---
title: "Lexicon Alpha–Omicron: Letter Kappa"
title_greek: "Λεξικὸν (Α—Ο), Κ"
author: Hesychius the Alexandrian
eul_wid: taq-abj
eul_aid: taq
canonical: "https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-kappa-taq-abj"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:f0451ed2760154210bc114c9bc5700753340b69dee857e61f72ace60a415b857"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon Alpha–Omicron: Letter Kappa

*Λεξικὸν (Α—Ο), Κ*

**Author:** Hesychius the Alexandrian

**eul_wid:** `taq-abj` · [HTML page](https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-kappa-taq-abj)

## Text

Part of [Lexicon Alpha–Omicron](/works/hesychius-alexandria-lexicon-taq-ab)

`κ.1`

Κααρτίας· βάτραχος

`κ.3`

κλάσσεται· ἄρχεται. Συρακούσιοι

`κ.5`

κάβαισος· ἄπληστος· κάβος γὰρ μέτρον σιτικόν

`κ.6`

καβάλλης· ἐργάτης ἵππος

`κ.7`

καβάλλιον· καβάλλης. καὶ ἡ πρώτη τοῦ τρικλίνου κλίνη, διὰ τὸ ἀνάκλιτον

`κ.8`

Κάβαρνοι· οἱ τῆς Δήμητρος ἱερεῖς, ὡς Πάριοι

`κ.9`

κάββασι· κατάβηθι. Λάκωνες

`κ.10`

κάββαλεν· κατέβαλε

`κ.11`

κάββλημα· περίστρωμα. Λάκωνες

`κ.12`

Καβείρια· ἑορτὴ ἀγομένη ...

`κ.13`

καββιόρνους· κατεσθίων

`κ.14`

Κάβειροι· καρκίνοι. πάνυ δὲ τιμῶνται οὗτοι ἐν Λήμνῳ ὡς θεοί· λέγονται δὲ εἶναι Ἡφαίστου παῖδες

`κ.15`

κάβειος· νέος. Πάφιοι

`κ.16`

κάβηλος· ὁ ἀπεσκολυμμένος τὸ αἰδοῖον. οἱ δὲ ὄνος

`κ.17`

Καβησός· πόλις Θρᾴκης, ἡ καὶ Γάργαρος.

`κ.18`

κάβηλος· χηλὸς πλεκτός

`κ.19`

καβλέει· καταπίνει

`κ.20`

κάβις· στενοχωρία.

`κ.21`

καβλή· μάνδαλος τῶν θυρῶν. Πάφιοι

`κ.22`

κάβος· μέτρον σιτικὸν καὶ οἰνικόν οἱ δὲ σπυρίδα

`κ.24`

κἄγη· κἄν

`κ.25`

καγκαίνει· θάλπει. ξηραίνει

`κ.26`

κάγκανα ξύλα· ξηρά. ἐλαφρά

`κ.27`

καγκαλέα· κατακεκαυμένα

`κ.28`

κάγκαμον· παρʼ Ἰνδοῖς ξύλου δάκρυον, καὶ θυμίαμα

`κ.29`

καγκές· πτύελος

`κ.30`

καγκομένης· ξηρᾶς τῷ φόβῳ

`κ.31`

καγκύλας· κηκῖδας. Αἰολεῖς

`κ.32`

καγρᾶ· καταφαγᾶς. Σαλαμίνιοι

`κ.33`

καγριλαί· χειμεριναί

`κ.34`

καγχαλάᾳ· χαίρει, γελᾷ, ἥδεται. ἀπὸ τοῦ ἐν χαλάσματι τὴν ψυχὴν ἔχειν

`κ.35`

καγχαλάαν· χαίρειν. γαυριᾶν

`κ.36`

καγχαλίζεται· χαίρει. ἱλαρύνει

`κ.37`

κάγχαλος· κρίκος ὁ ἐπὶ ταῖς θύραις. Σικελοί

`κ.38`

καγχαλόωσα· χαίρουσα

`κ.39`

καγχαλῶ· χαλῶμαι. ὑπὸ χαρᾶς ἀνίεμαι

`κ.40`

καγχαλόων· γελῶν, χαίρων

`κ.41`

καγχαλόωσι· χαίρουσι, γελῶσιν

`κ.42`

κάγχαμος· κισσὸς ὑπὸ Κροτωνιατῶν

`κ.43`

κἄγχαρμον· τὸ τὴν λόγχην ἄνω ἔχον.

`κ.44`

καγχᾶται· γελᾷ ἀτάκτως

`κ.45`

καγχάζει· ἀθρόως γελᾷ

`κ.46`

καδαλίων· κωλοβαθριστής

`κ.47`

κάδαλοι· καλωβάται. κωλοβάθροι

`κ.48`

κάδαμος· τυφλός. Σαλαμίνιοι

`κ.49`

καδαρόν· θολερόν

`κ.50`

κὰδ δέ· κατὰ δέ. κατῆλθεν

`κ.51`

κὰδ δʼ ἔθορε· κατεπήδησεν δὲ

`κ.52`

κὰδ δέ κεν· κατὰ δὴ ἂν εὐχωλήν

`κ.53`

κάδδιχον· ἡμίεκτον, ἢ μέτρον. καὶ οἱ τοῖς θεοῖς θυόμενοι ἄρτοι κάδδιχοι

`κ.54`

κάδδραθε· κάθισον

`κ.55`

κὰδ δʼ εἷσε· κατεκάθισε

`κ.56`

καδδῦσαι· καταδύσασαι

`κ.57`

καδδραθέτην· ἐκοιμηθήτην

`κ.58`

καδία· Σαλαμίνιοι ὑδρίαν

`κ.59`

καδίσκοι· σιπύαι, εἰς ἃς τὰ ἱερὰ ἐτίθεσαν. καὶ τὰ ἀγγεῖα, εἰς ἃ τὰς ψήφους ἔφερον

`κ.60`

Καδμεῖοι· οἱ Πριηνεῖς, ὡς Ἑλλάνικος· ἢ οἱ Θηβαῖοι ἀπὸ Κάδμου. τὴν δὲ νίκην τὴν Καδμείαν ἀποδιδόασιν ἐπὶ τῆς ἀλυσιτελοῦς νίκης. οἱ μὲν ἐπεὶ Ἐτεοκλῆς καὶ Πολυνείκης μονομαχήσαντες περὶ τῆς νίκης ἀμφότεροι ἀπώλοντο· οἱ δὲ ὅτι τῶν ἑπτὰ ἐπὶ Θήβας στρατευσαμένων πάντων ἀπολομένων οἱ υἱοὶ πάλιν ἐπιστρατεύσαντες εἷλον τὰς Θήβας, ὡς ἔχειν αὐτοῖς ἀλυσιτελῆν τὴν νίκην

`κ.61`

κάδμος· δόρυ λόφος. ἀσπίς. Κρῆτες

`κ.62`

κάδος· κεράμιον

`κ.63`

Κάδης· ἁγιασμός

`κ.64`

κάδουσα· εἶδος σταφυλῆς

`κ.65`

καδρανές· κατωφερές

`κ.67`

κάδυρος· κάπρος ἄνορχις

`κ.69`

Κάειρα· Καρίνη

`κ.70`

καμέτην· ἔκαμον

`κ.71`

καέκλετο· κατεκελεύετο

`κ.72`

καθαγίσω· συντελέσω. καὶ καθιερώσω. παρὰ δὲ Σοφοκλεῖ ἐκ τῶν ἐναντίων ἐπὶ τῶν μιαινουσῶν κυνῶν τέτακται

`κ.73`

κάζελε· κατέβαλε

`κ.74`

καηνά· τὰ εὖ καιόμενα ξύλα

`κ.75`

καθαιρεῖ· καταλαμβάνει

`κ.76`

καθαιρεθήσονται· καταστραφήσονται

`κ.77`

καθαίρεσις· κατάλυσις, καταστροφή

`κ.78`

καθαίρομαι γῆρας· ἐκδύομαι. Αἰσχύλος Δαναΐσι

`κ.79`

καθαιρῶν· καθιστῶν. καταδικάζων. οἱ δὲ μαστιγῶν

`κ.80`

καθανύσαι· συντελέσαι

`κ.81`

καθάπαξ· συλλήβδην, παντελῶς

`κ.82`

καθάπτεσθαι· λοιδορεῖσθαι, ὀνειδίζειν. πραΰνειν . ἐφάπτεσθαι. ἐγγίζειν

`κ.83`

καθάπτομαι· πραΰνω. ὀνειδίζω. ἐγγίζω

`κ.84`

κάθαμμα λύεις· ἐπὶ τῶν δύσλυτόν τι ἐπιχειρούντων λύειν

`κ.85`

κάθαπτος, τῷ τόνῳ ὡς μόναρχος· λέγει δὲ τὸν καθημμένον, καὶ ἐπεῤῥαμμένας τὰς δορὰς καὶ τοὺς θύρσους ἐξεσφηκωμένους φοροῦντα

`κ.86`

καθάρβυλος χλανίς· ποδήρης ἕως τῶν ἀρβυλῶν

`κ.87`

καθαρθῆναι· μαστιγωθῆναι

`κ.88`

κάθαρμα· τὸ χοιρίδιον, ᾧ τὴν ἑστίαν ἐκάθαιρον ἐν ταῖς ἐκτροπίαις. ὁ δὲ ἐπιτελῶν δημοσίως περιστίαρχος ἐλέγετο

`κ.90`

καθαροποιεῖ· σαίρει

`κ.91`

καθαρίζων· κομψευόμενος

`κ.92`

καθαρῶς· σαφῶς, ἀκριβῶς

`κ.93`

καθαῦσαι· ἀφανίσαι

`κ.94`

κάθελε· ἐπίδος

`κ.95`

καθʼ ἑαυτόν· αὐτὸς διʼ ἑαυτοῦ

`κ.96`

καθεδεῖται· κάθηται

`κ.97`

καθεδοῦμαι· καθεσθήσομαι

`κ.98`

καθεδοῦνται· καθεσθήσονται

`κ.99`

καθέδρα· θυσία Ἀδώνιδος

`κ.100`

καθέδραι· πένθους ἡμέραι ἐπὶ τετελευτηκόσι

`κ.101`

καθέζεσθαι· ἱδρυθῆναι. καὶ οἰκῆσαι

`κ.103`

καθήκει· πρέπει. ἢ ἔχασεν

`κ.104`

καθίκεο· καθήψω. ὕβρισας

`κ.105`

καθίκοντο· καθήψαντο

`κ.106`

κάθεικται· παραγεγένηται, παρεγένετο

`κ.107`

καθεῖλας· κατέλυσας, ἀπέκτεινας. κατέβαλας

`κ.108`

καθειμένον· κεχαλασμένον

`κ.109`

καθιμήσαντες· καθέντες

`κ.110`

καθʼ οἷμον· καθʼ ὁδόν

`κ.111`

καθεῖναι· ἐπὶ τὸ κάτω ἀπολῦσαι

`κ.112`

καθιξόμενον· καθαψόμενον

`κ.113`

καθῖκται· καθήψατο

`κ.114`

καθειργμένος· ἐγκεκλεισμένος

`κ.115`

καθείργνυται· συγκλείεται

`κ.116`

καθεῖρκται· ἠσφάλισται

`κ.117`

καθείρκτω· πεφυλακίσθω. παρὰ τὴν εἱρκτήν

`κ.118`

καθειστόν· εἶδος φιλήματος

`κ.119`

καθεκτόν· ἐφικτόν. καταληπτόν

`κ.120`

καθελεῖν σελήνην· ἐδόκουν αἱ Θετταλαὶ τὴν σελήνην κατάγειν

`κ.121`

καθέλῃς· κατενέγκῃς

`κ.122`

καθέλκει· καταβάλλει

`κ.123`

καθέλκομαι· παρασύρομαι

`κ.124`

καθέντος· καταχαλάσαντος

`κ.125`

κάθεμα· ὁ κατὰ στήθους ὅρμος

`κ.126`

καθέμεν· χαλάσαι

`κ.127`

καθέξει· κρατήσει

`κ.128`

καθέξομαι· ἀνέξομαι

`κ.129`

κάθες· χάλασον

`κ.130`

καθεσάμενος· χαλάσας

`κ.131`

κάθεσαν· κατέθηκαν

`κ.132`

κάθεσιν· καταγωγήν. οἴκησιν

`κ.133`

καθεστηκότος· παρεστηκότος

`κ.134`

καθέστηκεν· ἔστη

`κ.135`

καθεστός· παρεστός. αὐτόθεν ὑπάρχον. μόλιβδος

`κ.136`

κάθετο· κατέθετο

`κ.137`

καθεύδειν· κοιμᾶσθαι. ὑπνοῦν

`κ.138`

καθηγεμών· ὁδηγός διδάσκαλος

`κ.139`

καθʼ ἡδυπάθειαν· τὴν σαρκικὴν ἐπιθυμίαν

`κ.140`

καθῆκαν· κατέβαλον, ἐχάλασαν. ἐνέβαλον

`κ.141`

καθήκοντα· προσήκοντα. ἀκόλουθα. ἁρμόζοντα

`κ.142`

καθήκοντο· κατεβάλοντο

`κ.143`

καθηκόντως· δεόντως, πρεπόντως, προσηκόντως

`κ.144`

καθήκουσιν· ἁρμόττουσι

`κ.145`

καθήμενον· τὸ κοῖλον καὶ ὁμαλὸν χωρίον, καὶ πεδίον

`κ.146`

καθήλωσε· τοῖς ἥλοις ἔσφιγξεν

`κ.147`

καθίμησε· κατήνεγκεν. ἢ κατήντλησε

`κ.148`

καθήπτετο· ὕβριζεν, ὠνείδιζεν

`κ.150`

κάθησο· καθέζου

`κ.151`

καθῆστο· ἐκαθέζετο

`κ.152`

καθιγμένον· κατελθόντα. καταντήσαντα. φθάσαντα . ἢ καταγενόμενον

`κ.153`

κάθιδι· ὑδρίαι. Ἀρκάδες

`κ.154`

κάθιδρος· κεκμηκώς

`κ.155`

καθιδρῦσαι· καθιερῶσαι. στῆσαι

`κ.156`

καθιέμενον· κεχαλασμένον

`κ.157`

καθιέντος· καταχαλάσαντος

`κ.158`

καθιεροῖ· θεῷ ἀνατίθησι

`κ.159`

καθιζόμενον· καθαψάμενον

`κ.160`

καθέλοιμι· ἀπολύω

`κ.161`

καθικέσθαι· ἐφάψασθαι. τύψαι

`κ.162`

καθικνεῖσθαι· καθάπτεσθαι. καταβαίνειν

`κ.163`

καθικομένοις· ἐλθοῦσι

`κ.164`

καθίκοντο· καθήψαντο.

`κ.165`

καθιλύσας· ἀθροίσας

`κ.166`

καθιμᾶι· καθίησι, χαλᾷ

`κ.167`

καθιμείσθω· καθιστάσθω

`κ.168`

καθιμονεύει· καθίησι

`κ.169`

καθιμῶσι· χαλῶσιν

`κ.170`

καθίξεσθε· καθάψασθε. κρατήσατε

`κ.171`

κάθιξον· κάθισον

`κ.172`

καθίπταται· ἀπάνωθεν πέτεται

`κ.173`

καθίππαξις· πομπῆς ὄνομα παρὰ Λακεδαιμονίοις

`κ.174`

κάθισαν· καθίδρυσαν

`κ.175`

καθίσατο· ἱδρύσατο

`κ.176`

καθιστᾶν· στῆσαι. ποιῆσαι

`κ.177`

καθιστῶ· δείκνυμι. ποιῶ

`κ.178`

καθόδοις· ἀγωγαῖς. κύκλοις

`κ.179`

καθολικά· γενικά.

`κ.180`

καθʼ ὁμά· κατὰ τὸ αὐτό

`κ.181`

καθʼ ὁμόν· κατὰ λόγον. καθʼ ὅμοιον.

`κ.182`

καθοπτεύει· καθορᾷ

`κ.183`

κάθοπτρον· ἀόρατον

`κ.184`

καθορίζει· ὁρίζει

`κ.185`

καθόρμια· τὰ ἐνόρμια, περιθέματα, ἀῤῥαβωνιακά, ἢ κόσμια περιτραχήλια

`κ.187`

καθοσιωμένος· ἀνακείμενος

`κ.188`

καθʼ ὅσον· ὅσον

`κ.189`

καθʼ ὅσον οἷόν τε· καθόσον δυνατόν ἐστιν

`κ.190`

καθουφήν· ἀλώπεκα

`κ.191`

καθίεψεν· ἐξέθετο

`κ.192`

καθυλομανούντων· ὕλην ἐχόντων πολλήν

`κ.193`

καθʼ ὕπαρ· κατὰ τὸ φανερόν

`κ.194`

καθʼ ὑπερβολήν· ὑπερβαλλόντως

`κ.195`

καθύπερθεν· ἄνωθεν, ὑπεράνωθεν

`κ.196`

καθυπερτέρους· πλεονεκτοῦντας

`κ.197`

καθυπισχνεῖτο· ὡμολογεῖτο

`κ.198`

καθυφεῖναι· ἐνδοῦναι. ὑποχωρεῖν. καθυποβάλλειν

`κ.199`

καθυφηκάμην· ἀφῆκα, εἴασα

`κ.200`

καθυφῆκεν· ἐνδέδωκεν

`κ.201`

καθυφείς· προδούς. καταλιπών

`κ.202`

καθωμηρευμένα· καθʼ Ὅμηρον εἰρημένα

`κ.203`

καθʼ ὥραν· ἐν πάσῃ ὥρᾳ. κατὰ καιρόν

`κ.204`

καθώς· ὥσπερ, καθάπερ

`κ.205`

καθωσίωσε· κατέθυσεν. Εὐριπίδης Μελεάγρῳ

`κ.206`

καὶ ἄλλως· καὶ ἄνευ τούτων

`κ.207`

καίοντο· ἐκαίοντο

`κ.208`

καίατα· ὀρύγματα. ἢ τὰ ὑπὸ σεισμῶν καταῤῥαγέντα χωρία

`κ.209`

καὶ αὖτις· καὶ αὖθις. καὶ πάλιν

`κ.210`

καὶ αὐτῷ· καὶ ἐμοὶ αὐτῷ

`κ.211`

καὶ ἀχνύμενοί περ· καίπερ λυπούμενοι

`κ.212`

καὶ γάρ ῥα· καὶ γὰρ δή

`κ.213`

καὶ δή· ἐπὶ τοῦ ἤδη

`κ.214`

καὶ γάρ τοι· τοιγαροῦν

`κ.215`

καὶ δή μοι· καὶ δὴ ἐμοί

`κ.216`

καί ἑ· καὶ αὐτόν

`κ.217`

καὶ ἐν δαΐ· καὶ ἐν τῇ μάχῃ

`κ.218`

καὶ ἐπεστήρισας· ὠργίσθης. ἢ ἐπεστήριξας

`κ.219`

καιέτα· καλαμίνθη. Βοιωτοί

`κ.220`

καὶ ᾗ φησι· καθὼς λέγει

`κ.221`

καικάσαι· καταγελάσαι

`κ.222`

Καικίνης· ὁ Καικίας ἄνεμος, ἀπὸ τοῦ Καΐκου ποταμοῦ

`κ.223`

καὶ κλάει· καὶ αἰάζει

`κ.224`

Κάϊκος· ποταμὸς Μυσίας, ὡς Δημήτριος καὶ Φιλόξενος μαρτυρεῖ

`κ.225`

καικύλην· τὴν κεφαλήν

`κ.226`

Κάϊν· κτῆσις

`κ.227`

καὶ λεπτυνῶ· συντρίψω

`κ.228`

καίλους· οὐρανός. Ῥωμαῖοι

`κ.229`

καὶ μάλα· καὶ λίαν. καὶ πάνυ

`κ.230`

καὶ μάλʼ εἰκότως· καὶ πάνυ δικαίως

`κ.231`

καὶ μάλʼ ἐν δίκῃ· δικαίως

`κ.232`

καὶ μέν μευ· καὶ δὴ ἐμοῦ

`κ.233`

καὶ μέντοι καὶ· καὶ ἔτι. καὶ μήν

`κ.234`

καὶ μὲν τῶν· καὶ τούτων μέν

`κ.235`

καί με πρὸς μῦθον ἔειπε· καὶ προσεῖπέ με τῷ λόγῳ

`κ.236`

καὶ μήν· καὶ ἔτι

`κ.237`

καίγε· καίτοι

`κ.238`

καί μιν· καὶ πρὸς αὐτήν

`κ.239`

καίνει· φονεύει. κτείνει

`κ.240`

καινία· νίκη

`κ.241`

καινίσαι· καινῶς χρήσασθαι. καὶ ἐγκαινίσαι

`κ.242`

καἱνήτα· ἀδελφή

`κ.243`

καἱνήτας· ἀδελφούς, καὶ ἀδελφάς

`κ.244`

καινός· νέος, νεαρός

`κ.245`

καινοτάφια· νεκροτάφια

`κ.246`

καινοτομῆσαι· καινὸν ποιῆσαι

`κ.247`

καινοτομεῖν· καινὴν λατομίαν τέμνειν

`κ.248`

καινουργηκότα· νέα πράγματα ἐργασάμενον

`κ.249`

καί νύ κε· καὶ ἄν

`κ.250`

καί νύ κεν· καὶ δὴ ἄν

`κ.251`

καίνυσθαι· νικᾶν. διαφέρεσθαι. σχοινεύεσθαι. μετρεῖν ἀγρόν

`κ.252`

καινυμένα· διαφέρουσα

`κ.253`

καίνυται· νικᾷ. προφέρει

`κ.254`

καινύτω· νικάτω

`κ.255`

καιόντων· καιέτωσαν

`κ.256`

καὶ οὐ διεφώνησεν· οὐ διέφυγεν

`κ.257`

καὶ πολλόν· καὶ πάνυ

`κ.258`

καί ποτέ τοι· καί ποτέ σοι

`κ.259`

καίπετος· ἀξίνη

`κ.260`

καὶ πρόκα τε δή· ἀντὶ τοῦ ἄφνω

`κ.261`

καί ῥα· καὶ δή, αὐτάρ

`κ.262`

καί ῥʼ ἐπιεισαμένη· καὶ δὴ ἐπελθοῦσα

`κ.263`

καίραμα· μέρος νεός. ἢ ἀμφίεσμα

`κ.264`

Καιράτιοι· οἱ Κνώσιοι, ἀπὸ ποταμοῦ

`κ.266`

καίρια· τὰ μέρη τὰ λεπτά. βέβαια. ὠφέλιμα ἢ ἐπικίνδυνα , θανάσιμα· ἢ ἐπιτήδεια

`κ.267`

καιροθέοισι· κρατοῦσι. προτρέχουσιν

`κ.268`

καιρός· χρόνος ἢ τόπος καίριος. ἢ ὁ τῶν ἑπτὰ ἀριθμός

`κ.269`

καιροσέων· μεμιτωμένων· καῖρον δὲ τὸν μίτον φασίν· οἱ δὲ τὰς παρυφὰς τῶν ἀμπεχόνων. οἱ δὲ εὖ κεκαιρωμένων, τουτέστιν εὖ ὑφασμένων· καιρώματα γὰρ τὰ διαχωριστικὰ τῶν στημόνων πλέγματα

`κ.270`

καιρότερον· ἐνωρότερον. Ἀχαιοί

`κ.272`

καίρωσιν· τοῦ στήμονος τοὺς συνδέσμους

`κ.273`

καιρωστρίδες· ἐργαστρίδες. ὑφαστρίδες

`κ.274`

καιροφυλακῆσαι· καιρὸν ἐπιτηρῆσαι

`κ.275`

καισάραι· περικεφαλαῖαι

`κ.276`

καισεκπρώπιον· δρέπανον. ξηροκόπιον

`κ.277`

καὶ συμβιβάσεις· καὶ διδάξεις

`κ.278`

καὶ σφῶϊν· καὶ αὐτοῖς

`κ.279`

καὶ τὰν στοάν· καὶ τὸ ι..

`κ.280`

καὶ τί αἱρήσομαι; καὶ τί βουληθῶ;

`κ.281`

καίτοι γε· ....

`κ.282`

καὶ τοὺς εἰς ἕνην· καὶ τοὺς εἰς τρίτην

`κ.283`

καίτρεαι· ὅπλα Ἰβηρικά· οἱ δὲ κυρτίας

`κ.285`

καὶ τὼ πόδε· καὶ τοὺς πόδας δυϊκῶς

`κ.286`

καὶ χερσί· καὶ ἔργοις

`κ.287`

καὶ ὥς· καὶ ὅμως

`κ.288`

καὶ ὥς φησι· καὶ ὡς λέγει

`κ.289`

κάκα· κακία ἢ ὄρνεον

`κ.290`

κάκαιοι· βολβοί

`κ.291`

κάκαλα· τείχη. Αἰσχύλος Νιόβῃ

`κ.293`

κακὰ μήσατο· κακὰ ἐβουλεύσατο

`κ.294`

κακανδρίας· ἐπὶ κακῷ δυνάμεως

`κ.295`

κακίας ἐπιβάθρας· τοὺς τῆς κακίας ὑπηρέτας· ἐπιβεβηκότας

`κ.296`

κακείοντες· κατακοιμησόμενοι

`κ.297`

κάκʼ ἐλέγχεα· κακὰ ἐλέγχη

`κ.298`

κακέμφατον· ἄδοξον, δυσκλεῆ

`κ.299`

κακεστοῦν· κακὴν κατάστασιν. ἢ ἀπραγίαν

`κ.300`

κάκη· δειλία. ἢ κακία· ἀλλὰ τῆς ἐμῆς κάκης, κακουχίας

`κ.301`

κακήγορος· κακῶς λέγων, κακολόγος

`κ.302`

κακήν· κάκιον

`κ.303`

κακίζει· κακολογεῖ

`κ.304`

κακὴ κόνις· κακὸς ὄλεθρος

`κ.305`

κακιζόμενος· ταπεινούμενος

`κ.306`

κακιθά· λιμηρά

`κ.307`

κακιθής· ἄτροφος ἄμπελος

`κ.308`

κακιθές· χαλεπόν. λιμηρές

`κ.309`

κακιμήν· τὸν ἀτυχῆ

`κ.310`

κάκιον· εὐτελέστερον

`κ.311`

κακίωσαι· ἱδροῦν ἀρχόμεναι. Λάκωνες

`κ.312`

κακκάβα· πέρδιξ

`κ.313`

κακκάβη· κρίκον. ἢ χύτρα, ἣν ἡμεῖς κάκκαβον

`κ.314`

κάκκαβος· ἢ λοπάς.

`κ.315`

κακκάζειν· τὰς ὄρνις τὰς πρὸς τὸ τίκτειν φθεγγομένας Ἀττικοί

`κ.316`

κακαλέα· κατακεκαυμένα

`κ.317`

κακκεῖαι· κατακαῦσαι. κατακοιμηθῆναι

`κ.318`

κακκείοντες· κοιμηθέντες, κοιμησόμενοι

`κ.319`

κακκέρσαι· κατακόψαι. Πάφιοι

`κ.320`

κάκκαλον· κάταξον

`κ.321`

κάκκη· κόπρος. ἢ κάθευδε. Λάκωνες

`κ.322`

κακκός· ὁ μικρὸς δάκτυλος

`κ.323`

κακκώνιον· σκαφίον

`κ.324`

κακορραφίῃσι· κακομηχανίαις

`κ.325`

κακόβας· ἐπὶ κακῷ ἥκων

`κ.326`

κακοδαιμονίαν· ἀτυχίαν

`κ.327`

κακοδαίμων· ὁ θεῷ ἀπεχθής

`κ.328`

κακοδεκτεύουσα· κακῶς δεχομένη

`κ.329`

κακοδιάβολος· κακοικονόμος. Λάκωνες

`κ.330`

κακοεργός· ὁ τὰ κακὰ ἐργαζόμενος

`κ.331`

κακοείμονας· ῥακκοδύτους

`κ.332`

κακοηθείας· κακοτροπίας

`κ.333`

κακοί· ἄνανδροι, δειλοί, δυστυχεῖς, κακοδαίμονες

`κ.334`

κακόκνημος· κακόφθαρτος. κακόσιτος

`κ.335`

κακοκτερής· κακόθαπτος

`κ.336`

κακολαῆ· κακοδερκῆ

`κ.337`

κακομήτις· κακόβουλος

`κ.338`

κακομήχανος· κακόβουλος

`κ.339`

κακόνοια· ὕβρις

`κ.340`

κακόνους· κακονοῶν

`κ.341`

κακοπινής· κακός. μεθυστής

`κ.343`

κακοπάθεια· μοχθηρία

`κ.344`

κακοπράγμων· πανοῦργος

`κ.345`

κακοπραγοῦς· κακοεργοῦ

`κ.346`

κακόρας· κατακόψας. παρὰ Εὔκλῳ

`κ.347`

κακόρδαζε· ἀπεχώρει

`κ.348`

κακορραφίας· κακοσυνθεσίας κακοβουλίας

`κ.349`

κακορραφίῃ· κακομηχανίᾳ, κακοβουλίᾳ, κακουργίᾳ

`κ.350`

κακορραφέας· κακοποιούς, κακοπράγμονας

`κ.351`

κακοῤῥοθεῖ· κακολογεῖ, λοιδορεῖ, ὑβρίζει

`κ.352`

κακός· δειλός. δεινός. πονηρός

`κ.353`

κάκʼ ὀσσόμενος· δεινῶς ἐμβλεψάμενος

`κ.354`

κακοσχόλου· κακοῦ κατὰ τὴν σχολήν

`κ.355`

κακότατος· κακότητος

`κ.356`

κακότης· κάκωσις, βλάβη

`κ.357`

κάκουλοι· κακοί, σκληροὶ κύαμοι

`κ.358`

κακουργεῖ· κακὰ ἐργάζεται

`κ.359`

κακοῦργος· δόλιος, κακὰ ἐργαζόμενος. κακοήθης· κακότροπος

`κ.360`

κακουχία· ἀσθένεια. ἀμέλεια. ἀθεραπευσία

`κ.361`

κακόχαρτος· ὁ κακοῖς χαίρων

`κ.362`

κάκτανε· φόνευε, ἄνελε, κατάκτεινε

`κ.363`

κάκτος· ἄκανθα, ὑφʼ ἧς ἐὰν πληγῇ νεβρός, ἀχρεῖα ἴσχει τὰ ὀστᾶ εἰς αὐλούς

`κ.364`

κἀκ τῶν· καὶ ἐκ τούτων

`κ.366`

κακῦναι· ὀψοφαγῆσαι

`κ.367`

κακυνεῖ· κακώσει

`κ.368`

κακχαδίαι· ἰσχνόφωνοι

`κ.369`

κακχάζει· ἀτάκτως γελᾷ, ἀσμένως, ἀθρόως, ἀπαιδεύτως

`κ.370`

κάκχαρτον· κατάχαρτον

`κ.371`

κἀκχωρεῖ· δραπετεύει. κακουργεῖ

`κ.372`

κακώτερον· χεῖρον

`κ.373`

κακούς· δειλούς

`κ.374`

κακῶν δὲ φέρτερον εἴη· τοῦτο τῶν κακῶν τὸ κρεῖττον

`κ.375`

κακῶς· δεινῶς. ταπεινῶς

`κ.376`

κάκωσις· ταπείνωσις. δείνωσις

`κ.377`

καλα· ὀξυτόνως τὸ σύνηθες, καὶ ἀντὶ ἐπιῤῥήματος τοῦ καλῶς· παροξυτόνως δὲ τὰ ξύλα

`κ.378`

καλαβίς· τὸ περισπᾶν τὰ ἰσχία

`κ.379`

καλαβῶται· ἐν τῷ τῆς Δερεατίδος ἱερῷ Ἀρτέμιδος ἀιδόμενοι ὕμνοι

`κ.380`

Καλαβρίαν· τὴν Μεσαπίαν χώραν. Ῥίνθων

`κ.381`

καλαβρισθείησαν· χλευασθείησαν

`κ.382`

Καλαβρός· βάρβαρος

`κ.383`

καλαβίς· καλαβώτης

`κ.384`

καλαβύστας· τοὺς κωλώτας. Ἀργεῖοι

`κ.385`

καλαδία· ῥυκάνη

`κ.386`

καλαβώτης· ἰχθὺς ποιός. καὶ σαῦρος

`κ.387`

καλὰ δὴ παταγεῖς· καλὰ λαλεῖς

`κ.388`

καλάζει· ὀγκοῦται. Ἀχαιοί

`κ.389`

κάλαθα· λάλαβοι. οἱ δὲ ἄνθη

`κ.390`

καλάθαρβα· παροινία

`κ.391`

καλαθηφόροι· οἱ τὰ μαγειρικὰ φέροντες

`κ.392`

καλαθίσκος· εἶδος ὀρχήσεως. καὶ σκεῦος γυναικεῖον παρὰ Μενάνδρῳ

`κ.393`

κάλαθος· ποτήριον, ὃ καὶ ψυκτήρ. καὶ τὰ ὑπὲρ τὸ πρόσωπον μέρη. καὶ ἀγγεῖον, ἐν ᾧ χωνεύουσι σίδηρον. καὶ γυναικεῖον σκεῦος εἰς ἐρίων παράθεσιν

`κ.394`

Κάλαϊς· τὸ ἱστίον, καὶ ὄνομα κύριον

`κ.395`

καλάμα· ὄγμος. ἰχθύς

`κ.396`

καλαμαία· εἶδος ἀκρίδος, ἣν καὶ μάντιν καλοῦσι

`κ.397`

καλαμᾶται· τρυγᾷ τὰ ἀνώτερα μέρη τῶν ἐλαιῶν

`κ.398`

καλάμη· τὸ τέλος φέρειν τοὺς παροίκους. δηλοῖ δέ, ὥς τινες, καὶ ἄκαρπον ἡλικίαν. ἄλλοι ἐπὶ τῆς εὐγενείας τοῦ σώματος· ἄλλοι τι λείψανον. ἔστι γὰρ καλάμη κυρίως τὸ ξυλῶδες τῶν σταχύων, ἢ τὰ ἐκ τῶν ἀμητῶν λείψανα, ἐξ ὧν περισσευμάτων ἔστι γνῶναι πόσος ἦν ὁ καρπός

`κ.399`

καλαμητρίδες· αἱ τὰ δράγματα συλλέγουσαι

`κ.400`

καλάμια· τὰ στελέχια

`κ.401`

καλαμίνδαρ· πλάτανος ἡδονιεῖς

`κ.402`

καλαμίνθη· πόα, ὁμοία ἡδυόσμῳ

`κ.403`

καλαμίς· κοσμάριόν τι περὶ τοὺς πλοκάμους. ἔνιοι σύριγγα. ἄλλοι χρυσοῦν περιτραχήλιον καὶ γραφείων θήκη, οἱ δὲ τὸν τοῦ γάλακτος ταρσόν. καὶ ὁ ἁλιευτικὸς κάλαμος. Κερυνῆται δὲ τοὺς μικροὺς τέττιγας καλαμίδας καλοῦσι

`κ.404`

Καλαμίτης ἥρως· τῷ Ληναίῳ πλησίον

`κ.405`

κάλαμος· ὄροφος. Κῷοι. καὶ τὸ ὑποτιθέμενον ταῖς λύραις ἠχεῖον . καὶ τοῦ σίτου ὁ καυλός. καὶ αὐλός

`κ.406`

καλαμοτύπος· ἰξευτής. Λάκωνες

`κ.407`

καλαμώμενον· καλαμᾶσθαι λέγουσιν, ὅταν ἐκ τῶν τετρυγημένων ἀπολείμματά τινα συνάγωσιν ἢ στάχυας

`κ.408`

καλαμωταί· εἶδος ἐσχάρας

`κ.409`

καλαοίδια· ἀγὼν ἐπιτελούμενος Ἀρτέμιδι παρὰ Λάκωσιν

`κ.410`

κάλαον· ὑποπόδιον

`κ.411`

κʼ ἀλαός· τυφλός

`κ.412`

κάλοι· σχοῖνοι

`κ.413`

καλαρῖνες· ὀχετοί. Λάκωνες

`κ.414`

καλαῤῥυγαί· τάφροι. Ἀμερίας

`κ.415`

καλάσιρις· χιτὼν πλατύσημος, ἢ ἡνιοχικὸς καὶ ἱππικὸς χιτών. ἔνιοι δὲ λινοῦν καὶ ποδήρη χιτώνιον ἰσχνόν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις

`κ.416`

καλασίριτα· τὰ λώματα, ἃ καλοῦσιν ὤας

`κ.417`

καλαυνεῖ· τρυφᾷ. ἐμπίπλαται

`κ.418`

καλαυρεῖ· τρυφᾷ

`κ.419`

καλαυρόφις· βακτηριοφόρος

`κ.420`

καλαύροπα· ποιμενικὴν ῥάβδον καὶ βουκολικήν

`κ.421`

καλαύροπα· ξύλον, ᾧ τοὺς βόας βάλλουσιν

`κ.422`

καλαῦροψ· ποιμενική ῥάβδος

`κ.423`

κάλαφος· ἀσκάλαφος. Μάγνητες

`κ.424`

κάλεα· τὸ γένειον τοῦ ἀλέκτορος

`κ.425`

καλεοίμην· κληθείην

`κ.426`

κάλεον· ἐκάλουν

`κ.427`

καλέοντι· καλοῦντι

`κ.428`

καλεός· ὄνομα. καὶ μοιχός

`κ.429`

καλεσαμένη· καλέσασα

`κ.430`

καλέεσθαι· εὔχεσθαι. καλέσασθαι

`κ.431`

καλέσατο· ἐκάλεσεν. ἀνέλαβεν ἐκ λειποψυχίας

`κ.432`

καλεύειν· λιθοβολεῖν

`κ.433`

καλέχεο· κατάκεισο. Πάφιοι

`κ.434`

κάληβος· ἀπεσκολυμμένος τὸ αἰδοῖον

`κ.435`

καλημνεῖ· καλεῖ σαφῶς

`κ.436`

καλήν τʼ Ἐπικάστην· ἣν οἱ μεθʼ Ὅμηρον Ἰοκάστην καλοῦσιν

`κ.437`

καλήτωρ· Ἰδαῖος κήρυξ

`κ.438`

καλιαί· νοσσιαὶ ἐκ ξύλων. καὶ ξύλινά τινα ... περιέχοντα ἀγάλματα εἰδώλων. δηλοῖ δὲ καὶ σκηνήν. οἰκίαν. κυρίως νοσσιὰν ἐκ ξύλων

`κ.439`

καλλιγύναικα· καλὰς γυναῖκας φέρουσαν

`κ.440`

καλίνδινα· ἔντερα ... Κύπριοι

`κ.441`

καλιδύη· περιβόλαιον βαρβαρικόν

`κ.442`

καλλιερεῖν· καλῶς τοῖς ἱεροῖς χρήσασθαι

`κ.443`

καλλίζωνοι· ἀπὸ μέρους

`κ.444`

καλιήν· τὸν οἶκον. κυρίως δὲ τὸν ἀπὸ ξύλων οἶκον· κᾶλα γὰρ τὰ ξύλα

`κ.445`

κάλιθος· οἶνος. Ἀμερίας

`κ.446`

κάλικον· βόθρον

`κ.447`

κάλινα· ξύλινα

`κ.448`

καλινδεῖσθαι· κυλίεσθαι

`κ.449`

κάλινοι· δοκίδες

`κ.450`

καλιοί· τὰ εὐτελῆ οἰκήματα

`κ.451`

κάλιον· ξυλάριον. βακτηρίδιον

`κ.452`

καλιός· τὸ δεσμωτήριον. καὶ ξύλον, ᾧ ἐδέοντο. καὶ οἱ μικροὶ οἶκοι καλιαὶ καὶ καλίδια

`κ.453`

καλίς· σκέπαρνον

`κ.454`

καλιστρεῖν· καλεῖν

`κ.455`

καλίωμαι· καλοῦμαι

`κ.456`

καλιῶσαι· σπαράξαι. πατάξαι

`κ.457`

καλχαίνεται· φροντίζει. ταράττεται

`κ.458`

κάννα· κάλαμος

`κ.459`

κάλλαια· οἱ τῶν ἀλεκτρυόνων πώγωνες.

`κ.460`

Καλλαΐς· γένος ἰθαγενῶν

`κ.462`

κάλλιπε· κατέλιπεν

`κ.463`

κάλλει· τῷ μύρῳ τῷ τῆς Ἀφροδίτης

`κ.464`

κάλλιπον· κατέλιπον

`κ.465`

κάλλη· ἄνθη. πορφυρᾶ ἱμάτια

`κ.466`

κάλλη· εἶδος ἄνθους ποιὸν πρὸς βαφὴν ἁρμόζον

`κ.467`

Καλλιρόη· κρήνη

`κ.468`

κάλλης· καρπίμου

`κ.469`

καλλίαρ· πίθηκος. παρὰ Λάκωσι

`κ.470`

Καλλίαρος· πόλις

`κ.471`

καλλιβάντες· ὅμοια σμιλίοις καὶ ψαλίσιν, ἐν αἷς τὰς ὀφρῦς κοσμοῦσιν αἱ γυναῖκες.

`κ.472`

Καλλιγένειαν· οὐ τὴν γῆν, ἀλλὰ τὴν Δήμητραν. οὐδεὶς γὰρ οὕτως ἔφη τὴν γῆν καλλιγένειαν. οἱ μὲν τροφὸν αὐτῆς· οἱ δὲ ἱέρειαν· οἱ δὲ ἀκόλουθον

`κ.473`

καλλιέπεια· καλλιλεξία

`κ.474`

Καλλιδώρα· καλλιονύμφη

`κ.475`

καλλιερεῖν· θύειν, ἱερουργεῖν, καλῶς τὰ ἱερὰ ποιεῖν

`κ.476`

Καλλικολώνη· χωρίον ἱεροπρεπές

`κ.477`

καλλικόμων· εὐπρεπῶν

`κ.478`

καλλιέρημα· θυσία εὐπρόσδεκτος

`κ.479`

καλλίκριτα· χελώνην. οἱ δὲ φώκην

`κ.480`

κάλλιμος· κάλλιστος.

`κ.481`

Καλλίνικος· ὄνομα κύριον. καὶ εἶδος ὀρχήσεως ἐπὶ τῇ τοῦ Κερβέρου ἀναγωγῇ. ἢ νικητής

`κ.482`

καλλιναωτάτη· κρήνη καλῶς ῥέουσα

`κ.483`

καλλιπάρῃος· καλὰς παρειὰς ἔχουσα. εὐπρεπής

`κ.484`

καλλίπρῳρον· εὐπρόσωπον

`κ.485`

καλλίπυργον· καλὰ τείχη ἔχουσαν

`κ.486`

καλλίπωλε· ἱππότα

`κ.487`

Καλλιρόη· κρήνη

`κ.488`

καλλιρόοιο· καλῶς ῥέοντος

`κ.489`

Καλλίστη· ἡ Θήρα τὸ πρότερον. καὶ ἡ ἐν τῷ Κεραμεικῷ ἱδρυμένη Ἑκάτη, ἣν ἔνιοι Ἄρτεμιν λέγουσιν

`κ.490`

καλιστρεῖν· καλεῖν

`κ.491`

Καλλιστώ· γυναικεία θεὸς ἐρωτική, διὰ τὸ κάλλος κληθεῖσα οὕτως

`κ.492`

καλλίσφυρος· καλή, ἀπὸ μέρους. εὔρυθμος

`κ.493`

καλλιτόκου· καλῶς τεκούσης, εὐτόκου

`κ.494`

καλλιφεγγεῖς· λαμπροί

`κ.495`

καλλιχέλωνος· ὁ ὀβολός. εἶχε γὰρ τὸ νόμισμα χελώνην ἐπικεχαραγμένην

`κ.496`

Καλλίχορον· ἐν Κνωσσῷ ἐπὶ τῷ τῆς Ἀριάδνης τόπῳ

`κ.497`

καλλείψειν· καταλείψειν

`κ.498`

καλλιώνυμος· εἶδος ἰχθύος. μεταφέροντες δέ τινες τὴν λέξιν καὶ ἐπὶ τοῦ αἰδοίου ἔτασσον ἀνδρός τε καὶ γυναικός

`κ.499`

κάλλος· τὸ τῆς Ἀφροδίτης μύρον· κάλλεϊ μέν οἱ ... πρόσωπα καὶ τὸ σύνηθες

`κ.500`

καλλύνεσθαι· κοσμεῖσθαι καλλωπίζεσθαι

`κ.501`

καλλυντήρια· κοσμητήρια

`κ.502`

καλλυντής· κουρεύς

`κ.503`

κάλλυντρα· σκόλοπες, χάρακες. κοσμητήρια

`κ.504`

καλλωπίζεσθαι· κοσμεῖσθαι

`κ.505`

καλόϊς· βασιλεύς

`κ.506`

καλλιτέαι· φυτόν τι θαμνῶδες

`κ.507`

κάλοι· τὰ σχοινία, διʼ ὧν ἀνασπᾶται καὶ κατάγεται τὸ κέρας, καὶ τὸ ἄρμενον

`κ.508`

καλοκαγαθία· ἀγαθότης

`κ.509`

κάλοι δὲ ὀρόχθουν· σχοινία δὲ ἐτίνασσον

`κ.510`

καλοκοπῆσαι· ξυλοκοπῆσαι. ἢ σχοινοκοπῆσαι

`κ.511`

κλονέοντες· διώκοντες. θορυβοῦντες

`κ.512`

καλλονή· εὐπρέπεια

`κ.513`

καλόνης· εἴρων. Ῥόδιοι

`κ.514`

κάλος· σχοινίον. καὶ καλώδιον

`κ.515`

καλωπούς· εὐοφθάλμους

`κ.516`

καλοτίθηνα· καλότροφα

`κ.517`

καλότριχον· τὸ ἀδίαντον

`κ.518`

καλοτύπος· ὁ δρυοκολάπτης

`κ.519`

καλπάζει· ὀξυποδεῖ σακκάζει

`κ.520`

κάλπη· ὑδρία, στάμνος

`κ.521`

κάλπης· ἵππος βαδιστής. καὶ εἶδος δρόμου

`κ.522`

κάλπις· ποτηρίου εἶδος

`κ.523`

κάλτοι· ὑποδήματα κοῖλα, ἐν οἷς ἱππεύουσι

`κ.524`

καλύβη· σκηνή. παστάς

`κ.526`

κάλυκες· τὰ ἔμβρυα

`κ.527`

Καλύδναι· νῆσοι πλησίον Ῥόδου

`κ.528`

καλυδίλα· γέφυρα

`κ.529`

καλύδρα· ἡ παλαιά

`κ.530`

καλυδναῖον· ἀρχαῖον, παλαιόν

`κ.531`

καλυδναῖος· Ἀϊδωνεύς. καὶ πρωϊνός. καὶ ἀρχαῖος, παλαιός

`κ.532`

Καλυδών· πόλις

`κ.533`

Καλυδώνιος αἴξ· Καλυδώνιον διὰ τὸν ἔνδοξον ὗν, αἶγα δέ, διὰ τὸ ὀδωδέναι φαῦλον, δασὺν ὄντα

`κ.534`

κάλυκα· κάλυψιν

`κ.535`

κάλυκας· ὅρμους, περιτραχηλίους κόσμους

`κ.536`

καλύκειος λίθος· ὁ ἐν ταῖς σάλπαις γινόμενος

`κ.537`

κάλυκες· γυναικεῖος κόσμος

`κ.538`

καλυκίζειν· ἀνθεῖν

`κ.539`

καλύκων· μικρῶν ῥόδων

`κ.540`

καλύκων· τῶν ὀμματοφύλλων

`κ.541`

καλυκωπός· εὐόφθαλμος

`κ.542`

κάλυντρα· κόσμητρα

`κ.543`

κάλυξ· τὸ ἄνθος τοῦ ῥόδου, τὸ μὴ ἐκπετασθὲν ἄνθος. ἡ νύμφη. καὶ τὸ ἐνώτιον. καὶ ἡ χρυσῆ σῦριγξ ἡ τοὺς πλοκάμους περιέχουσα. ἔνιοι ἔμβρυα ἀποδιδόασι κάλυκας, οἱ δὲ βλαστήματα. σημαίνει δὲ καὶ τὴν θαλασσίαν πορφύραν

`κ.545`

κάλυξι· ῥόδων ἀπανθίσμασι ἢ κόσμος τις ἐκ ῥόδων

`κ.546`

καλύπτειν· σκεπάζειν, κρύπτειν

`κ.547`

κάλυπτρα· κόσμητρα. κεφαλῆς καλύμματα

`κ.548`

καλύφιον· ξυλήφιον

`κ.549`

κάλυτρα· σπάθαι φοινίκων. σκόλοπες, χάρακες, σταυροί

`κ.550`

καλχαίνει· ταράσσει. πορφύρει. στένει. φροντίζει. ἄχθεται. κυκᾷ. ἐκ βυθοῦ ταράσσεται

`κ.551`

Κάλχας· Στράττις τὸν ποταμόν φησι, ὅς ἐστι τῆς Χαλκίδος

`κ.552`

κάλχη· διφθέρα. πορφύρα. βοτάνιον ἀνθοφόρον. μέρος κεφαλῆς κίονος

`κ.553`

καλώδια· σχοινία

`κ.554`

κάλων· κάλον. ἀπʼ εὐθείας τῆς κάλως λαμβάνεις κατὰ τὸ σύνηθες

`κ.555`

κάμακας· κοντάρια ὀρθά, ἢ καλάμους ὀξεῖς

`κ.556`

καμάκασος· ὡσεί τις λέγει ἐν τῷ βαράθρῳ, ἢ τῷ κρημνῷ, ἢ δεσμωτηρίῳ

`κ.557`

κάμακες· δοράτια ἱππικά. καὶ ὀρθὰ ξύλα ὑπὸ ταῖς ἀναδενδράσι

`κ.558`

καμακίς· κοσμάριον, ὃ τοὺς πλοκάμους περιέχει. ἔνιοι σύριγγα

`κ.559`

κάμαξ· δόρυ. σχίζα. καὶ τὰ ὑπὸ ταῖς ἀναδενδράσι ξύλα

`κ.560`

καμάν· τὸν ἀγρόν. Κρῆτες

`κ.561`

κάμαξι· τοῖς ὑποβαστάζουσι τὰς ἀμπέλους ξύλοις

`κ.562`

καμάρα· κοιτὼν καμάρας ἔχων

`κ.563`

καμάραι· ζῶναι στρατιωτικαί

`κ.564`

καμαρεύουσα· φιλοπονοῦσα. πορίζουσα

`κ.565`

καμαρεύω· σωρεύω. φιλοπονῶ. πορίζω. κακοπαθῶ. συνάγω

`κ.566`

καμάρης· δέσμης

`κ.567`

καμάρια· κοιτὼν καμάρας ἔχων

`κ.568`

καμαρινῶς λέγει· παροιμιακῶς. λέγει ἀποτόμως, ἀνδρείως

`κ.569`

κάμαροι· στῆλαι, ἐν αἷς ἀναγέγραπται ὁ περιορισμὸς τῆς Ἀσίας

`κ.570`

καμαρίς· κοσμάριον γυναικεῖον

`κ.572`

καμάσαι· σεῖσαι

`κ.573`

καμάσσειν· κραδαίνειν, τινάσσειν, σείειν τὰ μέσω

`κ.574`

καμασῆνες· ἰχθύες

`κ.575`

καμασός· βάραθρον

`κ.576`

καμάσσυται· πτερύσσεται

`κ.577`

καμαστίς· μέτρον τι. Ἀμερίας

`κ.578`

κάματος· νόσος, κόπος, μόχθος, πόνος

`κ.579`

καματηρόν· ἐπίπονον, ἐπίλυπον

`κ.580`

καματώδης· νοσώδης

`κ.581`

καματῶν· κοπιῶν

`κ.583`

καμβατηθείς· καταπονηθείς

`κ.584`

καμμύει· παύεται

`κ.585`

καμβολίαι· κακολογίαι, λοιδορίαι

`κ.586`

κ ἂμ βρίζοντα· ἀμελοῦντα

`κ.587`

κάμεν· ἐκοπίασεν

`κ.588`

καμεῖν· κοπιάσαι. ἢ ὀκνῆσαι, νοσῆσαι. ἀποθανεῖν. ἐπιμελῶς κατασκευάσαι

`κ.589`

καμινοῖ· καμινευτρίαι. τινὲς κεκμηκυίαι τὰς ἶνας, ἀπογεγηρακυίαι γρηῒ καμινοῖ

`κ.590`

καμεῖται· κοπιάσει

`κ.591`

κάμετον· ἐκάμετον. δυϊκῶς

`κ.592`

κάμινοι· εὔπλευροι βόες, ἰσχυροὶ καὶ εὐίσχιοι

`κ.593`

κάμινος· μέρος τι τῆς νεώς

`κ.594`

Κάμιρος· πόλις Ῥόδου

`κ.595`

καμμάρψαι· καταλαβεῖν

`κ.596`

κάμμαρψις· μέτρον σιτικόν, τὸ ἡμιμέδιμνον. Αἰολεῖς

`κ.597`

καμμάρους· τὰς ἐρυθρὰς καρίδας

`κ.598`

καμάστην· μέτρον τι

`κ.599`

κάμματα· φύλλα δάφνης, ἐν οἷς σκέπουσι τὰ ψαιστά. ὁμοίως καὶ αἱ καμματίδες

`κ.600`

κάμμει· καθέζει

`κ.601`

καμμένειν· καταμένειν. Λάκωνες

`κ.603`

καμμονίην· τὴν ἐκ καταμονῆς νίκην

`κ.604`

κάμμορε· κακόμοιρε

`κ.605`

καμμορέων· κακοπαθῶν

`κ.606`

κάμνει· νοσεῖ. ἐργάζεται, κοπιᾷ. ἀποθνήσκει

`κ.607`

κάμορος· κλήθρα τὸ δένδρον

`κ.608`

καμπαλέας· καμπύλας

`κ.609`

κάμπειος δρόμος· δρόμοι τινὲς ἦσαν κάμπειοι οὐκ εὐθεῖς καὶ ἁπλοῖ, ἀλλὰ καμπὰς ἔχοντες

`κ.610`

καμπεσίγουνος· ἡ Ἐρινύς, ἀπὸ τοῦ κάμπτειν τὰ γόνατα τῶν ἁμαρτανόντων

`κ.611`

καμπεσίγυια· κάμπτοντα τὰ μέλη· γυῖα γὰρ τὰ μέλη

`κ.613`

κάμπη· κῆτος παρὰ Ἐπιχάρμῳ

`κ.614`

κάμπος· ἱπποδρόμος. Σικελοί

`κ.615`

καμπουλίρ· ἐλαίας εἶδος. Λάκωνες

`κ.616`

... καμπυλόχοις· ἀρότροις

`κ.617`

κάμπτειν· τὸ ἐν τῇ ᾠδῇ καμπὰς ποιεῖν

`κ.618`

καμπτόμενος· ἐπικλινόμενος

`κ.619`

καμπύλα· ἐπικαμπῆ, στρεβλά

`κ.620`

κάμψα· θήκη, γλωσσοκομεῖον

`κ.621`

καμψικίζουσα· βαρβαρίζουσα

`κ.622`

καμψόν· καμπύλον

`κ.623`

κἄν· καὶ δὴ ἄν. ἀλλά

`κ.624`

καμῶ· ἐργάσομαι

`κ.625`

καμψίον· ......

`κ.626`

κανᾶ· κανίσκια

`κ.627`

κανάβια· κυνηγετικά, ὡς γύργαθοι. ἢ ὑποδήματα ποιά

`κ.628`

κανάβιος κηρός· ᾧ χρῶνται οἱ ἀνδριαντοποιοὶ πρὸς πλάσιν

`κ.629`

κάναβοι· τὰ ξύλα, περὶ ἃ τὸ πρῶτον οἱ πλάσται τὸν κηρὸν τιθέασιν. ὅθεν καὶ οἱ λεπτοὶ καὶ ἄσαρκοι κάναβοι λέγονται

`κ.630`

καναδόκα· χηλὴ ὀϊστοῦ. Λάκωνες

`κ.631`

κάναδοι· σιαγόνες, γνάθοι

`κ.632`

κάνακις· ξίφος

`κ.633`

κανάξας· ταράξας

`κ.634`

κάναστρον· ὄστρακον, τρυβλίον, κανοῦν

`κ.635`

καναφόρος· μεσόδμη

`κ.636`

καναχή· ψόφος. ἦχος, κραυγή

`κ.637`

καναχηδά· ἠχητικῶς

`κ.638`

καναχίζει· οἰμώζει

`κ.639`

κανάχιζεν· ἐψόφει, ἐφώνει, ἐκραύγαζεν

`κ.640`

Κανδάκη· γυνὴ ἡ Κανδάκη ...

