆς σταφυλῆς, πρὶν πατηθῇ

`π.3617`

προπαιδεύματα· προμαθήματα

`π.3618`

προπαίσω· προαγωγός, μαστροπός. καὶ μάντις. μαστρόπευσις

`π.3619`

προπαλῶς· δαψιλῶς

`π.3620`

προπάροιθεν· ἔσθʼ ὅτε ἐπὶ χρόνου·

  
εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθεν  

`π.3621`

πρόπας· ἅπας

`π.3622`

προπάστεον· τὸν πρὸ τῆς παστάδος τόπον

`π.3623`

προπάτωρ· πατρὸς πατήρ

`π.3624`

προπεπηλάκισται· καθύβρισται

`π.3625`

προπέποται· προδέδοται

`π.3627`

προπέτηλον· πεποίηται ἀπὸ τοῦ προπίπτειν

`π.3628`

προπετής· προπίπτων πρὸ τοῦ λογισμοῦ

`π.3629`

προπέφανται· φανερόν ἐστι

`π.3630`

προπεῶντες· προεστῶτες

`π.3631`

προπηλακίζει· ἐρεθίζει. κολακεύει. ἢ ὑβρίζει, ἀδικεῖ, ἐξουδενεῖ

`π.3632`

προπηλακισμός· ἐρεθισμός ἐξουδένωμα

`π.3633`

......· φιλόνεικος. κολακευτής. ὑβριστικός, ἄδικος

`π.3635`

προπίονι· εὐθεῖ

`π.3636`

προπίωμεν· διὰ τοῦ οἴνου τιμήσωμεν

`π.3637`

πρόποδες ὄρους· τῶν ὀρῶν τὰ προὔχοντα. καὶ τὰς προκειμένας τῆς Αἰγύπτου νήσους

`π.3638`

προποδίζων· προβαίνων

`π.3639`

προποδών· ἔμπροσθεν

`π.3640`

πρόπολοι· ὑπηρέται, δοῦλοι. νεωκόροι. προφῆται

`π.3641`

προπρηνές· ἐπὶ πρόσωπον. ἢ ἔμπροσθεν κατωφερές

`π.3642`

προπροκυλινδόμενος· τοῖς ποσί. πρὸ τῶν ποδῶν κυλιόμενος. οἱ δὲ εἰς τὸ ἔμπροσθεν πορευόμενος

`π.3643`

προπτόρθια· ἐν τοῖς ἄξοσιν ἡ λέξις φέρεται

`π.3644`

Προπυλαία· ἡ Ἑκάτη

`π.3645`

προπύλαιον· πρόθυρον

`π.3646`

πρόπωνα· εὐκρατῆ. εὔφημα. πρόχειρα, ἕτοιμα, ἀνεμπόδιστα

`π.3647`

πρόρινον· τὸ μεταξὺ τῶν σαρκῶν καὶ τοῦ δέρματος

`π.3648`

πρόῤῥιζον· σὺν ταῖς ῥίζαις ἀνασπώμενον

`π.3649`

πρόῤῥησιν· πρόλεξιν, προφητείαν

`π.3650`

πρόῤῥησις· λόγος. καὶ τὰ ὅμοια

`π.3651`

πρός· πρόθεσις. καὶ ξύλον ἐν Αἰθιοπίᾳ. καὶ ἀντὶ τοῦ ἐπί

`π.3652`

πρὸς ἀγαθόν· ἐπʼ ἀγαθῷ, ἐπὶ καλῷ

`π.3653`

προσαγγελία· προσαγωγή

`π.3654`

προσάγει· προσέρχεται. προσφέρει

`π.3655`

προσαγηόχασι· προσήγαγον

`π.3656`

προσαγόμενον· ἀγαπήσαντα. προσκτησάμενον

`π.3657`

προσαγορεύει· ἀσπάζεται

`π.3658`

προσαγορεύσας· προσειπών. καὶ τὰ ὅμοια

`π.3659`

προσαγορεύουσι· καλοῦσι

`π.3660`

προσαγωγή· προσέλευσις

`π.3661`

προσαγώγιον· διαβήτης, τὸ τῶν τεκτόνων ὄργανον

`π.3662`

προσαθύροντα· προσπαίζοντα

`π.3663`

προσαιθρίζουσα πόμπιμον φλόγα· πρὸς τὸν αἰθέρα ποιοῦσα, ὥστε ἄνω πέμπεσθαι τὴν φλόγα

`π.3664`

προς <span class="gap">…</span> αίνων· προσελκόμενος, προσαγόμενος

`π.3665`

προσαίταις· πτωχοῖς

`π.3666`

προσακές· ἐγγύς

`π.3667`

πρὸς ἀκεσμόν· πρὸς ὑγείαν

`π.3668`

προσάκτριδες· οἱ τῆς μηλολόνθης πρὸς τῷ στόματι μικροὶ πόδες

`π.3669`

προσαμύνομεν· βοηθοῦμεν

`π.3671`

προσανέχειν· προσκεῖσθαι

`π.3672`

προσάντης· σκληρός, ἐναντίος, δυσχερής, ἐχθρός, ἀηδής

`π.3673`

προσαντίον· ἐναντίον, ἀντίπαλον

`π.3674`

προσανέχων· προσμένων. κουφίζων

`π.3675`

προσάνων· προσαύξων. Ἄνειν γὰρ τὸ αὔξειν, καὶ αὐτὴν τὴν αὔξησιν

`π.3678`

προσάπτει· προσπλέκει, συνάπτει

`π.3679`

προσαρασσόμενον· προσρησσόμενον

`π.3680`

πρὸς ἄρκτον·

`π.3681`

προσαύξω· προάγω

`π.3682`

προσαυρίζουσα χερσαίᾳ τροχῇ· ὑπὸ τῆς αὔρας ἡ νοτὶς προσπίπτουσα τῇ τροχῇ. δύναται δὲ οἷον καταλαμβάνουσα· ἐπαυρεῖν γὰρ τὸ καταλαμβάνειν καὶ ἐπιτυγχάνειν

`π.3683`

πρὸς αὔριον· εἰς αὔριον

`π.3684`

προσαυρών· προστυχών

`π.3686`

πρὸς αὐτήν· περὶ αὐτήν

`π.3687`

πρὸς αὐτοῦ· παρʼ αὐτοῦ

`π.3688`

πρὸς ἀφοσίωσιν· πρὸς τιμήν

`π.3689`

προσάψας· συνάψας

`π.3690`

προσβαίνει· ἐγγίζει

`π.3691`

προσβάλλοιντο· πρὸς τῶν ἄλλων ἔβαλον τῆς ἀθλήσεως

`π.3692`

προσβαλών· προσελθών

`π.3693`

πρόσβαλον· προσκατακλίθητι

`π.3694`

προσβλητόν· κολλητόν

`π.3695`

προσβολή· τῶν ἀθλητῶν ἡ συναφή, καὶ κατοχή, καὶ ἡ ὁρμή

`π.3696`

προσβωμολοχεῖ· πρὸς χάριν λέγει

`π.3697`

πρόσγειος· ταπεινός

`π.3698`

προσγίνεται· προσδέ

`π.3699`

προσγράφει· προσκρίνει

`π.3700`

προσδεῖται· προσδέεται

`π.3701`

προσδέδορκας· προσεῖδες

`π.3702`

πρὸς δέ με· πρὸς δὲ τούτοις ἐμέ

`π.3703`

προσδέχεται· προσποιεῖται

`π.3704`

πρὸς Διός· παρὰ τοῦ Διός

`π.3705`

προσεβήσατο· προσέβη

`π.3706`

προσδιατρῖψαι· χρονίσαι

`π.3707`

προσεγκεῖσθαι· ἐγκεῖσθαι, ἐπικεῖσθαι

`π.3708`

προσεδρεύει· σχολάζει

`π.3709`

προνομή· ἁρπαγή

`π.3710`

πρόσεδρος· ὁ παρακαθήμενος. σχολάζων

`π.3712`

προσειζήσαντες· προσκομίσαντες

`π.3713`

προσεῖναι· ἐνυπάρχειν

`π.3714`

πρόσειπε· ἄσπασαι, προσαγόρευσον. προσκύνησον

`π.3715`

προσείσας· προανακινήσας, καὶ οἷον ἀπαγγείλας. ἀπὸ τῶν περιαγόντων τὰ τετράποδα, ὅπου βούλεται. τοὺς γὰρ θαλλοὺς σείοντες ἐπεδίδοσαν

`π.3716`

πρόσεισι· προσέρχεται

`π.3718`

προσεκτέα· σπουδαστέα

`π.3719`

προσεκτέον· τὸ προσέχειν, κελευστικῶς

`π.3720`

προσεκτικώτεροι· νηφαλιώτεροι

`π.3721`

`π.3722`

Προσελήνιδες· αἱ Ἀρκαδικαὶ νύμφαι

`π.3723`

προσελιάσθη· λίαν προσήγγισε

`π.3724`

πρὸς ἑλιφερές· πρὸς τὸ κεκλεισμένον

`π.3725`

προσελθών· προσβαλών

`π.3726`

προσεμάξατο· κατεμάξατο

`π.3727`

πρὸς ἐμαυτόν· ἐν ἐμοί. εἰς ἑαυτόν

`π.3728`

.....· προσεπλάκη. ἐπλησίασεν

`π.3729`

πρὸς ἐμοῦ· πρὸς ἐμέ. π.

