---
title: "Lexicon Alpha–Omicron: Letter Gamma"
title_greek: "Λεξικὸν (Α—Ο), Γ"
author: Hesychius the Alexandrian
eul_wid: taq-abc
eul_aid: taq
canonical: "https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-gamma-taq-abc"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:d66ffc0531ea0a3d7f14d419202c45fcee136ad695ab3535122b9481aac397c4"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon Alpha–Omicron: Letter Gamma

*Λεξικὸν (Α—Ο), Γ*

**Author:** Hesychius the Alexandrian

**eul_wid:** `taq-abc` · [HTML page](https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-gamma-taq-abc)

## Text

Part of [Lexicon Alpha–Omicron](/works/hesychius-alexandria-lexicon-taq-ab)

`γ.2`

γαβαλάν· ἐγκέφαλον, ἢ κεφαλήν

`γ.3`

γάβαθον· τρυβλίον

`γ.4`

γάβενα· ὀξυβάφια, ἤτοι τρυβλία

`γ.5`

γαβεργός· ὁ ἀγροῦ μισθωτής. Λάκωνες

`γ.6`

γαγγαλᾶν, γαγγαλίζεσθαι· ἥδεσθαι

`γ.7`

γαγγαλίδες· γελασῖνοι

`γ.8`

γάγγαλος· ὁ εὐμετάθετος καὶ εὐρίπιστος τῇ γνώμῃ καὶ εὐμετάβολος

`γ.9`

γαγγαμεύς· ἁλιεύς, ὁ τῇ γαγγάμῃ ἐργαζόμενος

`γ.10`

γαγγάμη· σαγήνη ἢ δίκτυον ἁλιευτικόν. καὶ σκεῦος γεωργικὸν ὅμοιον τῇ κρεάγρᾳ

`γ.11`

γάγγαμον· δίκτυον. καὶ τὸ περὶ τὸν ὀμφαλὸν τῶν ὑποχονδρίων

`γ.12`

γαγγαμουλκοί· σαγηνευταί

`γ.13`

γαγγαίνειν· τὸ μετὰ γέλωτος προσπαίζειν

`γ.14`

γαγγλιωδέων· γαγγλίοις ἐοικότων. Γαγγλίον δὲ νεύρου συστροφή

`γ.16`

Γάγγης· Φεισὼν ποταμός

`γ.17`

γάγγραινα· φαγέδαινα· οἱ δὲ καρκίνος, πολυδιάχυτον ἐν τῷ σώματι πάθος

`γ.18`

 <span class="gap">…</span> γαλλιᾶν· χαίρειν

`γ.19`

γαδεῖν· χαρίσασθαι

`γ.20`

γαδεώ· χαρά

`γ.21`

γάδεσθαι· ἥδεσθαι

`γ.22`

γάδεται· ἥδεται

`γ.23`

Γάδειρα· νῆσος ἔξω τῶν Ἡρακλείων στηλῶν ἡ πρότερον ἐκαλεῖτο Κοτινοῦσα

`γ.24`

Γάδειρα· τὰ περιφράγματα. Φοίνικες

`γ.25`

Γαδειρικὸν τάριχος· τὸ ἀπὸ Γαδείρων κομιζόμενον· ἐκεῖθεν γὰρ ἐκομίζετο

`γ.26`

γαδή· κιβωτός

`γ.27`

 <span class="gap">…</span> Γαδείρων· χώρας ὄνομα

`γ.28`

γάδιξις· ὁμολογία

`γ.29`

γάδονται· εὐφραίνονται

`γ.30`

γᾶδος· γάλα, ἄλλοι ὄξος

`γ.31`

γάδου ἀΐδων· .......

`γ.32`

Γάζα· πόλις, παρὰ δὲ Πέρσαις βασίλειον. ἢ οἱ ἐκ τῶν πολλῶν φερόμενοι φόροι, ἢ τὰ τίμια

`γ.33`

γάζαν· πλοῦτον

`γ.34`

γάζας· ἰχθὺς ποιός

`γ.35`

γάζης κεκορεσμένος· ........

`γ.36`

γαζοφυλάκιον· θησαυροφυλάκιον βαλάντιον. σκευοφυλάκιον

`γ.37`

γᾶθε νάον· ἐκ γῆς ῥέον

`γ.38`

γάθια· ἀλλάντια

`γ.39`

Γαθιάδας· ἥρωος ὄνομα, ὃς καὶ τοὺς καταφεύγοντας εἰς αὐτὸν ῥύεται ἐκ θανάτου

`γ.40`

γαῖα· ἡ κόνις. καὶ ἡ γῆ

`γ.41`

γαιάδας· ὁ δῆμος, ὑπὸ Λακώνων

`γ.42`

γαιαλόχος· ἠπειρώτης

`γ.43`

γαῖα χάνοι· καταπίοι ἡ γῆ

`γ.44`

γαιᾶται· κερτομεῖ. καταμωκᾶται

`γ.45`

γαίειν· χαίρειν. γαυριᾶν. σεμνύνεσθαι

`γ.46`

γαίεσκον· ἔχαιρον

`γ.47`

Γαιηΐδα· τὴν Φοίβην. Ἀντίμαχος

`γ.48`

Γαιήϊον· τὸν γῆς υἱόν, Τιτυόν

`γ.49`

γαίην· τὴν γῆν. τὸ χῶμα

`γ.50`

γαιήοχος· ὁ τὴν γῆν συνέχων, ἢ ἐπὶ τῆς γῆς ὀχούμενος. ἢ ὁ ἱππικός, ὁ ἐπὶ τοῖς ὀχήμασιν ἢ ἅρμασι χαίρων. Λάκωνες

`γ.51`

Γαλιλαία· κατακυλιστή

`γ.52`

Γαλλίμ· κεκριωμένον ἤγουν κριῶν

`γ.53`

γαιηόχῳ· τῷ τὴν γῆν ὀχοῦντι, καὶ συνέχοντι

`γ.54`

γαίῃ Θεσπρωτῶν· ἡ Ἤπειρος μοίρας ἔχει τέσσαρας Θεσπρωτοὺς Χάονας Μολοττοὺς Κασσωπαίους

`γ.55`

γαίνεται· ἀνύει

`γ.57`

γαιθυλλάδαι· ἀμπελόπρασα

`γ.58`

γαιογράφοι· τὰ ἐν τῇ γῇ γράφοντες

`γ.59`

γάϊος· ὁ ἐργάτης βοῦς. καὶ ὁ ἀπόγειος ἄνεμος

`γ.60`

γαίουσα· ὑπερφρονοῦσα

`γ.61`

γαῖσος· ἐμβόλιον ὁλοσίδηρον τριήρων. καὶ ὄνομα ποταμοῦ. οἱ δὲ μισθόν. ἢ ὅπλον ἀμυντήριον

`γ.62`

γαῗται· γεωργοί

`γ.63`

γαίων· γαυριῶν

`γ.64`

γαισός· μακροκέντης. ἢ κοντός, λαμβάνων ...

`γ.65`

γακέα· ἡδέως

`γ.66`

Γαιών· ποταμός. παρʼ Ἕλλησι Νεῖλος

`γ.67`

γακεῖαι· γλυκεῖαι

`γ.68`

γακίνας· σεισμὸς γῆς

`γ.69`

γακινίαν· τὸν σεισμόν

`γ.70`

γακού· ἡδύ, γλυκύ

`γ.71`

γακούδια· ἡδύσματα

`γ.72`

γακουπώνης· ἡδυπότης

`γ.73`

γακτύς· κλάσμα

`γ.74`

γαλαθηνόν· ὑποτίτθιον. νέον

`γ.76`

γαλακτοκόμος· ποιμήν

`γ.77`

γαλακτώδης· οἶνός τις

`γ.78`

γαλακτιῶντες· γάλακτος μεστοί

`γ.79`

γαλακτοφάγων ἀβίων· γάλα ἐσθιόντων καὶ τόξα μὴ ἐχόντων

`γ.80`

Γαλάξια· ἑορτὴ Ἀθήνησι μητρὶ θεῶν ἀγομένη ἐν ᾗ ἕψουσι γαλαξίαν. ἔστι δὲ πόλτος κρίθινος ἐν γάλακτι

`γ.81`

γαλαρίας· ἰχθύς, ὁ ὀνίσκος

`γ.82`

γάλας· γῆ, παρὰ Εὐκλίτῳ

`γ.83`

γάδασμον· ἐνηρόσιον

`γ.84`

Γαλαάδ· πόλεως ὄνομα. ἢ μέτοικος

`γ.85`

Γαλαλά· πόλις ἔνθα ἔθυον

`γ.86`

γαλατμόν· λάχανον ἄγριον

`γ.88`

Γαλεοί· μάντεις. οὗτοι κατὰ τὴν Σικελίαν ᾤκησαν. καὶ γένος τι, ὥς φησι Φανόδημος καὶ Ῥίνθων Ταραντῖνος

`γ.89`

γαλεώτης· ὁ ἀσκαλαβώτης. Ἀττικῶς καὶ ἰχθύς. καὶ ζῷον χερσαῖον

`γ.90`

γάλη· ἐξέδρας εἶδος. καὶ ἐν ἢ γαλέα τὸ ζῷον

`γ.91`

γαλήνη· τὸ ἐπιπολάζον ἐν τῇ μεταλλείᾳ τοῦ ἀργύρου χωνευομένου

`γ.92`

γαληνόν· ἥσυχον. ἱλαρόν. εὔδιον

`γ.93`

γαληρόν· τὸ αὐτό, καὶ γαλερόν

`γ.94`

γαλῆ Ταρτησία· ἡ Ταρτησὸς ἔξω τῶν Ἡρακλείων στηλῶν, ἧς Ἀργανθώνιος ἐβασίλευσεν. ἔστι δὲ ἡ πόλις αὕτη πρὸς τῷ Ὠκεανῷ, μεγάλη λίαν· ὡς οὖν ἐκεῖ μεγάλων γινομένων γαλῶν εἶπε

`γ.95`

Γαληψός· παίζει μὲν Εὔπολις παρὰ τὸ λαμβάνειν· ἔστιν δὲ καὶ πόλις. καὶ βοτάνης εἶδος

`γ.96`

γάλι· ἱκανόν

`γ.97`

γαλιάγκων· ὁ τὸν βραχίονα ἐλάττονα ἔχων

`γ.99`

Γαλήνη· ὄνομα κύριον ἑταίρας

`γ.100`

γαλιδέως· Κρατῖνος. λέγει δὲ ὡς γένει εὐτελῆ καὶ ὡς γαλῶν παῖδα γαλιδέα

`γ.101`

γάλινθοι· ἐρέβινθοι. οἱ δὲ γάλιθοι

`γ.103`

γάλις· γαλαός

`γ.104`

γαλιώσης· ἀκολασταινούσης

`γ.105`

γάλλαρος· Φρυγιακὸν ὄνομα

`γ.106`

γάλλια· ἔντερα

`γ.107`

γάλλοι· ἧλοι

`γ.108`

γαλλιῶται· ἀσκαλαβῶται. Λάκωνες

`γ.109`

γάλλος· ὁ ἀπόκοπος, ἤτοι ὁ εὐνοῦχος

`γ.110`

γαλόως· ἡ τοῦ ἀνδρὸς ἀδελφή

`γ.111`

γαλωνίς· χρῶμα ἵππων τὸ ὀνοειδές

`γ.112`

γάλως· ἡ τοῦ ἀνδρὸς ἀδελφή, καθάπερ Κασάνδρα τῇ Ἀνδρομάχῃ

`γ.113`

γαμάλη· κάμηλος, παρὰ Χαλδαίοις

`γ.114`

γάμβριον· τρυβλίον

`γ.115`

γάμβρια· δῶρα ἢ δεῖπνα γαμβροῦ

`γ.116`

γαμβρός· ὁ ἀνὴρ τῆς θυγατρός

`γ.117`

γαμέσσεται· εἰς γάμον ἄξει

`γ.118`

γαμήλια· φερνή, εἰς γάμον παρασκευή, καὶ δεῖπνον, ὃ τοῖς φράτορσιν ἐποίει ὁ γαμῶν

`γ.119`

γαμήλιος· ὁ εἰς τοὺς γάμους πεσσόμενος πλακοῦς

`γ.120`

Γαμηλιών· ὁ ζʹ τῶν μηνῶν, τῆς Ἥρας ἱερός

`γ.121`

γαμησείειν· γαμητικῶς ἔχειν. καὶ γαμεῖται μὲν ἡ γυνή, γαμεῖ δὲ ὁ ἀνήρ

`γ.122`

γʼ ἄμμοροι· ἀμέτοχοι. ἐστερημένοι

`γ.123`

γάμοι· ἡ πρώτη ἡμέρα τῶν γάμων. ἡ δὲ δευτέρα ἐπαυλία

`γ.124`

γαμοτελεῖν· γάμους ἐπιτελεῖν

`γ.125`

γαμόροι· οἱ περὶ τὴν γῆν πονούμενοι. ἢ μοῖραν εἰληχότες τῆς γῆς. ἢ οἱ ἀπὸ τῶν ἐγγείων τιμημάτων τὰ κοινὰ διέποντες

`γ.126`

γαμφηλαί· γνάθοι, σιαγόνες. Ὅμηρος δὲ ἐπὶ ἀλόγων

`γ.127`

γαμφαί· γνάθοι

`γ.128`

γαμφηλῆισι· σιαγόσι

`γ.130`

γαμψόν· ποικίλον, καμπύλον, ἐπικαμπές

`γ.131`

γαμψωλά· καμπή, οἱ δὲ ἄκρον, ἢ περιφέρεια

`γ.132`

γαμψώνυχας· ἐπικαμπεῖς ὄνυχας ἔχοντας

`γ.133`

γάμων ἔθη· τὰ προτέλεια καὶ ἀπαρχαὶ καὶ τριχῶν ἀφαιρέσεις τῇ θεῷ πρὸ μιᾶς τῶν γάμων τῆς παρθένου

`γ.134`

γᾶν· ἀγγεῖον, σκύφῳ παραπλήσιον

`γ.135`

γάνα· χέρσος. γῆ

`γ.136`

γᾶναι· περιπτίσαι

`γ.137`

γανάσσαι· σμῆξαι, πλῦναι.

