---
title: "Scholia on Plato's Phaedrus: Book 1"
author: Hermias of Alexandria
eul_wid: tce-ab
eul_aid: tce
canonical: "https://eulogikon.org/works/hermias-alexandria-scholia-phaedrus-book-1-tce-ab"
lang: grc
period: Late Antique
dialect: Koine
content_hash: "sha256:1cbb0ac4ac3d746f6fd6d3c0d2afa18dd842b1fd3945b164ec92a99c43971719"
content_modified_at: "2026-11-09"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Plato's Phaedrus: Book 1

**Author:** Hermias of Alexandria

**eul_wid:** `tce-ab` · [HTML page](https://eulogikon.org/works/hermias-alexandria-scholia-phaedrus-book-1-tce-ab)

## Text

Part of [Scholia on Plato's Phaedrus](/works/hermias-alexandria-scholia-phaedrus-tce-aa)

`1`

ΕΡΜΕΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΤΩΝ ΕΙΣ ΤΟΝ ΠΛΑΤΩΝΟΣ ΦΑΙΔΡΟΝ ΣΧΟΛΙΩΝ ΤΩΝ ΕΙΣ ΤΡΙΑ ΤΟ ΠΡΩΤΟΝ ΠΡΟΟΙΜΙΟΝ

Ὁ Σωκράτης ἐπὶ εὐεργεσίᾳ τοῦ τῶν ἀνθρώπων γένους καὶ τῶν ψυχῶν τῶν νέων κατεπέμφθη εἰς γένεσιν· διαφορᾶς δὲ οὔσης πολλῆς κατά τε τὰ ἤθη καὶ τὰ ἐπιτηδεύματα τῶν ψυχῶν, διαφόρως ἕκαστον εὐεργετεῖ, ἄλλως τοὺς νέους, ἄλλως τοὺς σοφιστὰς, πᾶσι χεῖρας ὀρέγων καὶ ἐπὶ φιλοσοφίαν προτρεπόμενος. Καὶ νῦν οὖν τὸν Φαῖδρον ἐπὶ ῥητορικῇ ἐπτοημένον ἐπανάγει ἐπὶ τὴν ἀληθῆ ῥητορικὴν, τουτέστι φιλοσοφίαν. Πρῶτον δὲ τὸ ὑλικὸν τοῦ διαλόγου καὶ τὸ πρόσχημα τῆς ὑποθέσεως ἐκθώμεθα· χεῖρα γὰρ ἡμῖν οὕτως ὀρέξει πρὸς τὴν θεωρητικωτέραν ἐπιβολὴν καὶ τὸν ὄντως σκοπόν.

`2–8`

Λυσίας ὁ ῥήτωρ ἐρῶν τοῦ Φαίδρου αἰσχρῶς, προσποιούμενος δὲ μὴ ἐρᾶν, καὶ βουλόμενος αὐτὸν ἀποστῆσαι τῶν ἄλλων ἐραστῶν, κακούργως καὶ παμπονήρως γράφει λόγον, ὡς δέον τῷ μὴ ἐρῶντι μᾶλλον ἢ τῷ ἐρῶντι χαρίζεσθαι, διότι ὃ μὲν μαίνεται, ὃ δὲ σωφρονεῖ..., καὶ, συνελόντι εἰπεῖν, ἐν μὲν τῷ ἐρᾶν βλαβερὸν αὐτὸν ὄντα καὶ νοσοῦντα μᾶλλον καὶ φευκτὸν διὰ τοῦτο τοῖς ἐρωμένοις ἐπιδεικνὺς, ἐν δὲ τῷ μετὰ τὸ ἐρᾶν ἄπιστόν τινα καὶ ἀβέβαιον· δέον οὖν τῷ Λυσίᾳ ὡς μὴ ἐρῶντι χαρίζεσθαι ἢ τοῖς ἄλλοις ἐρασταῖς. Τοῦτον ὁ Φαῖδρος ὑπερθαυμάζων τὸν λόγον, μαθητὴς Λυσίου καὶ ἐραστὴς, συνέτυχε Σωκράτει ὑπὸ τὸ ἱμάτιον κατέχων τὸ βιβλίον, καὶ ἠναγκάσθη ὑπὸ τοῦ Σωκράτους, ἐρωτώμενος πόθεν τε ἔρχεται καὶ ποῖ ἄπεισιν, ἀναγνῶναι τὸν λόγον ἔξω πόλεως κατὰ τὸν Ἰλισσὸν τὸν ποταμόν. Ἀναγνωσθέντος δὲ τοῦ λόγου, καὶ τοῦ Φαίδρου ὑπερθαυμάζοντος ἀξιοῦντός τε τὸν Σωκράτη ὁμολογεῖν εἰ ἔχοι τις ἄλλος πλείω τούτων καὶ καλλίω εἰπεῖν, ὁ Σωκράτης φησὶν οὐκ ἄξιον ταύτῃ ἐπαινεῖν τὸν ποιητὴν τοῦ λόγου ὡς τὰ δέοντα καὶ κάλλιστα εἰρηκότα, ἀλλὰ μόνον ὅτι σαφῆ καὶ στρογγύλα καὶ ἀποτετορνευμένα ἕκαστα τῶν ὀνομάτων εἴργασται. Αἰτιᾶται δὲ ὅτι ἀτάκτοις καὶ τοῖς χρόνοις καὶ τοῖς νοήμασιν ἐχρήσατο καὶ τοῖς λόγοις αὐτοῖς, ὅτι τε ἀπὸ τελευτῆς ἤρξατο, εἰς ὃ καταλῆξαι ὤφειλεν ἐκεῖθεν ἀρξάμενος· ἀπὸ γὰρ τοῦ μετὰ τὸν ἔρωτα χρόνου, ἀλλʼ οὐκ ἀπὸ τῆς προσηκούσης ἀρχῆς· καὶ ὅτι οὐκ ἔχει ἀναγκαίαν τάξιν τὰ εἰρημένα οὐδὲ ἕνα εἱρμὸν καὶ ἓν σῶμα, ὡς τόδε μετὰ τόδε κεῖσθαι, ἀλλὰ χύδην βέβληται· καὶ ὅτι πολλάκις τὰ αὐτὰ εἶπε· ὡς ἐξ ὑπτίας νέων· Ἀχθομένου οὖν τοῦ Φαίδρου πρὸς τοὺς ἐλέγχους τοῦ ἐραστοῦ τοῦ Λυσίου λόγου, καὶ λέγοντος μηδένα ἂν ἔχειν εἰπεῖν εἰρηκότα τούτων καλλίω καὶ βελτίω, φησὶν ὁ Σωκράτης ἀκηκοέναι πλείω καὶ καλλίω εἰρηκότων τινῶν περὶ τούτων αὐτῶν, οἷον Σαπφοῦς τῆς καλῆς καὶ Ἀνακρέοντος τοῦ σοφοῦ· καὶ διὰ τοῦτο καὶ αὐτὸς κατὰ τὰ ὑπʼ αὐτῶν εἰρημένα ἔχειν εἰπεῖν βελτίω καὶ καλλίω τῶν Λυσίου λόγων. Ὃ δὲ ἀξιοῖ αὐτὸν εἰπεῖν ἀπεχόμενον ὧν εἶπε Λυσίας, καὶ οὕτω χρυσῆν αὐτοῦ εἰκόνα στήσειν. Καὶ ὁ Σωκράτης φησὶν ὡς ἀληθῶς χρυσοῦν εἶναι τὸν Φαῖδρον, εἰ οἴεται λέγειν Σωκράτη ὅτι Λυσίας τοῦ παντὸς διήμαρτεν ἐν τῷ λόγῳ· τοῦτο γὰρ μηδὲ ἂν τὸν φαυλότατον συγγραφέα παθεῖν. Αὐτίκα περὶ οὗ ὁ λόγος, παντὶ πρόχειρον εἰπεῖν ὅτι ὁ μὲν ἐρῶν νοσεῖ, ὁ δὲ μὴ ἐρῶν σωφρονεῖ, καὶ δεῖ τῷ σωφρονοῦντι μᾶλλον ἢ τῷ νοσοῦντι χαρίζεσθαι. Τῶν οὖν φανερῶν εὑρεῖν οὐ τὴν εὕρεσιν δεῖ ἐπαινεῖν, ἀλλὰ τὴν διάθεσιν, τῶν δὲ χαλεπῶν εὑρεῖν πρὸς τῇ διαθέσει καὶ τὴν εὕρεσιν. Ἄγονος οὖν καὶ κατὰ τὴν διάθεσιν, ἀπὸ τελευτῆς ἀρξάμενος καὶ χύδην καὶ ἀτάκτοις τοῖς νοήμασι καὶ τοῖς λόγοις χρησάμενος. Συγκαταθεμένου οὖν τοῦ Φαίδρου — μέτρια γὰρ ἦν τὰ λεγόμενα —, λέγει ὁ Σωκράτης τὸν δεύτερον λόγον, εἰς τὴν αὐτὴν ὑπόθεσιν τῷ Λυσίᾳ καθεὶς, ἐγκαλυψάμενος μέντοι τὴν κεφαλὴν, διὰ τὸ ὅπως ποτὲ κατʼ Ἔρωτος μέλλειν λέγειν, ὡς οὐχ ἑκὼν ἁπτόμενος τῆς ὑποθέσεως, ἀλλʼ ὑπὲρ ὠφελείας τοῦ νέου. Καὶ πρῶτον μὲν, ἐπειδὴ ἀμφίβολον ἦν τὸ τοῦ ἔρωτος ὄνομα — ἐσήμαινε γάρ τι φαῦλον κατὰ τοὺς πολλοὺς, ἕτερον δὲ ἀγαθόν — ὁρίζεται περὶ ποίου ἔρωτος λέγει. Καὶ ἐπιθυμίαν κατὰ γένος φήσας εἶναι τὸν ἔρωτα — ἐπειδὴ ἐπιθυμοῦσι καὶ οἱ μὴ ἐρῶντες, καὶ ἴδια ὀνόματα ἐπʼ αὐτοῖς κεῖται· οἳ μὲν γὰρ χρηματισταὶ, οἳ δὲ φίλοινοι ἢ φίλιπποι καλοῦνται· οἱ δὲ περὶ τὴν τῶν σωμάτων ἐπιθυμίαν ἐρρωμένως ἑλκόμενοι ἐρωτικοὶ καλοῦνται παρὰ τοῖς πολλοῖς, καὶ ἔρως ἐστὶν ὁ τοιοῦτος ἐπιθυμία ἐρρωμένως ῥωσθεῖσα ἐπὶ σωμάτων κάλλει, ὕβρις μᾶλλον ὀφείλων ἐπονομάζεσθαι ἢ ἔρως —, εἶτα διελὼν τὸν λόγον ἑαυτοῦ ὁ Σωκράτης, ὡς καὶ ὁ Λυσίας εἰ καὶ ἀτάκτως, εἰς τὸν ἐν ᾧ ἐρᾷ χρόνον καὶ ἐν ᾧ μὴ ἐρᾷ, τὴν διαβολὴν καθʼ ἑκάτερον ποιήσεται. Καὶ τὸ μὲν πρῶτον μέρος τοῦ λόγου, καθʼ ὃν ἐρᾷ χρόνον, εἰς βλάβην τείνειν τῷ ἐρωμένῳ φησί· καὶ τὴν βλάβην τριχῶς, εἰς ψυχὴν, εἰς σῶμα, εἰς τὰ ἐκτός· κωλύει γὰρ τὸν ἐρώμενον ἔχεσθαι τῶν πρὸς ἀρετὴν καὶ σωφροσύνην ἀγόντων λόγων· ἀσκεῖν δὲ παραινεῖ ὅσα πρὸς τὴν αὑτοῦ ἐπιθυμίαν ἥδιστά ἐστι· βούλεται δὲ αὐτὸν ἔρημον εἶναι φίλων καὶ συγγενῶν, ἵνʼ ὅ τι μόνος μόνῳ συνῇ· ἔπειτα χρημάτων ἄπορον, ἵνʼ ἔχοι τὸν ἐρώμενον ἑαυτῷ προσέχοντα καὶ ἄλλῳ μηδενί· ἀηδῆ δὲ εἶναι καὶ τὴν συνουσίαν, διότι ὃ μὲν προκέκοφεν, ὃ δὲ νέος ἐστίν· ἧλιξ γὰρ ἥλικα τέρπει. Τὸ δὲ δεύτερον μέρος τοῦ λόγου, καθὸ μὴ ἐρᾷ, εἰς ἀπιστίαν καὶ λήθην· παυσάμενος γὰρ τοῦ ἔρωτος, ὀστράκου περιστροφῇ, ἀποφεύξεται τὸν ἐρώμενον, πολλοὺς λόγους καὶ ὑποσχέσεις καταισχύνας· ἄπιστος οὖν καὶ ἀβέβαιος. Οὕτω δὴ συμπληρώσας τὸν περὶ τοῦ οὕτως ἐρῶντος λόγον, ὅσα ἔχει κακὰ, καταπαύει τὸν λόγον καὶ οὐκέτι φησὶν ἐρεῖν περὶ τοῦ μὴ ἐρῶντος ὅσα ἔχει ἀγαθά· «ἐπειδὴ, φησὶ, λοιπὸν ἐνθουσιῶ, ἐὰν ἄρξωμαι περὶ αὐτοῦ λέγειν· νυμφόληπτος γὰρ, φησὶν, ὑπὸ τῶν Νυμφῶν γέγονα· εἰ γὰρ ψέγων τοσαῦτα εἶπον ὅσα ἔχει κακὰ ὁ ἐρῶν, τί ἂν εἰ ἐπαινῶν εἴποιμι ὅσα ἔχει ἀγαθὰ ὁ μὴ ἐρῶν· πλὴν γίνωσκε, φησίν· ὅσα ἔχει κακὰ, εἴπομεν, ὁ ἐρῶν, τούτων τὰ ἐναντία ἔχει ἀγαθὰ ὁ μὴ ἐρῶν.» Ταῦτα εἰπὼν ἐβουλήθη τὸν ποταμὸν διαβὰς ἀπιέναι· καὶ γίνεται αὐτῷ τὸ εἰωθὸς σημεῖον καὶ τὸ δαιμόνιον, ὥστε καί τινα ἀκοῦσαι φωνήν· τοῦτο δὲ αὐτῷ ἐπίσχεσις τοῦ παρόντος γίνεται. Συνῄσθετο οὖν ὅτι οὐ δεῖ ἀπιέναι· ἡμαρτηκέναι γὰρ τὸ ὅπως ποτὲ κατὰ Ἔρωτος εἰπεῖν, θεοῦ ὄντος· τί οὖν; καθαρσίου φησὶ πρῶτον δεῖσθαι· ἔστι δὲ τὸ καθάρσιον ἡ παλινῳδία, τὸ ὑμνῆσαι τὸν Ἔρωτα. Ἀμείνων γὰρ εἶναι κατὰ τοῦτο Ὁμήρου καὶ Στησιχόρου· ὁ μὲν γὰρ Ὅμηρος τυφλωθεὶς διὰ τὸ κακῶς εἰπεῖν τὴν Ἑλένην οὐδὲ ᾔσθετο, ὁ δὲ Στησίχορος στερηθεὶς τῶν ὀμμάτων διὰ τὴν τῆς Ἑλένης κακηγορίαν συνῄσθετο, καὶ τὴν παλινῳδίαν ᾄσας ἀνέβλεψε παραχρῆμα· ἀμείνων οὖν ἀμφοτέρων εἶναι αὐτὸς, Ὁμήρου μὲν ὅτι οὐδὲ τὴν ἀρχὴν ᾔσθετο, Στησιχόρου δὲ ὅτι οὐ πρὶν παθεῖν ᾔσθετο. Λέγει οὖν τὸν ἕτερον λόγον, τὴν παλινῳδίαν, περὶ τοῦ ἔρωτος, γυμνῇ λοιπὸν τῇ κεφαλῇ, ὅσων ἐστὶν ἡμῖν ἀγαθῶν αἴτιος. Καὶ πρῶτον μὲν καθολικώτατον καὶ ἀληθέστατον λόγον εἰπὼν ὅτι «περὶ παντὸς, ὦ παῖ, μία ἀρχὴ εἰδέναι περὶ οὗ ὁ λόγος, ἢ παντὸς ἁμαρτάνειν ἀνάγκη» τουτέστιν εἰδέναι τὴν οὐσίαν περὶ οὗ ὁ λόγος, τὸ δὴ δοκοῦν ἰσχυρότατον εἶναι ἐπιχείρημα ἐν τῷ προτέρῳ λόγῳ τοῦ Λυσίου, τὸ ὅτι ὃ μὲν μαίνεται ὃ δὲ σωφρονεῖ, δείκνυσιν ὅτι ἡ μανία οὐχ ἁπλοῦν ἐστιν, ἀλλʼ ἔστι τις καὶ θεία μανία, καὶ διελὼν αὐτὴν τὴν μανίαν εἰς τέσσαρα μέρη, μαντικὴν, τελεστικὴν, ποιητικὴν, ἐρωτικὴν, ἐφόρους ἑκάστῃ δίδωσι θεοὺς Ἀπόλλωνα, Διόνυσον, Μούσας, Ἔρωτα, καταλέγων ὁπόσα ἀγαθὰ ἐκ τούτων δίδοται, τῆς μαντικῆς τε καὶ τελεστικῆς καὶ ποιητικῆς ... διὸ καὶ τὸ τ παρεμβεβλῆσθαι· μανικὴν γὰρ λεγομένην τὸ πρῶτον, μαντικὴν ὕστερον προσηγόρευσαν. Καὶ ταῦτα μὲν πρὸς τὸ μὴ φαῦλον εἶναι τὸ τῆς μανίας ὄνομα. Εἶτα μέλλων λέγειν πόσα ἀγαθὰ ἐκ τοῦ ἔρωτος ἡμῖν ἐπιπέμπεται, πρῶτον ὁρίζεται τὸν ἔρωτα, ἵνα εἰδείημεν κατὰ ποίου σημαινομένου ταῦτα λέγει, ὡς καὶ ἐν τῷ προτέρῳ λόγῳ πεποίηκε. Καὶ ἐπειδὴ μαίνεται ὁ ἐρῶν, ὁρίζεται τὸν ἔρωτα θείαν μανίαν εἶναι κατὰ ἀνάμνησιν τοῦ αὐτοκάλλους. Ἐπεὶ οὖν ἀνάμνησις οὐκ ἂν γένοιτο τούτου, μὴ ἀθανάτου οὔσης τῆς ψυχῆς, διὰ βραχέων περὶ ἀθανασίας ψυχῆς διαλέγεται, ἐπιστημονικοὺς καὶ ἀποδεικτικοὺς λόγους περὶ αὐτῆς προφερόμενος. Ἀσωμάτου δὲ καὶ ἀοράτου αὐτῆς οὔσης, τὸ εἶδος ὑφηγεῖται λέγων ἐοικέναι αὐτὴν συμφύτῳ δυνάμει ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου. Ἐπεὶ οὖν ὑπόπτερον ἡγεῖται τὴν ψυχὴν, τὴν δὲ ὑπόπτερον φύσιν ποτὲ μὲν ἀποβάλλειν ἀνάγκη τὰ πτερὰ, ποτὲ δὲ πτεροφυεῖν, περὶ ἀνόδου καὶ καθόδου καὶ μετενσωματώσεως τῶν ψυχῶν διαλέγεται, περί τε θείων καὶ ἀνθρωπίνων, πῶς ἕπονται Διὶ τῷ μεγάλῳ ἡγεμόνι, αἳ μὲν ἀεὶ, αἳ δὲ ποτὲ, κατὰ ἕνδεκα μέρη τῆς στρατιᾶς αὐτοῦ διῃρημένης· καὶ ὅτι αἳ μὲν ὑπερθέουσι τὰ νῶτα τοῦ οὐρανοῦ, θεωροῦσαι τὴν αὐτοδικαιοσύνην, αὐτοσωφροσύνην καὶ τὰ ἑξῆς, αἳ δὲ τότε μὲν ἤραντο, τότε δὲ ἔδυσαν, αἳ δὲ ὑποφέρονται λοιπὸν εἰς γένεσιν καὶ τοὺς ἐννέα βίους αἱροῦνται ἐκ τῆς ἐκεῖ τῶν εἰδῶν θέας. Ὁ μὲν οὖν νεοτελὴς ἀπὸ τοῦ ἐνθάδε κάλλους ἐπὶ τὸ ἐν νῷ κάλλος ὀξέως φέρεται καὶ σέβει τὸν ἐρώμενον, καὶ συνανάγει αὐτὸν μεθʼ ἑαυτοῦ ἐπὶ τὸ νοητὸν, μίαν κοινὴν ζωὴν ἀσπαζόμενος, ἅτε δὴ κατεχόμενος τῷ κοσμίῳ καὶ θείῳ ἔρωτι ἡγεμόνι χρώμενος· ὁ δὲ μὴ τοιοῦτος καὶ τὸ αἰσχρὸν τῆς ἡδονῆς ἀσπαζόμενος καὶ τὸν ἐφύβριστον ἔρωτα ἐπὶ τὸ ἀλόγιστον καὶ ἄνουν τῆς ὕλης ὑποφέρεται. Ταῦτα δὲ ἱκανῶς ἐνδείκνυται καὶ ἐμψυχότατα διὰ τῆς εἰκόνος τοῦ τε ἡνιόχου καὶ τοῖν δυοῖν ἵπποιν, τοῦ μὲν εἴκοντος τῷ κελεύσματι καὶ πειθηνίου τῷ ἡνιόχῳ, τοῦ δὲ οἰστρῶντος καὶ τῷ κέντρῳ μὴ ὑπείκοντος. Ἀποδοὺς οὖν τὴν παλινῳδίαν τῷ ἔρωτι, εὔχεται τῷ Ἔρωτι αὐτῷ ὑπέρ τε ἑαυτοῦ καὶ Λυσίου καὶ Φαίδρου, ἑαυτῷ μὲν ἵνα παραμένῃ ἣν δέδωκεν αὐτῷ ἐρωτικὴν, Λυσίᾳ δὲ καὶ Φαίδρῳ ἵνα εἰς φιλοσοφίαν τρέποιντο. Καὶ ἀξιοῖ τὸν Φαῖδρον πεῖσαι Λυσίαν ἵνα εἰς τοὐναντίον γράψῃ· ὃ δέ φησι μὴ ἂν ἐθελήσειν, ἐπειδή τις ἔναγχος ὠνείδισεν αὐτῷ καλῶν λογογράφον αὐτόν· ὃ δέ φησι μὴ ἁπλῶς ὄνειδος εἶναι τὸ γράφειν λόγους, ἀλλὰ τὸ κακῶς γράφειν· τὸ δὲ καλῶς οὐκ ὄνειδος. Καὶ οὕτως ἐπεισέρχεται ὁ περὶ τῆς ῥητορικῆς λόγος. Τί οὖν τὸ καλῶς γράφειν καὶ λέγειν ἑξῆς ζητεῖ, καί φησι τοῦτο εἶναι τὸ καλῶς γράφειν, ὅταν τις εἰδὼς τὴν ἀλήθειαν τοῦ πράγματος γράφῃ τε καὶ λέγῃ. Ὁ δὲ Φαῖδρος οὔ φησιν οὕτως ἀκηκοέναι, ἀλλὰ ἐκείνως, ὅτι οὐδὲν δεῖ τὴν ἀλήθειαν εἰδέναι, ἀλλὰ τὴν δόκησιν τῆς ἀληθείας, ὅ ἐστι τὸ πιθανόν. Καὶ τὴν ἀτοπίαν τοῦ λεγομένου ἐπιδείκνυσιν ὁ Σωκράτης ἐπὶ τοῦ ἵππου καὶ ὄνου, καὶ ὅταν μὴ εἰδώς τις αὐτοῖν τὴν διαφορὰν λέγῃ πρὸς ἕτερον ἀγνοοῦντα καὶ πείθῃ ὅτι ὁ ὄνος ἵππος ὢν τυγχάνει. Δεῖ οὖν τὸν μέλλοντα καλῶς γράφειν εἰδέναι τὴν ἀλήθειαν τῶν πραγμάτων· καὶ οὕτως ἥ τε ἀληθὴς καὶ ἡ δημώδης ἐξετάζεται ῥητορικὴ, ἣ μὲν ἀληθείας ἐπήβολος οὖσα καὶ ἐπιστήμη δικαίων καὶ μὴ δικαίων, φιλοσοφίας ὁπαδὸς καὶ μόνῳ προσήκουσα φιλοσόφῳ, θεοῖς καὶ ἀνθρώποις κεχαρισμένα ποιοῦσα καὶ λέγουσα· ἡ δὲ δημώδης ψυχαγωγίας τινὸς καὶ χάριτος ἀπεργαστικὴ, ἄτεχνός τις οὖσα τριβὴ καὶ ἀνεπιστήμων. Εἶτα ἐπὶ τοὺς τὰς ῥητορικὰς τέχνας γράψαντας τραπεὶς, ἐλέγχει ὡς περὶ ὧν οὐκ ἴσασι γράφοντας ἐπὶ τῇ τῶν νέων ἀπάτῃ· προοίμιον γὰρ καὶ διήγησιν λέγουσι, τεκμήρια καὶ πίστεις τινὰς, ἐλέγχους τε καὶ παρεπαίνους καὶ ὑποδηλώσεις καὶ παραψόγους· καί φασιν ὡς χρὴ πρὸ τῶν ἀληθῶν τοῖς εἰκόσι χρῆσθαι, ὡς ἐδόκει Γοργίᾳ καὶ Τισίᾳ· εἶτα καὶ Πώλου μνημονεύει ὃς διπλασιολογίαν ᾤετο καὶ γνωμολογίαν εὑρηκέναι ... καὶ τοῦ Χαλκηδονίου σεμνολογίας καὶ οἴκτους καὶ κηλήσεις καὶ ἐξοργήσεις· κοινῶς δὲ τὴν ἐπάνοδον καὶ τὸ ἐπὶ κεφαλαίων ἕκαστα ὑπομνῆσαι τοὺς ἀκούοντας. Ταῦτα δέ φησι ῥητορικῆς μὲν εἶναι ἀναγκαῖα μαθήματα καὶ μᾶλλον ὄντα τὰ πρὸ τῆς τέχνης· ἡ δὲ τέχνη αὐτὴ ἐν τῇ χρήσει τούτων καὶ κρίσει ἐστὶν, ὁπότε καὶ ὁπόσον καὶ πῶς ἔχουσι δεῖ λέγειν τὰ εἰρημένα. Καὶ μάρτυρας ἐπάγεται τῷ λόγῳ τὸν μελίγηρυν Ἄδραστον καὶ Περικλέα τὸν Ξανθίππου. Ὡς γὰρ ἐπὶ ἰατρικῆς, οὕτω καὶ ἐπὶ ῥητορικῆς· ὡς γὰρ ἀνάγκη τῷ ὡς ἀληθῶς ἰατρῷ εἰδέναι τὴν τῶν σωμάτων φύσιν, εἰδέναι δὲ καὶ τὴν τῶν φαρμάκων, καὶ πρὸς τούτοις τὰ πάθη, ἵνα τοῖς οἰκείοις σώμασι καὶ παθήμασι τὰ οἰκεῖα φάρμακα προσφέρων ὑγιᾶ ἀποδείξῃ τὸν ἄνθρωπον· τὸν αὐτὸν τρόπον καὶ τῷ ῥήτορι, ἐπειδὴ ψυχαγωγία ἐστὶν ἡ ῥητορικὴ, ἀνάγκη εἰδέναι καὶ ψυχῆς φύσιν, εἴτε σύνθετον εἴτε ἁπλοῦν ἐστι, καὶ μετὰ ταῦτα τῶν λόγων τὰ εἴδη, καὶ ἐπὶ τούτοις παθημάτων εἴδη τε καὶ διαφοράς· οὕτω γὰρ τοὺς οἰκείους λόγους τοῖς οἰκείοις προσφέρων ποτὲ μὲν πείσει, ποτὲ δὲ ἰάσεται, κατὰ τοὺς προσήκοντας καιροὺς ἕκαστα ποιῶν. Καὶ περὶ μὲν τῆς τῶν λόγων τέχνης ταῦτά φησι. Περὶ δὲ τοῦ γράφειν αὐτοὺς ἑξῆς ζητεῖ, πῇ καλῶς ἔχει γράφειν καὶ πῇ οὐ καλῶς. Καλῶς μὲν γὰρ ἔχει ὅταν παιδιᾶς χάριν καὶ ὑπομνήσεως εἰς τὸ λήθης γῆρας, οὐ καλῶς δὲ ὅταν σπουδάζῃ τις ἐπὶ τούτοις ὡς περὶ μέγα ἀγαθόν. Καὶ λέγει μῦθόν τινα, ὃν ἤκουσε περὶ τοῦ Θεὺθ καὶ Ἄμμωνος, ὡς ἄρα ὁ Ἑρμῆς εὗρε πρὸς ταῖς ἄλλαις τέχναις καὶ τὴν τῶν γραμμάτων, καὶ αὐτὴν ᾤετο μνήμης φάρμακον εἶναι, σοφίας δὲ αἰτίαν· ὁ δὲ Θαμοῦς οὐχ οὕτως ᾤετο, ἀλλὰ τοὐναντίον λήθης μὲν φάρμακον διὰ τὸ καταφρονεῖν ... ὡς γεγραμμένων — θαρσήσαντες γὰρ ὡς γραφεῖσιν ἀμελοῦσι τῆς μελέτης καὶ ἀποβάλλουσιν ἃ μεμαθήκασι —, δοξοσοφίας δὲ ἀφορμήν — πολυήκοοι γὰρ γενόμενοι πολυγνώμονες δόξουσιν εἶναι, ἀγνωσίαν νοσοῦντες. Διὰ ταῦτα δὴ καὶ τὰ τοιαῦτα οὐ πολλῆς τινος σπουδῆς ἄξιοι οἱ γεγραμμένοι λόγοι, ἀλλʼ οἱ γεγραμμένοι ἐν ταῖς ψυχαῖς τῶν ἀκουόντων μετʼ ἐπιστήμης τοῦ λέγοντος καὶ γράφοντος ἐν ψυχῇ. «Ἀνάγγελλε οὖν, φησὶ, ταῦτα Λυσίᾳ, καὶ ἡμεῖς Ἰσοκράτει ἀνοίσομεν,» ἐπαινέσας αὐτοῦ τὴν φύσιν καὶ τὸ ἦθος καὶ τοὺς λόγους. Καὶ καταπαύων τὸν λόγον εὔχεται σοφῷ πρέπουσαν εὐχὴν Πανὶ καὶ τοῖς ἐντοπίοις θεοῖς, καλῶς γενέσθαι τἄνδοθεν καὶ τὰ ἐκτὸς τοῖς ἐντὸς φίλα, καὶ τὸ χρυσοῦ πλῆθος τοσοῦτον ὅσον ὁ σοφὸς δύναται φέρειν· «πλούσιον γὰρ, φησὶ, νομίζοιμι τὸν σοφόν.»

Συνελόντι οὖν τὸ ὑλικὸν τοιοῦτον ...

Δόξαι τοῦ σκοποῦ

`9`

Οἳ μὲν περὶ ἔρωτος ἐπειδὴ καὶ ἡ ἀρχὴ καὶ ἀφορμὴ τοῦ διαλόγου ἐκ τούτου γεγένηται διὰ τὸν Λυσίου λόγον, κατὰ ἔρωτος γράψαντος· οἳ δὲ περὶ ῥητορικῆς ἀπὸ τῆς τοῦ Λυσίου λόγου προφάσεως καὶ τῆς πρὸς τοῦτον ἀντιγραφῆς καὶ ἀντιπαραθέσεως τοῦ Σωκρατικοῦ λόγου εἰς ἔλεγχον τοῦ ῥήτορος, ὡς μὴ κατορθώσαντος ἣν ἐπηγγέλλετο ῥητορικήν· διὸ ἐπὶ τέλει καὶ τῆς ἀληθοῦς μέμνηται ῥητορικῆς καὶ τί ἐστι τὸ καλῶς γράφειν. Ὡς εἰς μεγάλα οὖν μέρη τεμεῖν, εἰς δύο ταῦτα διέλοι ἄν τις τὸν σκοπὸν, ἓν μὲν περὶ ἔρωτος, ἓν δὲ περὶ ῥητορικῆς, τουτέστι περὶ τῶν δύο κινημάτων τῆς ψυχῆς· τὸ μὲν περὶ ἔρωτος κατὰ τὴν ἐντὸς αὐτῆς διάθεσιν καὶ τὴν πρὸς τὰ ὑπερκείμενα ἔφεσιν, τὸ δὲ περὶ ῥητορικῆς κατὰ τὴν ἐκτὸς καὶ πρὸς ἄλλο καὶ ἐπὶ τάδε ῥοήν· ἄλλων τε γὰρ ἕνεκα φράζομεν καὶ πρὸς ἀλλήλους διαλεγόμεθα. Ὥστε περὶ ψυχικῆς ἀρχῆς εἴποι ἄν τις εἶναι τὸν σκοπόν. Ἔπειτα δέ εἰσί τινες οἱ καὶ πλείους λέγοντες καὶ διαφόρους τοὺς σκοπούς· οἳ μὲν εἰρήκασι περὶ ψυχῆς, διὰ τὰ περὶ ἀθανασίας αὐτῆς ἀποδεικνύμενα ἐνταῦθα καὶ τῆς ἰδέας αὐτῆς· οἳ δὲ περὶ τἀγαθοῦ, ἐπειδὴ εἶπε· «τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε ... ποιητὴς, οὔτε ποτὲ ὑμνήσει κατʼ ἀξίαν», καὶ ἔτι· «ἡ ἀχρώματος καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ψυχῆς κυβερνητῇ μόνῳ θεατή,» διὰ ταῦτα καὶ θεολογικὸν εἰρήκασιν αὐτὸν εἶναι· οἳ δὲ περὶ τοῦ πρώτου καλοῦ διὰ τὰ ἐν τῇ παλινῳδίᾳ εἰρημένα περὶ τῶν νοητῶν εἰδῶν. Πάντες οὖν οὗτοι μερῶν τινων τῶν ἐν τῷ διαλόγῳ δραξάμενοι, περὶ τοῦ παντὸς ἀπεφήναντο τὸν σκοπόν· ἕνα δὲ πανταχοῦ χρὴ εἶναι τὸν σκοπὸν καὶ αὐτοῦ ἕνεκα πάντα παρειλῆφθαι, ἵνα ὡς ἐν ζῴῳ πάντα τῷ ἑνὶ συντάττηται. Διὸ περὶ τοῦ παντοδαποῦ καλοῦ φησιν ὁ Ἰάμβλιχος εἶναι τὸν σκοπὸν, ὡς ἐφεξῆς ἐροῦμεν.

`10`

Τὰ δὲ ἐγκλήματα νῦν λέγωμεν ἅ τινες κατηγοροῦσι Πλάτωνος ἐπὶ τούτῳ τῷ συγγράμματι, ἵνα καὶ τούτων προδιευκρινημένων ἡ ἀνάγνωσις λοιπὸν ἡμῖν ἀπερίσπαστος ᾖ. Φασὶ γὰρ πρῶτον μὲν οὐ δεόντως κατʼ ἔρωτος καὶ ὑπὲρ ἔρωτος πεποιῆσθαι αὐτὸν τὸν λόγον, ὥσπερ μειράκιον φιλοτιμούμενον εἰς ἑκάτερον· ἔπειτα τὸ ἀντιγράφειν τῷ Λυσίου λόγῳ καὶ ἁμιλλᾶσθαι βασκάνου τινὸς καὶ φιλονείκου νέου ἔοικεν εἶναι, κωμῳδοῦντος τὸν ῥήτορα καὶ εἰς ἀτεχνίαν αὐτὸν διαβάλλοντος· ἔπειτα δὲ καὶ τῇ λέξει κεχρῆσθαι ἀπειροκάλῳ καὶ ἐξωγκωμένῃ καὶ στομφώδει καὶ ποιητικῇ μᾶλλον, ὡς καὶ αὐτὸς ἐπεσημήνατο. Πρὸς μὲν τὸ πρῶτον λεκτέον ὅτι εἴωθε Πλάτων τῶν ἀντικειμένων λόγων ἐξέτασιν ποιεῖσθαι πρὸς εὕρεσιν καὶ βάσανον τῆς ἀληθείας· οὕτως καὶ ἐν Πολιτείᾳ κατὰ δικαιοσύνης καὶ ὑπὲρ δικαιοσύνης, καὶ ἐν Σοφιστῇ περὶ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος· καὶ νῦν οὖν κατʼ ἔρωτος εἶπε πρὸς τὸ ὄνομα τὸ τῶν πολλῶν ἀπομαχόμενος, δεικνὺς ὅτι οὗτος οὐκ ἔστιν ἔρως ἀλλʼ ὕβρις καὶ πάθος τι ψυχῆς· ἄλλος γάρ ἐστιν ὁ ὡς θεὸς Ἔρως, πολλῶν ἀγαθῶν τοῖς ἀνθρώποις ὢν χορηγὸς καὶ ἀναγωγεὺς τῶν ψυχῶν· ἀναγκαῖον οὖν ἦν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐπʼ ἄμφω γυμνάσαι τοὺς περὶ ἔρωτος λόγους, ἐλέγχοντος τὴν δόξαν τῶν πολλῶν, διὰ τὸ ἡγεῖσθαι αὐτοὺς ἐπʼ ἄμφω ῥέπειν τὸν ἔρωτα. —Πρὸς δὲ τὸ δεύτερον, τὸ ἀντιγράφειν Λυσίᾳ, ῥητέον ὅτι, ὥσπερ ὁ θεωρητικὸς φιλόσοφος ὑπὲρ ὠφελείας τοῦ τῶν ἀνθρώπων γένους κατατάττει ἑαυτὸν εἰς διακόσμησιν πόλεως καὶ γίνεται πολιτικὸς καὶ δικαστὴς, τὸν αὐτὸν τρόπον καὶ ὁ φιλόσοφος ὁρῶν τὸν Φαῖδρον ἐπιτηδείως μὲν ἔχοντα πρὸς φιλοσοφίαν, βλαπτόμενον δὲ ὑπὸ τῆς συνουσίας τοῦ ῥήτορος καὶ εἰς τὰ τίμια βλαπτόμενον — αἰσχρῶς γὰρ αὐτοῦ ἐρῶν συνέθηκε τὸν λόγον ὁ Λυσίας, ἵνα αὐτὸν χειρώσηται —, τούτου χάριν τὸ κακοῦργον αὐτοῦ τῆς ψυχῆς καὶ ἀπατηλὸν τό τε ἄθεον καὶ τὸ σκοτεινὸν ἐλέγχων ἠναγκάσθη εἰς τὴν αὐτὴν ὑπόθεσιν τῷ Λυσίᾳ καθεῖναι, ἵνα δείξῃ τὴν ἐμφωλεύουσαν ἀτοπίαν τῷ Λυσίου λόγῳ κατά τε τὰς λέξεις, ἃς ἐκπέπληκτο ὁ Φαῖδρος, καὶ κατὰ τὰ διανοήματα, ἐπανάγων αὐτὸν ἀπὸ τοῦ ἐκτὸς καὶ φαινομένου κάλλους ἐν λόγοις ψιλοῖς καὶ ἀθέοις ἐπὶ τὸ ψυχικὸν καὶ νοερὸν καλόν. — Πρὸς δὲ τὸ τρίτον, τὸ τῆς λέξεως ἔξογκον, ῥητέον ὡς οἰκείως πανταχοῦ τοῖς ὑποκειμένοις πράγμασι καὶ τῇ λέξει κέχρηται Πλάτων· πρῶτον μὲν γὰρ ἐπειδὴ λεπτὸς καὶ ἰσχνὸς ἦν ὁ τοῦ Λυσίου λόγου χαρακτὴρ, εἰκότως αὐτὸς τῷ ἀντικειμένῳ ἠθέλησε χρήσασθαι τῷ σεμνοπρεπεστέρῳ πρὸς κατάπληξιν καὶ χείρωσιν τοῦ νέου· ἔπειτα ἡ ὑποκειμένη θεολογία ἡ περὶ τοῦ ἔρωτος καὶ ἡ φυσιολογία ἡ περὶ τῆς νοητῆς οὐσίας ἀπῄτει τοιούτων λόγων ἀξίωμα· ἐπεὶ γὰρ περὶ ἀφανῶν καὶ ἀγνώστων πραγμάτων τοῖς πολλοῖς διελέγετο, προσφόρως καὶ ὑψηλοῖς ἐχρήσατο λόγοις, ὅπου ὁ πολιτικὸς ἢ καὶ ὁ πολὺς προσελθεῖν οὐκ ἠδύνατο.

Ἔστι δὲ ὁ διάλογος διὰ μὲν τὸν Φαῖδρον ἠθικὸς καὶ καθαρτικὸς, ἐλεγκτικὸς, προτρεπτικὸς εἰς φιλοσοφίαν· διὰ δὲ τοὺς περὶ ἔρωτος λόγους φυσικὸς καὶ θεολογικός· διὰ δὲ τοὺς περὶ ῥητορικῆς λογικός.

Τίς ὁ ἀληθὴς τοῦ διαλόγου σκοπός.