`κ.641`

κάνδαλοι· κοιλώματα, βάθρα, κωλοβάθρα

`κ.642`

κάνδαρος· ἄνθραξ

`κ.643`

Κανδαύλας· Ἑρμῆς ἢ Ἡρακλῆς

`κ.644`

κανδαροφόρους· μελανειμονοῦντας

`κ.646`

κανδύλος· διὰ λαγώων καὶ γάλακτος καὶ τυροῦ καὶ μέλιτος πέμμα ἐδώδιμον

`κ.647`

κάνδυς· χιτὼν Περσικός, ὃν ἐμπορποῦνται οἱ στρατιῶται

`κ.648`

κανδυτάναι ἢ κανδύλαι· ἱματιοθῆκαι, ὅπου τὰ πολυτελῆ ἱμάτια ἔβαλλον

`κ.649`

κάνδαλος· κακοῦργος, λῃστής

`κ.650`

κανεῖν· κτείνειν, ἀνελεῖν. ὅθεν τὸ κανοῦν, ἀπὸ τῶν καινομένων ἱερείων

`κ.651`

κανέοισι· κανοῖς, μαγίσι, κανισκίοις

`κ.652`

κάνεον· κανοῦν

`κ.653`

κανήτιον· κανίσκιον

`κ.654`

κανηφόροι· ἐν ταῖς πομπαῖς αἱ ἐν ἀξιώματι παρθένοι ἐκανηφόρουν, ὥσπερ καὶ ἐν τοῖς Παναθηναίοις. οὐ πάσαις δὲ ἐφεῖτο κανηφορεῖν

`κ.655`

κανηφόρος· ἀναφορεύς. τῶν νυμφῶν ἡ τὸ κανοῦν φέρουσα

`κ.656`

κανθάρεως· ἀμπέλου εἶδος

`κ.657`

κανθαρίς· χρυσοειδὴς ἰχθῦς. ἢ ζωύφιον λυμαντικὸν σίτου καὶ ἀμπέλου καὶ κήπων

`κ.658`

κάνθαροι Αἰτναῖοι· μεγάλοι, ἀπὸ τῆς Αἴτνης

`κ.659`

κάνθαρος· ποτηρίου εἶδος, ἀπὸ τοῦ κατασκευάσαντος. καὶ ποιὸς ἰχθῦς. καὶ πλοίου εἶδος. ἢ ὁ δακτύλιος τῶν ἱερῶν

`κ.660`

κανθάρου σκιά· παροιμία ἐπὶ τῶν φοβουμένων τὰ μὴ ἄξια φόβου

`κ.661`

Κανθάρου λιμήν· οὕτω καλεῖται ἐν Πειραιεῖ

`κ.662`

κανθήλιος· μωρός. ὄνος

`κ.663`

κανθήλια· τὰ ἐν τῇ πρύμνῃ τῆς νεὼς ἐπικαμπῆ ξύλα, τιθέμενα πρὸς σκηνοπήγια. καὶ τὰ σάγματα τῶν ὄνων, καὶ τὰ τούτοις ἐπιτιθέμενα λύγινα πλέγματα. καὶ τῆς Βιθυνίας ὄρη

`κ.664`

κανθύλας· τὰς ἀνοιδήσεις. Αἰσχύλος Σαλαμινίαις

`κ.665`

κανθίαι· σπυρίδες

`κ.666`

κανθίς· ὀνίς. καὶ ὄνος

`κ.667`

κανθός· ὁ τοῦ ὀφθαλμοῦ κύκλος. καὶ ἡ ἀναπνοὴ τοῦ καπνοῦ ἐν τοῖς ἰπνοῖς. τινὲς δὲ καπνοδόχην. καὶ μήποτε οἱ χυτρόποδες. Σικελοὶ καὶ εἰς ὃ τὰς κάχρυς φρύγουσιν

`κ.668`

κάνθωνι· τῷ ὄνῳ

`κ.669`

κάνθων· κάνθαρος

`κ.670`

κἂν ἴσαι· παροιμία μετενηνεγμένη ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις φερομένων ψήφων ἴσων. ἀπολύονται γὰρ τοῦ ἐγκλήματος, ὁπόταν ἴσαι ἐξενεχθῶσιν αἱ ψῆφοι

`κ.672`

κάγκανον ὕλην· ξηρὰν ὕλην

`κ.673`

κάνναβις· Σκυθικὸν θυμίαμα, ὃ τοιαύτην ἔχει δύναμιν, ὥστε ἐξικμάζειν πάντα τὸν παρεστῶτα. ἔστι δὲ φυτόν τι λίνῳ ὅμοιον, ἐξ οὗ αἱ Θρᾷσσαι ἱμάτια ποιοῦσιν. Ἡρόδοτος ..τούτου τὸ σπέρμα θυμιῶσιν

`κ.674`

κανναβισθῆναι· πρὸς τὴν κάνναβιν ἐξιδρῶσαι καὶ πυριασθῆναι

`κ.675`

κάνναθρα· ἀστράβη ἢ ἅμαξα, πλέγματα ἔχουσα, ὑφʼ ὧν πομπεύουσιν αἱ παρθένοι, ὅταν εἰς τὸ τῆς Ἑλένης ἀπίωσιν. ἔνιοι δὲ ἔχειν εἴδωλα ἐλάφων ἢ γυπῶν

`κ.676`

κάνναι· ψίαθοι. καὶ τὰ Αἰγύπτια πλέγματα, ἀφʼ ὧν καὶ τὰ κάνναθρα. καὶ εἶδος γῆς χρυσολίθου

`κ.677`

κάννηκες· πλέγματα ταρσῶν

`κ.678`

Καννωνοῦ πανδοκεῖον· πέπαικται παρὰ τὸ Καννωνοῦ ψήφισμα· εἰσήνεγκε γὰρ οὗτος ψήφισμα, ὥστε διειλημμένους τοὺς κρινομένους ἑκατέρωθεν ἀπολογεῖσθαι

`κ.679`

κανοῦν· κανίσκιον. δισκάριον

`κ.680`

κάντορες· οἱ κρατοῦντες

`κ.681`

κανών· κτείνας. ἢ τὸ ξύλον, περὶ ὃ ὁ μίτος. καὶ αἱ τῆς ἀσπίδος ῥάβδοι, ἀφʼ ὧν ὁ τελαμὼν ἐξῆπτο

`κ.682`

καπανευτάς· ὀνηλάτας

`κ.684`

καπανίζει· ζευγηλατεῖ

`κ.685`

καπαλαί· φάτναι

`κ.686`

καπάνη· τριχίνη κυνῆ

`κ.687`

καπάνια· ἁρπεδόνες

`κ.688`

καπανικώτερα· ἀπὸ τῆς φάτνης, χορταστικώτερα. τινὲς δὲ ἀντὶ τοῦ μείζονα. καπάνας γὰρ ἀπήνας λέγουσιν

`κ.689`

καπαρδεῦσαι· μαντεύσασθαι

`κ.690`

κάπας· μεμβρίς· ἢ φάτνας

`κ.691`

καπατάξεις· κατακόψεις. Πάφιοι

`κ.692`

καπατάς· καθορῶν παρὰ Εὔκλῳ

`κ.693`

κάπιτα· κτηνῶν τροφή

`κ.694`

κἀπεμβαφίζων· ὁ ἐπεμβάπτων

`κ.695`

κάπεσε· κατέπεσεν

`κ.696`

καπέτις· χοῖνιξ

`κ.697`

καπέτοιο· τῆς τάφρου παρὰ τὸ ἐσκάφθαι

`κ.698`

κάπετος· τάφος, σορός, ὄρυγμα, βόθρος. οἱ δὲ σκαπετόν

`κ.699`

Καπετώλιος· ὁ Ζεύς. καὶ Καπετώλιον· ὄρος

`κ.700`

κάπη· φάτνη

`κ.701`

κάπηισι· φάτναις. ἀπὸ τοῦ κάπτειν ἀπʼ αὐτῶν

`κ.702`

καπήλα· ἡ κρεόπωλις ἀγορὰ παρὰ Ταραντίνοις

`κ.703`

καπηλεύει· μεταπωλεῖ. οἰνοπωλεῖ. καὶ τὰ πρὸς τὰς τροφὰς καὶ πόσεις

`κ.704`

καπηλεύοντες· πραγματευόμενοι

`κ.705`

κάπηλος· μεταπράτης, ὁ τὰ πρὸς τὴν κάπην πιπράσκων· κάπη δὲ ἡ τροφή

`κ.706`

κἀπῄνει· ἐπῄνει

`κ.707`

καπηλοδύτης· ὁ ἐν τῷ καπηλείῳ ἀναστρεφόμενος

`κ.708`

καπήλη· ὅπου ὁ κυβερνήτης κάθηται. πάσσαλος, περὶ ὃν κατείληται τὰ σχοινία. καὶ τὸ ἐν τῇ πρύμνῃ κοίλωμα, ἔνθα οἱ ναῦται πάντα ἀποτίθενται

`κ.709`

καπήλτια· γυναικεῖα ἱμάτια

`κ.710`

κάπηξ· ξύλον τι ἐν τῇ πρύμνῃ τῆς νεὼς ὑπερέχον

`κ.711`

καπητόν· παράβλημα ἀλόγων

`κ.712`

κάπια· τὰ σκόροδα. Κερυνῆται

`κ.713`

καπίθη· ἀγγεῖον, χωροῦν Ἀττικὰς κοτύλας δύο

`κ.714`

Καπίων· κιθαρῳδικοῦ νόμου ὄνομα

`κ.715`

καπίστριον· φορβειὰ ὄνου

`κ.716`

Καπνίας· Ἐκφαντίδης ὁ τῆς κωμῳδίας ποιητὴς Καπνίας ἐπεκαλεῖτο διὰ τὸ μηδὲν λαμπρὸν γράφειν. καὶ οἶνος δὲ καπνίας λέγεται ὁ κεκαπνισμένος. καὶ κάπνιος ἄμπελος ἡ μέλαινα

`κ.717`

κάπνισαν· πῦρ ἀνῆψαν

`κ.718`

καπνίσαντες· καπνὸν ποιήσαντες

`κ.719`

καπνοκορθυάζεται· σκιρτᾷ. παρὰ Ἐπιχάρμῳ

`κ.720`

καπνωμένας· καπνιζομένας

`κ.721`

καπύοντα· πνέοντα

`κ.722`

κάποις· κήποις

`κ.724`

κάπος· ψυχή, πνεῦμα, καὶ ὁ τοῦ φοίνικος φλοιός, ἐν ᾧ κέκρυπται ὁ καρπός. καὶ ἡ πρώτη ἔκφυσις

`κ.725`

καπουστάς· φάρυγξ

`κ.726`

κάπουτ· ἡ κεφαλή. Ῥωμαῖοι

`κ.727`

κάππα· ... τινὲς δὲ τὸ ἐλάχιστον. οὐκ εὖ. καὶ γὰρ παρὰ Καλλιμάχῳ γράφεται κόππα, τὸ ἀνεστραμμένον ῥῶ σομυκτηρισμός

`κ.728`

κάππαστον· ποικίλον

`κ.731`

καπ πεδίον· κατὰ τὸ πεδίον

`κ.732`

κάππεσε· κατέπεσεν

`κ.734`

καπήτιοι· οἱ πριεινεῖς τῆς κρήνης

`κ.735`

καπητός· καταπεσιονημένος

`κ.736`

κάπρα· αἴξ. Τυῤῥηνοί

`κ.737`

κάπραινα· ἡ καταφερής, ἀπὸ τῶν κάπρων

`κ.738`

κάπρας· ἀκολασίας

`κ.740`

καπρίσκος· ἰχθῦς

`κ.741`

Καπερναούμ· χωρίον παρακλήσεως

`κ.742`

Καπρόνται· ἐκαλοῦντο οὕτως οἱ Θρᾷκες

`κ.743`

κάπρος· σύαγρος, ὗς ἄγριος. ἢ τὸν φάγρον ἰχθῦν. καὶ νόσημά τι γενόμενον ταῖς μελίσσαις

`κ.745`

Καπροφάγος· Ἄρτεμις ἐν Σάμῳ

`κ.746`

καππίτνῃ· καταπέσῃ

`κ.747`

κάπτοντες· ἀποδεχόμενοι. ἐσθίοντες

`κ.748`

καπύνιοι· ἀκόλουθοι

`κ.749`

κάπυς· πνεῦμα. κῆπος

`κ.750`

καπυρός· ......

`κ.751`

καπύσσων· ἐκπνέων

`κ.752`

κάπφαγε· κατάφαγε

`κ.753`

Κάρ· θάνατος. φθεῖρον. πρόβατον. γένος Καρικόν·

`κ.754`

κάρα· κεφαλή. τοῦτο Ἀττικοὶ διὰ τοῦ α λέγουσιν, Ὅμηρος δὲ Ἰακῶς κάρη

`κ.755`

κάρα· αἲξ ἥμερος Πολυῤῥήνιοι. ὑπὸ Γορτυνίων ... ἄλλοι δὲ ἡ συκῆ. Ἴωνες τὰ πρόβατα. καὶ τὴν κεφαλήν

`κ.756`

καραβαία· δίκρουν ξύλον

`κ.757`

καραβίδες· γρᾶες. Μηθυμναῖοι

`κ.758`

κάραβος· ἔδεσμα, ὥς φασιν, ὠπτημένον ἐπʼ ἀνθράκων. ὑπὸ δὲ Μακεδόνων ἡ πύλη. καὶ τὰ ἐν τοῖς ξηροῖς ξύλοις σκωλήκια. καὶ τὸ θαλάττιον ζῷον

`κ.759`

καραγός· ὁ τραχὺς ψόφος, οἷον πριόνων

`κ.760`

καραδάλη· ἀρμενοθήκη

`κ.761`

καραδοκεῖ· προσδοκᾷ, ἐκδέχεται ἢ ἐπιτηρεῖ τὸ κεφάλαιον τοῦ πράγματος

`κ.762`

κάραι· συκαῖ

`κ.763`

Καραιός· Ζεὺς παρὰ Βοιωτοῖς οὕτω προσαγορεύεται· ὡς μέν τινές φασι διὰ τὸ ὑψηλὸς εἶναι, ἀπὸ τοῦ κάρα

`κ.764`

κεράμῳ· πίθῳ

`κ.766`

καράμβας· ῥάβδον ποιμενικήν, ἣν Μυσοὶ συκαλόβον

`κ.767`

καρανούσθω· τελειούσθω

`κ.768`

κάραννος· κεκρύφαλος. κρήδεμνον. ἢ ἔριφος. ἢ ζημία

`κ.769`

καρανώ· τὴν αἶγα. Κρῆτες

`κ.770`

καρανώσει· κορυφώσει

`κ.771`

κάραξ· στρώσω

`κ.773`

καραρύες· οἱ Σκυθικοὶ οἶκοι. ἔνιοι δὲ τὰς κατηρεφεῖς ἁμάξας

`κ.774`

καράς· ὁ ἀποσπερματισμός

`κ.776`

κάρη· ἡ κεφαλή

`κ.777`

καρή· ἡ ὥρα, ἐξ οὗ καὶ ἀκαριαῖον

`κ.778`

καρατομῆσαι· ἀποκεφαλίσαι

`κ.779`

καρβανίζοντες· βαρβαρίζοντες

`κ.780`

καρβανίζει· Καρικῶς λαλεῖ καὶ βαρβάρως

`κ.781`

καρβανίζει· βαρβαρίζει

`κ.782`

κάρβανοι· τὰ τῶν σφενδονῶν καρφία, ὡς Σέλευκος

`κ.783`

κάρβανοι καὶ περσαῖοι· οἱ ἀλφὸν ἢ λέπραν ἔχοντες. Ἕλληνες δὲ τοὺς βαρβάρους, οἱ δὲ τοὺς Κᾶρας

`κ.784`

καρβάρεοι· κάραβοι

`κ.785`

καρβατίνη· μονόπελμον καὶ εὐτελὲς ὑπόδημα ἀγροικικόν

`κ.786`

κάρβις· μαστροπός

`κ.787`

καρβίναι· βαρβαρικαί

`κ.788`

κάρδακες· οἱ στρατευσάμενοι βάρβαροι ὑπὸ Περσῶν. καὶ ἐν Ἀσίᾳ οὕτω καλοῦσι τοὺς στρατιώτας, οὐκ ἀπὸ ἔθνους ἢ τόπου

`κ.789`

κάρδαμα βλέπειν· ...

`κ.790`

καρδαμάλη· μάζα

`κ.791`

καρδαμίνη· τὸ σίον, ὅ ἐστιν ἐμφερὲς καρδάμῳ· γίνεται δὲ ἐν ὕδασι

`κ.792`

Καρδαμύλη· πόλις

`κ.793`

καρδάμυσσε· κατάμυε

`κ.794`

Καρδίαι· οἱ Ἕλληνες παρὰ Σκύθαις· διὰ τὸ πόλιν αὐτοὺς Ἑλληνίδα Καρδίαν διαρπάσαι

`κ.795`

καρδίας θαλάσσης· τοῦ βυθοῦ

`κ.796`

καρδιαλγίαι· λῦπαι καρδίας Σ

`κ.797`

καρδίη· καὶ ὁ λογισμός, καὶ τὸ σύνηθες

`κ.798`

καρδιοβολεῖσθαι· λυπεῖσθαι

`κ.799`

καρδιοῦσθαι· καρδιουργεῖν, ἐπὶ τῶν ἱερείων

`κ.800`

καρδιώττειν· τὴν καρδίαν ἀλγεῖν. τινὲς δὲ δάκνεσθαι στόμαχον ὑπὸ λιμοῦ. τίθεται δὲ καὶ ἐπὶ τοῦ ναυτιᾶν

`κ.801`

καρδιουλκίαι. τὰς καρδίας εἷλκον τῶν θυμάτων

`κ.802`

καρδοπεῖον· τῆς καρδόπου τὸ πῶμα. Κάρδοπος δὲ ἡ μάκτρα, Σ ἤγουν ἡ κάμπτρα, ὅπου τὰ ἄλευρα μάσσουσιν . ἤτοι ἀβάκην

`κ.803`

καρδόπῳ· μάκτρᾳ κατακαίει

`κ.804`

Κᾶρες· ἔθνος βαρβαρικόν

`κ.805`

καρέντα· καταβρωθέντα

`κ.806`

κάρη· κάρα, κεφαλή

`κ.807`

καρήατα· κεφαλαί. τάξεις

`κ.808`

καρηβαρεῖ· βαρύνεται κεφαλήν. ἐξ οἴνου μεθύει κάρην δὲ κεφαλήν

`κ.809`

καρηκομόωντας· τὰς κεφαλὰς κομῶντας

`κ.810`

κάρηνα· ἄκρα. κεφαλαί. κορυφαί. τείχη

`κ.811`

καρήνων· κορυφῶν. ἄκρων

`κ.812`

Καρησσός· πόλις. καὶ ποταμός

`κ.813`

καρθμοί· κινήσεις

`κ.814`

κάρθμοιο Μυρίνης· τραχὺς τόπος

`κ.815`

Καρῖται· ἱππεῖς πειραταί. Κᾶρες

`κ.816`

Καρικὰ μέλη· ἐλέγετό τις Καρικὸς ῥυθμὸς ἐκ τροχαίου καὶ ἰάμβου συγκείμενος

`κ.817`

Καρική· ἀσύνθετος. καὶ ἄμπελος

`κ.818`

Καρικόν· εὐτελές, μικρόν. δηλοῖ δὲ καὶ ἀφροδίσιον σχῆμα αἰσχρόν

`κ.819`

καρικάζειν· βαρβαρίζειν

`κ.820`

Καρικοὶ τράγοι· ὡς εὐτελῶν ὄντων. Σοφοκλῆς Σαλμωνεῖ· εἰ μὴ ἄρα εἶπε συγχέων τοὺς Κιλικίους

`κ.821`

Καρικῷ πλοίῳ· ...

`κ.822`

Καρικῷ σχήματι· λέγεται δὲ ἐπὶ τῶν ἀκολάστων σχῆμα Καρικόν

`κ.823`

καριμοίρους· τοὺς ἐν μηδεμιᾷ μοίρᾳ. ἢ μισθοφόρους, διὰ τὸ τοὺς Κᾶρας πρώτους μισθοφόρους γενέσθαι

`κ.824`

Καρῖναι· θρηνῳδοὶ μουσικαί, αἱ τοὺς νεκροὺς τῷ θρήνῳ παραπέμπουσαι πρὸς τὰς ταφὰς καὶ τὰ κήδη. παρελαμβάνοντο δὲ αἱ ἀπὸ Καρίας γυναῖκες

`κ.825`

καριῶσαι· ἀποκτεῖναι

`κ.826`

κάρκαιρε· ἰδίωμα ἤχου

`κ.827`

καρκαίρει· ψοφεῖ

`κ.828`

καρκανήρ· τάξις

`κ.829`

κάρκαρα· οὔλα ὁ διήτω καὶ τὰ ποικίλα τῇ ὄψει καὶ ἐπιτυρὰ παρὰ Σιμωνίδῃ. ἔνιοι τοὺς μάνδρας. Ῥίνθων ταὶ τῇ οὐρανίᾳ ἦρι

`κ.830`

καρκαρίς· ξύλων ἢ φρυγάνων φορτίον. ἢ δεινή

`κ.831`

κάρκαροι· τραχεῖς. καὶ δεσμοί

`κ.832`

καρκίνος· τὸ νῦν καρκίνωμα λεγόμενον. καὶ ὑποδήματα κοῖλα. καὶ δεσμός τις. καὶ ἡ πυράγρα. ἢ εἶδος ζῴου. καὶ ἄστρον

`κ.833`

καρκινοῦται· ὅταν ῥιζοῦται ὁ σῖτος, καὶ σκληρύνεται

`κ.834`

Καρκώ· Λαμία

`κ.835`

κάρμα· γλεῦκος. τὸ πρῶτον ἀποθλιβόμενον διὰ τῶν χειρῶν. καὶ κούρευμα

`κ.836`

Κάρμηλος· ὄρος ἐν τῇ Φοινίκῃ

`κ.837`

κάρμορον· τὸν κηρὶ μεμορημένον

`κ.838`

Καρνεᾶται· οἱ ἄγαμοι, κεκληρωμένοι δὲ ἐπὶ τὴν τοῦ Καρνείου λειτουργίαν. πέντε δὲ ἀφʼ ἑκάστης ... ἐπὶ τετραετίαν ἐλειτούργουν

`κ.839`

κάρνη· ζημία

`κ.840`

Καρνησσόπολις· Λύκτος ἡ Κρητικὴ οὕτως ἐκαλεῖτο

`κ.841`

κάρνυξ· τὴν σάλπιγγα Γαλάται

`κ.842`

Καρνεῖος· ἐπίθετον Ἀπόλλωνος· ἴσως ἀπὸ Κάρνου τοῦ Διὸς καὶ Εὐρώπης

`κ.843`

κάρνος· φθείρ. βόσκημα, πρόβατον

`κ.844`

καρνοστάσιον· στάβλος, ὅπου τὸ κάρνον ἵσταται

`κ.845`

κάρνος· μεγάλη ἀκρίς

`κ.846`

καρόπαις· ἔπακμος παῖς

`κ.847`

καρος· κωφός. οἱ δὲ σκοτόδινος. βόσκημα. ἐγκέφαλος. ὠνή. καιρός. ἢ φθορά

`κ.848`

καρὸς αἴσῃ· καρὸς μοίρᾳ, οἷον θανάτου μοίρᾳ. ἢ διὰ τὸ πρώτους μισθοφόρους Κᾶρας γενέσθαι, μισθοφόρου μοίρᾳ

`κ.849`

καρορύς· ὑδρία. Κρῆτες

`κ.850`

κάρου· τοῦ ἐπὶ τὴν κεφαλὴν ἐκ πλησμονῆς βάρους

`κ.851`

κάρουα· κάρυα. Λάκωνες

`κ.852`

καρούμενος· ὠνησάμενος

`κ.853`

καροῦσθαι· ὠνεῖσθαι

`κ.854`

καροῦχος· εὐχερής, εὔκολος

`κ.855`

καρπαλίον· κάρπημα

`κ.856`

Κάρπαθος· νῆσος

`κ.857`

καρπαλίμοισι· ταχέσι

`κ.858`

καρπάλιμον· ταχύ

`κ.859`

Καρπάθιος τὸν μάρτυρα· παροιμία δὲ Καρπάθιος λαγὼν κατʼ ἔλλειψιν τοῦ ἐπηγάγετο. διὰ γὰρ τὸ μὴ εἶναι λαγωοὺς ἐν τῇ χώρᾳ ἐπηγάγοντο αὐτοί, καὶ τοσοῦτοι ἐγένοντο, ὥστε τόν τε σῖτον αὐτῶν καὶ τὰς ἀμπέλους ὑπʼ αὐτῶν βλάπτεσθαι. ὁ γοῦν Ἀρχίλοχος παρὰ ταύτην τὴν παροιμίαν ἔφη· Καρπάθιος τὸν μάρτυρα

`κ.860`

καρπάσινοι· κορτῖναι

`κ.862`

καρπεῖν· πληώττειν

`κ.863`

καρπαία· ὄρχησις Μακεδονική

`κ.864`

καρπίζεσθαι· καθαιρεῖν

`κ.865`

κάρπη· τὰ σπέρματα. καὶ τήγανα ὀβελίσκους ἔχοντα

`κ.866`

καρπία· κλώνια

`κ.867`

καρπίζεσθαι· προσοδεύεσθαι

`κ.868`

καρπίζουσι· ποτίζουσιν. εὔκαρπα ποιοῦσι

`κ.869`

κάρπιμα· δένδρα καρπὸν ἔχοντα

`κ.870`

καρποβόλον· τὸ σιτοβόλον· Ἀργεῖοι

`κ.872`

καρποῖς· βλαστήμασιν

`κ.873`

καρπομανής· εἰς κόρον ἐξυβρίζουσα. Σοφοκλῆς Τυροῖ αʹ

`κ.874`

καρπωμένη· καρπῷ πλήθουσα

`κ.875`

καρπὸν ἔδουσιν· σῖτον ἐσθίουσιν

`κ.876`

καρπός· τὸ ἄρθρον τῆς χειρός. καὶ σῖτος. καὶ τέκνα. καὶ τὰ ἔρια

`κ.877`

καρποῦ δίκη· τῷ βλάψαντι καρπὸν οὕτως ἐδίκαζον

`κ.878`

καρποῦμαι· τρυγῶ

`κ.880`

καρπῶ· καρπιοῦμαι

`κ.881`

καρπωθέντα· τὰ ἐπὶ βωμοῦ καθαγισθέντα

`κ.882`

κάρπωμα· κέρδος. γένος, σπέρμα. προσφορά, δῶρα, θυσία

`κ.883`

κάρπωσις· θυσία Ἀφροδίτης ἐν Ἀμαθοῦντι

`κ.884`

καῤῥάξ· καιρίως

`κ.885`

κάῤῥαξον· Πάφιοι κατάραξον

`κ.886`

καῤῥέζουσα· καταψῶσα, καταψαύουσα

`κ.887`

καῤῥέξαι· καταῤῥέξαι πρᾶξαι. καταψῆσαι

`κ.888`

κάῤῥον· βέλτιον, κρεῖττον ἢ ἰσχυρόν

`κ.889`

κὰρ ῥόον· κατὰ τὸ ῥεῦμα, κατὰ τὸν ῥόον

`κ.890`

κάρος· φυτόν. ἢ καιρόν

`κ.891`

κάρσιον· πλάγιον

`κ.892`

κάρτα· πάνυ, λίαν, μεγάλως

`κ.893`

καρταίνειν· κρατεῖν

`κ.894`

κάρταλλον· τὸ πλεκτὸν ἀγγεῖον, ἐν τοῖς ὀψαρτυτικοῖς. κλοβός

`κ.895`

καρτάζεσθαι· κρατύνεσθαι. διϊσχυρίζεσθαι. καὶ διαμάχεσθαι

`κ.896`

κάρτει· δυνάμει

`κ.897`

Καρτεμνίδες· οἱ Γορτύνιοι. Κρῆτες

`κ.898`

καρτερία· ὑπομονή

`κ.899`

καρτερός· κραταιός, ἰσχυρός. ἐγκρατής. κρατῶν, καὶ ἰσχύων

`κ.900`

καρτή· εἶδος ἱματίου παρὰ Ἰόβᾳ ἐν ιεʹ περὶ ὁμοιοτήτων

`κ.901`

κάρτη· τὴν βοῦν Κρῆτες. καὶ τὸν οἰκέτην οἱ αὐτοί ...

`κ.902`

κάρτιστοι· ἰσχυροί κράτιστοι, δυνατοί, ἔνδοξοι

`κ.903`

καρτοί· κεκουρευμένοι

`κ.904`

καρτομιστής· χλευαστής

`κ.905`

καρτύνεσθαι· ἀσφαλίζεσθαι. διϊσχυρίζεσθαι

`κ.906`

κάρυα· τὰς ἀμυγδάλους, καὶ καστάνους. καὶ τόπος Ἀρτέμιδος καὶ ἑορτή

`κ.907`

Καρυάτεια· θυσία. Λάκωνες

`κ.908`

Καρυᾶτις· ἑορτὴ Ἀρτέμιδος, καὶ ἱερόν ...

`κ.911`

καρυήματα· κάρυα. Λάκωνες

`κ.912`

καρυκάζειν· ταράττειν

`κ.913`

καρυκεύει· ἀρτύνει, ἡδύνει

`κ.914`

καρυκευμάτων· τραγημάτων, ἀρτυμάτων πολυτελῶν

`κ.915`

καρύκη· περίεργος ζωμός βρῶμα Λύδιον ἐξ αἵματος καὶ ἄλλων ἡδυσμάτων συγκείμενον ἀφʼ οὗ τὸ συνταράττειν καὶ ἀναδεύειν καρυκεύειν φασί

`κ.916`

καρυκεία· ἡ ἡδύτης τῶν ζωμῶν, ὀψοφαγία

`κ.917`

καρυκείαις· μαγειρεύμασιν, ἀρτύμασι. ταραχαῖς

`κ.918`

καρύκινον· μέλαν

`κ.919`

κᾶρυξ· κῆρυξ. ἢ κατάγγελος

`κ.920`

καρύσσωσι· κηρύσσωσι

`κ.921`

καρυστεῖναι· κεκραγέναι. Λάκωνες

`κ.922`

Καρύστιος· οἶνος καὶ εἶδος λίθου

`κ.923`

Κάρυστος· πόλις Εὐβοίας

`κ.924`

καρυτίζεσθαι· εὐφραίνεσθαι

`κ.925`

καρυόχρους· καρυοβαφοῦς

`κ.926`

καρυών· πλακοῦς ἔχων κάρυα

`κ.927`

καρφαλέα· κατακεκαυμένα. ξηρά. ὀξέα. κατάξηρα

`κ.928`

καρφαλέην· κατάξηρον

`κ.929`

καρφαματήρια· ἐν οἷς θερίζουσι τοὺς ξηροὺς στάχυας

`κ.930`

κάρφεος κωλέα· δέσμη χόρτου

`κ.931`

κάρφεται· ξηραίνεται

`κ.932`

κάρφη· ξύλα λεπτά, καὶ ξηρά

`κ.933`

κάρφην· φορυτόν

`κ.935`

κάρφος· ἄχυρον, χόρτος. κεραία ξύλου λεπτή

`κ.936`

καρφόμενος· ξηραινόμενος

`κ.937`

καρφύκτοι· φρῦνοι. Ῥόδιοι

`κ.938`

καρφύνεσθαι· ξηραίνεσθαι. φθείρεσθαι

`κ.939`

καρφυραί· νοσσιαί. θάμνοι

`κ.941`

καρφυραί· αἱ ἐκ τῶν ξηρῶν ξύλων γινόμεναι κοῖται. Εὐριπίδης Ἴωνι

`κ.942`

κάρχαι· καρκίνοι. καὶ ὄχλοι. Σικελοί

`κ.943`

καρχαλέοι· κατάξηροι στρογγύλοι

`κ.944`

καρχαρίας· ὁ θαλάσσιος κύων. καὶ ἰχθύος εἶδος

`κ.945`

καρχαρόδους· τραχεῖς, ὀξεῖς ὀδόντας ἔχων

`κ.946`

καρχαρόδοντας· ὁμοίως. καὶ ἀμφώδοντας· ἀντεμβάλλοντας εἰς ἀλλήλους τοὺς ὀδόντας

`κ.947`

κάρχαροι· οἱ ἔσχατοι ὀδόντες, τραχεῖς τε καὶ ὀδόντες ὀξεῖς

`κ.948`

καρχήματα· θέλγητρα

`κ.949`

καρχήσιον· εἶδος ποτηρίου. καὶ τὸ ἐπικείμενον τῶν ἱστῶν ξύλον· καὶ ἐργαλεῖον τεκτονικὸν δελτοειδές

`κ.950`

καρχήσια· τὰ κέρατα τὰ ἐπάνω τῶν καταρτίων τῶν πλοίων . καὶ τὰ ἄκρα τῶν ἱστῶν

`κ.951`

κάρχνη· ἀργυρῆ ...

`κ.952`

καρχῶδες· τραχύ

`κ.953`

κάρψαι· ξηρᾶναι. ῥυσῶσαι. ἀφανίσαι. γεροντοποιῆσαι

`κ.954`

καρωθείς· τὴν κεφαλὴν σεισθείς. μεθυσθείς. ἢ βαρηθείς

`κ.955`

κάς· Κύπριοι ἀντὶ τοῦ καί

`κ.956`

κάσα· οἰκία, καλύβη, οἴκησις παρὰ Ῥωμαίοις. οἱ δὲ δέρμα

`κ.957`

κασαλβάς· πόρνη. αἰσχροποιός, ἀπὸ τοῦ καλεῖν, καὶ σοβεῖν

`κ.958`

κασάνεις· ἀνύεις. Λάκωνες

`κ.959`

κάσαργε· τοὺς ὀφθαλμοὺς ἀνάστρεφε

`κ.960`

κασαύρα· κασωρίς. πόρνη

`κ.961`

κασαυρείοις· οἴκοις, ἐφʼ ὧν αἱ ἑταῖραι ἐκαθέζοντο· ὅθεν καὶ τὴν πόρνην κασαυράδα ἔλεγον

`κ.962`

κασέλλα· καθέδρα

`κ.963`

κασελλατίαἱ· καθίσαι. Λάκωνες

`κ.964`

κασεύδει· κοιμᾶται

`κ.965`

κασέρηνον· κάθελε. Λάκωνες

`κ.966`

κάσις· ἡλικιώτης

`κ.967`

Κασθανέα· πόλις Θεσσαλίας

`κ.968`

κασίαλτος· χωρὶς σιάλου

`κ.969`

κασιγνήτοιο· ἀδελφοῦ ἰδίου. καὶ κασίγνητος ὁ ἀδελφός, οἷον ὁ κατʼ ἀμφοτέρους τοὺς γονεῖς

`κ.970`

κασιοβόρος· ἐν κασίᾳ γινόμενος σκώληξ

`κ.971`

κάσιοι· οἱ ἐκ τῆς αὐτῆς ἀγέλης ἀδελφοί τε καὶ ἀνεψιοί. καὶ ἐπὶ θηλειῶν οὕτως ἔλεγον Λάκωνες. καὶ Εὐριπίδης Ἑκάβῃ ...

`κ.972`

κασκαλίζεται· γαγγαλίζεται

`κ.973`

κάσκανα· κασσύματα

`κ.974`

κασκάνδιξ· ἡ γηθυλλίς

`κ.975`

κασκός· ὁ μικρὸς δάκτυλος

`κ.976`

κάσμορος· δύστηνος

`κ.977`

Κάσος· νῆσος περὶ Κόων

`κ.978`

κασπέλλει· στορνύει

`κ.979`

κάσσαν· κοττιστὴν πτωχὸν ὑπὸ Ἀχαιῶν

`κ.980`

Κασσάνδρα· Ἀλεξάνδρα ἐν Λακεδαιμονίᾳ

`κ.981`

κάσσας· ἀμφιτάπης. καὶ πιλωτά

`κ.982`

κασίει· κάθες

`κ.983`

κασπολέω· ὑποστορέσω

`κ.984`

κάσσει· νεοσσειᾷ

`κ.985`

κάσσον· ἱμάτιον, παχὺ καὶ τραχὺ περιβόλαιον

`κ.986`

κάστανα· Διὸς βάλανοι, Εὐβοϊκὰ κάρυα

`κ.987`

κάστελλος· ὄνομα τόπου, μερίζοντος τὸ ὕδωρ

`κ.988`

κὰς τόδε· καὶ τόδε

`κ.989`

κάστον· ξύλον. Ἀθαμᾶνες

`κ.990`

Καστόριαι· εἶδός τι κυνῶν

`κ.991`

καστορνῦσα· καταστρωννύουσα

`κ.992`

καστρήριαι· στήρριγγες. ἐρείσματα. περιπήγματα

`κ.993`

κάστρωμα· περισταύρωμα. κλεῖσις

`κ.994`

κάστωρ· ζῶον. ἀφʼ οὗ ὄρχεις καστόρειοι

`κ.995`

κάσσυμα· δέρμα

`κ.996`

κασσύας· ὄρκυνος. Περγαῖοι

`κ.997`

κασανδήριον· ἰκτῖνος

`κ.998`

κασύτας· Συριακὸν βοτάνιον

`κ.999`

κασφυράσσεται· κατασπείρει

`κ.1000`

κάσχετο· κατέσχετο

`κ.1001`

Κασωλάβα· οἱ μὲν πόλις, οἱ δὲ κώμη. Αἰσχύλος Ἱερείαις

`κ.1002`

κασωρίς· πόρνη

`κ.1003`

κασωρεῖον· πορνεῖον

`κ.1004`

κᾆτα· καὶ εἶτα

`κ.1005`

κατά· πρόθεσις, ἀντὶ τοῦ ἐξ. καὶ ἀντὶ τοῦ ἀπό. καὶ ἀντὶ τοῦ ἐν. καὶ ἀντὶ τοῦ εἰς

`κ.1006`

κατὰ ἀγυιάς· κατὰ ἀμφόδους

`κ.1007`

καταβαλεῖ· ἀποκτενεῖ. καταλύσει. νικήσει. ῥίψει. ἀφῇ

`κ.1008`

καταβαικά· Λάκωνες. ἐκοίμησεν

`κ.1009`

καταβάπτει· κατερυθραίνει ἐρυθρῷ βάμματι, ἢ ποντίζει

`κ.1010`

καταβάτης· ὁ ἀπὸ τοῦ ἅρματος ἀποβάτης

`κ.1011`

καταβιβάζοντες· κατασπῶντες

`κ.1012`

καταβλακεύειν· ῥᾳθυμεῖν. ἢ δαπανᾶν ῥᾳθύμως

`κ.1013`

καταβλέθει· καταπίνει

`κ.1014`

καταβλής· μάνδαλος

`κ.1015`

καταβλώσκειν· κατατρέχειν, ὑποφεύγειν

`κ.1016`

καταβοή· καταβόησις, κραυγή

`κ.1017`

καταβολάδας· κλάδους

`κ.1018`

καταβολή· θυσία, τελετή

`κ.1019`

κατὰ βοὸς εὔξασθε· εὔχεσθε κατὰ βοός

`κ.1020`

καταβόσκονται· τρέφονται. νέμονται. δαπανῶσιν

`κ.1021`

καταβραβεύεται· κατακρίνεται. καταγωνίζεται

`κ.1022`

καταβοᾷ· κατακράζει

`κ.1023`

καταβρίξας· κατακοιμηθείς

`κ.1024`

καταβρόξαι· καταπιεῖν

`κ.1025`

καταβρόξειε· καταπίοι

`κ.1026`

καταβωσομένους· περιβοησομένους

`κ.1027`

καταγαγεῖν· καταφέρειν

`κ.1028`

καταγγέλλεται· κηρύσσεται

`κ.1029`

κατάγειν· ἐπὶ τὸν ναύσταθμον ἄγειν, ἢ καταλῦσαι

`κ.1030`

καταγεῶται· οἱ θάπτοντες τοὺς τελευτῶντας. οἰκοῦσι δὲ ἔξω τῶν πόλεων

`κ.1031`

καταγινώσκω· μέμφομαι

`κ.1032`

καταγληνίσαι· καταναλῶσαι

`κ.1033`

καταγλυπτόν· εἶδος φιλήματος

`κ.1034`

καταγλωττίζειν· βλασφημεῖν. καὶ καταγλωττίσματα τὰ ἐρωτικὰ καὶ περίεργα φιλήματα

`κ.1035`

κατάγματα· μηρύματα ἐρίου ἢ κατασπάσματα

`κ.1036`

καταγνῶναι· ἐπιγνῶναι. μέμψασθαι. Σοφοκλῆς Ἀθάμαντι αʹ

`κ.1037`

κατάγραπτος· ποικίλος

`κ.1038`

καταγραφή· καὶ ἡμεῖς λέγομεν ἐν ζωγραφίᾳ κατάγραφον καὶ κατατομή

`κ.1039`

κατάγρει· καθαιρεῖ. καταλαμβάνει

`κ.1040`

καταγοητεύων· ἀπατῶν

`κ.1041`

κατάγχει· πνίγει. κωλύει. κατέχει. ἀνακρούει

`κ.1042`

καταγωγή· κατάλυσις, κατάλυμα, πανδοκεῖον, οἴκημα

`κ.1043`

καταγωγίς· ἱμάτιον ποιόν, παράπηχυ γυναικεῖον. καὶ σκεῦος πεντηρικόν. καὶ κράσπεδον. καὶ παράλωμα

`κ.1044`

καταγωνίζεται· νικᾷ

`κ.1045`

κατάγνωσις· μώμησις, μέμψις

`κ.1046`

κατὰ δάκρυον εἴβεις· καταστενάζεις μετὰ δακρύων. κλαίεις

`κ.1047`

καταδαρδάπτουσι· κατεσθίουσιν

`κ.1048`

καταδαρθάνοντα· κατακοιμώμενον

`κ.1049`

καταδαρθεῖν· κοιμηθῆναι

`κ.1050`

καταδεᾶ· ἐλάχιστα

`κ.1051`

καταδεδάρθηκεν· καθύπνωκεν

`κ.1052`

καταδάψαι· καταδαπανῆσαι

`κ.1053`

καταδέδασται· καταβέβρωται. καταμεμέρισται

`κ.1054`

καταδεδίττεσθαι· καταφοβεῖσθαι

`κ.1055`

καταδέδρομεν· κατέδραμεν

`κ.1056`

καταδεέστεροι· ταπεινότεροι. ἐλλιπέστεροι. μικρότεροι

`κ.1057`

καταδεικνύων εἰ δὴ κατέβης· τουτέστιν ...

`κ.1058`

καταδείσας· φοβηθείς

`κ.1060`

καταδημομερίσαι· μερίσαι δήμῳ

`κ.1061`

κατὰ δʼ ἔστυγον· ἐμίσησαν

`κ.1062`

κατὰ δὲ φρόνιν ἤγαγεν· ἐμίσησε. κατεφρόνησεν

`κ.1063`

καταδῃοῦν· κατακόπτειν

`κ.1064`

κατὰ δʼ ᾕρεεν· κατελάμβανεν

`κ.1066`

καταδῃώσαντες· πολεμήσαντες. πορθήσαντες. πραιδεύσαντες. καταφανίσαντες

`κ.1067`

κατὰ διάτασιν· κατʼ ἔκτασιν

`κ.1068`

κατὰ διάστασιν· κατὰ χωρισμόν

`κ.1069`

καταδιελέσθαι· καταμερίσασθαι

`κ.1070`

καταδιϊστᾶσι· καταχωρίζουσι

`κ.1071`

καταδίκη· κατάκρισις

`κ.1072`

κατάδικος· κατακεκριμένος

`κ.1073`

καταδιχμᾶσαι· κατασχεῖν

`κ.1074`

κατὰ δίψιον εἶδος· καύματος ...

`κ.1075`

καταδουπήσειε· καταψοφήσειε

`κ.1076`

καταδρύπτοντες· σπαράττοντες

`κ.1077`

κατάδουπος· ὀργίλος. καταῤῥάκτης

`κ.1078`

καταδράθοι· καθυπνώσαι

`κ.1079`

καταδρομή· ἁρπαγή

`κ.1080`

καταδρύλην· κατέσχεν

`κ.1081`

καταδραθέντες· κατακοιμηθέντες

`κ.1082`

καταδύεται· κρύπτεται. βυθίζεται

`κ.1083`

καταδύντος· βυθισθέντος.

`κ.1084`

καταδύμεναι· λάθρα ὑπεισελθεῖν

`κ.1085`

καταδυναστεύω· βιάζω

`κ.1086`

καταδῦσα· εἰσελθοῦσα

`κ.1087`

καταδύσεις· οἱ λάθριοι τόποι, καὶ βαθεῖς

`κ.1088`

καταδυσωπῆσαι· παρακαλέσαι

`κ.1089`

καταείμενοι· περικείμενοι. περιεχόμενοι. κατάσκιοι. ἢ κατάστεγοι

`κ.1090`

καταείνυον· κατεκάλυπτον

`κ.1091`

καταείσατο· κατῆλθεν

`κ.1092`

καταείσατο γαίῃ· κατέδυ, καὶ κατεπλήγη εἰς τὴν γῆν. ἢ κατεφάνη

`κ.1093`

καταέσας· κατακοιμηθείς

`κ.1094`

καταέρξαι· κατακλεῖσαι

`κ.1095`

καταζήνασκε· κατεξήρανεν

`κ.1096`

καταζῶσται· ἱμάντες οἱ τὰ σκεύη τοῖς ἵπποις καταζωννύντες

`κ.1097`

κατὰ ἤθεα· κατὰ συνηθείας

`κ.1098`

καταήσεται· καταπνεύσει

`κ.1099`

κατάηται· καταλελάληται

`κ.1100`

καθάπαξ· συλλήβδην

`κ.1101`

κάταιθε· κατάκαιε

`κ.1102`

καταθεῖν· κατατρέχειν

`κ.1103`

καταθεῖναι τὴν τιμήν· ἐγλυτῆσαι τὴν τιμήν

`κ.1104`

καταθρυληθείς· λεχθείς, λαληθείς

`κ.1105`

καταθελγόμενα· καταπραϋνόμενα

`κ.1107`

καταθεώμενοι· καθορῶντες

`κ.1108`

καταθεῷτο· βλέποι

`κ.1109`

καταθῆξαι· παροξῦναι

`κ.1110`

καταθλήσαντες· καταγωνισάμενοι

`κ.1111`

καταθοινήσαντες· καταφαγόντες

`κ.1112`

καταθαρσύνονται· κατατολμῶσι

`κ.1113`

καταθρέξαι· καταδραμεῖν

`κ.1114`

καταθρῆσαι· κατασκοπῆσαι. κατανοῆσαι. κατιδεῖν

`κ.1115`

καταθρῆσαι ῥᾷον· κατιδεῖν εὐχερές

`κ.1116`

καταθύμια· ἀρέσκοντα τῇ ψυχῇ, ἡδέα, εὔθυμα, ἢ κατὰ νοῦν

`κ.1117`

καταθύσασθαι· μαντεύσασθαι

`κ.1118`

καταθῶμαι· ἀναπαύσωμαι. ἀπερείσωμαι Σ

`κ.1119`

κατʼ αἶσαν· κατὰ τὸ πρέπον

`κ.1120`

Καταιβάτης· Διὸς ἱερόν ...

`κ.1121`

καταιβολή· ἡ περιοδικὴ νόσος

`κ.1122`

καταιγίς· ἐπιφορὰ ἀνέμου σφοδροῦ. καὶ ἡ τῶν ὑδάτων ζάλη

`κ.1123`

κατʼ αἶγας ἀγρίας· παροιμία λεγομένη εἰς ἀγρίας αἶγας τρέπειν τὴν νόσον, μάλιστα δὲ τὴν ἱεράν

`κ.1124`

καταιγίσας· κατασχίσας. οἱ γὰρ ἀνατιθέντες ἱμάτια κατέσχιζον αὐτά, ἵνα μὴ ἀρθῶσι παρά τινων Σ

`κ.1125`

καταήτας· καταιγίδας

`κ.1126`

κατʼ αἰγίλιπος· κατὰ τῆς ὑψηλῆς, ἧς καὶ αἲξ ἀπολείπεται

`κ.1127`

καταιήδεσα· κατῄσχυνα

`κ.1128`

καταιθαλωμένα· κατεσποδημένα

`κ.1129`

καταῖθυξ ὄμβρος· ὁ καταιθύσσων. γράφεται δὲ καὶ καταίφλεξ· καταφλεγόμενος καὶ ἀναζέων

`κ.1130`

κατάϊκες· καταπνοαί

`κ.1131`

καταινέσαι· συγκαταθέσθαι

`κ.1132`

κατᾶϊξ· κατάσεισις. ὁρμή

`κ.1133`

καταιονεῖ· καταντλεῖ

`κ.1134`

καταίρεσιν· κατάλυσιν

`κ.1135`

καταίροντες· καταπλέοντες

`κ.1136`

κατʼ αἶσαν· κατὰ μοῖραν

`κ.1137`

καταίσια· καταίσιμα. ὅθεν καὶ καταισίμους ἐπευφημιζόμενοι λέγουσι τὰς ἐπʼ ἀγαθῷ μαντείας

`κ.1138`

καταιτιῶμαι· μέμφομαι

`κ.1139`

καταῖτυξ· εἶδος περικεφαλαίας Σ

`κ.1140`

κατὰ κάθετον· ἐξεναντίας

`κ.1141`

κατακαίειν· καταφλέγειν

`κ.1142`

κατακανῶ· ἀποκτενῶ

`κ.1143`

κατακαίριον· εἰς καίριον τόπον

`κ.1144`

κατὰ καιρόν· κατὰ χρόνον

`κ.1145`

κατακαλλύνοιτο· κατακοσμοῖτο

`κ.1146`

κατακαλύπτων· κατακρύπτων

`κ.1147`

κατακανδόν· κατὰ θανάτου

`κ.1148`

κατάκανε· ἀπόκτεινον

`κ.1149`

κατακάνεον· φίλτρον

`κ.1150`

κατάκαρπον· ἐπιτήδειον

`κ.1151`

κατάκαρπος· πλούσιος

`κ.1152`

κατακαρφαίρει· ἀφανίζει. ξηραίνει

`κ.1153`

κατακαύσεις· καταφλέξεις

`κ.1154`

κατακάσαι· κακοδαίμονες. καὶ αἱ διὰ τὰ ὀνείδη ὑπὸ αἰσχύνης ἐπʼ οἰκίας μένουσαι, ἢ ἄξιαι κεκαῦσθαι

`κ.1155`

κατακαχρύσω· ῥήξω· ἐπεὶ αἱ κριθαὶ φρυγόμεναι ῥήγνυνται. τινὲς δὲ συνταράξω, καταχώσω Σ

`κ.1156`

κατακεντεῖ· τιτρώσκει

`κ.1157`

κατακερματίζει· ἀναλίσκει, εἰς πολλὰ διατέμνει, ἢ λεπτύνει, ἢ μερίζει

`κ.1158`

κατακερτομεῖ· χλευάζει, φλυαρεῖ

`κ.1159`

κατακεχρημένη· κατακεχυμένη

`κ.1160`

κατακεχρῆσθαι· κατακεχύσθαι καὶ τὸ ἀποχρήσασθαι

`κ.1161`

κατακέρασον· κατάχεον.

`κ.1162`

κατακερχνοῦται· τραχύνεται, διὰ τὴν οὐλότητα. ἔνθεν καὶ κερχνῶσαι τὸ καταστίξαι, καὶ οἷον τραχῦναι· καὶ πίνακες κερχνωτοί· καὶ ὄσπριον κέρχνος

`κ.1163`

κατακείσῃ· κατακλιθήσῃ

`κ.1164`

κατακηλούμενοι· ἐξοιστρούμενοι, καταθελγόμενοι

`κ.1165`

κατακισσᾶν· προσποιεῖσθαι

`κ.1166`

κατακλῄδην· συλλήβδην

`κ.1167`

κατάκλειστοι· ἐν Κορίνθῳ ἑταῖραί τινες

`κ.1168`

κατακλησία· ὅταν τῶν μειζόνων τι δέῃ πρᾶγμα ἐπικρῖναι, κατακλησίας ἐποίουν τῶν ἐν τοῖς ἀγροῖς οἰκούντων

`κ.1169`

κατάκλιτος· τελευταία

`κ.1170`

κατακνῆστις· τυροκνῆστις

`κ.1171`

κατʼ ἄκνηστιν· κατὰ τὴν ῥάχιν, ἣν μὴ ἔστι κνήσασθαι ῥᾴδιον

`κ.1172`

κατακοιμίζει· καταπραΰνει

`κ.1173`

κατακοιρανέοντα· κατακοσμοῦντα

`κ.1174`

κατὰ κόκκας ἢ κατὰ κίκκας· κατάπλασμα.

`κ.1175`

κατάκομον· ...

`κ.1176`

κατακονά· διαφθορά

`κ.1177`

κατακορής· ὀχληρός

`κ.1178`

κατακορμίσαι· κατακόψαι ξύλον

`κ.1179`

κατὰ κόῤῥης· κατὰ τοῦ κροτάφου ἢ κατὰ τῆς σιαγόνος πλῆξαι

`κ.1180`

κατὰ κόσμον· κατὰ τρόπον, ἐν τάξει, κατὰ τὸ δέον, κατὰ τὸ καθῆκον

`κ.1181`

κατʼ ἄκρας ἑλεῖν· τὸ ἐξ ἐφόδου, καὶ τὸ αἰφνίδιον

`κ.1182`

κατακρατήσατε· νικήσατε

`κ.1183`

κατὰ κράτος· ἰσχυρῶς. τελείως. ἀντιστάντος

`κ.1184`

κατακρέη· κατάκριτος. καταδικασθείς

`κ.1185`

κατὰ κρῆθεν· κατὰ κεφαλῆς

`κ.1186`

κατʼ ἄκρης· κατὰ κορυφῆς. κατὰ κρατός

`κ.1187`

κατακρημνίζων· κατακρημνῶν

`κ.1188`

κατακριδεύσει· καταλαλήσει· ἐπεὶ καὶ αἱ ἀκρίδες πολύφωνοί εἰσιν. ἢ καταναστήσει· ἐπεὶ καὶ αἱ ἀκρίδες ἀναστήματα γῆς καὶ λόφοι εἰσίν. ἢ καταγελάσει

`κ.1189`

κατάκριμα· κατάκρισις, καταδίκη

`κ.1190`

κατακρίτη· κατάδικος

`κ.1191`

κατʼ ἄκρων· ἄρδην. φοράδην. παντελῶς. σφόδρα

`κ.1192`

κατακροτεῖ· ἄγαν ἐπαινεῖ, κατευφημεῖ

`κ.1193`

κατακτάμεναι· ἀποκτεῖναι

`κ.1194`

κατάκτενος κόμη· κατεκτενισμένη

`κ.1195`

κατάκτρια· ἐριουργός

`κ.1196`

κατακυνῶν ἢ κατακύων· ὅταν τὸ σχοινίον ἐλίγηας τῶν ἄκρων προσκατακλείσῃς

`κ.1197`

κατακυριεῦσαι· κατακρατῆσαι

`κ.1198`

κατακυρωθείς· κατακριθείς

`κ.1199`

κατακωκῦσαι· καταθρηνῆσαι

`κ.1202`

καταλαβεῖς· πάσσαλοι

`κ.1203`

καταλαβέσθαι· κατανοήσασθαι. φθάσασθαι. ἀφελέσθαι

`κ.1204`

καταλαγνευθείς· εἰς ἡδονὰς κατενεχθείς

`κ.1205`

καταλαθισταί· ἐξηγηταί. ἢ ἐνδεικνύοντες τὰ δημόσια

`κ.1206`

καταλαλάζειν· κατεύχεσθαι. ἢ πολεμικῶς βοᾶν

`κ.1207`

κατὰ λαπάρην· κατὰ τὴν λαγόνα

`κ.1208`

καταλαπριώσει· ἀποκτονεῖ. καταδέξηται. κατατρυπήσει. ἢ καταπερίσεις

`κ.1209`

καταλοχισμός· τάξις

`κ.1210`

καταλαλιάν· ...

`κ.1211`

καταλγύνεσθαι· λυπεῖσθαι

`κ.1212`

καταλεάναντες· κατατρίψαντες

`κ.1213`

καταλεγείς· καταλεχθείς

`κ.1214`

καταλέγεσθαι· ὀδύρεσθαι τὸν τεθνεῶτα

`κ.1215`

καταλείβεται· καταρεῖ

`κ.1216`

κατάλειμμα· ὑστέρημα. μέρος

`κ.1217`

καταλαγνώσας· καταλέξας

`κ.1218`

καταλειφθέντες· ὑστερηθέντες

`κ.1219`

καταλῖναι· καταμῖξαι

`κ.1220`

καταλέξας· κατακοιμήσας. καταριθμήσας. ἀπαρτίσας

`κ.1221`

καταλευγαλέα· κάθυγρος. καταληλιμμένη

`κ.1222`

καταλεύει· λιθοβολεῖ

`κ.1223`

καταλεῦσαι· ἐγκλῖναι. λιθοβολῆσαι

`κ.1224`

καταλευέσθω· λιθασθήτω

`κ.1225`

καταλευόμενοι· εἰς τὰ μέταλλα βαλλόμενοι

`κ.1226`

καταλήγει· παύεται

`κ.1227`

καταληΐζεται· διαρπάζει

`κ.1228`

καταληϊσάμενος· λαφυραγωγήσας. καταπατήσας

`κ.1229`

καταλήξομεν· καταπαύσομεν

`κ.1230`

κατάληξις· κατάπαυσις

`κ.1231`

κατάλειψις· παραχώρησις

`κ.1232`

καταλειαινούσης· καταπραϋνούσης

`κ.1233`

καταλειβόμενον· καταστάζον

`κ.1234`

καταλιπαίνειν· λιπαροποιεῖν

`κ.1235`

καταλίβῃ· καταδύνῃ

`κ.1237`

καταλλαγήν· τὴν ἀντί τινος διδομένην δωρεάν

`κ.1238`

καταλλαγή· εἰρήνη, φιλία

`κ.1239`

καταλλαγὴν δορός· ἀνάπαυλαν. μεταλλαγήν. κατάλλαγμα

`κ.1240`

κατάλληλον· ἁρμόδιον. ὁμαλόν

`κ.1241`

κατάλληλος· ἁρμόζων

`κ.1242`

καταλλήλως· ἀκολούθως ἁρμοζόντως Σ

`κ.1243`

καταλογάδην· πεζῇ, ἢ τὰ πεζῷ λόγῳ γραφόμενα

`κ.1244`

καταλογή· τὸ τὰ ᾄσματα μὴ ὑπὸ μέλει λέγειν

`κ.1245`

καταλογή σοι εἴη· Ἀττικώτερον· ἀλλά σε αἰδεσθεῖεν οἱ θεοί

`κ.1246`

καταλογιεῖται· καταριθμήσει

`κ.1247`

καταλογισμῷ· καταριθμήσει

`κ.1248`

κατάλογον· ἀρίθμησιν

`κ.1249`

κατάλογος· ἡ ἀναγραφὴ τῶν ὀφειλόντων στρατεύεσθαι Σ, καὶ ἐξαρίθμησις

`κ.1250`

κατάλογον· τὸ μύρτον

`κ.1251`

καταλούς· λῃστεία

`κ.1252`

καταλοφάδια· κατὰ τοῦ αὐχένος· λόφος γὰρ ὁ αὐχήν. ἢ κατὰ κεφαλήν· ὡς κατωμάδια καὶ κατωμαδὸν καὶ κατὰ τῶν ὤμων καὶ τοῦ τραχήλου

`κ.1253`

καταλοχισμῷ· περὶ τῆς γεννήσεως

`κ.1254`

κατʼ ἀλλοθρόους· κατὰ τοὺς ἀλλοδαπούς, ἢ πόῤῥω ὄντας

`κ.1255`

καταλυγίζεται· δεσμεύεται. στρέφεται

`κ.1256`

κατάλυμα· οἴκημα, καταγώγιον

`κ.1257`

καταλῦσαι· ἀπολαῦσαι, εὐωχηθῆναι. καταμεῖναι καταβαλεῖν . ἢ τὸν ἀπαγξάμενον, οὐχὶ δὲ κατενεγκεῖν Σ. ἢ τὸ τὰ ἑψόμενα λάχανα ἐκπιάσαι

`κ.1258`

καταλύτου· ξένου, παρόδου καθαιρέτου

`κ.1259`

καταμαλάσσοντα· κατασκληραίνοντα

`κ.1260`

καταμαλθάσσων· καταπραΰνων

`κ.1261`

κατʼ ἀμαξιτόν· τὴν κατημαξευμένην ὁδόν, καθʼ ἣν αἱ ἅμαξαι διέρχονται

`κ.1262`

καταμάρψαι· καταλαβεῖν

`κ.1263`

καταμεμυκέναι· ἀποπτῆξαι, κατὰ μέρος

`κ.1264`

καταμήσας· καθάπαξ

`κ.1265`

καταμήσατο· ἐπεσώρευσεν. ἐπεσπάσατο· ἄμη γὰρ τὸ σκαφίον, ᾧ ἐπισπώμεθα, καὶ ἀμητῆρες οἱ θερισταί

`κ.1266`

καταμηλῶσαι· τῇ μήλῃ χρήσασθαι, καθεῖναι

`κ.1267`

καταμηνύειν· κατακηρύσσειν.

