---
title: "On Universal Prosody: Book 6"
title_greek: "Περι Καθολικης Προσῳδιας, Ϛʹ"
author: Herodian of Alexandria
eul_wid: qnq-cd
eul_aid: qnq
canonical: "https://eulogikon.org/works/herodian-alexandria-universal-prosody-book-6-qnq-cd"
lang: grc
period: Roman
dialect: Koine
content_hash: "sha256:307c3671350c4853c2d2251e20dec64e7455748c533a0ef189e8e5c2ff8c1012"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Universal Prosody: Book 6

*Περι Καθολικης Προσῳδιας, Ϛʹ*

**Author:** Herodian of Alexandria

**eul_wid:** `qnq-cd` · [HTML page](https://eulogikon.org/works/herodian-alexandria-universal-prosody-book-6-qnq-cd)

## Text

Part of [On Universal Prosody](/works/herodian-alexandria-universal-prosody-qnq-au)

`3,1–3,1.138`

ΠΕΡΙ ΤΩΝ ΕΙΣ βος, ΕΙΣ γος ΚΑΙ ΤΩΝ ΚΑΘΕΞΗΣ ΜΕΧΡΙ ΤΩΝ ΕΙΣ μος. ΒΙΒΛΙΟΝ ϛʹ.

Τὰ εἰς βος δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται, ὄλβος, λίβος, Λέσβος καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, φλοῖσβος, θάμβος τὸ μονογενές, τάρβος. λέμβος, βόμβος, τύμβος, ῥύμβος, στίβος, τρίβος. Στρόβος πόλις Μακεδονίας. Τάβος ἥρως, ἀφʼ οὗ Τάβαι πόλις Λυδίας. Θράμβος ἀκρωτήριον Μακεδονίας. Ἴσβος Ἰσαυρίας πόλις, Κύβος ἢ καὶ Κυβώ, πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων, Ὄμβοι πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν. Σάβοι ἔθνος Φρυγίας. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν. Σάμβος πόλις Ἀράβων καὶ οἱ πολῖται Σάμβοι. Βοῖβος Γλαφύρου υἱός, ἀφʼ οὗ Βοίβη πόλις Θεσσαλίας. Στροῖβος ὁ ἀδελφὸς Γύζαντος. σεσημείωται τὸ Βόλβος παροξυνόμενον, ὅτε κύριον, βολβός δὲ τὸ προσηγορικόν, ὥσπερ λοβός μέρος τοῦ ἥπατος.

Τὰ εἰς βος δισύλλαβα ἐπιθετικὰ ὀξύνεται, στραβός, ῥαιβός ὁ μὴ ὀρθός, καὶ κωβός.

`3,1.139`

Τὰ εἰς βος κύρια ἢ προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, ἄραβος, κόναβος, ἴαμβος, κάραβος, σάραβος, ἀττέλαβος, ὅπερ οἱ Ἀττικοὶ παραλόγως ὀξύνουσι. Νήραβος πόλις Συρίας. Νικόλαος τετάρτῳ. Ἄμολβος πόλις Μαγνήτων, ὡς Βάλακρος Μακεδονικῶν βʹ, Ἄρισβος ποταμὸς Θρᾳκῶν. Βατάναβος Ἀραβίας σταθμός. Πράσσαιβος ἔθνος Θεσπρωτικόν, Κάνδυβος παῖς Δευκαλίωνος, Μέταβος ἥρως, ἀφʼ οὗ Μεταπόντιον. τὸν γὰρ Μεταπόντιον οἱ βάρβαροι Μέταβον ἔλεγον. Πόλυβος. Χάλυβος παρʼ Ἑκαταίῳ οἱ Χάλυβες. Καλλάτηβος πόλις Λυδίας. Ἡρόδοτος ἑβδόμῃ  <span class="gap">…</span> . Τύρρηβος πόλις Λιβύης ἀπὸ Τυρρήβου τοῦ Ἄτυος. Κάνωβος, ὅπερ ἔδει γράφεσθαι διὰ τοῦ π· οὐδὲν γὰρ εἰς βος λῆγον ὑπὲρ δύο συλλαβὰς τῷ ω παραλήγεται. γράφεται δὲ ὅμως διὰ τοῦ β. Στράβων ἑπτακαιδεκάτῃ «Κάνωβος δʼ ἔστι πόλις ἐν εἴκοσι καὶ ἑκατὸν σταδίοις ἀπὸ Ἀλεξανδρείας πεζῇ ἰοῦσιν, ἀπὸ Κανώβου κυβερνήτου Μενελάου, ἀποθανόντος αὐτόθι».

Τὰ εἰς βος ἐπιθετικὰ ὑπὲρ δύο συλλαβάς, εἰ μὴ τὸ η παραλήγοι ἢ σύνθετα εἴη ἀπὸ τῶν εἰς βος ληγόντων, ὀξύνεται, ἐρεμβός καὶ Ἐρεμβοί ἔθνος Ἀραβίας. Ὅμηρος «καὶ Σιδονίους καὶ Ἐρεμβούς», τούτους δέ φησι τοὺς Τρωγλοδύτας ἀπὸ τοῦ εἰς ἔραν βαίνειν. λέγονται καὶ Ἐρεμβαῖοι. τούτῳ δὲ ὁμοίως καὶ Περραιβός ἐθνικόν, οὗ θηλυκὸν κατὰ κοινότητα ἡ Περραιβός καὶ Περραιβή. κολοβός, βουφορβός, ἱπποφορβός. τὸ δὲ ἔφηβος, ἄνηβος παραλήγουσι τῷ η. τὸ δὲ φιλόκυβος σύνθετον.

Τὰ εἰς γος δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγουσαν προσηγορικὰ ὄντα ἢ κύρια βαρύνεται, πύργος· εἰσὶ δὲ καὶ Πύργοι πόλις Μεσσήνης. σπόγγος, φθόγγος, Γόργος τὸ κύριον, γοργός δὲ τὸ ἐπίθετον. Ἔλγος πόλισμα Λυδίας, ὡς Ξάνθος ἐν Λυδιακοῖς. Λίγγος φρούριον Κασσανδρέων. Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ. Σίγγος πόλις παρὰ τῷ Ἄθῳ. τὸ δὲ σαργός ὁ ἰχθῦς ὀξύνεται.

`3,1.140`

Τὰ εἰς γος ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγουσαν ἐπιθετικὰ ὄντα, εἰ μὴ ἔννοιά τις ὑπάρχοι συνθέσεως, ὀξύνεται, γοργός, ἀργός. τὸ μέντοι Ἄργος βαρύνεται, καὶ τὸ μάργος σύνθετον ὂν ἀπὸ τοῦ μα στερητικοῦ καὶ τοῦ ἔργον· ὁ γὰρ μάργος οὐδὲν ἀγαθὸν ἐργάζεται.

Τὰ εἰς ογος διβράχεα βαρύνεται, λόγος, μόγος, ψόγος.

Τὰ διὰ τοῦ αγος διβράχεα ἐπιθετικὰ καὶ μὴ ἐθνικὰ ὀξύνεται, φαγός, κραγός ὁ κραυγαστικός. τὸ δὲ κράγος ὁ κραυγασμὸς βαρύνεται καὶ τὸ Κράγος ὄρος Λυκίας. Ἀλέξανδρος δευτέρῳ Λυκιακῶν. ἀπὸ Κράγου τοῦ Τρεμίλητος υἱοῦ, μητρὸς δὲ Πραξιδίκης νύμφης. καὶ τὸ Μάγος ἐθνικόν. εἰσὶ δὲ Μάγοι ἔθνος περὶ Μηδίαν.

Τὰ εἰς γος δισύλλαβα εἰ ἔχοι πρὸ τέλους δίχρονον συνεσταλμένον, κύρια ἢ προσηγορικὰ ὄντα βαρύνεται οἷον κράγος, πάγος, τράγος, χωρὶς εἰ μὴ μεταπλάσσοιτο εἰς γένος οὐδέτερον, ὡς ἔχει τὸ ζυγός εὑρημένον παρὰ τῷ ποιητῇ καὶ οὐδέτερον. τὸ δὲ ζυγός παρʼ Ὁμήρῳ οὐ σύνηθες ἐπὶ σταθμοῦ. ζυγὸν γὰρ ἐκεῖνος οἶδεν ἅρματος καὶ ἁμάξης καὶ ζυγόδεσμον ἱμάντα τὸν ζυγὸν τῶν ζῴων ζευγνύντα. ὅθεν ὑψίζυγος οὐχ ὁ ἄνω σταθμίζων τὰ κατʼ ἀνθρώπους δύναται εἶναι. ἔστι δὲ ζυγός καὶ καθέδρα τῶν ἐρεσσόντων, ὅθεν ὑψίζυγος ὁ ὕψι καθέδραν ἔχων κατὰ τὸ «ἐπὶ ζυγοῖς καθέζετο ἀρχῆς» τὸ τοῦ τραγικοῦ καὶ τοῦτο δὲ ἀπὸ τῆς κυβερνητικῆς μετενήνεκται καταστάσεως. καὶ τὸ ζυγομαχεῖν ἀπὸ τῶν ἐν πλοίοις ζυγῶν δύναται εἶναι, ὅτε περὶ τὰς καθέδρας διαφέρονται ἐρέσσοντες οἱ ἐρέται. εἰσὶ καὶ Ζυγοί πόλις πρὸς τῷ τῆς Ἀσίας Βοσπόρῳ.

Τὰ εἰς γος δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, εἰ μὴ κύρια εἴη, λοιγός, φηγός, πηγός. τὸ δὲ Λᾶγος κύριον. εἴρηται καὶ τρισυλλάβως «Λάαγος φίλος υἱὸς ἀρίζηλος Πτολεμαῖος». οὐ φύσει οὖν δισυλλαβεῖ, ἀλλʼ ἐκ τοῦ τρισυλλάβου γέγονεν.

`3,1.141`

Τὰ εἰς γος ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται, πάταγος, ἔλεγος ὁ θρῆνος. Τεκτόσαγος. Ὤγυγος υἱὸς Τερμέρας, ἀφʼ οὗ Λύκιοι Ὠγύγιοι λέγονται. ἀσπάραγος κυρίως ὁ ἐπὶ τοῦ ἑλείου ἢ ὀρείου ὁ μὴ σπειρόμενος. ἀσφάραγος ὁ λεγόμενος φάρυγξ.