`11–12`

Οἳ μὲν περὶ ῥητορικῆς εἶναι τὸν διάλογον ἀπεφήναντο εἰς τὴν ἀρχὴν αὐτοῦ μόνην καὶ τὰ τέλη ἀποβλέψαντες· οἳ δὲ περὶ ψυχῆς, ἐπειδὴ περὶ ἀθανασίας αὐτῆς μάλιστα ἐνταῦθα ἀποδείκνυσιν· οἳ δὲ περὶ ἔρωτος, ἐπειδὴ καὶ ἡ ἀρχὴ καὶ ἀφορμὴ τοῦ διαλόγου ἐκ τούτου γεγένηται· ἔγραψε γὰρ ὁ Λυσίας λόγον περὶ τοῦ μὴ δεῖν χαρίζεσθαι τῷ ἐραστῇ ἀλλὰ τῷ μὴ ἐραστῇ, αὐτὸς μὲν σφόδρα ἐρῶν τοῦ Φαίδρου, προσποιούμενος δὲ μὴ ἐρᾶν· βουλόμενος οὖν ἀποστῆσαι αὐτὸν τῶν ἄλλων ἐραστῶν, κακούργως γράφει λόγον ὅτι δεῖ μὴ ἐρῶντι μᾶλλον χαρίζεσθαι ἢ ἐρῶντι ... περὶ οὗ καὶ ὁ Σωκράτης διαλέγεται τούτου τε τοῦ ἀκολάστου ἔρωτος καὶ τοῦ σώφρονος καὶ θείου καὶ ἐνθουσιαστικοῦ, ὅτι τῷ τοιῷδε ἔρωτι τῷ σώφρονι καὶ θείῳ χαριστέον καὶ ἀκολουθητέον. —Οἳ δὲ καὶ θεολογικὸν αὐτὸν εἰρήκασι διὰ τὰ ἐν μέσοις τοῦ διαλόγου λεγόμενα· οἳ δὲ ὅτι καὶ περὶ τἀγαθοῦ, ἐπειδή φησι· «τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε ποιητὴς ἀξίως,» καὶ ἔτι· «ἡ ἀχρώματος καὶ ἀσχημάτιστος οὐσία»· οἳ δὲ περὶ τοῦ πρώτου καλοῦ. Πάντες οὖν οὗτοι ἀπό τινος μέρους τοῦ διαλόγου περὶ τοῦ παντὸς ἀπεφήναντο σκοποῦ. Καὶ γὰρ τὸν περὶ ψυχῆς λόγον δῆλός ἐστιν ἄλλου χάριν παρεμβαλὼν, καὶ τοὺς περὶ τοῦ πρώτου καλοῦ· ἀπὸ γὰρ τῶν ἄλλων καλῶν ἐπʼ ἐκεῖνο ἀνῆλθε καὶ τὸν ὑπερουράνιον τόπον· καὶ δὴ καὶ τοὺς περὶ τοῦ ἔρωτος λόγους δῆλός ἐστι πρὸς τὸ ἐραστὸν ἀναφέρων. Οὔτε οὖν πολλοὺς εἶναι φατέον τοὺς σκοποὺς — πρὸς γὰρ ἕν τι πάντα δεῖ τετάσθαι ἵνʼ ὥσπερ ἓν ζῷον ὁ λόγος ὑπάρχῃ — οὔτε ἀπὸ μέρους περὶ τοῦ παντὸς ἀποφαίνεσθαι, ἀλλὰ τὸν λόγον εἰς ἕνα συντάττειν σκοπόν. Ἔστι δὲ οὗτος, ὡς συνελόντι εἰπεῖν, περὶ τοῦ παντοδαποῦ καλοῦ. Διὸ ἄρχεται μὲν ἀπὸ τοῦ φαινομένου κάλλους τοῦ ἐν τῇ μορφῇ τοῦ Φαίδρου, οὗπερ ἐραστὴς ἦν ὁ Λυσίας, κατὰ ἀπόπτωσιν τοῦ ἀληθινοῦ ἐραστοῦ ἀκόλαστος ὢν ἐραστής. Εἶτα μέτεισιν ἐπὶ τὸ ἐν τοῖς λόγοις καλὸν, οὗ ἐραστὴς παραδίδοται Φαῖδρος, ἐρώμενος δὲ ὁ Λυσίας ἢ ὁ Λυσίου λόγος· διὸ ἀντερῶσιν ἀλλήλων Λυσίας καὶ Φαῖδρος, καὶ ἀμφότεροι ἐρασταί εἰσι καὶ ἐρώμενοι, ἀλλʼ οὐ κατὰ τὸν αὐτὸν ἔρωτα· διὸ καὶ βελτίους ἄμφω κατά τι καὶ χείρους· καθὸ μὲν γὰρ ἐραστὴς, βελτίων ὁ Φαῖδρος, χείρων δὲ ὁ Λυσίας· ὁ μὲν γὰρ Λυσίας τοῦ σώματος ἤρα καὶ τῆς ἀκολάστου ἐπιθυμίας, ὁ δὲ Φαῖδρος τοῦ ἐν λόγοις καλοῦ καὶ τοῦ ἐν τῇ συνθέσει τῶν ῥημάτων, ὃ ἀυλότερόν πώς ἐστι· καθὸ δὲ ἐρώμενος, βελτίων ὁ Λυσίας ἐστὶ — τουτέστιν ὁ Λυσίου λόγος —, χείρων δὲ ὁ Φαῖδρος, τῷ πάλιν ἐρώμενον μὲν εἶναι τοῦ Φαίδρου τὸν λόγον Λυσίου, ἐρώμενον δὲ τοῦ Λυσίου τὸν Φαῖδρον. Εἶτα ἐπαναβιβασμοῖς χρώμενος ὁ Σωκράτης ἐπάνεισιν ἀπὸ τοῦ ἐν τοῖς λόγοις καλοῦ ἐπὶ τὸ ψυχικὸν κάλλος, τουτέστι τὰς ἀρετάς τε καὶ ἐπιστήμας. Εἶτα ἐπὶ τὸ τῶν ἐγκοσμίων θεῶν ἐν τῇ παλινῳδίᾳ. Εἶτα ἐπὶ τὸ νοητὸν κάλλος καὶ αὐτὴν τὴν πηγὴν τοῦ καλοῦ καὶ τὸν θεὸν Ἔρωτα καὶ αὐτὸ τὸ καλόν. Ὅθεν πάλιν κάτεισι διὰ τῆς διαιρετικῆς ἐπὶ τὸ ψυχικὸν κάλλος καὶ τὸ τῶν ἀρετῶν καὶ ἐπιστημῶν. Εἶτʼ αὖ πάλιν ἐπὶ τὸ ἐν τοῖς λόγοις καλὸν, καὶ συνάπτει τελευτὴν ἀρχῇ. Καὶ συνελόντι εἰπεῖν εἰς τρία τέμοις ἂν τὴν πᾶσαν τοῦ λόγου διάνοιαν καὶ εἰς τρεῖς ζωάς· εἴς τε τὴν ἀκόλαστον ἥτις ἐν τῷ λόγῳ τοῦ Λυσίου ὁρᾶται, καὶ τὴν σώφρονα ἥτις ἐν τῷ πρώτῳ λόγῳ τοῦ Σωκράτους ὁρᾶται, καὶ τρίτην τὴν ἔνθουν ἥτις ἐν τῇ παλινῳδίᾳ καὶ τῷ τελευταίῳ λόγῳ τοῦ Σωκράτους ἐνορᾶται· ἀνάλογον δὲ ταύταις ταῖς ζωαῖς εἰσι τὰ ἐρῶντα, καὶ κατὰ τὰ ἐρῶντα λάβοις ἂν καὶ τοὺς ἔρωτας καὶ αὐτὰ τὰ ἐραστά. Οὐ πόρρω οὖν ἔβαλλον τοῦ σκοποῦ οἱ περὶ ἔρωτος εἰπόντες εἶναι τὸν διάλογον, ἐπειδήπερ ὁ ἔρως κατὰ τὴν ἀναφορὰν τὴν ἐπὶ τὸ ἐραστὸν ὁρᾶται. Καὶ δεῖ μέντοι μηδὲ τὰς σύνεγγυς διαφορὰς λανθάνειν, ἐπεὶ καὶ αὐτὸς ὁ Πλάτων οὐ τὰς τυχούσας διακρίσεις ἔρωτος καὶ ἐραστοῦ παραδέδωκεν. Ὅτι δὲ οὐκ ἔστιν ἐνταῦθα ὁ προηγούμενος σκοπὸς δῆλον· οὔτε γὰρ περὶ οὐσίας αὐτοῦ οὔτε περὶ δυνάμεως παραδίδωσιν, ἀλλὰ περὶ τῆς ἐνεργείας αὐτοῦ τῆς εἰς τὸν κόσμον καὶ τὰς ψυχὰς διαλέγεται, ὅτι δὴ πάντα ἀνάγει ἐπὶ τὸ ἐραστὸν καὶ τὸ καλόν· εἰ δέ που ὁ Πλάτων προηγούμενον περί τινος λόγον ποιεῖται, περὶ τριῶν τούτων διαλέγεται, περὶ οὐσίας, περὶ δυνάμεως, περὶ ἐνεργείας· διὸ ἐν τῷ Συμποσίῳ ἐπειδὴ προηγούμενος ἦν ἐκεῖ ὁ περὶ αὐτοῦ λόγος, τὴν μεσότητα αὐτοῦ καὶ τὴν τάξιν παραδιδοὺς, δαίμονα μέγαν αὐτὸν κέκληκεν, ὡς δέοντα τὰ δεύτερα τοῖς πρώτοις. Ἐνταῦθα δὲ ἐπειδὴ προηγεῖται ὁ περὶ τοῦ καλοῦ λόγος, εἰς ὃ ὁ Ἔρως πάντα ἀνάγει, θεὸς προσαγορεύεται.

Τὰ δὲ πρόσωπα ὁ Λυσίας, ἤτοι ὁ λόγος αὐτοῦ, καὶ ὁ Φαῖδρος καὶ Σωκράτης.

Ἐντεῦθεν ἡ τοῦ Πλατωνικοῦ ῥητοῦ ἐξήγησις.

αʹ ὦ φίλε Φαῖδρε

`14`

Ὅτι περὶ τοῦ παντοδαποῦ καλοῦ ὁ σκοπὸς, πρῶτον τοῦ ἐν αἰσθήσει καὶ τῇ φύσει, εἶτα τοῦ ἐν τοῖς λόγοις, καὶ ἀνωτέρω τοῦ ἐν ψυχῇ καὶ ἐπιστήμαις καὶ ἐπιτηδεύμασι, καὶ ἔτι ἀνωτέρω τοῦ ἐν νῷ, καὶ τελευταῖον τοῦ ἐν θεοῖς, δηλοῖ ἡ πρώτη λέξις, τὸ ὦ φίλε. Φίλον γὰρ τὸ καλὸν, κλητικὸν ὂν εἰς ἑαυτὸ καὶ ἐπιστρεπτικόν· διὸ καὶ καλὸν λέγεται παρὰ τὸ καλεῖν εἰς ἑαυτὸ τοὺς ἐρῶντας. —Τὸ δὲ ποῖ δὴ καὶ πόθεν δηλωτικόν ἐστι πάλιν τοῦ ἐν αἰσθήσει καλοῦ· ἀεὶ γὰρ ἐν κινήσει καὶ γενέσει καὶ φθορᾷ τὸ αἰσθητικὸν κάλλος. Ἐπειδὴ οὖν καὶ ὁ Φαῖδρος ἐπτόητο περὶ τὸ φαινόμενον κάλλος τὸ ἐν τοῖς λόγοις ὅπερ ἐν κινήσει καὶ ῥύσει θεωρεῖται — τῶν γὰρ ἐν τῇ ψυχῇ διανοημάτων εἰκόνες οἱ λόγοι, πᾶσα δὲ κίνησίς ποθέν ποι· διὰ τοῦτο ἐρωτᾷ «ποῖ δὴ καὶ πόθεν.» Ἢ ὅτι ἐπειδὴ τῷ Σωκράτει ἐπιμελὲς ἦν τῶν νέων φροντίζειν, δεῖ δὲ τὸν μέλλοντά τι ἰᾶσθαι πρότερον ἐπισκέπτεσθαι αὐτοῦ πᾶσαν τὴν κατάστασιν, εἶθʼ οὕτως ἐγχειρεῖν τῇ θεραπείᾳ, διὰ τοῦτο δὴ καὶ ὁ Σωκράτης ἀνερωτᾷ ἀπὸ ποίων τε συνουσιῶν ἔρχεται καὶ ἐπὶ ποίας ἐπτόηται, μὴ ἄρα καὶ διέφθαρται ὑπό τινων συνουσιῶν. —Τὸ δὲ παρὰ Λυσίου τοῦ Κεφάλου, ἐπειδὴ ὁ Κέφαλος ὀρθοδοξαστικὸς ἡμῖν παραδίδοται ἐν Πολιτείᾳ, ἤρα δὲ τοῦ Λυσίου λόγου ὁ Φαῖδρος, δηλοῖ ὅτι τὸ φαινόμενον κάλλος δόξῃ ἐστὶν μετʼ αἰσθήσεως ληπτὸν καὶ οὐκ ἐπιστήμῃ. —Τὸ δέ πορεύομαι ἔξω τείχους πρὸς περίπατον δηλοῖ ὅτι πρὸς κρείττονά τινα καὶ ὑπερτέραν ζωὴν μέλλει ἰέναι καὶ οἷον παρὰ τοὺς πολλούς· τὸ γὰρ αὐτὸ πρὸς διάφορα πράγματα καὶ κατὰ διαφόρους ἐπιβολὰς δύναται καὶ ὡς κρεῖττον λαμβάνεσθαι καὶ ὡς χεῖρον· οἷον τὸ λευκὸν ἐὰν σημαίνῃ ἡμῖν τὸ σαφὲς τὸ τῇ αἰσθήσει ληπτὸν καὶ εὔγνωστον πάνυ, τὸ μέλαν σημαίνοι ἂν τὸ ἀσαφὲς, τὸ κρεῖττον τῆς αἰσθητικῆς γνώσεως, τὸ βαθὺ καὶ νοήσει μόνῃ ληπτόν· ἐὰν δὲ τὸ μέλαν σημαίνῃ τὸ σκοτεινὸν καὶ συγκεχυμένον καὶ ἀσαφὲς — ὡς χεῖρον τοῦ σαφοῦς —, τότε τὸ λευκὸν δηλοῖ τὸ σαφὲς καὶ γνώριμον καὶ τὸ φανὸν τοῦ νοῦ καὶ διειδές. Καὶ τοίνυν τὸ ἄστυ καὶ ἡ πόλις, ἐπειδὴ οἱ πολλοὶ ἐν αὐτῇ ἀναστρέφονται, δῆλον ἐπὶ τοῦ Φαίδρου τὸ πορεύομαι ἔξω τείχους — ἀντὶ τοῦ· ἐκτὸς τῶν πολλῶν καὶ τῆς λεωφόρου —, τουτέστιν ἐπὶ ὑπερτέραν καὶ κρείττονα ζωὴν μέλλω ἰέναι· ἐπὶ δὲ Σωκράτους σημαίνει τὸ ἄστυ — λέγει γὰρ ἑξῆς ὁ Φαῖδρος ὅτι «ἀτεχνῶς σὺ ξεναγουμένῳ ἔοικας, καὶ οὐκ ἐθέλεις ἀποδημεῖν οὐδὲ ἐξιέναι τοῦ ἄστεος» — τὸ ἀεὶ τὸν Σωκράτην καὶ τὸν ἐπιστήμονα τῶν οἰκείων ἀρχῶν ἔχεσθαι καὶ τῶν νοητῶν, καὶ μὴ ἐξίστασθαι ἑαυτοῦ.

`15`

Εὐλόγως ἐκ προοιμίων φίλον τὸν Φαῖδρον καλεῖ ὁ κηδεμὼν τοῦ νέου Σωκράτης· ἐφʼ ὅσον γὰρ ἔχθρα μεσολαβοίη καὶ διχόνοια τρόπων, οὔτε ὁ τελῶν τελεῖ οὔτε ὁ τελούμενος τελεῖται· πῶς γὰρ ἐπανάξει ὁ προνοεῖν ᾑρημένος ὃν οὐ πεφίληκε; πῶς δὲ ὁ διδάσκων διδάξει τὸν μὴ ἐπιτηδείως ἔχοντα τῆς ψυχῆς πρὸς τὴν μάθησιν; εἰ γὰρ ἐναντίον τῇ φιλίᾳ τὸ νεῖκος, τὸ δὲ νεῖκος ἀρχὴ διαστάσεως, εἰκότως ἡ φιλία ἑνώσεως· ἕνωσις δὲ διεστώτων οὐκ ἂν ἄλλως γένοιτο εἰ μὴ πρότερον τοῦ ἑτέρου θάτερον ἐπιδράξεται τὸ δραστικώτερον τοῦ ἐνδεοῦς — δηλαδὴ ὅσα καὶ πῦρ τοῦ σιδήρου· οὕτω καὶ ἐνταῦθα ὁ Σωκράτης φίλον τὸν Φαῖδρον καλέσας διὰ τῆς προσρήσεως ἐπιδράττεται τούτου, ὡς ἂν τῆς οἰκείας αὐτὸν ποιήσῃ συνουσίας ἄξιον. Εἰ δέ τι δεῖ καὶ τὸ τοῦ Φαίδρου ὄνομα ἀναπτύξαι — οὐδὲ γὰρ καὶ περὶ ταῦτα χεῖρον οἱ παλαιοὶ διετέθησαν —, ἰστέον ὡς τὸ φαινόμενον καλὸν διώκων ὁ Φαῖδρος — ἐραστὴς γὰρ ἦν τῶν τοῦ Λυσίου λόγων —, τὸ ὄντως ὂν καὶ ἀνωτέρω παρὰ τοῦ Σωκράτους μεμάθηκε· τῷ φαινομένῳ οὖν προσέχων ἔλαθεν ἐμπεσὼν εἰς τὸ ἐπικεκαλυμμένον καὶ νοητὸν, εἴτουν κρύφιον καὶ μόλις διορώμενον — τοῦτο γὰρ τὸ Φαῖδρος δηλοῖ —, καὶ ἀπὸ κάλλους εἰς κάλλος μετῆλθεν ὡς εἶναι τύπον οὗ μέλλει μαθήσεσθαι τὸ παρʼ ἐκείνου γινωσκόμενον καλόν. Ἐντεῦθεν καὶ ἄλλο τι μανθάνομεν, ὡς ὁρμὴν ἔχοντες εἰς τὸ ἀγαθὸν καὶ προθυμίαν καὶ ἔφεσιν, εἰ καὶ σφαλοίμεθα πολλάκις διὰ τὸ φαινόμενον, ἀλλʼ οὖν τὸ ὂν διδασκόμενοι, οὐ δυσπετῶς ἔχομεν πρὸς αὐτὸ ἅτε τῆς ψυχῆς ἡμῶν προκατεχούσης αὐτὸ, εἰ καὶ περὶ τὸ πρᾶγμα ἠπάτητο· εἰ γὰρ μὴ ὁ Φαῖδρος κάλλους ἐφίετο, οὐκ ἂν κάλλος ἐμάνθανε.

`16`

Δόξει μὲν ἀντιστρόφως ἔχειν. Ἑξαχῶς γὰρ τῆς κινήσεως οὔσης, ποθὲν ... ποι τὴν φορὰν ὠνομάκασι· προηγεῖται τοίνυν τὸ πόθεν, ἐπάγεται δὲ τὸ ποῖ. Ἀλλʼ ἔστιν εἰπεῖν λογικῶς μὲν ὡς ἡ μὲν κίνησις ἀρχὴν μὲν ἔχει τὸ πόθεν, τὸ δὲ ποῖ τελευτὴν, ἡ δὲ τοῦ κινουμένου πρόθεσις ὡσανεί τινα ἀρχὴν τὸ ποῖ ἔχει· εἰ γὰρ μὴ κινήσει τοῦτον ἄλλη τις ἔμφυτος ὄρεξις εἰς ἐκεῖνο, οὐκ ἂν ἐντεῦθεν ὁρμήσειε· μὴ μόνον δὲ ἐπὶ τῶν ζῴων ἀλλὰ καὶ ἐπʼ αὐτῶν τῶν φυσικῶν· τὴν γὰρ εἰς ὑγείαν κίνησιν ὑγίανσίν φαμεν καὶ τὴν εἰς νόσον νόσανσιν, ὡς ἐκ τῶν τελῶν ὠνομασμένων τῶν κινήσεων. Ἠθικῶς δὲ ὅτι ἐντρέπει τὸν Φαῖδρον ὁ Σωκράτης καὶ οἱονεὶ λέγει· «ποῖ πορεύῃ; πόθεν ἐξῆλθες; ἀφῆκας τὸ ὄντως κάλλος, τὸ ἐν τοῖς θείοις, καὶ τὸ ἐν λόγοις τεθαύμακας; ὅρα δὴ ποῖ κατήντηκας καὶ οὕτως γνώσῃ πόθεν ἐξῆλθες· ὡς γὰρ, φέρε εἰπεῖν, ἐπὶ τῶν ὁδῶν ἢ ἑπὶ τῶν ἑτέρων τρόπων οὐκ ἄλλως τὰ πρότερα ζητοῦμεν, εἰ μὴ τῶν δευτέρων δυσχερεστέρων ὄντων ἐν γνώσει γενώμεθα, οὕτω δὴ καὶ ἐνταῦθα οὐκ ἄλλως ἔχεις μαθεῖν, ὦ Φαῖδρε, ἐξ οὗ συνηρπάγης, εἰ μὴ γνώσῃ ἐφʼ ὅσον καὶ οὗ συνηλάθης· ἡ γὰρ παροῦσα διαμαρτία ὑπόγυος οὖσα ἱκανή ἐστιν ἀνάξαι κατά τινα ἀναποδισμὸν πρὸς τὴν ὄντως ψυχῇ πρέπουσαν κατάστασιν.» Ἔχει τις καὶ φυσικῶς εἰπεῖν ὅτι ἐπειδὴ τὸ μετὰ τὸν δημιουργὸν δεύτερον ποιητικὸν αἴτιον ἡ φύσις, προϋποκειμένου ὅτι καὶ αὐτῆς τῆς φύσεως τὸ θεῖόν ἐστιν δημιουργὸν, ἐξ ὕλης ἅπαν εἰδοποιοῦσα, οὐ ζητεῖ προηγουμένως ποίας ἔσχε τὰς ἀφορμὰς ἡ ὕλη καὶ ἐξ οἵων κινήσεων, ἀλλὰ πρὸς ποῖον τέλος ἐπιτηδειότητα ἔσχηκεν· οὕτω γὰρ δοκιμαζομένης κατὰ τοὺς αὐτῆς λόγους καὶ εἰδοποιοὺς ἀριθμοὺς τελεσιουργεῖται τὸ ἀποτέλεσμα· τί γὰρ εἰ τὸ σπέρμα ἐξ ἀφορμῶν ἀγαθῶν καὶ γενέσεων, αὐτὸ δὲ οὐκ ἔστιν πρὸς τὸ τέλος εὔοδον, κατά τινα τρόπον πλημμεληθέν; Ἐπεὶ οὖν ὁ μὲν Σωκράτης ποιητικοῦ λόγον ἔχει, ὁ δὲ Φαῖδρος ὑλικοῦ, εἰκότως προηγουμένως ἐζήτησε τὴν εἰς τέλος ἐπιτηδειότητα, ὡς ἂν μὴ ματαιομοχθῇ εἴ που παρά του ἐμποδίζοιτο. Πλὴν καὶ τὸ πόθεν δευτέρως ζητεῖ· οὐδὲ γὰρ τοῦτο μικρόν· οὐδὲ γὰρ ἂν ἐκ πυρῆνος ἄμπελος βλαστήσειε πώποτε, οὐδέ γε ἐκ γιγάρτου δάφνη, ἀλλʼ ἕκαστον ἐκ τῶν ἰδίων ἀρχῶν κατὰ τὸν λόγον τῆς φύσεως.

Ἐρωτηθεὶς ὁ νέος διπλῆν τὴν ἐρώτησιν διπλῆν καὶ τὴν ἀπόκρισιν δέδωκε, πλὴν τὸ μὲν φαινόμενον κατὰ ζῆλον Ὁμηρικὸν σαφηνείας χάριν χιάσας αὐτὴν πρὸς γὰρ τὸ πόθεν ἀπήντησε ... κατὰ τὸ

  
... οἰμωγή τε καὶ εὐχωλή ...  
  
ὀλλύντων τε καὶ ὀλλυμένων,  
τὸ δὲ νοούμενον ὅτι ἐκεῖνο δὴ τὸ δεύτερον καὶ ὁ λόγος οἶδεν ἀναγκαιότερον, ὅ ἐστι τὸ ποῖ πορεύεται; διετηρήθη γοῦν ὕστερον ἵνα ὑπανοίξῃ τῇ συνουσίᾳ τοὺς λόγους· ἴδιον δὲ τοῦτο καὶ λογογράφοις, πλέον δὲ τοῖς διαλογικοῖς καὶ αὐτῷ Πλάτωνι. Ἢ ἄλλως· τοῦ πόθεν λόγον ἔχοντος ὕλης, τοῦ δὲ ποῖ εἴδους, ἐπενέγκας τῷ πόθεν τὸ ποῖ ἔδειξε τὸ εἶδος συναγωγὸν καὶ ὁριστικὸν τῆς ὕλης εἶναι. Καὶ ὁ μὲν Σωκράτης οἷα ὑψηλὸς καὶ φιλόσοφος τὸ ποῖ προηγουμένως ἐζήτησεν ὡς εἶδος, ὁ δέ γε Φαῖδρος ἀτελὴς ὢν καὶ ἔτι τῇ ῥητορείᾳ προσέχων τῇ ταῖς τῶν μερικῶν πραγμάτων ὕλαις χρωμένῃ τὸ πόθεν ὡς ὕλην προέκρινεν.

`17`

Πορεύομαι Τριττή τις εὑρίσκεται ἡ ἀπόκρισις, ἣ μὲν ἀναγκαία, ἣ δὲ φιλάνθρωπος, ἣ δὲ περιττή· οἷον· «ποῦ ὁ Δίων; —οὐκ ἔστιν ὧδε·» ἀναγκαῖον τοῦτο· «οὐκ ἔστιν ὧδε, ἀλλʼ ἐν τῇ διατριβῇ·» τοῦτο φιλάνθρωπον· «οὐκ ἔστιν ὧδε, ἀλλʼ ἐν τῇ διατριβῇ ποιήσων τὸ καὶ τό·» τοῦτο περιττόν. Τὸ γοῦν πόθεν ἀναγκαίαν μόνην ἔσχε τὴν ἀπόκρισιν, τὸ δὲ ποῖ καὶ φιλάνθρωπον· ἐπιφέρει γὰρ «πρὸς περίπατον» — οἱονεὶ πρὸς τὸ περιπατῆσαι· ἡ δὲ λέξις σεμνὴ ὡς ὀνομαστικὴ, σεμνυνομένου οἷον τοῦ Φαίδρου τῷ περιπάτῳ ὡς ἀνθρώπῳ ᾑρημένῳ ὑγιαίνειν καὶ σῶμα καὶ ψυχὴν πρέποντι. Τὸ δὲ περιττὸν ἀπηξίωσεν· οὐ γὰρ ἦν ... πρὸς Σωκράτην ἀποκρινόμενον ἀδολεσχίας γράφεσθαι. —Ἄλλως δὲ καὶ τὴν συνουσίαν ἐντεῦθεν προδιατίθησιν· ὁ γὰρ περίπατος ἀναγκαῖον πρὸς ὁμιλίαν καὶ χάριεν· δηλοῦντος τοῦ λόγου ὡς χρεία ἐστὶν καὶ τῆς ἡμετέρας περὶ τὰ καλὰ προαιρέσεως, ἵνʼ ἡ καλλοποιὸς δύναμις πρὸς ἡμετέραν εὐεργεσίαν κινηθείη. Καὶ ἄλλως τὸ πόθεν ἀναίτιον ἀφῆκε, τοῦ δὲ ποῖ τὴν αἰτίαν προτίθησιν· ἐπεὶ γὰρ τέλος τῆς κατὰ τόπον κινήσεώς ἐστι τὸ ποῖ, τὸ δὲ τέλος οὗ ἕνεκα ἵνα μὴ ματαία δόξῃ ἡ κίνησις, τὸ τελικὸν προτίθησιν αἴτιον· αἰτία γὰρ πᾶσα μᾶλλον τοῦ γίνεσθαι ἢ τοῦ ἀπογίνεσθαι. Καὶ διὰ τοῦτο τὸ πόθεν ἀφῆκεν ἀναίτιον, αἰνιξάμενος κἀκεῖσε τὴν τοῦ γενέσθαι παρὰ τὸν Λυσίαν αἰτίαν κἀντεῦθεν τὴν τοῦ ἀπογενέσθαι συναινιξάμενος. Εἰπὼν γὰρ· «παρὰ Λυσίου τοῦ Κεφάλου» — υἱοῦ δηλονότι· οὕτω γὰρ καὶ δίχα τοῦ ἄρθρου Ἀττικῶς —, καὶ συστήσας τὸν ῥήτορα, ἔδειξε καὶ γεγονὼς παρʼ ἐκεῖνον μαθήσεως χάριν ῥητορικῆς καὶ ἀπογεγονὼς ἀπʼ ἐκείνου ἀνέσεως ἕνεκα.

βʹ Συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον

Τὸ δὲ διέτριψα συχνὸν χρόνον καὶ τὸ καθήμενος δηλοῖ ὅτι ἡ περὶ τὰ ἔνυλα στροφὴ καὶ ἡ περὶ τὸ φαινόμενον κάλλος διατριβὴ ἐπίπονός ἐστι καὶ μοχθηρά. Καὶ τὸ καθήμενος δὲ ἐνδείκνυται ὅτι οὐχ ὑψηλὴ οὐδὲ ἀναγωγὸς ἡ τούτου θεωρία, ἀλλὰ χαμαιπετὴς καὶ κοιλοτέρα καὶ ταπεινὴ, καὶ ὅτι κατασπᾷ καὶ καθέλκει ἀπὸ κρείττονος ζωῆς, ὡς καὶ ὁ ἐν Φαίδωνι καθήμενος Σωκράτης.

γʹ Σῷ καὶ ἐμῷ ἑταίρῳ

`18`

Πῶς τὸν Ἀκουμενὸν καὶ Σωκράτους καὶ ἑαυτοῦ καλεῖ ἑταῖρον; Ἢ Σωκράτους μὲν ἑταῖρον, ὅτι ἰατροὶ ἄμφω — ὅπερ γὰρ ὁ Σωκράτης περὶ ψυχὴν, τοῦτο ὁ Ἀκουμενὸς περὶ σῶμα, ἰατρικοὶ καὶ καθαρτικοὶ τῶν αὐτοῖς ὑποκειμένων —, τοῦ δὲ Φαίδρου ἑταῖρον, ὅτι ἀμφότεροι περὶ τὸ φαινόμενον ἐπτόηνται· καὶ γὰρ ὁ Φαῖδρος περὶ τὸ φαινόμενον κάλλος τὸ ἐν τοῖς λόγοις ἐπτόηται, καὶ ὁ Ἀκουμενὸς ἰατρός ἐστι τοῦ φαινομένου, τουτέστι τοῦ σώματος — διὸ καὶ Ἀκουμενὸς, ὡς θεραπευτικὸς τοῦ σώματος. —Δρόμοι δὲ ἦσαν τόποι τινὲς ὅπου ἔτρεχον οἱ νέοι· ἐκείνων οὖν τῶν ἐν τοῖς δρόμοις γυμνασίων ἀκοπώτεροί εἰσιν οἱ περίπατοι, ὡς κατὰ σχολὴν καὶ κατὰ βραχὺ γυμνάζοντες καὶ τὰς ἀναπαύλας ἐκ τοῦ πλήσιον ἔχοντες· ὃτε γάρ τις βούλεται, δύναται καθέζεσθαι.

δʹ Ἀτὰρ Λυσίας ἦν

Βουλόμενος αὐτὸν ὠφελῆσαι, οὐκ ἐᾷ ἄλλο τι αὐτὸν προφασίσασθαι, ἀλλά φησιν ὅτι «δῆλον οὖν ὅτι Λυσίας ἦν ἐν ἄστει καὶ ἐκεῖθεν προσεχῶς ἔρχῃ, καὶ εἱστία ὑμᾶς,» ὥς φησιν ἑξῆς, «τοῖς λόγοις.» —Τὸ δὲ τῇ Μορυχίᾳ τῇ ἀπὸ Μορύχου τινὸς οὔσῃ λέγει. Τινὲς μὲν οὖν ἐπεχείρησαν καὶ ἀπὸ τῆς τῶν ὀνομάτων ἀναπτύξεως Ἐπικράτους καὶ Μορύχου καὶ Φαίδρου λέγειν τι, ὡς κρατουμένου τοῦ σκοτεινοῦ καὶ τοῦ ἐνύλου ὑπὸ τοῦ λαμπροῦ τοῦ Φαίδρου· ἐπειδὴ δὲ γλίσχρον εἶναι δοκεῖ, τό γε προσφυὲς μᾶλλον πᾶσι τοῖς λεγομένοις τὸ ἀπὸ τῆς ἱστορίας λάβωμεν. Ἱστορεῖται τοίνυν ὁ μὲν Λυσίας καλλιεπείᾳ τῶν καθʼ αὑτὸν ὑπερενεγκεῖν, ἐρᾶν δὲ τῶν παίδων τὸν ἀκόλαστον ἔρωτα, Φαῖδρος δὲ εὐειδὴς μὲν τὸ φαινόμενον, ἐπτοημένος δὲ περὶ τὸν ἔξω ῥέοντα λόγον· ὁ δὲ Μόρυχος γάστρις τις ἄνθρωπος καὶ ἡ κωμῳδία αὐτὸν ὡς γαστρίμαργον διαβάλλει· τὸ οὖν τὸν ἀκόλαστον Λυσίαν ἐν τῇ τοῦ γαστριμάργου οἰκίᾳ παραδοῦναι μένοντα, πολλὴν ἔχει τὴν ἀκολουθίαν.

εʹ Πλησίον τοῦ Ὀλυμπίου

`19`

Πλησίον δὲ τοῦ Ὀλυμπίου σημαίνει ὅτι καὶ τὸ φαινόμενον κάλλος ἐκ τοῦ Διὸς καὶ τῶν Ὀλυμπίων θεῶν τῇ γενέσει ἐνδίδοται. —Πῶς δὲ καὶ ἀσχολίας ὑπέρτερον ὁ Σωκράτης ποιεῖται τὴν συνουσίαν μαθεῖν; Ἀσχολία μὲν οὖν λέγεται ἡ περὶ τὰ ἀνθρωπικὰ πράγματα διατριβὴ καὶ ἐπὶ τὸν θνητὸν βίον περιολκὴ, σχολὴ δὲ ἡ ἀπόθεσις τῶν ἀνθρωπικῶν καὶ ἀνθολκὴ ἡ ἐπὶ τὸν νοερώτερον καὶ καθαρώτερον βίον· διὸ καὶ σχολαστικὸς λέγεται, ὥς φησι καὶ Ἀριστοτέλης ... ἡ εἰς ἑαυτὸν στροφὴ καὶ ἡ ἀπόθεσις τῶν ἀνθρωπίνων. Ἐπεὶ οὖν ἐπιμελὲς ἦν τῷ Σωκράτει τῶν ψυχῶν τῶν νέων ἐπιμελεῖσθαι, διὰ τοῦτό φησι καὶ ἀσχολίας ὑπέρτερον αὐτὸ τίθεσθαι, ἀντὶ τοῦ «τῆς σῆς ὠφελείας χάριν ἡδέως κάτειμι καὶ εἰς κοιλοτέραν ζωὴν καὶ εἰς ἐξέτασιν τοῦ Λυσίου λόγου.»

Ἀτὰρ Λυσίας ἦν Ἀκόλουθον ῥήτορι καὶ κάλλος ζητοῦντι φαινόμενον ἐν ἄστει ὄχλου πλήθοντος διάγειν. Ὡς γοῦν τεχνίτης ῥήτωρ περὶ τὴν ὕλην τὰ πολιτικὰ πράγματα ἀναστρέφεται, ὡς δὲ τὸ φαινόμενον διώκων τὸν παρὰ πολλῶν ζητεῖ ἔπαινον· οὐκ ἔστιν ἄρα τοῦτον διάγειν ἐν ἐρημίᾳ καὶ ἡσυχίᾳ ἔστʼ ἂν τοιαύτης ᾖ προαιρέσεως. Ὥσπερ γὰρ τῆς τὸ νοητὸν κάλλος ζητούσης ψυχῆς τροφή τις ὡσανεὶ ἡ ἐρημία καὶ ἡσυχία γίνεται, οὕτω τῆς τῷ φαινομένῳ προσεχούσης ὁ πλήθων ὄχλος καὶ οἱ πολιτικοὶ θόρυβοι. Καὶ ὁ κατὰ ταύτην μὲν τὴν πολιτείαν ζῶν χαῦνος λέγεται παρʼ Ἀριστοτέλει, οἷα ἐπὶ δήμῳ καὶ θορύβοις ἐξογκούμενος· ὁ δὲ κατʼ ἐκείνην μεγαλόψυχος, ὡς περιφρονῶν μὲν τῶν τοιούτων ἐπαίνων, ζητῶν δὲ ψῆφον ἀνδρῶν ἐπʼ ἀρετῇ ἀκολάκευτον. Τῆς γοῦν προτέρας πολιτείας εἰκὼν ὁ Σωκράτης ὃς ἐπεποίθει καὶ ἐκυδροῦτο τῇ τοῦ θεοῦ μαρτυρίᾳ, τῆς δὲ δευτέρας παραφθορᾶς ὁ Λυσίας ἐν ἄστει διάγων καὶ πολιτικοῖς καλινδούμενος πράγμασιν.

`20–21`

Ἔτι καὶ οὕτως ῥητέον· πέντε εἰσὶν αἱ γνωστικαὶ δυνάμεις τῆς ψυχῆς· νοῦς, διάνοια, δόξα, φαντασία καὶ αἴσθησις· τούτων μέσον ἡ δόξα· ἐπεὶ γὰρ ὁ νοῦς περὶ τὰ ὄντως ὄντα ἀεὶ στρέφεται καὶ οἱονεί τινι θίξει νοεῖ ὧν δύναται ἐπιλαμβάνεσθαι, ἡ δὲ διάνοια καὶ αὐτὴ περὶ τὰ ὡσαύτως ἔχοντα, πλὴν μετά τινος λόγου καὶ ἀποδείξεως, ἔδει καὶ τὰ ἐν γενέσει, ἃ δὴ καὶ γινόμενα καὶ ἀπογινόμενα καὶ ἄλλως ποτὲ ἔχοντά εἰσιν, ἔχειν τινὰ ἕξιν τὴν γνωρίζουσαν αὐτά· καὶ ἔστιν αὕτη ἡ δόξα ἥτις, ἐπεὶ ἀσυλλογίστως τῶν συμπερασμάτων ἐπιδράττεται, ἔστιν οὗ καὶ ἐπιτυγχάνει καὶ ἀποτυγχάνει· οὐδὲ γὰρ ἀεὶ καὶ ὡσαύτως ἔχει τὸ ὑποκείμενον. Ἐπεὶ γοῦν ἡ δύναμις τῆς δόξης διττὴ εὑρίσκεται, ἐπιτυγχανούσης μὲν εἰκὼν ὁ Σωκράτης αὐτῆς οἷα τῶν πραγμάτων ἐπήβολος καὶ ἀποφαντικῶς καὶ καθόλου ἀποφαινόμενος, «περὶ πάντων» λέγων «ὦ παὶ, μία ἀρχή·» καὶ νῦν δὲ «ὡς ἔοικεν» εἰπὼν τὴν δόξαν δηλοῖ τὴν ἐπιτυγχάνουσαν· ἀποτυγχανούσης δὲ εἰκὼν ὁ Λυσίας ἅτε τῷ φαινομένῳ προσέχων καὶ μερικῷ περὶ ὃ καὶ ἡ καθʼ ὑπόληψιν ἀπάτη γίνεται. Ὅ τι οὖν ἐστιν ὁ Σωκράτης τῆς δόξης, ὁ Φαῖδρος τῆς φαντασίας ἐστὶ, καὶ ὁ Λυσίας τῆς αἰσθήσεως· ὁ μὲν Λυσίας ἅτε ἐν ἄστει διάγων καὶ τοῖς φαινομένοις προσέχων, ὁ δὲ Φαῖδρος ἅτε καὶ ἔξω τοῦ τείχους, τῶν αἰσθητῶν δηλαδὴ, προῃρημένος ὁδεύειν, τὴν βίβλον ἐπʼ ἀριστερᾶς ἔχων καὶ τὰ ἐναπομάγματα τῆς αἰσθήσεως. Ἔχομεν οὖν ἐντεῦθεν ὡς ἡ δόξα πλέον οἰκειοῦται τῇ φαντασίᾳ ἢ τῇ αἰσθήσει· ἐκ γὰρ τῆς φαντασίας καὶ λόγους λαμβάνει — πολλάκις γὰρ ἰδών τις καὶ φαντασιούμενος ἐδόξασε καὶ περὶ τοῦ προκειμένου —, τῆς δὲ αἰσθήσεως καὶ πόρρω οὔσης προνοεῖ. Ὥσπερ γὰρ εἰ μὴ ἦν ὁ Λυσίας, οὐκ ἂν οἱ καλοὶ λόγοι τοῦ Σωκράτους πρὸς τὸν Φαῖδρον ἐγεγόνεισαν, οὕτως οὐδʼ αἰσθήσεως οὔσης οὐκ ἂν ἡ φαντασία λόγους τῇ δόξῃ παρέπεμπε. Καὶ οὕτω μὲν εἴπερ ὁ Σωκράτης τῆς δόξης εἰκών. Εἰ δὲ ὁ Λυσίας, πάντως δέ γε τῆς διημαρτημένης, ὁ Φαῖδρος τῆς διανοίας ἂν εἴη καὶ ὁ Σωκράτης τοῦ νοῦ· ἐκεῖνος μὲν ὅτι διὰ μέσου συλλογίζεται τοῦ βιβλίου τὸ ζητούμενον καὶ ὅτι ἔξω τείχους πορεύεται, τὴν διέξοδον τοῦ συλλογισμοῦ καὶ τὸ διʼ ἄλλου ἄλλο συμβαῖνον ὑποδηλούσης τῆς λέξεως· ὃ δὲ κἂν ὅπου ποτʼ ᾖ κἂν ἐκτὸς κἂν ἐντὸς τῶν αἰσθητῶν, ὅμως πρὸς ἑαυτὸν ἐπιστρεφόμενος. Τριττὴν γοῦν κίνησιν δίδωσιν ὁ λόγος τῷ νῷ, τὴν κυκλικὴν, τὴν ἑλικοειδῆ, καὶ τὴν κατʼ εὐθύ· τὴν μὲν κυκλικὴν ὅτε πρὸς ἑαυτὸν καθʼ ἑαυτὸν ἐπιστρέφεται καὶ ἀκροθιγῶς τῶν ὑποκειμένων ἐπιδράττεται ὥσπερ κύκλος ἐπίπεδος· ὡς γὰρ ἐκεῖνος κατὰ πλείονα ἢ ἓν σημεῖον οὐκ ἂν ἅψεται, οὕτω νοῦς πρὸς ἑαυτὸν ἐπιστρεφόμενος οὐκ ἂν τοῖς πολιτικοῖς καλινδηθήσεται πράγμασιν· ἑλικοειδῆ δὲ ὅτε τῇ διανοίᾳ ἐφίησι καὶ ταύτην ἀνάγει πρὸς τὴν ἀληθῆ ἕξιν ὡς ὁ Σωκράτης τὸν Φαῖδρον· εὐθυφορούμενος γὰρ συντόμως πρὸς ἑαυτὸν ἐπιστρέφεται· κατʼ εὐθὺ δὲ ὅτε συνάγει καὶ τὴν δόξαν οὐ πρὸς ἐκείνην ἀλλὰ περὶ τὰ ἐκείνης ἀναστρεφόμενος, ὥσπερ ἐνταῦθα ὁ Σωκράτης περὶ Λυσίου λέγει κινῶν τοὺς λόγους αὐτοῦ καὶ τὰ ἀσυλλόγιστα συμπεράσματα ἐπὶ τῆς διανοίας, ὡς ἐνταῦθα ἐπὶ τοῦ Φαίδρου, ἵνα ταῖς ἀμέσοις προτάσεσι πρὸς ἃς ὁ νοῦς ἀφορᾷ χρήσηται ἡ διάνοια πρὸς τὸ τῆς δόξης συμπέρασμα καὶ γνωσθῇ εἰ καλῶς ἢ καὶ ἠπατημένως δεδόξακε.

ϛʹ Καὶ μὴν ὦ Σώκρατες

Ὁ γὰρ Σωκράτης τρία ταῦτα ὡμολόγει εἰδέναι· τὴν ἐρωτικὴν τέχνην ὡς καὶ ἐν Συμποσίῳ λέγει περὶ τῆς Διοτίμας· «ἥτις με ἐδίδαξε τὰ ἐρωτικά·» τὴν μαιευτικὴν ὡς ἐν Θεαιτήτῳ· «μαιεύεσθαί με ὁ θεὸς ἐκέλευσε·» τὴν διαλεκτικὴν ὡς ἐν Κρατύλῳ· «ἐγὼ γάρ» φησὶν «οὐδὲν οἶδα πλὴν δοῦναι λόγον καὶ λαβεῖν.» Διʼ ὧν τριῶν ἐπιστημῶν ὠφελεῖ τοὺς νέους.

ζʹ Οὐκ οἶδʼ ὅντινα τρόπον

Τὸ οὐκ οἶδα ὅντινα τρόπον ἐρωτικός· ἐπειδὴ γέγραπτο τῷ Λυσίᾳ δεῖν χαρίζεσθαι μὴ ἐραστῇ, κατὰ τοῦτο οὖν οὐκ ἐρωτικός· καθὸ δὲ πεπλασμένως γέγραπτο καὶ καθὸ ὅλως περὶ ἐρωμένου ἦν, ἐρωτικός. — Ἢ καὶ τὸ οὐκ οἶδʼ ὅπως, ἐπειδὴ ὁ περὶ τὸ φαινόμενον κάλλος ἔρως οὐ κυρίως ἐστὶν ἔρως. —Τὸ δὲ πειρώμενον παθητικῶς ἀκουστέον ἀντὶ τοῦ πειραζόμενον παρά τινος, τουτέστι προσπαιζόμενον καὶ προσβαλλόμενον. —Τὸ δὲ κεκόμψευται, ὅτι πάντα τὰ ἔνυλα κομψὰ καὶ ἀπατηλά.

Ἀνακτέον τὸ περὶ τοῦ λόγου εἰς αὐτὸν περὶ οὗ ὁ λόγος τὸν ἔρωτα, καὶ τοῦτον τὸν ὑψηλόν τε καὶ ἀναγωγὸν, ἢ καὶ τὸν ἕτερον· ἔμφυτον γὰρ τὸ τοιοῦτον πάθος ψυχῇ κρυπτὰς τὰς αἰτίας ἔχον πῶς ἐφέλκεται, πῶς διεγείρει τὸ ἐπιθυμητικὸν δηλοῖ τοῦτο καὶ Πίνδαρος εἰπών·

  
...κρυπταὶ κλαΐδες εἰσὶ σοφᾶς Πειθοῦς ἱερῶν φιλοτήτων,  
  
...καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς,  
διὰ τούτων καὶ τὸν θεῖον καὶ τὸν αἰσχρὸν περιλαμβάνων ἔρωτα.