`κ.1268`

καταμηγγές· παρακμὴ σώματος

`κ.1269`

καταμνιεῖ· καταπίνει. κατεσθίει. Μνιεῖν γὰρ τὸ ἐσθίειν

`κ.1270`

κατὰ μικρόν· κατὰ βραχύ

`κ.1271`

κατὰ μόθον· κατὰ τὸν πόλεμον

`κ.1272`

κατὰ μοῖραν· κατὰ τρόπον, κατὰ καιρόν, ἢ νόμον

`κ.1273`

καταμονάς· τὰς μισθώσεις τῶν ἐργατῶν εἰς χρόνον

`κ.1274`

κατάμουσον· κατάπτηξον

`κ.1275`

καταμφωτοί· αὐλοί τινες οὕτω καλοῦνται

`κ.1276`

καταμωκᾶται· καταγελᾷ

`κ.1277`

κατανᾶ· κατὰ νοῦν

`κ.1278`

καταναλίσκων· ἐσθίων, δαπανῶν

`κ.1279`

κατανάξαντες· ἀναζεύξαντες, εἰς τοὐπίσω ἀναχωρήσαντες

`κ.1280`

κατανδρίζεσθαι· καταπαλαῖσαι

`κ.1281`

κατανεανιευόμενος· κατακαυχώμενος. κατισχύων

`κ.1282`

κατανεμεθείσης· καταλαβούσης

`κ.1283`

κατανεῦαἱ· κατανεῦσαι

`κ.1284`

κατανένοχεν· συνουσίακεν

`κ.1285`

κατανενυγμένα· ἀμυχὰς ἔχοντα

`κ.1286`

κατάνεται· κατανύεται. ἀναλίσκεται

`κ.1287`

κατανεύοντα· κατακύπτοντα. θεωροῦντα

`κ.1288`

κατανεῦσαι· συνθέσθαι. ἐπινεῦσαι. συγκαταθέσθαι

`κ.1289`

κατανήσῃ· αὐξηθῇ

`κ.1290`

κατανθρακῶσαι· κατακαῦσαι. κατοπτῆσαι

`κ.1291`

κατανίφεται· καταφθείρεται. καταχιονίζεται

`κ.1292`

κατανομεύς· καταμεριστής

`κ.1293`

κατανοοῦντι· καταβλέποντι

`κ.1294`

κάταντα· κατωφερῆ

`κ.1295`

κάταντες· ἐπὶ τὰ ἐμπρός

`κ.1296`

κατάντης· ῥᾴδιος, εὔκολος. ἢ κάταντες· κατάκρημνον. κατωφερές

`κ.1297`

καταντήσας· λαχών, κληρώσας

`κ.1298`

καταντησάτωσαν· φθασάτωσαν

`κ.1299`

κατάντηστιν· κατεναντίον

`κ.1300`

κατʼ ἀντιβολίαν· κατʼ ἀντίβλησιν

`κ.1301`

κατάντικρυ· ἐναντίον

`κ.1303`

κατανένυγμαι· ἡσύχασα. λελύπημαι

`κ.1304`

κατανύγητε· ἡσυχάσατε. λυπήθητε

`κ.1305`

κατάνυξις· ἡσυχία. ἢ λύπη

`κ.1306`

κατανύουσι· καταναλίσκουσι

`κ.1307`

κατανύσαι· συντελέσαι

`κ.1308`

καταξανεῖ· κατατρίψει. βασανίσει

`κ.1309`

κατʼ ἀξίαν· κατὰ δόξαν

`κ.1310`

καταξόμενα· καταλυσόμενα

`κ.1311`

κατάορα· κατάντη

`κ.1312`

καταπαίει· μαστίζει, τιμωρεῖται

`κ.1313`

καταπάλμενος· καταπηδήσας

`κ.1314`

καταπάλτης· βέλη πέμπον πολιορκητικὸν ὄργανον. καὶ τὸ ἀφιέμενον βέλος

`κ.1315`

κατὰ πάντα· ὑπὲρ πάντα

`κ.1316`

κατάπαστος· πεποικιλμένος

`κ.1317`

καταπάγιον· ἀσαλές. ἢ ἀθροῦν

`κ.1318`

καταπείραντες· καταδήσαντες

`κ.1319`

κατὰ πέλλας· κατὰ τοῦ γάλακτος ἀγγεῖα

`κ.1320`

καταπελτάσονται· καταδραμοῦνται. ἀπὸ τῶν πελταστῶν

`κ.1321`

καταπέλτης· εἶδος βασανιστηρίου, ὡς ὅπλον χαλκοῦν, ἐν ᾧ ἐξαρθροῦσι τὰ μέλη οἱ δήμιοι

`κ.1322`

καταπεπεμμένα· καθειμένα

`κ.1323`

καταπέπυθα· κατεῤῥύηκα

`κ.1324`

καταπεπελτωμένα· καταπεπιναρωμένα

`κ.1325`

καταπεπληγώς· καταπεπτηχώς

`κ.1326`

καταπέφνῃ· ἀποκτείνῃ

`κ.1327`

κατάπεμνοι· καθαπτόμενοι

`κ.1328`

καταπεφρικότες· δειλιῶντες

`κ.1329`

καταπέψαι· καταπραῧναι. ἢ ἐν αὑτῷ κατασχεῖν. μεταφορικῶς, ἀπὸ τῶν πεσσομένων σίτων

`κ.1330`

καταπημήνειεν· καταβλάψειεν

`κ.1332`

καταπίμπρασθαι· κατακαίεσθαι κατὰ Πίνδαρον· ...

`κ.1333`

κατὰ πίονα μηρίʼ ἔκηα· κατέκαυσα τὰ λιπαρὰ μηριαῖα ὀστᾶ

`κ.1334`

καταπειρητηρίη· ... τόπους βαθεῖς πειράζοντες. καὶ ἡ λεγομένη βολίς

`κ.1335`

καταπλαγέντα· θαυμάσαντα

`κ.1336`

καταπλακών· διαμαρτών

`κ.1337`

καταπλεκεῖσι· συνδεθεῖσι, περιπεπλεγμένοις

`κ.1338`

καταπλήξ· καταπεπληγώς

`κ.1339`

καταπλῆσαι· μολῦναι

`κ.1340`

καταπλήσσει· καταταράσσει, φοβερίζει, κατεξανιστᾷ

`κ.1341`

καταπλήττεται· φοβεῖται, δειλιᾷ

`κ.1342`

καταπλιγήσει· κατακρατηθήσῃ· τὸ βῆμα πλίγμα λέγουσι. τὸ οὖν κατακρατῆσαι μετάγοντες ἀπὸ τῶν κυλιομένων καὶ τοῖς ποσὶ κατεχόντων οὕτως φασί

`κ.1343`

κατὰ πόδα· πάραυτα. κατὰ τάξιν. ἢ ὀπίσω

`κ.1344`

καταποθῇ· καταναλωθῇ

`κ.1345`

καταπολεμῶ· νικῶ

`κ.1346`

καταπονουμένους· πειραζομένους

`κ.1347`

κατὰ πορθμόν· στενὴν θάλασσαν

`κ.1348`

κατὰ ποσόν· πλεονάκις

`κ.1349`

καταπρανοῦς· κατωφεροῦς

`κ.1350`

καταπραϋνεῖς· ἡμεροποιήσεις. σιωπήσῃ

`κ.1351`

κατάπρεμνος· κατάκλαδος

`κ.1352`

καταπρηνές· κατὰ πρόσωπον, ἐπὶ στόμα, κατωφερές

`κ.1353`

κατὰ προΐθην· κατὰ πρεσβυγονίαν. ἔνιοι τὸ κατὰ δαίμονα

`κ.1354`

καταπροιξάμενος· καταφρονήσας, καὶ οὐκ εὐλαβηθείς, προῖκα δὲ αὐτὸ ποιήσας

`κ.1355`

καταπροίξει· καταφρονήσεις. ἢ δωρεὰν γελάσεις

`κ.1356`

κατὰ πρόσκλισιν· κατὰ χάριν καθʼ ἑτεροβάρειαν

`κ.1357`

κατὰ πρότμηστιν· κατὰ τὸν ὀμφαλόν

`κ.1358`

κατὰ πρωτείρενας· ἡλικίας ὄνομα οἱ πρωτείρενες παρὰ Λακεδαιμονίοις

`κ.1359`

καταπτήσσει· δειλιᾷ, φοβεῖται

`κ.1360`

καταπτήτην· ἔπτηξαν, ἐφοβήθησαν. δυϊκῶς

`κ.1361`

κατὰ πτόλιν· κατὰ τὴν πόλιν

`κ.1362`

κατάπτυστον· ἐξουθενημένον

`κ.1363`

καταπτώσσει· φοβεῖται, δειλιᾷ. ταπεινοῦται

`κ.1364`

καταπυγοσύνη· ἡδονὴ μεγάλη

`κ.1365`

καταπύγου· κιναίδου, ἤγουν ἀσελγοῦς

`κ.1366`

καταπύγων· ὁ μέσος δάκτυλος. καὶ ὁ κατωφερής

`κ.1367`

καταπύει· ἐνέπλησε. κατεγνόει

`κ.1368`

καταπύθεται· εὐρωτιᾷ

`κ.1369`

καταράκτης· ὀχετός, ῥύαξ. καὶ ὁ ἀετός, Σοφοκλῆς Λακόωντι . καὶ τὰς ἁρπυίας, ἐν Φινεῖ

`κ.1370`

καταράξαι· κατᾶξαι

`κ.1371`

καταραπατίτης· Γόργων ἐν τῷ περὶ θυσιῶν

`κ.1372`

καταράσσειν· κατακλάνεσθαι

`κ.1373`

καταρᾶσθαι· ἀρᾶσθαι θεοῖς

`κ.1374`

καταραψῳδῆσαι· φλυαρῆσαι

`κ.1375`

καταρβύλοις χλαίναις· ποδήρεσιν, ὥστε καὶ ἐπὶ τὰς ἀρβύλας χαλᾶσθαι. Σοφοκλῆς Τρωΐλῳ

`κ.1376`

κατάρδειν· εὐφραίνειν. ποτίζειν

`κ.1377`

κατʼ ἄρʼ ἕζετο· ἐκαθέσθη

`κ.1378`

καταρέξαι· καταψῆσαι

`κ.1379`

καταράκτης· ὁρμητικός

`κ.1380`

καταρεπές· ἑτερορεπές. ἑτεροκλινές

`κ.1381`

κατάρασθαι· καταλύειν

`κ.1382`

καταριπτάζονται· σκορπίζονται

`κ.1383`

καταρήστην· ὀρθὴν δουριστήν, παρὰ Καλλιμάχῳ τὴν χάλαζαν

`κ.1384`

καταρρήσσων· ἐπικροτῶν, ἐπιψοφῶν

`κ.1385`

κατάρξασθαι τοῦ ἱερείου· τῶν τριχῶν ἀποσπάσαι

`κ.1386`

καταρράσσειν· καταρίπτειν

`κ.1387`

καταράσσοντες· περικτυποῦντες

`κ.1388`

καταρράξαι· καταβαλεῖν.

`κ.1389`

καταρρεῖν· ἀναλίσκεσθαι

`κ.1390`

κατάρρησιν· κατηγορίαν, καταβόησιν, καταλαλιάν, κακολογίαν

`κ.1391`

κατάρρυτα· ἀρδεύσιμα

`κ.1392`

καταρτίσαι· κατασκευάσαι. τελειῶσαι. στερεῶσαι

`κ.1393`

καταρυβδήσας· καταπιών. ῥοφήσας

`κ.1394`

καταρυῆναι· καταπεσεῖν

`κ.1395`

καταρυθμίζεσθαι· κατευθύνεσθαι, κανονίζεσθαι

`κ.1396`

κάταρσον· κατάκλεισον

`κ.1397`

καταρτυθείς· ἀσφαλής. τέλειος

`κ.1398`

καταροΐζομαι· ῥευματίζομαι

`κ.1399`

καταρῶμαι· εὔχομαι. προσκυνῶ

`κ.1400`

καταρωγέα· γῆν τινα πρὸς φυτείαν ἀμπέλων εὔθετον

`κ.1401`

κατὰ σαυτόν· ἐπὶ σοῦ

`κ.1402`

κατὰ σέ· ὅμοιός σοι

`κ.1403`

κατασείειν· ταράσσειν

`κ.1404`

κατασβέσας· σβέσας

`κ.1405`

κατασεσαλαγμένα· κατασεσεισμένα

`κ.1406`

κατασημήνασθαι· κατασημειώσασθαι

`κ.1407`

κατασίνεσθαι· καταβλάπτειν

`κ.1409`

κατασκαφής· κατεσκαμμένος

`κ.1410`

κατασκαφόφιλος· καταισχύνων τοὺς φίλους

`κ.1411`

κατασκάψαι· κατορύξαι

`κ.1412`

κατασκεδάσαι· καταχέαι

`κ.1413`

κατασκέλλειν· κατασκελετεύειν. τὰς σάρκας καταφαγεῖν

`κ.1414`

κατασκευή· διασκευή

`κ.1415`

κατασκιδναμένης· κατασκορπιζομένης

`κ.1416`

κατασκῆψαι· κατασπεῖραι

`κ.1417`

κατάσκιος· πάντοθεν σκιὰν ἔχων

`κ.1418`

κατάσκοποι· κατοπτεύοντες. ἐπίβουλοι ἢ δόλων ἐξιχνευταί. δολεροί, δόλιοι

`κ.1419`

κατασμύξαι· μαρᾶναι. καῦσαι, ἐμπρῆσαι

`κ.1420`

κατασοβεῖται· καταδιώκεται

`κ.1421`

κατασοφισθεῖσα· χλευασθεῖσα. τεχνασθεῖσα

`κ.1422`

κατασπᾶν· χαλᾶν. ἢ σιαλίζειν ἑτέρου ἐσθίοντος ἢ περὶ δείπνου διαλεγομένου. καταπίνειν τὸν σίαλον

`κ.1423`

κατασπαταλᾷ· τρυφᾷ

`κ.1424`

κατασπερχάδην· ἐπὶ τὴν οἰκίαν, ἢ ἐπὶ τὴν ἑστίαν κεκλημένον κατὰ σπουδήν

`κ.1425`

κατασπερχόμενος· ἐπειγόμενος. καταπλησσόμενος

`κ.1426`

κατασπιλάζων· μολύνων

`κ.1427`

κατʼ ἀσπίδα· ἐπʼ ἀσπίδα

`κ.1428`

κατασπλεκῶσαι· κατελάσαι

`κ.1429`

κατασπόδησον· κατέλασον

`κ.1430`

κατὰ στάθμην· κατʼ ὀρθόν.

`κ.1431`

κατάστασις· ἀποδοχή. ἢ κόσμος. ἢ ἦθος

`κ.1432`

καταστατήρια· ἀποπεμπτήρια· ἐν οἵῳ τρόπῳ λέγομεν ἀπόπεμψον κατάστησον. ἢ καταπαυστήρια, κατάστασιν ἔχοντα, ἀπόπεμπτα, καθεσταμένα

`κ.1433`

καταστέλλει· περικαλύπτει

`κ.1434`

καταστέξαι· καταγαγεῖν τὸν βοῦν

`κ.1435`

κατὰ στεφάνης· ὄρους ἐξοχῆς, ἀκρωρείας. Στεφάνη γὰρ εἶδος κόσμου περὶ τὴν κεφαλήν, ἢ περικεφαλαίας. ὡς Ὅμηρος· «αὐχένʼ ὑπὸ στεφάνης ἐϋχάλκου»

`κ.1436`

κατάστημα· ποίημα στάσις. ὁρμὴ νοός

`κ.1437`

καταστίζων· βεβαιῶν. καταψηφίζων. παρʼ ὅσον τῶν ἀτακτούντων τὰ ὀνόματα παρέστιζον καὶ ἐζημίουν. καὶ Σώφρων κεντήματά φησι

`κ.1438`

κατάστικτον· ποικίλον

`κ.1439`

καταστίλβει· καταυγάζει. καταλάμπει

`κ.1440`

κατὰ στίχας· κατὰ τάξεις

`κ.1441`

καταστολήν· περιβολήν

`κ.1442`

κατὰ στόμα· κατὰ τὴν ἀρχήν. μεταφορικῶς

`κ.1443`

καταστομίς· μέρος τι τοῦ αὐλοῦ. τὸ ἐνόλμιον

`κ.1444`

καταστοχάζεται· κατὰ σκοποῦ βάλλει

`κ.1445`

καταστρέφει· σκαλεύει

`κ.1446`

καταστροφῆς· ἐρημώσεως

`κ.1447`

καταστρώματα· τῆς νεὼς μέρος, ἐν ᾧ ἑστῶτες ναυμαχοῦσιν

`κ.1448`

καταστύξαι· μισῆσαι

`κ.1449`

καταστυφέλου· καταξήρου καὶ ἡμεῖς δὲ τὰς ἀνεργάστους χώρας καὶ σκληρὰς στυφλὰς καλοῦμεν

`κ.1450`

κατὰ συνδυασμόν· κατὰ κοινωνίαν. κατὰ σύμπραξιν

`κ.1451`

κατὰ συγκυρίαν· ...

`κ.1452`

κατασῦραι· ἑλκύσαι σαγήνην

`κ.1453`

κατὰ σφέας· καθʼ ἑαυτούς

`κ.1454`

κατὰ σφέων· κατʼ αὐτῶν, ἢ καθʼ ἑαυτούς

`κ.1456`

κατασχάσαι· κατατυχεῖν. ἢ ἀμυχὰς ποιῆσαι

`κ.1457`

κατασχεῖν· κατακρατεῖν. κατοικεῖν

`κ.1458`

κατὰ τάξιν· κατὰ κόσμον

`κ.1459`

κατὰ ταὐτό· οἷον ὁμονοοῦσιν

`κ.1460`

κατατεθήπειν· θαυμάζειν. δειλιάζειν. ἐκπλήττεσθαι

`κ.1461`

κατατεθήπεσαν· κατεθαύμαζον

`κ.1462`

κατατεθηπότες· ἐκπεπληγμένοι

`κ.1463`

κατατεθηπώς· δειλιάσας

`κ.1464`

κατὰ τέκνʼ ἔφαγε· κατέφαγε τὰ τέκνα

`κ.1465`

κατατείνεται· ἐφαπλοῦται

`κ.1466`

κατατίθεσθαι· συναινέσαι

`κ.1467`

κατὰ τὸ αὐτό· ὁμοῦ

`κ.1468`

κατατοξεύω· ...

`κ.1469`

κατὰ τὸ κρῖμα· κατὰ τὴν τάξιν. ἢ κατὰ τὸ πρόσταγμα

`κ.1470`

κατατρίχιον· λεπτόν

`κ.1471`

κατάτροπον· κάταντες, πρόστροπον δὲ τὸ ἐναντίον

`κ.1472`

κατατρυφῶ· κατασπαταλῶ

`κ.1473`

κατατρύχει· λυπεῖ. καταπονεῖ

`κ.1474`

κατατοιόντα· κατασκευάζοντα

`κ.1475`

κατατυχεῖν· ἐπιτυχεῖν

`κ.1476`

κατὰ τῶν συῶν· κατὰ τῶν χοίρων

`κ.1477`

καταυγάσας· φωτίσας

`κ.1478`

κάταυλον· κατηυλημένον. ἀναπεπταμένον

`κ.1479`

καταῦσαι· καταντλῆσαι. καταδῦσαι

`κ.1480`

καταύστης· ...

`κ.1481`

κατʼ αὐτόν· ὅμοιον αὐτῷ

`κ.1482`

καταφάγῃ· κατεσθίῃ

`κ.1483`

κατὰ φάλαρα· κατὰ μετωπίδια

`κ.1484`

καταφάναι· κατειπεῖν

`κ.1485`

καταφατικήν· συγκατάθετον

`κ.1487`

καταφθατουμένη· καταντωμένη. κυρίως δὲ τὸ ἐκ προκαταλήψεως

`κ.1488`

καταφιλοσοφήσαντες· διὰ τῆς σιγῆς νικήσαντες

`κ.1489`

καταφλάσαι· κατακόψαι

`κ.1490`

καταφοιτῆσαι· παραγενέσθαι

`κ.1491`

καταφορήν· ὕπνον

`κ.1492`

καταφορικός· γαστέρας ποιῶν πολλάς

`κ.1493`

κατάφωρον· ἐληλεγμένον. φανερόν. ὑπεύθυνον. ἢ καταφανῆ γενόμενον

`κ.1494`

καταφορικῶς· σφοδρῶς

`κ.1495`

καταφράκτοις ψυχαῖς· ταῖς ἐπεσκοτισμέναις, καὶ μὴ τὸ μέλλον εἰδυίαις. Ἴων Ἀλκμήνῃ καὶ εἴδη πολεμικῶν ὡς καταφράκτου

`κ.1496`

κατὰ φρένα· κατὰ διάνοιαν

`κ.1497`

κατὰ φρήτρας· κατὰ φατρίας

`κ.1498`

καταφρονεῖ· ὑπερηφανεῖ

`κ.1499`

καταφρονέων· καταβουλευόμενος

`κ.1500`

καταφρυγήσεται· καταξηρανθήσεται

`κ.1501`

καταφρύγει· καταξηραίνει

`κ.1502`

καταφυέν· γεννηθέν

`κ.1503`

καταφυλαδόν· κατὰ ἔθνη

`κ.1504`

καταφύξει· κατασβέσει

`κ.1505`

κατάφυτος· σύνδενδρος τόπος

`κ.1506`

καταφωνεῖ· ταράσσει

`κ.1507`

καταφωραθείη· καταγνωσθείη

`κ.1508`

καταφωρᾶν· ἐρευνᾶν, ἐπιζητεῖν

`κ.1509`

κατάφωρος· φανερός

`κ.1510`

κατὰ φῶτα· κατὰ ἄνθρωπον

`κ.1511`

κατὰ χαλκόν· κατὰ βραχύ

`κ.1512`

καταχέει· κακολογεῖ

`κ.1513`

κατὰ χεῖρα· ἕτοιμα, εὐχερῆ. ἢ ὁ νῦν πρὸς χεῖρα καὶ εἰς πολλὰ χρήσιμος οἰκέτης

`κ.1514`

καταχήνη· καταχάσμησις. κατάγελως

`κ.1515`

καταχήνῃ· καταγελάσῃ, μυκτηρίσῃ, ἐξουθενίσῃ.

`κ.1516`

κατὰ χθονός· κατὰ τῆς γῆς

`κ.1517`

...· ὁ λιπαρός, ὁ τρόφιμος

`κ.1518`

κατάχρεως· ἐπαρκῶν εἰς μαρτυρίαν

`κ.1519`

καταχθόνιος· ἢ ὁ Ἅιδης

`κ.1520`

καταχρήσει· ἀρκέσει

`κ.1521`

καταχρηστικῶς· ὅταν καταχρήσηταί τις ἀπὸ πράγματος εἰς πρᾶγμα καταστοχαζόντως

`κ.1522`

καταχρᾶται· κακῶς χρᾶται

`κ.1523`

καταχρυσῶσαι· καταλιθῶσαι

`κ.1524`

κατάχλυσις· ἀήρ πίλημα νεφῶν

`κ.1525`

καταχύσματα· τραγήματα. ἔθος γὰρ εἶχον κατὰ τῆς κεφαλῆς κάρυα καὶ ἰσχάδας καταχέειν τῶν νεωνήτων δούλων παρὰ τὴν ἑστίαν καθισάντων. κατεχεῖτο δὲ καὶ τοῦ νυμφίου. λέγεται δὲ καὶ ἐπὶ ζωμοῦ

`κ.1526`

κατάχυτλον· τὸ βαλανευτικὸν σκαφίον

`κ.1527`

κατὰ χώραν· κατὰ φύσιν. ἢ ἀκίνητον

`κ.1528`

καταψαίρουσι· κινοῦνται

`κ.1529`

καταψέφει· κατασκοτίζει· ψέφας γὰρ τὸ σκότος· παρὰ τὸ ψεφᾶσθαι, τὸ μεταμελεῖσθαι καὶ οἷον σκότος περιτιθέναι τοῖς λεγομένοις. ἔσθʼ ὅτε δὲ καὶ τὸ φροντίζειν οὕτως λέγουσιν

`κ.1530`

καταψηφίζεται· κατακρίνει

`κ.1531`

καταψήχων· κολακεύων. ἡσυχῇ τρίβων

`κ.1532`

καταψιλωθήσεσθαι· ψιλὸν γενέσθαι

`κ.1533`

κατεαγότα· κατενηνεγμένα. κατακεκλασμένα

`κ.1535`

κατεάχθη· κατεθλάσθη

`κ.1536`

κατεβάλλετο· ἐτίθετο

`κ.1537`

κατέβασκε· κατέβλαψεν

`κ.1538`

κατεβαυκάλησε· κατεκοίμισεν Σ

`κ.1539`

κατέβραψε· κατέλαβεν

`κ.1540`

κατεβήσατο· εἰσῆλθεν

`κ.1541`

κατεβρότωσεν· ἐμόλυνεν

`κ.1542`

κατεβρόχθισε· κατέπιεν

`κ.1543`

κατεγνωσμένος· κατακεκριμένος

`κ.1544`

κατʼ ἔγκλησιν· κατὰ μέμψιν. κατὰ πταῖσμα

`κ.1545`

κατεγοήτευσεν· ἠπάτησε. κατεμάντευσεν

`κ.1546`

κατέδαπτε· κατήσθιε μετὰ σπαραγμοῦ

`κ.1547`

κατέδαρθε· κατεκοιμήθη

`κ.1548`

κατʼ ἐδάφους· ἐπὶ γῆς

`κ.1549`

κατέδευσας· ἔβρεξας

`κ.1550`

κατεγλώττιζε· διέβαλλε, κατηγόρει

`κ.1551`

κατεγκονῶν· ἐπειγόμενος

`κ.1552`

κατεγνυπτωμένον· τὸ ... καὶ κατεγνυπτῶσθαι

`κ.1553`

κατέγνωσαν· κατέλεξαν

`κ.1554`

κατέγραψαν· κατέξυσαν

`κ.1555`

κατεγυμνάσατο· ἐπὶ γυμνασίαν ἀνάλωσεν

`κ.1556`

κατεδάη· κατεκάη

`κ.1557`

κατέδαρθεν· ὕπνωσεν

`κ.1558`

κατεδᾴωσε· κατέκαυσεν. ἐπολέμησεν

`κ.1559`

κατέδευσε· κατέβρεξε. κατέφυρσε. καὶ

`κ.1560`

κατεδηδεσμένον· καταβεβρωμένον

`κ.1561`

κατεδήδοκε· καταβέβρωκε, κατέφαγεν

`κ.1562`

κατεδηδοκώς· καταβεβρωκώς Σ

`κ.1563`

κατεδῄουν· κατέκοπτον

`κ.1564`

κατέδησα· κατεδέσμευσα. κατῄσχυνα

`κ.1565`

κατεδιῄτησε· κατέκρινεν

`κ.1566`

κατέδουπεν· τέθνηκεν

`κ.1567`

κατέδουπον· τεθνήκεισαν

`κ.1568`

κατέδραθον· κατεκοιμήθησαν

`κ.1569`

κατεδρύπτετο· κατεκόπτετο. κατεξύετο

`κ.1570`

κατέδυ· κατεπόθη, κατεποντίσθη

`κ.1571`

κατέδων· κατεσθίων

`κ.1572`

κατεζώμευεν· ἐτύρευεν, ὥσπερ ζωμὸν ἐκτροφήσας τὸ γάλα

`κ.1573`

κατεδιείλοντο· κατεμερίσαντο

`κ.1574`

κατέθορε· κατεπήδησεν

`κ.1575`

κατετεθήπει· ἐπτοεῖτο

`κ.1576`

κατεθραύσθη· κατεκλάσθη

`κ.1577`

κατέθυψας· περιέπλευσας

`κ.1578`

κατείβετο· διεφθείρετο. κατέρρει

`κ.1579`

κατειβόμενον· διαφθειρόμενον. καταρρέον

`κ.1580`

κατεικής· ἐπιεικής

`κ.1581`

κατειλάδα· ἡμέρα χειμερινή

`κ.1582`

κατεῖλε· κατέλεξεν. ἐποίκιλεν

`κ.1583`

κατείλεον· συνέστελλον

`κ.1584`

κατειλεῖν· κατέχειν. καταλαβεῖν

`κ.1585`

κατειληθέντας· συσχεθέντας. καταληφθέντας

`κ.1586`

κατειλῆφθαι· προκαταλαμβάνεσθαι

`κ.1587`

κατείλεα· τὰ ἐσώτερα οἰκήματα. Ἐρυθραῖοι

`κ.1588`

κατείλοχε· κατέλεξεν

`κ.1589`

κατειλυσπᾶσθαι· εἰλούμενον σπᾶσθαι

`κ.1590`

κατειλυσπωμένην· ὁ μὲν Λυκόφρων καταρτωμένην. Ἐρατοσθένης δὲ συγκεῖσθαι τὴν λέξιν ἐκτοῦ εἰλεῖν καὶ σπᾶσθαι

`κ.1591`

κατείλυται· κεκάλυπται

`κ.1593`

κάτιμεν· κατερχόμεθα

`κ.1594`

κατειπών· διαβαλών

`κ.1595`

κατείργει· ἐκώλυεν

`κ.1596`

κατειργάσατο· κατηγωνίσατο

`κ.1597`

κατειργμένος· ἐγκεκλεισμένος

`κ.1599`

κατεῖρες· κατηρτισμένον, εὐήρετμον

`κ.1600`

κατείρηκεν· λάθρα διαβέβληκεν

`κ.1601`

κατειρωνεύεται· μέγα φρονεῖ. ἢ δολιεύεται Σ

`κ.1602`

κάτεισι· κατέρχεται

`κ.1603`

κατεκαμάρωσεν· κατέκρυψεν

`κ.1604`

κατέκανον· κατέκτεινον

`κ.1605`

κατεκείαθεν· κατεκοιμήθη

`κ.1606`

κατεκερμάτισεν· συνέθραυσεν

`κ.1607`

κατεκήλεε· διʼ ἐπῶν ἥδυνεν

`κ.1608`

κατεκήλησε· κατεπράϋνεν ἔθελξεν. Κηλεῖσθαι γὰρ λέγεται τὸ ὑπὸ αὐλῶν θέλγεσθαι

`κ.1609`

κατεκλάδανεν· ἀφεῖλεν

`κ.1610`

κατεκλᾴζετο· κατεκέκλῃστο, κατακεκλεισμένην εἶχεν

`κ.1611`

κατεκλάσθη· ἐνέδωκεν

`κ.1612`

κατέκτα· ἀπέκτεινεν

`κ.1613`

κατεκνίδευεν· κατέξυεν

`κ.1614`

κατεκόπησαν· ἐφονεύθησαν

`κ.1615`

κατέκταν· ἀπέκτειναν

`κ.1617`

κατελάσαι· κατατῆξαι

`κ.1618`

κατελεγχῶσαι· κατελέγξαι. καταλέξαι

`κ.1619`

κατελέξαντο· κατεκοιμήθησαν

`κ.1621`

κατέλεκτο· κατεκοιμήθη

`κ.1622`

κατέλεξας· κατεκοίμισας. κατέβαλες

`κ.1623`

κατέλεσα· ἐλέπτυνα, συνέτριψα

`κ.1624`

κατέλευσαν· λίθοις ἔβαλον

`κ.1625`

κατέληξεν· ἐπαύσατο

`κ.1627`

κατέμαρπτε· κατελαμβάνετο

`κ.1628`

κατέμαρψε· κατέλαβεν.

`κ.1629`

κατʼ ἐμαυτόν· κατὰ τὴν ἐμὴν δύναμιν. ἢ κατὰ τὴν αὑτοῦ δύναμιν

`κ.1630`

κατʼ ἐμαυτοῦ· κατὰ τῆς ἐμῆς δυνάμεως

`κ.1631`

κατεμεγαλαυχήσατο· μεγάλως ἐκαυχήσατο

`κ.1632`

κατενάρκησα· ἐβάρυνα

`κ.1633`

κατένασσε· κατῴκισεν

`κ.1634`

κατενέκουσιν· ἔρχονται

`κ.1635`

κατενεμήσατο· κατέφαγεν, ἀνήλωσεν

`κ.1636`

κατένευσεν· ἐπένευσεν. ὑπέσχετο

`κ.1637`

κατενήρατο· ἀπέκτεινεν

`κ.1638`

κατεντευκτήν· κατεντυγχάνοντα

`κ.1639`

κατʼ ἔντευξιν· κατʼ ἐντυχίαν

`κ.1640`

κατεντευχθέντα· κατεντυχηθέντα

`κ.1641`

κατενύγησαν· ἐλυπήθησαν

`κ.1642`

κατενῶπα· κατʼ ἐναντίον. κατʼ ὄψιν

`κ.1643`

κατεξανίσταται· κατεπαίρεται

`κ.1644`

κατεξανίει· διεσθίει

`κ.1645`

κατεξευμαρίζοντος· κατευθύνοντος

`κ.1647`

κατεπᾴδεσθαι· καταπραΰνεσθαι

`κ.1648`

κατεπᾴδω· γοητεύω. πραΰνω

`κ.1649`

κατʼ ἐξωλείας· ἔξω τῶν ὅρων

`κ.1650`

κατεπάλμενος· καθαλλόμενος

`κ.1651`

κατέπαλτο· καθήλατο

`κ.1652`

κατεπάσατο· κατεκτήσατο

`κ.1653`

κατεπείγει· κατασπεύδει

`κ.1654`

κατέπεφνε· κατέσφαξε. κατεφόνευσε

`κ.1655`

κατεπερπερεύετο· ἐχαριεντίζετο

`κ.1656`

κατενώπια· κατὰ τὸ ἔμπροσθεν τῶν θυρῶν μέρος

`κ.1657`

κατεπιάνθη· ἐλιπάνθη, ἐτράφη· πίων γὰρ ὁ λιπαρός

`κ.1658`

κατεπιφύεται· κατατρέχει

`κ.1659`

κατεπλάγη· κατέσκληκεν

`κ.1661`

κατεπλατύνετο· καθυπερηφανεύετο

`κ.1662`

κατέπλησαν· ἀνέπλησαν, ἀνεπλήρωσαν

`κ.1663`

κατεπόθησαν· κατεποντίσθησαν. κατέπεσαν

`κ.1664`

κατεπτηχέναι· φοβηθῆναι

`κ.1665`

κατεπτήχασιν· τῷ φόβῳ ἐταπεινώθησαν

`κ.1666`

κατεπτηχότα· καταπτήσσοντα

`κ.1667`

κάτεργον· ἐργασίαν

`κ.1668`

κατέρεαι· κάθισαι. Πάφιοι

`κ.1669`

κατέρεικτα· τὰ ἐρεικόμενα ὄσπρια καὶ σχιζόμενα, οἷον κυάμους· ἔνιοι δὲ καὶ τοὺς πυρούς. οἱ δὲ κατερρωγότα ἱμάτια

`κ.1672`

κατέρεξε· κατέψησεν

`κ.1673`

κατερίκνωσε· ...

`κ.1674`

κατέρειξεν· ...

`κ.1676`

κατέρραξε· κατέβαλεν

`κ.1677`

κατερρηγότας· διερρηγμένους

`κ.1678`

κατερρινημένοις· εὐτελέσιν

`κ.1679`

κατερρινωμένον· καταπεπυκασμένον. καταδεδερματωμένον

`κ.1680`

κατερρύηκεν· ἐσάπη

`κ.1681`

κατερύκει· κατέχει

`κ.1682`

κατέρυκεν· ἐπέσχεν, ἐκώλυσεν

`κ.1683`

κἀτέρωτα· καὶ ἄλλοτε

`κ.1684`

κατερυθραίνει· καταβάπτει ἐρυθρῷ βάμματι

`κ.1685`

κατέσκαψε· κατώρυξεν

`κ.1686`

κατεσκιρωμένης· πεπαλαιωμένης

`κ.1687`

κατεσκληκότα· κατεσκληρωμένα

`κ.1688`

κατέσπασε· κατέπιεν

`κ.1689`

κατεσοφίσθη· ἐπλανήθη

`κ.1690`

κατεστάμενος· καταθύσας

`κ.1691`

κατεστέμμεθα· ἐστεφανώθημεν

`κ.1692`

κατεστήριξεν ἀρχῇ· νόμον ἀπέδειξεν, κατεστηλίτευσεν

`κ.1693`

κατεστιγμένος· πεποικιλμένος

`κ.1694`

κατεστόρεσε· κατέστρωσεν.

`κ.1695`

κατεστρατοπέδευσε· κατεπολέμησεν

`κ.1696`

κατέστυγε· κατεστύγνασεν

`κ.1697`

κατέστυγον· κατεπλάγησαν. ἐμίσησαν

`κ.1698`

κατεστυγημένος· μεμισημένος

`κ.1699`

κατέστυψεν· ἐσάρκωσεν

`κ.1700`

κατεσφηκωμένον· περιεχόμενον

`κ.1701`

κατεσφήκωνται· καθήλωνται

`κ.1702`

κατεσφραγίσθη· ἀπεκλείσθη ἐσφραγίσθη

`κ.1703`

κατέσχες· κατῆλθες περιεκράτησας

`κ.1706`

κατετήρυεν· κατεῖχεν

`κ.1707`

κατέτλα· κατετολμᾶτο

`κ.1708`

κατετυμβοχόησα· ἔθαψα

`κ.1710`

κατευγμάτων· καταρῶν

`κ.1711`

κατευθικτήσας· ἁψάμενος

`κ.1712`

κατʼ εὐθύ· κατʼ εὐθεῖαν

`κ.1713`

κατευθυνομένη· διοικουμένη

`κ.1714`

κατευκτόν· τὴν ἐπί τινι εὐχῇ ὑπόσχεσιν

`κ.1715`

κατευμαρίζοντες· εὐχερίζοντες καθιστῶντες

`κ.1716`

κατευμεγεθεῖν· καταδυναστεύειν κατευμεγεθήσας· ὑπερβάλλων. νικῶν

`κ.1717`

κατευμεγεθήσειεν· καταδυναστεύσειεν

`κ.1718`

κατευνάζει· κοιμίζει

`κ.1719`

κατευνάζεσθαι· κοιμίζεσθαι πραΰνεσθαι

`κ.1720`

κατεύξασθαι· κατά τινος εὔξασθαι

`κ.1721`

κατευρύνεται· μεγαλύνεται, πλατύνεται

`κ.1722`

κατευρίσκοι· κωλύει

`κ.1723`

κατεύχομαι· καταρῶμαι

`κ.1724`

κατεύχου· καταρῶ

`κ.1725`

κατεφοίνιξας· ἔβαψας

`κ.1726`

κατέφυ· ἐγεννήθη

`κ.1727`

κατεφωράθη· ἠλέγχθη

`κ.1728`

κατεφωρᾶτο· ἠλέγχετο

`κ.1729`

κατέχειν· κρατεῖν. κωλύειν. συνέχειν

`κ.1730`

κατεχειροῦτο· ἐνίκα. ὑπέτασσεν

`κ.1731`

κατέχεσθαι· θεοφορεῖσθαι

`κ.1732`

κατέχευε· κατέβαλεν. κατέθηκεν. ἥπλωσεν

`κ.1733`

κατεχθραίνοντα· μισοῦντα

`κ.1734`

κατεχμάσας· κατασχών

`κ.1735`

κατέχμασον· καταφόνευσον

`κ.1736`

κατεωνᾶσθαι· καταντλᾶσθαι

`κ.1737`

κατεωνεῖ· καταντλεῖ

`κ.1738`

κατεωνῶσι· καταμάσσουσιν

`κ.1739`

καταιώρηται· κατακρέμαται

`κ.1740`

κατέχευεν· ἥπλωσεν. ἐπέβαλεν. ἐπέθετο. κατέῤῥιψεν

`κ.1741`

κατηβολή· τὸ ἐπιβάλλον. Εὐριπίδης Τημένῳ καὶ Πελιάσιν. λέγεται δὲ οὕτως καὶ ἡ τοῦ πυρετοῦ περίοδος. καὶ ὁρμή. καὶ μερίς. καὶ ἱερὰ νόσος. καὶ τέλος τῶν χρεῶν. τὸ καθῆκον. θυσία. τελετή. τὰ νομιζόμενα

`κ.1743`

κατηγλαϊσμένα· κατακεκοσμημένα

`κ.1744`

κατηγορευκότα· κατειπόντα

`κ.1746`

κατῄδεσα αὐτόν· αἰσχυνθῆναι ἐποίησα αὐτόν

`κ.1747`

κατῄθαλωμένη· τεφρωθεῖσα

`κ.1750`

κατῄκιζον· ὕβριζον. ἔξαινον

`κ.1751`

κατῃκισμένους· βασανισθέντας ὑβρισμένους

`κ.1752`

κατῃκίσατε· εἰς τὸ σῶμα ὑβρίσατε

`κ.1753`

κατῄκισται· αἰκίᾳ καὶ βλάβῃ συνέχεται

`κ.1754`

κατηλαζονεύετο· κατεπαίρετο αὐτοῦ

`κ.1755`

κατῆλιψ· μεσόδμη. μεσότοιχον. δοκός, ἢ ὑπότονος βαστάζουσα τὸν ὄροφον. οἱ δὲ ἰκρίωμα τὸ ἐν τῷ οἴκῳ· ὃ καὶ βέλτιον

`κ.1757`

κατήλυσις· κατέλευσις

`κ.1758`

κατηλέγοντα· φροντίδας ποιοῦντα

`κ.1759`

κατηλόκισται· κατατέτριπται

`κ.1760`

κατημαξευμένα· κοινά. καταπεπατημένα, κατατετριμμένα

`κ.1761`

κατημελής· κατήκοος

`κ.1762`

κατήμυσσον· κατέξυον. κατεσπάραττον

`κ.1763`

κατημύχθη· ἐσπαράχθη

`κ.1764`

κατήναρε· κατέκτεινεν

`κ.1765`

κατηναρισμένα· ἀπολωλότα. ἐκδεδαρμένα. ἐσκυλευμένα. Σοφοκλῆς Αἴαντι Μαστιγοφόρῳ

`κ.1766`

κατηνδράφυξας· κατέκτεινας

`κ.1767`

κατήνοκα· κατενήνοχα

`κ.1768`

κατηντιβόλουν· παρεκάλουν

`κ.1769`

κατήνυσεν· ἀνάλωσεν

`κ.1771`

κατηπιόωντο· ὁμοίως

`κ.1772`

κατήραμεν· ἤλθομεν

`κ.1773`

κατηρεγμένος· πεπτωκώς. καμπτόμενος

`κ.1774`

κατηργμένος· κατηπεισμένος. κατεστιγμένος

`κ.1775`

κατηρέθετο· παρωξύνθη

`κ.1776`

κατηρεφέας· καταστέγους

`κ.1777`

κατηρεφές· κατεστεγασμένον κυρίως δὲ ἐπὶ τῶν ταπεινοστεγῶν κατηρεφέας. οἱ δὲ πέτρας

`κ.1778`

κατηρεφέστερον· κατεστεγασμένον μᾶλλον

`κ.1779`

κατήρην· κρεμαμένην

`κ.1780`

κατηρείκοντο· κατεσχίζοντο

`κ.1781`

κατήρειξεν· ἀνήλωσεν

`κ.1782`

κατήρη· τὸν κεκαλυμμένον καὶ κατεχόμενον

`κ.1783`

κατήριπες· κατέπεσας πέπτωκας

`κ.1784`

κατηρτίσω· ἐποίησας. ἐτελείωσας

`κ.1785`

κατήροσας· ἐφύτευσας. ἐγέννησας

`κ.1786`

κατῆρξε· συνέκλεισεν

`κ.1787`

κατηρτυκώς· τέλειος. κυρίως δὲ ἐπὶ τῶν ἀλόγων ζώων, ὅταν ἐκβάλῃ πάντας τοὺς ὀδόντας

`κ.1788`

κατήρυδες· αἱ βρίθουσαι καὶ καταρέουσαι ἄμπελοι. λέγει δὲ τὰς χρυσᾶς ἀμπέλους, παρόσον οὐκ ἐκλαδεύοντο

`κ.1789`

κατῇσε· κατεκήλησε. καθωμίλησε

`κ.1790`

κατῃσάτην· κατεκηλησάτην. καθωμιλησάτην

`κ.1791`

κατηφέα· κατηφῆ, στυγνά

`κ.1792`

κατήφεια· στυγνότης, ὄνειδος, αἰσχύνη, αἰδώς, ἀνία

`κ.1793`

κατήφησας· κατηνίασας

`κ.1794`

κατηφήσας· κατανιαθείς

`κ.1795`

κατηφίη· αἰσχύνη, στυγνότης

`κ.1796`

κατηφόνες· ἀναίσχυντοι. κατηφείας ἄξια πράττοντες

`κ.1797`

κατηχίζειν· νουθετεῖν. ἐνηχεῖν

`κ.1798`

κατηχούμενος· διδασκόμενος

`κ.1799`

κατηχήσω· οἰκοδομήσω

`κ.1800`

κατηχθίζετο· ἐμισεῖτο

`κ.1801`

κατηχθισμένον· βεβαρημένον

`κ.1802`

κατηχούμενος· παιδευόμενος

`κ.1803`

κάτθανεν· ἀπέθανεν

`κ.1804`

κατθᾶξαι· παρακονῆσαι. μεθύσαι

`κ.1805`

κατθέμεν· θεῖναι

`κ.1806`

κάτθεο· κατάθου

`κ.1807`

κάτιδε· ὅρα

`κ.1808`

κατιλλάνθη· κατεμυκτήρισεν

`κ.1809`

κατιλλώπτω· καθορῶ

`κ.1810`

κατιλύσαντες· περικαλύψαντες

`κ.1811`

κατιμονεύει· καθιεῖ

`κ.1813`

κἀτίναξε· παρέσεισε

`κ.1815`

κατισχναινομένης· πεπαλαιωμένης

`κ.1816`

κατίσχεαι· κατέχῃς

`κ.1817`

κατισχνοῦν· καταλεπτύνειν

`κ.1818`

κατιτήρια· ἡ ἐπὶ καθόδῳ θυσία

`κ.1819`

κατηφθείμενον· κατακείμενον

`κ.1820`

κατʼ ἴχνος· κατακολουθήσας τὰ ἴχνη

`κ.1821`

κατιώθη· ἐρυπώθη

`κ.1822`

κατίωται· ἐρρύπωται

`κ.1823`

κατοιβωμένον· κατερρυπωμένον

`κ.1824`

κατʼ οἶκον· κατὰ τὸν οἶκον

`κ.1825`

κατοικεῖαι· κατάχαλκα σκεύη

`κ.1826`

κατοιμώζοντες· στενάζοντες

`κ.1827`

κατοινύσαι· κατακρύψαι

`κ.1828`

κατοιόμενος· ὁ μετὰ πληροφορίας πιστεύων. ἢ ὁ ἐν ὑπολήψει φερόμενος. καὶ ὁ ὑπερηφανευόμενος Σ

`κ.1829`

κατοίσεται· κατάξει

`κ.1830`

κατοιχομένων· νεκρῶν, τεθνεώτων. ἀπελθόντων. ἀποθανόντων

`κ.1831`

κατοιόμενος· ὑπερορῶν

`κ.1832`

κατοκωχή· κατοχή

`κ.1833`

κατʼ ὀλίγον· κατὰ μικρόν

`κ.1834`

κατώλισθον· κατέπεσον

`κ.1835`

κατοκώχιμον· κάτοχον. ἐνέχυρον

`κ.1836`

κατοπάζει· ἀκολουθεῖ

`κ.1837`

κατοπάζων· διώκων

`κ.1838`

κατολοφυρόμενοι· θρηνοῦντες

`κ.1839`

κατόπιν· ὕστερον. ὄπισθεν

`κ.1840`

κατόπταν· κατάσκοπον

`κ.1841`

κατοπτεύω· ἐποπτεύω, ἐπιβλέπω

`κ.1842`

κάτοπτον· κάταντες. ἢ φανερόν. ἢ ἄντικρυ

`κ.1843`

κάτοπτρα· δίοπτρον

`κ.1844`

κατοπτρίζεται· ἐν αἰσθήσει φαντάζεται, ἢ ὁρᾷ

`κ.1845`

κατοργᾶν· ὑπερακμάζειν

`κ.1847`

κάτορρα ἢ καταρόα· βώμενος ἐνόδειος

`κ.1848`

κατορρωδῶ· φοβοῦμαι πτοοῦμαι, πτήσσω

`κ.1849`

κατʼ ὀρούαν· ἡ ἀγορά ...

`κ.1850`

κατορυχάς· θησαυρούς

`κ.1851`

κατʼ ὀρφναίαν· κατὰ τὴν σκοτεινήν

`κ.1852`

κατορχούμενος· καταπαίζων

`κ.1853`

κατορώρυκται· κατακέχωσται

`κ.1854`

κατʼ ὄσσων· κατʼ ὀφθαλμῶν

`κ.1855`

κατουδαῖοι· νεκροί. κατώγειοι

`κ.1856`

κατουλάδα· τὴν κατίλλουσαν καὶ εἴργουσαν. βέλτιον δὲ τὴν κατόλεθρον, ἢ ζοφώδη, καὶ συστροφὰς ἔχουσαν ἀνέμων

`κ.1857`

κατʼ οὐράν· κατʼ ὀπίσω

`κ.1858`

κατουρίσας· ἀθρόως πάντα κάλων καθείς, καὶ μὴ διαμελλήσας

`κ.1859`

κατωφρυωμένος· μεγαλοφρονῶν

`κ.1860`

κατοχά· τοῦ τρυπάνου τὸ κατεχόμενον

`κ.1861`

κατόχιμοι· κατεχόμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων

`κ.1862`

κάτοχοι· λίθοι, οἱ ἐπὶ μνήμασιν τιθέμενοι. καὶ οἱ ἱερεῖς Ἑρμοῦ. καὶ οἱ ὑπὸ νόσων κατειλημμένοι. ἢ ἐνθουσιῶντες, ἢ ἔνθεοι

`κ.1863`

 <span class="gap">…</span> κατατραχηλιᾶν· καταμωκήσασθαι

`κ.1864`

κατρεύς· ὄρνις ποιός

`κ.1865`

κάτροπον· κάταντες

`κ.1868`

κατράγοντες· οἱ βόαγροι. Λάκωνες

`κ.1869`

κατευκανάθη· ἐῤῥάγη

`κ.1870`

καττύειν· συῤῥάπτειν

`κ.1871`

καττύεται· συντίθεται, συσκευάζεται, ὡς ἐκ τῶν κασσυμάτων

`κ.1872`

κάττυμα· ἀπάτη, δόλος. συσκεύασμα. δολιότης τὸ τῶν βυρσῶν περίκομμα

`κ.1873`

καττύν· ἀπότριμμα δερματίου

`κ.1874`

κατώδυνος· λυπηρά

`κ.1875`

κατωθήσαντος· καταβαλόντος

`κ.1876`

κατωθούμενος· ἀνατρεπόμενος

`κ.1877`

κατώκλαξας· ἐπὶ πτέρναν ἐκάθισας

`κ.1878`

κατωκάρα· κάτω κεφαλὴν ἔχοντα

`κ.1879`

κατωλιγωρήσαντες· ἀμελήσαντες

`κ.1881`

κατώλυψα· κατέξανα

`κ.1882`

κατωμαδίοιο· κατὰ τοῦ ὤμου βαλλομένου

`κ.1883`

κατωμαδόν· κατὰ τῶν ὤμων

`κ.1885`

κατωμιστής· ὁ ἀπορίπτων ἐπὶ τὴν γῆν ἵππος

`κ.1886`

κατώμορξεν· κατέμαξε. κατέψησεν

`κ.1887`

κατωνάκη· ἱμάτιον, ἔχον ἐκ τῶν κάτω μερῶν νάκος προσερραμμένον, ὅ ἐστιν μηλωτή. Δοκοῦσι δὲ τοῦτο ἀμφιέσασθαι Ἀθηναῖοι τῶν περὶ Πεισίστρατον τυράννων ἐπαναγκασάντων, ἵνα ὑπὸ εὐτελείας μὴ κατίωσιν εἰς τὸ ἄστυ οἱ πολῖται

`κ.1888`

κατωπιάσαι· κατηφῆσαι

`κ.1889`

κάτω πόδε· καὶ τοὺς πόδας. δυϊκῶς

`κ.1890`

κατωραΐζεται· σεμνύνεται

`κ.1891`

κατώρης· κάτω ῥέπων

`κ.1892`

κατωρυγῶσιν· ταφῶσιν

`κ.1893`

κατώρυχες· κατωρυγμένοι

`κ.1894`

κατωρχήσαντο· κατεχάρησαν

`κ.1895`

κατωτίδες· ἅπερ οἱ νομεῖς κατὰ τῶν ὤμων φοροῦσι δέρματα

`κ.1896`

κατωφερής· ὁ κάτω φερόμενος

`κ.1897`

κατωχάνης· ὁ κάτοχος τοῦ τρυπάνου, κυρίως

`κ.1898`

κατωχεύει· πηδᾷ. ἐπικάθηται

`κ.1899`

κατῴχοντο· κατέβησαν. κατεγένοντο

`κ.1900`

καυάζοντα· ἀποσκάζοντα

`κ.1901`

καυαλέον ἢ καυαλές· ὑπὸ Αἰολέων τὸ αἶθος. ἢ κατακεκαυμένον, καπυρόν, ξηρόν, θερμόν

`κ.1902`

καυαλός· μωρολόγος

`κ.1903`

καύαξ· λάρος

`κ.1904`

καυάξαι· συντρῖψαι

`κ.1905`

καυαρόν· κακόν. καπυρόν

`κ.1906`

καυκαλίας· ὄρνις ποιός

`κ.1907`

καυκαλίς· βοτάνη τις, ὁμοία κορίῳ.

`κ.1908`

καυκόν· καυλίον. καὶ ἄγριον λάχανον

`κ.1909`

Καύκωνες· ἔθνος βάρβαρον

`κ.1910`

καυλός· τὸ ἄκρον τοῦ δόρατος, τὸ ἀπωξυμμένον, εἰς ὃ ἐμβιβάζεται τὸ κοῖλον τοῦ δόρατος. τὸ σύνηθες, ἐπὶ τῶν φυτῶν

`κ.1911`

καυλίον· ὃ κατανέμονται οἱ ἰχθύες. καὶ τῶν κιόνων μέρος

`κ.1912`

καῦμα· κατάκαυμα. ἢ θῦμα. ἢ πύρωσις

`κ.1913`

καύματος εἰδαλίμου· τοῦ θερμοτάτου. ἢ ἱδρωτοποιοῦ

`κ.1914`

καυνάκαι· στρώματα, ἢ ἐπιβόλαια ἑτερομαλλῆ

`κ.1915`

Καύνιος Ἔρως· ἐν Καύνῳ τιμᾶται. καὶ ὁ σφοδρός

`κ.1916`

καυνός· κακός. σκληρός. κλῆρος. καὶ πόλις Ῥόδου

`κ.1917`

καῦρος· κακός

`κ.1918`

καυσαλίς· ἡ μέλαινα. καὶ ὑπέρυθρος

`κ.1919`

καυσμένης· ἔνυδρος

`κ.1920`

καῦσος· ὁ πυρετός

`κ.1921`

Καΰστερος· ποταμός

`κ.1922`

καυστειρῆς· καυστικῆς, θερμῆς. ὀξείας, δριμείας. διαπύρου

`κ.1923`

καῦστις· ἡ ἔκφυσις τῶν σταχύων. πυροὶ ἁδρυνόμενοι, καὶ χόρτος. τὸ δὲ αὐτὸ καὶ ἀμφίκαυστις. καὶ ἐπώνυμον Λήμητρος. Κρατῖνος δὲ ἐπὶ τοῦ μορίου ἔταξεν αὐτό. καλεῖται δὲ καὶ εὕστρα, καὶ στρῶμα

`κ.1924`

καὖτιν· καὶ εἰς τοὐπίσω

`κ.1925`

καυτόν· θυσία τις, οὕτω καλουμένη. καὶ ἐσχάρα, καὶ ἑστία, ἔνθα καίουσιν

`κ.1926`

καυχαλίς· φλύκταινα

`κ.1927`

καυχᾶται· κομπάζει

`κ.1928`

κάφα· λουτήρ. Λάκωνες

`κ.1929`

Καφίσιος· μήν

`κ.1930`

καφάζειν· γελᾶν

`κ.1931`

καφάζοι· κακχάζοι. γελᾷ

`κ.1932`

καφάν· κηφήν

`κ.1933`

κάχαρις· δαγύς. καὶ πλαγγών. καὶ χρυσαλλίς, τὸ κοροκόσμιον. ἢ χαρίζεσθαι μὴ δυναμένη, ἢ οὐκ εὔχαρις

`κ.1935`

καχλάζει· ψοφεῖ. τρύζει

`κ.1937`

καχλίς· συμβολή

`κ.1938`

καχλάζει· κιχλίζει. ἀθρόως γελᾷ, τετάρακται. γέγονε δὲ ἀπὸ τῶν κυμάτων. ἐπαίρεται, φλεγμαίνει

`κ.1939`

κάχληκος· τοῦ κόχλου ἢ κόχλακος

`κ.1941`

καχρυδίας ἄρτος· ὁ ἐκ κριθῆς γενόμενος· Πάξαμος

`κ.1942`

καχρύων· πεφρυγμένων κριθῶν κυρίως, καταχρηστικῶς δὲ καὶ πάντα τὰ πεφρυγμένα. καὶ βοτάνη ἡ λιβανωτίς. καὶ τῆς πεύκης ἡ βλάστησις. καὶ πυροί τινες

`κ.1943`

καχρύσω· συγχεῶ. ταράξω. καὶ κατακαχρύσω ὁμοίως

`κ.1944`

καψάκιον· γλωσσόκομον

`κ.1945`

καψάνιος· ἐλάττωμα ἵππου

`κ.1946`

καψιδρώτιον· εἶδος χιτωνίσκου

`κ.1947`

καψιπήδαλος· ὁ μετὰ τῶν τὰ ἄλφιτα καὶ μὴ διδόντων ἀλλόμενος

`κ.1948`

κάψαι· οἱ τεύχη

`κ.1949`

κέαρνος· ὄρυξ

`κ.1950`

κεάζω· διασχίζω ἢ κλῶ

`κ.1951`

κέαθοι· βοηθοί

`κ.1952`

κέαρ· ψυχή, διῃρημένως

`κ.1953`

κέαρνα· σίδηρα τεκτονικά, ἢ λαξευτικά. ἢ ἀξίνην

`κ.1954`

κεάσαι· σχίσαι. καῦσαι

`κ.1955`

κεάσθη· ἐκλάσθη

`κ.1956`

κεάσματα· κλάσματα, ῥήγματα, διαρρήγματα

`κ.1957`

κεάσσαι· διελεῖν. συγχέαι

`κ.1958`

κέαται· κεῖνται

`κ.1959`

κεβαλή· κεφαλή. κύλιξ

`κ.1960`

κεβλήνη· ἡ ὀρίγανος

`κ.1961`

κέβλος· κυνοκέφαλος. κῆπος

`κ.1962`

κέγκεις· ἐπιδάκνῃ

`κ.1963`

κεγχραμίς· τὸ ἐντὸς τοῦ σύκου σπερμάτιον

`κ.1964`

κέγνωται· τέτρωται

`κ.1965`

κεγνώειν· τεθραῦσθαι. τετρῦσθαι

`κ.1966`

κεγχρανοπώλης· τραγηματοπώλης

`κ.1967`

κεγχρίδων· σπερμάτων ὁμοίων κέγχρῳ

`κ.1968`

κεγχρίλης κεγχρῄς, τριόρχης· ...

`κ.1969`

κεγχρίνη· τὸ ἐκ κέγχρου ἕψημα

`κ.1970`

κεγχρίς· ὀρνέου εἶδος

`κ.1971`

κέγχρος· εἶδος βοτάνης. καὶ σπερμάτιον μελίνῃ ἐμφερές

`κ.1972`

κεγχρώμασι· ταῖς περιφερείαις. καὶ τοῖς καταστρώμασιν

`κ.1973`

κεδάσας· διασκορπίσας

`κ.1974`

κέδασαν· διεσκόρπισαν

`κ.1975`

κεδᾶται· σκεδάννυται

`κ.1976`

κέδματα· αἱ χρονιώτεραι διαθέσεις νοσώδεις, περὶ τὰ ἄρθρα· οἱ δὲ περὶ τὰ γεννητικὰ μόρια· Ἱπποκράτης

`κ.1977`

κεδνά· ἀγαθά. συνετά πιστά. φροντιστικά. κόσμια. σεμνά. σώφρονα. καλά. τίμια

`κ.1978`

κέδρακε· ῥιγοῖ, πέφρικεν

`κ.1980`

κεδρίδες· ὁ καρπὸς τῆς κέδρου

`κ.1981`

κέδρινον· εὐῶδες

`κ.1982`

Κεδρίσιες· οἱ Κυδωνιᾶται

`κ.1983`

κέδρον· Ἀττικοὶ οὐδετέρως

`κ.1984`

κέδρος· ῥάβδος. κιβωτός, λάρναξ. ἢ δένδρον ἄκαρπον

`κ.1985`

κέδροπα· τὰ ὄσπρια

`κ.1986`

κεῖα· καθάρματα

`κ.1987`

κειάμενοι· καύσαντες

`κ.1989`

κείας· καύσας

`κ.1990`

κείατο· ἔκειντο

`κ.1991`

κένσαι· τῇ μάστιγι νύξαι

`κ.1994`

κεῖον· ἐπορεύοντο

`κ.1995`

κεῖθι· ἐκεῖ κεῖσε· .. ἐκεῖσε. εἰς ἐκεῖνον τὸν τόπον

`κ.1997`

κεικύνη· συκάμινος

`κ.1998`

κειμήλια· τὰ ἀπόθετα χρήματα, ἀπὸ τοῦ κεῖσθαι · καὶ τὰ ἐν παραθέσει. μεταφορικῶς δὲ καὶ ἐπὶ σώματι τίθεται

`κ.1999`

κεινη· ἐκείνη. κενή

`κ.2000`

κείνης· ἐκείνης

`κ.2001`

κεινῇσι· ματαίαις, κεναῖς

`κ.2002`

κεινόν· κενόν. ἢ ἐκεῖνον

`κ.2003`

κείνʼ ὄχεα· ὅταν κενὸν τὸ ἅρμα ᾖ

`κ.2004`

κείοντες· κοιμηθησόμενοι

`κ.2006`

κείρει· τέμνει. κατεσθίει

`κ.2007`

Κειριάδαι· δῆμος φυλῆς Ἱπποθοωντίδος

`κ.2008`

κειρίαι· ζῶναι εἴτουν ἱμάντες τῶν κλινῶν

`κ.2009`

κειρίδες. ὄρνεα

`κ.2011`

κεῖρις· ὄρνεον. ἱέραξ. οἱ δὲ ἀλκυόνα

`κ.2012`

κείροντες· ἀναλίσκοντες, ἐσθίοντες

`κ.2013`

κειρύλος· τοῦτον ἔνιοι κηρύλον λέγουσι. ἔστι δὲ ὄρνεον. ὁ δὲ Ἀντίγονος τῶν ἀλκυόνων τοὺς ἄρρενας κηρύλους φησί

`κ.2014`

κεῖσε· ἐκεῖ. εἰς ἐκεῖνον τὸν τόπον

`κ.2015`

κεῖσθαι· ὑποκεῖσθαι ἐνέχυρα

`κ.2017`

κείσομαι· τεθήσομαι

`κ.2018`

κεισός· βοτάνης εἶδος

`κ.2019`

κεῖσσα· κίσσα. Λάκωνες

`κ.2020`

κεῖται· ἀεὶ ἐπὶ κακοῦ τίθεται τοῦτο, ἢ θανάτου, ἢ ἀπραξίας

`κ.2021`

κεῖτο· πεπτώκει

`κ.2022`

κειχείς· καταλαβών

`κ.2023`

κειῶδες· εὐῶδες

`κ.2024`

κείων· κοιμηθησόμενος

`κ.2025`

κειώσασθαι· καθήρασθαι

`κ.2026`

κεκαδησόμεθα· διασκορπισθησόμεθα. χωρισθησόμεθα

`κ.2027`

κεκαδεῖν· χωρίσαι. στερῆσαι. σκεδάσαι

`κ.2028`

κεκαδέσθαι· φείδεσθαι. ἐντραπῆναι

`κ.2029`

κεκαδῆσαι· βλάψαι, κακῶσαι. φείσασθαι. στερῆσαι

`κ.2030`

κεκαδών· χωρίσας. στερήσας. φροντίσας

`κ.2031`

κεκαίνωται· κεκαινοτόμηται. νεωτέρισται

`κ.2032`

κεκαλαμευμένοι· καλάμη γεγονότες

`κ.2033`

κεκάλακας· καλὴ γέγονας.

