---
title: "On Universal Prosody: Book 11"
title_greek: "Περι Καθολικης Προσῳδιας, ΙΑʹ"
author: Herodian of Alexandria
eul_wid: qnq-ci
eul_aid: qnq
canonical: "https://eulogikon.org/works/herodian-alexandria-universal-prosody-book-11-qnq-ci"
lang: grc
period: Roman
dialect: Koine
content_hash: "sha256:4dad0e6535a13d30e22df2773baf0fd4b27e852a80fc63beaa7530f530e1b653"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Universal Prosody: Book 11

*Περι Καθολικης Προσῳδιας, ΙΑʹ*

**Author:** Herodian of Alexandria

**eul_wid:** `qnq-ci` · [HTML page](https://eulogikon.org/works/herodian-alexandria-universal-prosody-book-11-qnq-ci)

## Text

Part of [On Universal Prosody](/works/herodian-alexandria-universal-prosody-qnq-au)

`3,1.248`

ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΙΣ α ΘΗΛΥΚΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ ιαʹ.

Τὰ εἰς α λήγοντα μακρὸν θηλυκὰ τῶν εἰς ος ὁμοτονοῦσιν αὐτοῖς, καὶ ἔτι τὰ εἰς η, φοβερός φοβερά, ἰσχυρός ἰσχυρά, σοφός σοφή, καλός καλή, φίλος φίλη. τὸ μέντοι βαρύτερος βαρυτέρα καὶ τὰ ὅμοια, εἰ καὶ τὸν τόπον ἐνήλλαξαν, ἀλλʼ οὐ τὸν τόνον.

Τὰ εἰς α μακρὸν καὶ εἰς η τῶν εἰς ους περισπωμένων περισπᾶται ἀργυροῦς ἀργυρᾶ, ἔστι δὲ καὶ μητρόπολις τῆς ἐν Ἰνδικῇ Ταπροβάνης νήσου. χρυσοῦς χρυσῆ, διπλοῦς διπλῆ.

Τὰ ἔχοντα τὸ α βραχὺ διὰ τοῦ τρια προπαροξύνεται, αὐλήτρια, ψάλτρια, ποιήτρια, μεσήτρια, ὁδηγήτρια, ὀρχήστρια, μαθήτρια, λεκάστρια ἡ πόρνη. Ἐρέτρια πόλις Εὐβοίας. Ὅμηρος «Χαλκίδα τʼ Ἐρέτριάν τε» ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος υἱοῦ. τὸ δὲ μετρία καὶ ἀλλοτρία τὸ α μακρὸν ἔχουσι. καὶ τὸ πότνια· ἔστι δὲ καὶ Πότνιαι πόλις Βοιωτίας. καὶ ὄμπνια, Πολύμνια, Ἰάμνια πολίχνιον Φοινίκης, Στράβων δὲ κώμην φησίν «ἀπὸ Ἰάμνου ἢ ὅτι ἰάμνους ἐκάλουν τοὺς καθύγρους καὶ τεθηλότας τόπους». Λάμια πόλις Θεσσαλίας τῶν Μηλιέων, ὡς Πολύβιος, οἱ μὲν ἀπὸ Λάμου τοῦ Ἡρακλέους φασίν, οἱ δὲ ἀπὸ Λαμίας γυναικός, ἣ ἐβασίλευσε Τραχινίων· ἔστι καὶ ἄλλη Κιλικίας—προπαροξύνεται.

Τὰ εἰς εια ἀπὸ τῶν εἰς ευς προπαροξύνεται, βασιλεύς βασίλεια, πολιεύς πολίεια, Πιτυεύς Πιτύεια, Ἀλαλκομενεύς Ἀλαλκομένεια, ἱερεύς ἱέρεια. τοῦτο δὲ οἱ Ἀττικοὶ ἐκτείνοντες τὸ α παροξύνουσι. ἀλλʼ οὐκέτι πανδόκεια, βασίλεια.

`3,1.249`

Τὰ διὰ τοῦ εια παρώνυμα κατὰ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα θηλυκὰ προπαροξύνονται, Πηνελόπη Πηνελόπεια, χαλκοβαρής χαλκοβάρεια, ἠριγενής ὁ ἐν τῷ ἀέρι γεννηθείς· —τὰ γὰρ τοιαῦτα εἰς πάθη ἀναλύονται καὶ οὐκ εἰς ἐνέργειαν οἷον Λυκηγενής ὁ ἐν Λυκίᾳ γεγεννημένος—ἠριγένεια. οὕτω καὶ Τριτογένεια καὶ Ἀμφιγένεια πόλις Μεσσηνιακή. ἱππόδασυς ἱπποδάσεια καὶ ἀμφιδάσεια· τοῦτο δὲ οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων, σύνθετόν ἐστιν ἀλλὰ παρασύνθετον.

Τὰ εἰς εια ἐπὶ πραγματείας ἤγουν συγγράμματος προπαροξύνεται οἷον Ὀδύσσεια, Ἡράκλεια, Τηλεγόνεια, Γιγάντεια, Διομήδεια, Δολώνεια.

`3,1.250`

Ἔτι τὰ ἀπὸ τῶν εἰς υς βαρυτόνων προπαροξύνεται, ἥμισυς ἡμίσεια, θῆλυς θήλεια. τὰ μέντοι ἀπὸ ὀξυτόνων προπερισπῶνται, ταχύς ταχεῖα, βραδύς βραδεῖα, πλατύς πλατεῖα. ἔστι δὲ καὶ Πλατεῖα νῆσος Λιβύης. τραχύς τραχεῖα. λέγεται δὲ καὶ ἡ Ἰσαυρία τραχεῖα. Στράβων τεσσαρεσκαιδεκάτῃ «Κιλικίας δὲ τῆς ἔξω τοῦ Ταύρου ἡ μὲν λέγεται τραχεῖα, ἡ δὲ πεδιάς» καὶ ἡ Ἔφεσος Τρηχεῖα ἐκαλεῖτο. ὀξύς ὀξεῖα. εἰσὶ δὲ καὶ Ὀξεῖαι νῆσοι τῶν Ἐχινάδων, ἃς θοὰς ὁ ποιητὴς εἶπεν. πλὴν τοῦ λίγεια — ἔστι δὲ καὶ νῆσος — καὶ ἐλάχεια ἀπὸ τοῦ λιγύς καὶ ἐλαχύς, οἷς ἠκολούθησε καὶ τὸ θάλεια «δαῖτα θάλειαν». τὸ δὲ θαμειαί Πάμφιλος λέγει ὡς ὀξεῖαι, Ἀρίσταρχος δὲ ὡς πυκιναί· ὁμοίως δὲ καὶ τὸ ταρφειαί.

Τὰ εἰς να συνεσταλμένον ἔχοντα τὸ α ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ σχηματιζόμενα προπαροξύνεται, μέλανος μέλαινα· τὸ δὲ Μελαιναί πόλις Ἀρκαδίας ὀξύνεται· ἀπὸ Μελανέως τοῦ Λυκάονος, ὡς Παυσανίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ «Γόρτυνʼ Ἥραιάν τε πολυδρύμους τε Μελαινάς». εἰσὶ δὲ καὶ Λυκίας Μελαιναί πόλις, ὡς Ἀλέξανδρος Λυκιακοῖς. καὶ Καλλίμαχος Μελαινάς φησι Μελαινεῖς τὸν δῆμον τῆς Ἀντιοχίδος φυλῆς ἐν Ἑκάλῃ. τάλανος τάλαινα, Λάκων Λάκαινα, δράκων δράκαινα, θεράπαινα, θέαινα, λέαινα.

Ἔτι τὰ εἰς ρα βραχὺ παρεσχηματισμένα, σωτήρ σώτειρα. ἔστι καὶ πόλις Ἀριηνῶν Ἀντιόχου κτίσμα τοῦ Σελεύκου. μάκαρ μάκαιρα, πρέσβειρα, δότειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, ἀντιάνειρα, κυδιάνειρα, κτεάνειρα, οὕτως καὶ Κάρ Κάειρα. καὶ ἔδει μὲν διὰ τοῦ ι μακροῦ γράφεσθαι· Καῖρα καὶ ἐν διαλύσει Κάιρα, ὡς Ἀπολλώνιος ἐν τῷ εʹ περὶ παθῶν καὶ ἐν τῷ περὶ γενῶν. ἡ δὲ ἔκτασις ἀναγκαία διὰ τὴν παραλήγουσαν. τὰ γὰρ εἰς α βραχὺ λήγοντα παρασχηματιζόμενα ἐκτείνει τὴν παραλήγουσαν φύσει ἢ θέσει. καὶ ἔστιν ὅτε μετὰ τὴν διαίρεσιν ἔκτασις γίνεται, ὀΐομαι, ὄιγον, ὄιδα παρʼ Αἰολεῦσιν ἀπὸ τοῦ οἶδα. ἡ χρῆσις δὲ τὴν ει δίφθογγον ἔχει πρὸς τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα. τούτοις δὲ ἠκολούθησε καὶ τὸ πέπειρος πέπειρα.

Τὰ εἰς σα ὑπερδισύλλαβα παρεσχηματισμένα προπαροξύνεται, εἰ μὴ κατὰ συναλοιφὴν εἴη ἀπὸ ὀξυτόνων εἰς ης, δαφνήεσσα, φωνήεσσα, τιμήεσσα, ἐρώεσσα, χαρίεσσα. Μάγνης Μάγνησσα παρὰ Καλλιμάχῳ, Μακέτης Μάκεσσα ἐπιθετικῶς, ὡς Ἡρακλείδης, καὶ Μάκεττα διὰ δύο ττ καὶ διʼ ἑνὸς τ. τὸ δὲ τεχνῆσσα ἀπὸ τοῦ τεχνήεσσα. καὶ τὰ ἀπὸ ὀξυτόνων καὶ περισπωμένων εἰς ης, χερνής χερνῆσσα, ἀργῆς ἀργῆσσα καὶ Κρής Κρητός Κρῆσσα, θής θῆσσα. οὕτω καὶ Θρᾷξ Θρᾷσσα καὶ Θρᾷττα Ἀττικῶς καὶ ἀπὸ Θρᾴκης δούλη καὶ εἶδος ἰχθύος καὶ ὀρνέου.

`3,1.251`

Τὰ εἰς α βραχὺ ἀπαρασχημάτιστα διὰ διπλοῦ ἐκφερόμενα, εἰ μὲν δισύλλαβα εἴη καὶ μακρᾷ παραλήγει, προπερισπᾶται, μᾶζα μόνον ἐκτεῖνον τὸ πρὸ διπλοῦ α, ψῷζα, εἰ δὲ βραχείᾳ παραλήγει, παροξύνεται, ῥίζα, πέζα, φύζα, σχίζα· ἔστι δὲ εἶδος ὀρνέου. Σοφοκλῆς ἐν Ναυπλίῳ πυρκαεῖ «κάτω κρέμανται, σπίζα τέτατʼ ἐν ἕρκεσι». ἄζα, γάζα καὶ Γάζα πόλις Φοινίκης, νῦν δὲ Παλαιστίνης πρὸ τῆς Αἰγύπτου. ἐκλήθη καὶ Ἄζα. καὶ μέχρι νῦν Σύροι Ἄζαν αὐτὴν καλοῦσιν ἀπὸ Ἄζωνος τοῦ παιδὸς Ἡρακλέους. μυθολογοῦσι δέ τινες ὑπὸ Διὸς κτισθῆναι καὶ ἐν αὐτῇ ἀπολιπεῖν τὴν ἰδίαν γάζαν, οὕτω τῶν Περσῶν τὰ χρήματα καλούντων. μύζα, κνύζα, ὃ εἰ μὲν ἐπὶ τοῦ φυτοῦ, συγκοπή ἐστιν οἷον «χαμαιζήλοιο κονύζης», εἰ δὲ ἐπὶ τοῦ παρεφθαρμένου καὶ ἐρρυπωμένου, οὐ συγκοπή ἐστιν, ἀλλʼ ἀπὸ τοῦ κνύω, ἀφʼ οὗ κνύος ἡ φθορά οἷον «κατὰ κνύος ἔχευεν, ψίλωτο δὲ κάρηνα», γίνεται κνύζα ὡς παρὰ Ἀνακρέοντι «κνύζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην». δόξα, Φρίξα πόλις Τριφυλίας ἀπὸ Φρίξου, ἐπʼ ὄρους ὑψηλοῦ πρὸς ἕω τῆς Λεπρεατικῆς. Φερεκύδης δὲ Ἀρκαδίας αὐτὴν γράφει. Λίξα πόλις Λιβύης ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. δίψα, Κάψα πόλις Χαλκιδικῆς χώρας κατὰ Παλλήνην ὁμοροῦσα τῷ Θερμαίῳ κόλπῳ. Σάμψα κώμη τῆς Ἀραβίας. σάμψα δὲ παρὰ τοῖς Ἄραψι ὁ ἥλιος. Σκέμψα πόλις Θρᾴκης. Στρέψα πόλις Μακεδονίας. Τὰ δὲ ὑπερδισύλλαβα προπαροξύνεται, ὄρυζα, τράπεζα· ἔστι καὶ πόλις Ἀρκαδίας ἐγγὺς Τρικολώνων. ἀργυρόπεζα, τετράπεζα, χάλαζα, Δούριζα λίμνη παρὰ τὸν Λίζαν ποταμόν. Ἑκαταῖος περιηγήσει Ἀσίας, «τῇ δὲ λίμνῃ Δούριζα οὔνομα». Βόρυζα πόλις Περσική, ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης· «μετὰ δὲ Βόρυζα πόλις Περσέων· μετὰ δὲ Θυνιάς». Ἀράβυζα τῆς Καυκωνίδος πόλις. Βάδιζα πόλις Βρεττίας. Πολύβιος τρισκαιδεκάτῳ. Βαρύγαζα ἐμπόριον Γεδρωσίας τῶν σφόδρα ἐπισήμων. Μίεζα θυγάτηρ Βέρητος τοῦ Μακεδόνος καὶ πόλις Μακεδονίας. Κάττουζα πόλις Θρᾴκης, ἐν ᾗ κατῴκουν οἱ Πυγμαῖοι. Θελάμουζα φρούριον τῆς παρʼ Εὐφράτην Ἀραβίας. Τίριζα πόλις Παφλαγονίας. Τυρόδιζα πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. Ἄραξα πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. Δάραψα πόλις Βακτρίας, ὡς Στράβων. Βαίσαμψα πόλις ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλασσαν, ὅ ἐστιν οἶκος ἡλίου.

`3,1.252`

Τὰ εἰς βα βαρύνεται, Ἄβα πόλις Καρίας. Ἄλβα πόλις Ἰταλίας, ἣν ἔκτισαν οἱ ἀπὸ τοῦ Λαυινίου Λατῖνοι, Τρῶες ὄντες. ἔστι δὲ ἡ Ἄλβα καθʼ Ἑλλάδα λευκή. κλίνεται δὲ Ἄλβας, ὡς Χάραξ. λέγεται καὶ Ἄλβη. Ὄλβα πόλις τῆς τῶν Σολύμων γῆς, ἣν Φίλων Ὀλβίαν Παμφυλίας φησίν. Ῥάβα πόλις πρὸς τῷ Ἰονίῳ κόλπῳ. Νόμβα πόλις τῆς Ἰουδαίας. Ἰώσηπος ἕκτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας. Κύρβα πόλις Κρήτης ἡ ὕστερον Ἱεράπυτνα, Ὕβα δῆμος τῆς Λεοντίδος φυλῆς. τινὲς δὲ τὸν δῆμον Ὑβάδαι λέγουσι. Δόλβα πόλις τῆς Ἀδιαβηνῆς. Ἀρριανὸς γʹ Παρθικῶν. Γάβα πόλις Γαλιλαίας. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας  <span class="gap">…</span> . Γάββα πόλις Συρίας. Θίβα μία τῶν Ἀμαζόνων ὑφʼ Ἡρακλέους ἀναιρεθεισῶν, ὅθεν ἐκλήθη Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ. Ἄρυββα. Ἀνάζαρβα πόλις Κιλικίας. Σίσυρβα Ἀμαζὼν καὶ ἀπʼ αὐτῆς μέρος Ἐφέσου.

Τὰ εἰς γα βαρύνεται, Σάλγα πόλις Μαυριτανίας. Ῥάγα πόλις ἐν Μηδίᾳ κτισθεῖσα ὑπὸ Σελεύκου τοῦ Νικάτορος. Φάλγα κώμη μέση Σελευκείας τῆς Πιερίας καὶ τῆς ἐν Μεσοποταμίᾳ. Ἀρριανὸς ἐν ιʹ Παρθικῶν. ἡ δὲ φάλγα τῇ γλώσσῃ τῇ ἐπιχωρίῳ τὸ μέσον δηλοῖ. Σίγγα πόλις Λιβύης, ὡς Πολύβιος δεκάτῳ. ὀξύνεται δὲ τὸ Αἰγά τῆς Αἰολίδος ἄκρα, ὡς Στράβων «οὕτω γὰρ καὶ τὸ ὄρος ὅλον ὠνομάζετο, ὃ νῦν Κάνην καὶ Κάνας λέγουσι· “λέγεται δὲ παρὰ Αἰγὰν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους.»” Ἀρτεμίδωρος δὲ Αἴξ εἶπε τὴν εὐθεῖαν, οὐκ ἀναλόγως. ἔστι δὲ καὶ πόλις Φοινίκων, ὡς Ἑκαταῖος. Αἰγαί δέ εἰσιν πόλεις πολλαί, Κιλικίας, Μακεδονίας, ἥτις καὶ μηλοβότειρα ἐλέγετο, καὶ ἡ ἐν Μυρίνῃ ἐν τῇ Αἰολίδι, καὶ Λυδίας καὶ Λοκρίδος καὶ Αἰτωλίας καὶ Εὐβοίας, ἃς Ὅμηρος ἐν τῷ Ν μνημονεύει.

`3,1.253`

Τὰ εἰς δα βαρύνεται, Σίνδα πόλις πρὸς τῷ μεγάλῳ κόλπῳ τῆς Ἰνδικῆς, Πέδα πόλις Αὐσονική, Σίβδα πόλις Καρίας, Γάδδα χωρίον Ἀραβίας. Γλαῦκος ἐν τετάρτῃ. λέγεται καὶ οὐδετέρως. Γίλδα πόλις Λιβύης. Τίνδα πόλις Λιβύης, ἣ καὶ Τίνδιον. Φράδα πόλις ἐν Δράγγαις, ἣν Ἀλέξανδρος Προφθασίαν μετωνόμασεν, ὡς Χάραξ ἐν ἕκτῳ χρονικῶν. Φοῦνδα πόλις Ἰταλίας. Λήδα Δωρικῶς λεγόμενον ἀντὶ τοῦ Λήδη. δύναται δὲ καὶ προπερισπᾶσθαι κατὰ τὸ Μοῦσα. Καρύανδα πόλις καὶ λιμὴν ὁμώνυμος πλησίον Μύνδου καὶ Κῶ, ὡς Ἑκαταῖος. ἔστι δὲ καὶ οὐδέτερον. Ἴλερδα πόλις πρὸς τῇ Πυρήνῃ Ἰβηρίας. καὶ Ἀνδρομέδα Δώριον τροπῇ τοῦ η εἰς α πεποιημένον παροξυνόμενον.

Τὰ εἰς θα ἔχοντα τὸ α βραχὺ βαρύνεται, μίνθα τὸ ἡδύοσμον, Ἔρθα πόλις Παρθίας ἐπὶ τῷ Εὐφράτῃ, ὡς Γλαῦκος ἐν Ἀραβικῶν δευτέρῳ. ἄκανθα, κολόκυνθα ἡ Ἀττικῶς κολοκύντη. Λύκαιθα πόλις Ἀρκαδίας παρὰ Μενελάῳ, ἣν Θεόπομπος Λύκαιάν φησι. Κύπαιθα πόλις Λιβύης, Κύναιθα πόλις Ἀρκαδίας· ἔστι καὶ Κύναιθα πόλις Ἰθάκης ὑπὸ τῷ Νηρίτῳ ὄρει. Σύμαιθα πόλις Θετταλίας. Ζάκανθα πόλις Ἰβηρίας, ἣν καθεῖλεν Ἀννίβας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ. Σάργανθα πόλις Ἰβηρίας.

Τὰ εἰς κα βαρύνεται, Ὄγκα ἡ Ἀθηνᾶ κατὰ Φοίνικας. Σάλμυκα πόλις πρὸς τὰς Ἡρακλείας στήλας. λέγεται καὶ Σαλμύκη. Ταύακα πόλις Σικελίας. Φίλιστος ὀγδόῳ. Ὄλοκα πόλις Μακεδονίας. Θεόπομπος πέμπτῳ Φιλιππικῶν. τὸ δὲ Ναυσικᾶ κατὰ πάθος ἐγένετο.

`3,1.254–3,1.255`

Τὰ εἰς λα θηλυκὰ βαρύνεται, ψύλλα· ἔστι καὶ χωρίον μεταξὺ Ἡρακλείας καὶ τοῦ Πόντου. Μένιππος ἐν περίπλῳ τοῦ Πόντου «ἀπὸ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια κʹ, ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδια πʹ». Σκύλλα. Σίβυλλα. ἅμιλλα. ἄελλα. παῦλα καὶ ἀνάπαυλα. Βάλα πόλις τῆς Γαλιλαίας. Ἰώσηπος. Γέλα πόλις Σικελίας. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ δὲ ποταμὸς ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι. Πρόξενος δʼ ἐν πρώτῃ τῶν περὶ πόρων Σικελικῶν καὶ Ἑλλάνικος ἀπὸ Γέλωνος τοῦ Αἴτνης καὶ Ἱμέρου. Ἀρισταίνετος δʼ ἐν πρώτῃ τῶν περὶ Φασήλιδα, ὅτι Λάκιος καὶ Ἀντίφημος ἀδελφοὶ ἐλθόντες εἰς Δελφοὺς ἐμαντεύσαντο, τὴν δὲ Πυθίαν οὐδὲν περὶ ἐκείνων λέγουσαν προστάσσειν τὸν Λάκιον πρὸς ἀνατολὰς ἡλίου πλεῖν. τοῦ δʼ Ἀντιφήμου γελάσαντος τὴν Πυθίαν εἰπεῖν πάλιν «ἐφʼ ἡλίου δυσμῶν» καὶ Γέλαν πόλιν οἰκίσαι. Φίλα πόλις Μακεδονίας, κτίσμα Δημητρίου τοῦ Ἀντιγόνου παιδός, τοῦ Γονατᾶ καλουμένου, ὃς ἀπὸ τῆς τούτου μητρὸς Φίλας ἐπὶ τοῦ Πηνειοῦ ἔκτισε πόλιν Φίλαν. ἔστι καὶ νῆσος ἐν Αἰγύπτῳ. Ἡρόδοτος τετάρτῃ  <span class="gap">…</span> «ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ ὄνομα Τρίτων ἐστίν, ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα. ἐν δὲ αὐτῇ νῆσος ἔνι τῇ οὔνομα Φίλα». Σμίλα πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Σμίλα πόλις». Πόλα πόλις Ἰλλυρίας. Βῶλα πόλις Ἰταλίας. Νῶλα πόλις Αὐσόνων. Ἑκαταῖος Εὐρώπῃ. Νώλην δὲ αὐτὴν Πολύβιός φησι. Βάλλα πόλις Μακεδονίας. Τράλλα καὶ Πάλλα Ἀμαζόνες. πάλλα ἡ σφαῖρα. Ἕλλα χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπόριον. Πολύβιος ιϛʹ. Πέλλα πόλις Μακεδονίας, Θεσσαλίας, Ἀχαΐας, κοίλης Συρίας ἡ Βοῦτις λεγομένη. ἡ δὲ Μακεδονίας πρότερον ἐκαλεῖτο καὶ Βουνόμεια ... ἐκλήθη δὲ ἀπὸ Πέλλα τοῦ κτίσαντος. ἔστι καὶ Πέλλα ὄρος Αἰθιοπίας. βδέλλα. Κίλλα ἡ πόλις. κόλλα. Νέγλα πολίχνιον Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Ἀμφίμαλα πόλις Κρήτης, Ὑλλούαλα δῆμος Καρίας. Ἀπολλώνιος εʹ Καρικῶν «Κᾶρες δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλος ἀπώλετο, Ὑλλούαλαν ὠνόμασαν καὶ ἕδος ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνος. καὶ νῦν ἔτι παρὰ τὸν θεὸν δῆμός ἐστι Ὑλλούαλα λεγόμενος». ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον. Σκάβαλα χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. Ῥέσαλα πόλις Ὀμβρικῶν. Μίσπιλα πόλις Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάσεως. Ὀκρίκολα πόλις Τυρρηνῶν. Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Σατίκολα πόλις Ἰταλίας. Ἀπίολα πόλις Ἰταλίας. Κρόταλλα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. Μάκαλλα πόλις Ἰταλίας. ἄμαλλα. Βίτελλα πόλις Ἰταλίας. Ἄτελλα πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. Ἔντελλα πόλις Σικελίας. Ἔφορος ιϛʹ. Στύελλα φρούριον τῆς ἐν Σικελίᾳ Μεγαρίδος. Φίλιστος τετάρτῳ Σικελικῶν. Φρέγελλα πόλις Ἰταλίας. Σίκελλα κώμη Παλαιστίνης, ὡς Ἰώσηπος. θύελλα, δίκελλα, Μύριλλα, Πράξιλλα, Τελέσιλλα, Κύδιλλα, Κόριλλα πόλις Λατίνων. Διονύσιος τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἄκριλλα πόλις Σικελίας οὐ πόρρω Συρακουσῶν. Κορίολλα πόλις Ἰταλίας. Ἄβολλα πόλις Σικελίας. Ἄχολλα πόλις Λιβύης οὐ πόρρω τῶν Σύρτεων ἄποικος Μελιταίων. Ἄγυλλα πόλις Τυρρηνίας. Λυκόφρων «Ἄγυλλαν Αὐσονῖτιν εἰσεκώμασεν». Ἄνθυλλα ἀδελφὴ Μέμνονος, ἀφʼ ἧς ἐν τῷ Νείλῳ πόλις ὁμώνυμος. Ἡρόδοτος δευτέρᾳ  <span class="gap">…</span> «Τουτέων δὲ ἡ μὲν Ἄνθυλλα ἐοῦσα λογίμη πόλις ἐς ὑποδήματα ἐξαίρετος». Ἴβυλλα πόλις Ταρτησσίας. Ἀρίστυλλα, φθίνυλλα. Ἔχετλα πόλις Σικελίας. ταῦτα μὲν οὖν προπαροξύνονται, παροξύνεται δὲ τὸ Μεσόλα πόλις Μεσσήνης, μία τῶν πέντε Νικόλαος τετάρτῳ. καὶ Ἱππόλα πόλις ἀρχαία Λακωνική. Παυσανίας τρίτῳ. καὶ Θυέλα πόλις Οἰνωτρίας, ἐν ᾗ μοῖρα Φωκαέων ᾤκησεν, ὡς Ἡρόδοτος πρώτῳ  <span class="gap">…</span> . Βοΐλλαι πόλις Λατίνων. καὶ Βουκεφάλα πόλις Ἰνδικῆς, ἣν ἔκτισεν Ἀλέξανδρος «ἐπʼ ἀμφοτέραις ταῖς ὄχθαις τοῦ Ὑδάσπου ποταμοῦ πόλεις ᾤκισε, Νίκαιαν—Βουκεφάλαν δὲ ἔνθα διαβάντος καὶ μαχομένου ἀπέθανεν αὐτοῦ ὁ ἵππος Βουκεφάλας λεγόμενος». καὶ Ἀΐλα κόλπος κατά τινας. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ «τὰ πρὸς ἕω τῆς Ἀΐλας κώμης». ὡσαύτως καὶ Φιλομήλα Δώριον τροπῇ τοῦ η εἰς α πεποιημένον.

Τὰ εἰς μα θηλυκὰ σπάνια ὄντα βαρύνεται, τόλμα, θέρμα, Ἀττικῶς δὲ τόλμη καὶ θέρμη. ἔστι δὲ καὶ πόλις Θέρμα, ἣ ὕστερον Θεσσαλονίκη ἐκαλεῖτο. Μέσμα πόλις Ἰταλίας. Ἀπολλόδωρος ἐν τρίτῳ χρονικῶν.

`3,1.256`

Τὰ εἰς να μονογενῆ βαρύνεται, Κύννα ἡ πόρνη, ἔστι καὶ Κύννα πολίχνιον πλησίον Ἡρακλείας ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ἢ Κύννου τοῦ ἀδελφοῦ Κοίου. Ἄννα πόλις Ἰουδαίας ὑπὲρ Ἱεριχοῦντα, γέννα, χλαῖνα· εἰ δέ τι ἄλλο εὑρεθείη, κατὰ διάλεκτον ἢ πάθος ἐγένετο ὡς τὸ Ἑλένα Ἑλένη, Ἀθηνάα Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ παρʼ Ἑκαταίῳ.