`π.3730`

προσεμπεδοῦντες· ἐπιβεβαιοῦντες

`π.3731`

προσεμπρῆσαι· καῦσαι

`π.3732`

προσεννέπει· προσαγορεύει

`π.3734`

πρὸς ἐνώπια· ἔμπροσθεν πρὸς τοὺς κατάντικρυς τῆς ἀνατολῆς

`π.3735`

προσενηνόχασι· προσαγηόχασι

`π.3736`

προσεπέλασε· προσήγγισεν

`π.3737`

προσεπεμβαίνει· ἐπιβαίνει, ἐπιτωθάζει, ἐπιγελᾷ

`π.3738`

προσέπηξαν· προσήλωσαν

`π.3739`

πρὸς ἐπίβασιν· πρὸς βάδισιν

`π.3740`

προσεποιήσω· προσεπάξω

`π.3741`

προσεποιήσω· ἐσχηματίσω

`π.3742`

προσερεύγεται· ἐρεύγεται

`π.3743`

προσερήσομαι· ἐπερωτήσω

`π.3744`

προσεράχατοι· τεταγμένοι ἦσαν

`π.3745`

προσερπύσῃ· προσέλθῃ

`π.3747`

προσέτι· πρὸς τούτοις

`π.3748`

προσέσχε· προσῆλθε. προσέπλευσε, προσώρμησεν

`π.3749`

πρὸς εὐθεῖαν· πρὸς ὀρθότητα

`π.3750`

 <span class="gap">…</span> προσερρύη· προσῆλθεν

`π.3751`

προσέφυ· προσεγένετο

`π.3752`

προσέφη· προσεῖπεν

`π.3753`

προσεχές· ἐγγύς. νῆφον, νουνεχές

`π.3754`

προσεχεῖ· ὁμοίως

`π.3755`

προσεχής· γείτων. σπουδαῖος

`π.3756`

προσεχῶς· σπουδαίως

`π.3757`

προσεψιά· προσαγόρευσις, καὶ ἡ πρός τινα ὁμιλία

`π.3758`

πρὸς ἕω· πρὸς ἀνατολήν

`π.3759`

πρὸς ζόφον· πρὸς δύσιν

`π.3760`

προσηγορία· ὀνομασία

`π.3761`

προσήγορος· προσκυνητής

`π.3762`

προσήϊκται· προσέοικε

`π.3763`

προσηκάμενοι· προσλαβόμενοι

`π.3764`

προσήκατο· προσηνέγκατο

`π.3765`

προσήκει· πρέπει. διαφέρει. χρή. ἁρμόττει. συμφέρει

`π.3766`

προσήκοντες· συγγενεῖς

`π.3767`

προσηκόντως· ὀφειλόντως. πρεπόντως. ὀφειλόμενον. δεόντως

`π.3768`

προσήλια· πρὸς ἀνατολήν

`π.3769`

προσήλωσαν· προσέπηξαν. ἐσταύρωσαν

`π.3770`

προσήλωται· ἀνεσταύρωται

`π.3771`

προσήλυτος· πάροικος. ἀλλοεθνής

`π.3772`

πρὸς ἡμῶν· ὑπὲρ ἡμῶν

`π.3774`

προσηνές· καλόν. ἡδύ. ἐπιεικές, ἀγαθόν, πρᾷον, χρηστόν

`π.3775`

προσηνής· προσφιλής

`π.3776`

προσηνῶς· ἡδέως. καὶ τὰ ὅμοια

`π.3778`

προσήρενε· προσέθιγεν

`π.3779`

προσηρτημένοι· .... κεκολλημένοι

`π.3780`

πρόσηται· προσεγγίζει

`π.3781`

προσηύδα· προσεῖπε, προσελάλει

`π.3782`

προσηύρετο· προσέτυχε. προσηγάγετο

`π.3783`

πρὸς ἠῶ· πρὸς ἀνατολήν

`π.3784`

προσθεῖναι· τὸ παραδοῦναι τῷ ἐωνημένῳ ὑπὸ κήρυκι· ὅπερ νῦν κῦρσαί φασι

`π.3785`

προσθείς· προσθήκην λαβών

`π.3786`

προσθέματα· τὰ πυγιαῖα

`π.3787`

πρόσθεν· ἔμπροσθεν. πρὸ τούτου, ἄνωθεν ἢ ἔνθεν

`π.3789`

πρὸς θεοῦ· τὸ τυχόν. Ἀττικοὶ δὲ χάριτι θεοῦ φασιν εἶναι

`π.3790`

προσθέσεις· δευτερώσεις

`π.3791`

πρὸς θεόν· κατὰ τὸν θεόν. ἐπὶ τὸν θεόν

`π.3792`

πρόσθη· πρόσθεσις

`π.3793`

προσθιάξειν· ἀφελεῖν τὰς ἐκ τῆς ὀσφύος τρίχας

`π.3794`

πρόσθʼ ἵσταμαι· προΐσταμαι. ἐμποδίζω. ὑπερμαχῶ

`π.3795`

προΐσταται· ἐπιπολάζει. προσκόπτει

`π.3796`

προσίασι· προσέρχονται, προσφέρουσι

`π.3797`

προσίει· ἐγγίζει

`π.3799`

προσίενται· προσάγονται

`π.3800`

προσίεσθαι· ἐφέλκεσθαι. προσφέρεσθαι

`π.3801`

προσίεται· ἀρέσκεται. προσδέχεται, ἡδέως λαμβάνει

`π.3802`

προσιζῆσαι· προσκαθεσθῆναι

`π.3803`

προσιζήσαντες· προσκομίσαντες

`π.3804`

προσιζήσας· προσκαθίσας

`π.3805`

πρόσιθι· πρόσελθε

`π.3806`

προσίκτορος· προσικέτορος ἀπὸ τοῦ προσικνεῖσθαι τοὺς ἱκέτας

`π.3807`

πρόσιμεν· προσερχόμεθα. πρεσβεύομεν

`π.3808`

προσίναντες· βλάψαντες

`π.3809`

προσιοῦσα· παρερχομένη

`π.3810`

προς <span class="gap">…</span> ίρων· προσάπτων

`π.3811`

προσίπταται· προπέτεται

`π.3812`

προσίσχεται· προσβάλλεται

`π.3813`

προσιτόν· ᾧ δύναταί τις προσελθεῖν

`π.3814`

προσιών· προσελθών, προσερχόμενος

`π.3815`

προκαταγνούς· πρὶν καταπτύσας

`π.3816`

πρόσκειται· ἐκ προσθήκης κεῖται

`π.3817`

πρὸς κέντρα λακτίζῃ· παροιμία ἐπὶ τοῦ κατὰ τῶν ἐναντίων τι λέγειν ἢ πράττειν

`π.3818`

προσκηδεῖς· κατʼ ἐπιγαμίαν οἰκεῖοι

`π.3819`

πρόσκηπτε· προσήμαινε, πρόλεγε, προμήνυε

`π.3820`

προσκλήδην· προσκαλεσάμενος

`π.3821`

πρόσκλησις· προτροπή, ἢ πρόσριψις ἐπὶ δίκης

`π.3822`

προσκομίσατο· προσηνέγκατο

`π.3823`

προσκομιστέον· προσενεκτέον

`π.3824`

προσκομιδή· ἀναφορά

`π.3825`

πρόσκομμα· ζημία. βλάβη

`π.3826`

προσκόπτειν· ἁμαρτάνειν. προβλέπειν

`π.3827`

προσκοπήν· σκάνδαλον

`π.3828`

προσκορῆ· ἀνηδῆ, ἀχαρῆ

`π.3829`

προεικρόσσας· ἄλλας ἐπʼ ἄλλας κλιμακηδόν

`π.3830`

προσκροῦσαι· παροργίσαι. προσηλῶσαι

`π.3831`

προσκρούνιον· πρόφραγμα

`π.3832`

προσκυνεῖ· προσπίπτει

`π.3833`

προσκυρεῖ· προσεγγίζει

`π.3834`

προσκυροῖ· βεβαιοῖ

`π.3835`

προσλαζόμενα· προσλαμβανόμενα

`π.3836`

προσλαζύμεναι· προσλαμβανόμεναι

`π.3837`

πρόληψις· γνῶσις

`π.3838`

προσλιπαρῆσαι· παρακαλέσαι

`π.3839`

προσμελοῦ· ἐπιμελοῦ

`π.3840`

προσμίξας· προσελθών. συνάψας

`π.3841`

προμνήστρια· προξενοῦσα νυμφίους ἢ νύμφας

`π.3842`

προσόδιον· ᾠδή, θεοῦ ὕμνον περιέχουσα

`π.3843`

πρόσοδος· ἔντευξις. ἢ κέρδους προσθήκη

`π.3844`

προσοικίσαντες· προσκαθίσαντες

`π.3845`

πρόσοικος· οἰκεῖος, ὁ πλησίον οἰκῶν

`π.3846`

πρὸς οἷμον· πρὸς τὴν ὁδόν

`π.3847`

προσοίσεσθε· προσδέξησθε

`π.3848`

προσοκεῖλαι· προσορμίσαι εἰς τὴν γῆν

`π.3849`

πρὸς ὄλεθρον· πρὸς θάνατον

`π.3850`

προσόν· ἐνυπάρχον

`π.3851`

πρόσον· ὤθησον

`π.3852`

προσορμίσαντες· προσοκείλαντες

`π.3853`

πρὸς οὔριον· πρὸς εὐθές, ἐπιτήδειον

`π.3854`

πρὸς οὐρίου· τὰ αὐτά

`π.3855`

προσοχή· κατανόησις. νῆψις

`π.3856`

προσοχθισμός· πρόσκρουσις. δεινοπάθεια. πάθος γνώμης. συμπάθεια

`π.3857`

πρόσπαιον· πρόσφατον, νέον

`π.3858`

προσπαλαίει· ......

`π.3859`

προσπελάζει· προσεγγίζει

`π.3860`

προσπέζω, προσπελάζεται

`π.3861`

προσπεριβάλλεται· προσπεριλαμβάνεται

`π.3862`

προσπέφυκεν· ἐκ φύσεως συνῆν

`π.3863`

προσπήγματα· μέρος τι τῆς νεῶς

`π.3865`

προσπίπτω· λιπαρῶ. ἱκετεύω

`π.3866`

προσπλάζει· προσπελάζει

`π.3867`

προσπλήξω· τύψω

`π.3868`

πρόσπολοι· πρόπολοι. θεράπαιναι. θεράποντες, δοῦλοι

`π.3869`

προσποιεῖται· σχηματίζεται

`π.3870`

προσπορισθέν· ἐπινοηθέν

`π.3871`

προσπταίει· σκανδαλίζει

`π.3872`

πρόσπταισμα· πρόσκομμα

`π.3873`

προσπταίοντες· προσκρούοντες, προσκόπτοντες

`π.3874`

προσπτύξομαι

`π.3875`

προσπτύξομαι· ὑποβαλῶ. παραμυθήσομαι

`π.3876`

προσπτύσσεται· προσάγεται. προσέλκεται. προσαγορεύει, ἀσπάζεται

`π.3877`

προσραίνουσι· προσβάλλουσι

`π.3878`

προσρέουσι· προσέρχονται

`π.3879`

πρόσρησις· προσηγορία, ἀσπασμός

`π.3880`

προσριπτούμενον· τοῖς κύμασι περικρουόμενον, κυματιζόμενον

`π.3881`

προσρυέντων· προσελθόντων

`π.3882`

προσήει· προσεπεῖχεν. προσθέει

`π.3885`

πρόσσω· πόῤῥω ἔμπροσθεν, μακρὰν εἰς τοὔμπροσθεν

`π.3886`

προσώτερον· ἐξώτερον

`π.3887`

προσταθείη· .....