`22`

Προσήκουσά γέ σοι ἰδίως μὲν αὕτη τῷ Σωκράτει προσήκουσα ὡς ἐρωτικῷ, κοινῶς δὲ καὶ πᾶσά τις ἑτέρα λογικὴ ἀκοή· τροφὴ γὰρ τῆς ψυχῆς οἱ λόγοι. Ὡς γοῦν ἰατρῷ προσήκουσιν αἱ τροφαὶ εἰς κρίσιν τίνες τε βλαβεραὶ καὶ τίνες ὠφέλιμοι, οὕτω καὶ τῷ τῶν ψυχῶν ἰατρῷ Σωκράτει ἡ τῶν λόγων ἀκοὴ τίνες ἀληθεῖς καὶ τίνες ἀπατηλοὶ, τίνες ἀναγωγοὶ τῆς ψυχῆς καὶ τίνες καταγωγοί. Τί δέ; οὐχὶ καὶ ἡμεῖς ἀφʼ ἑαυτῶν τοὺς ἀγαθοὺς οἴδαμεν, ὅπου γε καὶ τὰ ἄλογα ζῷα οἴδασιν ἀφʼ ἑαυτῶν οὐ μόνον τίνες αἱ βλαβεραὶ βοτάναι καὶ τίνες αἱ ὠφέλιμοι, ἀλλὰ καὶ ποία ποίῳ πάθει καὶ ποίᾳ διαθέσει καὶ καθʼ ὃν καιρὸν χρήσιμος; Ἢ ἐπʼ ἐκείνοις κρίσις λόγου οὐκ ἔστι, μόνη δὲ ὁρμὴ φυσικὴ ἄλογος οἰκονομοῦσα τὸ συμφέρον τοῖς ζῴοις, ἐφʼ ἡμῖν δὲ λόγος καὶ κρίσις· ὅπου δὲ κρίσις, ἐκεῖ καὶ ἀπάτη καὶ διαμαρτία τοῦ ὠφελίμου. Τίνες γοῦν ἔμελλον ἐπανάγειν τοὺς ἠπατημένους — οὐ γὰρ αὐτοὶ ἑαυτούς —, εἰ μὴ οἱ καλῶς ἔχοντες καὶ τῶν τοιούτων ἐπιστήμονες; Νοῦς δὲ νοῒ καὶ λόγος λόγῳ ἐνδιάθετος ἐνδιαθέτῳ πῶς ἐμίγνυτο ἂν τόσης οὔσης παχύτητος; Διὰ τοῦτο λόγος ἐδόθη ὁ προφορικός· καθʼ ὃν τρόπον καὶ ἡ τῶν παρόντων λόγων ἀκοὴ τῷ Σωκράτει προσήκουσα.

ηʹ Ὦ γενναῖος

Ἐπειδὴ παράδοξος ἦν ἡ ὑπόθεσις, ὅτι δεῖ μὴ ἐρῶντι χαρίζεσθαι ἢ ἐρῶντι — τί γὰρ καὶ δεῖται ὁ μὴ ἐρῶν ἵνα αὐτῷ χαρίζηται; — διὰ τοῦτο λέγει ὁ Σωκράτης· «εἰ ὅλως θέλει παραδόξοις ὑποθέσεσιν ἅμα καὶ κοινωφελέσιν ἐγχειρεῖν, γραφέτω μᾶλλον ὡς χρὴ πένητι χαρίζεσθαι ἢ πλουσίῳ· παράδοξον γὰρ καὶ τοῦτο. Νομίζουσι γὰρ τοῖς πλουσίοις μᾶλλον δεῖν χαρίζεσθαι ἤπερ τοῖς πένησι. Πάλιν ἐπειδὴ εὐκαταφρονητότερον τοῦ νέου ὁ πρεσβύτης, διὰ τοῦτο τὸ παράδοξον ἔδει γράφειν ὡς πρεσβυτέρῳ χαριστέον μᾶλλον ἢ νεωτέρῳ, τουτέστιν ὅσα ἐμοὶ τῷ Σωκράτει ὑπάρχει. Καὶ γὰρ πένης εἰμὶ καὶ πρεσβύτης· καὶ οὕτως ἂν ὠφέλησε μᾶλλον ἡ παράδοξος ὑπόθεσις εἰ ἐμοὶ τοὺς νέους ἐπέτρεψεν, ὃς καὶ πένης εἰμὶ καὶ πρεσβύτης. Καὶ οὕτως δὲ ἐπειδὴ οἱ πλούσιοι ὑβριστότεροί εἰσι τῶν πενήτων καὶ οἱ νέοι τῶν πρεσβυτέρων, ἐὰν γράψῃ μήτε τοῖς πλουσίοις χαρίζεσθαι μήτε τοῖς νέοις, οἳ καὶ ὑβριστότεροί εἰσιν, ἀλλὰ μᾶλλον τοῖς πένησι καὶ πρεσβυτέροις, οἳ καὶ σωφρονέστεροί εἰσι, μᾶλλον ἂν ὠφέλησε τὴν πόλιν καὶ τοὺς νέους.»

`23–24`

Εἴθε Ὁ μὲν Σωκράτης διασύρων λέγει τοῦτο ὡσανεὶ καὶ τούτων ὄντων τοιούτων παραδόξων· οὐ δοκεῖ δὲ τὰ τοιαῦτα πρὸς τὴν θέσιν τοῦ Λυσίου ἐξισάζειν· ὁ γὰρ Λυσίας τῷ μὲν μὴ ἐρῶντι λέγει χαρίζεσθαι ὡς δῆθεν ἀπαθεῖ καὶ σωφρονοῦντι, τῷ δὲ ἐρῶντι μὴ χαρίζεσθαι ὡς ἐμπαθεῖ καὶ μαινομένῳ· τὸ δὲ παρὰ τοῦ Σωκράτους ἐπαγόμενον οὐχ οὕτως ἔχει, ἀλλὰ τῷ παντὶ διαφέρει. Τὸ γὰρ τῷ πλουσίῳ ἢ τῷ νέῳ χαρίζεσθαι, ὅπερ αὐτῷ δοκεῖ ἔνδοξον, πάγκακόν ἐστιν, ἅτε τῷ μὲν δυναμένῳ, τῷ δὲ βουλομένῳ εἰς ἅπαν ἀτάσθαλον· καὶ ὁ χαριζόμενος τούτοις οὐδὲν ἄλλο ἢ ὅλην ἐφίησι τὴν ἡνίαν αὐτοῖς· ὥστε βέλτιόν ἐστι τὸ τῷ πένητι καὶ τῷ πρεσβυτέρῳ μᾶλλον χαρίζεσθαι. Ἢ ῥητέον πρὸς ταῦτα ὡς κανὼν διαλεκτικός ἐστιν, ὥστε ἀπὸ τῶν αὐτῶν δοξῶν τοὺς προσδιαλεγομένους ἰσχυρίζεσθαι, ἢ ἀπὸ τῶν τοῖς σοφοῖς δοκούντων ἢ ἀπὸ τῶν τοῖς πολλοῖς, εἴπερ οὐκ ἐριστικῶς ἀλλὰ γυμναστικῶς μέλλουσι ποιεῖσθαι τοὺς λόγους. Ἐπεὶ γοῦν ὁ τοῦ Λυσίου λόγος ὑπεναντίος πρὸς τὸ δοκοῦν τοῖς πολλοῖς φαίνεται, τίθησι καὶ ὁ Σωκράτης τοιαῦτα ἃ καὶ αὐτὰ ὑπεναντία τῇ δόξῃ τῶν πολλῶν φαίνεται· δόξα δὲ τῶν πολλῶν, ὥσπερ ἐκεῖ τὸ τῷ ἐρῶντι χαρίζεσθαι, οὕτω ἐνταῦθα τὸ τῷ πλουσίῳ καὶ τῷ νέῳ· ὥστε πρὸς τὴν κοινὴν δόξαν ὁ Σωκράτης ἀποτεινόμενος, καὶ τὸ αἱρετὸν σκοπῶν, οὐ τὸ λυσιτελὲς, ταῦτα τίθησιν. — Ἢ καὶ ἄλλως· πρὸς τὸ χαρίζεσθαί ἐστι πᾶσα ἡ τοῦ λόγου δύναμις·

  
χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσʼ ἀεί·  
καὶ ἡ παροιμία τὸ τοῖς ἀχαρίστοις χαρίζεσθαι ἴσα καὶ τὸ τὸν νεκρὸν μυρίζειν τίθησιν. Ἐπεὶ οὖν ὁ μὲν πένης χαριζόμενος οὐκ ἂν ἀντιχαρίσειε πώποτε — οὐ δύναται γὰρ, εἰ καὶ αἱρεῖται πολλάκις —, καὶ ὁ πρεσβύτης ὁμοίως — οὐ βούλεται γὰρ, εἰ καὶ πολλάκις δύναται —, διὰ τοῦτο, ὥσπερ παρὰ τῷ Λυσίᾳ χωλεύει τὸ χαρίζεσθαι μὴ εἰς τὸν ἐρῶντα γινόμενον ἀλλʼ εἰς τὸν μὴ ἐρῶντα, ὅπου γε οὐκ ἔστιν ἡ ἀντίχαρις, οὕτω καὶ παρὰ τῷ Σωκράτει ἀργὸν τὸ χαρίζεσθαι εἴπερ εἰς πένητα ἢ πρεσβύτην γίνεται, τὸν μὲν οὐ δυνάμενον ἀντιχαρίζεσθαι, τὸν δὲ οὐ βουλόμενον. Διὰ τί δὲ ὁ πρεσβύτης οὐ βούλεται ἀντιχαρίζεσθαι; Ἢ δῆλον ὡς μὴ ἔχων ἔμπυρον καὶ ἡβῶσαν διάθεσιν· ἐπεὶ γὰρ ἀπὸ τῆς ἐμφύτου θερμότητος ἡ ἀγαπητικὴ διάθεσις τὰς ἀφορμὰς ἔχει, εἰκότως ἐκλελοιπυίας ἐκείνης συστέλλεται καὶ ἡ τοῦ πρεσβύτου διάθεσις καὶ περὶ αὐτὸν σχολάζουσα φίλαυτον μόνον ἀποκαθίστησι καὶ φιλόζωον. Οὐκ ἐτὸς γὰρ καὶ ὁ παρὰ τῷ Εὐριπίδῃ Ταλθύβιός φησι·

  
Γέρων μέν εἰμι, ἀλλʼ ὅμως θανεῖν  
  
ἔχρῃζον·  
τὸ γὰρ ὅμως ἐναντιωτικὸν ὂν παρίστησι τὸν Ταλθύβιον πολοῦ τὴν ζωὴν τιμώμενον, ὅσα καὶ φίλαυτον γέροντα· ἐπεὶ ἄλλως νέος ἂν εἶπε τὸν λόγον· «νέος μέν εἰμι φιλοζωῶν, ἀλλʼ ὅμως θανεῖν ἔχρῃζον.» Καὶ ἔτι τοῦτο ἠπόρησα, πῶς οὐ λέγομεν «οὐ δύναται ὁ πρεσβύτης ἀντιχαρίζεσθαι,» ἀλλʼ «οὐ βούλεται.» Ἢ δῆλον ὅτι διττὴ ἡ βούλησις ὥσπερ δὴ καὶ ἡ δύναμις. Ὡς γὰρ αὕτη ἣ μέν ἐστιν ἐπαμφοτερίζουσα καὶ συνάγεται τῷ ἐνδεχομένῳ, ὡς τὸ «οὐ δύναμαι φαγεῖν», ἣ δὲ πρὸς τὸ ἀναγκαῖον ἀποτείνεται ὡς τὸ «οὐ δύναται ἡ γῆ ἄνω γενέσθαι», οὕτω καὶ ἡ βούλησις ἣ μὲν φυσικὴ, ἥτις καὶ ἀνωτέρα πάσης προαιρέσεώς ἐστιν, ἅτε ζωτικὴ δύναμις εἰς τοῦτο ἐφελκομένη τὸ ζῷον εἰς ὃ ὀρεκτικῶς ἔχει καὶ οὗ τὸ ἐναντίον παντάπασιν ἀποτρέπεται, καθὸ καὶ λέλεκται

  
λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει,  
ὡς τὸ «βουλόμεθα ζῆν»· ὁ γὰρ λέγων ὡς βούλεται θανεῖν λόγοισι χαίρει· ἣ δέ ἐστι μετὰ τὴν προαίρεσιν ἅτε κρίσεως μεσολαβησάσης ὡς τὸ «βουλόμεθα τοῦτο ἢ τοῦτο, βούλομαι περιπατῆσαι». Εἰκότως τοίνυν, ὥσπερ τὸν πένητα οὐ δύνασθαι λέγοντες χαρίζεσθαι καὶ τὰς διττὰς δυνάμεις ἀναιροῦμεν, μὴ μόνον τὴν ἐπαμφοτερίζουσαν, οὕτω καὶ τὸν πρεσβύτην οὐ βούλεσθαι λέγοντες μὴ μόνον τὴν ἐπαμφοτερίζουσαν ἀναιροῦμεν βούλησιν, ἀλλὰ καὶ αὐτὴν τὴν φυσικὴν, ἥτις καὶ δύναμίς ἐστι ζωτικὴ παρορμῶσα τὸ ζῷον εἰς ὃ καὶ πέφυκεν.

θʹ Ἔγωγʼ οὖν οὕτως ἐπιτεθύμηκα

Ἐπιθυμεῖ Σωκράτης ἀκοῦσαι, ὅτι σφόδρα ἐρωτικῶς ἔχει θεοειδῶς ἐνεργῆσαι καὶ σῶσαι τὸν νέον. —Ὁ δὲ Ἡρόδικος ὁ Σηλυμβριανὸς ἰατρὸς ἦν καὶ τὰ γυμνάσια ἔξω τείχους ἐποιεῖτο, ἀρχόμενος ἀπό τινος διαστήματος οὐ μακροῦ ἀλλὰ συμμέτρου ἄχρι τοῦ τείχους, καὶ ἀναστρέφων, καὶ τοῦτο πολλάκις ποιῶν ἐγυμνάζετο. «Ὅπερ οὖν ὁ Ἡρόδικος ἐποίει ἔξω τοῦ τείχους, ἐὰν σὺ τοῦτο ἄχρι Μεγάρων πολλάκις ποιῇς, οὐ μή σου ἀπολειφθῶ.»

`25`

ιʹ Πῶς λέγεις, ὦ βέλτιστε Σώκρατες

Τὸ τὸν Φαῖδρον προσποιεῖσθαι καὶ τὸ τὸν Λυσίαν δεινότατον εἶναι καὶ ἐν πολλῷ χρόνῳ γεγραφέναι τὸν λόγον, πάντα ταῦτα πάλιν τῆς τριβῆς τῆς περὶ τὰ ἔνυλα καὶ φαινόμενα καλὰ ἐνδεικτικά ἐστιν, ὅτι ἐπίπονος ἡ περὶ ταῦτα σχολή. —Τὸ δὲ ἰδιώτην ὡς πρὸς τὸν Λυσίαν εἴρηται· καὶ καθόλου ὁ μὴ μετέχων ἡστινοσοῦν τέχνης ἰδιώτης ἐστὶν ὡς πρὸς ἐκείνην. —Εὖ δὲ ὁ Φαῖδρος τοῦ ἐν ὕλῃ κάλλους ὑπερορῶν καὶ τοῦ ἐν αἰσθήσει — τοῦτο γὰρ σημαίνει διὰ τοῦ χρυσίον — καὶ ἐπὶ τὸ ἐν λόγοις καλὸν ἀναχωρῶν καὶ τούτου ἐρῶν ὅ ἐστιν ἀυλότερον ...

ιαʹ Ὦ Φαῖδρε

Τὸ δηλούμενον τοιοῦτόν ἐστιν, ἤτοι ὅτι ὁ ἐπιστήμων καὶ τὴν τελείαν ἔχων ἕξιν οἶδε καὶ τὰς ἀτελεῖς ἕξεις, ὡσανεὶ ἔλεγεν· «εἰ τὴν σὴν ἕξιν ἀγνοῶ καὶ ἐμαυτοῦ ἐπιλέλησμαι·» ὥσπερ γὰρ ὁ ἀληθὴς μάντις οὕτω καὶ ὁ ἐπιστήμων περὶ τῶν ἄλλων ἀνθρώπων ἐρεῖ.

  
ποίους ἂν φθέγξαιτο λόγους  
χρυσίου ἢ ἄλλου τινὸς τοιούτου προτεθέντος· ἢ καὶ ὅτι ὁ ἐρωτικὸς ἀπὸ τοῦ φαινομένου κάλλους ἀναπεμπόμενος εἴς τε ἑαυτὸν καὶ τὸ νοητὸν, εἰ ἀγνοοίη τὸ αἰσθητὸν κάλλος, οὐκ ἂν οὐδὲ ἑαυτοῦ ἀναμνησθήσεται οὐδὲ τοῦ νοητοῦ κάλλους, ἀλλὰ καὶ ἑαυτὸν καὶ ἐκεῖνο ἀγνοήσει. —Τὸ γοῦν ἀλλὰ γὰρ οὐδέτερά ἐστι τούτων ἀντὶ τοῦ «οὔτε σε ἀγνοῶ οὔτε ἐμαυτοῦ ἐπιλέλησμαι· οἶδα γὰρ καὶ τὰ μέτρα τοῦ φαινομένου κάλλους καὶ τὴν ὑπεροχὴν τοῦ ψυχικοῦ καὶ νοητοῦ κάλλους.» Προσποιουμένου οὖν τοῦ Φαίδρου, ἐμμελῶς αὐτὸν ὁ Σωκράτης ἐλέγχει καὶ ἁπλούστερον ἀντὶ ποικιλωτέρου ποιεῖ. Τὸ οὖν τὸν Σωκράτην ἀποστρέψαι τὸν λόγον καὶ ὡς πρὸς μὴ παρόντα διαλέγεσθαι δηλοῖ ὅτι οὐ καθείλκετο ὑπὸ τοῦ φαινομένου κάλλους, ἀλλʼ ὅλος ἦν ἑαυτοῦ καὶ τῶν οἰκείων καὶ νοητῶν ἀρχῶν εἴχετο, ἄτρωτος ὑπὸ τοῦ αἰσθητοῦ καὶ τοῦ ἐν σαρκὶ κάλλους. —Πάλιν δὲ τὸ μὴ ἅπαξ ἀκοῦσαι, ἀλλὰ καὶ πολλάκις τὸν ἄτρυτον πόνον τὸν περὶ τὰ φαινόμενα καλὰ δηλοῖ τῶν ἀνθρώπων.

`26`

ιβʹ Τὸ βιβλίον

Δηλοῖ ὅτι εἰκόνες εἰκόνων εἰσὶ τὰ αἰσθητὰ κάλλη, ὡς καὶ τὰ γράμματα πρώτως μὲν τῆς ψυχῆς, δευτέρως δὲ τῶν λόγων εἰσὶν ἐνδεικτικὰ τῶν ἀπὸ τῆς ψυχῆς. —Ἐπειδὴ δὲ ὁ κύων τῷ Ἑρμῇ ἀνάκειται καὶ ἔστι τελευταῖον ἴχνος τῆς Ἑρμαϊκῆς σειρᾶς, περὶ δὲ λόγων ἦν ἡ παροῦσα ὑπόθεσις — τοῦ γὰρ Λυσίου λόγου ἦν ἔφορος ὁ Ἑρμῆς —, εἰκότως κατὰ τοῦ κυνὸς ὄμνυσι, καὶ ὡς ἐσχάτου καὶ τελευταίου ταύτης τῆς τάξεως, εὐλαβῶς καὶ τοῦτο ποιῶν καὶ ὡς διʼ αὐτοῦ τὸν ἔφορον θεὸν τὸν Ἑρμῆν μαρτυρόμενος.

Οὐ λέγει· «εἰ Φαῖδρον ἀγνοῶ καὶ ἐμαυτὸν ἠγνόηκα·» ἡ γὰρ ἄγνοια περὶ τὰ ἐκτός ἐστι· διττῆς δὲ οὔσης, τῆς μὲν κατὰ ἀπόφασιν ἥτις καὶ ἁπλῆ λέγεται, τῆς δὲ κατὰ διάθεσιν ἥτις καὶ διπλῆ ἐστιν, ἀγνοοῦντός τινος καὶ αὐτὸ τοῦτο ὅτι ἀγνοεῖ, ἐνταῦθα τὴν κατὰ διάθεσιν ἀναιρεῖ. Πέπεισται γὰρ ὅτι οὐκ ἀγνοεῖ τὸν Φαῖδρον. Ὅπερ γοῦν ἐρρήθη, ἡ ἄγνοια περὶ τὰ μήπω εἰς γνῶσιν ἐλθόντα ἐστὶν, ἡ δὲ λήθη ἀποβολή τίς ἐστι καὶ στέρησις τῆς εἰδήσεως. Εἰδὼς γοῦν ἑαυτὸν ὁ Σωκράτης καὶ ἔμφυτον ἔχων τὴν τοιαύτην γνῶσιν καὶ οὐκ ἐκ μαθήσεως, οὐκ ἂν ἄλλως ἀγνοεῖν τὸν Φαῖδρον διατείνεται, εἰ μή γε κατά τι σύμπτωμα ἑαυτοῦ ἐπιλέλησται· ὥστε σῳζομένης τῆς περὶ ἑαυτοῦ ἐπιστήμης, οἶδε καὶ τὸν Φαῖδρον ἀναμφιβόλως ὅστις ἐστί. Θεωρητικώτερον δὲ, ὅτι τὸ μὲν λόγιον «γνῶθι σαυτὸν» παραινεῖ ἀνακινοῦν οἷον τὸν ἄνθρωπον, οὐχ ἵνα μὴ οὖσαν γνῶσιν λάβῃ περὶ ἑαυτοῦ, ἀλλʼ ἵνα μένουσαν ἔχῃ ταύτην καὶ ἀνεπίληστον. Ὁ γοῦν μὴ ἐπιλελησμένος ἑαυτοῦ ἀλλʼ εἰδὼς τίς ἐστιν, ἐκεῖνος καὶ τὰ ἐκτὸς οὐκ ἀγνοήσει, ὁ δὲ ἀγνοῶν τὰ ἐκτὸς καὶ ὡς ἑστῶτα τὰ φεύγοντα λογιζόμενος, ἐκεῖνος καὶ ἑαυτοῦ ἐπιλέλησται, οὐκ εἰδὼς τὸ Ὁμηρικόν

  
οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.  

Ἐγένετο οὖν ἡ σὺν ἀντιθέσει ἀντιστροφὴ ἀπὸ τῆς ἀποφάσεως τὴν ἀρχὴν εἰληφυῖα. Ἐντρεπτικὸν δὲ καὶ τὸ ἐγώ καὶ ἐμφαντικόν· «ἐγὼ ὁ Σωκράτης ὁ σοφὸς ὁ παρὰ θεοῦ μεμαρτυρημένος.»

ιγʹ Δείξας πρότερον

`27`

Τῷ ὄντι πᾶσαν αὐτοῦ προσποίησιν βούλεται ἀφελεῖν, καὶ εἰς τὸ ἐμφανὲς αὐτοῦ πᾶσαν ἐνεγκεῖν τὴν ζωὴν ἵνʼ οὕτως αὐτὸν σώσῃ. Ἐξ ἀρχῆς μὲν οὖν προσεποιεῖτο ὅλως μὴ δύνασθαι ἀπομνημονεύειν· ἔπειτα ἔναγχος τὴν διάνοιαν μόνην δύνασθαι λέγειν, οὐ μέντοι τὰ ῥήματα· τελευταῖον δὲ λοιπὸν σαφῶς καὶ αὐτὸ τὸ βιβλίον ἀναγκάζεται δεῖξαι. —Τὸ οὖν ἐν τῇ ἀριστερᾷ δηλοῖ ὅτι ἡ τοιαύτη ῥητορικὴ πρὸς τὸ χεῖρον τῆς ψυχῆς, λέγω δὴ τὸ παθητικὸν, ἀποτείνεται, καὶ οὐκ ἔστι τοῦ καθαροῦ καὶ ἄκρου τῆς λογικῆς ψυχῆς, τουτέστι τοῦ νοῦ, ἀλλὰ μᾶλλον τοῦ δοξαστικοῦ καὶ φανταστικοῦ. —Τὸ δὲ ὑπὸ τῷ ἱματίῳ διὰ τὸ ἐν σκότῳ εἶναι καὶ ἐκπεπτωκέναι τοῦ φωτὸς τῆς ἐπιστήμης· περὶ γὰρ τὰ δοξαστὰ καὶ ἔνυλα καὶ τὰς ἀνθρωπικὰς φλυαρίας ἡ τοιαύτη ῥητορικὴ ἀναστρέφεται.

ιδʹ Ὡς ἐγώ σε

Βούλεται ὁ Σωκράτης αὐτὸν εἶναι τὸν Λυσίαν τὸν ἐλεγχόμενον, ἵνα δραστικωτέρα ἡ εἰς τὸν νεανίσκον ὠφέλεια γένηται. Ἐνδείκνυται δὲ διὰ τούτου, ὅτι ἀσπάζεται μὲν ὁ Σωκράτης καὶ τὸ ἐν αἰσθήσει καλὸν ὡς εἰκόνα φέρον τοῦ αὐτοκάλλους, παρόντος δὲ τοῦ ἀυλοτέρου καὶ ὑπερτέρου κάλλους οὐ προτιμήσει τὸ ἐν αἰσθητοῖς κάλλος τοῦ ἐν λόγοις. —Τὸ δὲ καθεζομένους βούλεσθαι ἀναγινώσκειν δηλοῖ τὸ χθαμαλὸν τῆς ἐνεργείας, ὅτι οὐ περὶ σπουδαῖα καὶ ὑψηλὰ πράγματα καὶ ἐγηγερμένα μέλλουσι διατρίβειν, ἀλλὰ περὶ κοιλότερα, περὶ γὰρ τὴν ἐξέτασιν τοῦ Λυσίου λόγου.

ιεʹ Δεῦρο ἐκτραπόμενοι

`28`

Τὸν ποταμὸν οἱ παλαιοὶ τῇ γενέσει εἰώθασι παραβάλλειν. Τὸ οὖν ἐκτραπόμενοι κατὰ τὸν Ἰλισσόν ἀντὶ τοῦ· «τῆς γενέσεως ὑπερέχοντες, οὕτω θεωρῶμεν τὸ φαινόμενον κάλλος, καὶ μὴ δύνοντες ἢ καὶ βαθύνοντες ἐν αὐτῇ.» —Τὸ δὲ ἀνυπόδητος τὸ εὔλυτον καὶ ἀπέριττον σημαίνει καὶ τὸ πρὸς ἀναγωγὴν ἐπιτήδειον, ὅπερ Σωκράτει μὲν ἀεὶ ὑπῆρχε, τῷ Φαίδρῳ δὲ τότε διὰ τὸ μέλλειν ὑπὸ Σωκράτους τελειοῦσθαι. Ἐπιτήδειον δὲ καὶ τὸ θέρος καὶ ἡ μεσημβρία πρὸς ἀναγωγὴν, καὶ κατὰ τὸν Ἡράκλειτον, ὅς φησιν· «αὔη ψυχὴ σοφωτάτη.» Τὸ δὲ βρέχειν τοὺς πόδας τῷ ὑδατίῳ σημαίνει τὸ ταῖς τελευταίαις καὶ περιπεζίοις δυνάμεσι τῆς ψυχῆς, ὅπερ οἱ πόδες δηλοῦσιν, ἐφάπτεσθαι τῆς γενέσεως αὐτοὺς ὅλους ὑπερέχοντας τῆς γενέσεως, τουτέστι τῆς λογικῆς ψυχῆς ἄνωθεν θεωρούσης τὴν γένεσιν.

ιςʹ Ὁρᾷς οὖν ἐκείνην

Τὸν τόπον τοῦτον ἀνυμνεῖ, ὅ ἐστι τὸ φυσικὸν κάλλος τῆς φύσεως, ἔκ τε τῶν δένδρων ἔκ τε τοῦ πνεύματος καὶ τῆς πόας· τέως μὲν τὰ ἄκρα ἔλαβε τήν τε ὑψηλοτάτην πλάτανον καὶ τὸ χθαμαλώτατον τὴν πόαν· λήψεται δὲ ἐν τοῖς ἑξῆς καὶ τὸ μέσον τὴν ἄγνον· ἡ δὲ σκιὰ καὶ τὸ πνεῦμα τὰς ἀναπαύλας σημαίνει. Δύνασαι δὲ καὶ τὸ πνεῦμα τὴν προνοητικὴν τῶν θεῶν λαμβάνειν ἐπίπνοιαν, τὴν δὲ σκιὰν ἀντὶ τοῦ νοητοῦ καὶ ἀφανοῦς καὶ τῆς ἀναγώγου δυνάμεως καὶ πόρρω τοῦ αἰσθητοῦ καὶ πληκτικοῦ — τοῦτο γὰρ δηλοῖ τὸ φῶς — συναναγούσης.

ιζʹ Εἰπέ μοι ὦ Σώκρατες

`29`

Τοῦ μύθου τούτου διττὴν ἄν τις ποιήσαιτο τὴν ἀνάλυσιν, μίαν μὲν ἐκ τῆς ἱστορίας ἠθικωτέραν, ἑτέραν δὲ ἐπὶ τὰ ὅλα μεταφέρων. Καὶ ἔστιν ἡ μὲν προτέρα τοιαύτη. Ἐρεχθέως μὲν γενέσθαι Ὠρείθυιαν θυγατέρα, ἱέρειαν δὲ αὐτὴν γενέσθαι τοῦ Βορέου· εἶναι γὰρ καὶ ἑκάστου τῶν πνευμάτων ἔφορον θεὸν, ὃν ἡ τελεστικὴ θεραπεύει· ταύτην οὖν τὴν Ὠρείθυιαν ἔχειν τὴν εὐμένειαν τοῦ θεοῦ οὕτως ἄγαν, ὥστε αὐτὸν ἐπὶ εὐετηρίαν τῆς χώρας πνεῖν· καὶ μέντοι καὶ ναυμαχοῦσι τοῖς Ἀθηναίοις συλλαβέσθαι λέγεται. Ἐνθουσιάσασαν οὖν αὐτὴν καὶ κατασχεθεῖσαν ὑπὸ τοῦ οἰκείου θεοῦ τοῦ Βορέου καὶ μηκέτι ὡς ἄνθρωπον ἐνεργοῦσαν — οὐκέτι γὰρ κατὰ τὴν ἑαυτῶν ἰδιότητα τὰ ζῷα ἐνεργεῖ καταλαμφθέντα τοῖς ὑπερτέροις αἰτίοις — καὶ ἐν τῇ κατοκωχῇ τελευτήσασαν, λεχθῆναι οὕτω αὐτὴν ὑπὸ τοῦ Βορέου ἡρπάσθαι. Καὶ αὕτη μὲν ἡ ἠθικωτέρα τοῦ μύθου ἀνάπτυξις. —Ἡ δὲ δευτέρα ἡ ἐπὶ τὰ ὅλα μεταβιβάζουσα τὸν λόγον τοιάδε τίς ἐστιν, οὐ πάντως ἀναιροῦσα τὴν προτέραν· πολλάκις γὰρ αἱ θεομυθίαι γενομένοις πράγμασί τισι καὶ ἱστορίαις ἀπεχρήσαντο ἐπὶ τὴν τῶν ὅλων διδασκαλίαν. Ἐρεχθέα τοίνυν λέγουσι τὸν τοῦ τριστοίχου ἐπάρχοντα θεὸν, ἀέρος, ὕδατος, γῆς — ἔστι δὲ ὅτε καὶ τὸν μόνης τῆς γῆς, ἔστι δὲ ὅτε καὶ τὸν τὴν Ἀττικὴν μόνην εἰληχότα —, οὗ θυγατέρα τὴν Ὠρείθυιαν· αὕτη δέ ἐστιν ἡ τῆς γῆς γονίμη δύναμις, δηλονότι συνεκτεινομένη τῇ ἕξει τοῦ Ἐρεχθέως· καὶ ἡ ἀνάπτυξις δὲ τοῦ ὀνόματος τοῦτο σημαίνει· ἡ γὰρ κατὰ τὰς ὥρας θάλλουσα καὶ ἀναδιδομένη γονίμη τῆς γῆς δύναμις. Βορέας δέ ἐστιν ἡ ἄνωθεν ἐπιλαμπομένη εἰς τὰ δεύτερα τῶν θεῶν πρόνοια· τὴν γὰρ πρόνοιαν τῶν θεῶν τὴν εἰς τὸν κόσμον διὰ τοῦ Βορέου δηλοῦσι, διὰ τὸ καὶ τὸν Βορέαν ἀπὸ τῶν ὑψηλῶν τόπων πνεῖν· τὴν δὲ ἀναγωγὸν τῶν θεῶν δύναμιν διὰ τοῦ Νότου, διὰ τὸ ἀπὸ τῶν χθαμαλῶν ἐπὶ τὰ ὑψηλὰ πνεῖν· αἱ δʼ αὖ πρὸς Νότῳ ... εἰσὶ θειότεραι· τὴν γονίμην οὖν τῆς γῆς δύναμιν ἢ τῆς Ἀττικῆς ἡ τῶν θεῶν πρόνοια ποιεῖ ἀνιέναι καὶ προιέναι εἰς τοὐμφανές.

Εἰπέ μοι ὦ Σώκρατες Οἱ μὲν ποιηταὶ χοροὺς ἐπενόησαν εἰς ἀναπλήρωσιν τῶν διακένων, ὁ δὲ λόγος ἐνταῦθα, ἐπεὶ παρεισῆξε τὸν Σωκράτην ἄγοντα τὸν Φαῖδρον εἰς τὰ τῆς τελετῆς πρόθυρα, οὐ βούλεται εἰς ἄλλα τινα περισπᾶσθαι τοῦτον, ἔστʼ ἂν τὸν τόπον καταλάβωσιν. Ἅπαξ γὰρ τῆς τελετῆς γεγονότα ἐκεῖσε θέλει κατέχειν αὐτὸν, ὅθεν καὶ διὰ μέσου ζητητικὸς γίνεται, καὶ ποθεῖ μαθεῖν θεωρίαν τῇ προκειμένῃ ὑποθέσει προσήκουσαν. Ὠρείθυια γὰρ εἴη ἂν ψυχὴ ἐφιεμένη τῶν ἄνω — ἀπὸ τοῦ ὀρούω καὶ τοῦ θύω κατὰ ἐπέκτασιν Ἀττικήν· ἁρπάζεται τοίνυν ἡ τοιαύτη ψυχὴ παρὰ τοῦ ἄνωθεν καταπνέοντος Βορρᾶ· εἰ δὲ καὶ κατὰ κρημνοῦ φέρεται, καὶ τοῦτο ἁρμόδιον· τελευτᾷ γὰρ τὸν προαιρετικὸν θάνατον, τὸν φυσικὸν μὴ δεχομένη, καὶ ἀφίησι τὴν προαιρετικὴν ζωὴν, τὴν φυσικὴν ζῶσα· καὶ ἡ φιλοσοφία οὐδὲν ἄλλο ἐστὶν ἀλλʼ ἢ μελέτη θανάτου. Ἔστω οὖν Ὠρείθυια καὶ ἡ τοῦ Φαίδρου ψυχὴ, ὁ δὲ Σωκράτης Βορρᾶς, ἁρπάζων αὐτὸν καὶ καταφέρων εἰς τὸν προαιρετικὸν θάνατον· «καταφέρων» εἶπον, οὐκ «ἀναφέρων», ὅτι εἰ μὴ ἐκτόπως ταπεινωθείη ψυχὴ οὐκ ἂν τὴν ἀναφορὰν δέξαιτο.

ιηʹ Ἦι πρὸς τὸ τῆς ἄγρας

`30`

Ἀγραίας Ἀρτέμιδος ἱερὸν ἵδρυσαν Ἀθηναῖοι, διὰ τὸ ἔφορον εἶναι ταύτην τὴν θεὸν παντὸς τοῦ ἀγρίου, καὶ πᾶν τὸ ἄγριον καὶ ἀνήμερον καταστέλλειν. —Οἱ δὲ βωμοὶ καὶ τὰ ἱερὰ τῶν θεῶν τὰς λήξεις αὐτῶν σημαίνουσιν· ὡς καὶ βωμὸν καὶ ἱερὸν εἴποις ἂν τοῦ ἡλίου τὸ φαινόμενον σῶμα τοῦτο τοῦ ἡλίου, διὰ τὸ μάλιστα αὐτοῦ μετέχειν καὶ ἀπολαύειν τοῦ νοητοῦ ἡλίου καὶ τῆς ψυχῆς αὐτοῦ τοῦτο τὸ ἐγκόσμιον σῶμα, ὡς καὶ τὰ ἐνταῦθα ἱερὰ τῶν θεῶν λήξεις ἔχειν αὐτῶν τῶν θεῶν καὶ ἐλλάμψεις.

Αὕτη εἴη ἂν ἡ νοητὴ θεωρία ἡ ἀγρευτικὴ τοῦ καθόλου διὰ τῶν μερικῶν καὶ τοῦ ὄντος διὰ τοῦ δοκοῦντος· ὡς καὶ Πίνδαρος ἔφησέ που

  
μέριμναν ἀγροτέραν  
οἱονεὶ ἀγρευτικὴν τῶν καλῶν. Ἱερὸν δὲ τῆς θεωρίας ταύτης ὁ νοῦς. «Διαβαίνομεν» τοίνυν εἶπε «πρὸς τὸ ἱερόν», οἱονεὶ διὰ τῶν αἰσθητῶν εἰς τὸ ἑνιαῖον.

ιθʹ Ἀλλʼ εἰ ἀπιστοίην

`31`

Ἐντεῦθέν τινες ᾠήθησαν τὸν Σωκράτην μὴ ἀποδέχεσθαι τὰς ἀναπτύξεις τῶν μύθων, οὐ καλῶς ἐννοήσαντες· δῆλος γάρ ἐστιν αὐτὸς πολλαχοῦ τοὺς μύθους ἀποδεχόμενος καὶ χρώμενος αὐτοῖς. Ἀλλὰ νῦν κακίζει τοὺς εἰς ἱστορίας τινὰς καὶ εἰκοτολογίας καὶ εἰς ὑλικὰς αἰτίας, ἀέρας καὶ γῆν καὶ πνεύματα ἀναπτύσσοντας καὶ μὴ ἐπὶ τὰ ὄντα ἀναλύοντας καὶ ἐφαρμόζοντας τοῖς θείοις πράγμασι τὰς ἀναπτύξεις. Ὃ καὶ νῦν φησιν, ὅτι «ἐὰν ἀναπτύσσων τοῦτον τὸν μῦθον εἰς φυσικὰς αἰτίας ἀναδράμω, καὶ εἴπω ὅτι παίζουσαν τὴν Ὠρείθυιαν τὸ πνεῦμα τοῦ Βορέου φυσῆσαν σφοδρὸν ὤθησεν κατὰ τῶν πετρῶν καὶ οὕτως ἀποθανούσαν λεχθῆναι ὑπὸ τοῦ Βορέου ἀναρπασθῆναι, πῶς ἐγὼ οὐκ ἂν ἄτοπος εἰκότως λογισθείην;» Αὕτη γὰρ ἡ ἀνάπτυξις ὡς ἀναπτύσσουσιν οἱ σοφοὶ, τουτέστιν οἱ περὶ τὰ φυσικὰ διατρίψαντες, γλίσχρος ἐστὶ καὶ εἰκοτολογία· οὐ γὰρ ἐπὶ τὰ ὄντως ὄντα ἀνατρέχουσιν, ἀλλʼ ἐπὶ φύσεις καὶ πνεύματα καὶ ἀέρας καὶ δίνας, ὡς ἐν Φαίδωνι ἔφη. Τούτους οὖν τοὺς φυσικοὺς καὶ οὕτως ἀναπτύσσοντας διαβάλλει ὡς εἰς ἀοριστίαν καὶ ἀπειρίαν ἐκπίπτοντας, καὶ μὴ ἐπὶ ψυχὴν καὶ νοῦν καὶ θεοὺς ἀνατρέχοντας. —Τὸ δὲ δεινοῦ καὶ ἐπιπόνου καὶ οὐ πανὺ εὐτυχοῦς ἀνδρός ἐνδεικτικόν ἐστι τοῦ περὶ τὰ αἰσθητὰ καὶ ἔνυλα διατρίβειν. —Οἱ δὲ Κένταυροι καὶ Γοργόνες καὶ Πήγασοι δυνάμεις εἰσὶν αὗται πᾶσαι τοῦ ἐνύλου προεστῶσαι καὶ τοῦ περὶ γῆν τόπου. —Τὸ δὲ κατὰ τὸ εἰκός σημαίνει τὸ μὴ ἀπὸ νοῦ γίνεσθαι αὐτοῖς τὰς ἀναπτύξεις, ἀλλὰ κατὰ τὸ φαινόμενον καὶ τὴν εἰκοτολογίαν, διὸ καὶ ἄγροικον σοφίαν αὐτὴν ἐκάλεσεν ὡς ἀπαίδευτον καὶ οὐ νοεράν.

κʹ Οὐ δύναμαί πω

Ἆρʼ οὖν οὐκ ἔγνω ἑαυτὸν ὁ Σωκράτης; Καὶ τίς ἄλλος οὕτως ἔγνω ἑαυτὸν ὡς ὁ Σωκράτης; Ἢ διχῶς ἐκδεκτέον· ἢ ὅτι «ὡς αὐτὸς ὁ θεὸς οἶδε καὶ κατʼ αὐτὸ τὸ Δελφικὸν γράμμα, οὐκ οἶδα ἐμαυτὸν», ἢ ὅτι «ὡς αὐτοψυχὴ καθαρὰ οὔπω οἶδα ἐμαυτόν· ἔτι γὰρ ἐν σώματί εἰμι, καὶ ὡς μὲν ἐν σώματι ὢν οἶδα ἐμαυτὸν, ὡς δὲ αὐτοψυχὴ οὔπω ἔγνωκα». Ἢ οὖν «ὡς ὁ θεὸς οἶδεν οὔπω ἔγνωκα ἐμαυτὸν», ἢ «ὡς αὐτοψυχή».

καʹ Πειθόμενος δέ

Ἢ «ὡς ἔχει οὕτως ὁ μῦθος πειθόμενος καὶ κατὰ τὸ θρυλλούμενον περὶ αὐτῶν», ἢ «κατὰ τὸ ἐμοὶ νομιζόμενον καὶ ὅπερ ὁ λόγος καὶ ἡ τοῦ νοῦ διανομὴ ἐν ἐμοὶ λέγει περὶ αὐτῶν τούτῳ πειθόμενος».

κβʹ Εἴτε τι θηρίον

Δῆλον γὰρ ὅτι ὁ ἑαυτὸν γνοὺς τὰ πάντα οἶδεν· ἐν ἑαυτῷ γὰρ πάντα ὄψεται. —Τὸ δὲ Τυφῶνος ὅτι ὁ θεὸς οὗτος ἐπάρχει τοῦ πλημμελοῦς καὶ ἀτάκτου· καὶ τοιοῦτός τις αὐτοῦ ὁ κλῆρος, ἀεὶ μὲν ἐν τοῖς ὅλοις κοσμούμενος, πλὴν εἴ που κατά τινα μόρια ἐκφαινόμενος· ἔνθα δὴ καὶ εἰώθασι λέγειν «Τυφώνια πνεύματα» ἢ «σκηπτοὺς» ἢ «κεραυνοὺς Τυφωνίους». Ἔστιν οὖν καὶ ἐν τῇ ψυχῇ πάντα ἀνάλογον, καὶ μάλιστα ἐπὶ τῆς μερικῆς τὸ τῆς κακεργέτιδος· προτέρας οὖν αὐτῆς μνησθεὶς ὁ Σωκράτης ὡς κατὰ τὸ καθαρτικὸν εἶδος ἐνεργῶν, οὕτω μέμνηται καὶ τῆς λογικῆς διὰ τοῦ ἡμέρου καὶ ἁπλοῦ καὶ θείου. —Τὸ δὲ πολυπλοκώτερον οὐκ ἐπʼ αὐτοῦ τοῦ θεοῦ δεῖ ἀκούειν, ἀλλʼ ἐφʼ οὗ προστατεῖ, ὡς πλημμελῶς καὶ ἀτάκτως καὶ πολυπλόκως κινουμένου τῇ οἰκείᾳ φύσει· εἰώθασι δὲ οἱ μῦθοι τὰ τῶν προνοουμένων πάθη ἐπʼ αὐτὰ τὰ προνοοῦντα ἀναπέμπειν.

