---
title: "Lexicon Alpha–Omicron: Letter Beta"
title_greek: "Λεξικὸν (Α—Ο), Β"
author: Hesychius the Alexandrian
eul_wid: taq-abb
eul_aid: taq
canonical: "https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-beta-taq-abb"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:7d272ef3ace75d3f5fbc6e1c2b9fb9727d10fb0dd5f37fc94901e3a2118217b2"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon Alpha–Omicron: Letter Beta

*Λεξικὸν (Α—Ο), Β*

**Author:** Hesychius the Alexandrian

**eul_wid:** `taq-abb` · [HTML page](https://eulogikon.org/works/hesychius-alexandria-lexicon-letter-beta-taq-abb)

## Text

Part of [Lexicon Alpha–Omicron](/works/hesychius-alexandria-lexicon-taq-ab)

`β.1`

Βαβάζειν· τὸ μὴ διηρθρωμένα λέγειν. ἔνιοι δὲ βοᾶν

`β.2`

βαβαί· θαυμαστικὴ φωνή

`β.3`

βάβακα· τὸν γάλλον

`β.4`

βαβάκινον καὶ βάκινον χύτρας εἶδος

`β.5`

βάβακοι· ὑπὸ Ἠλείων τέττιγες· ὑπὸ Ποντικῶν δὲ βάτραχοι

`β.6`

βαβάκτης· ὀρχηστής, ὑμνῳδός, μανιώδης κραύγασος ὅθεν καὶ Βάκχος

`β.7`

βάβαλον· κραύγασον. Λάκωνες

`β.9`

βάβαξ· μάταιος, λάλος, φλύαρος. ἐνθουσιῶν. ἀναιδής

`β.10`

βαβάξαι· ὀρχήσασθαι Λυδοί

`β.11`

βαβήρ· ὁ ἄρης

`β.13`

βαβράζων· κεκραγὼς συντόνως

`β.14`

βάβρηκες· τὰ οὖλα τῶν ὀδόντων. οἱ δὲ σιαγόνας. οἱ δὲ τὰ ἐν τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς κατεχόμενα

`β.15`

βαβρήν· ὑπόστασις ἐλαίου, κατὰ Μακεδόνας

`β.16`

βαβύας· βόρβορος, πηλός

`β.17`

βαβύη· χείμαῤῥος. οἱ δὲ πόλις

`β.18`

Βαβύκα· γέφυρα

`β.19`

Βαβυλώνιοι· οἱ βάρβαροι, παρὰ τοῖς Ἀττικοῖς

`β.20`

βαβύρτας· ὁ παράμωρος

`β.21`

βαγαία· ματαία. Λυσικράτης· βαγαία γὰρ ὥς τις ἐπικουρεῖ

`β.22`

βαγαῖος· ὁ μάταιος. ἢ Ζεὺς Φρύγιος.

`β.23`

βάγαρον· χλιαρόν. Λάκωνες

`β.24`

βᾶσαι· εἰσελθοῦσαι

`β.25`

βάγιον· μέγα

`β.26`

βάγος· κλάσμα ἄρτου ἢ μάζης καὶ βασιλεὺς καὶ στρατηγός. Λάκωνες

`β.28`

βαδάς· κίναιδος. ὡς Ἀμερίας

`β.29`

βαδελεγεῖ· ἀμέλγει

`β.30`

βάδην· ἠρέμα σχολῇ. κατὰ βῆμα.

`β.31`

βάδην, περιπάτῳ ἐρχόμενον

`β.32`

βαδδίν· βύσσινον ἔνδυμα ἐξαίρετον

`β.33`

βάδος· ὃ καὶ βάτος. νʹ ξέσται, ἤγουν λίτραι μηʹ

`β.34`

βαδίζει· περιπατεῖ

`β.35`

βάδιος· ... υἱός

`β.37`

βάδομαι· ἀγαπῶ

`β.38`

`β.39`

βαδακίζων· κακῶς ἕρπων

`β.40`

βάζει· λέγει

`β.41`

βάζομεν· λέγομεν

`β.42`

βαθεῖαν· κεκρυμμένην

`β.43`

βαθείης· ὑψηλῆς. μελαίνης. δαψιλοῦς. ἢ βαθέης «ἐξάλλεται» . κεκρυμμένης

`β.44`

βάθιστον· βαθύτατον

`β.45`

βάθρων· θεμελίων, ἢ ἀγαλμάτων

`β.47`

Βαθάλη· κρήνη. Ἀμερίας

`β.48`

βαθμίδες· ἀρχαὶ λόγων

`β.49`

βαθμοί· ἴχνη. πόδες. καὶ δίφροι, παρὰ στρατηγικοῖς ἡ ἐφʼ ἕνα τῆς φάλαγγος στάσις

`β.50`

βάθρα· ἀγάλματα. βάσεις

`β.51`

βάθος· στίχος. ἐπιστάσις καὶ τὸ βαθύ καὶ ὑψηλόν. καὶ μέλαν

`β.52`

βάθρον· βῆμα, βάσις. ὑποπόδιον καὶ ἀνδριάς

`β.53`

βαθύγλωσσοι· ἐλλόγιμοι

`β.54`

βαθυδίνης· ἐν βάθει ἔχων τὰ ῥεύματα, ἢ βαθείας δίνας ἔχων, ἢ μεγάλα ῥεύματα

`β.55`

βαθύζωνοι· εἰς βάθος ζωννύμεναι τοὺς χιτῶνας

`β.56`

βαθυζώνους· ἐν βάθει ζωννυμένας

`β.57`

βαθὺ κομῶσαν ληΐοις· ἐν βάθει ἔχουσαν στάχυας

`β.58`

βαθύκολπος· ἀρχαία παλαιά. κοίλη

`β.59`

βαθυκόλπων Τρωιάδων· ἀπὸ τοῦ μεγέθους. καὶ βαθυζώνων

`β.60`

βαθὺ λήϊον· πολύκαρπον πεδίον

`β.61`

βαθύλειμον· βαθὺν λειμῶνα ἔχουσαν

`β.62`

βαθύμαλλον· κνεωροῦ τοῦ μέλανος τάπης. ἀπὸ ἱστορίας, ἀπὸ κνεωροῦ φυτοῦ, ᾧ ἐχρῶντο πρὸς κάθαρσιν. ἀπὸ δὲ τοῦ αὐτοῦ αὐχμηροῦ

`β.63`

Βαθυμῆδαι· γένος παρὰ Λυδοῖς

`β.64`

βαθυπέπλων· καλὰ ἱμάτια ἐχουσῶν

`β.65`

βαθυρρηγάλη· ἰκτῖνος, ὑπὸ Λυδῶν

`β.66`

βαθύῤῥιζοι· βαθεῖαι

`β.67`

βαθυῤῥόου· βαθέως καὶ ταχέως ῥέοντος

`β.68`

βαθυῤῥίζου πέτρας· τῆς ὑψηλῆς

`β.69`

βαθυσπόρος· βαθεῖαν σπείρων γῆν

`β.70`

Βαιάγις· ἑορτὴ παρὰ Ἀσσυρίοις, ὡς Λέων ὁ Ἀλαβανδεὺς ἐν τρίτῳ

`β.71`

βαίβυκος· πελεκᾶνος Φιλίτας, Ἀμερίας δὲ βαυβυκᾶνας

`β.72`

βαίδειον· ἕτοιμον. Ἠλεῖοι

`β.73`

βαιδύμην· ἀροτριᾶν. Βοιωτοί

`β.74`

βλίσσα· βότρυς

`β.75`

βαιῇσι· μικραῖς

`β.76`

βαιήν· ὀλίγην, μικράν

`β.77`

βαῖκαν· ...... Κρῆτες

`β.78`

βαίκυλος· προβατώδης

`β.79`

βαιμάζειν· βασιλεύειν. ἢ βαστάζειν

`β.80`

βαίμεναι· βαίνειν

`β.82`

βαίνειν· βιβάζειν. πορεύεσθαι. περιπατεῖν

`β.83`

βαίνετον· βαδίσατε. δυϊκῶς

`β.84`

βαῖνον· ἐξέβαινον

`β.85`

βαίνοντα· ἐπιβαίνοντα

`β.86`

βαίομαι· βιώσομαι

`β.87`

βαιόν· ὀλίγον. μικρόν Σοφοκλῆς δὲ Οἰδίποδι Τυράννῳ ἀντὶ τοῦ ἄφθονος καὶ πολλός γράμμα. καὶ ἐν Αἰχμαλωτίσι βαιόν

`β.89`

βαΐς· ῥάβδος φοίνικος. καὶ βαΐων

`β.90`

βαΐς· ῥάβδος φοίνικος. καὶ βαΐων βαισήνης· παρʼ Ἰνδοῖς στρατόπεδον

`β.91`

βαίσηνος· ὁ στρατός

`β.92`

βαισσόν· βάθος

`β.93`

βαίταν· Ἕλληνες

`β.94`

βαιτάς· εὐτελὴς γυνή. ἀρχαία δὲ ἡ λέξις

`β.95`

βαιτάδα· εὐτελὴς γυνή

`β.96`

βαιτρεύειν· ἀροτριᾶν

`β.97`

βαίτιον· βοτάνη ἐμφερὴς δικτάμνῳ, ἤγουν γλήχωνι

`β.98`

βαίτη· δερμάτινον ἔνδυμα, ὅπερ ἔνιοι σισύραν· ἔνιοι δὲ σκηνὴν δερματίνην· οἱ δὲ διφθέραν

`β.99`

Βαίτυλος· οὕτως ἐκαλεῖτο ὁ δοθεὶς λίθος τῷ Κρόνῳ ἀντὶ Διός

`β.100`

βλίτυξ· βδέλλα

`β.102`

βαιῶμφαι· αἱ αἶγες, ἐν ἱερατικῆι

`β.103`

βαιών· ἰχθύς ὁ καὶ βλέννος, παραπλήσιος κωβίῳ. οὕτως καὶ μέτρον παρὰ Ἀλεξανδρεῦσι

`β.104`

Βαιῶτις· Ἀφροδίτη, παρὰ Συρακουσίοις

`β.105`

βακάϊον· μέτρον τι

`β.106`

βάκηλος· ὁ μέγας. ἢ ἀνόητος. ἢ ὁ ἀπόκοπος, ὁ ὑπʼ ἐνίων γάλλος. οἱ δὲ ἀνδρόγυνος. ἄλλοι παρειμένος, γυναικώδης. παρὰ Μενάνδρῳ Ὑμνίδι. καὶ τὸ σύνηθες ἡμῖν

`β.107`

βάκκαρις· μύρον ποιὸν ἀπὸ βοτάνης ὁμωνύμως· ἔνιοι δὲ ἀπὸ μυρσίνης· ἄλλοι δὲ μύρον Λυδόν. ἔστι δὲ καὶ ξηρὸν διάπασμα τὸ ἀπὸ τῆς ῥίζης

`β.110`

βακόν· πεσόν. Κρῆτες

`β.111`

βάκται· ἰσχυροί

`β.112`

βακτηρία· ῥάβδος

`β.114`

βάκτρον· κάμηλος

`β.115`

βακτρεύμασιν· τοῖς ἐρείσμασιν στηριζόμενος

`β.116`

βακχᾶν· ἐστεφανῶσθαι κισσῷ

`β.117`

Βακχέβακχος· ὁ Διόνυσος οὕτως ἐκαλεῖτο ἐν ταῖς θυσίαις

`β.118`

Βακχεία· ἑορτὴ Διονύσου

`β.119`

βακχεύει· μαίνεται τραγῳδεῖ

`β.120`

βακχευθεῖσα· ἐξηχευομένη, ἐξεστηκυῖα

`β.121`

βακχεύοντες· μαινόμενοι, σειόμενοι

`β.122`

βακχεῖον· τελεστήριον. νάρθηξ

`β.123`

Βάκχη· γένος ἀπίου. ἢ μία τῶν Βακχῶν, ἢ τοῦ Διονύσου βακχεύτρια

`β.124`

Βακχιάδαι· οὐ μόνον οἱ Μιλήσιοι, ἀλλὰ καὶ Κορίνθιοι, ἀπὸ Βάκχιδος

`β.125`

βακχία· μανία

`β.126`

βακχόαν· βόθρον. Αἰολεῖς

`β.127`

βάκχος· ὁ ἱερεὺς τοῦ Διονύσου. καὶ κλάδος ὁ ἐν ταῖς τελεταῖς, οἱ δὲ φανὸν λέγουσιν· οἱ δὲ ἰχθύν

`β.128`

Βάκχου Διώνης· οἱ μὲν βακχευτρίας Σεμέλης· οἱ δὲ Βάκχου τοῦ Διονύσου καὶ Ἀφροδίτης τῆς Διώνης. παρόσον διωνυμία περὶ τὴν θεάν. Πράξιλλα δὲ ἡ Σικυωνία Ἀφροδίτης παῖδα τὸν θεὸν ἱστορεῖ

`β.129`

βάκχυλον· σποδίτην ἄρτον. Ἠλεῖοι

`β.130`

βάκχον· κλαυθμόν. Φοίνικες

`β.132`

βαλαιόν· μέγα, πολύ. οἱ δὲ ταχύ

`β.133`

βάλανοι· δρύες. βάξιν· φήμην

`β.134`

βαλάντιον· μαρσίππιον

`β.135`

βαλβῖδες· ὕσπληγες

`β.136`

βαλβίς· ἀφετηρία. καὶ ἡ ἀρχὴ τῆς εἰσόδου καὶ ἐξόδου. καὶ ἡ ἄφεσις τῶν ἵππων. καὶ ἡ θύρα τοῦ ἱππικοῦ. ἔνιοι δὲ καμπτῆρα. καὶ παρὰ Ἱπποκράτει βαλβιδῶδες τὸ ἔχον ἑκατέρωθεν ἐπαναστάσεις. ἔστιν δὲ καὶ βαθμός, καὶ ἔρεισμα

`β.137`

βάλε· ἔρριψε. ἢ ὄφελον

`β.138`

βαλεῖν· τρῶσαι, πλῆξαι

`β.139`

βάλεκες· δεσμωτήριον

`β.140`

βάλλε· ἐτίτρωσκεν

`β.141`

βάλλετο· περιεβάλλετο

`β.142`

βάλλετον· βάλλουσιν. δυϊκῶς

`β.143`

βαλίαν· κατάστικτον ποικίλον. ταχύ. ἐλαφρόν

`β.144`

βαλανάγρα· κλείς

`β.145`

βαλανεύειν· λαμπροφωνεύεσθαι. παρόσον οἱ βαλανεῖς, ὅταν παραχέωσιν τὸ ὕδωρ, κραυγάζουσιν

`β.146`

βαλανεύς· πολυπράγμων, περίεργος. καὶ παραχύτης

`β.147`

βαλανομφάλους· οὕτω Κρατῖνος ὠνόμασε τὰς φιάλας τὰς ἐχούσας ὀμφαλοὺς ἄνευ προσώπων, ὁποῖοι οἱ θόλοι ἐν τοῖς βαλανείοις οἱ δὲ ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς πυέλοις

`β.148`

βάλανοι· τὰ ἐξηρτημένα τῶν ὅρμων περὶ τὸν τράχηλον. καὶ τῶν δρυῶν ὁ καρπός, καὶ ὁ τῶν φοινίκων. καὶ κλεῖδες, καὶ ἰατροὶ τὰ ἐντιθέμενα τῇ ἕδρᾳ βαλάνους λέγουσιν

`β.149`

βάλαρες· οἱ μαλακοί, βανά γὰρ γυνὴ παρὰ Βοιωτοῖς

`β.150`

βαλάσαι· ἀγοράσαι

`β.151`

βαλαύστιον· εἶδος ῥοιᾶς, φέρον ἄνθος ἁρμόζον πρὸς θεραπείαν

`β.152`

βαλβιδοῦχον· τερματοῦχον

`β.153`

βαλῆρα· ἀχρεῖα

`β.154`

βαλήν· βασιλεύς. Φρυγιστί

`β.155`

βάλλεκα· ψῆφον

`β.156`

βαλία· ὀφθαλμία. καὶ τὸν βάλιον πηρόν· Κρῆτες

`β.158`

Βαλιαρίδες· νῆσοι αἱ περὶ Κύρνον. αἱ δὲ αὐταὶ καὶ Γυμνησίαι

`β.159`

βαλικιώτης· συνέφηβος. Κρῆτες

`β.160`

βαλιῶται· πρόγονοι

`β.161`

βαλλαντιοτόμος· κλέπτης

`β.162`

βάλλαρις· βοτάνη τρίφυλλος

`β.163`

βᾶλλαι· βαθμοί, ὑπὸ Κυπρίων

`β.164`

βάλλʼ ἐς Ἄκραν· οἱ μὲν ἄκρα πλησίον Λέσβου· οἱ δὲ Ἀκτήν

`β.165`

βάλλʼ ἐς Μακαρίαν· Ἡρακλέους θυγάτηρ Μακαρία, ἣν λόγος κατὰ τὴν Εὐρυσθέως ἐπὶ τὰς Ἀθήνας στρατείαν αὐτοκέλευστον ἑαυτὴν ὑπὲρ τῆς πόλεως εἰς. σφαγὴν ἐπιδοῦναι