`π.3888`

πρὸς τάνδʼ αὐλάν· πρὸς ταύτην τὴν αὐλήν

`π.3889`

πρὸς τάν· πρὸς ταύτην

`π.3890`

πρὸς τάνδε· ὁμοίως

`π.3891`

προστασία· κυβέρνησις

`π.3892`

προστατήριος· τὸν Ἀπόλλωνα οὕτω λέγουσι, παρόσον πρὸ τῶν θυρῶν αὐτὸν ἀφιδρύοντο

`π.3893`

προσταττ οἱ μέτοικοι. καὶ οἱ μὴ ἔχοντες ἀπροστασίου ἐδιώκοντο

`π.3894`

πρόσταμα· κοιτών

`π.3895`

προστάς· πρόστωον

`π.3896`

προστάτου·

  
ὥστʼ οὐ Κρέοντος προστάτου γεγράψομαι  
ἀπὸ τοῦ Ἀθήνησι νομίμου. ἀνάγει δὲ εἰς τοὺς ἥρωας. ἔνεμον γὰρ προστάτην οἱ μέτοικοι· καὶ οἱ μὴ ἀπογραφόμενοι τοῦτον, ἀπροστασίου δίκην ὤφειλον

`π.3897`

προστερνισάμενος· προσπτυξάμενος

`π.3898`

πρὸς τέρμασι· πρὸς τὰ τέλη

`π.3899`

προστήσας· προαγαγών

`π.3900`

προστιβάζεται· μερίζεται. προσπορεύεται

`π.3901`

προστιμᾶται· κατακρίνεται

`π.3902`

πρόστιμον· ζημία. παραγραφή

`π.3903`

πρόστομον· ἐπὶ ξίφους κεῖται

`π.3905`

πρὸς τοὐμφανές· εἰς τὸ φανερόν

`π.3906`

προστρεπόμενοι· σέβοντες, τιμῶντες, προσκυνοῦντες

`π.3907`

προστρίβεται· προσπήσσεται

`π.3908`

προστρόπαιος· φονιός, μιαρός, αἵματι μεμιασμένος. καὶ πρός τινα τρεπόμενος δεήσει καθάρσεως

`π.3909`

προστροπαίω· ἱκετεύω

`π.3910`

προστροπαίων· ἱκετευσίμων, καὶ ἱκετῶν

`π.3912`

προστροπῇ· ἱκετείᾳ

`π.3913`

προσπρόσοδος· τιμή

`π.3914`

πρόστροπον· πρόσαντες

`π.3915`

πρόστροχον· στρογγύλον

`π.3916`

προστυχών· ἀπαντήσας

`π.3917`

προστώῳ· κοιτῶνι

`π.3918`

πρὸς ὑποτύπωσιν· πρὸς σημεῖον

`π.3919`

προσυπουργεῖσθαι· ὑπηρετεῖσθαι

`π.3920`

προσφανῆ· Θεόφραστος ἐν Μεταλλικῷ χρυσίου συῤῥοάς

`π.3921`

προσφάσθαι· προσειπεῖν

`π.3922`

προσφάτης· πλάγιος πεσών

`π.3923`

πρόσφατον· τὸ ἀρτίως γινόμενον, νέον, νεαρόν

`π.3924`

προσφερεῖς κόρας· ὁμοίας ἀλλήλων κόρας

`π.3925`

προσφθέγγεται· ἀσπάζεται

`π.3926`

προσφιλεστάτοις· ἀγαπητοῖς

`π.3927`

πρόσφορα· τὰ ἐπιτηδείως προσφερόμενα

`π.3928`

πρόσφορον· ἐπιτήδειον, ἁρμόζον. οἰκεῖον. ἀκόλουθον

`π.3929`

προσφοῦσα· ἐνδακοῦσα

`π.3930`

πρόσφυγα· καταφυγόντα

`π.3931`

προσφυείς· προσπλακείς

`π.3932`

προσφυές· προσῳκειωμένον

`π.3933`

προσφυεστέροις· προσοικειωθεῖσιν

`π.3934`

προσφυῆ· προσεοικότα. ἁρμόζοντα

`π.3935`

προσφύς· προσπλακείς, περιπλακείς

`π.3936`

προσφῦσα· ἐνδακοῦσα

`π.3937`

προσφωνεῖ· προσαγορεύει

`π.3938`

πρὸς χάριν· πρὸς τέρψιν

`π.3939`

πρόσχες· ἐπίβλεψον

`π.3940`

πρόσχημα· πρόφασις. ὑπόκρισις. προκάλυμμα

`π.3941`

προσχίσματα· εἶδος ὑποδήματος, ἐσχισμένον ἐκ τῶν ἔμπροσθεν

`π.3942`

προσχόμενον· προτείναντα

`π.3943`

προσχωρεῖ· συμμίσγεται

`π.3944`

πρόσχορος· ὁ παρὰ τῷ χορῷ γινόμενος

`π.3945`

πρόσω· ἔμπροσθεν, πρὸ τούτου

`π.3946`

προσῳδία· μετʼ ὀργάνου ᾠδή

`π.3947`

προσωθεῖται· προστρίβεται

`π.3948`

πρός <span class="gap">…</span> ω καὶ ὀπίσω· ἐν τῷ ἔμπροσθεν, ὅ ἐστι μετὰ ταῦτα, καὶ ἐν τῷ παρελθόντι χρόνῳ. ἢ τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα

`π.3949`

προσώκειλε· προσώρμισε εἰς γῆν

`π.3950`

προσών· ἐνυπάρχων

`π.3951`

πρῶσον· ὤθησον

`π.3953`

προσωπεῖον· ἡ νῦν καλουμένη τῶν γυναικῶν προσωπίς

`π.3954`

προσωπεῖον· σχηματισμός

`π.3955`

πρόσωπον· ἐστὶ συνδρομὴ ἰδιοτήτων

`π.3956`

πρόσωπον· τὸ πρόσωπον. Ὅμηρος

`π.3958`

Προσωπῖτις· νῆσος ἐν Αἰγύπτῳ

`π.3959`

προσωποποιΐα· ὅταν πρόσωπον ὑποθέμενός τις εἴπῃ τι

`π.3960`

πρόσω πορεία· προκοπὴ ὁδοῦ

`π.3961`

προσωποῦττα· Πολέμων ἀγγεῖον χαλκοῦν, ἔχον ἐπὶ τοῖς χείλεσι πρόσωπα, ἐν ᾧ τὰ ἱερὰ ἔπεμπον

`π.3962`

προσώτατα· ἐσώτατα

`π.3963`

προσωτέρω· ἐγγυτέρω πρὸς γένος

`π.3964`

πρῶσιν· προώθησιν. ἢ πρὸς ὄψιν, οὐ καλῶς

`π.3965`

προσώχθισα· ἐμίσησα. προσέκοψα. περιεκάκησα. προσήγγισα

`π.3966`

προταίνιον· πρὸ μικροῦ

`π.3967`

προταίνιον· παλαιόν

`π.3968`

προταμεῖν· τεμεῖν

`π.3969`

προτάξω· προκρίνω

`π.3970`

προτάξεως· φανερᾶς μάχης

`π.3971`

πρότασις μετʼ ἐπιτάσεως· ἢ ἐρώτησις

`π.3972`

προτεθειμένον· ἡπλωμένον

`π.3973`

προτείνεται· δίδει. ὑπισχνεῖται

`π.3974`

προτέλεια· ἡ πρὸ τῶν γάμων θυσία, καὶ ἑορτή. τέλος γὰρ ὁ γάμος, ἀπὸ τοῦ εἰς τελειότητα ἄγειν

`π.3975`

προτελειωσαμένη· προμυησαμένη

`π.3976`

προτεμενίσματα· προπύλαια ναῶν

`π.3977`

προτένθαι· λίχνοι προαρπάζοντες

`π.3979`

πρό τʼ ἐόντα· προγεγονότα

`π.3980`

προτερεῖ· προὔχει, τὰ πρωτεῖα λαμβάνει

`π.3981`

προτέρημα· πρόκριμα, προτίμησις

`π.3982`

πρότεροι· προγενέστεροι

`π.3983`

προτέρω· εἰς τοὔμπροσθεν

  
οὐδʼ ἄρα μοι προτέρω νῆες κίον  

`π.3984`

προτετύχθαι· προγεγονέναι

`π.3985`

`π.3986`

προτιάπτω· προπέμπω

`π.3987`

προτὶ ἄστυ· εἰς τὴν πόλιν

`π.3988`

προτιβάλλεαι· προσβάλλῃ. μισεῖς, καὶ ἀποστρέφῃ, ὡς καὶ Ἀττικοὶ λέγουσι· προσβάλλομαι τοῦτον. οἱ δὲ κωλύεις· ἀπὸ τῆς κατὰ τοὺς πύκτας προσβολῆς. ἔστι δὲ ἀναπόδεικτον παρὰ Ὁμήρῳ·

  
ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτε τι ἔργῳ  

`π.3989`

προτίδεγμαι· προσδέχομαι

`π.3990`

προτιδέγμεναι· προσδεχόμεναι

`π.3991`

προτιδέγμενοι· προσδεχόμενοι

`π.3992`

προτιειλεῖν· ἐγκλίνειν

`π.3993`

προτιμᾶν· προκρῖναι, ἐκλέξασθαι

`π.3994`

προτὶ ὅν· πρὸς τὸν ἴδιον

`π.3995`

προτιόσσεται· προορᾶται. προσδέχεται. προσαγορεύει

`π.3996`

προτιόσσετο· προσεδόκα

`π.3997`

προτιπτυσσοίμεθα· ἀσπαζοίμεθα. παρακαλοῖμεν

`π.3998`

πρότμησιν· κατὰ τὸν ὀμφαλόν

`π.3999`

πρότμησις· ὁ περὶ τὸν ὀμφαλὸν τόπος

`π.4000`

προτμητόν· τὸν ὀμφαλόν

`π.4001`

προτμῆτις· ὁ περὶ τὸν ὀμφαλὸν κατὰ τὸν λαγόνα τόπος

`π.4003`

προτομαί· εἰκόνες βασιλέων

`π.4004`

προτομή· εἰκὼν βασιλική, ἕως τοῦ ὀμφαλοῦ τοῦ σώματος εἶδος

`π.4005`

προτόνιον· ὕφασμα

`π.4006`

πρότονοι· οἱ ἑκατέρωθεν τοῦ ἱστοῦ σχοῖνοι, ἐκτεταμένοι εἰς τὴν πρώραν καὶ πρύμναν ἔμπροσθεν

`π.4007`

προτόνοισι· τοῖς τὸν ἱστὸν συνέχουσι σχοινίοις, ἐξ ἑκατέρου μέρους, καὶ τοῖς ἐν τῷ ὑφαντικῷ ἱστῷ

`π.4008`

πρωτορύμῳ· ἐν τῷ ἀκρορύμῳ, ὅπου ὁ ζυγὸς δεσμεῖται

`π.4009`

προτραπέσθαι· ἀποτραπῆναι. ὑποεῖξαι·

  
ἔθελον δʼ ἄχεϊ προτραπέσθαι·  
παρʼ οὐχὶ προθυμηθῆναι, οἷον τοῦ τάχους ἀποτραπῆναι