κδʹ Νὴ τὴν Ἥραν

`32`

Τῆς μὲν Ἥρας μέμνηται ὡς γεννητικῆς καὶ κοσμητικῆς τοῦ κάλλους τῆς δημιουργίας· διὸ καὶ τὸν κεστὸν παρὰ τῆς Ἀφροδίτης λαμβάνει. Ποιεῖται δὲ τὸν ἔπαινον τοῦ τόπου οὐκ ἀντιφιλοτιμούμενος τῷ Φαίδρῳ, ὥς φησιν ὁ Ἁρποκρατίων, ἀλλὰ τοῖς ἀληθέσιν ἐπαίνοις χρώμενος· Καὶ πρῶτον μὲν ἀπὸ τῶν τριῶν στοιχείων ἐπαινεῖ τὸν τόπον, ἀέρος, ὕδατος, γῆς· ἔπειτα τὰ ἐκ γῆς φυτὰ τριχῇ διαιρεῖ, εἰς πρῶτα καὶ μέσα καὶ τελευταῖα, τουτέστιν εἰς τὰ ὑψηλὰ καὶ τὰ μέσα καὶ τὰ ἔσχατα· τοῦτο γὰρ δηλοῖ ἡ πλάτανος, καὶ ἡ ἄγνος, ὅ ἐστι θαμνῶδες, καὶ αἱ πόαι. Κατὰ πάσας δὲ τὰς αἰσθήσεις δείκνυσι τὴν εὐφροσύνην ὑπάρχουσαν, πλὴν τῆς γεύσεως. — Ἀχελῷος δέ ἐστιν ὁ ἔφορος θεὸς τῆς ποτίμου δυνάμεως τοῦ ὕδατος· διὰ γὰρ τοῦ μεγίστου τούτου ποταμοῦ τὸν ἔφορον θεὸν δηλοῦσι τοῦ ποτίμου ὕδατος. Νύμφαι δέ εἰσιν ἔφοροι θεαὶ τῆς παλιγγενεσίας ὑπουργοὶ τοῦ ἐκ Σεμέλης Διονύσου· διὸ καὶ παρὰ τῷ ὕδατί εἰσι, τουτέστι τῇ γενέσει ἐπιβεβήκασιν. Αὐτὸς δὲ ὁ Διόνυσος τῆς παλιγγενεσίας ἐπάρχει παντὸς τοῦ αἰσθητοῦ.

κεʹ Ἀκμὴν ἔχει τῆς ἄνθης

`33`

Τὸ ἀκμὴν ἔχει τῆς ἄνθης δηλοῖ τὸ μέλλειν καὶ τὸν Φαῖδρον ἐπιτήδειον εἶναι εἰς ἀναγωγὴν παρὰ τοῦ Σωκράτους ἀναγόμενον. —Ὁ δὲ ποῦς ὁ τῷ ὕδατι βρεχόμενος πάλιν δηλοῖ τὸ ταῖς τελευταίαις ἑαυτῆς δυνάμεσι τὴν Σωκράτους ψυχὴν ἐφάπτεσθαι τῆς γενέσεως. —Τὸ δὲ ὀλίγον τὴν κεφαλὴν προσάντη δύνασθαι κεῖσθαι δηλοῖ τὸ ἀνατείνεσθαι τὸ νοερὸν τοῦ Σωκράτους ἀπὸ τῆς ὕλης καὶ τῆς γενέσεως. —Κατακείμενος δὲ ἀκούει, ὡς κατιὼν ἀπὸ τῆς νοερᾶς ἑαυτοῦ ἐνεργείας εἰς ἐξέτασιν τῶν Λυσίου λόγων, καὶ περὶ κοιλότερα καὶ χθαμαλὰ μέλλων ἐνεργεῖν. —Τὸ δὲ ἄστυ καὶ τὸ μηδέποτε ἐξιέναι τοῦ ἄστεος τὸν Σωκράτη δηλοῖ τὸ ἀεὶ τῶν οἰκείων ἀρχῶν καὶ αἰτιῶν, καὶ τῶν νοητῶν καὶ οἰκείων ἑαυτοῦ θεῶν ἔχεσθαι αὐτόν· ἡ γὰρ ἀληθὴς πατρὶς τῶν ψυχῶν ὁ νοητός ἐστι κόσμος· οὐκ ἐκ τῶν οὖν ἐνύλων καὶ ἀντιτύπων ἡ μάθησις ὃ δηλοῖ τὰ χωρία καὶ τὰ δένδρα, ἀλλʼ ἐκ τῶν λογικῶν καὶ νοερῶν ψυχῶν καὶ ἐξ αὐτοῦ τοῦ νοῦ. —Καὶ τὸ ἀκολουθεῖν δὲ τὸν Σωκράτη τῷ Φαίδρῳ, καὶ τὸ βιβλίον ὅ ἐστιν εἰκὼν εἰκόνων δηλοῖ τὴν ὡς θεοῦ προνοητικὴν αὐτοῦ ἐνέργειαν τὴν περὶ τοὺς νέους καὶ τὸ βούλεσθαι αὐτοὺς σῴζειν. —Κατακείμενος δὲ ἀκούει ὡς εἰς κοιλότερα τέως ἐνεργῶν· δεῖ γὰρ προσφόρως ταῖς ὑποθέσεσι καὶ τὰ σχήματα ποιεῖσθαι· οὕτω γοῦν ἐν τῇ παλινῳδίᾳ ὀρθὸς καὶ γυμνῇ τῇ κεφαλῇ τοὺς περὶ τοῦ ἐνθέου καὶ θείου ἔρωτος ποιήσεται λόγους· ὡς οὖν περὶ κοιλοτέραν μέλλων ἐνεργεῖν ἀκρόασιν λόγων, διὰ τοῦτο κατακείμενος ἀκούει, συνεξομοιῶν καὶ τὸ φαινόμενον σχῆμα τοῖς λόγοις· ὡς καὶ ἐν Φαίδωνι· «ὁ δὲ Σωκράτης ἀνακαθιζόμενος ἐκ τῆς κλίνης,» ὅτε ἔμελλε τοὺς περὶ τοῦ φιλοσόφου λόγους διατιθέναι.

κςʹ Περὶ μὲν τῶν ἐμῶν

`34`

Ἐνταῦθα καιρὸς πάλιν τῆς διαιρέσεως τῆς περὶ τοῦ ἔρωτος· οἳ μὲν γὰρ ὑπέλαβον ἁπλῶς φαῦλον τὸ ἐρᾶν, ὡς Ἐπίκουρος ὁρισάμενος αὐτὸν «σύντονον ὄρεξιν ἀφροδισίων μετὰ οἴστρου καὶ ἀδημονίας», καὶ ὁ εἰπών·

  
πλήρει γὰρ ὄγκῳ γαστρὸς αὔξεται Κύπρις,  
καὶ «οὐπώποτε» φησὶν «ἠράσθης, Γέτα; —Οὐ γὰρ ἐνεπλήσθην,» φησίν. Οἳ δὲ ἁπλῶς ἀστεῖον, ὡς Ἡρακλείδης, φιλίας λέγων εἶναι τὸν ἔρωτα καὶ οὐκ ἄλλου τινος, κατὰ συμβεβηκὸς δέ τινας ἐκπίπτειν εἰς ἀφροδίσια. Οἱ δὲ ἀπὸ τῆς Στοᾶς πρότερον μὲν ἐλέγοντο ἁπλοῦν ἡγεῖσθαι τὸ πρᾶγμα, νῦν δὲ ἤκουσα ἐκείνων ὅτι διπλοῦν φασιν εἶναι καὶ αὐτοὶ τὸν ἔρωτα, τὸν μὲν ἀστεῖον, τὸν δὲ φαῦλον ... Ἐπιθυμίαν καὶ ὄρεξιν συνουσίας κατὰ τὸν Παυσανίαν καὶ τὸν τραγῳδὸν τὸν εἰπόντα·

  
δισσὰ πνεύματα πνεῖς, Ἔρως.  

`35`

Ἀριστοτέλης δὲ ὅλης μὲν τῆς ψυχῆς φησι τὸν ἔρωτα πάθος εἶναι, κἂν μὲν ὁ λογισμὸς κρατήσῃ, φιλίας αὐτὸν εἶναι, ἐὰν δὲ τὸ πάθος, συνουσίας. Περὶ δὲ τῆς Πλάτωνος γνώμης εἴπομεν πρότερον. Ὁ δὴ Λυσίας νῦν τῶν φαύλων τι τὸν ἔρωτα ἁπλῶς τίθεται καὶ διὰ τοῦτο τῶν ἐρώντων κατατρέχει, φάσκων αὐτοὺς ἐν κακῷ εἶναι καὶ δεῖν αὐτῶν τὴν κοινωνίαν φυλάσσεσθαι, μᾶλλον δὲ προσεταιρίζεσθαι τοὺς μὴ ἐρῶντας. Ὁ δὲ λόγος αὐτῷ διὰ τῶνδε τῶν ἐπιχειρημάτων πρόεισι. Πρῶτον μὲν γὰρ λέγει ὅτι μεταμέλει τοῖς ἐρασθεῖσιν ὧν εὖ ἐποίησαν τὸν ἐρώμενον, ἐπειδὰν παύσωνται τῆς ἐπιθυμίας. Δεύτερον ὅτι τοὺς πόνους ὑπολογίζονται οὓς ἔσχον ἐν τῷ ἐρᾶν καὶ ὅσα ἠμέλησαν τῶν οἰκείων· καὶ διὰ τούτων ἡγοῦνται τοῖς ἐρωμένοις ἱκανῶς ἀποδεδωκέναι τὴν ἀξίαν χάριν. Τρίτον ὅτι λέγοντες οὓς ἐρῶσι φιλεῖν ὑπὲρ πάντας, δηλονότι τοὺς πρότερον γενομένους ἐρωμένους, κακῶς διαθήσουσιν αὐτοὺς διὰ τοὺς ὕστερον. Τέταρτον ὅτι ὁμολογοῦσι καὶ αὐτοὶ νοσεῖν καὶ μὴ σωφρονεῖν. Πέμπτον ὅτι, εἰ τοὺς ἐπιτηδειοτέρους πρὸς φιλίαν δεῖ αἱρεῖσθαι, ἐκ τῶν μὴ ἐρώντων εὐμαρεστέρα ἡ ἐκλογὴ πλειόνων ὄντων, χαλεπωτέρα δὲ ἐκ τῶν ἐρώντων· ὀλιγώτεροι γάρ. Ἕκτον ὅτι τὴν αἰσχύνην δεδιότας χρὴ φυλάσσεσθαι τοὺς ἐρῶντας· ἀλαζονεύονται γὰρ πρὸς τοὺς ἄλλους, δεικνύντες ὅτι οὐ μάτην ἐπόνησαν. Ἕβδομον ὅτι καὶ προστάττουσι τὰ τοιαῦτα ὥστε εἰς ὑποψίαν τοῖς ἔξωθεν ἀφικέσθαι, ὅτι γεγένηται αὐτοῖς ἢ μέλλει πληρώσεσθαι ἡ ἐπιθυμία. Ὄγδοον ὅτι τῶν πρὸς τοὺς ἄλλους ἀποτρέπουσι συνουσιῶν, δεδοικότες μὴ παρευδοκιμηθῶσιν. Ἔνατον ὅτι οἱ μὴ τὸν τρόπον γνόντες, ἀλλὰ τοῦ σώματος ἐπιθυμήσαντες, ἀντιποιοῦνται τῶν παιδικῶν· διὸ εὐχερεῖς εἰς μεταβολήν. Δέκατον ὅτι καὶ ἐπαινοῦσι καὶ ψέγουσι παρὰ τὸ προσῆκον, τὰ μὲν κακῶς κρίνοντες διὰ τὴν νόσον τὰ δὲ δεδιότες μὴ ἀπέχθωνται. Εἶτα ἀνθυποφοράς τινας ποιεῖται ὧν μία μέν ἐστιν ὅτι φιλία βέβαιος οὐ δύναται ἄνευ ἔρωτος συστῆναι· λύει δὲ αὐτὴν διὰ τοῦ καὶ πρὸς πατέρας καὶ ἀδελφοὺς καὶ ἡλικιώτας γίνεσθαι φιλίας βεβαίους χωρὶς ἔρωτος. Δευτέρα δέ ἐστιν ὅτι τοῖς δεομένοις μᾶλλον δεῖ παρέχειν ἢ τοῖς μή· ἐνίσταται δὲ καὶ ταύτῃ ὅτι οὕτως ἂν τοῖς αἰτοῦσι τροφὰς καὶ τὰς ἑστιάσεις παρέχοιμεν καὶ οὐ τοῖς ἀξίοις. Τρίτον εἰ δεῖ κοινῇ πᾶσι τοῖς μὴ ἐρῶσι χαρίζεσθαι· τοῦτο δὲ, φησὶ, καὶ οἱ ἐρασταὶ οὐκ ἀξιώσουσιν ὥστε πᾶσι τοῖς ἐρῶσι παρέχειν. Ἐπὶ πᾶσι κεφάλαιον ἔθηκεν ὅτι τοῦς ἐρῶντας καὶ οἱ οἰκεῖοι νουθετοῦσιν ὡς κακοῦ ὄντος τοῦ ἐπιτηδεύματος, τοὺς δὲ μὴ ἐρῶντας οὐδεὶς αἰτιᾶται. Ταῦτα μὲν τὰ λεχθέντα. Αἰτιᾶται δὲ αὐτοῦ ὁ Πλάτων πρῶτον μὲν ἀταξίαν, ὡς ἐξ ὑπτίας καὶ ἀνάπαλιν ἰόντος· ἔπειτα τὸ μὴ ἡνωμένον τῶν ἐπιχειρημάτων ἅτε μηδεμίαν τῆς συντάξεως αὐτῶν ἀνάγκην ἐχούσης ὥστε τόδε μετὰ τόδε κεῖσθαι· καὶ ὅτι τὸ κοινὸν καὶ πᾶσι πρόχειρον εἴρηκεν, ὅτι ὃ μὲν νοσεῖ, ὃ δὲ σωφρονεῖ· εἶθʼ ὅτι δὶς καὶ τρὶς τὰ αὐτὰ εἴρηκεν· εἶθʼ ὅτι μηδὲ ταῦτα εἶπε τὰ ἐνδεχόμενα εἰπεῖν. Τούτων δὲ ἕκαστον ἐπὶ τῆς ἐξετάσεως αὐτῆς καὶ ἡμεῖς παραστήσομεν· πρὸς δὲ τούτοις δείξομεν ὅτι καὶ ἐναντία εἴρηκεν ἑαυτῷ καὶ τῇ ὑποθέσει καὶ παρὰ τὴν ἱστορίαν καὶ ψευδῆ. Εἰδέναι δὲ δεῖ ὅτι αὐτοῦ Λυσίου ὁ λόγος οὗτός ἐστι, καὶ φέρεται ἐν ταῖς ἐπιστολαῖς ταῖς ἐκείνου εὐδοκιμοῦσα καὶ αὕτη ἡ ἐπιστολή· βούλεται δὲ ἃ πρὸς παρόντα εἶπε τὸν Φαῖδρον καὶ ἀπόντα αὐτὸν ὑπομνῆσαι.

κζʹ Ὡς ἐκείνοις μὲν τότε μεταμέλει ὧν ἂν εὖ ποιήσωσι

`36`

Τοῦτʼ αὐτὸ πρῶτον τῆς ἀταξίας τὸ ἐν ἀρχῇ ἐπιχείρημα. Μὴ εἰπὼν γὰρ οἷός ἐστιν ἐρῶν ὁ ἐραστὴς, λέγει τίς ἐστιν ἐπειδὰν παύσηται ἐρῶν· «τοὺς πόδας» φαίη ἄν τις «πρώτους τέθεικε, τὴν δὲ κεφαλὴν ὑστέραν.» Ὡς γὰρ αὐτὸς ὁ Πλάτων ἔφη, ζῴῳ δεῖ τὸν λόγον ἐοικέναι· ποῖον ἂν οὖν ζῷον εἴη τὰ μὲν κάτω ἄνω ἔχον, τὰ δὲ ἄνω κάτω; Ἔπειτα τοῦτο αὐτὸ ὃ νῦν εἴρηκε, καὶ μετʼ ὀλίγον πάλιν ἐρεῖ· εἰπὼν γὰρ νῦν ὅτι μεταμέλει αὐτοῖς ἐπειδὰν παύσωνται τῆς ἐπιθυμίας, εὐθὺς ἐρεῖ· «ὥστε ἄδηλον εἰ ἔτι αὐτοῖς φίλοι ἔσονται ἐπειδὰν τῆς ἐπιθυμίας παύσωνται,» καὶ ταῖς αὐταῖς λέξεσι χρησάμενος ὡς οὐ λέξεως εὐπορῶν. Καὶ πάλιν τὸ αὐτὸ τοῦτο τρίτον λέγει ἐν τῇ ἀνακεφαλαιώσει. Ταῦτα μὲν αὐτὸς ἐπεσημήνατο ὁ Πλάτων. Ἐρεῖς δὲ καὶ σὺ ἐναντίον αὐτὸ εἶναι· ὁμολογεῖ γὰρ ὁπωσοῦν εὖ ποιεῖν τοὺς ἐραστὰς καὶ χάριτας παρέχειν τοῖς ἐρωμένοις καὶ ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν.

κηʹ Ἔτι δὲ οἱ μὲν ἐρῶντες σκοποῦσιν

Τοῦτο καὶ αὐτὸ ἀτάκτως κεῖται· ἔδει γὰρ αὐτὸ εἴπερ ἄρα πρὸ τοῦ προειρημένου κεῖσθαι, ἵνα τὴν οἰκείαν τάξιν εἶχε. Δεῖ γὰρ λογίσασθαι τοὺς πόνους αὐτοὺς, εἶθʼ οὕτως μηκέτʼ εἶναι φίλους μεταμεληθέντας ἐφʼ οἷς ἔπαθον. Εἰς ταῦτʼ οὖν ἀποβλέψας ὁ Σωκράτης ἔφη καὶ τὰ ἐπιχειρήματα χύδην εἰρῆσθαι καὶ σὺν οὐδεμιᾷ τάξει ἀναγκαίᾳ, ἀλλὰ τοῦ ἐπιγράμματος μηδὲν διαφέρειν τοῦ Μίδου.

κθʹ Ἔτι εἰ διὰ τοῦτο ἄξιον τοὺς ἐρῶντας

Τοῦτο αὐτὸ τὸ ἐπιχείρημα ἀτάκτως κεῖται· ἔδει γὰρ εἴπερ ἄρα ἀπὸ τούτου ἦρχθαι, εἴπερ ἔδει ἀπὸ τοῦ μείζονος ἄρχεσθαι. Ἐν τούτῳ γὰρ λέγει ὅτι οὐ μόνον φίλοι οὐκ ἔσονται, ἀλλὰ καὶ κακῶς ποιοῦσι. Πρὸς δὲ τούτοις καὶ ἐναντίωμα λέγει· φησὶ γὰρ καὶ ἔργῳ καὶ λόγοις καὶ πᾶσι τρόποις τοῖς ἐρωμένοις χαρίζεσθαι τοὺς ἐραστὰς, καὶ πάντας τοὺς ἄλλους κακῶς ποιεῖν, ἐὰν τοῖς ἐρωμένοις δοκῇ.

λʼ Καὶ γὰρ αὐτοὶ ὁμολογοῦσι νοσεῖν μᾶλλον ἢ σωφρονεῖν

`37`

Τοῦτο κοινὸν μὲν καὶ ὑπὸ παντὸς λεχθῆναι δυνάμενον, παρέρριπται δὲ ὑπὸ τούτου καὶ οὐκ ἐν δέοντι κεῖται. Ἔδει γὰρ αὐτὸ προειρῆσθαι, ὥσπερ καὶ ὁ Πλάτων ἀποδείξει, ὅτι νοσεῖ ὁ ἐρῶν, καὶ τοῦτο προθεὶς οὕτως τὰ λοιπὰ ἐπάξει. Ἐρεῖ γάρ· «νοσοῦντι πᾶν ἡδὺ τὸ μὴ ἀντιτεῖνον, κρεῖττον δὲ καὶ ἰσούμενον ἐχθρόν.»

λαʹ Ὥστε πῶς

Καὶ τοῦτο ταὐτὸν τῷ δευτέρῳ ἐν ᾧ ἔφη· «τοὺς πόνους ὑπολογίζονται καὶ τὴν τῶν οἰκείων ἀμέλειαν, καὶ ἡγοῦνται τὴν ἀξίαν πάλαι ἀποδεδωκέναι χάριν.» Καὶ τῷ μετανοεῖν δὲ ταὐτόν.

λβʹ Καὶ μὲν δή

Τοῦτο καταγέλαστον εἰς τοὺς πλείστους ὁρᾶν ἐκλεγόμενόν τι καὶ μὴ εἰς τοὺς ὀλιγωτέρους. Καὶ γὰρ ἰατρὸν δέοι ἂν ἐκ τῶν ἀνιάτρων ἐκλέγεσθαι, καὶ τέκτονα καὶ μουσικὸν ἐκ τῶν μουσῶν καὶ τεκτονικῆς ἀπείρων. Ψεῦδος οὖν ὅλον τὸ ἐπιχείρημα καὶ καταγέλαστον. Διὸ οὐδὲ προσποιήσεται αὐτὸ ὁ Πλάτων ἐν τῷ οἰκείῳ λόγῳ· δέοι γὰρ ἂν καὶ ῥήτορος χρείαν ἔχοντας ἐκ τῶν συρφετῶν ἐκλογὴν ποιεῖσθαι.

λγʹ Εἰ τοίνυν τὸν νόμον

`38`

Λέγει τὸν νόμον εἶναι τοιοῦτον, ὡς νενομισμένου αἰσχροῦ τοῦ χαρίζεσθαι· τοῦτο δὲ πρῶτον μὲν παρʼ ἱστορίαν ἐστὶν, ἔτι δὲ καὶ ἐναντίωμα ἔχει. Εἰ γὰρ αἰσχρόν ἐστι τὸ χαρίζεσθαι κατὰ τὸν νόμον, οὐδενὶ χαριστέον οὔτε τῷ ἐρῶντι οὔτε τῷ μὴ ἐρῶντι· τὸ γὰρ αἰσχρὸν πρὸς οὐδένα ποιητέον οὐδὲ λεκτέον. Ὅτι δὲ παρʼ ἱστορίαν ἐκ τῶνδε μαθεῖν ἔστι· καὶ γὰρ παρʼ Ἀθηναίοις ἐφεῖτο ἐρᾶν καὶ τοῦ Ἔρωτος βωμοὶ καὶ ἀγάλματα ἦσαν καὶ Ἀντέρωτος, ὡς καὶ ἐπιγράμματά τε ἐπὶ τῶν ἀγαλμάτων ἐγέγραπτο ἐπαινοῦντα τὸ ἐρᾶν καὶ ὁ δρόμος γε ὁ μακρὸς τοῖς Παναθηναίοις ἀπὸ τοῦ βωμοῦ τοῦ Ἔρωτος ἐγίνετο· ἐντεῦθεν γὰρ ἅψαντες οἱ ἔφηβοι τὰς λαμπάδας ἔθεον καὶ τοῦ νικήσαντος τῇ λαμπάδι ἡ πυρὰ τῶν τῆς θεοῦ ἱερῶν ἐφήπτετο. Καὶ ἐν τῷ δήμῳ δὲ ἀπεφαίνοντο δύο ἐρῶντε οὕτω καὶ Ἐπιχάρης ἐρῶν εἶπεν Εὔδημον καλὸν εἶναι ἀναφανδόν. Κλεινόμαχος ἐρῶν εἶπε τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ καθάπερ Ἐπιχάρης, Τιμόμαχον δὲ καλλίω εἶναι. Καὶ Αἰσχίνης δὲ Τίμαρχον ἑταιρήσεως διώκων ἔφη· «οὐκ ἐξαρνοῦμαι ἐρωτικὸς γεγονέναι καὶ ἔτι νῦν εἶναι καὶ τὰς ἐκ τοῦ πράγματος γιγνομένας ἀπεχθείας ὁμολογῶ κἀμοὶ γεγονέναι, ὁρίζομαι δὲ τὸ μὲν ἐρᾶν εἶναι τῶν καλῶν καὶ σωφρόνων φιλανθρώπου ἤθους πάθος καὶ ψυχῆς εὐγνώμονος, τὸ δὲ ἀσελγαίνειν ἀργυρίου τινὰ μισθούμενον ὑβριστοῦ καὶ ἀπαιδεύτου ἀνδρὸς εἶναι ἔργον.» Ὁ δὲ Σόλων ἐν τοῖς νόμοις καὶ πόσους πήχεις ἀπέχοντα ἀκολουθεῖν δεῖ τὸν ἐραστὴν τῷ ἐρωμένῳ δεδήλωκε, καὶ τοῖς ἐλευθέροις τὸ ἐπιτήδευμα τετήρηκε, δοῦλον κωλύσας ἐρᾶν ξηραλοιφεῖν τε, καὶ τὸν ἀστράτευτον καὶ τὸν λιπόντα τὴν τάξιν καὶ τὸν μὴ θρέψαντα τοὺς γονεῖς μηδὲ θάψαντα καὶ τὸν φρούριον προδεδωκότα. Καὶ ἐν τοῖς ποιήμασιν ὡς καλοῦ τοῦ ἐρᾶν μνημονεύει λέγων·

  
ὄλβιος ᾧ παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι  
  
καὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός·  
καὶ ἔτι·

  
ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου  
  
καὶ Μουσῶν ἃ τίθησʼ ἀνδράσιν εὐφροσύνας.  

Τὰ δὲ περὶ Κρητῶν ἢ Λακώνων ἢ Βοιωτῶν ἢ τῶν ἄλλων Ἑλλήνων, ὅπως εἶχον περὶ τὸ ἐρᾶν, μακρὸν ἂν εἴη λέγειν.

`39`

Εἰκότως ἂν μᾶλλον τοὺς ἐρῶντας φοβοῖο· πολλὰ γάρ ἐστιν αὐτοὺς τὰ λυποῦντα Ταῦτʼ ἦν ἅπερ ἔδει προειρῆσθαι· ταῦτα γὰρ λέγει οἷός ἐστιν ὁ ἐρῶν ὁπόταν ἐρᾷ, τὰ δὲ προειρημένα οἷος μετὰ τὸ παύσασθαι τοῦ ἔρωτος.

λδʹ Καὶ μὲν δὴ τῶν μὲν ἐρώντων πολλοὶ πρότερον

Τοῦτο ψεῦδος· μάλιστα γὰρ οἱ ἐρῶντες φιλίας ἀντιποιοῦνται· οὐδεὶς δὲ φιλίας ἀντιποιεῖται ὅστις τὸν τρόπον οὐ θέλει μαθεῖν τῶν πρὸς οὓς ἡ φιλία γενήσεται ...

λεʹ Δαιμονίως

`40`

Ἀντὶ τοῦ ὑπερφυῶς, ὅτι ὑπὲρ τὴν φύσιν καὶ τὸ αἰσθητὸν κάλλος ἐστὶ τὸ ἐν λόγοις καλὸν, ἀυλότερον ὂν καὶ καθαρώτερον τοῦ ἐν τῇ φύσει καλοῦ. Τὸ δὲ «δαιμονίως» φησὶν ὁ Σωκράτης ἐκπληττόμενος τὴν πανουργίαν καὶ τὸ δόλιον καὶ κεκρυμμένον τοῦ σοφιστοῦ. Σημαίνοι δʼ ἂν τὸ δαιμονίως πολλά· πρῶτον μὲν, ἐπειδὴ δεύτεροί εἰσι μετὰ τοὺς θεοὺς οἱ δαίμονες, σημαίνοι ἂν ὅτι οὐ θείως καὶ ἐπιστημονικῶς εἶπεν ὁ ῥήτωρ, ἀλλὰ ὑφειμένως καὶ δευτέρως· σημαίνοι δʼ ἂν καὶ ὅτι μέσως εἶπε· μέσον γὰρ τὸ δαιμόνιον τῶν τε θεῶν καὶ ἀνθρώπων. Ἔπειτα πρῶτον τὸ δαιμόνιον μετέχει τοῦ ἀγαθοῦ καὶ κακοῦ· οὐ γὰρ θεοὶ οὐδὲ ἄγγελοι· δηλοῖ οὖν ὅτι καὶ ἀγαθόν τι ἔχει καὶ κακὸν ὁ τοῦ Λυσίου λόγος· ἀγαθὸν μὲν φαινόμενον, τὴν γὰρ συνθήκην τῶν ῥημάτων, κακὸν δὲ κεκρυμμένον, τὴν γὰρ ἀκόλαστον αὐτοῦ ἐπιθυμίαν ἐδείκνυ. Ἔπειτα καὶ ὁ Ἔρως δαίμων μέγας ἐν Συμποσίῳ ἐρρήθη. Δηλοῖ δὲ καὶ τὸ μεμερισμένως αὐτὸν ἀντιλαβέσθαι τοῦ καλοῦ καὶ οὐχ ἡνωμένως οὐδὲ ἑνιαίως· δαίσασθαι γὰρ τὸ μερίσασθαι. Τοσαῦτα οὖν ἂν ἡμῖν σημαίνοι τὸ δαιμονίως. —Τὸ δὲ ὥστε με ἐκπλαγῆναι δηλοῖ μὲν τὴν ἀπόνοιαν τοῦ σοφιστοῦ, ὅτι ἐσχηματίζετο τὸ μὴ ἐρᾶν ἐρῶν· διὸ ἐκπλήττεται αὐτοῦ τὴν ἀπόνοιαν ὁ Σωκράτης καὶ κακουργίαν. Θεωρητικῶς δʼ ἂν εἴποις ὅτι καὶ τὰ τελευταῖα ἴχνη τοῦ καλοῦ ἐκπλήττεται ὁ Σωκράτης ὡς ἴνδαλμα ἔχοντα τοῦ αὐτοκαλοῦ, καὶ ἅπερ ἂν κατάσχῃ τὸ καλὸν, καλὰ ἐκεῖνα δεικνύει· ὅπερ εἶχε καὶ ἡ συνθήκη τῶν ῥημάτων τοῦ Λυσίου. —Τὸ δὲ ἡγούμενός σε μᾶλλον ἢ ἐμὲ ἐπαΐειν δηλοῖ ὅτι μᾶλλον προστετήκει τῷ φαινομένῳ κάλλει ὁ Φαῖδρος. —Τὸ δὲ σοὶ εἱπόμην ἀντὶ τοῦ «σοῦ προυνοούμην.» —Τὸ δὲ συνεβάκχευσα ἀντὶ τοῦ «μεμερισμένως ἐνήργησα.» Βάκχαι γὰρ ἔφοροι τῆς μερικῆς δημιουργίας· ἀντὶ τοῦ «συνεμερίσθην κἀγὼ περὶ τὸν Λυσίου λόγον καὶ κατέβην ἀπʼ ἐμαυτοῦ.» —Τὸ δὲ τῆς θείας κεφαλῆς τὸ ἀκρότατον αὐτοῦ καὶ τὸ ἓν τῆς ψυχῆς δηλοῖ περὶ ὃ καὶ ὁ ἐνθουσιασμὸς γίνεται. —Τὸ δὲ παίζειν δηλοῖ μὲν καὶ τὴν Σωκράτους περὶ τὸν λόγον ἐνέργειαν· καὶ γὰρ παιδιὰ θεῶν ὁ αἰσθητὸς κόσμος εἴρηται, διότι ὡς πρὸς τὰς προηγουμένας αὐτῶν ἐνεργείας τὰς πρὸς τὰ οἰκεῖα αἴτια παιδιά ἐστιν ὁ αἰσθητὸς κόσμος, σπουδῆς μέντοι ἐχόμενος, καθότι ὡς οἷόν τε ἄριστα ἔχειν οὕτως ἔχει. Τὸ δʼ αὐτὸ καὶ περὶ τὴν θεωρίαν τοῦ Λυσίου λόγου πάσχει ὁ Σωκράτης· κάτεισι γὰρ ἀπὸ τῆς ἑαυτοῦ νοερᾶς θεωρίας εἰς τὴν τοῦ λόγου ἐξέτασιν, καθὸ καὶ δοκεῖ παίζειν· καὶ μέντοι καὶ σπουδάζειν καθὸ σῴζει καὶ διορθοῦται τὸν νέον.

λϛʹ Ἀλλʼ ὡς ἀληθῶς εἰπὲ πρὸς Διὸς φιλίου

Οὐχ ὡς εἰς μονάδα τὸν Δία πάντα ἀνάγεται τὰ ὀνόματα· καὶ γὰρ φίλιος ὁ Ζεὺς λέγεται καὶ ξένιος καὶ κτήσιος· ἄλλοι δὲ ἄλλας δυνάμεις αὐτοῦ ἐμερίσαντο. Καὶ γὰρ δαίμων λέγεται ξένιος, καὶ θεός· «ὁ ξένιος ἑκάστου δαίμων, φησὶν ἐν Νόμοις, τῷ ξενίῳ συνεπόμενος.» Ὁμοίως καὶ φίλιος δαίμων. Μόνον δὲ ἐνταῦθα ὁ Φαῖδρος τὸν Σωκράτην φίλιον προσεῖπεν ὡς μέλλων λοιπὸν πρὸς αὐτὸν ἐπιστρέφειν.

λζʹ Ὡς τὰ δέοντα

`41`

Τὰ μὲν δέοντα λέγει ἀντὶ τοῦ τἀγαθά· δέον γὰρ τὸ ἀγαθόν· παρὸ δεσμεῖ ἐκεῖνο ὃ ἂν κατάσχῃ· ἑνώσεως γὰρ πᾶσι μεταδίδωσι τὸ ἀγαθὸν, τουτέστι τὸ ἕν. Ποῦ δὲ εἶπεν ὁ Φαῖδρος δέοντα εἰρηκέναι τὸν ῥήτορα, ἐπειδὴ ὁ Σωκράτης ὡς αὐτοῦ εἰρηκότος ἐχρήσατο; Ἢ ἐπειδὴ εἶπε μηδένα τῶν Ἑλλήνων ἔχειν εἰπεῖν πλείω καὶ μείζω κατὰ τὴν δύναμιν, ὁ δὲ μήτε πλείω μήτε μείζονα ἔχων εἰπεῖν τὰ δέοντα εἴρηκε, τούτου χάριν καὶ ὁ Σωκράτης αὐτῷ ἐχρήσατο. —Ποιητὴν δὲ κοινότερον λέγει τὸν ῥήτορα· ποιεῖ γὰρ καὶ οὗτος λόγους. —Διὰ δὲ τοῦ εἰπεῖν σαφῆ καὶ στρογγύλα καὶ ἀποτετορνευμένα δηλοῖ ὅτι φαινόμενον μὲν ἔχει κάλλος ὁ λόγος καὶ αἰσθητὸν, τὸ δὲ ἀεὶ ὂν καὶ ἀσώματον καὶ καθαρόν τε καὶ νοητὸν οὐκ ἔχει. Τὸ μὲν οὖν σαφὲς τὸ φανερὸν καὶ εὔληπτον τῇ αἰσθήσει δηλοῖ· τὸ δὲ στρογγύλον τὸ ἐσχηματισμένον καὶ περιγεγραμμένον· τὸ δὲ ἀποτετορνευμένον τὸ ἀντίτυπον καὶ σκληρόν. Δηλοῖ οὖν διὰ τούτων ὅτι ὃ μὲν ἂν κάλλος ἔχοι τὸ αἰσθητὸν καὶ ἔνυλον τοῦτο ἔχει ὁ λόγος, οὐκ οἶδε δὲ ὁ Λυσίας τὸ ἀσαφὲς κάλλος, τουτέστι τὸ νοητὸν καὶ νῷ μόνῳ ληπτὸν, οὐδὲ τὸ ἀσχημάτιστον καὶ ἀχρώματον οὐδὲ τὸ ἀσώματον καὶ ἀναφές.

ληʹ Ἐπεὶ ἐμέ γε ἔλαθεν

Ἆρʼ οὖν ἔλαθε τὸν Σωκράτην, ἢ προσποιεῖται μὲν κατὰ τὴν εἰωθυῖαν αὐτῷ εἰρωνείαν, ἔλαθε δὲ λέγει; καὶ τοῦτο σημαίνει παρὰ τοῖς θεολόγοις τὸ ἔλαθε τὸ κατὰ τὴν οἰκείαν ἰδιότητα ἐνεργεῖν καὶ μὴ κατὰ τὴν τῶν ὑπερκειμένων αἰτίαν σύμπνοιαν· τοῦτο γὰρ δηλοῖ καὶ τὸ μίγνυσθαι τοὺς θεοὺς φίλους λήθοντε τοκῆας τὸ κατὰ τὴν οἰκείαν ἑαυτῶν οὐσίαν καὶ ἰδιότητα ἐνεργεῖν μὴ ἀνατεινομένους ἐπὶ τὰ αἴτια αὐτῶν μηδὲ ἐκεῖθεν δυναμένους. Λέγοι ἂν οὖν ὁ Σωκράτης ὅτι «ὁ Λυσίας καθʼ ἑαυτὸν ὡς εἶχε δυνάμεως διατιθεὶς τὸν λόγον ἐμὲ περὶ τὰ ὑπέρτερα ἐνεργοῦντα ἔλαθε.» —Τὸ τῆς οὐδενείας οὐκ ἀσθένειαν ἀλλὰ δυνάμεως ὑπερβολὴν σημαίνει· τὸ γὰρ δύναμιν ἔχον περὶ τὰ νοητὰ ἐνεργεῖν ἀδυναμίαν ἔχει τοῦ προσέχειν τοῖς αἰσθητοῖς· φαινομένη γάρ ἐστιν αὕτη ἡ δύναμις ἡ περὶ τὰ ἔνυλα οὖσα, ὡς καὶ φαινομένη λέγεται δύναμις ἡ τοῦ τυράννου· ἡ γὰρ δύναμίς ἐστι τῶν ἀγαθῶν καὶ ἀρίστων.

λθʹ Τοῦτο ἐγώ σοι οὐκέτι

`42`

Ἐξ ἀρχῆς μὲν εἶπεν ὁ Φαῖδρος ὅτι οὐδεὶς τῶν Ἑλλήνων τοιαῦτα ἂν εἴποι· καὶ τὸ μὲν πάντῃ οὐ συνεχώρησεν ὁ Σωκράτης, τὸ δὲ πῇ μὲν συνεχώρησε, πῇ δὲ οὐ συνεχώρησε. Τὸ γὰρ σαφῆ καὶ στρογγύλα καὶ ἀποτετορνευμένα αὐτὸν εἰρηκέναι συνεχώρησε, τὸ δὲ τὰ δέοντα εἰρηκέναι ἐξ ἀρχῆς μὲν πάντῃ ἠρνήσατο, ἔπειτα συνεχώρησεν εἰς χάριν Φαίδρου· ὥστε πῇ μὲν συνεχώρησε, πῇ δὲ οὐ συνεχώρησεν. Ἐπειδὴ δὲ νῦν εἶπεν ὁ Φαῖδρος «μηδʼ ἂν ἕνα ποτὲ ἀνθρώπων δύνασθαι εἰπεῖν ἄλλα πλείω,» διὰ τοῦτο οὐκέτι αὐτῷ συγχωρεῖ ὁ Σωκράτης· οὐ γὰρ πάντων ἀνθρώπων ἀμείνω ὁ Λυσίας εἶπεν· ὅλως γὰρ τὸν ψυχικὸν καὶ σωφρονικὸν ἔρωτα οὐκ οἶδεν.

μʹ Παλαιοὶ γὰρ καὶ σοφοί

`43`

Πρὸ τοῦ εἰπεῖν τί ἐστιν ὁ ψυχικὸς καὶ σώφρων ἔρως βούλεται αὐτῷ δοξαστικῶς ἐπιδεῖξαι ὅτι ἔστι πρῶτον τοιοῦτος ἔρως σώφρων καὶ κόσμιος, καὶ παράγει Σαπφὼ καὶ Ἀνακρέοντα οἳ ἐκ τῶν ἐξ ἀιδίου ἐνυπαρχόντων ἐν ταῖς ψυχαῖς αὐτῶν κατʼ οὐσίαν λόγων ἐκ τοῦ δημιουργοῦ προβαλόντες αὐτοὺς κατʼ ἐνέργειαν, κατεκόσμησαν τὴν ἑαυτῶν ζωήν. Ἐπεὶ οὖν οἱ θεολόγοι εἰς ἄρρεν καὶ θῆλυ διαιροῦσι τοῦς θεοὺς καὶ τῶν ψυχῶν αἳ μὲν τοῖσδε αἳ δὲ τοῖσδε προσήκουσι τῶν θεῶν, ὡς καὶ ἐν Συμποσίῳ εἴρηκεν ἐν τῷ Ἀριστοφάνους λόγῳ, διὰ τοῦτο καὶ αὐτὸς Σαπφὼ καὶ Ἀνακρέοντα παρέλαβε, τὴν μὲν τῷ θήλει πρέπουσαν, τὸν δὲ τῷ ἄρρενι. —Τὸ δὲ παλαιοί τὸ ἀίδιον καὶ πρὸ χρόνου παντὸς σημαίνει· — «παλαιὸς μὲν οὖν ἐστί τις λόγος,» φησὶν ἐν Φαίδωνι — ὅτι ἐξ ἀιδίου ἐστὶν ἐν ταῖς ψυχαῖς ὁ σώφρων ἔρως. Καὶ ὁ μὲν Φαῖδρος ἅτε τῇ αἰσθήσει καὶ τοῖς ἀτόμοις συντεθραμμένος ἐρωτᾷ· «τίνες οὗτοι καὶ ποῦ;» Ὁ δὲ Σωκράτης εἰδὼς ὅτι πρὸ χρόνου παντός ἐστιν ἡ τοιαύτη οὐσία καὶ δύναμις τῆς ψυχῆς ἡ κατὰ τὸν μέσον τέως ἔρωτα τὸν ψυχικὸν καὶ σώφρονά φησι· «νῦν μὲν οὕτως οὐκ ἔχω σοι εἰπεῖν·» οὐ γὰρ ἔστιν ἀνενεγκεῖν χρόνον ἐξ οὗ ταῦτα ἔχομεν· διὸ καὶ ὁ Ἀλκιβιάδης οὐκ ἔχει χρόνον εἰπεῖν ἐν ᾧ ἔμαθε τὰ δίκαια, διὰ τὸ ἐξ ἀιδίου πρὸ χρόνου παντὸς εἰληφέναι αὐτὰ παρὰ τοῦ δημιουργοῦ τὴν ψυχήν. Ἐπεὶ δὲ ἐν τοῖς ἑξῆς «τὸ θεῖον» φησὶν «ἅπαν ἐστὶ καλὸν, σοφὸν, ἀγαθὸν,» πάντων δὲ ἡ ἀναγωγὴ ἐπὶ τὸ ἓν καὶ τἀγαθὸν γίνεται διὰ τοῦ καλοῦ καὶ τοῦ σοφοῦ, τουτέστι διʼ ἐρωτικῆς καὶ φιλοσοφίας — τὸ γὰρ σοφὸν τὸ γνωστικὸν σημαίνει τῶν θεῶν, ὥσπερ τὸ καλὸν τὴν καλλονήν —, διὰ τοῦτο εἶπε «Σαπφοῦς τῆς καλῆς ἢ Ἀνακρέοντος τοῦ σοφοῦ.» Ἴσως δὲ καλὴν τὴν Σαπφὼ εἶπεν ὡς μάλιστα περὶ Ἀφροδίτης ἐγκώμια καὶ ὕμνους διατρίψασαν· Ἀφροδίτη δέ ἐστιν ἡ ἔφορος θεὸς τοῦ κάλλους καὶ ἐπιλάμπουσα πᾶσι τὸ καλόν. Ἀνακρέων δὲ σοφὸς ὡς φιλόσοφος καὶ ἐπιστήμων· πάντες δὲ πάντα εἰσὶ, προλάμπει δὲ κατὰ τόδε. Πάντες οὗτοι οἱ ποιηταὶ τὸν σώφρονα ἐνεκωμίασαν ἔρωτα.