`κ.2034`

κεκαλμένον· ἐπὶ γῆς ἐκπεπτωκός

`κ.2035`

κεκρανίς· τράγου δορά

`κ.2036`

κεκαρμένον· περικεκομμένον.

`κ.2037`

κεκάρπωκε· τετελείωκε. καὶ ἀπέκαυσεν

`κ.2038`

κεκάσθαι· κατεσκευάσθαι. κεκοσμῆσθαι

`κ.2039`

κεκασμέναι· κεκοσμημέναι δεδοξασμέναι. τετελειωμέναι

`κ.2040`

κέκασται· κεκόσμηται κατεσκεύασται. κρατεῖ. ὑπερέχει. ὥπλισται. τέτακται. πέποιθε. δεδόξασται

`κ.2041`

κεκαυτηριασμένοι· βεβασανισμένοι, μὴ ἔχοντες τὴν συνείδησιν ὑγιῆ

`κ.2042`

κεκαφηότα· ἐκπεπνευκότα κάπυς γὰρ τὸ πνεῦμα· καὶ κῆπος ὁ περιπνεόμενος καὶ εὐήνεμος τόπος.

`κ.2043`

κεκαφηότι· ἐκπεπνευκότι

`κ.2044`

κεκεῖνα· κισσός

`κ.2045`

κεκεπφωμέναι· ἐπῃρμέναι

`κ.2046`

κεκερτόμηται· κεχλεύασται

`κ.2047`

κέκευθε· κέκρυπται

`κ.2048`

κέκηδε· φροντίζει. ἀλγεῖ

`κ.2049`

κεκηλίδωσαι· μεμίανσαι

`κ.2050`

κεκῆνας· λαγωούς. Κρῆτες

`κ.2051`

κεκηρωμένη· κεκακωμένη

`κ.2053`

κέκηφε· τέθνηκεν

`κ.2054`

κεκιβδηλευμένοι· ἄτιμοι. ἀχρεῖοι. ἀδόκιμοι, νόθοι

`κ.2055`

κέκιλος· ἰσχνόφωνος

`κ.2057`

κεκλαμένον· κεκλαδευμένον. ἀποκεκλασμένον

`κ.2058`

κέκλεο· κάλεσον

`κ.2059`

κέκληκε· καλεῖ. κελεύει

`κ.2060`

κέκληται· καλεῖται, λέγεται

`κ.2061`

κέκλετο· παρεκελεύετο. ἐκάλει, ἐβόα. παρεκαλεῖτο

`κ.2062`

κεκλήατο· συγκεκλημένοι ἦσαν

`κ.2063`

κεκληγός· ψοφοῦν

`κ.2064`

κεκληγώς· ψοφῶν. βοῶν, φωνῶν, κραυγάζων. ἐπικαλούμενος

`κ.2065`

κεκλίαται· συνεληλασμένοι εἰσίν

`κ.2066`

κεκλιμένοι· περικεκλεισμένοι. περιεχόμενοι. κεκλειμένοι. προσανακείμενοι

`κ.2068`

κεκλόμενοι· κελεύοντες

`κ.2069`

κέκλου· κάλεσον

`κ.2070`

κέκλυθι· ἐπάκουσον

`κ.2071`

κέκλυτε· ἀκούσατε ἀκούετε

`κ.2072`

κέκλυτέ μευ· ἐπακούσατέ μου

`κ.2073`

κεκλωσμένου· διανενησμένου

`κ.2074`

κέκμακε· κεκοπίακεν

`κ.2075`

κέκμηκε· πεπόνηκεν. τέθνηκεν. ἀπείρηκε. κεκόπωται

`κ.2076`

κεκμήκει· ἀπειρήκει ὑπὸ κακῶν

`κ.2077`

κεκμηκώς· κεκοπιακώς

`κ.2078`

κεκμηῶτες· οἱ κεκοπιακότες

`κ.2079`

κέκνακεν· ὑπὸ κακῶν ἀπειρήκει

`κ.2080`

κεκνιπωμένοι· καρποὶ ὑπὸ ἐρισύβης διεφθαρμένοι. ἢ κνιποὶ τοὺς ὀφθαλμούς ...

`κ.2081`

κεκοισυρωμένη· ἐκπεπληγμένη. περιεσταλμένη

`κ.2082`

κεκοκκυγωμένον· κεχρισμένον χρώματι κοκκυγίνῳ, ὅ ἐστιν πορφυροῦν· ἀπὸ κοκκυγέας δένδρου

`κ.2083`

κεκολαμμένη· γεγλυμμένη

`κ.2084`

κεκολάσθαι· μώλωπας ἔχειν

`κ.2085`

κεκολλυρωμένον· λευκῷ κεχρισμένον

`κ.2086`

κεκομψευμένης· κομψὸν τὸ σεμνόν, ἢ ἀστεῖον· ὅθεν λέγεται τὸ ῥῆμα

`κ.2087`

κεκονδυλωμένον· διηρθρωμένον

`κ.2088`

κέκοκεν· ἔγνωκεν. κεκακούργηκεν. ἢ πεφόνευκεν

`κ.2089`

κεκονιαμένος· κεκονιορτωμένος

`κ.2090`

κεκόπακεν· ἐπαύσατο

`κ.2091`

κέκοπας· ἐκόπασας.

`κ.2092`

κεκορυθμένος· καθωπλισμένος, ἀπὸ τῆς κόρυθος

`κ.2094`

κεκόσμηται· τέτακται. κεκάθαρται

`κ.2095`

κεκοτηότι· ὠργισμένῳ, κεχολωμένῳ

`κ.2096`

κεκράανται· ἐπιτετέλεσται

`κ.2097`

κεκραγήσει· κραυγάσει

`κ.2098`

κεκραδῖναι· ἄγριαι θρίδακες

`κ.2099`

κεκραμένας· εὐκράτους

`κ.2100`

κέκρανται· τετέλεσται

`κ.2101`

κεκραιπαληκώς· εὐφραινόμενος, ἢ εὐφραμμένος

`κ.2102`

κέκρηται· ἥρμοσται

`κ.2103`

κεκριγότα· κεκραγότα

`κ.2104`

κεκριμένη· διακεχωρισμένη. τεταγμένη. σαφής. εὔδηλος. ἐπιλεκτή

`κ.2105`

κέκραγε· βοᾷ. φανερῶς διαμαρτύρεται

`κ.2106`

Κεκροπίδας· Ἀθηναίους, τοὺς αὐτόχθονας

`κ.2107`

κεκρουμένῳ· ἐνδεεῖ, καὶ οὐ πλήρει

`κ.2109`

κεκρυμμένην· ἐπιμενῶς κειμένην

`κ.2110`

κεκρύφαλος· εἶδος κοιλίας τῶν μηρυκαζομένων ζώων. σαβακάθιον δεσμότριχον

`κ.2111`

κεκρυφάλους· τοὺς τῶν ἵππων κορυφαστῆρας, καὶ κροκυφάντους

`κ.2112`

κέκτηκε· τέτοκεν

`κ.2113`

κεκτισμένοι· πεφημισμένοι. κατεσφραγισμένοι

`κ.2114`

κεκύθωσι· κρύψωσι

`κ.2115`

κεκυπτάκασιν· ἀσχολοῦνται

`κ.2116`

κέκυλτα· δῶρα τὰ τῇ χειρὶ ἑλκόμενα

`κ.2117`

κεκύκη· καμπύλη

`κ.2118`

κεκυσῶσθαι· ἐκτετμῆσθαι

`κ.2119`

κεκυφότα· ταπεινοῦντα

`κ.2120`

κεκωδωνισμένοι· πεπειρασμένοι, καὶ ἐξητασμένοι. μετῆκται δὲ ἀπὸ τῶν περιπολούντων, καὶ τοῖς κώδωσι διαπειρωμένων, εἰ οἱ πρώτως ἐν ταῖς φυλαῖς τεταγμένοι ἐγρηγορέναι ...

`κ.2121`

κεκωδώνισται· πεπείρασται, ἐξήτασται, δεδοκίμασται

`κ.2122`

κεκώνηται· πεπίσσωται. κέκλυσται

`κ.2123`

κεκώπευται στρατός· ὁ ἐπὶ κώπης

`κ.2124`

κεκώπηται· ἡ ναῦς.

`κ.2125`

κελαδεῖ· βοᾷ

`κ.2126`

κελαδεινή· κραυγή, βοή. ἢ κυνηγὸς ἐπιθετικῶς ἡ Ἄρτεμις

`κ.2127`

κελαδεινῆς· θορυβώδους

`κ.2128`

κελάδησαν· ἤχησαν

`κ.2129`

κέλαδος· ἦχος μουσικός, κραυγή, βοή, θόρυβος

`κ.2130`

κελαδων· ἠχῶν, μέλπων καὶ ποταμὸς Ἀρκαδίας

`κ.2131`

κελαινεφές· ὁ μελαίνων τὰ νέφη

`κ.2132`

κελαινεφὲς αἷμα· μέλαν

`κ.2133`

κελαινή· μέλαινα

`κ.2134`

κελαινιόων· μελαινόμενος

`κ.2135`

κελαινόν· μελανόν

`κ.2136`

κελαινόλοπα· κεράσια

`κ.2137`

κελαινῶπα θυμόν· τὸν μὴ φανερόν. τὸν δόλιον. καὶ τῇ ψυχῇ δύσνουν

`κ.2138`

κελαιούς· ἤχους

`κ.2139`

κελαρύζει· ἠχεῖ. φωνεῖ. ἢ συνεχῶς ῥεῖ. ἔστι δὲ ἰδίωμα ἤχου

`κ.2140`

κελαρύξεται· μετὰ φωνῆς ἠχήσει

`κ.2141`

κελαρύζειν· ἰδίωμα ψόφου

`κ.2142`

κέλε· τέρπε

`κ.2143`

κέλεαι· κελεύεις

`κ.2144`

κέλεαί με· κελεύεις με

`κ.2145`

κελέβη· ποτηρίου εἶδος θερμηροῦ. καὶ ποιμενικὸν ἀγγεῖον

`κ.2146`

κελεΐς· ἀξίνη

`κ.2148`

κελένδρυνον· δρύϊνον. κελαιόν. λέγεται δὲ καὶ μυσκέλενδρον. καὶ τὸ μακρόν

`κ.2149`

κελαινόν· σκοτεινόν. μέλαν

`κ.2150`

κελεόν· ὄρνιν ποιόν

`κ.2151`

κελέοντας· ἱστόποδας. καὶ τὰ ὁπωσοῦν μακρὰ ξύλα, δοκούς, ἱστούς, καὶ πέτευρα οὕτω φασί· Σικελοὶ γὰρ τὰ ξύλα ...

`κ.2152`

Κελεός· ἥρως Ἀθηναῖος

`κ.2153`

κέλεται δὲ θυμός· παρακελεύεται ἡ ψυχή

`κ.2154`

κέλευθοι· ὁδοί

`κ.2155`

Κελευθείας· τὰς ἐνοδίους δαίμονας

`κ.2156`

κελευθείοντες· ὁδεύοντες

`κ.2157`

κελευθιόων· πρὸς ὁδὸν ἔχων τὴν διάνοιαν

`κ.2158`

κέλευθος· ὁδός

`κ.2159`

κελεύθρας· κελεύσεως

`κ.2160`

κέλευσον· πρόσταξον

`κ.2161`

κέλευστρα ἢ κελεύστα· ἅμαξα ἡμιονική

`κ.2162`

κελευτιόων· κελευστικῶς ἔχων

`κ.2163`

κελεύματα· παιδιᾶς εἶδος. καὶ ἀγάλματα

`κ.2164`

κέλετρον· ᾧ τοὺς ἰχθύας θηρῶσιν ἐν τοῖς ποταμοῖς

`κ.2165`

κεληθίζειν· τοῖς ἵπποις ἐπιβαίνειν

`κ.2166`

κελευσμοσύναις· κελεύσεσιν

`κ.2167`

κέλης· ἵππος καὶ ἱππαστής. καὶ μέρος. καὶ εἶδός τι νεώς. καὶ μονάτωρ

`κ.2168`

κελητιᾶν· κελητίζειν. ἱππεύειν

`κ.2169`

κελλάς· μονόφθαλμος

`κ.2170`

κέλλειν· τὸ εἰς γῆν ἐκτιθέναι τὴν ναῦν. καὶ ἐξοκέλλειν

`κ.2171`

κέλλικας· δημότας

`κ.2172`

κελλίων· ἡ τῶν χωλῶν βάσις

`κ.2173`

κελλόν· στρεβλόν πλάγιον

`κ.2174`

κελλῶσαι· πλαγιάσαι

`κ.2175`

κελμάς· θέρμη.

`κ.2176`

Κελμίς· παῖς ἢ λύκιθον καὶ ὄνομα ἑνὸς τῶν Ἰδαίων Δακτύλων

`κ.2177`

κελοίμην· κελεύοιμι

`κ.2178`

κελόμην· ἐκέλευον

`κ.2179`

κέλομαι· κελεύω

`κ.2181`

κέλσαι· ἐκκεῖλαι. ὁρμῆσαι. καταλαβεῖν. εὐτρεπίσαι. ἐξοκεῖλαι .

`κ.2182`

Κελτοί· ἔθνος ἕτερον Γαλατῶν

`κ.2183`

κελύφανα· λεπίσματα

`κ.2184`

κέλυφος· λέπος. κυρίως δὲ καὶ τὸ τῆς ὀπώρας, καὶ τῶν δένδρων

`κ.2185`

Κελχῶνες· ἔθνος Σκυθικόν. ἢ Κελχοί

`κ.2186`

κελῶ· ὁρμήσω

`κ.2188`

κέλωρ· ἔγγονος, υἱός ἐκτομίας, γάλλος, σπάδων

`κ.2189`

κελώριον· παιδίον

`κ.2190`

κέλωρ· φωνή, ἀξίωμα

`κ.2191`

κελωρύειν· κεκραγέναι, βοᾶν

`κ.2192`

κελωρύσας· φωνήσας, βοήσας

`κ.2193`

κεμάς· νεβρὸς ἔλαφος τινὲς δὲ δορκάς

`κ.2195`

κεμαντά· καθαρά. εὐώδη

`κ.2196`

κέν· ἄν

`κ.2197`

κεμάς· ἔλαφος νέος

`κ.2198`

κέμμερος· ἀχλύς, ὁμίχλη

`κ.2199`

κέμμης· ὅριον

`κ.2200`

Κέμμις· πόλις ἐν Αἰγύπτῳ

`κ.2201`

κέμμορ· μέγα κῆτος

`κ.2202`

κεμπός· κοῦφος, ἐλαφρὸς ἄνθρωπος

`κ.2204`

κέμων· ἑτερόφθαλμος

`κ.2205`

κενά· ἀπόκενα. ἄκυρα

`κ.2206`

κενεά· κενά, μάταια. Κύπριοι δὲ ἀναδενδράδας

`κ.2207`

κενέαρος· κενός. ἐλαφρός

`κ.2208`

κενεαυχέες· μάταια καυχώμενοι. καὶ κενῶς αὐχοῦντες

`κ.2209`

κενέβρεια· τὰ θνησίδια, καὶ νεκριμαῖα κρέατα

`κ.2210`

κενεῆς· ματαίας. κενῆς

`κ.2211`

κενέφας· σπόγγος

`κ.2212`

κενεμβατεῖ· ματαίως πατεῖ

`κ.2213`

κενεόν· κενόν. ἄπρακτον

`κ.2214`

κενεῶνα· τὸν περὶ τὸν λαγόνα τόπον. τὸ διάκενον μέρος τῶν ὀστῶν. ἀρσενικῶς

`κ.2215`

κενὴ δόξα· κενοδοξία

`κ.2218`

κενόν· τὸ κενωθέν. μάταιον

`κ.2219`

κενοφωνίας· ματαιολογίας

`κ.2220`

κέν πως· ἄν πως

`κ.2221`

κενῶσι· κενεῶσι. λαγόσι

`κ.2222`

κένσαι· κεντρίσαι. κτίσαι. κελεῦσαι

`κ.2224`

κενταυρικῶς· ἀγροίκως, ἀγρίως

`κ.2225`

κένταυροι· λῃσταί. καὶ οἱ Τιτᾶνες. καὶ οἱ παιδερασταί, ἀπὸ τοῦ ὄῤῥου

`κ.2227`

κεντήματα· ζημιώματα

`κ.2228`

Κενταταπίτη· χωρίον τι

`κ.2229`

κέντορες· κεντρισταὶ ἐν τῷ ἐλαύνειν, ἐλατῆρες

`κ.2230`

Κεντριάδαι· τῶν περὶ τὰ μυστήρια

`κ.2231`

κεντρῖναι· φωνήν. γένος τι ζῴου

`κ.2232`

κεντρηνεκέας· εὐπειθεῖς, ταχεῖς, καὶ διηνεκῶς κεντριζομένους, καὶ τοῖς κέντροις εἴκοντας καὶ πειθομένους

`κ.2233`

κέντρον· δόρυ. μάστιξ. καὶ τὸ ἐν σιδήρῳ ἀδαμάντινον

`κ.2234`

κεντροτυπος· μοχθηρός. φαῦλος. ἢ κεντροποιός. πανοῦργος

`κ.2235`

κεντυρίων· ἑκατόνταρχος

`κ.2236`

κέντωρ· ἡνίοχος

`κ.2237`

κενωθῇ· μάταιος ἀποφανθῇ

`κ.2238`

κεραϊσταί· κομῆται. πολεμικοί

`κ.2239`

κεραϊστής· κομήτης. ἁλιεύς. εἶδος ὄφεως. καὶ ὁ κέρατα ἔχων

`κ.2240`

κενῶν φάους· τυφλῶν

`κ.2241`

κέοιτο· κεῖτο

`κ.2242`

κέπφος· εἶδος ὀρνέου κουφοτάτου. περὶ τὴν θάλασσαν διατρίβοντος, ὃ εὐχερῶς ὑπὸ ἀνέμου μετάγεται. ἔνθεν λέγεται ὀξὺς καὶ κοῦφος ἄνθρωπος κέπφος

`κ.2243`

κεπφωθείς· ἐπαρθείς. ἀπατηθείς

`κ.2244`

κέρα· κέρατα. τρίχες

`κ.2245`

κέρα ἀγλαέ· τὴν τρίχα λαμπρέ. τῷ τόξῳ ἀγαλλόμενε

`κ.2246`

κεραία· ἐν τῷ πλοίῳ οὕτω τι καλεῖται

`κ.2247`

κεραΐδες· τῶν προβάτων τὰ θήλεα, τὰ ἔνδον ὀδόντας ἔχοντα

`κ.2248`

κεραΐζειν· κτείνειν. πορθεῖν. διαρπάζειν διαφθείρειν

`κ.2249`

κεραϊζετον· διέφθειραν

`κ.2250`

κεραΐζων· ἀναιρῶν. πορθῶν. φθείρων

`κ.2252`

κέρατʼ ἐλαιοῦντα· ὁ εἰς κέρατα ἔλαιον ἀλείφων

`κ.2253`

κερέεσιν· ἄλγεσι φθοραῖς

`κ.2254`

κέραινε· κεράννυε, κέρασον

`κ.2255`

κεραιοῦχον· δικαιοδότην. ἀπὸ τοῦ ἐν τοῖς πλοίοις κεραιούχου

`κ.2256`

κέραιρε· κέρασον

`κ.2257`

κεραΐς· κορώνη

`κ.2258`

κεραία· σταυρός

`κ.2259`

κεράμβηλον· κήπου προβασκάνιον. καὶ θηρίδιόν τι, ὃ περὶ τὰς συκᾶς δεσμευόμενον ἀποδιώκει τῇ φωνῇ τοὺς κνῖπας. ἔνιοι τοὺς κανθάρους, ὡς κέρατα ἔχοντας. τὸν Κέραμβον ...

`κ.2260`

κεράμβυξ· ζῶον κανθάρῳ ὅμοιον

`κ.2261`

κεράμεα· ὁ παντοδαπὸς κέραμος

`κ.2262`

κεραμεῖα· ἔνθα τὰ ὀστράκινα σκεύη πιπράσκεται

`κ.2263`

κεραμεικαί· πλατεῖαι πληγαί. ἀγὼν γὰρ Ἀθήνησιν εὐτελὴς ἐν τῷ Κεραμεικῷ, ἐν ᾧ τύπτουσι πλατείαις χερσὶ τοὺς μὴ τρέχοντας καὶ τοὺς ἄλλους ἀγωνιστὰς γέλωτος χάριν

`κ.2264`

κεραμεοῦν· ὀστράκινον

`κ.2265`

κεραμεὺς Λυκοῦργος· ὁ Ἀθηναίων νομοθέτης

`κ.2266`

κεραμικὴ μάστιξ· τὸν ὀστρακισμὸν λέγουσι· μάστιγα μὲν διὰ τὸ βασανίζειν τοὺς ὀστρακιζομένους καὶ κολάζειν, κεραμικὴν δὲ διὰ τὸ ἐκ κεράμου τὰ ὄστρακα εἶναι

`κ.2267`

Κεραμεικός· τόπος Ἀθήνησιν, ἔνθα οἱ πόρνοι προεστήκεσαν. εἰσὶ δὲ δύο Κεραμεικοί, ὁ μὲν ἔξω τείχους, ὁ δὲ ἐντός

`κ.2268`

κεραμίνας· πηλίνους

`κ.2269`

κεραμίνῳ· εὐτελεῖ. ἢ ἀπὸ κεράμου

`κ.2270`

κεράμιον· τὸ τοῦ οἴνου ἢ ὕδατος σταμνίον

`κ.2271`

κέραμος· πίθος. καὶ πᾶν ὄστρακον. καὶ δεσμωτήριον. καὶ ὀχύρωμα. καὶ πόλις Καρίας. ἤδη δὲ ἐπὶ χρώματος

`κ.2272`

κερανίξαι· κολυμβῆσαι. κυβιστῆσαι

`κ.2274`

κεραννύντος· κιρνῶντος

`κ.2275`

κεραόν· τέλειον. ἢ κέρατα ἔχοντα

`κ.2276`

κεραοξόος· κερατοποιός

`κ.2277`

κεραὸς ἔλαφος· ... ἢ εὔκερως

`κ.2278`

κέρας· θρίξ. τόξον. καὶ αἰδοῖον

`κ.2279`

κέρας· κεφαλή. θρίξ. σάλπιγξ. δύναμις. ἢ πολέμου μέρος. καὶ ἡ ἐξοχή καὶ ἡ τιμή

`κ.2280`

κεράσαι· μῖξαι. ἑνῶσαι. συνάψαι

`κ.2281`

κερασβόλα· ἄκαρπα, τὰ μὴ ἑψητὰ ὄσπρια. οἱ περὶ τῶν κεράτων βοῶν δεσμοί

`κ.2282`

κέρας ὄρθιον· ἡ νευρά. Εὐριπίδης δὲ Αὔγῃ ...

`κ.2283`

κερασός· δένδρον. ὃ φύεται ἐστραμμένως. σχοινίον δὲ ποιεῖ ὁ φλοιὸς αὐτοῦ, μεθʼ οὗ ἀντὶ νεύρων δεσμεύουσιν

`κ.2284`

Κεραστιάς· ἡ Κύπρος ποτέ

`κ.2285`

κερασφόρος· κερατοφόρος

`κ.2286`

κεράσχειλοι· οἱ ἐπικαμπῆ ἔχοντες τὰ χείλη

`κ.2287`

κέρατα· τῆς φάλαγγος τὰ ἄκρα. καὶ μετώπου μέρος. καὶ ἡ τῶν κεράτων χρῆσις

`κ.2288`

κερατεσσεῖς· οἱ τοὺς ταύρους ἕλκοντες ἀπὸ τῶν κεράτων. καλοῦνται δὲ καὶ κεραελκεῖς

`κ.2289`

κερατουργός· ὁ ταῖς κιθάραις κέρατα ποιῶν

`κ.2290`

κέρατος φυτόν· ὃ πρὸς τὰ τόξα ἐχρῶντο

`κ.2292`

κερατοβόλια· τὸ λαγωβόλον

`κ.2293`

κεραυνίας· ὁ κεκεραυνωμένος

`κ.2294`

κεραύνιος· ἐμβρόντητος. καὶ Ζεὺς ἐν Σελευκείᾳ. καὶ ἱμάτιον ποιόν

`κ.2295`

κεραυνός· ψόφος, κτύπος. βροντή. ἀῤῥωστία. καὶ τὸ τοῦ Διὸς ἀμυντήριον καὶ καύστρα

`κ.2296`

κέραφος· χλευασμός, κακολογία

`κ.2297`

κερβαλά. μέταλλα

`κ.2298a`

κερβέριοι· ἀσθενεῖς. φασὶ δὲ καὶ τοὺς Κιμμερίους Κερβερίους· καὶ τὴν πόλιν οἱ μὲν Κερβερίαν καλοῦσιν, οἱ δὲ Κιμμερίην· ἄλλοι δὲ Κιμμη. ἔστι δὲ τόπος ἐν ᾅδου.

`κ.2298b`

Κέρβερος· κύων μέγας Ἅιδου τρικάρηνος

`κ.2299`

κερβοροκίνδυνος· τάρταρος ὠχρός

`κ.2300`

κερβόλλουσα· λοιδοροῦσα, βλασφημοῦσα. ἀπατῶσα

`κ.2301`

κερδαίνει· πορίζεται

`κ.2302`

κερδαῖον· τὸ ἐπικερδὲς τοῖς παροῦσι, καθόσον ἐκβέβρασται

`κ.2303`

κερδαλέης. συνετῆς

`κ.2304`

κερδαλέον· δόλιον, πανοῦργον. ἢ κέρδη περιποιοῦντα καὶ ὠφελείας. ἢ ποικίλος

`κ.2305`

κερδαλεώτερον· ἐπικερδέστερον

`κ.2306`

κερδαλεόφρων· ἐκ παντὸς κερδαίνειν φρονῶν διὰ δόλου. κερδοῦς φρόνημα ἔχων, τουτέστιν ἀλώπεκος, ὅθεν ὁ δόλιος

`κ.2307`

κερδαλέη· ἀλώπηξ

`κ.2308`

κέρδεα· πανουργίας

`κ.2309`

κέρδεσι· πανουργίαις

`κ.2310`

κερδείιαν· ἀλωπεκίαν

`κ.2311`

κέρδιον· συμφορώτερον, ὠφελιμώτερον

`κ.2312`

κέρδιστος· συνετώτατος. φρόνιμος. πανουργότατος

`κ.2314`

κέρδος· σύνεσις. τέχνασμα. ὠφέλεια

`κ.2315`

κερδοσύνη· σοφία. τέχνη. σύνεσις. πανουργία

`κ.2316`

κερδώ. ἀλώπηξ

`κ.2319`

κερεῖ· ξυρεῖ

`κ.2320`

κερεῖς· θερίσεις

`κ.2321`

κερητίζει· βαλλίζει

`κ.2322`

κέρκα· ἀκρίς

`κ.2323`

κερδάλια· γυναικεῖα ἐνδύματα καὶ ἐντάφια

`κ.2324`

κερκάς· κρὲξ τὸ ὄρνεον

`κ.2326`

κέρκαφα· ἐγγύη

`κ.2327`

κερκέτης· τὸ μικρὸν πηδάλιον. ἀπὸ τῶν εὑρόντων

`κ.2328`

Κερκέται· ἔθνος Ἰνδικόν

`κ.2329`

κερκίδας· δονακίνας. ἐπεὶ ταῖς ἀνθήλαις ἐχρῶντο εἰς κερκίδας

`κ.2330`

κερκιθαλίς· ἐρῳδιός

`κ.2331`

κερκίς· ἡ τῆς πίτυος κορυφή, ἢ αἴγειρος. καὶ εἶδος ὄρνιθος

`κ.2332`

κέρκνος· ἱέραξ. ἢ ἀλεκτρυών

`κ.2333`

κέρκος· θηρίδιον τὰς ἀμπέλους βλάπτον. καὶ οὐρά καὶ ἀνδρεῖον αἰδοῖον. ἢ ἀλεκτρυών. ἢ ἀρουραῖος μῦς

`κ.2334`

κέρκουρος· εἶδος πλοίου καὶ ἰχθῦς

`κ.2335`

κέρκωψ· παιγνιώδης ἢ εἶδος θηρίου, μεγάλην οὐρὰν ἔχοντος

`κ.2336`

κέρκυ· διπλῆ αὕτη, καὶ διστέλεχος καὶ διθύσανος. ἐχρῆτο δὲ αὐτῇ μᾶλλον ὁ ἐν Κῷ πρύτανις

`κ.2337`

Κέρκυρα· νῆσος

`κ.2338`

Κερκυραία μάστιξ· περιττήν τινα τὴν κατασκευὴν εἶχον αἱ Κερκυραῖαι μάστιγες. οἱ δὲ καὶ διπλᾶς αὐτὰς ἔφασαν εἶναι. εἶχον δὲ ἐλεφαντίνους κώπας καὶ τὰ μεγέθη περιτταὶ ἦσαν. ὑπερηφάνους δὲ εὐπραγοῦντας τοὺς Κερκυραίους φησὶ Ἀριστοτέλης γενέσθαι

`κ.2339`

Κερκυραῖοι ἀμφορεῖς· τὰ Ἀδριανὰ κεράμια

`κ.2340`

κέρκωπες· ποικίλοι. πονηροί. πανοῦργοι

`κ.2341`

κερκωπίζοντες· κατασκώπτοντες

`κ.2342`

κερκώπη· μικρὸν τεττίγιον τὸ καλαμαῖον λεγόμενον. εἶναι γὰρ τρία γένη τεττίγων φασί. οἱ δὲ τέττιξ θήλεια μὴ φωνοῦσα

`κ.2343`

κερκώπων· δολίων. πονηρῶν. σκωπτῶν. κακούργων. τεττίγων

`κ.2344`

κέρματα· χρήματα. θραύσματα

`κ.2345`

κερματίζει· εἰς λεπτὰ διαιρεῖ, ἤγουν εἰς μικρὰ συντρίβει

`κ.2346`

κέρμηλος· ἀφʼ οὗ χαλκὸς γίνεται

`κ.2348`

κέρνεα· τὰ τῇ Μητρὶ τῶν θεῶν ἐπιθυόμενα

`κ.2349`

κέρνος· στεφανίς. ἀγγεῖα κεραμεᾶ

`κ.2350`

κερνοφόρος· ὁ τὰς θυσίας ἄγων

`κ.2351`

κεροβάτης· ὁ Πάν· ἤτοι ὅτι κέρατα ἔχει, ἢ οἱονεὶ κερατοβάτης, τὴν βάσιν ἔχων κερατίνην ἐπεὶ τὰ κάτω τράγου εἶχεν

`κ.2352`

κερόδετα· τόξα·

`κ.2353`

κεράμεναι· λυπόμεναι. καὶ ὥσπερ παιόμεναι.

`κ.2354`

κεροπλάστης· λεπτουργός. ἢ τριχοκοσμητής

`κ.2355`

κερουλκός· ὁ τοῖς κέρασιν ἕλκων τὸ ἄροτρον. καὶ ὁ κεραιοῦχος κάλως

`κ.2356`

κερουτιᾶι· γαυριᾶι. μετενήνεκται δὲ ἀπὸ τῶν ὑψαυχενούντων ταύρων

`κ.2358`

κέρσα· Ἀσιανὸν νόμισμα

`κ.2359`

κέρσαι· κόψαι, τεμεῖν. κεῖραι. γαλλίσαι. καὶ δραστήρια

`κ.2360`

κέρσης· γάλλος

`κ.2361`

Κέρτα· πόλις, ὑπὸ Ἀρμενίων

`κ.2362`

κερτομεῖ· χλευάζει, γελᾷ, ὑβρίζει

`κ.2363`

κερτομίας· ἐρεθιστικός

`κ.2364`

κερτομία· παίγνια. προβασκάνια. ἐρεθισμοί. παραλογισμοί

`κ.2365`

κερτομισταί· ψεῦσται, καὶ γελασταί

`κ.2366`

κερύχρη· εἶδος πλακοῦντος

`κ.2367`

κερχαλέον· σκληρόν. ξηρόν. διψαλέον

`κ.2368`

κέρχανα ἢ κερχάνεα· ὀστέα, καὶ ῥίζαι ὀδόντων

`κ.2369`

κέρχνει· τραχύνει

`κ.2370`

κέρχνη· τὸ ἐκ τῆς μελίνης ἕψημα. ἢ τὰ νῶτα τῶν ἰχθύων. καὶ ὀρνέου εἶδος. καὶ ἡ μελίχρους

`κ.2371`

κερχνώμασι· τραχύσμασι. κυκλώμασι. γαργαλισμοῖς. καλοῦσι δὲ καὶ τὸν περὶ τὰς ἴτυς τῶν ἀσπίδων κόσμον καὶ ποτηρίων ἐπὶ χειλῶν ... λέγονται δὲ καὶ νικακίδες

`κ.2372`

κερχνωτά· τετορνευμένα ἐπὶ τοῦ χείλους τῶν ποτηρίων, ὥσπερ χερχνώδη. ποικίλα. τραχέα. πολύπαστα

`κ.2373`

κερῶ· κεράσω. τελειῶ

`κ.2374`

κερωνία· δένδρον. ἢ συκῆ Αἰγυπτία

`κ.2375`

κέρως· κέρατος

`κ.2376`

κέρωνται· κιρνῶνται

`κ.2377`

κέσκετο· ἔκειτο

`κ.2378`

κεσκίον· στυπεῖον, τὸ ἀποκτένισμα τοῦ λινοῦ

`κ.2379`

Κέσκος· πόλις καὶ Νοῦς ποταμὸς Κιλικίας. ὅθεν καὶ παροιμία γέγονε· πόλις Κέσκον οὐκ ἔχουσα. εἴρηται δὲ ἐπὶ τῶν νοῦν μὴ ἐχόντων καὶ Σκυβελίτης οἶνος, ἀπὸ Σκυβέλων, τόπου Παμφυλίας

`κ.2380`

κέστερ· νεανίας. Ἀργεῖοι

`κ.2381`

κεστὸν ἱμάντα· τὸν ποικίλον ἱμάντα. ἢ χιτῶνα ποικίλον . ἢ τὸν τῆς Ἀφροδίτης ἱμάντα. καὶ ὁ διακεκεντημένος χιτών

`κ.2382`

κέστρα· ἀμυντήριον ὅπλον. σφῦρα. καὶ εἶδος ἰχθύος

`κ.2383`

κεστρεύειν· κεχηνέναι πεινῶντα

`κ.2384`

κεστρεῖς· τοὺς κεχηνότας καὶ πεινῶντας κεστρεῖς λέγουσι. καὶ τοὺς Ἀθηναίους οὕτως ἔλεγον καὶ προσηγόρευον· τὸ γὰρ ζῷον αὐτὸ λαίμαργόν τέ ἐστι καὶ ἄπληστον

`κ.2385`

κέστραι σιδηρᾶι· ...

`κ.2386`

Κεστρινικοὶ βόες· οἱ ἐν Χαονίᾳ. ἡ γὰρ Χαονία πρότερον Κεστρίνη προσηγορεύετο· ἔστι δὲ μοῖρα τῆς Ἠπείρου διαφόρους ἔχουσα βοῦς

`κ.2387`

κέστρος· ἡ πρώτη ἔκφυσις τῶν σπερμάτων. καὶ ἀκόντισμα. καὶ ἡ ἐν τῇ γλώττῃ τραχύτης

`κ.2388`

κέστρωσις· βαφικὴ μιμουμένη

`κ.2389`

κεστρωτὸν ξύλον· βαρὺ ἔχον τὸ κέντρον. οὐκ ἔχει δὲ σίδηρον, οὐδὲ ἀκμήν. εἰώθασι δὲ οἱ βοτῆρες πυροῦν τὰ ἄκρα τῶν αὐτῶν ξύλων, ἕνεκα τοῦ πεπωρῶσθαι πυρίκαυστα

`κ.2390`

κεῦθε· κρύπτε

`κ.2391`

κεύθεα· κοῖλα. κρύφια

`κ.2392`

κευθμός· κατάδυσις. πυθμήν θησαυρός. κοῖλον, ἢ κοιλάς

`κ.2393`

κευθμῶνες· καταδύσεις· ἀπὸ τοῦ κεύθειν, ὅ ἐστιν κρύπτειν· κρύφιοι τόποι

`κ.2394`

κέφαλα· κεφάλαιον. ἢ κόσμος τῶν νεῶν. ἢ κεφαλή. ἢ συναρίθμησις . ἢ ζήτημα ἄκρον

`κ.2395`

κεφαλαίωσον συντόμισον συνάγαγε

`κ.2396`

Κεφαλίδαι· γένος Ἀθήνησιν

`κ.2397`

κεφαλή· τὸ σύνηθες. καὶ ὄνομα. σῶμα. ψυχή. ὕψος

`κ.2398`

κεφαλῖνος· ἰχθῦς ποιός

`κ.2399`

κεφαλῖται· οἱ γωνιαῖοι λίθοι

`κ.2400`

Κεφαλλῆνες· ἔθνος περὶ τὴν Ἰθάκην

`κ.2401`

κέφαλοι· τῶν κεστρέων τινὲς οὕτω καλοῦνται

`κ.2402`

κέφαλον· μέρος ἐν τῷ πλοίῳ, ἢ κόσμος, ἢ τὰ ἐρείσματα

`κ.2403`

κεφφωθείς· καταγελασθείς. εἴρηται δὲ ἐπὶ τῶν ἀλόγου δίκην ἀνοήτως συνεπαγομένων

`κ.2404`

κέχανδε· χωρεῖ.

`κ.2405`

κεχανδότα· χωροῦντα

`κ.2406`

κεχάνια σῦκα· τὰ αὐτομάτως κεχηνότα

`κ.2407`

κεχαραγμένος· ὠργισμένος

`κ.2408`

κεχάροντο· ἐχάρησαν

`κ.2409`

κεχάρημαι· χαίρω

`κ.2410`

κεχαρηότα θυμῷ· χαίροντα τῇ ψυχῇ

`κ.2412`

κεχαρισμένα· ἄριστα. προσφιλῆ

`κ.2413`

κεχαρισμένος· ἄριστος. προσφιλέστατος. μετὰ χαρᾶς πάντα ποιῶν

`κ.2414`

κεχαροίατο· χαρεῖεν

`κ.2415`

κεχειροτόνηται· προβέβληται

`κ.2416`

κεχειρωμένοι· ἡττημένοι. κεκρατημένοι

`κ.2417`

κεχήλωμαι πόδας· δέδεμαι συνερραμμένος τοὺς πόδας· χηλεύειν γὰρ τὸ ῥάπτειν, καὶ χήλινον τὸ πλεκτόν, ὡς Ἀνακρέων , καὶ χήλευμα τὸ ὀπήτιον. Σοφοκλῆς Πανδώρᾳ ἢ Σφυροκόποις

`κ.2418`

κέχηνεν· ἔχασκε, τὸ στόμα ἤνοιγεν προσεδόκησε. ῥέμβεται

`κ.2419`

κεχηνότας· χαύνους, χαίνοντας, ἐνεούς

`κ.2420`

κεχιλιῶσθαι· χίλια ἐζημιῶσθαι

`κ.2421`

κεχλιδότα· ἀνθοῦντα

`κ.2422`

κεχλάνδαν· χάσκειν

`κ.2423`

κεχλαδοῦσι· χάσκουσι

`κ.2424`

κεχληδέναι· ψοφεῖν. προσλαλεῖν

`κ.2425`

κεχλίαγκα· τεθέρμαγκα

`κ.2426`

κέχλοιδεν· διέλκετο

`κ.2427`

κεχλοιδιάματα· διελκυσμένους

`κ.2428`

κεχμάζει· ἀνθίζει, ἀνθεῖ. ἵσταται

`κ.2429`

κεχολωμένον· πικρόν, ὠργισμένον

`κ.2430`

κεχολώσεται· ὀργισθήσεται

`κ.2432`

κεχραμένη· ῥερυπωμένη. παραγαπωμένη. πικραινομένη

`κ.2433`

κεχρηματεῖσθαι· πεφρῦχθαι. Αἰσχύλος

`κ.2434`

κεχρημένος· ἐνδεὴς ὤν, χρῄζων. ἢ πεμφθείς

`κ.2435`

κεχρησμῳδημένα· μεμαντευμένα προφητευθέντα , λεχθέντα μετὰ θείας ἀποφάσεως

`κ.2436`

κέχρικεν· ἐγκέχρικεν. ἐκονίασεν. ἢ ἐγκεκέντρικεν

`κ.2437`

κεχρῖσθαι· πεπλῆχθαι

`κ.2438`

κεχρισμένα· ἠλειμμένα

`κ.2439`

κεχρυσωμένος· τετιμημένος

`κ.2440`

κέω· σκέψει. Λάκωνες

`κ.2441`

κεώδης· καθαρός

`κ.2442`

κεῶεν ὄζει· εὐωδεῖ

`κ.2443`

κέων· κοιμησόμενος

`κ.2444`

κεωρεῖν· πασχητιᾶν

`κ.2445`

κεώσατο· καθήρατο

`κ.2446`

κηδάζει· καθαίρει. κηδαλίζει

`κ.2448`

κήδαλον· αἰδοῖον. κέρας. σκάλαθρον

`κ.2449`

κήδεα· λῦπαι

`κ.2450`

κήδεεν· ἠνία, ἔβλαψεν

`κ.2451`

Κηδάρ· πένθος

`κ.2452`

κήδεα· μέριμναι, λῦπαι, ἀνίαι χαλεπαί, ἢ κακά

`κ.2453`

κῆδε δέ· ἐλύπει δέ

`κ.2454`

κήδει· λυπεῖ

`κ.2455`

κηδεία· οἰκειότης

`κ.2456`

κήδειν· κακοποιεῖν, ἀνιᾶν, λυπεῖν

`κ.2457`

κηδείαν· ταφήν

`κ.2458`

κήδειος· προσήκων. φροντιστής

`κ.2459`

κηδείους· τοὺς προγενεστέρους, ἢ κατʼ ἐπιγαμίαν οἰκείους, ἢ συγγενεῖς

`κ.2460`

κηδεμόνες· φροντισταί, εὐεργέται. καὶ οἱ κατʼ ἐπιγαμίαν οἰκεῖοι

`κ.2461`

κηδεός· κηδεύσιμος, ὑπὸ κηδεμονίαν πίπτων, καὶ φροντίδος ἄξιος

`κ.2462`

κήδεσθαι· φροντίζειν. λυπεῖσθαι

`κ.2463`

κηδεσταί· πενθεροί, οἱ τῆς κόρης γονεῖς. καὶ οἱ τῶν γαμούντων οἰκεῖοι ἐκδιδόντες, καὶ συγγενεῖς, καταχρηστικῶς

`κ.2464`

κήδεται· φροντίζει, ἐπιμελεῖται. βοηθεῖ

`κ.2465`

κηδεύειν· φροντίζειν, ἐνταφιάζειν. ἐπιμελεῖσθαι. βοηθεῖν

`κ.2466`

κηδεύοντα· ἐπιστατοῦντα, κηδόμενον

`κ.2467`

κηδεύσω· ἐπιμελήσομαι, θεραπεύσω

`κ.2468`

κηδέων· ἀνιῶν

`κ.2469`

κήδιστοι· φίλτατοι. φροντιστικώτατοι. ἀναγκαιότατοι

`κ.2470`

κήδομαι· φροντίζω, οἰκτείρω, λυποῦμαι, ἀνιῶμαι, ὀργίζομαι

`κ.2471`

κῆδος· κηδεία. πένθος, λύπη. φθορά. συγγένεια . μνηστεία. θεραπεία. φροντίς

`κ.2472`

κήδων· ἀνιῶν, κακοποιῶν

`κ.2473`

κηθα· τάφος

`κ.2474`

κήθεια· κηθάρια. τὰ ὀξύβαφα, ἐν οἷς τοὺς κύβους ἔβαλλον

`κ.2475`

κηθεῖν· βοηθεῖν. συντρέχειν

`κ.2476`

Κηθείδης· διθυράμβων ποιητής

`κ.2477`

κήθευον· συνεπορεύοντο

`κ.2478`

κηθοί· βοηθοί

`κ.2479`

κήϊα· καθάρματα

`κ.2480`

κηκάδδει· λοιδορεῖ. χλευάζει

`κ.2481`

κήκραν· ἐκεκράγεσαν

`κ.2482`

κηκάς· κακή. τιμωρός. κακολόγος. δύσφημος

`κ.2483`

κῆκες· λάροι

`κ.2484`

κηκίει· πηδᾷ, πιδύει

`κ.2485`

κηκίειν· ἀναφέρεσθαι καὶ διϊδροῦν

`κ.2486`

κήκιεν· ἀνεφέρετο. ἀνεπήδα

`κ.2487`

κηκίς· ἀτμίς. στύμμα. καὶ ὁ καρπὸς τῆς δρυός. Κῷοι δὲ καὶ τοὺς ἀκάρπους στάχυας καὶ στερίφους

`κ.2488`

κῆλα· βέλη θεῖα. σημεῖα. ξύλα· ὅθεν καὶ καλόπους καὶ κηλώνειον. καὶ ἱερὰ ἀγάλματα. καὶ πυρετός

`κ.2489`

κηλάδες· αἶγες, αἱ ἐν τῷ μετώπῳ σημεῖον ἔχουσαι τυλοειδές

`κ.2490`

κηλαίνειν· θέλγειν. νοσεῖν

`κ.2491`

κηλάς· νεφέλη ἄνυδρος. καὶ χειμερινὴ ἡμέρα. καὶ αἴξ, ἥτις κατὰ τὸ μέτωπον σημεῖον ἔχει τυλοειδές

`κ.2492`

κηλάστραι· σκαφίδες, ἀγγεῖα ποιμενικά. ἢ δένδρα

`κ.2493`

κηλεῖ· πραΰνει, θέλγει, πείθει. καταμαραίνει

`κ.2495`

κηλέῳ· καυστικῷ, θερμῷ. λαμπρῷ

`κ.2496`

κηλείῳ· ὁμοίως

`κ.2497`

κήληθρα· φίλτρα. παραμύθια

`κ.2498`

κηληθμῷ· τέρψει, χαρᾷ

`κ.2499`

κηλήνη· μέλαινα

`κ.2500`

κηλήτειρα· ἡσυχάστρια

`κ.2501`

κηλητηρίους· τὰς ψυχὰς θεραπευούσας

`κ.2502`

κήλησις· ἡ διʼ ᾠδῆς ἡδονή

`κ.2503`

κηλῖδες· μολυσμοί

`κ.2504`

κηλίς· ἕλκος. οὐλή. ὄνειδος. ῥύπος. καὶ εἶδος αἰσχρὸν ἐν ἱματίῳ

`κ.2505`

κηλόν· ξηρόν

`κ.2506`

κηλοῖ· εὔχεται θεῷ

`κ.2507`

κηλούμενος· τερπόμενος

`κ.2508`

κηλοῦν· εὔχεσθαι

`κ.2510`

κηλώνια· ἀντλητήρια ξύλινα

`κ.2511`

κηλώνειον· ξύλον, ἐν ᾧ ἕλκεται τὸ ὕδωρ

`κ.2512`

κήλων· ὁ ἐν τῇ νηὶ λεγόμενος. καὶ ὀχευτής πεῦσις. καὶ ἄντλημα

`κ.2513`

κήμιψ· φλὲψ γεώδης ἐν πέτραις

`κ.2514`

κημός· πλεκτὸν ἀγγεῖον, ἐν ᾧ λαμβάνουσι τὰς πορφύρας . ἔστιν δὲ ὅμοιον ἠθμῷ, καὶ ἐν αὐτῷ τὸ δέλεαρ. δηλοῖ δὲ καὶ τὸ ἐπιτιθέμενον τῇ τῶν δικαστῶν ὑδρίᾳ πεπλεγμένον πῶμα, παρόμοιον χώνῃ. καὶ ὁ περιτιθέμενος τοῖς ἵπποις, εἰς ὃν αἱ κριθαὶ βάλλονται. καὶ γυναικεῖον προκόσμημα. καὶ εἶδος χαλινοῦ

`κ.2515`

κημός· στομὶς τῷ χαλινῷ ἐμφερής

`κ.2516`

κήμωσις· φίμωσις

`κ.2518`

κηνσήτωρ· ὁ τὴν γῆν μετρῶν

`κ.2519`

κήνουι· ἐκεῖ Κρῆτες

`κ.2520`

κηνσός· βοτάνη τις.

`κ.2521`

κήνυγμα· τὸ κενὸν τοῦ σώματος, οἷον σκιά, καὶ εἴδωλον, φάντασμα, ἀσθενές, καὶ ἀχρεῖον

`κ.2522`

ʼκηνυσσόμην· εἴδωλον ἐγενόμην

`κ.2524`

κήνω· ἐκεῖ

`κ.2525`

κήξ· ὁ λάρος κατὰ Ἀπίωνα. λέγεται δὲ καὶ καύηξ. τινὲς καὶ αἴθυιαν ἀποδιδόασιν· οἱ δὲ κέπφον· οἱ δὲ διαφέροντα ἀλλήλων

`κ.2526`

Κήπιδος σκέλος· παροιμιῶδες ἦν τὸ Πέρδικος σκέλος

`κ.2527`

κηπεύων· κηδόμενος ...

`κ.2528`

κηποκόμος· κηπουρός

`κ.2529`

κῆπος· παράδεισος παρὰ Πέρσαις. ἢ εἶδος κουρᾶς, ἣν οἱ θρυπτόμενοι ἐκείροντο ὡς ἐπίπαν ἐν μιᾷ μαχαίρᾳ. καὶ τὸ ἐφήβαιον τῶν γυναικῶν. καὶ ζῷον ὅμοιον πιθήκῳ

`κ.2530`

κηρ· περισπώμενον καὶ οὐδετέρως λεγόμενον ἡ ψυχή· ὀξυτονούμενον δὲ καὶ θηλυκῶς ἐκφερόμενον ἡ θανατηφόρος μοῖρα, ἢ θάνατος

`κ.2531`

κηρ· ψυχή.Σ θάνατος

`κ.2532`

κηραίνει· φθείρει. μεριμνᾷ, φροντίζει. δυσθανατεῖ

`κ.2533`

κηραίνοντα· βλάπτοντα

`κ.2534`

κηραίνειν· βλάπτειν

`κ.2535`

κῆρ ἀπινύσσων· παραφρονῶν

`κ.2536`

κῆρας· ἀκαθαρσίας, μολύσματα. βλάβας

`κ.2537`

κηραφίς· κάραβος

`κ.2538`

κῆρες· συμφοραί, μοῖραι θανατηφόροι

`κ.2539`

κηρέσιον· ὀλέθριον, νοσηρόν

`κ.2540`

κηρεσσιφορήτους· τοὺς ὑπὸ τῆς εἱμαρμένης μετενηνεγμένους ἢ ἀπωθησομένους ἐνθένδε ὑπὸ τῶν μοιρῶν

`κ.2541`

κηρί· εἱμαρμένῃ

`κ.2542`

κῆρι· ψυχῇ

`κ.2543`

κηρείαις· ἐπιθανάτια ἐντυλίγματα

`κ.2544`

κηρίναι· μάστιγες γίνονταί τινες κηρίναι, ὥσπερ οἱ λεγόμενοι κηρίονες

`κ.2545`

κήρινθος· ἡ λεγομένη ἐριθάκη. ἔστι δὲ τροφή, ἣν παρατίθενται ἑαυταῖς αἱ μέλισσαι. καὶ πόλις Εὐβοίας. καὶ ἕλκος ποιόν

`κ.2546`

κηρίον· τὸ τῶν μελισσῶν. καὶ εἶδος πλακοῦντος

`κ.2547`

κηριοῦσθαι· ἐκπλήττεσθαι

`κ.2548`

κηρίφατοι· ὅσοι νόσῳ τεθνήκασιν

`κ.2549`

κηρίῳ βύσασα· εἰς τὸ στόμα τῶν παίδων ἐτίθεσαν κηρίον, ὑπὲρ τοῦ μὴ βοᾶν ὁπότε ὑποβάλλοιεν

`κ.2550`

κηριωθῆναι· ὑπὸ σκοτοδίνου ληφθῆναι

`κ.2551`

κηρίωμα· κοίλωμα. ἔστι γὰρ τὸ κηρίον, ᾧ προσεικάζει τοὺς ὀφθαλμοὺς τῶν Φινειδῶν

`κ.2552`

κηρόθι· ἐκ ψυχῆς

`κ.2554`

κηροπάζουσα· βαστάζουσα

`κ.2555`

κηροσσαίων· παλαιῶν

`κ.2557`

Κηρουχίδαι· γένος ἐν Μιλήτῳ, ἀπὸ Κηρούχου

`κ.2558`

κηρόφιν· ἐκ τῆς ψυχῆς

`κ.2559`

κήρεα· τὰ κέρδη

`κ.2560`

Κήρυκες· οἱ ἄγγελοι, οἱ διάκονοι, οἱ τὰς ὑπηρετικὰς ἐπιτελοῦντες πράξεις. ἐκαλεῖτο δὲ καὶ γένος ἰθαγενῶν, ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ. Φανίας. καὶ τοὺς ἐρινάζοντας τοὺς ἐρινοὺς κήρυκας λέγουσι

`κ.2561`

κηρυκίνη· ἡ καταρωμένη

`κ.2562`

κηρύκειον· σκῆπτρον. καὶ ἐφʼ ᾧ ἀναβὰς κηρύσσει

`κ.2563`

`κ.2564`

Κηρύκειον· ὄρος τῆς Ἐφέσου, ἐφʼ οὗ μυθεύουσι τὸν Ἑρμῆν κηρύξαι τὰς γονὰς Ἀρτέμιδος

`κ.2565`

κηρῦλος· ἄρσην ὄρνις συνουσιαστικός, τινες δὲ ἀλκυόνα

`κ.2566`

κῆρυξ· ἄγγελος, διάκονος, πρεσβευτής

`κ.2567`

κήρυξας· ἀντὶ τοῦ ἐκήρυξας

`κ.2568`

κησσόν· εὔοδμον

`κ.2569`

κῆτα· καλαμίνθη

`κ.2571`

κητεία· θυννῶν φορά

`κ.2572`

Κήτειοι· γένος Μυσῶν· ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Κήτεος. ἢ μεγάλοι

`κ.2573`

κητίνη· πλοῖον μέγα ὡς κῆτος

`κ.2574`

κήτειον· μέγαν. καὶ ἐμετήριον ἀπὸ λαχάνου ἀγρίου, ὅπερ ἀντὶ πτερῶν καθίεσαν εἰς τὸ στόμα, ὡς Κρατῖνος ἐν Ὥραις σημαίνει. καὶ ἥδυσμα. καὶ τὸ νεαρὸν κρόμμυον. οἱ δὲ τὰ Ὀψαρτυτικὰ συνθέντες διὰ τοῦ γ φασὶ γήτιον

`κ.2575`

κῆτος· θαλάσσιος ἰχθῦς παμμεγέθης. δηλοῖ δὲ καὶ ἀπορίαν

`κ.2576`

κητώεσσα· ὑγρά. κοίλη. μεγάλη. εὔυδρος. καλαμινθώδης. οἱ δέ, ὅτι ἐκεῖ ἡ θάλασσα συνεχῶς κήτη ἐκβάλλει

`κ.2577`

κηφήν· μυῖα ἄκεντρος, ἀργή, μὴ γεννῶσα

`κ.2578`

κηφῆνας· τοὺς ἄῤῥενας τῶν μελισσῶν, ἀπράκτους

`κ.2579`

κηφηνώδεις· τετυφωμένοι. κατασεσιγασμένοι

`κ.2580`

Κηφισιεῖς· γένος ἰθαγενῶν

`κ.2581`

Κηφισίς· λίμνη

`κ.2582`

Κηφισός· ποταμός

`κ.2583`

κηχί· ῥύπος

`κ.2584`

κήχρα· δανείζει

`κ.2585`

κῆχος· τόπος. καὶ ποῖ κῆχος· ποῖ γῆς. ἄλλοι κῆγχος

`κ.2586`

κηώ· σύνθεσις

`κ.2587`

κηώδει· εὐώδει. τεθυμιαμένῳ, ἀπὸ τοῦ καίεσθαι τὰ θυμιάματα. ἔνθεν τὸ δυσῶδες

`κ.2588`

κηῶδες· τεθυμιαμένον, εὐῶδες, εὔπνουν. φωτεινόν

`κ.2589`

κηῶεν· μέλαν. καθαρόν. εὔοδμον, τεθυμιαμένον

`κ.2590`

Κιανίς· ἑταίρα· Κιανὴ γὰρ ἦν

`κ.2591`

κιάντωρ· κιναιδῶς

`κ.2592`

κίασθαι· κεῖσθαι

`κ.2593`

κίατο· ἔκειντο

`κ.2594`

κίβαλος· διάκονος

`κ.2596`

κιβδηλιᾶν· ὠχριᾶν

`κ.2597`

κιβδηλιῶντας· ὠχρούς, ὑπὸ τῆς κιβδήλεως ἐνοχλουμένους. ἔστι δὲ κίβδηλις ἐν τοῖς μετάλλοις σκωρία, ἀφʼ ἧς πᾶν φαῦλον κίβδηλον, μοχθηρόν, ψεῦσμα, νόθον, ἀδόκιμον

`κ.2598`

κίβδης· κακοῦργος. κάπηλος. χειροτέχνης

`κ.2600`

κίβισις· πήρα. Κύπριοι

`κ.2601`

κιβλεῦραι· στοχάσασθαι

`κ.2602`

κίβον· ἐνεόν. Πάφιοι

`κ.2603`

κιβώριον· Αἰγύπτιον ὄνομα ἐπὶ ποτηρίου ..

