---
title: Poems About Himself
author: Gregory of Nazianzus
eul_wid: sne-bt
eul_aid: sne
canonical: "https://eulogikon.org/works/gregory-nazianzus-poems-sne-bt"
period: Late Antique
domain: Theology
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Poems About Himself

**Author:** Gregory of Nazianzus

**eul_wid:** `sne-bt` · [HTML page](https://eulogikon.org/works/gregory-nazianzus-poems-sne-bt)

## Text

### 969 (1t)

ΒΙΒΛΟΣ Βʹ. ΕΠΗ ΙΣΤΟΡΙΚΑ.

### 969 (1t)

ΤΟΜΗ Αʹ. ΠΕΡΙ ΕΑΥΤΟΥ.

### 969 (1t)

Αʹ. Περὶ τῶν καθ’ ἑαυτόν.

### 969 (1t)

Χριστὲ ἄναξ, ὃς ἁγναῖς ποτ’ ἀειρομέναις παλάμῃσι

### 969 (1t)

Σταυροτύποις Μωσῆος ἐπ’ οὔρεϊ σοῦ θεράποντος, Ἔκλινας Ἀμαλὴκ ὀλοὸν σθένος· ὅς τε ταθείσαις Χείρεσιν ἐν βόθρῳ Δανιὴλ ὕπο, δεινὰ λεόντων Χάσματα, καὶ φρικτὰς ὀνύχων ἐπέδησας ἀκωκάς·

### 970

Ὃν διὰ καὶ μεγάλου ἀπὸ κήτεος ἔκθορ’ Ἰωνᾶς Εὐξάμενος, καὶ χεῖρας ἐνὶ σπλάγχνοισι τανύσσας· Ἐν φλογὶ δ’ Ἀσσυρίῃ δροσερὸν νέφος ἀμφεκάλυψε Θαρσαλέους τρεῖς παῖδας, ἐπεὶ χέρας ἐξεπέτασσαν·

### 970

Ὅς ποθ’ ὅλην ζείουσαν ὑπεὶρ ἅλα πεζὸς ὁδεύσας,

### 970

Κύματα καὶ ἀνέμων μένος ηὔνασας, ὥς κε μαθητὰς

### 971

Ἐκ πελάγους ἐρύσειας ὀρινομένους ὑπ’ ἀήταις· Πολλοῖς δ’ αὖ ψυχάς τε καὶ ἅψεα λύσαο νούσων, Οἷα Θεὸς, κρανθεὶς δὲ βροτὸς, θνητοῖσιν ἐμίχθης· Ὧν τὸ μὲν ἦες ἄνωθε, τὸ δ’ ὕστατον ἄμμι φαάνθης,

### 971

Ὥς με θεὸν τελέσειας, ἐπεὶ βροτὸς αὐτὸς ἐτύχθης· Ὧδε μάκαρ καὶ ἐμοὶ Θεὸς ἴλαος ἐλθὲ καλεῦντι· Ἔλθ’ ἐπὶ χεῖρα φέρων Θεὸς ἵλαος, ὥς με σαώσῃς Ἐν πολέμῳ, καὶ θηρσὶ, καὶ ἐν φλογὶ, καὶ ἀνέμοισι Τειρόμενον, καὶ μοῦνον ἐς οὐρανὸν ὄμμα φέροντα.

### 971

Καὶ γὰρ δὴ θῆρές τε καὶ ἄγριον οἶδμα θαλάσσης, Καὶ δῆρις στονόεσσα, καὶ αἰθομένου πυρὸς ὁρμὴ, Πάντα κακοὶ τελέθουσι βίου δηλήμονες ἄνδρες, Οἵ ῥα Θεὸν φιλέοντας ἁπεχθαίρουσι μάλιστα,

### 972

Οὔτε δίκην τρομέοντες ἐσύστερον ἀντιόωσαν, Οὔτε βροτῶν ἀλέγοντες, ὅσοι στυγέουσιν ἀλιτρόν. Τῶν μ’ ἀποέργαθε, Χριστὲ, καὶ ἐνδυκέως με φύλαττε Ἀμφὶς ἔχων πτερύγεσσι τεαῖς, καὶ κήδεα λυγρὰ

### 972

Σεῖο, Ἄναξ, θεράποντος ἑκὰς βάλε, μηδὲ βαρεῖαι Μέρμηραι δονέοιεν ἐμὸν νόον, ἃς ὅδε κόσμος, Καὶ κόσμου μεδέων δειλοῖς μερόπεσσιν ἐγείρει, Δάπτων, οἷα σίδηρον ἰὸς, θεοειδέα μορφὴν Ἔνδοθι, συμφυέα τε τιθεὶς χθονὶ κρείσσονα μοίρην,

### 972

Ὡς μὴ χοῦν ἐρύσειεν ἄνω βρίθοντ’ ἐπὶ γαῖαν Ψυχή· χοῦς δὲ βάλοι ψυχὴν πτερόεσσαν ἔραζε Δύσμορον, ἰλυόεσσιν ἐν ἔργμασι σαρκωθεῖσαν.

### 972

Δοιαὶ γάρ τε πύλαι θνητοῖς στυγεροῦ θανάτοιο.