`π.4010`

προτρέπειν· τὸ προάγεσθαι. ἐνίοτε καὶ τὸ προβιβάζειν

`π.4011`

προτροπεσθάριοι· ἐπιτροπὴν ἔχοντες

`π.4012`

προτρέπου· παρακάλει

`π.4013`

προτριβεῖς· δριμεῖς καὶ ὀξεῖς

`π.4014`

πρότριτα· πρὸ πολλοῦ

`π.4015`

πρότροπα· θυσίας εἶδος

`π.4016`

προτροπάδην· εἰς τοὔμπροσθεν τετραμμένοι. ἢ φεύγων καὶ διώκων ὡς ἐν μάχῃ

`π.4017`

προτροπή· παράκλησις. καὶ τὰ ὅμοια

`π.4018`

προτύπως· ἀκολούθως

`π.4019`

προτροπίς· σπυρίς

`π.4020`

πρότροπος· οἶνός τις, τοῦ γλεύκους τὸ πρόχυμα

`π.4021`

προτρύγαια· ἑορτὴ Διονύσου καὶ Ποσειδῶνος

`π.4022`

προστυχών· παρατυχών

`π.4023`

πρωτόγονος· νέος

`π.4024`

προῦ· προσέρχου

`π.4025`

προύβα· τὸ λευκόν

`π.4026`

προὔβη· προέβη

`π.4029`

προυεσμένη· ἀναβαλλομένη. προϊοῦσα

`π.4030`

προὔθηκα· προέθηκα

`π.4031`

προύκας· δορκάδας

`π.4032`

προυλέσι· πεζοῖς ὁπλίταις

`π.4033`

προῦμορ· εἶδος σικύου

`π.4034`

προυνικοί· οἱ μισθοῦ κομίζοντες τὰ ὤνια ἀπὸ τῆς ἀγορᾶς, οὕς τινες παιδαρίωνας καλοῦσι· δρομεῖς, ταχεῖς, ὀξεῖς, εὐκίνητοι, γοργοί, μισθωτοί

`π.4035`

προύνους· βουνούς

`π.4036`

προὐξένεις· ἐξένιζες

`π.4037`

προὔπεμψε· προέπεμψεν

`π.4038`

προὖπτον· πρόδηλον, φανερόν

`π.4039`

προύρα· πλεύμων, ἢ πνεύμων

`π.4040`

προυργιαίτατα· προνοητικώτατα

`π.4041`

προυργιαίτερον· προκρινόμενον, προτιμότερον. κρεῖττον. ἀναγκαιότερον. ὠφελιμώτερον

`π.4042`

προὔργου· ὁμοίως· ἑτοίμου, πρὸ ἔργου

`π.4043`

προύσελα· προύτελα, προτελεῖ

`π.4044`

προὔστημεν· προέστημεν

`π.4045`

προὔστησας· προέστησας. εὐτρέπισας

`π.4046`

προὔστησε· προέστησε. εὐτρέπισεν

`π.4048`

προὔτυψαν· προένευσαν. προῆλθον, προεχώρησαν

`π.4049`

προὔτυψαν· προήρξαντο. καὶ τὰ ὅμοια

`π.4050`

προὔχει· προέχει. πρωτεύει, κρεῖττόν ἐστι

`π.4051`

προὔχοιο· προφασίζοιο

`π.4052`

προὔχων· προέχων

`π.4053`

προὔχονται· ἐνέχονται

`π.4054`

προὔχοντες· προάγοντες. μέγιστοι

`π.4057`

προφαίνων· προλέγων. προδηλῶν

`π.4058`

προφανεῖς· προφανέστεροι

`π.4059`

προφανέντες· προελθόντες

`π.4060`

προφανῶς· προθύμως

`π.4061`

πρόφαντα· προφητικά

`π.4062`

πρόφαντον· λόγιον, θεοπρόπιον, προδεδηλωμένον

`π.4063`

πρόφασις· αἰτία, ἀφορμή

`π.4065`

πρόφερε· ὀνείδιζε. πρόαγε, προκόμιζε

`π.4066`

προφέρει· ὅμοιον

`π.4067`

προφερεῖς· οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι

`π.4068`

προφορεῖσθαι· τὸ ταῖς διαζομέναις τὸν στήμονα παραδιδόναι

`π.4069`

προφερέστεροι· κρείττονες, ὑπερέχοντες, κρείσσονες, βελτίονες

`π.4070`

προφορά· εὐλαλία. ἑτοιμολογία

`π.4071`

πρὸ φόως· πρὸ τοῦ καθήκοντος χρόνου εἰς φῶς αὐτὸν προήγαγε γεννηθέντα

`π.4072`

προφράγματα· τὰ προσκήνια

`π.4073`

πρόφρασσα· πρόθυμος. εὐνοοῦσα. διανοουμένη

`π.4074`

προφρονέως· προθύμως

`π.4075`

πρόφρων· πρόθυμος. εὔνους. φρόνιμος

`π.4076`

προφύσια· ἐν τοῖς μετάλλοις τὰ σκέπης χάριν τῶν ἐν ταῖς φύσαις αὐλῶν τιθέμενα

`π.4077`

προχάζοις· προβαίνοις. ἀναποδίζοις

`π.4078`

προχάνη· σκῆψις. πρόφασις. καὶ καλύπτρα

`π.4079`

Προχαρισία· ἡ Θέτις οὕτω που τιμᾶται

`π.4080`

πρόχασον· πρόελθε

`π.4082`

προχέει· ἐκπέμπει

`π.4083`

προχειρίζεται· προφέρει. προχέει. ἐκλέγεται

`π.4084`

προχειρίσαι· ἐπιλέξαι

`π.4085`

προχείρως· ἑτοίμως, ταχέως, ὀξέως

`π.4086`

πρόχειρος· ἕτοιμος, εὐχερής

`π.4087`

προχειρότατον· ἕτοιμον

`π.4088`

προχέοντο· ἐπάλληλοι ἐφέροντο. προΐεσαν. ἔῤῥεον. προήρχοντο

`π.4091`

πρόχνυ· ἐπὶ γόνατα, οἷον πρὸ γόνατος·

  
πρόχνυ καθεζομένη  
καὶ παντελῶς·

  
πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε  
  
καὶ πρόῤῥιζον, παντελῶς, καὶ τελείως  

`π.4092`

προχοαί· αἱ ἐκρύσεις τῶν ποταμῶν. καὶ ὑδρίαι

`π.4093`

προχοῇς· τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν. καὶ τοῦ ποταμοῦ τὸ προστόμιον προχοή

`π.4094`

προχοΐδας· τὰς ἀμίδας

`π.4095`

πρόχοι· πρόχοοι, ἤγουν ὑδρίαι·

  
ἀμφικύβωται προχοί.  
ἤτοι δὲ ἀπὸ τοῦ ὅλου περιφερεῖς κύβους ἀμφικύβωται· ἢ ἀπὸ τῆς τῶν ὤτων, τὸ ἐξ ἀμφοτέρων δηλοῦντος

`π.4096`

προχοΐδια· αἱ καταχύσεις

`π.4097`

προχοΐδιον· ἀγγεῖόν τι οἰνηρόν, σταμνίς. καὶ οἷον ὡς προχοΐδιον, ἤγουν κατάχυσιν

`π.4099`

πρόχοος· ξέστης, μέτρον

`π.4100`

προχόῳ· τῇ καταχύσει

`π.4101`

προχύτας· ὀλάς, ἀπαρχάς

`π.4102`

προχύτης· ποτήριόν τι

`π.4103`

πρόχυσις· τὸ μεταξὺ χῶμα

`π.4104`

προψάτης· πανώλεθρος

`π.4105`

προώδων· ἐξέχων τοὺς ὀδόντας

`π.4106`

πρόωμαι· ἐάσω, προχωρήσω

`π.4107`

προώμεθα· ἐάσωμεν, παραχωρήσωμεν

`π.4108`

προώρας· τὰ πρῶτα κλήματα

`π.4109`

πρόωρον· πρὸ καιροῦ

`π.4110`

πρόωφος· πρόσκοπος

`π.4111`

προωχὴς ἵππος· ὁ ἐκ τῶν ὄπισθεν μετέωρος καὶ τῷ ἀναστήματι καὶ τῇ ἱππασίᾳ

`π.4112`

πρύανος· νέος

`π.4113`

πρυλεῖς· οἱ μὲν πολλοὺς λαούς· οἱ δὲ προμάχους, ἢ πεζοὺς ὁπλίτας ἀθρόους

`π.4114`

πρυλέες· πεζοὶ ὁπλῖται· ἀπὸ τῆς πορείας. τουτέστι πορείᾳ χρώμενοι

`π.4115`

πρύλιν· πυῤῥίχην, ἢ ὁπλίτην

`π.4116`

πρυλέεσσʼ ἀραρυῖα· πεζοῖς ἡρμοσμένη

`π.4117`

πρυλεύσεις· ἐπὶ τῆς ἐκφορᾶς τῶν τελευτησάντων παρὰ τῷ ἱερεῖ

`π.4118`

πρύμνα· τὰ πρέμνα, ἢ τὰ ὄπισθεν τοῦ πλοίου

`π.4119`

πρύμναι· αἱ ἄκραι

`π.4120`

πρύμναδε· πρυμνόθεν. πᾶν γὰρ τὸ πρόσγειον κάτωθεν πρύμνον λέγεται

`π.4121`

πρυμνήσια· ἀπόγεια σχοινία

`π.4122`

πρύμνηθεν οὖρον· τὸν ὄπισθεν ἄνεμον, τὸν ἐπιτήδειον

`π.4123`

πρύμνη· τὰ ὀπίσω, ἢ τὸ τέλος τοῦ πλοίου

`π.4124`

πρυμνόν· τὸ ἔσχατον, τὸ ἄκρον. καὶ πρυμνήν τὴν ἐσχάτην. ἐκ ῥιζῶν

`π.4125`

πρυμνός· κάτωθεν βαρύς. ἢ πλοῦτος

`π.4126`

πρυμνώρεια· ἀκρώρεια. ἄκρον. ὄρους τὸ ἔσχατον μέρος

`π.4127`

πρυτανεῖα· ἡ λεγομένη καταβολή, τὸ δέκατον τοῦ τιμήματος

`π.4128`

πρυτανεῖον· τρία Ἀθήνησι συσσίτια θεσμοφορεῖον, πρυτανεῖον. λέγεται δὲ καὶ ἡ ἐπὶ μηνὶ μισθοφορία, καὶ οὗ κατετίθεσαν τὸ ἀργύριον οἱ δικαζόμενοι

`π.4129`

πρυτανεύει· διοικεῖ

`π.4130`

πρύτανις· βασιλεύς. ἄρχων. χορηγός. ταμίας. διοικητής

`π.4131`

πρῴ· ἀντὶ τοῦ πρωΐ

`π.4132`

πρωθήβας· ἀκμαίους

`π.4133`

πρωθῆβαι· ἄρτι ἀκμάζοντες

`π.4135`

πρωθήβην· ἄρτι ἡβῶσαν, ἀκμάζουσαν

`π.4136`

πρωί· Ἀττικώτερον τὸ ὑφέν. σημαίνει δὲ τὸ ἐν ὥρᾳ. καὶ πρὸ τοῦ δέοντος καιροῦ, ἢ πρὸ τῆς καθηκούσης ὥρας ὡς ὀψέ ἐπὶ τοῦ καθυστεροῦντος τῆς προσηκούσης ὥρας