`γ.138`

γανάσσας· καλῶς  <span class="gap">…</span>

`γ.139`

γαναυγέας· τέλειος ἐν τῷ ὁρᾶν

`γ.140`

γανᾶν· λάμπειν

`γ.141`

γανδάνειν· ἀρέσκειν

`γ.142`

Γάνδαρος· ὁ ταυροκέρατος, παρʼ Ἰνδοῖς

`γ.143`

γάνδιον· κιβώτιον

`γ.144`

γάνδομα· πυροί

`γ.145`

γανδόμην· ἄλευρα

`γ.146`

γάνδος· ὁ πολλὰ εἰδὼς καὶ πανοῦργος. τινὲς δὲ γάσος

`γ.147`

γάνεα· κήπους

`γ.148`

γανεῖν· λευκαίνειν

`γ.149`

γανῖται· δάπανοι. ἄσωτοι

`γ.150`

γάνος· παράδεισος. χάρμα. φῶς. αὐγή. λευκότης. λαμπηδών, ἡδονή καὶ ἡ ὕαινα, ὑπὸ Φρυγῶν καὶ Βιθυνῶν

`γ.151`

γανόωντες· λελαμπρυσμένοι, λάμποντες

`γ.152`

γάνυμαι· χαίρω

`γ.153`

γανύμενος· χαίρων

`γ.154`

γανυρόν· λευκόν. ἡδύ. ἱλαρόν

`γ.155`

γανύρματα· ἀρτύματα

`γ.156`

γανύσσεται· χαρήσεται, διαχυθήσεται, αὐξηθήσεται, εὐφρανθήσεται

`γ.157`

γάνυται· χαίρει. εὐφραίνεται. λαμπρύνεται. καὶ γελᾷ. ἥδεται

`γ.158`

γανυτελεῖν· ἡδύσματα ποιεῖν

`γ.159`

γανωθείς· λαμπρυνθείς

`γ.160`

γανῶσαι· λαμπρῦναι

`γ.161`

γάπεδα· ἄγροικοι καὶ οἰκεῖαι

`γ.162`

γαπελεῖν· ἀμελεῖν

`γ.163`

γάπος· ὄχημα. Τυῤῥηνοί

`γ.164`

γάραβος· ὀλολυγών

`γ.165`

γάργα· αἴγειρος

`γ.166`

γαργαίρειν· λάμπειν, πληθῦναι, κινεῖσθαι, σπαίρειν

`γ.167`

γάργαλα· πλῆθος. πολλά

`γ.168`

γαργαρισμός· κνῆσις σώματος

`γ.169`

γαργαρίζει· ἐρεθίζει

`γ.170`

γαργαλισμός· γαγγαλισμός, ἡδυπάθειά τις· τὸ δὲ αὐτὸ καὶ γάργαλος καὶ γαργάλη

`γ.171`

γαργαρίς· θόρυβος

`γ.172`

γαργαρεών· κιονίς, ἡ καὶ σταφυλίς

`γ.173`

Γάργαρον· ἀκρωτήριον ὄρους Ἴδης καὶ πόλις Τροίας πλησίον Ἀντάνδρου

`γ.174`

γάργασις· γαργάλη ὑπὸ σταθμοῦ

`γ.175`

γαργάρται· λίθοι αὐτοφυεῖς

`γ.176`

γαρέλαιον· γάρος καὶ ἔλαιον

`γ.177`

Γαργηττός· δῆμος Ἀθήνησι Αἰγηΐδος φυλῆς, ὅπου δοκεῖ κεῖσθαι τὸ σῶμα Εὐρυσθέως

`γ.178`

Γαρίμαντας· τοὺς βαρβάρους. οἱ δὲ ἔθνος Λιβυκόν

`γ.179`

γάρκαν· ῥάβδον. Μακεδόνες

`γ.181`

γάρνον· τὸ ἔσω τῆς πλήμνης σιδήριον, ὃ τὸν ἄξονα τρίβει

`γ.182`

γάρρα· ῥάβδος

`γ.183`

γάρρης· ἄῤῥης

`γ.184`

γαρρίαι· γάμοι

`γ.185`

γαρριώμεθα· λοιδορούμεθα

`γ.186`

γάρσανα· φρύγανα. Κρῆτες

`γ.187`

γᾶς· χῶρας, γῆς

`γ.188`

γᾶσσαν· ἡδονήν

`γ.189`

γάσος· ὁ ἀπατεών. ὁ πολλὰ εἰδὼς καὶ πανοῦργος

`γ.190`

γαστέρες οἶον· τροφῆς μόνης ἐπιμελούμενοι, ὡς Ἡσίοδος ἐν τῇ Θεογονίᾳ

`γ.191`

γαστερόχειρες καὶ ἐγχειρογάστορες· οἱ ἀπὸ τῶν χειρῶν ζῶντες

`γ.192`

γαστέρι μάργῃ· τῇ γαστριμαργίᾳ

`γ.193`

γάστρα· γογγυλίς. ἢ κράμβη

`γ.194`

γάστραι· τὰ ὀπίσθια τῶν μηρῶν

`γ.195`

γαστρίαν· στρόφον ἢ διάρροιαν

`γ.196`

γάστριδες· οἱ τὰς ἕλμινθας ἔχοντες. γίνονται δὲ ἐν ταῖς κοιλίαις αὗται, ὥσπερ τὰ θηρία ...

`γ.197`

γαστρίζεσθαι· λαβρότερον τρέφεσθαι ὑπὲρ τὴν χρείαν, ἤγουν γαστριμαργεῖν

`γ.198`

γαστρίμαργοι· τῇ κοιλίᾳ μαινόμενοι. ἀκρατεῖς. ἄπληστοι. πολυφάγοι

`γ.199`

γάστριον· πέμμα σησαμῶδες, παρὰ Κρησί

`γ.200`

γάστρις· ὁ πολυφάγος, ἢ ἀκρατὴς περὶ τὴν γαστέρα

`γ.201`

γαστρίσαι· εἰς γαστέρα πλῆξαι. ἢ χορτάσαι

`γ.202`

γαστροοίδης· προγάστωρ. καὶ γαστροπίων

`γ.203`

γαστρόπτης· σκεῦός τι μαγειρικόν

`γ.204`

γαστραία· ἡ γογγυλίς. Λάκωνες

`γ.205`

γατειλαί· οὐλαί

`γ.206`

γάστρι· τὰ σπαρθέντα πρὸς τὸ λιστρευθῆναι. οἱ δὲ κύαμοι ἢ ῥάφανοι, οἷς ἀντὶ κόπρου χρῶνται, ὅταν αὐξηθέντα λιστρευθῇ

`γ.207`

γαυλός· ἢ κάδος, ἐν ᾧ τὰ πλοῖα ἀντλεῖται

`γ.208`

γαυλοί· τὰ ποιμενικὰ τοῦ γάλακτος ἀγγεῖα καὶ τὰ Φοινικικὰ πλοῖα γαῦλοι καλοῦνται καὶ γαυλικὰ χρήματα τὰ ἀπὸ τῶν πλοίων. τινὲς δὲ καὶ τὰς χύτρας γαυλοὺς καλοῦσι

`γ.209`

γαύρηξ· ὁ γαυριῶν

`γ.210`

γαύρης· ὁ σεμνυνόμενος

`γ.211`

γαυριᾷ· σεμνύνεται. χαίρει

`γ.212`

γαυρίαμα· καύχημα. ἔπαρμα. φρύαγμα

`γ.213`

γαυριῶν· χαίρων. ἀγαλλόμενος. ἐπαιρόμενος. ἀλαζονευόμενος

`γ.214`

γαῦρος· αὐθάδης. σεμνός. μεγαλοπρεπής. ἢ μετέωρος. Εὐριπίδης Φιλοκτήτῃ

`γ.215`

γαύρῳ· μεγάλῳ. ἀκαταπλήκτῳ

`γ.216`

γαυσάδας· ψευδής

`γ.217`

γαυσαλίτης· ὄρνεον, παρὰ Ἰνδοῖς

`γ.218`

γαυσόν· σκαμβόν, στρεβλόν

`γ.219`

γαυσῶσαι· περιελάσαι. κάμψαι

`γ.220`

γαφάγας· σκώληξ, ὃν ἡμεῖς γῆς ἔντερον λέγομεν. Συρακούσιοι

`γ.221`

γάφυτον· γηγενές

`γ.222`

γάχυτον· ἐκ γῆς ῥέον

`γ.224`

γέαρ· ἔαρ

`γ.225`

γεβοῦς· ζυγά

`γ.227`

γεγάασι· γεγενημένοι εἰσίν, ὑπάρχουσι

`γ.228`

γδοῦπον· ψόφον

`γ.229`

γεγακώς· γεγενημένος

`γ.230`

γεγαλήνισμαι· διακέχυμαι

`γ.231`

γεγανωμένη· λελαμπρυσμένη

`γ.232`

γεγαυῖα· ἐκγεγενημένη

`γ.233`

γεγαώς· γεγονώς, ὑπάρχων

`γ.234`

γεγαῶτα· γεγονότα, ὑπάρχοντα

`γ.235`

γέγγει· βρέχει

`γ.236`

γέγηθεν· χαίρει. ἥδεται. γελᾷ

`γ.237`

γεγηθότες· χαίροντες

`γ.238`

γεγηθώς· χαίρων

`γ.239`

γενειάτας· τρίγλας. οἱ δὲ τράγον

`γ.240`

γεγλάφαται· κεκοίλανται

`γ.241`

γεγλύπονται· ἀντεγκλέονται

`γ.242`

γεγραμμένοι· ἐξωστρακισμένοι. ἢ ἐζωγραφημένοι

`γ.243`

γεγριφώς· ὁ ταῖς χερσὶν ἀλύων

`γ.244`

γεγυναικωμένα· πέμματά τινα, ὧν γυνὴ ἥψατο, καλεῖται οὕτω

`γ.245`

γεγυρωμένον· κεκαμμένον, ἠτονηκότα τῷ σώματι

`γ.246`

γεγωναί· αἱ ὁμιλίαι

`γ.247`

γεγωνεῖν· μεγαλοφωνεῖν. ἤδη δὲ φθέγγεσθαι

`γ.248`

γεγωνοκώμη· ἡ μέγα κεκραγυῖα ...