Τὰ εἰς γος τρισύλλαβα ἀρσενικὰ φύσει ἢ θέσει μακρᾷ παραληγόμενα, μὴ διπλασιαζομένου τοῦ γ, χωρὶς εἰ μὴ κύρια εἴη καὶ ἔννοιαν συνθέσεως ἔχοι, ὀξύνεται, ἀρηγός, πελαργός, ἀμολγός, βροτολοιγός, ἀρρωγός. Πελασγός ἐθνικὸν ὁμώνυμον τῷ κτίστῃ, Ἀβασγός ἔθνος Σκυθίας. Χολαργός. οὕτω Δίδυμος καὶ Διόδωρος τὸν δῆμον τῆς Ἀκαμαντίδος φυλῆς καλοῦσι, Διονύσιος δὲ Χολαργεῖς. Ἱππημολγός ἔθνος Σκυθικὸν παρὰ τὸ τοὺς ἵππους ἀμέλγειν. τὸ δὲ Ἄμολγος προπαροξύτονον ἐπὶ τῆς νήσου οὐκ ἀρσενικόν. λέγεται δὲ καὶ Ἄμοργος, ὡσαύτως καὶ Σολόγοργος πόλις Ἀρκαδίας ἡ καὶ Ἥραια. τὸ δὲ Σύναγγος πόλις Φοινίκης καὶ Σάλαγγος ἔθνος Ἰταλίας—ἔστι δὲ καὶ ἕτερον ἔθνος Ἰνδικόν—διπλασιαζόμενον ἔχει τὸ γ. καὶ τὸ Ὅμαργος σύνθετον ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἀργός. ἔστι δὲ ὄνομα κυνός.

Τὸ ὀλίγος προπαροξύνεται. ἔστι δὲ μονῆρες. οὐδὲν γὰρ εἰς γος ὑπὲρ δύο συλλαβὰς τῷ ι παραλήγεται, ἀλλὰ μόνον τὸ ὀλίγος. Μήτι οὖν Ταραντῖνοι χωρὶς τοῦ γ προφερόμενοι τὴν λέξιν ἀναλογώτερον ἀποφαίνονται, ὥσπερ Ῥίνθων ἐν δούλῳ Μελεάγρῳ

  
ὀλίοισιν ὑμῶν ἐμπέφυκʼ εὐψυχία  
καὶ ἐν Ἰοβάτῃ

  
χρῄζω γὰρ ὀλίον μισθὸν αὐτὸς λαμβάνειν.  
Πλάτων μέντοι ὁ κωμικὸς διαπαίζει τὴν λέξιν ὡς βάρβαρον.

`3,1.142`

Τὰ εἰς δος διβράχεα ἀρσενικὰ καὶ θηλυκὰ κύρια βαρύνονται. εἰ δέ τι ὀξυνθῇ, τοῦτο θηλυκὸν προσηγορικὸν εὑρέθη τῷ ο παραλῆγον, κλάδος, Ἄδος πόλις Κιλικίας, κάδος καὶ Κάδοι πόλις Μυσίας. Στράβων ιβʹ «καὶ Δορυλάειον πόλις καὶ Κάδοι». Ῥόδος νῆσος. τὸ μέντοι ὁδός καὶ σποδός ὀξύνεται ὡς θηλυκὰ προσηγορικὰ τῷ ο παραλήγοντα.

Τὰ εἰς δος δισύλλαβα ο ἢ ου ἢ οι διφθόγγῳ ἢ η παραληγόμενα, εἰ μὴ σύνθετα ὑπάρχοι ἢ ἐθνικά, ὀξύνεται, ὁδός, σποδός, οὐδός· τὸ δὲ φροῦδος ἀπὸ τοῦ πρόοδος σύνθετον καὶ τὸ Μῆδος ἐθνικόν. σεσημείωται τὸ σκοῖδος παρὰ Μακεδόσιν ὁ οἰκονόμος καὶ τὸ χλῆδος προπερισπώμενα καὶ τὸ Ῥόδος παροξυνόμενον.

Τὰ εἰς δος ἀρσενικὰ φύσει μακρᾷ παραληγόμενα βαρύνεται Μῆδος υἱὸς Μηδείας καὶ τὸ ἐθνικὸν ὁμοφώνως τῷ πρωτοτύπῳ, νῖδος  <span class="gap">…</span> ζεῦδος  <span class="gap">…</span> . Βλαῦδος πόλις Φρυγίας. τὸ μέντοι καυδός θηλυκὸν ὥσπερ καὶ τὸ μαυδός. σεσημείωται τὸ Μαιδός ἔθνος Θρᾴκης πλησίον Μακεδονίας καὶ Ἠδός ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ καὶ Λυδός.

Τὰ εἰς δος δισύλλαβα ἔχοντα πρὸ τοῦ δ σύμφωνον κατʼ ἐπιπλοκὴν βαρύνεται, Σόγδος ὁ οἰκήτωρ Σογδιανῆς. λέγεται καὶ Σόγδιος. ῥάβδος. ἄσδος στήλη λιθίνη, λύγδος, Ῥύβδος φρούριον Σικελίας.

Τὰ εἰς δος δισύλλαβα ἔχοντα πρὸ τοῦ δ σύμφωνον κατὰ διάστασιν βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη, Λίνδος πόλις ἐν Ῥόδῳ κτίσμα Λίνδου τοῦ Κερκάφου, τοῦ Ἡλίου καὶ Κυδίππης, τῆς Ὀχίμου θυγατρός. ἔστι καὶ Σικελίας πόλις Λίνδος. Σίνδος ἔθνος ἀπὸ μεσημβρίας τῆς Μαιώτιδος λίμνης. τινὲς δὲ ὀξυτονοῦσιν, οὐκ εὖ, Πίνδος, νάρδος, μάρδος αὐλοῦ εἶδος καὶ ἔθνος Ὑρκάνιον. Ἀπολλόδωρος περὶ γῆς δευτέρῳ. πάρδος. Σάρδος πόλις Ἰλλυρίας, Βάλδος πόλις Φοινίκης, Χάλδος ἔθνος τῆς Ἀρμενίας. οὕτως γὰρ λέγεσθαι ἐπεκράτησεν ἡ συνήθεια δισυλλάβως, οὐ Χαλδαίους. Μύνδος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Γόρδος ἔθνος, ὃ καὶ Γορδυαῖος καὶ Γόρδοχος καλεῖται. σεσημείωται τὸ Ἰνδός ποταμὸς καὶ ἐθνικὸν καὶ Ὀρδός ἔθνος Μακεδονίας. λέγονται καὶ Ὀρδαῖοι, ὡς Νίκανδρος. τὸ δὲ λορδός ἐπίθετον καὶ ὁ μυνδός ὁ ἄφωνος, ἀφʼ οὗ «μυνδότεροι νεπόδων» παρὰ Καλλιμάχῳ.

`3,1.143`

Τὰ εἰς δος ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται, ὅμαδος, κέλαδος, Ἄραδος νῆσος Φοινίκης. ἔστι καὶ ἑτέρα τῆς Ἐρυθρᾶς θαλάσσης. τρίτη Κρήτης. Μασανώραδος Κινδαψοῦ παῖς, ἀφʼ οὗ Μασανώραδα πόλις Καρίας. Τένεδος νῆσος τῶν Σποράδων, ὡς Ἑκαταῖος, ἐν Ἑλλησπόντῳ. ἔστι καὶ πόλις Τένεδος πρὸς τῇ Λυκίᾳ. Ἀπολλόδωρος δὲ Παμφυλίας αὐτήν φησιν. Λέβεδος, Κάπεδος, Ἄλγιδος πόλις Ἰταλίας, Νάγιδος πόλις μεταξὺ Κιλικίας καὶ Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ Νάγιδος πόλις, ἀπὸ τοῦ Νάγιδος κυβερνήτου καὶ νῆσος Ναγιδοῦσσα». κόρυδος, ὅπερ οἱ Ἀττικοὶ ὀξύνουσιν.

Τὰ εἰς δος ὑπερδισύλλαβα ἔχοντα κατʼ ἐπιπλοκὴν σύμφωνον κύρια ἢ προσηγορικὰ βαρύνεται, μόλυβδος, σμάραγδος, Κύαρδος βασιλεὺς Καρῶν, υἱὸς Βαργάσου. Λίχανδος πόλις Σικελίας. Φίλιστος Σικελικῶν τρίτῳ. Ληψίμανδος πολίχνιον Καρίας. Κύλλανδος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Ἄσπενδος πόλις Παμφυλίας, Ἀσπένδου κτίσμα, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Βενέβενδος πόλις Καμπανίας. Ἴσινδος πόλις Ἰωνίας. λέγεται καὶ Ἴσινδα. Πύρινδος πόλις Καρίας. Ἄλινδος. Ἄρινδος ὄνομα ποταμοῦ, Βερέκινδος. τὸ δὲ ὀρυμαγδός καὶ Ἐορδός ὀξύνεται ὡς καὶ τὸ Ἀμαρδός ἔθνος Ὑρκανῶν ἐγγύς. Στράβων ιαʹ.

Τὰ εἰς δος ὑπερδισύλλαβα φύσει μακρᾷ παραληγόμενα κύρια προπαροξύνεται, Ἄβυδος πόλις καθʼ Ἑλλήσποντον καὶ ἄλλη κατʼ Αἴγυπτον ἀπὸ Ἀβύδου τινὸς κληθεῖσα. Ἔνουδος. Ἴσσηδος. Ὄροιδος βασιλεύς, οὗ μέμνηται Θουκυδίδης. τὸ ἀοιδός ἐπίθετον ὡς καὶ τὸ ὀπηδός. τὸ δὲ κίναιδος προπαροξύνεται τῷ λόγῳ τῆς συνθέσεως.

`3,1.144`

Τὰ εἰς ζος πάντα βαρύνεται, ὄζος, ῥοῖζος, Γάζος πόλις Ἰνδική, Τόπαζος νῆσος Ἰνδικὴ καὶ λίθος ὁμώνυμος τῇ νήσῳ. Ἀλέξανδρος ὁ πολυΐστωρ. διὰ τοῦ ξ δʼ ἐγράφετο πρότερον. Λάζος Σκυθῶν ἔθνος, Ἄραζος πόλις πρὸς τῷ πόντῳ ἀπὸ Ἀράζου τοῦ ἡγησαμένου. Βύμαζος πόλις Παιόνων. Ἔφορος κζʹ. Τρίζος ἔθνος πρὸς νότον τοῦ Ἴστρου. Ἑκαταῖος Εὐρώπῃ. Τίριζος ἔθνος Παφλαγονίας. Κτησίας δὲ Τιριζιβανοὺς αὐτούς φησιν ἐν τῷ δευτέρῳ «ἐκ δὲ τῶν Ὀδρυσῶν εἰς Τιριζιβανοὺς οἰκοῦντας ἐν Παφλαγονίᾳ». Κρόβυζος ἔθνος πρὸς νότου ἀνέμου τοῦ Ἴστρου. Ἑκαταῖος Εὐρώπῃ. Λόκοζος πόλις Φρυγίας. Ξάνθος δὲ ὁ Λυδὸς διὰ τοῦ ξ γράφει. Κάττουζος ἔθνος Θρᾴκης. τὰ δὲ τριγενῆ καὶ τὰ ἀπὸ ἐπιρρημάτων ὀξύνεται, πεζός, χθιζός, πρωιζός. σεσημείωται τὸ μαζός, ὅτι μονογενὲς ὂν ὀξύνεται. μήποτε οὖν ἀναλογώτεροι οἱ Ἴωνες μαστὸν λέγοντες.