`π.4137`

πρωΐα· ταχέα

`π.4138`

πρωϊζά· πρῶτα. πρωί

`π.4139`

πρωΐη· ὀρθρινή

`π.4141`

πρώϊον· κατʼ ἐκείνην τὴν ἡμέραν. οἱ δὲ πρὸ καιροῦ, ταχύ. ἢ ἀντὶ τοῦ πρώην

`π.4143`

πρῶκες· σταγόνες, ψεκάδες, σταλαγμοί

`π.4144`

πρωκτὸς λουτροῦ περιγίνῃ· παροιμία, ὅταν τις μὴ δύνηται ἀπονίψασθαι, ἀλλʼ ἡ κοιλία αὐτῷ ἐπιφέρηται. ἐλέγετο οὖν ἐπὶ τῶν ἀνωφελῶν καὶ εἰκῆ πραττομένων

`π.4145`

πρωλυθίαι· παρειμένοι, παραλελυμένοι

`π.4146`

πρωλύθιον· ὁ ἐπιφερὴς καὶ ἐπὶ στόμα

`π.4147`

πρών· ὄρος, κρημνός. οἱ δὲ ὄρους ἐξοχήν

`π.4148`

πρώονας· ὀρῶν ἐξοχάς

`π.4149`

πρώονες· οἱ ἐκνενευκότες τόποι εἰς ὄρη

`π.4150`

πρῷρα· πρόσωπον. ἢ τὸ ἔμπροσθεν τοῦ πλοίου. ἢ στολὴ διακεκαλλωπισμένη τὰς ὄψεις, ἢ ἐπικαλύπτουσα

`π.4151`

πρῳράσαντες· κροτήσαντες. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν νεῶν καὶ τῆς εἰρεσίας

`π.4152`

πρωραχθῆ· ἡ μεταφορὰ ἀπὸ τῶν πλοίων. ἐκεῖνα γὰρ ἐν τῇ πρῴρᾳ τὸν φόρτον φέρει, καὶ ἐπαιωρούμενα ἐγκαθέζεται τῇ θαλάσσῃ. φυσικῶς δὲ οἱ γέροντες ἐπὶ τὸ πρόσωπον φέρονται. Πρῷρα δὲ τὸ πρόσωπον

`π.4153`

πρωρεῖ· κηδεύει. ἐκρεῖ. προορᾷ. φοβεῖται

`π.4154`

πρῶσιν· προώθησιν

`π.4155`

πρῶτα· ἅπαξ πρότερον

`π.4156`

προτέλειαι· αἱ ἀπαρχαί· κυρίως μὲν τῆς λείας, ἤγουν τῆς αἰχμαλωσίας, καταχρηστικῶς πᾶσα ἀπαρχή

`π.4157`

πρώτῃσι θύρῃσιν· ἐπʼ ἄκρου τοῦ οὐδοῦ. ἐπʼ ἄκραις ταῖς θύραις

`π.4158`

πρωτερική· εἶδός τι συκῆς πρωΐμου. καὶ πεδίον τι οὕτω καλεῖται

`π.4159`

πρώτιστον· πρότερον

`π.4160`

πρωτόαλος· πρωτόπλους

`π.4161`

πρωτόβαθρον· τὸν προεδρίας ἀξιωθέντα

`π.4162`

πρωτογόνων· πρώτων φανέντων

`π.4163`

πρωτόγονος· νέος

`π.4164`

πρωτογυναῖκες· οἱ μίαν ἠγμένοι γυναῖκα

`π.4165`

πρωτόλεια· ἀπάργματα

`π.4166`

πρωτόλειον· ἀπαρχή. ἢ τὸ πρῶτον ἐλθεῖν τὴν λείαν

`π.4167`

πρωτώλη· πρώτη. ἢ πτερόν

`π.4168`

πρωτολήδεσθαι· τὸ πρῶτον ἀποπειρᾶσθαι

`π.4169`

πρωτόμφαλον· τὸ τῆς ἀσπίδος μέσον

`π.4170`

πρῶτον ὑπηνήτην· τὴν ἀπαρχὴν ἔχοντα γενειάδος

`π.4171`

πρωτοπαγεῖς· οἱ πρῶτον πεπηγμένοι δίφροι, καινοί

`π.4172`

πρωτοπραξία· τὸ πρῶτον εἰσπραττόμενον

`π.4173`

πρωτοστάτης· ὁ πρῶτος παρὰ τὸ κέρας τῆς παρατάξεως τεταγμένος

`π.4174`

πρωτοτόκος· ἡ πρώτη τετοκυῖα. καὶ ὁ πρῶτος τεχθείς

`π.4175`

πρωτοτύπως· ὁ ἀκολούθως. πρωτουργός

`π.4176`

πρώτῳ ῥυμῷ· τῷ ἄκρῳ τοῦ ῥυμοῦ

`π.4177`

πταίει· πίπτει, ἁμαρτάνει. σφάλλει

`π.4178`

πταῖτο· ἔπτη. ἔδραμεν

`π.4179`

πτάκες ἢ πτάκιδες· δειλοί, ἐπτηχότες. καὶ πτακισμός

`π.4180`

πτακωρεῖν· πτήσσειν, δεδοικέναι

`π.4182`

πταμένη· πετασθεῖσα. διελθοῦσα

`π.4183`

πτάξ· πτάκις. πτώξ. δειλός

`π.4184`

πτάτο· ἔπτη. ἔδραμεν

`π.4185`

πταώτην· κατεπτηχότα

`π.4186`

πτελέα· σῦς ὑπὸ Λακώνων. ἢ εἶδος δένδρου

`π.4187`

πτελεάδες· πτελεῶδες

`π.4188`

πτελεόν· τὸ συλλέγεσθαι

`π.4189`

Πτελεός· πόλις

`π.4190`

πτερά· πτέρυγες. ἢ οἰκοδομήματα ἱερῶν ἐκ λίθων

`π.4192`

Πτερίδες· τῶν Νυμφῶν τινες οὕτω καλοῦνται· ἀπὸ τῆς πόας

`π.4193`

πτέρνα· τοῦ ἀρότρου τὸ σιδήριον, τὸ κατατεῖνον ὑπὸ τὴν γύην. καὶ τοῦ ποδός. καὶ τὰ ἔσχατα μέρη τῶν ὀρῶν

`π.4194`

πτέρνεται

`π.4195`

πτέρνης· τῆς πορείας τοῦ βίου

`π.4196`

πτερνιεῖ· παγιδεύσει

`π.4197`

πτερνίζει· ἀπατᾷ. συναρπάζει. ἀτιμάζει, ὑβρίζει

`π.4198`

πτερνίς· τὰ πυθμένια τῶν ἰατρικῶν λεκανίδων, ἃ μέχρι νῦν προσδέουσιν ἁλυσειδίοις μακροῖς ἐν τοῖς ἰατρείοις. καὶ εἶδος ἱέρακος

`π.4199`

πτερνισμόν· ἐπιβουλήν

`π.4200`

πτερνοβάτης· τῶν ἰατρικῶν τις ἐπιδέσμων

`π.4201`

πτερόεντα· ταχέα. οἱ δὲ πεφορτισμένα. κοῦφα. εὐάρμοστα

`π.4202`

πτερόεντα· ὁμοίως

`π.4203`

πτεροῖ· ἐξαίρει

`π.4204`

πτερόν· σκηνή

`π.4205`

πτερονόμος· τοῖς πτεροῖς νομῶσα καὶ νεμωμένη. ὅθεν καὶ τὸ νέμειν ἐπιστροφὴν ἄγειν

`π.4206`

πτεροφόροι· τέλος τι στρατιωτικόν, ἢ ὡς διὰ τὴν ἐν τοῖς λόφοις πτέρωσιν. καλοῦνται δὲ οὕτως καὶ τῶν ἐν Αἰγύπτῳ ἱερέων τινές

`π.4207`

πτέρυγες· εὐθυντῆρες. τὰ πηδάλια. καὶ μέρος χιτῶνος, τὰ περὶ τὰ κράσπεδα. δηλοῖ δὲ καὶ τῶν πηδαλίων τὰ πλατέα καὶ τὰ χείλη

`π.4208`

πτέρυγες· σκέπαις

`π.4209`

πτερύγια· μέρος τι τοῦ ῥυμοῦ. καὶ τοῦ πνεύμονος τοῦ λοβοῦ τὰ ἄκρα· καὶ τοῦ ὠτὸς τὸ ἄνω· καὶ ξίφους τὰ ἑκατέρωθεν. ἢ τὰ ἄκρα τῶν ἱματίων

`π.4210`

πτερυγίζειν· μηδὲν ἀνύειν. ὅταν γὰρ τὰ μήπω δυνάμενα πέτεσθαι τῶν ὀρνέων πειράζοντα ἐπιβάλληται καὶ κινῇ τὰς πτέρυγας πτερυγίζειν λέγεται

`π.4211`

πτερύγιον· ἀκρωτήριον, πτέρυξ

`π.4212`

πτερυξαμένη· διασείσασα

`π.4213`

πτερύσσεται· τὰ πτερὰ τινάσσει, πέτεται

`π.4214`

πτερυγοτύραννος· ὄρνις ποιὸς ἐν Ἰνδικῇ Ἀλεξάνδρῳ δοθείς

`π.4215`

πτέρων·

  
ἀλλʼ ἢ τρίορχος, ἢ πτέρων, ἢ στρουθίας  
εἶδος ὀρνέου

`π.4216`

πτερῶν ταρσοῦ· τῶν πτερῶν

`π.4217`

πτερωτοῖς· πετεινοῖς

`π.4218`

πτερωτός· ἀναπτερωθείς.

`π.4219`

πτηνός· ὁ ἱπτάμενος

`π.4220`

πτῆξαι· δειλιᾶσαι

`π.4221`

πτήξαντα· τὴν ὄψιν εἰς τοὔδαφος καταβαλόντα.