`γ.249`

γεγωνόν· τὸ ἐξάκουστον. μεγαλόφωνον

`γ.250`

γεγωνός· μεγαλόφωνος

`γ.251`

γεγωνέειν· ἐξάκουστον βοῆσαι

`γ.252`

γέγονεν ἐν καλῷ· ἐν καλλίστῳ διέπρεψεν

`γ.253`

γεγωνήσω· βοήσω

`γ.254`

γεγωνέμεν· ἐξάκουστον φωνεῖν

`γ.255`

γεγωνίσκει· λέγει

`γ.256`

γεγωνώς· κράξας

`γ.257`

γεγωνώς· κραυγάζων, βοῶν

`γ.258`

γεγώς· γεγονώς, ὑπάρχων

`γ.259`

γέῃ· τῇ γῇ

`γ.260`

γεηπόνος· γεωργός

`γ.262`

γειναμένη· ἐνεγκαμένη, ἡ πατρίς, ἀφʼ ἧς ὑπάρχει

`γ.263`

γειναμένοις· γονεῦσι

`γ.264`

γείνατο· ἐγέννησε

`γ.265`

γείνεαι· γεννήσεις

`γ.266`

γεῖθρον· ἔνδυμα

`γ.267`

γεῖσα· τὸ ἐν ταῖς οἰκίαις, ἢ τειχῶν ἐξέχον κυμάτιον. οἱ δὲ πρὸ τῶν θυρῶν στέγασμα. καὶ τὰς ὤας τοῦ ἐνδύματος γεῖσα λέγουσιν

`γ.268`

γειοκόμον· γεωργόν

`γ.269`

γείσας· ἐξοχὰς τῶν οἰκοδομῶν

`γ.270`

γείση· ἐκθέματα

`γ.271`

γεισηποδίζειν· τὸ προσβάλλειν τὰ γεῖσα ἐν τοῖς τοίχοις

`γ.272`

γεῖσον· στεφάνωμα οἴκου

`γ.273`

γείσωσις· τὸ τῆς στέγης ἐξέχον

`γ.275`

γειτνία· πλησιασμός

`γ.276`

γειτνιῶντες· πλησιόχωροι

`γ.277`

γειτνιῶν· ἐγγίζων

`γ.278`

 <span class="gap">…</span> γειτνίαι· γειτονίαι

`γ.279`

 <span class="gap">…</span> γειτνιᾶν· γειτονεῖν

`γ.280`

γείτονʼ· ἐγγύς

`γ.281`

γειτόνημα· γειτνίαμα

`γ.282`

γειώρας· γείτονας ἐξ ἄλλου γένους κολλωμένους τῷ Ἰσραήλ, προσηλύτους. ἢ τοὺς περὶ τὴν γῆν διαπονουμένους

`γ.283`

γέκαλον· ἥσυχον

`γ.284`

γέκαθα· ἑκοῦσα

`γ.285`

γέλαν· αὐγὴν ἡλίου

`γ.286`

γέλανοι· εἶδος ἵππων δυσγενῶν καὶ εἰς πόλεμον οὐκ εὐθέτων

`γ.287`

γελαρής· γαληνή. Λάκωνες

`γ.288`

γέλαρος· ἀδελφοῦ γυνή, Φρυγιστί

`γ.289`

γελαιώς· ὁ γέλως

`γ.290`

γέλας· αὐγάς

`γ.291`

γέλγει· βαπτίζει. χρωματίζει

`γ.292`

γέλγη· ὁ ῥῶπος καὶ βάμματα. ἄτρακτοι. καὶ κτένες

`γ.293`

γελγοπωλεῖν· ῥωποπωλεῖν. παντοπωλεῖν

`γ.294`

γέλγια· πήνη. σπάθη. κουράλια

`γ.295`

γέλγιθες· αἱ τῶν σκορόδων κεφαλαί

`γ.296`

γελγιθεύειν· ἀπατηλογεῖν

`γ.298`

γελεῖν· λάμπειν. ἀνθεῖν

`γ.299`

γέλενος· ἀσφοδελός. νάρκισσος

`γ.300`

γέλιν· ὁρμιάν

`γ.301`

γελανδρόν· ψυχρόν

`γ.302`

γέλινθοι· ἐρέβινθοι

`γ.303`

γελλίζειν· γαργαλίζειν

`γ.304`

γέλλαι· τῖλαι

`γ.305`

γελίκη· ἕλιξ

`γ.306`

γελλίξαι· συνειλῆσαι

`γ.307`

Γελλώ· εἴδωλον Ἐμπούσης τὸ τῶν ἀώρων, τῶν παρθένων

`γ.308`

Γελλώ δαίμων, ἣν γυναῖκες τὰ νεογνὰ παιδία φασὶν ἁρπάζειν

`γ.309`

γελοδυτία· ἡλιοδυσία

`γ.310`

γελοίϊον· γέλοιον, γέλωτος ἄξιον

`γ.311`

γελοῖος· ἱλαρός. γελοιαστὴς καὶ ὁ καταγέλαστος ἄνθρωπος καὶ λοίδορος

`γ.312`

γέλων· γέλωτα.

`γ.313`

γέλουτρον· ἔλυτρον, ἤγουν λέπυρον

`γ.314`

γελσόν· ἀτυχές

`γ.315`

Γελχάνος· ὁ Ζεύς, παρὰ Κρησίν

`γ.316`

γελυνμάξαι· γελοιάσαι

`γ.317`

γέλως Μεγαρικός· ὁ σκωπτικός

`γ.318`

γελωτῖνος· καταγέλαστος

`γ.319`

γέμματα· ἱμάτια

`γ.320`

γέμειν· κύειν

`γ.321`

γεμπός· κοῖλος

`γ.322`

γέμος· γέμισμα, πλήρωμα

`γ.323`

γεμπύλους· τοὺς ἰχθύς, τὰς πηλαμύδας

`γ.324`

γενάρχου· πατρός

`γ.325`

γένεθλα· γενήματα

`γ.326`

γενεά· φυλή. ἐπὶ διαστήματος χρόνου τῶν μὴ κατʼ αὐτὸ βεβιωκότων. τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων τὴν δὲ γενεὰν ὑφίστανται ἐτῶν οἱ μὲν κʹ, οἱ δὲ κεʹ, οἱ δὲ λʹ.

`γ.327`

γενεή· ἡλικία. εὐγένεια. συγγένεια ἢ πρότερος προγενέστερος

`γ.328`

γενέθλης· γενεᾶς, γένους

`γ.329`

γενέθλια· τὰ ἐπὶ τῇ πρώτῃ ἡμέρᾳ δῶρα. καὶ ἡ εὐωχία

`γ.330`

γένεθλον· τέκνον

`γ.331`

γενειάδες· αἱ περὶ τὸ γένειον τρίχες

`γ.332`

γενειάς· ἴουλος

`γ.333`

γενειήτης· πωγωνίας

`γ.334`

γένει ὕστερος· νεώτερος

`γ.335`

γενέος· εἶδός τι πελέκεος

`γ.336`

γενεολογία· .....

`γ.337`

γενέσια· ἑορτὴ πένθιμος Ἀθηναίοις. οἱ δὲ τὰ νεκύσια. καὶ ἐν ᾗ ἡμέρᾳ τῇ γῇ θύουσι

`γ.338`

γένεσιν· πατέρα ἢ μητέρα

`γ.339`

γένεσις Κύπρου· ἡ σπονδή, παρὰ Κυπρίοις

`γ.340`

 <span class="gap">…</span> γενεσιουργία· ......

`γ.341`

γενέταν· πατέρα καὶ γενέτην

`γ.342`

γενέτας· ἔκγονος

`γ.343`

Γενετυλλίς· γυναικεία θεός, πεποιημένου τοῦ ὀνόματος παρὰ τὰς γενέσεις, ἐοικυῖα τῇ Ἀρτέμιδι. διὸ καὶ ταύτῃ ἐκείνας προσετίθεσαν. ἔστι δὲ ξενικὴ ἡ θεός. καὶ ἑορτὴ τῶν γυναικῶν

`γ.344`

γενετῆρι· πατρί

`γ.345`

γενετυλλίδας· δαίμονας

`γ.346`

γένη· διαφοράς ἢ γενεᾷ ἢ βλαστήματα

`γ.347`

γενηΐδα· ἀξίνην, πέλεκυν

`γ.349`

γενικαί· γενναῖαι

`γ.350`

γενικόν· τὸ καθόλου περιεκτικόν

`γ.351`

γεννάδαι· εὐγενέστατοι, γενναιότατοι

`γ.352`

γεννάδας· γενναῖος ἀνδρεῖος. εὐγενής συγγενής. μέγας

`γ.353`

γενναῖον· τὸ εὐγενές. καὶ τὸ τῆς γενέσεως ἀρχηγόν. καὶ συγγενικόν

`γ.354`

γενναῖος· ἀνδρεῖος εὐγενής

`γ.356`

γέννημα· παιδίον

`γ.357`

γεννῆται· οἱ τοῦ αὐτοῦ γένους μετέχοντες καὶ ἄνωθεν ἀπʼ ἀρχῆς σχόντες κοινὰ ἱερά. οἱ δὲ ὁμογάλακτας, καὶ φράτορας, συγγενεῖς τοὺς γεννήτας

`γ.358`

γεννησιουργός· δημιουργός

`γ.359`

γεννήτορες· γονεῖς

`γ.360`

γεννητός· γνήσιος υἱός

`γ.361`

γεννήτορε· γονεῖς, δυϊκῶς

`γ.362`

γέμοις νυ· λαβέ. Κύπριοι. καὶ κάθιζε

`γ.363`

γενούστης· ἐπὶ τοῦ θεοῦ ἐννοίας. ὁ γεννητικός

`γ.364`

Γεννοί· οἱ Γυμνοσοφισταί

`γ.365`

γεννόν· ἀρχαῖον

`γ.366`

γεννός· κοῖλον

`γ.367`

γεννικῶς· ἰσχυρῶς. γενναίως

`γ.368`

γενοίατο· γένοιντο

`γ.369`

γένυν· σιαγόνα

`γ.370`

γένυς· γένειον. πέλεκυς μάχαιρα

`γ.371`

Γεννισαρέτ· παράδεισος ἀρχόντων

`γ.372`

γένυσσι· ταῖς σιαγόσιν, ἢ γνάθοις.

`γ.373`

γενύσθην· γένοιντο, δυϊκῶς

`γ.374`

γένυσι· σιαγόσι

`γ.375`

γέντο· ἔλαβεν. ἀνέλαβεν

`γ.377`

γέντα· κρέα. σπλάγχνα

`γ.378`

γεντελισταί· οἱ ἐργάζοντες, καὶ παίζοντες

`γ.379`

γεντιανή· ῥίζα τις οὕτω καλουμένη, χρήσιμος οὖσα εἰς τὰς ἀντιδόσεις

`γ.380`

γέντινοι· οἰκεῖοι

`γ.381`

γέντινος· ὕπνος

`γ.382`

γέντερ· ἡ κοιλία

`γ.384`

γενύων· τῶν παρειῶν

`γ.385`

γεοῦχος· ὁ τὴν γῆν ἔχων

`γ.386`

γέρα· τὰ τίμια

`γ.387`

γέρα· αἱ τιμαί

`γ.388`

γεραιάς· ἐντίμους γυναῖκας, τὰς γέρας τι ἐχούσας

`γ.389`

γέραδος· αἰγιαλός

`γ.390`

γέραϊ· τιμῇ

`γ.391`

γεραίρειν· τιμᾶν, σέβειν

`γ.392`

γεραλέον· γέροντα. ἢ ἀσθενῆ

`γ.393`

γεραρόν· ἔντιμον. μεγαλοπρεπῆ

`γ.394`

γεραίροντες· τιμῶντες, εὐφημοῦντες

`γ.395`

γεραιός· πρεσβύτης

`γ.396`

γεραιῶν· γερόντων. ἐντίμων.

`γ.397`

γεραίρεται· τιμᾶται

`γ.398`

γεραίρει· τέρπει. τιμᾷ Σ

`γ.399`

γεράνδρυες· αἱ παλαιαὶ δρύες. καὶ τὰ παλαιὰ δένδρα γεράνδρυα

`γ.400`

Γερανεῖδαι· οἱ τὴν Φωκικὴν οἰκοῦντες

`γ.401`

γεράνιος· βοτάνης εἶδος

`γ.402`

γεραραί· ἱέρειαι κοινῶς. ἰδίως δὲ αἱ τῷ Διονύσῳ τῷ ἐν Λίμναις τὰ ἱερὰ ἐπιτελοῦσαι, τῷ ἀριθμῷ ιδʹ

`γ.403`

γέρανος· ὄρνεόν τι. καὶ ποιά τις ὄρχησις. καὶ ὄργανον ξύλινον, ἐν ᾧ κόπτουσιν οἱ ἀλφιτοποιοὶ τὰ ἄλφιτα, ὅθεν καὶ γεράνια τὰ ἄλφιτα καλεῖσθαι. γέρανος καὶ ἐν τῇ σκηνῇ ἅρπαξ κατεσκευασμένος ὑπὸ τοῦ μηχανοποιοῦ, ἐξ οὗ ὁ ὑποκριτὴς τραγῳδεῖ

`γ.404`

γερανουλκός· ὁ τοῦ χοροῦ τοῦ ἐν Δήλῳ ἐξάρχων

`γ.405`

γεραρώτερος· ἐντιμότερος. πρεσβύτερος

`γ.406`

γέρας· τιμή, σέβας. ἆθλον ἀρετῆς. ἀμοιβή. δωρεά

`γ.407`

γεράσμιον· τίμιον

`γ.408`

γερασφόρος· ὁ τὰς τιμὰς φέρων

`γ.410`

γέργανα· ἐργαλεῖα

`γ.411`

γέργερα· πολλά

`γ.412`

γεργέριμος· ἐλάας εἶδος. τὸ τῆς ἐλάας ῥυσόν

`γ.414`

γέργερος· βρόγχος

`γ.415`

γεργέλοψ· ζῷον

`γ.416`

Γέργιθες· πόλις

`γ.418`

γέργυπες· νεκροί

`γ.419`

γέργυρα· αὐλή. δεσμωτήριον

`γ.420`

γέρδιος· ὑφάντης

`γ.421`

γερέρα· ἐτίμου, ἐτίμησα

`γ.422`

Γέρεστος· ἀκρωτήριον τῆς Εὐβοίας

`γ.423`

γέρην· γέρανος

`γ.424`

γερήνιος· ἔντιμος. γέρων

`γ.426`

γεραράδες· αἱ τῶν ἀρίστων ἀνδρῶν γυναῖκες. καὶ αἱ τὸ τῆς Ἀθηνᾶς ἐν Ἄργει ἄγαλμα ἐνδύουσαι