`κ.2604`

κιβωτός· λάρναξ ξυλίνη. ἢ σορός

`κ.2605`

κίγκασος· κυβευτικός τις βόλος

`κ.2606`

κιγκλίδες· θύραι, ἃς ἡμεῖς καγκελλωτὰς λέγομεν

`κ.2607`

κιγκλίζειν· κινεῖν. πειράζειν

`κ.2608`

κίγκλος· ὄρνεον πυκνῶς τὴν οὐρὰν κινοῦν. ἀφʼ οὗ καὶ τὸ κιγκλίζειν, ὅ ἐστι διασείεσθαι. τινὲς δὲ σεισοπυγίδα

`κ.2609`

κίγκρα· κίρνα

`κ.2610`

κιγκράμας· ὄρνεον

`κ.2611`

κίγκριται· κνίζεται. ὀδύρεται

`κ.2612`

κιγχάνειν· εἰσπράττειν. λαμβάνειν

`κ.2613`

κιγχάνω· τυγχάνω

`κ.2614`

κιγχλίζει· σαλεύει. μοχλεύει. κινεῖ

`κ.2615`

κιγχλίς· ὁ τοῦ δικαστηρίου κάγγελος

`κ.2616`

κιγχλισμός· αἰσχρὸς γέλως μετὰ ἀταξίας

`κ.2617`

κίδαλον· κρόμμυον

`κ.2618`

κίδαρις· πῖλος βασιλικός, ὃν καὶ τιάραν· ἔνιοι δὲ κίταριν διὰ τοῦ τ. ἢ στρόφιον, ὃ οἱ ἱερεῖς φοροῦσιν. ἔστι δὲ ἐκ σμύρνης καὶ λαβύζου. ἡ δὲ λάβυζός ἐστι πολυτιμοτέρα αὕτη τῆς σμύρνης καὶ ὄζει ἥδιστον καὶ θυμίαμά ἐστιν κάλλιστον παρὰ βασιλεῖ· ἐκ τούτων ἡ κίδαρις πέπλασται. ἢ ἐκ τριχῶν ὕφασμα, ἢ περίθεμα κεφαλῆς εὐκόσμιον, καλόν. εἶδος καμελαυκίου τινες δὲ περικράνιον. πίλινον

`κ.2619`

κιδαφεύειν· πανουργεῖν· κιδάφη γὰρ ἀλώπηξ. ἢ ἐσθίειν, ἀπὸ τῶν κιῶν

`κ.2620`

κιδαφίων· πανούργων· κιδάφην γὰρ τὴν ἀλώπεκα λέγουσιν. ἔνιοι δὲ παρὰ τοὺς κίας φασὶ πεποιῆσθαι τὴν λέξιν καὶ δηλοῦν τὸν διαβιβρώσκοντα

`κ.2621`

κίδαφος· δόλιος. καὶ κιδάφη ἡ ἀλώπηξ

`κ.2622`

κίδνασθαι· σκεδάννυσθαι, σκορπίζεσθαι

`κ.2623`

κιδνόν· ἐνθάδε. Πάφιοι

`κ.2624`

κιδνοτέρους· ἀσθενεστέρους

`κ.2625`

κίδραι· αἱ ἐφώριοι πεφρυγμέναι κριθαί

`κ.2626`

κίε· βάδιζε. παρεγένετο

`κ.2627`

κίειν· πορεύεσθαι

`κ.2628`

κιέλλη· φέγγος, αὐγή, φῶς. πάχνη. ὁμίχλη

`κ.2629`

κίεν· ἐπορεύετο, παρεγένετο

`κ.2630`

κίενεν· ἐπετέλεσεν

`κ.2631`

κίες· θηρίδια σιτοφάγα

`κ.2632`

κίθαρις· κιθάρα. κιθάρισμα

`κ.2633`

κιθαριστήριοι· αὐλοί τινες

`κ.2634`

κίθαρος· στῆθος. πλευρά. καὶ ἰχθῦς

`κ.2635`

κιθών· πῶμα πίθου

`κ.2636`

Κιθωνέα· ἐπίθετον Ἀρτέμιδος

`κ.2637`

κικαῖος· ἴσον ἐλλύχνιον, τὸ τῶν καρπῶν λέπος

`κ.2638`

κίκαμα· τῷ λαχάνῳ καυκαλίδι ὅμοιόν τι

`κ.2639`

κίκι· φυτόν

`κ.2640`

κίκελος· τροχός

`κ.2641`

κίκιμον· τῆς κορώνης τὸ κόπριον

`κ.2642`

κίκερος· ὁ χερσαῖος κροκόδειλος

`κ.2643`

κίκεῤῥοι· ὦχροι. Μακεδόνες

`κ.2645`

κικιννᾶς· τριχοπλάστης

`κ.2646`

κικίρδης· συκῆ

`κ.2647`

κίκιρρος· ἀλεκτρυών

`κ.2648`

κικκάβιν· ἐλάχιστον. οὐδέν

`κ.2649`

κίκκα· ἀλεκτορίς

`κ.2650`

κίκκασος· ὁ ἐκ τῶν παραμηρίων ἱδρὼς ῥέων. καὶ βόλου ὄνομα

`κ.2651`

κίκκη· συνουσία. ἡ ἀπὸ τῶν αἰδοίων δυσοσμία

`κ.2652`

κικκίδαι· μίνθωνες

`κ.2653`

κοκκιλόνδις· παιδὸς ἀφόδευμα

`κ.2654`

κικκός· ἀλεκτρυών. κλέπτης. διαχώρησις

`κ.2655`

κίκλην· τὴν ἄρκτον τὸ ἄστρον. Φρύγες

`κ.2656`

κικλήσκει· καλεῖ

`κ.2658`

Κίκονες· γένος Θρᾳκῶν

`κ.2659`

κικνία· μικρὰ φθείρια

`κ.2660`

κίκνωψ· θηρίον

`κ.2661`

κικοβαυλιτίδες· κογχυλίου τι γένος μέλαν. καὶ τὰ ἐκ στέατος σκωλήκια

`κ.2662`

κίκους· ὁ νέος τέττιξ

`κ.2663`

κικριβιντίς· ἀνδράχνη

`κ.2664`

κικυμωνίς· γλαῦξ

`κ.2665`

κίκυμος· λαμπτήρ. ἢ γλαυκός. ὁμοίως καὶ κίκυβος

`κ.2666`

κικυμωνεῖν· δυσβλεπτεῖν

`κ.2667`

Κικυννῆς· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς

`κ.2668`

κῖκυς· δύναμις

`κ.2669`

Κίκων· ὁ Κίκων Ἀμυθάονος ἦν, οὐδὲν αἴσιον προθεσπίζων

`κ.2671`

κιλάριος· ὁ ἥλιος

`κ.2672`

κιλίας· στρουθὸς ἄρσην

`κ.2673`

Κίλικες· οἱ Ὑποπλακίους Θήβας οἰκοῦντες, ἢ δημόται

`κ.2674`

κιλικίζεσθαι· κακοηθίζεσθαι

`κ.2675`

Κιλίκιοι ἄρτοι· ῥυπαροί, μεγάλοι

`κ.2676`

Κιλίκιοι τράγοι· οὗτοι ἀναφέρονται εἰς κυρήβασιν. ἢ τράγοι δασεῖς. καὶ τὰ ἐκ τριχῶν συντιθέμενα κιλίκια

`κ.2677`

Κιλίκιος ὄλεθρος· πονηρός. πονηροὶ γὰρ οἱ Κίλικες

`κ.2678`

Κιλικίους· πικρὰς τιμωρίας

`κ.2679`

Κίλικι λιμῷ· ὀλέθρῳ. ἔλεγον γὰρ Κιλίκιον ὄλεθρον

`κ.2681`

Κίλλα· πόλις, ἔνθα ἱερὸν Ἀπόλλωνος

`κ.2682`

κίλλαι· ἀστράγαλοι. ἢ ὄνοι

`κ.2683`

κιλλακτήρ· ὀνηλάτης, κυνηγός

`κ.2684`

κιλλαμαρίζειν· κατιλλώπτειν

`κ.2685`

Κίλλεια· εἶδός τι λαχάνου. ἢ ἀκάνθαι τῶν ἐχίνων. ἢ πηγή, ἢ κρήνη. ἢ ὄρος τῆς Ἀττικῆς. χωρίον δασύ, ὅπερ διαφόρως προσαγορεύουσιν, οἱ μὲν Κάλλιον· οἱ δὲ Κυλίαν· ἄλλοι Κύλλου πέραν

`κ.2686`

κιλλίβαντες· τραπεζῶν βάσεις καὶ ὑποθέματα, ἢ τρισκελεῖς τράπεζαι

`κ.2687`

Κιλλικύριοι· οἱ ἐπεισελθόντες γεωμόροι. δοῦλοι δὲ ἦσαν οὗτοι καὶ τοὺς κυρίους ἐξέβαλον

`κ.2688`

Κιλλίκων· προδότης οὕτως ἐπωνομάζετο, Ἀχαιὸς μὲν τοὔνομα, Κιλλίκων δὲ ἐπικαλούμενος, ὃς Μίλητον προέδωκε τοῖς βασιλέως στρατηγοῖς

`κ.2689`

κίλλιξ· στάμνος. ἢ βοῦς τὸ ἓν κέρας ἔχων διεστραμμένον

`κ.2690`

κιλλόν· εἶδός τι χρώματος φαιοῦ

`κ.2691`

κίλλος· ὄνος. καὶ τέττιξ πρωϊνὸς ὑπὸ Κυπρίων

`κ.2692`

κιλλυρός· σεισοπυγίς

`κ.2693`

κίμαι· χυμὸς πύρινος

`κ.2694`

κιμαός· χυλὸς μορέας

`κ.2695`

κιμβάζει· στραγγεύεται

`κ.2696`

κίμβαζε· στραγγεύου.

`κ.2697`

κιμβερικόν· χιτωνίσκου εἶδος πολυτελοῦς, ὃ λέγεται στατός

`κ.2698`

κιμβεύει· ὁδοιπορεῖ

`κ.2699`

κιμβικία· πανουργία. ἐνδοιασμός

`κ.2700`

κιμβία· σκνιφία. μικρολογία

`κ.2701`

κίμερος· νοῦς. Φρύγες

`κ.2702`

Κιμμερὶς θεά· ἡ μήτηρ τῶν θεῶν

`κ.2703`

Κιμμέριοι· Σκύθαι. καὶ ἔθνος περὶ τὸν ὠκεανόν

`κ.2704`

κίμμυρος· μικρολόγος

`κ.2705`

κίμψαντες· ἐρείσαντες, στηρίξαντες

`κ.2706`

κιμήλια· σκεύη, δῶρα, καὶ τὰ ἀπόθετα χρήματα

`κ.2707`

κιμώσεις· φιμώσεις

`κ.2708`

Κιμώνεια ἐρείπια· ἔνθα ἠσχημόνουν περαινόμενοι

`κ.2709`

κιναβεύματα· πανουργεύματα

`κ.2710`

κινάβρα· δυσωδία τῶν τράγων

`κ.2711`

κίναδος· θηρίον. ὄφις

`κ.2712`

κιναθίας· κρυπτός

`κ.2713`

κιναθίζειν· ἰδιάζειν, ἀποθησαυρίζειν κατὰ μικρὸν συλλέγοντα. ἔνιοι μινυρίζειν. καὶ κινεῖν

`κ.2714`

κινάθισμα· κίνημα πλήθους, παραγώγως· ἐξ οὗ πλῆθος παραγινόμενον ὑπακούεται

`κ.2715`

κιναίδιον· ὄρνεον, ἴυγξ

`κ.2716`

κίναιδος· ἀσελγής, πόρνος

`κ.2719`

κίναρχος· ἄψυχος

`κ.2720`

κιναρύζεσθαι· θρηνεῖν μετὰ τοῦ γογγύζειν. καὶ κινεῖσθαι

`κ.2721`

κινουρίδες· ἰχθῦς

`κ.2722`

κιναύρου ψῦχος· τὸ ἅμα ἡμέρᾳ. Κύπριοι

`κ.2723`

κιναφεύειν· πανουργεύεσθαι

`κ.2724`

κιναιδία· πορνικὴ ἀσχημοσύνη

`κ.2725`

κίνδαξ· εὐκίνητος

`κ.2726`

κίνδακας· εὐκινήτους

`κ.2727`

κινδαύει· κινεῖται. κερατίζει

`κ.2728`

κινδάφη· ἀλώπηξ

`κ.2729`

κινδαφίων· πανούργων. ἀλωπέκων

`κ.2730`

κινδαψοί· ὄρνεα. καὶ ὄργανα κιθαριστήρια. καὶ Ἰνδοί

`κ.2731`

κίνδυνος ἡ ἐν πρῷρᾳ σελίς· οἱ πολέμιοι γὰρ τὴν πρῴραν εὐθέως ἐφάλλονται. Σελὶς δὲ ἡ καθέδρα

`κ.2732`

κίνερμοι· οἱ μικροὶ ἰχθύες

`κ.2733`

κίνημα· κίνησις, ταραχή, ὁρμή. χόλος, κότος, ἢ ὀργή

`κ.2735`

κιννάβαρι· εἶδος χρώματος ἀληθινοῦ, ὃ λέγομεν κόκκινον · καὶ παρὰ τοῖς ζωγράφοις

`κ.2736`

κιναβρεύματα· ἀποκαθάρματα ὄζοντα

`κ.2737`

κιναθίδα· χρῖσμα γυναικεῖον

`κ.2738`

κιννάμωμον· ἓν τῶν λιβανωτῶν, ἢ τῶν ἀρωματικῶν λιβάνιον. καὶ ὄρνις. καὶ πόα εὐωδεστάτη

`κ.2739`

κιννυρίδες· τὰ μικρὰ ὀρνιθάρια

`κ.2740`

κινούρας· τοὺς κακούργους ἵππους

`κ.2741`

κινηθέντος· ὀργισθέντος

`κ.2742`

κίνσος· εἶδος νομίσματος. ἐπικεφάλαιον

`κ.2743`

κινύρα· ὄργανον μουσικόν, κιθάρα οἰκτρά

`κ.2744`

Κινυράδαι· ἱερεῖς Ἀφροδίτης

`κ.2745`

Κινύρας· Ἀπόλλωνος καὶ Φαρνάκης παῖς, βασιλεὺς Κυπρίων

`κ.2746`

κινύρεσθαι· θρηνεῖν, κλαίειν

`κ.2747`

κινυρή· ἁπαλή, νέα. λεχώ. οἰκτρά, θρηνητική

`κ.2748`

κινυρόν· λεπτόν. καπυρόν. ὀξύ. οἰκτρόν

`κ.2749`

κίνυσθαι· κινεῖσθαι. ἐγείρεσθαι. ἄρχεσθαι. ἰδεῖν. διανοεῖσθαι. αἰδεῖσθαι. ὁρμᾶν

`κ.2750`

κίνυται· τὰ αὐτά

`κ.2751`

κινύτιδος· χαραδριός

`κ.2752`

Κινύφιον· τὸν Ἀνταῖον. ἀπὸ Κινύφου τοῦ ποταμοῦ

`κ.2753`

κινώ· κίνησις. Δωριεῖς

`κ.2754`

κίνωσις· χρύσοφρους

`κ.2755`

κινώπετα· κνώδαλα, θηρία

`κ.2756`

κιξάλλαι· κλέπται

`κ.2757`

κιξάλλης· φώρ, κλέπτης. ἀλαζών

`κ.2758`

κιξαλλία· πᾶσα κακοτεχνία

`κ.2759`

κίξαντες· ἐλθόντες. πορευθέντες

`κ.2760`

κίξατο· εὗρεν. ἔλαβεν. ἤνεγκεν

`κ.2761`

κίξιος· τέττιξ

`κ.2762`

κιονίδα· σταφυλήν

`κ.2763`

κίουρος· ἐμβολεὺς οἰσύϊνος, κόφινος, ᾧ τὸν σῖτον ἀναβάλλουσιν οἱ ναυτικοί. ἢ μέτρον τι

`κ.2765`

κίραφος· ἀλώπηξ Λάκωνες

`κ.2766`

κίρβα· πήρα, διφθέρα Αἰτωλοί

`κ.2767`

Κιρβιαῖον· ἔθνος ἐχόμενον Λυδῶν

`κ.2769`

κίρις· λύχνος Λάκωνες. ὄρνεον. ἢ Ἄδωνις. Κύπριοι

`κ.2770`

κίρκασμα· τοὺς βότρυας

`κ.2771`

κίρκοι· κρίκοι. ἁρπάγαι. πάντα τὰ ἐπικαμπῆ κίρκοι λέγονται

`κ.2772`

κίρκος· κρίκος. ἱέραξ. κωπηλάτης. καὶ τῆς αἰγείρου ἡ βλάστη

`κ.2773`

κιρνᾷ· οἰνοχοεῖ

`κ.2774`

κιῤῥά· ἰχθῦς ποιός

`κ.2775`

κιῤῥόν· πυρρόν. ἐρυθρόν. ξανθόν

`κ.2776`

κίῤῥος· ὀρός. καὶ αἷμα. καὶ πόμα γάλακτος. Λάκωνες

`κ.2777`

κίρυλος· ἰχθὺς ποιός. καὶ ὀρνέου εἶδος

`κ.2778`

κιρσός· πάθος τι περὶ τὸ σῶμα, ὅπερ τινὲς ἰξίαν καλοῦσιν· ἄλλοι κρισσόν

`κ.2779`

κίρων· ἀδύνατος πρὸς συνουσίαν. καὶ αἰδοίου βλάβη. καὶ ἀπεσκολυμμένος. καὶ κυρίως μὲν ὁ σάτυρος, καὶ ἐντεταμένος, ὁ γυναικίας, καὶ μὴ δυνάμενος χρῆσθαι

`κ.2780`

κίς· ζωύφιον ἐν τοῖς ξύλοις καὶ τῷ σίτῳ γινόμενον

`κ.2781`

κίσθος· θάμνος, ἧς τὸ μὲν ἄῤῥεν, τὸ δὲ θῆλυ

`κ.2782`

κίσιρνις· ὄρνις ποιός

`κ.2783`

κίσπρα· πικρὰ τὸ ἦθος, παλίγκοτος. Κῷοι

`κ.2784`

κίσσα· ἐπιθυμία. ὄρνεον. καὶ ἰχθῦς ποιός. καὶ γυναικεῖον πάθος

`κ.2785`

Κισσθήνη· πόλις καὶ ὄρος ἐν Θρᾴκῃ

`κ.2786`

Κίσσιοι· ἔθνος Περσῶν

`κ.2787`

κίσσηρις· βούνευρον ἢ εἶδος ὁμαλιστηρίου

`κ.2788`

κρισσός· ὁ κιρσός. Ἀχαιοί

`κ.2789`

Κισσοέντιοι· οἱ Κνώσιοι

`κ.2790`

κισσός· εἶδος φυτοῦ ἢ βλάστημα ἑλισσόμενον

`κ.2791`

Κισσοῦς· ὄρος ἐν Μακεδονίᾳ. καὶ πόλις Θρᾴκης

`κ.2792`

Κισσηΐς· Κισσέως θυγάτηρ

`κ.2793`

κισσουάλλα· κισάλα. κρόμμυα

`κ.2794`

κισσύβιον· τὸ ἐκ κισσίνου ξύλου ποτήριον. καὶ ὁ σκύφος

`κ.2795`

κίσταμα· τόξευμα. ὀϊστός

`κ.2796`

κιστέρνα· λάκκος φρέατος βάραθρα. ἢ βυθός

`κ.2797`

κίστας· κυρτός

`κ.2798`

κίστη· τέλη

`κ.2799`

κίστη· ἀγγεῖον πλεκτόν, εἰς ὃ βρῶμα ἐνετίθετο καὶ ἱμάτια. κιβωτός. ἅπαξ εἰρημένον

`κ.2800`

κιτρίον· τὸ Ἰνδικὸν μῆλον

`κ.2801`

κιτταί· πρόγονοι

`κ.2802`

κιττᾶν· γλίχεσθαι· ἐπὶ τῶν γυναικῶν· ἐπιθυμεῖν

`κ.2803`

κίτταλος· μυῤῥίνη

`κ.2804`

κιττάναλον· ἡ κρησέρα

`κ.2805`

κίττανος· ἡ κονιακὴ τίτανος

`κ.2806`

κίτταρις· διάδημα, ὃ φοροῦσι Κύπριοι. οἱ δὲ τὰ διαδήματα φοροῦντες κίτταροι λέγονται

`κ.2807`

κιττέα· ἄκιτος. Λάκωνες

`κ.2808`

κιττόν· καλόν. Λάκωνες

`κ.2809`

κίττυλα· τὰ κελύφη τῶν καρπῶν

`κ.2810`

κιττῷ· καλῷ, χρηστῷ, ἀγαθῷ

`κ.2811`

κιτύμινα· γλαυκά

`κ.2812`

κιφφός· μανικός

`κ.2813`

κιχάνειν· εὑρίσκειν. καταλαμβάνειν. εἰσπράττειν

`κ.2814`

κιχεῖν· κιχῆσαι. καταλαμβάνειν εὑρεῖν. ἐνέγκαι

`κ.2815`

κιχείς· καταλαβών

`κ.2816`

κιχείω· τὸ καταλαμβάνω καὶ καταλήψομαι

`κ.2817`

κιχῆλαι· αἱ κίχλαι, τὰ ὄρνεα

`κ.2818`

κιχῆναι· κιχήσασθαι. λαβεῖν

`κ.2819`

κιχήσατο· εὗρε. κατέλαβεν

`κ.2820`

κιχήσεσθαι· καταλήψεσθαι

`κ.2821`

κίχησις· ἡ λῆψις

`κ.2822`

κιχητός· εἰς ὃ ἐμβάπτεται ὁ λιβανωτός. Κύπριοι

`κ.2823`

κίχλη· ἰχθὺς θαλάσσιος. καὶ ὄρνις

`κ.2824`

κιχλίζουσι· γελῶσι, μειδιῶσιν

`κ.2825`

κιχληβῶτις· ἀνδράχνη

`κ.2826`

κιχλισμός· γέλως σφοδρός

`κ.2827`

κιχόρια· λαχανίδια ἄγρια

`κ.2828`

κιχρήσει· δανείσει

`κ.2829`

κιχυβεῖν· δυσωπεῖν νυκταλωπεῖν

`κ.2830`

κίψει· κακοποιεῖ

`κ.2831`

κίων· ὁ στῦλος. καὶ τὸ ἐν τῷ στόματι, ὃ καλεῖται σταφυλή

`κ.2832`

κιών· ἐλθών, βαδίζων, πορευθείς

`κ.2833`

κλαγγή· φωνή, ἠχή, βοή. ἢ κλαγγὴ ὀρνέων

`κ.2834`

κλαγγηδόν· μετὰ κραυγῆς

`κ.2835`

κλαγγεῖν· κλάγξαι, φθέγξασθαι

`κ.2836`

κλάγξαντος· κράξαντος

`κ.2837`

κλάγος· γάλα. Κρῆτες

`κ.2838`

κλάδα· κλάδον. ῥάβδον

`κ.2839`

κλαδεῖ· σείει, κινεῖ

`κ.2840`

κλαδαρόμματοι· εὔσειστοι τὰ ὄμματα

`κ.2841`

κλαδαρῶν· κλάδων ...

`κ.2842`

κλαδαρόρυγχος· τροχίλου εἶδος

`κ.2843`

κλαδάσαι· σεῖσαι

`κ.2844`

κλάδεα· ῥᾶχοι, φραγμοί

`κ.2845`

κλᾷδες· ζυγά. Αἰολεῖς

`κ.2846`

κλαδόνες· κλάδοι

`κ.2847`

κλάδος· ὄζος

`κ.2848`

`κ.2849`

κλάει· δακρύει. κλαίει

`κ.2850`

Κλαζομένιοι· οὕτω κωμῳδοῦνται. δοκοῦσι γὰρ ἐπικύπτοντες προστιλᾶν

`κ.2851`

Κλαζομένιος· οὗτος Ἡρακλείδης ὁ Κλαζομένιός τε καὶ βασιλεὺς καλούμενος

`κ.2852`

κλάζοντες· κραυγάζοντες

`κ.2853`

κλάζων· βοῶν. ἢ κελεύων· ἀντὶ τοῦ σημαίνων τῷ ψόφῳ τὴν πορείαν

`κ.2854`

κλαήσει· κλαύσεται

`κ.2855`

κλαιόν· τὸ κανοῦν. καὶ

`κ.2856`

κλᾶις· μοχλός

`κ.2857`

κάβακος· ὁ κάχληξ

`κ.2858`

κλᾶισαι· κλεῖσαι

`κ.2859`

κλαμαράν· πλαδαράν. ἀσθενῆ

`κ.2860`

κλαμμίς· ἀναδενδράς

`κ.2861`

κλαμυστῆσαι· βοῆσαι, καλέσαι

`κ.2862`

κλᾶν· κάμπτειν. ἐμποδίζειν. τέμνειν ἀμπέλους, ὅπερ ἡμεῖς κλαδεύειν

`κ.2863`

κλανία· ψέλλια βραχιόνων

`κ.2864`

κλαπάζειν· χρονίζειν

`κ.2865`

κλαραγείων· ἐλαφρῶς καθεύδει. Σικελοί

`κ.2866`

κλάρας· φοίνιξ, τὸ δένδρον

`κ.2867`

κλάρες· αἱ ἐπὶ ἐδάφους ἐσχάραι

`κ.2868`

κλαρία· κληρία κλήματα ἀμπελόφυλλα. ἢ χωρίων κλῆροι

`κ.2869`

κλάριον· ἀμπελόφυτον. καὶ ἐπίθετον Ἀπόλλωνος

`κ.2870`

κλάριοι· κλάδοι.

`κ.2872`

κλαρῶται· εἵλωτες, δοῦλοι

`κ.2873`

κλάσθεον· κλεῖθρον

`κ.2874`

κλάσματα· συντρίμματα. θρύμματα

`κ.2875`

κλαστήριον· δρέπανον. τὸ τῆς ἀμπέλου φύλλα τέμνον

`κ.2876`

κλάστης· ἀμπελουργός

`κ.2877`

κλαυκτόων· λαμπρυνόμενος κατὰ τὰς ὄψεις

`κ.2878`

κλαυθμυριζομένων· κλαιόντων

`κ.2879`

κλαυμυριόμενον· κλαίοντα. Ταραντῖνοι

`κ.2880`

κλαυμυρεῖται· κλαίει

`κ.2881`

κλαῦσιν· ἀγῶνα. ἄνθος τι

`κ.2882`

κλαυτάν· ποιὰν φωνήν

`κ.2883`

κλέα· τὰς ἀνδραγαθίας. Κλέος γὰρ ἡ δόξα, καὶ ἡ φήμη, καὶ ὁ λόγος

`κ.2884`

κλεαγης· βοηθήματα. ῥήματα

`κ.2887`

κλεῖδα· ὑποδήματος εἶδος. Κρῆτες

`κ.2888`

Κλεῖδες· ἄκρα τῆς Κύπρου

`κ.2889`

κλειθῇ· περιτραπῇ

`κ.2890`

κλεῖθρα· μοχλοί. ἀσφάλειαι. πύλαι

`κ.2891`

κλέει· νεοσσεία

`κ.2892`

κλεηδόνα· κληδόνα, φήμην, δόξαν

`κ.2893`

κλεῖ· ἐπαινεῖ, ὑμνεῖ

`κ.2894`

κλειδοῦχος· γυνή

`κ.2895`

κλούς· κλεινάριον μικρόν. Λάκωνες

`κ.2896`

κλειμάζειν· παλαίειν. σκελίζειν. ἀπατᾶν

`κ.2897`

Κλίμακα· χωρίον Εὐβοίας

`κ.2898`

κλιμακτήρ· κλῖμαξ, βαθμός. ἢ χωρίον

`κ.2900`

κλεινός· ὡραῖος. ἔνδοξος ὀνομαστός

`κ.2901`

κλεῖν· κλεῖδα. λέγειν, ἐπιφημίζειν

`κ.2902`

κλεινοί· οἱ εἰς τὰ παιδικὰ ἐπὶ κάλλει ἁρπαζόμενοι παῖδες

`κ.2903`

κλείοιμι· ἄιδοιμι

`κ.2904`

κλείομαι· ἐπικαλοῦμαι

`κ.2905`

κλείουσαι· ὑμνοῦσαι

`κ.2906`

κλειόων· πυλῶν, ὅπου ζεύγεσιν ἦν τόπος εἰς στάσιν

`κ.2907`

κλείπους· κόσμος τις τοῦ καλουμένου γείσου

`κ.2908`

κλεῖθρον· κλειδίον

`κ.2909`

κλείσατε· εἴπατε

`κ.2910`

κλεισίη· ἡ σκηνή

`κ.2911`

κλισμός· θρόνος. κλίνη, κλιντήρ

`κ.2912`

κλείτα· μέρη. καὶ ἡ οὐράνιος ἄρκτος

`κ.2913`

Κλειταγόρα· ᾠδῆς τι εἶδος. καὶ ποιήτρια Λεσβία τὸ γένος

`κ.2914`

κλεῖται· λέγεται, ὑμνεῖται, ᾄδεται

`κ.2915`

κλειτόεν ὕδωρ· ποταμὸς Ἀρκαδίας. κλείταιόν φασιν εἶναι οἱ Κρῆτες

`κ.2916`

κλείτη· κλίματα. γωνίας ἢ ἀγαθὴ δόξα. ἢ ὀνομαστή

`κ.2917`

κλειτορίς· τοῦ γυναικείου αἰδοίου ἡ ὑποδορίς, ἔνθεν καὶ τὸ κλειτοριάζειν τὸ ψηλαφᾶν

`κ.2918`

κλειτός· ὁ ἔνδοξος

`κ.2919`

κλέζω· καλῶ, φωνῶ

`κ.2920`

κλέθος· κληδόνα

`κ.2921`

κλεμμάδιον· κλοπαῖον

`κ.2922`

κλέμμιν· δίφρον ἀνακλιτόν

`κ.2923`

κλεμμύς· χελώνη

`κ.2924`

κλεμμύειν· κηρύσσειν

`κ.2925`

κλέομαι· ἐπικαλοῦμαι. εὔχομαι

`κ.2926`

κλέος· δόξα, τιμή φήμη ἀγαθή. ὅ ἐστιν ἔπαινος

`κ.2927`

κλέπας· νοτερόν, πηλῶδες, ἢ δασύ, ἢ ὑγρόν

`κ.2928`

κλέπτει· πονηρεύεται. ἐπιθυμεῖ. ἐξαπατᾶται

`κ.2929`

κλέπτεσθαι· θέλειν. ἐπιθέσθαι. πονηρεύεσθαι. ζητεῖν. ἐπιθυμεῖν

`κ.2930`

κλέπος· φώριον, κλέμμα

`κ.2931`

κλέπτε· παραλογίζου

`κ.2932`

κλέπτε νόῳ· παραλογίζου τῇ διανοίᾳ

`κ.2933`

κλεπτομένου· χλευαζομένου

`κ.2934`

κλεύθωμαι· κελεύθωμαι. παραγένωμαι, ὁδεύω

`κ.2936`

κλευσόμεθα· ἀκούσομεν. φθεγξόμεθα

`κ.2937`

κλευτόν· τλευτόν

`κ.2938`

κλέψαι· κλέπτειν τὸ τῶν ἀλλοτρίων ἐπιθυμεῖν

`κ.2939`

κλεψίαμβοι· Ἀριστόξενος, μέλη τινὰ παρὰ Ἀλκμᾶνι

`κ.2940`

κλεψίῤῥυτον ὕδωρ· τὸ τῆς κλεψύδρας. αὕτη δέ ἐστιν κρήνη Ἀθήνησιν, ἀπὸ τῆς ἀκροπόλεως ἐπὶ σταδίους εἴκοσιν ὑπὸ γῆν φερομένη, εἰς ἣν τὰ ἐμβαλλόμενα πάλιν θεωρεῖται ἀρχομένων τῶν ἐτησίων

`κ.2941`

Κλεψύδρα· κρήνη, ἥτις τὸ πρότερον Ἐμπεδὼ προσηγορεύετο. ἔχει δὲ τὰς ῥύσεις ἀνατελλούσας εἰς τὸν Φαληρέων δῆμον. σημαίνει δὲ καὶ τὸ σκεῦος. ὡρολόγιον, ὄργανον, ἐν ᾧ αἱ ὧραι μετροῦνται

`κ.2942`

Κλεωναῖαι· ῥαφανίδων τι γένος· ἀπὸ τοῦ ἐν Κλεωναῖς εἶναι

`κ.2943`

κλήδεα· φραγμοί

`κ.2944`

κλήδην· καλεῖν ἐξ ὀνόματος

`κ.2945`

κλήδην· ἐλθόντα ἐπὶ τὴν ἑκάστου σκηνήν. τὸ καλέσαι πρός τινα ἐλθόντα καὶ δημοσίᾳ κηρύσσοντα

`κ.2946`

κληδόν· σωρόν

`κ.2947`

κληδονίσαι· ἀκοῦσαι φήμην τινά, μαντεύσασθαι

`κ.2948`

κληδόνος· πρεσβείας

`κ.2949`

κλῃδοῦχος· γυνή, ἀπὸ τοῦ τὰς κλεῖς τῆς οἰκίας ἔχειν

`κ.2950`

κληδόσι· φήμαις

`κ.2951`

κληδών· κλέος, δόξα, φήμη

`κ.2952`

κληῖδας· τὰς κλεῖδας

`κ.2953`

κλήθρη· δένδρου εἶδος

`κ.2954`

κληῖδες· τῆς νεὼς τὰ ζυγά, ἐφʼ ὧν οἱ ἐρέσσοντες κάθηνται. ἐνίοτε δὲ καὶ ἡ κλεὶς κληΐς, καὶ θύραι· παρὰ τὸ ἐπικλείεσθαι. τάσσεται δὲ καὶ ἐπὶ τοῦ ἀνθρωπείου μέρους. καὶ παρὰ Ἐφεσίοις τῆς θεοῦ τὰ στέμματα

`κ.2955`

κληῖδα· τὴν κατακλεῖδα

`κ.2956`

κληιζόμενος· φημιζόμενος

`κ.2957`

κληῖσι· ταῖς κατακλείσεσι τῶν περονῶν

`κ.2958`

κληϊσταί· κλεισταί. ἢ κλείθροις ἠσφαλισμέναι

`κ.2960`

κλημακόεσσαν· τραχεῖαν, καὶ ὀρεινήν

`κ.2961`

κληματίδες· αἱ ἐκ τῶν κλημάτων δέσμαι

`κ.2962`

κληνίδιον· κράββατος, ὑποκοριστικῶς

`κ.2963`

κλήνιος· ἔνδοξος

`κ.2964`

κλήομαι· καλοῦμαι

`κ.2965`

κληπικοί· ἰσχυροί καὶ ἄσιτοι

`κ.2966`

κληροδοσία· κλῆρος. μερίς

`κ.2967`

κληροδοτήσετε· λαχμῷ δώσετε

`κ.2968`

κλῆρος· τὸ βαλλόμενον εἰς τὸ λαχεῖν. ἢ ψῆφος. ἢ οὐσία. ἢ μέρος. καὶ σκωλήκιόν τι ἐν σμήνεσι γινόμενον

`κ.2969`

κληροῦται· διαιρεῖται

`κ.2970`

κληρουχία· δεσποτία

`κ.2971`

κληροῦχος· ὁ δεσπότης, καὶ ὁ γεωργός

`κ.2972`

κλήρων· μερίδων

`κ.2973`

κληρώσει· μερίσει

`κ.2974`

κλησιάδας· τὰς θύρας τῆς σκηνῆς

`κ.2975`

κλησίασον· σύναξον

`κ.2976`

κλησιάων· σκηνῶν

`κ.2977`

κλήτεσι· ταμείοις. σκηναῖς

`κ.2978`

κλητεύει· καλεῖ εἰς δικαστήριον

`κ.2979`

κλητεύεις· μαρτυρεῖς

`κ.2980`

κλητήρ· ὁ εἰς δίκην καλῶν, ὁ κλητεύων, καὶ μαρτυρῶν τοῖς καλοῦσιν εἰς δίκην

`κ.2981`

κλητῆρα· τὸν καλέσαντα. Ἴων Φρουροῖς

`κ.2982`

κλητεύων· μαρτυρῶν τοῖς καλοῦσι δικάσασθαι

`κ.2983`

κλητή· νεοσσεία

`κ.2984`

κλητῆρες· μάρτυρες

`κ.2985`

κλητόν· κεκλημένον

`κ.2986`

κλητός· ὁ ἐξ ὀνόματος κεκλημένος. ἢ ὁ ἔνδοξος

`κ.2987`

κλητροί· κλήτορες

`κ.2988`

κλητόν· καλούμενον. κληθέντα

`κ.2989`

κλήτωρ· κήρυξ ἄγγελος. ὑπηρέτης. μάρτυς

`κ.2990`

κλιδία· τάριχος ...

`κ.2991`

κλίμακες· πάλης εἶδος

`κ.2992`

κλιμακοφόρος· ὁ ἐπὶ κλιμακίου τιθεὶς τὸν νεκρόν

`κ.2993`

κλιμακίας· ... τις τῶν πυρῶν

`κ.2994`

κλιμακισμοί· πάλαισμα ποιόν

`κ.2995`

κλιμακτῆρες· οἱ τῆς κλίμακος βαθμοί

`κ.2997`

κλῖναι· τροπαὶ τῶν μαχομένων. καὶ τὸ περιέχεσθαι ἔξωθεν ὑπό τινος. καὶ τὸ σύνηθες

`κ.2998`

κλῖναν· ἐτρέψαντο, ὑπεχώρησαν

`κ.2999`

κλίνθη· κατεκλίθη. ἐπέκλινεν

`κ.3000`

κλινθῆναι. ἀνακλιθῆναι. ἀνακλῖναι

`κ.3001`

κλινίς· ἐπὶ τῆς ἁμάξης νυμφικὴ καθέδρα

`κ.3002`

κλίνῃσι τάλαντα· μεταβάλλῃ τὰ ζυγά

`κ.3003`

κλινθήτην· ἐκλίθησαν

`κ.3005`

κλινοπετεῖς· ἐπὶ δίφρου καθήμενοι

`κ.3006`

κλεινός· ἔνδοξος. ἀγαθός, καλός

`κ.3007`

κλινόστριχνον· τὴν ψαλίδα

`κ.3008`

κλιντήρ· δίφρος. ἀνακλιτός. φορεῖον

`κ.3009`

κλιντῆρες· δίφροι, κλῖναι

`κ.3010`

κλίνη· κράββατος

`κ.3011`

κλινίδιον· ὑποκοριστικῶς τὸ αὐτό

`κ.3012`

κλισία· κλίνη. σκηνή

`κ.3013`

κλισιάδες· αἱ δίπτυχοι θύραι. κλισίαι

`κ.3014`

κλισίαι· αἱ αὔλειοι πυλῶνες

`κ.3015`

κλισίη· σκηνή. καθέδρα καὶ ἡ ἔπαυλις· ἀπὸ τοῦ κλίνεσθαι ἐν αὐτῇ τὰ θρέμματα. καὶ πρόθυρον. Νίκανδρος

`κ.3016`

κλισία· στήλη. οἱ δὲ κρηπῖδα, ἐν ᾗ οἱ θρόνοι ἔκειντο. Διονύσιος δὲ Ποσειδῶνος οἶκον

`κ.3017`

κλισίον· πανδοχεῖον ἢ βάσις, ἐφʼ ᾗ τίθεται ὁ θρόνος

`κ.3018`

κλισίον· προστάς. πρόστῳον. καὶ βοῶν στάσις καὶ εἴσοδος. ἔνιοι τὰς τοῦ πυλῶνος θύρας πλατείας, εἰς ἃς δύναται ζεῦγος βοῶν εἰσελθεῖν

`κ.3019`

κλισμοί· θρόνοι ἀνάκλιτα ἔχοντες

`κ.3020`

κλίσις· ὀνομασία

`κ.3021`

κλίτα· στοαί. ἢ σέλλας εἰς τὸ κατακλίνεσθαι

`κ.3022`

κλίτος· τόπος κατωφερής

`κ.3023`

κλιτῦς καὶ κλιτύες· τὰ ἀποκλίματα τῶν ὀρῶν. ἢ τὰ καταφερῆ τῶν ὑδάτων. ἢ κλίμακες. ἢ ὀρῶν λόφοι. καὶ αὐλῶνας. καὶ φάραγγας

`κ.3024`

κλιμαδόν· ὁ δερμάτινος δίφρος

`κ.3025`

κλοιός· μέρος τι τῆς νεώς. ἢ περιτραχήλιος δεσμός, κολλάριον ἤτοι μανιάκης

`κ.3026`

κλοῖστρον· κλῶστρον

`κ.3027`

κλοιωτά· δεσμοῖς διεξειλημμένα. Κλοιὸς γὰρ εἶδος δεσμοῦ περιτραχηλίου

`κ.3028`

κλοιώτης· ὁ δεσμώτης

`κ.3029`

κλοιτοιμωγεῖς· ἀκουσταὶ θρήνου

`κ.3030`

κλοιῶν· εἶδος ὀρνέων

`κ.3031`

κλονεῖ· ταράσσει. φθείρει. φοβεῖ

`κ.3032`

κλονεῖται· φθείρεται. εἴργεται

`κ.3033`

κλονέονται· ταράττονται

`κ.3034`

κλονέοντο· ἐθορυβοῦντο, ἐταράσσοντο. καὶ τὰ ὅμοια

`κ.3035`

κλόνες· αἱ ἐκφύσεις τῶν δένδρων

`κ.3036`

κλόνιν· ἰσχίον. ῥάχις. ὀσφύς. κοτύλαι, γλουτὰ καὶ τὰ ὅμοια

`κ.3037`

κλόνος· ταραχὴ πολέμου ἢ σεισμός

`κ.3038`

κλονούμενος· ταρασσόμενος

`κ.3039`

κλοτοπεύειν· παραλογίζεσθαι. ἀπατᾶν. κλεψιγαμεῖν. στραγγεύεσθαι

`κ.3040`

κλονιστήρ· παραμήριος μάχαιρα. παρίσχιον

`κ.3041`

κλοτοπευτής· ἐξαλλάκτης. ἀλαζών

`κ.3043`

κλύδων· χώρα. καὶ ἡ τοῦ ὕδατος φορά, ἢ κυμάτων σφοδρότης

`κ.3044`

κλυδωνίζεται· ταράττεται. παρακρούεται

`κ.3045`

κλυδώνιον· πέλαγος. χειμών. καὶ θόρυβος πραγμάτων

`κ.3046`

κλύει· ἐπακούει

`κ.3047`

κλύειν· ἀκούειν, αἰσθάνεσθαι· μάλιστα δέ τʼ ἔκλυον αὐτοί

`κ.3048`

κλύζει· πλημμυρεῖ, ῥέει. βρύει

`κ.3049`

κλῦθι· ἄκουσον

`κ.3050`

Κλύμενος· ἰατρὸς ἀφυής, ὃν Ἀριστοφάνης φησὶν ἀναμεμίχθαι τῷ Μορσίμῳ διὰ τὸ καὶ τὸν Μόρσιμον ἰατρὸν εἶναι ἀφυῆ. ἦν δὲ καὶ τραγῳδοποιὸς ἀφυὴς ὁ Μόρσιμος. λέγεται δὲ καὶ ὁ κισσός, ὡς Ἀντίμαχος· κισσοῦ τε κλυμένοιο καὶ ἀμπελίνης

`κ.3052`

κλῦθί μευ· ἐπάκουσόν μου

`κ.3053`

κλυταί· ἔνδοξοι. ἀγαθοί, καλοί. τίμιοι. πολλοί. ἢ πανταχοῦ κηρυττόμενοι

`κ.3054`

Κλυτίδη· Κλυτοῦ παῖ

`κ.3055`

κλυτοπώλῳ· ἐνδοξοπώλῳ. ἱππεὺς ἀγαθός

`κ.3056`

κλυτοτόξῳ· τῷ κατὰ τὴν τοξείαν ἐνδόξῳ

`κ.3057`

κλυτὸς ὄρνις· ὁ ἀλεκτρυών

`κ.3058`

κλυτοτέχνης· περιβόητος διὰ τὴν τέχνην

`κ.3059`

κλύων· ἐπακούων

`κ.3060`

κλωγμός· ὁ διὰ τῆς γλώττης περὶ τὸν οὐρανίσκον ψόφος ὃν λάκησίν τινές φασιν, οἷον οἱ ὀνηλάται ποιοῦνται κυρίως

`κ.3061`

κλῶδις· κλέπτης

`κ.3062`

Κλώδωνας· τὰς Μιμαλλόνας, μαινάδας, βάκχας

`κ.3063`

κλώζειν· τὸ ἐκβαλεῖν ἐκ τῶν θεάτρων· κλωγμοὺς γὰρ ἔλεγον κατὰ μίμησιν τῶν γινομένων ἐν τοῖς στόμασι ψόφων, οὓς πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ποιητῶν

`κ.3064`

κλώθει· κατασπᾷ νήθει. ἐπιμερίζει.

`κ.3065`

Κλῶθες· Μοῖραι

`κ.3066`

κλωκυδά· τὸ καθῆσθαι ἐπʼ ἀμφοτέροις ποσίν

`κ.3067`

κλωμακόεν· κρημνῶδες. δύσβατον

`κ.3068`

κλωμακόεσσαν· πολλὰ ἀποκλίματα ἔχουσαν· ἀφʼ οὗ τὴν τραχεῖαν καὶ ὀρεινὴν σημαίνει, ἢ κρημνώδη, ἢ δύσβατον

`κ.3069`

κλῶν· συντρίβων. κατασπῶν

`κ.3070`

κλώνακα· ῥάβδον.

`κ.3071`

κλῶναξ· κλάδος

`κ.3072`

κλῶντες· σπῶντες. συντρίβοντες

`κ.3073`

κλωπᾶσθαι· ἐπιθυμεῖν. θέλειν. καὶ τὸ λάθρα καὶ ἀψοφητὶ ἰέναι καὶ πράσσειν, καὶ κλέπτεσθαι

`κ.3074`

κλωπεία· ὄρχησίς τις, ὡς Ἰόβας ἐν τετάρτῳ Θεατρικῶν

`κ.3075`

κλῶπες· κλέπται

`κ.3076`

κλωπωμένη· λάθρα καὶ ἀψόφως περϊοῦσα. καὶ ἐφιεμένη παρὰ τὸ κλέπτεσθαι. τὸ προθυμεῖσθαι δὲ οὕτως ἔλεγον

`κ.3077`

κλώσκων· ἐπικλώθων

`κ.3078`

κλωστήρ· τὸ κεκλωσμένον ῥάμμα

`κ.3079`

κλώψ· κλέπτης

`κ.3080`

κμητά· πεποιημένα, πεπονημένα.

`κ.3081`

κναδάλλεται· κνήθεται

`κ.3082`

κνάξει· βοήσει

`κ.3083`

κνακός· ψαρὸς ἵππος

`κ.3084`

κνακόν· λευκόν. πυρρόν

`κ.3085`

κνάμπτει· κάμπτει. καταξαίνει. κατίσχει

`κ.3086`

κνάξ· γάλα λευκόν

`κ.3087`

κνάμπτομαι· κακοῦμαι. καταπονοῦμαι. καταξύομαι

`κ.3088`

κνάπτειν κελεύω γλῶσσαν· συνέχειν ἐντὸς τῶν ὀδόντων κελεύω τὴν γλῶτταν

`κ.3089`

κναπτόμενον· ξαινόμενον

`κ.3090`

κνᾶσαι· ὀλέσαι. λυπῆσαι Λάκωνες

`κ.3092`

κνάφοι· ἄκανθαι, αἷς κνάπτεται τὰ ἱμάτια

`κ.3093`

κνάφου δίκην· ὅταν ἐν κύκλῳ οἱ κναφεῖς περιέλκωσι τὰ ἱμάτια περὶ τὸν λεγόμενον κνάφον. ἔστι δὲ τοῦτο φυτὸν ἀκανθῶδες

`κ.3094`

κνεομένων· πονουμένων

`κ.3095`

κνέφαλλον· τύλη. ἣν δὲ ἡμεῖς τύλην, Ἀττικοὶ τυλεῖον. καὶ πιλός, καὶ προσκεφάλαιον, ἢ τύλη

`κ.3096`

κνέφας· ἑσπέρα, σκοτία νύξ, κενὴ φάους

`κ.3097`

κνέφας· σκότος

`κ.3098`

κνέωρον· φυτόν τι, ὃ τοῖς Θεσμοφορίοις ὑποστόρνυται, καὶ ὃ εἰς κάθαρσιν χρῶνται. καὶ γυναικεῖον μόριον

`κ.3099`

κνῆ· ἔκοπτεν

`κ.3100`

κνηθμός· κνησμός

`κ.3101`

κνηθόμενοι τὴν ἀκοήν· ζητοῦντές τι ἀκοῦσαι καθʼ ἡδονήν

`κ.3102`

κνηκίς· κνηκοειδὴς τοῦ ἀέρος κατάστασις. καὶ δέῤῥις λεπτή. καὶ νεφέλιον λεπτόν. καὶ μελανία. καὶ ἔλαφος

`κ.3103`

κνηκὶς ἐπενήνοθε· μελανία τις τῷ σώματι. ἄλλοι δὲ ἐπὶ τῶν νεφῶν εἶπον

`κ.3104`

κνηκόν· τὸ κροκίζον χρῶμα, ἀπὸ τοῦ ἄνθους· ὅτε δὲ ἀπὸ καρποῦ, τὸ λευκόν

`κ.3105`

κνῆκος· λευκός. καὶ εἶδός τι σπέρματος. καὶ πυρρός

`κ.3106`

κνῆμαι· τὰ διερείδοντα ξύλα τὴν χοινικίδα τοῦ τροχοῦ. αἱ κερκίδες. αἱ τῶν τροχῶν ῥάβδοι χάλκεα ὀκτάκνημα καὶ ὁδοὶ ἀνώμαλοι καὶ ἀναντώδεις. καὶ ἡμῶν κνῆμαι, ἤγουν τὰ σκέλη· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.

`κ.3107`

κνήμαργος· κνημώδης, παχύκνημος

`κ.3108`

κνήμη· μέρος ποδός

`κ.3109`

κνημοῖσι· τοῖς τραχέσι τόποις καὶ δυσβάτοις

`κ.3110`

κνημίαι· φθοραί. καὶ τὰ ὀρθὰ ξύλα τῶν θρόνων, ὅπου ἐστὶν ἐπικλίνειν

`κ.3111`

κνημίας· τὰ ἀντικνήμια. καὶ τὰ ἐπὶ τῶν θρόνων ἑκατέρωθεν ξύλα διὰ τὴν καθέδραν πεπηγότα. καὶ τὰ ἐν τοῖς ἁρματείοις τροχοῖς. καὶ τὰ τῆς ἁμάξης περιθέματα

`κ.3112`

κνημοῦμαι· φθείρομαι

`κ.3113`

κνημούς· δασεῖς, τραχεῖς καὶ δυσβάτους τόπους

`κ.3114`

κνημωθῆναι· φθαρῆναι

`κ.3115`

κνημῶσαι· περιχῶσαι, φράξαι. φθεῖραι. κλεῖσαι. περιελθεῖν

`κ.3116`

κνηστήρ· φθορεύς ὀλετήρ

`κ.3117`

κνῆν· κνήθειν

`κ.3118`

κνῆστις· κοπὶς σιδηρᾶ. ξυστήρ, ἐν ᾧ ξύουσι τὸν τυρόν . τινὲς δὲ καὶ τὴν ῥάχιν ἀκούουσιν. ἔνιοι τὸ ἀκνεῖν

`κ.3119`

κνηστός· ἄρτος. Ἀρτεμίδωρος

`κ.3120`

κνῆστρον· τὸ κνέωρον

`κ.3121`

κνίδαι· ἀκαλῆφαι. καὶ πόα τις

`κ.3122`

κνιδᾶται· δάκνεται. ἴσως ἀπὸ τῆς πόας

`κ.3123`

Κνίδος· νῆσος ἐγγὺς Ῥόδου

`κ.3124`

κνίζει· λυπεῖ

`κ.3125`

κνιδοῦντες· κνίδῃ μαστιγοῦντες

`κ.3126`

κνίζων· λυπῶν. ἢ συκάμινα τέμνων

`κ.3127`

κνιπή· πτιλή

`κ.3128`

κνιπεῖν· σείειν, ξύειν

`κ.3129`

κνῖπες· ὄμματα περιβεβρωμένα. καὶ ζωύφια τῶν ξυλοφάγων

`κ.3130`

κνιπίδες· πέρασμα δορᾶς

`κ.3131`

κνῖσα· ἀτμός, καπνὸς τῶν θυσιῶν. καὶ τὸ λίπος τοῦ ἱερείου καὶ ὁ ἐπίπλους

`κ.3132`

κνίσσαι· φθεῖραι, ὀλέσαι. λυπῆσαι

`κ.3133`

κνισαλέῳ· περικαπνιστῷ

`κ.3134`

κνίσης τε· τῆς ἀναθυμιάσεως. ἢ τοῦ λίπους

`κ.3135`

κνισῆεν· εὐῶδες

`κ.3136`

κνισμός ζηλοτυπία. ἢ μέλος τι κνισμῷ αὐλούμενον

`κ.3137`

κνισολοιχός· λίχνος

`κ.3138`

κνιστὰ λάχανα· συγκεκομμένα

`κ.3139`

κνίφεα· κνίδας

`κ.3140`

κνίψ· ζῶον πτηνόν, ὅμοιον κώνωπι

`κ.3141`

κνοῦς· ὁ ἐκ τοῦ ἄξονος ἦχος. λέγεται δὲ καὶ κνοή. καὶ ὁ τῶν ποδῶν ψόφος, ὡς Αἰσχύλος Σφιγγί. τινὲς δέ φασιν κνοῦν μὲν ἦχον, χνόην δὲ περὶ ὃ μέρος τοῦ ἄξονος, ἡ χοινικίς

`κ.3142`

κνῦ· τὸ ἐλάχιστον

`κ.3143`

κνύειν· κνήθειν, ξύειν

`κ.3144`

κνύζα· ἡ κόνυζα κατὰ συγκοπήν

`κ.3145`

κνύζεσθαι· μοχθεῖν. κλαίειν. ἀφανίζεσθαι

`κ.3146`

κνυζηθμός· ἰδίωμα ἤχου φωνῆς, καὶ κλαυθμός

`κ.3147`

κνυζόν· ἀέρα ἐπινέφελον καὶ πνευματώδη

`κ.3148`

κνυζοί· οἱ τὰ ὄμματα πονοῦντες

`κ.3149`

κνυζούμενον· στένοντα.

`κ.3150`

κνυζώσω· συσπάσω. κακώσω

`κ.3151`

κνύζωψ· λάχανον, ὅμοιον σελίνῳ

`κ.3152`

κνυθόν· σμικρόν

`κ.3153`

κνυπώσω· θριγκώσω

`κ.3154`

κνύφος· ἄκανθα μικρά

`κ.3155`

κνώδακες· οἱ ἐν τοῖς φυσητῆρσιν ἀσκοί

`κ.3156`

κνώδαλα· κυρίως, τὰ θαλάττια θηρία· κινώδαλα γάρ ἐστιν τὰ ἐν τῇ ἁλὶ κινούμενα Ὅμηρος δὲ ἐπὶ χερσαίου φησὶν κνώδαλον, θηρίον, ἢ ζῷον μικρόν

`κ.3157`

κνώδαξ· κέντρον ἄξονος, γνώμων. ὄργανον χρυσοχοϊκόν. καὶ χαλινόν

`κ.3158`

κνώδη· χωρία. θηρία

`κ.3159`

κνώδων· ἡ ἀκμὴ τοῦ ξίφους καὶ τοῦ δόρατος

`κ.3160`

κνωσμός· ἡσυχία πάντων

`κ.3161`

κνώσσειν· ὑπνοῦν, καθεύδειν, κοιμᾶσθαι. ῥέγχειν

`κ.3162`

κνώμενοι· κνηθόμενοι

`κ.3163`

κνωπεύς· ἄρκτος. ἔνιοι κνουπεύς

`κ.3164`

Κνωσσός· πόλις Κρήτης

`κ.3165`

κνώσσοντι· καθεύδοντι

`κ.3166`

Κνώσια κῶλα· τὰ ὁρμητικά

`κ.3167`

κοᾷ· ἀκούει. πεύθεται

`κ.3168`

κοάλεμος· ἠλίθιος, ἀνόητος

`κ.3169`

κοαλδδεῖν· Λυδοὶ τὸν βασιλέα

`κ.3170`

Κοαλιδεῖν· βάρβαρον ἔθνος

`κ.3171`

κόαλοι· βάρβαροι

`κ.3172`

κόαξ· βάτραχος

`κ.3173`

κόαρον· ἐλάχιστον

`κ.3174`

κοᾶσαι· αἰσθέσθαι

`κ.3176`

κόβακτρα· κοβαλεύματα, πανουργήματα

`κ.3177`

κόβαλος· πανοῦργος. κακοῦργος. στωμύλος, λάλος, ἀφʼ οὗ καὶ ὁ κομψός. ἔνιοι μάταιος. ἄλλοι κροταφιστής, ἄσωτος, τωθαστής, ἀπατεών. κακόλαλος

`κ.3178`

κόβαρος· ὄνος

`κ.3179`

κόβειρα· γελοῖα

`κ.3180`

κόβειρος· γελοιαστής, σκώπτης, λοιδοριστής

`κ.3181`

κοβελίσκον· τρυβλίον

`κ.3183`

κογκυλεύοντες· κογκύλιον ἐκπιάζοντες

`κ.3184`

κόγξ· ὁμοίως πάξ. ἐπιφώνημα τετελεσμένοις. καὶ τῆς δικαστικῆς ψήφου ἦχος, ὡς ὁ τῆς κλεψύδρας παρὰ Ἀττικοῖς βλόψ

`κ.3185`

κογχαλίζειν· πεποίηται ἀπὸ τοῦ ἤχου τῶν κόγχων

`κ.3186`

κόγχας· καὶ χήμας καὶ τὸ μέτρον

`κ.3187`

κόγχην διελεῖν· παροιμία ἐπὶ τοῦ ῥᾳδίως τι ποιῆσαι

`κ.3188`

κόγχης ἄξιον· ἐπὶ τοῦ εὐτελοῦς ἐτίθεσαν

`κ.3189`

κογχίτης· εἶδος λίθου

`κ.3190`

κόγχον διεῖλες· ἴσον ἐποίησας

`κ.3191`

κόγχος· κοχλίας

`κ.3192`

κογχυλαγόνες· γυναῖκες, νύμφαι

`κ.3193`

κογχύλαι· κηκῖδες

`κ.3194`

κογχύλια· τὰ ὄστρεα. καὶ πορφύραι

`κ.3195`

κογχυλίας λίθος· σκληρός, ἔχων ἐν ἑαυτῷ κογχυλίου τύπους

`κ.3196`

κόδαλα· ἰχθῦς, κεστρεύς

`κ.3197`

κοδαλεύεσθαι· ἔνδον διατρίβειν

`κ.3198`

κοδαλεύομαι· ἐνδομυχῶ

`κ.3199`

κοδαλευομένη· ἀρεσκευομένη. ἀπραγοῦσα

`κ.3200`

κοδομεῖαι· φρυκτωρίαι

`κ.3201`

κοδράντης· τὸ πᾶν, ἢ τὸ τέταρτον τῆς φόλλεως, ἢ λεπτόν· τὸ δὲ λεπτὸν ἑξακισχιλιοστὸν ταλάντου, ὅ ἐστι νουμμίον ἕν, ἢ κοκκία τρία. τὸ δὲ τάλαντον λίτραι ἑκατὸν εἰκοσιπέντε. ὁ δὲ κοδράντης νουμμία τρία. ὁ δὲ ἔσχατος κοδράντης τὸ τέταρτον τῆς φόλλεως

`κ.3202`

κοδομεύει· φρύγει τὰς κριθάς. καὶ τὸ ἔργον κοδομεία

`κ.3203`

κοδομεύειν· τὸ ἐν ἰπνῷ φρύγειν, ἤ τινι ἀγγείῳ

`κ.3204`

κοδομεύς· ὁ ἐπιπάσσων τῷ φρυγεῖ, τὰς κριθὰς φρύγων

`κ.3205`

κοδομή· ὄνομα θεραπαίνης. ἀπὸ τοῦ κοδομεύειν, ὅπερ ἐστὶν ἐν ἰπνῷ φρύγειν

`κ.3206`

κοδομία· ὑπνία. φρυκτία. ἀλετρία

`κ.3207`

κοδράντης· τὸ πᾶν, ἢ λεπτὰ δύο· τὸ δὲ λεπτὸν ἑξακισχιλιοστὸν ταλάντου

`κ.3208`

Κόδρους· οὓς ἡμεῖς λέγομεν Κρονικούς τινας, τὸ ἀρχαῖον αὐτῶν ἐμφανίζοντες

`κ.3209`

Κόδρος· Ἀθηναῖος, λαμπρὸς τῷ γένει

`κ.3210`

κοδύμαλον· τὸ στρουθίον μῆλον. οἱ δὲ κυδώνιον. οἱ δὲ ἄνθους εἶδος. οἱ δὲ κόσμος περιτραχήλιος

`κ.3211`

κοδώνεα· σῦκα χειμερινά. καὶ καρύων εἶδος Περσικῶν

`κ.3212`

κοθεῖ· αἰσθάνεται, νοεῖ

`κ.3213`

κόθημα· ἐπὶ τοῦ αἰδοίου. καὶ κότιλον ὁμοίως

`κ.3214`

κόθορνος· ὑπόδημα ἀμφοτέροις τοῖς ποσὶ πεποιημένον. τινὲς δὲ καὶ ἀνδράσι καὶ γυναιξὶν ἐφαρμόττειν φασὶ τὸ ὑπόδημα τὸ κόθορνον

`κ.3215`

κοθοῦριν· ἀλώπεκα

`κ.3216`

κόθουρος· ἀργός, ἄκεντρος. κολόβουρος. σιτοκοῦρος. ἀχρεῖος. κακοῦργος.