`β.166`

βαλλήσομεν· βαλοῦμεν

`β.167`

Βαλλητύς· ἑορτὴ Ἀθήνησιν, ἐπὶ Δημοφῶντι τῷ Κελεοῦ ἀγομένη

`β.168`

βαλλήιαι· οἱ ἀκροβολισμοί

`β.169`

βαλμός· στῆθος

`β.170`

βαλλομένων· καταστρεφομένων

`β.171`

βαλοιτήσειρον· παρὰ τὸ διεστραμμένον εἶναι τοὺς πόδας

`β.172`

βαλόν· οὐδόν. καὶ οὐρανόν. καὶ βαλός

`β.173`

βάλσαμον· ἀρωματικὸν ἄνθος

`β.174`

βᾶμα· βάσις, βῆμα

`β.175`

βάμβαλα· χειμερινὰ ἱμάτια

`β.176`

βάμβαλον· ἱμάτιον. καὶ τὸ αἰδοῖον. Φρύγες

`β.177`

βαμβαλεῖν· τρέμειν. ψοφεῖν τοῖς χείλεσι

`β.178`

βαμβαίνων· τρέμων τοῖς ποσίν, ἢ τοὺς ὀδόντας συγκρούων

`β.179`

βαμβακεύτριαι· μαγγανεύτριαι. οἱ δὲ φαρμάκισσαι. οἱ δὲ λαλοῦσαι· τὸ δὲ βαμβακείας χάριν· φαρμακείας χάριν

`β.180`

βαμβαλύζει· τρέμει. τοὺς ὀδόντας συγκρούει. ῥιγοῖ σφόδρα

`β.181`

βάμμα· τὸ χρῶμα. καὶ μύρου τι γένος. καὶ τὸ ἔμβαμμα. Συρακούσιοι

`β.182`

βάμμα Κυζικηνόν· Κυζικηνοὶ διὰ τὸ Ἴωνες εἶναι ἐκωμῳδοῦντο ἐπὶ μαλακίᾳ

`β.183`

βάμμα Σαρδανιακόν· τὸ φοινικοῦν. διάφορα γὰρ ἦν τὰ ἐν Σάρδεσι βάμματα.

`β.184`

βανά· γυνή, ὑπὸ Βοιωτῶν

`β.185`

βαναυσίας· ἰδιωτείας. ἢ ἀλογίας

`β.186`

βαναυσία· πᾶσα τέχνη διὰ πυρός. κυρίως δὲ ἡ περὶ τὰς καμίνους. καὶ πᾶς τεχνίτης χαλκεὺς ἢ χρυσοχόος βάναυσος

`β.187`

βανῆκας· γυναῖκας. Βοιωτοί

`β.188`

βάναυσοι τέχναι·  <span class="gap">…</span>

`β.189`

βανόν· λεπτόν

`β.190`

βάνισος· εἶδος θυμιάματος

`β.191`

βαυκόν· μωρόν

`β.192`

βαθίοι· τόποι

`β.193`

βάννας· βασιλεὺς παρὰ Ἰταλιώταις. οἱ δὲ μέγιστος ἄρχων

`β.194`

βαννάται· αἱ λοξοὶ καὶ μὴ ἰθυτενεῖς ὁδοὶ παρὰ Ταραντίνοις. τὸ δὲ αὐτὸ καὶ βάννατροι

`β.195`

βάννεια· τὰ ἄρνεια. καὶ βάννιμα τὸ αὐτό

`β.197`

βανθῶσαι· σκοτοδινιᾶσαι

`β.198`

βανούς· ὄρη στρογγύλα

`β.199`

βανύσει· μωραίνει, ἐπιμαίνεται

`β.200`

βάξις· λόγος, φωνή κληδών

`β.201`

βάξον· κάταξον. Λάκωνες

`β.202`

βαπαίνει· παρακαλεῖ

`β.203`

βάρ· μικρόν

`β.204`

βαπτάν· ἀντλουμένην, βαπτομένην

`β.205`

βάρα· νόσημά τι καρηβαρικόν. ἢ θρέμματα. Λάκωνες

`β.206`

βάραθρον· ὄρυγμα, βάθος γῆς, βόθρος

`β.207`

βαρακινῇσιν· ἀκάνθαις. σκόλοψι

`β.208`

βαράχνια· τὰ βραγχία τῶν ἰχθύων

`β.209`

βάρβαροι· οἱ ἀπαίδευτοι

`β.210`

βαρβαρισμός· παράτονος διάλεκτος

`β.211`

βάρβιτος· εἶδος κιθάρας, ἢ ὀργάνου μουσικοῦ. ἢ λύρα. οὕτως καὶ βαρβίτῳ· τῇ λύρᾳ, τῇ κιθάρᾳ

`β.212`

βαρβός· μύστρον ἐν Θεσμοφοριαζούσαις

`β.213`

βάρακες· τὰ προφυράματα τῆς μάζης. Ἀττικοὶ δὲ βήρηκας. δηλοῖ δὲ καὶ τὴν τολύπην

`β.214`

βάρακος· ἰχθὺς ποιός

`β.215`

βάρακον· τὸν ἄνουν, καὶ βάρβαρον

`β.216`

βάρβαξ· ἱέραξ, παρὰ Λίβυσι.

`β.217`

βάρβαρα· ἀσύνετα. ἄτακτα

`β.218`

βαρβαρόφωνοι· οἱ Ἠλεῖοι καὶ οἱ Κᾶρες, ὡς τραχύφωνοι καὶ ἀσαφῆ τὴν φωνὴν ἔχοντες

`β.219`

βαρυόπην· βαρύφωνον

`β.220`

βάρακος· βάτραχος

`β.221`

βαρακίς· γλαύκινον ἱμάτιον

`β.222`

βαρακάκαι· ἅγιοι διαφέραι, παρὰ Κελτοῖς

`β.223`

βάρδιστοι· βραδύτατοι κατὰ ἀντίθεσιν τοῦ ρ, ὡς κραδία ἡ καρδία

`β.224`

βαρδῆν· τὸ βιάζεσθαι γυναῖκας. Ἀμπρακιῶται

`β.225`

βαρδοί· ἀοιδοὶ παρὰ Γαλάταις

`β.226`

βαρεῖα χείρ· ἡ μιαιφόνος

`β.228`

βαρείης· ἰσχυρᾶς. βλαβερᾶς

`β.229`

βᾶριν ἀπέλαγον· τὸν δούριον ἵππον

`β.230`

Βαρθει ...· γένος ἰθαγενῶν

`β.231`

βάριον· πρόβατον.

`β.232`

βᾶρις· πλοῖον. ἢ τεῖχος. ἢ στοά. ἢ πύργος

`β.233`

βαρισίκται· οἱ μὴ γεννῶντες

`β.234`

βάριχοι· ἄρνες

`β.235`

Βάρκη· πόλις Λιβύης

`β.236`

βαρκίων· βοτάνη τις ἐν Αἰγύπτῳ

`β.237`

Βαρκαίοις ὄχοις· Λιβυκοῖς. οὗτοι γὰρ ἐσπούδαζον περὶ ἱπποτροφίαν. φασὶν αὐτοὺς καὶ πρώτους ἅρμα ζεῦξαι διδαχθέντας ὑπὸ Ποσειδῶνος, τὸ δὲ ἡνιοχεῖν ὑπὸ Ἀθηνᾶς, ὡς Μνασέας ἐν τοῖς περὶ Λιβύης

`β.238`

βαρμίγκαλλος· ὑπέρκαλλος

`β.239`

Βᾶρος· ὄνομα κύριον

`β.240`

βάρρει· ἀπόλωλε

`β.241`

βαρραχεῖν· σκιρτᾶν

`β.242`

βαρύαρον· ἰσχυρόν. στερέμνιον

`β.243`

βαρύ· τινὲς μέν φασι θυμίαμα εὐῶδες. δηλοῖ δὲ καὶ μέγα, καὶ χαλεπόν, καὶ ἰσχυρόν, καὶ ἀναιδές

`β.244`

Βαρυγέτας· βάρος μὲν ἔχοντας, Γέτας δὲ ὄντας

`β.245`

βαρυβρόμου· μεγαλοφώνου

`β.246`

βαρύες· δένδρα

`β.247`

βαρυθυμήσαντος· ὀλιγωρήσαντος

`β.248`

βαρύθων· βεβαρημένος

`β.249`

Βαρούχ· εὐλογημένος

`β.250`

Βαρθολομαῖος· υἱὸς κρεμάσας ὕδατα

`β.251`

βαρύκαν· σφῦραν

`β.252`

βάρκα· αἰδοῖον, παρὰ Ταραντίνοις. καὶ περόνη

`β.253`

βαρυκάρδιοι· ἀσύνετοι, μωροί

`β.254`

βαρὺν ἀστράγαλον· δυσκίνητον

`β.255`

βαρύνει· ὀδυνᾷ.  <span class="gap">…</span> ων· κωλύων

`β.256`

βάρυνθεν· ἐβαρύνθησαν Αἰολικῶς

`β.257`

βαρύκτυπος· μεγαλόηχος, μεγαλόψοφος

`β.258`

βαρύς· κακός. ἀηδής. σκληρός

`β.259`

βαρύστονος· κακοδαίμων

`β.260`

βαρυσυμφορώτατος· βαρέως φέρων τὰς συμφοράς

`β.261`

βαρὺ τὸ σκάφιον· τοῦτο λέγεται ἐπὶ τῶν δυσαρεστουμένων

`β.262`

βαρίβαν· τὸν ναυσιβάτην, ἐν ναυσὶν ἐλθόντα

`β.263`

βάς· ἐπιβάς

`β.265`

βασαγεῖ· ἀλεσχοῖ

`β.266`

βασάν· αἰσχύνη

`β.267`

βασαγικόρος· ὁ θᾶσσον συνουσιάζων, παρὰ Ἱππώνακτι

`β.268`

βασανεύεται· διελέγχεται. ἢ διακρίνεται. βασανίζεται

`β.269`

βασανιστής· ὁ δημόκοινος καὶ παρὰ τῶν ἀνδραπόδων τὴν ἀλήθειαν πυνθανόμενος

`β.270`

βασανίτης λίθος· οὕτω λέγεται Λυδικοῦ λίθου γένος. καὶ λίθος βάσανος, ᾧ παρατρίβοντες τὸ χρυσίον ἐδοκίμαζον

`β.271`

βάσανος· δοκιμασία

`β.272`

βαθανίαν· νεοσσείαν. Κρῆτες

`β.273`

βασιλεύει· κρατεῖ, ἄρχει

`β.274`

βασίλειοι δικασταί· παρὰ Ἡροδότῳ οἱ βασιλεῖ παράνομον ἐργαζομένῳ ἐναντιούμενοι

`β.275`

βασίλεια· γένος ἰσχάδων

`β.276`

βασίλειον· εἶδος μύρου

`β.277`

βασίλειος στοά· δύο εἰσὶν Ἀθήνησιν βασίλειοι στοαί, ἥ τε τοῦ λεγομένου Βασιλέως, καὶ ἡ Διὸς τοῦ Ἐλευθερίου

`β.278`

βασιλειῶντα· βασιλείᾳ ἐπιβαλλόμενον

`β.279`

βασιλεύς· ἄρχων τις Ἀθήνησιν, μυστηρίων προνοῶν

`β.280`

βασίλη· βασίλεια. Σοφοκλῆς Ἰφιγενείᾳ

`β.281`

βασιλέως ὀφθαλμός· ἐπέμπετό τις ὑπὸ βασιλέως ἐπίσκοπος, ὃς ἐφεώρα τὰ πράγματα, ὃν τοῦ βασιλέως ὀφθαλμὸν ἐκάλουν

`β.282`

βασιλίδες· ὑπόδημα γυναικεῖον, καὶ αὐλητικόν, ὡς Ἐρατοσθένης ἀπὸ τοῦ βασιλέως κληθέν

`β.283`

βασιλῆα· βασιλέα Ἀττικῶς

`β.284`

βασιλίνδα· παιδιᾶς εἶδος, ᾗ βασιλέας καὶ στρατιώτας ἀπομιμούμενοι ἐχρῶντο ... παρὰ Ταραντίνοις δὲ καὶ ἡ Ἀφροδίτη Βασιλίς

`β.285`

βάσιμα· ἐπίβατα

`β.286`

βάσιμον· ἑδραῖον, βέβαιον, στάσιμον. ἢ πορευτικόν

`β.287`

βάσις· ὁ ῥυθμός. δηλοῖ καὶ τὴν πορείαν. καὶ βῆμα. καὶ ὁδόν

`β.288`

βάσις· στήριγμα. ἕδρα. στάσις. Σ ῥυθμός. πορεία. βῆμα. ὁδός

`β.289`

βάσκα· μακέλη

`β.290`

βασκαίνει· λυπεῖ. φθονεῖ. μέμφεται

`β.291`

βάσκανος· φθονερός. Σοφοκλῆς δὲ ἰδίως τὸ βάσκανον ἐπὶ τοῦ ἀχάριστος. καὶ ὁ συκοφάντης παρὰ τοῖς ῥήτορσιν

`β.292`

βασκαρίζειν· σκαρίζειν. Κρῆτες

`β.293`

βασκάς· ὄρνεόν τι

`β.294`

βασκεπικρολεα· πλησίον ἐξεθόαζε. Λυδιστί

`β.295`

βάσκε· πορεύου ἀνάστηθι

`β.296`

βάσκειν· κακολογεῖν καὶ ἀναστῆναι

`β.297`

βασκευταί· φασκίδες. ἀγκάλαι

`β.298`

βάσκʼ ἴθι· ἐκ παραλλήλου· πορεύου

`β.299`

βάσκιοι· δεσμαὶ φρυγάνων

`β.300`

βάσκιλλος· κίσσα

`β.301`

βάσκον· ἐχώρουν

`β.303`

βασμός· βαθμός

`β.304`

βασσαίας· τὰς ἐν βήσσῃ γεγονυίας. ἔλεγον δὲ βήσσας τοὺς κοίλους καὶ δενδρώδεις τόπους. ἔνιοι τοὺς βασίμους τῶν ὀρῶν

`β.305`

βασσάραι· χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾴκιαι Βάκχαι

`β.306`

βάσσαρος· ἀλώπηξ παρὰ Κυρηναίοις

`β.307`

βασσάρια· τὰ ἀλωπέκια οἱ Λίβυες λέγουσιν

`β.308`

βᾶσσος· οὐδετέρως· ἡ βῆσσα

`β.309`

βασταγή· βάρος

`β.310`

βαστά· ὑποδήματα. Ἰταλιῶται

`β.311`

Βάστας ὁ Χῖος· Δημοκρίτου ἐπώνυμον, καθὰ καὶ Εὔπολις ἐν Βάπταις. ἔστι δὲ ἱστοριογράφος

`β.312`

Βάτα Κάρας· δύο ταῦτα ὀνόματα. ἐπιγέγραπται δὲ ἐπὶ ἀναθήματος ἐν Σάμῳ ἐν τῷ τῆς Ἥρας ἱερῷ οὕτω· Βάτα Κάρας Σάμιος Ἥρῃ τήνδε θήρην ἀνέθηκε

`β.313`

βάστακας· τοὺς πλουσίους καὶ εὐγενεῖς

`β.314`

βαστιζα κρόλεα· θᾶσσον ἔρχου. Λυδιστί

`β.315`

βαστραχηλίζει· τραχηλίζει

`β.316`

βάστραχας· τοὺς τραχήλους. Βοιωτοί

`β.317`

Βάταλος· καταπύγων καὶ ἀνδρόγυνος κίναιδος. ἔκλυτος

`β.318`

βατάνια· τὰ λοπάδια. ἡ δὲ λέξις Σικελική

`β.319`

βαταίνει· καλεῖ

`β.320`

βαθάρα· πυκλιή, Μακεδόνες. πυρλός, Ἀθαμᾶνες

`β.321`

βατᾶς· ὁ καταφερής. Ταραντῖνοι

`β.322`

βατήν· αἰχμήν.