Τὰ εἰς να δισύλλαβα βαρύνεται, πῖνα ἐπὶ τοῦ ὀστρέου, πεῖνα, Σπῖνα πόλις Ἰταλίας ὡς Εὔδοξος καὶ Ἀρτεμίδωρος. Κρῶμνα πόλις Παφλαγονίας «Κρῶμναν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους» ἡ ὕστερον Ἄμαστρις, ἀπὸ Κρώμνου τοῦ Λυκάονος. ἔστι καὶ Πελοποννήσου πόλις ἀρσενικῶς καὶ θηλυκῶς καὶ ἑνικῶς καὶ πληθυντικῶς. Οἴνα πόλις Τυρρηνίας ἐχυρὰ λίαν. Φάνα πόλις Αἰτωλίας καὶ Φάναι πληθυντικῶς ἀκρωτήριον τῆς Χίου ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. Μάγνα νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν, ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ, ὅ ἐστι μεγάλη. Πύδνα πόλις Μακεδονίας. Θάμνα πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἱστορίας  <span class="gap">…</span> . Τάμνα πόλις Ἀραβική, ὡς Ἀλέξανδρος ὁ πολυΐστωρ. Σμύρνα πόλις Ἰωνίας ἀπὸ Σμύρνης Ἀμαζόνος κατεχούσης τὴν Ἔφεσον, ἣ καὶ Σμύρνα ἐκαλεῖτο ἀπʼ αὐτῆς. Σύρνα πόλις Καρίας. Ἄρνα πόλις Λυκίας. οὕτω γὰρ ἡ Ξάνθος ἐκαλεῖτο ἀπὸ Ἄρνου τοῦ καταπολεμήσαντος Πρωτόγονον. Πύτνα πόλις Κρήτης ἡ ὕστερον Ἱεράπυτνα. Ἔννα πόλις Σικελίας. Βέννα πόλις Θρᾴκης διʼ ἑνὸς ν καὶ διὰ δύο. καὶ ἡ γραφὴ διάφορος καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ε, ὅπερ κρεῖττον. ἔστι δὲ καὶ Βέννα μία φυλὴ τῶν ἐν Ἐφέσῳ πέντε.

`3,1.257`

Τὰ εἰς να ὑπερδισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου προπαροξύνεται, μάραγνα ἡ μάστιξ, Ἄφιδνα δῆμος Ἀττικῆς καὶ Λεοντίδος φυλῆς ἀπὸ Ἀφίδνου αὐτόχθονος· ἔστι καὶ πληθυντικὸν Ἀφίδναι. ἔστι καὶ τῆς Λακωνικῆς, ὅθεν ἦσαν αἱ Λευκιππίδες Φοίβη καὶ Ἐλάειρα. Δάριδνα κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. Κάλυδνα νῆσος καὶ πόλις Θήβης ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται καὶ Κάλυδνος. Σώλιμνα πόλις Ἰνδίας. Ἄντεμνα πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥωμύλῳ. Μήθυμνα ἡ Μάκαρος θυγάτηρ καὶ γυνὴ Λεπετύμνου καὶ πόλις ἐν Λέσβῳ τῇ νήσῳ ὁμωνύμως. Νώνυμνα πόλις Σικελίας. Κάλυμνα νῆσος, ἣν ὁ Σκήψιος πληθυντικῶς Καλύμνας φησί. Πρόσυμνα μοῖρα τοῦ Ἄργους. Πολύδαμνα. Ἀγάθυρνα πόλις Σικελίας, ὡς Πολύβιος ἐνάτῃ. Ἁλίκυρνα κώμη Ἀκαρνανίας. Στράβων. Ἁλίσαρνα πόλις τῆς Τρωάδος χώρα. Θεόπομπος. Ἄταρνα πόλις μεταξὺ Μυσίας καὶ Λυδίας πλησίον Λέσβου. Μηκύβερνα πόλις Παλλήνης τῆς ἐν Θρᾴκῃ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ. Ἐλεύθερνα πόλις Κρήτης ἀφʼ ἑνὸς τῶν Κουρήτων. Κάλαρνα πόλις Μακεδονίας, ὡς Λούκιος ὁ Ταρραῖος. Σάμορνα· οὕτως ἡ Ἔφεσος ἐκαλεῖτο. Φαλάσαρνα πόλις Κρήτης. Μέντυρνα πόλις ἐν Ἰταλίᾳ Σαυνιτῶν. Διονύσιος ἑκκαιδεκάτῳ. Ἱεράπυτνα πόλις Κρήτης.

Τὰ εἰς ννα προπαροξύνεται, Φάλαννα πόλις Περραιβίας ἀπὸ Φαλάννης τῆς Τυροῦς θυγατρός. Λυκόφρων «Γόννον Φάλανναν ἠδʼ Ὀλοσσόνων γύας». Ἑκαταῖος ἱστοριῶν αʹ Ἱππίαν αὐτὴν καλεῖ καὶ Ἔφορος Φάλαννον αὐτὴν καλεῖ ἐν τῷ θʹ. ἔστι καὶ ἑτέρα Κρήτης. Ἔραννα πόλις Τριφυλίας, ἥτις Κυπαρισσία καλεῖται. Ῥάβεννα πόλις Ἰταλίας. Ἕρμιππος ὁ Βηρύτιος Ῥούενναν αὐτὴν καλεῖ. Διονύσιος δʼ ἐν ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας καὶ πληθυντικῶς καὶ διὰ τοῦ η καὶ διʼ ἑνὸς ν «ἀμφότεροι ἀπήντησαν Οὐολουμνίῳ περὶ τοὺς καλουμένους Ῥαβηνούς». Ὕτεννα πόλις Λυκίας. Φίλιννα, Ἤριννα, Κόριννα, Βίτιννα. Βούκιννα πόλις Σικελίας. Πέλιννα πόλις Θεσσαλίας ἐν τῇ Φθιώτιδι. κέκληται ἀπὸ Πελίννου τοῦ Οἰχαλέως. Ὤλιννα πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. τὸ δὲ Καπίννα Τυρρηνικὴ πόλις παροξύνεται. λέγεται καὶ πληθυντικῶς. Τόροννα πόλις Σικελίας. Φόρουννα πόλις Θρᾴκης. Πολύβιος ἐνάτῳ. Δίκτυννα. Ἕρκυννα.

`3,1.258`

Τὰ εἰς να ὑπερδισύλλαβα φωνήεντι παραληγόμενα προπαροξύνεται, Ἴχανα πολίχνιον τῆς Σικελίας, διὰ τὸ τῇ αὐτοῦ ἁλώσει πολλὰ προσλιπαρῆσαι τοὺς Συρακοσίους. ἰχανᾶν δὲ τὸ ἐπιθυμεῖν. Κάρανα πόλις Γαλατίας ὑπὸ Ῥωμαίων συνοικισθεῖσα. Κάρμανα νῆσος τῆς Ἰνδικῆς. Κάρνανα πόλις Μιναίων ἔθνους πλησίον Ἐρυθρᾶς θαλάσσης. Ἄμμανα πόλις Συρίας ἡ ὕστερον Ἀστάρτη. Μάργανα πόλις τῆς Ἰνδικῆς. ἔστι καὶ Μαργάναι πληθυντικῶς. τρίαινα, μύραινα εἶδος θαλασσίου θηρίου. Ζύγαινα νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Μάζαινα πόλις Παλαιστίνης ἀπὸ Μαζαίνου. Δρύαινα πόλις Κιλικίας κτίσμα Δρυαίνου ὡς Σκύθαινα, Κηρύκαινα, Δύμαινα. Εὐφορίων «δαίμων ἀντιάσαιτο φιλοπλοκάμοισι Δυμαίναις». Φίδηνα καὶ Φιδήνη πόλις Ἀλβανῶν. Σάλωνα πόλις Ἐρετρίας. Μόργυνα πόλις Σικελῶν. Φίλιστος δευτέρῳ. Τάμυνα πόλις Ἐρετρίας. Στράβων δεκάτῃ. καὶ πληθυντικῶς «εἰς τὰς Ταμύνας». ἄμυνα, εὔθυνα, χέλυνα, Κίκυνα, σίγυνα. Αἴγινα νῆσος μία τῶν Κυκλάδων, ἥτις Οἰνώνη ἐκαλεῖτο, ὕστερον δὲ Αἴγινα ἀπὸ τῆς Ἀσωποῦ μὲν θυγατρὸς Αἰγίνης, Αἰακοῦ δὲ μητρός. Βέλβινα πόλις Λακωνική. Παυσανίας ὀγδόῳ. ἔστι καὶ νῆσος, ὡς Ἀρτεμίδωρος. Βέμβινα κώμη τῆς Νεμέας. Ἑλλάνικος δὲ Βέμβινον καὶ πόλιν φησίν. Βίλβινα πόλις Περσική. Μέλινα πόλις Ἄργους, ἀφʼ ἧς Ἀφροδίτη Μελιναία τιμᾶται. Λυκόφρων «τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεόν». Μύρινα πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ τῆς Αἰολίδος ἄλλη. ἀπὸ Μυρίνης ἀμφότεραι ἢ Μυρίνου. Σάνινα πόλις ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Κάρμινα νῆσος Ἰνδική. Ἄλινα νῆσος Λυκίας. Ἀρτεμίδωρος ἐν ἐπιτομῆς πρώτῳ. Κύτινα πόλις Θεσσαλίας, ὡς Θέων ἐν ὑπομνήματι Λυκόφρονος. Λάγινα πολίχνιον Καρίας. Ἀπολλώνιος Καρικῶν ἑκκαιδεκάτῳ. Ῥέσινα πόλις περὶ τὸν Ἄβορον ποταμόν. Ἀγύρινα πόλις Σικελίας. Διονύσιος δὲ τὸ Ἀγύριον ἔφη. Γαλάρινα πόλις Σικελίας κτίσμα Μόργου Σικελοῦ. Λάρινα πόλις Δαυνίων. Καμάρινα πόλις Σικελίας. καὶ λίμνη, ἀφʼ ἧς ἡ παροιμία «μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἀμείνων». Μαμάρκινα πόλις Αὐσονική. Ἅρπινα πόλις Ἤλιδος ἀπὸ Ἁρπίνης τῆς Ἀσωποῦ, ἀφʼ ἧς καὶ Ἄρεος Οἰνόμαος. λέγεται καὶ Ὀλυμπία. Νικάνωρ. Σάλπινα ὄνομα κύριον. Μυκέρινα ὄνομα πόλεως. τὰ δὲ Ἰταλικὰ προπερισπῶνται, Σαβῖνα, Φαυστῖνα, Ἰουστῖνα, Κωνσταντῖνα, ἡμῖνα, Πλωτῖνα. Τερῖνα πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος, κτίσμα Κροτωνιατῶν, ὡς Φλέγων. τινὲς δὲ νῆσον αὐτήν, εἰς ἣν ἐξεβράσθη Λίγεια ἡ Σειρήν, ὡς Λυκόφρων «Λίγεια δʼ εἰς Τερῖναν ἐκναυσθλώσεται» Ἀκυλῖνα πόλις Ἰλλυρική. Θεόπομπος. Ταρρακῖνα πόλις Ἰταλίας. Διονύσιος ιεʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. Τυρακῖναι πόλις Σικελίας μικρὰ μὲν εὐδαίμων δʼ ὅμως. Τυράκην δὲ αὐτὴν Ἀλέξανδρος ἐν Εὐρώπῃ καλεῖ.

Τὰ εἰς πα σπάνια ὄντα βαρύνεται, Βόρσιππα πόλις Χαλδαίων. λέγεται καὶ οὐδετέρως. Μέταπα πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. Ζαρίασπα καὶ Ζαριάσπη πόλις Βακτριανή. Στράβων ἑνδεκάτῃ. Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα.

`3,1.259`

Τὰ εἰς ρα μακρὸν μακρᾷ παραληγόμενα παροξύνεται ἀπὸ συμφώνου ἀρχόμενα, πήρα καὶ Πήρα πόλις Πισιδίας. χώρα. Ξήρα πόλις περὶ τὰς Ἡρακλείας στήλας. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ. θήρα. Θήρα νῆσος τῶν Σποράδων κτίσμα Μεμβλιάρου ἑνὸς τῶν μετὰ Κάδμου. ἔστι καὶ Ῥόδου πόλις ταπεινή. καὶ Καρίας ἄλλη. καὶ Σογδιανῆς ἄλλη. χήρα. πλὴν τοῦ φ διὰ τὸ Φηρά «Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον» τὰ δὲ ἀπὸ φωνήεντος ἀρχόμενα παροξύνεται, Ἥρα, ὥρα, ὀπώρα.

Τὰ εἰς ρα δισύλλαβα συνεσταλμένον ἔχοντα τὸ α βαρύνεται, σφαῖρα, μοῖρα, πεῖρα, σφῦρα. Βοῦρα πόλις Ἀχαΐας ἀπὸ Βούρας θυγατρὸς Ἴωνος τοῦ Ξούθου καὶ Ἑλίκης. Νῶρα πόλις ἐν Σαρδοῖ τῇ νήσῳ. Σῶρα πόλις Ἰταλίας. Σοῦρα μαντεῖον Λυκίας. τὰ δὲ μὴ συνεσταλμένον τὸ α ἔχοντα ὀξύνεται, ἰρά ἡ ἐκκλησία. τοῦτο δὲ διφορεῖται καὶ κατὰ τὴν ἐτυμολογίαν καὶ κατὰ τὴν γραφήν. εἰ μὲν γὰρ παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου, εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι διὰ τοῦ ι. σειρά, πυρά, οὐρά, φρουρά, πλευρά. Φαραί πόλις Μεσσήνης, ὅθεν ἦσαν οἱ Ἀφαρητιάδαι· ἔστι καὶ Ἀχαΐας. εἰσὶ καὶ Φαραί Βοιωτίας. ἔστι δὲ ἄλλη Κρήτης ἄποικος τῆς ἐν Μεσσήνῃ, ὡς Φίλων. ἀρά καὶ Ἀρά Ἀθάμαντος θυγάτηρ καὶ Ἀραί νῆσοι τρεῖς οὕτω λεγόμεναι διὰ τὰς ἀράς, ἃς Δωριεῖς ἐποιήσαντο πρὸς τοῦ Πενταπολίτας, ὡς Ἀριστείδης.

Τὰ εἰς ρα ὑπὲρ δύο συλλαβὰς τὸ α βραχὺ ἔχοντα προπαροξύνεται, μάχαιρα, χίμαιρα, Δηιάνειρα, σκολόπενδρα.

Τὰ εἰς αρα ὑπὲρ δύο συλλαβὰς παροξύνεται, Κυπάρα κρήνη Σικελίας, ἣ καὶ Ἀρέθουσα ἐλέγετο, Βατεράρα πόλις Λιγύων. Ἰνδάρα Σικανῶν πόλις. Θεόπομπος. Καμάρα πόλις Κρήτης, ἥτις Λατώ ἐλέγετο. Λιπάρα νῆσος μεγίστη τῶν ἑπτὰ τοῦ Αἰόλου, ἣ Μελιγουνὶς ἐλέγετο, πλησίον Σικελίας, ἀπὸ Λιπάρου τοῦ Αὔσονος υἱοῦ. λέγεται καὶ πληθυντικῶς. Μακκάραι χώρα ὑπὲρ Φάρσαλον. Θεόπομπος πέμπτῳ Φιλιππικῶν.

`3,1.260`

Τὰ εἰς ερα δισύλλαβα μακροκατάληκτα βαρύνεται, ἔρα, Δέρα ὄνομα τόπου Λακωνικῆς, Μέρα ὄνομα πόλεως, δέρα, τοῦτο δὲ παρὰ τῷ ποιητῇ διὰ τῆς ει διφθόγγου γράφεται καὶ ὀξύνεται. τὸ δὲ Φεραί πόλις Θεσσαλίας ὀξύνεται «οἵ τε Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην». ἀπὸ Φέρητος τοῦ Κρηθέως ἢ Φερᾶς τῆς Αἰόλου θυγατρός. εἰσὶ καὶ ἄλλαι Φεραί ἀρχαῖαι τῶν νῦν Φερῶν ἀπέχουσαι στάδια ὀκτώ. εἰσὶ καὶ ἄλλαι Ἰαπυγίας καὶ Αἰτωλίας καὶ Παρθυαίων.

Τὰ εἰς ρα μακροκατάληκτα τρισύλλαβα παραληγόμενα τῷ ε μονογενῆ βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη, ἡμέρα, ἀσκέρα εἶδος ὑποδήματος, διφθέρα, λακέρα, χολέρα, ἑσπέρα, ὑπέρα, ἀλέρα, Τερμέρα Ὠγύγου μήτηρ, κυσέρα, Θεσκέρα ἡ τιθηνὸς Διονύσου. Ἱμέρα πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ Λιβύης, μεθʼ ὧν καὶ Φιλωτέρα πόλις περὶ τὴν Τρωγλοδυτικήν, Σατύρου κτίσμα. Ἀπολλόδωρος δὲ Φιλωτερίδα καλεῖ. ἔστι καὶ κοίλης Συρίας Φιλωτέρα, ὡς Χάραξ ἐν ὀγδόῳ χρονικῶν. τινὲς δὲ καὶ Φιλωτερίαν αὐτὴν εἰρήκασιν. τὸ δὲ Γλυκερά ὀξύνεται, εἴτε κύριον εἴτε ἐπιθετικὸν εἴη ὡς καὶ Ἱερά· οὕτως γὰρ ἐκλήθη ἡ Τάρσος πόλις. καὶ τὸ περιστερὰ τετρασύλλαβον καὶ τὸ Ἐλευθεραί πληθυντικῶς λεγόμενον. ἔστι δὲ πόλις Βοιωτίας ἀπὸ Ἐλευθῆρος τοῦ Ἀπόλλωνος· ἔστι καὶ Κρήτης ἀπὸ Ἐλευθῆρος ἑνὸς τῶν Κουρήτων, ἥτις καὶ Σάωρος ἐκαλεῖτο ἀπὸ Σαώρης νύμφης. ἔστι καὶ ἄλλη ἐπὶ τῷ Ἴστρῳ ποταμῷ ἐν τῷ Πόντῳ διὰ τὸ φυγόντας Αἰήτην τοὺς περὶ Ἰάσονα ἐκεῖ τοῦ φόβου ἐλευθερωθῆναι. ἔστι καὶ πόλις Λυκίας ἀπότινος νύμφης.

Τὰ εἰς ηρα ὑπερδισύλλαβα μονογενῆ παροξύνεται, μερμήρα, Ὀτρήρα, Δασλήρα· ἔστι δὲ ὄνομα λίμνης, μενδήρα. τὸ δὲ Αἱμηρά καὶ Λιμηρά ἐπιθετικά ἐστιν· οὕτως γὰρ ἐκαλεῖτο Ἐπίδαυρος, Αἱμηρά μὲν διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν, Λιμηρά δὲ οἱονεὶ λιμενηρά τις οὖσα. τινὲς δὲ Λιμηρὰν Λακωνικὴν λέγουσι μίαν τῶν ἑκατὸν διὰ τὸ πολλοὺς ἔχειν λιμένας.

Τὰ εἰς ρα δισύλλαβα μονογενῆ τῷ ο παραληγόμενα ὀξύνεται, σπορά, φθορά, δορά, φορά, Θορά δῆμος Ἀττικὸς τῆς Ἀκαμαντίδος φυλῆς, μεθʼ ὧν καὶ ἀγορά τρισύλλαβον. ἔστι δὲ καὶ πόλις ἐν Χερρονήσῳ.

`3,1.261`

Τὰ εἰς ρα δισύλλαβα τῷ υ παραληγόμενα βαρύνεται· καὶ τὸ μὲν σφῦρα ἐκτεῖνον τὸ υ καὶ συστέλλον τὸ α προπερισπᾶται, τὸ δὲ λύρα καὶ θύρα ἐκτείνοντα τὸ α καὶ συστέλλοντα τὸ υ παροξύνεται, ὡσαύτως καὶ Μύρα πόλις Λυκίας ἀπὸ μύρων ἢ ἀπὸ Μύρωνος ἢ ἀπὸ Μύρου ποταμοῦ παραρρέοντος· ἄμεινον δὲ τὸ πρῶτον. λέγεται καὶ οὐδετέρως. ὡσαύτως καὶ Ψύρα νῆσος μικρὰ πλησίον Χίου, ἣν ὁ ποιητὴς Ψυρίαν καλεῖ «νήσου ἐπὶ Ψυρίης». τὸ δὲ Κύρα ἡ κρήνη ἐκτεῖνον τὸ υ καὶ τὸ α διὰ τοῦ η ἐξηνέχθη Κύρη. σεσημείωται τὸ πυρά ὀξυνόμενον. τὸ δὲ

  
Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν,  
  
πέτρῃσιν μεγάλῃσι  
εἰ καὶ ἰδίως λέγεται, ἀλλʼ ὅμως ἔχει τάξιν ἐπιθετικήν.

`3,1.262`

Τὰ εἰς ρα ὑπὲρ δύο συλλαβὰς τῷ υ παραληγόμενα βαρύνεται. ἀλλʼ εἰ μὲν ἔχωσι τὸ α μακρόν, παροξύνεται, πορφύρα. Ἐφύρα πόλις Ἠπείρου ἀπὸ Ἐφύρου τοῦ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος. δευτέρα περὶ Ἦλιν. ἦν δὲ αὕτη μεταξὺ Πύλου καὶ Ἤλιδος, ὡς Παρμενίσκος φησίν. Ὅμηρος δὲ τὸ Ἐφύρη ἐπὶ τῆς Κορίνθου ἔφη. οὕτως δὲ ἐκαλεῖτο ἀπὸ Ἐφύρας τῆς Μύρμηκος τῆς Ἐπιμηθέως γυναικός. ἔστι καὶ ἄλλη Ἐφύρη Κράννουν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος. καὶ νῆσος οὐ μακρὰν ἀπέχουσα Μήλου. ἔστι καὶ Ἰταλίας κατὰ Καμπανίαν. ἔστι καὶ κώμη Αἰτωλίας Ἐφύρα. κολλύρα, Ζεφύρα, Φιλύρα, Κιβύρα πόλις πρὸς νότον Μαιάνδρου. Ἀντικύρα πόλεις δύο ἡ μία Φωκίδος, ὡς Δημήτριος ὁ Καλλατιανός, ἡ δὲ ἐν Μαλιεῦσιν, ὡς Ἀπολλόδωρος. Τεγύρα πόλις Βοιωτίας, Σῆμος ὁ Δήλιος «τὴν Ἀπόλλωνος γένεσιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δʼ ἐν Δήλῳ, οἱ δʼ ἐν Ζωστῆρι τῆς Ἀττικῆς, οἱ δὲ ἐν Τεγύρᾳ τῆς Βοιωτίας φασίν». Καλλισθένης ἐν τρίτῳ τῶν Ἑλληνικῶν «ἔστι μαντεῖα τὸ μὲν Ἰσμήνιον ἐν Θήβαις, τὸ δὲ Τροφωνίου ἐν Λεβαδείᾳ, τὸ δὲ ἐν Ἄβαις λεγόμενον ἐν Φωκεῦσιν, τὸ δὲ κυριώτερον ἐν Δελφοῖς, ὃ καὶ μάλιστά φασι μεμαρτυρηκέναι τὴν ἐν Τεγύρᾳ». σισύρα· εἰ δὲ βραχύ, προπαροξύνεται, Κέρκυρα νῆσος. ἀμφιβόλως ἔχει ἡ τῆς νήσου γραφή. λέγεται γὰρ καὶ διὰ τοῦ ο Κόρκυρα, ἑτέρα δὲ Κέρκυρα ἐντὸς τοῦ Ἰονίου διὰ τοῦ ο μάλιστα λεγομένη Κόρκυρα ἡ καὶ Μέλαινα καλουμένη. ἄγκυρα. ἔστι καὶ πόλις Γαλατίας. Ἀπολλώνιος ἐν ἑπτακαιδεκάτῃ Καρικῶν ἱστορεῖ Μιθριδάτῃ καὶ Ἀριοβαρζάνῃ νεήλυδας τοὺς Γαλάτας συμμαχήσαντας διῶξαι τοὺς ὑπὸ Πτολεμαίου σταλέντας Αἰγυπτίους ἄχρι θαλάσσης καὶ λαβεῖν τὰς ἀγκύρας τῶν νεῶν αὐτῶν, καὶ μισθὸν τῆς νίκης εἰς πολισμὸν λαβόντας χώραν κτίσαι καὶ ὀνομάσαι οὕτως. γέφυρα. ἔστι καὶ πόλις Βοιωτίας, τινὲς δὲ τοὺς αὐτοὺς εἶναι καὶ Ταναγραίους φασίν, ὡς Ἑκαταῖος καὶ Στράβων. Τέντυρα, πόλις Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν. λέγεται καὶ Τέντυρις. Τίμυρα πόλις περὶ Ἰσαυρίαν. ὄλυρα. γόργυρα καὶ Γόργυρα τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, Θεμίσκυρα πόλις, ἥ ἐστιν ἀντίον Θερμώδοντος, καὶ ἡ χώρα. Ἴμυρα πόλις Φοινίκης. Κόσσυρα Λιβύης νῆσος, Λάμυρα πόλις Λυκίας. Λίμυρα πόλις Λυκίας ἀπὸ Λιμύρου ποταμοῦ. Πάλμυρα φρούριον Συρίας. τὸ δὲ Γλαφυρά ὀξύνεται, εἴτε ὄνομα πόλεως εἴη εἴτε ἐπιθετικόν. ἔστι δὲ πόλις Θεσσαλίας. Ὅμηρος «Βοίβην καὶ Γλαφυράς». ἔστι δὲ καὶ κώμη Κιλικίας Γλαφυραί.

Τὰ εἰς ρα μακρὸν τῷ ω παραληγόμενα βαρύνεται, χώρα, ψώρα, ὥρα, ὤρα, μεθʼ ὧν καὶ πρῷρα, εἰ καὶ συστέλλει τὸ α.

Τὰ εἰς ρα ἁπλᾶ μονογενῆ τρισύλλαβα παραληγόμενα τῷ ω ἀπὸ φύσει μακρᾶς ἢ βραχείας ἀρχόμενα βαρύνεται, Φαλώρα ὄνομα πόλεως, πληθώρα, ληθώρα, ὀπώρα, αἰώρα, ψοθώρα. Ἀώρα ἢ Σαώρα νύμφη, ἀφʼ ἧς Ἄωρος ἢ Σάωρος πόλις Κρήτης μετονομασθεῖσα Ἐλευθεραί. εἰ δὲ ἀπὸ θέσει μακρᾶς, ὀξύνεται, θαλπωρά, ἐλπωρά. τὸ δὲ πανδώρα σύνθετον ὂν παροξύνεται ὡς καὶ τὸ Πολυδώρα τετρασύλλαβον· ἔστι δὲ νῆσος ἐν τῇ Κυζίκῳ.

Τὰ διὰ τοῦ αιρα δισύλλαβα βραχυκατάληκτα προπερισπᾶται, σφαῖρα, αἶρα, Δαῖρα. τὸ δὲ Αἰραί ὀξύνεται· ἔστι δὲ πόλις Μακεδονίας καὶ ἄλλη Ἰωνίας. ἔστι καὶ παρὰ Ἑλλησπόντῳ.

Τὰ διὰ τοῦ αιρα ὑπερδισύλλαβα προπαροξύνεται, μάχαιρα, χίμαιρα, Ἄπαιρα ὄνομα τόπου.

Τὰ διὰ τοῦ αυρα δισύλλαβα μακροκατάληκτα παροξύνεται, σαύρα, αὔρα, λαύρα. τὸ δὲ Σαῦρα πόλις Σαυνιτῶν βραχυκατάληκτον προπερισπᾶται.

`3,1.263`

Τὰ διὰ τοῦ ειρα δισύλλαβα βραχυκατάληκτα προπερισπᾶται, πεῖρα, σπεῖρα, στεῖρα ἡ μὴ τίκτουσα καὶ τὸ μέρος τῆς νεώς, ζεῖρα εἶδος χιτῶνος, οἱ δὲ ζώνης.

Τὰ εἰς ρα τῇ ει διφθόγγῳ ἢ ι μακρῷ παραληγόμενα δισύλλαβα ὀξύνεται, εἰρά ἢ ἰρά ἡ ἐκκλησία ὡσαύτως καὶ Ἰρά ὄρος Μεσσήνης. Ῥιανὸς ἐν Μεσσηνιακῶν πρώτῳ. ἔστι καὶ πόλις Μαλιέων καὶ Λέσβου. καὶ ἡ παρʼ Ὁμήρῳ «Καρδαμύλην τʼ Ἐνόπην τε καὶ Ἱρήν». εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα ὡς ἐπὶ τοῦ «Ῥίπην τε Στρατίην τε», «Ὄρθην». ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς ος. καὶ πάλιν ὡς ἐπʼ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ ἐπὶ τούτων· καί ἐστιν ὁρίσασθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων Πινυτή «μήτηρ πινυτή». Ἀγαυή. οὕτως καὶ Ἰρή. σειρά, δειρά, πειρά.