μαʹ Πλῆρές πως ὦ δαιμόνιε τὸ στῆθος

Ἆρʼ οὐκέτι ἐν τῷ ἐγκεφάλῳ τὸ φρονοῦν; Ἢ ὃ αἰνίττεται, τοῦτο ἔστιν· ἐπειδὴ ὁ Σωκράτης εἶχε καὶ ἄκρας ἐνθουσιαστικὰς ἐνεργείας καὶ μέσας καὶ τελευταίας, τὰς μὲν τελευταίας διὰ τοῦ ποδὸς δηλοῖ· «ὥς γε τῷ ποδὶ τεκμήρασθαι·» τὰς δὲ μέσας καὶ ψυχικὰς διὰ τοῦ στήθους· τὰς δὲ νοερὰς καὶ θείας διὰ τῆς κεφαλῆς· «μετὰ σοῦ θείας κεφαλῆς·» φησὶ καὶ ἑξῆς· «ὑπερῆρεν εἰς τὸν ἔξω τόπον τὴν τοῦ ἡνιόχου κεφαλήν.» Ἐπεὶ οὖν νῦν βούλεται ἐνεργῆσαι ὁ Σωκράτης κατὰ τὸν ψυχικὸν ἔρωτα τὸν σώφρονα καὶ αὐτῆς τῆς ψυχῆς, διὰ τοῦτο πλῆρες ἔφατο ἔχειν τὸ στῆθος τῶν τοιούτων λόγων, τὸ μέσον τοῦ ἔρωτος διὰ τοῦ μέσου μέρους τοῦ σώματος παριστάς. Οὐκ οἴεται δὲ οὐδὲ τὸν Ἀνακρέοντα καὶ Σαπφὼ τὸν ἄκρον καὶ ἀναγωγὸν καὶ ἐνθουσιαστικὸν ἔρωτα ἐπιτηδεῦσαι, ἀλλʼ οὐδὲ τὸν ἀποπεπτωκότα τὸν ἀκόλαστον, περὶ δὲ τὸν μέσον ἐσπουδακέναι τὸν σωφρονικὸν καὶ κόσμιον καὶ αὐτὴν πᾶσαν τὴν ψυχὴν καὶ πάντα τὸν ἄνθρωπον κατακοσμοῦντα. Διὸ καὶ αὐτὸς ὁ Σωκράτης ἔξωθεν εἰσδέξασθαι αὐτά φησι καὶ οὐκ ἀπὸ τῆς ἄκρας ἑαυτοῦ οὐσίας αὐτὰ προβάλλειν· ἡ γὰρ οἰκεία αὐτοῦ ἐνέργεια ἡ ἔνθους καὶ ἀναγωγός ἐστι. —Καὶ ἡ ἀμαθία δὲ πάλιν οὕτως εἴρηται ὡς ἡ οὐδένεια ἡ κρείττων μαθήσεως, καὶ ἡ νώθεια κρείττων ταύτης τῆς αἰσθητῆς γνώσεως, καὶ τὸ ἐπιλελῆσθαι τὸ μὴ ἔχειν χρόνον εἰπεῖν ἀφʼ οὗ τὴν γνῶσιν τούτων εἰλήφαμεν. —Τὸ δὲ πεπληρῶσθαι δίκην ἀγγείου ὅτι ὡς εἴρηται ὡς πρὸς τὴν ἀναγωγὸν καὶ ἐνθουσιαστικὴν αὐτοῦ ἐνέργειαν, ἥτις ἐν τῷ ἄκρῳ τῆς ψυχῆς αὐτοῦ ἐγγίνεται, οἷον ἐπίκτητα καὶ ἀλλότρια αὐτοῦ δοκεῖ εἶναι ἃ μέλλει λέγειν ἐπαινῶν τὸν σώφρονα ἔρωτα.

`44`

μβʹ Καὶ σοὶ ἐγώ

Τὸ μὲν λεγόμενον τοιοῦτον· οἱ ἐννέα ἄρχοντες παρʼ Ἀθηναίοις ὅ τε πολέμαρχος καὶ ὁ βασιλεὺς καὶ ὁ ἐπώνυμος τοῦ ἐνιαυτοῦ καὶ οἱ θεσμοθέται κατʼ ἐνιαυτὸν καθιστάμενοι ὤμνυον μηδὲν παρὰ τὸ ὀρθὸν πρᾶξαι· εἰ δὲ φωραθέντες ἔτυχον, τῷ Ἀπόλλωνι ἐν Δελφοῖς ἔπεμπον χρυσῆν εἰκόνα, ἐπὶ καταδίκῃ μὲν τοῦ ἄρχοντος, χαριστήριον δὲ τῷ θεῷ παρὰ τῆς πόλεως. Αἰνίττεται δὲ διὰ τούτου ὅτι «ἐάν μοι καλλίονα τοῦ Λυσίου λόγου ἄλλον εἴπῃς, πᾶν τὸ εἰκονικὸν καὶ ἐμφανὲς τοῦ κόσμου κάλλος ἐξάψω τῆς ἡλιακῆς σφαίρας·» οἱ γὰρ Δελφοὶ καὶ ἡ Πυθὼ σύμβολόν ἐστι τῆς ἡλιακῆς σφαίρας. Τοῦτο οὖν δηλοῖ ὅτι τὸ ἐπιτήδειον εἰς κατακόσμησιν ὅπερ ἐστὶ τὸ πλημμελῶς κινούμενον, ἀνατεινόμενον ἐπὶ τὸν χορηγὸν τοῦ κάλλους, ὅς ἐστιν ὁ βασιλεὺς ἥλιος ἐν ᾧ καὶ ὁ Ἀπόλλων, ἐντεῦθεν κατακοσμεῖται. Πᾶσα γὰρ ἡ γένεσις καὶ ὁ αἰσθητὸς κόσμος, ὅς ἐστιν εἰκὼν τοῦ νοητοῦ, καλλύνεται καὶ λαμπρύνεται ἐκ τοῦ δεσπότου ἡλίου. —Τὸ δὲ ἰσομέτρητον ἐπειδὴ ὁμοιότητά τινα ἔχει τὸ ἐμφανὲς καὶ τὸ εἰκονικὸν κάλλος πρὸς τὸ νοητὸν καὶ οἷον ἴσον ἐστὶν αὐτῷ κατὰ ἀναλογίαν· οὐ γὰρ πάντῃ ἀπέσχισται.

μγʹ Καὶ τῶν μὲν τοιούτων οὐ τὴν εὕρεσιν

`45`

Τοιαῦτα μὲν καὶ τοιούτων λέγει περὶ τῶν ἀναγκαίων, ὧν χωρὶς οὐ δυνατὸν εἶναι. Τρία γάρ ἐστι ταῦτα· ἀναγκαῖα, αἱρετὰ, φευκτά. Τὰ μὲν οὖν φευκτὰ οὐ βουλόμεθα· τὰ δὲ αἱρετὰ εὑρεῖν βουλόμεθα καὶ εὑρόντες χρῆσθαι αὐτοῖς δεόντως· τὰ δὲ ἀναγκαῖα ἐξ ἀνάγκης ἔχομεν καὶ οὐ δυνάμεθα μὴ θέλειν αὐτά· διὸ οὐ μεμφόμεθα τὸν ἔχοντα αὐτὰ, ἀλλὰ τὸν κακῶς αὐτοῖς χρώμενον καὶ κακῶς διατιθέντα αὐτὰ, οἷον τὴν τροφήν· τὸ δὲ συμφέρον ἑαυτοῖς, τουτέστι τὸ αἱρετὸν, καὶ εὑρεῖν θέλομεν καὶ εὖ χρῆσθαι αὐτῷ· καὶ τὸν ἐν τοῖς ἀπόροις καὶ χαλεποῖς τοῦτο δυνάμενον ποιεῖν σφόδρα ἐπαινοῦμεν, ὡς τόν γε μὴ εὑρίσκοντα, ἢ εὑρόντα κακῶς δὲ χρώμενον, πάνυ κακίζομεν. «Ἀναγκαῖον οὖν ἐστι καὶ ἐμοὶ, Λυσία, καὶ παντὶ ὁτῳοῦν λέγειν ὡς ὁ μὲν ἐρῶν ἀκόλαστον ἔρωτα μαίνεται, ὁ δὲ μὴ ἐρῶν σωφρονεῖ.» Ἀλλʼ οὐχ ὁμοίως αὐτό φησι Λυσίας καὶ Σωκράτης οὐδὲ ἀπὸ τῆς αὐτῆς διαθέσεως προφέρονται τὸν λόγον.

μδʹ Παρὰ τὸ Κυψελιδῶν

Τὸ μὲν τῆς ἱστορίας τοιοῦτον· Κύψελος πατὴρ ἐγένετο Περιάνδρου· οὗπερ οἱ υἱεῖς τύραννοι ὄντες τῆς Κορίνθου κατελύθησαν τῆς τυραννίδος ὑπὸ Κορινθίων· ηὔξαντο οὖν οἱ Περιάνδρου τοῦ Κυψέλου υἱεῖς ἐν Ὀλυμπίᾳ τῷ Διὶ, εἰ ἀνακτήσαιντο τὴν τυραννίδα, χρυσοῦν ἀνδριάντα ὁλόσφυρον τῷ Διὶ ἀναθήσειν, καὶ κρατήσαντες ἀνέθεσαν μέγιστον ἄγαλμα χρυσοῦν τοῦ Διός. Τί οὖν δηλοῖ τῷ Φαίδρῳ τὸ πρότερον μὲν εἰκόνα Σωκράτους ἐν Δελφοῖς ἀναθήσειν, νῦν δὲ σφυρήλατον ἀνδριάντα Σωκράτους τῷ Διί; ῥητέον οὖν οὕτως ὅτι διττή ἐστιν ἡ δημιουργία, ἣ μὲν ἀφανὴς, ἣ δὲ ἐμφανής· καὶ τῆς μὲν ἐμφανοῦς προέστηκεν ὁ ἥλιος, τῆς δὲ ἀφανοῦς ὁ Ζεύς. Πρότερον οὖν ἔλεγεν ὁ Φαῖδρος ὅτι «ἐὰν καλλίονά μοι λόγον ἐπιδείξῃς τοῦ Λυσίου, πᾶν τὸ ἐμφανὲς κάλλος τοῦ αἰσθητοῦ κόσμου — ὅπερ ἡ εἰκὼν σημαίνει Σωκράτους, ἐπεὶ καὶ εἰκών ἐστι τὸ αἰσθητὸν κάλλος τοῦ νοητοῦ, ἐπεὶ καὶ αὐτὸς ὁ κόσμος — ἐξάψω τοῦ ἡλίου τοῦ ἐπάρχοντος τοῦ κόσμου καὶ παντὸς τοῦ αἰσθητοῦ κάλλους·» νυνὶ δὲ ὅτι «καὶ αὐτήν σου τὴν ψυχήν — ὅ ἐστιν ὁ ἀληθὴς Σωκράτης; σημαίνει δὲ ἅπασαν τὴν οὐσίαν τῆς ψυχῆς διὰ τοῦ σφυρηλάτου ἀνδριάντος, ὡς διʼ ὅλου ὄντος χρυσοῦ — ἀναθήσω καὶ ἀναπέμψω εἰς τὸν Δία τὸν ἐπάρχοντα τοῦ νοητοῦ κόσμου καὶ τῆς ἀφανοῦς δημιουργίας.»

μεʹ Ἕτερόν τι ποικιλώτερον

`46`

«Οὐ γὰρ ποικίλον καλὸν μέλλω λέγειν, ὅπερ Λυσίας εἶχεν, ἐν συνθέσει καὶ διαιρέσει φαινόμενον, ἀλλὰ ἁπλοῦν καὶ μονοειδὲς καὶ ἡνωμένον· σὺ δὲ εἴωθας τὰ ἄτομα καὶ σύνθετα καὶ διαίρετα μόνα ὁρᾶν.» Τὸ δὲ εἰς τὰς ὁμοίας λαβάς, οἱονεὶ ἐπαφὰς, μέμψεις, νῦν δὲ ἀφορμὰς, καὶ τὸ τῶν κωμῳδιοποιῶν· τὸ μὲν εἰς τὰς ὁμοίας λαβάς, ἀπὸ μεταφορᾶς εἴρηται τῶν παλαιόντων· φανερὸς γάρ τις ἀφορίζεται τόπος ἐν ᾧ παλαίουσιν, οἷον τετράγωνον πεπληρωμένον ψάμμου· εἰ συνέβη οὖν τοὺς παλαίοντας ἐκπεσεῖν τοῦ τετραγώνου, τοιόνδε σχῆμα ἐν τῷ παλαίειν ἔχοντας οἷον ἢ περιπεπλεγμένους τοὺς πόδας ἢ τὰ νῶτα κατέχοντας τοῦ ἑτέρου, ἐνίσταντο ἐκπεσόντες τοῦ τετραγώνου καὶ ἤρχοντο ἐπὶ τὸ τετράγωνον καὶ ἐδίδοσαν ἑαυτοῖς τὸ αὐτὸ σχῆμα τῆς πάλης ὃ εἶχον ὅτε ἐξέπεσον, οἷον τὰ νῶτα κατέχειν ἢ περιπεπλέχθαι τοὺς πόδας, καὶ οὕτως ἐξ ὑπαρχῆς ἐπάλαιον· καὶ τοῦτο ἔστι τὸ εἰς τὰς ὁμοίας λαβάς. Τὸ δὲ τῶν κωμῳδιοποιῶν, ἐπειδὴ ὅπερ ὁ ἐρωτῶν ἠρώτα τοῦτο ὁ ἀποκρινόμενος τῷ ἐρωτῶντι τὸ αὐτὸ ἔλεγεν, οἷον· «δέδωκά σοι τοῦτο·» εἶτα ἐκεῖνος· «δέδωκά σοι τοῦτο.» Λέγει μὲν τὸ ἀνωτέρω εἰρημένον· ὅπερ γὰρ ὁ Σωκράτης εἶπε περὶ Φαίδρου, σχηματιζομένου τοῦ Φαίδρου μὴ δύνασθαι λέγειν· «εἰ ἐγὼ Φαῖδρον ἀγνοῶ καὶ ἐμαυτοῦ ἐπιλέλησμαι,» τοῦτο καὶ νῦν φησιν ὁ Φαῖδρος περὶ Σωκράτους λέγειν· «εἰ ἐγὼ Σωκράτην ἀγνοῶ καὶ ἐμαυτοῦ ἐπιλέλησμαι.» Ἐνδείκνυται δὲ ὅτι, ὅτε τὰ προελθόντα εἰς τὰς οἰκείας ἀρχὰς ἀναδράμῃ, εἰς τὰς ὁμοίας λαβὰς λέγεται ἰέναι, ὡς ἀφʼ ὧν προῆλθεν εἰς ταύτας ὑποστρέψαντα. —Τὸ δὲ θρύπτεσθαι καὶ σχηματίζεσθαι τὸν Σωκράτη, ὥς φησι Φαῖδρος, οὐχ ὁμοῖόν ἐστι τῇ θρύψει τοῦ Φαίδρου· ὁ μὲν γὰρ Φαῖδρος τῷ ὄντι ἐσχηματίζετο ἅτε νέος ὢν καὶ μόνοις τοῖς ἔξω εἰωθὼς χαίρειν καὶ ἐκεῖνα θαυμάζειν, ὁ δὲ Σωκράτης ἐκκαλούμενος τὰς ἐφέσεις τοῦ νέου καὶ εἰς ἔρωτα καὶ ἐπιθυμίαν αὐτὸν καθιστὰς τοῦ παρʼ αὐτῷ καλοῦ. —Ἡ δὲ βία τοῦ Φαίδρου καὶ τὸ λέγειν ὅτι μόνω ἐστὸν καὶ ἐν ἠρεμίᾳ καὶ ἰσχυρότερον καὶ νεώτερον, πάντα ταῦτα οἰκεῖα ὀνόματα τοῖς ἐνύλοις καὶ γεώδεσι καὶ μήπω ἀνηγμένοις μηδὲ κεκαθαρμένοις, ἃ ὑπῆρχε τῷ Φαίδρῳ. —Τὸ δὲ αὐτοσχεδιάζων ἀντὶ τοῦ· ἀχρόνως ἐνεργῶν καὶ ἀπληθύντως καὶ ἀμερῶς.

μϛʹ Ἀγαθὸν ποιητήν

`47`

Ἀγαθὸν ποιητὴν καλεῖ τὸν Λυσίαν διὰ τὴν καλλιέπειαν ὡς ἔχοντά τι καλὸν κατὰ τὴν συνθήκην τῶν ῥημάτων· πάντα γὰρ μετέχει τοῦ ἀγαθοῦ, ὅπου καὶ ἡ ὕλη· οὐ γὰρ ἔνι ἄκρατον κακόν. —Τὸ δὲ ὀμνύναι κατὰ τῆς πλατάνου τὸν Φαῖδρον ὁμοιότητα ἔχει τῷ Σωκρατικῷ ὅρκῳ τῷ τοῦ κυνὸς, καὶ ἔοικε τέως κατὰ τοῦτο ὠφελῆσθαι ὁ Φαῖδρος εἰς ὁμοιότητά πως τῷ Σωκράτει ἐλθών. Ὁ δὲ ὅρκος αὐτοῦ καὶ τὸ ὀμνύναι ὅτι «ἐάν μοι μὴ εἴπῃς τὸν λόγον, οὐδέποτέ σοι ἕτερον λόγον ἐπιδείξω,» βουλομένου ὠφεληθῆναι ἔστι καὶ δηλοῖ ὅτι, εἰ μὴ συνέλθοι αὐτῷ ὁ Σωκράτης, παντελὴς αὐτὸν καθέξει στέρησις, ὥσπερ δὴ καὶ ὁ ἥλιος ὄμνυσι τῷ Διί.

μζʹ Βαβαὶ ὦ μιαρέ

Πῶς μιαρὸν καλεῖ τὸν Φαῖδρον ὃν ἄνω θείαν κεφαλὴν ἐκάλεσεν; Ἢ ἐκεῖ μὲν, ὡς πρὸς τὸ ἓν αὐτοῦ καὶ νοερὸν τῆς ψυχῆς ἀπιδὼν, θεῖον αὐτὸν προσεῖπε — θείας γὰρ τῷ ὄντι μοίρας μετέχει πᾶσα λογικὴ ψυχή —, ἐνταῦθα δὲ ὡς πρὸς τὴν βίαν αὐτοῦ καὶ ἀνάγκην ἀπιδών — καὶ γὰρ λέγει· «ἐὰν μή μοι εἴπῃς, οὐ μή ποτέ σοι δείξω ἕτερον λόγον» — μιαρὸν αὐτὸν προσεῖπεν. Ἡ γὰρ βία καὶ ἡ ἀνάγκη ἐκ τῆς ὕλης ἐστὶν, ὡς εἰ ἔλεγεν ἡ ὕλη τῷ δημιουργῷ ὅτι «ἐὰν μή με κατακοσμήσῃς τοῖς εἴδεσιν, ἐπιδείξω τὸ ἐμὸν αἶσχος τὸ ἀλαμπὲς καὶ σκοτεινὸν καὶ τὴν προσοῦσάν μοι ἀσχημοσύνην,» ὅπερ ἐστὶ μιαρὸν καὶ ἀηδές· ὃ καὶ νῦν φησιν ὁ Φαῖδρος ὅτι «ἐὰν μή μοι εἴπῃς τὸν λόγον καὶ ἐπιδείξῃς μοι ὃ φῂς καλὸν, οὐκ ἄν με τελειώσεις οὐδὲ ἐνεργήσεις εἰς ἐμὲ, καὶ ἐκ τούτου ἔσομαι αἰσχρὸς καὶ μιαρός.»

μηʹ Πῶς γὰρ ἂν οἷός τʼ εἴην

`48`

Ἀντὶ τοῦ· «πῶς γὰρ δύναμαι μὴ εὐεργετεῖν τὰς ψυχὰς καὶ ἐνεργεῖν κατὰ τὴν ἐμὴν καθαρτικὴν δύναμιν;» —Καὶ ἡ θοίνη δὲ τὴν πολλὴν αὐτοῦ πρόνοιαν καὶ προθυμίαν ἐνδείκνυται τοῦ τὸν ἐπιτήδειον ἀνάγειν νέον· τὸ γὰρ πλῆρες αὐτοῦ τῆς δυνάμεως τῆς προνοητικῆς καὶ τῆς κατὰ τὸ θεῖον εἶδος ἐνεργείας καὶ ὅμοιον τοῖς θεοῖς ἐνδείκνυται ἡ θοίνη. —Τὸ δὲ ἐγκαλυψάμενον λέγειν τὸν λόγον τὸν Σωκράτη ὡς μέλλων ἐλάττονα καὶ ὑφειμένα τῆς ἑαυτοῦ ἕξεως ἐνεργεῖν· οἰκεία γὰρ αὐτοῦ ἐνέργεια ἡ ἐνθουσιαστικὴ ἐρωτικῶς, ὃ ἐν τῇ παλινῳδίᾳ δείξει. Ἐπειδὴ οὖν κατὰ τὸ ψυχικὸν ἰδίωμα μέλλει ἵστασθαι, τὸν σώφρονα ἔρωτα ἐπαινῶν καὶ τὰς ἀρετὰς καὶ ἐπιστήμας, διὰ τοῦτο ἐγκαλυψάμενος λέγει τὸν λόγον. Ἢ καὶ ὅτι ὁ Λυσίας ἀποβλέπων εἰς τὸ φαινόμενον κάλλος τοῦ Φαίδρου ἐποιεῖτο τοὺς λόγους, διὸ ὁ Σωκράτης ἐγκαλύπτεται ὡς τοῦ μὲν φαινομένου ὑπερφρονῶν, εἰς αὐτὴν δὲ τὴν διάνοιαν τοῦ νέου τείνων τὴν ὠφέλειαν. Ἢ καὶ ἄλλως· ἐπειδὴ κατὰ τοῦ ἔρωτος τοῦ ὅπως ποτὲ λεγομένου ἔρωτος ὑπὸ τῶν πολλῶν τοῦ ἀκολάστου μέλλει λέγειν, διὰ τοῦτο ἐγκαλύπτεται· δεῖ γὰρ τὰ ὀνόματα τῶν θεῶν σέβειν τὸν ἐπιστήμονα, ὅπου ἂν κέωνται, κἂν ἐπʼ ἄλλων αὐτὰ σημαινομένων οἱ πολλοὶ μεταφέρωσι· διὸ καὶ αἰσχύνεσθαί φησιν. Ἢ ὅτι ὡς εἴπομεν ἐλάττονα τῆς ἑαυτοῦ ἕξεως ἐνεργεῖ. Ἢ ὅτι κατὰ τοῦ ὅπως ποτὲ ἔρωτος μέλλει λέγειν· διὸ καὶ καθάρσεώς φησι δεῖσθαι μετὰ τὸ εἰπεῖν τὸν λόγον, ὡς ἁμαρτὼν εἰς τὸν θεὸν τὸν Ἔρωτα καὶ ἀρχόμενος τῆς παλινῳδίας καὶ μέλλων ἀνυμνεῖν τὸν θεῖον καὶ ἐνθουσιαστικὸν καὶ ἀναγωγὸν ἔρωτα, τοῦτον ὃν νῦν μέλλει λέγειν λόγον Φαῖδρόν φησιν εἰρηκέναι διὰ τοῦ Σωκράτους στόματος, οὐχ ἑαυτόν.

μθʹ Ἄγετε δὴ ὦ Μοῦσαι

`49–50`

Ἄρχεται μὲν ἀπὸ εὐχῆς, ὡς αὐτὸς ἐν Τιμαίῳ εἶπεν «ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν δεῖ καλεῖν συνεργόν,» καὶ ὅτι ἐπειδὴ πρόκειται αὐτῷ ἀνάγειν τὸν νέον, τῆς δὲ ἀναγωγῆς πρῶτοι αἴτιοι καὶ μόνοι οἱ θεοί — τὰ γὰρ ἄλλα, οἷον καὶ δαίμονες καὶ ὁ Σωκράτης, ὑπουργικὴν καὶ ὀργανικὴν τοῖς θεοῖς ἀποπληροῦσι χρείαν —, διὰ τοῦτο τοὺς θεοὺς ἐπεκαλέσατο. Τί δέ ἐστιν ἄλλο ἡ εὐχὴ ἢ ὁμοίωσις καὶ ἀνάτασις ἡ πρὸς αὐτοὺς ἡ διὰ τῆς ζωῆς; Ἐπειδὴ δὲ μέλλει εἰς συμφωνίαν ἑαυτῷ ἄγειν τὸν Φαῖδρον καὶ ἁρμόσαι αὐτοῦ βούλεται τὴν ψυχὴν, ἵνα ἀποστῇ τοῦ ἔξω κεχηνέναι, εἰς δὲ ἑαυτὸν ἐπιστρέψῃ καὶ τὸ ἐν ἑαυτῷ κάλλος θεάσηται, τῆς δὲ ἁρμονίας καὶ φιλίας αἴτιαι αἱ Μοῦσαι, διὰ τοῦτο τὰς Μούσας ἐπικαλεῖται· ὥστε ἐπειδὴ περὶ ἔρωτος ἦσαν οἱ λόγοι, πολλὴ δὲ κοινωνία Μούσαις καὶ Ἔρωτι, ὡς καὶ μίαν αὐτῶν Ἐρατὼ καλεῖσθαι, διὰ τοῦτο ἀπʼ αὐτῶν ἄρχεται. —Δύο δὲ οὐσῶν αἰτιῶν περὶ τοῦ λιγείας τὰς Μούσας καλεῖσθαι, μιᾶς μὲν τῆς ἀπὸ τῆς ἐνεργείας τῶν Μουσῶν αὐτῶν, ἑτέρας δὲ τῆς ἀπὸ τῆς ἱστορίας, ἀμφοτέρας ἔθηκεν ὁ Πλάτων. Ἱστοροῦσι γὰρ ὅτι ἔθνος τι πρὸς ἑσπέραν, τὸ Λιγύων οὕτω καλούμενον, οὕτως ἄγαν μουσικώτατόν ἐστιν ὡς μηδὲ ἐν τοῖς πολέμοις πανστρατιᾷ μάχεσθαι, ἀλλὰ τὸ μέν τι τοῦ στρατεύματος ἀγωνίζεσθαι, τὸ δὲ ᾄδειν πολεμοῦντος τοῦ λοιποῦ. Τὸ δὲ διʼ ᾠδῆς εἶδος λίγειαι, ὅ ἐστι τῆς ἐνεργείας, οὐχ ὅτι εἶδός ἐστι μουσικῆς τὸ Λιγύων, ὡς τὸ Δώριον ἢ Φρύγιον, ἀλλʼ ὅτι ἐν παντὶ εἴδει μουσικῆς τὸ λιγυρὸν καὶ ἡδὺ ἐπιφαίνεται, ὡς καὶ θέλγειν τὴν ψυχὴν καὶ κηλεῖν. —Εἰς δὲ τὸ ξύμμοι λάβεσθε τοῦ μύθου τελείαν δεῖ στῖξαι· τινὲς γὰρ ὑποστίξαντες περιττὰ πράγματα ἔσχον καὶ ἀπορίας ἐπλήσθησαν· πρὸς δὲ τὸ ὅν με ἀναγκάζει ὁ βέλτιστος οὑτοσὶ λέγειν ὑποστίξαντας, ἀποδοτέον τὸ ἵνα ὁ ἑταῖρος αὐτοῦ ἔτι σοφώτερος εἶναι δόξῃ· ὡς εἰ ἔλεγεν· «ἀναγκάζει γάρ με τὸν λόγον λέγειν, ἵνα ἐκ τῆς παραθέσεως τῶν λόγων δόξῃ αὐτῷ ὁ Λυσίας σοφὸς εἶναι·» ἐπεὶ δόξει τὸ ἐναντίον εὔχεσθαι ἵνα ὁ Λυσίας σοφὸς μᾶλλον δόξῃ. Δυνατὸν δὲ καὶ οὕτως ἐξηγήσασθαι· «ἐπειδὴ δοκεῖ τῷ Φαίδρῳ σοφὸς εἶναι ὁ Λυσίας, συλλάβεσθέ μοι, ἵνα ἀληθῶς δόξῃ σοφὸς εἶναι μὴ ὢν μὲν σοφὸς δοκῶν δὲ,» τουτέστιν ἵνα δοκοῦσα ἡ σοφία αὐτοῦ φανῇ καὶ μὴ ἀληθὴς, ἀλλʼ ἐν δόξῃ καὶ δοξοσοφίᾳ. Ὥσπερ γὰρ τὰ φυσικὰ ἐπιστήμῃ οὐκ ἔστι ληπτὰ ἀλλὰ δόξῃ, καὶ ὁ δοξάζων ἐπιστήμην αὐτῶν ἔχειν ἠπάτηται, ὁ δὲ αὐτὸ τοῦτο εἰδὼς ὅτι δόξῃ ἐστὶ ληπτὰ ἀληθεύει, τοῦτον τὸν τρόπον καὶ ὁ Φαῖδρος, ἐὰν γνῷ ὅτι δοκοῦσά ἐστι σοφία ἡ τοῦ Λυσίου καὶ οὐκ ἀληθὴς ἐπιστήμη οὐδὲ σοφία, ὠφελεῖται. —Μῦθον δὲ εἶπε τὸν ἑαυτοῦ λόγον, ἐπειδὴ ὡς πρὸς τὸν ἀληθῆ λόγον τὸν περὶ ἔρωτος καὶ ἐνθουσιαστικὸν ἐπιμύθιος δοκεῖ οὗτος εἶναι, κἂν σώφρων ὑπάρχῃ ὁ ἔρως, καὶ ἐπειδὴ κατὰ τοῦ ἔρωτος τοῦ περὶ τὸ φαινόμενον καὶ ἔνυλον ἐπτοημένου μέλλει λέγειν. — Ὅρα οὖν πόση διαφορὰ τούτου τοῦ λόγου τοῦ Σωκρατικοῦ καὶ τοῦ Λυσίου· ὃ μὲν γὰρ ἀπροοιμίαστος ἦν καὶ ἀπὸ σκοτεινοῦ καὶ πανούργου καὶ κρύφα ὠδινούσης τὴν ἀκολασίαν ἀρχῆς ἤρχετο· «περὶ μὲν τῶν ἐμῶν πραγμάτων ἀκήκοας·» ὃ δὲ ἀπὸ λαμπρᾶς καὶ τῆς πρὸς τοὺς θεοὺς εὐχῆς· καὶ ὃ μὲν πανούργως καὶ σκολιῶς καὶ ἐσχηματισμένως περὶ ὅλον ἀναστρέφεται τὸν λόγον, ὃ δὲ μετὰ πάσης ἀληθείας καὶ ἀποδείξεως καὶ ἐπιστήμης. —Τὸ δὲ αἱμύλος ἀντὶ τοῦ ἀπατεὼν καὶ πανοῦργος καὶ δόλιος εἴληπται·

  
αἱμυλίοισι λόγοισι  
  
θέλγει ὅπως Ἰθάκης ἐπιλήσεται·  
καὶ

  
αἱμύλα κωτίλλουσα.  
—Τὰ δὲ αὐτὰ πρόσωπα τὰ ἐπὶ τοῦ Λυσίου λόγου καὶ ἐνταῦθά ἐστιν· καὶ γὰρ ὁ Σωκράτης βούλεται εἰπεῖν ὡς χαριστέον μὴ ἐρῶντι μᾶλλον ἢ ἐρῶντι· ἀλλʼ οὐχ ὁμοία ἡ διάθεσις· ὁ μὲν γὰρ Λυσίας ἐρῶν τὸν ἀκόλαστον ἔρωτα ἔλεγε μὴ δεῖν χαρίζεσθαι τοῖς ἄλλοις ἐρασταῖς ὁποῖοί ποτʼ ἂν ὦσιν, ἀλλὰ τῷ μὴ ἐρῶντι, τουτέστιν αὐτῷ τῷ ἀκολάστῳ ἐραστῇ· ὁ δὲ Σωκράτης τὸν ἀναγωγὸν καὶ σωστικὸν ἔρωτα ἐρῶν τοῦ Φαίδρου ἐρεῖ μὴ δεῖν χαρίζεσθαι τοῖς ἀκολάστοις ἐρασταῖς καὶ ὕβρει βουλομένοις προσομιλεῖν, ἀλλὰ τῷ σώφρονι ἐραστῇ καὶ μὴ ἐρῶντι τὸν ἀκόλαστον ἔρωτα. Ἔστιν οὖν ἐν τῷ λόγῳ κατηγορία μὲν κατὰ τοῦ ἀκολάστου ἔρωτος, ἔπαινος δὲ καὶ ἐγκώμιον τοῦ σώφρονος καὶ κοσμίου ἔρωτος τοῦ πᾶσαν τὴν ψυχὴν κατακοσμοῦντος καὶ πᾶσαν τὴν ζωὴν τοῦ ἀνθρώπου εὔτακτον καὶ σεμνὴν καὶ κοσμίαν ποιοῦντος.

νʹ Ἦν οὕτω δὴ παῖς

Τὸν Φαῖδρον λέγει τὸν ἀνάγεσθαι μέλλοντα.

ναʹ Περὶ παντὸς ὦ παῖ μία ἀρχή

`51–53`

Πρὸς τοῦ εἰπεῖν ποῖόν τί ἐστιν ὁ ἀκόλαστος ἔρως, ὅτι ἀηδὴς καὶ αἰσχρὸς καὶ βλαβερὸς καὶ τῇ ψυχῇ καὶ τῷ σώματι καὶ τοῖς ἐκτὸς, πρῶτον τί ἐστιν ὁρίζεται· πρὸ γὰρ τοῦ ποῖόν τί ἐστι τὸ τί ἐστι ζητητέον. Δεῖ οὖν πρότερον ὁρίσασθαι τὸ πρᾶγμα περὶ οὗ τις μέλλει διαλέγεσθαι, εἶθʼ οὕτως ἀπὸ τοῦ ὁρισμοῦ λαμβάνειν τὰς ἀποδείξεις, ὥσπερ δὴ καὶ πρὸ τοῦ ὁρισμοῦ τὴν διαιρετικὴν μέθοδον δεῖ θεωρεῖν ἐξ ἧς ἀνιχνεύεται ὁ ὁρισμός. Εἰ οὖν μέλλει τις προτιθέναι ἄνθρωπον ἵππου, δεῖ πρότερον ὁρίσασθαι τί ἄνθρωπος καὶ τί ἵππος, εἶθʼ οὕτως ἐπὶ τὴν σύγκρισιν καὶ τὴν ἀπόφασιν ἰέναι· οἱ δὲ πολλοὶ πρὶν ὁρίσασθαι τὰς οὐσίας τῶν πραγμάτων καὶ εἰδέναι ἕκαστον αὐτῶν τί ἐστιν, εὐθὺς ἐπὶ τὸ ἀποφαίνεσθαι περὶ τῶν πραγμάτων ἔρχονται καὶ προτίθενται τόδε τοῦδε· διὸ καὶ διαμάχονται πρὸς ἑαυτούς. Τὸ δὲ αἴτιον τοῦ πάσχειν τοῦτο τοὺς ἀνθρώπους τὸ κατʼ οὐσίαν προειληφέναι τὴν ψυχὴν τῶν εἰδῶν τοὺς λόγους, καὶ ἔχειν ἐννοίας αὐτῶν ἐξ ἀιδίου παρὰ τοῦ δημιουργοῦ· ἅτε οὖν κατʼ οὐσίαν μὲν ἔχοντες πάντων τοὺς λόγους, μὴ προχείρους δὲ μηδὲ προβεβλημένους, ὅμως, ὡς εἰδότες τὰς οὐσίας καὶ τοὺς ὁρισμοὺς τῶν ὄντων καὶ τί ἕκαστον σημαίνει, οὕτως ὁρμῶσιν ἐπὶ τὸ ἀποφαίνεσθαί τι περὶ αὐτῶν, κἄπειτα ἐναντιολογίαις περιπίπτουσιν ὡς τὰ θεμέλια τῶν λόγων, τουτέστι τοὺς ὁρισμοὺς, μὴ προδιαθέντες καλῶς. «Ἐπειδὴ οὖν, φησὶ, καὶ ἡμῖν πρόκειται πότερον ἐρῶντι μᾶλλον ἢ μὴ ἐρῶντι χαριστέον καὶ εἰς φιλίαν ἰτέον, δεῖ ὁρίσασθαι τὸν ἔρωτα·» δηλονότι τοῦτον τὸν ἀκόλαστον, ὃν καὶ πρόκειται ἐπιρραπίσαι, ἵνα ἐπὶ τὸν σώφρονα ἔρωτα τῆς ψυχῆς καὶ κόσμιον ἀναχθῇ ὁ νέος. Ἐπεὶ οὖν πρόκειται ὁρίσασθαι, ὅρα ὅπως διὰ τῆς διαιρετικῆς πάσης ὁδεύει· ἡ γὰρ διαιρετικὴ οἷον γενεαλογεῖ τὸ πρᾶγμα· ὥσπερ γὰρ, ὅταν τι τῶν μερικῶν παραστῆσαι θέλωμεν, οὐκ ἀρκούμεθα τῷ εἰπεῖν αὐτοῦ τὸ ὄνομα, ἀλλʼ ἀπὸ τῶν πατέρων καὶ πάππων καὶ πατρίδος ἀρχόμεθα, οὕτω δὴ καὶ ἡ διαιρετικὴ οἷον γενεαλογεῖ τὸ πρᾶγμα. Λαμβάνει δὴ οὖν τοῦ ἔρωτος γένος τὴν ἐπιθυμίαν, ἄντικρυς κατὰ τὸ ὑπʼ Ἀριστοτέλους ῥηθὲν ὅτι σαφῆ δεῖ εἶναι τὰ ἀποδιδόμενα γένη τῶν ὁρισμῶν. Ὅτι δὲ ὁ ἐρῶν ἐπιθυμεῖ πρόδηλον πᾶσιν· εἶτα ἵνα δείξῃ ὡς γένος εἴληπται ἡ ἐπιθυμία, φησὶν ὅτι οὐκ ἀντιστρέφει· οὐ γὰρ ὁ ἐπιθυμῶν καὶ ἐρᾷ· καὶ γὰρ ἐπιθυμοῦσι πολλοὶ σιτίων καὶ πότων καὶ οὐ λέγονται ὅμως ἐρᾶν οὐδὲ ἐρασταί. Ὁ γὰρ ἔρως ἐπὶ ἡδονῇ κάλλους σωματικοῦ λέγεται παρὰ τῶν πολλῶν. Ὥστε γένος τοῦ ἔρωτος ἡ ἐπιθυμία. Ἐπεὶ δὲ ἡ ἐπιθυμία τριττή ἐστι, ποίαν νῦν λαμβάνει ζητητέον· ἣ μὲν γάρ ἐστιν οὐσία καὶ μόριον ἓν τῆς ψυχῆς — τὸ μόριον γὰρ τῆς ψυχῆς τὸ ἐπιθυμητικὸν ἐπιθυμία λέγεται· ἣ δὲ δύναμις καὶ ἕξις ἐρρωμένη ἐστὶ τοῦ ἐπιθυμητικοῦ, καὶ λέγεται καὶ αὐτὴ ἐπιθυμία, οἷον «ἐπιθυμητικῶς ἔχω πάνυ πότων ἢ λόγων ἢ εὐχῶν»· ἣ δὲ ἐνέργειά ἐστι τοῦ ἐπιθυμητικοῦ ἐπὶ βραχὺ γινομένη καὶ ἐπʼ ὀλίγον, ὡς ὅταν ἐπιθυμήσω βαδίσαι ἢ ἀνακλιθῆναι. Οὔτε οὖν τὸ μόριον τῆς ψυχῆς νῦν λαμβάνει τὴν ἐπιθυμίαν ὡς γένος τοῦ ἔρωτος· οὕτω γὰρ ἂν πάντες ἤρων ἄνθρωποι· οὔτε τὴν ἐνέργειαν· οὐ γὰρ ἐὰν ἐσθίω ἢ φιλήσω τι ἐπʼ ὀλίγον καὶ ἠρέμα ἐρᾶν λέγομαι· ἀλλὰ δηλονότι τὴν δύναμιν τὴν ἐρρωμένην τοῦ ἐπιθυμητικοῦ καὶ τὴν μόνιμον καὶ δυσκίνητον ἕξιν τῆς ἐπιθυμίας λαμβάνει νῦν τὴν ὡς γένος ἐπιθυμίαν τοῦ ἔρωτος· ἐν γὰρ τῇ τοιᾷδε ἕξει λέγεται ὁ ἔρως εἶναι. Λαβὼν οὖν τὸ γένος, λοιπὸν προστίθησι τὰς διαφορὰς, ἵνα ἐκ γένους καὶ διαφορῶν πλέξῃ τὸν ὁρισμόν. Οὕτως τὰ λογικὰ πάντα θεωρήματα Ἀριστοτέλους προείληπται παρὰ Πλάτωνι διʼ αὐτῶν τῶν πραγμάτων εὑρισκόμενα, καὶ οὐκ ἐν μόναις μεθόδοις κείμενα. Λαβὼν οὖν τὴν ψυχὴν, διαιρεῖ αὐτὴν δίχα εἴς τε τὸν λόγον καὶ τὴν ἀλογίαν, καὶ ἑκάτερον ἀπὸ τοῦ κοινοτέρου προσαγορεύει, ἐπειδὴ καὶ περὶ κοινοτέρου ἔρωτος ὁ λόγος ἐστὶ νῦν· καὶ τὴν μὲν ἄλογον ψυχὴν ἀπὸ τῆς ἐπιθυμίας ὀνομάζει, τὴν δὲ λογικὴν ψυχὴν ἀπὸ τῆς δόξης παρίστησι· τὸ γὰρ δοξαστικὸν τὸ πεζότατόν ἐστι τῆς λογικῆς, ἐν δὲ τῷ ἐπιθυμητικῷ αἱ ἀρχαὶ καὶ αἰτίαι τῆς φύσεως περιέχονται. Καὶ τὴν μὲν ἐπιθυμίαν ἔμφυτον εἶναι ἡμῖν ἀπεφήνατο, ἐπειδὴ εὐθὺς ἐκ γενετῆς σύνεστι τῷ ζῴῳ ἡ ἐπιθυμία, προσεχὴς οὖσα τῷ σώματι, ἵνα καὶ τρέφηται καὶ αὔξηται τὸ βρέφος· τὴν δὲ δόξαν, τουτέστι τὴν λογικὴν ψυχὴν, ἐπίκτητον εἶναι ἔφατο, τουτέστιν ἔξωθεν εἰσκρίνεσθαι — ταύτην γὰρ καὶ Ἀριστοτέλης ἔφατο εἶναι τὸν θύραθεν νοῦν —, καὶ ὅτι τελειωθεῖσιν ἡμῖν δόξαι ὀρθαὶ καὶ ἐπιστῆμαι προσγίνονται. Ἡμᾶς δὲ κοινότερον λέγει τὸ ζῷον καὶ ὅλον τοῦτον τὸν φαινόμενον ἄνθρωπον μετὰ τῆς ζωῆς· ἐπὶ τὸ ἄριστον δὲ καὶ τοῦ ἀρίστου ἐφίεσθαι ἡμᾶς λέγει, ἀντὶ τοῦ· τοῦ ἀγαθοῦ· πάντα γὰρ τοῦ ἀγαθοῦ ἐφίεται. Ταῦτα δὴ οὖν τὰ δύο μόρια τῆς ψυχῆς, ὅ τε λόγος καὶ ἡ ἀλογία, ἔστι μὲν ὅτε ὁμονοεῖ, ἔστι δὲ ὅτε στασιάζει πρὸς ἄλληλα· καὶ τοῦ μὲν λόγου ἄρχοντος σωφροσύνη τῇ ζωῇ τὸ ὄνομα· τῆς δὲ ἀλογίας ἀρχούσης καὶ ἑπομένου καὶ ὥσπερ ἀνδραποδισθέντος τοῦ λόγου, ἀκολασία ταύτῃ τῇ ζωῇ τὸ ὄνομα· ἐὰν δὲ στασιάζῃ καὶ μάχηται πρὸς ἄλληλα, τοῦ μὲν λόγου μετὰ τὴν μάχην κρατήσαντος, ἐγκράτεια καλεῖται· πάλιν δὲ αὖ τῆς ἀλογίας μετὰ τὴν μάχην κρατησάσης, ἀκράτεια. Τεσσάρων οὖν τούτων οὐσῶν ἐν ἡμῖν ζωῶν, τοῦ μὲν λόγου κρατοῦντος, τῷ κράτει τούτῳ καὶ ταύτῃ τῇ ἀρχῇ σωφροσύνην τοὔνομα ἔθετο, περιλαβὼν τὴν ἐγκράτειαν τῇ σωφροσύνῃ· ἀπὸ γὰρ τοῦ κρείττονος καὶ τοῦ ὁμονοοῦντος ἔθετο ταύτῃ τῇ ἀρχῇ τὸ ὄνομα· πάλιν δʼ αὖ τῆς ἀλογίας τυραννευσάσης καὶ ἐπὶ διαφόρους ἡδονὰς ἑλκούσης τὸν λόγον, ταύτῃ τῇ ἀρχῇ καὶ ζωῇ κοινὸν ὄνομα τὴν ὕβριν ἔθετο· δείξας οὖν πάλιν ὅτι τοῦτο τὸ ὄνομα γενικώτερόν ἐστι καὶ κατὰ πλειόνων κατηγορεῖται ἐπιθυμιῶν, οὕτως τινὰ ἐπιθυμίαν καὶ περὶ τάδε ὁρίζεται εἶναι τὸν ἔρωτα. «Περὶ μὲν γὰρ ἐδωδὰς, φησὶ, κρατήσασα τοῦ λόγου ἡ ἐπιθυμία καὶ πασῶν τῶν ἄλλων ἀδελφῶν ἐπιθυμιῶν περιγενομένη, οἷον ποτῶν, ἀφροδισίων, τιμῆς, χρημάτων ἐκπρεπὴς, περὶ δὲ τὰς ἐδωδὰς γενομένη γαστριμαργία λέγεται ἡ τοιαύτη ὕβρις καὶ ἐπιθυμία, καὶ ὁ ἔχων αὐτὴν γαστρίμαργος ἄνθρωπος· περὶ δὲ ποτὰ ὁμοίως τυραννεύσασα οἰνοφλυγία, καὶ οἰνόφλυξ· περὶ δὲ ἀφροδίσια, ἀκολασία, καὶ ἀκόλαστος· περὶ δὲ χρήματα ὡσαύτως κρατήσασα ἡ ἐπιθυμία καὶ ὕβρις φιλοχρηματία καλεῖται, καὶ φιλοχρήματος ὁ ἔχων αὐτήν. Καὶ οὕτως ἐπὶ ἄλλων πολλῶν.» Ἄπειρος γὰρ καὶ ἀόριστος ἡ ὕβρις καὶ ἡ ἐπιθυμία καὶ ὅλη ἡ ἄλογος καὶ ἐμπαθὴς ζωή· καὶ τοῦτο ἔστιν ὅ φησι πολυώνυμον καὶ πολυμελὲς αὐτὸς, καὶ αὕτη ἡ ὕδρα καὶ τοῦτο τὸ πολυκέφαλον θηρίον, ὡς καὶ ἐν Πολιτείᾳ εἶπεν, ἡ ἀόριστος ἐπιθυμία ἣν ἐκτέμνει κρατῶν ὁ λόγος καὶ ἄρχων αὐτῆς. Περὶ δὲ αὖ σωμάτων κάλλος αὕτη ἡ ἐπιθυμία καὶ ὕβρις τυραννεύσασα καὶ οὐχ ἁπλῶς ἐπιθυμοῦσα τοῦ σωματικοῦ κάλλους, ἀλλʼ ἐρρωμένως καὶ σφοδρῶς καὶ συντεταμένως, τῇ τοιαύτῃ ἐπιθυμίᾳ ἔρως κεῖται τὸ ὄνομα· καὶ πλέκει λοιπὸν ἐκ τούτων τὸν ὁρισμὸν τοῦ τοιούτου ἔρωτος· «ἡ γὰρ ἐπιθυμία ἡ ἄνευ λόγου, τῆς δόξης τῆς ἐπὶ τὸ ὀρθὸν πεφυκυίας ὁρμᾶν κρατήσασα καὶ πρὸς ἡδονὴν ἀχθεῖσα κάλλους σωματικοῦ καὶ τῇ τοιαύτῃ ἀγωγῇ τῶν συγγενῶν ἑαυτῆς ἐπιθυμιῶν κρατήσασα καὶ νικήσασα τῷ ἐρρωμένως ἐπὶ σωμάτων κάλλος ἐρρῶσθαι, ἀπʼ αὐτῆς τῆς ῥώμης καὶ συντονίας τὴν ἐπωνυμίαν λαβοῦσα, ἔρως ἐκλήθη.» Ὥστε συνελόντι εἰπεῖν εἶναι τὸν ἔρωτα ἐρρωμένην καὶ σύντονον ἐπιθυμίαν κάλλους σωματικοῦ.