`γ.427`

γερθυρεόν· ἱλαρόν

`γ.429`

γερητηρία· ἀπώλεια

`γ.431`

Γερμανικός· ἔθνος

`γ.432`

γέρων· πρεσβύτερος

`γ.433`

γεροντίας· πάππος

`γ.434`

γερουσία· πρεσβυτέριον, πλῆθος γερόντων

`γ.435`

γέροντες· ἔντιμοι

`γ.436`

γερούσιον· τὸ τοῖς ἐντίμοις κατὰ γέρας διδόμενον

`γ.437`

γερῶα· γεροντία. ἦν γὰρ σύστημα γερόντων

`γ.438`

γέρων· ἐπὶ μὲν τοῦ ἐντίμου· «κίκλησκεν δὲ γέροντας ἀριστῆας» γέρας γὰρ ἡ τιμή· ἐπὶ δὲ τῆς ἡλικίας· «ὦ γέρον»

`γ.439`

γέρα ἢ γέρεα· τιμάς

`γ.440`

γέῤῥα· τὰ σκεπάσματα πάντα ἢ τὰ δερμάτινα σκεπάσματα

`γ.441`

γέῤῥα· τὰς σκηνάς. καὶ τὰ γυναικεῖα καὶ ἀνδρῷα αἰδοῖα γέῤῥα

`γ.442`

γεῤῥάδια· στρωτηρίδια

`γ.443`

γέῤῥα· τὰ ἀπὸ καλάμων ἢ παπύρων ἐργαστήρια

`γ.444`

γέῤῥω· ἀπόλωλα

`γ.445`

γέρσιμον· ἄκρον ἁλιευτικοῦ καλάμου

`γ.446`

γέρυς· γέρων

`γ.447`

γερύτας· γέρων

`γ.448`

γεροάκται· οἱ δήμαρχοι, παρὰ Λάκωσιν

`γ.449`

γεροντία· παρὰ Λάκωσι καὶ Κρησί

`γ.450`

γερώνοιον· κοῖλον, κενόν

`γ.451`

 <span class="gap">…</span> γέρως· τιμήματος, οἷον τιμῆς

`γ.454`

γέστρα· ἔνδυσις, στολή, ἱμάτια

`γ.456`

γέτις· ἐλπίς

`γ.457`

γέτορ· ἔτος

`γ.458`

γέτος· ἐνιαυτός

`γ.459`

γεῦμα· γεῦσις. ἔδεσμα

`γ.460`

γούνων· γονάτων

`γ.461`

γεῦ· γυνὸν τὶ ἄρα

`γ.462`

γεύσασθαι· πειρᾶσαι. ἅψασθαι

`γ.463`

γεύσει· ἀποπειράσει

`γ.464`

γευστρίνην· γαυλόν

`γ.465`

γεύλοφα ἢ γεώλοφα· ὄχθαι, τινὲς δὲ ὄρη γεώδη

`γ.466`

γευσώμεθα ἀλλήλων· πεῖραν λάβωμεν

`γ.467`

γέφυρα· διάβαθρα ὁδός, στράτα, πέραμα, διάβασις

`γ.468`

γεφύρας· διόδους. τάξεις. ὑπεροχάς. τὰ μέσα τῆς φάλαγγος

`γ.469`

γεφυρίς· πόρνη τις ἐπὶ γεφύρας, ὡς Ἡρακλέων. ἄλλοι δὲ οὐ γυναῖκα, ἀλλὰ ἄνδρα ἐκεῖ καθεζόμενον ἐπὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων συγκαλυπτόμενον ἐξ ὀνόματος σκώμματα λέγειν εἰς τοὺς ἐνδόξους πολίτας

`γ.470`

γεφυρισταί· οἱ σκῶπται· ἐπεὶ ἐν Ἐλευσῖνι ἐπὶ τῆς γεφύρας τοῖς μυστηρίοις καθεζόμενοι ἔσκωπτον τοὺς παριόντας

`γ.471`

γεφύρωσε· διαβατὴν ἐποίησε τὴν ὁδόν

`γ.472`

Γεώγους· ὁ Ἡρακλῆς

`γ.473`

γεώδους· πηλώδους

`γ.474`

γεωμέτρης· ὁ τῆς γῆς μετρῶν τὰ μόρια

`γ.475`

γεωμόρος· γεωργός

`γ.476`

γεωμόριον· τὸ τῆς γῆς μόριον

`γ.478`

γεωνόμαι· οἱ ἐν ταῖς ἀποικίαις διαιτώμενοι κληροῦχοι καὶ νέμοντες τὴν γῆν

`γ.479`

γεωπεῖναι· οἱ γῆς πεινῶντες, καὶ ἀπορούμενοι

`γ.480`

γεωργίτης· γεωργός

`γ.481`

Γέωρες· γεωφύλακες. μέτοικοι. πάροικοι

`γ.482`

γεωφάνειον· μέταλλον τῆς κεραμίτιδος ἢ ἄλλης ἐργασίας

`γ.483`

γηγενεῖς· ἄνδρες. γυναῖκες

`γ.484`

γηγενέται· γῆς αἱρεταί

`γ.485`

γηγενέταις· γηγενέσι

`γ.486`

γηγενής· ὁ ἐκ τῆς γῆς τὴν γένεσιν ἐσχηκώς

`γ.487`

γηγενῶν· τῶν τὰ γέϊνα ἐργαζομένων, καὶ ἁμαρτανόντων. κατὰ κοινοῦ δὲ καὶ πάντες οἱ ἄνθρωποι νοοῦνται γηγενεῖς· καθὸ τὴν ὑπόστασιν ἀπὸ γῆς ἔχοντες

`γ.488`

γηγγήλιξ, γήλιγρος· ὁ ἄγριος μῦς

`γ.489`

γηγυρίδαι· οἰκτροί

`γ.491`

γήθησεν· ἐχάρη

`γ.492`

γηθῆσαι· ἡσθῆναι, χαρῆναι

`γ.493`

γηθήσει· χαρήσει

`γ.494`

γηθόσυνοι· χαίροντες

`γ.495`

γήθια· ἤθη

`γ.496`

γηθόσυνος· χαίρων, περιχαρής

`γ.497`

γηθόσυνον· χαίροντα, ἱλαρόν, χαροποιόν

`γ.498`

γηθοσύνη· χαρά τέρψις, ἡδονή

`γ.499`

γήθους· χαρᾶς

`γ.500`

γήθυα· ἀμπελόπρασα, οἱ δὲ γηθυλλίδας, οἱ δὲ μεγάλα κρόμμυα, ἄλλοι χλωρά

`γ.501`

γηΐτης· ὁ τὴν γῆν ἐργαζόμενος, γεωργός

`γ.502`

γηλεχέες· χαμαικοῖται

`γ.503`

γηλιᾶσθαι· κατέχεσθαι

`γ.504`

γηλουμένους· συνειλημμένους

`γ.505`

γηλιώμενοι· κατεχόμενοι

`γ.506`

γῆμα· ἱμάτιον

`γ.507`

γῆμαι· συνοικῆσαι

`γ.508`

γημαμένη· συνοικήσασα

`γ.509`

γήμασθαι· γαμηθῆναι

`γ.510`

γήνεια· ὅσα ἐκ τῆς γῆς ὠφέλιμα

`γ.512`

γηοῦχος· ὁ τὴν γῆν συνέχων

`γ.513`

γήπεδα· χωρία. κτήσεις

`γ.514`

γηπόνος· γεωργός γεωμόρος

`γ.515`

γήραϊ· τῷ γήραι

`γ.516`

γηράλιον· δριμύ. μέλαν

`γ.517`

γηράλιος· γέρων, γηρανθείς

`γ.518`

γηράμων· γράζα

`γ.519`

γηρᾶναι· γηρᾶσαι

`γ.520`

γηράνιον· γερανογέρων

`γ.522`

γηράς· γηράσας· «γηράς. ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα»

`γ.523`

γηράσκει· φθίνει, λήγει

`γ.524`

γηράσκοντα κομίζω· γηροκομῶ

`γ.525`

γῆρας· ὄφεως δέρμα

`γ.526`

γηρεῖν ποίοις

`γ.527`

γηροί· γεωλόχοι

`γ.528`

γήρεια· τὰ τῆς ἀκάνθης ἐξανθήματα, ἅπερ ἔνιοι πάππους λέγουσι

`γ.529`

γηροβοσκῶ· γηροτροφῶ

`γ.530`

γηροκόμος· γηροτρόφος

`γ.531`

γηρουχεῖται· ὑπὸ γήρως ὀχεῖται, ἢ γέρας τῆς ἀρχῆς ἔχει

`γ.532`

γηρύεσθαι· φθέγγεσθαι λέγειν

`γ.533`

γηρύοντες· φωνοῦντες, λέγοντες

`γ.534`

γῆρυν· φωνήν

`γ.535`

γῆρυς· φωνή. ὅθεν καὶ κήρυξ, τοῦ κ πρὸς γ συγγένειαν ἔχοντος

`γ.536`

γηρωπίζεται· γεροντεύεται

`γ.537`

γῆς ὀμφαλός· ἡ Πάφος. καὶ Δελφοί

`γ.538`

γήτεια· κρόμμυα, ἃ καὶ γήθυα καλοῦνται

`γ.539`

γητικά· παρὰ Ἀλεξάνδρῳ Ἐπιστολαῖς, ποτήρια οὕτω καλούμενα

`γ.540`

γηφάγοι· πένητες, ἄποροι, ὡς τὰς ἐκ γῆς βοτάνας σιτίζεσθαι τροφῆς ἀμοιροῦντας. Καλλίμαχος ἐν Ἑκάλῃ

`γ.541`

γήχυτον· τὸ ἁπαλὸν τῆς γῆς

`γ.542`

γία· ἄνθη

`γ.543`

γίαι· ὀδύναι

`γ.544`

γίαρ· ἔαρ

`γ.545`

γιγαλία· ἡ γῆ

`γ.546`

γίγας· δυνάστης. ἰσχυρός

`γ.547`

Γιγαντία· ἡ Λυκία τὸ πρότερον. καὶ οἱ κατοικοῦντες Γίγαντες

`γ.548`

γίγαντος· μεγάλου. ἰσχυροῦ. ὑπερφυοῦς

`γ.549`

γιγαρτίς· σταφίς

`γ.550`

γίγαρτον· τῆς σταφυλῆς τὸ ἔνδον

`γ.551`

γιγγλισμός· γαργαλισμὸς ἀπὸ χειρῶν, γέλως

`γ.552`

γιγγλισμοῖς· κιχλισμοῖς

`γ.553`

γιγγλίαν· κάλυμμα κεφαλῆς ἐρεοῦν

`γ.554`

γίγγλος· νᾶνος

`γ.555`

γίγγλυμος· ὁ στρεφόμενος γόμφος ἐπὶ τῶν θυρῶν. καὶ ἐπὶ τοῦ θώρακος οἱ στροφεῖς. καὶ φιλήματος εἶδος