Τὰ διὰ τοῦ ειρα ὑπὲρ δύο συλλαβὰς προπαροξύνονται, ἀγρώτειρα, Δηιάνειρα, Θυάτειρα, Σάπφειρα, ἔθειρα, Σάμψειρα πόλις Αἰγύπτου, Ταύχειρα πόλις Λιβύης ἀπὸ Ταυχείρας τῆς Ἀντάνδρου θυγατρός. θηλυκῶς καὶ οὐδετέρως ὡς Στάγειρα. Αἴγειρα πόλις Ἀχαΐας, ἣν Ὅμηρος Ὑπερησίην φησίν. τὸ δὲ ὄνομα τὸ νῦν, ὥς φησιν Παυσανίας ἑβδόμῳ, ἐγένετο ἐπʼ αἰτίᾳ τοιᾷδε. Σικυωνίων στρατὸς ἀφίξεσθαι ἔμελλεν αὐτοῖς· οἱ δὲ ἀθροίζουσιν αἶγας καὶ πρὸς τοῖς κέρασιν ἔδησαν δᾷδας καὶ ἐξάπτουσι διὰ τῆς νυκτός· νομίσαντες οὖν τὴν φλόγα τοῦ ἐπικουρικοῦ πυρὸς ἔφυγον, Ὑπερησιεῖς δὲ Αἴγειραν τὴν πόλιν ὠνόμασαν. ἔνιοι δὲ ἀπὸ Αἰγιαλέως τὴν χώραν Αἰγιαλόν φασι τό τε Αἴγιον καὶ ἔτι Αἴγειραν. Ἀγρόειρα ἢ Ἀλλόειρα ἡ ὕστερον Ἀττάλεια καλουμένη πόλις Λυδίας.

Τὰ εἰς ρα ὑπὲρ δύο συλλαβὰς βραχὺ ἔχοντα τὸ α καὶ πρὸ τέλους ἔχοντα ου προπαροξύνεται, ἄρουρα, Ἄργουρα πόλις Θεσσαλίας ἡ πρότερον Ἄργισσα. ἔστι καὶ τόπος τῆς Εὐβοίας Ἄργουρα, ὅπου δοκεῖ τὸν Πανόπτην Ἑρμῆς πεφονευκέναι. μέμνηται Δημοσθένης λέγων «ἐξ Ἀργούρας τῆς Εὐβοίας». Κυνόσουρα ἐπὶ τῆς ἄρκτου

`3,1.264`

οἳ τὴν μὲν κυνόσουραν ἐπίκλησιν καλέουσιν. καὶ ἐπὶ τῇ Λακωνικῇ φυλακῇ καὶ ἄκρα Μαραθῶνος οὕτως καλεῖται. ἔστι δὲ καὶ ἄκρα Ἀρκαδίας. Κόλουρα· ἔστι δὲ πόλεως ὄνομα ὡς Ἑκαταίῳ «δοκέω δὲ μάλιστα παρὰ Κόλουραν, ἵνα Πριηνέες ἕζοντο». Ἴουρα· μέμνηται Μνασέας. Ὄλουρα· μέμνηται Ἐρατοσθένης. Αἴβουρα πόλις Ἰβηρίας ὡς Στράβων. Παναίουρα πόλις Ἰνδικὴ περὶ τὸν Ἰνδὸν ποταμόν. Χέρρουρα πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ «ἔχεται χερρόνησος ὄνομα Χέρρουρα». Κύνουρα πόλις Ἄργους ἀπὸ Κινούρου παιδὸς Περσέως. Παυσανίας τρίτῳ. Λυκόσουρα πόλις Ἀρκαδίας ἐπὶ τῷ Λυκείῳ ὄρει. Ῥινοκόρουρα πόλις Αἰγύπτου «ἀπὸ τῶν εἰσῳκισμένων ἐκεῖ τὸ παλαιὸν ἀνθρώπων τὰς ῥῖνας ἀκρωτηριασμένων οὕτω καλουμένη». Βαλβέρουρα· οὕτως τινὲς Ἰνδικὴν πόλιν Ἰβηρίας φασίν, μεθʼ ὧν καὶ δίφουρα ἡ γέφυρα.

`3,1.265–3,1.266`

Τὰ εἰς ρα μονογενῆ μετʼ ἐπιπλοκῆς συμφώνου παροξύνεται καὶ μακρὸν ἔχει τὸ α, ὕδρα· ἔστι καὶ νῆσος Λιβύης περὶ Καρχηδόνα, ὡς Ἔφορος πέμπτῳ. πέτρα· ἔστι καὶ πόλις Παλαιστίνης. λέπρα, ῥήτρα ἡ συνθήκη «ἀλλά γε νῦν ῥήτρην ποιησόμεθα». φαρέτρα, γάστρα, μήτρα, φρήτρα, φράτρα καὶ φάτρα, μίτρα ἡ ζώνη· Ὅμηρος «μίτρης θʼ ἣν ἐφόρειν», λίτρα, χύτρα, αἴθρα, ξύστρα, μύστρα, ποτίστρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα, χαράδρα· ἔστι καὶ πόλις Φωκίδος οὐ πόρρω Λιλαίας. Ἄρρα πόλις Ἰλλυρική. Ἄτραι πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος. Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν. Ἔγρα πόλις Ἀραβίας πρὸς Ἀϊλανίτῃ κόλπῳ. Βόστρα πόλις Ἀραβίας. λέγεται καὶ οὐδετέρως. Θύμβρα πόλις Τρωάδος Δαρδάνου κτίσμα ἀπὸ Θύμβρου φίλου αὐτοῦ. Γάγγρα πόλις Παφλαγονίας. Ἀλέξανδρος ἐν τῷ περὶ Παφλαγονίας «Νικόστρατός φησιν αἰπόλον νέμειν περὶ τοὺς τόπους αἶγας. μίαν δὲ χωριζομένην ἰδών, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ ἐνδεᾶ εὕρισκεν, ἐπὶ τῆς νομῆς δὲ πλήρη, ὡμολόγησε τῷ δεσπότῃ. ὁ δʼ ἔφη ἐπιτηρῆσαι τὴν χωριζομένην. ἐπιτηρήσας οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουσαν καὶ πρός τινα ἀπρόσβατον πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουσεν· ἐκεῖ συμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. ἰδὼν οὖν ἐπιτήδειον τόπον πόλιν ἔκτισε καὶ Γάγγραν ὠνόμασεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί». Ἐρατοσθένης δὲ οὐδετέρως τὰ Γάγγρα φησίν. ἔστι καὶ Ἀραβίας τῆς εὐδαίμονος Γάγγρα. Γάδρα πόλις Παλαιστίνης. Πάτρα ἓν τῶν τριῶν παρʼ Ἕλλησι κοινωνίας εἰδῶν, ὡς Δικαίαρχος. Πάτραι πόλις Ἀχαΐας ἀπό τινος Πατρέως. ἕδρα. Γέρρα πόλις Χαλδαίων. Ἄγρα καὶ Ἄγραι χωρίον, ἑνικῶς καὶ πληθυντικῶς. ἔστι δὲ τῆς Ἀττικῆς πρὸ τῆς πόλεως, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἐπιτελεῖται, μίμημα τῶν περὶ τὸν Διόνυσον, ἐν ᾧ λέγουσι καὶ τὸν Ἡρακλέα μεμυῆσθαι. ἄκρα· ἔστι καὶ Ἄκρα Ἰαπυγίας πόλις κατά τινας Ὑδροῦς λεγομένη. βʹ ἔστι καὶ ἑτέρα ἐν αὑτῇ ἔχουσα λιμένα Βρεντέσιον. ἔστι δὲ Ἰταλίας. γʹ Σικελίας. ἔστι Συρακοσίων κτίσμα. δʹ Εὐβοίας. ϛʹ Σκυθίας. ζʹ Κύπρου. ηʹ Ἀκαρνανίας. ἔστι καὶ πέραν Τίγρητος Ἄκρα. Ἀρριανὸς ἑκκαιδεκάτῃ. Φλέγρα πόλις Θρᾴκης, ἣν Εὔδοξος μετὰ ταῦτα Παλλήνην φησὶ κληθῆναι. Σέρρα ἀκρωτήριον Θρᾴκης, ὃ καὶ Σέρρειον λέγεται, Κάρραι πόλις Μεσοποταμίας ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Σίρρα πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. Σκύδρα Μακεδονικὴ πόλις. Τάρρα Λυδίας πόλις. ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Ἀχέρραι πόλις μεταξὺ τοῦ Πάδου καὶ τῶν Ἄλπεων. Ἀντίφρα πολίχνιον Ἀλεξανδρείας ἐγγύς. Γαλάδραι πόλις Μακεδονίας ἐν Πιερίᾳ. Λυκόφρων «σῆναι Γαλάδρας τὸν στρατήλατον λύκον» ἀπὸ Γαλάδρου τοῦ Ἠμαθίου παιδός. οἱ δὲ ὅτι ὁ Γαλάδρας ἔκτισε τὴν πόλιν. Γεράνθραι πόλις Λακωνικῆς. Παυσανίας τρίτῳ. Ἐχέτρα πόλις Ἰταλίας. Κελαίθρα πόλις Βοιωτίας. Φαλάκραι ἄκρα τῆς Ἴδης, ἥτις οὐκ ἔχει ζῶν φυτὸν διὰ τὴν χιόνα καὶ τὸν κρύσταλλον, ἀλλʼ ἐψίλωται. καὶ πάντα τὰ ἐψιλωμένα ὄρη ἐλέγετο Φαλάκραι. Ἱππουάκρα πόλις Λιβύης. Σωσάνδρα νῆσος περὶ Κρήτην. ἐκλήθη δέ, ἐπειδή ποτε καὶ Λυττίων νύκτωρ ἐπελθόντων τῇ πόλει διασῶσαι λέγεται τοὺς εἰς αὐτὴν φυγόντας. Χαλάστρα πόλις Θρᾴκης περὶ τὸν Θερμαῖον κόλπον. Ἑκαταῖος Εὐρώπῃ «ἐν δʼ αὐτῷ Θέρμη πόλις Ἑλλήνων, ἐν δὲ Χαλάστρη πόλις Θρηΐκων». ὠνόμασται δὲ ἀπὸ Χαλάστρης. ἔστι καὶ λίμνη τῇ πόλει ὁμώνυμος. Στράβων δʼ ἐν ἑβδόμῃ Μακεδονίας αὐτὴν καλεῖ. σεσημείωται τὸ Τάναγρα πόλις Βοιωτίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰ τὸ πλησίον εἶναι καὶ σκολόπενδρα προπαροξυνόμενα καὶ συστέλλοντα τὸ α. τὸ δὲ Ἐρυθρά ἡ θάλασσά ἐστιν ἐπιθετικόν. ἔστι δὲ καὶ ἄκρα Ἐρυθρά τῆς Λιβύης. ὡς Ἀρτεμίδωρος ἑβδόμῃ γεωγραφουμένων. καὶ Ἐρυθραί πόλις Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης ἄλλη καὶ ἄλλη Λοκρίδος. ἔστι καὶ Βοιωτίας καὶ Κύπρου ἄλλη ἡ νῦν Πάφος. τὸ δὲ Φαίδρα κύριον συνεξωμοιώθη τῷ Φαῖδρος ἀρσενικῷ· ὡσαύτως καὶ Πύρρα πόλις ἐν Λέσβῳ· ἔστι καὶ κώμη Λιγυστικῆς. βαρύνεται δὲ καὶ Κύδραι πόλις Βρυγῶν. Στράβων ἑβδόμῃ, καὶ Μάκρα νῆσος Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ αὐτῆς.

`3,1.267`

Τὰ εἰς σα δισύλλαβα βαρύνεται, αἶσα· ἔστι καὶ Αἶσα πόλις Θρᾴκης προσεχὴς τῇ Παλλήνῃ. μοῦσα μόνον δισύλλαβον τῇ ου διφθόγγῳ παραληγόμενον ὁμοίως ἐν χρήσει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ συνηθείᾳ. τὸ γὰρ Δοῦσα κύριον καθʼ ἱστορίαν ἐστὶ λεγόμενον ἥ τε Χοῦσα πόλις Αἰγυπτίων. πεῖσα ἡ πειθώ, μεθʼ ὧν γλῶσσα, πίσσα, νύσσα ὁ καμπτήρ. Φαῖσα, δεῖσα ἡ ὑγρασία. Τῖσα, Κρῖσα πόλις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ ἀπὸ Κρίσου Φώκου υἱοῦ. Ὅμηρος «Κρῖσάν τε ζαθέην». ἔστι δὲ ἡ αὐτὴ τῇ Κίρρᾳ. γίνεται γὰρ ὑπερθέσει Κίρσα καὶ ἀντιθέσει τοῦ σ εἰς ρ Κίρρα ὡς χερσόνησος χερρόνησος. εἰσὶ καὶ ἄλλαι Κρῖσαι. ἔστι καὶ Αἰολίδος Κρῖσα. κνῖσα. γίνεται δὲ ἀπὸ μέλλοντος τοῦ κνίζω κνίσω· ὥσπερ γὰρ παρὰ τὸ πρῶ πρίζω, τρῶ τρίζω, οὕτω καὶ κνῶ κνίζω τὸ ἐπιπολῆς καὶ ἰσχνῶς καταξύω· διὸ καὶ διʼ ἑνός τε γράφεται σ καὶ ἔκτασιν ἔλαβε τοῦ ι. δηλοῖ δὲ ἡ κνῖσα τὴν κατʼ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει προσίζουσαν. προσαγορεύεται δὲ καὶ ἐπίπλους εὖ μάλα καὶ αὐτὸς εὐανάδοτος ὢν πρὸς ὄσφρησιν, οὐκ αὐτοτελὴς δὲ περιτεθειμένος τοῖς μηρίοις. Πῖσα πόλις καὶ κρήνη τῆς Ὀλυμπίας. ἔστι καὶ χωρίον, ἐν ᾧ τοῦ Διὸς ναὸς ἵδρυται καὶ ὁ Ὀλυμπιακὸς ἀγὼν ἐπιτελεῖται. παρὰ τὸν πίσω μέλλοντα, οὗ ἡ χρῆσις παρὰ Πινδάρῳ. Πίνδαρος δὲ κατὰ συστολὴν τὴν πόλιν εἶπε Πίσαν. Βῖσα πόλις Θρᾴκης. Βρῖσα ἄκρα Λέσβου, ἐν ᾗ ἵδρυται Διόνυσος Βρισαῖος. Νῖσα ἡ πόλις. Νῦσα πόλεις πολλαί, ἐν Ἑλικῶνι, ἐν Θρᾴκῃ, ἐν Καρίᾳ, ἐν Ἀραβίᾳ, ἐν Αἰγύπτῳ, ἐν Νάξῳ, ἐν Ἰνδοῖς, ἐπὶ τοῦ Καυκάσου ὄρους, ἐν Εὐβοίᾳ. φῦσα, βῆσσα καὶ Βῆσα πόλις Λοκρῶν διʼ ἑνὸς σ, Ἀπολλόδωρος δὲ καὶ Ἐπαφρόδιτος καὶ Ἡρακλέων διὰ δύο «Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινάς». ὠνομάσθη δὲ ἀπὸ τῆς τοῦ τόπου φύσεως ναπώδους οὔσης. Κρῆσσα πόλις Παφλαγονίας, ἣν Μηριόνης μετὰ Τροίαν ἔκτισε, Ζηΐλας δὲ εἷλεν ὁ Νικομήδους υἱός. Δημοσθένης. Ἴσσα πόλις ἐν Λέσβῳ ἀπὸ Ἴσσης τῆς Μάκαρος, ἔστι καὶ νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ Δαλματίαν καὶ Ἰλλυρίαν. Τίσσα χωρίον Σικελίας. Φίλιστος ἐνάτῳ. κίσσα, λύσσα, ὄσσα, κρόσσα· ἔστι καὶ πόλις πρὸς τῷ Πόντῳ. Ἑκαταῖος Ἀσίᾳ. Κόσσα πόλις Οἰνωτρῶν ἐν τῷ μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. Πάσσα πόλις Θρᾴκης. Ἄσσα πόλις πρὸς τῷ Ἄθῳ. Ἡρόδοτος ἑβδόμῃ  <span class="gap">…</span> . ἔστι καὶ κώμη Σκυθίας. Προῦσα πόλις μικρὰ Βιθυνίας κτίσμα Προυσίου τοῦ πρὸς Κῦρον πολεμήσαντος. Μοῦρσα πόλις Παιονίας κτίσμα Ἀδριανοῦ. λέγεται καὶ Μούρσιον. Πέρσα πόλις παρὰ τῷ Εὐφράτῃ καὶ Σαμοσάτοις. Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ. Ἄρσα πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ χρονικῶν. Τίρσαι πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ ἀπὸ Τίρσης μιᾶς τῶν θυγατέρων Γραστοῦ παιδὸς Μυγδόνος.

Τὰ εἰς σα ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἄγρισα πόλις Καρμανίας. Λάρισα πόλις Θεσσαλίας ἡ πρὸς τῷ Πηνειῷ, ἣν Ἀκρίσιος ἔκτισε. δευτέρα ἡ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία. τρίτη ἐν τῇ Ὄσσῃ χωρίον. τετάρτη τῆς Τρωάδος, ἥν φησιν Ὅμηρος «τῶν οἱ Λάρισαν ἐριβώλακα». πέμπτη Αἰολίδος περὶ Κύμην τὴν Φρικωνίδα. ἕκτη Συρίας, ἣν Σύροι Σίζαρα καλοῦσιν. ἑβδόμη Λυδίας. ὀγδόη Θεσσαλίας πρὸς τῇ Μακεδονίᾳ, ἐνάτη Κρήτης. δεκάτη Ἀττικῆς ἐστι Λάρισα. καὶ ἡ ἀκρόπολις τοῦ Ἄργους Λάρισα. Ἔμισα πόλις Φοινίκης Λιβανουσίας. Κρίμισα πόλις Ἰταλίας πλησίον Κρότωνος καὶ Θουρίου. Λυκόφρων. ἀπὸ Κριμίσης νύμφης. σάρισα εἶδος ἀκοντίου μικροῦ. Ἄμισα πόλις Γερμανίας. Ὄδρυσα πόλις Ὀδρυσῶν, ἣ καὶ Ὀδρυσία λέγεται.

`3,1.268–3,1.270`

Τὰ εἰς σσα ὑπερδισύλλαβα ἀπαρασχημάτιστα προπαροξύνεται, εἰ μὴ παραλήγοι ου, θάλασσα, Ἰφιάνασσα, θέρμασσα ἡ κάμινος, ἄνασσα, ἀμφιέλισσα. Ἑρμώνασσα πόλις ἐν τῷ Κιμμερίῳ Βοσπόρῳ Ἰώνων ἄποικος ἀπὸ τοῦ ἡγησαμένου Ἕρμωνος. Ἀρριανὸς δὲ οὕτω φησίν «Ἑρμώνασσα ἐπὶ Ἑρμωνάσσῃ τῇ γυναικὶ Σημάνδρου Μιτυληναίου τινός, οὗ τινας τῶν Αἰολέων εἰς ἀποικίαν μεταστήσαντος καὶ θανόντος ἐν τῷ τῆς πόλεως οἰκισμῷ ἡ γυνὴ τῆς πόλεως ἐγκρατὴς ἐγένετο καὶ τὸ ἑαυτῆς ὄνομα τῇ πόλει ἐπέθετο». ταύτην ὁ Σκύμνος καὶ Ἑρμώνειαν καλεῖ. Στράβων δὲ ἑβδόμῃ Ἑρμώνακτος κώμην φησί. Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν περίπλῳ τῶν δύο πόντων. Ἑκαταῖος δὲ καὶ Θεόπομπος πόλιν αὐτήν φασιν. μέτασσα παρὰ τὸ μετά «χωρὶς δὲ μέτασσαι». Ἔδεσσα πόλις Συρίας ἀποικία τῆς ἐν Μακεδονίᾳ. Ποιήεσσα πόλις τῆς Κέω. Σύεσσα καλύβη τις ἐν Λυκίᾳ ἀπὸ Συέσσης γραός τινος ὑποδεξαμένης τὴν Λητὼ καὶ Σύεσσα πόλις Τυρρηνῶν. Σινόεσσα πόλις Σικελίας. Τειχιόεσσα πόλις Μιλησίας. Ὑδρόεσσα· οὕτως ἡ Τῆνος ἐκαλεῖτο διὰ τὸ κατάρρυτον εἶναι. Ἀκριόεσσα πόλις ἐν Πόντῳ, Ἡρακλείας ὑποτελής. Δομίτιος Καλλίστρατος ἐν τετάρτῃ περὶ Ἡρακλείας. Πύργησσα πολίχνιον Ἰταλίας. Μάρπησσα ὄρος Πάρου. Τρίνησσα τόπος Φρυγίας. Θεόπομπος Ἑλληνικῶν τετάρτῳ. Πέτροσσα νῆσος Κιλικίας. Τίλφωσσα, Βοιωτίας κρήνη καὶ ὄρος ἀπὸ Τιλφώσσης νύμφης. γράφεται καὶ διʼ ἑνὸς σ. μέλισσα καὶ Μέλισσα θυγάτηρ Ἐπιδάμνου, ἧς καὶ τοῦ Ποσειδῶνος ὁ Δυρράχιος. ἀφʼ ἧς ἔστιν ἐν Ἐπιδάμνῳ τόπος Μελισσώνιος, ἔνθα Ποσειδῶν αὐτῇ συνῆλθεν, ὡς Φίλων. ἔστι καὶ Μέλισσα πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. καὶ ἐν Κυζίκῳ κώμη Μέλισσα. Ἄμφισσα πόλις Ὀζολῶν Λοκρῶν. ἔστι δὲ παραγωγὴ ἐκ τῆς ἀμφί ὡς ἐκ τῆς ἀντί Ἄντισσα· ἔστι δὲ πόλις Λέσβου ἐφεξῆς τῷ Σιγρίῳ ἀπὸ τῆς Ἀντίσσης τῆς Μάκαρος θυγατρός, ἐν τοῖς Φίλωνος. ἔστι καὶ νῆσος μία τῶν Κυκλάδων καὶ τρίτη Ἰνδικῆς, ἣν ἀναγράφει Φίλων καὶ Δημοδάμας ὁ Μιλήσιος—καὶ ἐκ τῆς ἐπί ἔπισσα παρʼ Ἑκαταίῳ. «Μνημοσύνης ἢ Λητογενοῦς χαρίεντος ἔπισσα». Ἄργισσα πόλις ἡ ὕστερον Ἄργουρα. Πίτνισσα πόλις Λυκαονίας. ὡσαύτως δὲ καὶ τὰ παρεσχηματισμένα, Μάκεσσα, Θρέισσα, Ἀράβισσα, Αἰθιόπισσα, Καππαδόκισσα, πανδόκισσα, Φοίνισσα, Κίλισσα, βασίλισσα, Ἀρκάδισσα, Καβάλισσα ἡ Καβαλίς, ὁ πολυΐστωρ Ἀλέξανδρος, Μολύκρισσα, Κούρισσα, Λίβυσσα. ἔστι δὲ καὶ φρούριον Βιθυνίας ἐπιθαλάσσιον, ὡς πολυΐστωρ Ἀλέξανδρος. Βέβρυσσα. τὰ δὲ παραλήγοντα τῇ ου, εἰ μὲν ἔχοιεν ἓν σ, προπαροξύνεται· Φαέθουσα θυγάτηρ Ἡλίου, Ἀρέθουσα, κρήνη Σικελίας. αὕτη Κυπάρα ἐλέγετο. ἔστι καὶ Ἰθάκης «πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ. Ὅμηρος. Δίδυμος ὑπομνηματίζων τὴν ν τῆς Ὀδυσσείας φησίν “Ἀρέθουσαι δέ εἰσιν ὀκτώ”. Ἡρακλέων δὲ ὁ Γλαύκου τὴν αὐτὴν ὑπομνηματίζων φησίν, ἄρω ἐστὶ τὸ ποτίζω, ἀφʼ οὗ ἄρδω παραγωγόν, ἐκ τούτου ἀρέθω ὡς φλέγω φλεγέθω, ἀφʼ οὗ πᾶσα κρήνη ἐπιθετικῶς οὕτω λέγεται. ὁ γοῦν Χοιρίλος ἐν αʹ Περσικῶν

  
παρὰ δὲ κρήνας ἀρεθούσας  
  
μυρία φῦλʼ ἐδονεῖτο πολυσμήνοισι μελίσσαις.  
ἔστι καὶ πόλις Συρίας καὶ Θρᾴκης καὶ Εὐβοίας. Αἴθουσα τὸ κύριον ἐπὶ τῆς θυγατρὸς Ποσειδῶνος καὶ Ἀλκυόνης, ὅπερ κατά τινας ἓν σ ἔχει, Φέρουσα, καὶ τοῦτο ἐπὶ μιᾶς τῶν Νηρηΐδων “Φέρουσά τε Δυναμένη τε”. Ἴωνος δὲ τοῦ Ξούθου ἀναγράφεται μήτηρ Κρέουσα, ὁμωνύμως δὲ ταύτῃ καὶ Αἰνείου γυνή. Μέδουσα μία τῶν Γοργόνων. Στεινώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα. Θάλπουσα πόλις τῆς Ἀρκαδίας τοῦ Ὀρχομενοῦ. Σώζουσαι πόλεις τρεῖς Φοινίκης Πισιδίας καὶ Αἰθιοπίας. Μύρτουσα ὄρος Λιβύης. Καλάθουσα πόλις τοῦ Πόντου καὶ πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν, Ἑκαταῖος δὲ Εὐρώπῃ Καλάθην αὐτὴν καλεῖ. Οἴνουσα· οὕτως ἐκαλεῖτο ἡ Καρχηδών. Κοχλίουσα νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. Κράμβουσα νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ. Πιτύουσα ἡ ὕστερον Φάσηλις. οὕτως καὶ ἡ Λάμψακος πάλαι ἐκαλεῖτο, ὡς Δηΐοχος ὁ Κυζικηνός. Κρομύουσα νῆσος Ἰβηρίας. Ἑκαταῖος Εὐρώπῃ. Πολυπόδουσα νῆσος τῆς Κνιδίας. Πορφύρουσα ἐκαλεῖτο νῆσος Κύθηρα διὰ τὸ κάλλος τῶν περὶ αὐτὴν πορφυρῶν, ὡς Ἀριστοτέλης. Ὀφίουσα ἐκαλεῖτο ἡ Κύθνος νῆσος. Λάγουσα νῆσος περὶ Κρήτην. Στράβων δεκάτῃ. Δρύουσα καὶ Ἀνθέμουσα ἐκαλεῖτο πρότερον Σάμος. Σειρήνουσαι “νῆσοι ἐν τῇ Ἰταλίᾳ περὶ τὸν πορθμὸν ἐπʼ αὐτῆς τῆς ἄκρας κείμεναι προπεπτωκότος τόπου καὶ διαλαμβάνοντος τοὺς κόλπους, τόν τε περιέχοντα Κύμην καὶ τὸν διειληφότα τὴν καλουμένην Ποσειδωνίαν, ἐν ᾧ καὶ νεὼς αὐτῶν ἵδρυται καὶ τιμῶνται καθʼ ὑπερβολήν. ὧν καὶ τὰ ὀνόματα ταῦτα, Παρθενόπη καὶ Λευκωσία καὶ Λίγεια”. Σίδουσα πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ “ἐν δὲ Σίδουσα πόλις”. Σκότουσα πόλις καὶ χωρίον τῆς ἐν Θεσσαλίᾳ Πελασγίας, καὶ πληθυντικῶς Σκότουσαι. Μαράθουσα νῆσος πρὸς Κλαζομεναῖς. Μελίτουσα πόλις Ἰλλυρίας. Πολύβιος τρισκαιδεκάτῳ. Μήλουσα νῆσος κατὰ Ἴβηρας. Ἑκαταῖος Εὐρώπῃ. Τέλφουσα πόλις Ἀρκαδίας ἀπὸ νύμφης λεγομένης Τελφούσης, θυγατρὸς Λάδωνος. Τεύτλουσα νῆσος Ἰωνίας. Θουκυδίδης ηʹ  <span class="gap">…</span> . Φάκουσα κώμη μεταξὺ Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Στράβων ιζʹ. Ἑκαταῖος δὲ Φακόεσσαι καὶ Φακοέσσαις φησί. καὶ Φάκουσαι νῆσοι καὶ Φάκαιοι. Δάφνουσα. οὕτως Δαφνοῦντα πόλιν Φωκικήν φησιν Εὐφορίων. Βάρχουσα πόλις μικρὰ Φοινίκης. Αἴγουσα νῆσος Λιβύης, κατὰ Λίβυας λεγομένη Κατρία. Αἰγείρουσα πόλις τῆς Μεγαρίδος, ὡς Στράβων. λέγεται καὶ Αἴγειρος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ. Ἀργέννουσα νῆσος πρὸς τῇ ἠπείρῳ τῆς Τρωάδος παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφʼ οὗ ἀργεννόεις καὶ κατὰ συναίρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. Ἀνδροτίων δὲ ἐν τῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ ι. εἰ δὲ δύο ἔχοιεν, προπερισπῶνται. Πιτυοῦσσαι νῆσοι διάφοροι, ἃς Πιτυώδεις καλεῖ Ἀλκμάν, Ῥοδοῦσσα πόλις τῆς Ἀργείας. Ἐρικοῦσσα μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ φυτοῦ καλουμένη. Φοινικοῦσσα δύο νῆσοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸς τῇ Καρχηδόνι, ὡς Ἑκαταῖος περιηγήσει Λιβύης. ἔστι καὶ πόλις Φοινίκων ἐν Συρίᾳ Φοινικοῦσσαι, ὡς αὐτὸς ἐν Ἀσίᾳ. Φυκοῦσσαι νῆσοι Λιβύης· ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. Οἰνοῦσσαι νῆσοι τῇ Χίῳ προσεχεῖς. Ἑκαταῖος Εὐρώπῃ. Ἐλαιοῦσσα νῆσος Κιλικίας κατὰ τὴν ἤπειρον πρὸς τῇ Κωρύκῳ. εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι ἑπτά. Σχινοῦσσα Φωκικὴ νῆσος. Δρυμοῦσσα νῆσος Ἰωνίας. Θουκυδίδης ὀγδόῃ  <span class="gap">…</span> . Φαρμακοῦσσαι δύο νῆσοι πλησίον Σαλαμῖνος. καὶ ἄλλη ὑπὲρ Μίλητον, ἐν ᾗ Ἄτταλος ἀνῃρέθη. Ὀφιοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Λιβύη, ὡς Πολυΐστωρ, καὶ ἡ Ῥόδος καὶ ἡ Τῆνος καὶ ἡ Τύρα πόλις. Ταφιοῦσσα πόλις Κεφαλληνίας ἡ πρότερον Τάφος. Πιθηκοῦσσαι νῆσοι περὶ Τυρρηνίαν. Ἰχνοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Σαρδὼ νῆσος διότι ἐοικυῖα ἦν ἀνθρώπου ἴχνει. Λοπαδοῦσσα νῆσος κατὰ Θάψον τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ γεωγραφουμένων. Ναγιδοῦσσα νῆσος. Ἑκαταῖος Ἀσίᾳ. Ἀγαθοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Τῆλος νῆσος, ὡς Ἰάσων. Φασηλοῦσσαι δύο νῆσοι Λιβύης πλησίον Σίριος ποταμοῦ. Ἑκαταῖος περιηγήσει Λιβύης. Δελφοῦσσα κρήνη τῶν Δελφῶν. Γηθοῦσσα πόλις Λιβύης. Γονοῦσσα πόλις Περραιβίας. Ἐλαφοῦσσα· οὕτως Ἕλληνες Βρεττίαν νῆσον ἐν τῷ Ἀδρίᾳ καλοῦσιν. Αἰγειροῦσσα πόλις Αἰολίδος, ὡς Ἡρόδοτος. Ἀνητοῦσσα πόλις Λιβύης. πλὴν τοῦ αἴθουσσα, ὅπερ ἔχει δισσὸν τὸ σ ἐπὶ τοῦ προσηγορικοῦ, Ἔμπουσσα καὶ Συράκουσσαι πόλις μεγίστη, ὡς Ἑκαταῖος Εὐρώπῃ, κτίσμα μὲν Ἀρχίου, Κορίνθου δʼ ἄποικος, τοῖς ἐν Σικελίᾳ Μεγάροις καὶ Νάξῳ ὁμόχρονος. τὸ δὲ ἡρῷσσα προπερισπᾶται ἐκ συναλοιφῆς τοῦ ἡρώισσα.