Τὰ εἰς θος λήγοντα καθαρὰ μονογενῆ δισύλλαβα παραληγόμενα φύσει μακρᾷ βαρύνεσθαι θέλει, κῶθος, οὕτως ὁ κωβίος, μῦθος, Ζῆθος, Σῆθος ποταμὸς Σκυθίας ὡς Φιλοστέφανος, Ξοῦθος τὸ κύριον «Δῶρός τε Ξοῦθός τε». Βοῦθος Πύθια νικήσας. παροιμία Βοῦθος περιφοιτᾷ, Κρατῖνος Χείρωσι. τάττεται δὲ ἐπὶ τῶν εὐήθων καὶ παχυρίνων. Νοῦθος κύριον, καὶ ψόφος, ἣν οἶδεν Ἡσίοδος ἐν τρίτῳ

  
νοῦθος δὲ ποδῶν ὑπόδουπος ὀρώρει·  
Λῆθος ὄνομα κύριον. σημειῶδες ἄρα τὸ στρουθός ὀξυνόμενον· Χαῖρις δέ φησιν Ἀττικοὺς βαρύνειν τὸ ὄνομα, ὡς καὶ Τρύφων μέμνηται ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδίας. ἴσως μέντοι παρήλλαξε τῶν προκειμένων, ἐπεὶ καὶ ἀρσενικῶς λέγεται

  
καλοὶ δέ σʼ ἆγον  
  
ὠκέες στρουθοί  
καὶ θηλυκῶς

  
αὐτὰρ ἐπεὶ κατὰ τέκνʼ ἔφαγε στρουθοῖο καὶ αὐτήν.  

`3,1.145`

Τὰ εἰς θος δισύλλαβα μονογενῆ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν βαρύνεται. πτόρθος, γόνθος ὁ κόγχος, γρόνθος τὸ ἐπὶ τῆς αὐλήσεως, σμίνθος ὁ μῦς. Πάρθος ἔθνος Σκυθικὸν οἱ καὶ Πάρθιοι καὶ Παρθυαῖοι. ἔστι δὲ καὶ Πάρθος πόλις Ἰλλυρική. Ἀπολλόδωρος ἐν χρονικῶν ..... Κύνθος ὄρος Δήλου, παρʼ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδος. οὕτως δὲ ἐκαλεῖτο καὶ Δῆλος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ. Ξάνθος ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ «παρʼ ᾗ Ξάνθος ἐξίησι ποταμός». ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἔστι καὶ Ξάνθος πόλις ἐν Λέσβῳ. Σίνθος πόλις παρὰ τῷ Θερμαίῳ. Ἡρόδοτος ἑβδόμῃ  <span class="gap">…</span> . Ὄρθος τὸ μονογενές. τὸ δὲ ξανθός καὶ τυτθός καὶ ὀρθός τριγενῆ.

Τὰ εἰς θος διβράχεα παροξύνεται, εἰ μὴ τόπον δηλοῖεν, νόθος, πόθος, ψόθος, ῥόθος ὁ ψόφος, μόθος, Κόθος ὄνομα κύριον, λίθος, πίθος καὶ Πίθος δῆμος τῆς Κεκροπίδος φυλῆς ἀπὸ Πίθου τινὸς ἢ πίθων αὐτόθι γινομένων. ζύθος ὁ ἐκ κριθῆς οἶνος. γνύθος τὸ κοῖλον τῆς πέτρας καὶ ὁ βόθρος. τὸ μέντοι βυθός τοπικόν.

Τὰ εἰς θος δισύλλαβα τριγενῆ παραληγόμενα φύσει μακρᾷ ἢ θέσει, μὴ προηγουμένου τοῦ σ, ὀξύνεται, ἀφθός, τυτθός, ξανθός, αἰθός ὁ διάπυρος. τὸ δὲ λοῖσθος ἔχει τὸ σ. σεσημείωται τὸ Πάρθος, πόλις Ἰλλυρίας, λέγεται καὶ ἀρσενικῶς, ὡς Πολύβιος, καὶ τὸ ὄνθος.

Τὰ εἰς αθος μονογενῆ τρισύλλαβα ἀπὸ βραχείας ἀρχόμενα προπαροξύνεται, ἄμαθος, ψάμαθος, κύαθος, κάλαθος, λάπαθος, Σκίαθος νῆσος Εὐβοίας, Κράπαθος νῆσος πλησίον τῆς Κῶ. Ὅμηρος «Κράπαθόν τε Κάσον τε καὶ Κῶν», Μάραθος πόλις Ἀραδίας, ψίαθος. τὸ μέντοι ἀγαθός τριγενές. τὸ δὲ ὁρμαθός καὶ γυργαθός ὀξύνεται ἀπὸ μακρᾶς ἀρχόμενα.

`3,1.146`

Τὰ εἰς θος ὑπὲρ δύο συλλαβὰς παραλήγοντα ι ἢ υ ἢ καὶ φύσει μακρᾷ προπαροξύνεται· εἰ δέ τι ὀξύνεται, ἐπιθετικόν ἐστιν. Λάπιθος ἀφʼ οὗ Λαπίθης, λέκιθος, ἔριθος, Μίκυθος, ἄκυθος ἡ μὴ τίκτουσα, μαμμάκυθος ὁ μωρός, Αἴνηθος ὄρος. Αἰσχύλος. Λάπηθος πόλις Κύπρου. Ἀλέξανδρος Ἐφέσιος «Βήλου δʼ αὖ Κίτιόν τε καὶ ἱμερόεσσα Λάπηθος». Πεπάρηθος νῆσος τῶν Κυκλάδων ὁμώνυμον ἔχουσα πόλιν. Σεσάρηθος πόλις Ταυλαντίνων, ὥς φησιν Ἑκαταῖος. Κάνηθος, Ὄρηθος, Σέβηθος ὄνομα ποταμοῦ. ἐπίληθος «νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων». Ναύαιθος ποταμὸς Ἰταλίας. Φάρβαιθος πόλις Αἰγύπτου. Κέλαιθος ἔθνος Θεσπρωτικόν. Ῥιανὸς δʹ. λέγονται καὶ Κελαιθεῖς. Δάμαιθος, Κύναιθος εἷς τῶν Λυκάονος παίδων. Ὀλίγαιθος, Σίμαιθος ὄνομα ποταμοῦ. Ἀρίαιθος. τὸ δὲ βοηθός καὶ κακηθός ὁ κακιστός ὀξύνεται.

`3,1.147`

Τὰ εἰς θος ὑπερδισύλλαβα ἔχοντα κατὰ τὴν παραλήγουσαν δύο σύμφωνα μὴ ὄντα ἐπιθετικὰ προπαροξύνονται, Ἐρύμανθος ὄρος καὶ ποταμός «ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον». Ἄκανθος πόλις Θρᾴκης ἀκάνθαις πεφραγμένη, ὅθεν κέκληται, ἢ ἀπό τινος Ἀκάνθου, ὡς Μνασέας. βʹ. ἔστι καὶ ἐν Αἰγύπτῳ Ἄκανθος. γʹ. ἄλλη ἐν τῇ χερρονήσῳ περὶ τὴν Κνιδίαν. δʹ. ἔστι καὶ ἡ Ἀθαμανίας. Φάλανθος ὄρος καὶ πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ ἀπὸ Φαλάνθου. Πύρανθος πόλις μικρὰ ἢ κώμη Κρήτης περὶ Γόρτυνα. Ψίναφθος Αἰγύπτου πολίχνιον ὡς Ἀλέξανδρος ἐν Αἰγυπτιακῶν δευτέρῳ. Μέλανθος, Λαβύρινθος, Ὑάκυνθος, Λέβινθος, Προβάλινθος δῆμος Πανδιονίδος φυλῆς. θηλυκῶς δὲ λέγεται. Σύρινθος πόλις Κρήτης, Πέρινθος πόλις Θρᾴκης ἀπὸ Περίνθου Ἐπιδαυρίου τοῦ μετὰ Ὀρέστου στρατευσαμένου. Κόρινθος καὶ ὁ κτίστης καὶ ἡ πόλις ἔσω τοῦ ἰσθμοῦ τῆς Πελοποννήσου. Ἑκαταῖος Εὐρώπῃ. Ἀκροκόρινθος ἀρσενικῶς. Ἀμάρυνθος νῆσος Εὐβοίας. ὄλυνθος τὸ μὴ πέπειρον καὶ Ὄλυνθος πόλις Θρᾴκης ἀπὸ Ὀλύνθου τοῦ Ἡρακλέους. Ἀράκυνθος ὄρος Βοιωτίας, ἀφʼ οὗ ἡ Ἀθηνᾶ Ἀρακυνθιὰς ὡς Ῥιανὸς ἐν τῇ Φήμῃ «κλῦθί μοι εὐχάων Ἀρακυνθιὰς εὐπατέρεια». Ἄψυνθος πόλις Θρᾴκης. ἔστι καὶ εἶδος φυτοῦ. διχῶς δʼ ἡ γραφὴ καὶ διὰ τοῦ υ καὶ διὰ τοῦ ι. Ζήρυνθος πόλις καὶ ἄντρον Ἑκάτης ἐν Θρᾴκῃ. Λυκόφρων «Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς». Ζάκυνθος ὁ Δαρδάνου καὶ ἀπʼ αὐτοῦ πόλις. ἀρσενικῶς Ὅμηρος καὶ θηλυκῶς «καὶ ὑλήεσσα Ζάκυνθος» καὶ «ὑλήεντα Ζάκυνθον». δευτέρα Ἰβηρίας. τρίτη Λιβύης. Τρικόρυνθος δῆμος τῆς Αἰαντίδος φυλῆς. Διονύσιος ἀρσενικῶς, Εὐφορίων θηλυκῶς, Δίδυμος καὶ Διόδωρος οὐδετέρως. τὸ δὲ ὀλισθός ὁ ὀλισθηρός ὀξύνεται ἐπίθετον ὄν.

Τὰ εἰς κος μονογενῆ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύνεται φῶκος καὶ Φῶκος κύριον, σῶκος καὶ Σῶκος κύριον. Τυραννίων μὲν ἀξιοῖ ὀξύνειν τὸ «σῶκος ἐριούνιος Ἑρμῆς», ἵνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον «ὦ Σῶχʼ Ἱππάσου υἱέ» ὥσπερ ἐπὶ τοῦ λευκός, γλαυκός. οὐκ ἔστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον, ἀλλʼ ἴδιον τοῦ Ἑρμοῦ, ὥσπερ καὶ τοῦ Ἀπόλλωνος βαρυνόμενον τὸ Φοῖβος· διὸ βαρυτονητέον ὁμοίως καὶ αὐτῷ τῷ κυρίῳ. εἰσὶ δὲ οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό. ἐκ γὰρ τοῦ σάοικος γεγενῆσθαι τὴν κρᾶσιν. οὕτω δὲ δώσουσι καὶ προσκείμενον τῷ ω τὸ ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. θῶκος. Ῥαῦκος πόλις ἐν μεσογείῳ τῆς Κρήτης. Δᾶκος ἔθνος, ὃ καὶ Δᾶος καλεῖται. οἶκος. Γλαῦκος, ἀφʼ οὗ Γλαύκου δῆμος ἐν Λυκίᾳ, ὡς Ἀλέξανδρός φησιν. Λεῦκος «ὁ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον». τὸ δὲ σηκός ὀξύνεται. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται γλαυκός, λευκός, Γραικός ὁ Ἕλλην, τὸ δὲ Γραῖκος κύριον βαρύνεται.