`γ.556`

γιγγρασμός· ἦχος

`γ.557`

γιγγρί· ἐπιφώνημά τι ἐπὶ καταμωκήσει λεγόμενον. καὶ εἶδος αὐλοῦ

`γ.558`

γιγγρίαι· αὐλοὶ μικροί, ἐν οἷς πρῶτον μανθάνουσιν

`γ.559`

γίγγρος· αὔλημά τι, ὅπερ ἔνιοι γίγγρον· οἱ δὲ αὐλοῦ γένος

`γ.560`

Γιγγρών, οἱ δὲ Γιγῶν· Πάταικος ἐπιτραπέζιος. οἱ δὲ Αἰγύπτιον Ἡρακλέα

`γ.561`

γίγνωσκε· ἐγίγνωσκε

`γ.562`

γιλός· ἑτερόφθαλμος

`γ.564`

γιμβάναι· ζεῦγλαι

`γ.565`

γίν· σοί

`γ.566`

γνίς· γέρανος. Τυῤῥηνοί

`γ.567`

γίννος· ζῷον οὗ ὁ πατὴρ ἵππος, ἡ δὲ μήτηρ ὄνος, νόθη

`γ.568`

γῖξαι· χωρῆσαι

`γ.569`

γίο· αὐτοῦ

`γ.570`

γῖπον· εἶπον

`γ.571`

γίς· ἱμάς. καὶ ἰσχύς

`γ.572`

γισάμεν· εἰδέναι

`γ.573`

γίσας· φθείρας

`γ.574`

γίσγον· ἴσον

`γ.576`

γιστία· ἐσχάρα

`γ.577`

γιστίαι· ἱστουργοί

`γ.578`

γιστιῶ· παύσομαι

`γ.579`

γισχύν· ἰσχύν

`γ.580`

γιτέα· ἰτέα

`γ.581`

γίτονας· τὰ δύο αἰδοῖα

`γ.582`

γλαγέας· γεγαλακτωμένας

`γ.583`

γλαγγάζει· πτερύσσεται. κέκραγε

`γ.584`

γλάγος· γάλα

`γ.585`

γλάμος· μύξα

`γ.586`

γλάματα· ἀστράγαλοι

`γ.587`

γλαμυρόν· γλαμῶδες. ἔνυγρον. ὑπόδακρυν

`γ.588`

γλαισμοί· λόφοι

`γ.589`

γλαινοί· τὰ λαμπρύσματα τῶν περικεφαλαίων, οἷον ἀστέρες

`γ.590`

γλακκόν· γαλαθηνόν

`γ.591`

γλακῶντες· μεστοὶ γάλακτος

`γ.592`

γλαμῶντες· λημῶντες

`γ.593`

γλαμῶν· λημῶν

`γ.595`

Γλαμία· πόλις. Κρῆτες

`γ.596`

γλαμυξιᾶν· γλαμᾶν. λημᾶν

`γ.597`

γλανίς· ἀργός. καὶ εἶδος ἰχθύος. οἱ δὲ γλάνιος

`γ.598`

γλανοί· ἀχρεῖοι

`γ.599`

γλαμψοί· χαλινοὶ στόματος

`γ.600`

γλάμπτειν· πίνειν

`γ.601`

γλαρίς· ὄρυξ

`γ.602`

γλαυκή· ἰσχυρά. φοβερά. λευκή

`γ.603`

γλαυκία ἢ γλαύκιον· βοτάνη τις

`γ.604`

γλαυκίζειν· ἀμβλυωπεῖν

`γ.605`

γλαυκιόων· καταπληκτικός, ἔμπυρον καὶ φοβερὸν βλέπων

`γ.606`

γλαυκός· λευκός

`γ.607`

γλαυκοφόρβιδας· ἵππους εὐγενεστάτας

`γ.608`

γλαυκῶπις· φοβερὰ ἐν τῷ ὁρᾶσθαι. λαμπρόφθαλμος. εὐόφθαλμος

`γ.609`

γλαῦξ· νυκτόβαϋς. πετεινὸν νυκτερινόν

`γ.610`

γλαῦξ· νόμισμα Ἀθήνησιν τετράδραχμον. ἐλέγετο δὲ καὶ ὄρχησίς τις. καὶ ὄρνεον. καὶ φυτόν

`γ.611`

γλαυσόν· λαμπρόν. θρασύ. ἰταμόν

`γ.612`

γλαύσσει· λάμπει, φαίνει, φαύσκει

`γ.614`

γλαῦκʼ Ἀθήναζε· παροιμία ἐπὶ τῶν μάτην τι πραττόντων, ὥσπερ εἰ γλαῦκας Ἀθήναζε ἄγοι. πληθύουσι γὰρ ἐνταῦθα γλαῦκες

`γ.615`

γλαῦκες Λαυριωτικαί· Ἀριστοφάνης Ὄρνισιν, οἱ ἀργυροστατῆρες· ἐν Λαυρίῳ γὰρ τὰ μέταλλα τὰ ἀργυρεῖα· γλαῦξ δὲ τὸ ἐπιχάραγμα τοῦ στατῆρος

`γ.616`

Γλαύκου τέχνη· παροιμία ἐπὶ τῶν ῥᾳδίως κατεργαζομένων· Διονυσόδωρος δὲ τὴν περὶ τὸν σίδηρον κόλλησιν· Γλαῦκος γὰρ Χῖος σιδήρου κόλλησιν εὗρεν

`γ.617`

γλαῦξ ἐν πόλει· παροιμία. ταῖς ἀληθείαις ἀνέκειτο γὰρ ὑπὸ Φαίδρου ἐν τῇ ἀκροπόλει

`γ.618`

γλαῦξ ἔπτατο· πρὸ τῆς μάχης ἐν Σαλαμῖνι γλαῦκά φασι διαπτῆναι τὴν νίκην προσημαίνουσαν

`γ.619`

γλάφει· γλύφει. ὀρύσσει. κοιλαίνει

`γ.620`

γλάφυ· σπήλαιον. ἄντρον

`γ.621`

γλαφυραί· κοῖλαι. βαθεῖαι

`γ.622`

γλαφυρᾶς· ἀνθηρᾶς, ἄλλοι δὲ κοίλης ἢ βαθείας

`γ.623`

γλαφυρόν· τερπνόν κοῖλον. ἡδύ. βαθύ

`γ.624`

γλαφυρός· ἀνθηρός. λαμπρός. τερπνός. κοῖλος. ἡδύς. βαθύς

`γ.625`

γλάψαι· κοιλᾶναι. γλύψαι. ἐκτρῖψαι. σκαλεῦσαι. βαθῦναι

`γ.626`

γλευκήσας· ὑπὸ γλεύκους γενόμενος ἔκλυτος καὶ παρειμένος, ἀπὸ τῶν οἴνῳ νέῳ μεθυσθέντων

`γ.627`

γλεῦκος· τὸ ἀπόσταγμα τῆς σταφυλῆς, πρὶν πατηθῇ

`γ.628`

γλεῦξις· οἶνος ἕψημα ἔχων

`γ.629`

γλέβα· ἀξίωμα συγκλήτου

`γ.630`

γλέφαρα· βλέφαρα. ὀφθαλμοί

`γ.631`

γλήνεα· ... οἱ δὲ ποικίλματα καὶ γληνὸν τὸ ποικίλον· καὶ ζῴδια, ἀγάλματα· ἔνιοι κήρινα πλάσματα ἀξιοθέατα

`γ.632`

γλῆνος· φάος

`γ.633`

γλήνη· κόρη ὀφθαλμοῦ. καὶ παίγνιον. οἱ δὲ τὸ οὐδενὸς ἄξιον. καὶ τὴν πεπλασμένην κόρην. πρόσοψιν. καὶ γλήνας τὰ κηρία τῶν μελισσῶν. ἢ κόρη

`γ.634`

γληνῶσαι· διαφθεῖραι

`γ.635`

γληχυλίς· πονηρά

`γ.636`

γληχωνοειδές· δίκταμνον

`γ.637`

γλίον· εὔτονον. ἰσχυρόν

`γ.638`

γλία· κόλλα

`γ.639`

γλοιός· ῥύπος

`γ.640`

γλίσχραι· κνῆμαι

`γ.641`

γλίσχρον· ἐνήλατον

`γ.642`

γλίσχρος· φειδωλός. σκνιφός. λίαν ῥυπαρός. κολλώδης

`γ.643`

γλίσχρως· ὀλισθηρῶς

`γ.644`

Γλισᾶς· πόλις ὡς Τρύφων

`γ.645`

γλιᾶται· παίζει. ἀπατᾷ

`γ.646`

γλιττόν· γλοιόν

`γ.647`

γλίχει· ἐπιθυμεῖς

`γ.648`

γλίχεται· ἐπιθυμεῖ. προθυμεῖται

`γ.649`

γλιχόμενοι· ἐπιθυμοῦντες

`γ.650`

γλιχόμενος· ἐπιθυμῶν

`γ.651`

γλιχύτης· ἀτυχής. ἢ ἐπίπονος. ἢ ἐρωτική

`γ.652`

γλιχός· φειδωλὸς καὶ γλίσχρος, οἱ δὲ πολυπράγμων, περίεργος

`γ.653`

γλίδου χοάναι· εἰς οὓς τύπους κατέρχεται τὸ ἐν τῇ χώνῃ διὰ τῶν κεντημάτων. ἦσαν δὲ πήλινοι. Σοφοκλῆς

`γ.654`

γλοίας· ἡ κακοήθης ἵππος καὶ πολυδήκτης παρὰ Σοφοκλεῖ καὶ γλοίης τὸ αὐτό

`γ.655`

γλοιάζειν· τὸ καταφερόμενον εἰς ὕπνον ἐπιμύειν τοῖς ὄμμασι καὶ κατιλλώπτειν, οἱ δὲ διεγγελᾶν

`γ.656`

γλοίητα· κακοήθη

`γ.657`

γλοιός· νωθρός. ἀσθενής ῥυπαρός

`γ.658`

γλοιωδῶς· νυστακτικῶς

`γ.659`

γλούρεα· χρύσεα. Φρύγες καὶ γλουρός· χρυσός

`γ.660`

γλουτοί· τὰ τῆς κοτύλης σφαιρώματα

`γ.661`

γλουτόν· τὸ περὶ τὰ ἰσχία

`γ.662`

γλουτός· σφαίρωμα

`γ.663`

γλυκεῖα· ἡ γλυκύῤῥιζος

`γ.664`

γλυκίων· ἡδίων

`γ.666`

γλύκη· βοτάνη τις ἐδώδιμος

`γ.667`

γλυκίννας· διὰ γλυκέος οἴνου πλακοῦς

`γ.668`

γλυκερῷ Σιδωνίῳ· δρᾶμα δέ ἐστιν, ἐν ᾧ τῆς θεμέλης ἄρχεται οὕτως· «Σιδώνιον ἄστυ λιπόντες καὶ δροσερὰν Ἄραδον». διεβεβόητο δὲ τὸ μέλος τοῦτο.

`γ.669`

γλύκιον· ἥδιον. γλυκύς· ἡδύς

`γ.670`

γλύκκα· ἡ γλυκύτης

`γ.671`

γλυκκόν· γλυκύ

`γ.672`

γλυκεῖαν· τὸ γάλα, καὶ τὴν χολήν

`γ.673`

γλυκύ· μελιχρόν

`γ.674`

γλυκυδερκές· ἡδὺ ἐν τῷ ὁρᾶσθαι

`γ.675`

γλυκυθυμία· ἡδονή

`γ.676`

γλυκύθυμος· ἀνειμένος. ἡδύς. ἁπαλόψυχος. ἤπιος. προσηνής. γλυκύς

`γ.677`

γλυκυσίδη· φυτὸν ποιόν, συντελοῦν πρὸς ἀτόπημά τι τῶν γυναικῶν

`γ.678`

γλυκύφαιον· τὸ ἐρυθρόδανον. Κρῆτες

`γ.679`

γλυκύφρουροι· τὰ ἐν οἴκῳ φρουροῦντες καὶ ἔνδον μένοντες

`γ.680`

γλύκων· ὁ εὐήθης

`γ.681`

γλύξις· ὁ ἀνειμένος οἶνος καὶ ἄτονος, ὃν ἔνιοι μὲν ἁπαλόστομον, οἱ δὲ γλεῦξιν

`γ.682`

Γλυφεῖον· ἄντρον τι καὶ ὄρυξ

`γ.683`

γλυφίδες· αἱ χηλαὶ τοῦ βέλους, ἀπὸ τοῦ γεγλύφθαι καὶ κεκοιλάνθαι Σ, εἰς ἃς ἡ νευρὰ ἐντίθεται τοῦ τόξου. ἐνίοτε δὲ καὶ τὰς τῶν ἀκίδων χηλὰς Σ λέγει Ὅμηρος. καὶ αἱ θαλάμαι

`γ.684`

γλύψαι· ξύσαι. χαράξαι

`γ.685`

γλυκὺς ἀγκών· παροιμία, ἥν φησιν εἰρῆσθαι ἀπὸ τοῦ λεγομένου μακροῦ ἀγκῶνος ἐν τῷ Νείλῳ, κατʼ ἀντίφρασιν. εἶναι γὰρ δυσκόμιστον διὰ τὸ ῥεῦμα καὶ ἀηδῆ· ὅθεν λέγεσθαι τὴν παροιμίαν ἐπὶ τῶν αἰσχρόν τι δοκιμαζόντων, ἐπαινούντων δὲ ὡς καλόν. ἢ ἐκ τοῦ ἐναντίου σπουδαῖον μὲν ἡγουμένων, χλευαζόντων δὲ ὡς φαῦλον. Κλέαρχος δέ φησιν τοὺς Λυδοὺς ἐξυβρίζειν εἰς τὰς τῶν καταδεεστέρων γυναῖκας καὶ παρθένους, καὶ τὸ χωρίον, ἐν ᾧ ταῦτα ἔδρων, ὀνομάσαι Γλυκὺν ἀγκῶνα

`γ.686`

Γλῶς· ὄνομα Αἰγυπτίου τινός

`γ.687`

γλωσσαλγία· φλυαρία

`γ.688`

γλῶσσαι· φωναί. καὶ σημεῖα ἐπὶ τοῦ ἥπατος, παρὰ τοῖς θύταις

`γ.689`

γλώσσας· τὰς γλωσσίδας τῶν αὐλῶν, καὶ τῶν ὑποδημάτων. καὶ τὰς λαλιάς

`γ.690`

γλώσσαργον· στόμαργον. ταχύγλωσσον

`γ.691`

γλωσσόκομον· σορός, θήκη ξυλίνη τῶν λειψάνων

`γ.692`

γλωσσοστροφεῖν· περιλαλεῖν, καὶ στωμύλλεσθαι

`γ.694`

γλωρεῖν· χρονίζειν

`γ.695`

γλωρόν· νόμον

`γ.696`

γλωττοκομεῖον· ἐν ᾧ οἱ αὐληταὶ ἀπετίθεσαν τὰς γλωσσίδας. καὶ τὸ γυναικεῖον αἰδοῖον