`3,1.271`

Τὰ εἰς τα δισύλλαβα σπάνια ὄντα βαρύνεται, Γέντα πόλις Ἰνδικὴ τῆς ἐκτὸς Γάγγου. Γίττα πόλις Παλαιστίνης. Πολύβιος ἑκκαιδεκάτῳ.

Τὰ εἰς τα ὑπὲρ δύο συλλαβὰς μακροκατάληκτα παροξύνεται, Ἀρτεμίτα νῆσος Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆσον, ὡς Φίλων. ὡς δὲ Στράβων πόλις Παρθυαίων. ὁ δὲ Ἀρτεμίδωρός φησιν, ὅτι χερρόνησος περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελῴου ποταμοῦ λεγομένη Ἀρτεμίτα. ἔστι καὶ πλησίον τῶν Ὀξειῶν νήσων νῆσος Ἀρτεμίτα. Ῥιανὸς ηʹ Θεσσαλικῶν “νήσοις Ὀξείῃσι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον”. Φουρνίτα πόλις Λιβύης. Κοτύρτα χωρίον Λακωνικόν. Θουκυδίδης. τὰ δὲ βραχυκατάληκτα προπαροξύνεται, δίαιτα, Ἕρβιτα πόλις Σικελίας. Ἔφορος κηʹ. Ἔγεστα πόλις Σικελίας, ἔνθα θερμὰ ὕδατα ὡς Φίλων. ἀπὸ Ἐγέστου τοῦ Τρωός. Λάδεστα μία τῶν Λιβυρνίδων νήσων. λέγεται καὶ Λάδεστον. Θεόπομπος καʹ Φιλιππικῶν. Αὔγουσται πόλεις ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. Εὔφραντα πόλις Λιβυκή, Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν.

Τὰ διὰ τοῦ αια καὶ υια δισύλλαβα προπερισπᾶται, μαῖα· ἔστι καὶ πόλις Ἑλλησποντία, γαῖα ἀπὸ τοῦ γῆ, αἶα, ὅπερ ἀπὸ τοῦ γαῖα γέγονε κατὰ ἀφαίρεσιν τοῦ γ, ἔστι δὲ καὶ Αἶα πόλις Κόλχων· ἔστι δὲ καὶ Θετταλίας ἄλλη, ἧς μέμνηται Σοφοκλῆς, τῆς προτέρας λέγων “εἰς Αἶαν πλέων”, τῆς δὲ δευτέρας οὕτως “ἔστιν τις Αἶα Θεσσαλῶν παγκληρία”. ἔστιν Αἶα καὶ Μακεδονίας πηγή, ὡς Ἀντίμαχος ἐν Θηβαΐδι. γραῖα. ἔστι καὶ πόλις Ἐρετρίας. τινὲς δὲ τῇ Τανάγρῃ τὴν αὐτήν φασιν ἀφαιρέσει τῆς ἀρχῆς, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν “ἡ δὲ Γραῖα τόπος τῆς Ὠρωπίας πρὸς τῇ θαλάσσῃ κατʼ Ἐρέτριαν τῆς Εὐβοίας κειμένη”. Φαῖα. Ζαῖα πόλις Βοιωτίας ἀρχαιοτάτη καὶ διὰ τοῦ ε καὶ διὰ τῆς αι διφθόγγου. Θυῖα. μυῖα.

`3,1.272–3,1.273`

Τὰ εἰς α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα τῇ αι διφθόγγῳ προπαροξύνεται, Νίκαια πόλις, νικαία δὲ τὸ θηλυκὸν τοῦ νικαῖος. ἔστι δὲ Νίκαια πόλις Βιθυνίας, Βοττιαίων ἄποικος. ἐκαλεῖτο δὲ πρότερον Ἀγκώρη, εἶτα Ἀντιγόνεια, ὕστερον δὲ ἀπὸ τῆς Λυσιμάχου γυναικὸς Νίκαια μετεκλήθη. δευτέρα τῶν Ἐπικνημιδίων Λοκρῶν. τρίτη ἐν Ἰλλυρίδι. τετάρτη ἐν Ἰνδοῖς. πέμπτη ἐν Κύρνῳ τῇ νήσῳ. ἕκτη ἐν Λεύκτροις τῆς Βοιωτίας. ἑβδόμη Κελτικῆς, Μασσαλιωτῶν ἄποικος. ὀγδόη Θρᾴκης. εἰσὶ δὲ καὶ ἄλλαι. Δίπαια πόλις Ἀρκαδίας ἡ καὶ Διπαιεύς. Δίκαια πόλις Θρᾴκης ἀπὸ Δικαίου τοῦ Ποσειδῶνος· ἔστι καὶ ἑτέρα ἐν τῷ Τυρρηνικῷ κόλπῳ Ἰώνων ἄποικος. Λίλαια πόλις Φωκίδος. Λυκόφρων “πάτραν Λίλαιαν κἀνεμωρείας πέδον”. Κάρθαια μία τῆς ἐν Κέῳ τετραπόλεως ἀπὸ Καρθαίου τελευτήσαντος ἐκεῖ. Ἱστίαια πόλις Εὐβοίας. Ὅμηρος “πολυστάφυλον θʼ Ἱστίαιαν”. ἡ δὲ διὰ τοῦ ι Ἰωνικὴ γραφή ἐστιν. ἔστι δὲ καὶ Θετταλίας. τῆς δὲ Εὐβοίας ἀδιάφορος κατὰ τὴν γραφὴν καὶ διὰ τοῦ ι καὶ διὰ τοῦ ε ψιλοῦ. Εὔταια πόλις Ἀρκαδίας. Ξενοφῶν Ἑλληνικῶν ἕκτῳ. Ποτίδαια πόλις Θρᾴκης. Βάρκαια πόλις Λιβύης, ἣ καὶ Βάρκη λέγεται, Ἄφθαια πόλις Αἰγύπτου, Ἀφθαία δὲ ἡ Ἑκάτη, Φάσταια πόλις ἐν Σάκαις, Δέραια πόλις Ἀρκαδίας. Ἥραια ἄκρα καταντικρὺ Καλχηδόνος· ταύτην δʼ ἐν συνηθείᾳ Ἠερίαν φασί τινες, κακῶς. ἄλλοι δὲ Ἤριον, μυθοποιοῦντες ὡς ἐκεῖ ὀρύξαντες τάφους χύτρας εὗρον καὶ ὀστᾶ. πειστέον δὲ μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ δʹ βιβλίῳ

  
ἔστι δέ τις προπάροιθε κλυτῆς Καλχηδόνος ἄκρη  
  
Ἥραια, τρήχουσα, πολυσπιλάς. ἔνδοθι δʼ αὐτῆς  
  
λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω  
  
κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδινέα πάντῃ  
  
ἔμμεναι, εἱαμενὴ δὲ καὶ οὐ βυθός ἐστι θαλάσσης.  
  
ἔνθα τε νῆας ἦγον, ὀϊόμενοι σκέπας εἶναι  
  
αὐτοφυοῦς ὅρμοιο, κακῷ δʼ ἐνέκυρσαν ἑτοίμῳ.  
καὶ ἄλλοι οὕτως. ἔστι καὶ πόλις Ἀρκαδίας, ἣ ἐλέγετο Σολογοργός. Ἡραία δὲ καλεῖται ἡ ἐλάττων τῶν τριῶν πόλεων Σικελίας, αἳ Ὕβλαι λέγονται. Κάθαια πόλις Ἰνδική. Κυναίθαια πόλις Ἀρκαδίας, ἣ καὶ Κύναιθα λέγεται. Λύκαια πόλις Ἀρκαδίας. Θεόπομπος πεντηκοστῷ ἕκτῳ. παρὰ δὲ Μενελάῳ Λύκαιθα μετὰ τοῦ θ. Μάργαια πόλις Ἠλείας. Μελίταια πόλις Θεσσαλίας. Ἀλέξανδρος Ἀσίᾳ. Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησιν. καὶ Μελίτεια Φίλων γράφει. Νίναια πόλις Οἰνωτρῶν. Ἑκαταῖος Εὐρώπῃ. Νίσαια ἐπίνειον Μεγαρίδος. καὶ αὐτὴ ἡ Μεγαρίς. ἀπὸ Νίσου τοῦ Πανδίονος. Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῃ .... καὶ ἐν τῇ δευτέρᾳ “καὶ Νίσαιάν τε εἷλε καὶ Νῖσον τὸν Πανδίονος καὶ Μεγαρέα τὸν Ὀγχήστιον ἀπέκτεινεν”. Φαλάνναια πόλις Κρήτης. Φώκαια πόλις Ἰωνίας. Ἡρόδοτος πρώτῃ  <span class="gap">…</span> . λέγεται καὶ Φωκαίη διὰ τοῦ η. ἐκλήθη δὲ διὰ τὸ πολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν Μυκάλῃ. Αἴθαια πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. Φιλόχορος ἐν Ἀτθίδος τρίτῳ. Σήταια, ἀφʼ ἧς Σηταῖον χωρίον παρὰ Σύβαριν. ἦν δὲ μία τῶν αἰχμαλώτων, ἣν πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. Ἄστραια πόλις Ἰλλυρίας. Ἀρριανὸς Ἀλεξανδριάδος αʹ “οἳ δʼ ἔχον Ἄστραιάν τε Δόβηρά τε” Ἀμφίκαια πόλις Φωκίδος. Παυσανίας δεκάτῃ. ὁ αὐτὸς Ἀμφίκλειαν εἶπεν. Ἀστυπάλαια μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μητρός. δευτέρα πόλις ἐν Κῷ. τρίτη νῆσος πόλιν ἔχουσα μεταξὺ Ῥόδου καὶ Κρήτης. τετάρτη πόλις ἐν Σάμῳ. πέμπτη ἄκρα πλησίον Ἀττικῆς. Πλάταια πόλις Βοιωτίας. Ὅμηρος ἑνικῶς “οἵ τε Πλάταιαν ἔχον”. Εὔδοξος δὲ εʹ γῆς περιόδου πληθυντικῶς Πλαταιάς .... δὲ διὰ τὸ τάφους καὶ τρόπαια ἀνδρῶν ἀγαθῶν ἔχειν, τῶν τὴν Ἑλλάδα ἐλευθερωσάντων καὶ τὸ βασίλειον στράτευμα δουλωσάντων. κέκληται δὲ ἀπὸ τῆς πλάτης καθὰ Κῶπαι τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ καταλόγου “ἐκλιμνωθείσης τῆς Βοιωτίας τοὺς παροικοῦντας ταῖς λίμναις Βοιωτοὺς πλῷ πορεύεσθαι πρὸς ἀλλήλους. ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι”. δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προπαροξύνειν Πλάταιαν ὡς Λίλαιαν, Ἱστίαιαν, Δίκαιαν. εἰ μέντοι μεταβάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει.

`3,1.274–3,1.281`

Τὰ εἰς α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ει διφθόγγῳ προπαροξύνεται, εὐλάβεια, ἀλήθεια, εὐγένεια, ἐπιφάνεια, ἀπέχθεια, ἀσφάλεια, ἀδράνεια, ἀμέλεια, ἀκρίβεια, εὐέπεια, εὔκλεια, ἄδεια, ἔνδεια κατὰ κρᾶσιν ἐκ τοῦ εὐκλέεια, ἀδέεια, ἐνδέεια, ἀπώλεια, ἐξώλεια, προώλεια, ἐνέργεια, ὠφέλεια, Θάλεια, Μήδεια, βοήθεια, εὐέρεια, ἐντερόνεια, πέλεια, Μάλεια ἄκρα πρὸς τῇ Πελοποννήσῳ καὶ Μαλέα. Ἀμάλθεια· ἔστι δὲ αἲξ ἡ θρεψαμένη τὸν Δία. ὑπώρεια. Ἀλεξάνδρεια. πόλεις ὀκτωκαίδεκα. πρώτη ἡ Αἰγυπτία ἤτοι Λίβυσσα, ὡς οἱ πολλοί, ἀπʼ Ἀλεξάνδρου τοῦ Φιλίππου. Ἰάσων δὲ ὁ τὸν βίον τῆς Ἑλλάδος γράψας ἐν δʹ βιβλίῳ φησί “τὸν μὲν οὖν τόπον τῆς πόλεως ὄναρ ἐχρησμοδοτήθη οὕτως

  
νῆσος ἔπειτά τίς ἐστι πολυκλύστῳ ἐνὶ πόντῳ,  
  
Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσιν.  
ἐκέλευσε δὲ διαγράφειν τὸ σχῆμα τοὺς ἀρχιτέκτονας· οὐκ ἔχοντες δὲ λευκὴν γῆν ἀλφίτοις διέγραφον, ὄρνιθες δὲ καταπτάντες τὰ ἄλφιτα αἴφνης διήρπασαν. ταραχθεὶς οὖν Ἀλέξανδρος, οἱ μάντεις θαρρεῖν ἔλεγον· πάντων γὰρ τὴν πόλιν τροφὸν γενήσεσθαι”. ταῦτα καὶ Ἀρριανὸς. δευτέρα ἐστὶ πόλις Τροίας, περὶ ἧς Δημοσθένης ἐν τετάρτῳ Βιθυνιακῶν. τρίτη Θρᾴκης πρὸς τῇ Μακεδονίᾳ, ἣν ἔκτισε πρὸ τῆς μεγάλης Ἀλεξανδρείας ἑπτακαίδεκα ὢν ἐτῶν. τετάρτη πόλις Ὠριτῶν, ἔθνους Ἰχθυοφάγων, κατὰ τὸν περίπλουν τῆς Ἰνδικῆς. πέμπτη ἐν τῇ Ὠπιανῇ, κατὰ τὴν Ἰνδικήν. ἕκτη πάλιν Ἰνδικῆς. ἑβδόμη ἐν Ἀρίοις, ἔθνει Παρθυαίων κατὰ τὴν Ἰνδικήν. ὀγδόη τῆς Κιλικίας. ἐνάτη ἐν Κύπρῳ. δεκάτη πρὸς τῷ Λάτμῳ τῆς Καρίας. ἑνδεκάτη κατὰ Βάκτρα. δωδεκάτη ἐν Ἀραχώτοις. τρισκαιδεκάτη ἐν Μακαρήνῃ, ἣν παραρρεῖ ποταμὸς Μαξάτης. τεσσαρεσκαιδεκάτη παρὰ Σωριανοῖς, Ἰνδικῷ ἔθνει. πεντεκαιδεκάτη παρὰ τοῖς Ἀραχώτοις, ὁμοροῦσα τῇ Ἰνδικῇ. ἑκκαιδεκάτη κατὰ τὸν Μέλανα κόλπον. ἑπτακαιδεκάτη ἐν τῇ Σογδιανῇ παρὰ Παροπαμισάδαις. ὀκτωκαιδεκάτη ἐπὶ τοῦ Τανάιδος αὐτοῦ κτίσμα, ὡς ἐν τῷ τρίτῳ Πτολεμαῖος ἀποφαίνεται· ἔστι καὶ τόπος ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ Ἀλεξάνδρεια λεγόμενος, ἐν ᾧ φασι τὸν Πάριν διακρῖναι τὰς θεάς, ὡς Τιμοσθένης. Καυκώνεια χώρα τῶν Καυκώνων ἀπὸ τῆς Καύκωνος γενικῆς ὡς Μαρώνεια πόλις Κικονίας κατὰ τὴν ἐν Θρᾴκῃ χερρόνησον. Ἑκαταῖος Εὐρώπῃ “ἐν δὲ λιμὴν Ἰσμαρίς, ἐν δὲ Μαρώνεια πόλις”. Χαιρώνεια πόλις πρὸς τοῖς ὅροις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ “ἐν δὲ Χαιρώνεια πόλις τὰ πρῶτα” ....... “Ἀθηναῖοι καὶ οἱ μετʼ αὐτῶν ἐπὶ τοὺς Ὀρχομενίζοντας τῶν Βοιωτῶν ἐπερχόμενοι καὶ Χαιρώνειαν πόλιν Ὀρχομενίων εἷλον”. ἐκλήθη ἀπὸ Χαίρωνος. Ἀριστοφάνης ἐν Βοιωτικῶν δευτέρῳ “λέγεται δʼ οἰκιστὴν γενέσθαι τοῦ πολίσματος Χαίρωνα”. ἐκαλεῖτο δὲ ἡ πόλις καὶ Ἄρνη τὸ ἀρχαῖον. ὅθεν καὶ Ὅμηρος τῇ ἀρχαιοτέρᾳ ἐχρήσατο ὀνομασίᾳ, καθότι Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον. καὶ πανταχοῦ τοῖς ἀρχαιοτέροις ὀνόμασι χρῆται. Κωστάντεια ἡ νῦν ἐν Κύπρῳ Σαλαμίς· ἔστι καὶ Βρεττίας ἄλλη, ὡς Διονύσιος ἐννεακαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. εὕρηται καὶ διὰ τοῦ ν. Βυζάντεια ἡ χώρα. Αἴνεια τόπος Θρᾴκης ἀπὸ Αἰνείου. Θέων δʼ Αἰνειάδας ταύτην καλεῖ, ὑπομνηματίζων τὸν Λυκόφρονα “Αἰνείας δὲ μετὰ τὴν Ἰλίου πόρθησιν εἰς Θρᾴκην παρεγένετο καὶ ἔκτισε πόλιν Αἰνειάδας, ὅπου τὸν πατέρα ἔθαψε”. Αἰνία δὲ διὰ τοῦ ι πόλις Περραιβῶν. Αἴπεια πόλις Λακωνικῆς “καλήν τʼ Αἴπειαν καὶ Πήδασον”. ἔστι καὶ ἑτέρα Κύπρου. τρίτη Κρήτης ὡς Ἑλλάνικος. Ἀγάμμεια ἄκρα καὶ λιμὴν περὶ τὴν Τροίαν, ὡς Ἑλλάνικος ἐν δευτέρῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡσιόνην ὑπὸ τοῦ πατρὸς παραδοθῆναι τῷ κήτει. λέγεται δὲ καὶ Ἀγάμμη ὡς πρέσβεια πρέσβη καὶ τὸ βασίλεια κατὰ συναλοιφὴν βασίλη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ τοῦ Ἀγάμμη ὡς τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. Ἐρύθεια νῆσος Γηρυόνου ἐν τῷ ὠκεανῷ ἀπὸ Ἐρυθείας τῆς Γηρυόνου. λέγεται δὲ καὶ Ἐρύθη κατὰ συναλοιφήν. ὡσαύτως καὶ Ζέλεια πόλις Τρωάδος Ζέλη λέγεται. Ὅμηρος “οἱ δὲ Ζέλειαν ἔναιον”. παρὰ Ποσειδίππῳ δʼ εὕρηται διὰ τοῦ ι Ζελίη. καὶ Μαντίνεια πόλις Ἀρκαδίας Μαντίνη. Ὅμηρος δὲ “οἳ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν”. Ψυττάλεια νῆσος περὶ Σαλαμῖνα. Ἡρόδοτος “εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου”. λέγεται δὲ καὶ Ψυττάλη. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, κέκληται δὲ ἀπὸ Ψυττάλου. Ἀγάθεια πόλις Φωκίδος ὡς Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. ἔστι δὲ καὶ Ἀγάθεια πόλις Λιγύων ἢ Κελτῶν, παραγωγὴ τῆς Ἀγάθης ὡς Βερενίκεια καὶ Θεσσαλονίκεια. Ἰόπεια πόλις Φοινίκης, ἣ καὶ Ἰόπη. λέγεται καὶ Ἰοπία διὰ τοῦ ι καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. Λαοδίκεια πόλις τῆς Συρίας ἡ πρότερον Λευκὴ ἀκτὴ λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα, ὡς Φίλων. ἔστι καὶ ἑτέρα Λυδίας· ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα. λέγεται δὲ κατὰ παραγωγὴν ἐκ τῆς Λαοδίκης ὡς Ἀπάμη Ἀπάμεια Συρίας πόλις ἀπὸ Ἀπάμας τῆς Σελεύκου μητρός. ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ “τῷ Πίγρητι περιεχομένη, ἐν ᾗ σχίζεται ὁ Πίγρης ποταμός, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸς Σέλλας, ἐν δὲ τῇ ἀριστερᾷ Πίγρης, ὁμώνυμος τῷ μεγάλῳ”. ἔστι καὶ τῆς μικρᾶς Φρυγίας, ἥτις ἐκαλεῖτο Κελαιναί. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικομήδους τοῦ Ἐπιφανοῦς, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια. ἔστι καὶ τῆς Περσαίας, Ἐδέσσης πρὸς ἄρκτους. Εὐρώπη Εὐρώπεια. Σκάρφεια πόλις Λοκρίδος τῶν Θερμοπυλῶν ἐγγύς. κέκληται δὲ ἀπὸ Σκαρφείας. καὶ Σκάρφην τὴν αὐτὴν λέγει Στράβων. Γεράνεια πόλις Φρυγίας ἀπὸ πρωτοτύπου Γεράνη. ἔστι καὶ ὄρος μεταξὺ Μεγάρων καὶ Κορίνθου, ἀφʼ οὗ ἥλατο Ἰνὼ φεύγουσα τὸν Ἀθάμαντα. Αἰθάλεια νῆσος Τυρσηνῶν. Φίλιστος ἐν εʹ Σικελικῶν, λέγεται Αἰθάλη. Ἑκαταῖος Εὐρώπῃ. Πολύβιος δʼ ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι. ἐκαλεῖτο δὲ οὕτως ἡ πόλις ἴσως ἐκ τῶν ἀναδιδομένων τοῦ Ἡφαίστου κρατήρων. Γοργίππεια πόλις Σινδικῆς. λέγεται καὶ Γοργίππη. Αἰγώνεια πόλις Μηλιέων. Λυκόφρων “ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν”. καὶ Ἑκαταῖος. Ῥιανὸς ἑκκαιδεκάτῃ Αἰγώνην αὐτὴν καλεῖ. Κωρύκεια· οὕτως ἔνιοι Κώρυκον πόλιν Κιλικίας φασίν. Λυκόζεια πόλις Θρᾳκῶν, ἣ καὶ Λύκοζος. Τηλάνδρεια πόλις Καρίας, ἣ καὶ Τήλανδρος. Φανότεια πόλις Φωκίδος. λέγεται δὲ καὶ Φανότη καὶ Φανοτεύς. Θουκυδίδης τετάρτῳ  <span class="gap">…</span> . τινὲς Πανόπειάν φασιν. Τρινέμεια· οὕτως Καλλίμαχος Ἑκάλῃ τὸν δῆμον τῆς Κεκροπίδος φυλῆς, ὃν Διόδωρος καὶ Δίδυμος Τρινεμεῖς ἀναγράφουσιν. Βουνόμεια καὶ Βούνομος ἐκαλεῖτο ἡ Μακεδονίας Πέλλα. Οἰάνθεια πόλις Λοκρῶν, Ἑλλάνικος, ἣν Ἑκαταῖος Εὐρώπῃ Οἰάνθην καλεῖ. Ἀφύτεια πόλις Θρᾴκης, ἣ καὶ Ἀφύτη καὶ Ἄφυτις καὶ Ἄφυτος. Δέλβεια· οὕτως λέγουσί τινες Δέρβην φρούριον Ἰσαυρίας καὶ λιμένα. ἔστι δὲ τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. Ἀντιγόνεια πόλις Χαονίας ἐν Ἠπείρῳ. ἔστι καὶ πόλις Ἀρκαδίας ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίας, Ἀντιγόνου κτίσμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίας πρὸς τῷ Δασκυλίῳ. πέμπτη ἐν τῇ Συρίᾳ πλησίον Ἀντιοχείας. ἔστι καὶ φρούριον Κυζικηνῆς ἀπέχον τῆς προσεσπέρου θαλάσσης ὡς σταδίους νʹ. Ἀττάλεια πόλις Λυδίας πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίας Κώρυκον οὕτω φασὶ λέγεσθαι, ὡς Δημήτριος, ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίσαντος. Ἀδράστεια μεταξὺ Πριάπου καὶ Παρίου ἀπὸ Ἀδράστου βασιλέως, ὃς καὶ πρῶτος ἱδρύσατο τὸ Νεμέσεως ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια καὶ Ἀδραστείας πεδίον καὶ ἡ πόλις οὕτως. ἔστι καὶ Τρωάδος Ἀδράστεια τόπος ἀπὸ Ἀδραστείας θυγατρὸς Μελίσσου, τοῦ Ἴδης τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν δευτέρᾳ. Ἀκούτεια πόλις Ἰβηρίας καθὰ Στράβων ἐν τῷ τρίτῳ. Ἀμφιγένεια πόλις Μεσσηνιακή. Στράβων ὀγδόῃ. ἔστι δὲ κατὰ μὲν Ἀπολλόδωρον τῆς Μακιστίας, κατὰ δὲ Ἀντίμαχον τῆς Μεσσηνίας. Μενέλαος δέ φησι καὶ Ἀμφιγένειον εἰρῆσθαι. Ἀνεμώρεια πόλις Φωκίδος. Ὅμηρος “οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο” καὶ Λυκόφρων “πάτραν Λίλαιαν κἀνεμωρείας πέδον”. ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος. ὑποκείμενον γὰρ αὐτῆς τὸ καλούμενον Κατοπτήριον χωρίον, ἐξ οὗ διʼ ἡμέρας καὶ νύκτας καταιγίζεται πανταχόθεν. Ἄνθεια πόλις Πελοποννήσου, πλησίον Ἄργους, ὡς Φίλων. ἔστι δὲ Ἄνθεια καὶ τοῦ Πόντου πόλις πρὸς τῇ Θρᾴκῃ, Μιλησίων καὶ Φωκαέων ἄποικος, ἧς μέμνηνται πολλοὶ καὶ Φιλέας. ἔστι καὶ κώμη Λιβύης. Παυσανίας δὲ Ἄνθειαν Θουρίαν πόλιν Μεσσηνίας φησίν. Ἄντεια πόλις Ἰταλίας ὑπήκοος Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκης παιδός. “Ὀδυσσέως γὰρ καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν”. μετωνομάσθη δὲ καὶ Ἄντιον. Ἀράφεια νῆσος Καρίας. Παρθένιος ἐν Ἰφίκλῳ “καὶ εἰναλίην Ἀράφειαν”. Γρώνεια πόλις Φωκίδος, Γρύνεια τῆς Τρωάδος. Ἀριαράθεια πόλις πλησίον Καππαδοκίας ἀπὸ Ἀριαράθου Καππαδοκίας βασιλεύσαντος, γαμβροῦ Ἀντιόχου. Αἰγιάλεια· οὕτως ἐκέκλητο Ἄργος. Ὑπέρεια Ἄργος ἡ Φαιάκων πόλις ἐκέκλητο, ἔστι καὶ Ὑπέρεια πηγὴ Μεσηΐδος. Ἀπεράντεια πόλις Θεσσαλίας. Πολύβιος εἰκοστῷ. Ἀντινόεια πόλις Αἰγύπτου ἀπʼ Ἀντινόου παιδός. Ἀντιόχεια πολλαὶ πόλεις· πρώτη Σύρων. ἡ δευτέρα ἐκλήθη ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, Λυδίας. τρίτη Μεσοποταμίας, Μυγδονία καλουμένη, ἥτις πρὸς τῶν ἐπιχωρίων Νάσιβις καλεῖται. τετάρτη Πισιδίας. πέμπτη μεταξὺ κοίλης Συρίας καὶ Ἀραβίας, Σεμιράμιδος. ἕκτη Κιλικίας ἐπὶ τοῦ Πυράμου. ἑβδόμη Πιερίας, ἣν Ἄραδον οἱ Σύροι καλοῦσιν. ὀγδόη ἡ ἐπὶ τῆς Καλλιρρόης λίμνης. ἐνάτη ἐπὶ τῷ Ταύρῳ ἐν Κομμαγηνῇ, δεκάτη ἐν Σκυθίᾳ. ἑνδεκάτη Καρίας, ἥτις καὶ Πυθόπολις ἐκαλεῖτο. “Ἀντιόχῳ γὰρ τῷ Σελεύκου τρεῖς γυναῖκες ἐπέστησαν ὄναρ, κτίσαι πόλιν ἐν Καρίᾳ ἑκάστη λέγουσα. ὁ δὲ ὑπολαβὼν τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὴν ἀδελφήν, κτίζει τρεῖς πόλεις ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσης Νῦσαν, ἀπὸ δὲ τῆς μητρὸς Ἀντιοχίδος Ἀντιόχειαν”. δωδεκάτη ἐν τῇ Μαργιανῇ Παρθυαίων. Στράβων ἑνδεκάτῃ. τρισκαιδεκάτη ἡ Ταρσός. τεσσαρεσκαιδεκάτη Ἰσαυρίας ἡ Λαμπωτὶς λεγομένη. Ἀσπαλάθεια πόλις Ταφίων. Νίκανδρος ἑτεροιουμένων πρώτῃ “Ἀσπαλάθεια βοήροτος”. Ἀττάλεια πόλις Λυδίας. Ἁγνώνεια πόλις Θρᾴκης πλησίον Ἀμφιπόλεως, Ἅγνωνος κτίσμα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων. Αἰξώνεια πόλις Μαγνησίας. Ἀκαδήμεια γυμνάσιον Ἀθήνησιν ἀπὸ Ἀκαδήμου. γράφεται καὶ διὰ τοῦ ε Ἐκαδήμεια· οἱ δʼ ὅτι Ἔχεμος ὁ Ἀρκὰς συστρατεύσας τοῖς Διοσκούροις ὑποχείριον ἔσχε τὴν Ἀττικήν, ἐξ οὗ Ἐχεδήμειάν φασιν. μὴ βουλόμενοι δὲ σώζεσθαι τὸ ὄνομα Ἀκαδήμειαν ἔφασαν. ἀκρώρεια ἄκρον ὄρους. Ἀλύζεια πόλις Ἀκαρνανίας ἀπὸ τοῦ παιδὸς Ἰκαρίου κληθεῖσα Ἀλύζου. Ἀμάσεια πόλις Ποντική. Ἄμφεια πόλις Μεσσήνης. Παυσανίας τετάρτῳ. Ἁρπαλύκεια πόλις Φρυγίας κτίσμα Γορδιοτειχιτῶν. Βάλκεια πόλις περὶ τὴν Προποντίδα. Βατίεια τόπος τῆς Τρωάδος ὑψηλὸς ἀπὸ Βατείας τινός, ὡς Ἑλλάνικος ἐν πρώτῃ Τρωικῶν ἤ, ὡς Ἐπαφρόδιτός φησιν, ἀπὸ τοῦ πάτου τῶν ἵππων ἤγουν τῆς ἀναστροφῆς τροπῇ τοῦ π εἰς β ἢ ἀπὸ τῶν βάτων. Ὅμηρος “τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν”. Βοαύλεια πόλις Σκυθίας. Πείσανδρος εἰκοστῇ ἕκτῃ. Βούδεια πόλις ἐν Μαγνησίᾳ τῇ κατὰ Εὐρώπην. Ὅμηρος Βούδειον ἔφη “ὅς ῥʼ ἐν Βουδείῳ εὐναιομένῳ”. ἀπὸ τοῦ οἰκίσαντος Βουδείου. οὕτω τιμᾶται Βούδεια ἡ Ἀθηνᾶ ἐν Θετταλίᾳ. Λυκόφρων