`κ.3218`

Κοθωκίδαι· δῆμος Οἰνηίδος

`κ.3219`

κωθωνίσαι· μεθύσαι Κώθων γὰρ τὸ μέγα ποτήριον

`κ.3220`

κώθων· περιφερὲς καὶ μέγα ποτήριον

`κ.3221`

κοία· κλέψημα

`κ.3222`

κοῖα· τὰ κοῖλα

`κ.3223`

κοιάζει· ἐνεχυράζει

`κ.3224`

κοίας· σφαίρας. ἢ λίθους

`κ.3225`

κοίασον· σύνθες

`κ.3226`

κοιᾶται· ἱερᾶται

`κ.3227`

κοίελος· τὸ ἐν τοῖς κυάμοις θηρίδιον

`κ.3228`

κοΐζειν· τὰ χοιρίδια μιμητικῶς λέγεται

`κ.3229`

`κ.3230`

κοίης· ἱερεὺς Καβείρων, ὁ καθαίρων φονέα. οἱ δὲ κόης

`κ.3231`

κόϊκες· ἐν Αἰθιοπίᾳ φοινίκων εἶδος. καὶ τὰ πεπλεγμένα ἐκ τῶν φύλλων τοῦ δένδρου σκεύη, φορμοί

`κ.3232`

κοικύλλειν· περιβλέπειν· κύλα γὰρ τὰ ἐπάνω τῶν ὀφθαλμῶν.

`κ.3233`

οἱ δὲ τὸ περιστρέφεσθαι καὶ διατρίβειν περιβλεπόμενον. ἄλλοι φθονεῖν

`κ.3234`

κοιλάδες· πεδία. λιβάδες

`κ.3235`

κοιλάς· τὸ εὔδιον. καὶ ἡ βαθεῖα γῆ κοίλῃσι· βαθείαις

`κ.3236`

Κοιλία· ὀχετὸς ἐν Κυρήνῃ.

`κ.3237`

Κοίλη· δῆμος Ἀττικῆς

`κ.3238`

κοιλίσκον· κοῖλον ...

`κ.3239`

κοιλώμασι· ταπεινώμασιν

`κ.3240`

κοῖλον τοῦ ποδὸς δεῖξαι· ἐπὶ τῶν εἰς φυγὴν τρεπομένων

`κ.3241`

κοῖλον λόχον· τὸν δούριον ἵππον

`κ.3242`

κοιλότερα· βαθύτερα

`κ.3243`

κοιλοπίτυξ· ὁπλίτης. τινὲς δὲ ὀϊστός

`κ.3244`

κοιλῶπαν· περίζωμα

`κ.3245`

κόϊλον· κοῖλον

`κ.3246`

κοῖλος θυρεών· οὐκ ἔχων θύρας

`κ.3247`

κοῖλυ· τὸ κοῖλον

`κ.3249`

κοίμαστρον· κοιτών

`κ.3250`

κοιμηθέντι· κατακλιθέντι, οὐ πάντως ὑπνώσαντι

`κ.3251`

κοιμηθῆναι· κατακλιθῆναι. ὑπνῶσαι

`κ.3252`

κοιμίζει· κατακλίνει

`κ.3253`

κοινά· χόρτος. κοινῇ· δημοσίᾳ

`κ.3254`

κοινεῖον· πορνεῖον

`κ.3255`

κοινοβούλως· τοὺς συνέδρους

`κ.3256`

κοινοδήμιον· τὸ δημόσιον. ἢ τὸ δικαστήριον

`κ.3257`

κοινολογεῖται· κοινῇ διαλέγεται

`κ.3258`

κοινοκατθέτας· συνθηκοφύλακας

`κ.3259`

κοινόν· βδελυκτόν, ἀκάθαρτον

`κ.3260`

κοινός· δεσπότης. καὶ μέρος τι τῆς νεώς. δῆμος. ἀδελφός. Σοφοκλῆς Ἀντιγόνῃ· ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα καὶ ἐν Ὑδροφόροις· πολύκοινον Ἀμφιτρίτην

`κ.3261`

κοινῶνας· κοινωνούς

`κ.3262`

κοινῶσαι· προσανενεγκεῖν

`κ.3263`

κοινὸς Ἑρμῆς· παροιμία ἐπὶ τῶν κοινῇ τι εὑρισκόντων

`κ.3264`

κοῖον· ἐνέχυρον

`κ.3265`

κοιόλης· ὁ ἱερεύς

`κ.3267`

κοιπποίβα· πᾶν σπέρμα. Ἀχαιοί

`κ.3268`

κοιρανέων· κοίρανος καθιστάς. ἢ τὰ τοῦ κοιράνου ἔργα ἐπιτελῶν , κελεύων βασιλικῶς ἢ βασιλεύων

`κ.3269`

κοίρανος· ὁ ἐπικρατῶν, καὶ ἡγεμονεύων, βασιλεύς

`κ.3270`

κοίσκαι· δίκαιοι

`κ.3271`

κοισσοί· κορμοί

`κ.3272`

κοῖται· γυναικῶν ἐπιθυμίαι

`κ.3273`

κοιτάσαι· κατακοιμῆσαι

`κ.3274`

κοίτη· κίστη, ἐν ᾗ τὰ βρώματα ἔφερον. αἱ δὲ μικραὶ κοιτίδες

`κ.3275`

κοιτίς· ἡ μικροτέρα κίστη, ἐν ᾗ ὁ γυναικεῖος κόσμος ἀπετίθετο

`κ.3276`

κοῖτον ἰαύει· εἰς τὴν κοίτην ἐγκοιμᾶται

`κ.3277`

κοῖτος· ὁ ἐν τῇ κοίτῃ ὕπνος. καὶ θηλυκῶς ἡ κοίτη

`κ.3278`

κοιτών· τὸ δωμάτιον

`κ.3279`

κοιφόν· κοῖλον

`κ.3280`

κοιώσατο· ἀφιερώσατο, καθιερώσατο

`κ.3281`

κόκκαλος· ῥόμβος. στρόβιλος. πεύκη

`κ.3282`

κοκκίδα· αἴγειρον

`κ.3283`

κοκκόαξ· κορώνη

`κ.3284`

κοκκοῦσα· συκῆ

`κ.3285`

κοκκοβάγη· γλαῦξ

`κ.3286`

κοκκοθραύστης· ὄρνις ποιός

`κ.3287`

κόκκονοι· οἱ πυρῆνες τῶν ἐλαιῶν

`κ.3288`

κόκκος· ἐξ οὗ τὸ φοινικοῦν βάπτεται. καὶ αὐτὸ τὸ χρῶμα. καὶ τὸ γυναικεῖον μόριον. καὶ ὁ τοῦ σίτου κόκκος

`κ.3289`

κόκκον· τὴν τοῦ σίτου κεγχραμίδα

`κ.3290`

κοκκοχλύζειν· συλλαβίζειν

`κ.3291`

κοκκοποιόν· κοκκοβαφές

`κ.3292`

κόκκυ· τὸ ἐλάχιστον

`κ.3293`

Κοκκυβίας· ὄνομα κύριον

`κ.3294`

κόκκυγες γε γʹ· ἐπὶ ὑπονοηθέντων πλειόνων εἶναι, καὶ ὀλίγων ὄντων

`κ.3295`

κοκκυγίαν· ἄνεμον, οἱ Κροτωνιᾶται

`κ.3296`

κοκκύζει· ταράσσει. φωνεῖ ὀξέως

`κ.3297`

κοκκύμηλα· ὁ καρπός ...

`κ.3298`

κόκκυξ· τὸ ζῷον. ἢ τὸ ὄρνεον. καὶ ἡ βοτάνη. καὶ ὁ πρόβολος. καὶ τοῦ ἱεροῦ ὀστέου τὸ πρὸς τοῖς ἰσχίοις. καὶ λόφος, καὶ περικεφαλαία

`κ.3300`

κόκκωνες· οἱ κόκκοι τῆς ῥοιᾶς. καὶ ὅθεν ἰξός

`κ.3301`

κοκρύνδακοι· κυλλοί

`κ.3302`

κοκρύδων· λῃστῶν. κλεπτῶν

`κ.3303`

κοκύαι· οἱ πάπποι καὶ οἱ πρόγονοι

`κ.3304`

....· εἶδος ὀρχήσεως, ὃ καὶ ξιφισμός

`κ.3305`

κολαβρίζειν· σκιρτᾶν

`κ.3306`

κολαβρευομένη· κώλοις ἁλλομένη

`κ.3307`

κόλαβρον· τὸ χοιρίδιον

`κ.3308`

κολάζειν· περαίνειν, ὀγκᾶσθαι

`κ.3309`

Κολακοφωροκλείδης· Ἱεροκλείδης, ὃν ἐπὶ πονηρίᾳ κωμῳδοῦσιν, Ἕρμιππος μὲν ἐν Κέρκωψι, Φρύνιχος δὲ ἐν Κωμασταῖς . ὁ δὲ Ἀσκληπιάδης Κλεώνυμον εἶναι ὑπέλαβεν, οὐδὲ τὸ τέλειον τοῦ ὀνόματος ἐπιστήσας

`κ.3310`

κολάττην· κόλακα

`κ.3311`

Κολακώνυμος· Κλεώνυμος λέγεται Κολακώνυμος· κόλαξ γάρ

`κ.3312`

κολάπτει· κλώθει πρὸς τῷ γόνατι, ἢ γλύφει

`κ.3313`

κόλασις· τιμωρία

`κ.3315`

κολαφιζόμενος· ῥαπιζόμενος

`κ.3316`

κόλαφος· κόνδυλος. παρὰ δὲ Ἐπιχάρμῳ ἐν Ἀγρωστίνῳ καὶ παιδοτρίβου ὄνομα

`κ.3317`

κολέα· ποιά τις ὄρχησις

`κ.3318`

κολεάζοντες· ὠθοῦντες περαίνοντες

`κ.3320`

κολεασμός· τὸ περαίνεσθαι. πεποίηται δὲ ἀπὸ τοῦ κόλου καὶ ἀπὸ τοῦ καθιέναι εἰς τὸ κόλον· τοῦτο δὲ κολεάζειν ἔλεγον

`κ.3321`

κολέαρχος· κακόσχολον ὄνομα

`κ.3323`

κολεκάνοι· τοῦτο ἐπὶ μήκους σὺν λεπτότητι ἐτάσσετο. Στράττις δὲ ἔν τῳ φορτικῷ δραματίῳ· Ποῦ ʼστιν; οὐκ ἄξει τις ἔξω τὴν ἀποῦσαν μητέρα τῶν διδύμων κολέκαν λέγων

`κ.3324`

κολεός· ἡ θήκη τοῦ ξίφους. καὶ λάρναξ. καὶ ὑδρία

`κ.3325`

κόλερα· νωθρά. ἔνιοι δὲ πρόβατα τραχέα ...

`κ.3327`

Κολαινίς· Ἄρτεμις ἀπὸ Κολαίνου τοὔνομα λαβοῦσα

`κ.3328`

κολετρῶσι· καταπατοῦσι. ἀπὸ τῶν τὰς ἐλαίας πατούντων, ὃ δὴ λέγουσι κολετρᾶν. ἔνιοι δέ· ἐνάλλονται εἰς τὸ κόλον, ὃ δηλοῖ εἰς τὴν γαστέρα

`κ.3329`

κοληβάζει· ἐσθίει. καταπίνει

`κ.3330`

κολία· ὀρχήσεως εἶδος. καὶ ἐπικήδεια. καὶ μέτρον τι· καὶ τὸ ἡμικόλιον. καὶ τὰ ἐκ μέλιτος τρωγάλια

`κ.3331`

κολιᾶν· ἐρίζειν. ἀγνωμονεῖν

`κ.3332`

κολιάσαι· ὀρχήσασθαι

`κ.3333`

κόλλεα· περιτμήματα δερμάτων, ἀφʼ ὧν ἕψεται ἡ κόλλα τοῦ βοός

`κ.3335`

κόλλοπες· οἱ κόλλαβοι, περὶ οὓς αἱ χορδαί· τὸ γὰρ νωτιαῖον, τὸ τραχηλιαῖον τοῦ βοός, κόλλοψ, διὰ τὸ εἰς κόλλαν εὐθετεῖν. καὶ τοὺς σκληροὺς δὲ καὶ παρηβηκότας παῖδας ἐντεῦθεν κόλλοπάς φασιν

`κ.3336`

κολλήεντα· κακῶς κεκολλημένα, ἢ τὰ ἐκ συμβλημάτων ἡρμοσμένα

`κ.3337`

κολλητὰς σανίδας· τὰς θύρας, τὰ θυρώματα

`κ.3338`

Κολλίδαι· γένος ἰθαγενῶν

`κ.3339`

κόλιξ· τὸ γαρδούμιον

`κ.3340`

κόλλικας· εἶδός τι ἄρτου

`κ.3341`

κόλλικος νόμον· τὸν κόρδακα κόλλικα λέγουσι καὶ κορδακίσματα ...

`κ.3342`

κόλλοπι κολλάβῳ

`κ.3343`

κολλοπίζειν· καθέλκειν

`κ.3344`

κολλοπῶσαι· κατακολλῆσαι

`κ.3345`

κολλούρας· ἄρτος

`κ.3346`

κόλλοψ· τοῦ νώτου ἡ φορίνη, καὶ τῆς λοφιᾶς τὸ ἄκρον

`κ.3347`

κόλλυβα· τρωγάλια

`κ.3348`

κολλυβιστής· τραπεζίτης· κόλλυβος γὰρ εἶδος νομίσματος , καὶ ὁ ἐν τῷ χαλκῷ κεχαραγμένος βοῦς

`κ.3349`

κολλύρα· Θεόφραστος ἐπὶ τῶν ἐκ τέφρας πεπλασμένων, ἢ ἔγχουσα

`κ.3350`

κολλυρίων· ὄρνις ποιός

`κ.3351`

κολλύχνιον· καρύου λέπισμα

`κ.3352`

κολοβάφινα· τὰ κολλοβαφῆ

`κ.3353`

κολοβοῖ· ἐπικόπτει

`κ.3354`

κολοβός· κοντός σμικρός. ὀλιγοστός. ἢ ἐστερημένος. καὶ νόμος τις κιθαρῳδικός

`κ.3356`

κολοίδιον· παραξιφίδιον

`κ.3357`

κολοίδορον· ξύλον μάχας ποιούντων ἐπεισφερόμενον

`κ.3358`

κολοιή· φωνή ...

`κ.3359`

κολοιοί· σκῶπες, μικραὶ κορῶναι

`κ.3360`

κολοιός· πετεινὸν ὃ οὐ ταχὺ ὁρᾶται ἐν Ἀλεξανδρείᾳ

`κ.3361`

κολοίπρημα· ἄπληστον κάθαρμα

`κ.3362`

κολοιτέα· δένδρον τι

`κ.3363`

κολοιτύποι· κακοί

`κ.3364`

κολοίφρυξ· Ταναγραῖος ἀλεκτρυών. καὶ ὄρος Βοιωτίας

`κ.3365`

κολοκάνοι· εὐμήκεις καὶ λεπτοί

`κ.3366`

κολοκτρυών· ἀπὸ τοῦ κολοβοῦ καὶ ἀλεκτρυόνος μεγάλου γέγονεν

`κ.3367`

κολοίστιον· ξηρόν

`κ.3368`

κολόκυμα· τὸ τυφλὸν κῦμα οἱ δὲ τὸν σκώληκα καλούμενον, τὸ μακρὸν κῦμα

`κ.3369`

κολοκώνας· τὰς βαλβῖδάς τινες

`κ.3370`

κόλον· κολουστόν, μέγαν τράγον κέρατα οὐκ ἔχοντα. καὶ ἡ τῶν κεράτων ἔκφυσις αὐτὸ μόνον ἔχον τὸ ζῷον, καὶ μηδέποτε εἰς τὸ τέλειον κερασφοροῦν. ταύτας δὲ καὶ στολόκρους ἔλεγον. δηλοῖ δὲ καὶ τὸ ἔντερον, καὶ τὸ κολοβόν. παρὰ δὲ Ὁμήρῳ τὸ κολοβόν, τὸ κεκολοβωμένον

`κ.3371`

κόλος· κολοβός. ἢ μάχη ἄκερος. νοσώδης. πηρός. κολοβός

`κ.3372`

κολοσσοί· ἀγάλματα ὑπερμεγέθη. ἀνδριάντες

`κ.3373`

κοιλόσταθμος· ἔπαυλις, καμαρωτὸν ἔχουσα τὸν πυλῶνα

`κ.3374`

κολοσσία· ἀνδριάντος σκιά. καὶ τὸ εἰς ὕψος ἀνάστημα

`κ.3375`

κολοσυρτεῖ· θορυβεῖ, ταράσσει

`κ.3376`

κολοσυρτός· θόρυβος. συρφετός. κονιορτός. ὄχλος. ἀναφύραμα

`κ.3377`

κολουᾶν· θορυβεῖν

`κ.3378`

κολούει· καταστέλλει. σάττει. κωλύει. ἐμποδίζει. κολοβοῖ

`κ.3379`

κολούεται· ἐλαττοῦται

`κ.3380`

κολουραίη· κολοβή. νεωτάτη

`κ.3381`

κολουρίᾳ· τῇ ἀποτομίᾳ

`κ.3382`

κολουρῖτις γῆ· ... Σικελοί

`κ.3383`

κόλουρον· κολοβόν. μάστιγα

`κ.3384`

κόλου κώδιον· Λάκωνες

`κ.3386`

κόλους· ψωμούς

`κ.3387`

κολοῦσθαι· κολοβοῦσθαι

`κ.3388`

κολούσματα· κλάσματα

`κ.3389`

κολούων· μειῶν, ἐλαττῶν

`κ.3390`

κολοφών· ὁ κολιός. καὶ ἰχθῦς ποιὸς θαλάσσιος. ἢ τὸ μέγα καὶ ὑψηλὸν ἀκρωτήριον. καὶ ἐπὶ παθῶν, ἤτοι συμφορῶν, λαμβάνεται . ἢ τὸ ὄνομα πόλεως. κεφάλαιον, καὶ τὸ τέλος, ἤγουν τὸ πέρας τοῦ πράγματος

`κ.3391`

Κολοφώνια· ὑποδήματα κοῖλα καὶ μεταλλικόν τι

`κ.3392`

κολόχειρ· χείραργος

`κ.3393`

κόλπον ἀνιεμένη· τὸ κατὰ τὸ στῆθος μέρος ἀνέλκουσα, ἵνα τὸν μαστὸν δείξῃ

`κ.3394`

κόλπος· κοῖλος τόπος παραθαλάσσιος

`κ.3395`

κόλσασθαι· ἱκετεῦσαι

`κ.3396`

κόλυβος· ἔπαυλις

`κ.3398`

κολυμβητάς· τοὺς ἐκ τῶν φρεάτων ἀναπέμποντας τοὺς κάδους

`κ.3399`

κολυμβίς· ὄρνις ποιός

`κ.3400`

κόλυμβοι· αἱ κολυμβάδες, τὰ ὄρνεα. ἢ ζωΰφια ἐν κολυμβήθραις

`κ.3401`

κολύρας· ἀρτίδια μικρά, καθάρεια

`κ.3403`

κολυφίζοντες· ἐκκενοῦντες

`κ.3404`

Κολυττός· ὄνομα δήμου

`κ.3405`

κολύφανον· φλοιός. λεπύριον

`κ.3406`

κολυφρόν· ἐλαφρόν

`κ.3407`

κολῶ· κολάσω

`κ.3408`

Κολῶναι· ἡ πόλις Τροίας

`κ.3409`

κολωμένους· κολάσοντας

`κ.3410`

Κολωνός· παροιμία· ὀψὲ ἦλθες, ἀλλʼ εἰς τὸν Κολωνὸν ἵεσο· ἐλέγετο δὲ ἐπὶ τῶν μισθαρνούντων

`κ.3411`

κολωνία· τάφος. Ἠλεῖοι

`κ.3412`

κολώνη· τόπος ὑψηλός καὶ ἐπανάστημα γῆς βουνοειδές . ἢ πόλις μεγάλη

`κ.3413`

κολωνός· τόπος ὕψος ἔχων

`κ.3414`

κολῷον καὶ κολῶιον ἢ κολῳός· θόρυβος, ἀταξία, ταραχή. ἡ μεταφορὰ ἀπὸ τοῦ ζώου

`κ.3415`

Κολωνοῦ· τόπος ἐν τῷ ἄστει

`κ.3416`

κόλωψ· ἀμφιάτωρ

`κ.3419`

κομᾷ· γαυριᾷ, μεγαλοφρονεῖ. ἢ χλοηφορεῖ. ἢ ἀγάλλεται

`κ.3420`

κόμαι· τρίχες

`κ.3421`

Κομαίθα· ἡ τυχοῦσα γυνή

`κ.3423`

κομάκτωρ· ἡ λέξις παρὰ Ῥίνθωνι ἐν Μηδείᾳ

`κ.3424`

κομανίαν· πορνί. δαψιλιά ἀνίαν

`κ.3425`

κόμαρος· φυτόν τι, ὅπερ φέρει καρπὸν μιμαίκυλον

`κ.3426`

κομάς· θεραπείας. καὶ τὰ συοφόρβια

`κ.3427`

κόμβα· κορώνη. Πολυῤῥήνιοι

`κ.3428`

κομβακεύεται· κόμπους λέγει

`κ.3429`

κόμβαλα· πήγματά τινα

`κ.3430`

Κόμβη· Κουρήτων μήτηρ

`κ.3431`

κόμβησαν· ποιὸν ἦχον ἀπετέλεσαν

`κ.3432`

κομβολύτης· βαλλαντιοτόμος

`κ.3433`

κόμβωμα· στόλισμα. σκίρωμα

`κ.3434`

κομβίζων· φυσῶν

`κ.3435`

κόμβος· κόσυμβος. τὸ ἔκπωμα

`κ.3437`

κομβώματα· τὰ ἐν ταῖς ῥάβδοις μικρὸν χρόνον ἔχοντα ὑπὸ πεταλαίων

`κ.3438`

κομβώσασθαι· στολίσασθαι

`κ.3439`

κομεῖν· ἐπιμελείας ἀξιοῦν

`κ.3440`

κομέειν· κομεῖν. ἐπιμελεῖσθαι, θεραπεύειν. ὅθεν καὶ κόμη καὶ ἱπποκόμος

`κ.3441`

κομενταρήσιος· τὰς ἐγγραφὰς τῶν ἐγκλημάτων δεχόμενος

`κ.3442`

κόμαι· αἱ τρίχες τῆς κεφαλῆς. καὶ χωρίον

`κ.3443`

κομιδή· ἡ ἐπιμέλεια, θεραπεία

`κ.3444`

κόμης· ἄρχων ἡγεμών

`κ.3445`

κομβῆσαι· ἀναλαβεῖν

`κ.3446`

κομῆτα· αὐχητά

`κ.3447`

κομήτης· εὔθριξ, καλὰς τρίχας ἔχων. ἢ ἀστήρ

`κ.3449`

κομίατον· ἐξαίτησιν λαμβάνειν τοῦ ἀφεθῆναι

`κ.3450`

κομιδῇ· ἄγαν, πάνυ, σφόδρα, παντελῶς. ἢ συλλογή. ἢ λῆμψις. ἢ ἐπιμέλεια

`κ.3451`

κόμιζε· ἐπιμελείας ἀξίου

`κ.3452`

κομίζεται· νομίζεται. λέγεται. ὅπερ ἐστὶν ἢ Τυμπανιστρίαις

`κ.3453`

κομίζων· βαστάζων, ἐπιφέρων

`κ.3454`

κομίσαι· φέρειν, σῶσαι. θρέψαι. ἀναλαβεῖν. ἀναγαγεῖν. ἐπιμελείας ἀξιῶσαι

`κ.3455`

κομιστάς· ἐπιμελητάς

`κ.3456`

κομίστρια· ἐπιμελήτρια. τροφός.

`κ.3457`

κομιούμενος· ὠνησόμενος

`κ.3458`

κομιστά· τροφή

`κ.3459`

κόμητα· ἕνα τῶν ἑπτὰ ...

`κ.3460`

κόμμα καινόν· οὐ μόνον ἐπὶ τοῦ νομίσματος, ἀλλʼ ἤδη καὶ ἐπὶ τῶν καινῶν πολιτῶν

`κ.3463`

κόμμοι· ἢ κοπετοί

`κ.3464`

κόμμος κρότος, κόσμος

`κ.3465`

κομμοῦν· ὡραΐζειν τὸ σῶμα

`κ.3466`

κομμῶ· πλεκτάναι

`κ.3467`

κομμωθεῖσα· κοσμηθεῖσα

`κ.3468`

κομμώτρια· ἡ ἐμπλέκτρια

`κ.3469`

κόμμωσις· ὁ τοῦ σώματος ὡραϊσμός. καὶ ὑπὸ τῶν μελισσουργῶν ἡ τοῦ σμήνους διάχρισις

`κ.3470`

κομμῶσαι· κοσμῆσαι

`κ.3471`

κομμώτρια· ἡ κοσμοῦσα τὰς τρίχας καὶ ψιλοῦσα κούρισσα

`κ.3472`

κομπάζει· καυχᾶται

`κ.3473`

κόμπαλος· παλαιστροφύλαξ

`κ.3474`

κομπολακήσει· προσαλαζονεύσει

`κ.3475`

κομπάζειν· ... καὶ καταλαζονεύειν

`κ.3476`

κομπεῖ· μεγαλορημονεῖ. ψοφεῖ

`κ.3477`

κόμποι· ὀδόντες γόμφιοι

`κ.3478`

κομποῖς· ὑπερηφάνοις

`κ.3479`

κόμπος· ψόφος. κτύπος, ἦχος ὀδόντων

`κ.3480`

κομπῶδες· ἀλαζονικόν

`κ.3481`

κομψά· τὰ στρογγύλα

`κ.3482`

κομψεία· ποικίλη λαλιά, καὶ πανουργία.

`κ.3483`

κομψεύεται· κολακεύει. σεμνύνεται. πιθανοποιεῖ

`κ.3484`

κομψόν· ἔντιμον. σπουδαῖον. γελοιαστήν. τωθαστήν. πανοῦργον. λάλον. στωμύλον. σκωπτικόν. ἐπιχαρῆ

`κ.3485`

κομψότερον· βελτιώτερον. ἐλαφρότερον

`κ.3486`

κομψούς· βελτίστους. πανούργους. σπουδαίους. ἐντίμους. καλούς

`κ.3488`

κομῶσα· γέμουσα

`κ.3489`

κοναβῆσαι· ἠχῆσαι, ψοφῆσαι

`κ.3490`

κόναβος· ἦχος, ψόφος κρότος

`κ.3491`

κοναί· φόνοι

`κ.3492`

κονάριχον· γλαφυρόν

`κ.3493`

κοναρόν· εὐτραφῆ, πίονα. δραστήριον

`κ.3494`

κοναρώτερον· δραστικώτερον

`κ.3495`

κονιάσουσιν· κονιορτὸν ἐγείρουσιν

`κ.3496`

κόνδοι· κεραῖαι. ἀστράγαλοι

`κ.3497`

κόνδυ· ποτήριον βαρβαρικόν, κυμβίον

`κ.3498`

κονδούκτωρ· μισθωτής

`κ.3499`

κονδυλίζει· κολαφίζει

`κ.3500`

κόνδυλος· ἕτερόν τι τοῦ κολάφου

`κ.3501`

κονδυλούμεναι· ἀνοιδοῦσαι· καθάπερ ἐπὶ τῶν βρασσομένων ὑπὸ τοῦ πυρὸς ὑδάτων

`κ.3502`

κόνει· σπεῦδε, τρέχε

`κ.3503`

κονεῖν· ἐπείγεσθαι. ἐνεργεῖν

`κ.3504`

Κονεῖδαι· γένος ἰθαγενῶν

`κ.3505`

Κονείδης· Θησέως παιδαγωγός καὶ μαΐστωρ

`κ.3506`

κόνις· τέφρα, σποδός

`κ.3507`

κονηταί· θεράποντες

`κ.3509`

κονία· σμῆμα. σποδός

`κ.3510`

κονίαν· μαζονόμον

`κ.3511`

κονίασις· ἀσβέστωσις

`κ.3512`

κονιαταί· ἀσβεστάριοι, καὶ οἱ χρῖσται

`κ.3513`

κονίζεσθαι· κυλίεσθαι. φθείρεσθαι. κονιορτοῦσθαι

`κ.3514`

κονίη· κόνις, ἄμμος. μάχη. ἀκαθαρσία

`κ.3515`

κόνιν αἰθαλόεσσαν· τέφραν. σποδός

`κ.3516`

κονίοντες· ἀνύοντες λευκαίνοντες

`κ.3517`

κονίποδες· ὑποδήματα πρεσβυτικά. κονιορτόποδες. ἀγροῖκοι. ἐργάται

`κ.3518`

κόνις· κονιορτός καὶ τὰ ὅμοια

`κ.3519`

κονῖσαι· ἀνύσαι

`κ.3520`

κονισάλεος· κεκονιορτωμένος

`κ.3521`

Κονίσαλοι· ἀφροδισιακοί

`κ.3522`

κονίσαλος· κονιορτός σκίρτησις σατυρικὴ ἡ τῶν ἐντεταμένων τὰ αἰδοῖα

`κ.3523`

κονίσασθαι· ἀγωνίσασθαι

`κ.3524`

κονίσουσι· κονιορτοῦ πληρώσουσιν

`κ.3526`

κονάβησαν· ἤχησαν

`κ.3527`

κοναβίζει· ἦχον ἐπιτελεῖ. δεσμεύει

`κ.3528`

κόνναρον· καρπὸς δένδρου ὅμοιος παλιούρῳ

`κ.3529`

κοννεῖν· συνιέναι, ἐπίστασθαι

`κ.3530`

Κοννᾶς· αὐλητὴς πενίαν ἔχων καίπερ ὢν ἄριστος

`κ.3531`

κόννος· ὁ πώγων, ἢ ὑπήνη. ἢ χάρις

`κ.3532`

κοννοῦσι· γινώσκουσιν

`κ.3533`

κοννοφορῶν· σκόλλυν φορῶν

`κ.3534`

Κόννου ψῆφον· παροιμία ἐπὶ τῶν μηδενὸς ἀξίων

`κ.3535`

κοννοειδῆ· εἰς ὀξὺ λήγων

`κ.3536`

κοννόφροσιν· ἄφροσιν

`κ.3537`

κονσιστώριον· θεῖον συνέδριον

`κ.3538`

κονσουλάριος· ὑπατικός

`κ.3539`

κοντίλος· εἶδος ὀρνέου, ἢ ὄρτυξ. ἔστι δὲ καὶ ὄφις

`κ.3540`

Κοτινοῦσα· τὰ Γάδειρα οὕτως ἐκαλεῖτο

`κ.3541`

κοντός· δόρυ

`κ.3542`

κοντουβερνάλιος· συστρατιώτης

`κ.3543`

κοντῷ πλεῖν· προσηκόντως ζῆν

`κ.3544`

κόνυζα· βοτάνη ἄφυλλος. τινὲς δὲ φυτόν τι εὔφυλλον ἱκανῶς. διὸ καὶ στιβάδας ἐξ αὐτοῦ ἐποίουν. ἔστι δὲ ὅτε ἐν ταῖς στέγαις ἐπέβαλον ἐξ αὐτῆς ἀντὶ σωλήνων. καὶ ἐπὶ τὰ σαρώματα

`κ.3546`

κόοι· τὰ χάσματα τῆς γῆς, καὶ τὰ κοιλώματα

`κ.3547`

κοπάδες· τὰ ἐπικεκομμένα δένδρα

`κ.3548`

κόπανον· ξύλον. ὄργανον ἐρεοπλυτικόν

`κ.3549`

κόπασον· ἡσύχασον

`κ.3550`

κόπελλα· αἰδοῖα, καὶ τὰ ὀστώδη τοῦ σώματος

`κ.3551`

κοπετός· κομμός. θρῆνος μετὰ ψόφου χειρῶν

`κ.3552`

κόπηθρον· φυτὸν λαχανῶδες ἄγριον

`κ.3553`

κοπήσονται· φονευθήσονται

`κ.3554`

κοπίαι· ἡσυχίαι

`κ.3555`

κόπιες· κέντρα ὀρνίθεια

`κ.3556`

κοπίζειν· ψεύδεσθαι

`κ.3557`

κοπιῆς· ὑψηλοῦ τόπου

`κ.3558`

κοπίς· μερίς, δεῖπνον, μάζα, ἄρτος, κρέα, λάχανον ὠμόν, ζωμός, σῦκον, τράγημα, θέρμος

`κ.3559`

κοπταί· μελίπηκτα

`κ.3560`

κομπάτιον· μονόφθαλμον

`κ.3561`

κοππατίας· ἵππος κεκαυμένος, ἐντετυπωμένον ἔχων σημεῖον τὸ κόππα, ὅ ἐστι ἀπεστραμμένον Ρ

`κ.3562`

κόπος· κοπανισμός

`κ.3563`

κοπρευταί· φυτευταί

`κ.3564`

κόπρος· ἥ τε τῶν κτηνῶν ἡ εἰς τοὺς κήπους βαλλομένη «τέμενος μέγα κοπρήσαντας» καὶ ἡ στάσις τῶν βοῶν. καὶ ἡ κόνις· «κυλινδόμενος κατὰ κόπρον»

`κ.3565`

κοπροσύρα· τὰ συρόμενα κόπρια

`κ.3566`

κόπτει· πενθεῖ

`κ.3567`

κόπτε δὲ δεσμούς· τοὺς ἥλους κατεσκεύαζε καὶ ἐνήργει

`κ.3568`

κόπρου· τῆς βουστασίας, ἣν ἔνιοι μάνδραν καλοῦσιν

`κ.3569`

κοπτή· θαλάσσιον πράσον

`κ.3570`

Κόπριος· τῆς Κόπρου

`κ.3571`

κόπριον· θάκων σκύβαλον

`κ.3572`

κοπτομένου· ταλαιπωρουμένου

`κ.3573`

κόπτων· τύπτων, ἐλαύνων

`κ.3574`

κοραγεῖν· τὸ ἀνάγειν τὴν Κόρην

`κ.3575`

κορακεύς· εἶδος ἰχθύος

`κ.3576`

κορακίας· ὁ μέλας κολοιός, καὶ κορακῖνος ὁμοίως

`κ.3577`

κορακῖνοι· εἶδος ἰχθύος

`κ.3578`

Κόρακος πέτρη· τόπος ἐν Ἰθάκῃ κληθεὶς ἐντεῦθεν· ὁ Κόραξ παῖς ἦν Ἀρεθούσης· διο...θανεν. οὐ φέρουσα δὲ τὴν λύπην ἡ μήτηρ αὐτοῦ ἀπήγξατο. καὶ ἀπὸ τούτου Κόρακος πέτρα ὠνομάσθη, ἀπὸ δὲ τῆς μητρὸς κρήνη τῆς Ἰθάκης Ἀρέθουσα

`κ.3579`

Κορακοφοροκλείδη· ... ἔστι γὰρ Ἱεροκλείδης

`κ.3580`

κοράλλιον· λίθος θαλάσσιος ἐρυθρός

`κ.3581`

Κόραννος· βασιλεὺς Μακεδονίας

`κ.3582`

κόραξ· τὸ γινωσκόμενον ζῷον, καὶ ἕτερον στεγανόπουν, καὶ ἰχθῦς ποιός. καὶ τῶν ἀλεκτρυόνων ἄκρα ῥύγχη

`κ.3583`

κοράξαι· ἄγαν προσλιπαρῆσαι. πεποίηται παρὰ τοὺς κόρακας

`κ.3584`

Κοραξοί· Σκυθῶν γένος καὶ τὸ γυναικεῖον αἰδοῖον

`κ.3585`

κόραξ ὑδρεύσει· παροιμία ἐπὶ τῶν δυσχερῶς τινων τυγχανόντων

`κ.3586`

κόρας· ὀφθαλμούς

`κ.3587`

κοράσσει· ὀρχεῖται. καὶ ἄκλητος ἐλήλυθε

`κ.3588`

κοράττειν· κορακεύεσθαι

`κ.3590`

κόραφος· ποιὸς ὄρνις

`κ.3591`

κόρμα· ἡ τοῦ κόρματος καὶ κορυβαντίας αἰτία

`κ.3592`

κόρδαξ· εἶδος ὀρχήσεως ἀσέμνως κινούσης τὴν ὀσφῦν

`κ.3593`

κορδακίζεια· αἰσχρὰ ὀρχεῖται

`κ.3594`

κορδακισμοί· τὰ τῶν μίμων γελοῖα, καὶ παίγνια

`κ.3596`

κορδύλη· κορύνη. ῥόπαλον. ἢ τὸ ἐπάνω τῆς κάσιδος.

`κ.3597`

κορδύλος· ἰχθῦς ποιός

`κ.3599`

κορέζε· πόρθει

`κ.3600`

κορέει· πληροῖ, χορτάσει

`κ.3601`

Κόρεια· θυσία τῇ Κόρῃ τελουμένη

`κ.3602`

κορεῖν· κοσμεῖν, καθαίρειν

`κ.3603`

κορεῖον· περικράνειον

`κ.3605`

κορέννυται· χορτάζεται

`κ.3606`

κορέσαι· διεργάσασθαι. πληρῶσαι, χορτάσαι

`κ.3607`

κορέων, κορέσκων· ἐξυβρίζων

`κ.3608`

κόρζα· καρδία. Πάφιοι

`κ.3609`

κόρη· νύμφη, ἣν ταῖς παρθένοις ἔπεμπον. καὶ παρθένος. καὶ ἡ ὄψις

`κ.3610`

κόρην· παρθένον. ὀφθαλμόν. καὶ παῖδα

`κ.3612`

κόρημα· κάλλυντρον, ὅ τινες σάρον

`κ.3613`

κορθίλας καὶ κόρθιν· τοὺς σωρούς. καὶ τὴν συστροφήν

`κ.3615`

κόρθιλος· ὄρνις, ὅν τινες βασιλίσκον

`κ.3616`

κόρθυς· σωρός

`κ.3617`

κόρθυας· τὰ κατʼ ὀλίγον δράγματα

`κ.3618`

κορθύεται· διεγείρεται. καὶ εἰς ὕψος αἴρεται, μετεωρίζεται, φρίσσει, ὑψοῦται

`κ.3620`

κορθώ· βλάβη

`κ.3621`

κοριάλαι· τρίγλαι, ἰχθύες

`κ.3622`

κορίαννον· τὸ κόριον, καὶ γυναικεῖον κοσμάριον χρυσοῦν

`κ.3623`

κορίζομαι· ὑποκορίζομαι

`κ.3624`

κόρι· τὸ κορίανδρον, ἢ μᾶλλον κορίαμβλον

`κ.3625`

κορικῶς· γυναικικῶς, ὡς κόρη

`κ.3626`

κορινθιάζειν· μαστροπεύειν, ἑταιρεῖν

`κ.3627`

Κορίνθιαι· αἱ πέδαι, καὶ αἱ ἀπὸ Κορίνθου τῆς πόλεως γυναῖκες

`κ.3628`

Κόρινθος· πόλις Ἑλλάδος

`κ.3629`

Κορίνθιος ξένος· ἐπὶ τῶν τὰς λάταγας ῥιπτούντων. ἀπὸ τῆς παρʼ Εὐριπίδῃ Σθενεβοίας τῷ Βελλεροφόντῃ ἀποχευούσης , ὡς δὲ Ἄτταλος ἐν τῷ περὶ παροιμιῶν, ἐπὶ τῷ ... διὰ κάλλος ὡς ὁ Βελλεροφόντης

`κ.3630`

κοριοειδές· κορίῳ ἢ κόρῃ ἐοικός

`κ.3631`

κόριον· μικρὸν κοράσιον, ἢ κορίδιον. τὸ λάχανον

`κ.3632`

κόρις· ἰχθῦς ποιός. ἢ πόα, ἣν ἔνιοι χαμαίπιτυν

`κ.3633`

κορίσαι· ὑψῶσαι

`κ.3634`

κόριψ· νεανίσκος

`κ.3635`

κοριῶντα· γαυρούμενον

`κ.3636`

κόρκορα· ὄρνις. Περγαῖοι

`κ.3637`

κορκόδρυα· ὑδρόρυα

`κ.3638`

κόρκορος· εἶδος ἰχθύος. ἢ λάχανον ἄγριον

`κ.3639`

κορκορυγή· κραυγή, βοή, ταραχὴ μετὰ θορύβου

`κ.3640`

Κορκυραία μάστιξ· δοκεῖ ἐκείνη χαλεπωτάτη εἶναι κατὰ τῶν παιδευομένων

`κ.3641`

κορκυρεύεται· ἀπονοεῖται

`κ.3642`

κορμάζειν· τέμνειν, πρίζειν

`κ.3643`

κορμηταί· κοσμηταί

`κ.3644`

κορμός· πλάτη, ἀπὸ τοῦ εἰς ὀλίγον κεκορμάσθαι· πλάτη δὲ εἶδος πλοίου. καὶ ἕδρα. καὶ κώπη. καὶ τὸ εἰς βραχὺ συντετμημένον ξύλον

`κ.3645`

κορκούτης· αἰδοῖον ἀνδρῶν

`κ.3646`

κόρνος· κεντρομυρσίνη. Σικελοί

`κ.3647`

κορνώπιδες· κώνωπες

`κ.3649`

Κόροιβος· ἠλίθιος καὶ μωρός. Ἐπὶ γὰρ τοῦ μωραίνοντος ἔταττον τὸν Κόροιβον, ἀπὸ Κοροίβου τινὸς μωροῦ καὶ ἠλιθίου μετάγοντες, ὃν οἴονται τὸν Μυγδόνος εἶναι παῖδα τοῦ Φρυγός

`κ.3651`

κοροκόσμια· τῶν παρθένων κοσμήματα Σ

`κ.3652`

κορωνίδας κακῶν· κεφάλαια κακῶν. καὶ αἱ εἰς ἀγαθὸν ὑπεροχαί ...

`κ.3653`

κόρος· πλησμονή, χορτασία, τρυφή. παῖς. κάλλυντρον. καὶ μέτρον τι σιτικόν. καὶ πλέγμα μυρσίνης πεποιημένον

`κ.3655`

κόρος· πλῆθος ἀνθρώπων. καὶ τὰ νέα βλαστήματα. καὶ μέτρον

`κ.3656`

κόρρη· τράχηλος, ἢ τὸ ὀπίσω τοῦ τραχήλου, ἢ κρόταφος

`κ.3658`

κορσεύς· κουρεύς

`κ.3659`

κορτάφοις· κροτάφοις ὑπὸ Περγαίων

`κ.3660`

κόρσαι· αἱ τῶν ὀφρύων τρίχες καταφέρουσαι εἰς τοὺς ὀφθαλμούς. ἢ γνάθοι. ἢ κορυφαί. Ἀχαιοὶ δὲ κεφαλίδας, ἐπάλξεις, προμαχῶνας. στεφάναι πύργων. ἢ κρόταφοι. ἢ κλίμακες

`κ.3661`

κόρσακις· τράγος παρὰ Κρατίνῳ. Δίδυμος ἤκουεν ἀπὸ τῆς κόρσης· ... Κόρσαι γὰρ τῆς Κιλικίας

`κ.3662`

κόρση· κεφαλή. ἔπαλξις. κλῖμαξ. κρόταφος

`κ.3663`

κορσίπιον· ῥίζα τις, ἢ νόμισμα παρʼ Αἰγυπτίοις τὸ κερσαῖον λεγόμενον

`κ.3664`

κορσίς· πυγή

`κ.3665`

κορσόν· κορμόν

`κ.3666`

κορσοῦν· κείρειν

`κ.3667`

κορτεῖν· κροτεῖσθαι

`κ.3668`

κορσωτήριον· κουρεῖον

`κ.3669`

κορτερά· κρατερά, ἰσχυρά

`κ.3670`

κόρτην· Πάρθοι ἐσθῆτα καλοῦσιν, ἣν λαμβάνουσι παῖδες εἰς ἄνδρας ἀφικόμενοι

`κ.3671`

κόρτος· ὁ ἐν τοῖς κυσὶ κρότων

`κ.3672`

Κορτύνιοι· οἱ Ἀρκάδες· ἡ γὰρ Κόρτυς τῆς Ἀρκαδίας

`κ.3674`

κορυβαντιᾷ· ἐν τελετῇ ὀρχεῖται

`κ.3675`

κορυβαντιούσης· μαινομένης, ἢ ἐπιθετικῶς δαιμονιζομένης

`κ.3676`

κορυβαντισμός· καθαρισμὸς μανίας

`κ.3677`

Κορύβας· Ῥέας ἱερεύς

`κ.3678`

κορυπτεῖν· κερατίζειν

`κ.3679`

κορύγης· κήρυξ. Δωριεῖς

`κ.3680`

κορυδαλλός· ἢ πτηνὸν ζῷον. καὶ δῆμος τῆς Ἀττικῆς. ἢ κόρυδος παρʼ ἐνίων

`κ.3681`

Κορυδεύς· ὄνομα κύριον. οὗτος ἐκωμῳδεῖτο ἐπὶ δυσμορφίᾳ, καὶ οἱ παῖδες αὐτοῦ

`κ.3682`

κόρυζα· μύξα, κατάῤῥους. περὶ κεφαλὴν πάθος

`κ.3683`

κορυζᾷ· ξαίνει. μωραίνει

`κ.3684`

κορυζῶν· μεμωραμένος

`κ.3685`

κόρυθα· περικεφαλαίαν

`κ.3686`

κορυθάϊκι· τῷ τὴν περικεφαλαίαν εὐκίνητον ἔχοντι, ἢ σείοντι, οἷον πολεμιστῇ

`κ.3687`

κορυθαίολος· μαχητής, ἀπὸ τοῦ αἰολεῖν τὴν κόρυν, ὅ ἐστιν ἐπισείειν. ἢ ποικίλην ἔχων περικεφαλαίαν. ἢ εὐκίνητος

`κ.3688`

κορυθαλία· δάφνη ἐστεμμένη. τινὲς τὴν εἰρεσιώνην. ἄλλοι δὲ ὑπερορίθεον

`κ.3689`

κορυθαλίστριαι· αἱ χορεύουσαι τῇ Κορυθαλίᾳ θεᾷ

`κ.3690`

κόρυθα περίδρομον· τὸν περιβόλαιον στέφανον

`κ.3691`

κόρυθες· περικεφαλαῖαι παρὰ τὸ κάρα

`κ.3692`

Κορυθία· αὐλήτρια

`κ.3694`

κόρυθος· εἷς τις τῶν τροχίλων

`κ.3695`

κόρυθος φάλον· περικεφαλαίας ἀνάστημα

`κ.3696`

κόρυθος· περικεφαλαίας

`κ.3697`

κορύθων· ἀλεκτρυών. αἱ νεανίδες

`κ.3698`

κορυλλίων· ὄρνιθος εἶδος

`κ.3700`

κόρυμβα· τὰ ὑπʼ ἐνίων ἄφλαστα, τὰ ἀκροστόλια, τὰ ἄκρα τῶν πρυμνῶν. τὰ ἀπεξυσμένα πρὸς κόσμον τῶν νεῶν ἄκρα, καὶ ἐπικεκαμμένα, ἅ ἐστι κατὰ τὴν πρύμναν καὶ κατὰ τὴν πρῶραν

`κ.3701`

κόρυμβον· τὴν ἀκρόπολιν, ἐπειδὴ ἐφʼ ὕψους ἐστί. τὴν ἐπὶ τῆς κεφαλῆς τοῦ ὄρους ὕλην. καὶ καθόλου πάντα τὰ μετέωρα, καὶ εἰς ὕψος ἀνατείνοντα κορύμβους λέγουσιν, ὅθεν κόρυς, κύρβις, κυρβασία

`κ.3702`

κόρυμβος· ὁ καυλὸς τοῦ ἀσπαράγου

`κ.3703`

κορυμβάσι· περιδρόμοις, διʼ ὧν συσπᾶται γύργαθος καὶ κεκρύφαλος καὶ δεσμοί

`κ.3704`

κόρυμνα· κόσμος τις γυναικεῖος περιτραχήλιος

`κ.3706`

κορύνη· ἑτεροβαρὲς ξύλον. οἱ δὲ ῥόπαλον. οἱ δὲ κολόροβον. οἱ δὲ ξύλον ἐπικαμπές

`κ.3707`

κορύνησις· βλάστησις

`κ.3708`

κορυνήτης· κορυνομάχος, ῥοπαλομάχος

`κ.3709`

κορυνθεύς· κόφινος, κάλαθος. ἀλεκτρυών

`κ.3710`

κόρυνθος· μάζης ψωμός

`κ.3711`

κορυνῶδες· ὀζῶδες

`κ.3714`

κορυπτόλης· κερατιστής

`κ.3715`

κόρυρ· θριγκός

`κ.3716`

κόρυς· περικεφαλαία

`κ.3717`

κορύσσει· κρύπτει. μάχεται. ταράσσει. αὔξει. καθοπλίζει

`κ.3718`

κορύσσεσθαι· ἐπαίρεσθαι

`κ.3719`

κορύσσεται· καθοπλίζεται. ὑψοῦται

`κ.3720`

κορυσσαμένη· καθοπλισαμένη

`κ.3721`

κορύσσων· ὁπλίζων. καὶ τὰ ὅμοια

`κ.3722`

κορυστής· ... ἀγαθός, ἢ ὁπλίτης

`κ.3723`

Κορύστιοι· οἱ Γορτύνιοι.

`κ.3724`

κορυστόν· τὸ ἐπίμεστον

`κ.3726`

κορυφᾷ· κορυφῇ, ἀκρωρείᾳ

`κ.3727`

κορύφαινα· ποιὸς ἰχθῦς

`κ.3728`

κορυφαῖος· τέλειος. ἡγεμών.

`κ.3729`

κορυφή· κεφαλή. λόφος, ἀκρωτήριον

`κ.3730`

κορυφιστής· κόσμου γυναικείου τὸ περὶ τὴν κεφαλὴν χρυσίον, καὶ κεκρυφάλου τὸ μέσον ῥάμμα

`κ.3731`

κορυφοῖ· κατερέφει

`κ.3732`

κόρυφος· κόρυμβος γυναικεῖος, οἱ δὲ μαλλόν, τὰ τῶν παιδίων σκολλύφια

`κ.3733`

κορυφοῦται· αὔξεται. ὑψοῦται

`κ.3734`

κορυφώσασαι· ἐκτελέσασαι

`κ.3735`

κορφῶς· ἐλαφρῶς

`κ.3736`

κόρχορον· λάχανον ἄγριον. καὶ στέαρ

`κ.3737`

κορωνά· ὑψηλά

`κ.3738`

κορώνεως· ἀμπέλου ἢ συκῆς εἶδος

`κ.3739`

κορώνη· κόραξ. καὶ τὸ ἄκρον τοῦ τόξου, εἰς ὃ ἡ νευρὰ δέδεται . καὶ ὁ κρίκος τῆς θύρας. καὶ τὸ ζῷον. καὶ ὄρνεον. καὶ ἰχθῦς. καὶ λάρος. καὶ εἶδος στεφάνου

`κ.3740`

κορώνη τὸν σκορπίον· παροιμία ἐπὶ τῶν δυσχερέσι καὶ βλαβεροῖς ἐπιχειρούντων

`κ.3741`

κορῶναι· ἁλίαι αἴθυιαι, κολυμβίδες. τὰ περιφερῆ σχήματα

`κ.3742`

κορωνίς· τὸ τελευταῖον τῆς οἰκοδομῆς ἐπίθεμα ἀκρώρεια. τέλος

`κ.3743`

Κορωνεία· πόλις Βοιωτίας.

`κ.3744`

κορωνίδες· καμπυλόπρυμνοι ναῦς. καὶ οἱ ἐκ τῶν ἴων πεπλεγμένοι στέφανοι. κυρίως δὲ τὰ βλαστήματα

`κ.3745`

κορωνιδεύς· ὁ τῆς κορώνης νεοττός

`κ.3746`

κορώνιος· μηνοειδῆ ἔχων κέρατα βοῦς

`κ.3747`

κορωνίς· καμπυλόπρυμνος. ἢ στεφανίς

`κ.3748`

κορωνισταί· οἱ τῇ κορώνῃ ἀγείροντες, καὶ τὰ ἀιδόμενα ὑπʼ αὐτῶν κορωνίσματα

`κ.3749`

κορωνιῶν· γαυριῶν

`κ.3750`

κορωνόν· πονηρός

`κ.3751`

κορωνόπους· πόα τις, ἣν καὶ κορακόποδα λέγουσιν

`κ.3752`

κορωνός· ὀρθόκερως ταῦρος

`κ.3753`

κορώνη· τὸ ἐπικεκαμμένον τοῦ ῥυμοῦ

`κ.3755`

κόσαβος· σκεῦος συμποτικόν, ἐφʼ οὗ τὰς λάταγας ἔβαλλον ἐρίζοντες

`κ.3756`

κοσάλανον· τὸ βραχύ, καὶ τὸ δίκαιον

`κ.3758`

κοσκινόριπος· εἰς κοσκίνου κατασκευὴν ῥίπος

`κ.3760`

κοσκυλμάτια· τὰ τῶν βυρσῶν περικομμάτια

`κ.3761`

κοσκυλματίοις· κολακευματίοις. ἢ παραλογισμοῖς. λείμασι δορᾶς

`κ.3763`

κοσμεῖν· διατίθεσθαι

`κ.3764`

κοσμῆσαι· διατάξαι. στῆσαι. στεῖλαι

`κ.3765`

κοσμησάμενος· παραταξάμενος

`κ.3766`

κοσμητής· κουρεύς. ἐνταφιαστής

`κ.3767`

κοσμήτορες· ἡγεμόνες

`κ.3768`

κοσμίους· ἀνεπιλήπτους

`κ.3769`

κοσμιωτάτη· εὐκαλλώπιστος

`κ.3770`

κόσμος· καλλωπισμός, κατασκευή, τάξις, κατάστασις. στρατηγὸς κεκοσμημένος. κάλλος

`κ.3771`

κόσμου ἐκπύρωσις· ὄρχησις. ἢ ὑπόθεσις

`κ.3772`

κοσσάβους· κοττάβους

`κ.3773`

κοσυμβωτόν· κροσσωτόν

`κ.3774`

κοσύμβη· ἀνάδεσμα, ἢ ἐγκόμβωμα. καὶ ὅπερ αἱ Κρῆσσαι φοροῦσιν, ὅμοιον ἀσπιδίσκῃ. καὶ περίζωμα Αἰγύπτιον. καὶ τὸ ἐγκομβοῦσθαι ...