`3,1.148`

Τὰ εἰς κος δισύλλαβα κύρια, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, βαρύνεται, Μάκκος, Ὄγκος τὸ κύριον. Λύγκος πόλις Ἠπείρου. Στράβων ἑβδόμῃ. ἐκλήθη ἀπὸ Λυγκέως. Φόρκος. Σύλκοι πόλις ἐν Σαρδοῖ, Καρχηδονίων κτίσμα. λέγεται καὶ Σόλκοι, ὡς Ἀρτεμίδωρος ἐν ἐπιτομῇ «ἀπὸ δὲ Καράλεως ἐπὶ Σόλκους».

Τὰ εἰς κος δισύλλαβα προσηγορικὰ μὴ παρασχηματιζόμενα εἰς θηλυκὸν γένος, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, πλὴν τοῦ λ, βαρύνεται, λάκκος, σάκκος, ἄρκος, κέρκος, ὅρκος. σεσημείωται τὸ θριγκός. τὸ δὲ χαλκός ἔχει τὸ λ. καὶ τὸ φολκός ἐστι τριγενὲς ἔχον καὶ τὸ λ.

Τὰ εἰς κος δισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου τοῦ σ ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, δίσκος, Φύσκος υἱὸς τοῦ Αἰτωλοῦ τοῦ Ἀμφικτύονος τοῦ Δευκαλίωνος. Ἑκαταῖος «ἐὼν δὲ πρεσβύτερος Λοκρὸς ἦν Φύσκου παῖς». «Φύσκος δὲ ἀφʼ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί ....» καὶ τὸ ἔθνος ὁμοφώνως. Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. ἔστι καὶ ποταμὸς Φύσκος, καθά φησι Σοφαίνετος ἐν Κύρου ἀναβάσει. ἔστι καὶ Φύσκος πόλις Λοκρίδος καὶ ἑτέρα τῆς Καρίας. ἔστι δὲ λιμὴν Ῥόδου. ἔστι καὶ ἄλλη Μακεδονίας. μύσκος. Ζύσκος ποταμὸς Μακεδονίας, ὡς Ἀντιγενίδης φησί. Κέσκος. τὸ δὲ ἀσκός ἀπὸ φωνήεντος ἄρχεται.

Τὰ εἰς κος διβράχεα μονογενῆ, εἴτε ἀρσενικὰ εἴτε θηλυκά, βαρύνεται, εἰ μὴ διαστολή τις σημαινομένου γένοιτο, οἷον λύκος καὶ Λύκος υἱὸς Πανδίονος, Πλάκος «ὑπὸ Πλάκῳ ὑληέσσῃ», πόκος, τόκος, Μύκος ἔθνος Περσίδος, περὶ οὗ Ἑκαταῖος ἐν Ἀσίᾳ «ἐκ Μύκων εἰς Ἀράξην ποταμόν». Ἴκος νῆσος τῶν Κυκλάδων προσεχὴς τῇ Εὐβοίᾳ, κρίκος. τὸ δοκός πρὸς ἀντιδιαστολὴν τοῦ δόκος τοῦ σημαίνοντος τὴν δόκησιν. καὶ παρὰ Ἀριστοφάνει ἐν Ταγηνισταῖς σημαίνει τὴν ἀγχόνην. σεσημείωται τὸ φακός ὀξύτονον. τὸ δὲ Φάκος κύριον ὄνομα ὄρους. Ἑκαταῖος «πρὸς μὲν νῶτον Πακτωλὸς καὶ Φάκος».

`3,1.149`

Τὰ εἰς κος δισύλλαβα τριγενῆ ὀξύνεται οἷον λευκός, γλαυκός, μικκός «τοῖς μικκοῖς μικκὰ δίδωσι θεός» πλὴν τῶν παραληγόντων τῷ ω.

Τὰ εἰς κος ὑπὲρ δύο συλλαβὰς α παραληγόμενα, οὗ προηγεῖται σύμφωνον ἢ σύμφωνα, κύρια ὄντα βαρύνεται, Λάβδακος, Πίνακος, Ἀσσάρακος, Ἴθακος ἥρως. τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ «Ἴθακος Ὀδυσσεύς». Φύλακος, Ὕλακος, Νώρακος πόλις Παννονίας. Γάζακος κώμη μεγάλη τῆς Μηδίας. Ἀρριανὸς ἐν Παρθικῶν τετάρτῃ «τῆς Γαζάκου» Θάψακος πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ. Θεόπομπος ἐν Φιλιππικῶν τρίτῳ. σεσημείωται τὸ Ἀστακός—πόλις Βιθυνίας ἀπὸ Ἀστακοῦ τοῦ Ποσειδῶνος καὶ νύμφης Ὀλβίας, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς ἱστορεῖ. ἔστι καὶ Ἀκαρνανίας πόλις—καὶ Ναννακός καὶ Θημακός δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς.

Τὰ εἰς ακος λήγοντα τρισύλλαβα, τὴν πρώτην συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν ἔχοντα προπαροξύνεται, Λάμψακος πόλις κατὰ τὴν Προποντίδα ἀπὸ Λαμψάκης, ἐπιχωρίας τινὸς κόρης. Ῥύνδακος πόλις καὶ ποταμὸς μεταξὺ Φρυγίας καὶ Ἑλλησπόντου «Ῥύνδακον ἀμφὶ βαθύσχοινον». λέγεται καὶ Ῥύνδαξ. Ὕρτακος ἥρως καὶ πόλις Κρήτης. Σπάρτακος πόλις Θρᾴκης. Ἐρατοσθένης ἐν Γαλατικῶν δευτέρῳ. Φάρνακος, Ἄρτακος ἔθνος Θρᾴκιον. Ἄμβρακος πολίχνιον τῆς Ἠπείρου.

Τὰ δὲ εἰς ακος λήγοντα τὴν πρώτην συλλαβὴν εἰς ἄφωνον τὸ αὐτό, ἀφʼ οὗ ἄρχεται ἡ δευτέρα, καταλήγουσαν ἔχοντα ὀξύνεται, Πιττακός καὶ τὰ ὅμοια.

Τὰ εἰς κος ὑπὲρ δύο συλλαβὰς α παραληγόμενα, οὗ προηγεῖται φωνῆεν, ὀξύνεται, Καλλιακός, Αἰακός, Πιακός πόλις Σικελίας.

`3,1.150`

Τὰ εἰς κος ὑπερδισύλλαβα παραληγόμενα τῷ α προσηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται, λιθιακός, μαλθακός, ψιττακός, ἀστακός, ἀνακός, φυλακός ὁ φύλαξ, Φύλακος δὲ τὸ κύριον, φαρμακός ὁ ἐπὶ καθαρμῷ τῆς πόλεως τελευτῶν, φάρμακος δὲ ὁ γόης. σεσημείωται τὸ θύλακος, ὕσσακος, αἴσακος προπαροξυνόμενα καὶ τὸ μαίμακος ἐπίθετον ἀπὸ γενικῆς.

Τὰ διὰ τοῦ ακος κτητικὰ ὀξύνεται, Δηλιακός, Φρυγιακός, Ἰλιακός, Αἰνιακός, Ἀκτιακός, Ἀλαβανδιακός, ἐξ οὗ καὶ Ἀλαβανδιακὸς σολοικισμός, ὡς Φιλόξενος τὴν Ὀδύσσειαν ἐξηγούμενος, ὅταν ἡ μή ἀπαγόρευσις ἀντὶ τῆς οὐ κεῖται, ὡς τὸ «μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων». Βαργυλιακός, Βυζαντιακός, Διακός, Ἐλευσινιακός, Θεσπρωτιακός, Θουριακός, Κυνοσουριακός, Ἰκιακός, Κοσσυριακός, Κυπριακός, Μαλιακός, Μαραθωνιακός, Μερουσιακός, Μηλιακός, Νισυριακός, Ὀλβιακός, Παλληνιακός, Παμφυλιακός, Βοιωτιακός, Παρνασσιακός, Πελασγιακός, Πελοποννησιακός, Πελοποννησιακὸν δὲ πόλεμον φυλάττονται λέγειν. Πηλουσιακός, Ποτνιακός, Ῥοδιακός, Σαμιακός, Στειριακός, Σιγειακός, Χιακός.

Τὰ εἰς εκος ἕν ἐστιν, Ἀλώπεκος ἀπὸ γενικῆς.

Τὰ εἰς οκος ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται σπάνια ὄντα Καππάδοκος ὁ κτίστης, ὡς Ἀλέξανδρος, καὶ τὸ ἔθνος. λέγεται γὰρ τὸ ὄνομα τριχῶς, ὁ Καππάδοκος, ὁ Καππάδοξ, ὁ Καππαδόκης. Σπόρδοκος Θρᾴκιον ὄνομα. Ἀμάδοκος Σκυθικὸν ἔθνος. Ἑλλάνικος ἐν Σκυθικοῖς. Δόλογκος ἔθνος Θρᾴκης ἀπὸ Δολόγκου τοῦ ἀδελφοῦ Βιθυνοῦ. Δημόδοκος ὄνομα κύριον. Λαόδοκος. τὸ δὲ ξενοδόκος καὶ ἰοδόκος βαρύνεται· καὶ τὸ αἰγοβοσκός ὀξύνεται.

`3,1.151`

Τὰ εἰς κος ὑπὲρ δύο συλλαβὰς μακρᾷ παραλήγοντα σπάνια ὄντα βαρύνεται, Ἄτρηκος πόλις Κρητική, μάληκος ὄνομα· ὀρνέου, μαληκός δὲ ἀπὸ τοῦ μαλακός τροπῇ τοῦ α εἰς η ὀξύνεται, πίθηκος. Πήληκος πόλις ἐν Λιβύῃ, Ζάληκος ὄνομα ποταμοῦ, Ἀμάληκος, ἀφʼ οὗ Ἀμαληκῖτις ἐκλήθη. Κόθωκος ὄνομα ἥρωος. τὸ δὲ Ἰωλκός πόλις Θεσσαλίας «Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν» ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, καὶ Ἀρδησκός ὀξύνεται.

Τὰ εἰς κος παραληγόμενα αι ἢ οι μὴ ἐπιθετικὰ προπαροξύνεται, Πάταικος, Φάλαικος, Μίθαικος, σόλοικος, μόνοικος τὸ κατὰ συναλοιφήν. ἔστι καὶ πόλις Λιγυστική. Ἑκαταῖος Εὐρώπῃ. Μοσσύνοικος ἔθνος καλούμενον παρὰ τὰς οἰκήσεις, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ γῆς περιόδου. τὸ δὲ Εὐβοϊκός ὀξύνεται ἐπιθετικὸν ὄν. τὸ δὲ ἄγροικος σύνθετον καὶ προπαροξύνεται καὶ προπερισπᾶται.