  
ἡ πολλὰ δὴ Βούδειαν αἴθυιαν κόρην  
  
ἀρωγὸν αὐδάξασα τάρροθον γάμων.  
ἔστι καὶ Βούδεια πόλις Φρυγίας. Βουκεφάλεια πόλις ἐπὶ τῷ Βουκεφάλῳ ἵππῳ, ἣν ἔκτισεν Ἀλέξανδρος ἐν Ἰνδίᾳ παρὰ τὸν Ὑδάσπην ποταμόν. Γερμανίκεια πόλις Εὐφρατησίας. Γήρεια πόλις Ἰνδική. Γυλάκεια. οὕτως ἐκαλεῖτο ἡ τῆς Ἰλλυρίας Ἀπολλωνία ἀπὸ Γύλακος Κορινθίου. Δαιδάλεια πόλις Ἰταλίας Δαιδάλου κτίσμα. Δεκέλεια δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς ἀπὸ Δεκέλου τοῦ ἡγησαμένου τοῖς Διοσκούροις εἰς Ἀφίδνας, ὡς Ἡρόδοτος ἐνάτῳ  <span class="gap">…</span> . λέγεται καὶ Δεκελιά, ὅθεν τὸ τοπικὸν Δεκελιᾶθεν. Δικαιάρχεια πόλις Ἰταλίας, ἣ ἐκέκλητο Ποτίολοι. πότια δὲ τὰ φρέατα καλοῦσι Ῥωμαῖοι, ὀλῆρε δὲ τὸ ὄζειν. δυσώδη γὰρ τὰ φρέατα εἶχε. Διομήδεια πόλις Δαυνίων κτίσμα Διομήδους. καὶ νῆσος ἡ Διομήδεια. ἔστι καὶ τόπος Διομήδεια πλησίον Ἀργυρίππων. Ἐλάτεια πόλις Φωκίδος ἀπὸ Ἐλάτου. ἔστι καὶ Θετταλίας. ἔστι καὶ Θεσπρωτίας, ἣν καὶ Ἐλατρίαν φασὶ διὰ τοῦ ρ. Ἐλέγεια χωρίον πέραν Εὐφράτου. Ἀρριανὸς ἐν Παρθικῶν ηʹ. Ἔμεια τόπος πλησίον Μυκηνῶν. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρβερος ἀνελθὼν ἐκ τοῦ ᾍδου ἢ ἐπειδὴ ὁ Θυέστης φαγὼν τὰ τέκνα αὐτοῦ ἐκεῖ ἤμεσεν. Ἐπιφάνεια πόλις Συρίας κατὰ Ῥαφανέας ἐν μεθορίοις Ἀράδου. δευτέρα Κιλικίας. τρίτη Βιθυνίας. τετάρτη κατὰ Τίγριν. Ἐρίκεια δῆμος Ἀθήνησι τῆς Αἰγηΐδος φυλῆς. Ἐρύσθεια πόλις Κύπρου. Εὔγεια χωρίον Ἀρκαδίας. Θεόπομπος εἰκοστῷ ἕκτῳ. Εὐέλγεια πόλις. Ἑκαταῖος περιηγήσει. Εὐκάρπεια δῆμος τῆς μικρᾶς Φρυγίας. Εὐμένεια πόλις Φρυγίας Ἀττάλου καλέσαντος ἀπὸ Εὐμενοῦς τοῦ Φιλαδέλφου. ἢ Ὕλλος καλῶς μείνας ὠνόμασεν οὕτως. δευτέρα Καρίας, τρίτη ἐπὶ Ὑρκανίᾳ. Εὐωνύμεια πόλις Καρίας. ἔστι καὶ δῆμος Ἀθηναίων ἀπὸ Εὐωνύμου τοῦ Γῆς καὶ Οὐρανοῦ ἢ Κηφισοῦ. λέγεται καὶ ὁ δῆμος Εὐώνυμος. Ἠετιώνεια, οὕτως ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ Ἠετίωνος Ἡράκλεια πόλις Θρᾴκης ἐν τῷ Πόντῳ διάσημος. βʹ Σικελίας. γʹ Λυδίας. δʹ Λιβύης. εʹ Σαρδοῦς. ϛʹ Ἰταλίας. ζʹ Κελτικῆς. ηʹ Θεσσαλίας. θʹ Καρίας. ιʹ ἐν τῷ Λυδίῳ Ταύρῳ. ιαʹ μεταξὺ Σκυθίας καὶ Ἰνδικῆς. ιβʹ νῆσος ἐν τῷ Καρπαθίῳ πελάγει. ιγʹ Συρίας. ιδʹ Φοινίκης. ιεʹ Πιερίας. ιϛʹ πόλις καὶ νῆσος .... ιζʹ Κρήτης. ιηʹ Πισαϊκή. ιθʹ Καρίας, ἡ λεγομένη Ἀλβάκιος, μεσόγειος. κʹ πόλις πρὸς τῇ Κυμαίᾳ τῆς Αἰολίδος. καʹ Ἀκαρνανίας πόλις. κβʹ νῆσος ἐν τῷ Ἀτλαντικῷ. κγʹ Μακεδονίας, Ἀμύντου τοῦ Φιλίππου κτίσμα. Ἰσοκράτεια μία τῶν Ἀμαζόνων. Θώκνεια πόλις Ἀρκαδίας ἀπὸ Θώκνου. Παυσανίας ὀγδόῳ. Ἰλούργεια πόλις Ἰβηρίας. Πολύβιος ἑνδεκάτῃ. Καισάρεια μητρόπολις τῆς Καππαδοκίας ἡ πρὶν Εὐσέβεια καὶ Μάζακα ὡς Στράβων. εἰσὶ καὶ ἄλλαι τούτῳ τῷ ὀνόματι προσαγορευόμεναι. Καλαύρεια νησίδιον πρὸς τῇ Κρήτῃ ἀπὸ Καλαύρου τοῦ Ποσειδῶνος. Κάρπεια· οὕτως τινὲς τὴν Κάλπην πόλιν φασί. Κασάνδρεια πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ἥ ποτε Ποτίδαια λεγομένη, ἀπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου. Κεκρυφάλεια ἄκρα τις, περὶ ἣν ἐνίκησαν Αἰγινήτας Ἀθηναῖοι. τινὲς δὲ νῆσον αὐτήν φασι Πελοποννήσου. Κορώνεια πόλις Βοιωτίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κορώνου τοῦ Θερσάνδρου. δευτέρα πόλις Πελοποννήσου μεταξὺ Σικυῶνος καὶ Κορίνθου. τρίτη τῆς Φθιώτιδος. ἔστι καὶ φρούριον τῆς Ἀμβρακίας. τετάρτη πόλις Κύπρου. ἔστι καὶ χερρόνησος πρὸς τὴν Ἀττικήν. Κράνεια χωρίον Ἀμβρακιωτῶν. Θεόπομπος πεντηκοστῷ πρώτῳ. Κυβέλεια πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. Κυνέτεια πόλις Ἄργους. Καλλίμαχος δευτέρῳ. Λαγίνεια πολίχνιον Βιθυνίας. Λάεια πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Λακέρεια πόλις Μαγνησίας. Ἑλλάνικος Δευκαλιωνείας πρώτῳ. ἔστι καὶ τῆς Ἰταλίας. καὶ ἄλλη Ἀργολίδος ἡ καὶ Ἑρμιόνη. Λάμπεια ὄρος Ἀρκαδίας. Παρθένιος Ἀνθίππῃ. Λαμπέτεια πόλις Βρεττίας. Πολύβιος τρισκαιδεκάτῳ. Λύζεια πόλις Ἀκαρνανίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Λυζέως τινός. Λαμπώνεια πόλις Τρῳάδος. Ἑκαταῖος Ἀσίᾳ. Ἑλλάνικος δὲ Λαμπώνιον αὐτήν φησι. Πιτύεια· οὕτως Ἐπαφρόδιτος ὑφʼ Ὁμήρου Λάμψακον κληθῆναι διὰ τὸ πιτύων πλῆθος, Λαομεδόντειαν καλουμένην. Λαοδαμάντεια νῆσος ἐν Λιβύῃ. Ἀρτεμίδωρος. ἐκαλεῖτο δὲ Λαομεδόντεια ἴσως ἀπὸ Λαομέδοντος τοῦ Τρωός. Λιρνύτεια πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Λυκώρεια κώμη ἐν Δελφοῖς. Καλλίμαχος ἐν τρίτῳ. ἀπὸ Λυκωρέως τοῦ βασιλέως. Λυσιμάχεια πόλις τῆς Θρᾴκης χερρονήσου ἡ πρότερον Καρδία. Μακύνεια πόλις Αἰτωλίας. Στράβων δεκάτῃ. Μάρεια πόλις καὶ λίμνη τῇ Ἀλεξανδρείᾳ παρακειμένη, ἣ καὶ Μαρεῶτις λέγεται. Μελάμπεια πόλις Λυδίας ἀπὸ Μελάμπου, ὡς Ξάνθος ἐν Λυδιακοῖς. Μίδεια πόλις ἐν Ἄργει ἀπὸ Μιδείας τῆς Ἀλωέος θυγατρός. λέγεται καὶ χωρὶς τοῦ ι Μιδέα. ἔστι καὶ ἑτέρα πόλις Βοιωτίας. Ὅμηρος “οἵ τε πολυστάφυλον Ἄρνην ἔχον οἵ τε Μίδειαν”. ἔστι καὶ Λυκίας ἄλλη. Μολύνδεια πόλις Λυκίας ἀπὸ Μολυνδέως. Ἀλέξανδρος ἐν τῷ περὶ Λυκίας πρώτῳ. Μύρλεια πόλις Βιθυνίας ἀπὸ Μύρλου τοῦ Κολοφωνίων ἡγεμόνος· οἱ δὲ ἀπὸ Μυρλείας Ἀμαζόνος. Νακόλεια πόλις Φρυγίας. Στράβων δωδεκάτῃ. διὰ τῆς ει διφθόγγου παρὰ τὸν Νάκολον τὸν Δασκύλου παῖδα. ἔστι καὶ οὐδέτερον Νακόλαιον ἀπὸ Νακόλης νύμφης ὥσπερ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον. Νεάνδρεια πόλις Τρῳάδος ἐν Ἑλλησπόντῳ, ὡς Χάραξ. λέγεται καὶ Νεάνδρειον οὐδετέρως ὡς Θεόπομπος. Νεοκαισάρεια Ποντικὴ πόλις. ἔστι καὶ Βιθυνίας. Νικομήδεια πόλις Βιθυνίας ἀπὸ Νικομήδους τοῦ Ζηΐλα παιδὸς ἐπισημοτάτου βασιλέως ἣ καὶ Ὀλβία ἐκλήθη. Παρώρεια πόλις Ἀρκαδίας. λέγεται δὲ καὶ Παρωραία. Πελόπεια πόλις Λυδίας ἡ ὕστερον Θυάτειρα. Πήρεια Θεσσαλίας χωρίον. Πιάλεια πόλις Θεσσαλικὴ ὑπὸ τὸ Κερκετικὸν ὄρος. Πλειστάρχεια πόλις Καρίας, ἣ καὶ πρότερον καὶ ὕστερον Ἡράκλεια ὠνομάσθη. Πλώθεια δῆμος Αἰγηΐδος φυλῆς, ἣ καὶ Πλωθιά. Ποδάλεια πόλις Λυκίας πλησίον Λιμύρων. Πολίτεια πόλις Ἀχαΐας. Προγάσεια πόλις Λυδίας. Ῥαφάνεια πολίχνιον Συρίας, Ῥάφεια πόλις Συρίας. Ῥόβεια Πιερίης. Σαλώνεια πόλις Βιθυνίας. Σαμάρεια πόλις τῆς Ἰουδαίας. Σάνεια πόλις Ἰνδική. Ἀρριανὸς Ἀλεξανδριάδος ἑβδόμῳ. Σελεύκεια πόλις ἐπὶ Κιλικία τραχεῖα λεγομένη. ὠνόμασε δὲ Σελεύκειαν αὐτὴν Σέλευκος ὁ Νικάτωρ, ὡς Ἀλέξανδρός φησι. πρότερον δὲ Ὀλβία ἐκαλεῖτο καὶ Ὑρία. Σκάνδεια ἐπίνειον Κυθήρων, ὡς Παυσανίας τρίτῳ. Σολύγεια κώμη Κορίνθου, ὡς Θουκυδίδης τετάρτῃ  <span class="gap">…</span> . Στρατονίκεια πόλις Μακεδόνων πλησίον Καρίας, κέκληται δὲ ἀπὸ Στρατονίκης τῆς Ἀντιόχου γυναικός. ἔστι καὶ ἕτερον πολίχνιον πρὸς τῷ Ταύρῳ. Στρούθεια πόλις Φρυγίας ἐν τοῖς ὅροις Λυκαονίας. Σφήκεια πόλις Εὐβοίας. Λυκόφρων “οἱ πέντε που Σφήκειαν εἰς Κεραστίδα”. οὕτω δὲ καὶ ἡ Κύπρος ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων ἐκεῖ ἀνδρῶν, οἳ ἐκαλοῦντο Σφῆκες. Τεμένεια πόλις Φρυγίας πρὸς τῇ Λυκαονίᾳ. Πολυάνθεια πρότερον ἐκαλεῖτο Τράλλις πόλις Λυδίας διὰ τὸ πολλὰ ἄνθη ἐκεῖ πεφυκέναι. Τράφεια πόλις Βοιωτίας πολλὰ θρέμματα ἔχουσα. Τρίτεια πόλις Τρωικὴ Ἀρισβαίων κτίσμα. ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν Ὀζολῶν. Ὑάμεια πόλις Μεσσήνης τῶν πέντε μία. Ὑάπεια πόλις Φωκίδος ἀπὸ Ὑάπου. Φιδάλεια ἡ Βύζαντος γυνή. Φαρνάκεια χώρα καὶ πόλις Ποντική, προσεχὴς τῇ Τραπεζοῦντι. Φαναγόρεια πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φαναγόρεια. Φήγεια πόλις Ἀρκαδίας ἀπὸ Φηγέως βασιλέως, ὡς Χάραξ Ἑλληνικῶν δʹ. Φιγάλεια πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν “τὴν μὲν ἀνήγετʼ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν”. μετωνομάσθη δὲ Φιάλεια δίχα τοῦ γ ἀπὸ Φιάλου τινός. ἔστι καὶ Φιάλεια Βιθυνίας. Φορίεια κώμη Ἀρκαδίας. Φιλαδέλφεια πόλις Λυδίας, Ἀττάλου κτίσμα τοῦ φιλαδέλφου. ἔστι δὲ τῆς Κεκαυμένης ὑπὸ Μυσῶν καὶ Λυδῶν κατεχομένης· Στράβων ιβʹ. ἔστι καὶ ἑτέρα. τῆς Αἰγύπτου, καὶ τρίτη τῆς Συρίας ἐπιφανὴς πόλις ἀπὸ Πτολεμαίου τοῦ φιλαδέλφου. Ἀράντεια· οὕτως ἐκαλεῖτο Φλιοῦς πόλις Πελοποννήσου. Θέσπεια πόλις Βοιωτίας, Θεσπιάδου κτίσμα, κατὰ δέ τινας Θεσπίου τοῦ Τεύθραντος τοῦ Πανδίονος· Ὅμηρος “Θέσπειαν Γραῖάν τε”. γράφεται καὶ διὰ τοῦ ι καὶ ἐκτείνεται καὶ συστέλλεται παρὰ Κορίννῃ “Θέσπια, καλλιγένεθλε, φιλόξενε, μουσοφίλητε”. καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων ὑπὸ τῶν Περσῶν. ἦν δὲ Φιλιάδου Μεγαρέως,

  
ἄνδρες τοί ποτʼ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος,  
  
λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος.  
πληθυντικῶς δὲ Θεσπιαί ὀξυτόνως. ὀξύνεται δὲ καὶ διὰ τὸ πληθυντικῶς λέγεσθαι Ὀρνειαί, κώμη Ἀργείας· ἔστι καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος. Ὅμηρος “Ὀρνειάς τʼ ἐνέμοντο”. γράφονται δὲ διὰ διφθόγγου αἱ Ὀρνειαί καὶ Βρυσειαί πόλις Ἤλιδος καὶ Αὐγειαί πόλις Λοκρίδος. Ὅμηρος “καὶ Αὐγειὰς ἐρατεινάς”. ἔστι καὶ Λακωνικὴ πόλις Αὔγεια. τὸ δὲ ἐγχεία καὶ ἐλεγχεία, ἃ ὤφειλε προπαροξύνεσθαι, οἱ Ἀττικοὶ ἐκτείνοντες τὸ α ὡς ἐν τῷ ἱέρεια ἱερεία παροξύνουσιν.

Τὰ εἰς α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα τῇ οι διφθόγγῳ προπαροξύνεται, εὔνοια, πρόνοια, ἄνοια, εὔχροια, δύσχροια, εὔπλοια, δύσπλοια, παλίρροια, ἀπόρροια, ὀρθόπνοια, δύσπνοια. Εὔβοια νῆσος, ἀπὸ Εὐβοίας. Ἡρόδοτος. ἔστι καὶ τόπος ἐν Ἄργει. ἔστι καὶ πόλις ἐν Μακεδονίᾳ, εἰς ἣν οἱ ἀπὸ τῆς νήσου εἰς Ἰλλυριοὺς ἀποβάντες Ἄβαντες ἐκλήθησαν. Μελίβοια πόλις Θεσσαλίας. Στράβων ἐνάτῳ. Περίβοια, Στενόβοια, Ἀλίνδοια πόλις Μακεδονίας. Βέροια πόλις Μακεδονίας, ἣν Φέρωνα κτίσαι φασίν, αὐτοὺς δὲ τὸ φ εἰς β μεταποιεῖν, ὡς Φάλακρον Βάλακρον καὶ Βίλιππον καὶ Κεβαλῖνον. ἄλλοι ἀπὸ Βεροίας τοῦ Βέρητος τοῦ Μακεδόνος. ἔστι καὶ πόλις Συρίας. Ἐλίξοια νῆσος Ὑπερβορέων οὐκ ἐλάσσων Σικελίας ὑπὲρ ποταμοῦ Καραμβύκα. οἷς ἀκόλουθον τὸ ἔσσοια, τρίττοια ἡ θυσία, ἥτις ἐκ τριῶν ζῴων ἐθύετο ἢ ὅτι τριγενῆ ἦν τὰ θυόμενα. τὸ δὲ νεοία μακρὸν ἔχον τὸ α παροξύνεται.

Τὰ εἰς α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα τῇ υι διφθόγγῳ προπαροξύνεται, ἅρπυια παρὰ τὸ ἅρπω, οὗ παραγωγὸν ἁρπάζω. ἔστι καὶ πόλις ἐν Ἰλλυρίᾳ παρʼ Ἐγχελέαις, εἰς ἣν Βάτων ὁ Ἀμφιαράου ἡνίοχος μετὰ τὸν ἀφανισμὸν αὐτοῦ ἀπῴκησε. Πολύβιος. Εἰλείθυια καὶ Εἰλήθυια· ἔστι καὶ Εἰληθυίας πόλις Αἰγυπτιακή. Ὠρείθυια, αἴθυια, ἄγυια· Ἡρακλέων ὁ Γλαύκου παρὰ τὸ ἄγω φησίν· ἔστι δὲ ὡς παρὰ τὸ ἅρπω ἅρπυια, ὀρέγω ὄργυια, ἃ πληθυντικῶς ὀξύνεται. “μέσην ἐς ἄγυιαν”, “ἐϋκτιμένας” δὲ “κατʼ ἀγυιάς”. Ἴδυια. τὸ δὲ μητρυιά μακρὸν ἔχον τὸ α ὀξύνεται.

`3,1.282–3,1.283`

Τὰ διὰ τοῦ αια μονογενῆ μακρὸν ἔχοντα τὸ α παροξύνεται, σεληναία, ἁμαξαία, Γενηταία ἄκρα ὡς Ἀπολλώνιος, Ἀθηναία ἡ θεὸς μονογενῶς. λέγεται δὲ καὶ ἐπὶ γυναικός, ὡς ἄλλοι μὲν πολλοί, Φιλήμων δὲ οὕτως ἐν Πτερυγίῳ

  
νυνὶ δʼ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν  
  
τὰς Ἱππονίκας τᾶσδε καὶ Ναυσιστράτας  
  
καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω.  
Δίδυμος δέ φησιν, ὅτι Ἀθηναίας λέγουσιν ἀντὶ τοῦ Ἀττικάς. ἀστὰς δὲ τὰς γυναῖκας ἔλεγον οὐ διὰ τὸ μὴ δύνασθαι λέγειν Ἀθηναίας, ἀλλʼ ἐπειδὴ καὶ τοὺς ἄνδρας ἀστοὺς ἐκάλουν. ἀναγκαία, ἀρχαία, θυραία ἐπὶ τῆς διεξόδου, εὐναία τραγικῶς ἡ ἄγκυρα· ἔστι καὶ πόλις Ἄργους Εὐναία. γαληναία, σφενδοναία, δραχμαία, ὀπαία, κεραμὶς τὴν ὀπὴν ἐπικλείουσα, περικεφαλαία, πυκναία παρʼ Ἴωνι ἡ πνύξ. Δίδυμος δέ φησιν ὅτι “τὴν πύκνα ἂν εἴη λέγων. τὸ δὲ πυκναία ἀπὸ τοῦ πυκνή παρῆκται, ὅπερ οὐκ εἴρηται. οὐδεὶς γὰρ εἶπε προσηγορικῶς ἢ κυρίως τὸ πυκνή. τὰ γὰρ τοιαῦτα ὡς ἐπίπαν ἀπὸ μακροπαραλήκτων παράγεται, εὐνή εὐναία, Γυρή Γυραία, ἀνάγκη ἀναγκαία. τὸ ὡς ἐπίπαν εἴρηται διὰ τὸ ἅμαξα ἁμαξαία καὶ κέρας κεραία”. Ἰουδαία Ἀλέξανδρος ὁ πολυΐστωρ ἀπὸ τῶν παίδων Σεμιράμιδος Ἰούδα καὶ Ἰδουμαία, ὡς δὲ Κλαύδιος Ἰούλιος ἀπὸ Οὐδαίου Σπάρτων ἑνὸς ἐκ Θήβης μετὰ Διονύσου ἐστρατευκότος. Ἀλθαία πόλις Ὀλκάδων. Αἰγαία· οὕτως ἐκαλεῖτο ἡ Κάρυστος ἀπὸ Αἰγαίωνος τοῦ δυναστεύοντος. Ἀναία πόλις Καρίας “ἀντικρὺ Σάμοιο” κέκληται ἀπὸ Ἀναίας Ἀμαζόνος ἐκεῖ ταφείσης, ὡς Ἔφορος. Ἀμφαναία πόλις Δωρική. Θεόπομπος ἐν πέμπτῳ Φιλιππικῶν. Ἀμφανὰς δὲ καλεῖ αὐτὴν Ἑκαταῖος ἐν πρώτῃ γενεαλογιῶν. Ἀνακαία δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἀρταία Περσικὴ χώρα, ἣν ἐπόλισε Πέρσης ὁ Περσέως καὶ Ἀνδρομέδας. Ἑλλάνικος ἐν Περσικῶν πρώτῃ. Ἀταία πόλις Λακωνική. Βελγαία ἡ χώρα. Βουραία πόλις Ἰταλίας ὑπὸ Βουραίου κτισθεῖσα. Γορδυαία χώρα Περσικὴ ἀπὸ Γόρδυος Τριπτολέμου παιδός, τοῦ κατὰ ζήτησιν Ἰοῦς ἐξ Ἄργους ἐλθόντος εἰς Συρίαν. ἔστι δὲ ἡ πόλις παρὰ τὰς ἐκβολὰς τοῦ Τίγριδος. Ἐλαία πόλις τῆς Ἀσίας Αἰολική, Περγαμηνῶν ἐπίνειον ἣ Κυδαινίς ὠνομάζετο, Μενεσθέως κτίσμα. ἔστι καὶ πόλις Φοινίκης Ἐλαία μεταξὺ Τύρου καὶ Σιδῶνος, ὡς Φίλων. καὶ Ἐλαία Βιθυνίας ἐπίνειον πλησίον Μυσίας. ἔστι καὶ λιμὴν Αἰθιοπίας καὶ νῆσοι τρεῖς. Ἐλυμαία χώρα Ἀσσυρίων πρὸς τῇ Περσικῇ τῆς Σουσίδος ἐγγύς. Ἐορδαία δύο χῶραι, Μυγδονίας καὶ Μακεδονίας· εἰσὶ δὲ ἄλλαι δύο, ἡ μὲν Ἰβηρίας, ἡ δὲ Θρᾴκης ἀπὸ Ἐορδοῦ τινος. Ἡλιαία δικαστήριον Ἀθηναίων παρὰ τὸ “ἁλέες δεῦτε” παραγωγὸν ἁλία καὶ ἡλιαία. Ἡραία· οὕτως ἐκαλεῖτο ἡ ἐλάττων Ὕβλα. Κασταναία πόλις Θεσσαλίας. Εὔδοξος δὲ διὰ τοῦ θ φησί. Λυκόφρων “καὶ Κασταναίαν ἀκτέριστον ἐν πέτραις”. Κοσσαία μέρος Περσίδος· Στράβων ιϛʹ. ἔστι καὶ Θρᾴκης πολίχνιον. Καρταία πόλις Ἰβηρίας, περὶ ἧς Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. Κυρταία πόλις ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, εἰς ἣν ὑπερώρισεν Ἀρταξέρξης Μεγάβυζον. Κτησίας τρίτω Περσικῶν. Κυτταία πόλις Κολχική, ἣ καὶ Κύτα. Λυκόφρων “ὃς εἰς Κυταίαν τὴν Λιβυστίνην μολών”. Λιβυσσαία ἀπὸ τοῦ Λίβυσσα. Λιμναία κώμη τοῦ Ἄργους. Θουκυδίδης. Νυμφαία ἡ νῆσος Καλυψοῦς παρὰ τῷ Ἀδρίᾳ. Ὀρδαία πόλις Μακεδονίας. Παρθυαία ἡ χώρα. Παροιταία χώρα τῆς Ἐρυθρᾶς θαλάσσης πλησίον. Παρωραία Ἀρκαδίας πόλις ἡ καὶ Παρώρεια. ἔστι καὶ Μακεδονίας πόλις. Περαία πολίχνιον Συρίας. ἔστι καὶ χώρα Κορίνθου Περαία λεγομένη. Πυλαία τόπος Ἀρκαδίας, ὃς καὶ Πύλαι. Πυραία μοῖρα Θεσσαλίας ὠνομασμένη ἀπὸ Πύρας. Πυρηναία πόλις Λοκρίδος. Πυρωναία πόλις Λοκρίδος ἀπὸ Πύρωνος “Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι”. Ῥηναία μικρὰ νῆσος πλησίον Δήλου, ἣ καὶ Ῥήνη καὶ Ῥηνίς. Αἰθραία· οὕτως ἐκαλεῖτο ἡ Ῥόδος. Ῥοξονοκαία πόλις. Τιθοραία πόλις Βοιωτίας ἀπὸ νύμφης Τιθοραίας, ὡς Παυσανίας ιʹ. Τριταία πόλις Ἀχαΐας. Στράβων ὀγδόῃ. Ἰδαία ἡ ὕστερον Τροία. οὕτως ἐκαλεῖτο καὶ ἡ Κρήτη. Τυμφαία πόλις. Ὑλαία χώρα Ποντική, Ἀβικὴ λεγομένη τουτέστιν ὑλαία. Ἀλέξανδρος ἐν τῷ περὶ Πόντου. Φηγαία δῆμος τῆς Αἰγηΐδος φυλῆς.