νβʹ Ἀτὰρ ὦ Φαῖδρε

`54–56`

Ὡρίσατο τὴν οὐσίαν τοῦ ὡς πάθους ἔρωτος ἐν ἕξει αὐτὸν θέμενος καὶ πάθει ἐπιθυμίας οὐ πάσης, ἀλλὰ σωμάτων, καὶ οὐδὲ σώματος ἁπλῶς, ἀλλὰ κάλλους σωματικοῦ, προσθεὶς καὶ τὸν τρόπον, ὅτι ἐρρωμένως καὶ σφοδρῶς ἐπιθυμοῦσα. Οὗτος οὖν ὁ ἀκόλαστος καὶ παθητικὸς ἔρως. Ὁρίσεται δὲ ἑξῆς καὶ τὸν λογικὸν ἔρωτα τὸν ἐν τῇ λογικῇ ψυχῇ, πτέρωτα αὐτὸν καλῶν παρὰ τὸ πτεροῦν καὶ ἀνάγειν τὴν ψυχήν. Ἔπειτα τελευταῖον καὶ αὐτὸν τὸν θεὸν ἔρωτα ἐτυμολογήσει παρὰ τὸ εἴρειν καὶ δεσμεῖν τὰ δεύτερα τοῖς προτέροις, καὶ τὴν μεσότητα αὐτοῦ παριστὰς ὅτι δεσμός ἐστι τῶν πάντων καὶ συναφή· τοῦτο γὰρ σημαίνει τὸ εἴρειν. Οὕτω πανταχοῦ οἰκείως τοῖς πράγμασιν ὁρίζεται τὸν ἔρωτα. Ὁρισάμενος οὖν τὸν ὡς πάθος ἔρωτα καὶ ὕβριν αὐτὸν μᾶλλον ἢ ἔρωτα ὀνομάσας — αὐτὸς μὲν γὰρ οὐκ ἂν εἴποι αὐτὸν ἔρωτα, οἱ δὲ πολλοί· τοῦτο γὰρ καὶ εἶπεν αὐτὸς ὅτι «ἔρως ἐκλήθη ἡ τοιαύτη ἐπιθυμία» ἀντὶ τοῦ «ἐκλήθη παρὰ τῶν πολλῶν» — μέλλει λοιπὸν ἐπὶ τὰς ἀποδείξεις ἰέναι· μετὰ γὰρ τὴν ὁριστικὴν ἡ ἀποδεικτική ἐστι. Μεταξὺ δὲ διαλέγεται πρὸς τὸν Φαῖδρον διακόψας τὸ συνεχὲς τοῦ λόγου καί φησιν· «ἆρα δοκῶ σοι ὦ Φαῖδρε θεῖον πάθος πεπονθέναι;» Ἐπεὶ γὰρ ἀποδιδοὺς τὸν ὁρισμὸν τοῦ ἔρωτος σκολιῶς αὐτὸν ἀπήγγειλε καὶ συμπεπλεγμένως καὶ καθʼ ὑπερβατὸν συνεχῶς — τοιοῦτοι δὲ καὶ οἱ διθυραμβικοὶ ὕμνοι ἐλέγοντο εἰς τὸν Διόνυσον —, διὰ τοῦτό φησι θεῖον πάθος πεπονθέναι, οὔτε μόνον θεῖον — οὐ γὰρ ἐνθουσιαστικῶς τέως ἐνεργεῖ ὡς ἐν τῇ παλινῳδίᾳ — οὔτε μόνον πάθος ὡς ὁ Λυσίας, ἀλλὰ τὸ ὅλον τοῦτο θεῖον πάθος, ἐπειδὴ μέλλει μὲν περὶ τοῦ σώφρονος καὶ κοσμίου ἔρωτος τῆς ψυχῆς διαλέγεσθαι, οὐκ ἀπήλλακται δὲ τοῦ μεμνῆσθαι τοῦ ἐν ὕβρει ἔρωτος τοῦ ὡς πάθους, ἐπιρραπίζων αὐτόν. Τοῦ οὖν μεταξὺ διακόψαι τὸ συνεχὲς τοῦ λόγου τὸν Σωκράτην τρεῖς ἂν ἀποδοίης αἰτίας· μίαν μὲν λογικὴν ὅτι, ἐπειδὴ μετὰ τὸν ὁρισμὸν τοῦ ἔρωτος μέλλει λοιπὸν ἐπὶ τὰς ἀποδείξεις ἰέναι, τουτέστιν ἐπὶ τὰ καθʼ αὑτὰ ὑπάρχοντα τῷ τοιούτῳ ἔρωτι — ἐκ γὰρ τῶν ὁρισμῶν τὰ καθʼ αὑτὰ ὑπάρχοντα ἀποδείκνυνται —, διὰ τοῦτο ἔτεμε τὸν λόγον· ἑτέραν δὲ ἠθικὴν ὅτι ἠβουλήθη τὸν Φαῖδρον ἰδεῖν πῶς ἔχει καὶ διάκειται πρὸς τοὺς τοιούτους λόγους, καί φησι· «πάνυ μὲν οὖν εὔροιά τίς σε εἴληφε»· τρίτην δὲ ἀποδοίης ἂν ἐπιστημονικωτάτην καὶ θεολογικωτάτην ὅτι ταῖς προσφόροις ἡμῶν καὶ τοιαῖσδε ζωαῖς πρόσφοροι καὶ ἐλλάμψεις καὶ ἐπίπνοιαι ἡμῖν ἐκ τῶν θεῶν ἐνδίδονται, καὶ ἄλλοτε ἄλλῳ θεῷ οἰκειούμεθα κατὰ τὴν τοιάνδε ἡμῶν ζωήν. Τοῦτο γὰρ σημαίνει καὶ τὸ τὸν Ὀδυσσέα νῦν μὲν τῇ Καλυψοῖ, ἄλλοτε δὲ τῇ Κίρκῃ συνεῖναι καὶ ἄλλοτε ἄλλῃ θεῷ· ὅτι γὰρ κατὰ τὴν τοιάνδε ἑαυτοῦ ζωὴν μετεῖχεν ἄλλοτε ἄλλων θειοτέρων δυνάμεων καὶ ἐνελάμπετο καὶ ᾠκειοῦτο ἄλλοτε ἄλλῳ θεῷ. Ἐπεὶ οὖν καὶ ἡ ἐνεστῶσα νῦν ζωὴ τοῦ Σωκράτους καθαρτική ἐστι καὶ ἀναγωγὸς — βούλεται γὰρ σῶσαι τὸν νέον καὶ ἀποστῆσαι αὐτὸν τοῦ ἐν τῇ γενέσει καὶ τοῦ ἔξω καλοῦ —, ἔφοροι δὲ τῆς γενέσεως αἱ Νύμφαι καὶ ὁ Διόνυσος, διὰ τοῦτό φησι κατέχεσθαι ταῖς Νύμφαις καὶ νυμφόληπτος γενέσθαι καὶ οὐ πόρρω διθυράμβων φθέγγεσθαι, ὡς ἂν τὴν ζωὴν αὑτοῦ εἰς τοὺς ἐφόρους τῆς γενέσεως ἀνατείνας θεοὺς καὶ ἐκεῖθεν ἐμπνεόμενος καὶ ἐξ αὐτῶν τὴν σύλληψιν καὶ βοήθειαν ἔχων. Θεῖον οὖν πάθος πεπονθέναι φησὶν ὁ Σωκράτης ἤτοι ὅτι ἐπιμελεῖται τοῦ νέου ἢ ὅτι εὐπαθῶς ἔχει πρὸς ὑποδοχὴν τῶν θείων ἐλλάμψεων. —Τὸ δὲ «σιγῇ τοίνυν μου ἄκουε» δηλοῖ ὅτι τὰς καταδεεστέρας καὶ ὑφειμένας ἐπέχειν δεῖ ἐνεργείας εἰς τὴν τῶν τελειοτέρων καὶ θείων ἐλλάμψεων ὑποδοχὴν, καὶ ὅτι ἠρεμεῖν δεῖ τὰς ὑφειμένας ζωὰς καὶ ἀνθρωπικὰς, οἷον καὶ αἰσθήσεις καὶ φαντασίας ἐπέχειν, τῶν τελειοτέρων εἰς αὐτὰ ἐνεργούντων. — Νυμφόληπτον δὲ εἶπεν ἑαυτὸν γίνεσθαι ἐπειδὴ αἱ Νύμφαι προστάτιδές εἰσι τῆς γενέσεως, ἤτοι ἡρωίσσαις τισὶ τὴν ὑπόστασιν ἔχουσαι ἢ καὶ δαιμονίσιν ἢ καὶ ἔτι θειοτέραις τάξεσι. Προστάτιδες δὲ λέγονται τῆς γενέσεως ... διὸ καὶ περὶ ὕδατα λέγονται διατρίβειν διὰ τὸ ὑγρὸν τῆς γενέσεως. Ἐπεὶ οὖν ὁ ἔρως ὁ γενεσιουργὸς συνέχει τὴν γένεσιν, οὗ τὴν ἀπόπτωσιν μέλλει κακίζειν ὁ Σωκράτης, εἰκότως φησὶ συναίρεσθαι αὐτῷ τὰς Νύμφας αἵτινες προεστᾶσι τῆς γενέσεως. — Διθυράμβους δὲ εἶπε φθέγγεσθαι ἐπειδὴ σκολιῶς καὶ διὰ μακροῦ καὶ διʼ ὑπερβάτων τὰ περὶ τὸν ὁρισμὸν ἀπήγγελται· καὶ οἱ διθύραμβοι δὲ σκολιῶς ἀπηγγέλλοντο καὶ διὰ συνθέτων καὶ πεπλεγμένων ὀνομάτων. Διθύραμβοι δέ εἰσιν ὕμνοι εἰς τὸν Διόνυσον πεποιημένοι, οὐ τὸν κορικὸν, ἀλλὰ τὸν ἐκ Σεμέλης καὶ τοῦ μηροῦ τοῦ Διός· οὗτος γάρ ἐστιν ὁ τῆς παλιγγενεσίας αἴτιος θεὸς, ὅν τινες μὲν Διθύραμβον διὰ τοῦτό φασι κεκλῆσθαι ἐπειδὴ δεύτερον ἐτέχθη, πρῶτον ἐκ τῆς Σεμέλης, ἔπειτα ἐκ τοῦ μηροῦ τοῦ Διὸς, τὸ μέντοι προσφυέστερον, ὁ καὶ δεύτερον ποιῶν τά τε ἔνυλα εἴδη καὶ πᾶσαν τὴν γένεσιν θύραζε προιέναι παρασκευάζων· τὸ δὲ δεύτερον πολλάκις καὶ ἀπειράκις· διὰ τοῦτο δὲ καὶ τὰ σύνθετα τῶν ὀνομάτων ἐν τοῖς διθυράμβοις ἐκλέγονται καὶ σκολιῶς ἀπαγγέλλουσιν ὅτι περὶ τὴν γένεσιν ἡ τοῦ θεοῦ ἐνέργεια ὅπου τὸ σκολιὸν καὶ σύνθετον· διὸ καὶ παρὰ ταῖς Νύμφαις τετράφθαι λέγεται· ἢ καὶ ὅτι διὰ τῶν κεράτων ἀναρρήξας ἐξῆλθε καὶ τοῦ κεραυνοῦ. —Τὸ δὲ εὔροια ἀντὶ τοῦ «θεία τις ἔλλαμψίς σε εἴληφεν οὕτω φθεγγόμενον παρὰ τὸ εἰωθός.» Εἰώθει γὰρ ὁ Σωκράτης κατὰ βραχὺ λόγον πρὸς λόγον ποιεῖσθαι τὰς συνουσίας. —Τὸ δὲ «ἴσως γὰρ κἂν ἀποτράποιτο τὸ ἐπιόν» ἀντὶ τοῦ «ἐὰν μὴ σιγήσῃς, ἀλλὰ θορυβήσῃς, ἐκκρούσεις με τῆς κατοκωχῆς τῶν Νυμφῶν.»

νγʹ Εἶεν ὦ φέριστε

Βούλεται ἐντεῦθεν ἐπὶ τὰς ἀποδείξεις ἐλθεῖν τῶν καθʼ αὑτὸ ὑπαρχόντων τῷ τοιούτῳ ἐραστῇ, καὶ δεῖξαι ἐκ τοῦ ὁρισμοῦ ὅτι καὶ βλαβερός ἐστι καὶ αἰσχρὸς καὶ ἔτι ἀηδὴς ὁ τοιοῦτος ἐραστής· ταῦτα γάρ ἐστι τὰ καθʼ αὑτὰ αὐτῷ ὑπάρχοντα, ἃ καὶ βούλεται ἀποδεῖξαι προσόντα αὐτῷ. Λάβωμεν δὲ τέως αὐτὰ οὕτως. Ἐπειδὴ γὰρ ἡ κατὰ νοῦν καὶ σπουδαία ζωὴ, ὡς πολλαχοῦ ἔδειξεν ὁ Πλάτων, ἔχει τὰ τρία ταῦτα, τὸ ἀγαθὸν, τὸ καλὸν, τὸ ἡδύ — καὶ γὰρ ἀγαθή ἐστι καθʼ ἑαυτὴν ἡ τοιαύτη ζωὴ καὶ καλὴ καὶ ἡδεῖα· στοιχεῖα γὰρ καὶ ἐν Φιλήβῳ τούτων ἔλαβε, τοῦ μὲν ἀγαθοῦ τὸ ἱκανὸν τὸ τέλεον τὸ αὐταρκὲς ἑαυτῷ, τοῦ δὲ καλοῦ τὸ τέλεον καὶ σύμμετρον, τοῦ δὲ ἡδέος τὸ εὐφρόσυνον καὶ τὸ εὐφραίνεσθαι καὶ χαίρειν ἐπὶ τῇ τοιαύτῃ ζωῇ —, βούλεται πᾶσι τούτοι δεῖξαι ἠναντιωμένον τὸν τοιοῦτον ἐραστὴν, καὶ δεῖξαι ὅτι καὶ κακὸς καὶ βλαβερός ἐστι — τοῦτο γὰρ ἀντίκειται τῷ ἀγαθῷ —, καὶ ὅτι αἰσχρός — τοῦτο γὰρ ἀντίκειται τῷ καλῷ —, καὶ λοιπὸν ὅτι καὶ ἀηδής — ὅπερ ἐστὶν ἐναντίον τῷ ἡδεῖ. Πρότερον δὲ δείκνυσιν ὅτι αἰσχρὸς, εἶθʼ ὅτι βλαβερὸς, καὶ τελευταῖον ὅτι ἀηδής. Καὶ διὰ τοῦτο ἤρξατο ἀπὸ τοῦ αἰσχροῦ ἐπειδὴ καὶ περὶ τοῦ καλοῦ τοῦ φαινομένου ἐστὶν ὁ λόγος· ἤρξατο οὖν ἀπὸ τοῦ ἀντικειμένου αὐτῷ τοῦ αἰσχροῦ, δεικνὺς ὅτι αἰσχρός ἐστιν ὁ τοιοῦτος ἐραστὴς, εἶτα βλαβερὸς, εἶτα ἀηδής. Τριῶν γὰρ ὄντων ὧν πᾶσα ψυχὴ ὀρέγεται, ἀγαθοῦ, καλοῦ, ἡδέος, ὡς εἴρηται, δείκνυσιν ὅτι καὶ ἀλυσιτελής ἐστιν ὁ φορτικὸς ἐραστὴς καὶ αἰσχρὸς καὶ ἀηδής. Διαιρεῖ δὲ τὸ συμφέρον, τουτέστι τὸ ἀγαθὸν, τριχῇ· ἢ γὰρ περὶ ψυχὴν ἢ περὶ σῶμα ἢ περὶ τὰ ἐκτός ἐστι τὸ ἀγαθὸν, καὶ ἐπὶ ἑκάστου αὐτῶν δείκνυσι φορτικὸν τὸν τοιοῦτον ἐραστήν. Μὴ παρόντων μὲν γὰρ τῶν ἀγαθῶν τῷ ἐρωμένῳ ἥδεται καὶ χαίρει, ὅ ἐστιν ἐπιχαιρεκάκου· οὐ γὰρ βούλεται ὁ ἐραστὴς ὑπερβαλέσθαι αὐτὸν τὸν ἐρώμενον· προσδοκωμένων δὲ γενέσθαι διακωλύει, ὅ ἐστι βασκάνου· γινομένων δὲ διακωλύει, ὅ ἐστι φθονεροῦ. Πολλῶν οὖν κακῶν αἴτιον ἀποδείκνυσι τὸν τοιοῦτον ἐραστὴν τῷ ἐρωμένῳ.

`57`

νδʹ Τῷ δὴ ὑπὸ ἐπιθυμίας ἀρχομένῳ

Ἐντεῦθεν δείκνυσι διὰ τούτων τῶν ῥητῶν ὅτι αἰσχρός ἐστιν ὁ τοιοῦτος ἐραστής. Καὶ ὁ λόγος τοιοῦτος· ὁ τοιοῦτος ἐραστὴς νοσεῖ, ὁ νοσῶν αἰσχρός ἐστιν· ὁ τοιοῦτος ἄρα ἐραστὴς αἰσχρός ἐστιν. Ὅτι μὲν οὖν ὁ ἐραστὴς οὗτος νοσεῖ, ἐκ τοῦ ὁρισμοῦ δῆλον· στασιάζει γὰρ ἡ ἐν αὐτῷ ἐπιθυμία πρὸς τὸν λόγον, ἐρρωμένως ἐπὶ σωμάτων κάλλος ὁρμῶσα· πᾶσα δὲ στάσις νόσος ἐστὶν, ὡς καὶ ἐν Σοφιστῇ εἴρηται· ὅταν δὲ μὴ μόνον στασιάζῃ τὸ χεῖρον, ἀλλὰ καὶ κρατῇ τοῦ κρείττονος, τότε ἀνατέτραπται πᾶσα καὶ πόλις καὶ οἶκος καὶ ζωὴ τοῦ ἀνθρώπου. Ὅτι δὲ καὶ ἡ νόσος αἶσχός ἐστι, καὶ αὐτόθεν δῆλον· ἀσυμμετρία γάρ τίς ἐστιν ἐν αὐτῷ — διὸ καὶ νοσεῖ —, πᾶσα δὲ ἀσυμμετρία αἴσχους ποιητική. Ἐν Σοφιστῇ μὲν οὖν ἀντιδιεῖλε νόσον καὶ αἶσχος· νόσον μὲν τὴν στάσιν λέγων τῆς ἀλογίας πρὸς τὸν λόγον, αἶσχος δὲ τὴν αὐτῆς τῆς λογικῆς ψυχῆς ἄγνοιαν τῶν καλῶν καὶ ἀγαθῶν· νῦν δὲ κοινῶς καὶ τὴν νόσον αἶσχός φησι κατὰ τὸ ἀτελὲς καὶ ἀσύμμετρον καὶ παρὰ φύσιν διακείμενον· τοιοῦτος γὰρ ὁ ἀκόλαστος ἐραστὴς νοσῶν καὶ παρὰ φύσιν διακείμενος καὶ μὴ βουλόμενος εἰς μηδὲν ἀντιτείνειν αὐτῷ τὸν ἐρώμενον· ὁ γὰρ σπουδαῖος καὶ κατὰ φύσιν ἔχων τοῦ καλοῦ χάριν ἕλοιτο ἂν ἑαυτῷ τινα καὶ ἐναντιοῦσθαι.

νεʹ Κρεῖττον δὲ καὶ ἴσον ἐχθρόν

`58`

Ἐντεῦθεν δείκνυσιν ὅτι καὶ βλαβερὸς καὶ ἀνωφελὴς καὶ κακός ἐστι τῷ ἐρωμένῳ ὁ τοιοῦτος ἐραστής· οὔτε γὰρ κρείττονα ἑαυτοῦ οὔτε ἴσον βούλεται ὁ ἐραστὴς τὸν ἐρώμενον εἶναι οὔτε κατὰ ψυχὴν ἐπιστημονικώτερον οὔτε κατὰ σῶμα ῥωμαλεώτερον οὔτε ἐν χρήμασι πλουσιώτερον, ἀλλʼ ἐν πᾶσι τούτοις ἥττονα· ὥστε βλαβερὸς αὐτῷ ἐστιν. Ἐὰν γὰρ ὑπερέχῃ αὐτοῦ ὁ ἐρώμενος, καταφρονεῖ αὖ τοῦ ἐραστοῦ. Καὶ καταλέγει ταῦτα οἷς ᾔδει χαίροντα τὸν Φαῖδρον, τῷ ἀνδρείῳ καὶ τῷ ῥητορικῷ καὶ τῷ σοφῷ καὶ ἐπιστημονικῷ, ὅτι «ἐν πᾶσι τούτοις οὐ βούλεταί σε ὁ ἐραστὴς προκόψαι.» —Πόνων δὲ ἀνδρείων καὶ ἱδρώτων ξηρῶν ἄπειρον λέγει, ἱδρῶτας ξηροὺς λέγων τοὺς ἀπὸ γυμνασίων· ξηροῦ γὰρ ὄντος τοῦ σώματος ἡ κίνησις προκαλουμένη τὴν ἔμφυτον θερμότητα ἀπωθεῖται τὸ περιττόν. Εἶεν δʼ ἂν ὑγροὶ ἱδρῶτες οἱ ἀπὸ λουτρῶν καὶ οἰνοποσίας προχεόμενοι, ὡς ὁρῶμεν τοὺς τρυφῶντας ἀνθρώπων· οὗτοι γὰρ οὐκ εἰσὶ ξηροὶ ἱδρῶτες, ἀλλʼ ὑγροί. — Κτήματα δὲ καλεῖ πάντα τὰ ἐκτὸς, καὶ διαιρεῖ αὐτὰ εἰς τρία, πατέρας, φίλους, χρήματα, καὶ δείκνυσιν ὅτι ἐν πᾶσι τούτοις βλαβερός ἐστιν ὁ τοιοῦτος ἐραστὴς τῷ ἐρωμένῳ· οὔτε γὰρ πατέρας βούλεται αὐτὸν ἔχειν οὔτε φίλους οὔτε χρήματα.

νϛʹ Ἔστι μὲν δὴ καὶ ἄλλα κακά

`59`

Ἐντεῦθεν λοιπὸν ὅτι καὶ ἀηδής ἐστι τῷ ἐρωμένῳ ὁ τοιοῦτος ἐραστὴς καὶ οὐκ εὐφρόσυνος δείκνυσι, καί φησιν ὅτι ἔστι τινὰ κακὰ πράγματα, οἷον καὶ ὁ κόλαξ καὶ ἡ ἑταίρα — κακοὶ γάρ εἰσιν οὗτοι ὅτι πρὸς πάθος ἀεὶ ποιοῦνται τοὺς λόγους — τοῦ οἰκείου κέρδους ἕνεκεν καὶ ἐξαπατῶσι καὶ ἐπιορκοῦσι καὶ προδιδόασι πολλάκις μικροῦ ἀργυρίου τὸν δοκοῦντα αὐτοῖς φίλον· ἀλλʼ ὅμως φύσει ὄντες κακοὶ, ἡδεῖς εἰσι τοῖς συνοῦσι, καὶ τέρπονται αὐτοῖς οἱ συνόντες καὶ χαίρουσι τῇ ὁμιλίᾳ αὐτῶν. Τῷ δὲ ἐρωμένῳ ὁ ἐραστὴς καὶ εἰς συνουσίαν καὶ ὁμιλίαν ἀηδής· ἀηδίζεται γὰρ ὁρῶν ὁ νέος πρεσβυτικὴν ὄψιν ἀπεσκληκυῖαν, ἀεὶ πρὸς ἀνάγκην ὁμιλοῦντα αὐτῷ καὶ μὴ ἐῶντα αὐτὸν συνδιάγειν τοῖς ὁμήλιξιν ἑαυτοῦ, μηδὲ ὅπου βούλεται ἀπιέναι. Δαίμονα μὲν οὖν εἶπε μῖξαι τῷ κόλακι καὶ τοῖς τοιούτοις κακοῖς τὸ ἡδὺ, ἐπειδὴ ἀπὸ τοῦ δαιμονίου γένους πρώτως ἄρχεται ἡ τῶν ἀγαθῶν καὶ κακῶν διαίρεσις· πᾶν γὰρ τὸ ὑπὲρ τὸ δαιμόνιον γένος μονοειδῶς ἔχει τὸ ἀγαθόν. Ἔστιν οὖν τινα γένη δαιμόνων τὰ μὲν μερίδας τινὰς τοῦ κόσμου κατακοσμοῦντα καὶ ἐπιτροπεύοντα, τὰ δὲ εἴδη τινὰ ζῴων. Κατέχειν οὖν σπουδάζων τὰς ψυχὰς εἰς τὸν ἑαυτοῦ κλῆρον οἷον εἰς ἀδικίαν ἢ ἀκολασίαν, δέλεαρ τὴν ἡδονὴν τὴν ἐν τῷ παραυτίκα ἀναμίγνυσιν ἐν αὐταῖς ὁ ἔφορος τῆσδε τῆς ζωῆς δαίμων. Ἄλλοι δέ τινές εἰσι τούτων ἐπαναβεβηκότες δαίμονες οἳ κολάσεις ἐπιπέμπουσι ταῖς ψυχαῖς ἐπιστρέφοντες αὐτὰς εἰς τελεωτέραν καὶ ὑπερτέραν ζωήν. Καὶ τοὺς μὲν πρώτους ἀποτρέπεσθαι δεῖ, τοὺς δὲ δευτέρους ἐξευμενίζεσθαι. Εἰσὶ δὲ καὶ ἄλλοι κρείττονες δαίμονες τὰ ἀγαθὰ μονοειδῶς ἐπιπέμποντες. — Οὐκ ἄμουσον δὲ ἡδονὴν τὴν τοῦ κόλακος εἶπε διὰ τὸ ὅπως ποτὲ βούλεσθαι αὐτὸν συναρμόζεσθαι ... — Ἐπειδὴ δὲ εἶπεν· ἥλικα γὰρ καὶ ὁ παλαιὸς λόγος τέρπειν τὸν ἥλικα, ζητήσειεν ἄν τις εὐλόγως· «τί οὖν; οὐκ ἂν μαθητὴς διδασκάλῳ ἡδέως συνημερεύσαι, ἢ υἱὸς καθήκων πατρί;» Ἢ ῥητέον ὅτι διττὴ ἡ ἀνομοιότης, ἣ μὲν σὺν τῇ ὁμοιότητι προιοῦσα ὥσπερ καὶ ἡ ἑτερότης σὺν τῇ ταυτότητι, ἥτις καὶ ἐπιστρέφει τὸ καταδεέστερον εἰς τὸ ἑαυτοῦ πρεσβύτερον καὶ τελειότερον καὶ οὐ καθέλκει τὸ κρεῖττον εἰς χεῖρον· ἣ δὲ ἀπὸ τῆς ὕλης καὶ τῆς ἐνδείας ἀναβλαστάνει, ἥτις οὔτε ἐπιστρέφει τὸ καταδεέστερον ... ἀλλὰ καὶ χεῖρον ποιεῖ τὸ πρεσβύτερον καὶ τελειότερον. Τοιαύτης δὲ ἀνομοιότητος μετέχει τὰ εἴδη ἐν τῇ ὕλῃ γινόμενα· ἐξίσταται γὰρ ἑαυτῶν καὶ διασπᾶται περὶ τὴν ὕλην. Ὥσπερ δὴ καὶ ἡ ἀνάγκη διττὴ, ἣ μὲν θεία καὶ ἀεὶ ἀγαθὴ οἵα ἡ ἐν τοῖς θεοῖς, ἣ δὲ ὑλικὴ καὶ οὐκ ἀγαθὴ οἵα ἡ ἐν τοῖς τῇδε πράγμασι. — Θρέμματα δὲ καὶ θηρία ἐκάλεσε τὸν κόλακα καὶ τὴν ἑταίραν ὡς κατὰ τὸ ἄλογον μόνον ζῶντας.

νζʹ Καὶ ἐρῶν μὲν βλαβερός τε καὶ ἀηδής

`60`

Διεῖλε τὸν χρόνον εἴς τε τὸν ἐν ᾧ κατείχετο ἐρῶν καὶ εἰς τὸν ὅτε ἐπαύσατο, καὶ οἷα μὲν κακὰ καὶ ὅσα συμβαίνει τῷ ἐρωμένῳ ἀπὸ τοῦ ἐραστοῦ ἐν ᾧ ἤρα χρόνῳ ἔδειξε· λοιπὸν ἔπειτα χρόνον παυσάμενος τοῦ ἔρωτος ὁ ἐραστὴς ἄπιστος καὶ ἄδικος καὶ βλαβερός ἐστι τῷ ἐρωμένῳ. —Τὸ δὲ ὀστράκου μεταπεσόντος ἵεται φυγῇ μεταβαλὼν ἀντὶ τοῦ· ἀντὶ τοῦ ἀκολάστου ἔρωτος τὸν σώφρονα κτησάμενος· —Τὸ δὲ ἵεται φυγῇ ἐπειδὴ κἀκεῖ οἱ νικῶντες φεύγουσιν ἵνα πλεῖον διάστημα βασταχθῶσι. Τοῦτο δέ ἐστιν ἐκεῖνο ὃ κατὰ τὴν ὀστρακίνδα καλουμένην παιδιὰν γινόμενόν ἐστιν, ἣν Πλάτων ὁ κωμικὸς ἐν τῇ Συμμαχίᾳ σαφῶς συνίστησι διὰ τούτων·

  
εἴξασιν γὰρ τοῖς παιδαρίοις τούτοις οἳ ἑκάστοτε γραμμὴν  
  
ἐν ταῖσιν ὁδοῖς διαγράψαντες, διανειμάμενοι δίχʼ ἑαυτοὺς,  
  
ἑστᾶσʼ αὐτῶν οἳ μὲν ἐκεῖθεν τῆς γραμμῆς οἳ δʼ αὖ ἐκεῖθεν·  

  
εἷς δʼ ἀμφοτέροις ὄστρακον αὐτῶν εἰς μέσον ἑστὼς ἀνίησιν·  

  
κἂν μὲν πίπτῃσι τὰ λεύκʼ ἐπάνω, φεύγειν ταχὺ τοὺς ἑτέρους δεῖ,  
  
τοὺς δὲ διώκειν.  

Ὁ δὲ ἀναρρίπτων τὸ ὄστρακον ἐπιλέγει «νὺξ ἢ ἡμέρα» διὰ τὸ τὸ μὲν ἐντὸς αὐτοῦ μέρος πεπισσῶσθαι τὸ δὲ ἐκτὸς ἀπίσσωτον εἶναι. Ὧν οὖν ἦν τὸ κάτω τοῦ ὀστράκου, οὗτοι ἔφευγον, οἳ δὲ ἐδίωκον. —Τὸ δὲ ἐπιθεάζων λέγει ἀντὶ τοῦ· ἀρώμενος αὐτῷ ὡς μὴ πληρώσαντι τὰς ὑποσχέσεις μηδὲ τοὺς ὅρκους βεβαιώσαντι, οἱονεὶ θεοὺς ἐπικαλούμενος· ἕτερον γὰρ τοῦτο τοῦ ἐπιθειάζειν ἐστίν.

νηʹ Ὅτι οὐκ ἄρα ἔδει

Ἐνταῦθα παράγγελμά τι λέγεται ὅτι οὐ δεῖ ταῖς τῶν τυχόντων συνθήκαις καὶ ὅρκοις πιστεύειν· εὐμετάβολοι γὰρ διὰ τὴν ἑαυτῶν εἰσι κακοζωίαν· ἀλλʼ ἀρετὴν καὶ νοῦν ἔχοντι πιστευτέον ἐστί· τὰ γὰρ τῶν τοιούτων ῥήματα οὐκ ἀπὸ πάθους πρόεισιν, ἀλλʼ ἀπʼ αὐτῆς τῆς ἄκρας αὐτῶν καὶ καθαρᾶς ψυχῆς. Ἐνταῦθα οὖν τὸ συμπέρασμα τοῦ λόγου ἐπαγαγὼν ὅτι οὐ δεῖ ἐρῶντι χαρίζεσθαι, ἀλλὰ τῷ μὴ ἐρῶντι, δείκνυσιν ὅτι εἰς τὴν αὐτὴν ὑπόθεσιν τῷ Λυσίᾳ καθῆκε καὶ οὐχ ἁπλῶς εἰς ἄλλην τινὰ ὥς τις ἂν ᾠήθη. Τὸν μὲν οὖν φορτικὸν καὶ ὑβριστὴν ἐραστὴν ἀκολούθως σφόδρα ἐπερράπισεν, εἰπὼν ὅτι οὐκ ἄρα ἔδει ποτὲ ἐρῶντι καὶ ὑπὸ ἀνάγκης ἀνοήτῳ χαρίζεσθαι· ἀνάγκῃ γὰρ ἀνόητον αὐτὸν ἐκάλεσε· τὸ δὲ λοιπὸν ἥμισυ τῆς ὑποθέσεως τὸ ἀλλὰ πολὺ μᾶλλον μὴ ἐρῶντι οὐχ ἁπλῶς εἶπε τῷ μὴ ἐρῶντι χαρίζεσθαι, ἀλλὰ προσέθηκε τῷ νοῦν ἔχοντι· τῷ γὰρ μὴ ἐρῶντι νοῦν δὲ ἔχοντι χαρίζεσθαι δεῖ.

νθʹ Εἰ δὲ μὴ ἀναγκαῖον

Μετὰ τὸ εἰπεῖν τὸ συμπέρασμα τοῦ λόγου ἀνακεφαλαιοῦται πάντα τὰ εἰρημένα διὰ βραχέων καὶ συντόμων λέξεων.

ξʹ Ἧς οὔτε ἀνθρώποις

`61`

Πῶς εἶπε μήτε θεοῖς εἶναί τι τῆς παιδεύσεως τιμιώτερον; ἀνθρώποις μὲν γὰρ ἀληθὲς, ἐπειδὴ τὴν ἀληθῆ αὐτῶν οὐσίαν, τουτέστι τὴν ψυχὴν, ὠφελεῖ καὶ τελειοῖ· πῶς δὲ καὶ θεοῖς; Ἢ ὅτι εἰσὶ θεοὶ ψυχὰς ἔχοντες αἵτινες ἀιδίως ἔχουσι τὴν θείαν παίδευσιν· εἶναι γὰρ καὶ ταύτης προστάτην θεὸν, ὥσπερ δὴ καὶ ὑγείας, ἧς πρώτως μὲν θεοὶ, δευτέρως δὲ ἢ καὶ πολλοστῶς ἄνθρωποι μεταλαμβάνουσιν. Ἢ λέγοιτο ἂν θεοῖς τιμία ὡς πρὸς ἀναφορὰν πάλιν τῶν ἀνθρώπων, ἅτε αὐτοὺς τοῖς θεοῖς συνάπτουσα. —Τὸ δὲ ὡς λύκοι ἄρνα φιλοῦσιν ἀπὸ τοῦ Ὁμηρικοῦ παρῴδηται

  
ὡς οὐκ ἔστι λέουσι καὶ ἀρνάσιν ὅρκια πιστὰ  
  
οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσι.  
—Τὸ δὲ σιτίου τρόπον χάριν πλησμονῆς ἀντὶ τοῦ· ὡς τοῦ σιτίου ἐφιέμεθα ἕνεκεν τοῦ πληρῶσαι τὴν γαστέρα, πληρωθέντες δὲ οὐκέτι προσιέμεθα ἀλλὰ καὶ ἀποστρεφόμεθα, οὕτω καὶ οἱ τοιοῦτοι ἐρασταὶ οἱ ἀκόλαστοι ἔχουσι πρὸς τὰ παιδικά.

ξαʹ Τοῦτο ἐκεῖνο

Ἐπειδὴ εἶπεν ἐν τῷ λόγῳ ἑαυτοῦ ὁ Σωκράτης, αἰσθανόμενος ὅτι κάτοχος γίνεται ταῖς Νύμφαις· «ἀτὰρ ὦ φίλε Φαῖδρε δοκῶ τι σοὶ ὥσπερ ἐμαυτῷ θεῖον πάθος πεπονθέναι,» καὶ ὅτι «ἐὰν πολλάκις νυμφόληπτος προιόντος τοῦ λόγου γένωμαι μὴ θαυμάσῃς,» διὰ τοῦτο, αἰσθόμενος ἑαυτοῦ νῦν ὅτι ἐνθουσιᾷ, φησί· «τοῦτο ἐκεῖνο ὦ Φαῖδρε,» ἀντὶ τοῦ «ὅπερ πάλαι ἔλεγον ὅτι ἐνθουσιάσω, τοῦτό μοι νῦν συμβέβηκεν.» Ἐκεῖ μὲν οὖν ἐν μέσῳ τοῦ λόγου ᾐσθάνετο ὅτι ἄρχεται ἐνθουσιᾶν ἐκ τοῦ διθυράμβους φθέγγεσθαι· ἐνταῦθα δὲ ὅτι ἤδη ἐνθουσιᾷ ἐκ τοῦ ἔπη φθέγγεσθαι· ἐφθέγξατο γὰρ πρὸς τῷ τέλει τοῦ λόγου ἔπος εἰπών

  
ὡς λύκοι ἄρνʼ ἀγαπῶσʼ ὣς παῖδα φιλοῦσιν ἐρασταί.  