`β.323`

βατήρ· βαίνων. βαδιστικός

`β.324`

βατῆρα· τὸ ἄκρον τοῦ σκάμματος τῶν πεντάθλων, ἀφʼ οὗ ἅλλονται τὸ πρῶτον

`β.325`

βατηρίαν· ῥάβδον. καὶ βακτηρίαν

`β.326`

βάτης· πίθηκος. ἀναβάτης

`β.327`

βάτια· ὁ τῆς συκαμίνου καρπὸς ὑπὸ Σαλαμινίων, καλεῖται δὲ καὶ ἅβρυνα ἢ μόρα

`β.328`

βατίδες· εἶδος ἰχθύος πλατύ· διαφέρει δὲ τοῦ βάτου ἰχθύος, ὡς Ἀριστοτέλης ποιεῖ φανερόν

`β.329`

Βατίεια· πόλις Τρωϊκή

`β.330`

βατιάκη· φιάλη. οἱ δὲ εἶδος ποτηρίου

`β.331`

Βατιῆθεν· ἐκ δήμου Βατῆς, τῆς Αἰγηΐδος φυλῆς

`β.332`

βάτηρος· ἐξ ἐχίνου σφάκελος

`β.333`

βατόν· βάσιμον, ἐν ᾧ δύναταί τις ἐπιβαίνειν

`β.334`

βάτινος· δαυλός. Μεσήνιοι

`β.335`

βάτος καὶ βατίς· ἰχθύες διαφέρουσιν ἀλλήλων. καὶ ἀκάνθης εἶδος

`β.336`

βατός· διαπεράσιμος τόπος Σ ἡ δὲ ἄκανθα βάτος

`β.337`

βαπταῖς· πορφυρίσιν

`β.338`

βατταρισταῖς· τοῖς βατταρίζουσιν

`β.339`

βατεῖν· πορεύειν. πορεῖν

`β.340`

βαττολογία· ἀργολογία. ἀκαιρολογία

`β.341`

βάτρα καὶ βάττος· βάσις καὶ βασιλεύς

`β.342`

βάτραχος· ἐσχάρας εἶδος

`β.343`

βατραχίς· ἱματίου εἶδος

`β.344`

βατραχίς· ἱματίου χρῶμα, ὃ βάπτεται ὑπὸ βατραχίου πόας

`β.345`

βατραχίσκοι· μέρος τι τῆς κιθάρας

`β.346`

βατταρίζειν· ἐμοὶ μὲν δοκεῖ κατὰ μίμησιν τῆς φωνῆς πεποιῆσθαι, ὡς τὸ ποππύζειν. λέγουσι δέ τινες ἀπὸ Βάττου τοῦ ἰσχνοφώνου πεποιῆσθαι, ᾧ καὶ ἡ Πυθία εἶπεν· «Βάττʼ ἐπὶ φωνὴν ἦλθες» ἔστι δὲ ἀσήμως φθέγγεσθαι, ποππύζειν, τραυλίζειν.

`β.347`

βατταρισμοῖς· φλυαρίαις

`β.349`

Βάττος· βασιλεύς, τύραννος· Λίβυες. —τραυλόφωνος, ἰσχνόφωνος

`β.350`

Βάττου σίλφιον· παροιμία ἐπὶ τῶν τὰς ὑπερβαλλούσας τιμὰς εὑρισκομένων. Μετενήνεκται δὲ ἀπὸ τοῦ Κυρηναίους ἑνὶ τῶν Βαττιαδῶν μεταδοῦναι ἐξαίρετον σίλφιον, ὃ ἐκτετίμηται παρʼ αὐτοῖς, ὥστε καὶ ἐν τῷ νομίσματι ὅπου μὲν Ἄμμωνα, ὅπου δὲ σίλφιον ἐγκεχαράχθαι

`β.351`

Βάττου σκοπιά· χωρίον Λιβύης, ἀπὸ Βάττου

`β.352`

βᾶϋ· εἶδος ἄνθους

`β.353`

βαυβᾷ· κοιμίζει

`β.354`

βαυβᾶν· καθεύδειν

`β.355`

βαυβυκᾶνες· πελεκᾶνες

`β.356`

Βαυβώ· τιθήνη Δήμητρος. σημαίνει δὲ καὶ κοιλίαν, ὡς παρʼ Ἐμπεδοκλεῖ

`β.357`

βαΰζειν· ὑλακτεῖν ἀσαφῶς λέγειν

`β.359`

βαυκά· ἡδέα

`β.360`

βαυκαλᾶν· κατακοιμίζειν. τιθηνεῖν τὰ παιδία μετʼ ᾠδῆς κοιμίζειν

`β.362`

βαυκαλιζόντων· τιθηνούντων

`β.363`

βαυκίδες· εἶδος ὑποδήματος γυναικείου

`β.364`

βαυκίζεσθαι· θρύπτεσθαι

`β.365`

βαυκιζόμενον· τρυφερὸν καὶ ὡραϊστήν

`β.366`

βαυκίσματα· τρυφερώματα

`β.367`

βαυκισμός· Ἰωνικὴ ὄρχησις. καὶ εἶδος ᾠδῆς πρὸς ὄρχησιν πεποιημένον

`β.368`

βαύνη· κάμινος ἢ χωνευτήριον

`β.369`

βαῦνοι· χυτρόποδες καὶ κάμινοι. ἔνιοι δὲ καὶ ἐφʼ ὧν ἐπικαθίζουσι

`β.370`

βαῦνος· χυτρόπους

`β.371`

βαφά· ζωμός. Λάκωνες

`β.372`

βάφιον· ὀξύβαφον. Ταραντῖνοι

`β.373`

βακχεία· τελετὴ ἐν ὀρχήσει χορεία

`β.374`

βάχθει· τέλμα ὕδατος. ἢ βάθος

`β.375`

βάψας· δεύσας. πλεύσας, ἢ τὴν κώπην βάψας

`β.376`

βδάλλει· ἀμέλγει

`β.377`

βδαλοί· ῥαφίδες θαλάσσιαι. καὶ φλέβες κρισσώδεις

`β.378`

βδάλληται· θηλάζηται, ἢ ἀμέλγηται

`β.379`

βδαροί· δρύες, δένδρα

`β.380`

βδέλλα· εἶδος σκώληκος ἢ βδέλλιον

`β.382`

βδελυγμίαις· δυσωδίαις

`β.383`

βδελυγμίαι· ναυσίαι

`β.384`

βδελυκτός· μισητός ἐξουδενημένος καὶ βδελυρός

`β.385`

βδελύξεται· μισήσει

`β.386`

βδελυρά· μίσους ἀξία

`β.387`

βδελυροί· μισητοί, κακοί, ἐξουδενημένοι

`β.388`

βδελυρῶν· ὑφορωμένων, μισητῶν

`β.390`

βδελυσσόμενοι· μισοῦντες

`β.391`

βδελύττεται· μισεῖ ὑφορᾶται

`β.392`

βδύλλων· τρέμων. ἢ βδέων

`β.393`

βδύλλειν· δεδιέναι, τρέμειν ἢ βδεῖν

`β.394`

βδέννυσθαι· κενοῦσθαι κοιλίαν

`β.395`

βεβάασι· βεβήκασιν. ἐνεστήκασι. παρεληλύθασι

`β.396`

βεβαδικώς· παρών

`β.397`

βεβαίαν· ἀσάλευτον, μένουσαν

`β.398`

βέβαιον· ἀσάλευτον, ἀσφαλές, ἀμετάβλητον

`β.399`

βεβαιῶ· κυρῶ

`β.400`

βεβαιώσεως δίκην· τὸ ἐπὶ τῶν ὠνησαμένων τὸ μετὰ ταῦτα ἀμφισβητούμενον

`β.401`

βέβακεν· οἴχεται. ἀπέθανεν

`β.402`

βέβακται· εἴρηται

`β.403`

βεβάμεν· βεβηκέναι

`β.404`

βέβασις· τὸ εὐζόμενον

`β.405`

βεβαώς· βεβηκώς ἱστάμενος

`β.406`

βεβῶσα· βεβηκυῖα. ἢ περιβεβηκυῖα

`β.407`

βέβηκεν· οἴχεται. τέθνηκε, πεπόρευται

`β.408`

βέβηκα· ἵσταμαι

`β.409`

βεβήκει· ἐπορεύετο ἥδραστο, πεπαγίωτο

`β.410`

βεβηκός· ἀσφαλές

`β.411`

βεβηκότας· βεβαίως ἐνεστηκότας

`β.412`

βέβηλον· τὸ μὴ ἱερὸν καὶ ἄθεον. καὶ ἀβέβηλον· τὸ θεῖον

`β.413`

βέβηλος· ἀνίερος. ἀμύητος

`β.414`

βεβηλοῦνται· μιαίνονται. ἁμαρτάνουσιν

`β.415`

βεβίηκε· βεβίασται

`β.416`

βεβίωκα· ἔζησα

`β.417`

βεβιωμένα· ἃ ἐπράξαμεν

`β.418`

βεβλημένος· τετρωμένος

`β.419`

βεβλήκει· ἔβαλε

`β.420`

βέβλεσθαι· μέλειν. φροντίζειν

`β.421`

βέβλην· μέλειν

`β.422`

βεβλιχασμένον· μεμολυσμένον

`β.423`

Βεθηλ· οἶκος θεοῦ

`β.424`

βέβλωκεν· ἠρεμεῖ. φύεται, φαίνεται

`β.425`

βεβολημένος· βεβλημένος. ἠπορημένος. τεταραγμένος ἢ τετρωμένος

`β.426`

βεβολήατο· τέτρωντο

`β.427`

βεβοημένα· διαβόητα

`β.428`

βεβουκόλημαι· πέπαιγμαι πεπλάνημαι

`β.429`

βεβράδα· ἀθερίνην

`β.430`

βεβράξαντα· συντόνως κεκραγότα. Λέγουσι γὰρ τὸ ἔνδον τῶν σιαγόνων μέρος βέβρηκας

`β.431`

βεβρασμένων· τετιναγμένων

`β.432`

βέβρηκες· τὸ ἔνδον τῶν σιαγόνων μέρος

`β.433`

βεβρενθυμένον· παρὰ Ἱππώνακτι ὀργιζόμενον

`β.434`

βεβρίθασι· βεβαρημέναι εἰσίν, οἱ δὲ πεπληρωμέναι. Βρῖθος γὰρ τὸ βάρος καὶ ἡ ἰσχύς

`β.435`

βέβριθε· βεβάρηται

`β.436`

βεβριθυῖαι· βαρεῖαι, ἰσχυραί

`β.437`

βεβριθώς· βαρούμενος

`β.438`

βεβρεγμένος· ὑπομεθύων

`β.439`

βέβροξ· ἀγαθός, χρηστός, καλός

`β.440`

βεβρός· ψυχρός, τετυφωμένος

`β.441`

βεβροτωμένα· ᾑματωμένα, μεμολυσμένα

`β.442`

βέβρυχεν· ἤχησε

`β.443`

βεβρυχότες· θυμοφονοῦντες

`β.444`

βεβρώθοις· καταφάγοις

`β.445`

βεβυκῶσθαι· πεπρῆσθαι, παρὰ Θετταλοῖς

`β.446`

βεβυλλῶσθαι· βεβύσθαι

`β.447`

βεβυσμένη· πεπληρωμένη πεφραγμένη

`β.448`

βεβυσμένον· πλῆρες

`β.449`

βεβῶτα· βεβηκότα

`β.450`

Βεβέηκος· ὁ Ἠριδανὸς ὑπὸ τῶν Ἐνετῶν

`β.451`

βειέλοπες· ἱμάντες, οἷς ἀναδοῦσι Λακεδαιμόνιοι τοὺς νικηφόρους

`β.453`

βεικάδες· δέρματα θρεμμάτων νόσῳ θανόντων. Λάκωνες

`β.454`

βείκατι· εἴκοσι. Λάκωνες

`β.455`

Βεζέκ· ἀστραπή τις. Ἰεζεκιήλ

`β.456`

βιβάσθων· κατʼ ὀλίγον προβάς

`β.457`

βειλαρμοστάς· ἰλάρχας. Ταραντῖνοι

`β.458`

βείῃ· ζήσεις βιώσεις, βιώσῃ πορεύσῃ

`β.459`

βείομαι· πορεύσομαι. ζήσομαι

`β.460`

βείομεν· πορευθῶμεν. ζήσωμεν

`β.461`

βείρακες· ἱέρακες

`β.462`

βειρακή· ἡ ἁρπακτική

`β.463`

βείριξ· ἔλαφος

`β.464`

βειρόν· δασύ

`β.465`

βεικηλᾶ· νωχελῆ. ἀχρεῖα. Λάκωνες

`β.466`

βινεῖν· παρὰ Σόλωνι τὸ βίᾳ μίγνυσθαι. τὸ δὲ κατὰ νόμον ὀπύειν

`β.467`

βινητιᾶν· τὸ πασχητιᾶν. καὶ τὸ ὄρεξιν ἐπὶ συνουσίαν ἔχειν

`β.468`

βείω· πορευθῶ

`β.470`

βεικούς· τοὺς πίθους

`β.471`

βεκάς· μακράν

`β.472`

βεκός· ἄρτος. Φρύγες

`β.473`

βεκῶς· μακρόθεν

`β.474`

βεκκεσέληνος· σεληνόπληκτος

`β.475`

βεκός· ἀνόητος

`β.476`

βέλα· ἥλιος, καὶ αὐγή, ὑπὸ Λακώνων

`β.477`

βελάς· εἴρων, καὶ καταγελαστής

`β.478`

Βελβίνα· κώμη Λακωνική

`β.479`

Βελέβατος· ὁ τοῦ πυρὸς ἀστήρ. Βαβυλώνιοι

`β.480`

βελεβέκη· βελόνη.

`β.482`

βέλεμνα· βέλη, τόξα

`β.483`

βελέων· βελῶν

`β.484`

βέλεα· βέλη

`β.485`

βέλεκκος· ὄσπριόν τι ἐμφερὲς λαθύρῳ μέγεθος ἐρεβίνθου ἔχον

`β.486`

βελάσεται· ἡλιωθήσεται

`β.488`

βέλλειν· μέλλειν

`β.489`

Βέλλερος· ὑπὸ Βελλεροφόντου κτανθείς. ἢ ὁ Βελλεροφόντης

`β.490`

βέλλιον· ἀτυχές. Κρῆτες

`β.491`

βέλιαι· διάβολοι εὐκίνητοι

`β.492`

Βελίαρ· δράκων

`β.493`

βέλλιρ· τρυφαλίς. Λάκωνες

`β.494`

βεελφεγώρ· εἴδωλον τοῦ Βήλ

`β.495`

βελλούνης· τριόρχης. Λάκωνες

`β.496`

βελονοποικίλτης· ὁ τῇ ῥαφίδι ὕφη ποιῶν καὶ ζωγραφῶν

`β.497`

βέλος· μάχαιρα. τραῦμα. ἀκίς. καὶ πᾶν τὸ βαλλόμενον. καὶ τὴν ἀλγηδόνα βέλος λέγει

`β.498`

Βέλτη· χωρίον Φρυγιακόν

`β.499`

βέλτερον, βέλτιον, κρεῖσσον, ἄμεινον, κάλλιον

`β.500`

βελτιωτέρας· τὰς βελτίους. Τελέσιλλα

`β.501`

βελτός· ὁ βλητός

`β.502`

βέμβιξ· ῥόμβος. στρέβλα. δίνη. ἢ συστροφὴ ἀνέμου

`β.503`

βέμβικος δίκην· ῥόμβου τρόπον. ἐπὶ τοῦ φεύγοντα μὴ ἐπʼ εὐθείας τὴν φυγὴν ποιεῖσθαι, ἀλλʼ εἱλεῖσθαι

`β.505`

βεμβικίζει· ῥομβεῖ. στρέφει. διώκει

`β.507`

βεμβίδιον· ἰχθύδιον λεπτόν

`β.508`

βέμβλωκεν· ἐντυγχάνει. ἕστηκε. πάρεστι

`β.510`

βεβροντῆσθαι· παραπεφρονηκέναι

`β.512`

βέμβιξ· κῶνος. τροχός

`β.513`

βεμβρεῖ, βεμβρεύει· δινεύει

`β.514`

Βενδῖς· ἡ Ἄρτεμις, Θρᾳκιστί· παρὰ δὲ Ἀθηναίοις ἑορτὴ Βενδίδεια

`β.515`

βένθεσι· βάθεσι

`β.516`

βένθος· βάθος. πυθμήν

`β.517`

βερβίνια· ξύλα καθηλωμένα, ἐξ ὧν τὰς ληκύθους ἐκρέμων . οἱ δὲ γένος τι Ἀρκαδικὸν τοὺς Βερβενίους