`3,1.284–3,1.285`

Τὰ εἰς α καθαρὸν μονογενῆ παραληγόμενα ε βαρύνεται, εἰ μὴ πληθυντικὰ ἢ περιεκτικὰ εἴη, Ῥέα, θέα, ὅπερ Συρακόσσιοι θάα λέγουσιν, τὸ δὲ θεά ὀξύνεται· ἔστι δὲ καὶ Θέα πόλις Λακωνικῆς. Φιλόχορος τρίτῳ. Βρέα πόλις Θρᾴκης, εἰς ἣν ἀποικίαν ἐστείλαντο Ἀθηναῖοι. γέα, ἐξ οὗ γῆ συνηρέθη· ἔστι καὶ Γέα πόλις πλησίον Πετρῶν ἐν Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. πτελέα. ἰτέα “ὃν πτελέαι τε καὶ ἰτέαι” καὶ “ὁ δὲ πτελέην ἕλε χερσίν”. ἐπὶ μὲν οὖν τούτου κατὰ τὴν αἰτιατικὴν πτῶσίν τινες ὀξύνουσι· — διὸ καὶ τὴν εὐθεῖάν τινες ὤξυνον· —καὶ δῆλον ὅτι κατὰ μεταβολὴν τόνου, ὥσπερ καὶ ἐπὶ τοῦ “ἦλθε κατʼ ἰγνύην βεβλημένος” τὴν μεταβολὴν τῆς τάσεως ἐποιήσατο. ἔστι καὶ Πτελέα δῆμος Οἰνηΐδος φυλῆς καὶ πόλις. οὕτω γὰρ ἡ Ἔφεσος ἐκαλεῖτο, καὶ Ἰτέα δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. συκέα, ἀμυγδαλέα, μηλέα, λεοντέα, γαλέα, Νεμέα χώρα τῆς Ἀργολίδος, Τενέα· κώμη Κορίνθου ἀπὸ Τένου τοῦ Κύκνου, τινὲς δὲ Γενέα γράφουσι. Μαντινέα, ἣ καὶ Μαντίνεια καὶ Μαντίνη. Ὠκαλέα πόλις Βοιωτίας “Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον” Ὅμηρος. ἐκαλεῖτο δὲ καὶ Ὠκάλεια, ὡς Ἀπολλόδωρος. ἐκλήθη δὲ οὕτω διὰ τὸ ὦκα καὶ συντόμως ἐκεῖθεν εἰς Θήβας πορεύεσθαι ἢ ἀπὸ ποταμοῦ παραρρέοντος. ἀλέα ἐπὶ τῆς θερμασίας καὶ ὁπότε δηλοῖ τὴν φυγὴν βαρύνεται, ἐπὶ δὲ τῆς Ἀθηνᾶς ὀξύνεται. ἐχρῆν δὲ καὶ τοῦτο βαρύνειν. καὶ τὸ Ἀλέα πόλις Ἀρκαδίας Θεόπομπος πεντηκοστῇ ἕκτῃ—ἔστι καὶ Θετταλίας καὶ ἄλλη Καρπητανῶν ἔθνους Κελτικοῦ—βαρύνεται. Ἀρδέα κατοικία τῆς Ἰταλίας. Στράβων πέμπτῃ. ἐκλήθη δὲ ἀπὸ ἑνὸς τῶν παίδων Ὀδυσσέως καὶ Κίρκης. Ἀσέα κώμη τῆς Ἀρκαδίας, ἀφʼ ἧς ὁ Ἀλφειὸς ῥέει, ὃς καὶ Ἀσεάτης λέγεται. Τεγέα πόλις Ἀρκαδίας “καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν”. Ὅμηρος καὶ Παυσανίας ηʹ “Μαντινεὺς καὶ Τεγεάτης καὶ Μαίναλος Τεγέαν κτίζουσι καὶ Μαντίνειαν”. ἔστι καὶ Τεγέα ἐν Κρήτῃ ὑπὸ Ταλθυβίου κτισθεῖσα. Θυρέα, περὶ ἧς Ἀργεῖοι καὶ Λακεδαιμόνιοι ἐπολέμησαν. ἔστι δὲ τῆς Κυνουρίας γῆς, μεθορία δὲ τῆς Ἀργείας καὶ Λακωνικῆς. λέγεται καὶ πληθυντικῶς καὶ κατὰ συναίρεσιν Θυρῆ. Ἐλέα πόλις Ἰταλίας. ἐκαλεῖτο δὲ Ὑέλη. ὠνομάσθη δὲ Ἐλέα ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. Μαλέα ἄκρα πρὸς τῇ Πελοποννήσῳ καὶ Μάλεια διὰ διφθόγγου. Ὑδρέα νῆσος πρὸς τῇ Τροιζῆνι. Ἑκαταῖος Εὐρώπῃ. Ἀραιθυρέα· οὕτως ἡ Φλιοῦς πάλαι. Ὅμηρος “Ἀραιθυρέην τʼ ἐρατεινήν”. Παυσανίας δευτέρῳ περιηγήσεως Ἑλλάδος φησὶν ὅτι “Ἄραντος υἱὸς Ἄορις ἐγένετο καὶ θυγάτηρ Ἀραιθυρέα. τούτους Φλιάσιοί φασι θήρας ἐμπείρους γενέσθαι καὶ τὰ εἰς πόλεμον ἀνδρείους· προαποθανούσης δὲ τῆς ἀδελφῆς Ἄορις εἰς μνήμην τῆς ἀδελφῆς τὴν χώραν οὕτως ἔφη”. Μανθυρέα κώμη Ἀρκαδίας. τὸ δὲ Κεγχρεαί πόλις Τρωάδος—δευτέρα πόλις καὶ ἐπίνειον Κορίνθου. τρίτη Ἰταλίας—Γαθεαί πόλις Ἀρκαδίας, Κεδρεαί πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Κορσεαί νῆσος τῆς Ἰωνίας καταντικρὺ Σάμου. Ἑκαταῖος Εὐρώπῃ. λέγεται δὲ καὶ Κορσία διὰ τοῦ ι. Κροκεαί πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶς. Ὀρνεαί κώμη Ἀργείας, ἣ καὶ Ὀρνειαί—ἔστι δὲ καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος· καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως ἢ ἀπὸ Ὀρνέας νύμφης ἢ ὅτι ἐφʼ ὕψους κεῖται ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ—ὀξύνεται ὡς πληθυντικά. τὸ δὲ γενεά, δωρεά, ὀχεά περιεκτικά ἐστιν.

`3,1.286`

Τὰ εἰς α μακρὸν μονογενῆ τῇ ει ἢ τῷ ι μακρῷ παραληγόμενα ἐπὶ οὐσίας τιθέμενα ὀξύνεται, χειά, ζειά εἶδος κριθῆς, Φειά πόλις Ἠλείας. Ὅμηρος “Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα”. λέγεται καὶ Φεά. φλιά, θριά· θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς εὗρεν Ἀθηνᾶ. ἀχθόμενος δὲ τοὺς τοῦ Ἀπόλλωνος .... ἄπιστον ὁ Ζεὺς ἐποίησε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦσαν. διὸ καὶ Ἀπόλλων ἔφη “πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες”. τὸ δὲ Θρῖα δῆμος τῆς Οἰνηΐδος φυλῆς προπερισπᾶται, πληθυντικῶς δὲ λεγόμενον ὀξύνεται Θριαί. λέγεται καὶ Θριώ καὶ Θριώς. στιά, οἷς ἠκολούθησε καὶ τὸ σκιά ι βραχεῖ παραληγόμενον. ἔστι δὲ καὶ Σκιά πολίχνιον Εὐβοίας. τὸ δὲ μνεία, χρεία βαρύνονται, οὐ γὰρ ἐπὶ οὐσίας λαμβάνεται, καὶ τὸ λεία δὲ καὶ Φθία—πόλις καὶ μοῖρα Θετταλίας· Παρμενίσκος δὲ χώραν αὐτήν φησι οὐ πόλιν, οὐκ ὀρθῶς. ἐκλήθη δὲ ἀπὸ Φθίας γυναικὸς ἢ Φθίου Ποσειδῶνος καὶ Λαρίσης—βαρύνονται καὶ τὸ δεία ἡ ἔνδεια. τὸ δὲ θεία τριγενές ἐστι ὡς καὶ τὸ δῖα βραχυκατάληκτον μετὰ τοῦ ἴα καὶ πλεονασμῷ τοῦ μ μία. ἔστι δὲ καὶ Δῖα πόλις Θεσσαλίας, Αἰακοῦ κτίσμα· βʹ Θρᾴκης κατὰ τὸν Ἄθω. γʹ Εὐβοίας. δʹ νῆσος καὶ πόλις Πελοποννήσου περὶ τὸ Σκύλλαιον. εʹ Λυσιτανίας περὶ τὸν Ὠκεανόν. ϛʹ Ἰταλίας πρὸς ταῖς Ἄλπεσιν. ζʹ Σκυθίας παρὰ τῷ Φάσιδι. ηʹ Καρίας. θʹ Βιθυνίας πρὸς τῷ Πόντῳ· εἰσὶ καὶ δʹ νῆσοι Δῖαι λεγόμεναι. αʹ ἡ Νάξος. βʹ ἡ πρὸς Μήλῳ. γʹ ἡ πρὸς Ἀμοργῷ. δʹ κατὰ Κνωσσὸν Κρήτης.

`3,1.287–3,1.291`

Τὰ διὰ τοῦ ια ἐπὶ χωρῶν καὶ πόλεων κείμενα παροξύνεται, Λυκία, Ἀσία, Κιλικία, Παφλαγονία, Ἰτουρία, Ἰταλία ἡ χώρα ἀπὸ Ἰταλοῦ, Σικελία ἡ νῆσος Σικανία πρότερον ὠνομάζετο, εἶτα Σικελία ἐκλήθη, ὥς φησιν Ἑλλάνικος Ἱερειῶν τῆς Ἥρας βʹ “ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὐσόνες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἀνέστησαν, ὧν ἦρχε Σικελός. καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελὸς βασιλείην ἐγκαταστησάμενος καὶ ἐντεῦθεν ὁρμώμενος ὁ Σικελὸς οὗτος πάσης ἤδη τῆς νήσου τότε ταύτης Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ τούτου, ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσε”. καὶ Μένιππος δὲ ταῦτά φησιν. Θουκυδίδης δὲ οὕτως “ἐλθόντες εἰς Σικελίαν στρατὸς πολὺς ἐξ Ἰταλίας τούς τε Σικανοὺς κρατήσαντες μάχῃ ἀπέστειλαν εἰς τὰ μεσημβρινὰ καὶ τὰ ἑσπέρια μέρη αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες”. μεγίστη δὲ αὕτη μαρτυρεῖται τῶν ἑπτά, καθά φησιν Ἄλεξις ὁ κωμικός

  
τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις  
  
θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος,  
  
ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη  
  
Κύρνος. τετάρτη δʼ ἡ Διὸς Κρήτη τροφός,  
  
Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος,  
  
Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦσʼ ἔχει.  
ἔστι καὶ ἄλλη Σικελία κατὰ τὴν Πελοπόννησον. Καππαδοκία, Ἀρμενία, Τισία πόλις Ἰταλίας. Ἀγκαρία πόλις Ἰταλίας. Αἰολία νῆσος Αἰόλου. Ὅμηρος “Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθα”. Αἰτωλία χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δὲ Ὑαντίς ἐκαλεῖτο. ἔστι καὶ Αἰτωλία πόλις Πελοποννήσου, ἣν συγκαταλέγει ταῖς Λακωνικαῖς πόλεσιν Ἀνδροτίων ἕκτῳ  <span class="gap">…</span> Ἀτθίδος. Ἀμαντία Ἰλλυριῶν μοῖρα πλησίον Ὠρικοῦ καὶ Κερκύρας, ἐξ Ἀβάντων τῶν ἀπὸ Τροίας νοστησάντων ᾠκισμένη, κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰς μ ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήσει. Καλλίμαχος Ἀμαντίνην αὐτήν φησι ὡς Λεοντίνην “καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην”. Ἀετία· οὕτως ἐκλήθη ἡ Αἴγυπτος ἀπό τινος Ἰνδοῦ Ἀετοῦ. ἀλλὰ καὶ Ὠγυγία ἐκαλεῖτο καὶ Ἡφαιστία. Αἰλία πόλις Παλαιστίνης ἡ πάλαι Ἱεροσόλυμα ἀπὸ Αἰλίου Ἀδριανοῦ. Ἀκραιφία πόλις Βοιωτίας. οἱ δὲ Ἀκραίφιον, Παυσανίας δὲ Ἀκραίφνιον καὶ οὐδετέρως. ἦν δὲ ὑπὸ Ἀθάμαντος κτισθεῖσα ἢ ὑπὸ Ἀκραιφέως τοῦ Ἀπόλλωνος. Θεόπομπος δὲ τὰ Ἀκραίφνια φησίν. Ἀλμωπία χώρα τῆς Μακεδονίας, ἣν ᾤκουν Ἄλμωπες. Λυκόφρων “ἐκ δʼ Ἀλμωπίας παλιμπλανήτην δέξεται Τυρσηνία” περὶ Αἰνείου λέγων. ἐκλήθη δὲ ἀπὸ Ἄλμωπος τοῦ Ποσειδῶνος καὶ Ἕλλης τῆς Ἀθάμαντος. Ἀλωπεκία νῆσος. Στράβων ἑνδεκάτῃ. Ἀξία πόλις Λοκρῶν τῶν Ὀζολῶν, ἀπὸ Ἀξίας τῆς θυγατρὸς Κλυμένου ἢ τοῦ παιδὸς τοῦ Ἀξίου. ἔστι καὶ πόλις Ἰταλίας. Ἀπία· οὕτως οἱ νεώτεροι τὸ Ἄργος. Αἰθιοπία. Εὐριπίδης Ἐρεχθεῖ “Αἰθιοπίαν νιν ἐξέσωσʼ ἐπὶ χθόνα”. Ἀρδία πόλις Ἰλλυρίας, Βαντία πόλις Ἰταλίας. Ἀντία πόλις Ἰταλίας. Ἀνδρία πόλις Ἠλείας καὶ ἑτέρα Μακεδονίας, ὡς Φιλέας ἐν περίπλοις. Ἀλβία ἡ χώρα διὰ τοῦ β. τὰ δὲ ὄρη Ἄλπεια καὶ Ἄλβια. Ἀμαξία πόλις τῆς τραχείας Κιλικίας. Στράβων ιδʹ. Ἀδρία πόλις καὶ παρʼ αὐτὴν κόλπος Ἀδρίας καὶ ποταμὸς ὁμοίως, ὡς Ἑκαταῖος. Ἀτρία πόλις Τυρρηνίας, Διομήδους κτίσμα, χειμῶνος πλεύσαντος καὶ μετὰ τὸ διασωθῆναι καλέσαντος Αἰθρία. καὶ παρεφθάρη παρὰ τοῖς βαρβάροις τὸ ὄνομα. ἔστι καὶ ἄλλη πόλις Βοιῶν, ἔθνους Κελτικοῦ. Ἀραβία ἡ χώρα. Ἀρικία πόλις Λατίνων. Διονύσιος. Ἀρκαδία ἀπὸ τοῦ Ἀρκάς Ἀρκάδος ὡς Τέμμιξ Τέμμικος Τεμμικία. Ἀτροπατία ἡ τῆς Μηδίας δευτέρα μερὶς ἀπὸ τοῦ ἡγεμόνος Ἀτροπάτου. Ἀρρεντία πόλις Ἰταλίας. Ἀρσακία πόλις Μηδίας. Ἀφροδιτία χωρίον Λακωνικῆς. Θουκυδίδης δʹ  <span class="gap">…</span> . Ἀχαιία παρὰ τὸ Ἀχαιός κύριον. ἔστι καὶ λόφος ἐν Καρύστῳ καὶ τόποι διάφοροι. Βερεκυντία χώρα ἀπὸ Βερεκύντου τινός. Βεσκία πόλις Αὐσόνων. Βιθυνία πρὸς τῷ Πόντῳ χώρα ἀπὸ Βιθυνοῦ τοῦ Διὸς καὶ Θρᾴκης τῆς Τιτανίδος, ἣ ἐκ μὲν Διὸς ἔσχε Βιθυνόν, ἐκ δὲ Κρόνου Δόλογκον. Βισαλτία πόλις καὶ χώρα Μακεδονίας ἀπὸ Βισάλτου τοῦ Ἡλίου καὶ Γῆς. Βοιωτία ἀπὸ Βοιωτοῦ Ἰτώνου τοῦ Ἀμφικτύονος. Κάστωρ δὲ ἀπὸ τῆς καθηγησαμένης Κάδμῳ βοὸς λεχθῆναι τὴν χώραν οὕτως. τινὲς δὲ ὡς οὐκ ὄντας ταῖς διανοίαις τοὺς Βοιωτοὺς ἄγαν εὐκινήτους. ἐκαλεῖτο δὲ καὶ Ἀονία καὶ Μεσσαπία καὶ Ὠγυγία. Βουθία πόλις Ἰωνίας. Θεόπομπος δὲ χωρίον φησί. Βουφία κώμη τῆς Σικυωνίας. Ἔφορος εἰκοστῷ τρίτῳ. Βραχία· οὕτως ἡ Ἀραβικὴ θάλασσα ἐκαλεῖτο. ἐκλήθη δὲ διὰ τὸ ἐν αὐτῇ εἶναι βράχη πλεῖστα. Βρεττία νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ἔχουσα Βρέττιον. ἔστι δὲ καὶ Βρεττία χώρα τῶν Βρεττίων. Ἀντίοχος δὲ τὴν Ἰταλίαν πρῶτόν φησι κληθῆναι Βρεττίαν, εἶτα Οἰνωτρίαν. Βρικιννίαι πόλις Σικελίας. Βρουτοβρία πόλις μεταξὺ Βαίτιος ποταμοῦ καὶ Τουρδιτανῶν. δηλοῖ δὲ Βρουτούπολιν. τὸ γὰρ βρία τοῦτο σημαίνει ὡς Πολτυμβρία, Σηλυμβρία. Βρουττία μοῖρα Σικελίας. Βρυστακία πόλις Οἰνωτρῶν. Γαιτουλία χώρα Λιβύης. Γαλατία ἡ χώρα. Γαλλία ἐντὸς Ἄλπεων χώρα. Γεδρωσία χώρα Ἰνδική. Γετία ἡ χώρα τῶν Γετῶν. Γλαυκία πολίχνιον Ἰωνίας. Γουνία χώρα Περραιβίας. γράφεται δὲ καὶ χωρὶς τοῦ υ. Δακία χώρα πλησίον Βορυσθένους. Δαρδανία ἡ χώρα ἣ καὶ Δαρδανική. Δελματία Ἰταλίας χώρα. Δηλία πόλις Καρίας. Δολοπία χώρα. Δρυμία πόλις Φωκίδος. Δρυοπία τῶν Δρυόπων περὶ Τραχῖνα. Ἐλιμία πόλις Μακεδονίας. Στράβων ἑβδόμῳ. ἀπὸ Ἐλύμου τοῦ ἥρωος ἢ ἀπὸ Ἑλένου ἢ ἀπὸ Ἐλύμα τοῦ Τυρρηνῶν βασιλέως. Ἀλέξανδρος δʼ ἐν Εὐρώπῃ Ἐλίμειον φησὶ διὰ μακροῦ τὴν μει συλλαβήν, τὴν δὲ λι διὰ βραχέος ι. Ἐλλοπία χωρίον Εὐβοίας καὶ αὐτὴ ἡ νῆσος ἀπὸ Ἔλλοπος τοῦ Ἴωνος. ἐλέγετο καὶ ἡ περὶ Δωδώνην χώρα Ἐλλοπία, ἧς οἱ οἰκήτορες Ἑλλοί καὶ Σελλοί. ἔστι καὶ πόλις περὶ Δολοπίαν καὶ χώρα περὶ Θεσπιάς. Εἱλωτία ἡ χώρα. Ἐλπία πόλις ἐν Δαυνίοις, κτίσμα Ῥοδίων. Ἐπουία πόλις ἡ νῦν Ἀμβρακία ἡ πρότερον Παραλία. Εὐκρατιδία πόλις Βάκτρων παρὰ τὸν Εὐκρατίδαν. Στράβων ἑνδεκάτῳ. Εὐπαλία πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀρτεμίδωρός φησι. Εὐπατρία πόλις Λυδῶν. Ἠλιδία. Ψωφιδία. Ἠμαθία πόλις καὶ χώρα ἡ νῦν Μακεδονία. Θαμία πόλις Θεσσαλίας. Ῥιανὸς ιδʹ Θεσσαλικῶν καὶ Θαμίεια. Θαυμακία πόλις Μαγνησίας. Ὅμηρος “οἱ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο” ἀπὸ Θαυμάκου τοῦ Ποίαντος πατρός. δευτέρα πόλις κατὰ τὸν Μαλιακὸν κόλπον ἡ καὶ Θαυμακοί. Θεσπρωτία πόλις καὶ χώρα ἔξω τοῦ Ἀμβρακικοῦ κόλπου. Ἰαιτία πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρῳ. Ἰβηρία χώρα ἡ μὲν πρὸς ταῖς Ἡρακλείας στήλαις ἀπὸ Ἴβηρος ποταμοῦ. Ἀρτεμίδωρος ἐν τῇ βʹ τῶν γεωγραφουμένων “ἀπὸ δὲ τῶν Πυρηναίων ὀρῶν ἕως τῶν κατὰ Γάδειρα τόπων καὶ ἐνδοτέρω Ἰβηρία τε καὶ Ἱσπανία καλεῖται. διῄρηται δὲ ὑπὸ Ῥωμαίων εἰς δύο ἐπαρχίας .... διατείνουσα ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἅπασα μέχρι τῆς Καινῆς Καρχηδονίας καὶ τῶν τοῦ Βαίτιος πηγῶν, τῆς δὲ δευτέρας ἐπαρχίας τὰ μέχρι Γαδείρων καὶ Λουσιτανίας”. ἡ δὲ πρὸς Πέρσας. Ἰλαττία πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῳ. Ἰναχία ἡ Πελοπόννησος, οὐ μόνον τὸ Ἄργος, ἀπὸ Ἰνάχου τοῦ ποταμοῦ. Ἰξίαι πληθυντικῶς χωρίον τῆς Ῥόδου ἀπὸ Ἴξου λιμένος. Ἰσινδία χωρίον Ἰωνίας, λέγεται καὶ Ἴσινδα καὶ Ἴσινδος. Κανθηλία πόλις περὶ Καρχηδόνα. λέγεται καὶ Κανθήλη. Ἑκαταῖος Ἀσίᾳ. Κανταβρία χώρα. Στράβων τρίτῃ. Καρπηΐα· οὕτως τινὲς Κάλπην πόλιν Βιθυνίας φασίν. Κεκροπία χώρα. Κορησσία πολίχνιον τῆς Κέω καὶ ἐπίνειον. Κωρυκία ἀκρωτήριον Κρήτης καὶ λιμὴν Αἰθιοπίας. Λυδία ἡ χώρα. Ξάνθος ἐν Λυδιακῶν πρώτῳ. Λυκία ἡ χώρα ἀπὸ Λύκου τοῦ Πανδίονος· ἔστι καὶ Λυκία ἡ πρὸς Κιλικίαν, ἧς ἦρχε Σαρπηδών. Λυρνατία χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλέξανδρος ἐν δευτέρῳ περὶ Λυκίας. Μαγία πόλις Ἰλλυρίας. Μαριαμμία πόλις Φοινίκων. Μακετία μοῖρα Μακεδονίας ὡς Μαρσύας ἐν πρώτῳ Μακεδονικῶν “καὶ τὴν Ὀρεστείαν δὲ Μακετίαν λέγουσιν ἀπὸ τοῦ Μακεδόνος”, ἀλλὰ καὶ τὴν ὅλην Μακεδονίαν Μακετίαν οἶδεν ὀνομαζομένην Κλείδημος ἐν πρώτῳ Ἀτθίδος “καὶ ἐξῳκίσθησαν ὑπὲρ τὸν Αἰγιαλὸν ἄνω τῆς καλουμένης Μακετίας”. Μαστία πόλις πρὸς ταῖς Ἡρακλείαις στήλαις. Μεδυλλία πόλις, Ἀλβανῶν κτίσις, Ῥωμαίων ἄποικος. Διονύσιος γʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. Μελία πόλις Καρίας. Ἑκαταῖος γενεαλογιῶν δʹ. Ναυπλία, πόλις Ἄργους. Στράβων ὀγδόῃ “ἀπὸ τοῦ ταῖς ναυσὶ προσπλεῖσθαι”. Ξιλία πόλις Λιβύης. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. Ὀρεστία τὸ ἥμισυ μέρος Μεγάλης Πόλεως ἀπὸ τῆς τοῦ Ὀρέστου παρουσίας. ἔστι καὶ πόλις ἐν Ὀρέσταις, ἐν ὄρει ὑπερκειμένῳ τῆς Μακεδονικῆς γῆς. καὶ ἄλλη ἐν Ἀρκαδίᾳ. Μελανδία χώρα Σιθωνίας. Θεόπομπος τριακοστῷ τρίτῳ Φιλιππικῶν. Μεσσαπία χώρα Ἰαπυγίας προσεχὴς Τάραντι. Μηδία χώρα ταῖς Κασπίαις παρακεκλιμένη πύλαις. Ἑκαταῖος Ἀσίᾳ. ἀπὸ Μήδου υἱοῦ Μηδείας. Μολορχία πόλις Νεμέας ἀπὸ Μολόρχου τοῦ ξενίσαντος Ἡρακλέα ἀπιόντα ἐπὶ τὸν ἀγῶνα. Μουνυχία λιμὴν Ἀττικῆς ἀπὸ Μονύχου. λέγεται καὶ Μωνυχία. Μοψοπία ἡ Ἀττικὴ ἀπὸ Μόψοπος, Καλλίμαχος. Μυλαντία ἄκρα ἐν Καμίρῳ τῆς Ῥόδου ἀπὸ Μύλαντος τοῦ πρώτου εὑρόντος ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆσιν. Μασαισυλία χώρα Λιβύης προσεχὴς τῇ τῶν Μαυρουσίων. Μυστία πόλις Σαυνιτῶν. Φίλιστος ἑνδεκάτῳ. Ναξία πόλις Καρίας. Ἀλέξανδρος ἐν πρώτῳ περὶ Καρίας. Νομαντία πόλις Ἰβηρίας. Ἰόβας ἐν δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. λέγεται δὲ καὶ διὰ τῆς ου. Νοστία κώμη Ἀρκαδίας. Θεόπομπος τριακοστῷ δευτέρῳ Φιλιππικῶν. Ξουθία πόλις Σικελίας. Φίλιστος τρίτῳ Σικελικῶν. Ὀλβία πόλις Λιγυστική. δευτέρα πόλις ἐν Πόντῳ. τρίτη Βιθυνίας ἀπὸ Ὀλβίας νύμφης. τετάρτη Παμφυλίας, ὡς Φίλων. πέμπτη Ἰβηρίας. ἕκτη Σαρδοῦς. ἑβδόμη Ἰλλυρίας. ὀγδόη Ἑλλησπόντου. ἐνάτη Κιλικίας. Ὀλυμπία ἡ πρότερον Πῖσα λεγομένη. Ὀρτυγία. οὕτως ἐκαλεῖτο ἡ Ἔφεσος. Παμφυλία χώρα προσεχὴς τῇ Ἰσαυρίᾳ. Παλλαντία πόλις Ἰβηρίας. Παραποταμία πόλις Φωκίδος. Πελασγία χώρα τοῦ Ἄργους. οὕτως ἐκαλεῖτο καὶ ἡ Ἀρκαδία, ὡς Νικόλαος πέμπτῃ. Πετηλία πόλις Ἰταλική. Πικεντία πόλις Τυρρηνίας. Φλέγων δὲ Πικεντόν αὐτὴν καλεῖ. Περαντία πόλις Αἰτωλίας. Πισιδία χώρα. Πλακεντία πόλις Λιγύρων. Πορθμία καὶ Πόρθμιον κώμη ἐν τῷ στόματι τῆς Μαιώτιδος λίμνης. Πραιτετία χωρίον ἐπὶ τοῦ Ἀδρίου. Πτυχία νῆσος παρὰ τῇ Κερκύρα. Ῥοδία πόλις Λυκίας. Ῥοδουντία χωρίον πλησίον Οἴτης. Ῥοιτία πόλις Βάκτρων. Ῥωμυλία τῶν ἐν Ἰταλίᾳ Σαυνιτῶν πόλις. Σαββατία κώμη Κελτική. Σαγαρτία χερρόνησος παρὰ τῇ Κασπίᾳ θαλάσσῃ. Σαλλεντία πόλις Μεσσαπίων. Σαρματία ἡ χώρα. Σαμυλία πόλις Καρίας Μοτύλου κτίσμα τοῦ τὴν Ἑλένην καὶ Πάριν ὑποδεξαμένου. Σερμυλία πόλις παρὰ τὸν Ἄθω, ὡς Ἑκαταῖος. Σητία πόλις Ἰταλίας Σινδία πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. Σιντία πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ὡς Εὔδοξος ἐν τετάρτῳ γῆς περιόδου. Σκυθία. Σκυφία πολίχνιον Κλαζομενίων, ὡς Ἔφορος ἐν τρίτῳ “ἐν Σκυφίᾳ κατῴκει”. τινὲς δὲ διὰ τοῦ π. Σουματία πόλις Ἀρκαδίας. γράφεται δὲ καὶ διὰ διφθόγγου Σουμήτεια. Στρυβία νῆσος τῶν Σποράδων. Συΐα πόλις μικρὰ Κρήτης. Ταρχία πόλις Σικελική. Φίλιστος ἑβδόμῳ Σικελικῶν. Τερβητία πόλις Σικελίας. Τορρηβία Καρίου μήτηρ. Τραγία νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ πόλις ἐν Νάξῳ. Εὔπολις διὰ τοῦ ε γράφει καὶ πληθυντικῶς Τραγεαί. Τραλλία μοῖρα τῆς Ἰλλυρίας. λέγεται καὶ Τραλλική καὶ Τράλλα. Τριφυλία ἡ Ἦλις. Τρωγιλία τῆς Μυκάλης, ἣ λέγεται καὶ Τρωγίλιον. Ὑαντία πόλις Λοκρῶν. Ὑδραμία πόλις Κρήτης ὡς Ξενίων ὁ τὰ Κρητικὰ γράψας. Φαβία πόλις Κελτογαλατῶν κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. Φαβεντία πόλις Ἰταλίας. Φημίαι πόλις τῆς Ἀρναίας ἀπὸ Φημίου τοῦ Ἄμπυκος. Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Φοιβία πόλισμα Σικυωνίων. Φοιτίαι πόλις Ἀκαρνανίας ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυσκία πόλις Λυκίας ἐφʼ ὑψηλοῦ ὄρους κειμένη. Χαλδία χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων “τὴν .... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία”. καὶ Ἑκαταῖος “Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν”. Χηνοβοσκία πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν Χηνοβόσκιον “ἀντικρὺ δὲ τοῦ Διοσπολίτου νομοῦ Χηνοβόσκιον, μηδὲν εἰς τὴν προσηγορίαν ἐμφέρουσα· νομὰς γὰρ χηνῶν οὐκ ἂν ἴδοι τις, ὑπερβάλλουσαν δὲ τὴν περὶ κροκοδείλους σπουδήν”. Χλαμυδία· οὕτως ἐκαλεῖτο Δῆλος. Χορασμία πόλις πρὸς ἕω Πάρθων. Ἑκαταῖος Ἀσίας περιηγήσει “ἐν αὐτοῖσι πόλις Χορασμίη”. Ὠγυγία νῆσος ἀρχαία, ἔνθα Ὀδυσσεὺς ἐκ τοῦ ναυαγίου ἐξερρίφη. λέγεται καὶ ἡ Βοιωτία καὶ ἡ Θήβη Ὠγυγία ἀπὸ Ὠγύγου υἱοῦ Τερμέρας. ἐλέγετο καὶ ἡ Ἀττικὴ πᾶσα Ὠγυγία, ὡς Χάραξ φησὶν ἐν τοῖς χρονικοῖς. Ὠστία πόλις Ἰταλίας. Ἰόβας ἐν πρώτῳ Ῥωμαϊκῆς ἱστορίας “ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τίβερις, Ὠστία πόλις πλησίον”. καὶ Πολύβιος ἕκτῳ “ἔκτισε δὲ καὶ πόλιν Ὠστίαν ἐπὶ τοῦ Τιβέριδος”. ἐκτίσθη δʼ ὑπὸ Μαρκίου βασιλέως, τοῦ ἀπὸ Νουμᾶ τρίτου, ὡς Διονύσιός φησιν ἐν Ῥωμαϊκῇ ἀρχαιολογίᾳ. Στράβων δὲ ἐν τῷ εʹ οὕτω φησὶν οὐδετέρως “τὰ Ὤστια τῆς Ῥώμης ἐπίνειον”. Οὕτω καὶ Στρατία Ἀρκαδικὴ πόλις ἀπὸ τῆς θυγατρὸς Φενεοῦ ὀνομασθεῖσα βαρύνεται. Ὅμηρος “Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην” εἰς ἰδιότητα. τὸ γὰρ δηλωτικὸν τοῦ συστήματος τοῦ στρατοῦ μετὰ τῆς αὐτῆς γραφῆς ὀξύνεται. τὸ δὲ ἀξίωμα ἡ στρατεία καὶ διὰ διφθόγγου καὶ βαρύνεται. τὸ δὲ Πλωθιά δῆμος Αἰγηΐδος φυλῆς, Ἁμαξαντιά δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, Ἑρχιά δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Ἑρχίου τοῦ ξενίσαντος Δήμητραν, Κρωπιά δῆμος τῆς Λεοντίδος φυλῆς, Ἀνδροτίων δὲ Κρῶπάς φησι τὸν δῆμον, Λακιά δῆμος τῆς Οἰνηΐδος φυλῆς, Αἰγιλιά δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ὀνόματα δήμων ὀξύνεται, μεθʼ ὧν καὶ Κωπιαί, ὡς ὕστερον Θούριοι πόλις Ἰταλίας ἐκαλεῖτο. ὡσαύτως δὲ ὀξύνονται καὶ τὸ πυρκαϊά καὶ ἐσχατιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῦντα.