Τὰ εἰς κος ὑπερδισύλλαβα εἰ παραλήγοιτο ι μακρῷ βαρύνεται, Εὔνικος κύριον, Κάικος ποταμός, ὅθεν ἄνεμος Καικίας ὡς ἐκεῖθεν πνέων, Γρήνικος ποταμός. Φιλόνικος, Ἑλλάνικος, Ἀριστόνικος. εἰ δὲ τῇ ει διφθόγγῳ, ὀξύνεται, δαρεικός, βοεικός «βοεικὰ ζεύγη» ι ἡ παράδοσις, ἀλλὰ διὰ διφθόγγου δεῖ γράφεσθαι, ἀπὸ γὰρ τοῦ βοειακός κατὰ συγκοπὴν ὡς καὶ Δεκελεικός ἀπὸ τοῦ Δεκελειακός. Κεραμεικός. σεσημείωται τὸ Καμικός καὶ ὁ κτίστης καὶ ἡ πόλις Σικελίας ὀξύτονον καὶ ἔχον τὸ ι μακρὸν ὡς τὸ Παλικός. εἰσὶ δὲ Παλικοί δαίμονές τινες οὓς Αἰσχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, κληθῆναι δὲ τοὺς Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι.

`3,1.152`

Τὰ εἰς κος λήγοντα καθαρὰ ὑπὲρ δύο συλλαβάς, προσηγορικὰ ἢ κύρια, ὁπότε τῷ ι παραλήγει συνεσταλμένῳ προπαροξύνεται, ἀνθέρικος, Κύζικος πόλις τῆς Προποντίδος, Ὤρικος πόλις ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος λιμένα καλεῖ Ἠπείρου τὸν Ὤρικον ἐν τῇ Εὐρώπῃ «μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ὤρικος λιμήν». Ἀπολλόδωρος δὲ πόλιν αὐτὴν οἶδε. λέγεται ἀρσενικῶς, ὡς Πολύβιος ἑβδόμῳ «οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰσπλέοντι». Ἀσφόδικος, Ὄρικος κύριον, Σίνδικος πόλις προσεχὴς τῇ Σκυθίᾳ, Νήρικος πόλις Ἀκαρνανίας, ἣν Ὅμηρος ἀκτήν φησι ἠπείροιο. Ὄμβρικος ἔθνος Ἰταλικόν. τὸ δὲ Θορικός οἱ πλείους ὀξύνουσιν. ἔστι δὲ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν.

`3,1.153`

Τὰ εἰς ικος κτητικὰ ἐπιθετικὰ καὶ θηλυκὸν ἔχοντα ὀξύνεται, Γαλατικός, Ἰταλικός, Πυθαγορικός, Ὁμηρικός, δουλικός, βασιλικός, δεσποτικός, κλωπικός, Τρωικός. Ἀττικός κατὰ τροπὴν διὰ τὴν εὐφωνίαν. Ταυρικός, βαρβαρικός, Γαδειρικός Εὔπολις ἐν Μαρικᾷ «πότερον ἦν τὸ τάριχος Φρύγιον ἢ Γαδειρικόν». Ἑλληνικός, Ἑλλαδικός. Καρικός. Ἡρόδοτος ἐν πρώτῃ  <span class="gap">…</span> «τὸ Καρικὸν ἔθνος δοκιμώτατον». Λιβυστικός «Λιβυστικὰς πλάκας» Λυκόφρων, ὅ τινες διὰ τοῦ γ γράφουσι κακῶς. Μηδικός «ὁ Μηδικὸς ὀπός». Στράβων «φέρει δὲ σίλφιον ἡ χώρα, ἀφʼ ἧς ὁ Μηδικὸς καλούμενος ὀπός, οὐ πολὺ λειπόμενος τοῦ Κυρηναϊκοῦ». Πελασγικός «Πελασγικὸν Ἄργος ἔναιον». ἔστι δὲ καὶ ἐν Ἀθήναις τεῖχος «Πελαργικόν» ἤτοι Πελασγικόν ὡς ὁ κωμικὸς δηλοῖ ἐν τοῖς Ὄρνισιν. «Ῥωσικὸς σκόπελος». Χαλυβδικός μετὰ τοῦ δ. Λυκόφρων «Χαλυβδικῷ κνώδοντι» καὶ ἡ χώρα Χαλυβική. Σινδικός. Ταναγρικός. Ἡρόδοτος πέμπτῃ  <span class="gap">…</span> «Ταναγρικὴ μοῖρα» καὶ Μένανδρος «Ταναγρικὴ γυνή». Χαιρωνικός. Ἀπολλόδωρος ἐν χρονικῶν δευτέρῳ «κατὰ δὲ μάχην, ὥς φασι, τὴν Χαιρωνικήν». Χαονιτικός. Λυκόφρων «φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο». καὶ Χαονικός. Ἑκαταῖος Εὐρώπῃ «ὁ δὲ κόλπος Κιρραῖος καὶ τὸ πεδίον ἐν τῇ Χαονικῇ». Ψυλλικός. Ἑκαταῖος περιηγήσει Λιβύης «ὁ Ψυλλικὸς κόλπος μέγας καὶ βαθύς, τριῶν ἡμερέων πλόος». Ἀγριανικός, ὡς Χάραξ ἐν δευτέρῳ χρονικῶν. Ληναϊκός, Σμυρναϊκός, Πειραϊκός συστολῇ τοῦ α. Ἀκαδημαϊκός, Γαλαδραϊκός. Πολύβιος δὲ ἐν τῷ ιγʹ Γαλαδρικόν φησι. τὸ δὲ ἄδικος οὐ κτητικόν. τὸ δὲ ἡλίκος καὶ πηλίκος καὶ τηλίκος παρὰ ποιηταῖς καὶ ὁπηλίκος παροξύνονται· οὐ γὰρ κτητικά.

Τὰ εἰς υκος ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ μὴ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ κτητικῆς ἐννοίας ἐχόμενα βαρύνεται, Ἴβυκος, Ἄμυκος, Κώρυκος πόλις Κιλικίας. Παρθένιος προπεμπτικῷ. ἔνιοι δὲ τὴν πόλιν Κωρύκειαν φασίν. ἔστι καὶ Κώρυκος ὄρος ἀρσενικῶς λεγόμενον πλησίον Τέω τῆς Ἰωνίας καὶ Ἐρυθρῶν, ὡς Ἑκαταῖος Εὐρώπῃ. καὶ λιμὴν ὁμώνυμος καὶ νησίον ὁμώνυμον. Ἴνυκος πόλις Σικελίας. Ἄλυκος πόλις Πελοποννήσου «εἰς Ἀσίνην Ἄλυκόν τε καὶ ἂμ πόλιν Ἑρμιονήων». Καλλίμαχος. Ἐλίσυκος ἔθνος Λιγύων. Ἑκαταῖος Εὐρώπῃ. Πάτυκος πόλις Οἰνωτρῶν ἐν μεσογείᾳ. Ἁρπάλυκος ὄνομα κύριον, Εὔτυκος. Κήρυκος ὄνομα κύριον. Σίμυκος, Σίτυκος. τὸ δὲ Λιβυκός καὶ θηλυκός καὶ ἁλυκός ὀξύνεται θηλυκὰ ἔχοντα.

Τὰ εἰς σκος ι ἢ υ παραληγόμενα παροξύνεται, σατυρίσκος, νεανίσκος, παιδίσκος, ἀστερίσκος, ὀβελίσκος, πανίσκος, Κωραλίσκος, οὐρανίσκος, Βορμίσκος πόλις Μακεδονίας. Δορίσκος πόλις Θρᾴκης καὶ πεδίον. Φαλίσκος πόλις Ἰταλίας καὶ ὁ οἰκήτωρ ὁμοφώνως. Ἱππουρίσκος νῆσος Καρίας. Σκορδίσκος ἔθνος Παιονίας ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Τριποδίσκος καὶ Τριποδίσκοι κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκη. Ἐλευθερίσκος πόλις Μακεδονίας. Ταυρίσκος ἔθνος περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι, ὡς Πολύβιος τρίτῳ. Ἐρατοσθένης Τερίσκους αὐτούς φησι διὰ τοῦ ε, οἳ καὶ Ταῦροι λέγονται. τὸ μέντοι Δαμασκός —ἔστι δὲ πόλις Συρίας—καὶ Ἀρδησκός καὶ Δραβησκός Θρᾴκης χωρίον, Θουκυδίδης αʹ  <span class="gap">…</span> , ὀξύνεται ι οὐκ ἔχοντα.

`3,1.154`

Τὰ εἰς λος διβράχεα βαρύνεται· εἰ δέ τι ὀξύνεται, διαστολὴν πέπονθεν ἢ ἕνεκα τριγενείας, Ἄλος πόλις Ἀχαΐας καὶ Φθιώτιδος ὑπὸ τῷ πέρατι τῆς Ὄθρυος. ὁ ποιητὴς «οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην». εἴρηται δʼ ἀπὸ τῆς Ἀθάμαντος ἄλης περὶ τοὺς τόπους ἐκείνους γενομένης καὶ ὑπʼ αὐτοῦ κτισθεῖσα. Θέων δέ φησιν ὅτι Ἄλος θεράπαινα ἦν Ἀθάμαντος ἡ μηνύσασα τὴν Ἰνὼ φρύγειν τὰ σπέρματα, ἧς εἰς τιμὴν τὴν πόλιν ὠνόμασεν. δύο δὲ Παρμενίσκος ἱστορεῖ, τὸν μὲν Μαλιακὸν ὑπὸ Ἀχιλλεῖ, τὸν δὲ ὑπὸ Πρωτεσιλάῳ. Ἀπολλόδωρος δὲ ἀρσενικῶς λέγεσθαι τὴν πόλιν φησίν. πάλος, σάλος, λάλος, φάλος, μύλος, τύλος, Πύλος πόλις ἐν Μεσσήνῃ. Ξύλος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. φίλος, κτίλος, ὃ κατʼ ἀφαίρεσιν ἐκ τοῦ ἱκτίλος γέγονεν. πόλος, στόλος, ψόλος, ὅλος, Φόλος ὁ Κένταυρος, χόλος, δόλος, κόλος, βόλος, μόλος καὶ Μόλος «Μηριόνη Μόλου υἱέ» σόλος καὶ Σόλοι Κιλικίας πόλις. Ἑκαταῖος Εὐρώπῃ. κέκληται δὲ ἀπὸ Σόλωνος ὡς Εὐφορίων. θόλος. «μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς». τὸ μέντοι θολός τὸ μέλαν τῆς σηπίας ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστι. τὸ δὲ αὐτὸ λέγεται ὀλός. καὶ τὸ ὀλός δὲ ὁ ὀλέθριος ὀξύνεται. τὸ γὰρ Ἀλκμανικὸν «ἔχει μʼ ἄχος ὦ ὀλὲ δαῖμον» ἐὰν μὲν ὀλός ἡ εὐθεῖα, οὐκ ἔστι συγκοπή. ἐὰν δὲ ἐκ τοῦ ὀλοός ἡ κλητικὴ ὀλοέ, συγκοπή ἐστιν.