`γ.697`

γλωττοποιός· ὁ τὰς αὐλητικὰς γλωσσίδας ποιῶν

`γ.698`

γλωχῖνα· τὴν γωνίαν τοῦ βέλους καὶ «τριγλώχινας ὀιστούς» καὶ γλῶσσαν. καὶ ἄκρον. κυρίως δὲ γλωχῖνες αἱ τῶν ἀκίδων ἐξοχαὶ καὶ αἱ τοῦ ζυγοῦ γωνίαι

`γ.699`

γλῶσσαν οὐκ ἐμπήξετε· οὐκ ἂν καταφάγοιτε, οὐκ ἂν γεύοισθε

`γ.700`

γλωσσάσπιδας· τοὺς τῇ γλώσσῃ ὅπλῳ χρωμένους ὥσπερ ἀσπίδι. μεταφορικῶς

`γ.701`

γναθμοί· γνάθοι. σιαγόνες

`γ.702`

γναθμόν· τομώτατον καὶ διαιρετικώτατον

`γ.703`

γνάθους θηλείας· ἢ γυναῖκας

`γ.704`

γναθοῦν· τὸ εἰς γνάθους τύπτειν

`γ.705`

Γνάθων· παράσιτος

`γ.706`

γναμπτά· καμπύλα. πλεκτά. ὑγρά

`γ.707`

γναμπτῆισιν· ἀνακεκλασμέναις. ἐπικαμπέσι

`γ.708`

γναμπτόν· εὔπειστον. ἔνυγρον. εὔγναμπτον εὐμετάβολον

`γ.709`

γναφέως· καθαίροντος ῥύπον

`γ.710`

γναμπτούς· χαλινούς

`γ.711`

γνάμψαι· κάμψαι. κλάσαι. πεῖσαι

`γ.712`

γνάψεν· ἔξεσεν. ἤμυξεν

`γ.713`

γναπτὰς ἕλικας· τὰ καμφθέντα ψέλια

`γ.714`

γνάπτει· κάμπτει

`γ.715`

γναται· ἀκταί

`γ.716`

γναφάλλιον· βοτάνη

`γ.717`

γνάφαλλον· τύλη. λέγεται δὲ καὶ διὰ τοῦ κ κνάφαλλον· καὶ ὁ γναφεὺς κναφεύς

`γ.718`

γνάφαλλος· πτίλον

`γ.719`

γναφεύς· εἶδος ἰχθύος

`γ.720`

γναφῆναι· κλασθῆναι. καμφθῆναι

`γ.721`

γνήσιος· ὁ ἐξ ἰσονόμων, ἴδιος, οἰκεῖος

`γ.722`

γνοῖεν· μάθοιεν

`γ.723`

γνοίης· ψεύδῆς

`γ.724`

γνοιΐσαι· ἰγνοῦσαι

`γ.725`

γνόφεον· μέλαν

`γ.726`

γνόφος· συννέφεια. δῖνος. ἄνεμος. ἀχλύς σκοτομηνία

`γ.727`

γνώμην δίδωμι· συμβουλεύομαι

`γ.728`

γνύθοι· βόθροι. κοιλώματα. σπήλαια θαλάμαι. καὶ τὰ ἐν τῷ βαδίζειν προσκόμματα. ἔνιοι γνυθούς

`γ.729`

γνυπτῶν· νωθραίνων

`γ.730`

γνύξ· ἐπὶ τὰ γόνατα

`γ.731`

γνυπτεῖν· ἀσθενεῖν. μαλακίζεσθαι

`γ.732`

γνυπτήσει· γονυπετήσει

`γ.733`

γνυπετόν· ἀργόν. οἱ δὲ ἔκλυτον

`γ.734`

γνύπετοι· ἐκτεταμένοι. δειλοί. ἄλλοι δὲ κατηφεῖς. καὶ κατεγνυπτῶσθαι κατεστυγνᾶσθαι

`γ.735`

γνυπτοῦντι· ἀσθενοῦντι

`γ.736`

γνύπωνες· στυγνοί. κατηφεῖς. ἄτολμοι. παρειμένοι. καὶ μαλακοί, ἀπὸ τοῦ εἰς γόνυ πεπτωκέναι

`γ.737`

γνυφαί· νάπαι

`γ.738`

γνώριμοι· μαθηταί

`γ.739`

γνωρίμω· γινωσκομένω, δυϊκῶς

`γ.740`

γνώριμος· οἰκεῖος. γινωσκόμενος

`γ.741`

γνωρίσματα· τὰ συνεκτιθέμενα τοῖς παισὶ ἔξω τῶν περιδεραίων

`γ.742`

 <span class="gap">…</span> γνωρίσαι· φανεροποιῆσαι

`γ.743`

γνῶθι σαυτόν· ἀπόφθεγμα Χείλωνός φασι

`γ.744`

γνῶμα· τὸν βαλλόμενον ὀδόντα, διʼ οὗ τὰς ἡλικίας ἐγνώριζον τῶν τετραπόδων. καὶ ὁ κατηρτυκὼς ἤδη λειπογνώμων. λέγεται δὲ καὶ γνῶσις

`γ.745`

γνῶμαι· τὰ ψηφίσματα

`γ.746`

γνώμη· διάθεσις ποιά τις. Σ καὶ ἐπιστήμη

`γ.747`

γνωμοτυπία· γνωμολογία

`γ.748`

γνώμων· ὁ ἀκριβής, ἀπὸ τοῦ γνῶναι. λέγεται καὶ τὸ ἐν τοῖς ἡλιοτροπίοις κέντρον. καὶ τὸ παρὰ τοῖς τακτικοῖς

`γ.749`

γνώμων· συνετός. Σ Σοφοκλῆς

`γ.750`

γνῶναι· κρῖναι. καὶ τὸ συνουσιάσαι

`γ.751`

γνωσιμαχῆσαι· τινὲς μὲν τὸ γνῶναι τὴν ἑαυτοῦ ἀσθένειαν τήν τε τῶν ἐναντίων ἰσχύν· ἄλλοι τὸ γνόντα, ὅτι πρὸς κρείττονα ἔχοι αὐτῷ ἡ μάχη, ἡσυχάσαι ἢ μετανοῆσαι

`γ.752`

γνῶσις· σύνεσις, εἴδησις, νόησις

`γ.753`

γνωτή· ἀδελφή· ἢ ἐρωμένη

`γ.754`

γνωτοί· ἀδελφοί. γνωστοί

`γ.755`

γνωτόν· εὐεπίγνωστον. ποτὲ δὲ ἀδελφόν

`γ.756`

γόβαλα· τὸ ὅριον. Φοίνικες

`γ.757`

γοβρίαι· φανοί, λαμπτῆρες

`γ.758`

γόγγρος· ἰχθύος εἶδος. καὶ ἡ γογγρώδης τῆς ἐλαίας ἔκφυσις, τὸ κάτω τοῦ στελέχους

`γ.759`

γογγρύζειν· τονθρύζειν. τὸ ὡς ὗς φωνεῖν, ὅπερ ἔνιοι γογγύζειν. τὸ αὐτὸ καὶ γρυλίζειν λέγεται

`γ.760`

γογγρύσαι· ὡς χοῖρος φωνῆσαι

`γ.761`

γογγρώνη· ἀπόστημα ἐν φάρυγγι

`γ.762`

γογγύζειν· φθέγγεσθαι. τονθρύζειν

`γ.763`

γογγύλον· στρογγύλον. σκληρόν

`γ.764`

γογγύλλειν· συστρέφειν

`γ.765`

γογγυλόσκηνος· στρογγύλον ἔχων τὸν οἶκον, ἢ τὸ σῶμα

`γ.766`

γογγυλεύματα· στρογγυλεύματα

`γ.767`

γογγυλωπά· στρογγύλα. εὔτονα. γοργά

`γ.768`

γόγγων· μωρός

`γ.769`

γόλα· ἔντερα. Μακεδόνες

`γ.770`

γοᾶναι· κλαίειν. Κύπριοι

`γ.771`

γόδατος· θήρα

`γ.772`

γοδόν· γόητα

`γ.773`

γοεραῖς· θρηνώδεσι, πενθικαῖς

`γ.774`

γόης· μάγος, κόλαξ, περίεργος

`γ.775`

γοητεύει· ἀπατᾷ. μαγεύει. πείθει. φαρμακεύει. ἐξᾴδει

`γ.776`

γοησίοδος· ᾠδός, ἀπατεών

`γ.777`

γοητικόν· ἀπατηλόν. μαγικόν. τὸ διʼ ἐπαοιδῶν ἐσκευασμένον

`γ.778`

γοί· αὐτῷ

`γ.779`

γοῖδα φάρυξ· οὐκ οἶδα

`γ.780`

γοιδύες· ῥυτῆρες

`γ.781`

γοίδημι· ἐπίσταμαι

`γ.782`

γοιδοῦλος· λαλιός. οἱ δὲ γοδοῦλος

`γ.783`

γοίνακες· βλαστοί

`γ.784`

γοῖνος· οἶνος

`γ.785`

γοιναῦτις· οἰνοχόη

`γ.786`

γοινέες· κόρακες

`γ.787`

γοῖσος· μέλαν. πλατύ

`γ.788`

γοῖτα· οἶς

`γ.789`

γοιταί· κριθαί. γράστις

`γ.790`

γοῖτος· ῥύπος. πάτος

`γ.791`

Γοιτόσυρον· τὸν Ἀπόλλωνα. Σκύθαι

`γ.792`

γολοινά· χλωρά. ἢ γολονά

`γ.793`

γολομένη· βοτάνη

`γ.794`

γολύριον· κέλυφος. οἰκεῖον Ταραντίνοις

`γ.795`

γολμοί· στολμοί

`γ.796`

γόλμις· ψὰρ τὸ ὄρνεον

`γ.797`

γολαμός· διωγμός

`γ.798`

γόλανα· ἀγκύλη. ἀντιλαβεύς

`γ.799`

γόλησις· κακοδαιμονία

`γ.800`

γολλάκιον· λάκκον

`γ.801`

γόμος· θωμός

`γ.803`

γομφία ἤγουν γομφωτήρια· ξύλα εἰς γόμφους

`γ.804`

γομφιασμόν· συνθλασμόν, ἢ συντριμμόν, ἢ αἱμωδιασμὸν ὀδόντων

`γ.805`

γόμφοι· μύλοι. σφῆνες. δεσμά. ἄρθρα. σύνδεσμοι. καὶ ὀδόντες γόμφιοι

`γ.806`

γόμφοις· ταῖς τῶν ξύλων ἁρμογαῖς

`γ.807`

γόμφους· ὀδόντας. καὶ τοὺς συνδέσμους τῶν ξύλων. ἢ μύλους

`γ.808`

γομφωτήρια· ἧλοι

`γ.809`

Γόμοῤῥα· στάσις

`γ.810`

γόμφοισι· σφηναρίοις

`γ.811`

γομφοπαγῆ· συνηρμοσμένα

`γ.812`

γομφῶσαι· συμπῆξαι

`γ.813`

γονάδες· μητέρες

`γ.814`

γονᾷ· κύει, γεννᾷ, φύει. καὶ γυναικεῖον αἰδοῖον

`γ.815`

γονάρ· μητέρα Λάκωνες

`γ.816`

γονάς· τέκνα

`γ.817`

γονορρυής· οὗ ἡ γονὴ φέρεται ἀκουσίως

`γ.818`

γονόρροια· πάθος περὶ τὴν γονήν

`γ.819`

γόνος· υἱός. γέννημα. φυλή. καὶ ὁ ἀπόγονος παρʼ Ὁμήρῳ

`γ.820`

γόνοις· τέκνοις

`γ.821`

γόνυ κάμψαι· ἀναπαύεσθαι

`γ.822`

γονή· γένεσις. μήτρα καὶ τὸ σπέρμα

`γ.823`

γονής· νάρκισσος τὸ φυτόν

`γ.824`

γονίμη ἡμέρα· ἡ περισσὴ καὶ μὴ ἄρτιος

`γ.825`

γόνιμος· γνήσιος υἱὸς γεγονώς, ὁ οὐκ εἰσποιητός

`γ.826`

γόνιμον· εὔκαρπον

`γ.827`

γονίας· εὐχερής. Αἰσχύλος Ἀγαμέμνονι

`γ.828`

γονοειδές· γόνῳ ἐοικός

`γ.829`

Γονόεσσα· πόλις

`γ.830`

γόνυ· ἀγκών

`γ.831`

γονοτύλη· τὸ τετυλωμένον ἐν τῷ γόνατι. Τύλας γὰρ λέγουσιν, ἃ ἡμεῖς τυλώματα

`γ.832`

γουνουνία· σάμψυχος

`γ.833`

γονύκροτοι· ἤτοι βλαισοί, οἷς τὰ γόνατα συγκρούει. ἢ δειλοί. ὑπὸ γὰρ δέους ἔσθʼ ὅτε συγκρούουσι τὰ γόνατα ἢ ἡ μεταφορὰ ἀπὸ τῶν γερόντων μηκέτι σθένειν δυναμένων τοῖς γόνασι

`γ.834`

γονυπετεῖ· παρακαλεῖ. δέεται. ἱκετεύει

`γ.835`

Γονόεσσα· πόλις Πελοποννήσου

`γ.836`

γόνυγρον· τὰ ἄκαρπα καὶ ξηρὰ πεδία

`γ.837`

γόνον· μίτον

`γ.838`

γονώνη· ὀρίγανος

`γ.839`

γόοιο· θρήνου

`γ.840`

γόον· θρῆνον

`γ.841`

γόος· θρῆνος ἢ θρηνητικός

`γ.842`

γοόωσα· θρηνοῦσα

`γ.843`

Γοργάδων· ἁλιάδων. Δαιδάλῳ Σοφοκλῆς

`γ.844`

γόργεια· προσωπεῖα

`γ.845a`

Γοργίδες· αἱ Ὠκεανίδες

`γ.845b`

γοργόνες· αἰγίδες. οἱ δὲ τὰ ἐπὶ τῶν αἰγίδων πρόσωπα

`γ.846`

γοργολόφας· ἀπὸ τοῦ λόφου τῆς περικεφαλαίας, καὶ τῆς Γοργόνος ἣν ἐπʼ αὐτῆς τῆς ἀσπίδος εἶχεν ὁ Λάμαχος, ἵνα τὸν Λάμαχον εἴπῃ ...