`β.518`

Βεργαῖος· ὁ ἀπὸ πόλεως βέργης

`β.519`

Βέργιος· ποταμὸς ἐν Λιβύῃ

`β.520`

βέρεθρον· βάθος. βάραθρον. κατώτατον. ἔσχατον ἢ πηλώδης τόπος. ἢ κοίλωμα καταχθόνιον

`β.521`

Βερεκύνδαι· δαίμονές τινες

`β.522`

Βερεκύνται· Φρυγῶν τι γένος. καὶ πρότερον Βερεκυντία ἡ Φρυγία. καὶ αὐλὸς Βερεκύντιος

`β.523`

Βερέκυντα βρόμον· Φρύγιον αὐλόν. Σοφοκλῆς Ποιμέσιν

`β.524`

Βερεκυντίας· ἄνεμος οὕτως καλούμενος

`β.525`

Βερενίκης πλόκαμος· τοῦτον κατηστερίσθαι φησὶ Κόνων. καὶ βόλος δέ τις ἀστραγάλων οὕτω καλεῖται

`β.526`

Βερενικίδαι· δῆμος Πτολεμαΐδος φυλῆς

`β.527`

Βερενικίδες· εἶδος ὑποδήματος γυναικείου

`β.528`

Βερενίκιον· εἶδος βοτάνης

`β.529`

βέρκιος· ἔλαφος, ὑπὸ Λακώνων

`β.531`

βερκνίς· ἀκρίς

`β.532`

βερνώμεθα· κληρωσώμεθα. Λάκωνες

`β.533`

βέῤῥης· δραπέτης

`β.534`

βεῤῥόν· δασύ

`β.535`

βεῤῥεύει· δραπετεύει

`β.536`

βερρέαι· κληρῶσαι

`β.537`

βερωνετῶν· ἀλλὰ ἀνετῶν

`β.538`

βέσκεροι· ἄρτοι, ὑπὸ Λακώνων

`β.539`

βεστόν· ἔσθος καὶ .. ὁ τῶν ἐθῶν ἔμπειρος. Λάκωνες δὲ βεστηκότα ἕσσαντα

`β.541`

βέτης· τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ

`β.542`

βεῦδος· στέμμα τι, καὶ ἱμάτιον γυναικεῖον καὶ πόλις. καὶ ἄγαλμα

`β.543`

βῆ· ἔβη, ἐπορεύθη

`β.545`

βηβήν· πρόβατον

`β.546`

βήζει· φωνεῖ

`β.547`

βῆ δʼ ἄρʼ· ἐπορεύθη

`β.548`

βῆ δέ· ἐπορεύθη δέ

`β.549`

βῆκα· ἀναδενδράς

`β.550`

βῆθι· βάδιζε. μέτρει

`β.551`

βῆμα· πρόβατα

`β.552`

βήκη· χίμαιρα

`β.553`

βηκώνιον· εἶδος βοτάνης

`β.554`

βὴ λέγει· βληχᾶται. ἢ θύει

`β.555`

βήλημα· κώλυμα. φράγμα ἐν ποταμῷ. Λάκωνες

`β.556`

Βῆλθις· ἡ Ἥρα. ἢ Ἀφροδίτη

`β.557`

βηλήσσει· βληχᾶται

`β.558`

βῆλος· οὐρανός βαρυτόνως καὶ Ζεὺς καὶ Ποσειδῶνος υἱός

`β.559`

βηλός· οὐδὸς οἴκου. ἀπὸ τοῦ βαίνεσθαι. ὁδός σταθμός

`β.560`

βηλοῦ· σταθμοῦ

`β.561`

βλοσέμεν· σκοτωθῆναι

`β.562`

βηλῷ· βαθμῷ. βατῆρι. οὐδῷ

`β.563`

βῆμα· πλείονα μὲν σημαίνει κοινότερον· ἐστὶ δὲ οὕτως καὶ τὸ λογεῖον, ὥσπερ καὶ τὸ ἐν ἐκκλησίᾳ καὶ δικαστηρίῳ. σημαίνει δὲ καὶ τὸ ἐκκύκλημα. ἦν δὲ καὶ ἐν Ἀρείῳ πάγῳ βῆμα

`β.565`

βηματίζει· τὸ τοῖς ποσὶ μετρεῖν. ἔστι δέ πως ἡ λέξις Μακεδονική

`β.566`

βηνῶσα· ἡ φωνὴ τῶν προβάτων

`β.567`

βήξ· βηχίον

`β.568`

βήρ· τὸ φρέαρ. Σύροι

`β.569`

βήρβη· κωδία μήκωνος

`β.570`

βήραξ· μάζα μεγάλη

`β.571`

βηράνθεμον· νάρκισσος. οἱ δὲ τηράνθεμον λέγουσι

`β.572`

βήρηκες· μάζαι ὀρθαί. οἱ δὲ ἁπλῶς μάζας. ἄλλοι μάζας ἄνωθεν κέρατα ἐχούσας ........

`β.573`

βηρίδες· ὑποδήματα, ἃ ἡμεῖς ἐμβάδας λέγομεν

`β.574`

βῆ ῥʼ ἴμεναι· ὥρμησεν ἰέναι

`β.575`

βηρίχαλκον· τὸ μάρανθον. Λάκωνες

`β.576`

βηρυσσεύειν· σπείρειν

`β.577`

βηρύς· ἰχθύς

`β.578`

βήρυλλος· λίθος ἢ βοτάνης εἶδος

`β.579`

βῆσσαι· κλίμακες, κοιλίαι. καὶ ὑδρηλοὶ τόποι. κρημνοί. καὶ τὰ βάσιμα ὄρη. καὶ πόλις καὶ βάσιμοι τόποι τῶν ὀρέων

`β.580`

βήσσας· ὁμοίως

`β.581`

βήσατο· ἐπέβη

`β.582`

βήσσῃς· τόποις βασίμοις τῶν ὀρέων

`β.583`

βήσεται· ἀποβήσεται

`β.584`

βησίον· ποτήριον

`β.585`

βήχιον· βοτάνης εἶδος

`β.586`

βήσομεν· ἐπιβιβάσομεν, ἐμβιβάσομεν

`β.587`

βητάρμονες· ὀρχησταί, ἀπὸ τοῦ ἡρμοσμένως βαίνειν

`β.588`

βηχίον· νόσος ἐν λάρυγγι

`β.589`

βία· δύναμις ἰσχύς. ἀνάγκη

`β.590`

βιάζεται· βιαίως κρατεῖται

`β.591`

βίαιος· παράνομος

`β.592`

βία πυρός· δύναμις πυρός, ἢ ἀνάγκη

`β.593`

βιάτωρ· κυάθιον μικρόν, ἤγουν κοχλιάριον

`β.594`

βιᾶται· γυναῖκας βιάζεται

`β.595`

βιβάζει· ὀχεύει. ἐπὶ τῶν θρεμμάτων. ὑβρίζει

`β.596`

βιβάς· βαίνων. ἕρπων. διαβαίνων

`β.597`

βίβασις· κοίτη. στιβάς

`β.598`

βιβάσθων· διαβαίνων

`β.599`

βιβλία· βυβλία. ἐπιστολαί

`β.600`

βιβῶντα· διαβαίνοντα

`β.601`

βίδην· εἶδος. κροῦμα. Σοφοκλῆς Ἀκρισίῳ· «ὡς ἐπιψάλλειν βίδην τε καὶ ξυναυλίαν ...» ἄλλοι βίθυν

`β.603`

βίην Ἡρακληείην· περιφραστικῶς τὸν Ἡρακλέα

`β.604`

βίῃ· δυνάμει.

`β.605`

βίηφι· δυνάμει. βίᾳ

`β.606`

Βῖκας· σφίγγας

`β.607`

βῖκος· στάμνος ὦτα ἔχων

`β.608`

βιμβικίζεται· περικρούεται

`β.609`

Βίβλινος· εἶδος οἴνου καὶ γένος ἀμπέλου ἐν Θρᾴκῃ. καὶ ὁ παλαιὸς οἶνος. Ἐπίχαρμος δὲ ἀπʼ ὀρῶν Βιβλίνων. ἔστι δὲ Θρᾴκης

`β.610`

βιοῖο· τοῦ τόξου

`β.611`

βιόν· τόξον

`β.612`

βιός· τόξον ἀπὸ τῆς κατὰ τὴν ἔντασιν βίας

`β.613`

βίος· ζωή, περιουσία

`β.614`

βιότοιο· τῆς ζωῆς

`β.615`

βιοτεύειν· τὸ ζῆν. Θουκυδίδης

`β.616`

βιοτῆς· ζωῆς

`β.617`

βιοτεύων· συνζῶν. συναναστρέφων

`β.618`

βιοῦν καὶ βιοτεύειν· βιοῦν μὲν τὸ διάγειν, τὸ ζῆν, βιοτεύειν δὲ τὸ πορίζειν τὰ πρὸς τὸν βίον

`β.619`

βίοτος· τὸ ζῆν, ἢ ζωή. καὶ τὰ πρὸς τὸ ζῆν· Σ βίοτον κατακείρειν

`β.621`

βίον μεμαγμένον· ἐπὶ τοῦ εὐδαίμονος βίου

`β.622`

βιότου· βίου

`β.623`

βιόσσαο· τὸ ζῆν ἔδωκας, βιῶσαι ἐποίησας

`β.624`

βιόωνται· καταπονοῦσι. βιάζονται

`β.625`

βιπτάζειν· ἐπιβάπτειν

`β.626`

βίῤῥη· πυράγρα. οἱ δὲ δρέπανον

`β.627`

βίῤῥοξ· δασύ. Μακεδόνες

`β.628`

βιῤῥωθῆναι· ταπεινωθῆναι

`β.629`

βίσβης· δρέπανον ἀμπελοτόμον λέγουσι Μεσάπιοι. καὶ ἑορτὴν Βισβαῖα, ἣν ἡμεῖς κλαδευτήρια λέγομεν

`β.630`

Βίσσαιον· τόπου ὄνομα ἐν Ἰλίῳ· Πολέμων

`β.631`

βίσκαρις· εἶδος βοτάνης

`β.632`

βίσταξ· ὁ βʹ μετὰ βασιλέα παρὰ Πέρσαις

`β.633`

βιστήνη· ἡ καρδία

`β.634`

Βιστονίς· Θρᾳκίς

`β.636`

βιστιάριον· τόπος, ἐν ᾧ τὰ χρήματα τίθενται καὶ τὰ ἱμάτια τοῦ κοινοῦ

`β.637`

Βισύρας· ἥρως Θρᾷξ. Θεόπομπος δὲ Χερσοννησίτην λέγει

`β.638`

βίσχυν· ἰσχύν. σφόδρα ὀλίγον. Λάκωνες

`β.639`

βιωμένων· βιαζομένων

`β.640`

βείω· βῶ, πορευθῶ

`β.641`

βιώνης· ὁ τὰ δημόσια ἀγοράζων

`β.642`

βιῳ· τῷ τόξῳ. ἢ τῇ ζωῇ

`β.643`

βιῶναι· ζῆσαι

`β.644`

βιώτω· ζήτω

`β.645`

βίὡρ· ἴσως. σχεδόν. Λάκωνες

`β.646`

βλαί· βληχή. Λάκωνες

`β.647`

βλάβεν· ἐσφάλησαν. ἐστέροντο. ἐβλάβησαν

`β.648`

βλάβεται· βλάπτεται

`β.649`

βλάβη· λύμη. φθορά

`β.650`

βλάβος· βλάβη

`β.651`

βλαβυρίαν· εἰκαιολογίαν

`β.652`

βλαβύσσειν· βλάπτεσθαι

`β.653`

βλαγίς· κηλίς. Λάκωνες

`β.655`

βλάδαν· νωθρῶς

`β.656`

βλαδαρά· ἄωρα. μωρά. ὠμά

`β.657`

βλαδαρόν· ἐκλελυμένον. χαῦνον

`β.658`

βλαδόν· ἀδύνατον

`β.659`

βλαδεῖς· ἀδύνατοι, ἐξ ἀδυνάτων

`β.660`

βλάζειν· μωραίνειν

`β.661`

βλαβύρει· πτερύσσεται

`β.662`

βλάθρον· φυτὸν πτέρει ὂν ὅμοιον, ὅπερ ἔνιοι βλάχνον

`β.663`

`β.664`

βλᾶκα καὶ βλακεύειν· τὸν ἀργὸν καὶ ἀργεῖν Ἀθηναῖοι. ἔνιοι προβατώδη

`β.665`

βλᾶκα· μωρόν

`β.666`

βλακείας· ἰχθὺς ποιός

`β.667`

βλακεύει· διατρίβει. ληρεῖ, μωραίνει. νωθρῶς τι ποιεῖ. ῥᾳθυμεῖ. μαλακίζεται

`β.668`

βλακεία· μαλακία

`β.669`

βλακεύειν· μωραίνειν. εἴρηται δὲ ἀπὸ ἰχθύος τοῦ καλουμένου βλακός

`β.670`

βλακικώτερα· εὐηθικώτερα

`β.671`

βλάξ· μωρός. ἀπό τινος ἰχθύος δυσώδους. ἢ ὁ διὰ νωθείαν ἡμαρτηκὼς ἐν τοῖς προδήλοις

`β.672`

βλάσκει· καπνίζει

`β.673`

βλασκείας· ἰχθὺς ποιός

`β.674`

βλαστά· βλαστήματα. πλαταγώνια. Σικελοί

`β.676`

βλάξ· ἀργός. τρυφερώδης. μαλθακός

`β.677`

βλάστην· φυήν. βλάστημα. βλαστός

`β.678`

βλαταγίζουσα· ἐπικροτοῦσα

`β.680`

βλάτταν· χόρτος. ἢ λάχανον

`β.681`

βλαττοῖ· παιδαριεύεται

`β.682`

βλαύτια· σανδάλια

`β.684`

βλᾶχρον· πόα τις

`β.685`

βλάσταν· βλάστησιν, Κύπριοι

`β.686`

βλαῦδες· ἐμβάδες, κρηπῖδες, σανδάλια, ὑποδήματος ...

`β.687`

Βλαύτη· τόπος Ἀθήνησι

`β.688`

βλαυτοῦν· ὑποδέειν. ἢ πλήσσειν σανδαλίῳ, οἱ δὲ ὑποδήματι

`β.689`

βλεερεῖ· οἰκτείρει. Βοιωτοί

`β.690`

βλείης· βληθείης. καὶ βλεῖο ὅτι

`β.691`

βλέθραν· λεῖον ἰχθύν

`β.692`

βλεκέμυξος· βλακώδης. μυξώδης. εὐαπάτητος

`β.693`

βλεμεαίνειν· γαυριᾶν, ἐπαίρεσθαι. πεποιθέναι. εὐθυμεῖν. χαίρειν. πιστεύειν. ἀφρίζειν. ὀργίζεσθαι

`β.694`

βλένα· μύξα. οἱ δὲ διὰ τοῦ π πλένα καὶ πλέννα τὰ ἀσθενῆ καὶ δυσκίνητα

`β.695`

βλεννόν· νωθῆ. μωρόν

`β.696`

βλεόερον· βάθος. δεσμωτήριον

`β.697`

βλεσός· παραλυτικός

`β.698`

βλεπάζοντες· βλέποντες

`β.699`

βλεπεδαίμων· ὁ ὑπὸ νόσου κατεσκληκὼς καὶ κακόχρους ὑπὸ δαιμόνων

`β.700`

βλεπετύζει· σκαρδαμύττει. βλέπει

`β.701`

βλέπησις· βλέψις

`β.702`

βλιτόνουν· βλιτώδη

`β.703`

βλέτυγες· φλυαρίαι. οἱ δὲ βλέκυγες

`β.704`

βλέτυες· αἱ βδέλλαι

`β.705`

βλεφαρίδες· αἱ ἐν τοῖς ὀφθαλμοῖς τρίχες

`β.706`

βλεῖ· βλίσσει. ἀμέλγει. βλίζει

`β.707`

βλήδην· μετὰ τοῦ βάλλειν

`β.708`

βλῆμα· ἄρτος ἐντεθρυμμένος

`β.709`

βληθρήν· τραχεῖαν. οἱ δὲ ἁπαλήν

`β.710`

βλιμάζειν· ὑποθλίβειν τοὺς μαστούς

`β.711`

βλήμενος· τετρωμένος

`β.712`

βλῆναι· ἀληθεῖς

`β.713`

βλῆρ· δέλεαρ. τὸ δὲ αὐτὸ καὶ αἶθμα. παρὰ Ἀλκαίῳ ἡ λέξις

`β.714`

βλῆραι· αἱ κνίδαι. ἄλλοι χόρτον. οἱ δὲ τῶν ὀσπρίων τὴν καλάμην

`β.715`

βλήσσανον· φυτὸν σχίνῳ ὅμοιον

`β.716`

βλίσσα· βότρυν ἡμιπέπειρον

`β.717`

βλῆσθαι· βληθῆναι. τρωθῆναι

`β.718`

βληστάς· ὁ χερσαῖος σκορπίος

`β.719`

βληστρισμός· ῥιπτασμός. καὶ ἄλυσις

`β.720`

βλητιεῖ· καταβαλεῖ. νικήσει

`β.721`

βλητεύει· καταβάλλει

`β.722`

βλῆτο· ἐβέβλητο

`β.723`

βλητός· ὁ ἀπόπληκτος

`β.724`

βλήτροισι· τῆς ἁμάξης τροχοί. σφῆνες. ἐμβλήματα. οἱ δὲ γόμφους καὶ συμβολὰς ἀξόνων