`π.4222`

πτῆξεν· εἰς φόβον ἤγαγεν

`π.4223`

πτῆναι· ταχέως ἐνεχθῆναι

`π.4224`

πτήσσων· ὑποπίπτων. κρυβόμενος

`π.4225`

πτῆται· ταχέως πέτεται

`π.4226`

πτίλα· πτερὰ ἁπαλά

`π.4227`

πτίλος· ὁ μαδαρός, καὶ λελεπισμένος τοὺς ὀφθαλμούς

`π.4228`

πτίσαι· κόψαι

`π.4229`

πτίσει· κόψει

`π.4230`

πτισάνη· κυκεών

`π.4231`

πτίσατε· ἀποδερματίσατε

`π.4232`

πτόησις· δειλία

`π.4233`

πτοία· πτυρμός. φόβος

`π.4234`

πτοίαν ἢ πτοῖον· θόρυβος, ἢ ταραχή

`π.4235`

πτοιώμενον· πτοιᾶσθαι λέγεται· τὸ παρορμᾶσθαι πρὸς τὰ ἀφροδίσια

`π.4236`

πτολέμοιο· πολέμου

`π.4237`

πτολίεθρον· πόλιν καὶ πόλις

`π.4238`

πτόλις· ναῦγος. ἢ πόλις

`π.4239`

πτολεμίξομεν· πολεμίσωμεν

`π.4240`

πτολίεσσι· πόλεσι

`π.4241`

πτόρθος· κλάδος, βλαστός

`π.4242`

πτολίπορθος· πολεμιστής. ἀπὸ τοῦ τὰς πόλεις πορθεῖν

`π.4243`

πτόρθος· ὄρπηξ, βλαστός, κλάδος, ἢ ἔκφυσις τοῦ δένδρου, θαλλός

`π.4246`

πτύγμα· κόλπωμα. δίπλωμα

`π.4247`

πτύελον· σκεῦος ἐπιτήδειον πρὸς λουτρόν. ἢ πτύσμα

`π.4248`

πτυκτίον· βιβλίον

`π.4249`

πτυκτόν· πτυσσόμενον. ἢ καμπτόμενον

`π.4250`

πτύξ· ἡ πτυχή, ἡ πλέξις

`π.4251`

πτύξις· δίπλωσις. κάμψις

`π.4252`

πτύον· θρῖναξ. ξύλον ἐν ᾧ διαχωρίζουσι τὸν σῖτον ἀπὸ τοῦ ἀχύρου

`π.4253`

πτυόφιν· τοῦ πτύου. ἔστι δὲ γεωργικὸν ἐργαλεῖον

`π.4255`

πτύρεται· κλᾶται. κραδαίνεται. σείεται. φοβεῖται. φρίττει

`π.4256`

πτυρμός· φρίκη. καὶ τὰ ὅμοια

`π.4257`

πτύσσει· κραδαίνει. ἢ τὰ δόρατα διπλοῖ

`π.4258`

πτυσσοίμεθα· κολακεύοιμεν

`π.4259`

πτυχαί· στολαί. περιβολαί

`π.4260`

πτύχες· μερίδες. καὶ αἱ τῶν ὀρῶν ἀποκλίσεις. εἰσὶ δὲ αἱ φάραγγες

`π.4261`

πτῳΐδες· Νύμφαι

`π.4262`

πτωκὰς κύπειρος· παρὰ Σιμμίᾳ ἡ πόα, διὰ τὸ χθαμαλὴ εἶναι

`π.4263`

πτῶκες· δειλοί. λαγωοί. δορκάδες. ἔλαφοι. νεβροί

`π.4264`

πτώματα· αἱ συῤῥήσεις ἐν τοῖς μετάλλοις

`π.4265`

πτώξ· λαγωός. ἀπὸ τοῦ κατεπτηχέναι. ἢ ταπεινόν

`π.4266`

πτώσσει· ἑαυτὸν κατακρύπτει. φοβεῖται, δέδιε

`π.4267`

πτωσκαζέμεν· κρύπτεσθαι. περικάμπτειν

`π.4268`

πτώσσοντες· δειλιῶντες

`π.4269`

πτωτόν· τὸ πίπτον

`π.4270`

πτωχεύειν· ἐπαιτεῖν, ἀπὸ τοῦ πτώσσειν ἢ ἐπτηχέναι, ἤγουν ταπεινοῦσθαι

`π.4271`

πύαλος· ἡ ἀσάμινθος. ἢ λάρναξ

`π.4272`

πυάνιον· τὸ διὰ τοῦ γάλακτος ῥόφημα. οἱ δὲ πανσπερμίαν ἡψημένην ἐν γλυκεῖ

`π.4273`

πύανοι· κύαμοι. καὶ πᾶν ὄσπριον

`π.4274`

πυανόψια· ἑορτὴ Ἀθήνησιν. εἴρηται δέ, παρόσον κυάμων ἐμπίπλανται. καὶ ἄγεται Πυανεψιῶνος ἑβδόμῃ, ἐπειδὴ ἕψουσιν ἔτνος. οὕτω δὲ κέκληνται ὁ μὴν καὶ ἡ ἑορτή, διὰ τὸ ἀθάραν ἑψεῖν, ἃ καλοῦσι πύανα

`π.4275`

πῦαρ· πυτία

`π.4276`

πυγαῖα· τὰς σπείρας τῶν κιόνων. καὶ τοῦ σώματος ἡμῶν τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν

`π.4278`

πύγαργος· εἶδος ἀετοῦ

`π.4279`

πυγή· τὸ κάθισμα

`π.4280`

Πυγμαῖοι· ἔθνος πρὸ τῆς Αἰγύπτου, τῷ μεγέθει πάνυ μικρόν, οἷον πηχυαῖον

`π.4281`

Πυγμαίων· ὁ Ἄδωνις παρὰ Κυπρίοις

`π.4282`

πύματος· ἔσχατος, ὕστατος

`π.4283`

πυγμή· γρόνθος. πυκτή. ἤγουν τὸ συγκεκλεῖσθαι τοὺς δακτύλους

`π.4284`

πυγόνος· τοῦ πήχεος. ἔστι δὲ ἡ πυγὼν ἀπὸ ὠλεκράνου ἄχρι τοῦ μικροῦ δακτύλου

`π.4285`

πυγόριζαι· οὕτω καλοῦνταί τινες τῶν ῥιζῶν

`π.4286`

πυγός· ὁ πῆχυς

`π.4287`

πυγοσκελίς· ζῶόν τι. καὶ ὁ βραχύς

`π.4288`

πυγούσιον· πηχυαῖον

`π.4289`

πυγών· μέτρον τὸ ἀπὸ τοῦ ὠλεκράνου, ὅπερ ἐστὶν ὁ ἀγκών, ἕως ἔξω τῆς χειρός, ἐπικεκαμμένων τῶν δακτύλων. καὶ σπιθαμή

`π.4290`

πυδαρίζειν· τὸ μὴ ἀνέχεσθαί τινος, ἀλλʼ ἀποπηδᾶν. χαλεπαίνειν

`π.4291`

πυέλιον· πύελος χαλκῆ

`π.4292`

πυελίς· σφραγιδοφύλαξ, ἔνθα ἡ ψῆφος ἐν δακτυλίῳ

`π.4293`

πύελος· ἐν ᾧ οἱ πυροὶ ἐπλύνοντο. σκάφη. ἐμβατή

`π.4294`

πυήρ· ἀναπεπλησμένον

`π.4295`

Πύθια· πανήγυρις, καὶ ἑορτὴ Ἑλληνική

`π.4296`

πυθέσθαι· ἀκοῦσαι. ἐρωτῆσαι. γνώσεσθαι

`π.4297`

πύθεται· σήπεται. φθίνει. βρέχεται

`π.4298`

Πύθιον· Θουκυδίδης

`π.4299`

Πυθίων ἀνακτόρων· ἐπὶ τοῦ ἐν Χρύσῃ ἱεροῦ, ἤγουν Ἀπόλλωνος

`π.4300`

πυθμέν ἐλαίης· τὴν ἀρχήν, καὶ τὴν ῥίζαν

`π.4301`

πυθμένες· βάσεις αἱ κατὰ τῶν δένδρων

`π.4302`

πυθμήν· τὸ ὑποκάτω τῆς λεκάνης, καὶ παντὸς σκεύους. γένεσις, ἀρχή, ῥίζα. καὶ τῆς μήτρας τὸ ἄνω μέρος. καὶ ἀριθμός τις παρὰ τοῖς γεωμετρικοῖς

`π.4303`

Πυθοῖ· ἐν Πυθῶνι

`π.4304`

πύθοιτο· σαπείη

`π.4305`

πυθόληπτος· ὑπὸ τοῦ Πυθικοῦ ....

`π.4306`

πύθομαι· ἀκούω

`π.4307`

πυθόμενος· ἀκούσας. ἐρωτήσας. μαθών

`π.4308`

πυθομένων· σηπομένων. τὸ γὰρ πύος αἷμά ἐστι κατὰ μεταβολήν

`π.4309`

πύθου· ἐρώτησον

`π.4310`

πύθοντο· ἤκουον. ἔμαθον

`π.4311`

πυθοῦ Χελιδόνος· παροιμιῶδες, διότι ὀδυρτικὸν τὸ ζῶον· θρηνεῖ γὰρ ἡ χελιδὼν. τὸ δὲ ἀληθὲς ἀπὸ Χελιδόνος τινὸς θεολόγου ἢ τερατοσκόπου

`π.4312`

Πυθώ· πόλις Φωκίδος

`π.4313`

Πυθώδʼ ὁδός· παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πραττόντων

`π.4314`

Πύθων· ὁ ἐγγαστρίμυθος ἢ ἐγγαστρίμαντις. ἢ Βυζάντιος τὸ γένος

`π.4315`

πύθων· δαιμόνιον μαντικόν

`π.4316`

πύϊον· τὸ γάλα

`π.4317`

πύκα· ἐπιμελῶς·

  
πύκα δʼ ἔτρεφε  
καί·

  
πύκα ποητοῖο  
τοῦ ἐπιμελῶς κατεσκευασμένου. καί· πυκινὸν λέχος τὸ ἐπιμελείας ἠξιωμένον, διὰ τὸ ἐκ πολλῶν ἱματίων εἶναι

`π.4318`

πύκαζε· κάλυπτε. στεφάνου. πύκνου

`π.4319`

πυκάζουσι· καλύπτουσι. στεφανοῦσι. πυκνοῦσι. κρύπτουσι. φυλάσσουσι. σκέπουσι, περιβάλλουσι, στεγάζουσι. σκιάζουσι

`π.4320`

πύκα ποιητοῖο· ἐπιμελῶς κατεσκευασμένου

`π.4321`

πυκασάντων· καλυψάντων

`π.4322`

πυκασμός· δασύτης γεννήματος

`π.4323`

πύκʼ ἐβάλλετο· πυκνῶς ἐβάλλετο

`π.4324`

πυκιμήδεος· συνετῆς. ἢ ἐπιμελοῦς κατὰ τὸ ποιῆσαι

`π.4325`

πυκινήν· συνετήν. στεγνήν, ἰσχυράν, συνεχῆ

`π.4326`

πυκινοῖσι· συνεχέσι. καὶ τὰ ὅμοια

`π.4327`

πυκινὸν δʼ ἄχος· πυκνὴ λύπη

`π.4328`

πυκινόν· συνετόν. συνεχῆ. πυκινὸν λέχος· διὰ τὸ ἐκ πολλῶν ἱματίων τὰ στρώματα συντίθεσθαι

`π.4329`

πυκινόφρων· πολύφρων, σώφρων

`π.4330`

πυκνά· συχνά. συνετά. πολλά

`π.4331`

πυκνὰ πτερά· ......