`γ.847`

γόργευσον· τάχυνον, σπεῦσον

`γ.848`

γοργός· εὐκίνητος, ταχύς, σκληρός, λιπαρός, εὐτραφής

`γ.849`

γοργῶπιν· φοβερόφθαλμον

`γ.850`

γοργωπὸν ἕδραν· φοβερὰν καθέδραν. ἢ ὄψιν

`γ.851`

Γοργῶπις· Κρατῖνος ἐν Πυλαίᾳ· λίμνην φασὶ εἶναι ἐν Κορίνθῳ, εἰληφέναι δὲ τοὔνομα διὰ τὸ Γόργην ἐμπεσεῖν εἰς αὐτήν

`γ.852`

γοργωπόν· πικρὸν τὴν βλέψιν, αὐστηρόν

`γ.853`

γοργώ· γοργότης. πέπλασται δὲ ὥσπερ τοῖς ἄλλοις ποιηταῖς Ζηλώ, Χρυσώ. τὰ γὰρ περὶ τὴν Δανάην καὶ τὰ περὶ Περσέα καὶ τὰς Γοργόνας Ὅμηρος οὐκ οἶδε.

`γ.854`

γοργώψατο· πικρὸν ἔβλεψε

`γ.855`

γοργείην κεφαλήν· οὐ τὴν Γοργόνα ἐκληπτέον, ἀλλὰ γοργότητά τινα καὶ φόβητρον. Ἡσίοδος δὲ πλανηθεὶς ἀνέπλασεν ἐκ τούτων τὰ περὶ τὸν Περσέα, ὅτι ἀπέτεμε τὴν κεφαλὴν Γοργόνος

`γ.856`

γοργοτάτω· γοργότατοι, δυϊκῶς

`γ.857`

γοργύρα· ὑπόνομος, διʼ οὗ τὰ ὕδατα ὑπεξῄει

`γ.858`

γοράπιες· ῥάφανοι

`γ.859`

Γόρτυνα· πόλις

`γ.860`

γόρτυξ· ὄρτυξ

`γ.861`

γόρυνος· μικρὸς βάτραχος

`γ.862`

γοτάν· ὗν. Μακεδόνες

`γ.863`

γορός· κυρτός

`γ.865`

γοῦν· τοίνυν

`γ.866`

γοράτου· ἠφινόν. οἱ δὲ ῥανῶ

`γ.867`

γουναζέσθην· ἐλιτάνευον

`γ.868`

γουνάζομαι· ἱκετεύομαι

`γ.869`

γουνούμενος· ἱκετεύων

`γ.870`

γουνοῦσθαι· ....... γουνιαῖος τόπος

`γ.871`

γουνῶι ἀλωῆς· ἐν τῷ γονιμωτάτῳ τῆς ἁλωνίας

`γ.872`

γούνων· τῶν γονάτων

`γ.873`

γουνῷ· γονίμῳ τόπῳ

`γ.874`

γοῶσα· θρηνοῦσα

`γ.876`

γρᾶ· φάγε. Κύπριοι

`γ.877`

γράβαν· σκαφίον. βόθρον

`γ.878`

Γραῖα· πόλις. γῆ. καὶ Δημήτηρ

`γ.879`

γραῖαν· κάρδοπον

`γ.880`

γραιβία ἢ γραιτία· πανήγυρις. Ταραντῖνοι

`γ.881`

Γραικιστί· Ἑλληνιστί

`γ.882`

Γραικός· Ἕλλην

`γ.883`

γραίνειν· ἐσθίειν

`γ.884`

γραιωπίας· γραίᾳ ἐμφερής

`γ.885`

γραιολέας· πονηράς, ἢ ὀλεθρίας γραίας

`γ.886`

γράμματα· τὰ γεγραμμένα. καὶ συλλαβαί. καὶ τὰ ζωγραφήματα. καὶ τὰ ἐν ταῖς δικαστικαῖς ψήφοις. καὶ ὑποτελῶν ἀπογραφαί

`γ.887`

γραμμαί· ἐν τῇ ὀρχήστρᾳ ἦσαν, ὡς τὸν χορὸν ἐν στοίχῳ ἵστασθαι

`γ.888`

γραμματίαι· γραμματευτά

`γ.889`

γραμματίας· περιεσπασμένους

`γ.890`

γραμματεύειν· γράφειν. ἀναγινώσκειν

`γ.891`

γραμματεύς· ὁ ἀναγνώστης. γράμματα εἰδὼς καλῶς

`γ.892`

γραμματίδιον· ὁτὲ μὲν τὸ πινακίδιον, ὁτὲ δὲ ὅμοιον γλωσσοκόμῳ. λέγεται δὲ καὶ ἐπιστόλιον

`γ.893`

γραμματιστής· γραμματοδιδάσκαλος

`γ.894`

γραμμή· ἡ ἐπὶ τοῦ δρόμου, ἧς ἐπέβαινον οἱ δρομεῖς

`γ.895`

γραμμὴ μακρά· εἰώθει ὁ δικαστὴς καταδικάζων ἐν τῷ γραμματιδίῳ μακρὰν γραμμὴν ἕλκειν, ὁ δὲ ἀπολύων μικράν

`γ.896`

γράμμαθʼ ἑπτά· δραπέτα

`γ.897`

γραμματικός· πεπαιδευμένος. καὶ παιδευόμενος

`γ.898`

γρανθέωνα· γέροντα

`γ.899`

γράμμα δημόσιον· ἡ διαθήκη

`γ.900`

γραο͂ς· γραῦς, γυνὴ γηράσασα

`γ.901`

γράπιν· γῆρας τέττιγος, ἢ ὄφεως, καὶ τῶν ἐκδυομένων. καὶ εἶδος ὀρνέου. καὶ ῥυσσόν, ἀπὸ τοῦ γραμμὰς ἔχειν τὰς ῥυτίδας. ὅθεν καὶ ἡ γραῦς ἠτυμολόγηται

`γ.902`

γραπίνης· οἶνος τραχύς

`γ.903`

γραπτῦς· τὰς ἀμυχὰς καὶ καταξύσεις τῶν ἀκανθῶν

`γ.904`

γράσος· δυσοσμία

`γ.905`

γράσων· μωρέ, ἀνούστατε

`γ.906`

γραύκαλος· ὄρνις τεφρός

`γ.907`

γραῦς· τὸ συναγόμενον καὶ ἐπιπηγνύμενον ἐπάνω, ὅταν γάλα ἕψηται, τοιοῦτον ὑγρόν. καὶ ἡ ἐν τοῖς χείλεσι τῶν ποτηρίων γραμμή. καὶ βόλος τις ἀστραγάλων

`γ.908`

γραῦς Ἔριφος· Ἀπολλόδωρός φησιν, ὅτι ἔστι τις παροιμιώδης λεγομένη Ἐριφία γραῦς· εἶναι δὲ αὐτὴν οἷον γραῦν ἔριφον, τὴν ἐν παρθενίᾳ καταγεγηρακυῖαν. οἱ δὲ ἀπὸ τῆς ἀκρίδος· τὴν γὰρ ἀρουραίαν ἀκρίδα ὑπό τινων μάντιν λεγομένην κατὰ Σικελίαν γραῦν ἔριφον καλεῖσθαι

`γ.909`

γράφεται· ἀντιγράφει. ἢ κατηγορεῖ

`γ.910`

γραφεύς· ζωγράφος

`γ.911`

γραφὴ καὶ ἔγκλημα· κατηγορία καὶ ἔγκλημα

`γ.912`

γραφή· ἡ δημοσία δίκη, ὡς ὅταν ἢ ψηφίσματος ἢ νόμου τις κατηγορῇ. καὶ ἡ ἐπὶ δίκην κλῆσις. καὶ ἡ παράγραφος γραφή. καὶ ἐπίκλημα

`γ.913`

γράψαι· ξύσαι, χαράξαι, ἀμύξαι

`γ.914`

γρηῒ καμινοῖ· ἐπεὶ εὔλαλοι αἱ γρᾶες· διὰ τὸ παντοδαποῖς ἀνδράσιν ὁμιλεῖν

`γ.915`

γρήιον· παλαιόν

`γ.916`

γρήνη· ἄνθη σύμμικτα

`γ.917`

Γρήνικος· ποταμός

`γ.918`

γρίντης· βυρσεύς

`γ.919`

γρῖνος· δέρμα

`γ.920`

γριπίζει· ἁλιεύει

`γ.921`

γριπεύς· ὁ ῥάπτων τὰ ἁλιευτικὰ λίνα. καὶ ὁ ἁλιεύων

`γ.922`

γριπώμενα· συνελκόμενα. καὶ σπασμωδῶς συμπαθοῦντα. οἱ δὲ ἐγγίζοντα

`γ.923`

Γρίσων· ὗς. Ἀριστοφάνης δὲ ὄνομα δρομέως νενικηκότος ἐν Ὀλυμπίᾳ στάδιον

`γ.924`

γριφᾶσθαι· γράφειν, οἱ δὲ ξύειν καὶ ἀμύσσειν· Λάκωνες.

`γ.925`

γριφεύειν· αἰνίττεσθαι

`γ.926`

γρῖφοι· τὰ ἐν τοῖς πότοις προβαλλόμενα ζητήματα

`γ.927`

γριφοειδές· δυσεύρετον

`γ.928`

γρῖφος· τὸ δίκτυον καὶ συμποτικὴ ζήτησις αἰνιγματώδης· καὶ πρόστιμον τῷ μὴ λύσαντι τὸν γρῖφον, ἐκπιεῖν τὸ συγκείμενον, ἤτοι ἄκρατον, ἢ ὕδωρ, τουτέστι κάδον ὕδατος

`γ.929`

γρίφους· ζητήματα

`γ.930`

γριφώμενα· γραφόμενα. ἢ ἐπανειλούμενα

`γ.931`

γρομφάς· ὗς παλαιά, σκρόφα. ὁμοίως καὶ ἡ γρόμφις

`γ.932`

γρόνθων· ἀναφύσησις, ἣν πρώτην μανθάνουσιν αὐληταὶ καὶ κιθαρισταί

`γ.933`

γρονθωνεύεται· θυμοῦται

`γ.934`

γρόσυνον· τάραξον

`γ.935`

γροῦμος· στρόβιλος

`γ.936`

γρούσσεται· μηρύεται, ἤγουν ἐκτείνεται

`γ.937`

γροφεῖς· οἱ ζωγράφοι

`γ.938`

γρῦ· ὁ ὑπὸ τῷ ὄνυχι ῥύπος. ἤδη δὲ καὶ τὸ ἐλάχιστον. καὶ ἡ γρύτη. καὶ τὸ βραχύ

`γ.939`

γρυβός· γρύψ

`γ.940`

γρύζειν· φθέγγεσθαι, λέγειν

`γ.941`

γρυήλιον· ῥωχμὴν δρυός

`γ.942`

γρυλίων· ὁ χοῖρος

`γ.943`

γρυλίζοντα· γρύζοντα

`γ.944`

γρυλίζειν· γογγύζειν

`γ.945`

γρύλλη· ὑῶν φωνή

`γ.946`

γρύλλος· χοῖρος

`γ.948`

γρυμέα· ἀγγεῖον, σκευοθήκη, ἐν ᾧ ἡ γρύτη , ἤδη δὲ καὶ τὰ λεπτὰ σκευάρια, ἃ καὶ γρύτην λέγομεν