`3,1.155`

Τὰ εἰς λος μονογενῆ δισύλλαβα μὴ ἀπὸ τοῦ χ ἀρχόμενα ἔχοντα δίχρονον ἐκτεταμένον, εἰ μή τις εἴη διαστολή, βαρύνεται, Μᾶλος Ἀμφικτύονος υἱὸς ἢ Ἀμύρου τοῦ Βοιωτοῦ, κᾶλος «ἐν δʼ ὑπέρας τε κάλους τε». Ἶλος τὸ κύριον, ἰλός δὲ ὁ διεστραμμένος, πῖλος, μῖλος, σπῖλος, Βρῖλος ὄνομα κύριον, τῖλος τὸ φορτικόν, στῦλος, γρῦλος, θρῦλος. τὸ δὲ χυλός καὶ χιλός ἡ τροφὴ ὀξύνεται ἀπὸ τοῦ χ ἀρχόμενα. τὸ δὲ ψιλός τριγενὲς ὡς καὶ τὸ καλός παρὰ τῷ ποιητῇ ὑγιῶς ἐκτεταμένον. τὸ δὲ βαλός, οὕτως ὁ βαθμός καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ, Δωρικῶς τέτραπται. καὶ τὸ δαλός δὲ κατὰ πάθος. καὶ τὸ Νεῖλος βαρύνεται. ἔστι δὲ ποταμὸς Αἰγύπτου. Ἑκαταῖος περιηγήσει αὐτῆς «καὶ ἱρὸν Νείλου τοῦ ποταμοῦ». λέγεται δὲ κατὰ διάλεκτον Νῆλος. καὶ τὸ δειλός ὀξύνεται.

Τὰ εἰς λος δισύλλαβα κύρια τῷ η παραληγόμενα περισπᾶται, οἷον Μῆλος Μαντοῦς υἱός, ἀφʼ οὗ Μαλόεις τόπος ἐν Λέσβῳ, ὡς Ἑλλάνικος ἐν Λεσβιακῶν πρώτῳ καὶ Μῆλος μία τῶν Κυκλάδων ὁμώνυμον ἔχουσα πόλιν. ἔστι καὶ κώμη τῆς Ἀκαρνανίας. Βῆλος ὁ Ζεύς καὶ Βῆλος ἡ καὶ Μῆλος πρὸς ταῖς Ἡρακλέους στήλαις ἀμφοτέρων ἐτύμως λεγομένων τῷ τοὺς ἀρχαιοὺς βηλὸν λέγειν τὸν οὐδὸν τῆς θύρας καὶ ταύτην κεῖσθαι παρὰ τὸν οὐδὸν τοῦ Ὠκεανοῦ. Μῆλος δὲ καὶ Μηλαρία δύο πόλεις ἐπὶ τοῖς πέρασι, τὴν αὐτὴν ἔμφασιν ἔχουσιν ἀπὸ τῆς κλήσεως τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. Δῆλος μία τῶν Κυκλάδων. ἢ παρὰ τὰς γονάς· ἱερὸν γὰρ Δῆλος τοῦ Ἀπόλλωνος τοῦ θεοῦ πρῶτον ἐν αὐτῇ γενομένου. ἢ διὰ τὰς μαντείας· δηλοῦσα γὰρ τὰ δυσεύρετα. Σφῆλος ὄνομα κύριον. Τῆλος νῆσος τῶν Κυκλάδων ὁμοφώνως τῷ οἰκιστῇ. Ζῆλος πόλις τῶν ἑσπερίων Αἰθιόπων. Ἦλος κύριον.

Ἔτι τὰ εἰς λος δισύλλαβα προσηγορικὰ ἢ ἐπιθετικὰ τῷ η παραληγόμενα, εἰ ἔχοι ἄφωνον πρὸ τοῦ η, ὀξύνεται, πηλός, βηλός ὁ οὐδός, χηλός, φηλός. τὸ μέντοι ἧλος καὶ ζῆλος βαρύνεται, οὐδὲ γὰρ ἄφωνον ἔχει. τὸ δὲ δῆλος ἐπιθετικὸν ἀπὸ δέελος κατὰ συναίρεσιν τῶν δύο εε εἰς η γέγονεν.

`3,1.156`

Τὰ εἰς λος δισύλλαβα εἴτε κύρια εἴτε προσηγορικὰ τῷ ω παραληγόμενα περισπᾶται, Κῶλος ἔθνος πρὸς τῷ Καυκάσῳ. Ἑκαταῖος Ἀσίᾳ. Σκῶλος πόλις Βοιωτίας. Στῶλος πόλις ἐν Θρᾴκῃ. Τμῶλος, ὃς κατὰ ποιητικὸν μετασχηματισμὸν Τύμωλος. Πῶλος τὸ κύριον καὶ τὸ προσηγορικόν, μῶλος, βῶλος, κῶλος. Χῶλος τὸ κύριον. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, χωλός, ψωλός.

Τὰ εἰς αυλος δισύλλαβα μονογενῆ μὴ κύρια ὀξύνεται, αὐλός, δαυλός, καυλός, γαυλός ἐπὶ τοῦ ἀγγείου. «γαυλοί τε σκαφίδες», ἐπὶ δὲ τοῦ πλοίου βαρυτόνως. Καλλίμαχος «Κυπρόθε Σιδόνιός με κατήγαγεν ἐνθάδε γαῦλος». τὸ δὲ Βαῦλος, Παῦλος, Γαῦλος νῆσος πρὸς τῇ Καρχηδόνι. Ἑκαταῖος περιηγήσει—κύρια περισπᾶται καὶ τὸ ναῦλος μὴ ὂν κύριον. τὸ δὲ φαῦλος ἐπίθετον.

Τὰ εἰς λος ἐπιθετικὰ ἔχοντα πρὸ τοῦ λος δίφθογγον τὴν διὰ τοῦ υ βαρύνεται οἷον φαῦλος, δοῦλος, οὖλος. τὸ δὲ τραυλός ὀξύνεται καὶ τὸ δαυλός.

Τὸ κοῖλος μόνον εἰς λος λῆγον δισύλλαβον τῇ οι διφθόγγῳ παραληγόμενον βαρύνεται. λέγεται δὲ καὶ κόιλος.

`3,1.157`

Τὰ εἰς δύο λλ κύρια ἀρσενικὰ βαρύνονται, Ὕλλος υἱὸς Ἡρακλέους, ἀφʼ οὗ Ὑλλεῖς ἔθνος Ἰλλυρικόν, οὓς Ἀπολλόδωρος Ὕλλους γράφει ἐν τῷ περὶ γῆς δευτέρῳ «ὑπὲρ δὲ Ὕλλους Λιβυρνοὶ καί τινες Ἴστροι λεγόμενοι Θρᾷκες». Τέλλος ὁ Ἀθηναῖος Ἡρόδοτος αʹ  <span class="gap">…</span> , Μύλλος ποιητὴς κωμικός, Γάλλος ὁ ποταμὸς Φρυγίας· —λέγει δὲ ὁ Πολυΐστωρ ἐν τῷ περὶ Φρυγίας τρίτῳ, τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τηρίαν ποταμὸν καὶ οἰκῆσαι καὶ ποταμὸν Γάλλον καλέσαι. ἀπʼ ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα γάλλους καλοῦσιν—καὶ ἔθνος. Ψύλλος τὸ κύριον. Ἀγροίτας αʹ Λιβυκῶν· «ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πλησιάσαι ταῖς νύμφαις καὶ γεννῆσαι παῖδας Ἀδυρμαχίδαν, Ἀραραύκηλα, Ἀσβύταν, Βάκαλα, Μάκαν, Ψύλλον». ἀφʼ οὗ Ψύλλοι τὸ ἔθνος, περὶ οὗ Ἡρόδοτος τετάρτῃ  <span class="gap">…</span> «Νασαμῶσι προσόμουροί εἰσι Ψύλλοι». Σκύλλος ὁ κολυμβητής, Φέλλος τὸ κύριον, Ἡσίοδος «Φέλλον ἐϋμμελίην τηλεκλειτὴ Μελίβοια», Γρύλλος καθάρας τοὺς Διοσκούρους ὡς Φιλοστέφανος, Κόλλος· Δημόγνητος ἐν τῷ περὶ Κνίδου· «καὶ Κόκκυγα τὸν Τελέστορος καὶ Κόλλον τὸν Σκίρου καὶ Λώγασον τὸν Αὐτονόμου καὶ Κτῆσιν τὸν Μνησιθέου». Γίλλος. Ἡρόδοτος γʹ  <span class="gap">…</span> . Φύλλος πόλις ἐν Θετταλίᾳ. Στράβων θʹ ἀρσενικῶς. Ῥιανὸς δὲ Φύλλον θηλυκῶς ἐν θʹ Θεσσαλικῶν «οἱ δʼ ἄφαρ ὁπλισθέντες ἴσαν κραναὴν ποτὶ Φύλλον». Τράλλος ἔθνος Ἰλλυρίας, οἳ καὶ Τράλλεις παρὰ Θεοπόμπῳ. Μάλλος ὁ κτίστης πόλεως Μαλλοῦ. Κύλλος τὸ κύριον, οὗ μέμνηται καὶ Ἀριστοφάνης καὶ Κρατῖνος ἐν Μαλθακοῖς. τὸ δὲ κολλός ὀξύνεται ὡς ἐπιθετικόν. καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως Κιλικίας. Καλλίμαχος Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίουσʼ ὑποφῆται».

`3,1.158`

Τὰ εἰς δύο λλ προσηγορικά, εἰ μὴ παραλήγοιεν ι, καὶ πάντα τὰ τριγενῆ ὀξύνεται, μαλλός, φαλλός, θαλλός, φελλός, σκελλός, πολλός, μυλλός, ἰλλός «ἰλλοί τε πόδες». τὸ ἴλλος, σίλλος καὶ βίλλος τὸ ἀνδρεῖον αἰδοῖον τὸ κοινῶς βιλλίν παρʼ Ἐφεσίοις βαρύνεται. τὸ δὲ κιλλός εἶδος χρώματος ἐν Στεφανοπώλισιν Εὐβούλου «εὔχρων τε κιλλὸν μανθάνεις θερίστριον» ὀξύνεται. σεσημείωται τὸ ψύλλος, τὸ δὲ Ψύλλος τὸ ἐπʼ ἔθνους κύριον. τὸ δὲ ἄλλος ὡς ἐπιμεριζόμενον βαρύνεται.

Τὰ εἰς λος μετʼ ἐπιπλοκῆς συμφώνου βαρύνεται· εἰ δέ τι εἴη ὀξύτονον, ἐπιθετικὸν ὑπάρχει, ὄτλος, βύβλος καὶ Βύβλος πόλις Φοινίκης. ἔστι καὶ Βύβλος ἐν τῷ Νείλῳ πόλις. βίβλος καὶ Βίβλος ποταμὸς Νάξου· ὄχλος, κόχλος, κύκλος, Ἄσκλος πόλις Ἰταλίας. Διονύσιος ἐν κʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. ἔστι καὶ οὐδέτερον. Τύσκλος πόλις Ἰταλίας. λέγεται καὶ Τυσκλανόν. Ὕβλος βασιλεύς, ἀφʼ οὗ Ὕβλα πόλις Σικελίας. Ζάγκλος ὁ γηγενής, ἀφʼ οὗ τινες Ζάγκλην πόλιν Σικελίας. τὸ δὲ τυφλός ὀξύνεται, ἐπιθετικὸν ὄν, ὥσπερ καὶ τὸ στρεβλός καὶ ἐσθλός καὶ σιφλός ὁ κεκακωμένος, σίφλος δὲ ὁ μῶμος. σεσημείωται τὸ μοχλός ὀξυνόμενον.