`κ.3775`

κόσσυφος· ὄνομα πτηνοῦ

`κ.3776`

κοσται· κριθαί

`κ.3777`

κόστος· εἶδος ἀρώματος

`κ.3778`

κοστίας· κοιλίας, κόμορος

`κ.3779`

κόσβατοι· οἱ ἐπὶ θυσιῶν τεταγμένοι

`κ.3781`

κοσώλυφος· βόθυνος, ὄχθος, ἀνάστημα γῆς. ἢ σπέρμα

`κ.3782`

κοτέει· ὀργίζεται. καὶ ὑφορᾷ

`κ.3783`

κοτεῖν· διεχθραίνειν, χαλεπαίνειν

`κ.3784`

κοτεῖται· ζηλοῦται, ἐπιθυμεῖται

`κ.3785`

κοτέοντες· ὀργιζόμενοι

`κ.3786`

κοτέων· ὀργιζόμενος

`κ.3787`

κοτεσσάμενος· μεμψάμενος, χολωθείς

`κ.3788`

κοτέσσεται· χολωθείη

`κ.3789`

κοτήεις. ἢ ὀργίλως διακείμενος

`κ.3790`

κοτιεῖ· φθονεῖ, ζηλοῖ

`κ.3791`

κοτικᾶς· ἀλέκτωρ

`κ.3793`

κότινος· ἀγριέλαιος. ἢ ὁ ἐξ ἀγριελαίας στέφανος Ὀλυμπιακός . φασὶ γὰρ αὐτὸν κότινον εἶναι

`κ.3794`

κότιξις· μέλους τι εἶδος

`κ.3795`

κοτίλλιον· αἰδοῖον ἀνδρός

`κ.3796`

κότος· ὀργή, ἔχθρα, χόλος, ἔρις ἔμμονος, καὶ ἡ ἐγκειμένη ὀργὴ εἰς κακοποιΐαν

`κ.3797`

κοτταβεῖα· πλινθία, ἢ ἀκρωτήρια. ἄμεινον δὲ νοεῖν ἔπαθλον τῷ ἄριστα κοτταβίσαντι. ἔπαιζον γὰρ τὸ καταλειπόμενον ἐν τῷ ποτηρίῳ ἐκχέοντες καὶ πειρώμενοι ψόφον ἀποτελεῖν. ὁ δὲ ἐπιτυχὼν μάλιστα τῷ ψόφῳ ἐνίκα

`κ.3798`

κοτταβίζει· οἶνον ποτηρίῳ ἀναῤῥιπτεῖ

`κ.3799`

κοτταβία· οὐλόθριξ

`κ.3800`

κοττάβινος· ὑπόθεμα, Λάκωνες ... ἐν ᾗ οἱ κότταβοι ἐγίνοντο

`κ.3801`

κότταβος· λάταξ. Εὐριπίδης Πλεισθένει καὶ παιδιὰ παρὰ Ἀττικοῖς, ἀπὸ Σικελίας παραδοθεῖσα

`κ.3802`

κόττανα· εἶδος σύκων μικρῶν. καὶ ἡ παρθένος παρὰ Κρησὶ κόττανον

`κ.3803`

κοττάρια· τὰ ἄκρα τῆς κέγχρου

`κ.3804`

κόττειν· τύπτειν, δορατεῖν

`κ.3806`

κοττίδικα· πλαταγή, κρόταλον

`κ.3807`

κοττοβολεῖν· τὸ παρατηρεῖν τινα ὄρνιν

`κ.3808`

κοττανάβαθρον· ἔνθα οἱ ὄρνιθες κοιμῶνται

`κ.3809`

κόττος· ὄρνις. καὶ ἵππων δέ τινας οὕτως ἔλεγον

`κ.3810`

κοττυλειοί· κατοικίδιοι ὄρνεις

`κ.3811`

κοττύβη· τὸ φυόμενον ἐμφερὲς μύκητι

`κ.3812`

κοτύλαια· μικρά· παρὰ τὴν κοτύλην

`κ.3813`

κοτύλη· εἶδος μέτρου. καὶ τρώγλη. ἢ τὸ κοῖλον τῆς χειρός, καὶ πᾶν κοῖλον· ὅθεν καὶ εἰς ὅπερ ἡ τοῦ μηροῦ κεφαλὴ ἐμβαίνει κοτύλη καλεῖται

`κ.3814`

κοτυληδών· πόας εἶδος

`κ.3815`

κοτυληδόνες· αἱ τοῦ πολύποδος πλεκτάναι

`κ.3816`

κοτυληδονόφιν· ἐπὶ τοῦ πολύποδος τῶν πλεκτανῶν. αἱ γὰρ ἐν τοῖς ποσὶν αὐτοῦ κοιλότητες κοτυληδόνες λέγονται

`κ.3817`

κοτυλήρυτον· πολύ, ὥστε κοτύλῃ ἀρύσασθαι Σ

`κ.3818`

κοτυλίσκος· κρατηρίσκος, ᾧ χρῶνται οἱ μύσται. καὶ τὸ κοίλωμα. τινὲς τὰ μόνωτα ποτήρια. καὶ πλακοῦντος εἶδος. ἢ βόθρος, εἰς ὃν τὸ αἷμα τῶν τῇ γῇ θυομένων ἐνέβαλλον

`κ.3819`

κότυνα· σκύβαλα

`κ.3820`

Κοτυττώ· ὁ μὲν Εὔπολις κατʼ ἔχθος τὸ πρὸς τοὺς Κορινθίους φορτικόν τινα δαίμονα διατίθεται

`κ.3821`

κοῦα· ἐνέχυρα

`κ.3822`

κούαγμα· σμῆμα

`κ.3823`

κουάνια· μέλανα. Λάκωνες

`κ.3824`

κουάσαι· ἐνεχυριάσαι

`κ.3825`

κουβηζός· στιβεύς

`κ.3826`

κουκᾶνα· πάππον. ἢ κυκεῶνα

`κ.3827`

κουλεόν· Ἰακῶς τὸ κολεόν

`κ.3828`

κουλεός· ξιφοθήκη

`κ.3829`

κουλυβάτειαν, κλύβατιν· τὴν σιδηρῖτιν πόαν, ἣν ἑλξίνην ἔνιοι

`κ.3830`

κουλιβός· ἡ πίτυς

`κ.3831`

κουμάσιον· τὸ τῶν ὀρνίθων οἴκημα

`κ.3832`

κούνημα· κόκων, ἢ ὁ κύων

`κ.3833`

κούνουπες· κώνωπες

`κ.3834`

κουπήϊον· καμάρα, ἡ ἐπὶ τῶν ἁμαξῶν γινομένη

`κ.3835`

κοῦραι· κόραι

`κ.3836`

κουράνια· ἐκ μελίνης ἄλφιτα

`κ.3837`

κουράς· ἡ ἐν τοῖς ὀροφώμασι γραφή. ὀροφικὸς πίναξ. παρὰ δὲ Αἰσχύλῳ ἐν Μυρμιδόσιν ἀμφιβάλλεται ἐνκουράδι. ἔστι δὲ ἐγκουρὰς ὀροφικὸς πίναξ

`κ.3838`

κουρότεροι· νεώτεροι

`κ.3839`

κουράτωρ· τροφεύς, παιδοκράτωρ

`κ.3840`

κουράων· παρθένων. θυγατέρων

`κ.3841`

κούρεων· τὸν νακοτίλτην

`κ.3842`

κουρεύς· ὄρνις ποιός, ἀπὸ τοῦ φθέγγεσθαι ἐμφερὲς ἤχῳ γναφικοῦ μαχαιρίου

`κ.3843`

κουρεῶτις· μηνὸς τοῦ Πυανεψιῶνος ἡμέρα, ἐν ᾗ τὰς ἀπὸ τῆς κεφαλῆς τῶν παίδων ἀποκείροντες τρίχας Ἀρτέμιδι θύουσιν

`κ.3844`

κούρη· κόρη

`κ.3845`

Κουρῆτες· τῆς μὲν δευτέρας συλλαβῆς περισπωμένης οἱ τὴν Πλευρῶνα κατοικοῦντες, διὰ τὸ κουρικῶς ἀναδεδέσθαι τὰς κόμας. Κούρητες δὲ προπαροξυνομένου τοῦ ὀνόματος νεανίαι. καὶ ἔθνος Κρητῶν

`κ.3846`

Κουρήτεσι· Κρησίν

`κ.3847`

Κουρήτων· ἔθνος. Κρητῶν

`κ.3848`

Κουρήτων στόμα· ἐδόκουν εἶναι μάντεις, οἷον θεσπιῳδὸν στόμα

`κ.3849`

κουριᾶν· κομᾶν. κουρᾶς ἐπιδεῖσθαι

`κ.3851`

κουρίδες· καρίδες, ἢ τὰς μικρὰς ἐγχλώρους, τὰς δὲ ἐρυθρὰς καμμάρους

`κ.3852`

κουριδίης· ἐκ παρθενίας γαμετῆς

`κ.3853`

κουρίδιον· παρθένιον, καὶ τὸν ἐκ παρθενίας ἄνδρα. Λάκωνες δὲ κουρίδιον καλοῦσι τὸν παρὰ αὐτοῖς τετράχειρα Ἀπόλλωνα

`κ.3854`

κουρίξ· τῆς κόμης

`κ.3855`

κουρίζων· ἀκμάζων, νεάζων, νέος ὑπάρχων

`κ.3856`

κουριζόμενος· ὑμεναιούμενος, διὰ τὸ γαμουμέναις λέγειν· σὺν κούροις τε καὶ κόραις ὅπερ νῦν παρεφθαρμένως ἐκκορεῖν λέγεται

`κ.3857`

κουρὶξ αἰνυμένους· τῆς κόμης λαμβανομένους. ἢ νεανικῶς, παρὰ τὸν κοῦρον· ἢ τῶν τριχῶν, παρὰ τὴν κουράν· ἢ τῆς κόμης ἀπρὶξ δράξασθαι, λίαν, καὶ βίᾳ. τινὲς δὲ ἀνδρικῶς καὶ νεανικῶς

`κ.3858`

κούριξαν· ἀπέκειραν

`κ.3859`

κούρειον· Σοφοκλῆς Ἀνδρομέδᾳ· ἡ δʼ ἔκθυτον κούρειον ᾑρέθη πόλει· νόμος γάρ ἐστι βαρβάροις θυηπολεῖν βρότειον ἀρχῆθεν γέρας. τῷ Κρόνῳ

`κ.3860`

κουριῶν· κουρᾶς δεόμενος. καὶ διαφέρειν φασὶ κομᾶν καὶ κουριᾶν. τὸ μὲν γὰρ κομᾶν ἐστιν ἐπιμελούμενον τρίχας ἔχειν· κουριᾶν δὲ τὸ κατὰ συμφορὰν ἄλλως καθιέναι κόμην

`κ.3861`

κοῦροι· νέοι, παῖδες ἄῤῥενες

`κ.3862`

κοῦρος· παῖς, νέος, υἱὸς ἄῤῥην, νεανίας, νήπιον

`κ.3863`

κουροτέροισι· κούροις, νέοις

`κ.3864`

κουρότερος· νεώτερος

`κ.3865`

κουροτρόφος· παιδοτρόφος. ὑφʼ ἑτέρων ἡ Δημήτηρ

`κ.3866`

κουρῶν· πόκων

`κ.3867`

κουστωδία· βοηθεία στρατιωτική

`κ.3868`

κουστωδίας· τοῦ τῷ δεσμωτηρίῳ ἐπικειμένου στρατεύματος ἢ συναγωγῆς

`κ.3869`

κούταρον· τῶν ὀπισθίων τοῦ βοὸς ἡ σὰρξ ὑπὲρ τὰ ἄρθρα

`κ.3870`

κουτίδες· συκαλλίδες

`κ.3871`

κουτίδια· δίκτυα τὰ πρὸς τὰς συκαλλίδας

`κ.3872`

κοῦφα· τὰ μὴ βαρέα

`κ.3873`

κουφίζει· μετεωρίζει

`κ.3874`

κόφινος· μέτρον χωροῦν χοᾶς τρεῖς

`κ.3875`

κουφικὸν τρόπον· τὴν κομητικὴν ὄρχησιν

`κ.3876`

κουφολογία· φλυαρία

`κ.3877`

κοῦφον· ἄκοπον. μετέωρον

`κ.3878`

κοῦφος· ἐλαφρός. ταχύς. γοργός. εὐχερής

`κ.3879`

κουφόσκευος· οὐ βαστάζων τὴν πανοπλίαν

`κ.3880`

κοὐχί· καὶ οὐχί

`κ.3881`

κοχλίαι· τὰ ἐσθιόμενα ζῷα. καὶ τὰ ἐν τοῖς ὀργάνοις ξύλινα

`κ.3882`

κόχλος· τοῖς θαλαττίοις ἐχρῶντο πρὸ τῆς τῶν σαλπίγγων εὑρέσεως. καὶ ὁ στρόμβος

`κ.3883`

κοχύ· πολὺ πλῆθος

`κ.3884`

κοχὺ δʼ ἔρρει· ἰσχυρῶς καὶ μετὰ ψόφου καὶ λάβρως

`κ.3885`

κοχυδεῖν· ὑπερχέειν

`κ.3886`

κοχῶναι· τὸ ἱερὸν ὀστοῦν τὸ τῆς ῥάχεως. πρὸς τῷ δακτυλίῳ. οἱ δὲ τοῦ ἱεροῦ ὀστέου τὰ ἑκατέρωθεν μέρη. τίθεται δὲ καὶ ἐπὶ τοῦ ἰσχίου

`κ.3887`

κοχώνα· τὰ ἰσχία, καὶ τὰ ὅμοια

`κ.3888`

κόψα· ὑδρία

`κ.3889`

κόψενα· παραστάτης, χαλκός

`κ.3890`

κόψεν· ἔπληξεν. ἐπάταξε τὴν θύραν, ἔκρουσε. κατέαξεν

`κ.3891`

κοψία· χύτρα

`κ.3892`

κόψεσθε· προσοχθιεῖτε

`κ.3893`

κόψιχος· εἶδος ὀρνέου, ὃ κόσσυφος παρʼ ἐνίων λέγεται. τάσσεται δὲ καὶ ἐπὶ τοῦ θαλασσίου

`κ.3894`

κοῶ· αἰσθάνομαι

`κ.3895`

κοεῖ· αἰσθάνεται

`κ.3897`

κοῶν· εἰδώς

`κ.3898`

κράανον· τέλεσον

`κ.3899`

κραἅρα· κόσκινον. ἢ ὄρυγμα

`κ.3900`

κράβος· ὁ λάρος

`κ.3901`

κράγιον· σύντριμμα ἐν κεφαλῇ

`κ.3902`

κραγόν· κραυγήν

`κ.3903`

Κράγον· βόημα. καὶ ὄρος

`κ.3904`

κραγγών· ἔνυδρον ζῷον. καὶ εἶδος καρίδος

`κ.3905`

κραγγών· κίσσα

`κ.3906`

κραδαίνειν· κραδεύειν, σείειν, τινάσσειν

`κ.3907`

κραδαίνει· σείει, τινάσσει

`κ.3908`

κραδαινόμενον· σειόμενον, τινασσόμενον, ταρασσόμενον

`κ.3909`

κραδαίνων· ὁμοίως

`κ.3910`

κράδαλοι· κλάδοι συκῆς

`κ.3911`

κραδάων· σείων

`κ.3912`

κράδεμνον· κάλυμμα. στεφάνη. μίτρα. τὸ ἐπικράνιον στεφάνωμα

`κ.3913`

κράδη· συκῆ. κλάδος. καὶ ἀγκυρίς, ἐξ ἧς ἀνήπτοντο οἱ ἐν ταῖς τραγικαῖς μηχαναῖς ἐπιφαινόμενοι

`κ.3914`

κραδησίτης· φαρμακός, ὁ ταῖς κράδαις βαλλόμενος

`κ.3915`

κραδία καὶ κραδίη· καρδία

`κ.3916`

κραδίην ἐλάφοιο· δειλότατον

`κ.3917`

κραδίης· καρδίας

`κ.3918`

κραδίης νόμος· νόμον τινὰ ἐπαυλοῦσι τοῖς ἐκπεμπομένοις φαρμακοῖς, κράδαις καὶ θρίοις ἐπιραβδιζομένοις

`κ.3919`

κραδίης τυρός· ὁ ὑπὸ τοῦ ὀποῦ τῆς κράδης πησσόμενος

`κ.3920`

κραδοφάγος· συκοφάγος, ἰσχαδοφάγος. σημαίνει δὲ καὶ τὸν ἀγροῖκον

`κ.3922`

κραίνειν· τιμᾶν. βασιλεύειν

`κ.3923`

κραίνουσι· πληροῦσι, παρέχουσι. τιμῶσι, βασιλεύουσιν

`κ.3924`

κραίνων· ὁμοίως

`κ.3925`

κραιπάλη· ἡ ἀπὸ τῆς χθιζῆς μέθης κεφαλαλγία

`κ.3926`

κραιπαλήσας· μεθύσας

`κ.3927`

κραιπνά· ταχέα, ὀξέα

`κ.3928`

κραιπνόν· ταχύ ὀξύ

`κ.3929`

κραιπνοῖσι· ταχέσιν, ὀξέσιν

`κ.3930`

κραιπνότερος· ὀξύτερος, ταχύτερος

`κ.3931`

κραῖρα· ἡ κεφαλή, καὶ ἀκροστόλιον

`κ.3932`

κραῖραι· στόλοι νεῶν. μέτωπα. κεφαλαί

`κ.3933`

Κρακαλίδαι· τῶν Κρισσαίων βασιλεῖς. ἢ διάφορον γένος

`κ.3934`

κράματα· κεράσματα

`κ.3935`

κραμβατέλος· ξηρὸς καὶ καπυρός

`κ.3936`

κράμβαλα· μνημεῖα

`κ.3937`

κραμβαλίζουσιν· καπυρίζουσιν. κατασείουσιν

`κ.3938`

κράμβη· ῥάφανος, καὶ ἕτερα λάχανα

`κ.3939`

κρᾶμα· κέρασμα. καὶ εὔκρατον

`κ.3940`

κραμβίον· τὸ κώνειον

`κ.3941`

κραμβόν· καπυρόν τινα γέλωτα καὶ ξηρόν φασιν.

`κ.3942`

κραμβότατον· καπυρώτατον

`κ.3943`

κράμβωτον· ἰκτῖνος τὸ ζῶον

`κ.3945`

κρᾶναι· κρῆναι τέλειαι καὶ αἱ τῶν ὑδάτων ἀγωγαί. καὶ ἐπιτελέσαι

`κ.3946`

κραναῆς· τραχείας

`κ.3947`

κραναοίκορον· μοῖρά τις τοῦ ἱερείου

`κ.3948`

κραναόν· ὑψηλόν. τραχύ

`κ.3949`

Κραναοῦ υἱός· Ῥαρός

`κ.3950`

Κραναὴν πόλιν· τὰς Ἀθήνας ἀπὸ Κραναοῦ

`κ.3951`

κράνεα χηλευτά· πλεκτὰ ἐκ σχοίνου, ἢ ἄλλης τινὸς ὕλης μαλακῆς κρανία· τὰ προσκεκολλημένα συρίγγια, εἰς ἃ τὰ πτερὰ ἐμβάλλεται

`κ.3952`

κράνεια· λεπτοκάρυα

`κ.3953`

κρανέεσθαι· τελέσαι, τελειῶσαι

`κ.3954`

κράνεσι· περικεφαλαίαις

`κ.3955`

κρανέω· ἐπιτελέσω

`κ.3956`

κράνεος· περικεφαλαίας

`κ.3957`

κρανία· τόξον. εἶδος δένδρου. περικεφαλαία

`κ.3958`

κρανίξαι· ἐπὶ κεφαλὴν ἀποῤῥῖψαι

`κ.3959`

Κράνιοι· τῆς Κεφαλληνίας αὗται τέσσαρες πόλεις ... Κράνιοι

`κ.3960`

Κρανίον· καὶ ἡ κεφαλή. ἢ. γυμνάσιον

`κ.3961`

κράνος· περικεφαλαία

`κ.3962`

κράντωρ· βασιλεύς

`κ.3963`

κραντῆρες ὀδόντες· οἱ ὕστερον φυόμενοι, οἱ λεγόμενοι σωφρονιστῆρες.

`κ.3964`

κραντήριοι· οἱ κραίνοντες, καὶ ἐπιτελοῦντες

`κ.3965`

κράξαι· βοῆσαι, ἠχῆσαι

`κ.3966`

κράος· ἐν ᾧ τὴν γῆν σκάλλουσι. καὶ ἡ σκαλευομένη ἄμπελος

`κ.3967`

Κράπαθος· ἡ Κάρπαθος

`κ.3968`

νῆσον Ῥόδου

`κ.3969`

κραπαταλίας· ἀνεμώδης, καὶ ἀσθενής. καὶ ἀνίσχυρα λέγων. ἄμεινον δὲ ληρώδης

`κ.3970`

κραπαταλλοί· ἰχθύες τινές

`κ.3971`

κραπαταλός· παρὰ πολλοῖς ὁ μωρός. ἢ νόμισμα

`κ.3972`

καράρα· πέπονθε τὴν κεφαλήν. οἱ δὲ βοῶν πυρετός. καὶ ἀκροστόλια νεῶν

`κ.3973`

κρᾶς· κρέας. τινὲς δὲ κεφαλή

`κ.3974`

κράσβολα· κόλλαβοι δερμάτινοι

`κ.3975`

κρασσέα· ἀλευρωτίς

`κ.3976`

κρασίν· κεφαλαῖς. καὶ κράτεσφιν

`κ.3977`

κρᾶσις· κέρασμα

`κ.3978`

κράσπεδα· τὰ ἐν τῷ ἄκρῳ τοῦ ἱματίου κλωσμένα ῥάμματα, καὶ τὸ ἄκρον αὐτοῦ

`κ.3980`

κραστήρια· τῶν ἐνηλάτων αἱ κεφαλαί, καὶ συμβολαί, καὶ τὰ ἄκρα

`κ.3981`

κράστιν· Ἀττικοί. διὰ τοῦ γ οἱ νῦν γράστιν φασίν· ἔστι δὲ ὁ χλωρὸς χόρτος

`κ.3983`

κρᾶτα· κεφαλήν

`κ.3984`

κραταιᾶς· ἰσχυρᾶς

`κ.3985`

κραταίγονον· βοτάνη μεθʼ ἧς πλέκουσιν

`κ.3986`

κραταιγός· δένδρον

`κ.3987`

κραταιγύαλοι· στεῤῥοὶ κατὰ κύτη,

`κ.3988`

Κράταιϊς· προπαροξυτονεῖται, τὸ κύριον ὄνομα τῆς μητρὸς τῆς Σκύλλης τὸ δὲ προπερισπώμενόν ἐστιν ἐπὶ τοῦ Σισύφου προσηγορικόν

`κ.3989`

κραταίλεων· ἔδαφος ἐκ σκληροῦ λίθου γεγονός

`κ.3990`

κραταίλεων· ἡ Νιόβη

`κ.3991`

κραταιόν· ἰσχυρόν

`κ.3992`

κραταίπεδον οὖδας· λιθόστρωτον ἔδαφος.

`κ.3993`

κρατεῖ. κυριεύει. δυνάμει ἄρχει

`κ.3994`

κράτει· δυνάμει.

`κ.3995`

κρατέει· κρατεῖ, καὶ ἄρχει

`κ.3996`

κρατέοντα· κρατοῦντα, ἰσχύοντα

`κ.3997`

κρατερόν· ἰσχυρόν, δυνατόν

`κ.3999`

κρατερόφρονος· βουληφόρου

`κ.4000`

κρατερόδοντες· καρτερούμενοι

`κ.4001`

κρατερώματα· μίξις χαλκοῦ καὶ κασσιτέρου

`κ.4002`

κρατερώνυχες· ἰσχυροὺς ὄνυχας ἔχοντες

`κ.4003`

κρατευταί· ὀβελίσκοι

`κ.4004`

κρατευτάων· τῶν βάσεων, ἐφʼ ὧν οἱ ὀβελίσκοι τίθενται πρὸς ὄπτησιν

`κ.4005`

κράτει· νίκῃ. ἀρχῇ, ἐξουσίᾳ

`κ.4006`

κρατῆρες· σιτλία, σκυφία

`κ.4007`

κρατηρίσκοι· οἱ τοῦ ὀφθαλμοῦ, οἳ καὶ μήκωνες λέγονται

`κ.4008`

κρατί· κεφαλῇ

`κ.4009`

κράτιστα· καλά. κρατούμενα

`κ.4010`

κρατιστεύει· δυναστεύει, κυριεύει

`κ.4011`

κράτιστος· ἰσχυρότατος, δυνατώτατος

`κ.4012`

κρατόδετον· σφενδόνην δεδεμένην τὰ γὰρ ἄκρα τῆς σφενδόνης κεφαλὰς ἐκάλουν

`κ.4013`

κρατός· τῆς κεφαλῆς

`κ.4014`

κράτος· βασιλεία. ἰσχύς, δύναμις. δόξα. ἐξουσία

`κ.4015`

κρατὸς λιμένος· τῆς ἀρχῆς τοῦ λιμένος

`κ.4016`

κρατύνει· κρατεῖ

`κ.4017`

κρατύνεσθαι· ὀχυροῦσθαι

`κ.4018`

κρατυνάμενος· ὀχυρωσάμενος

`κ.4019`

κρατυνθέν· κρατηθέν, βεβαιωθέν

`κ.4020`

κρατυντήρια· κατισχύοντα

`κ.4021`

κρατύς· κρατερός, ἰσχυρός

`κ.4024`

κραυγή· βοή. ἢ γοήτευμά τι παιδίοις ἐπιφερόμενον, ὃ καταβλάπτει καὶ γὰρ ἡ γραῦς Σεριφία ἀκρίς ἐστιν ἡ λεγομένη βασκανία

`κ.4025`

κραυγίας· ἵππος, ὁ ὑπὸ κραυγῆς καὶ ψόφου ταρασσόμενος

`κ.4026`

κραυγάζει· βοᾷ, καλεῖ

`κ.4027`

κραυγός· δρυοκολάπτου εἶδος

`κ.4029`

κραυρότερον· ξηρότερον

`κ.4030`

κραῦρος· νόσος μελισσῶν, ὅταν σκώληκας καὶ ῥάχνας ποιήσῃ

`κ.4031`

κραῦσον· τὸ πῦρ

`κ.4032`

κράφα· ᾧ οἱ κηπουροὶ τοὺς βώλους ἀπάγουσιν

`κ.4033`

κρεάγρα· ἐν ᾗ αἴρεται τὰ κρέα. ἁρπάγη, καὶ λύκος, ἐν ᾧ τὰ ἐκ τῶν φρεάτων ἀνέλκουσι

`κ.4034`

κρεάνας· ἐλπίδας

`κ.4035`

κρέας· καὶ τὸ σῶμα ἔλεγον, καὶ τὸ διδόμενον τοῖς Ἀρεοπαγίταις. ἡ γὰρ ἐξ Ἀρείου πάγου βουλὴ κρέας ἐλάμβανεν

`κ.4036`

κρέατα· κρέα

`κ.4037`

κρέασι· συμποσίοις

`κ.4038`

κρεῖον· ἀγγεῖον. εἰς ὃ κρέα βάλλεται

`κ.4039`

κρείουσα· καλλιστεύουσα

`κ.4040`

κρεῖσσον· κρεῖττον, βέλτιον, κάλλιον

`κ.4041`

κρείττονας· τοὺς ἥρωας οὕτω λέγουσιν. δοκοῦσι δὲ κακωτικοί τινες εἶναι. διὰ τοῦτο καὶ οἱ παριόντες τὰ ἡρῶια σιγὴν ἔχουσι μή τι βλαβῶσι. καὶ οἱ θεοὶ δέ. Αἰσχύλος Αἴτναις

`κ.4042`

κρειττόνων· ἐναρέτων

`κ.4043`

κρείων· βασιλεύων, ἄρχων, κρατῶν, ἰσχύων, ἡγεμονεύων

`κ.4044`

κρέκει· κιθαρίζει

`κ.4045`

κρέκελος· θρῆνος

`κ.4046`

κρέκοντα· κερκίζοντα

`κ.4047`

κρεμόω· κρεμάσω

`κ.4048`

κρέμων· ἐκρέμασα

`κ.4049`

κρεμβαλιάζειν· κογχύλια καὶ ὄστρακα συγκροτοῦντας ἔνρυθμόν τινα ἦχον ἀποτελεῖν τοῖς ὀρχουμένοις

`κ.4050`

κρέμβολα· ἐφʼ οἷς τὰς κρόκας ἐντυλίσσουσιν αἱ γυναῖκες

`κ.4051`

κρέμυον· κρόμυον

`κ.4052`

κρέξ· κορυφαία. καὶ ὄρνεόν τι, ὃ τοῖς γαμοῦσιν οἰωνίζονται . τάσσεται δὲ καὶ ἐπὶ τριχός.

`κ.4053`

κρήγυον· ἀγαθόν, ὠφέλιμον, ὑγιές

`κ.4054`

κρήδεμνα· τὰ χείλη

`κ.4055`

κρήδεμνον· ἐπιβόλαιον, ὅ ἐστι κεφαλόδεσμος. ᾧ χρῶνται αἱ γυναῖκες. κατὰ μεταφορὰν καὶ τὰ τείχη λέγεται κρήδεμνα. στεφανίς. καὶ κόσμος

`κ.4056`

κρήδεσμον· κεφαλόδεσμον

`κ.4057`

κρήηνον· τέλεσον, ἐπιτελείωσον

`κ.4058`

κρήηνεν· ἀπετέλεσεν, ἐτελείωσεν

`κ.4059`

κρηθεῖν· κακολογεῖν

`κ.4060`

κρῆθμον· λάχανον

`κ.4061`

κρήϊα· ζῴδια

`κ.4062`

κρήϊνον· κρεοθήκη

`κ.4063`

κρήϊον· ἐπίκοπον. κρεοδόχον λέβητα

`κ.4064`

κρημνοβάτης· νευροβάτης

`κ.4065`

κρημνός· ὄχθος, ἐξοχὴ πέτρας, καὶ ὄρους βάθος, χάος

`κ.4066`

κρηναρχίη· ἀρχὴ ἐπὶ τῆς ἐπιμελείας ὕδατος

`κ.4067`

κρηνῶν· πηγῶν, ὑδάτων

`κ.4068`

κρήνη· πηγή, ὕδωρ ἀγώγιμον

`κ.4069`

κρήηνον ἐέλδωρ· τελείωσον τὸ ἐπιθύμημα

`κ.4070`

Κρηνιᾶς· τοὺς Κεφαλλῆνάς τινες

`κ.4071`

κρηνιῶν· καρηβαρῶν

`κ.4072`

κρηνοφύλαξ· ὁ τὴν κρήνην φυλάσσων

`κ.4073`

κρηπίδων βάθροις· βωμῶν

`κ.4074`

κρηπίς· ὑποβάθρα, θεμελίωσις, ὑπόδημα. λέγεται δὲ καὶ τὸ περίθεμα τῶν ἐγχύτων πλακούντων. καὶ περὶ τὴν ἀρχιτεκτονίαν τὸ τῆς κτίσεως, ἐφʼ οὗ οἱ στυλοβάται. ἀπὸ ταύτης οἱ ποιηταὶ τὰς καταρχὰς καὶ θεμελίους λέγουσιν

`κ.4075`

κρῆσαι· κεράσαι, ἐπιχέαι

`κ.4076`

κρησίαι· καλλίονες

`κ.4077`

κρησίπαιδα· ἐν Σαμιακῇ θυσίαι ἡ λέξις φέρεται. δῆλον ὅτι μέρη ἱερείων λέγεται

`κ.4078`

Κρήσσας· Κρητικάς, ἀπὸ Κρήτης

`κ.4079`

κρησφύγετα· τὰ πρὸς τοὺς χειμῶνας στεγνά. καὶ ὀχυρώματα Σ. σπήλαια. διαλανθάνοντες τόποι

`κ.4080`

Κρῆτα τρόπον· τὸ παιδικοῖς χρῆσθαι

`κ.4081`

Κρήτηθεν· ἀπὸ Κρήτης

`κ.4082`

κρητήρ· ὁ φάρυγξ. καὶ τὸ οἰνοχόον ἀγγεῖον

`κ.4083`

κρητῆρας· κρατῆρας

`κ.4084`

κρητῆρα στήσασθαι ἐλεύθερον· ὃν εἰώθασι τῷ Διῒ ὑπὲρ ἐλευθερίας ἱστάναι τοὺς πολεμίους ἀπωσάμενοι

`κ.4085`

κρητήριον· ἐπίχυσις· κατακρῆσαι γὰρ τὸ καταχέαι

`κ.4086`

κρητίζειν· ἐπὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν. ἔταττον δὲ τὴν λέξιν ἀπὸ τοῦ τοὺς Κρῆτας ψεύστας εἶναι

`κ.4087`

Κρητικόν· ἱματίδιον λεπτὸν καὶ βραχύ. τὰ γὰρ τοιαῦτα Κρητικὰ ἔλεγον. καὶ γένος ὀρχήσεως

`κ.4088`

Κρητικὸν μέλος· οὕτω Κρῆτες ῥυθμοὶ ἐλέγοντο ἀπὸ Κρητῶν . καὶ γένος ὀρχήσεως

`κ.4089`

κρῖ· κριθή. εἶδος ὀσπρίου. ἢ ἄλφιτα. ἢ γένος τι

`κ.4090`

κριδδέμεν· γελᾶν. Βοιωτία δὲ ἡ λέξις

`κ.4091`

κριβάνας· πλακοῦντάς τινας

`κ.4092`

κρίβανος· ὁ βαῦνος τῶν κριθῶν. κριθαῖς γὰρ τὸ πρότερον ἐχρῶντο, καὶ βαύνους τὰς καμίνους ἔλεγον. καταχρηστικῶς δὲ καὶ ὁ λέβης

`κ.4093`

κρίγδανον· πέλτη, ἀσπίς

`κ.4094`

κριγή· ἡ γλαῦξ. οἱ δὲ δαίμονες, εἴδωλα

`κ.4095`

κρίδιον· ὁ μικρὸς κριός

`κ.4096`

κρίες· ἡ χελιδών

`κ.4097`

κρίζει· ὀξὺ αὐλεῖ

`κ.4098`

κρίζειν· κεκραγέναι

`κ.4100`

κρίζαος· ψώρα. κρίζα

`κ.4101`

κρῖθα· κριθήν. καὶ ἵππου ἀῤῥώστημα

`κ.4102`

κριθή· πυρόν. ἢ τὸ τοῦ ἀνδρὸς μόριον. ἢ ὀφθαλμῶν ἐπανάστασις παρὰ ἰατροῖς

`κ.4103`

κριθόγιτον· ἀφέψημα κριθῆς

`κ.4104`

κριθόκανον· σπέρμα μελανθίῳ ὅμοιον

`κ.4105`

κριθοφυλακία· ἀρχὴ ἐπὶ τῆς ἐξαγωγῆς τῆς κριθῆς ἢ σίτου

`κ.4106`

κρίθων· ἐπώνυμον ἀνδρὸς μοιχαλίου

`κ.4107`

κρίκα· κρίκον

`κ.4108`

κριθῶν ὄχλος· ἐν Τροφωνίῳ· παρέθηκε δὲ παίζων τὸ ἀργύριον

`κ.4109`

κρικαδία· τὸ ἐναλλάξαι τοὺς δακτύλους ὥσπερ κρίκους

`κ.4110`

κρίκεν· ἐψόφησεν, ἔτρισεν

`κ.4111`

κρίκος· κίρκος, ἔνθα ἡ κώπη εἰσέρχεται

`κ.4112`

κρῖ λευκόν· κριθὴν λευκήν

`κ.4113`

κρίμα· ἀνταπόδοσις θεοῦ

`κ.4114`

κρίματα· ψῆφοι, δίκαι

`κ.4115`

κριμνίτης· πλακοῦντος εἶδος

`κ.4116`

κριμνούς· λευκάς τινας βοτάνας

`κ.4117`

κρίμνον· ἡ κριθή

`κ.4119`

κρίνα· ἄνθη καλλίπνοα εὐωδιάζοντα. ἢ μάζα. ἄμεινον δὲ θυμιάματα ἢ τὸ μέλι φυρατὸν ἡδὺ τὸ λευκόν

`κ.4120`

κρῖναι· τάξαι. χωρίσαι. δοκιμάσαι. δικάσαι. ἐπιλέξασθαι

`κ.4121`

κρίναιμι· ἐπιλέξαιμι

`κ.4122`

κρινάμενοι· ἐπιλεξάμενοι

`κ.4123`

κρινάμενος· ἐπιλεξάμενος

`κ.4124`

κρίνας· ἐπιλέξας. χωρίσας

`κ.4125`

κρίνατο· ἐπελέξατο. ἐδίκασεν

`κ.4126`

κρῖνε· δίκαζε. καὶ τὰ ὅμοια

`κ.4127`

κρίνειν· ἀριθμεῖν. χωρίζειν. ἀνακρίνειν, συγκρίνειν. ἔνιοι κρινόμεθα ἀντὶ τοῦ μαχόμεθα. ἢ διαλεγόμεθα

`κ.4128`

κρινεῖς· διαχωρίσεις

`κ.4129`

κρίνθη· διεκρίθη. ἐχωρίσθη

`κ.4130`

κρινθέντας· χωρισθέντας

`κ.4131`

κρίνη· κνίδη

`κ.4132`

κρίνομαι· δοκιμάζομαι

`κ.4133`

κρινόμεθα· μαχόμεθα. διαλυόμεθα

`κ.4134`

κρινομένους· ἀναιρομένους, ἀποθνήσκοντας

`κ.4135`

κρίνον· τὸ ξηρόν. τάσσεται καὶ ἐπὶ πτωχοῦ, καὶ νεκροῦ, καὶ ἐκπεπτωκότος. καὶ σχῆμα χορικῆς ὀρχήσεως

`κ.4136`

κρίνοντες· διαχωρίζοντες

`κ.4137`

κρίξαι· ἠχῆσαι, φωνῆσαι

`κ.4140`

κριός· ῥόπαλον πολιορκητικόν. καὶ ὁ τῶν προβάτων ἄρσην. ὄργανον ἀσπίδων. Ἀθηναῖοι δὲ τὰς τραχείας κόγχας καλοῦσι κριούς. καὶ παρὰ Ταραντίνοις εἰς τὰ μεταλλικὰ ἀναγράφεται κριός. καὶ παρὰ τοῖς ἀρχιτέκτοσι μέρος τι τοῦ Κορινθίου κίονος

`κ.4141`

κριὸς ἀσελγόκερως· ἦν ἐν τῇ ἀκροπόλει κριὸς ἀνακείμενος μέγας χαλκοῦς. ἀσελγόκερων δὲ αὐτὸν εἶπε Πλάτων ὁ κωμικὸς διὰ τὸ μέγαν εἶναι, καὶ συναριθμεῖ αὐτῷ τόν τε δούριον ἵππον ....... τὸ γὰρ ἀσελγὲς οὐ μόνον ἐπὶ τοῦ ἀκολάστου ἔταττον οἱ παλαιοί, ἀλλʼ ἔστιν ὅτε καὶ ἐπὶ τοῦ μεγάλου· καὶ γὰρ ἄνεμον ἀσελγῆ λέγουσιν, ὡς Εὔπολις. ἄμεινον δὲ τὸν ἀσελγόκερων δέχεσθαι εἶναι τὸν κυρίττοντα, καὶ οἱονεὶ ἐξυβρίζοντα τοῖς κέρασιν

`κ.4142`

κριὸς τροφεῖα ἀπέτισε· παροιμία ἐπὶ τῶν ἀχαρίστων, ἐπεὶ τὰς φάτνας οὗτοι πλήττουσιν

`κ.4143`

κριοῦ διακονία· ὅταν προστάσσωμεν παιδίῳ διακονῆσαι, λέγομεν· δώσω σοι εἰ τύχοι ἀστραγάλους, ἢ ἰσχάδας. καὶ ὁ κριὸς οὖν εἶπε· καταλείψω τοὺς ἀστραγάλους σοι

`κ.4144`

κριοφάγος· θεός τις, ᾧ κριοὶ θύονται

`κ.4145`

Κρῖσα· πόλις Φωκίδος

`κ.4146`

Κρίσαμις Κῷος· ἦν πολυθρέμματος. τούτῳ φασὶν ἔγχελυν ἐπιφαινομένην κατʼ ἔτος τὸ κάλλιστον τῶν προβάτων ἀφαρπάζειν. καὶ τὸν Κρίσαμιν ἀνελεῖν. φαινομένην δὲ αὐτῷ ὄναρ κελεῦσαι καταθάψαι αὐτήν, τὸν δὲ μὴ φροντίσαντα παγγενεὶ ἀπολέσθαι

`κ.4147`

κρίσεως· δοκιμασίας

`κ.4148`

κρισίαι· τάξεις ἱππικαί

`κ.4149`

κρίσιν· ἀκολουθίαν

`κ.4150`

κρίσις· ἀνάκρισις

`κ.4151`

κρισσός· ἡ ἐν ταῖς δρυσὶ γινομένη διάφυσις, ὅθεν ῥέει ὁ ἰξός. ἢ ἡ ἐν τοῖς ἄρθροις διάφυσις σκληρὰ καὶ ὀζώδης

`κ.4152`

κρίσμιον· φυλάκιον

`κ.4153`

κριτάν· κριτήν

`κ.4154`

κρίτανος· τέρμινθος

`κ.4155`

κριτάς· ὀδόντας

`κ.4156`

κριτήριον· δοκιμαστήριον, δικαστήριον

`κ.4157`

κριτικὸς ἐνθυμήσεων· διακρίνων λογισμούς

`κ.4158`

κριτός· ἄριστος. ἐπιλελεγμένος, ἐπίλεκτος

`κ.4159`

Κριῶθεν· ἀπὸ δήμου. ἔστι γὰρ ὁ Κριωεὺς δῆμος φυλῆς τῆς Ἀντιοχίδος

`κ.4160`

κροαίνων· τοῖς ποσὶ κρούων. ὁ ἐπιθυμῶν

`κ.4161`

κροβάντιον· πόλιον

`κ.4162`

Κρόβυζοι· γένος Θρᾳκῶν

`κ.4164`

κροιός· νοσώδης, ἀσθενής

`κ.4165`

Κροίσειοι στατῆρες· τινὰ ......

`κ.4166`

κρόκα ἢ κρόκη· ...

`κ.4167`

κρόκη· πέμματος εἶδος. ἢ ῥοδάνη

`κ.4168`

κρόκαι· παραθαλάσσιοι ψῆφοι

`κ.4169`

κρόκαλαι· ψῆφοι. ἀκταί. ἄμμος

`κ.4170`

`κ.4171`

κροκόδειλος· τὴν τύλην, καὶ τὸ ζῷον, καὶ τὸ ἐν τῷ Νείλῳ, καὶ τὸ χερσαῖον

`κ.4172`

κροκόπεπλος· κροκοειδῆ ἱμάτια ἔχουσα

`κ.4173`

κρόκος· τὸ φυτόν. καὶ ἀλεκτρυόνες οἱ τὸν τράχηλον τοιοῦτον ἔχοντες. κρόκη

`κ.4174`

κροκόττας· ζῷόν τι τετράπουν Αἰθιοπικόν

`κ.4175`

κροκύδες· γνάφαλα

`κ.4176`

κροκυλεγμός· τὸ κολακευτικῶς τὰς κροκύδας ἀπολέγειν τῶν ἱματίων

`κ.4177`

Κροκύλεια· πόλις

`κ.4178`

κροκύς· ἐχῖνος ἡ βοτάνη

`κ.4179`

κροκώδης· τινὲς ὡς δυσλύτων ὄντων τῶν ἐκ τῆς κρόκης δεσμῶν, ἔνιοι δέ, ὡς κρόκου φυομένου ἐκεῖ. τινὲς δὲ κροκώδη, ἐκ κροσσῶν συνεστραμμένων

`κ.4180`

κρολίαζε· πλησίαζε θᾶττον

`κ.4181`

κρόμβος· ὁ κόνδυλος. καὶ ὁ καπυρός

`κ.4182`

κρομβότατον· καπυρώτατον. κατακεκονδυλωμένον

`κ.4183`

κρόμμυα· τὰ κρομυοπώλια

`κ.4184`

κρόμνον πότωι ὄψον· τῷ πότῳ προσφάγιον· ἐρεθιστικὸν τοῦ οἴνου, τὸ δριμὺ κρόμμυον

`κ.4185`

Κρόνια· ἑορτὴ Ἑκατομβαιῶνος μηνὸς Κρόνῳ

`κ.4186`

Κρονίδαρ· πολυετής

`κ.4187`

κρονικαὶ λῆμαι· παρὰ τὴν παροιμίαν γέγονε, τὴν χύτραις λημᾶν καὶ κολοκύνταις, ἐπὶ τῶν ἀμβλυωττόντων

`κ.4188`

Κρόνιον. ἢ παλαιόν

`κ.4189`

κρόνιππον· παλαιόν

`κ.4190`

Κρονίωνας· παλαιοὺς ἀνθρώπους

`κ.4191`

κρονικώτερα· ἀρχαιότερα

`κ.4192`

Κρόνοι· παλαιοί

`κ.4193`

Κρόνου πυγή· τὸ ἀρχαῖον καὶ ἀναίσθητον κέρας. ἀπὸ τοῦ Κρόνου

`κ.4194`

κροντᾷ· κατασήπεται

`κ.4195`

Κροντίδαι· μάντεων γένος

`κ.4196`

Κρόντωνας· ὁμοίως

`κ.4197`

κρόξ· κρόκη

`κ.4198`

κρόπιον· ἀξίνη δίστομος

`κ.4199`

κρόσσας· κλίμακας, ἄλλας ἐπʼ ἄλλαις. τινὲς δὲ τὰς κεφαλίδας τῶν τειχῶν, ἢ προμαχῶνας, ἢ στεφάνας τῶν πύργων, ἢ τὰ κρηπιδώματα. καὶ γὰρ κροσσοὺς ἄχρι νῦν, τὰ κατώτατα τῶν ἱματίων. ὃ καὶ βέλτιον. καὶ γὰρ τὸ ὄνομα τῆς κλίμακος ἐγίνωσκεν ὁ Ὅμηρος, καὶ οὐδέπω ἦν πολεμικὰ ὄργανα

`κ.4200`

κροσσούς· τὰ κάτω τῶν ἱματίων τὰ ῥαμματώδη

`κ.4201`

κρόσταλλος· εἶδος ὑέλου

`κ.4202`

κρόστινα· φυλακτήρια

`κ.4203`

κρόσσας πύργων· τὰς ἀναβαθμίδας τῶν τειχῶν

`κ.4204`

κροταλίζει· κρούει ταῖς χερσίν

`κ.4205`

κρόταλον· περίτριμμα. κρότημα

`κ.4206`

κροταφίς· σιδηρᾶ σφῦρα. διπλῆ ἐκ τοῦ ἑτέρου ὀξὺ ἔχουσα, ἐκ δὲ τοῦ ἑτέρου κρόταφον

`κ.4207`

κροτεῖ· κρούει

`κ.4208`

κρόταφος· κόῤῥη

`κ.4209`

κρότημα· ἐπὶ τῶν δολίων τάσσεται

`κ.4210`

κροτήσας· κτυπήσας ταῖς χερσίν

`κ.4211`

κροτήσατε χεῖρας· ἐπαινέσατε ταῖς χερσίν

`κ.4212`

κροτήσουσιν· ἐπαινέσουσι

`κ.4213`

κροτητά· ἐκγεγλυμμένα. εὐτίνακτα. ἐπιτετριμμένα

`κ.4214`

κρότοι· εὐφημίαι, ἔπαινοι

`κ.4215`

κρόττονες· ὁμοίως

`κ.4216`

κρότονοι· κρότονες

`κ.4217`

Κροτωνία· σταφυλή. αὐλίς

`κ.4218`

κρότων· οὕτω καλεῖται, ὅ τινες κίκι Αἰγύπτιον, οἱ δὲ σησάμην ἀγρίαν. καὶ τὸ ζῷον τὸ ἐν κυσὶ καὶ βουσὶ γινόμενον. ἄλλοι δὲ πυρσός

`κ.4219`

κροτώνη· τὸ ἐπιγινόμενον τοῖς δένδροις, μάλιστα τῇ ἐλαίᾳ

`κ.4220`

κρότωνος ὑγιέστερος· ......

`κ.4221`

κρουερῶ· τοῦ φοβεροῦ

`κ.4222`

κροῦμαι· μύξαι

`κ.4223`

κροῦναι· τὰ ἄφορα δένδρα

`κ.4224`

κροῦναι· κρῆναι τέλειαι

`κ.4225`

κρουνοί· ῥεῖθρα, ὀχετοί, ὑδάτων ἐκβολαί

`κ.4226`

κρουνοφόρον· οὕτω καλεῖταί τι τῶν ἐν ταῖς ναυσίν

`κ.4227`

κρουνῶν· ῥευμάτων

`κ.4228`

κρούπανα· ξύλινα ὑποδήματα. καὶ κλεῖς. καὶ κρουπέζια καὶ κρουπεζοφόρος, ὁμοίως

`κ.4229`

κρουπαλίας· κλεῖδας

`κ.4230`

κρουπεζούμενος· τὰ ξύλινα σανδάλια κρουπέζια λέγεται, καὶ ὑποδήματα ξύλινα, μεθʼ ὧν τὰς ἐλαίας πατοῦσι. θέλει οὖν δηλοῦν, τοὺς τραχεῖς πόδας ἔχοντας

`κ.4231`

κρούπετα· ὑψηλὰ ἢ ξύλινα ὑποδήματα, ἢ γυναικεῖα

`κ.4233`

κρουσιδημῶν· κρουσιμετρῶν. ἀπὸ τῶν ἐν τῷ μετρεῖν ἀπατώντων

`κ.4234`

κρουσιμετρεῖν· ἐλλιπῶς μετρεῖν καὶ ἐνδεῶς. οἱ γὰρ φαύλως μετροῦντες συνέκρουον τὰ μέτρα εἰς τὸ ἀποπίπτειν τὰ μετρούμενα. ἐντεῦθεν καὶ τὸ παραλογίζεσθαι παρακρούεσθαί φασιν

`κ.4235`

κρουσίης· ἐλλιπής

`κ.4236`

κρουσίθυρον· μέλος τι οὕτως ἐκαλεῖτο

`κ.4237`

κροῦσιν· τὴν ὑπόκρισιν, τὸν παραλογισμόν. καὶ μουσικὸν ὄνομα. καὶ ὅταν πρὸς τὸ λέγειν ἐν ταῖς ζητήσεσιν ὑποκρούωνται

`κ.4238`

κροῦσις· τὴν πρὸς τὸ λεγόμενον ἐν ταῖς ζητήσεσιν ἀντίῤῥησιν καὶ παράκρουσιν οὕτω φασί

`κ.4239`

κρουτεῖται· κοκκίζει

`κ.4240`

κρυβάζει· ἀποκρύπτει

`κ.4241`

κρύβδα· κρυφιμαίως

`κ.4242`

κρύβδην· λάθρα

`κ.4243`

κρυβηλός· κρυπτὸς πύργος

`κ.4245`

κρυβήσια· νεκύσια

`κ.4246`

κρυβήτας· τετελευτηκότας

`κ.4247`

κρυερήν· ψυχράν. κρυσταλλώδη

`κ.4248`

κρυερόν· φρικτόν. μισητόν. ἀναιδές. φοβερόν. ἐλεεινόν, οἰκτρόν, δεινόν, χαλεπόν. πονηρόν, κακόν, δυσχερές

`κ.4249`

κρύμα· εὕρημα

`κ.4250`

κρυμός· πάγος, ψῦχος, μέγα ῥῖγος

`κ.4251`

κρυμώσσει· ῥιγοῖ, πέφρικε

`κ.4252`

κρυόεσσα· φρικτή. μισητή. τραχεῖα

`κ.4253`

κρυόεσσα ἰωκή· ἡ φρικτὴ καὶ φοβερὰ βοή

`κ.4254`

κρύος· ῥῖγος, ψῦχος

`κ.4255`

κρυπταδίῃ· λαθραίᾳ, κρυφιμαίᾳ

`κ.4256`

κρυπτεύομαι· ἐνεδρεύομαι

`κ.4257`

κρυπτάδιος· λαθραῖος

`κ.4258`

κρύσταλλος· τὸ πεπηγὸς ὕδωρ ὑπὸ κρύους

`κ.4260`

κρυφανδόν· κρυφίως

`κ.4261`

κρυφῇ· λάθρα, ἀδήλως, κρυπτῶς

`κ.4263`

κρυψίνους· δόλιος, πανοῦργος

`κ.4264`

κρυώδους· φρικώδους

`κ.4265`

κρόβον· δρέπανον

`κ.4266`

κρωβύλος· ὁ μαλλὸς τῶν παίδων, ἢ ὁ κόρυμβος τῆς ἐμπλοκῆς. ἔστιν γὰρ ἀνηνεγμένη ἀπὸ μέσου τοῦ μετώπου ἐπὶ τὴν κορυφήν. οὕτω δὲ καὶ ὁ ῥήτωρ Ἡγήσιππος καὶ δήγγος ἐκαλεῖτο. Κρωβύλος καὶ ὁ μαλλὸς τῶν αἰδοίων

`κ.4267`

Κρωβύλου ζεῦγος· παροιμία ταττομένη ἐπὶ τοῖς ὑπερβαλλούσῃ κεχρημένοις πονηρίᾳ. μετενήνεκται δὲ ἀπὸ πορνοβοσκοῦ τινος

`κ.4268`

κρώζειν· ὡς κόραξ κράζειν

`κ.4269`

κρεωδαίτης· ὁ δαιτρός

`κ.4270`

κρωκαλέον· παιδίον πανοῦργον

`κ.4271`

κρωμακόεν· κρημνῶδες

`κ.4272`

κρώμαξ· σωρὸς λίθων τάφος, μνῆμα

`κ.4273`

Κρῶμνα· πόλις Παφλαγονίας, καὶ Θεσσαλίας

`κ.4274`

κρώζει· κράζει

`κ.4275`

κρώπιον· δρέπανον. τινὲς δὲ διὰ τοῦ β κρόβιον

`κ.4276`

κρωσσοί· ὑδρίαι, στάμνοι, λήκυθοι

`κ.4277`

κρωτάνεροι· βάναυσοι. πολῖται. καὶ ἐξελεύθεροι. ἰδιῶται

`κ.4278`

κτα· ἔκτεινε

`κ.4279`

κτάναι· φονεύειν, ἀνελεῖν

`κ.4280`

κτανεῖν· κτείνειν

`κ.4281`

κτάνθεν· ἀπώλοντο

`κ.4282`

κτάρα· ἰχθῦς βραχύτερος πάντων

`κ.4283`

κτάσθαι· ἀναιρεθῆναι. κτανθῆναι

`κ.4284`

κτᾶται· ὠνεῖται

`κ.4286`

κτατο· ἐκτήσατο. ἀπέθανεν

`κ.4287`

κτεανήχης· πένης

`κ.4288`

κτέανον· κτῆμα

`κ.4289`

κτεάνων· κτημάτων

`κ.4290`

κτέαρ· δῶρον. κτῆμα. γέρας. σκεῦος

`κ.4291`

κτεάτεσι· κτήμασι. χρήμασιν

`κ.4292`

κτείνει· φονεύει, ἀναιρεῖ

`κ.4293`

κτείς· κτένιον αἰδοῖον

`κ.4294`

κτεατίσασθαι· κτήσασθαι

`κ.4295`

κτένας· τοὺς τῶν χειρῶν καρποὺς καὶ τῶν ποδῶν καὶ τὰ τιτθία μεταφέροντες ἀπὸ τῶν εἰς τὰς τρίχας ἐπιτηδείων κτενῶν. λέγουσι δὲ καὶ τὰς νωτιαίας πλευράς

`κ.4296`

κτένια· τῶν κιθαρῶν οἱ ὑπερέχοντες ἀγκῶνες λέγονται

`κ.4297`

κτενώμεθα· ἀναιρούμεθα

`κ.4298`

κτενωτή· ὑφαντή

`κ.4299`

κτενωτὴν τρίχα· τὴν ἐφαπτίδα. κτενωτὴν τὴν ὑφαντήν, τρίχα δὲ ἐπεὶ τὰ ἔρια τρίχες εἰσὶν τῶν προβάτων

`κ.4300`

κτέρας· κτῆμα

`κ.4301`

κτέρεα· ἐντάφια

`κ.4302`

κτέρες· νεκροί. καὶ ἀκτέριστοι οἱ ἄταφοι

`κ.4303`

κτερεΐζω· κτῶμαι. σκυλεύω. ἐνταφιάζω

`κ.4304`

κτερίσαι. καὶ κτερίξαι· θάψαι, ἐνταφιάσαι

`κ.4305`

κτερίσαι· πάντα τὰ εἰς τιμὴν τοῖς κατοιχομένοις ἐπιφερόμενα ...

`κ.4306`

κτηδών· τριόδους

`κ.4307`

κτήματα· πάντα τὰ ὑπάρχοντα

`κ.4308`

κτήνεα· χρήματα

`κ.4309`

κτήνη· βοσκήματα

`κ.4310`

κτηνωδέστερα· ἀλογώτερα· κτήνη γὰρ τὰ ἄλογα

`κ.4311`

κτησάμενος· λαβών. ἔχων

`κ.4312`

κτῆσις· πλοῦτος

`κ.4313`

κτήτορες οἰκιῶν· κτῆται

`κ.4314`

κτιδέα· γένος περικεφαλαίας. καὶ κτὶς δέ ἐστι ζῷον ὅμοιον γαλῇ, οὗ τὸ δέρμα εὔθετον εἰς περικεφαλαίας. τινὲς δέ φασι δορὰν λύκου

`κ.4315`

κτιλεύσασθαι ἢ κτιλώσασθαι· συληθῆναι

`κ.4316`

κτίλος· τιθασός. πρᾷος. ἡγεμών

`κ.4317`

κτίλον· συνήθη

`κ.4318`

κτίλος· ὁ προηγούμενος τῆς ποίμνης κριός

`κ.4319`

κτιμένη· κατῳκισμένη. καὶ πόλις Θεσσαλίας

`κ.4320`

κτίμενον· τὸ οἰκούμενον

`κ.4321`

κτίσαι· ἱδρῦσαι. οἰκίσαι. ἄρξασθαι

`κ.4322`

κτίσμα· ποίημα, οἰκοδόμημα

`κ.4323`

κτίστης· ποιητής, πλάστης

`κ.4324`

κτίτωρ· κτίστης

`κ.4325`

κτίται· κτίστορες

`κ.4326`

κτίσω· θήσω. ἀπάρξομαι. ποιήσω

`κ.4327`

κτυπεῖ· τῇ χειρὶ κρούει

`κ.4328`

κτυπέων· κτυπῶν. βροντῶν

`κ.4329`

κτυπία· ὁ ἐπιθαλάμιος κτύπος

`κ.4330`

κτυπιῶν· τῶν ἐπικρουμάτων τοῦ θαλάμου, ἃ ἐπικτυποῦσιν ἔξωθεν, ὅταν συγκατακλίνηται τῷ νυμφίῳ ἡ γημαμένη

`κ.4331`

κτύπος· ψόφος. βροντή

`κ.4332`

κτοῖναι· χωρήσης προγονικῶν ἱερῶν. ἢ δῆμος μεμερισμένος ...

`κ.4333`

κτωμένοις· κεκτημένοις

`κ.4334`

κύαθος· στάγιον, μικρὸν μέτρον. ἢ ἀντλητήριον

`κ.4335`

κυάθους· σκαφιόλια. ὠάρια σιδηρᾶ, οἷα κύαθος. δέχεται ὑγροῦ τινος οὐγγίας δύο

`κ.4336`

κυαίνων· ἔγκυος ὤν

`κ.4337`

κυαιστεωνάριοι· βασανισταί

`κ.4338`

κύαμος· ὄσπριον. φάβα μέγα. ἢ ὁ κλῆρος. καὶ τὸ ὑπὸ τὴν θηλὴν τοῦ μαστοῦ πρῶτον συνιστάμενον γάλα. καὶ τὸ Αἰγύπτιον κιβώριον λεγόμενον καὶ κολοκάσιον

`κ.4339`

κυαμοτρώξ· ἐν ταῖς διαψηφίσεσι κυάμοις ἐχρῶντο καὶ ἐλάγχανον κυάμῳ, καὶ τοὺς τὸν λευκὸν κύαμον λαβόντας εἰληχέναι ἐνόμιζον

`κ.4340`

κυάμῳ δικαστικῷ· ψήφῳ

`κ.4341`

Κυαμίτης· ὁ πάγκος καλούμενος

`κ.4342`

κυαμεύειν· κληροῦσθαι

`κ.4343`

κυάμῳ πατρίῳ· Σοφοκλῆς Μελεάγρῳ, ὡς καὶ τῶν Αἰτωλῶν τὰς ἀρχὰς κυαμευόντων. διεκλήρουν δὲ αὐτὰς κυάμῳ καὶ ὁ τὸν λευκὸν λαβὼν ἐλάγχανεν. ἀνάγει δὲ τοὺς χρόνους, ὡς καὶ ἐν Ἰνάχῳ κυαμοβόλον δικαστήν

`κ.4344`

κυανέῃ· μελαίνῃ, φαιᾷ

`κ.4345`

κυανέῃσι· φαιαῖς, μελαναῖς

`κ.4346`

κυάνεος· μέλας, σκοτεινός κυάνεος ἐλέλικτο δράκων· μέλας ἐν τῷ ἀναφορεῖν

`κ.4347`

κυανέων· Μαύρων, Αἰθιόπων

`κ.4348`

κύανον· εἶδος χρώματος οὐρανοειδές

`κ.4349`

κυανόπεζα· μελανόπους

`κ.4350`

κύανος· θαλάττιον ὕδωρ. καὶ ὄρνις

`κ.4351`

κυανοχαίτης· μελανόθριξ. Ποσειδῶν

`κ.4352`

κύαρ· τὸ τῆς ῥαφίδος τρῆμα καὶ τὸ τῆς κώπης τοῦ μύλου

`κ.4353`

Κυάρη· ἡ Ἀθηνᾶ

`κ.4354`

κυβάβδα· αἷμα. Ἀμαθούσιοι

`κ.4355`

Κύβαβος· θεός

`κ.4356`

κυβαΐζοντες· λάσωνες

`κ.4357`

κύβον τὸν ἐνθουσιῶντα, ἢ τὸν Ἑρμῆν

`κ.4358`

κυβάσαι· καταστρέψαι

`κ.4359`

κύβας· σορός

`κ.4360`

κύββα· ποτήριον

`κ.4361`

κύβεθρα· τὰ τῶν μελισσῶν σίμβλα

`κ.4362`

κυβεῖον· τόπος, εἰς ὃν συνῇσαν κυβεύσοντες· ὃ νῦν τόπον δεξιόν

`κ.4363`

Κύβελα· ὄρη Φρυγίας. καὶ ἄντρα. καὶ θάλαμοι

`κ.4364`

Κυβέλη· ἡ μήτηρ τῶν θεῶν

`κ.4365`

κυβερνᾷ· ἰθύνει. διοικεῖ

`κ.4366`

κυβερνήσεις· προνοητικαὶ ἐπιστῆμαι καὶ φρονήσεις

`κ.4368`

κυβεῦσαι· παῖξαι. ταβλίσαι. χλευάσαι

`κ.4369`

κυβευτήν· σοφὸν κυβευτήν, ἀλλὰ μὴ στένειν τύχην τὸν τοῖς κύβοις χρώμενον. ἐπιστήμην γάρ τινα ἐδόκουν τὸ δεξιῶς χρῆσθαι. ἐπιστημονικωτέραν τὴν πεττείαν τῆς κυβείας ἐνόμιζον

`κ.4370`

κυβέβις· γάλλος. κίναιδος. μανιῶν

`κ.4371`

κυβηβᾶι· θεοφορεῖται, κορυβαντιᾷ

`κ.4372`

Κυβήβη· ἡ μήτηρ τῶν θεῶν. καὶ ἡ Ἀφροδίτη ὑπὸ Λυδῶν καὶ Φρυγῶν παρʼ ὃ καὶ Ἱππῶνάξ φησι· καὶ Διὸς κούρη Κυβήβη καὶ Θρεϊκίη Βενδίς. ἄλλοι δὲ Ἄρτεμιν.