`γ.949`

γρυμπάνειν· γρυποῦσθαι. συγκάμπτειν

`γ.950`

γρῦνος· ὁ γρύψ

`γ.951`

γρύξ· ὁ ῥύπος τοῦ ὄνυχος

`γ.952`

γρύξαι· ἠρέμα κράξαι, ἢ ἠρέμα φθέγξασθαι, Σ ἢ ὑλακτῆσαι

`γ.953`

γρύπαι· αἱ νεοσσιαὶ τῶν γυπῶν· οἱ δὲ γύπαι

`γ.954`

γρυπάλιον· γερόντιον. ἢ γρυπάνιον

`γ.955`

γρῦπες· μέρος τῶν τῆς νεὼς σκευῶν, καὶ ἄγκυραι. καὶ εἶδος ζώου πτερωτοῦ, ὃ καλοῦσι γυπονέμεσιν

`γ.956`

γρυπνόν· στυγνόν, κατηφές

`γ.957`

γρυπός· τὰ ἔξω τοῦ στόματος ἐπικαμπῆ ἔχων καμπυλόρρις ὁ ἐπικαμπῆ τὴν ῥῖνα ἔχων

`γ.959`

γρύπτειν· γρυποῦσθαι. συγκάμπτεσθαι

`γ.960`

γρῦται· σκεύη

`γ.961`

γρυτεύεται· παρασκευάζεται

`γ.962`

γρωθώνη· σαπρὰ γραῦς. οἱ δὲ τὴν παλαιὰν ὄνον ἢ σῦν

`γ.963`

γρωθύλοι· γωλιοί. σπήλαιον

`γ.964`

γρωνάδες· θήλειαι σύες

`γ.965`

γρώνους· τοὺς ἀκούοντας, καὶ τοὺς μὴ λαλοῦντας. καὶ παλαιὸν ἀγγεῖον σκύτινον. καὶ τὸ κοῖλον τοῦ δίφρου, οὗ αἱ λόγχαι κεῖνται. ἄλλοι δὲ τὴν ὀπὴν τῆς πέτρας, διʼ ἧς τὰ σχοινία πρὸς τῶν νεῶν στάσιν ἠσφαλίζοντο

`γ.966`

γύαι· ὁδοί. πλέθρα

`γ.967`

γύαια· ἀπόγεια σχοινία, τὰ πρυμνήσια, ἐπίγυα ποτήρια. πτυχαί

`γ.968`

γύαλα· θησαυροί. ταμεῖα. κοῖλα.

`γ.969`

γύαλον· κοῖλον, ἄλλοι περίβολον. ἄλλοι τὸ κύτος τοῦ θώρακος· τιθέασι δὲ καὶ ἐπὶ τοῦ κοιλώματος. καὶ δηλοῦται διὰ περιφράσεως ὁ πᾶς θώραξ

`γ.970`

γυβᾷ· κολυμβᾷ

`γ.971`

Γυγᾶ· Ἀθηνᾶ ἐγχώριος

`γ.972`

γυγαί· πάμποι

`γ.973`

γύας· γῆς μέτρα

`γ.974`

Γυγαίη λίμνη· ἐν Λυδίᾳ

`γ.975`

γυγαίη νύξ· ἡ σκοτεινή

`γ.976`

γυλομένος· ὀλέθριος

`γ.977`

γυέλιον· κόλπον

`γ.978`

γυήτης· χωλός

`γ.979`

γύη· μέτρον πλέθρου

`γ.980`

γύης· τὸ κατώτατον μέρος τοῦ ἱστοβοέως ἐν τῷ ἀρότρῳ· αὐτόγυον δὲ τὸ μὴ σύνθετον, ἀλλʼ ἐξ ἑνὸς ξύλου. δηλοῖ δὲ καὶ μέτρον γῆς «δίγυον» καὶ «πεντηκοντόγυον», καὶ αὐτὴν τὴν γῆν. ἔτι δὲ καὶ ἡ τῶν ἀστραγάλων σύνθεσις

`γ.981`

γύης· Διονύσιος αὐτὴν γύτης εἴρηκε

`γ.982`

γυθίσσων· διορύσσων

`γ.983`

γυῖα· μέλη. χεῖρές τε καὶ πόδες καὶ τὰ λοιπά

`γ.984`

γυιώσω· χωλώσω ἐκλύσω. χωλοὺς ποιήσω, πηρώσω

`γ.985`

γυιή· χωλή. ἀσθενής

`γ.986`

γυιός· χωλός. νοσώδης. πηρώδης

`γ.987`

γυλλίσκοι· ἰχθύες ποιοί

`γ.988`

Γυλιός· ὁ Ἡρακλῆς. καὶ ἀγγεῖον ὁδοιπορικὸν εἰς ἀπόθεσιν τῶν ἀναγκαίων, ᾧ ἐχρῶντο οἱ στρατιῶται

`γ.989`

γύλλιον· ἀγγεῖον πλεκτόν

`γ.990`

γυλλάς· εἶδος ποτηρίου, παρὰ Μακεδόσιν

`γ.991`

γύλλινα· ἐρείσματα. γεῖσοι

`γ.992`

γυλλός· κύβος, ἢ τετράγωνος λίθος

`γ.993`

γυλλοί· στολμοί

`γ.994`

γυμνάζεται· ἀσκεῖται

`γ.995`

γυμνασία· ἄσκησις. μελέτη

`γ.996`

γυμνασιάρχης· ἄρχων τοῦ ξυστοῦ. ἢ βόλου ὄνομα

`γ.997`

γυμνάσιον· τόπος, ἐν ᾧ ἀγωνίζονται

`γ.998`

γυμνή· ἄνηβος

`γ.999`

γυμνηλοί· οἱ ἀκτήμονες, καὶ πένητες

`γ.1000`

γυμνῆτες· οἱ μὴ ἔχοντες ὅπλα· οἱ δὲ τοὺς σφενδονητάς· οἱ δὲ τοὺς γυμνοὺς μαχομένους

`γ.1001`

γυμνόν· ἀνυπόδητον. ἢ ἀπεσκυθισμένον, ὡς Ἀρχίλοχος

`γ.1002`

Γυμνοπαίδια· ἔνιοι μὲν ἑορτήν φασι Σπαρτιατικήν, ἐν ᾗ τοὺς ἐφήβους κύκλῳ περιθεῖν τὸν ἐν Ἀμυκλαίῳ βωμὸν τύπτοντας ἀλλήλων τὰ νῶτα. ταῦτα δέ ἐστι ψευδῆ. ἐν γὰρ ἀγορᾷ ἑορτάζουσι· πληγαὶ δὲ οὐ γίνονται, ἀλλὰ πρόσοδοι χορῶν γεγυμνωμένων

`γ.1003`

γυμνότερος λεβηρίδος· Ἀριστοφάνης φησὶ τυφλότερος λεβηρίδος. ἔστι δὲ λεβηρὶς τὸ τοῦ ὄφεως γῆρας, διὰ τὸ λέπος εἶναι. κενὸν δὲ τελέως ἐστὶ τοῦτο καὶ τυφλόν. τὰς γὰρ ὀπὰς μόνας ἔχει τῶν ὀφθαλμῶν. τάττουσι δὲ τὴν λέξιν ἐπὶ τέττιγος, καὶ συνόλως ἐπὶ τῶν ἀποδυομένων τὸ γῆρας. Τριχῇ δὲ ἀναγράφουσι τὴν παροιμίαν. καὶ οἱ μὲν τυφλότερος λεβηρίδος, οἱ δὲ κενώτερος, οἱ δὲ γυμνότερος

`γ.1004`

γυμνῷ φυλακὴν ἐπιτάττειν· παροιμία ἐπὶ τῶν μὴ δεομένων προστάξεως, διὰ τὸ ἀναγκαίως καὶ χωρὶς ἐπικελεύσεως τοῦτο πράττειν. Φερεκράτης Τυραννίδι

`γ.1005`

γυναικεῖα· τὰ ἔμμηνα. καὶ οἱ γυναικεῖοι τόποι

`γ.1006`

γυναικίσκιον· παιδίσκιον

`γ.1007`

γυναικωνῖτις· οἶκος γυναικῶν

`γ.1008`

γύναιξ· γύναι

`γ.1009`

γύναιον· γυνή

`γ.1010`

γυναιμανές· γυναικομανές. ἐπὶ γυναιξὶ μεμηνώς, ἢ τὰς γυναῖκας ἐκμαίνων· ἢ ἐπὶ γυναιξὶ μαινόμενος ἢ γυναῖκας εἰς μανίας ἄγων διὰ τὸ κάλλος

`γ.1011`

γυναίου· γυναικείου

`γ.1012`

γυναίων εἵνεκα δώρων· διὰ γυναικῶν δωροδοκίαν

`γ.1013`

γυναῖκες εἰλίποδες· διὰ τὴν δέσιν τῶν σκελῶν καὶ πλοκὴν τὴν κατὰ τὴν συνουσίαν. καὶ Ἀνακρέων πλέξαντες μηροῖσι πέρι μηρούς

`γ.1014`

γυνή· ἡλικία τις παρὰ Πυθαγόρᾳ. ἡ ἄνθρωπος

`γ.1015`

γύννις· δειλός, ἄνανδρος, γυναικώδης· Ἀριστοφάνης. γύννιδας· μαλακούς

`γ.1016`

γυναικὸς ἄρʼ ἀντὶ τέτυξο· ἀντὶ γυναικὸς ἄρα γεγένησο

`γ.1017`

γῦπες· ὄρνεα σαρκοφάγα καὶ νεκροφάγα

`γ.1018`

γύπας· καλύβας, καὶ θαλάμας. οἱ δὲ γυπῶν νεοσσιάς, ἄλλοι στενὰς εἰσόδους. οἱ δὲ τὰς κατὰ γῆς οἰκήσεις. οἱ δὲ σπήλαια. καὶ γυπάρια τὰ αὐτά. οἱ δὲ ἀζώστους, ἀνασεσυρμένους

`γ.1019`

γύπη· κοίλωμα γῆς. θαλάμη. γωνία

`γ.1020`

γυπόν· μακρόν

`γ.1021`

γυπὸς σκιά· παροιμία, ἐπὶ τῶν μηδὲν ἄξιον ὑπὸ φθόνου πραττόντων

`γ.1022`

Γυράς· ὄρος ἐν Τήνωι

`γ.1023`

γύργαθον· σκεῦος πλεκτόν, ἐν ᾧ βάλλουσι τὸν ἄρτον οἱ ἀρτοκόποι

`γ.1024`

Γυρῇσι πέτρηισιν· οὕτω καλοῦνται Γυραὶ πέτραι ἐν τῷ Ἰκαρίῳ πελάγει πρὸς Μυκόνῃ τῇ νήσῳ

`γ.1025`

γῦρις· παλή, καὶ σποδός

`γ.1026`

γυρίτας· αὐτοπύρους ἄρτους

`γ.1027`

γυρόν· κατακεκαμμένον. κυρτόν, στρογγύλον. κυκλοειδῆ

`γ.1028`

γύρινον· τὸ ἐκ τοῦ βατράχου παιδίον

`γ.1029`

γυρτόν· κυφόν

`γ.1030`

γῦροι· βόθροι

`γ.1031`

γυρτεύς· ἀνακρωτόφονον

`γ.1032`

Γυρτώνη· πόλις ἐν Θεσσαλίᾳ

`γ.1033`

γυρῶσαι· πληρῶσαι

`γ.1034`

γῷ· ἑαυτῷ. ἰδίῳ. καὶ ᾧ

`γ.1036`

γωγγάμη· ἐν ᾧ οἱ ἁλιεῖς συνάγουσι τὰ ὄστρεα. εἴρηται καὶ γαγγάμη

`γ.1037`

γωλειοί· σπήλαια. καὶ αἱ πρὸς θάλασσαν καταδύσεις

`γ.1038`

γωνιασμός· τοίχων συμβολὴ ἐγγώνιος. οἱ δὲ γεωμετρικὸν θεώρημα. Ἀριστοφάνης Βατράχοις

`γ.1039`

γῶνορ· γωνία. Λάκωνες

`γ.1040`

γῶν ὁρίσματα· τοποθεσίαι

`γ.1041`

γῶνος· γουνός. ἕδος. καὶ παιδιά τις παλαιστρική. οἱ δὲ κώπη

`γ.1043`

γῶος· μνημεῖον

`γ.1044`

γῶπας· κολοιούς. Μακεδόνες

`γ.1045`

γωροῦται· σαρκοῖ. Λάκωνες

`γ.1046`

γωρυτός· τοξοθήκη. θύλακος. οἱονεὶ χωρυτός

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: taq-abc`.