`β.725`

βλητρώσας· ἐμβαλών

`β.726`

βληχή· φωνὴ προβάτων

`β.727`

βληχᾶται· φωνεῖ

`β.728`

βλήχημα· μωρός. προβατώδης

`β.729`

βληχήματα· βοαὶ προβατώδεις

`β.730`

βληχήσασθαι· ὡς πρόβατα βοῆσαι

`β.731`

βληχράν· ἀσθενῆ

`β.732`

βλῆχρος· πτέρις

`β.733`

βληχρόν· ἀσθενές. νωθρόν. ἁπαλόν. λελυμένον

`β.734`

βλήχων· γλήχων· καὶ γὰρ οὕτως λέγεται. ἔστι δὲ εἶδος βοτάνης. καὶ τὸ ἐφήβαιον

`β.735`

βλιαρόν· ἀβλεμές

`β.736`

βλιβρόν· λαγρόν

`β.737`

βλίδες· ψεκάδες

`β.738`

βλίκανον· βάτραχον. καὶ βλίχαν

`β.739`

βλικάς· σύκου φύλλον

`β.740`

βλιχῶδες· παρὰ Ἱπποκράτει τὸ λελεπισμένον, καὶ καθαρόν

`β.741`

βλιμάζειν· τὸ τιτθολαβεῖν. οἱονεὶ θλίβειν, καὶ τὸ τοὺς ὄρνιθας ἐκ τῶν στηθῶν πειράζειν. Ἀριστοφάνης Ὄρνισιν

`β.742`

βλίμασις· ἡ τῶν τιτθῶν θλῖψις

`β.743`

βλιμάξαι· βαστάσαι. ἀτιμάσαι

`β.744`

βλίμη· προπηλακισμός. ὕβρις

`β.745`

βλινόν· δαλόν

`β.746`

βλίξ· συνεχῶς

`β.747`

βλίσαι· καπνίσαι μελίσσας, καὶ ἐξελάσαι τῶν σμηνῶν, ὑπὲρ τοῦ τὸ μέλι τρυγῆσαι

`β.748`

Βλίσσιοι· οἱ Βοιωτοὶ πρότερον οὕτως ἐκαλοῦντο

`β.749`

βλιτάς ... καὶ βλίτωνας· τοὺς εὐήθεις

`β.750`

βλιτάχεα· παρὰ Ἐπιχάρμῳ. οἱ μὲν τὰ κογχύλια· οἱ δὲ τὰ ὑφʼ ἡμῶν σελάχια

`β.751`

βλίταχος· βάτραχος

`β.752`

βλίττειν· τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων

`β.753`

βλίτον· λαχάνου εἶδος

`β.754`

βλίτυρι καὶ σκινδαψός· Ἰόβας τὸν σκινδαψὸν ὄργανον μουσικὸν ἀποδίδωσι, τὸ δὲ βλίτυρι χορδῆς μίμημα

`β.755`

βλοσυρόν· φοβερόν. καταπληκτικόν

`β.756`

βλοσυρῶπις· καταπληκτικοὺς τοὺς ὀφθαλμοὺς ἔχουσα

`β.757`

βλύδιον· ὑγρόν. ζέον.

`β.758`

βλύζει· βρύει, πηγάζει, ἀναβρύει ὕδατα

`β.759`

βλωθρή· εὐαυξής. ... ἢ παρὰ τὸ προβαίνειν καὶ ἄνω θρώσκειν

`β.760`

βλωμοί· στραβοί

`β.761`

βλωμός· ψωμός

`β.762`

βλωρός· σύκου φύλλον

`β.763`

βλῶσις· παρουσία

`β.764`

βλώσκει· ἀνατέλλει. ἕρπει

`β.765`

βοᾷ· κραυγάζει

`β.766`

βοάγρια· ἀσπίδας

`β.767`

βοαδεῖ· ὀκνεῖ

`β.768`

βόας αὔας· ξηρὰς βύρσας

`β.769`

βοείας· βύρσας

`β.770`

βόεσσι· βουσί

`β.771`

βοέοισιν ἱμᾶσι· βοείοις

`β.772`

βοῆ· βύρσα. ἀσπίς

`β.773`

βοηδρομεῖν· μετὰ σπουδῆς παραγίνεσθαι

`β.774`

βοὴν ἀγαθός· ὁ κατὰ τὴν μάχην ἀνδρεῖος

`β.775`

βοηθήσων· βοηθῶν

`β.776`

βοηθόον· κατὰ τὴν μάχην ταχύν

`β.777`

βόθρος· ὄρυγμα γῆς

`β.778`

βολάων· βολῶν. ἢ πληγῶν

`β.779`

βόλβιτα· ἀφόδευμα βοός

`β.780`

βόλβυθον· τὸ αὐτό

`β.781`

βολίδες· ἀκόντια. λογχάρια

`β.782`

βολίς· βέλος. λόγχη· ἀκόντιον

`β.783`

βολῇσι· τρώσεσι, πληγαῖς

`β.784`

βολίτοις· βολβίτοις

`β.785`

βόλοι· βολισμοί

`β.786`

βόλος· θήρα παλμός. βόλου ὄνομα. καὶ δίκτυον

`β.787`

βόμβαξ· τοῦτο παρεμβολοειδές ἐστι. σημαίνει δὲ διασυρμόν

`β.788`

βομβαύλιος· ὁ αὐλητής. ἀπὸ τοῦ βομβεῖν

`β.789`

βομβῆσαι· ὡς περιστερὰ φωνῆσαι

`β.790`

βόμβησεν· ἐψόφησεν

`β.791`

Βομβυλεία· ἡ Ἀθηνᾶ ἐν Βοιωτίᾳ

`β.792`

βόμβος· ἦχος, ψόφος

`β.793`

βόμβους· ἤχους, ψόφους

`β.794`

βομβοία· ἡ κολυμβὰς ἐλαία, παρὰ Κυπρίοις

`β.795`

βομβοιλαδόνας· ἐνιαυτούς

`β.796`

βομβρύζων· τονθρύζων. βοῶν

`β.797`

βομβρυνάζειν· βρενθύεσθαι

`β.798`

Βομβυλία· κρήνη ἐν Βοιωτίᾳ

`β.799`

βομβύλην· λήκυθον

`β.801`

βομβυλίδας· πομφόλυγας

`β.802`

βομβυλιός· ποτηρίου γένος, κατὰ μικρὸν ποτὸν στάζοντος· ὅθεν διὰ τὸν ἦχον οὕτω κεκλῆσθαι ἢ ζῶον, ἦχόν τινα ποιοῦν τοῦ γένους τῶν σφηκῶν. ἢ μέλισσα μεγάλη. ἢ μυῖα

`β.803`

βόμβυξ· στάμνος. Λάκωνες. καὶ αὐλοῦ εἶδος. καὶ ζῶον, ἀφʼ οὗ τὰ βομβύκινα ὑφάσματα συντελεῖται ἔνιοι δὲ βομβύλιον οὕτω λέγουσιν· οἱ δὲ ῥυμόν. ἢ ἦχος βομβυλισμοῦ

`β.804`

βομβῶνας· βουβῶνας

`β.805`

 <span class="gap">…</span> βοῶντες· κραυγάζοντες

`β.806`

βομβυθυλεύματα· τὰ μαγειρικὰ ἀρτύματα· κατεσκευασμένα· ἔνιοι τὸ σὺν τῇ ὄνθῳ ἀρτύειν

`β.807`

βοώνητα· τιμῆς βοῶν ἠγορασμένα. παρὰ Κυπρίοις δὲ ἀνόσιος

`β.808`

βοὸς κέρας· τὸ περιτιθέμενον τῇ ὁρμιᾷ κέρας κατὰ τὸ ἄγκιστρον. οἱ δὲ τρίχα

`β.809`

βόοσκον· βουφορβόν. ὀρεινόμον

`β.810`

βοοσσόος· μάστιξ καὶ βούτης

`β.811`

βορά· θοίνη βρῶσις σῖτος τροφή

`β.812`

βοῤῥᾶς· ἄνεμος ψυχρός. καὶ παγώδης καὶ σκληρός, τροπικῶς καλούμενος διάβολος, ὁ παρὰ τὸ ὁρᾶσθαι ἐπιδέξιος

`β.813`

βόρβορος· ὀχετὸς δυσώδης

`β.814`

βορβορυγή· ποιός τις ἦχος, ὃν καὶ κορκορυγὴν καλοῦσιν

`β.815`

βορβορίζει· γογγύζει. μολύνει. Κύπριοι

`β.816`

βορβορωπόν· αἰσχρόν, βορβόρῳ ἐμφερές

`β.817`

βορβύλα· πέμμα στρογγύλον διὰ μήκωνος καὶ σησάμης μεγέθους ἄρτου

`β.818`

Βορέας· σκόλιόν τι ᾀδόμενον οὕτως ἔλεγον. καὶ ὁ ἄνεμος

`β.819`

Βορεασταί· Ἀθήνησιν οἱ ἄγοντες τῷ Βορέᾳ ἑορτὰς καὶ θοίνας, ἵνα οὔριοι ἄνεμοι πνέωσιν. ἐκαλοῦντο δὲ Βορεασμοί

`β.820`

βορέην· τὴν φῦσαν. γράφεται δὲ καὶ βορῆ

`β.821`

βορεῖον· γαστὴρ ἐσκευασμένη πως

`β.822`

βορθαγορίσκια· χοίρεια κρέα, καὶ μικροὶ χοῖροι βορθαγορίσκοι. Λάκωνες

`β.823`

βορηά· βοτάνη πᾶσα

`β.825`

βόρμαξ· μύρμηξ

`β.826`

βόρμος· ὃν καὶ βρόμον λέγουσιν. ἔστι δὲ τροφὴ τετραπόδων, τὸ πολλαχοῦ μὲν σπειρόμενον, ἐνίοτε δὲ καὶ αὐτομάτως φυόμενον

`β.828`

βορόν· βρωτικόν καταβρῶσκον

`β.829`

βορός· πολυφάγος, ἄπληστος. καὶ ὁ ἐκ τῶν στεμφύλων ἐπὶ τῆς ἀρυστίδος ὁλκός. Λάκωνες

`β.830`

βοῤῥάζων· ψοφῶν

`β.831`

βορρᾶς· βορέας. Πλάτων

`β.833`

βοῤῥοῦ· τοῦ βορέου. ἡ γενικὴ παρὰ Ἀριστωνύμῳ

`β.834`

βορσόν· σταυρόν. Ἠλεῖοι

`β.835`

βόρταχος· βάτραχος

`β.836`

βόρμος· ἔνιοι δὲ τὴν ἱππάκην· ἔνιοι δὲ τὴν σιτώδη πόσιν

`β.837`

Βορυσθένης· ὁ Ἑλλήσποντος. ἔστι δὲ καὶ ποταμός

`β.838`

βόσις· βόσκησις

`β.839`

βοσκημάτων· θρεμμάτων

`β.840`

βοσκόμενον· δαπανώμενον

`β.841`

βόσκων· τρέφων

`β.842`

βοσκάς· φασκάς Λίβιοι

`β.843`

βοσκέων· ὁ τροφεύς

`β.844`

βοσκή· τροφή

`β.845`

βόσκομεν· τρέφομεν

`β.846`

Βόσπορος· οὐ μόνον ὁ Σκυθικός, ἀλλὰ καὶ Θρᾴκιος οὕτως ἐκαλεῖτο

`β.847`

βοστρυχοειδῆ· πολυκαμπῆ

`β.848`

βοστρύχια· στέμφυλα

`β.849`

βοστρυχίζεται· κοσμεῖται

`β.850`

βόστρυχοι· πλόκαμοι

`β.851`

βοστρυχῶδες· τὸ θάλλον

`β.852`

βοτά· βοσκήματα. κατὰ πάντων δὲ καὶ χερσαίων καὶ πτηνῶν καὶ ἐνύδρων καὶ ἀγρίων ζώων λέγεται, ἀπὸ τοῦ βόσκεσθαι

`β.853`

βοτεῖν· βόσκειν

`β.854`

βοτῆρα· ποιμένα

`β.855`

βότις· βόλτιον

`β.856`

βοτοῖσι· βοσκήμασι

`β.857`

βοτρύδια· ἐνωταρίων εἶδος. οἱ δὲ βότρυς. ἢ Θεσμοφοριαζούσαις

`β.859`

βοτρυδόν· ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς οἱ βότρυες τὰς ῥᾶγας ἔχουσιν πυκνάς. καὶ κατὰ συστροφήν. ἢ συνηγμένοι ὁμοῦ

`β.860`

βοτρυμός· τρυγητός

`β.863`

βοτῶν· θρεμμάτων

`β.864`

βοῦ· τὸ μέγα καὶ πολὺ δηλοῖ.

`β.865`

βοῦα· ἀγέλη παίδων. Λάκωνες

`β.866`

βουαγετόν· ὑπὸ βοῶν εἱλκυσμένον ξύλον. Λάκωνες

`β.867`

βουαγόρ· ἀγελάρχης, ὁ τῆς ἀγέλης ἄρχων παῖς. Λάκωνες

`β.868`

βουάκραι· οἱ φοίνικες, ὑπὸ Λακώνων

`β.869`

βουβάλιες· οἱ βούβαλοι. ἢ ἀστράγαλοι

`β.870`

βουβάλιον· γυναικὸς κοσμάριον καὶ ἄγριος σικυὸς παρὰ Ἱπποκράτει

`β.871`

βούβαλος· δορκάδιον. καὶ μέγα καὶ πολύ

`β.875`

βούβαρις· νεὼς ὄνομα, παρὰ Φιλίστῳ

`β.876`

βούβελα· κρέα βόεια

`β.877`

βουβίλιξ· σιταποχία

`β.878`

βούβοσις· πολυφαγία

`β.879`

βουβωνιασκόπος· ὁ βουβῶνι ἐπᾴδων

`β.880`

βουγάϊος· μεγάλως ἐφʼ ἑαυτῷ γαυριῶν. δηλοῖ δὲ καὶ ἀναίσθητον καὶ ἀλαζόνα καὶ μεγάλαυχον ἢ ἀγλαϊζόμενον

`β.881`

βούβρωστις· μεγάλη πενία. λύπη. ζωύφιον. μέγας λιμός λύμη. φθορά. φθόνος

`β.882`

βουγενέων· τῶν μελισσῶν. Καλλίμαχος· «ἁρμοῖ γὰρ Δανάου γῆς ἐπὶ βουγενέος», καὶ ἡ μέλισσα βουγενής, ὅτι ἐκ βοείων ὀστέων γεννᾶται

`β.883`

βούγλωσσον· ἰχθὺς ποιός. καὶ βοτάνης εἶδος

`β.884`

βουδάκη· ἡ βούπρηστις

`β.885`

βουδεψήιον· τὸ βυρσεῖον

`β.886`

Βούδειον· πόλις

`β.887`

Βούδιος· παρὰ Λυσίππῳ τὸ ὄνομα· κύων δέ τις ἐβόα δεδεμένος ὥσπερ Βούδιος. Σέλευκος ἀποδίδωσιν ἄφρων, ἀνόητος

`β.888`

βουδόρῳ· νόμῳ, ᾧ βοῦς δέρουσιν· οἱ δὲ ἀσκῷ

`β.889`

Βουζύγης· ἥρως Ἀττικός, ἢ πρῶτος βοῦς ὑπὸ ἄροτρον ζεύξας· ἐκαλεῖτο δὲ Ἐπιμενίδης. Καθίστατο δὲ παρʼ αὐτοῖς καὶ ὁ τοὺς ἱεροὺς ἀρότους ἐπιτελῶν βουζύγης