`π.4332`

.......· τὸ ἐν Ἀθήναις δικαστήριον, τὴν πύκνα Ἴων

`π.4333`

πυκναίοις· πολλοῖς

`π.4334`

πυκνὰ ῥωγαλέην· πυκνὰς ῥαγάδας ἔχουσαν

`π.4335`

πυκνῶς· συνεχῶς, συχνῶς

`π.4336`

πύκτας· γρόνθους. ἀγωνιστάς

`π.4337`

πύκτης· πολέμιος. ἀνένδοτος

`π.4338`

πύλα· πύλαι

`π.4339`

πυλαγόροι· οἱ προεστῶτες τῆς πυλαίας. πυλαία δέ ἐστι ἡ εἰς Πύλας, τὰς Θερμοπύλας, γινομένη σύνοδος τῶν Ἀμφικτυόνων

`π.4340`

πύλαι· Ἀριστοφάνης Τελμισσεῦσιν ἀπὸ τῶν θυτῶν λέγει· ἐκεῖνοι γὰρ ἐπισκέπτονται τὰς ἐκτροπὰς τοῦ ἥπατος καὶ τὰς φλέβας. διὸ καὶ τὰς ὁδοὺς πύλας λέγουσι. ὁ ποιητὴς γὰρ οὐδέποτε πύλην ἑνικῶς λέγει, ἀλλὰ πληθυντικῶς, θύραν μέντοι καὶ θύρας λέγει·

  
θυράων ὑψηλάων  

`π.4341`

πυλαιαστάς· τοὺς ψεύστας. Ῥόδιοι

`π.4342`

πυλαιΐδεες· αἱ ἐν κάλλει κρινόμεναι τῶν γυναικῶν καὶ νικῶσαι

`π.4343`

πυλαίμαχος· πολέμαρχος. καὶ ὄνομα κύριον

`π.4344`

πύλαι οὐρανοῦ· τὰ νέφη

`π.4345`

πύλαρα· τὰ στελέχη

`π.4346`

πυλάρταο· τῇ πύλῃ προσηρτημένου

`π.4347`

πυλάρταο κρατεροῖο· τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος, ἢ ἡρμοσμένας ἔχοντος. λέγει δὲ ἐπὶ τοῦ ᾅδου. πυλωροῦ ἰσχυροῦ

`π.4348`

πυλάτιδες ἀγοραί· ὅπου συνίασιν οἱ Ἀμφικτύονες εἰς τὴν λεγομένην Πυλαίαν ἐν τῇ πανηγύρει

`π.4349`

πυλαυρός· πυλωρός

`π.4350`

πυλαωρούς· τοὺς πύλας φυλάσσοντας. τινὲς δὲ κλέπτας

`π.4351`

Πύλος· πόλις

`π.4352`

πύλη· θύρα

`π.4353`

πυλεῶνα· στέφανον

`π.4354`

πυλευρόν· πυλωρόν

`π.4355`

πυληγόροι· τελῶναι. καὶ οἱ τῶν πανηγύρεων ἐπιμεληταί

`π.4356`

Πυλήνη· πόλις Αἰτωλίας

`π.4357`

πύλιγγες· αἱ ἐν τῇ ἕδρᾳ τρίχες. καὶ ἴουλοι, βόστρυχοι, κίκιννοι

`π.4358`

πυλλεῖ· θραύει. λέγει, διαβοᾷ. θρυλλεῖ

`π.4359`

πύλῳ· ἀντὶ τοῦ πύλῃ τῇ τοῦ ᾅδου

`π.4360`

πυλωλάκτας· κακῶν μεστούς

`π.4361`

πυλών· στέφανος

`π.4362`

πυλωρός· ὁ πυθμὴν τῆς κοιλίας

`π.4363`

πυμάτοις· ἐσχάτοις

`π.4364`

πύματον· ἔσχατον, τελευταῖον

`π.4365`

πύνδαξ· πυθμήν

`π.4366`

πυνθάνομαι· ἀκούω

`π.4367`

πυνθανόμην· ἤκουον

`π.4368`

πυνιάζειν· περαίνειν

`π.4369`

πυνικούς· τοὺς ἑφθοὺς ἐρεβίνθους, καὶ φακούς

`π.4370`

Πύννα· ἡ Ἥρα

`π.4371`

πυνός· ὁ πρωκτός

`π.4372`

πύννους· κυάμους ἑφθούς

`π.4373`

πύξ· πυγμή. γρόνθος

`π.4374`

πυξία· δίπτυχα

`π.4375`

πύξινον· χρῶμά τι ἱματίου

`π.4376`

πύξ· ἱμαντωμένην κλίνην

`π.4377`

πυόν· γάλα τὸ πρῶτον, ὃ πήγνυται ἑψόμενον

`π.4378`

πυππάζουσι· φωνῇ ποιᾷ χρῶνται

`π.4379`

πύππαξ· τὸ νῦν βόμβαξ λεγόμενον πύππαξ ἔλεγον, ὡς Λυκόφρων ᾠήθη. οὐκ ἔστι δέ. τὸ μὲν γὰρ βόμβαξ τίθεται καὶ ἐπὶ σχετλιασμοῦ καὶ ἐπὶ γέλωτος, τὸ δὲ πύππαξ οὐχί

`π.4380`

πῦρ· πυρετός

`π.4381`

πυράγρα· καρκίνος

`π.4382`

πυράγρη ἢ πυράγρα· χαλκευτικὸν ἐργαλεῖον, καρκίνος, πάγουρος

`π.4383`

πυραί· πυρκαϊαί

`π.4384`

`π.4385`

πυῤῥάκης· ξανθός

`π.4386`

πυρακτῶν· ἐμπυρεύων

`π.4387`

πυραμίδες· πυραμοειδεῖς λαμπάδες

`π.4388`

 <span class="gap">…</span> πυραμοῦντα· τὴν πυραμίδα

`π.4389`

πυραμίδες· οἰκοδομήματα γεωμετρικά, ἐπὶ τὰ κάτω κατερχόμενα

`π.4390`

Πύραμος· ποταμὸς Κιλικίας. ἄλλοι δὲ χόρτον οὕτω καλοῦσι

`π.4391`

πυραμοῦς· εἶδος πλακοῦντος, ἐκ πυρῶν πεφρυγμένων καὶ μέλιτι ἀναδεδευμένων

`π.4392`

πυρὰ μυῖα· ἡ μέλισσα

`π.4393`

Πύρασος· πόλις

`π.4394`

πύραυνον· εἰς ὃ ἂν πῦρ ἐναύηται, δᾳδίον, ἢ βόλβιτον, ἢ τοιοῦτόν τι. οἱ δὲ τὴν θέρμαυστριν

`π.4395`

πυργηδόν· κατὰ τάξιν τείχους

`π.4396`

πυράγηρα· τὰ θωράκια

`π.4397`

πυργήρης· μετέωρος ὡς πύργος. καὶ ἐν Φρουροῖς· πυργείαν σκοπήν

`π.4398`

πυργηρούμεθα· ἐντὸς ἐσμὲν τῶν πύργων, οὐ τολμῶμεν ἐξιέναι. γράφεται δὲ πυργιούμεθα

`π.4399`

πυργηροῦμεν· φυλάττομεν τὰ τείχη

`π.4400`

πυργηρούμενον· τὰ τείχη φυλάττον

`π.4401`

πυργίον· μέρος τριήρους

`π.4402`

Πυργῖται· οἱ Κρῆτες

`π.4403`

πυργῖτις· βοτάνη

`π.4404`

πυργοβάρεις· οἱ προμαχῶνες

`π.4405`

πύργος· προμαχεών. τεῖχος·

  
ἀλλʼ ἐπὶ πύργον ἔβη  
καὶ τάξις ἐν τετραγώνῳ ὁπλιτῶν·

  
ἔστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθών  
καὶ πολεμιστήριον ὄργανον

`π.4406`

πυργοῦται· ὑψοῦται

`π.4407`

πυργοῦχος· μέρος τι τῆς νεώς

`π.4408`

πύργων ἔρυον· ἐπὶ τοὺς πύργους εἷλκον

`π.4409`

πύργωσις· μέρος τι τῆς νεώς

`π.4410`

πύρδαλον· ὀψοποιεῖον, ὀπτανεῖον. καὶ τὸ καύσιμον φρύγανον, ἢ ξύλον. ἢ μαγειρεῖον. ἢ λείψανον. οἱ δὲ πύρδανον

`π.4411`

πύρδανα· τὰ λείψανα. καὶ τὰ ζώπυρα τοῦ πυρός

`π.4412`

πυρέας· πυρπολητάς, ἐμπυροῦντας τὴν πόλιν. ἀπὸ τῆς πυρεύς εὐθείας

`π.4413`

πυρεῖον· ἀγγεῖον κεράμιον εἰς πυρὸς ἔνθεσιν

`π.4414`

πυρένεσι· ἅρμασι

`π.4415`

πῦρ ἐπὶ πῦρ· παροιμία, ἧς μέμνηται Πλάτων. καὶ κακὸν ἐπὶ κακῷ

`π.4416`

πυρετός· φλογισμός, καῦμα. τὸ δὲ σῶμα πῦρ λέγει

`π.4417`

πυρῆνες· τὰ ἐντὸς τῶν ἐλαιῶν ὀστᾶ

`π.4418`

πυριατόν· τὸ ἑφθὸν πυρί, ὃ γίνεται ἐκ τοῦ πρώτου γάλακτος

`π.4419`

πυριαττός· συνετός

`π.4420`

πυρινίζειν

`π.4421`

πυριβρεμέτας· ὁ χαλινός· Τιμαχίδας δὲ ἤτοι ὁ πυρὶ βρέμων, ἢ διὰ πυρὸς βρέμοντος γεγονώς

`π.4422`

πυρίεφθα· τὸ πρῶτον γάλα

`π.4423`

πυριηκέα· πῦρ ἔχοντα, πεπυρωμένον, πυρίνην τὴν ἀκμὴν καὶ τὸ ἄκρον ἔχοντα

`π.4424`

πυρίκαυστος· πεπυρωμένος

`π.4425`

πυρὶ κηλέῳ· διαυγεῖ. τινὲς καυστικῷ, ἰσχυρῷ

`π.4426`

πυρικρόταφος· ὁ μετὰ πυρὸς κεκροτημένος σίδηρος

`π.4427`

πυρίμαχος· ὁ ἐν τῇ ἀνίκητος. καὶ λίθος ἀπὸ τοῦ συμβεβηκότος πυρίμαχος

`π.4428`

`π.4429`

πυρισμαράγοις· τοῖς ἀπὸ πυρὸς ἠχοῦσιν

`π.4430`

πυρῖτις· λίθος, ἀφʼ οὗ πῦρ τίκτεται

`π.4431`

Πυριφλεγέθων· ποταμὸς ἐν ᾅδου

`π.4432`

πυρκαϊά· ἐμπυρισμός

`π.4433`

πυρκόοι· ὑπὸ Δελφῶν ἱερεῖς διʼ ἐμπύρων μαντευόμενοι

`π.4434`

πύρνα· τρύφη. κλάσματα. σιτία

`π.4435`

πυρίη· ὅσαι τῆς μάζης συμπιέζουσι τῇ χειρὶ εἰς τὸ στόμα λαμβάνουσαι

`π.4436`

πύρνηται· ἐσθίηται

`π.4437`

πύρνοι· ζειαὶ κνηστώδεις. ἢ ὁ κατειργασμένος σῖτος. ἄλλοι χόρτος, ἄλλοι μαγίδα. καὶ οὐδετέρως τὰ πύρνα·