`62–63`

Ὁ μὲν γὰρ διθύραμβος σκολιὸς καὶ σκοτεινὸς καὶ συμπεπλεγμένος, τὸ δὲ ἔπος λεῖον καὶ εὔλυτον καὶ σαφὲς καὶ εὔμετρον. Διὸ ἐκεῖ μὲν ἐκ τῆς διθυραμβώδους ἀπαγγελίας ᾐσθάνετο ὅτι ἄρξεται ἐνθουσιᾶν προιόντος τοῦ λόγου· ἐνταῦθα δὲ ὅτι ἐνθουσιᾷ, ἐπειδὴ «ἔπη ἤδη φθέγγομαι, ἀλλʼ οὐκέτι διθυράμβους.» Οἰκεῖα δὲ τὰ ἔπη καὶ ἡ τούτων ἔμμετρος καὶ εὔλυτος ἀπαγγελία τῷ θείῳ ἐνθουσιασμῷ, ὥσπερ ἡ σκολιὰ καὶ δυσκατάστατος ἀπαγγελία τοῖς διθυράμβοις. Παύσασθαι οὖν βούλεται ὁ Σωκράτης, ὥσπερ συμβόλῳ χρώμενος μέτρον αὐτῷ ἔχειν τὸν λόγον τῷ ἔμμετρα αὐτῷ ἐπεληλυθέναι ἔπη εἰπεῖν. Καὶ γὰρ ἐν τοῖς μαντείοις οἱ ἐνθουσιῶντες ἔμμετρα φθέγγονται. Διὰ τί δὲ ὁ Σωκράτης παραιτεῖται ἐνθουσιάσαι καὶ κάτοχος γενέσθαι ταῖς Νύμφαις; Ἢ, ὅπερ εἴπομεν, ἐπειδὴ τῆς γενέσεως προστάτιδές εἰσιν αἱ Νύμφαι, αἳ μὲν τὴν ἀλογίαν κινοῦσαι, αἳ δὲ τὴν φύσιν, αἳ δὲ τὰ σώματα ἐπιτροπεύουσαι, Ναΐδες τέ τινες καὶ Ἁμαδρυάδες καὶ Ὀρεστιάδες καλούμεναι, περὶ ἀναγωγὴν δὲ ἐσπούδαζε ψυχῆς ὁ Σωκράτης, τὴν ψυχὴν τὴν ἑαυτοῦ ἀεὶ περιάγων ἐπὶ τὰ νοητὰ καὶ ἄυλα εἴδη καὶ τὰ τοῖς θεοῖς ἡνωμένα, εἰκότως παραιτεῖται τὸ κάτοχος ὑπὸ τῶν Νυμφῶν γενέσθαι. Ἄλλῳ γὰρ ἄλλα καθήκει καὶ ἄλλῳ πρὸς ἄλλους οἰκειότης· ὡς εἰ ἔλεγεν ὁ Σωκράτης· «οὐ βούλομαι περὶ τὸ ἔνυλον κάλλος ἐνθουσιᾶν, ἀλλʼ οὐδὲ περὶ τὸ μέσον τὸ ψυχικὸν ἰδίωμα, περὶ ἐπιστήμας καὶ ἀρετὰς καὶ περὶ τὸν σώφρονα ἔρωτα, ἀλλὰ περὶ τὴν νοερὰν καὶ θείαν τῆς ψυχῆς ἐνέργειαν·» εἰ γὰρ καὶ καλοὶ οἱ περὶ τοὺς μέσους λόγους τῆς ψυχῆς ἐνθουσιασμοὶ καὶ ἡ θεωρία ἡ περὶ αὐτὰ καὶ τὰ αἰσθητὰ καὶ σύνθετα κάλλη, ἀλλʼ οὖν κοιλότεροι καὶ καταδεέστεροί εἰσιν ὡς πρὸς τὴν ἄκραν τοῦ Σωκράτους θεωρίαν. Ὅπερ οὖν περὶ τοῦ δημιουργοῦ εἴρηται ἐν Τιμαίῳ ὅτι «ταῦτα εἰπὼν τοῖς νέοις θεοῖς ἀνεχώρει εἰς τὴν ἑαυτοῦ περιωπήν,» τοῦτο καὶ νῦν ὁ Σωκράτης διατρίψας περὶ τοὺς μέσους λόγους τῆς ψυχῆς καὶ ψέξας τὸν ἀκόλαστον ἔρωτα καὶ καταλείψας τῷ Φαίδρῳ ἀφʼ ἑαυτοῦ προβαλεῖν τοὺς περὶ τοῦ σώφρονος ἔρωτος λόγους, ἀναχωρεῖν βούλεται εἰς τὴν ἑαυτοῦ περιωπὴν καὶ τὰς νοερὰς ἐνεργείας. Τὸ δὲ ἐφεστὼς δαιμόνιον διακατέχει αὐτὸν ἔτι περὶ τὴν γένεσιν ἵνα τελεώσηται τὸν λόγον καὶ προενέγκηται τοὺς περὶ τοῦ θείου καὶ ἀναγωγοῦ ἔρωτος λόγους. Ἑώρα γὰρ τὴν ἐπιτηδειότητα τοῦ Φαίδρου δεκτικὴν οὖσαν τῶν θειοτέρων τοῦ ἔρωτος λόγων οὓς περιέχει ἡ παλινῳδία. —Διὰ τί δὲ ὁ Σωκράτης κακίσας τὸν ἀκόλαστον ἔρωτα καὶ εἰπὼν ὡς οὐ δεῖ τῷ τοιούτῳ ἐραστῇ χαρίζεσθαι, οὐκέτι λέγει τὰ περὶ τοῦ μὴ ἐρῶντος τὸν ἀκόλαστον ἔρωτα ἀλλὰ σώφρονος ὄντος, ἀλλά φησιν ὅτι «ὅσα τὸν ἕτερον λελοιδορήκαμεν, τῷ ἑτέρῳ τἀναντία τούτων ἀγαθὰ πρόσεστι;» Φημὶ δὴ ὅτι καὶ τοῦτο σύμφωνον τῇ πανταχοῦ τοῦ Πλάτωνος διδασκαλίᾳ· ἐπειδὴ γὰρ τὰς μαθήσεις ἀναμνήσεις βούλεται εἶναι, οἷον δὲ ὑπό τινων λημῶν ἐπεσκιάσθαι τὸ τῆς ψυχῆς ὄμμα ὑπὸ τῆς γενέσεως, τούτου χάριν τὰ ἐμπόδια μόνον ὑπεξαιρεῖ, ἵνα αὐτὸς ἀφʼ ἑαυτοῦ προβάλῃ τἀληθὲς ὁ νέος. Οὕτω καὶ ἐν Θεαιτήτῳ εἶπεν ὅτι οὔτε αἴσθησίς ἐστιν ἡ ἐπιστήμη οὔτε δόξα ἐσφαλμένη οὔτε ὀρθὴ δόξα, ἵνα τὴν μετὰ λόγου αἰτίαν ὁ Θεαίτητος προβάλῃ ἀφʼ ἑαυτοῦ. Καὶ νῦν οὖν εἰπὼν ὅσα κακὰ ἔχει ὁ ἀκόλαστος ἐραστὴς, καταλείπει τῷ Φαίδρῳ ἀφʼ ἑαυτοῦ προβαλεῖν τὰ ἐναντία τούτων ὅσα ἔχει ἀγαθὰ ὁ σώφρων ἐραστής. Οὐδενὸς γὰρ διὰ τοῦτό φησιν εἶναι διδάσκαλος ὅτι δὴ αὐτὸς μὲν μόνον ὥσπερ ἰατρὸς τὰ ἐμπόδια καὶ τὰς λήμας τῶν ὀφθαλμῶν ἐξαιρεῖ, λοιπὸν δὲ ἀφʼ ἑαυτῆς ἡ ψυχὴ κατὰ τὴν αὐτοκίνητον ἑαυτῆς δύναμιν προβάλλει τἀληθὲς, ὃ κατʼ οὐσίαν εἶχε παρὰ τοῦ δημιουργοῦ. Διὰ τοῦτο δὲ καὶ διὰ τῆς ἐπαγωγῆς καὶ τῶν καθʼ ἕκαστα εἰώθει ἐπάγειν τοὺς νέους ἐπὶ τὴν τοῦ καθόλου ἀνάμνησιν, ἐπειδὴ ἡ ψυχὴ ἀπὸ τῆς συμπεριπολήσεως τῶν θεῶν ἀποπεσοῦσα καὶ ἀποστενωθεῖσα ἐν τῇ γενέσει, καὶ οἷον ἀποτεμαχισθεῖσα καὶ ἄτομος γενομένη διὰ τῶν μερικῶν καὶ οἰκείων ἑαυτῇ, τότε φιλεῖ ἀναμιμνῄσκεσθαι· διὰ τοῦτο οὖν λέγει ὁ Σωκράτης ὅτι «οὐκέτʼ ἂν τὸ πέρᾳ ἀκούσαις ἐμοῦ λέγοντος, ἀλλʼ ἤδη σοι τέλος ἐχέτω ὁ λόγος,» ὅτι ἠβούλετο αὐτὸν ἀφʼ ἐαυτοῦ προβάλλειν τοὺς μέσους λόγους τῆς ψυχῆς καὶ τοὺς περὶ τοῦ σώφρονος ἔρωτος λόγους, καὶ ὅτι συμμέτρους αὐτῷ ᾠήθη τῷ Φαίδρῳ εἶναι τοὺς περὶ τούτου τοῦ ἔρωτος λόγους τοῦ σώφρονος, τοὺς δὲ περὶ τοῦ θείου καὶ ἀναγωγοῦ οὐδέπω. Διὸ αὐτὸς μὲν ὡς ἄνθρωπος ἀποπαύεται, τὸ δὲ δαιμόνιον πάντα εἰδὸς καὶ τὰς ἕξεις καὶ τὰς ἐπιτηδειότητας τῶν ψυχῶν καὶ τοὺς καιροὺς κατέχει αὐτὸν, ἵνα καὶ τοὺς ἐνθουσιαστικωτέρους καὶ τελειοτέρους καὶ ὑψηλοτέρους λόγους περὶ τοῦ ἔρωτος καταβάληται· ᾔδει γὰρ τὸν νέον ὠφεληθησόμενον.

`64`

ξβʹ Καὶ ταῦτα ψέγων

Εἰ γὰρ, καὶ ταῦτα ψέγων τὸν ἀκόλαστον ἔρωτα, οὐκέτι διθυράμβους ἀλλʼ ἔπη ἄρχεται φθέγγεσθαι, τί ἂν ἐποίησε καὶ πῶς ἂν ἐνεθουσίασε τὸν θεῖον ἔρωτα ἢ καὶ ἀναγωγὸν ἐπαινῶν καὶ ἀνυμνῶν, ἃ ἐνεργήσει ἐν τῇ παλινῳδίᾳ; —Τὸ δὲ «αἷς με σὺ προὔβαλες ἐκ προνοίας» ὅτι πάσας ἑαυτῶν τὰς ἐνεργείας οἱ σπουδαῖοι τῆς προνοίας ἐξάπτουσιν. Ἐπειδὴ οὖν προὔκειτο τῷ Σωκράτει καὶ τῆς γενέσεως καὶ τοῦ περὶ τὴν γένεσιν φαινομένου καλοῦ ἀποστῆσαι τὸν Φαῖδρον, εἰς δὲ ἑαυτὸν ἐπιστρέψαι τὸν Φαῖδρον καὶ τὸ ψυχικὸν κάλλος τό τε τῶν ἐπιστημῶν καὶ τὸ τῶν ἀρετῶν, ἔφοροι δὲ τῆς γενέσεως αἱ Νύμφαι, διὰ τοῦτο τὴν πρόνοιαν τῶν Νυμφῶν αἰτιᾶται τῆς τοῦ Φαίδρου σωτηρίας, ὡς ὑπʼ αὐτῶν ἐνθουσιῶν συλλαμβανουσῶν αὐτῷ εἰς τὴν τοῦ Φαίδρου ἀναγωγὴν ἀπὸ τῆς γενέσεως. —Τὸ δὲ ἑνὶ λόγῳ καὶ τὸ τί δεῖ μακροῦ λόγου, ὅτι, ὅσῳ ἄνιμεν ἐπὶ τὰ ὑπέρτερα, τοσούτῳ ἑαυτοὺς ἑνίζομεν καὶ εἰς ἁπλότητα καὶ ἀμέρειαν περιάγομεν· ἐν γὰρ τοῖς ἔξω καὶ τοῖς αἰσθητοῖς ἡ σύνθεσις καὶ τὸ ποικίλον καὶ τὸ μακρὸν, αἱ δὲ τῆς ψυχῆς προβολαὶ κατὰ ἁπλότητα γίνονται, καὶ οἷον θίξει καὶ ἐπαφῇ τοῦ νοῦ. Διὸ ἑνὶ λόγῳ καὶ ἀμερεῖ αὐτῷ καταλιμπάνει προβαλεῖν τὰς περὶ τοῦ ἀληθινοῦ καὶ σώφρονος ἔρωτος ἐννοίας.

ξγʹ Καὶ οὕτω δὴ ὁ μῦθος

`65`

Ἔθος ἦν λέγεσθαι μετὰ τοὺς μύθους, οἷον ἐν τῷ ἐπιμυθίῳ, ποτὲ μὲν ὅτι «καὶ οὕτω δὴ μῦθος ἐσώθη καὶ ἡμᾶς σώσει ἐὰν πειθώμεθα αὐτῷ,» ὡς ἐν τῷ τέλει τῆς Πολιτείας εἶπε, ποτὲ δὲ ὅτι «καὶ οὕτως δὴ μῦθος ἀπώλετο,» ἐνδεικνυμένου τοῦ λόγου ὅτι ἐὰν μὲν τῷ φαινομένῳ τοῦ μύθου ἀκολουθῶμεν, ὥσπερ αὐτὸ τὸ φαινόμενον ἀπόλλυται καὶ οὐδέν ἐστιν, οὕτω καὶ ἡμεῖς ἀπολούμεθα, ἐὰν δὲ τῇ κεκρυμμένῃ θεωρίᾳ ἑπώμεθα ἣν αἰνίττεται ὁ μῦθος, σωθησόμεθα εἰς αὐτὴν τὴν διάνοιαν τοῦ μυθοπλάστου ἀνατρέχοντες, οὐκ ἄχρι τοῦ πλασματώδους μύθου. Διὰ τοῦ οὖν εἰπεῖν «καὶ οὕτω δὴ ὅ τι πάσχειν προσήκει τοῦτο πείσεται», ἀμφότερα ἔθηκε καὶ ὅτι ἐσώθη καὶ ὅτι ἀπώλετο, δηλῶν ὅτι ἐὰν μὲν τῷ Λυσίου λόγῳ κατακολουθῶμεν τῷ ὄντι ἀπολούμεθα, ἐὰν δὲ τῷ Σωκράτους σωθησόμεθα. —Τὸ δὲ καὶ ἐγὼ τὸν ποταμὸν διαβὰς ἀπέρχομαι ἀντὶ τοῦ· «τὴν γένεσιν ὑπερβὰς καὶ ὑπεριδρύμενος εἰς τὴν νοερὰν ἐμαυτοῦ περιωπὴν ἀνελεύσομαι, πρὶν ἢ τῇ πολλῇ περὶ τὰ ἔξω διατριβῇ ἀναγκασθῶ κατελθεῖν ἐμαυτοῦ ἀπὸ νοῦ εἰς λογισμοὺς καὶ τὸ γενητόν.» —Τὸ δὲ πρὶν ἂν τὸ καῦμα παρέλθῃ ἀντὶ τοῦ «πρὶν ἀποθῶμαι πᾶν τὸ γεῶδες καὶ ἔνυλον καὶ πᾶσαν τὴν λήμην τῆς ψυχῆς καὶ καθαρὸς καὶ ἀυλότερος γένωμαι·» ὁρῶμεν γὰρ ὅτι καὶ οἱ ἐνυλότεροι τῶν τόπων καυστικώτεροί εἰσι. — Σταθερὰ δὲ ἡ μεσημβρία εἴρηται ὅτι ὁ ἥλιος περὶ τὴν μεσημβρίαν γιγνόμενος ἵστασθαι δοκεῖ· ἡ μὲν γὰρ μετάβασις αὐτοῦ ἡ περὶ τὰς ἀνατολὰς διάδηλον ἔχει τὴν παραλλαγὴν, ἡ δὲ περὶ τὴν μεσημβρίαν οὐκέτι· ᾧ γὰρ λόγῳ μείζονα φαίνεται τὰ ἄστρα πρὸς τοῖς ὁρίζουσι, τούτῳ καὶ μᾶλλον κινούμενα. Ἢ καὶ ὅτι ἐν τοῖς γνώμοσιν αἱ σκιαὶ ἐλάττονα ἐν τοῖς ἴσοις χρόνοις διαστήματα περὶ τὴν μεσημβρίαν κινοῦνται. Ἢ καὶ διὰ τὴν κάθετον πασῶν οὖσαν στασιμωτάτην. —Δύο δὲ αἰτίας εἶπεν ὁ Φαῖδρος τοῦ δεῖν μένειν, μίαν μὲν τὴν ἐκ τοῦ καύματος, ἑτέραν δὲ τὴν ἐκ τοῦ ὀφείλειν τὴν ψυχὴν αὐτὴν καθʼ ἑαυτὴν ἀνελίττειν τοὺς περὶ τῶν εἰρημένων λόγους.

ξδʹ Θεῖός γε εἶ περὶ τοὺς λόγους ὦ Φαῖδρε

`66–69`

Θεῖον τῷ ὄντι νῦν ἀποκαλεῖ τὸν Φαῖδρον ὡς ἐπιτήδειον ἀκοῦσαι τῶν ἐνθουσιαστικῶν τοῦ ἔρωτος λόγων. Αὐτὸς μὲν γὰρ ὡς ἄνθρωπος ἀρκεῖν ἡγούμενος καὶ συμμέτρως ἔχειν τῇ ψυχῇ τοῦ Φαίδρου τὸ θεωρῆσαι τὸ ἐν αὐτῷ ψυχικὸν κάλλος ἀπιέναι ὡρμήθη· ὁ δὲ ἔφορος τῆς ἐνεργείας καὶ θεωρίας τῆς τοῦ Σωκράτους, πάντα τὰ περὶ αὐτὸν καὶ τὸν Φαῖδρον εἰδὼς ἐπέχει τῆς ὁρμῆς αὐτὸν καὶ διακωλύει ἀπιέναι, ἵνα καὶ ὁ Σωκράτης ἐνθουσιαστικῶς ἐνεργήσῃ περὶ τὸν ἔρωτα καὶ τελειώσηται τὸν λόγον καὶ ὁ Φαῖδρος μετάσχῃ τῶν λόγων τούτων ὡς ἐπιτήδειος ὢν καὶ ἀναχθῇ εἰς· ὑπερτέραν καὶ ὑψηλοτέραν ζωήν. —Περὶ δὲ τοῦ δαιμονίου Σωκράτους, ὅτι μὲν οὔτε μόριον τῆς ψυχῆς ἐστιν οὔτε ἡ φιλοσοφία αὐτὴ, ὥς τινες ᾠήθησαν, πολλάκις μὲν εἴρηται, ἐναργῶς δὲ λέγεται παρʼ αὐτοῦ καὶ ἐνταῦθα. «Τὸ εἰωθὸς σημεῖόν μοι ἐγένετο δαιμόνιον καί τινα φωνὴν ἤκουσα αὐτόθεν, ὃ ἀεὶ, φησὶν, ἀποτρέπει·» φιλοσοφία δὲ καὶ ἐπιτρέπει πολλάκις, καὶ τὸ μόριον τῆς ψυχῆς ἐφίεται τοῦτο ποιεῖν. Ὅτι μὲν οὖν ταῦτα οὐκ ἔστι τὸ δαιμόνιον Σωκράτους, ἐναργῶς λέγεται, τί δέ ἐστι, ῥητέον. Πᾶν μὲν οὖν τὸ δαιμόνιον γένος εἴρηται καὶ παρʼ αὐτοῦ ἐν Συμποσίῳ μεταξὺ εἶναι θεῶν καὶ ἀνθρώπων, διαπορθμεῦον τά τε παρὰ θεῶν εἰς ἡμᾶς τά τε ἡμῶν ἀναγγέλλον τοῖς θεοῖς· γένος δέ τι τῶν δαιμόνων ἐστὶν ὑπεριδρύμενον ἡμῶν προσεχῶς καὶ κατευθύνον ἕκαστον ἡμῶν· ἕκαστος γὰρ ἡμῶν πάντως ὑπό τινα τελεῖ δαίμονα ὃς πάσης ἡμῶν τῆς ζωῆς ἐπάρχει· οἷον οὐ πάντων τῶν περὶ ἡμᾶς κρατοῦμεν, οὔτε γὰρ τῆς τοιᾶσδε πράξεως κύριοί ἐσμεν, οἷον τοῦ στρατηγῆσαι, οὔτε μὴν αὐτῆς ἡμῶν τῆς φύσεως· εἰ γὰρ λέγοις ὅτι ὁ λόγος πάντων τῶν περὶ ἡμᾶς κρατεῖ, οὐκ ἀληθεύσεις· οὔτε γὰρ ὅτε κοιμώμεθα τῶν τοιῶνδε φαντασμάτων ἐσμὲν κύριοι, οὔτε τοῦ τὰ σιτία τοιῶσδε ἢ τοιῶσδε πεφθῆναι. Δεῖ δέ τι πάντων τῶν περὶ ἡμᾶς ἓν κρατεῖν καὶ κυβερνᾶν καὶ κατευθύνειν πᾶσαν ἡμῶν τὴν ζωήν. Εἰ μὲν οὖν λέγοις ὅτι οὗτός ἐστιν ὁ θεὸς, ἐξῃρημένον αἴτιον λέγεις, δεῖ δέ τι προσεχὲς ἡμῶν πάσης τῆς ζωῆς ἐπάρχειν· τοῦτο δέ ἐστιν ὁ εἰληχὼς ἡμᾶς δαίμων, ὃς μετὰ τὴν αἵρεσιν τῆς ψυχῆς ἀποκληροῦται αὐτῇ, πάντων τῶν αἱρεθέντων ἀποπληρωτής. Τούτου οὖν τοῦ δαίμονος οὐ πάντες συναισθάνονται· δεῖ γὰρ πολλὴν τὴν ἐπιτηδειότητα εἶναι καὶ ἐπιστροφὴν τοῦ διοικουμένου πρὸς τὸ διοικοῦν, ἵνα καὶ συναισθάνηται αὐτοῦ τῆς κηδεμονίας. Ὥσπερ γὰρ πάντα μὲν προνοεῖται ὑπὸ θεῶν, οὐ πάντα δὲ συναισθάνεται τοῦ ὅτι προνοεῖται, εἰ μὴ τὰ πεφυκότα ὁρᾶν καὶ κεκαθαρμένα, οὕτω καὶ ἐπὶ τῆς ἐπιστασίας τοῦ δαίμονος. Γίνεται δὲ ἡ ἐπιτηδειότης καὶ ἡ συναίσθησις πρῶτον μὲν ἐκ τοῦ τὴν ψυχὴν ἑλομένην τάδε τινὰ καὶ ἀποκληρωθεῖσαν τῷδε τῷ δαίμονι εὐθὺς ἐπιστρέψαι πρὸς αὐτὸν καὶ αὐτοῦ ἔχεσθαι ἀεὶ, καὶ τὸ ἀναγκαῖον πόμα πιεῖν τοῦ τῆς Λήθης ὕδατος ὅσον ἀνάγκη πιεῖν κατιοῦσαν εἰς γένεσιν ὡς μὴ πάντῃ ἐπιλελῆσθαι τῆς τοῦ δαίμονος βουλῆς καὶ ἐπιστασίας. Διὸ αἱ τοιαῦται ψυχαὶ καὶ ἐνταῦθα συναισθάνονται τῆς τοῦ δαίμονος ἐπιστασίας, αἱ δὲ ἄλλαι ψυχαὶ αἱ καταμεμφόμεναι τὸν δαίμονα, ὡς ὁ ἑλόμενος τυραννίδα καὶ παίδων βρώσεις, μὴ ἐπιστρεφόμεναι πρὸς τὸν δαίμονα, ἀλλʼ ὡς ἄλογα ἀγόμεναι, αὗται ἀσύνετοί εἰσι πάντῃ καὶ ἐνταῦθα τῆς τοῦ δαιμονίου προστασίας. Ἔκ τε οὖν τοῦ τὰς μὲν εὐθὺς ἐπεστράφθαι πρὸς τὸν εἰληχότα δαίμονα, τὰς δὲ μὴ, γίνεται ἡ συναίσθησις τοῦ δαίμονος ἢ οὔ, καὶ ἐκ τοῦ μὴ πολὺ πόμα τῆς Λήθης πιεῖν, καὶ ἐκ τῆς τάξεως δὲ τοῦ παντὸς, ὅτι ἥδε ἡ τάξις τοῦ παντὸς τόνδε μὲν ἐπιτήδειον πρὸς τὸ συναισθάνεσθαι ἐποίησε, τόνδε δὲ οὔ· διὸ καὶ τῷδε μὲν τοιόνδε σῶμα ἐπεκλήρωσεν ὥστε καὶ σύμβολα φέρειν τοιάδε κατά τε τὸ φαινόμενον σῶμα κατά τε τὸ πνεῦμα καὶ αὐτὴν τὴν ψυχὴν, τῷδε δὲ οὐδαμῶς. Ἔτι δὲ καὶ ἐκ τῆς τοιᾶσδε ζωῆς γίνεται ἡ συναίσθησις ἢ μή· οἱ γὰρ σπουδαῖοι ἄνδρες καὶ εὖ ζῶντες πάντα αὑτῶν τὸν βίον καὶ πᾶσαν ἑαυτῶν ἐνέργειαν καὶ θεωρίαν καὶ πρᾶξιν ἀναθέντες τοῖς θεοῖς καὶ ταῖς ἀφανέσιν αἰτίαις συναισθάνονται διά τινων συμβόλων καὶ σημείων πότερον αὐτοὺς ἀποτρέπει τῆς πράξεως ὁ δαίμων ἢ οὔ. Καὶ διὰ τοῦτο γαλῆς φέρε δραμούσης, ἢ ἐνσχεθέντος τοῦ ἱματίου, ἢ καὶ λίθου πεσόντος, ἢ φωνῆς ῥηθείσης, ἢ σκηπτοῦ κατενεχθέντος, συναισθάνονται τῆς ἀποτροπῆς καὶ ἀπέχονται τῆς πράξεως. Οἱ δὲ πολλοὶ βοσκημάτων βίον ζῶσιν. Ἐξ ὧν ἁπάντων εἰκὸς ἦν τὸν Σωκράτην συνεωρακότα τὴν τοῦ δαιμονίου ἀποτροπὴν μηκέτι ἀπιέναι. Ἀλλὰ τί ἐκώλυε τὸν Σωκράτη, προέτρεπε δὲ οὐδέποτε; καὶ πρῶτον διὰ τί ἐκώλυεν; Ἢ ὥσπερ τῶν ἵππων οἳ μὲν κέντρου δέονται διὰ τὸ βραδεῖς εἶναι, οἳ δὲ χαλινοῦ διὰ τὸ ὀξεῖς ὑπάρχειν, οὕτω καὶ τῶν ἀνθρώπων οἳ μὲν εὐμετάδοτοι καὶ ὑπὸ προθυμίας εὖ ποιεῖν βουλόμενοι καὶ πάσῃ πράξει ἐγχειροῦντες, οἷος ἦν Σωκράτης, κωλύεσθαι πολλάκις ὑπὸ τοῦ δαιμονίου δέονται, οἳ δὲ δυσμετάδοτοι καὶ διεγείρεσθαι. Εἰ δὲ καὶ πρὸς ἀναγωγὴν αὐτὸν παρασκευάζον τὸ δαιμόνιον εἴργει τῶν πολλῶν πράξεων, ἔχοι ἂν καὶ οὕτω λόγον. Ἀλλὰ διὰ τί οὐχὶ καὶ προέτρεπε τὸ δαιμόνιον; Ἵνα μὴ ὡς ἄλογον καὶ ἑτεροκίνητον ᾖ ὁ Σωκράτης, μηδὲν ἀφʼ ἑαυτοῦ ποιῶν, μηδὲ ὡς ψυχὴ λογικὴ αὐτοκίνητος. Διὸ ἐφίει μὲν αὐτῷ πράττειν ὡς αὐτοκινήτῳ, εἰ δέ ποτε ὡς ἄνθρωπος σφαλλόμενος οὐ καθῆκεν ὅ τι ἔμελλε ποιεῖν, ἀνέστελλεν αὐτὸν ἀπʼ ἐκείνης τῆς πράξεως. Πῶς δέ; οὐχὶ καὶ προτρέπον εὑρεθήσεται τὸ δαιμόνιον, εἴ γε φωνὴν αὐτῷ ἀφῆκεν «ἥ με, φησὶν, οὐκ ἐᾷ ἀπιέναι πρὶν ἂν ἀφοσιώσωμαι, ὥς τι ἡμαρτηκότα εἰς τὸ θεῖον»; τὸ γὰρ περιμεῖναι ἀφοσιώσασθαι προτρέποντος ἦν. Ἢ ῥητέον ὅτι τὸ μὲν εἰωθὸς σημεῖον, ὡς καὶ αὐτὸς ἐπεσημήνατο, κωλυτικὸν ἦν· εἰ γὰρ καὶ αὐτὸ φωνή τίς ἐστιν, ὡς καὶ ἀλλαχοῦ εἶπε καὶ νῦν, ἀλλʼ εἰωθυῖά τις, τουτέστι κωλυτική· εἰ δὲ λέγοις ὅτι καὶ αὕτη μὲν ἡ φωνὴ ἐκώλυεν ἀπιέναι ἐνδεικνυμένη τὸ ἁμάρτημα, ὁ δὲ Σωκράτης λοιπὸν συνοῖδεν ἀφʼ ἑαυτοῦ ὅτι δέοι αὑτὸν ἀφοσιώσασθαι, ἔχοι ἄν τινα καὶ οὕτως λόγον. Ἔστι δὲ ἀφοσίωσις ὁσιότητος παραλελειμμένης ἀποπλήρωσις. Ἐπειδὴ δὲ ἔφη «καί τινα φωνὴν ἔδοξα ἀκοῦσαι», δῆλον δὲ ὅτι δαιμονία ἦν ἡ φωνὴ — ἢ γὰρ ἂν καὶ ὁ Φαῖδρος ἤκουσε —, ζητητέον πῶς ἀκούονται αἱ τοιαῦται φωναὶ καὶ εἰ ὅλως φωνοῦσιν οἱ δαίμονες. Ὁ μὲν οὖν Πλωτῖνος ἐν τῷ πρώτῳ τῶν περὶ ἀποριῶν οὐδὲν ἄτοπόν φησι φωνὴν ἀφιέναι τοὺς δαίμονας ἐν ἀέρι διαιτωμένους· ἡ τοιάδε γὰρ πληγὴ τοῦ ἀέρος ἐστὶ φωνή. Ἐπειδὴ δὲ καὶ τοῖς οὐρανίοις θεοῖς φωνὴν περιτιθέασιν οἱ θεῖοι ἄνδρες καὶ αἰσθήσεις·

  
ἠέλιος ὃς πάντʼ ἐφορᾷ  
καὶ

  
ὃ δέ μʼ ἐς φρένας ἦλθε  
καὶ παντὶ δὲ τῷ κόσμῳ φωνὴν περιτιθέασι, ζητητέον κοινόν τινα λόγον ὃς ἐφαρμόσει πᾶσι πῶς φωνοῦσι καὶ ὅλως πῶς αἰσθάνονται τὰ κρείττονα γένη. Ῥητέον οὖν σαφῶς καὶ συντόμως οὕτως· ἐφʼ ἡμῶν ὅταν διʼ αἰσθήσεως γινώσκωμεν, δύο συμβαίνει· καὶ πάθος περὶ αἰσθητήριον ἡμῶν οἷον περὶ τὴν κόρην ἢ περὶ ἄλλο τι αἰσθητήριον, καὶ γνῶσις αὐτοῦ τοῦ πάθους. Τούτων τὸ μὲν πάθος ἀφέλωμεν τῶν κρειττόνων γενῶν, τὴν δὲ γνῶσιν καταλείψωμεν. Καὶ ῥητέον ὅτι διὰ μὲν πάθους οὐκ αἰσθάνεται τὸ σῶμα τοῦ ἡλίου — περὶ γὰρ αἰσθήσεως ὁ λόγος, ἡ δὲ αἴσθησις περὶ σῶμα —, ἀλλὰ ὅλον διʼ ὅλου ἐστὶ γνωστικὸν καὶ ὅλον ὄψις ἐστὶν καὶ ὅλον ἀκοὴ, ὁπότε καὶ ἡμῶν μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος τούτου τὸ ὄχημα λαμπρὸν ὂν καὶ καθαρὸν ὅλον διʼ ὅλου ἐστὶν αἰσθητικὸν καὶ κατὰ πᾶν ὁρᾷ καὶ κατὰ πᾶν ἀκούει. Ὅλως δὲ ἰστέον ὅτι τὰς μὲν γνωστικὰς δυνάμεις, ὧν εἰσὶ καὶ αἱ αἰσθητικαί — γνώσεις γάρ τινές εἰσι καὶ αἱ αἰσθήσεις —, οἱ θεῖοι καὶ παλαιοὶ ἄνδρες καταλείπουσι τοῖς οὐρανίοις θεοῖς, περὶ δὲ τῆς ὀρεκτικῆς ἐφιστᾶσι· καὶ Πλωτῖνος μὲν καὶ ταύτην δίδωσιν, Ἰάμβλιχος δὲ ἀπογινώσκει. Περὶ δὲ φωνῆς ῥητέον ὅτι αὐτοὶ μὲν οὐ ταύτην τὴν διὰ πληγῆς καὶ ψόφων ἀφιᾶσι φωνὴν, οὐδὲ διʼ ἀρτηριῶν καὶ ὀργάνων τοιούτων, οὐδὲ δέονται τοῦ μεταξὺ καὶ τῆς ἐν τῷ ἀέρι πληγῆς, ἀλλʼ ὥσπερ ἕτερον εἶδος αἰσθήσεως αὐτοῖς ἀπέδομεν γνωστικὸν καὶ οὐ παθητικὸν, οὕτω καὶ φωνὴν ἕτερον τρόπον καὶ σύστοιχον αὐτοῖς· Ἄλλως γὰρ παρʼ αὐτῶν ἐνδίδοται, καὶ ἄλλως τὸ μεταλαμβάνον δέχεται. Ὥσπερ αὐτοῦ τοῦ ἡλίου μὴ ὄντος καυστικοῦ, ἀλλʼ οὔσης ζωτικῆς καὶ ζωοποιοῦ θέρμης ἐν αὐτῷ καὶ ἀπλήκτου, ὁ ἀὴρ παθητικῶς δέχεται τὸ ἀπʼ αὐτοῦ φῶς καὶ καυστικῶς· οὕτως οὖν ἁρμονίας οὔσης ἐν αὐτοῖς τινὸς καὶ ἑτέρου εἴδους φωνῆς ἡμεῖς παθητικῶς ἀκούομεν· ἀκούομεν δὲ οὐ δήπου τούτοις τοῖς αἰσθητοῖς ὠσὶν, οὐδὲ ταύταις ταῖς ὄψεσι καὶ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς τὰς δαιμονίας καὶ θείας ὄψεις ὁρῶμεν, ἀλλʼ ἐπειδὴ πασῶν τούτων τῶν αἰσθήσεών εἰσιν αἰσθήσεις ἀρχοειδέστεραι καὶ παραδειγματικώτεραι καὶ καθαρώτεραι ἐν τῷ πνεύματι, δηλονότι κατὰ ταύτας καὶ ἀκούει καὶ ὁρᾷ ἡ ψυχὴ τὰ θεῖα φάσματα. Διὸ καὶ μόνη αἰσθάνεται παρὰ πάντας τοὺς συνόντας·

  
οἴῳ φαινομένη, τῶν δʼ ἄλλων οὔτις ὁρᾶτο.  
Κοινωνία γὰρ γίνεται τοῦ δαιμονίου ὀχήματος καὶ τοῦ τῆς ψυχῆς· ὅπερ δαιμόνιον ὄχημα, οὐχὶ γλώττῃ χρώμενον καὶ φωνητικοῖς ὀργάνοις, ἀλλʼ αὐτῷ τῷ βούλεσθαι τὴν τοῦ δαίμονος ψυχὴν, κίνησίν τινα καὶ ἐναρμόνιον ἦχον ἀφίησι σημαντικὸν, οὗ αἰσθάνεται ἡ ἀνθρώπου ψυχὴ τῇ αἰσθήσει τῇ ἐν τῷ ἀρχοειδεῖ ὀχήματι. Ἔστι μὲν οὖν τις δαίμων ὃς κατʼ οὐσίαν ἡγεῖται τῆς ψυχῆς, ὡς εἴρηται· πολλάκις δὲ ἡ ψυχὴ ἐν τῷ αὐτῷ βίῳ κατὰ τὰς διαφόρους ἑαυτῆς ζωὰς ἄλλῳ καὶ ἄλλῳ συντάττεται δαίμονι, οὐ τῷ κατʼ οὐσίαν ἐξῃρημένῳ — ἐκεῖνος γὰρ αὐτῇ ἀεὶ πάρεστιν —, ἀλλὰ ἄλλοις μερικωτέροις καὶ ἐφόροις τῶν διαφόρων αὐτῆς πράξεων. Κἂν τὸν κλῆρον οὖν ἐκεῖνον ἕληται τὸν κατὰ τὸν οἰκεῖον θεὸν καὶ τῷ ὑπʼ αὐτὸν δαίμονι συνταχθῇ, ὑπὸ διαφόρους μερικωτέρους πεσεῖται δαίμονας. Ἁμαρτωλότερον μὲν γὰρ ζῶσα ὑπὸ τὸν ἐμπαθέστερον πίπτει δαίμονα ἐν κακοῖς καλινδουμένη, ἀνανήψασα δὲ καὶ καθαρώτερον ζήσασα ὑπὸ ἀγαθοειδέστερον ἑαυτὴν τάττει δαίμονα· καὶ οὕτως ἐξαλλάττει τοὺς ἐφεστῶτας δαίμονας οὐκ ἐκβαίνουσα τοῦ κλήρου τὸ πλάτος· ὥσπερ ἐν τῇ Πολιτείᾳ φέρε ἕκαστος ἐξουσίαν ἔχει διὰ τῶν τοιῶνδε πράξεων ἑαυτὸν ἢ ὑπὸ τὸ θητικὸν ἢ ὑπὸ τὸ ἐπικουρικὸν τάττειν· καὶ τοῦτο ἔστι τὸ εἰρημένον· «οὐχ ὑμᾶς δαίμων λήξεται, ἀλλʼ ὑμεῖς δαίμονα αἱρήσεσθε.»

`70`

ξεʹ Ὥς τι ἡμαρτηκότα εἰς τὸ θεῖον

Ἐπειδὴ γὰρ κατὰ τοῦ ἔρωτος εἶπεν, εἰ καὶ οὐκ ἔστιν ὁ κυρίως ἔρως ἀλλʼ ἀκόλαστον πάθος, ἐπειδὴ ὅπως ποτὲ ἔρως καλεῖται παρὰ τῶν πολλῶν, δεῖ δὲ σέβειν τὰ τῶν θεῶν ὀνόματα, ὅπου ἂν ὦσι κείμενα, ὡς σύμβολα αὐτῶν καὶ ἀγάλματα καὶ εἰκόνας ὄντα ἑαυτοῖς ἃ ἀνιέρωσεν ἡ ψυχὴ, διὰ τοῦτο ἡμαρτηκέναι φησὶν εἰς τὸ θεῖον· «τὸ δʼ ἐμὸν δέος, ὦ Πρώταρχε, περὶ τὰ τῶν θεῶν ὀνόματα οὐκ ἔστι, φησὶ, κατʼ ἄνθρωπον, ἀλλὰ πέρᾳ τοῦ μεγίστου φόβου,» ὡς ἐν Φιλήβῳ φησί.

ξϛʹ Εἰμὶ δὴ οὖν μάντις μέν

`71`

Πανταχοῦ μὲν ὁ Σωκράτης φησὶ μηδὲν εἰδέναι, τρὸς τὴν θείαν γνῶσιν παραβάλλων τὴν ἀνθρωπικήν· οὕτως οὖν καὶ ἐπὶ μαντικῆς φησιν εἶναι μάντις οὐ πάνυ σπουδαῖος, ὡς πρὸς τὸν Ἀπόλλωνα καὶ τοὺς θεοὺς ἑαυτὸν παραβάλλων. Ἡ μὲν γὰρ θεία μαντικὴ ἐπὶ πάντα χρόνον καὶ ἐπὶ πάντα τόπον καὶ ἐπὶ πᾶν μέγεθος πράξεως καὶ σμικρὸν καὶ μέγα φθάνει, ἡ δὲ ἀνθρωπικὴ καί τις καὶ δαιμονία τὰ μὲν ἄχρι τοῦδε τοῦ χρόνου ἢ τοῦδε τοῦ τόπου δύναται εἰδέναι, τὰ περαιτέρω δὲ οὐκέτι, καὶ περὶ μὲν μικρῶν καὶ τῶνδε τῶν πραγμάτων δύναται προειπεῖν, περὶ δὲ τῶν ἔτι μειζόνων οὐκέτι. —Τὸ δὲ ὥσπερ οἱ τὰ γράμματα φαῦλοι τοιοῦτόν ἐστιν. Εἰσί τινες οἳ οὕτως βραδέως καὶ κακῶς γράφουσιν ὥστε ἑαυτοῖς μὲν δύνασθαί τινας ἀποσημειώσεις ποιεῖσθαι, μὴ μέντοι τινὰ ἂν αὐτοῖς ὑπογραφεῦσι χρήσασθαι· εἰ δὲ καὶ διὰ τὴν ἀσάφειαν ἑαυτοῖς μόνοις συνετὰ γράφοιεν, οὐκ ἀπᾴδει τῆς Σωκρατικῆς εὐλαβείας. Τούτοις οὖν ἑαυτοῦ παραβάλλει τὴν μαντικὴν ὁ Σωκράτης ὡς πρὸς τὴν θείαν καὶ δαιμονίαν μαντικήν. — Τὸ δὲ μαντικόν γέ τι καὶ ἡ ψυχή οἰκείως εἶπε καὶ ἀληθῶς· ἔχει μὲν γάρ τι μαντικὸν, ἀλλὰ μικρόν τε καὶ ἀπεστενωμένον καὶ ἀμαυρόν· ἅτε γὰρ λογικὴ οὖσα φύσις στοχάζεται πολλάκις ἐπηβόλως περὶ τῶν μελλόντων καὶ αὐτὴν ἀφʼ ἑαυτῆς κινουμένη, καὶ διʼ ὀρνίθων ἢ ἄλλων τινῶν στοχαστικῶν συμβόλων· διὸ οἰκείως ἐπὶ τῆς ψυχῆς τὸ τί προσέθηκεν ὡς πρὸς τὴν θείαν μαντικήν. —Τὸ δὲ ἐδυσωπούμην κατʼ Ἴβυκον τοιοῦτόν ἐστιν· «οὐ βούλομαι προσκροῦσαι τοῖς θεοῖς καὶ ἁμαρτεῖν παρʼ αὐτοῖς διὰ τὴν παρὰ τοῖς ἀνθρώποις τιμὴν καὶ εὐδοκίμησιν.» Ἐδυσωπούμην οὖν ἀντὶ τοῦ ηὐλαβούμην.

ξζʹ Δεινὸν ὦ Φαῖδρε

`72`

Τρία ἐγκαλεῖ τῷ λόγῳ τῷ τοῦ Λυσίου, καὶ κατʼ ἀλήθειαν τὰ τρία· τοῦ γὰρ χειρίστου ἔρωτος ἦν ἐραστὴς καὶ τούτου ἤρα καὶ ἐφήπτετο· τῷ δὲ τοῦ Σωκράτους ... ὡς πρὸς σύγκρισιν τοῦ τελείου καὶ ὡς θεοῦ ἔρωτος, ἐπειδὴ περὶ τοῦ μέσου ἦν ἔρωτος ὁ λόγος Σωκράτους τοῦ ἐν ἐπιστήμαις καὶ ἀρεταῖς ὁρωμένου καὶ τῇ σώφρονι τῆς ψυχῆς ζωῇ καὶ οὐχὶ τῇ ἐνθουσιαστικῇ. Διὸ καὶ δὶς εἶπε τὸ δεινὸν ὦ Φαῖδρε δεινόν· δεινὸς μὲν γὰρ τῷ ὄντι ὁ τοῦ Λυσίου λόγος αἰσχρὸς ὢν καὶ ὑβριστὴς ἔρως, δεινὸς δὲ καὶ ὁ Σωκράτους ὡς πρὸς τὸν ἐνθουσιαστικὸν καὶ ἀναγωγὸν ἔρωτα. Τὰ γὰρ καταδεέστερα καὶ ὑφειμένα ὡς πρὸς τὰ τελειότερα καὶ ὑπέρτερα παραβαλλόμενα εὐήθη καὶ δεινά ἐστι καὶ ὑπό τι ἀσεβῆ. Ἀσεβῆ μὲν οὖν λέγει ἐπειδὴ ὅλως ἐψέγετο ὅπως ποτὲ τὸ τοῦ ἔρωτος ὄνομα· εὐλαβὴς γὰρ ἦν σφόδρα, ὡς εἴρηται, περὶ τὰ τῶν θεῶν ὀνόματα ὁ Σωκράτης· ὑπό τι δὲ καὶ οὐχ ἁπλῶς ἀσεβῆ, ἐπειδὴ οὐ πᾶς ἔρως ἐψέγετο, ἀλλά τις καὶ μερικὸς, ὁ γὰρ ὑβριστὴς καὶ ἀκόλαστος ἔρως. Τριῶν οὖν ὄντων πραγμάτων, τῶν τε ὑπὲρ ἡμᾶς οὐσιῶν καὶ τῶν ὁμοστοίχων μὲν ἡμῖν, σεμνῶν δὲ δοκούντων εἶναι — λέγω δὲ τῶν σπουδαίων ἀνδρῶν —, τῶν δὲ καταδεεστέρων ἡμῶν οὐσιῶν ἢ ὡντινωνοῦν, τὸ μὲν πρὸς τὰ ὑπὲρ ἡμᾶς ἁμάρτημα ἀσεβὲς ἐκάλεσε, τὸ δὲ πρὸς τοὺς σπουδαίους ἄνδρας τῷ μὴ ὑπεστάλθαι καὶ αἰσχύνεσθαι αὐτοὺς ἀναιδὲς, τὸ δὲ πρὸς τὰ καταδεέστερα σπουδάζειν καὶ τὰ μὴ ὄντα πολλῆς σπουδῆς ἄξια πολλὴν καταβάλλεσθαι σπουδὴν εὐήθειαν προσεῖπε. —Τὸ δὲ καταφαρμακευθέντος ἀντὶ τοῦ· θελχθέντος καὶ τὴν φύσιν καὶ πᾶν τὸ ἄλογον κηληθέντος. Εἶπε γὰρ αὐτὸν καὶ ἐν Συμποσίῳ τὸν ἔρωτα φιλόσοφον καὶ δεινὸν γόητα καὶ φαρμακέα καὶ σοφιστήν· φιλόσοφον μὲν ὡς τὸ λογικὸν ἡμῶν διεγείροντα ἐπὶ τὰ καλὰ, γόητα δὲ ὡς τὸν θυμὸν καταστέλλοντα, φαρμακέα δὲ ὡς τὸ ἐπιθυμητικὸν κηλοῦντα, σοφιστὴν δὲ ὡς τὴν φύσιν ἀπατῶντα καὶ δελεάζοντα. Φαίδρῳ δὲ, ὡς εἴπομεν πολλάκις, ἀνατίθησι τὸν λόγον, καὶ ὅτι κατὰ τοῦ ἔρωτος εἶπε τὸν λόγον εἰ καὶ τοῦ ἀκολάστου, καὶ ὅτι προηγουμένως ἦν καὶ οἰκεία τοῦ Σωκράτους ἐνέργεια ἡ περὶ τὸν ἔνθουν καὶ ἀναγωγὸν ἔρωτα διατριβή. —Τὸ δὲ ὥσπερ οὖν ἐστι, θεὸς ἤ τι θεῖον ὁ ἔρως εἴρηκεν ἤτοι ὅτι ἔστι καὶ θεὸς ὁ Ἔρως, εἰσὶ δὲ καὶ θεῖοι καὶ δαιμόνιοι ἔρωτες, ἢ ὅτι θεὸς μὲν καθʼ ἑαυτὸν ὁ ἔρως, θεῖος δὲ ὡς πρὸς τὸ ἐραστὸν ἀνάγων τὸ ὑπέρτερον αὑτοῦ· πάντα γὰρ τὰ καταδεέστερα ἐπὶ τὸ καλὸν καὶ ἐραστὸν ἀναπέμπει καὶ ἐπὶ τἀγαθόν. —Τὸ δὲ μηδὲν ὑγιὲς λέγοντε μηδὲ ἀληθές ἐπὶ μὲν τοῦ Λυσίου πάλιν λόγου ἀληθές — τῷ γὰρ ὄντι οὐδὲν ὑγιὲς οὐδὲ ἀληθὲς εἶχεν —, ἐπὶ δὲ τοῦ λόγου Σωκράτους, ὅτι ὡς πρὸς τὰς προηγουμένας καὶ ἀληθεῖς καὶ ἀναγωγοὺς ἐνεργείας τοῦ ἔρωτος οὐδὲν ὑγιὲς οὐδὲ ἀληθὲς εἶχεν οὐδʼ ὁ Σωκράτους λόγος· εἰ καὶ ἀλήθειάν τινα εἶχεν ὁ Σωκράτους λόγος, ἀλλʼ ὡς πρὸς τὸν σώφρονα ἔρωτα καὶ τὸ ψυχικὸν κάλλος τὸ τῶν ἐπιστημῶν τε καὶ ἀρετῶν· ἐπεὶ πρὸς τὸν ἔρωτα τὸν θεὸν καὶ τὰς βακχείας αὐτοῦ καὶ τὰς ἐνθουσιαστικὰς ἐνεργείας, ἃ περιέχουσιν οἱ τῆς παλινῳδίας λόγοι, οὐδὲ ξύμβλητά ἐστι τὰ νῦν τοῦ Σωκράτους ῥήματα.