`β.890`

βουθερεῖ· ἐν ᾧ βόες θέρους ὥρᾳ νέμονται. καὶ βούθοροι τὸ αὐτό

`β.891`

βουθοίνης· βούχειλος

`β.892`

βούθουτον· ὅ τινες ἀνέκφορον· Ἀχαιοὶ δὲ ἰσόμοιρον. Ἀριστοφάνης . Λάκωνες

`β.893`

Βοῦθος περιφοιτᾶι· παροιμία ἐπὶ τῶν εὐήθων καὶ παχυφρόνων, ἀπὸ Βούθου τινὸς μετενεχθεῖσα τοῦ Πύθια νικήσαντος, ὃν ἀναγράφει καὶ Ἀριστοτέλης νενικηκότα

`β.894`

βοῦν ἱέρευσεν· βοῦν ἔθυεν

`β.895`

βουκαῖος· βουκόλος. οἱ δὲ θεριστής

`β.896`

βουκανῆ· ἀνεμώνη τὸ ἄνθος. Κύπριοι

`β.897`

βουκάπαι· τῶν βοῶν αἱ φάτναι

`β.898`

βουκέντας· βοηλάτας

`β.899`

βούκερας· τὸ σπερμάτιον, τῆλις

`β.900`

Βουκέφαλος· ἵππος ἐγκεχαραγμένον ἔχων τοῖς ἰσχίοις βούκρανον καὶ ὁ Ἀλεξάνδρου ἵππος, ἀφʼ οὗ πόλιν ἐν Ἰνδοῖς κτίσαι λέγεται

`β.901`

βουκολέοντι· βοῦς νέμοντι

`β.902`

βουκολητής· ἀπατεών

`β.903`

βουκόλια· ἀγέλη βοῶν

`β.904`

βουκολίη· κακολογία

`β.905`

βουκολίνη· κίγκλος τὸ ὄρνεον

`β.906`

βουκολιασμός· μελοποιΐας τινὸς εἶδος καὶ ὀρχήσεως· ἀμφότερα δὲ ἀγροικικά. καὶ Θεοκρίτῳ γέγραπται

`β.907`

βουκολεῖσθαι· ἀπατᾶσθαι χρησταῖς ἐλπίσι, πλανᾶσθαι

`β.908`

βουκολήσομεν· μεριμνήσομεν. ἀπατήσομεν

`β.909`

βουκόλοι· οὐ μόνον οἱ τῶν βοῶν νομεῖς, ἀλλὰ καὶ ζῷά τινα οὕτω καλοῦνται

`β.910`

βουκόλος· βοονόμος, βοοβοσκός

`β.911`

βουκολοῦμαι· ἀπατῶμαι

`β.912`

βουκολουμένας· ἀπατωμένας. ἀπολουμένας

`β.913`

βουκολοῦντες· ἀπατῶντες

`β.914`

βουκολῶν· ἀπατῶν σοφιζόμενος

`β.915`

Βουκόλω Φαρσαλίας· πόλις Θρᾴκης

`β.916`

βουκόρυζος· ἀναίσθητος. ἀσύνετος

`β.917`

βούκτησις· φυσητική

`β.918`

βουλαῖα· τὰ βεβουλευμένα

`β.919`

βουλαχά· βόλου ὄνομα

`β.920`

βούλει· βούλῃ

`β.921`

βουλεῖα· βουλευτήρια καὶ ἡ τοῦ βουλεύειν ἀρχή

`β.922`

βούλεον· βούλευμα

`β.923`

βουλεύσαντε· βουλεύσαντες, δυϊκῶς

`β.924`

βούλευμα· αἱ βουλαί

`β.925`

βουλεύσεως ἔγκλημα· τὸ ἐπιβεβουλευκέναι θάνατον οὕτως Ἀθήνησιν ἐλέγετο

`β.926`

βουλευτικόν· τόπος τις Ἀθήνησιν ἐν τῷ θεάτρῳ, ὅπου οἱ βουλευτικοὶ καθήμενοι ἐθεῶντο· καὶ οὗ οἱ ἔφηβοι, ἐφηβικὸν ἐκαλεῖτο

`β.927`

βουλευτικός· φρόνιμος

`β.928`

βουλευτός· ἀντὶ τοῦ βουλευτής

`β.929`

βουλεψίη· ἡ λέξις παρὰ Ξάνθῳ. λέγει δὲ τὰς Ἀμαζόνας, ἐπειδὰν τέκωσιν ἄῤῥεν, ἐξορύσσειν αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοχειρίᾳ

`β.930`

βουλή· γνώμη. θέλημα ἢ τόπος. ἄνδρες. πρᾶγμα

`β.931`

βουλῆς λαχεῖν· τὸ λαχεῖν βουλευτήν, καὶ δραχμὴν τῆς ἡμέρας λαβεῖν

`β.932`

βουληφόροι· καὶ ἐπιθετικῶς μὲν αἱ ἐκκλησίαι, κυρίως δὲ βασιλεῖς

`β.933`

βουληφόρον· σύμβουλον· οἱ δὲ δεινὸν βουλεύσασθαι· οἱ δὲ βουλευτήν

`β.934`

βούλιμος· μέγας λιμός

`β.935`

Βουλίς· γυνὴ οὕτω καλουμένη

`β.936`

βουλυτόν· τὴν δείλην ὥραν, ἐν ᾗ τὸ ἄροτρον λύεται τῶν βοῶν

`β.937`

βουμανὲς καὶ βορύπαστον· εἴδη βοτανῶν

`β.938`

βουμέτρης· ὁ ἐπὶ θυσιῶν τεταγμένος, παρὰ Αἰτωλοῖς

`β.939`

βούμυκοι· φωναὶ μυκηθμῷ παραπλήσιαι

`β.941`

βοῦνις· γῆ. Αἰσχύλος

`β.942`

βούνιον· πόας εἶδος

`β.943`

βούνομα· ἑλώδεις λειμῶνες

`β.944`

βούνομον· ὑπὸ βοῶν νεμόμενον

`β.945`

βουνός· στιβάς. Κύπριοι

`β.946`

βουνοί· βωμοί

`β.947`

βούπαις· νέος, μέγας, ἀφῆλιξ, μέγας παῖς. ἢ ἰχθύς

`β.948`

βουπαλίδες· περισκελίδες

`β.949`

Βούπαλον· μέγα. καὶ ὄνομα

`β.950`

βούπειναν· μέγαν λιμόν

`β.951`

βούπλευρον· λαχάνων εἶδος

`β.953`

βουπλήξ· μάστιξ πέλεκυς. βουκόπος

`β.954`

βουπόλον· βουκόλον

`β.955`

βουπόρους ὀβελούς· μεγάλους ὀβελίσκους

`β.956`

Βουπράσιον· τόπος τῆς Ἤλιδος, ἢ κώμη ἐν Ἤλιδι

`β.957`

βουπρηόνες· κρημνοὶ μεγάλοι, καὶ λόφοι

`β.958`

βούπρηστις· λαχάνου εἶδος

`β.959`

βούπρῳρον· θυσία τις ἐξ ἑκατὸν προβάτων καὶ βοὸς ἑνός· οἱ δὲ τὴν ἡβῶσαν ἢ βουάρχην· σημαίνει δὲ καὶ τὴν βουπρόσωπον

`β.960`

βούπρως· ἀσθένεια

`β.961`

βούπτινον· βοτάνη, λεγομένη τρίφυλλον

`β.962`

Βοῦρα· πόλις τῆς Ἀχαΐας

`β.963`

βουρικυπάρισσος· ἡ ἄμπελος. Περγαῖοι

`β.964`

βούρυγχος· ἰχθὺς κητώδης

`β.965`

βούρυτος· ποταμὸς μέγα ῥεῦμα ἔχων

`β.966`

Βούσβατον· τὴν Ἄρτεμιν. Θρᾷκες

`β.967`

βοῦς· πόπανόν τι τῶν θυομένων οὕτως ἐν ταῖς ἁγιωτάταις Ἀθήνησι θυσίαις. ἦν δὲ βοῒ παραπλήσιον. κυρίως δὲ βοῦς. ἢ ἀσπίς.

`β.968`

βοῦς ἐπὶ γλώσσῃ· παροιμία ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι. ἤτοι διὰ τὴν ἰσχὺν τοῦ ζῴου· ἢ διὰ τὸ τῶν Ἀθηναίων νόμισμα ἔχειν βοῦν ἐγκεχαραγμένον, ὅνπερ ἐκτίνειν τοὺς πέρα τοῦ δέοντος παῤῥησιαζομένους ἦν ἔθος

`β.969`

βοῦς ἐν αὐλίῳ· παροιμία ἐπὶ τῶν ἀχρήστων. Κρατῖνος Δηλιάσιν

`β.970`

βοῦς ἐν πόλει· χαλκοῦς ὑπὸ τῆς βουλῆς ἀνατεθείς

`β.971`

βοῦς ἐπὶ δεσμά καὶ βοῦς ἐπὶ φάτνην καὶ ἐπὶ σφαγήν καὶ κύων ἐπὶ σῖτον καὶ ὗς ἐπὶ δεσμά

`β.972`

βουσή· δούλη

`β.974`

βουσία· γογγυλίδι ὅμοιον. Θετταλοί

`β.975`

βουσκητήριον· εἰς εὐρύην εἴρηται κακοσχόλως ἐπὶ τοῦ γυναικείου αἰδοίου

`β.976`

βοῦς Κύπριος· κοπροφάγος, εἰκαῖος, ἀκάθαρτος. σημαίνει δὲ ἀτοπίαν τῶν Κυπρίων. καὶ Εὔδοξος ἀφηγεῖται, ὅτι κοπροφαγοῦσιν

`β.977`

βοῦς πετηλός· ὁ ἀναπεπταμένα τὰ κέρατα ἔχων

`β.978`

βοῦς ἐμβαίη μέγας· Στράττις εἶπε παρὰ τὴν παροιμίαν τὴν βοῦς ἐπὶ γλώσσῃ

`β.979`

βοῦς ἕβδομος· μνημονεύει δὲ τοῦ ἑβδόμου βοός ... ὅτι δὲ πέμμα ἐστὶ καὶ τῆς Σελήνης ἱερόν, Κλειτόδημος ἐν Ἀτθίδι φησί

`β.980`

βουστροφηδόν· οὕτως ἔλεγον, ἐπὰν ὁμοίως ἀροτριῶσι βουσὶ τὰς ἀντιστροφὰς ποιῇ τις. ἔλεγον δὲ ἐπὶ τοῦ γράφειν τρόπῳ τοιούτῳ

`β.981`

βούσυκα· τὰ μεγάλα σῦκα

`β.982`

βουστάνη· βοοστασία, ἡ τῶν βοῶν στάσις. ἢ μάστιξ, καὶ πληγή

`β.983`

Βουτάδαι· γένος Ἀθήνησιν, ἀπὸ τῆς Βούτου γενεᾶς

`β.984`

βοῦται· βουκόλοι, νομεῖς, βοτῆρες

`β.986`

βουτάνη· μέρος τι τῆς μακρᾶς νεώς. ἢ μάστιξ. ἢ τάνυσις τῆς βοείας. μέρος δὲ τῆς νεώς, πρὸς ὃ τὸ πηδάλιον δεσμεύεται. δηλοῖ δὲ καὶ μάχην, ἀηδίαν

`β.987`

βούταρος· ὁ παχὺς παρὰ Λάκωσι

`β.988`

βούτας· βουκόλους. βοσκήματα

`β.989`

βουτελέστην· θύτην

`β.990`

βούτης· ὀρίγανος ὑπὸ Κυδωνιατῶν· καὶ βουκόλος· καὶ παροιμία ἐπὶ τῶν ῥᾳδίως συντελουμένων· καὶ ὁ τοῖς Διπολίοις τὰ βουφόνια δρῶν

`β.992`

βούτιμοι· βοώνητοι, ὥσπερ ἀλφεσίβοιαι

`β.993`

βουτοί· τόποι παρʼ Αἰγυπτίοις, εἰς οὓς οἱ τελευτῶντες τίθενται

`β.994`

βούτομον· φυτὸν βουσὶ διδόμενον τροφή, ὅμοιον χόρτῳ

`β.995`

βούτορον· ψάκαστρον, νιφάδʼ ὑετοῦ. βουκέντη. καὶ βούτουρος τὸ αὐτό

`β.996`

βουτόων· ὁδὸν ἀτραπόν

`β.997`

βούτρωκτον· ὄροβον

`β.998`

... Ἀθήνησιν ἐκαλεῖτο, ἐκ τοῦ Θαυλωνιδῶν γένους καθιστάμενος

`β.999`

βουτύπος· ὁ βοῦν καταβάλλων πελέκει. ἢ εἶδος ζῴου καλουμένου ἐμπίς

`β.1000`

βούτυρος· βοτάνης εἶδος. Διονύσιος

`β.1001`

βουφάγος· πολυφάγος

`β.1002`

βουφαρῆ· τὴν εὐάροτον γῆν· φάρος γὰρ ἡ ἄροσις. καὶ ἐπίθετον βοός

`β.1003`

βούφθαλμον· βοτάνη τις, ὑφʼ ἡμῶν ἐσθιομένη

`β.1004`

βουφόνια· ἑορτὴ Ἀθήνησιν. ἐν γὰρ τοῖς Διϊπολίοις φασὶ βοῦν καταφαγεῖν τὸ παρεσκευασμένον πόπανον τῇ θυσίᾳ

`β.1005`

βουφάρας· γεφύρας

`β.1006`

βουφορβός· βοῦς τρέφων

`β.1007`

βουχανδέα· πολυχώρητα

`β.1008`

βουχανδέα· τὸν μέγαν λέβητα

`β.1009`

βούρωστος· ἰσχυρός.

`β.1010`

βούλευμα· φρόνημα

`β.1012`

βοῶν· τῶν τετραπόδων, τῶν βοῶν. ἢ ἀσπίδων. καὶ φθεγγόμενος

`β.1013`

βοῶνας· ἀγροικίας

`β.1014`

βοώνητα· ἐπὶ ὠνῇ βοῶν δοθέντα

`β.1015`

βοώνια· αὔλειος θύρα. Κρῆτες

`β.1016`

βοῶπις· μεγαλόφθαλμος, εὐόφθαλμος μεγαλόφωνος. Εὔπολις δὲ τὴν Ἥραν

`β.1017`

Βοώτης· ὁ Ὠρίων. οἱ δὲ φύλαξ

`β.1018`

βοωτεῖν· ἀροτριᾶν, ὅταν ὁ Ὠρίων δύνῃ. Λάκωνες

`β.1019`

βραβέα· ἄρχοντα

`β.1020`

βραβεία· διάλλαξις

`β.1021`

βραβεῖον· ἐπινίκιον, ἔπαθλον, νικητήριον. ἀμοιβή, ἢ στάδιον

`β.1022`

βραβεύει· διακρίνει. ἐπιψηφίζεται μεσιτεύει. διοικεῖ

`β.1023`

βραβευέτω· μεσιτευέτω. μηνυσάτω. ἰθυνέσθω

`β.1024`

βραβευτής· διαλλακτής

`β.1025`

βράβυλος· εἶδος φυτοῦ κακοῦ

`β.1026`

βρα· ἀδελφοί, ὑπὸ Ἰλλυρίων

`β.1027`

βράγος· ἕλος

`β.1028`

βραγχία· ἡ περιτράχηλος ἀλγηδών

`β.1029`

βραγχιάζοισθε· πνίγοισθε

`β.1030`

βραγχίον· τῆς καταφράκτου νεὼς τὸ κύτος

`β.1031`

βράγχος· νόσημά τι τῶν ἐν τῷ σώματι γιγνομένων περὶ τὸν βρόγχον, ὃ τὰς ὗς μάλιστα διαφθείρει

`β.1032`

βραγχῶντος· βρόγχοις ἁλόντος

`β.1033`

βραγχῶν· φλεγμαίνων, ἢ πνευμονῶν

`β.1034`

βραδανίζει· ῥιπίζει. τινάσσει

`β.1035`

βραδέως· μελλητικῶς

`β.1036`

βράιδιον· ῥάιδιον. Αἰολεῖς

`β.1037`

βράδων· ἀδύνατος

`β.1038`

βράζειν· τὸ ἡσυχῇ ὀδύρεσθαι

`β.1039`

βράθυ· πόα τις θεοῖς θυομένη

`β.1040`

βράκαλον· ῥόπαλον

`β.1041`

βράκανα· τὰ ἄγρια λάχανα

`β.1042`

βρακεῖν· συνιέναι

`β.1043`

βράκες· ἀναξυρίδες

`β.1044`

βράκετον· δρέπανον. κλαδευτήριον. οἱ δὲ πλῆθος

`β.1045`

βρακίας· τραχεῖς τόπους

`β.1046`

βρακίς· συνείς

`β.1047`

βράκος· κάλαμος. ἱμάτιον πολυτελές

`β.1048`

βράξαι· συλλαβεῖν. δακεῖν. καταπιεῖν

`β.1049`

βράπτειν· ἐσθίειν. κρύπτειν, ἀφανίζειν. τῷ στόματι ἕλκειν. ἢ στενάζειν

`β.1050`

βράσσει· ζέει. ἀναβάλλει

`β.1051`

βρασμοῖσι· τοῖς σεισμοῖς

`β.1052`

βράσσιος· τροχὸς κεραμικὸς ὁ μὴ ἐῤῥωγώς

`β.1053`

βράσκη· κράμβη. Ἰταλιῶται

`β.1054`

βράσσον· βραδύτερον. ἀσθενέστερον. ἢ ἑτεροκλινές, ἐπὶ τροχοῦ. ἔνιοι βράσσονας· ταπεινοτέρας