  
ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι  

`π.4438`

πύρνος· ψωμός

`π.4439`

πυροδαύσιον· μαγειρεῖον

`π.4440`

πυρόεντι· θερμῷ

`π.4441`

πυροί· πύρινοι κεκινημένοι

`π.4442`

πυρὸς αὐγή· ὁ καταυγαζόμενος καὶ καταφωτιζόμενος τόπος ὑπὸ πυρός

`π.4443`

πυρὸς δηΐοιο· ὑπὸ τοῦ πυρὸς τοῦ πολεμικοῦ

`π.4444`

πυρός· σῖτος

`π.4445`

πυρὸς μειλισσέμεν· καὶ πυρὸς τὰ κεχαρισμένα ποιεῖν, τουτέστι θάπτειν

`π.4446`

πυρὸς μένος· πῦρ, περιφραστικῶς. ἤγουν πυρὸς δύναμις

`π.4447`

πυρὸς ἄνθος· τὸ λαμπρότατον

`π.4448`

πυρὸς δέμας· ὀξέως καὶ ἰσχυρῶς

`π.4449`

πυρολαμπίς· ζῶον πτηνόν, ἐν σκότει λάμπον

`π.4450`

πυροφόροιο· σιτοφόρου

`π.4451`

πυρπαλάμης· πυρπαλάμους ἔλεγον τοὺς διὰ τάχους τι μηχανᾶσθαι δυναμένους, καὶ τοὺς ποικίλους τὸ ἦθος

`π.4452`

πυρπολεῖ· ἅπτει, καίει, πυρσεύει

`π.4453`

πυρπολέοντας· πυρπολουμένους, ἢ περὶ τὴν πυρὰν ἀναστρεφομένους

`π.4454`

πυρπολούμενος· ἐμπυριζόμενος, παρὰ τὸ πολεῖν ἐν αὐτῷ τὸ πῦρ

`π.4455`

πυρπερέγχει· Κρατῖνος ἀπὸ διθυράμβου ἐν Βουκόλοις ἀρξάμενος, ἐπειδὴ χορὸν οὐκ ἔλαβεν παρὰ τοῦ ἄρχοντος. ἔστιν οὗ ἠτήρει

`π.4456`

Πυῤῥαία· λόφος ἐν Δωτίῳ. οἱ δὲ Πυῤῥαίαν εἶναι μοῖραν τῆς Θεσσαλίας λέγουσιν, ἀπὸ Πύῤῥας τῆς Δευκαλίωνος, ὥς φησι Σουΐδας. δοκοῦσι δὲ εἰς ταύτην καταφυγεῖν οἱ διαφεύγοντες τῶν Κενταύρων

`π.4457`

Πυῤῥαίη· Θέτιδος ἐπώνυμον

`π.4458`

πυῤῥαλίς· ὄρνις ποιός

`π.4459`

Πύῤῥακος· ἥρως κατʼ Ἐρυσίχθονα γεγονώς

`π.4460`

Πυῤῥιάδαι· οὕτως ἐκαλοῦντο οἱ νῦν Μολοσσοὶ ἀπὸ Πύῤῥου τοῦ Ἠπειρώτου

`π.4461`

πυῤῥίας· τῶν ὄφεών τις ἀπὸ χρώματος

`π.4462`

πυῤῥίχα· χλαμύς, ἢ πελτάριον

`π.4463`

πυῤῥίχας· τὰς ἐνόπλους ὀρχήσεις

`π.4464`

πυῤῥιχίζειν· τὴν ἐνόπλιον ὄρχησιν καὶ σύντονον πυῤῥίχην ἔλεγον· οἱ μὲν ἀπὸ Πυῤῥίχου τοῦ Κρητός· οἱ δὲ ἀπὸ τοῦ διάπυρον εἶναι· οἱ δὲ ἀπὸ Πύῤῥου τοῦ Ἀχιλλέως. ἐφησθέντα γὰρ τῷ Εὐρυπύλου φόνῳ ὀρχήσασθαί φησιν Ἀρχίλοχος· ὅθεν καὶ ὁ πυῤῥίχιος ποὺς ὠνομάσθη

`π.4465`

Πύῤῥων· κύριον ὄνομα, ἢ κυνός

`π.4466`

πυρσαῖς γένυσιν· ταῖς ξανθαῖς θριξί

`π.4467`

Πυρσανίδες· οὕτω Νύμφαι καλοῦνται

`π.4468`

πυρσεύει· δᾳδουχεῖ, λάμπει, ἐξάπτει, ἅπτει πῦρ

`π.4469`

πυρσοί· λαμπάδες καιόμεναι, λαμπτῆρες, φρυκτωρία

`π.4470`

πυρσοκόρσου λέοντος· πυῤῥοκεφάλου, ξανθοτρίχου

`π.4471`

πυρσολεῖφοι ἢ πυρσόλειφθοι· ὑπὸ πυρὸς μεμαδισμένοι καὶ πεφλ <span class="gap">…</span> σμένοι

`π.4472`

πυρσός· λαμπάς. ἢ τὰ διὰ πυρὸς σημεῖα

`π.4473`

πυρσοφόρος· ἀγγεῖον εὐμέγεθες, εἰς ὃ ξύλα ἐτίθεσαν πεπυρωμένα. ἢ ὁ τὸ πῦρ φέρων ἀπὸ τοῦ πρώτου βωμοῦ ἐπὶ τὰ ὅρια, καὶ φυλάττων μὴ ἀποσβεσθῇ. σημαίνει δὲ τὴν λαμπαδηφόρον

`π.4474`

πυρσῷ· πυρί

`π.4475`

πυρφόρος· ὁ πῦρ φέρων. καὶ ὁ μόνος διασωθεὶς ἐν πολέμῳ

`π.4476`

πυρώλοφοι· ἱμάντες οἱ παρʼ ὀπτηθεισῶν βυρσῶν τεμνόμενοι

`π.4477`

πύρωσις· δοκιμασία

`π.4478`

πυσάνια· πανσπερμία ἑφθή

`π.4479`

πύσει· σήψει

`π.4480`

πύσμα· ἐρώτησις. πεῦσις

`π.4481`

πύσσαχος· ξύλον καμπύλον τοῖς μόσχοις περὶ τοὺς μυκτῆρας τιθέμενον ὃ κωλύει θηλάζειν

`π.4482`

πύστις· ἐρώτησις. πεῦσις. ἀγγελία. ἀκοή. πειθώ

`π.4483`

πυτά· Λάκωνες τὰ ἐρυθρὰ ἱμάτια

`π.4484`

πυτία· οἷον πήττουσα, παρὰ τὸ πήττειν, ἐν ᾗ τὸ γάλα πήγνυται

`π.4485`

πίτυλος· ἡ συστροφὴ τῆς χειρός, ὅταν πυκνῶς ἐπιφέρηται. δηλοῖ δὲ καὶ τὴν εἰρεσίαν, καὶ τὴν τῶν πυκτῶν ἑκατέρας χειρὸς συνέχειαν

`π.4486`

πυτίνη πλεκτή, λάγυνος· οἶνον. ἔπλεκον δὲ ταύτας ὡς ἐπὶ τὸ πολὺ οἱ δεσμῶται, καὶ σπυρίδας, καὶ τὰ τοιαῦτα. ἢ ἡ ἀμίς. ἢ κνῆκος ὁ τὸν τυρὸν πηγνύων

`π.4487`

πῶ· ποῦ. ὅθεν. ὁπόθεν. Δωριεῖς

`π.4488`

πώγων· γένειον. ἄλλοι τὴν ἀναφορὰν τῆς φλογός

`π.4489`

πώεα· βοσκήματα, ποίμνια. πληθυντικῶς

`π.4490`

πωλεῖται· συνεχῶς ἐπὶ τὸν αὐτὸν τόπον παραγίνεται. τὸ δὲ καθʼ ἡμᾶς πωλεῖσθαι περνᾶσθαι λέγουσι

`π.4491`

πωλέσκετο· ἀνεστρέφετο. εὑρίσκετο

`π.4492`

πωλεύειν· παιδεύειν πώλους

`π.4493`

πωλεύμενοι· συνιόντες

`π.4494`

πωλήσεαι· φοιτήσεις, παραγενήσῃ, ἀναστρέψεις

`π.4495`

πωληταί· οὗτοι ἐπώλουν τὰ ἐνεχυρισθέντα· ἀρχή τις

`π.4496`

πωλία· χαλκοῦν πῆγμά τι. φέρει δὲ ἐπὶ τῶν ὤμων τὰς τῶν Λευκιππίδων πώλους. δύο δὲ εἶναι παρθένους φασίν

`π.4497`

πωλικοῖς διώγμασι· τοῖς διὰ τῶν ἁρμάτων διώγμασι

`π.4498`

πωλοδαμνεῖν· πῶλον δαμάζειν

`π.4499`

πωλοδάμνης· πώλους δαμάζων

`π.4500`

πῶλος· ἑταίρα. πώλους γὰρ αὐτὰς ἔλεγον, οἷον Ἀφροδίτης. πώλους τοὺς νέους, καὶ τὰς νέας, καὶ παρθένους

`π.4501`

πωλούμενοι· συνερχόμενοι

`π.4503`

πῶμα· ἔκπωμα

`π.4504`

πώμαλα· ἀντὶ τοῦ οὔ, οὐ μάλα, οὐδαμῶς. καὶ πόθεν, ὅπερ ἐστὶν πάλιν οὐδαμῶς

`π.4505`

πῶ μοι· ποῦ μοι. οἷον ποῦ γάρ

`π.4506`

πῶννα· γραφίον.

`π.4507`

πῶπαι· φοραί. Δωριεῖς

`π.4509`

πωρεῖν· κηδεύειν, πενθεῖν

`π.4510`

πωρῆσαι· λυπῆσαι. καὶ τὰ ὅμοια

`π.4511`

πωρητύς· ταλαιπωρία, πένθος

`π.4512`

πώρινον· λίθινον. ὁ δὲ πῶρος οὐ πᾶς λίθος

`π.4513`

πῶρος· ὁ ταλαίπωρος

`π.4514`

πώρωσις· ἐξ ὀστέων σύμφυσις καὶ σύνδεσμος λέγει τόδε ἐπὶ σαρκῶν πώρως καὶ ἀναισθησία

`π.4515`

πῶς· πός. ὑπὸ Δωριέων

`π.4517`

πῶς τʼ ἄρʼ· πῶς δέ

`π.4518`

πῶς τʼ ἄρτοι· πῶς δή σοι

`π.4519`

πῶς κεν ἔοι· πῶς ἂν γένοιτο

`π.4521`

`π.4522`

πωτῶνται· πέτωνται

`π.4523`

πῶϋ· ποίμνιον, ἢ ποίμνη

`π.4524`

πῶϋξ· ποιὸς ὄρνις. ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ζώων

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: taq-aca`.