Τὰ διὰ τοῦ εια γινόμενα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων παροξύνεται, ἑρμηνεία, βασιλεία, δουλεία, κολακεία, ῥητορεία, ἱκετεία, περισσεία, μοιχεία, πορνεία, ἀλαζονεία, εἰρωνεία, πραγματεία, προφητεία, ξενιτεία, ἀλητεία, ἀριστεία, βουλεία, γοητεία, δυναστεία, λαγνεία, νηστεία, λῃστεία, θεραπεία, ξυλεία, τοξεία, ὁπλιτεία, στρατοπεδεία, πολιτεία, τερατεία, πρεσβεία, δεσποτεία, ὑδρεία, ἡνιοχεία, μαστροπεία, παιδεία ἡ παίδευσις, παιδιά δὲ τὸ παίγνιον, τὸ δὲ παρειά καὶ φορβειά καὶ φορειά ὁ βόρβορος καὶ στελειά ὀξύνονται· οὐ γὰρ ἀπὸ τῶν διὰ τοῦ ευω καὶ ἐπὶ οὐσίας τίθενται. τὸ δὲ ἀρειά ἡ ἀπειλή παράλογόν ἐστι καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὸν χρόνον· οὔτε γὰρ ὀξύνεσθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ α· τὰ γὰρ διὰ τοῦ εια ὀξυνόμενα ἐκτείνοντα τὸ α ἐπὶ οὐσιῶν λαμβάνεται οἷον παρειά “παρειάων ἁπαλάων”, φορβειά· σημαίνει δὲ τὸ περιστόμιον. εἰ οὖν τὸ ἀρειά οὐ τίθεται ἐπὶ οὐσίας, ἀλλʼ ἐπὶ πράγματος, τὴν γὰρ ἀπειλὴν σημαίνει, δηλονότι οὔτε ὀξύνεσθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ α, ἀλλʼ ἡμάρτηται, ὡς εἴρηται· ἐπὶ δὲ τοῦ φυτοῦ ἀρία διὰ τοῦ ι καὶ παροξύνεται “χήτει τοι πρινῆς ἀρίας ποιούμεθα γόμφους” ὡς παρʼ Εὐπόλιδι.

`3,1.292`

Τὰ διὰ τοῦ ια μακρὸν τὸ α ἔχοντα παροξύνεται, ἀνία ἡ λύπη ἡ ἄνευ ἰάσεως, φιλία, πενία, ξενία, κακία, κοπία, μανία, γωνία, ἀγλαΐα, σοφία, ὑπερηφανία, εὐκαιρία, ἀεργία, προεδρία, συνεδρία, φιλανθρωπία, ἀσωτία, ἐμπορία, παρθενία, συνοδία, φιλοπτωχία, εὐχαριστία, ἡγεμονία, κηδεμονία, ἁρμονία, εὐωδία, δυσωδία, εὐφυΐα, ἀφυΐα, εὐτυχία, τριετία, εὐσεβία, ὃ καὶ εὐσέβεια, ἀμελία καὶ ἀμέλεια, συνηθία καὶ συνήθεια, κακοηθία καὶ κακοήθεια, αὐθαδία καὶ αὐθάδεια, τὸ δὲ ἀμαθία διὰ βραχέος ι γράφεται, τὸ δὲ ἀνδρεία διὰ τῆς ει διφθόγγου γράφει ἡ παράδοσις.

Τὰ ἀπὸ τῶν εἰς ις διὰ τοῦ ια γινόμενα παροξύνεται, κόνις κόνιος κονία, ᾗ ἔγκειται ἡ κόνις, Κύπρις Κύπριος Κυπρία.

Τὰ διὰ τοῦ ια παρὰ μελλόντων γινόμενα παροξύνεται, ὀρέξω ἀνορεξία, πέψω ἀπεψία, δώσω δοσία, προδώσω προδοσία, πανδοσία· ἔστι δὲ καὶ Πανδοσία φρούριον Βρεττίων ἐρυμνὸν τρικόρυφον, περὶ ὃ ἐφθάρη Ἀλέξανδρος ὁ Μολοττός, ἀπατηθεὶς ὑπὸ χρησμοῦ τοιούτου “Πανδοσίη τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις”. ἔδοξε γὰρ πολεμίων, οὐκ οἰκείων φθορὰν δηλοῦσθαι. ἔστι δὲ καὶ πόλις Θεσπρωτίας. θεοδοσία καὶ Θεοδοσία Ταυρικὴ πόλις παραλία. Στράβων ζʹ. θύσω θυσία, ἄξω ἀξία, θήσω θεσία “πῇ δὴ συνθεσίαι τε”, ἥσω ἑσία καὶ ἐξεσία “τῶν ἕνεκʼ ἐξεσίην”, λούσω λουσία ἀλουσία, ἕξω ἑξία εὐεξία, τὸ δὲ “πᾶσά τοι ἔσθʼ ὑποδεξίη” ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ ι. ἀγνοίᾳ μέντοι τἀκριβοῦς διὰ τοῦ ει διφθόγγου τὴν γραφὴν ποιοῦνται, καὶ οὕτως ἔχει ἡ τῶν ἀντιγράφων.

`3,1.293–3,1.294`

Τὰ εἰς σια τὸ α μακρὸν ἔχοντα βαρύνεται, ἀθανασία, διχοστασία, προστασία, ἱκεσία, Ἀρσυσία χώρα τῶν Ψύρων καὶ Χίου τραχεῖα καὶ ἀλίμενος ὅσον σταδίων τριάκοντα, οἶνον ἄριστον ἔχοντα καλούμενον Ἀρσυηνόν, οὗ μέμνηται Στράβων ιδʹ. Ἀστερουσία ὄρος Κρήτης πρὸς τὸ νότιον μέρος ἀποβλέπον εἰς θάλασσαν, ἀφʼ οὗ καὶ πόλις περὶ τὸν Καύκασον Σινδικὴ Ἀστερουσία κέκληται, Κρητῶν ἀποικίας ἐκεῖ σταλείσης. Γυμνησίαι δύο νῆσοι περὶ τὴν Τυρσηνίδα. Λυκόφρων

  
οἱ δʼ ἀμφικλύστους χοιράδας Γυμνησίας  
  
σισυρνοδῦται καρκίνοι πεπλωκότες  
  
ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον.  
Κορησσία πολίχνιον τῆς Κέω. Κραβασία πόλις Ἰβήρων. Ἑκαταῖος Εὐρώπῃ. Δελφουσία πόλις Ἀρκαδίας ὡς Ἀνδροτίων ἐν βʹ Ἀτθίδος. Διονυσία πόλις Ἰταλίας. Δονουσία νῆσος μικρὰ Ῥόδου, εἰς ἣν Διόνυσος ἐξ Νάξου τὴν Ἀριάδνην μετεκόμισε τοῦ πατρὸς Μίνω διώκοντος αὐτήν. ἔοικε οὖν Διονυσία εἶναι καὶ κατὰ παραφθορὰν Δονουσία. Μασσία χώρα παρακειμένη τοῖς Ταρτησσίοις. Ἑκατησία· οὕτως ἡ Ἰδριὰς πόλις ἐκαλεῖτο Καρίας. Μολοσσία ἡ χώρα τῆς Ἠπείρου. Μυσία ἡ χώρα καὶ πόλις. Λυδοὶ δὲ τὴν ὀξύην μυσόν φασι. Νικασία νησίδιον μικρὸν πλησίον Νάξου. Παρρασία πόλις Ἀρκαδίας. Ὅμηρος “Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο” ἀπὸ Παρράσου ἑνὸς τῶν Λυκάονος παίδων. Χάραξ δὲ κτίσμα Πελασγοῦ ἐν πρώτῳ χρονικῶν οὕτως “Πελασγὸς Ἀκέστορος παῖς τοῦ Ἐκβάσου τοῦ Ἄργου μετοικήσας εἰς Ἄργους εἰς τὴν ἀπʼ ἐκείνου μὲν τότε Πελασγίαν, ὕστερον δὲ Ἀρκαδίαν ἐβασίλευσεν ἔτη εἰκοσιπέντε καὶ πόλιν Παρρασίαν ἔκτισε”. Νικάνωρ δὲ Παρβασίαν φησὶν αὐτὴν κεκλῆσθαι διὰ τὴν Λυκάονος εἰς τὸν Δία παρανομίαν. Πειρασία πόλις Μαγνησίας. λέγεται καὶ Πειρεσία. Περουσία πόλις Τυρρηνῶν. γράφεται δὲ διχῶς καὶ διὰ τοῦ ο καὶ δίχα αὐτοῦ. Πρυμνησία πόλις Καρίας, ἣν ἔκτισε Μίμαιθος Ῥαδανουσία πόλις Μασσαλίας. Ῥοδανουσία πόλις ἐν Μασσαλίᾳ. Ταυρασία πόλις Ἰταλίας. Χαδισία πόλις Λευκοσύρων. Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ “ἡ δὲ Θεμισκύρη πεδίον ἐστὶν ἀπὸ Χαδισίης μέχρι Θερμώδοντος”. Μένιππος δὲ Χαδίσιον κώμην καὶ ποταμὸν ἐν περίπλῳ τῶν δύο Πόντων φησίν “ἀπὸ τοῦ Λυκάστου εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδια ἑκατὸν πεντήκοντα, ἀπὸ Χαδισίου ἐπὶ τὸν Ἶριν ποταμὸν στάδια ἑκατόν”. Χαλισία πόλις Λιβύης. Ἔφορος ἐν τῷ εʹ “ἀναχθέντι δʼ ἀπὸ τούτων πόλις ὀνομαζομένη Χαλισία”. Χαρισίαι πόλις Ἀρκαδίας ἀπὸ Χαρισίου παιδὸς Λυκάονος. Παυσανίας ὀγδόῳ “ὠνομάσθησαν δὲ καὶ ἀπὸ Κρώμου Κρῶμοι καὶ Χαρισίαι Χαρίσιον ἔχουσαι οἰκιστήν”. Χορσία πόλις Βοιωτίας. Παυσανίας ἐνάτῳ “ἐκ δὲ Κυρτώνων ὑπερβάλλοντι τὸ ὄρος πόλισμά ἐστι Χορσίας”. Ὠρισία πόλις Ἰβηρίας. Λαμουσία ἡ παρὰ Λάμον ποταμὸν Κιλικίας χώρα, ὡς Ἀλέξανδρος ὁ πολυΐστωρ ἐν πρώτῳ Λυκιακῶν. Λευκωσία νῆσος μία τῶν Σειρηνουσῶν. Σελλασία πόλις Λακωνική. Θεόπομπος ἐν τετάρτῳ Ἑλληνικῶν. Ἀμαθουσία. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Κυπαρισσία πόλις τῆς Τριφυλίας. Θηρασία νῆσος ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ Κυρηναίας, τὸ α μακρὸν “μεταξὺ τῆς Θήρας τε καὶ Θηρασίας”. Ἀραχωσία πόλις οὐκ ἄπωθεν Μασσαγετῶν Στράβων ἑνδεκάτῃ ἥτις καὶ Κωφήν ἐκαλεῖτο. Δρεσία πόλις Φρυγίας. Καλησία πόλις Αὐσονική. Διονύσιος τρισκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Καρπασία πόλις Κύπρου, ἣν Πυγμαλίων ἔκτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπριακοῖς. ἔστι καὶ νῆσος Καρπασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐτήν φησι. Δημήτριος δʼ ὁ Σαλαμίνιος Καρβασίαν φησίν, ὅτι πρὸς τὸν καλούμενον κάρβαν ἄνεμον κεῖσθαι δοκεῖ. Μαγνησία πόλις παρὰ τῷ Μαιάνδρῳ καὶ χώρα ἀπὸ Μάγνητος. Ὑπερασία πόλις Ἀχαΐας. “οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν”. Ὅμηρος. κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηΐδος. καὶ πόλις Σικελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. Ῥυσία πόλις Βοιωτίας. Φαλαισίαι πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. Ἀσία πόλις Λυδίας παρὰ τῷ Τμώλῳ, ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα, διὸ καὶ Ἀσιὰς ἐκλήθη. καὶ Ἀσία ἡ ἤπειρος· οἱ μὲν ἀπὸ πόλεως Λυδίας, οἱ δὲ ἀπὸ Ἀσίου τοῦ Λυδοῦ ἢ ἐκ τῆς Προμηθέως γυναικὸς ἢ ἀπὸ τοῦ πολλὴν ἄσιν ἔχειν τουτέστιν ἰλύν. ἔστι καὶ Ἀσία νῆσος Αἰθιοπίας. εἴ τι δὲ ὀξυνθῇ, ὄνομα δήμου ἐστὶν ἢ περιεκτικὸν ὑπάρχει. τὸ μὲν προστασιά καὶ πρασιά καὶ τρασιά ὁ τόπος ὅπου ξηραίνονται τὰ σῦκα, καὶ αἱμασιά ὡς ἔννοιαν περιεκτικῶν ἔχοντα ὀξύνεται. τὸ δὲ Κηφισιά καὶ Ἐπικηφισιά δῆμος τῆς Οἰνηΐδος φυλῆς καὶ Ὑσιά καὶ Λουσιά δῆμος τῆς Οἰνηΐδος φυλῆς ἀπὸ Λουσίας μιᾶς τῶν Ὑακίνθου θυγατέρων, καὶ Πρασιαί δῆμος Πανδιονίδος φυλῆς—ἔστι καὶ Λακωνικὸν πολίχνιον—ὀνόματα δήμων, μεθʼ ὧν καὶ Βρασιαί πόλις Λακωνικὴ—Παυσανίας τρίτῳ καὶ Βρυσιαί πόλις Ἤλιδος.

`3,1.295–3,1.298`

Τὰ διὰ τοῦ νια μακρὸν ἔχοντα τὸ α βαρύνεται, κονία, πενία, γειτονία, μανία, γωνία, ξενία, ἀνία, ἁρμονία, ταινία, ἀκρωνία τὸ σύστημα καὶ ἄθροισμα ὡς Αἰσχύλος “ἠδʼ ἀκρωνία κακοῦ—λευσμόν τε”. Χιτωνία· οὕτως ἡ Ἄρτεμις ἐλέγετο, ὡς Παρμένων ὁ Βυζάντιος καὶ Ἐπίχαρμος ἐν Σφιγγί “καὶ τὸ τᾶς Χιτωνίας αὐλησάτω τίς μοι μέλος”. Ἀζανία μέρος τῆς Ἀρκαδίας. λέγεται καὶ Ἀζηνία. Εὔδοξος ἐν ἕκτῃ γῆς περιόδου φησίν· “ἔστι κρήνη τῆς Ἀζηνίας, ἣ τοὺς γευσαμένους τοῦ ὕδατος ποιεῖ μηδὲ τὴν ὀσμὴν τοῦ οἴνου ἀνέχεσθαι, εἰς ἣν λέγουσι Μελάμποδα, ὅτε τὰς Προιτίδας ἐκάθαιρεν, ἐμβαλεῖν τὰ καθάρματα”. ἔστι δὲ καὶ Μασσαλίας ἄλλη, ὡς Φίλων. Ἀθαμανία χώρα Ἰλλυρίας, οἱ δὲ Θεσσαλίας. Αἱμονία ἡ Θετταλία ἀπὸ Αἵμονος. εἰσὶ δὲ καὶ Αἱμονιαί πόλις Ἀρκαδίας ἀπὸ Αἵμονος τοῦ Λυκάονος παιδός, ὡς Παυσανίας ὀγδόῳ περιηγήσεως Ἑλλάδος. Ἀκαρνανία χώρα κεχωρισμένη τῶν Κουρήτων πρὸς τῷ Ἀχελῴῳ. Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυΐστωρ ἐν τρίτῳ περὶ Φρυγίας. κτίσαι δὲ αὐτὴν Ἄκμονα τὸν Μάνεω. λέγεται καὶ Ἀκμόνεια. Ἀλβανία χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν. Ἀμαζονία πόλις Μεσσαπίας. Ἀμμωνία ἡ μεσόγειος Λιβύη. καὶ αὐτὴ δὲ πᾶσα ἡ Λιβύη οὕτως ἐκαλεῖτο ἀπὸ Ἄμμωνος. Ἀμυθαονία μοῖρα τῆς Ἤλιδος ἀπὸ Ἀμυθάονος τοῦ Κρηθέως, ὡς Ῥιανός. Ἀπολλωνία. αʹ πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατʼ Ἐπίδαμνον. βʹ ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσῷ, ἀποικία Μιλησίων καὶ Ῥοδίων. γʹ Μακεδονίας. δʹ πόλις Λιβύης. εʹ ἐν νήσῳ τῆς Ἀκαρνανίας, μία τῶν Ἐχινάδων. ϛʹ ἐν Κρήτῃ πρὸς τῇ Κνωσσῷ. ζʹ πλησίον Ἀλοντίνων καὶ Καλῆς ἀκτῆς. ηʹ Μυσίας. θʹ πόλις Μυσίας ἐπὶ Ῥυνδάκῳ ποταμῷ. ιʹ κατὰ Θυάτειρα καὶ Ἔφεσον. ιαʹ Φωκίδος, ἣν Ὅμηρος Κυπάρισσόν φησι διὰ τὸ πολλὰς ἔχειν κυπαρίσσους, ὡς Δίδυμος. ιβʹ περὶ τὴν κοίλην Συρίαν. ιγʹ κατὰ Ἰόπην. ιδʹ τῆς Μεσοποταμίας. ιεʹ Λιβύης, ἣ Κυρήνη ἐκαλεῖτο. ιϛʹ Λυδίας. ιζʹ Πισιδίας ἡ πρότερον Μορδιάειον. ιηʹ Φρυγίας, ἡ πάλαι Μάργιον. ιθʹ ἐν Σίφνῳ τῇ νήσῳ. κʹ Συρίας κατʼ Ἀπάμειαν. καʹ νῆσος πρὸς τῇ Λυκίᾳ. κβʹ τῶν ἐπὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν. κγʹ Κρήτης ἡ πάλαι Ἐλεύθερνα Λίνου πατρίς. κδʹ ἐν Αἰγύπτῳ. κεʹ μεταξὺ Βαβυλῶνος καὶ Σούσων. Ἀρμενία χώρα πλησίον τῶν Περσῶν ἀπὸ Ἀρμένου τοῦ Ῥοδίου, ὡς Ἀντίπατρος ἐν τρίτῳ περὶ Ῥόδου. Ἀσκανία πόλις Τρωική. Νικόλαος τετάρτῃ ἱστοριῶν “Σκαμάνδριος Ἕκτορος καὶ Ἀνδρομάχης ἐκ τῆς Ἴδης καὶ τοῦ Δασκυλείου καὶ τῆς Ἀσκανίας καλουμένης, ἣν ἔκτισεν ὁ Αἰνείου παῖς Ἀσκάνιος” .... οὐ μόνον δὲ ἡ λίμνη, ἀλλὰ καὶ ἡ χώρα δισσὴ καὶ ὁμώνυμος, ἡ μὲν Φρυγίας, ἡ δὲ Μυσίας, ἀμφοτέρων δὲ μνημονεύει ὁ ποιητής, τῆς Φρυγίας μὲν “Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλʼ ἐξ Ἀσκανίης”, τῆς δὲ Μυσίας “οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί”. Ἀχαιμενία ἡ Περσικὴ μοῖρα ἀπὸ Ἀχαιμένους υἱοῦ Περσέως. λέγεται καὶ Ἀχαιμένιον. Ἀνδανία πόλις Μεσσήνης ὁμώνυμος τῇ χώρᾳ. οὕτω γὰρ καὶ ἡ Μεσσήνη Ἀνδανία ἐκαλεῖτο, ἣν οἰκῆσαί φασί τινας τῶν Κρεσφόντου καὶ οὕτως καλέσαι διὰ τὸ μὴ ἁνδάνειν αὐτοῖς. Ἀτιντανία μοῖρα Μακεδονίας ἀπὸ Ἀτιντᾶνος υἱοῦ Μακεδόνος. Αὐσονία ἡ χώρα. Ἰωνία. οὕτως ἡ Ἀττικὴ πρότερον ἀπὸ Ἴωνος τοῦ Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ἐρεχθέως. “οὕτω μὲν οἱ Ἀθηναῖοι. ἐν μέντοι Δωριεῦσιν Αἰτωλοί, ἐν δὲ Αἰολεῦσι Βοιωτοί, ἐν δὲ τοῖς Ἴωσιν Ἀθηναῖοι”. Βαγαδαονία μοῖρα Καππαδοκίας νοτιωτάτη. Βιστονία πόλις Θρᾴκης ἀπὸ Βιστόνος τοῦ Ἄρεος καὶ Καλλιρρόης τῆς Νέστου. Γαστρωνία χώρα Μακεδονίας. Θεόπομπος νδʹ. Γερηνία πόλις Μεσσηνίας, ἔνθα, φασί, Νέστωρ ὁ Πύλιος ἐτράφη ἢ φυγὰς ἤχθη. ἀπὸ εὐθείας τῆς ἡ Γέρηνος. Γορδυνία πόλις Μακεδονίας. Ἠσιονία ἡ Σάρδεων χώρα ἡ καὶ Ἀσία. Μαιονία ἡ Λυδία ἀπὸ Μαίονος ποταμοῦ τοῦ περὶ τὴν Ἀχαιίδα ῥέοντος ἢ ἀπὸ Μαίονος τοῦ οἰκιστοῦ. Κατταβανία κατοικία τῆς εὐδαίμονος Ἀραβίας. Στράβων ἑκκαιδεκάτῃ “φέρει δὲ λιβανωτὸν ἡ Κατταβανία, σμύρναν δὲ ἡ Χατραμωτῖτις”. Κυδωνία πόλις Κρήτης ἡ πρότερον Ἀπολλωνία ἀπὸ Κύδωνος τοῦ Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρός. δευτέρα Σικελίας. τρίτη Λιβύης. Λακινία ἡ χώρα. Μακεδονία ἡ χώρα ἀπὸ Μακεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος ὥς φησιν Ἡσίοδος ὁ ποιητής