`κ.4373`

κύβηβος· ὁ κατεχόμενος τῇ μητρὶ τῶν θεῶν

`κ.4374`

κυβηλικὸν τρόπον· τῷ πελέκει κακουργῆσαι

`κ.4375`

κυβηλιστάς· καὶ κοβάλους. τοὺς κακούργους λέγει

`κ.4376`

κύβηλις· μάχαιρα. ἄμεινον δὲ πέλεκυν, ᾧ τὰς βοῦς καταβάλλουσι

`κ.4377`

κυβηλίσαι· πελεκίσαι· κύβηλις γὰρ ὁ πέλεκυς

`κ.4378`

κυβιστῆρας· πηδητάς, τινὲς ὀρχηστὰς ποικίλους

`κ.4379`

κυβεία· κυβευτικὴ πραγματεία. κύβευμα

`κ.4380`

κύβηλις· τινὲς τὴν τυροκνῆστίν φασιν. ἔπαιξεν δὲ ὁ Κρατῖνος παρὰ τό· χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν

`κ.4381`

κυβῆ· κυβευτήν

`κ.4382`

κύβηνα· σκήνωμα

`κ.4383`

κυβῆναις· γλαῦξαις

`κ.4385`

κυβησίνδα· ἐπὶ κεφαλήν, ἢ τὸ φορεῖν ἐπὶ νώτου, ἢ κατὰ νώτου

`κ.4386`

κυβισίς· κήλη

`κ.4387`

κυβητίζω· ἐπὶ κεφαλὴν ῥίψω

`κ.4388`

κυβιτίζω· τοῖς ἀγκῶσι πλήττω

`κ.4389`

κυβιτόν· ὁ ἀγκών

`κ.4390`

κύβον· λίθον τετράγωνον

`κ.4391`

κύβος· πᾶν τετράγωνον ἢ σχῆμα γεωμετρικόν. καὶ ἀριθμός τις. καὶ ᾧ οἱ κυβευταὶ χρῶνται. ἐκαλεῖτο δὲ τοῦ βόλου σχῆμα. καὶ ὁ παρὰ τοῖς μεταλλικοῖς κύβος. καὶ οἱ Σαλαμίνιοι λέγουσι κύβον τὸ τοῦ ἱματίου σημεῖον, Πάφιοι δὲ τὸ τρύβλιον

`κ.4392`

κύβωλα· κῶλα. ἢ ὀσφύς. ἢ μεγάλα ὀστᾶ, καὶ ὀλέκρανα

`κ.4393`

Κυδαθήναιος· ἔνδοξος Ἀθηναῖος

`κ.4394`

Κυδαθηναιεύς· δῆμος τῆς Πανδιονίδος φυλῆς ἐν ἄστει

`κ.4395`

Κύδαθον· ὁμοίως

`κ.4396`

κυδάγχας· μάχας. λοιδορίας

`κ.4397`

κυδαγχόμενα· λοιδορούμενα

`κ.4398`

κυδάσσει· ταράσσει. λοιδορεῖ

`κ.4399`

κυδάζεσθαι· λοιδορεῖσθαι

`κ.4400`

κυδαζόμενα· λοιδορησόμενα

`κ.4401`

κυδαίνει· τιμᾷ. ἀξιοῖ. θαυμάζει. ἐγκωμιάζει

`κ.4403`

κυδαίνεται· δοξάζεται, σεμνύνεται

`κ.4404`

κυδαλίμη· ἔνδοξος, τιμία

`κ.4405`

Κυδαντίδαι· δῆμος τῆς Πτολεμαΐδος φυλῆς

`κ.4407`

κύδαρ· τάφος

`κ.4408`

κύδαρος· νεὼς εἶδος

`κ.4409`

κυδάττειν· ἐπιφωνεῖν

`κ.4410`

κύδεϊ γαίων· τῷ καθʼ ἑαυτὸν ἀξιώματι

`κ.4411`

κύδηνεν· ἐδόξασεν. ἐμετεώρισε κατὰ διάνοιαν

`κ.4412`

κυδιάνειρα· μεγάλους καὶ ἐνδόξους τοὺς ἄνδρας ποιοῦσα

`κ.4413`

κυδιανείρῃ· τῇ τοὺς ἄνδρας δοξαζούσῃ

`κ.4414`

κυδίας· τὰ ἄνθη τῶν ὀδόντων

`κ.4415`

κύδιμος· ἔνδοξος, σεμνός, τίμιος

`κ.4416`

κυδίμων· τὰ αὐτά

`κ.4417`

κύδιον· κρεῖττον, αἱρετώτερον

`κ.4418`

κυδιόων· σεμνυνόμενος. χαίρων. δόξῃ ἐπαιρόμενος

`κ.4419`

κύδιστε· ἐνδοξότατε, σεμνέ, τιμιώτατε

`κ.4420`

κύδνος· κύκνος

`κ.4421`

κυδοιμός· πόλεμος. θόρυβος, ταραχή

`κ.4422`

κυδοιδοπᾷ· ταράσσει, θορυβεῖ, κυκᾷ

`κ.4423`

κυδοιμῶν· θορύβων, ταραχῶν

`κ.4424`

κυδος· δόξα, ἀρετή, νίκη, τιμή, ἀριστεία. λοιδορία, κακολογία

`κ.4425`

κυδρή· ἔνδοξος, σεμνή, τιμία, ἔντιμος

`κ.4426`

κυδρός· ἔνδοξος, καὶ τὰ ὅμοια. γαυριῶν. πεποιθώς. Εὐρυτίδαις συγκοπὲν δʼ ἐκ τοῦ κυδαρός

`κ.4428`

Κύδωνες· ἔθνος

`κ.4429`

κυδώνιον· μέγα, καὶ ἀξιόλογον. ἢ ἀπατηλόν, δόλιον. λοίδορον. καὶ τὸ μῆλον. Κυδωνία δὲ πόλις Κρήτης. καὶ τὸ φυτόν

`κ.4430`

κυέει· ἐγκυμονεῖ, ἐν γαστρὶ ἔχει

`κ.4431`

κύει· ἐγκύμων ἐστί, γεννᾷ

`κ.4432`

κυέουσαν· ἔμβρυον ἐντὸς ἔχουσαν

`κ.4434`

κυζηθμός· ἡ ἀσαφὴς τῶν κυνῶν βοή

`κ.4435`

Κυζικηνοὶ στατῆρες· διεβεβόηντο ὡς εὖ κεχαραγμένοι. πρόσωπον δὲ ἦν γυναικὸς ὁ τύπος

`κ.4436`

κύημα· τὸ κατὰ γαστρός. καὶ ἡ προβολὴ τῶν φυτῶν

`κ.4437`

κυηρόν· ἔγκυον. ἁπαλόν, βλαστόν

`κ.4438`

κύησεν· ἐν γαστρὶ ἔσχεν

`κ.4439`

κύθεν· ἔκρυψεν, ἐκάλυψεν

`κ.4440`

Κυθέρεια· ἡ Ἀφροδίτη. καθʼ Ὅμηρον μέν, οὐχ ὅτι «προσέκυρσε Κυθήροις», ἀλλʼ ὅτι κευθόμενον ἔχει ἐν ἑαυτῇ τὸν πάσης ἐρωτικῆς φιλίας ἐξηρτημένον κεστὸν ἱμάντα, ἤγουν τὸν ποικίλον. ἢ ὅτι οἱ ἐρῶντες ἐν αὑτοῖς κρύπτουσι τὸ ἐρωτικὸν πάθος

`κ.4441`

κυθηγενέεσσι· κρυφογενέσιν

`κ.4442`

Κύθηρα· νῆσος Κρήτης. καὶ πόλις Θεσσαλίας. τινὲς δὲ νῆσον πρὸ Μαλέου. Μάλεον δὲ ἀκρωτήριον τῆς Λακωνικῆς

`κ.4443`

Κυθηρίῳ· τῷ ἐκ Κυθήρων

`κ.4444`

Κυθηροδίκης· ἀρχή τις τὰ ξενικὰ διοικοῦσα

`κ.4445`

Κύθηρος· δῆμος τῆς Πανδιονίδος φυλῆς

`κ.4446`

Κυθήρων· Ἀφροδίτης ἡ πόλις

`κ.4447`

κυθνώλης· ἐξώλης. ἔνιοι δὲ πεποιῆσθαι τὴν λέξιν φασὶ ἀπὸ Κύθνου τῆς νήσου· ἀπολέσθαι γὰρ αὐτὴν ὑπὸ Ἀμφιτρύωνος

`κ.4448`

κυθωνύμου· αἰσχρὸν κλέος ἔχοντος. ἢ οὗ ἄν τις ἐπικρύψειε τὸ ὄνομα διὰ τὰς συμφορὰς καὶ τὰς πράξεις. ἢ ἀξίου κεκρύφθαι

`κ.4449`

κυθνόν· τὸ ἄκυον φάρμακον. καὶ πολύκυθνα πολύσπερμα. κυθνὸν γὰρ τὸ σπέρμα

`κ.4450`

κυθώδεος· δυσόσμου

`κ.4452`

κυΐσκει· συλλαμβάνει

`κ.4453`

κυΐσκεται· ἔγκυος γίνεται

`κ.4454`

κυκᾷ· ταράσσει. ἢ τὰ κάθυγρα ἄλφιτα ...

`κ.4455`

Κύκαλα· δῆμος τῆς Αἰαντίδος φυλῆς

`κ.4456`

κυκεῶ· κυκεῶνα

`κ.4457`

κυκειῶ· πόμα ἐκ πολλῶν βοτανῶν συγκείμενον φαρμακίας , ποτὸν δηλητήριον

`κ.4459`

κύκημα· τάραχος

`κ.4460`

κυκηθήτην· ἐταράχθησαν, δυϊκῶς

`κ.4461`

κύκηθρον· ταραχήν

`κ.4462`

κυκεῶ· κυκεῶνα. ἐξ οἴνου καὶ μέλιτος καὶ ὕδατος καὶ ἀλφίτων ἀναμεμιγμένον πόμα. κατὰ ἀποκοπὴν τῆς να συλλαβῆς. τὸ δὲ αὐτὸ καὶ μετὰ τοῦ ι κυκειῶ

`κ.4463`

κυκήσεων· ταραχῶν

`κ.4464`

κυκλήσομεν· ἐφʼ ἁμαξῶν ἄξομεν

`κ.4465`

κύκκαρος· τὸ ἐλάχιστον

`κ.4466`

κύκλα· οἱ κύκλοι. τροχοί. ἢ χοροί

`κ.4467`

κυκλάζει· κύκλῳ περιέρχεται

`κ.4468`

κυκλαίνει· στρογγυλοῖ

`κ.4469`

κυκλάμινος· πόα τις ὑπὸ τῶν ῥιζοτόμων

`κ.4472`

κυκλήσομεν· ἀνάξομεν, ἐφʼ ἁμαξῶν κομιοῦμεν

`κ.4473`

κύκλιοι αὐλοί· οὕτω τινὲς ἐκαλοῦντο. εἶεν δʼ ἂν οἱ χορικοί

`κ.4474`

κυκλιοδιδάσκαλον· κύκλιον χορὸν διδάσκοντα

`κ.4475`

κύκλιοι χοροί· .....

`κ.4476`

Κυκλοβόρος· ποταμός. τινὲς δὲ χαράδραν μετὰ ψόφου ῥέουσαν

`κ.4477`

κύκλοι· τροχοί. ὀφθαλμοί

`κ.4478`

κύκλος· περίβολος. καὶ ἐν ἀγορᾷ τόπος, ἔνθα σκεύη καὶ σώματα πιπράσκονται. καὶ ἐν ταῖς κωμῳδίαις ὑπότροχόν τι κατασκεύασμα. καὶ παρὰ τοῖς γεωμέτραις ἐπίπεδον σχῆμα ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον. καὶ εἶδος ἱππασίας

`κ.4479`

κυκλοτερές· περιφερές. ἐπικαμπές

`κ.4480`

κύκλους καὶ τροχούς· τὰ τείχη. τροχὸν δὲ τὸ τεῖχος, ὡς Σοφοκλῆς Ἡρακλεῖ· Κυκλώπιον τροχόν

`κ.4481`

κυκλοφορούμενος· κατὰ κύκλον φερόμενος

`κ.4482`

κυκλοχανῶν· γλίσχρων, σμικρολόγων

`κ.4483`

Κυκλώπων ἕδος· ἐπειδὴ Κύκλωπες ἐτείχισαν τὰς Μυκήνας

`κ.4484`

Κυκλώπων· χαλκέων

`κ.4485`

κύκνος· ὄρνεον

`κ.4487`

κυκύιζα· γλυκεῖα κολόκυντα

`κ.4488`

κύκυον· τὸν σικυόν

`κ.4489`

κυκῶν· ταράσσων. ἀναζέων.

`κ.4491`

κυκλοστάθμοις· ὑψηλοῖς

`κ.4492`

κύλα· τὰ ὑποκάτω τῶν βλεφάρων κοιλώματα. τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς κοῖλα. τὰ ὑπώπια

`κ.4493`

κυληβίς· κολοβή

`κ.4494`

κυλίκεια· παιδιά τις παρὰ πότον. Ἰόβας

`κ.4495`

κυλικήρυτον αἷμα· ὡς τὸ κοτυλήρυτον, οἷον πολύ

`κ.4496`

Κυλικράνων· Πολέμων φησί, ὅτι τοὺς ὤμους κεχαραγμένοι ἦσαν κύλικας. οἱ δὲ τοὺς ὑπὸ τῇ Οἴτῃ Ἡρακλεώτας ἀπό τινος Κύλικος Λυδοῦ ὠνομάσθαι

`κ.4497`

κυλίνδει· ἐπιφέρει. κυλίει

`κ.4498`

κυλίνδεσθαι· ὁμοίως

`κ.4499`

κύλινδροι· ὄφεις. καὶ σφραγῖδος εἶδος. καὶ ὅλμοι. καὶ λίθοι στρογγύλοι

`κ.4500`

κυλινδούμενος· κυλιόμενος, περιστρεφόμενος

`κ.4501`

κυλίνθιον· προσωπεῖον ξύλινον

`κ.4502`

κύλιξ· κοτύλη, ποτήριον

`κ.4503`

κυλίχνη· φιάλη. καὶ ἡ ἰατρικὴ πυξίς

`κ.4504`

κυλιχνίδες· πυξίδες. ἄλλοι λιβανωτρίδες. ἕτεροι ἀγγεῖα κεραμεᾶ. ἄλλοι κύλικας. ἄλλοι πυξίδας ἰατρικάς

`κ.4505`

κύλλας· σκύλαξ. Ἠλεῖοι

`κ.4506`

κύλλαβοι· ὑπώπια

`κ.4508`

κύλλαιος· βόστρυχος

`κ.4509`

κυλλάραβις· δίσκος. ἢ γυμνάσιον ἐν Ἄργει

`κ.4510`

κυλλᾶστις· ἄρτος τις ἐν Αἰγύπτῳ ὑποξίζων ἐξ ὀλύρας

`κ.4512`

κύλληβιν· κολοβόν. οἱ δὲ τὰ κέρατα κολόβια παρʼ Ἱππώνακτι

`κ.4513`

κυλαίνων κάτω· Σοφοκλῆς Φαίδρᾳ. τὰ ὦτα καταβαλών, ἅπερ οἱ σαίνοντες κύνες ποιοῦσιν· «ἔσαινεν οὐρὰν ὦτα κυλλαίνων κάτω». οἷον· οὐρῇ μέν ῥʼ ὅγʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω

`κ.4514`

Κυλλήνη· ὄρος Ἀρκαδίας

`κ.4515`

Κυλλήνιος· ὄνομα κύριον ὁ Ἑρμῆς

`κ.4516`

κύλλια· ὑπώπια μελανά

`κ.4517`

κυλίνδεσθαι· κυλίεσθαι

`κ.4518`

κυλλοποδίων· χωλός.

`κ.4519`

κυλλός· χωλός. καμπύλος

`κ.4520`

κόλλοβος· ξηρὰ συκῆ

`κ.4521`

κύλλου πήρα· ζητοῦσι διὰ τί τὸ πορνεῖον Κύλλου πήραν Ἀριστοφάνης εἴρηκεν ἐν Δράμασιν ἢ Κενταύρῳ· «τὸ δὲ πορνεῖον Κύλλου πήρα». ἔστι γὰρ χωρίον Ἀθήνησιν ἐπηρεφὲς καὶ κρήνη. ἀντὶ δὲ τοῦ Πέραν πήραν ἔφη

`κ.4522`

Κυλώνειον ἄγος· ἀπὸ ἱστορίας. τοῦτο δὲ λέγει σαφῶς Θουκυδίδης

`κ.4523`

κῦμα· ὕδατος ἐπιδρομὴ βιαία. καὶ τὸ ἔτι ὂν ἐν τῇ κοιλίᾳ. καὶ τὸ γεννώμενον κύημα

`κ.4524`

κυμάδας· ἐγκύους

`κ.4526`

κυμαίνεται· ταράσσεται

`κ.4527`

κυμαίνουσα· ταράσσουσα. οἰδαίνουσα. ὑπερβλύζουσα

`κ.4528`

κύμαρος· κόμαρος. βόστρυχος

`κ.4529`

κύματι κωφῷ· ἀήχῳ

`κ.4530`

κυμάτια· τὰ χείλη, διὰ τὸ κυμαίνειν. ἢ αἱ ὑπεροχαί. παρὰ τέκτοσι καὶ λιθοποιοῖς Σ

`κ.4531`

κύματι κωφῷ· τῷ μὴ ἠχοῦντι, ἀλλʼ ἀρχομένῳ μεγεθοῦσθαι

`κ.4532`

κυματοφορτίδες· κόγχοι

`κ.4533`

κυματωγή· ῥαχία. αἰγιαλοῦ ὑπαγωγή

`κ.4534`

κύματα· ὑδάτων ἐπιδρομαὶ βίαιοι. κυήματα. τὰ γεννώμενα. καὶ τὰ ἐν ταῖς κοιλίαις ἔτι ὄντα· καὶ δένδρα. καὶ ὄρη

`κ.4535`

κύμβαι· ὄρνιθες

`κ.4536`

κύμβαχον ἀκρότατον· ...

`κ.4538`

κύμβαλον· βακύλιον. βαβούλιον. εἶδος ὀργάνου μουσικοῦ

`κ.4539`

κύμβας· ὄρνιθας. καὶ ... κοίλας καὶ περιφερεῖς. καὶ εἴδη ποτηρίων

`κ.4540`

κύμβαχος· ἐπὶ κεφαλῆς πεσὼν, καὶ ἄνω τοὺς πόδας ἔχων . καὶ τὸ ἀνώτατον μέρος τῆς περικεφαλαίας

`κ.4541`

κύμβη· νεὼς εἶδος. καὶ ὀξύβαφον. καὶ πήρα

`κ.4542`

κυμβίον· εἶδος ποτηρίου, καὶ πλοίου

`κ.4543`

κύμβοι· τὰ ἐμπολήματα

`κ.4544`

κύμβινον· τοῦτο ἐπὶ μικρολόγου ἔταττον

`κ.4545`

κύμβος· κοῖλος μυχός. βυθός. καὶ κεραμίου πυθμήν

`κ.4546`

κυμβαγρευταί· ὀρνιθευταί

`κ.4547`

κύμηχα· κύαμον

`κ.4548`

κύμινδις· εἶδος ὀρνέου

`κ.4549`

κυμίνδαλα· καταστροφή. Ταραντῖνοι

`κ.4550`

κυμινοπρῖσται· οἱ φειδωλοί. ὁμοίως καὶ καρδαμογλύφοι

`κ.4551`

κυνάγχη· τέχνη, μηχανή. ἔνιοι τὸν διὰ χειρῶν δεσμόν. οἱ δὲ τὸ κυνάγχα ἀντὶ τοῦ κλέπτα. καὶ νόσημα κυνῶν. καὶ ἀνθρώπων πνιγμός. καὶ εἱρκτή

`κ.4552`

κυμοῤῥόον· τὸν ὑπὸ τῶν κυμάτων ῥοῦν

`κ.4553`

κυνάδα· κυνόσβατον, ἢ φυτόν, ὅπερ τὰς αἶγας νέμεσθαί φασιν

`κ.4554`

κυνάδες· αἱ ἀπομαγδαλιαί

`κ.4555`

Κυνάδης Ποσειδῶν· Ἀθήνησιν οὐ τιμᾶται ...

`κ.4556`

κυνάδης· ἀνελεύθερος

`κ.4557`

κυναναιδής· λίαν ἀναιδής

`κ.4558`

κυνάκτας· ἱμάντας. οἱ ἐκ βύρσης τοῦ σφαγιασθέντος Τετράχειρι Ἀπόλλωνι βοὸς ἔπαθλα διδόμενοι

`κ.4559`

κυναλοπιεντα· κυνοφθόρον. οἱ δὲ διελόντες κύνα ἄδικον ἀπέδοσαν

`κ.4560`

κυναλώπηξ· Φιλόστρατον λέγουσιν οὕτως τὸν Ἀθηναῖον κωμῳδοῦντες. ἢ ὅτι ἐξ ἀλώπεκος καὶ κυνὸς τοὺς Λακωνικοὺς κύνας φασὶ γίνεσθαι

`κ.4561`

κυνάμυια· ἀναιδής, ἰταμή, καὶ θρασεῖα. ὁ μὲν γὰρ κύων ἀναιδής· ἡ δὲ μυῖα θρασεῖα

`κ.4562`

κύναρος ἄκανθα· φυτόν τι. καὶ μήποτε ἡ κυνόσβατος, διὰ τὸ τραχὺ καὶ ἀκανθῶδες· κύνα γὰρ ξυλίνην τὴν κυνόσβατον ὁ θεὸς λέγει

`κ.4563`

κύνας ἀργούς· λευκούς, ἢ ταχεῖς κύνας

`κ.4564`

κυνδάλη· παιδιά τις. καὶ οἱ μὲν ὑπομνηματισταὶ κυνδάλας τὰς σκυτάλας ἀπέδοσαν, οἱ δὲ τὰ γεωμετρούμενα σχήματα, κακῶς. Κυνδάλους γὰρ ἔλεγον τοὺς πασσάλους καὶ κυνδαλοπαίστην τὸν πασσαλιστήν

`κ.4565`

κυνδός· ἄπαικτος. ἀπαράλλακτος

`κ.4566`

Κύνδων· ποταμὸς ἐν Ἑλλησπόντῳ. οἱ δὲ ἐν Πελοποννήσῳ

`κ.4567`

κυνεάγας· κυδώδων

`κ.4568`

κυνεγκέφαλος· ὁ διὰ τῆς ῥάχεως ἀπὸ κεφαλῆς εἰς τὰ αἰδοῖα φερόμενος γόνος

`κ.4569`

κυνέη· κυρίως μὲν ἡ ἐκ κυνείου δέρματος περικεφαλαία ... καὶ ἡ οἰκία παρὰ τοῖς Τυρρηνοῖς

`κ.4570`

κυνεῖ· φιλεῖ. προσκυνεῖ

`κ.4571`

κύνειον θάνατον· ἄγαν φοβερόν

`κ.4572`

κυνελφεῖ· κρύπτει

`κ.4573`

κύνεον· ἐφίλουν

`κ.4574`

κύνεος· ἀναιδής

`κ.4575`

κυνέπασαν· ἐξέδοσαν· ἔνιοι κυνέπασαν τὸ αἰδοῖον ἐπιτάνσπονδον οἷον ἐπέπασαν

`κ.4576`

Κυνουρίου· Ἀργολικοῦ

`κ.4577`

κύνες· τοῦ ἵππου τῆς ὁπλῆς μέρος. καὶ ἧλοι. καὶ ἀναιδεῖς. καὶ οἱ δράκοντες

`κ.4578`

κύνεσσι· τοῖς κυσί

`κ.4579`

Κυνετίαν· ἤτοι Ἄρεως κόρην. ἢ Ἀθηνᾶν. ἢ Πειθώ

`κ.4581`

κυνῆ· περικεφαλαία. πέτασος. πῖλος Ἀρκαδικός. ἢ οἰκία

`κ.4582`

κυνῆ Βοιωτία· ἐγένοντο γὰρ διάφοροι. ἀλλʼ αἱ ἐν Βοιωτίᾳ καλαὶ κυναῖ, ἃς οἱ κατʼ ἀγρὸν ἐφόρουν

`κ.4583`

κυνηδόν· ὡς κύων

`κ.4584`

κυνθάνει· κρύπτει

`κ.4585`

κύνθιον· προσωπεῖον ξύλινον

`κ.4586`

κυνίας· πῖλος. ἢ χείρ

`κ.4587`

κυνίζει· μετὰ βλακείας περιπατεῖ

`κ.4588`

κυνίξεις· ἀκροβολισμοί

`κ.4589`

κυνίσφειλον· ἀπατητικόν

`κ.4590`

Κύννα· ὄνομα πόρνης

`κ.4591`

Κύννειος· Ἀπόλλωνος ἐπίθετον

`κ.4592`

Κυννίδαι· γένος Ἀθήνησιν, ἐξ οὗ ὁ ἱερεὺς τοῦ Κυννείου Ἀπόλλωνος

`κ.4593`

κυνοβάμων· ἵππος τις οὕτω προσαγορεύεται

`κ.4594`

κυνόβλωπες· κύνειον ὁρῶντες

`κ.4595`

κυνόγλωσσον· πόα τις

`κ.4596`

κυνοδέσμη· δεσμὸς ἀκροποσθίας

`κ.4597`

κυνοειδεῖς· ἀναιδεῖς. κυνῶπας

`κ.4598`

κυνοθαρσής· ἀναιδής

`κ.4599`

κυνόκεντρον· πόα τις

`κ.4600`

κυνοκεφάλιον· πόα τις, ἥν τινες ἀνεμώνην καλοῦσιν

`κ.4601`

κυνόμαλα· τὰ κοκκύμηλα

`κ.4602`

κυνόμυια· ἀναιδής, καὶ ἰταμή, καὶ θρασεῖα. τοιαῦτα γὰρ τὰ ζῷα ὁ κύων καὶ ἡ μυῖα

`κ.4603`

κυνόπρηστις· ζῷόν τι

`κ.4604`

κυνοραισταί· κροτῶνες, οἱ τοὺς κύνας πιπιλίζοντες

`κ.4605`

κυνοραιστέων· τῶν κροτώνων· ἀπὸ τοῦ ῥαίειν, ὅ ἐστι φθείρειν

`κ.4606`

κυνόροδον· κρίνον, ὅμοιον ὑακίνθῳ

`κ.4607`

κυνορχίας· βόλου ὄνομα

`κ.4608`

κυνος· τυφλοῦ. ἢ πόλις Λοκρίδος

`κ.4609`

Κυνόσαργες· τόπος ἱερός. ὠνομάσθη δὲ ἀπὸ τοιαύτης αἰτίας. Διόμου φασὶ θύοντος Ἡρακλεῖ, κύων ἁρπάσας τὰ μηρία ἔφευγε διωκόμενος. ἐκλήθη δὲ ὁ τόπος οὕτως, ἢ ἀπὸ τῆς λευκότητος τοῦ κυνός, ἢ τοῦ τάχους

`κ.4610`

κυνὸς μέλη· τὸ ὠρύεσθαι

`κ.4611`

κυνοσσόοι· θηρευταί

`κ.4612`

κυνός· ἀναιδοῦς

`κ.4613`

Κυνόσουρα· φυλὴ Λακωνική· καὶ ἄκρα τοῦ Μαραθῶνος, πρὸς τὴν Εὔβοιαν τετραμμένα. καὶ ἡ μικρὰ ἄρκτος. καὶ πᾶς χερσοειδὴς τόπος. καὶ οἱ Κυδωνιασταὶ οὕτω καλοῦνται

`κ.4614`

κυνόλφη· σίλφη

`κ.4615`

κυνοῦπες· ἄρκτος. Μακεδόνες

`κ.4616`

κυνοῦραι· ἀστράγαλοι

`κ.4617`

κυνουρία· ὅπου μετὰ χειμῶνος κῦμα ἐκβάλλει

`κ.4618`

κυνοῦχος· θυλάκιον, βαλάντιον, ἢ μαρσίππιον

`κ.4619`

κυνοφθαλμίζεται· ἀναιδῶς ἐμβλέπει

`κ.4620`

κυνόφαλοι· Κορίνθιοι φυλή

`κ.4621`

κύντατα· οἰκτρότατα

`κ.4622`

κύντατον· ἀναιδέστατον. οἰκτρότατον. αἰσχρότατον

`κ.4623`

κύντερον· ἀναιδέστερον. χαλεπώτερον. χεῖρον

`κ.4624`

κυνεῖν· τὸ ἀσπάζεσθαι

`κ.4625`

κυνύπισμα· τὸ ἀπὸ στεμφύλων ποτόν. Κύπριοι

`κ.4627`

κυνώ· ἀσφάλειά τις. καὶ οἷον ἀποκεκύνωται

`κ.4628`

κυνώ· ἡ ἀναιδεστάτη

`κ.4629`

κυνώλης· ἐξώλης

`κ.4630`

κυνῶπες· ἀναιδέστατοι

`κ.4631`

κυνώπιδος· ἀναιδοῦς ὄμμασι

`κ.4632`

κυνῶπις· ἀναιδής, ἰταμή

`κ.4633`

κύος· κύημα. τὸ ἐν γαστρί

`κ.4634`

κύπαι· εἶδός τι νεώς. καὶ αἱ ἐξ ὕλης καὶ χόρτου οἰκήσεις

`κ.4635`

κύπαλον· κεκοιλαμμένον

`κ.4636`

Κυπάρα· ἡ ἐν Σικελίᾳ κρήνη Ἀρέθουσα

`κ.4637`

κυπαρίσσια· εἶδος ἀλεκτρυόνων

`κ.4638`

Κυπαρισσήεις· καὶ Κυπάρισσος. πόλις. καὶ τὸ δένδρον

`κ.4640`

κύπασσις· περίζωμα. καὶ χιτῶνος εἶδος

`κ.4641`

κυπάται· κίναιδοι, μαλακοί

`κ.4642`

κύπελλα· ποτήρια

`κ.4643`

κύπελλον· εἶδος ποτηρίου διώτου

`κ.4644`

κύπερα· τὰ σχοινία ἐκ κυπείρου πεπλεγμένα

`κ.4645`

κύπειρον· ἄνθος ἵπποις ἐδώδιμον

`κ.4646`

κύπειρος· φυτόν, ὃ καὶ ἐρυσίσκηπτρον

`κ.4647`

κύπη· τρώγλη

`κ.4648`

Κυπρία πάλη· ἣν ἔνιοι πάμμαχον καλοῦσιν, οἱ δὲ ἄγροικον καὶ ἀπάλαιστρον· διὰ τὸ τοὺς ἐν Κύπρῳ ἀτέχνως παλαίειν

`κ.4649`

κυπρίζουσαι· ἀνθοῦσαι

`κ.4650`

κυπρῖνος· ἰχθῦς ποιός

`κ.4651`

κύπριον· τὸ ἀρνόγλωσσον

`κ.4652`

Κύπριος βοῦς· ἐπὶ κοπροφάγου εἰκαίου τάσσεται τοῦτο, ἐπειδὴ οἱ Κύπριοι βόες κοπροφαγοῦσιν

`κ.4653`

Κύπρις· πόρνη

`κ.4654`

Κυπρογενέος προπόλον· προαγωγόν

`κ.4655`

κύπρος· μέτρον σιτηρόν. ἢ κεφάλαιον ἀριθμοῦ

`κ.4656`

κυπτάζειν· διατρίβειν, στραγγεύειν. καὶ ἐναισχύνειν. ἐπικύπτειν. καὶ χρονίζειν

`κ.4657`

κύπτει· κάμπτει, ἑαυτὸν κλίνει

`κ.4658`

κύπτον· ταπεινούμενον

`κ.4659`

κυρβάδδωμεν· κρύψωμεν

`κ.4660`

Κύρβαντες· Κορύβαντες

`κ.4661`

κυρβασία· τὴν ἐπὶ πλέον κροῦσιν

`κ.4662`

κυρβασία· ὀρθὴ τιάρα. ταύτῃ δὲ οἱ Περσῶν βασιλεῖς μόνοι ἐχρῶντο. καὶ κορυφὴ ἀλέκτορος

`κ.4663`

κυρβάσαι· ἀποσκιρτᾶν

`κ.4664`

κύρβις· στήλη τρίγωνος, ἢ ξύλινος ἄξων, ἐν ᾧ τὸ παλαιὸν οἱ νόμοι ἐγράφοντο

`κ.4665`

κῦρε· ἐπιτυχεῖν ἐστοχάζετο

`κ.4666`

κυρεῖ· ὑπάρχει, τυγχάνει

`κ.4667`

κυρεῦσαι· φυτεῦσαι

`κ.4668`

κυρήβια· τῶν κριθῶν τὰ ἀποβρέγματα, καὶ κυάμων λέπυρα, καὶ τὰ τῶν κέγχρων ἄλφιτα

`κ.4669`

Κυρηναῖοι λίβες· .......

`κ.4670`

Κυρήνη· πόρνη τις ἥτις ἐκαλεῖτο δωδεκαμήχανος, διὰ τὸ τοσαῦτα σχήματα ἀφροδισίων ποιεῖν

`κ.4671`

κυρία ἐκκλησία· μία κυρία ἐκκλησία ἤγετο Ἀθήνησιν, ἐν ᾗ τὰς ἀρχὰς ἐπιχειροτονεῖν ἔδει

`κ.4672`

κυριάζεις· ἀποκακεῖς

`κ.4673`

κυρίας· τῆς κατὰ φύσιν ὑπαρχούσης δυνάμεως

`κ.4674`

κυρηβάζεσθαι· λοιδορεῖσθαι. διαμάχεσθαι

`κ.4675`

κυρηβάσασθαι· διαμαχέσασθαι. ἀπὸ τῶν κριῶν καὶ τῶν τράγων ἔνθεν καὶ τὸ κυρίσσειν

`κ.4676`

κυρηβάτης καὶ κύρηβος· ὁ ἀσελγὴς ἐν τῷ λοιδορεῖν

`κ.4677`

κυρίζεσθε· τρίβεσθε

`κ.4678`

κύριθρα· προσωπεῖα ξύλινα

`κ.4679`

κυρίξειν· κέρασι μάχεσθαι

`κ.4680`

κύριον· ἴδιον, αὐθεντικὸν γραμμάτιον

`κ.4681`

Κύρις· ὁ Ἄδωνις. ἢ πλέγμα τι, σχοινίον. ἢ κυρτίς

`κ.4682`

κυρίσσει· κερατίζει, τύπτει μετὰ τῆς κεφαλῆς.

`κ.4683`

κύριθον· τὴν σφαῖραν

`κ.4684`

κυριττοί· οἱ ἔχοντες τὰ ξύλινα πρόσωπα κατὰ Ἰταλίαν, καὶ ἑορτάζοντες τῇ Κορυθαλίᾳ γελοιασταί

`κ.4685`

κυρίττειν· πλήσσειν

`κ.4686`

κυρίττολος· κορύπτης. πλήκτης

`κ.4688`

κυρίττοντες· κερατίζοντες, κεφαλαῖς πλήσσοντες

`κ.4689`

κυρίως· βεβαίως, ἰσχυρῶς, ἀσφαλῶς

`κ.4690`

κυριότης· ἡμέρα, ἐν ᾗ τελειοῦται τὰ συμφωνηθέντα καὶ εἰσενεχθέντα

`κ.4691`

κυρκανᾷ· κυκᾷ, ταράσσει

`κ.4692`

κύρμα· κύρημα, ἐπίτευγμα. πολλοῖς ἐγκεκυρηκὸς πρᾶγμα

`κ.4693`

κύρνα· κρανία

`κ.4694`

Κυρνία γᾶ· ἐπεὶ Κύρνον ᾤκησαν Τυῤῥηνοί

`κ.4695`

Κυρνικά· κώδια

`κ.4696`

κύρνοι· οἱ νόθοι

`κ.4697`

κυροῖ· βεβαιοῖ, πιστοῖ

`κ.4698`

κῦρον· οὔτʼ εἶπον οὐδὲν πρὸς σὲ κῦρον, ὦ γύναι σοὶ ἀνῆκον, εἰς σὲ τεῖνον

`κ.4699`

κῦρος· ἐξουσία ἢ παῖς

`κ.4700`

Κῦρος· ἀπὸ τοῦ ὑπὸ κυνὸς τεθράφθαι. ἢ ἀπὸ τοῦ ἡλίου· τὸν γὰρ ἥλιον οἱ Πέρσαι κῦρον λέγουσιν. ἄλλοι βόθυνον. καὶ προσῆκον. καὶ ὄνομα ποταμοῦ. καὶ κύριον

`κ.4701`

Κυῤῥάνη· ὄνομα γυναικείας θεοῦ

`κ.4702`

κύῤῥασιν· τοῖς κέρασιν ἐπιτυχεῖν ...· κρούσαντος

`κ.4703`

κύρσαι· ἐπιτυχεῖν

`κ.4704`

κύρσαν· ἐνέτυχον

`κ.4706`

κυρσάνιοι· τοὺς μειρακίσκους οὕτως ἔλεγον Λάκωνες

`κ.4707`

κύρσας· ἐπιτυχών εὑρών, κύριος γενόμενος

`κ.4708`

κυρσερίδες· τὰ τῶν μελισσῶν ἀγγεῖα. κυψελίδες

`κ.4709`

κύριος· ἄρχων, βασιλεύς

`κ.4710`

κυρσίον· μειράκιον

`κ.4711`

κύρτα· οἰδοῦντα. μεμισημένα. ἔνιοι δὲ οὐκ ἀγαθά. ὑπὸ δὲ τῶν Ταραντίνων κόπρον καὶ τὰ ἔντερα τὰ δεκτικὰ κόπρων καὶ σκυβάλων τῶν βρωμάτων

`κ.4712`

κυρτεύς· ἁλιεύς

`κ.4713`

Κυρτιάδαι· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς

`κ.4714`

κυρσεῖν· εὑρεῖν. εὑρίσκω

`κ.4715`

κυρτίας· Κελτοὶ τὰς ἀσπίδας

`κ.4716`

κυρτίς· ὀρνιθοτροφεῖον

`κ.4717`

κυρτόν· τὸ κυρίως κυρτόν. καὶ τὸ ὑψηλὸν καὶ μετέωρον κῦμα

`κ.4718`

κύρτος· ἀγγεῖον σχοινῶδες, ᾧ οἱ ἁλιεῖς χρῶνται. καὶ τάλαρον

`κ.4719`

κυρῶ· τυγχάνω

`κ.4722`

κυρῶ· κρατύνω, βεβαιῶ

`κ.4723`

κυρωτῆρες· ἄρχοντες

`κ.4724`

κύσαι· τῷ στόματι φιλῆσαι

`κ.4725`

κυσαμένη· κυήσασα· ἄκυθον γὰρ τὸ ἀτόκιον

`κ.4726`

κυσανίζει· ὁμιλεῖ

`κ.4727`

κύσας· φιλήσας

`κ.4728`

κύσεν· ἐφίλησεν

`κ.4729`

κυσέρη· πυθμήν. χάσμα

`κ.4731`

κυσθοκορώνη· νύμφη

`κ.4732`

κυσιᾶι· πασχητιᾶι

`κ.4733`

κυσοβάκκαρις· ἤτοι τὸν κυσὸν μυρίζων· ἢ τῷ κυσῷ μυριζόμενος

`κ.4734`

κυσοδακνιᾷ· ψωριᾷ

`κ.4735`

κυσολάκων· Ἀρίσταρχός φησι τὸν Κλεινίαν οὕτω λέγεσθαι ὡς τῷ κυσῷ λακωνίζοντα. τὸ δὲ τοῖς παιδικοῖς χρήσασθαι λακωνίζειν ἔλεγον

`κ.4736`

κυσολαμπίς· ἡ περιλαμπομένη ταῖς νυξὶ κανθαρίς

`κ.4737`

κυσονίπται· πόρνοι· ἀπὸ τοῦ παρακολουθοῦντος

`κ.4738`

κυσός· ἡ πυγή. ἢ γυναικεῖον αἰδοῖον

`κ.4739`

κυσοχήνη· εἶδος δεσμοῦ. οἱ δὲ εὐρυπρωκτίαν. οἱ δὲ ξύλον ἐν ᾧ ἁμαρτάνουσαι αἱ πόρναι ἐδεσμεύοντο

`κ.4740`

κύστεροι· ἀγγεῖα τῶν μελισσῶν καὶ τυρίσκοι

`κ.4741`

κύστη· ἄρτος σπογγίτης

`κ.4742`

κύστιον· τὸ ἁλικάκκαβον

`κ.4743`

κύστις· ἡ φῦσα

`κ.4744`

κύτη· μεγέθη

`κ.4745`

κύτινοι· τῆς ῥοιᾶς τὰ πρῶτα ἐξανθήματα

`κ.4746`

κύταρον· ζωμήρυσις

`κ.4747`

κύτταροι· οὕτω τὰς τρήμας τῶν κηρίων ἔφη Ἀχαιός . τινὲς δὲ σφηκιάς. καὶ τὰ τῆς πεύκης καὶ πίτυος προανθοῦντα στροβίλια. καὶ πυθμένες. καὶ τῶν αἰδοίων αἱ βάλανοι. καὶ τῶν βαλάνων τὰ ἀγγεῖα

`κ.4748`

κύτος· σῶμα. ὄγκος. χώρημα βάθος

`κ.4749`

κυττοί· τὸ δεκτικὸν χώρημα, καθὼς ποτήριον. ἢ εἶδος ἄνθους Διονυσιακοῦ

`κ.4750`

Κύτωρον· πόλιν Παφλαγονίας

`κ.4751`

κύφελλα· τὰ νέφη νεφέλη γνοφώδης, ὁμίχλη, ὁμιχλῶδες κατάστημα

`κ.4752`

κύφερον ἢ κυφήν· κεφαλήν. Κρῆτες

`κ.4753`

κυφόν· καμπύλον. κυρτόν. διὰ γῆρας ἐπικεκυρτωμένον. ἢ ξύλον βασανιστικὸν κολαστήριον, ᾧ κατέτεμνον τοὺς θανάτῳ κατακεκριμένους

`κ.4754`

κύφων· ὅπερ ἔνιοι συνάγχην καλοῦσιν. δηλοῖ δὲ καὶ δεσμὸν ξύλινον. τάσσεται δὲ καὶ ἐπὶ πάντων τῶν δυσχερῶν καὶ ὀλεθρίων. ἔστι γὰρ καὶ χιτῶνος εἶδος. καὶ κυφωνισμὸς ἐπὶ τῶν τιμωριῶν. καὶ ἐπικεκαμμένη ῥάβδος κύφων

`κ.4755`

κύχραμος· εἶδος ὀρνέου

`κ.4756`

κύψαι· ἀπάγξασθαι

`κ.4757`

κυψέλαι καὶ κυψελίδες· ὁ ἐν τοῖς ὠσὶν ῥύπος συνιστάμενος. καὶ τὰ σιτηρὰ ἀγγεῖα. καὶ τὰ κενὰ σμήνη. καὶ τοῦ ὠτὸς τὸ ἔγκοιλον. καὶ τῆς καμίνου μέρος τι

`κ.4758`

κυψέλη· πλεκτὸν ἀγγεῖον μελισσῶν

`κ.4759`

κυψελίδες· μελισσοφάτναι

`κ.4760`

κυψελίς· ὁ ἐν τοῖς ὠσὶ ῥύπος

`κ.4761`

κυψέλην· κυβέρτιον μελισσῶν Σ

`κ.4762`

κύψελος· ὄρνις ποιός, ὅμοιος χελιδόνι

`κ.4763`

κύων· ὁ ἐλαυνομένου τοῦ σιδήρου τοῦ ἀργοῦ ἐξαλλόμενος σπινθήρ. οἱ δὲ τὴν Ἐρινῦν. οἱ δὲ τὴν νόσον τὴν οὕτω λεγομένην κύνα. δηλοῖ δὲ καὶ τὸ ἀνδρεῖον μόριον. καὶ τὸ ὑλακτοῦν ζῶον. καὶ τὸν ἀναιδῆ. καὶ τὸ ἄστρον. καὶ τὸ θαλάσσιον ζῶον. καὶ ὑπὸ τῶν κυβευτῶν βόλον τινά, ὃς Χῖος καλεῖται

`κ.4764`

κύων ἐπὶ δεσμά· παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς κολάσεις ἐπιδιδόντων. λέγεται δὲ καὶ βοῦς ἐπὶ δεσμά

`κ.4765`

κύων παρʼ ἐντέροισι· παροιμία ἐπὶ τῶν μὴ δυναμένων ἀπολαύειν τῶν παρακειμένων

`κ.4766`

κῷα· ἐνέχυρα

`κ.4767`

κῳάζειν· ἀστραγαλίζειν. ἐνεχυράζειν

`κ.4768`

κῳασθείς· ἐνεχυρασθείς

`κ.4769`

κῶας· κώδιον. τάπητα. ὀφθαλμούς

`κ.4771`

κώβαλοι· κύτινοι ῥοιῶν

`κ.4772`

κῶβαξ· ὁ μέγας τέττιξ

`κ.4773`

κωβήλη· συνουσία. καὶ βελόνη

`κ.4774`

κωβηλίνη· ἠπήτρια

`κ.4775`

κωβῖτις· ἡ λευκὴ ἀφύη

`κ.4776`

Κωδάλου χοῖνιξ· παροιμία, ὡς μείζοσι μέτροις κεχρημένου ἀγορανόμου

`κ.4778`

κωδίκιλλα· σύμβολα χάρται

`κ.4779`

κώδιον· σκύλον, ἢ δέρμα προβάτου. χωρὶς σώματος

`κ.4780`

κώδιξ· βιβλίον νόμιμον

`κ.4781`

κώδεια· ἡ τῆς μήκωνος κεφαλή

`κ.4783`

κωδωνίσας· πειράσας. ἠχήσας

`κ.4784`

κωδωνίσαι· δοκιμάσαι. διαπειράσαι. ἀπὸ τῶν φυλάκων, οἳ τοὺς κώδωνας ἐκρότουν ἐπὶ πειρασμῷ τῶν γρηγορούντων

`κ.4785`

κωδωνίσω· δοκιμάσω. ἀπὸ τῶν ἵππων, ἢ ὀρτύγων

`κ.4786`

κωδωνοφορῶν· οἱ περιπολάρχαι ἐπὶ τοὺς φύλακας ἐρχόμενοι, κώδωνα διέσειον, καὶ οὕτως ἐξεπείραζον τὸν καθεύδοντα. ἀπὸ δὲ τῶν ὀρτύγων ἡ χρῆσις. τοὺς γὰρ ὑπομείναντας τὸν ἦχον τοῦ κώδωνός φασιν ἐπιτηδείως ἔχειν πρὸς μάχην. φασὶ δὲ καὶ τοὺς ἵππους τοῖς κώδωσιν ἐξετάζεσθαι

`κ.4787`

κώδων· σάλπιγξ. ἠχεῖον. κύμβαλον. μήκων. κάλυξ

`κ.4788`

κῶθα· ποτήρια

`κ.4789`

κῶθος· κωβιός

`κ.4790`

κωθύλους· ὄνους

`κ.4791`

κώθων· ἄτακτος. μέθυσος. μονόωτον ποτήριον κεράμειον. εἶδος ποτηρίου

`κ.4792`

κωθωνίσαι· μεθύσαι

`κ.4793`

κῷοι· ἀστράγαλοι

`κ.4794`

κῶιον· ἐνέχυρον. καὶ ἱμάτιον

`κ.4795`

κώκαλον· παλαιόν καὶ εἶδος ἀλεκτρυόνος

`κ.4796`

κωκύει· βοᾷ. θρηνεῖ, κλαίει

`κ.4797`

κωκύσασα· θρηνήσασα

`κ.4798`

κώκυσε· μετὰ θρήνων ἀνεβόησε

`κ.4799`

κωκυτός· κοπετός, θρῆνος, ὀδυρμός

`κ.4800`

κωκυτοιρεῖν· θρηνεῖν

`κ.4801`

κωκυτός· θρῆνος, καὶ τὰ ὅμοια. καὶ ὄνομα ποταμοῦ ἐν ᾅδου· Κωκυτὸς ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀποῤῥώξ

`κ.4802`

κῶλα· πόδες. σκέλη. ὀστᾶ. μέλη. κερκίδες

`κ.4803`

κωλαβοί· λάσταυροι

`κ.4804`

κωλαβρισθείησαν· κωπηθείησαν. ποδοκοπηθείησαν

`κ.4805`

κωλακρέται· ἀργυρικοὶ ταμίαι, οὕς τινες οἴονται μόνου τοῦ δικαστικοῦ προΐστασθαι

`κ.4806`

κῶλʼ ἀνεμιζόμενοι· τάχει χρώμενοι, ἀνέμοις ἴσῃ

`κ.4807`

κῶλα πεσεῖν· τὰ ἄρθρα πεσεῖν

`κ.4809`

κωλέα· μέρος κρέατος. ἀγκαλίς. δέσμη χόρτου. τινὲς σκέλος ὑὸς ὀπίσθιον. ἢ Περσικῆς τὸ ἐδώδιμον

`κ.4810`

κωλίρ· τὸ προτιθέμενον ἆθλον τοῖς ἀγωνιζομένοις

`κ.4811`

κωλετίναις· ἀσκαλαβώταις

`κ.4812`

κωλήν· κωλεός

`κ.4813`

κωλῆνες· ἀκροκώλια

`κ.4814`

κώληπα· ἰγνύαν. τὴν γαστροκνημίαν. τὴν κνήμην

`κ.4815`

Κωλιάς· ἀκτὴ εἰς θάλασσαν ἐξέχουσα· καὶ ἴσως παρὰ τὸ κῶλον

`κ.4816`

Κωλιάς· Ἀφροδίτης ἐπὶ Κωλιάδος ἐστὶν ἱερὸν ἐν τῇ Ἀττικῇ. ὁ δὲ τόπος λέγεται Κωλιάς, ἐπεὶ ἐκκείμενός ἐστιν, ὅμοιος ἀνθρώπου κώλῳ. ἔστι δὲ καὶ Δήμητρος ἱερὸν αὐτόθι πολύστυλον

`κ.4817`

Κωλιεῖς· γένος Ἰθαγενῶν, ὅπερ ἐκ τῆς Κωλιάδος

`κ.4818`

κωκαλική· Σικελική

`κ.4819`

κωλύμασι· ἐμποδίοις

`κ.4820`

κωλύμη· μεμφωλή

`κ.4821`

Κωλυσανέμας· ὁ Ἐμπεδοκλῆς οὕτω καλεῖται, ὡς ὑπισχνούμενος ἐφέξειν τοὺς ἀνέμους

`κ.4822`

κωλύσω· λυπήσω

`κ.4823`

κωλυτήρ· σημεῖόν τι ἐν θυτικῇ. καὶ θυσία τις κωλυτήρια

`κ.4824`

κωλώτης· ἀσκαλαβώτης. ἔλεγον δὲ αὐτὸν καὶ γαλεώτην . δοκεῖ δὲ αὐτὸς εὐστόχως ἅλλεσθαι περὶ τὰς μυίας

`κ.4825`

κῶμα· κοίμημα, ὕπνος. ληθώδης καταφορὰ ὕπνου βαθέος

`κ.4826`

κωμάδδειν· ὀρχεῖσθαι

`κ.4827`

κωμάζει· κῶμον ... ἢ ᾄδει. ὑβρίζει μετὰ μέθης

`κ.4828`

κῶμαι· ἀγυιαί, ῥῦμαι

`κ.4829`

κωμαίνει· νυστάζει

`κ.4830`

κώμακον· ἀρωματικόν τι

`κ.4831`

κωμαστής· τρυφῶν μετʼ ᾠδῆς

`κ.4832`

κωμαστοῦ· τοῦ κωμάζοντος, τερπομένου μετʼ ᾠδῆς

`κ.4833`

κωμᾶται· μαγεύει

`κ.4834`

κώμη· ἄμφοδον, χωρίον

`κ.4835`

κωμική· Ἀττική

`κ.4836`

κωμαίνεσθαι· κοιμᾶσθαι

`κ.4837`

κωμῆτις· γείτων. Κῶμαι γὰρ τὰ ἄμφοδα

`κ.4839`

κῶμοι· ἀσελγῆ ᾄσματα πορνικά, συμπόσια, ᾠδαί

`κ.4840`

κῶμος· εἶδος ὀρχήσεως ἢ μέλους τινός

`κ.4841`

κώμυθα· δάφνην, ἣν ἱστῶσι πρὸ τῶν πυλῶν. δηλοῖ δὲ καὶ δέσμην χόρτου, καὶ τὰ κατολίγον τῶν δραγμάτων

`κ.4842`

κωμῳδοί· κωμικοί, τραγῳδοί, καὶ χορευταὶ τραγῳδοί, οἱ τραγικοὶ ποιηταὶ διδάσκαλοι

`κ.4843`

κωμῳδούμενοι· παιζόμενοι παρὰ τὴν τραγῳδίαν

`κ.4844`

κωμῳδοῦντες· θριαμβεύοντες, πομπεύοντες

`κ.4845`

Κῶν· νῆσος πρὸς τὴν Ῥόδον, μία τῶν Κυκλάδων, ἢ τῶν Καλυδνῶν

`κ.4846`

κώνα· βέμβιξ

`κ.4847`

κωνᾶν· περιδινεῖν, δίνῳ περιέρχεσθαι

`κ.4848`

κωνεία· νάρθηκα. καὶ πόας εἶδος

`κ.4849`

κωνῆσαι· πισσοκωνῆσαι· καὶ κύκλῳ περιενεγκεῖν. καὶ πισσοκώνητον μόρον λέγουσιν, ὅταν πίσσῃ καταχρισθέντες τινὲς ὑπὸ πυρὸς ἀποθάνωσιν· Αἰσχύλος Κρήσσαις καὶ Κρατῖνος. Πισσοκωνίαν Ἄρη νῦν φησι, διότι πίσσῃ χρίουσι τὰ παρίσθμια τῶν προβάτων

`κ.4850`

κώνητες· θύρσοι

`κ.4851`

κώνειον· δηλητήριον, ἤτοι θανάσιμον. βοτάνη , νάρθηξ

`κ.4852`

κωνίς· ὑδρίσκη

`κ.4853`

κωνοειδῆ· τούτου τοῦ σχήματος Σ

`κ.4854`

κῶνοι· οἱ θύρσοι. καὶ στρόβιλοι. καὶ οἱ στρόμβοι

`κ.4855`

κῶνον· περικεφαλαία. καὶ ὁ τῆς πίτυος καρπός. καὶ παρὰ τοῖς γεωμέτραις σχῆμά τι στερεόν. καὶ στρόβιλος

`κ.4856`

Κῶνος· τόπος ἐν Κλαζομεναῖς

`κ.4857`

κῶνος ἄρτον ξύει· ἐπὶ τῶν ἀνταποδιδόντων

`κ.4858`

κωνοφόρον· στροβιλοφόρον

`κ.4859`

κωνωποθήρας· ὄρνις ὁ κώνωπας θηρεύων

`κ.4860`

κῶον· ἱμάτιον. ἢ ἐνέχυρον

`κ.4861`

Κῶος Χῖον· ὁ Κῶος ἀστράγαλος, ὁ ἕξ. ὁ μὲν γὰρ Χῖος ἐδύνατο ἕν· ὁ δὲ Κῶος ἕξ

`κ.4862`

Κωπαΐδες· ἐν τῇ Κωπαΐδι λίμνῃ ἐγχέλεις μέγισται γίνονται. ταύτας οὖν τὰς ἐγχέλεις Κωπαΐδας λέγουσι

`κ.4863`

Κῶπαι· πόλις τῆς Βοιωτίας

`κ.4864`

κώπης τὸ ἄνω κώπαιον, τὸ δὲ κάτω πλάτην

`κ.4865`

κωπεῖς· τὰ εἰς κώπας εὔθετα ξύλα

`κ.4866`

κωπέτας· σφονδύλους μεγάλους ἰχθύων

`κ.4868`

κώπη· ἡ τοῦ ξίφους λαβή, καὶ ἐγχειριδίου, καὶ ἡ τῆς κώπης τῆς νεώς

`κ.4869`

κωπηλάται· οἱ ταῖς κώπαις περιστρέφοντες τὸ πλοῖον

`κ.4870`

κωπητήρ· ὁ σκαλμὸς τῆς κώπης

`κ.4871`

κωπηλά· κωπώδη. μακρά

`κ.4872`

κώρα· ὕβρις

`κ.4873`

κωράλιον· παιδάριον, κόριον

`κ.4874`

κωραλλεῖς· οἱ ἀναλέγοντες τὸ κουράλιον περὶ Σικελίαν

`κ.4875`

κωραλίσκον· μειράκιον

`κ.4876`

κωρέα· ἄκρα. ἀρχή. δέσμη

`κ.4877`

κωρία· κουρίς, κουρεύτρια

`κ.4878`

κωριδάμνας· ἀκρίς

`κ.4879`

κωρίδες· γρᾶες. ζῶον θαλάσσιον

`κ.4880`

κωρίθιον· χόρτον

`κ.4881`

κωρίς· ψαλίς

`κ.4882`

Κωρυκαῖος ἠκροάζετο· παροιμία παρὰ τοῖς κωμικοῖς, ὡς θεοῦ τινος ἐπακροωμένου

`κ.4883`

κωρυκίδιον· ὅπερ οἱ τοξεύοντες δερμάτινον κοίλωμα τῷ εὐωνύμῳ πήχει περιτιθέασιν

`κ.4884`

κώρυκος· θυλάκιον. ἔστι δὲ δερμάτινον ἀγγεῖον, ὅμοιον ἀσκῷ. οἱ δὲ πλοῖον· οἱ δὲ κόγχην

`κ.4885`

Κῶς· νῆσος. καὶ δέρμα. εἱρκτή, δεσμωτήριον

`κ.4886`

κωτίλλει· δολίως ἀπατᾷ

`κ.4887`

κωτίλλουσα· κολακεύουσα

`κ.4888`

κωτίλλω· κολακεύω

`κ.4889`

κωτίλη· λαλιστάτη

`κ.4890`

κωτίλον· ἡδύ. τρανές. λάλον, εὔστομον

`κ.4891`

κωτίλος· πανοῦργος, ἀπατηλός, κολακευτής, ἀπατεών , δόλιος. λάλος

`κ.4893`

κωφάν· κωφήν, ἀναίσθητον

`κ.4894`

κωφεῖ· κακουργεῖ, βλάπτει. κολούει. πηροῖ

`κ.4895`

κῶφες· νεκύσια. κωφά

`κ.4896`

κωφεῦσαι· ἀναισθητῆσαι. ἡσυχάσαι, σιωπῆσαι

`κ.4897`

κωφή· ἀναίσθητος. νεκρά

`κ.4898`

κωφῆσαι· κολοῦσαι

`κ.4899`

κώφησις· κόλουσις

`κ.4900`

κωφητέος· βλαπτέος

`κ.4901`

κωφίας· ὄφεως εἶδος, ὁ καὶ τυφλίας

`κ.4902`

κωφόν· ἀναίσθητον. μωρόν. τὸ ῥοῖζον μὴ ποιοῦν

`κ.4903`

κωφός· οὔτε λαλῶν οὔτε ἀκούων. ἐννεός. ἀσθενής

`κ.4904`

κωχεύει· μετεωρίζει. φέρει κουφίζει. τὸ δὲ αὐτὸ καὶ κωφεύει

`κ.4905`

κωχεύουσιν· ὀχοῦσι. μετεωρίζουσι. Σοφοκλῆς Καμικίοις· πιστοί με κωχεύουσιν ἐμ φορᾶι δέμας

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: taq-abj`.