Τὰ εἰς αλλος τρισύλλαβα μὴ ἐθνικὰ προπαροξύνεται, κρύσταλλος, Δίαλλος, ὄκταλλος ὁ ὀφθαλμὸς παρὰ Βοιωτοῖς. τὸ δὲ Τριβαλλός ἐθνικόν. Ἀριστοφάνης Ὄρνισιν «ὄνομα δὲ τούτοις τῶν θεῶν τῶν βαρβάρων τί ἔστι; μανθάνω. Τριβαλλοί». καὶ τὸ προβαλλός ἡ ἀσπίς ὀξυνόμενον.

Τὰ ὑπὲρ τρεῖς συλλαβὰς ἐκφερόμενα παραληγόμενα τῷ α βαρύνεται, εἰ μὴ ἀπὸ τοῦ κ ἄρχοιτο, ἀρύβαλλος τὸ μαρσύπιον, περίαλλος τὸ ἰσχίον, αἰγίθαλλος. κραπαταλλός δὲ εἶδος νομίσματος καὶ κορυδαλλός προσηγορικὸν καὶ ὄνομα δήμου Ἀττικοῦ ὀξύνεται.

`3,1.159`

Τὰ εἰς λλος πολυσύλλαβα, ὁποίῳ φωνήεντι παραλήγει πλὴν τοῦ α, προπαροξύνεται, Μύσκελλος ὁ Κρότωνος οἰκιστής, Μάρκελλος, Ἀντίφελλος χωρίον Λυκίας, Κύριλλος, Σόφιλλος, δόριλλος, Μέγιλλος, Τήριλλος, Πέριλλος, Ἄιλλος, Ἔπιλλος, ἀνάσιλλος, Γράστιλλος ἀρσενικῶς πόλις Μακεδονίας, ὃ καὶ διὰ τοῦ π γράφεται κατὰ τὴν πρώτην συλλαβὴν Πράστιλλος ὡς Εὔπολις. Ῥήγιλλος Σαβίνων πόλις. Ἀρίστυλλος, Ἥρυλλος, Θράσυλλος, Βάθυλλος ὑποκοριστικά, Μελάμφυλλος οὕτως ἐκλήθη πρότερον ἡ Σάμος. Ἄβυλλος ἔθνος πρὸς τῇ Τρωγλοδυτικῇ ἔγγιστα τῷ Νείλῳ, ὡς Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. τὸ δὲ ὀπτίλλος παροξύνεται. καὶ τὸ νεογιλλός ἔχει θηλυκόν.

Τὰ εἰς αλος, εἰ ἔχει τὴν τρίτην ἀπὸ τέλους μακράν, προπαροξύνεται, Κώδαλος, Τάνταλος, ἀφʼ οὗ καὶ Τάνταλος ὄρος Λέσβου, Ἅρπαλος, ἴξαλος, δαίδαλος καὶ Δαίδαλος, ἤκαλος, πάσσαλος. Μαίναλος ὁ Λυκάονος καὶ πόλις Ἀρκαδίας. Μάνταλος πόλις Φρυγίας, ὡς ὁ πολυΐστωρ Ἀλέξανδρος, ὁμοφώνως τῷ κτίστῃ. Κώκαλος, Ἄσκαλος, ἐξ οὗ Ἀσκάλης ὡς δάμαλος «δαμάλης ἔρως». Ἄραξος Ἀράξης, Χάραξος Χαράξης, Λάπιθος Λαπίθης. Ψύτταλος, ἀφʼ οὗ Ψυττάλεια νῆσος. σεσημείωται τὸ ὀμφαλός καὶ τὸ Θεσσαλός τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ.

`3,1.160`

Τὰ εἰς αλος ἔχοντα τὴν τρίτην συνεσταλμένην θηλυκῶν ἐστερημένα, εἰ μὴ περιεκτικῇ σημασίᾳ ἐκφέρηται, προπαροξύνεται, Κέφαλος πατὴρ Πρόνου, Σάμου, Πηλέως, Κρανίου, ἀφʼ ὧν τετράπολις ἡ νῆσος Κεφαλληνία, Μακροκέφαλος ἔθνος πρὸς τοῖς Κόλχοις. ἐγκέφαλος, σίαλος. Φίαλος, ἀφʼ οὗ Φιάλεια, δάμαλος, Ῥόπαλος. Πάραλος ἐν Θεσσαλίᾳ πόλις τῶν Μηλιέων· Πάραλος δὲ καὶ ὁ οἰκήτωρ Παραλίας τῆς Ἀττικῆς. Πάταλος νῆσος παρακειμένη τῇ Καρίᾳ, Κύαλος πόλις Λυδίας κτισθεῖσα ὑπὸ Κυάλου τοῦ Διός. Κρωβίαλος πολίχνιον πρὸς τῇ Ποντικῇ. Ἀπολλώνιος δευτέρῳ «Κρωβίαλον Κρῶμνάν τε καὶ ὑλήεντα Κύτωρον». Ἀμφίαλος, Εὐρύαλος, Ἀστύαλος, ὕφαλος, ἀγχίαλος. τὸ δὲ Ἰταλός ὁ οἰκιστής καὶ τὸ ἐθνικὸν ὀξύνεται καὶ τὸ αἰγιαλός περιεκτικόν. ἔστι δὲ καὶ Αἰγιαλός μεταξὺ Σικυῶνος καὶ τοῦ Βουπρασίου καλούμενος τόπος ἀπὸ Αἰγιαλέως τοῦ Ἰνάχου, ὡς Ἴστρος ἐν ἀποικίαις τῆς Αἰγύπτου. ἔστιν ἕτερος Αἰγιαλός προσεχὴς τῷ Πόντῳ μετὰ τὴν Κάραμβιν ἄκραν, ὡς Ἀπολλώνιος. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. Ὅμηρος «Κρῶμνάν τʼ Αἰγιαλόν τε». γράφεται δὲ «Κρῶμναν Κωβίαλόν τε». ἔστι καὶ Θρᾴκης Αἰγιαλὸς παρὰ τῷ Στρυμόνι, ὡς Ἑκαταῖος. ἔστι καὶ ἄλλος Αἰγιαλὸς μέγας καλούμενος ἐν Αἰθιοπίᾳ κατʼ Αἴγυπτον.

Τὰ εἰς αλος τριγενῆ ἔχοντα τὴν τρίτην βραχεῖαν ὀξύνεται, ἁπαλός, χθαμαλός, τροχαλός, ἀταλός, ὁμαλός, ἀκαλός, γυαλός τὸ ἐπίθετον. σεσημείωται τὸ μεγάλος παροξύτονον. ἐξέλειψε δὲ ἡ μεγάλος εὐθεῖα διὰ τὸ ἀχαρακτήριστον τοῦ τόνου.

Τὰ διὰ τοῦ αλος ὑπερδισύλλαβα μετὰ τοῦ α ἐκτεταμένου βαρύνεται, Φάρσαλος πόλις Θεσσαλίας ἀπὸ Φαρσάλου τοῦ Ἀκρισίου. ἔστι καὶ Παμφυλίας πόλις. Τάβαλος, Στύμφαλος πόλις Ἀρκαδίας καὶ πεδίον ὁμώνυμον καὶ πηγή. ἡ πόλις ἀρσενικῶς καὶ θηλυκῶς.

`3,1.161`

Τὰ διὰ τοῦ ελος μονογενῆ προπαροξύνεται, εἰ μὴ πάθος τι γένοιτο, ἄμπελος. ἔστι καὶ πόλις τῆς Λιγυστικῆς. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄκρα Τορωναίων Ἄμπελος λεγομένη. ἔστι καὶ ἑτέρα ἄκρα τῆς Σάμου. καὶ ἄλλη ἐν Κυρήνῃ, Ἀγροίτας δὲ δύο πόλεις εἶναί φησι, τὴν μὲν ἄνω, τὴν δὲ κάτω. ἔστι καὶ Ἰταλίας ἄκρα καὶ λιμὴν καὶ πόλις. Σθένελος, πύελος καὶ πτύελος, Κύψελος, Δέκελος, Ἔχελος ἥρως, Πάνελος ἀρσενικῶς πόλις περὶ τὸν Πόντον. ἐκλήθη δὲ ἀπό τινος τῶν Ἡρακλεωτῶν, ὃς ἀφίκετο ἐκ Βοιωτίας ἀπόγονος ὢν Πηνέλεω τοῦ στρατηγήσαντος ἐπὶ Τροίαν. ἄγγελος, σκόπελος, σφάκελος, ἀσφόδελος ἡ βοτάνη, ἀσφοδελός ὁ τόπος ὁ περιέχων. τὸ δειελός τὸ δειλινόν ὀξύνεται καὶ τὸ ὀβελός καὶ μυελός.

Τὰ διὰ τοῦ ελος ἐπιθετικὰ ὑπερδισύλλαβα ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται, ἀείδελος, εἴκελος, εὐτράπελος, πέμπελος ὁ παλαιός. εἰ δὲ τριβράχεα εἴη ἐπιθετικὰ μὴ ὄντα σύνθετα, ὀξύνεται, Σικελός τὸ ἐθνικὸν ἀπὸ τοῦ οἰκιστοῦ καὶ ἀρχηγέτου τῆς χώρας, ἀφʼ οὗ καὶ Σικελία ἡ χώρα, ὡς Κίλικες τοῦ Κίλικος, οὗ καὶ ἡ Κιλικία, ὡς Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγες Φρυγός, οὗ ἡ Φρυγία. «τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικελιῶται ὡς Ἰταλιῶται.» στροβελός, κεφελός  <span class="gap">…</span> . τὸ δὲ ζάφελος σύνθετον ὂν παρὰ τὸ ζα καὶ τὸ ὀφέλλω τὸ αὔξω προπαροξύνεται. τὸ δὲ δέελος ταὐτόν ἐστι τῷ δῆλος.

`3,1.162`

Τὰ διὰ τοῦ ηλος ὑπερδισύλλαβα προσηγορικὰ ἢ κύρια ἢ ἐπιθετικὰ μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, εὔκηλος, τράχηλος, κάπηλος, κάμηλος, φάσηλος, Στύμφηλος, βέβηλος, κίβδηλος, ἐρύγμηλος, ὃ οὐ δεόντως Τυραννίων ὀξύνει· ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸς «ἤρυγεν ἑλκόμενος ἕλικι», ἐρύγηλος καὶ ἐν πλεονασμῷ τοῦ μ ἐρύγμηλος. Πάμηλος, Εὔζηλος φρουρίον Σικελίας. Εὐρύηλος· οὕτως ἡ ἀκρόπολις τῶν Ἐπιπολῶν. Κάρμηλος ὄρος. Ὄλβηλος πόλις Μακεδονίας. Βάλακρος Μακεδονικῶν .... Ῥάκηλος πόλις Μακεδονίας. Σελευκόβηλος πόλις Συρίας. Φάρβηλος πόλις Ἐρετριέων. Ἄρβηλος ὁ Ἀθμονέως, ἀφʼ οὗ Ἄρβηλα πόλις Περσική. τὸ δὲ ῥιγηλός ἔχει θηλυκόν.