  
ἡ δʼ ὑποκυσαμένη Διὶ γείνατο τερπικεραύνῳ  
  
υἷε δύω, Μάγνητα Μακεδόνα θʼ ἱππιοχάρμην,  
  
οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματʼ ἔναιον.  
ἄλλοι δʼ ἀπὸ Μακεδόνος τοῦ Αἰόλου, ὡς Ἑλλάνικος ἱερειῶν τρίτῃ τῶν ἐν Ἄργει “καὶ Μακεδόνος τοῦ Αἰόλου οὕτω νῦν Μακεδόνες καλοῦνται, μόνοι μετὰ Μυσῶν τότε οἰκοῦντες”. Κεβρηνία χώρα τῆς Τρῳάδος ἀπὸ Κεβρῆνος ποταμοῦ, ἄλλοι δὲ ἀπὸ Κεβριόνου τοῦ Πριάμου. Μαραθωνία πόλις Θρᾴκης οὐκ ἄπωθεν Ἀβδήρων. Κρητινία τόπος Ῥόδου. Καυλωνία πόλις Ἰταλίας, ἣν Αὐλωνίαν Ἑκαταῖος καλεῖ διὰ τὸ μέσην αὐλῶνος εἶναι. ἀπὸ γὰρ τοῦ αὐλῶνος Αὐλωνία ὕστερον μετωνομάσθη Καυλωνία ὡς ἀπὸ Μετάβου ἥρωος Μεταπόντιον καὶ Ἐπίδαυρος Ἐπίταυρος καὶ αἱ Κλαζομεναί Πλαζομεναί. ἔστι δὲ καὶ ἄλλη Σικελίας. ἔστι δὲ καὶ ἄλλη Λοκρῶν. Καταονία μοῖρα ἐσχάτη τοῦ Ταύρου. Στράβων δὲ Καππαδοκίας ταύτην φησίν. Κοινία μία τῶν Ἀμαζόνων. Ἰουερνία νῆσος Πρεττανική. Βονωνία πόλις Ἰταλίας. Ἱσπανία ἀπὸ Ἱσπάνου γίγαντος οὕτω λεγομένου δύο τῆς Ἰταλίας ἐπαρχίαι ἡ μὲν μεγάλη ἡ δὲ μικρά. ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ χρονικῶν “ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇ ἔξω Λουσιτανῶν πάλιν ἀποστάντων ἐπέμφθη ὑπὸ Ῥωμαίων στρατηγὸς ἐπʼ αὐτοὺς Κΰιντος”. ὁ αὐτὸς ὁμοῦ ὑπὲρ τῶν δύο “Κύιντος ὁ τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις ταῖς Ἱσπανίαις, ἡσσώμενος δὲ ὑπὸ Οὐιριάθου σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο”. ταύτην κεκλῆσθαί φησιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ “τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτα Ἰβηρίαν ἐκάλουν, οὔπω ξύμπαντος τοῦ ἔθνους τὴν προσηγορίαν μεμαθηκότος, ἀλλʼ ἀπὸ μέρους τῆς γῆς, ὅ ἐστι πρὸς ποταμὸν Ἴβηρα, Ἰβηρίαν καὶ ἀπʼ ἐκείνου ὀνομάζονται, τὴν πᾶσαν οὕτω καλοῦντες. ὕστερον δέ φασιν αὐτὴν μετακεκλῆσθαι Πανίαν”. Καμμανία μοῖρα Θεσπρωτίας. μετωνομάσθη δὲ Κεστρινία. Γρηστωνία χώρα Θρᾴκης πρὸς τῇ Μακεδονίᾳ. Θουκυδίδης δευτέρᾳ. Δαρδανία· οὕτω πρότερον ἐκαλεῖτο ἡ Σαμοθρᾴκη· καὶ Δαρδανία χώρα Τρῳάδος, ἣ Τευκρὶς πρότερον ἐκαλεῖτο. Δαρσανία πόλις Ἰνδική. Διωνία πόλις, ἣν συγκαταλέγει ταῖς Κυπρίαις πόλεσι Θεόπομπος πεντεκαιδεκάτῃ Φιλιππικῶν. Ἐλινία χώρα Θεσπρωτίας. Ζειρηνία πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν γʹ. Ζηρανία χώρα Θρᾴκης. Ἔφορος εἰκοστῷ ἑβδόμῳ. Καρμανία χώρα τῆς Ἰνδικῆς. Στράβων πεντεκαιδεκάτῃ. Καρνία πόλις Ἰωνίας. Νικόλαος τετάρτῳ. Κρημνία· οὕτως πρότερον ἐκαλεῖτο Γόρτυν πόλις Κρήτης. Θυνία ἡ χώρα τῶν Θύνων. Καστανία πόλις πλησίον Τάραντος. Κηφηνία ..... Χθονία· οὕτως καλεῖται ἡ Κρήτη. Λουσιτανία ὅμορος τῆς Βαιτίκης. Λυκαονία χώρα Λυκίας τε καὶ Ἰσαυρίας. Μαριανδυνία χώρα τοῦ Πόντου. Εὔπολις Χρυσῷ γένει “ὁρῶ. θεῶ νῦν τήνδε Μαριανδυνίαν”. ἀπὸ Μαριανδυνοῦ τινος Αἰολέως. Μαυριτανίαι δύο, ἡ μὲν Τιγγιτανή, ἡ δὲ Καισαρησία. Μιλωνία πόλις Σαυνιτῶν ἐπιφανεστάτη. Διονύσιος ιζʹ. Μυγδονία μοῖρα Μακεδονίας καὶ ἑτέρα Φρυγίας τῆς μεγάλης. ἀπὸ Μυγδόνος. ἐλέγετο καὶ Μυχθονία. Μυονία πόλις Φωκίδος. Παυσανίας ιʹ. λέγεται καὶ Μύων. Μυρμιδονία χώρα τῶν Μυρμιδόνων· οὕτω γὰρ ἡ Αἴγινα ἐκλήθη. Ναρνία πόλις Σαυνιτῶν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Νάρνου, ὡς Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Νικωνία πόλις ἐν τῷ Πόντῳ πρὸς ταῖς ἐκβολαῖς τοῦ Ἴστρου. Στράβων ἑβδόμῃ. Ξιφωνία πόλις Σικελίας. Θεόπομπος Φιλιππικῶν τριακοστῷ ἐνάτῳ. Ξυνία πόλις Θεσσαλίας. Πολύβιος ἐνάτῳ. Παιονία. Πανία ἐπίνειον Κιλικίας περὶ τὸ Ἀλήιον πεδίον. οὕτως ἐκαλεῖτο καὶ ἡ Ἀρκαδία. Παρθενία κώμη Πόντου πλησίον καὶ Σάμος πρότερον ἐκλήθη Παρθενία. Παφλαγονία ἀπὸ Παφλαγόνος τοῦ Φινέως παιδός. Πελαγονία χώρα Σικελίας. Πηλαγονία μοῖρα Μακεδονίας. Πολυρρηνία πόλις Κρήτης ἀπὸ τοῦ πολλὰς ῥῆνας τουτέστι πρόβατα ἔχειν. Ποσειδωνία πόλις Ἰταλίας. Ποτιδανία πόλις Αἰτωλίας. Ῥιζηνία πόλις Κρήτης. Ῥιθυμνία πόλις Κρήτης. Σατορνία ἡ Ἰταλία πρῶτον ἐκαλεῖτο. Σιγνία πόλις Ἰταλίας, ὡς Στράβων πέμπτῃ. Σιδωνία πόλις Τρῳάδος. Σιθωνία μέρος Θρᾴκης. Σικανία ἡ περίχωρος Ἀκραγαντίνων. Τελχινία πρότερον ἡ Σικυὼν ἐκαλεῖτο καὶ ἡ Κρήτη. Σιωνία πόλις Ποντική. Ταρκυνία πόλις Τυρρηνίδος ἀπὸ Τάρκωνος. Κρανία· οὕτως ἐκαλεῖτο Ταρσὸς ἀπὸ κρανίου. Ὑττηνία πρότερον ἐκαλεῖτο τετράπολις τῆς Ἀττικῆς. Τευθρανία Μυσίας πόλις ἀπὸ Τεύθραντος. Τιβαρηνία χώρα πρὸς τῷ Πόντῳ πρόσοικος Χάλυψι καὶ Μοσσυνοίκοις. Τουρδητανία χώρα τῆς Ἰβηρίας, ἣ καὶ Βαιτίκη καλεῖται παρὰ τὸν Βαῖτιν ποταμόν. Ἀρτεμίδωρος δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ. Σαρωνία ἐκαλεῖτο Τροιζήν. Τυρρηνία χώρα πρὸς τῷ Ἀδρίᾳ. ἔστι καὶ Τυρρηνία πόλις, ἣ λέγεται καὶ Τυρρηνή. Ὑρκανία πόλις Θρᾴκης. Χαονία μέση τῆς Ἠπείρου. Χαττηνία χώρα τρίτη Γερραίων. Πολύβιος ιγʹ “ἔστι δʼ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὔκαιρον τῶν Γερραίων. οὗτοι γὰρ αὐτὴν νέμονται”. ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. Χωνία χώρα Οἰνωτρῶν. Λυκόφρων “ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν”. —τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι—δύο δέ εἰσι κεκλημένη ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν τοῖς παντοδαποῖς—καὶ τὸ Ἁζηνιά δῆμος ἐν Ἀττικῇ τῆς Ἱπποθοωντίδος φυλῆς. καὶ ἔτι τὸ ἱμονιά τὸ ἀντλητήριον παρʼ Ἀττικοῖς ὀξύνεται. τὸ δὲ ἁρμονιῇσιν “γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονιῇσιν ἄρασσεν” ἐστὶν Ἰώνων καταβιβασμός.

`3,1.299–3,1.300`

Τὰ εἰς α μακρὸν τῇ ρι παραληγόμενα παροξύνεται, αἰθρία, κοπρία, ὑδρία ἐπὶ τοῦ ἀγγείου, ἐπὶ δὲ τῆς ἱδρεύσεως ὑδρεία, φατρία καὶ φρατρία, ὅ ἐστιν τρίτον φυλῆς, ἥν τινες τριττὺν λέγουσιν. θεωρία. Ἀλλαρία πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῃ. Ἀρία Περσικὴ χώρα ὡς Ἑλλάνικος. Ἀερία ἡ Αἴγυπτος παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεσσαν αὐτήν φασιν. ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τετάρτῳ. καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ ἐλέγετο νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος. ὅτι δὲ καὶ οὕτως ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου·

  
ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω,  
  
νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.  
Ἀσσυρία χώρα περὶ Βαβυλῶνα. Ἀστερία πόλις Συρίας. λέγεται καὶ Ἀστερίς. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν. οὕτως ἐκαλεῖτο καὶ Δῆλος. Βαρβαρία χώρα παρὰ τὸν Ἀράβιον κόλπον. Μηλαρία πόλις ἐπὶ τοῖς πέρασι ἀπὸ τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. Γαλαρία χώρα Σικελίας. Διακρία φυλὴ τῆς Ἀττικῆς, ἣν ᾤκει Πάλλας ὁ Πανδίονος υἱός. Εὐπορία πόλις Μακεδονίας, ἣν Ἀλέξανδρος ταχέως νικήσας ἔκτισε καὶ ὠνόμασε διὰ τὸ εὔπορον. Θουρία πόλις Ἰταλίας, ἣ καὶ Θούριοι καὶ Θούριον. ἔστι δὲ καὶ Μεσσηνίας πόλις. Παυσανίας δὲ Ἄνθειαν αὐτήν φησι. τινὲς δὲ Θουνίαν. Θυμιατηρία πόλις Λιβύης. Ἰκαρία δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Ἰκαρίου τοῦ πατρὸς Ἠριγόνης. Ἰλλυρία χώρα πλησίον τοῦ Παγγαίου ἀπὸ Ἰλλυριοῦ τοῦ Κάδμου παιδός. Ἰσαυρία μεταξὺ Λυκαονίας καὶ Κιλικίας πρὸς τῷ Ταύρῳ. Ἰστρία χώρα κατὰ τὸν Ἰόνιον κόλπον. ἑσπερία ἡ δύσις καὶ τὸ δυτικὸν μέρος. Καβειρία πόλις τῆς κάτω Ἀσίας ἡ καὶ Κάβειρος καὶ Καβείριον. Καλαβρία χωρίον πλησίον τῆς Ἰταλίας. Καμαρία πόλις Ἰταλική. “Ἀλβανῶν ἀπόκτισις”, Διονύσιος δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Καπρία νῆσος Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. λέγονται καὶ Καπριαί. Καρία ἡ χώρα. ἐκαλεῖτο δὲ καὶ ἡ Μεγάρων ἀκρόπολις Καρία ἀπὸ Καρὸς τοῦ Φορωνέως. Κρουστομερία πόλις Σαβίνων ἀντιστᾶσα Ῥωμύλῳ. Διονύσιος δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Κυθηρία νῆσος πρὸς τῇ Κρήτῃ, ἣ καὶ Κύθηρα. Λαγαρία φρούριον Σικελίας πλησίον Θουρίων, τοῦ Ἐπειοῦ καὶ Φωκέων κτίσμα, ὡς Στράβων. Λουκερία πόλις Ἰταλίας. Πολύβιος τρίτῳ. παρὰ δὲ Διονυσίῳ διὰ τοῦ α γράφεται. Νουκερία πόλις Ἰταλίας. Μεσημβρία πόλις Ποντική. Νικόλαος πέμπτῳ. ἐκλήθη ἀπὸ Μέλσου. βρία γὰρ τὴν πόλιν φασὶ Θρᾷκες. ὡς οὖν Σηλυμβρία ἡ τοῦ Σήλυος πόλις, Πολτυμβρία ἡ Πόλτυος πόλις, οὕτω Μελσημβρία ἡ Μέλσου πόλις καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεσημβρία. ἔστι καὶ Θρᾴκης Μεσημβρία πρὸς τῷ τέλει τῆς χερρονήσου, ὡς Ἡρόδοτος ἑβδόμῃ  <span class="gap">…</span> . Μολυκρία πόλις Αἰτωλίας. Στράβων δεκάτῃ. Θουκυδίδης δευτέρα  <span class="gap">…</span> Μολύκρειον αὐτὴν καλεῖ, Εὐφορίων δὲ Μολυκρίαν αὐτήν φησι. Οἰνωτρία χώρα τῆς Ἰταλίας. τινὲς δὲ αὐτὴν Ἰταλίαν οὕτω φασὶ κεκλῆσθαι ἀπὸ Οἰνωτροῦ Ἀρκάδος, ὡς Παυσανίας ὀγδόῳ. Πείσανδρος τρισκαιδεκάτῳ ἀπὸ τῆς τοῦ οἴνου χρήσεως κεκλῆσθαι αὐτήν φησιν. Ζεφυρία. οὕτως ἐκαλεῖτο Μῆλος νῆσος. Ἀνακτορία. οὕτως ὠνομάσθη Μίλητος πόλις ἀπὸ Ἄνακτος τοῦ Γῆς καὶ Οὐρανοῦ. Νιτρίαι τόπος Αἰγύπτου. Στράβων ἑπτακαιδεκάτῃ. Πανδατερία νῆσος. Πιερία πόλις ἐν ὁμωνύμῳ χωρίῳ. Πτερία πόλις Σινώπης καὶ Μήδων, ἣ καὶ Πτέριον λέγεται. Σκαμανδρία πόλις Τροίας. Σφακτηρία νῆσος, ἧς μνημονεύει Παυσανίας ἐν τρίτῳ περιηγήσεως Ἑλλάδος. ἐκαλεῖτο καὶ Σφαγία, ὡς Φαβωρῖνος. Σχερία ἡ Φαιακία. κέκληται, ὡς Ἀριστοτέλης φησίν, ἀπὸ τοῦ τὴν Δήμητραν φοβουμένην, μὴ οἱ ἐκ τῆς ἠπείρου ἐπιχεόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήσωσι, δεηθῆναι τοῦ Ποσειδῶνος ἀποστρέψαι τὰ τῶν ποταμῶν ῥεύματα. ἐπισχεθέντων οὖν τούτων ἀντὶ Δρεπάνης Σχερίαν αὐτὴν κεκλῆσθαι. Ταλαρία πόλις Συρακουσίων. Θεόπομπος ἐν Φιλιππικῶν μʹ. Ποιμανδρία· οὕτως ἐκαλεῖτο πρότερον Τάναγρα. Λυκόφρων “ἣν ἐς βαθεῖαν λαιμίσας Ποιμανδρίαν”. Τενεβρία κώμη Ἰβηρίας. Σατρία πόλις Ἰταλίας. Νουκρία πόλις Τυρρηνίας. Φίλιστος ιαʹ. εὕρηται καὶ Νακρία διὰ τοῦ α. Ῥεμουρία πόλις πλησίον Ῥώμης. Τρινακρία ἡ Σικελία παρὰ τὸ τρεῖς ἔχειν ἄκρας. ἢ ὅτι θρίνακί ἐστιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆς ὁμοιότητος χωρία προσαγορεύεται, Λυρνησσός Βρεντέσιον Σαρδώ. Σίβυλλα δὲ διὰ τὸ Τρίνακον βούκολον τὸν Ποσειδῶνος Σικελίας ἄρξαι·

  
Τρινακίης νήσου, ἣν ἔκτισε Τρίνακος ἥρως,  
  
υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος.  
Ὑρία χωρίον πλησίον Αὐλίδος. Ἡσίοδος δʼ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δʼ ἐν Ὑσιαῖς. ἔστι δὲ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔριπον, αἱ δὲ Ὑσιαί τῆς Παρασωπίας ὑπʼ αὐτὸν τὸν Κιθαιρῶνα. ἔστιν Ὑρία καὶ ἡ κατὰ Ἰσαυρίαν Σελεύκεια, ᾗ παραρρεῖ ὁ Καλύκαδνος, ὃν Κάλυδνόν τινες καλοῦσιν. ἔστιν Ὑρία πρὸς τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίσμα. Ἡρόδοτος ἑβδόμῃ  <span class="gap">…</span> . Φιλωτερία πόλις κοίλης Συρίας, ἣ καὶ Φιλωτέρα. Τὸ μέντοι Στειριά δῆμος Ἀττικὸς τῆς Πανδιονίδος φυλῆς, λέγεται δὲ καὶ οὐδετέρως.

Τὰ εἰς α μακρὸν παραληγόμενα τῇ λι, ἧς προηγεῖται α, βαρύνεται πρᾶγμα σημαῖνον, διδασκαλία, ἀτασθαλία, ἢ ὀνόματα χωρῶν, Οἰχαλία πόλις, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει λέγων “οἵ τʼ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου”. οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι. Θεσσαλία ἀπὸ Θεσσαλοῦ ἡ πρότερον Πελασγία. Παραλία τῆς Ἀττικῆς. Χαλία πόλις Βοιωτίας. Θεόπομπος μεʹ “τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥ περ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας ....” Μαιναλία πόλις Γαλατίας. Μασσαλία πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ. Τίμαιος δέ φησιν ὅτι προσπλέων ὁ κυβερνήτης καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μάσσαι τὸ ἀπόγειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μάσσαι ὠνόμασται. Κασταλία πόλις Κιλικίας. Ἀλλαλία πόλις ἐν Κύρνῳ τῇ νήσῳ κτίσμα Φωκαέων, ὡς Ἡρόδοτος. Παυταλία μοῖρα Θρᾴκης. εἰ δὲ μὴ οὕτως, ὀξύνεται, ἀμυγδαλιά, φυταλιά, λαλιά, καλιά. τὸ δὲ ἀσπαλία ἡ ἁλεία βαρύνεται.

`3,1.301`

Τὰ εἰς α μακρὸν τρισύλλαβα παραληγόμενα τῷ ι ἐπὶ οὐσίας λαμβανόμενα βαρύνεται χωρίς τινων, καρδία· ἔστι Καρδία καὶ πόλις τῆς ἐν Θρᾴκῃ Χερρονήσου ἡ ὕστερον Λυσιμάχεια. Ἑρμοχάρου δὲ τοῦ κτιστοῦ θύοντος κόρακα τὴν καρδίαν ἁρπάσαντα καὶ ἀναπτάντα ἐς τόνδε τὸν χῶρον μεθεῖναι καὶ διὰ τοῦτο οὕτως ἐκλήθη. ἢ ὅτι Σκυθῶν γλώσσῃ οὕτω κεκλῆσθαι. σχεδία, ζημία, σηπία, οἰκία, φυλία, τηλία, ἁλία. τὸ μέντοι σκοπιά καὶ σποδιά ὀξύνονται ὡς ἔχοντα τὸ ο πρὸ τοῦ ι, ὥσπερ καὶ τὸ πολιά καὶ τροχιά καὶ ἁματροχιά καὶ ὁρμιά.

Τὰ παραληγόμενα τῷ ι ἀπὸ τῶν εἰς ξ βαρύνεται, Φρυγία, δύο χῶραι. Στράβων “Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευε, καὶ τῆς ἄλλης μέρος οἱ Γαλάται κατέσχον ἡ δὲ μικρὰ ἡ ἐφʼ Ἑλλησπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη”. ἔστι καὶ Φρυγία τόπος τῆς Οἴτης ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα». Βεβρυκία, Ὀρτυγία, Αἰθικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. Κιλικία, Ἀμβρακία ἀπὸ Ἄμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρός, περὶ ἧς Φιλέας. εὕρηται καὶ διὰ τοῦ π ἀντὶ τοῦ β. Τεμμικία παρὰ τῷ Λυκόφρονι «ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία». Νεφελοκοκκυγγία πόλις κωμικῶς ἐπινοηθεῖσα παρὰ Ἀριστοφάνει, καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη. Κωρυκία ἀκρωτήριον Κρήτης, Ἰαπυγία δύο πόλεις, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡς Ἑκαταῖος. Καππαδοκία χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μένιππος, ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμόν, ὃς ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν. σεσημείωται τὸ ἀνθρακιά ὀξυνόμενον.

Τὰ διὰ τοῦ οα σπάνια καὶ κατὰ πάθος γενόμενα παρʼ Ἀττικοῖς παροξύνεται, οἴα ὄα τὸ δέρμα· ἔστι καὶ δῆμος τῆς Ἀττικῆς τῆς Πανδιονίδος φυλῆς Ὄα. Διονύσιος δὲ ὁ Τρύφωνός φησι πληθυντικῶς Ὀεῖς λέγεσθαι ἀπὸ τοῦ Ὀεὺς ὡς ἄλλα πολλά. χροία χρόα. ποία πόα. Γενόα πόλις τῶν Λιγύρων τῆς Ἰταλίας, καλουμένη νῦν Ἰάνουα, ὡς Ἀρτεμίδωρος. Θεισόα πόλις Ἀρκαδίας. Λυκόα πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῃ. Μεσόα ἢ Μεσσόα τόπος Λακωνικῆς. Στράβων ὀγδόῃ. ἔστι καὶ φυλὴ Λακωνική. Νόαι πόλις Σικελίας. Ἀπολλόδωρος δευτέρῳ χρονικῶν. τὰ δὲ ἐν ἐπενθέσει ὀξύνεται στοιά στοά, ῥοιά ῥοά.

`3,1.302`

Τὰ διὰ τοῦ οια μακρά, ὅσα ἀπὸ ψιλοῦ συμφώνου ἄρχονται, βαρύνεται, ποία ἡ βοτάνη, Τροία ἀπὸ Τρωός κατὰ Βοιωτοὺς ἢ μᾶλλον ὡς Βοιωτιακόν. ἀπὸ γὰρ Τρώς Τρωός Τρώιος καὶ Τρωΐα Τροία ὡς Ἀχελώιος Ἀχελοῖος. εἰσὶ δὲ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥτις νῦν Ξυπετή δῆμος καλεῖται. ἔστι καὶ πόλις ἐν Κεστρίᾳ τῆς Χαονίας. ἔστι καὶ Αἰγύπτου πόλις. ἔστι καὶ Τροία πρὸς τῷ Ἀδρίᾳ τῆς Βενετίας, καὶ ἄλλη Λατίνων. κοία ἡ σφαῖρα, ἡ χρῆσις παρὰ Ἀντιμάχῳ «κοίας ἐκ χειρῶν σκόπελον μέτα ῥιπτάζουσιν». ἔστι καὶ Κοία μία Ἀμαζόνων. οὕτω καὶ Οἴα ἡ κώμη. τὸ μέντοι χροιά, στοιά ὀξύνεται. τὸ δὲ Στοῖαι πόλις Λιβύης, ὡς Ἑκαταῖος περιηγήσει αὐτῆς, βαρύνεται.

Τὰ εἰς οια ὑπερδισύλλαβα σπάνια ὄντα προπαροξύνεται, οἷον ἄγνοια, πρόνοια.

`3,1.303`

Τὰ εἰς α μακροκατάληκτα βαρύνεται παραλήγοντα τῷ υ, ὀξύα εἶδος ξύλου, καρύα· ἔστι καὶ χωρίον τῆς Λακωνικῆς Καρύα. Θεόπομπος νεʹ. κωδύα ἡ τῆς μήκωνος κεφαλή. Δατύα πόλις. οἰσύα, ἰξύα, σιπύα, σικύα, μελανδρύα, ἀφύα. Μαρσύα πόλις Φοινίκης ὡς Ἀλέξανδρος καὶ Φίλων, ἀπὸ Μάρσου. Μινύα πόλις Θεσσαλίας ἡ πρότερον Ἁλμωνία ἀπὸ Μινύου κληθεῖσα ἔστι καὶ ἑτέρα ἐν τοῖς ὁρίοις Λυκίας. Κρύα πόλις Λυκίας. Ἀρτεμίδωρος. Ἁλικύαι πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. Καφύαι πόλις Ἀρκαδίας ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. Καπύα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος τοῦ Τρωικοῦ. Τραμπύα πόλις τῆς Ἠπείρου πλησίον Βουνείμων. Φλεγύα πόλις Βοιωτίας ἀπὸ Φλεγύου τοῦ Ἄρεως καὶ Χρυσῆς παιδός. Σιγγύα πόλις Παμφυλίας. Μαντύα πόλις Ῥωμαίων. γράφεται δὲ καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. ἰγνύα, ὀρύα. Ἀρίσταρχος  <span class="gap">…</span> συστέλλει τὸ α καὶ ἐκτείνει τὸ υ καὶ προπαροξύνει, ἐναλλαγὴν τόνου καὶ χρόνου πεποιηκώς.

Τὰ εἰς α μακρὸν καθαρὸν τῷ ω παραληγόμενα βαρύνεται, ὤα ἡ μηλωτή, Κριώα δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ψοθώα ἡ ψώρα. ὡσαύτως καὶ Μινῴα πόλις ἐν Ἀμοργῷ τῇ νήσῳ μιᾷ τῶν Κυκλάδων. δευτέρα πόλις Σικελίας. τρίτη ἐν Σίφνῳ μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μινῴαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μινῴα, ὅτι Μίνως σὺν τοῖς ἀδελφοῖς Αἰακῷ καὶ Ῥαδαμάνθυϊ ἰὼν ἐξ αὑτοῦ ταύτην ἐκάλεσεν. ἔστι καὶ Ἀραβίας. ἔστι καὶ Κρήτης. ἔστι καὶ ἄλλη νῆσος οὐ πόρρω Μεγάρων καὶ ἡ Πάρος Μινῴα. ἠῴα, προθυρῴα, ὑπερῴα τριγενῆ. ταῦτα δὲ οὐ παρὰ πᾶσιν ἔχει τὸ ι.

Τὰ εἰς α διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ υ δισύλλαβα προπερισπᾶται, Ταῦα πόλις Αἰγύπτου, Εὖα πόλις Ἀρκαδίας. Θεόπομπος ἐν ἕκτῳ, τὰ δὲ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται. Ἔρευα ἡ καὶ Ἐλευθερά, ἀφʼ ἧς Ἐρευάτης πόλις Λυκίας.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: qnq-ci`.
