---
title: Excerpt
title_greek: Ἐκλογή
author: Hephaestion of Thebes
eul_wid: tco-ae
eul_aid: tco
canonical: "https://eulogikon.org/works/hephaestion-thebes-excerpt-tco-ae"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Excerpt

*Ἐκλογή*

**Author:** Hephaestion of Thebes

**eul_wid:** `tco-ae` · [HTML page](https://eulogikon.org/works/hephaestion-thebes-excerpt-tco-ae)

## Text

### xxii

[Omitted graphic marker] Ὁ οὖν Κριὸς καὶ ὁ Ζυγὸς ὁρῶνται ὑπὸ τῶν δύο φώτων καὶ τοῦ Ἑρμοῦ καὶ οὐδεὶς τῶν κακοποιῶν ὁρᾷ. ἐν τούτοις ἐλθούσης τῆς Σελήνης [καὶ τοῦ Ἑρμοῦ], ἰδούσης καὶ τὸν Δία ἢ Ἀφροδίτην χωρὶς τῆς μαρτυρίας τῶν κακοποιῶν, χαρμοσύνας ἀγγελίας ἐποίσει, εἰ δὲ κακοποιοὶ σχηματίσουσιν ἀνώμαλα ἔσονται. πάλιν ὅ ἐστιν· οἱ μὲν ἓξ ἀστέρες ὡς προδέδεικται, μόνος δὲ ὁ Ἑρμῆς ἀλλαξάτω τὸ ζῴδιον, καὶ ἦν ἐν Ἰχθύσιν. νῦν οὖν ὁρῶνται ὁ Ταῦρος καὶ ὁ Σκορπίος ὑπὸ τοῦ Ἑρμοῦ καὶ τῶν κακοποιῶν· ἐν τούτοις ἐλθού σης τῆς Σελήνης τοῦ Ἑρμοῦ μαρτυροῦντος 〈...〉 Ὑπόδειγμα ἕτερον Μηνὶ Ἰουνίῳ αʹ ἰνδ. εʹ ἦλθεν ἀγγελία ἀπὸ τῆς δύσεως ὡς τοῦ μεγίστου κάστρου τῶν Σερβίων παρὰ τοῦ βασιλέως κρατηθέντος. Ἥλιος ἐν Διδύμοις ι , Σελήνη ἐν Σκορπίῳ ιδ , Κρόνος ἐν Λέοντι κβ , Ζεὺς ἐν Λέοντι η , Ἄρης ἐν Διδύμοις κα , Ἀφροδίτη ἐν Ταύρῳ ιθ , Ἑρμῆς ἐν Καρκίνῳ ϛ . ὁ ἀριθμὸς Ἑρμοῦ εἰς τὸν ὡροσκόπον τῆς πόλεως καὶ ἡ Ἀφροδίτη εἰς τὸν Ἥλιον τῆς πόλεως ἀκάκωτοι ὥστε αἱ ἐπεμβάσεις τοῦ Ἑρμοῦ καὶ τῶν ἀγαθοποιῶν εἰς τὰ φῶτα καὶ τὸν ὡροσκόπον τῆς πόλεως σημαίνουσιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tco-ae`.