Τὰ διὰ τοῦ ηλος ὑπερδισύλλαβα ἁπλᾶ ἐπιθετικὰ ἔχοντα θηλυκὰ ὀξύνεται, σιγηλός, μιμηλός, ἀπατηλός, ὑψηλός, ὑδρηλός, χαμηλός, ὀμβρηλός, ὀκνηλός, ἀτυζηλός.

Τὰ διὰ τοῦ ιλος ἀρσενικὰ ἔχοντα τὸ ι βραχὺ παροξύνεται· εἰ δέ τι προπαροξύτονον εἴη, ἢ πάθει γέγονεν ἢ γένει διαφέρει, ναυτίλος, Τρωΐλος, Ζωΐλος, Πενθίλος, ὀργίλος, Μυρτίλος, Χοιρίλος, Πορσίλος, Βανδίλος, φρυγίλος. Σποργίλος δῆμος Ἀττικός, Κορπίλος Θρᾳκῶν ἔθνος. Στράβων ζʹ. τὸ δὲ αἴγιλος θηλυκὸν προπαροξύνεται. τὸ δὲ κόιλος ἀπὸ τοῦ κοῖλος κατὰ πάθος καὶ τὸ μύτιλος ὁ ἔσχατος καὶ τὸ πύτιλος προπαροξύνεται. σεσημείωται δὲ καὶ τὸ Νύκτιλος προπαροξυνόμενον.

Τὰ εἰς ιλος ὑπερδισύλλαβα, εἰ ἔχοι τὸ ι ἐκτεταμένον, προπαροξύνεται, εἰ μὴ ἡ τρίτη ἔχοι τὸ α, ὃ προκατάρχει συμφώνων ἐν συλλήψει ὄντων, στρόβιλος εἶδος ὀρχήσεως, στροβιλός δὲ ἡ συστροφὴ τοῦ ἐχίνου, ἔσβιλος, ὅμιλος, Πάμμιλος, ἀλλʼ οὐκ ἐν συλλήψει τὰ σύμφωνα. τὸ δὲ Καδμῖλος ὁ Ἑρμῆς προπερισπᾶται ἔχον τὸ α ἐπιφερομένων δύο συμφώνων ἐν συλλήψει.

`3,1.163`

Τὰ διὰ τοῦ ειλος πολυσύλλαβα σύνθετα ἀπὸ ὀνόματος προπαροξύνεται, τρίχειλος, ἀγκυλόχειλος, κροκόδειλος, εὔειλος.

Τὰ εἰς ολος ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ κύρια ἢ προσηγορικὰ προπαροξύνεται, Αἴολος τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός, Ἰταλός, ἄσβολος, εὔκολος, διάβολος. Ὅμολος ὄρος Θετταλίας, ὃ καὶ Ὁμόλη. Νάκολος, Ποτίολοι πόλις Τυρρηνίας, ἥτις καὶ Δικαιάρχεια. αὐτόμολος καὶ Αὐτόμολος ἔθνος Αἰθιοπικόν ὡς Ἡρόδοτος δευτέρᾳ  <span class="gap">…</span> «τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν ὄνομα Ἀσμάχην, ὅ ἐστιν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέι». Ἀμφίδολοι πόλις τῆς Τριφυλίας καὶ οἱ πολῖται ὁμοίως ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί. τὸ δὲ αἰόλος εἴτε κύριον εἴτε ἐπίθετον παροξύνεται. καὶ τὸ βουκόλος παροξύνεται, ὅτι ἀπὸ ῥήματος. τὸ δὲ ὀβολός ὀξύνεται.

Τὰ διὰ τοῦ υλος τρισύλλαβα προσηγορικὰ ἢ κύρια, εἰ ἄρχοιτο ἀπὸ φύσει μακρᾶς, παροξύνεται, κρωβύλος καὶ Κρωβύλος, κηρύλος ὁ τῶν ἀλκυόνων ἄρρην, Αἰσχύλος, Ῥωμύλος, Σιμύλος, Ἡδύλος, Τουσσύλος· οὕτως οἱ Κάττουζοι ὑπὸ Καρῶν ἐκαλοῦντο. βαιτύλος ὁ λίθος ὃν ὁ Κρόνος κατέπιεν, Δημύλος, βηθύλος. σεσημείωται τὸ Οἴτυλος, ἥρως καὶ πόλις Λακωνικῆς «ἠδʼ Οἴτυλον». ἄρχεται τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου, κακῶς δὲ Τυραννίων οἰόμενος ἄρθρον εἶναι τὸ οι καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴγε οὕτως φησὶ καὶ Φερεκύδης «τοῦ δὲ γίνεται Ἀμφιάναξ, τοῦ δʼ Οἴτυλος, ἀφʼ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται». καὶ Ὤγυλος νῆσος μεταξὺ Πελοποννήσου καὶ Κρήτης. τὸ δὲ αἴσυλος ἐπίθετόν ἐστιν.

`3,1.164`

Τὰ διὰ τοῦ υλος τρισύλλαβα ἐπιθετικὰ ὄντα ἁπλᾶ ἔχοντα τὴν τρίτην μακρὰν παροξύνεται, στωμύλος, αἱμύλος ὁ πρᾷος, στρογγύλος, «γογγύλος ἐστὶ λίθος» Καλλίμαχος, ἀγκύλος, καμπύλος. τὸ δὲ αἴσυλος προπαροξύνεται ὡς σύνθετον ἀπὸ τοῦ α καὶ τοῦ συλῶ ὁ πολλὰ συλῶν «ὅδʼ οὐκ ὄθετʼ αἴσυλα ῥέζων».

Τὰ εἰς υλος τρισύλλαβα κύρια ὄντα ἔχοντα τὴν πρώτην συλλαβὴν μηκυνομένην παροξύνεται, προσηγορικὰ δὲ ὄντα προπαροξύνεται. παροξύνεται δὲ Δερκύλος, Βακχύλος, Χαρμύλος. προπαροξύνεται δὲ κόνδυλος, σφόνδυλος, δάκτυλος, γόγγυλος. τὸ δὲ Ἄξυλος καὶ Ὄξυλος κύρια ὄντα τοῖς προσηγορικοῖς κατὰ τὸν τόνον ἠκολούθησαν.

Τὰ διὰ τοῦ υλος τριβράχεα, εἰ ἔχοι ἐν τῇ τρίτῃ συλλαβῇ ι, προπαροξύνεται, τὰ δὲ μὴ οὕτως ἔχοντα παροξύνεται, εἰ μὴ εἴη παρώνυμον ἐν ἰσοσυλλάβοις, Τίτυλος, Ἴτυλος τὸ κύριον. Σίπυλος πόλις Φρυγίας· Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῳ. τὸ μέντοι Χρεμύλος καὶ Κρατύλος παροξύνονται οὐκ ἔχοντα ι ἐν τῇ πρώτῃ. τὸ δὲ σταφυλός παρώνυμόν ἐστι παρὰ τὸ σταφυλή. τὸ δὲ Ἄγυλος κύριον προπαροξύνεται.

Τὰ εἰς υλος ὑπερτρισύλλαβα παροξύνεται, εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως οἷον ἐρωτύλος, ἰαμβύλος, Ὀνησύλος, Νικασύλος. τὸ μέντοι εὐρύπυλος σύνθετον ὡς καὶ Ἑκατόμπυλος πόλις Παρθίας.

`3,1.165`

Τὰ διὰ τοῦ ωλος μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, εἰ μὴ ἔχοι πρὸ τοῦ ω δύο σύμφωνα κατʼ ἐπιπλοκήν, ὧν τὸ δεύτερόν ἐστι τ οἷον Κίμωλος ἥρως καὶ νῆσος, Ἐρίγμωλος, φάσκωλος ὁ θύλακος, Μαύσωλος ὁ Κάρ ἀπὸ Μαυσώλου. Δημοσθένης δεκάτῳ Βιθυνιακῶν «Δαίδαλα Μαυσώλων», Ἄνωλος πόλις Λυδίας ἀπὸ Ἀνώλου τοῦ Ἀσίου παιδὸς καὶ ὁ πολίτης ὁμωνύμως, Ἴωλος ἔθνος Περραιβίας. Ὅμηρος «τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί», ταῦτά τινες μετέγραψαν «τῷ δʼ ἄρʼ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί», Μάγδωλος πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. Τύμωλος ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν. Ἐτέωλος ὄνομα λιμένος. Ἄρρωλος ὄνομα πόλεως. Καστωλὸς δὲ—ἦν δὲ πόλις ἐν Λυδίᾳ—ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν—ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν τ ἐστίν, ὡς καὶ τὸ Πακτωλός. τὸ μέντοι Σπάρτωλος βαρύνεται. ἔστι δὲ πόλις Μακεδονίας, ὡς Θουκυδίδης ἐν δευτέρᾳ  <span class="gap">…</span> . τὰ γὰρ δύο σύμφωνα οὐκ εἰσὶν ἐν συλλήψει, ἀλλʼ ἐν διαστάσει. τὸ δὲ Αἰτωλός τριγενές.

Τὰ διὰ τοῦ ωλος ὑπερδισύλλαβα ἁπλᾶ ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται, φειδωλός, αἰτωλός τὸ ἐπίθετον παρὰ τὸ ῥῆμα τὸ αἰτεῖν, ἁμαρτωλός. τὸ μέντοι ἕωλος ὁ χθεσινός προπαροξύνεται ὡς παρώνυμον καὶ τὴν τρίτην βραχεῖαν ἔχει.

καὶ ἄλλως·

Τὰ εἰς ωλος ἀρσενικὰ πρὸ τοῦ ω τὸ τ ἔχοντα ὀξύνεται, Καστωλός, Πακτωλός, ἁμαρτωλός, Αἰτωλός ὁ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. τὸ Σπάρτωλος θηλυκόν ἐστι καὶ τὸ Μαύσωλος οὐκ ἔχει τὸ τ.

Τὰ εἰς λος ὑπερδισύλλαβα παραληγόμενα τῇ διὰ τοῦ υ διφθόγγῳ προπαροξύνεται. δίαυλος, θύραυλος, ἴουλος, Κάμουλος, ὕπουλος, Γαίτουλος ἔθνος Λιβύης, ὃ Ἀρτεμίδωρος Γαιτουλίους φησί. Τούρδουλος ἔθνος τῆς Ἰβηρίας, οἳ καὶ Τουρδητανοί. Ἀρτεμίδωρος δὲ Τούρτους αὐτοὺς καλεῖ καὶ Τουρτυτανούς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: qnq-cd`.