`β.1055`

βράσσων· ἐλάσσων· ἢ ἄτακτος, ἀπὸ τοῦ βρασμοῦ, ὁ οὐ σταθερός· «βράσσων τε νόος» οἷον ἀκαταστατῶν, ἀσθενέστερος ὤν

`β.1056`

βρατάναν· τορύνην. Ἠλεῖοι

`β.1057`

βρατάνει· ῥαΐζει ἀπὸ νόσου. Ἠλεῖοι

`β.1058`

βρατάχους· βατράχους

`β.1059`

βράττειν· πληθύνειν. βαρύνειν

`β.1060`

βραυκανᾶσθαι· ἐπὶ τῶν κλαιόντων παιδίων λέγεται, ὡς μίμημα φωνῆς

`β.1061`

βραύκας· ἀκρίδας

`β.1062`

βραύλα· φθείρ

`β.1063`

βραῦλον· κοῖλον

`β.1064`

βραῦνα· κήλη. κύστις. ἐντεροκήλη

`β.1065`

βραυνία· κοιλώματα τῆς γῆς

`β.1066`

Βραυρών· τόπος τῆς Ἀττικῆς

`β.1067`

Βραυρωνίοις· τὴν Ἰλιάδα ᾖδον ῥαψῳδοὶ ἐν Βραυρῶνι τῆς Ἀττικῆς. καὶ Βραυρώνια ἑορτὴ Ἀρτέμιδι Βραυρωνίᾳ ἄγεται καὶ θύεται αἴξ

`β.1068`

βραυῶσα· κεκραγυῖα

`β.1069`

βράχαλον· χρεμετισμόν

`β.1070`

βράχε· ἐψόφησε

`β.1071`

 <span class="gap">…</span> βραχεῖν· ἠχῆσαι ψοφῆσαι

`β.1072`

βραχιόνα· τὸν τράχηλον

`β.1073`

βραχεῖς· ὀλίγοι

`β.1074`

βράχιστον· ἐλάχιστον

`β.1075`

βραχίων· βραχύτατος

`β.1076`

Βραχμᾶνες· οἱ παρʼ Ἰνδοῖς Γυμνοσοφισταὶ καλούμενοι

`β.1077`

βραχύ· ἀντὶ τοῦ οὐδέν ὀλίγον, μικρόν

`β.1079`

βραχύλον· ... βραχυτελῆ· μικρόν

`β.1080`

βραχμάζουσαι· χρεμετίζουσαι

`β.1081`

βραχέα ἄττα· ὀλίγα τινά

`β.1082`

βραχώδης· τραχύς

`β.1083`

βράψαι· συλλαβεῖν. ἀναλῶσαι. κρύψαι. θηρεῦσαι

`β.1084`

Βρέα· Κρατῖνος μέμνηται τῆς εἰς Βρέαν ἀποικίας. ἔστιν δὲ πόλις Θρᾳκίας, εἰς ἣν Ἀθηναῖοι ἀποικίαν ἐξέπεμπον

`β.1086`

βρέγμα· τὸν βρεγμόν

`β.1087`

Βρέκυν· τὸν Βερέκυντα, τὸν Βρίγα. Βρίγες γὰρ οἱ Φρύγες Βερεκύνδαι· δαίμονες. οἱ Φρύγες

`β.1088`

βρέμει· ἠχεῖ. φωνεῖ. σίζει. ταράσσει. ἀπειλεῖ

`β.1089`

βρεμεαίνων· ἠχῶν

`β.1090`

βρέμεται· ἠχεῖ. ψοφεῖ. προσρήσσεται

`β.1091`

βρέμοντι· ἠχοῦντι. ἀπειλοῦντι

`β.1093`

βρεμούσας· ἠχούσας

`β.1094`

βρενθύεται· δυσχεραίνει. προσποιεῖται

`β.1095`

βρένδον· ἔλαφον

`β.1096`

βρενθινῷ· ἀνθίνῳ

`β.1097`

βρενθινά· ῥιζάρια τινά, οἷς ἐρυθραίνονται αἱ γυναῖκες τὰς παρειάς· οἱ δὲ ἄγχουσαν, οὐκ εὖ ...... οἱ δὲ φῦκος παρεμφερὲς κύδει Ἀφροδίτης

`β.1098`

βρένθιξ· θριδακίνη. Κύπριοι

`β.1099`

βρένθον· μύρον τι τῶν παχέων, ὡς βάκκαρις. οἱ δὲ ἄνθινον μύρον. καὶ ὄρνεον βρένθος, ὅπερ ἔνιοι κόσσυφον λέγουσι. Βρένθος καὶ ὁ τύμβος λέγεται

`β.1100`

βρενθύεται· μεγαλοφρονεῖ, ὑπερηφανεύεται, ἐπαίρεται

`β.1101`

βρενθύεσθαι· θυμοῦσθαι, ὀργίζεσθαι ἀναξιοπαθεῖσθαι, δυσχεραίνεσθαι προσποιεῖσθαι

`β.1102`

βρενθύεται· ἀναξιοπαθεῖ. βαρεῖται. σεμνύνεται

`β.1103`

βρενθυόμενοι· ἐναβρυνόμενοι, τρυφῶντες

`β.1105`

Βρέντιοι· ἔθνος ἐν Ἰταλίᾳ

`β.1106`

βρέτας ἅγιον· εἰκών, ὁμοίωμα

`β.1107`

βρενταί· βρονταί

`β.1108`

βρέτας· ξόανα εἴδωλα ὁμοίωμά τι, παρὰ τὸ βροτῷ ἐοικέναι. ὅπερ φασὶν οἱ νεώτεροι δείκηλον

`β.1109`

βρέτη· ἀπεικονίσματα

`β.1110`

Βρεττανία· νῆσος ἡ περὶ τὸν ὠκεανόν ἧς τὸ περίμετρόν φησιν Σκύμνος ὁ Χῖος σταδίων τρισμυρίων

`β.1111`

βρέττανα· φοβερά.

`β.1112`

Βρεττία· μέλαινα πίσσα ἢ βάρβαρος. ἀπὸ τοῦ Βρεττίων ἔθνους

`β.1113`

βρεῦκος· ἡ μικρὰ ἀκρίς, ὑπὸ Κρητῶν

`β.1114`

βρέφος· ἔμβρυον νήπιον, παῖς

`β.1115`

βρεχμόν· τὸ κρανίον

`β.1116`

βρεχμός· βρέγμα. τὸ μέσον τῆς κεφαλῆς

`β.1117`

βρῆγμα· ἀπόπτυσμα ἀπὸ θώρακος, παρὰ Ἱπποκράτει καὶ βρήσσει· βήσσει

`β.1118`

βρηνεύομαι· ἔλεγον ....

`β.1119`

βρῆσσαι· βῆσσαι

`β.1120`

Βρησσαῖος· ὁ Διόνυσος

`β.1121`

βρήσσουσιν· βληχῶνται. φωνεῖ τὰ πρόβατα

`β.1122`

βρητός· ἀλεκτρυὼν ἐνιαύσιος

`β.1123`

βρηχανώμενοι· φωνοῦντες. ἢ χασμώμενοι

`β.1124`

βρί· ἐπὶ τοῦ μεγάλου, καὶ ἰσχυροῦ, καὶ χαλεποῦ τίθεται

`β.1125`

βριαγχόνην· βάτραχον. Φωκεῖς

`β.1126`

βρίακχος· βριαρῶς, βαρέως ἰακχάζουσα

`β.1127`

βριάει· θρασύνει

`β.1128`

βρίαν· τὴν ἐπʼ ἀγροῖς κώμην

`β.1129`

Βριάρεων· ἄνθρωπον ἑκατοντάχειρα

`β.1130`

βριαρήν· βαρεῖαν, ἰσχυράν

`β.1131`

βριαροί· βαρεῖς, ἰσχυροί

`β.1132`

βριαρόν· κραταιόν, ἰσχυρόν. μέγα. βαρύν. ἄγριον

`β.1133`

Βριάρεω στῆλαι· αἱ Ἡράκλειοι λεγόμεναι

`β.1134`

Βρίγες· οἱ μὲν Φρύγες οἱ δὲ βάρβαροι· οἱ δὲ σολοικισταί. Ἰόβας δὲ ὑπὸ Λυδῶν ἀποφαίνεται βρίγα λέγεσθαι τὸν ἐλεύθερον

`β.1135`

βρίγκα· τὸ μικρόν. Κύπριοι

`β.1136`

βρίγκος· ἰχθὺς κητώδης

`β.1137`

βριγκώμενον· ὀργιζόμενον. μιμούμενον

`β.1138`

βρίζει· ἐσθίει. πιέζει. κύει. καθεύδει· «ἔνθα οὐκ ἂν βρίζοντα ἴδοις»

`β.1139`

Βριζώ· μάντις, ἐνυπνιομάντις

`β.1140`

βρίζω· καθεύδω

`β.1141`

βρίζοντα· νυστάζοντα. κοιμώμενον

`β.1142`

βριήπυος· μεγαλόφωνος. μέγας. δεινός

`β.1143`

βριηρόν· μεγάλως κεχαρισμένον

`β.1144`

βρίθει· βαρύνει. αὔξει. ἢ εὐθηνεῖ. διατρέφει

`β.1145`

βρίθεται· βαρύνεται καρπῷ

`β.1146`

βρίθειν· γέμειν

`β.1147`

βρίθοντα· βαροῦντα

`β.1148`

βριθοσύνη· βάρος

`β.1149`

βρίθουσαν· λάμπουσαν. βαροῦσαν

`β.1150`

βριθύ· ἰσχυρόν. μέγα. βαρύ

`β.1151`

βρίθων· γέμων. κομῶν ὑπὸ καρπῶν

`β.1152`

βρίκελοι· οἱ μὲν τοὺς ἱστόποδας, ἀπὸ τοῦ βάρους καὶ τοῦ ξύλου· οἱ δὲ βαρβάρους· Δίδυμος δὲ τὰ τραγικὰ προσωπεῖα, παρὰ Κρατίνῳ, οἷον βροτῷ εἴκελοι, ἐν Σεριφίοις

`β.1153`

βρικίννη· εἶδος βοτάνης

`β.1154`

βρικίσματα· ὄρχησις Φρυγιακή

`β.1155`

βρικοί· πονηροί

`β.1156`

βρικόν· ὄνον, Κυρηναῖοι. βάρβαρον

`β.1157`

βριμάζει· ὀργᾷ εἰς συνουσίαν. Κύπριοι

`β.1158`

βριμάζων· τῇ τοῦ λέοντος χρώμενος φωνῇ

`β.1159`

βριμῶν· ἀπειλῶν

`β.1160`

βριμαίνεται· θυμαίνεται, ὀργίζεται

`β.1161`

βρίμη· ἀπειλή. καὶ γυναικεία ἀῤῥητοποιΐα

`β.1162`

βρίμημα· ἐπίπληξις ἀπειλητική

`β.1163`

βριμήσασα· δεινή, χαλεπή

`β.1164`

βριμός· μέγας. χαλεπός

`β.1165`

βριμοῦσθαι· θυμοῦσθαι ὀργίζεσθαι

`β.1166`

Βριμώ· ἰσχυρά

`β.1167`

βρινδεῖν· θυμοῦσθαι. ἐρεθίζειν

`β.1168`

βρίννια· τὰ ἄρνεια κρέα

`β.1169`

βρίξαι· ὑπνῶσαι, νυστάξαι

`β.1170`

βρῖσαι· βαρῦναι. ὁρμῆσαι. καὶ Νύμφαι

`β.1171`

βρισθείς· ὑπνώσας

`β.1172`

βρίσαντα· ἰσχύσαντα. βαρύναντα

`β.1173`

βρίξ· θριδακίνη. καὶ εἶδος ἄνθους. οἱ δὲ περιστερεῶνα

`β.1174`

βρίτος· ἔτος

`β.1175`

Βριτόμαρτις· ἐν Κρήτῃ ἡ Ἄρτεμις

`β.1176`

βριτύ· γλυκύ. Κρῆτες

`β.1178`

βρογχιάζει· καταπίνει

`β.1179`

βρόδα· Αἰολεῖς ῥόδα

`β.1180`

βρόγχος· ὁ λάρυγξ. ὁ καταπότης

`β.1181`

βρόκοι· ἀττέλεβοι. ἀκρίδες

`β.1182`

βροκός· μωρός· Ἕλληνες

`β.1183`

βρομέον· ὀζόμενον

`β.1184`

βρομέωσιν· ἠχῶσιν

`β.1185`

βρομήσει· φυσήσει. ψοφήσει

`β.1186`

Βρόμιος· παρὰ Τηλεκλείδῃ ὁ Σάτυρος, ἢ ὁ Διόνυσος

`β.1187`

βρόμος· βοτάνη ὁμοία σίτου, μὴ ἔχουσα γόνατα

`β.1188`

βρόμος· ἰδίωμα ἤχου. ἦχος. καὶ ὁ τόπος, εἰς ὃν ἔλαφοι οὐροῦσι καὶ ἀφοδεύουσι. καὶ σπέρμα λεπτῆς κριθῆς. καὶ ὀσμή. καὶ χόρτος

`β.1189`

βροντάζων· βροντῶν

`β.1190`

βρόντημα· ὁ ἐμβρόντητος

`β.1191`

βρόξαι· ῥοφῆσαι

`β.1192`

βρόκων· ἀμαθής, ἀπαίδευτος, οἷον βόσκημα

`β.1193`

βρόσσονος· βραχυτέρου

`β.1194`

βρόταχος· βάτραχος

`β.1195`

βροτέης· ἀνθρωπίνης

`β.1196`

βροτήσια· ἀνθρώπεια καὶ ἀνθρώπινα

`β.1197`

βροτόεντα· ᾑμαγμένα οἱ δὲ τὰ λαμπρά

`β.1198`

βροτοδαίμων· ἡμίθεος

`β.1199`

βροτολοιγέ· ἀνθρωποφθόρε

`β.1200`

βροτολοιγός· ἀνθρωποκτόνος. αἱμοφθόρος

`β.1202`

βροτοί· γυναῖκες

`β.1203`

βρότον· τὸ αἷμα ὀξυτόνως μὲν ἄνθρωπον · παροξυτόνως δὲ σημαίνει τὸν ἐκ φόνου λύθρον

`β.1204`

βροτός· φθαρτός, ἢ γηγενὴς ἄνθρωπος

`β.1205`

βροτόφηλος· ἀνθρώπους φηλῶν, τουτέστιν ἀπατῶν

`β.1206`

βροῦκος· ἀκρίδων εἶδος, Ἴωνες. Κύπριοι δὲ τὴν χλωρὰν ἀκρίδα βρούκαν. Ταραντῖνοι δὲ ἀττέλεβον. ἕτεροι ἀρουραίαν μάντιν

`β.1207`

βροῦνος· ἐνεὸς ἢ μαινόμενος

`β.1208`

βρούξ· τράχηλος. βρόγχος

`β.1209`

βροῦλος· πόα ἔνυδρος

`β.1210`

βροῦ· πιεῖν

`β.1211`

βροῦτος· ἐκ κριθῶν πόμα

`β.1212`

βρούχετος· βάραθρον. βάτραχον δὲ Κύπριοι

`β.1213`

βρούχαλον· ἕρμα

`β.1214`

βροχέως σαφῶς. συντόμως. Αἰολεῖς

`β.1215`

βροχμώδης· ἡ νοτερὰ καὶ ἁπαλή. Δημόκριτος

`β.1216`

βροχμόν· τὸ βρέγμα

`β.1217`

βρόχοι· ἅμματα

`β.1218`

βρόχος. ἀγχόνη, δεσμός

`β.1219`

βρύα· ἃ γίνεται μὲν ἐπὶ πετρῶν, λέγεται δὲ καὶ σφακὸς ἢ σκαφίς· ἐπετίθετο δὲ ἁγνισμοῦ χάριν