ξηʹ Ἐμοὶ μὲν οὖν ὦ φίλε

`73–74`

Τριῶν ὄντων τούτων, οὐσίας, δυνάμεως, ἐνεργείας, οἱ μὲν θεοὶ μένοντες ἐν ταῖς πρωτίσταις ἑαυτῶν ἐνεργείαις καὶ οὐκ ἐξιστάμενοι αὐτῶν, παράγουσι δευτέρας καὶ τρίτας ἑαυτῶν ἐνεργείας. Εἰ δέ τις προβάλλων ἀφʼ ἑαυτοῦ δευτέραν ἢ τρίτην ἐνέργειαν ἀφίσταιτο τῆς πρώτης ἢ καὶ ἐπιλανθάνοιτο αὐτῆς, ἁμαρτάνει, ὥσπερ εἰς κοιλότερα διατρίβων, ἀφεὶς τὰς πρώτας καὶ κυρίας ἐνεργείας. Εἰ δὲ μὴ μόνον περὶ τὰ δεύτερα διατρίβοι ἀποστὰς τῶν πρώτων, ἀλλὰ καὶ διαστρόφως περὶ αὐτὰ ἀναστρέφοιτο, τῷ ὄντι μέγα τὸ ἁμάρτημα. Οἷον τρεῖς εἰσιν οὗτοι ἄνδρες· ὃ μὲν τῇ θεωρίᾳ σχολάζων, ὃ δὲ δυνάμενος μὲν εἶναι καὶ θεωρητικὸς, ἀποστὰς δὲ ταύτης καὶ περὶ πολιτείαν διατρίβων, ὃ δὲ οὐδὲ ὀρθῶς περὶ πολιτείαν ἀναστρεφόμενος ἀλλὰ διαστρόφως καὶ πανούργως· ἀμφότεροι μὲν οὖν ἁμαρτάνουσι καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ὡς τῆς πρωτίστης καὶ καλλίστης ἐνεργείας ἀφιστάμενοι, ἀλλὰ πλέον ὁ τρίτος τοῦ δευτέρου ἁμαρτάνει. Τῷ μὲν γὰρ δευτέρῳ ῥᾴστη ἦν ἡ ἐπὶ τὸν πρῶτον ἀναδρομὴ, τῷ δὲ τρίτῳ χαλεπή. Ἀναλογεῖ οὖν τῷ μὲν δευτέρῳ ὁ Σωκράτους λόγος, τῷ δὲ τρίτῳ ὁ Λυσίου· τῷ μὲν γὰρ Σωκράτει ἡ ἐπὶ τὰς οἰκείας ἀρχὰς ἄνοδος, τουτέστιν ἐπὶ τὴν θεωρίαν, ῥᾴστη καὶ εὐμαρὴς — πρῶτον μὲν γὰρ οὐδὲ τὴν δευτέραν ἐνέργειαν προβάλλων ἀφίστατο τῆς πρώτης· ἔπειτα εἰ καὶ ἀφίστατο, ἀλλʼ οὖν οὐ πόρρω αὐτῆς ἦν καὶ περὶ τὴν δευτέραν κατελθών· τοῦ γὰρ ὑποστρέψαι μόνον ἐδεῖτο —, τῷ δὲ Λυσίᾳ ἅτε μοχθηρῶς καὶ μιαρῶς ἀναστρεφομένῳ οὐκ εὐμαρὴς, ἀλλὰ καὶ σφόδρα χαλεπὴ ἡ ἐπὶ τὰς ἀρχὰς ἄνοδος. —Τὸ οὖν καθήρασθαί ἐστι τὸν Σωκράτη ἀποθέσθαι τὰς δευτέρας καὶ κοιλοτέρας ἐνεργείας καὶ ὑποστρέψαι ἐπὶ τὰς οἰκείας ἐνεργείας τὰς πρώτας καὶ νοεράς. Διὸ καὶ ἀρχαῖον αὐτὸν ἐκάλεσεν· ἐξ ἀιδίου γὰρ αἱ ψυχαὶ προελθοῦσαι ἀπὸ τῆς ἑαυτῶν ἀρχῆς πάλιν εἰς αὐτὴν ὑποστρέφουσιν. Αὕτη δέ ἐστι καὶ ἡ περὶ τὴν μυθολογίαν ἁμαρτία, τὸ γὰρ περὶ τὴν θεολογίαν ἁμαρτεῖν — ἡ γὰρ μυθολογία θεολογία τίς ἐστι· τὸ οὖν μὴ ἐμφρόνως περὶ τὴν μυθολογίαν ἀνεστράφθαι, τουτέστι τὸ μὴ ἐμφρόνως κατακρατῆσαι τῆς διανοίας τῶν μυθοπλάστων, ἀλλὰ τῷ φαινομένῳ ἕπεσθαι, ἁμάρτημά ἐστι περὶ μυθολογίαν. Ὃ καὶ νῦν ὁ Σωκράτης πέπονθε τὸν ἔρωτα λοιδορησάμενος, εἰ καὶ τὸν ἀκόλαστον ἀλλʼ οὖν τὸ τοῦ ἔρωτος ὄνομα. Αὕτη μὲν οὖν ἡ περὶ τὴν μυθολογίαν ἁμαρτία. Καθαρμὸς δὲ ταύτης τῆς ἁμαρτίας τὸ προβαλέσθαι τὰς ἀληθεῖς καὶ ἐνθουσιαστικὰς περὶ τοῦ ἔρωτος ἐννοίας, ἃς περιέχει ἡ παλινῳδία. Διὸ καὶ πάλιν ἐπὶ τὴν ἀρχαίαν ᾠδὴν τὴν πρωτίστην ἐπανέδραμε. Τὰ δὲ περὶ μολυσμῶν καὶ καθαρμῶν ὧδε λεκτέον· περὶ ὃ ὁ μολυσμὸς, περὶ τοῦτο καὶ ὁ καθαρμός. Ἔστι δὲ ἔννοια μολυσμοῦ ἀλλοτρίου προσθήκη, ἔννοια δέ ἐστι καθαρμοῦ ἀλλοτρίου ἀφαίρεσις. Γίνεται δὲ ὁ μολυσμὸς καὶ ἀπὸ τῆς ἄκρας ἡμῶν ψυχῆς ἄχρι καὶ τῶν ἐξηρτημένων ἐσχάτως ἡμῶν· καὶ πρόσφορος ἑκάστῳ καὶ ὁ καθαρμός. Οἷον ἔστι καὶ σώματος μολυσμὸς τὸ πηλὸν εἰ τύχοι καὶ βόρβορον πατῆσαι, καὶ εἰ μή τι ἄλλο προσῇ, ἄχρι τοῦ σώματος ἔσται ὁ μολυσμός· διὸ καὶ εὐίατός ἐστι· λουτρὸν γὰρ εὐθὺς αὐτὸν καθαίρει. Ἔστι καὶ τοῦ πνεύματος μολυσμός· ἀπὸ γάρ τινων ἀτμῶν εἰ τύχοι ἐν τοῖσδε τοῖς ἀκαθάρτοις τόποις καὶ ἀπὸ πράξεών τινων ἀκολάστων διαδίδοται εἰς τὸ πνεῦμα ὁ μολυσμὸς, ὃν ἐπιγινώσκει μόνη ἡ τελεστικὴ καὶ πρόσφορον ποιεῖται ἑκάστου τὸν καθαρμόν. Ἔστι καὶ τῆς ἀλόγου ψυχῆς μολυσμὸς, ἐπιθυμίαι ἄλογοι καὶ θυμοὶ, ὧν πάλιν οἱ καθαρμοὶ καὶ διὰ ἠθικῆς φιλοσοφίας καὶ διὰ θεῶν βοηθείας γίνονται. Ἔστι δὲ καὶ τῆς λογικῆς ψυχῆς μολυσμὸς ὅταν ἐκ ψευδῶν δοξασμάτων ψευδῆ παρʼ ἑαυτῇ συναγάγῃ καὶ ὕθλους ἀποτίκτῃ καὶ ψευδοδοξίας, ὧν ὁ ἔλεγχος καθαρμός ἐστι καὶ ἡ φιλοσοφία μὲν ἀπελατικὴ αὐτῶν, μάλιστα δὲ ἡ παρὰ τῶν θεῶν βοήθεια τελειοῦσα τὴν ψυχὴν καὶ εἰς τὸ ἀληθὲς ἄγουσα. Ἐπὶ ἑκάστου δὲ τούτων τῶν μολυσμῶν τρεῖς ἂν εὕροις ἄνδρας καὶ διαφοράς· ὃ μὲν γὰρ μολυνθεὶς καὶ βλαβεὶς οὐκ ᾔσθετο, ὧν ἐν πρώτοις τάξει τὸν Ὅμηρον — πάντως γὰρ ἕπεται τῷ μολυσμῷ βλάβη διὰ τὸ οἰκεῖόν τι δαιμόνιον ἐπίστασθαι τὴν τοιάνδε τοῦ ἀνθρώπου ζωὴν καὶ ἐκείνῳ συντάττεσθαι —, ὃ δὲ μολυνθεὶς καὶ βλαβεὶς ᾔσθετο μετὰ τὴν βλάβην, ὧν ἐστιν ὁ Στησίχορος, καὶ οὕτω μετὰ τὸ παθεῖν γνοὺς τὴν βλάβην ἰάσατο· τρίτος δέ ἐστιν ὁ μολυνθεὶς μὲν, πρὶν δὲ βλαβῆναι ἰώμενος, ὧν ἐστι Σωκράτης — οὐ γὰρ παραχρῆμα ἕπεται ἡ βλάβη, ἀλλὰ γίνεταί τις μεταξὺ χρόνος. Ὥσπερ οὖν φασιν οἱ ἰατροὶ ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὸ αὐτὸ εἶδος τῆς ἐναντιώσεως καὶ κατὰ τὸ αὐτὸ μέρος καὶ κατὰ τὰ αὐτὰ μέτρα, οὕτω δὴ καὶ ἐνταῦθα ὁ Σωκράτης, ἐπειδὴ περὶ μυθολογίαν ἦν τὸ ἁμάρτημα καὶ ὁ μολυσμός — γίνεται γὰρ καὶ ἀπὸ ῥημάτων μολυσμός — κατὰ τὸ αὐτὸ πάλιν εἶδος καὶ ἰάσασθαι βούλεται· διὰ γὰρ τῆς μυθολογίας τε καὶ παλινῳδίας ἀποκαθήρασθαι καὶ ἰάσασθαι βούλεται τὸ ἁμάρτημα. Ἀλλὰ πῶς ὁ Σωκράτης ἐμολύνθη διὰ τῶν λόγων, τοῦ ἀγαθοῦ ἕνεκα καὶ τῆς τοῦ νέου ὠφελείας μετὰ φρονήσεως τοὺς λόγους ποιούμενος; ὁ μὲν γὰρ Λυσίας μεμολύνθω καὶ διὰ τὴν προαίρεσιν, ὁ δὲ Σωκράτης πῶς; Ἢ ἐπειδὴ περὶ κοιλοτέρας ἐνεργείας ἑαυτὸν ἐπιδέδωκε καὶ ὅλως κάθαρσιν τῶν ἀλλοτρίων κακῶν καὶ τὴν οἵαν ποτὲ ἀπόβλεψιν εἰς αὐτὰ, καὶ ὅτι κατὰ τοῦ ὀνόματος τοῦ ἔρωτος εἶπεν, εἰ καὶ τοῦ ἀκολάστου, διὰ τοῦτο καθήρασθαι βούλεται ὡς μολυνθείς. Ὡς γὰρ ὁ ὀρθὸς δικαστὴς κατὰ νόμους καὶ τοῦ ἀγαθοῦ ἕνεκα κολάζων τοὺς ἁμαρτάνοντας δεῖται καθαρσίων, καὶ οὐκ ἂν ἐάν γε σωφρονῇ ἀπὸ κολαστικῆς ἀποφάσεως καὶ φόνου πρὶν καθαρθῆναι ἱερουργίᾳ παραβάλοι, οὕτω δὴ καὶ ὁ Σωκράτης ποιεῖ.

`75`

ξθʹ Τῶν γὰρ ὀμμάτων στερηθείς

`76–79`

Περὶ τῆς Ὁμήρου τυφλώσεως διάφοροι φέρονται ἱστορίαι. Οἳ μὲν γὰρ αὐτὸν καὶ τυφλὸν ἐκ γενετῆς λέγουσι καὶ οὕτω τετέχθαι· οἳ δὲ ποιμαίνοντα παρὰ τῷ τάφῳ τοῦ Ἀχιλλέως πολλάς τινας καταβαλέσθαι εἰς τὸν ἥρω χοὰς καὶ στεφάνους, καὶ παρακαλεῖν αὐτὸν ὀφθῆναι αὐτῷ. Ὁ δὲ ἥρως ὤφθη μετὰ τῆς πανοπλίας λάμπων· καὶ ὁ Ὅμηρος μὴ ἐνεγκὼν τὴν θέαν καὶ τὴν λαμπηδόνα τῶν ὅπλων ἐτυφλώθη. Οἳ δὲ ὅτι, ἐπειδὴ εἶπε περὶ τῆς Ἑλένης ὅτι ἡρπάσθη καὶ ἠγάγετο αὐτὴν Ἀλέξανδρος εἰς τὸ Ἴλιον καὶ ἔσχεν ὡς γυναῖκα, κατὰ μῆνιν τῆς ἡρωίνης ὡς ὑβρισθείσης παρʼ αὐτοῦ ἐτυφλώθη. —Ἀλλὰ πῶς τὰ αὐτὰ καὶ ὁ Στησίχορος εἰπὼν εἰς αὐτὴν καὶ τυφλωθεὶς ἀνέβλεψε; Φασὶν ὅτι Λοκροὶ καὶ Κροτωνιᾶται ἐπολέμουν πρὸς ἀλλήλους· ἔθος δὲ ἦν τοῖς Λοκροῖς μέρος τῆς στρατιᾶς ἀφρούρητον ἀνιεροῦν τοῖς ἥρωσιν ὡς ἐκείνων φρουρούντων αὐτό· τὸν οὖν Λεώνυμον τὸν στρατηγὸν τῶν Κροτωνιατῶν ἐπιθέσθαι ἐκείνῳ τῷ μέρει ὡς ἀφρουρήτῳ, καὶ τρωθέντα ἐξ ἀδήλου ἀναχωρῆσαι χαλεπῶς διακείμενον ὑπὸ τοῦ τραύματος· ἐλθεῖν οὖν αὐτὸν εἰς τὸ ἐν Δελφοῖς μαντεῖον διὰ θεραπείαν, καὶ λαβεῖν χρησμὸν ὅτι ὁ τρώσας καὶ ἰάσεται· ἐπανερομένου δʼ αὐτοῦ καὶ τίς ὁ τρώσας — καὶ γὰρ ἦν ἄδηλον — ἀκοῦσαι ὅτι ὁ Ἀχιλλεύς· ἀπελθόντα οὖν αὐτὸν εἰς Λεύκην τὴν νῆσον — ἦν δὲ αὕτη ἀνειμένη τῷ Ἀχιλλεῖ — ἱκετεῦσαι τὸν ἥρωα, καὶ ἰδεῖν κοιμηθέντα τινὰς τῶν ἡρώων καὶ λαβεῖν μὲν παρὰ τοῦ Ἀχιλλέως θεραπείαν· ἀκοῦσαι δὲ παρʼ αὐτῶν εἰπεῖν τοῖς ἀνθρώποις ὅτι «οὐδὲν λανθάνει θεοὺς οὐδὲ ἥρωας ὧν πράττετε, ὦ ἄνθρωποι,» ἐλθεῖν δὲ καὶ τὴν Ἑλένην καὶ εἰπεῖν ἀπαγγεῖλαι Στησιχόρῳ παλινῳδίαν ᾆσαι ἵνα ἀναβλέψῃ· καὶ γὰρ τὸν Ὅμηρον διʼ αὐτὸ τοῦτο τετυφλῶσθαι ὡς κακηγορήσαντά με· καὶ οὕτω τὸν Στησίχορον ἀκούσαντα παρὰ τοῦ Λεωνύμου γράψαι τὴν παλινῳδίαν καὶ οὕτως ἀναβλέψαι. —Τί οὖν βούλεται ὁ Πλάτων διὰ τούτων σημαίνειν; οὐ γὰρ δὴ αὐτόθεν καταψηφιούμεθα ὡς Ὅμηρος εἰς τὴν Ἑλένην ἐδυσφήμησε· τίς γὰρ ἄλλος οὕτως ἐπῄνεσε τὴν Ἑλένην; Ἀρτέμιδι γὰρ χρυσηλακάτῳ ἐοικυῖαν αὐτὴν καλεῖ καί

  
Οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς  
  
τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν.  
Ῥητέον οὖν ὅτι πρόσωπα μὲν ἐνταῦθα ὁ Πλάτων οὐ προσποιεῖται, οὐδὲ τῶν ἀνδρῶν χάριν ταῦτα παραλαμβάνει ἵνα δείξῃ Στησίχορον μὲν Ὁμήρου βελτίονα, τὸν δὲ Σωκράτη ἀμφοτέρων· οὕτω γὰρ δοκεῖ δείκνυσθαι διʼ ὧν Ὅμηρος μὲν οὐδὲ ᾔσθετο βλαβεὶς, ὁ δὲ Στησίχορος αἰσθόμενος τῆς βλάβης ἰάσατο, ὁ δὲ Σωκράτης πρὶν βλαβῆναι ἰάσατο. Οὐ τῶν ἀνδρῶν οὖν χάριν ταῦτα παραλαμβάνει, ἀλλὰ τρεῖς ἕξεις ἁπλῶς ἐνταῦθα παραδίδωσι· τὴν μὲν τῷ αἰσθητῷ κάλλει — τοῦτο γὰρ δηλοῖ ἡ Ἑλένη — ὡς τῷ ἀληθινῷ καὶ πρώτῳ ὄντι κάλλει προσέχουσαν καὶ μὴ ἀνανεύουσαν ἀπʼ αὐτοῦ, ἀλλʼ ἐν αὐτῷ ἀποτυφλωθέντα καὶ ἀπομείναντα, κατὰ τὸν μολυνθέντα μὲν καὶ βλαβέντα, μὴ αἰσθανόμενον δὲ, οὗ Ὅμηρος παράδειγμα· τὴν δὲ δευτέραν ἕξιν πρῶτον μὲν καὶ ἐξ ἀρχῆς τῷ αἰσθητῷ κάλλει ὡς τῷ πρώτῳ κάλλει καὶ ὄντως ὄντι πιστεύσασαν, ὕστερον δὲ ἀναμνησθεῖσαν ἐντεῦθεν καὶ ἐπὶ τὸ νοητὸν ἀναπεμφθεῖσαν κάλλος, κατὰ τὸν μολυνθέντα μὲν καὶ βλαβέντα, αἰσθόμενον μέντοι καὶ ἰασάμενον, ἧς ὁ Στησίχορος εἰκὼν ἐλήφθη· τρίτην δὲ τὴν ἀβλαβῆ μὲν παντελῶς, ἐκ βραχείας δὲ ἀναμνήσεως καὶ φιλοσοφίας ἑκατέρῳ καὶ τῷ αἰσθητῷ καὶ τῷ νοητῷ κάλλει τὸ πρόσφορον μέτρον ἐπιβάλλουσαν, κατὰ τὸν μολυνθέντα μὲν, πρὶν δὲ βλαβῆναι ταχέως ἰασάμενον, ἧς ὁ Σωκράτης ἔνδειγμα. Καὶ οὐ δήπου ἑαυτὸν βούλεται ὁ Σωκράτης καὶ Στησιχόρου καὶ Ὁμήρου ὑπέρτερον δεῖξαι, ἀλλὰ τῶν ἕξεων ἕνεκα τῶν εἰρημένων ταῖς ἱστορίαις ταύταις ἀποκέχρηται. Κατὰ μὲν οὖν ταύτην τὴν ἀνάπτυξιν καὶ κατʼ αὐτὸ τὸ φαινόμενον τῆς ἱστορίας καὶ τὰς Πλατωνικὰς ἕξεις καταδεέστερος μέν ἐστιν Ὅμηρος, ὑπέρτερος δὲ ὁ Στησίχορος, πάντων δὲ ὑπερέχων ὁ Σωκράτης. Δυνατὸν δὲ ἑτέρως τὴν ἀνάπτυξιν ποιησάμενον περὶ τῆς τυφλότητος ἀνάπαλιν τὴν τάξιν τῶν ἀνδρῶν δεῖξαι, ὑπέρτερον μὲν πάντων τὸν Ὅμηρον ὑφειμένον δὲ τὸν Στησίχορον, καταδεέστερον δὲ πάντων τὸν Σωκράτην. Καὶ γὰρ καὶ περὶ τοῦ Θαμύριδος λέγουσιν ὅτι συναντήσασαι αὐτῷ αἱ Μοῦσαι τυφλὸν ἔθεσαν, τουτέστι τῆς μὲν αἰσθητῆς καὶ ἔξω τεταμένης ὄψεως αὐτὸν ἔπαυσαν καὶ τοῦ τὸ αἰσθητὸν κάλλος ἀνυμνεῖν, εἰς δὲ τὸ νοητὸν καὶ τὴν ἀφανῆ οὐσίαν καὶ τὸ ὄντως ὂν κάλλος αὐτοῦ τὸ ὄμμα περιήγαγον. Δηλοῖ οὖν ὅτι Ὅμηρος μὲν τυφλὸς ἀπομείνας ἐνέμεινε τῇ νοητῇ καὶ ἀφανεῖ ἁρμονίᾳ καὶ ἀπὸ τοῦ αἰσθητοῦ κάλλους καὶ ἔξω προφαινομένου περιήχθη εἰς τὸ τὸ νοητὸν καὶ ἀφανὲς κάλλος καὶ ὃ νῷ μόνῳ ἐστὶ ληπτόν· ὁ δὲ Στησίχορος ἐξ ἀρχῆς μὲν καὶ αὐτὸς ἐθεώρει τὸ νοητὸν κάλλος, ὕστερον δὲ ἐκεῖθεν καταβὰς καὶ ἀποπεσὼν ἐκείνης τῆς θεωρίας θεωρεῖ τὸ αἰσθητὸν κάλλος· τοῦτο γὰρ σημαίνει κατὰ ταύτην τὴν ἐπιβολὴν τὸ ἀπὸ τυφλοῦ αὐτὸν ἀναβλέψαι· ὁ δὲ Σωκράτης παραιτεῖται τὸ περὶ τὸ αἰσθητὸν κάλλος ἐνθουσιᾶν καὶ αὐτοῦ ἔχεσθαι μόνου καὶ ἀφίστασθαι τῶν ἄλλων· τοῦτο γὰρ ἂν σημαίνοι τὸ μήπω τυφλωθῆναι αὐτὸν, τὸ μήπω ἐνθουσιάσαι περὶ τὸν θεῖον ἔρωτα. Καὶ ὁρᾷς ὅτι σύμφωνος μὲν αὕτη ἡ ἐξήγησις τῷ πανταχοῦ Σωκράτει ἐξυμνοῦντι τοὺς θεολόγους καὶ τοὺς ἔνθους ποιητὰς καὶ Ὅμηρον, βουλομένῳ δὲ αὐτοῖς ἕπεσθαι. Διὸ ὑπέρτερον πάντων ἐδείξαμεν κατὰ ταύτην τὴν ἀνάπτυξιν τὸν Ὅμηρον. Πλὴν ἡ πρώτη ἀνάπτυξις προσφυεστέρα καὶ οἰκειοτέρα ἐστὶ τοῖς ἐνταῦθα ῥητοῖς. Βέλτιον δὲ καὶ τὴν ἀνάπτυξιν τὴν κατὰ τὴν Ἑλένην καὶ τὸ Ἴλιον ἐκθέσθαι καὶ τὸν πόλεμον τῶν Τρώων καὶ τῶν Ἑλλήνων, ἵνα τι καὶ ἐκ τούτων σαφὲς εἰς τὰ προκείμενα λάβωμεν. Ἴλιον μὲν οὖν νοείσθω ἡμῖν ὁ γενητὸς καὶ ἔνυλος τόπος παρὰ τὴν ἰλὺν καὶ τὴν ὕλην Ἴλιον ὠνομασμένον, ἐν ᾧ καὶ ὁ πόλεμος καὶ ἡ στάσις· οἱ δὲ Τρῶες τὰ ἔνυλα εἴδη καὶ αἱ περὶ τοῖς σώμασι πᾶσαι ζωαὶ, διὸ καὶ ἰθαγενέες λέγονται οἱ Τρῶες· καὶ γὰρ οἰκείαν τὴν ὕλην περιέπουσιν αἱ περὶ τὰ σώματα ζωαὶ πᾶσαι καὶ αἱ ἄλογοι ψυχαί· οἱ δὲ Ἕλληνες αἱ λογικαὶ ψυχαὶ ἐκ τῆς Ἑλλάδος, τουτέστιν ἐκ τοῦ νοητοῦ, ἐλθοῦσαι εἰς τὴν ὕλην, διὸ καὶ ἐπήλυδες λέγονται οἱ Ἕλληνες, καὶ κρατοῦσι τῶν Τρώων ἅτε τῆς ὑπερτέρας ὄντες τάξεως. Μάχη δὲ αὐτοῖς γίνεται περὶ τῷ εἰδώλῳ τῆς Ἑλένης, ὥς φησιν ὁ ποιητής·

  
Ἀμφί γʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ  
  
δῄουν ἀλλήλων ἀμφὶ στήθεσφι βοείας,  
τῆς Ἑλένης τὸ νοητὸν κάλλος δηλούσης, ἑλενόη τις οὖσα, ἡ ἐφελκομένη εἰς αὐτὴν τὸν νοῦν. Ἀπόρροια οὖν τούτου τοῦ νοητοῦ κάλλους ἐνδέδοται τῇ ὕλῃ διὰ τῆς Ἀφροδίτης, περὶ ἧς ἀπορροίας κάλλους μάχονται οἱ Ἕλληνες ὡς ἀνθρώπου. Καὶ οἳ μὲν κατακρατήσαντες τῆς ὕλης καὶ κατεξαναστάντες αὐτῆς ἀπέρχονται ἐπὶ τὸ νοητὸν τὴν ὄντως πατρίδα, οἳ δὲ ἐν αὐτῇ καθάπτονται, οἵα δὴ ἡ τῶν πολλῶν ζωή. Ὥσπερ οὖν ἐν Πολιτείᾳ ὁ προφήτης προλέγει ταῖς ψυχαῖς πῶς ἂν ἀναχθῶσι καὶ τὰς μυριέτεις καὶ χιλιέτεις τῶν ψυχῶν περιόδους, οὕτω καὶ ἐν τοῖς Ἕλλησιν ὁ Κάλχας προλέγει διὰ δέκα ἐτῶν ἐπανιέναι, τοῦ δέκα ἀριθμοῦ τελείας περιόδου σύμβολον φέροντος. Καὶ ὥσπερ ἐν τοῖς βίοις, τῶν ψυχῶν αἳ μὲν διὰ φιλοσοφίας, αἳ δὲ διʼ ἐρωτικῆς, αἳ δὲ διὰ τοῦ βασιλικοῦ καὶ πολεμικοῦ ἀνάγονται, οὕτω καὶ οἱ Ἕλληνες οἳ μὲν διὰ φρονήσεως, οἳ δὲ τῷ πολεμικῷ ἢ ἐρωτικῷ κατορθοῦσι, καὶ διάφορος αὐτοῖς γίνεται ἡ ἐπάνοδος. Ἔχομεν οὖν καὶ τούτων, ὡς ἐν τοῖς προκειμένοις, μετρίαν ἀνάπτυξιν, περὶ ὧν οὐκ ἀπεικὸς ... ἐνδείκνυσθαι τὸν Πλάτωνα διὰ τῆς εἰς τὴν Ἑλένην παλινῳδίας συμφώνως τοῖς προκειμένοις ὅτι οὐχ ὁ περὶ τὸ αἰσθητὸν καὶ ἔνυλον κάλλος διατρίβων καὶ τὸ ἐν συνθέσει καὶ ἔξω ῥέον περὶ τὸ ὄντως ὂν κάλλος διατρίβει, ἀλλὰ δεῖ τούτου μὲν ἀποστῆναι τοῦ ἔρωτος καὶ κάλλους, κἂν ψυχικὸν ᾖ καὶ ἀυλότερον ὡς πρὸς τὸ αἰσθητὸν, περιάγειν δὲ ἑαυτὸν ἐπὶ τὸν ἐνθουσιαστικὸν καὶ ἀναγωγὸν ἔρωτα καὶ ἐπὶ τὸ νοητὸν κάλλος καὶ τὴν ἐν τῷ ὃ ἔστιν αὐτὴν ἀλήθειαν τὴν ὡς θεὸν, ὥς φησιν ἐν τῇ παλινῳδίᾳ. —Τὸ δὲ ἅτε μουσικὸς ὢν ἔγνω τὴν αἰτίαν ἀντὶ τοῦ· ἅτε μελοποιὸς ὢν καὶ τὴν ἁρμονίαν ἐπεσκεμμένος τοῦ παντός. —Τὸ δὲ ἐγὼ οὖν σοφώτερος ἐκείνων γενήσομαι οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ προσέθηκε κατʼ αὐτό γε τοῦτο· οὐ γὰρ τῆς ἐμμελείας καὶ εἰρωνείας ἦν Σωκράτους τὸ ἑαυτὸν εἰπεῖν σοφώτερον τῶν ποιητῶν, ἀλλὰ προσέθηκε τὸ κατʼ αὐτό γε τοῦτο, τουτέστι τὸ αἰσθέσθαι πρὶν βλαβῆναι τὸ ἁμάρτημα. Λέγει δὲ βλάβην τὸ ἐναπομεῖναι τῷ αἰσθητῷ καὶ φαινομένῳ κάλλει, κἂν περὶ τὸ μέσον κάλλος τὸ ἐν ψυχῇ σώφρονι ἀναστρέφηται· δεῖ γὰρ καὶ ἀπὸ τούτου ἀναδραμεῖν ἐπὶ τὸν ὑψηλότερον καὶ ἐνθουσιαστικὸν ἔρωτα καὶ τὸ νοητὸν κάλλος εἰς ὃ ἀνάγει ὁ ἔρως, ὃ καὶ ὑμνήσει ἐν τῇ παλινῳδίᾳ ὁ Σωκράτης. —Τὸ δὲ γυμνῇ τῇ κεφαλῇ ἐπειδὴ μέλλει τὸν ἀναγωγὸν ἔρωτα τὸν ὡς θεὸν ἀνυμνεῖν, εἴωθε δὲ συσχηματίζεσθαι τοῖς λόγοις· εἰ δὲ λέγοις γυμνὸν τὸ ἄφετον ὅτι εὔλυτος αὐτοῦ γίνεται ἡ διάνοια πρὸς τὰ ὑπέρτερα ἐνεργοῦσα, μερικὴ δὲ καὶ ἀσθενὴς καὶ οἷον ἐγκεκαλυμμένη περὶ τὰ καταδεέστερα καὶ κοιλότερα στρεφομένη, ἔχοι ἂν καὶ οὕτω πολλὴν ἀλήθειαν ὁ λόγος.

οʹ Καὶ γὰρ ὠγαθὲ Φαῖδρε

`80`

Ἔφαμεν ὅτι τρία ἐγκαλεῖ ἑκατέρῳ τῶν λόγων, ὅτι ἀσεβὴς, ὅτι εὐήθης, ὅτι ἀναιδής. Εἰπὼν οὖν περὶ τῶν δύο, νῦν περὶ τῆς ἀναιδείας λέγει τοῦ λόγου, ὅτι οὐκ αἰσχύνεται τοὺς γενναίους τῶν ἀνθρώπων. Γεννάδας δὲ λέγει τοὺς εὐγενῆ ἔρωτα ἐρῶντας καὶ σώφρονα καὶ κόσμιον. —Τὰ δὲ τῶν ναυτῶν ἤθη εἴωθε Πλάτων κακίζειν ὡς ἄνανδρα καὶ ἀγεννῆ καὶ διεφθαρμένα ἤθη· διά τοι τοῦτο καὶ ἐκ τῆς αὑτοῦ Πολιτείας ἐξέβαλε τὸ ναυτικόν. Τάξειας δʼ ἂν τοὺς ναύτας ἀνάλογον τοῖς ἐνύλοις εἴδεσι καὶ ταῖς περὶ τὰ σώματα ζωαῖς, ὡς ἐν ὑγρῷ, τουτέστι τῇ γενέσει, ἀεὶ τὴν διατριβὴν ποιουμένους· διὸ καὶ ἀφίστασθαι αὐτῶν κελεύει. — Πότιμον δὲ λόγον τὸν ἀπὸ νοῦ καὶ θεῶν ἐκάλεσε καὶ τὸν περὶ τὴν ἐκείνων θεωρίαν ἀναστρεφόμενον· ἁλμυρὸν δὲ τὸν περὶ τὰ αἰσθητὰ καὶ ἔνυλα διατρίβοντα· διὸ ἐκεῖνος μὲν τρέφει καὶ ἀνάγει τὸ τῆς ψυχῆς πτέρωμα, ὡς ἐν τῇ παλινῳδίᾳ φησὶν, οὗτος δὲ φθίνειν ποιεῖ καὶ διόλλυσι. —Τὸ δὲ ἐκ τῶν ὁμοίων δηλοῖ μὲν ἐκ τῶν αὐτῶν καὶ ἴσων ἐπιχειρημάτων· καὶ γὰρ εἶπεν αὐτὸς ἀνωτέρω ὅτι «ὅσα τὸν ἕτερον λελοιδορήκαμεν τῷ ἑτέρῳ τἀναντία τούτων ἀγαθὰ πρόσεστι·» σημαίνει δὲ καὶ τὸ αὐτὰ ἐφʼ ἑαυτῶν δεῖν ἐξετάζεσθαι τὰ πράγματα καὶ μὴ μετὰ προσθήκης τινός. Οἷον ἐὰν βούλῃ συγκρῖναι ὑγίειαν καὶ πλοῦτον, μὴ λάβῃς ὑγίειαν μὲν παρὰ ἀδίκῳ καὶ ἀκολάστῳ ἀνθρώπῳ, πλοῦτον δὲ παρὰ σῶφρον· οὐκέτι γάρ ἐστιν ὑγίειαν καὶ πλοῦτον συγκρίνειν, ἀλλὰ ἀκολασίαν καὶ σωφροσύνην. «Καὶ οὖν καὶ νῦν ὦ Λυσία, ἐὰν συγκρῖναι θέλῃς τὸ ἐρᾶν τῷ μὴ ἐρᾶν, μὴ λάβῃς τὸ μὲν ἐρᾶν ἐπὶ τοῦ ἀκολάστως ἐρᾶν τὸ δὲ μὴ ἐρᾶν ἐπὶ τοῦ σωφρόνως, ἀλλʼ αὐτὸ καθʼ αὑτὸ καὶ ἐφʼ ἑαυτοῦ τὸ ἐρᾶν καὶ τὸ μὴ ἐρᾶν· ὀφθήσεταί σοι γὰρ τὸ ἐρᾶν πάντων ἄμεινον· εἰς ταὐτὸ γὰρ ἔρχεται τὸ ἁπλῶς ἐρᾶν τῷ σωφρόνως καὶ θείως ἐρᾶν.» Τοῦτο οὖν ἐστι τὸ ἐκ τῶν ὁμοίων τὸ αὐτὰ ἐφʼ ἑαυτῶν κρίνειν τὰ πράγματα καὶ μὴ μετὰ προσθήκης τινὸς ἔξωθεν. —Ὁ δὲ Φαῖδρος ἐπαγγέλλεται πείσειν τὸν Λυσίαν γράψαι καὶ τὸν τοῦ ἐραστοῦ ἔπαινον· συνάγει γὰρ ἑαυτῷ πανταχοῦ τὸν Λυσίαν· ὁ μὲν γὰρ Σωκράτης τὸν Φαῖδρον ἀνάγει, ὁ δὲ Φαῖδρος τὸν Λυσίαν· οὐκ ἀμέσως γὰρ τὰ τελευταῖα πρὸς τὰ πρῶτα ἐπιστρέφει, ἀλλὰ δεῖται τῶν μέσων, εἰ καὶ τὰ ὑπέρτερα πᾶσιν ἀμέσως πάρεστιν, ὅσον ἐπὶ τῇ ἑαυτῶν δυνάμει. —Τὸ δὲ ἕωσπερ ἂν ἦς ὃς εἶ ἀντὶ τοῦ «ἕως ἂν ᾖς φιλόλογος καὶ θέλῃς μοι ἕπεσθαι καὶ ἔχεσθαί μου.» —Τὸ δὲ οὗτος παρὰ σοὶ μάλα πλησίον· λέγει μὲν ὅτι «ἐγὼ πάρειμί σοι ὅταν βούλῃ· ἀεὶ γάρ σου ἔχομαι·» πρὸς γὰρ Φαῖδρον ἦν καὶ ὁ προειρημένος ἤδη λόγος καὶ ὁ νῦν μέλλων ῥηθήσεσθαι· σημαίνει δὲ ὅτι οἱ καθόλου λόγοι ἐν τῇ διεγηγερμένῃ ψυχῇ ἀεὶ πρόχειροί εἰσιν ὅταν βούληται. Ὁ δὲ Σωκράτης πρὸς ἁπλῶς παῖδα διαλέγεται πᾶσαν διὰ τούτου τὴν νεολαίαν τελειῶν.

οαʹ Οὑτωσὶ τοίνυν ὦ παῖ καλέ

`81`

Τὸ ταὐτὸν καὶ ἕτερον τούτου τε τοῦ λόγου καὶ τοῦ προειρημένου θεασώμεθα. Κοινὸν μὲν οὖν αὐτοῖς καὶ ταὐτὸν τὸ περὶ ἔρωτος εἶναι καὶ τῆς τοῦ καλοῦ θεωρίας· ἐρωτικοὶ γάρ εἰσιν ἄμφω οἱ λόγοι. Διαφέρουσι δὲ ὅτι ὁ μὲν προειρημένος τὸ ψυχικὸν ἐθεώρει κάλλος τό τε ἐν ἐπιστήμαις καὶ ἀρεταῖς καὶ τὸν σώφρονα ἔρωτα τὸν τῆς ψυχῆς αὐτῆς ἑαυτὴν θεωρούσης, ὁ δὲ μέλλων ῥηθήσεσθαι τὸ νοητὸν ἐπισκέπτεται κάλλος καὶ τὸν ὑπερουράνιον τόπον ἀνυμνεῖ καὶ τὸν θεῖον καὶ ἀναγωγὸν ἔρωτα· καὶ ὅλως ὃ μὲν περὶ τοὺς μέσους λόγους τῆς ψυχῆς ἀναστρέφεται, ὃ δὲ ἐπὶ τὰ ὑπὲρ τὴν ψυχὴν ἀνατείνεται εἴδη. Πάλιν κοινὸν αὐτοῖς τὸ καθαρτικοῖς εἶναι ἀμφοτέροις· διαφέρουσι δὲ ὅτι ὃ μὲν παντὸς τοῦ φαινομένου καὶ ἔξω κάλλους ἀπεῖργε καὶ τὸν διάστροφον ἐξεκάθαιρεν ἔρωτα — ἐβούλετο γὰρ αὐτὸν εἰς ἑαυτὸν ἐπιστρέψαι καὶ εἰς τὸ ψυχικὸν περιαγαγεῖν κάλλος —, ὁ δὲ νῦν καὶ τὸ ψυχικὸν ἀφαιρεῖ κάλλος καὶ πᾶν τὸ πεπληθυσμένον, εἰς δὲ τὸ ἡνωμένον καὶ τὸν νοῦν ἀναπέμπει καὶ εἰς αὐτὸ τὸ ἓν τῶν θεῶν. Πάλιν δʼ αὖ καὶ τοῖς προσώποις πρὸς οὓς λέγεται κοινωνοῦσι καὶ διαφέρουσι· καθὸ μὲν γὰρ Φαῖδρος ἦν ὁ κἀκεῖνον ἀκούων τὸν λόγον καὶ τοῦτον, κοινωνοῦσι καὶ κατὰ τοῦτο· καθὸ δὲ οὐχ ὁ αὐτός ἐστι καὶ ὅμοιος Φαῖδρος ὁ πάλαι καὶ νῦν, ταύτῃ διαφέρουσιν· ἐν μὲν γὰρ τῷ πρώτῳ λόγῳ Σωκράτους οὔπω ἦν κεκαθαρμένος ὁ Φαῖδρος — ἐβούλετο γὰρ ἐκεῖ αὐτὸν καθῆραι καὶ εἰς ἑαυτὸν ἐπιστρέψαι —, ἐνταῦθα δὲ ὡς ἤδη κεκαθαρμένος καὶ ἑαυτὸν θεωρήσας καὶ τὸ ἐν ψυχῇ κάλλος οὕτω παραλαμβάνεται ὁ Φαῖδρος. Διὸ ἐκεῖ μὲν ἀορίστως ὁ παῖς λαμβάνεται καὶ ὡς πρὸς ἀπόντα διαλέγεται· «ἦν οὕτω δὴ παῖς μᾶλλον δὲ μειρακίσκος μάλα καλός,» καὶ πάλιν «περὶ παντὸς ὦ παῖ μία ἀρχή·» ἐνταῦθα δὲ καὶ ἐπιζητεῖ τὸν παῖδα ὡς ἤδη κεκαθαρμένον, καὶ ὡς θεασάμενον τὸ ἐν τῇ ἑαυτοῦ ψυχῇ κάλλος καλὸν αὐτὸν προσαγορεύει· «οὑτωσὶ τοίνυν ὦ παῖ καλὲ ἐννόησον.» Καὶ ἐκεῖνον μὲν τὸν λόγον οὔ φησιν εἰρηκέναι ὁ Σωκράτης, ἀλλὰ Φαῖδρον τὸν Πυθοκλέους τοῦ Μυρρινουσίου διὰ τοῦ Σωκράτους στόματος, τοῦτον δὲ ἑαυτῷ περιτίθησι. Λάβοις δʼ ἂν καὶ ἐκ τῆς τῶν ὀνομάτων ἀναπτύξεως τὴν διαφοράν· τὸ μὲν γὰρ Φαίδρου ὄνομα τοῦ φαινομένου κάλλους τοῦ προσηνοῦς καὶ φαιδροῦ ἐστι σημαντικόν· τὸ δὲ Πυθοκλέους ἐπειδὴ τῷ διὰ τῆς ἀκοῆς εἰσρέοντι κάλλει ἐγάννυτο ὁ Φαῖδρος, τῇ γὰρ συνθήκῃ τῶν ῥημάτων τοῦ Λυσίου· τὸ δὲ Μυρρινουσίου τὸ γήινον καὶ ἔνυλον σημαίνει· ἡ γὰρ μυρρίνη δένδρον ἐστι χθονίων θεῶν ταῖς περιπεζίοις αὐτῶν δυνάμεσιν ᾠκειωμένον. Ἐκ πάντων οὖν τούτων δηλοῦται ὅτι οὐ περὶ τὸ πρῶτον καλὸν εἶχεν ὁ πρότερος λόγος, ἀλλὰ περὶ τὸ μέσον καὶ ἔσχατον ὡς ἐν καλοῖς, ὁ δὲ νῦν περὶ τὸ πρῶτον καλὸν ἀναστρέφεται καὶ τὸ ὄντως ὂν καὶ ἁπλοῦν καὶ βέβαιον. Ὁ μὲν γὰρ Στησίχορος τὸ στάσιμον καὶ βέβαιον τοῦ νοητοῦ κάλλους δηλοῖ περὶ ὃ μένον περιχορεύει τὰ ἄλλα καλά. Εὐφήμου δὲ, τοῦ ἀξίου εὐφημίας· Ἱμεραίου δὲ τοῦ ἐπεράστου· πάντα γὰρ ταῦτα ἔχει τὸ νοητὸν κάλλος εἰς ὃ ἀναπέμπει ὁ νῦν Σωκράτους λόγος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tce-ab`.