`β.1220`

βρυάζει· θάλλει. τρυφᾷ

`β.1221`

βρυάζειν· γαυριᾶν. ἥδεσθαι

`β.1222`

βρυαζούσης λέαινʼ ὥς· ἐν Ἀθάμαντι. ἀκμαζούσης ἢ ἐγκύμονος

`β.1223`

βρυαθμόν· βρυασμόν

`β.1224`

βρυαλιγμόν· ψόφον, ἦχον

`β.1225`

βρυαλίζων· διαῤῥήσσων

`β.1226`

βρυαλίκται· πολεμικοὶ ὀρχησταί· «μενέδουποι» Ἴβυκος καὶ Στησίχορος

`β.1227`

βρυανιῶν· μετεωριζόμενος καὶ κορωνιῶν

`β.1228`

βρυάσομαι· ἀναβακχεύσομαι μετά τινος κινήσεως

`β.1229`

βρυγμός· κατανάλωσις. καὶ νόσος, ἀπὸ τοῦ βρύχειν, ὅ ἐστι τοῖς ὀδοῦσι πιέζοντα ψόφον ἀποτελεῖν, ὡς ἐν ῥίγει συμβαίνει . ἢ ἀκόνησις μύλων. ἢ τρισμὸς ὀδόντων

`β.1230`

βρυγκός· ἄφωνος. νεκρός

`β.1231`

βρύκουσα· δάκνουσα. κατεσθίουσα

`β.1232`

βρυγχός· βρόχος

`β.1233`

βρύει· ῥέει πηγάζει, ἀναβλύζει. πηδᾷ. ἀνθεῖ. ἀνίησιν. αὔξεται

`β.1234`

βρύθακες· οἱ χιτῶνες βομβύκινοι. ἢ γένος ἰθαγενῶν

`β.1235`

βρύκαιναι· ἱέρειαι. ὑπὸ Δωριέων

`β.1236`

βρυκανήσομαι· βοήσομαι

`β.1237`

βρυκεδανός· πολυφάγος. οἱ δὲ μακρός

`β.1238`

βρύκειν· λάβρως ἐσθίειν. ἀπὸ τοῦ τρίζειν τοὺς ὀδόντας. οἱ δὲ μασᾶσθαι

`β.1239`

βρυκετός· ταυτὸν τῷ βρυγμῷ. καὶ βρυκηθμός ὁμοίως Δωριεῖς

`β.1240`

βρυκός· κῆρυξ. οἱ δὲ βάρβαρος. οἱ δὲ ἀττέλεβος

`β.1241`

βρυκταία· εἶδος βοτάνης

`β.1242`

βρύκων· συνερείδων τοὺς ὀδόντας μετὰ ψόφου

`β.1243`

βρυδαλίχα· πρόσωπον γυναικεῖον. παρὰ τὸ γελοῖον καὶ αἰσχρὸν ὄρρος τίθεται ὀρίνθω τὴν ὀρχίστραν καὶ γυναικεῖα ἱμάτια ἐνδέδυται. ὅθεν καὶ τὰς μαχρὰς βρυδαλίχας καλοῦσι Λάκωνες

`β.1244`

βρυδακίζειν· ἐκτείνειν

`β.1245`

βρυλλιχισταί· οἱ αἰσχρὰ προσωπεῖα περιτιθέμενοι γυναικεῖα καὶ ὕμνους ᾄδοντες

`β.1246`

βρύλλων· ὑποπίνων

`β.1247`

βρῦν· πιεῖν

`β.1248`

βρύματα· μηρύματα

`β.1249`

βρύον· θάλλον

`β.1250`

βρυνχόν· κιθάραν. Θρᾷκες

`β.1251`

βρύξαι· δακεῖν. καταπιεῖν

`β.1252`

βρύοχον· κήρυκα

`β.1253`

βρύγδην· χύδην

`β.1255`

Βρυσιαί· κρημνοί. καὶ πόλις κρημνώδης

`β.1256`

βρύτανα· κονδύλους

`β.1257`

βρυτιγγοί· χιτῶνες

`β.1258`

βρυτταί· τὰ λείψανα

`β.1259`

βρύτεα· στέμφυλα. ἔνιοι εἶδος σκορόδου

`β.1260`

βρύττειν· ἐσθίειν

`β.1261`

βρύττιον· πόμα ἐκ κριθῆς

`β.1262`

βρύττος· εἶδος ἐχίνου πελαγίου, ὥς φησιν Ἀριστοτέλης οἱ δὲ ἰχθύν. οἱ δὲ τρισυλλάβως. «ἄμβρυττον, ἤν, Λάχης ποιεῖ»

`β.1263`

βρύχα· ὑποβρύχιον. βυθιζόμενον

`β.1264`

βρύχανα· σάλπιγγι καμπύλῃ

`β.1265`

βρυχετῶ· πυρεταίνω

`β.1266`

βρυχηθμός· στεναγμός. οἰμωγή

`β.1267`

βρυχίς· κλῆμα

`β.1268`

βρυχμοί· ψόφοι

`β.1269`

βρυχήσασθαι· ὡς λέων

`β.1270`

βρύχιον· βυθιζόμενον

`β.1271`

Βρύχων· ποταμὸς περὶ Παλλήνην

`β.1272`

Βρυτίδας· γένος παρὰ Ἀθηναίοις

`β.1273`

βρυτίνη· ἐν Μαλθακοῖς· «ἄμοργιν ἔνδον βρυτίνην ἠθεῖν τινα» . ἔπαιξε πρὸς τὸ πόμα τὸ βρύτινον. ἔστι δὲ καὶ ζῶον βρύτον ὅμοιον κανθάρῳ, καὶ τὸ ἀπʼ αὐτοῦ βρύτινον πήνισμα, ὅπερ ὑπʼ ἐνίων βομβύκινον λέγεται

`β.1274`

βρυτίνην· βυσσίνην

`β.1275`

βρῦτον· πᾶν τὸ ἐκ κριθῆς ποτόν

`β.1276`

βρυτονία· ῥίζα τις οὕτως καλουμένη

`β.1277`

βρύτιχοι· βάτραχοι μικροὶ ἔχοντες οὐράς

`β.1278`

βρύχεται· μαίνεται

`β.1279`

βρυχός· κήρυξ

`β.1280`

βρυῶδες· δυσῶδες Σ

`β.1281`

βρωμᾶσθαι· ὀγκᾶσθαι

`β.1282`

βρώμην· βρῶσιν

`β.1283`

βρωμωμένου· ὀγκωμένου

`β.1284`

βρωτόν· βρώσιμον

`β.1285`

βρωτύν· βρῶσιν. τροφήν

`β.1286`

`β.1287`

βυβὰ ταῦτα· ἐπὶ τοῦ μεγάλου τάσσεται

`β.1288`

βυβλία· βιβλία

`β.1289`

βυγή· πηγή

`β.1290`

βύβλιοι· οἱ τῶν τάφων φύλακες, παρὰ Κυπρίοις. καὶ πόλις Φοινίκης Βύβλος

`β.1292`

βύει· καμμύει. φράσσει τὰ ὦτα

`β.1293`

βύζαντες· πλήθοντες

`β.1294`

Βυζαντία· εἶδος ὁρμιᾶς

`β.1295`

Βυζάντιος· Κωνσταντινουπολίτης

`β.1296`

βύζην· ἱκανῶς. ἀθρόως. δαψιλῶς. πυκνῶς. ἐπαλλήλως. ἢ πληροῦν

`β.1297`

βύζειν· τὸ πεπιασμένως κατέχειν

`β.1298`

βυζόν· πυκνόν. συνετόν. γαῦρον δὲ καὶ μέγα

`β.1299`

βύθιος· φόσσα

`β.1300`

βυθίζων· ποντίζων ἐν βυθῷ. Σκύθαις

`β.1302`

βυκανισταί· εἰκασταί

`β.1303`

βυκήης· ὑπνηλός

`β.1304`

βυκός· δασμοφόρος

`β.1305`

βυκτά· σχέτλια, δείλαια

`β.1306`

βυκτάων· πνεόντων, φυσητῶν

`β.1307`

βύκτης· ὁ ἐκ βυθοῦ ταράσσων. φυσῶν

`β.1308`

βυλλά· βεβυσμένα

`β.1312`

βύνη· θάλασσα. πεύκη. σκεύασμά τι κρίθινον

`β.1313`

βυννεῖν· τὸ ἐν τῷ στόματι κατέχειν τι

`β.1314`

βύπτειν· βαπτίζειν

`β.1315`

βύρθακος· βάτραχος

`β.1316`

βυρικόμενος· πνιγόμενος. τραχηλιζόμενος

`β.1317`

βυριόθεν· οἴκοθεν

`β.1318`

βύριον· οἴκημα

`β.1319`

βύρμακας· μύρμηκας

`β.1320`

βυρμός· σταθμός

`β.1321`

βυρσάτονος· τύμπανον

`β.1322`

Βυρσίνης· Μυρσίνης· ἦν δὲ αὕτη γυνὴ Ἱππίου τοῦ τυράννου. ἐν τοῖς Ἱππεῦσι

`β.1323`

βυρσίς· δέρμα

`β.1324`

βυῤῥός· κάνθαρος. Τυῤῥηνοί

`β.1325`

βυρσαίετον· Ἀριστοφάνης ἀπὸ τῆς βύρσης καὶ τοῦ ἁρπάζειν τὸν Κλέωνα εἶπε

`β.1326`

Βύρσαν· πόλιν θεῶν Ἀριστοφάνης ἐν Δράμασι παίζων ἔφη

`β.1327`

βυρσιμώλους· βυρσοδεψίμους

`β.1328`

βυρσοδέψης· σκυτοδέψης, βυρσεύς

`β.1329`

βυρσόκαππον· τὸν Κλέωνα

`β.1330`

βύουσαν· κρύπτουσαν

`β.1331`

βῦσαι· ἐπιθεῖναι. φορτῶσαι. κρύψαι

`β.1332`

βύσας· πλήσας. φράξας

`β.1333`

βύρτη· λύρα

`β.1334`

βυσαύχην· ὁ συνέλκων τὸν τράχηλον καὶ τὸν αὐχένα μικρὸν ποιῶν καὶ τοὺς ὤμους ἀνέλκων

`β.1335`

βύσσαλοι· βόθροι

`β.1337`

βυσσαλεύοντι· τῷ βυθῷ ἐφικνουμένῳ

`β.1338`

βυσσοβαρῆ· μεγάλα. ἀπὸ τῶν καταφερομένων εἰς βυθὸν διὰ τὰ βάρη

`β.1339`

βυσσοδομεύει· ἐνθυμεῖται. μηχανᾶται. ἀποκεκρυμμένως βουλεύεται, καὶ ἐκ βάθους

`β.1340`

βυσσοδομεύειν· ἐνθυμεῖσθαι. κατὰ βυθοῦ δομεῖν, ἤγουν οἰκοδομεῖν

`β.1341`

βύσσινα· πορφυρᾶ

`β.1342`

βυσσός· βυθός. ἄντρον. πυθμήν. καὶ χρῶμα ἀντὶ τῆς ὕσγης παραλαμβανόμενον

`β.1343`

βυσσοφαρεῖ· μεγαλοφαρεῖ

`β.1344`

βυσσόφρων· κάτωθεν ἐκ σπλάγχνων βουλευόμενος. καὶ ἐκ βυθοῦ φρονῶν

`β.1345`

βύσωσι· φράξωσι

`β.1346`

βύσταγα· πώγωνα

`β.1347`

βυστίχοις· τοῖς ἐν θαλάττῃ βρόχοις

`β.1348`

βῦστραι· αἱ τῶν λαχάνων ἐνθέσεις. ἔνιοι δὲ τοὺς ἐκ τῶν λαχάνων ψωμούς

`β.1349`

βύτθαν· τὸν ψᾶρα

`β.1350`

βυτθόν· πλῆθος

`β.1351`

βύτανα· κονδύλοι. οἱ δὲ βρύτανα

`β.1352`

βυτίνη· λάγυνος, ἢ ἀμίς. Ταραντῖνοι

`β.1353`

βύττος· γυναικὸς αἰδοῖον

`β.1354`

βύων τὰ ὦτα· ἐπιφράττων

`β.1355`

βυούσης· πληρούσης. καλυπτούσης. κωφωθείσης

`β.1356`

βυωτήν· τὴν ἄρσιν

`β.1357`

βῶ· ἐπιβῶ

`β.1358`

βωβός· πηρός.

`β.1359`

βωβούς· χωλούς

`β.1360`

βωβύζειν· σαλπίζειν

`β.1361`

Βωβώ· οὕτως ἡ Μάκρις ὠνομάζετο

`β.1362`

βώδιον· βοίδιον

`β.1363`

βωθεῖν· ὁμιλεῖν. βοηθεῖν

`β.1364`

βωθέοντες· βοηθοῦντες

`β.1365`

βωθύζειν· βοᾶν. θωύσσειν

`β.1366`

βῶκα· θύννον

`β.1367`

βωκός· τρυφερὸς χιτών

`β.1368`

Βώκαρος· ποταμὸς ἐν Σαλαμῖνι ἐκ τοῦ Ἀκάμαντος ὄρους φερόμενος

`β.1369`

βωλάκιον· χωρίον βώλους ἔχον

`β.1370`

βῶλαξ, βῶλος· γῆ

`β.1371`

βωλία, βωλίς· μάζης εἶδός τι ἐν ταῖς θυσίαις

`β.1372`

βωλίνας· καλιάς. ἢ πλινθίνας οἰκίας

`β.1373`

βωλόναι· οἱ μὲν κολώνας· οἱ δὲ τὸ Κίλλαιον ἀκούουσι, διὰ τὸ ἀνακεχῶσθαι, παρὰ Σοφοκλεῖ

`β.1375`

βωλώρυχα· τὴν σῦν. Λάκωνες

`β.1376`

βωμακεύμασι· βωμολοχεύμασι. παραλογισμοῖς. πανουργήμασι κολακευτικοῖς

`β.1377`

βώμαξ· βωμολόχος. καὶ ὁ μικρὸς βωμός, ὑποκοριστικῶς

`β.1378`

βώμευσις· βωμοῦ ἵδρυμα

`β.1379`

βώμηνεν· ὤμοσε

`β.1380`

Βώμιοι· οἱ περὶ τοὺς λόφους τοὺς Βωμοὺς καλουμένους οἰκοῦντες

`β.1382`

βωμίδας· ἀναβάσεις

`β.1383`

βωμίσκοι· ἀριθμοὶ ἄνισοι

`β.1384`

βωμοῖς· βαθμοῖς

`β.1385`

βωμοῖσι· βάσεσι

`β.1386`

βωμοί· ἔμβολοί τινες οὕτω λεγόμενοι

`β.1387`

βωμολοχία· γένος κολακείας φορτικὸν καὶ γελωτοποιόν

`β.1388`

βωμός· ἱερόν. τέμενος

`β.1389`

βωμολόχος· σκώπτης. ἱερόσυλος· παρὰ τὸ λοχεῖν εἰς τοὺς βωμούς, ὅ ἐστιν ἐνεδρεύειν. πανοῦργος. ἀσεβής. ἀπατεών

`β.1390`

βῶν· βοῦν. ὅπλον

`β.1391`

βωνίτας· τοὺς ἐν ἀγρῷ. οἱ δὲ βουκόλους ἢ ἀγροίκους

`β.1392`

βώνημα· εἴρημα. Λάκωνες

`β.1393`

Βωρθία· Ὀρθία

`β.1394`

Βῶρμον· θρῆνον ἐπὶ Βώρμου νυμφολήπτου Μαριανδυνοῦ

`β.1395`

βῶροι· ὀφθαλμοί

`β.1396`

Βῶρος· ὄνομα κύριον

`β.1397`

βῶς· ἀσπίς. πέλτη. βύρσα. καὶ ποιὸς ἰχθύς

`β.1398`

βώσομαι· βοήσομαι, ἐπικαλέσομαι

`β.1399`

βῶσον· κάλεσον, βόησον

`β.1400`

βώσαντι· βοήσαντι

`β.1402`

βωστρεῖν· βοᾶν. καλεῖν. ἐπικαλεῖσθαι

`β.1403`

βωσόμεθα· μαρτυρώμεθα. ἐπικαλεσώμεθα

`β.1404`

βωσσοῦσι· βομβοῦσιν ἠχοῦσι

`β.1405`

βωτάζειν· βάλλειν

`β.1406`

βωτιάνειρα· τοὺς ἄνδρας τρέφουσα

`β.1407`

βωτίον· σταμνίον

`β.1408`

βώτορες· βωτῆρες. νομεῖς. ποιμένες

`β.1409`

βώχ· βοτάνης εἶδος

`β.1410`

βωῶμεν· ὀμόσωμεν

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: taq-abb`.