### 973

Καί ῥ’ οἱ μὲν κακίης θολερὴν φρεσὶν ἔνδοθι πηγὴν Τίκτουσιν, τοῖς αἰὲν ἀτάσθαλα ἔργα μέμηλε, Καὶ δέμας, ὑβριστής τε κόρος, καὶ μήδεα λυγρά· Οἵ σφεας ὀτρύνοντες ὑπερβασίην ἐς ἅπασαν,

### 973

Τέρποντ’ ἀμπλακίῃ, σφέτερον μόρον ἀμφαγαπῶντες· Οἱ δὲ Θεὸν καθαρῇσι νόου λεύσσοντες ὀπωπαῖς, Καὶ κόσμου στυγέοντες ἀναιδέος ἔκγονον ὕβριν, Λυπροῦ ἑκὰς ζῶσιν βιότου σκιοειδέϊ σαρκὶ, Καὶ γαῖαν πατέουσιν ἐλαφροτέροισι πόδεσσιν,

### 973

Ἑσπόμενοι καλέοντι Θεῷ, καὶ πνεύματι κοῦφοι, Μύσται κρυπτομένης ζωῆς Χριστοῖο ἄνακτος, Ὥς κεν λαμπομένης ποτ’ ἐς ὕστερον ἀστράψωσιν. Ἀλλὰ καὶ ὡς βιότοιο κακαῖς πείρονται ἀκάνθαις

### 974

Χρειοῖ ἀναγκαίῃ, καὶ ἔκτοθι μυρία δαίμων Λυσσήεις κακοεργὸς ἐμήσατο κέντρα μόροιο, Ἆ μελέοις θνητοῖσι· καὶ εἴδεϊ πολλάκι κεύθων Ἐσθλῷ λυγρὸν ὄλεθρον, ὅτ’ ἀντίβια πτολεμίζων

### 974

Χάζηται. Τοῖον γὰρ ἐπ’ ἀνδράσι λοιγὸν ὑφαίνει, Οἷον ὑπ’ εἴδατι χαλκὸς, ὅτ’ ἰχθύσι κῆρα φέρῃσιν, Οἳ ζωὴν ποθέοντες, ἐνὶ σπλάγχνοισιν ὄλεθρον Εἴρυσαν ἀπροϊδῆ, σφέτερον μόρον ἀμφιχανόντες. Ὣς καὶ ἐμοὶ δολόμητις, ἐπεὶ ζόφον ὄντα μιν ἔγνων,

### 974

Ἑσσάμενος χρόα καλὸν, ἐπήλυθε φωτὶ ἐοικὼς, Αἴκεν πως ἀρετὴν ποθέων, κακίῃ πελάσαιμι, Κλεπτομένου πρὸς ὄλεθρον ἐλαφροτέροιο νόοιο.

### 974

Οὔ με γάμος δ’ ἐπέδησε, βίου ῥόος, ὅν τε μέγιστον

### 975

Δεσμὸν ἐπ’ ἀνθρώποις ὕλη βάλεν, ἄχθεος ἀρχήν· Οὐδ’ εἷλεν σηρῶν καλὰ νήματα, οὐδὲ τράπεζαν Ἠγάσθην λιπαρὴν, πολυχανδέα γαστέρα βόσκων, Μαχλοσύνης μήτειραν ἀτάσθαλον· οὐδὲ δόμοισι

### 975

Ναίειν ἐν μεγάλοισι καὶ αἰγλήεσσι φίλησα· Οὐ μούσης ἀταλοῖς ἐνὶ κρούμασι θυμὸν ἰάνθην· Οὐδὲ μύρων μαλακή με διέδραμε θῆλυς ἀϋτμή. Ἄλλων δ’ αὖ χρυσός τε καὶ ἄργυρος, οἳ φιλέοντες Νηρίθμοις κτεάτεσσιν ἐφεζόμενοι μελεδαίνειν,

### 975

Βαιὴν τέρψιν ἔχουσι, πολὺν πόνον. Αὐτὰρ ἔμοιγε Μάζα φίλη, γλυκὺ δ’ ὄψον, ἅλες, σχεδίη δὲ τράπεζα· Νηφάλιον δ’ ἐπὶ τοῖσιν ὕδωρ ποτόν· οὗτος ἄριστος Πλοῦτος ἐμοὶ, καὶ Χριστὸς ἐμὸν νόον αἰὲν ἀείρων.

### 976

Οὐ γῆς πυροφόρου γυῖαι, καὶ ἄλσεα καλὰ, Οὐδὲ βοῶν ἀγέλαι, καὶ πώεα πίονα μήλων, Οὐδὲ φίλοι θεράποντες, ἐμὸν γένος, οὕς ῥα τυραννὶς Ἔσχισεν ἀρχαίη, καὶ οὔνομα θήκατο δισσὸν

### 976

Εὐγενέας δμῶάς τε, μιῆς χθονὸς ἐκγεγαῶτας, Ἢ χθονὸς, ἠὲ Θεοῖο. Νόμος δὲ ἐπέσπετ’ ἀλιτρός. Οὐδέ τί μοι χρειὼ πνοιῆς ὤκιστα ῥεούσης, Ἀνδρομέης τιμῆς, καὶ κύδεος ὀλλυμένοιο. Οὐ μέγα πὰρ βασιλῆος ἔχειν γέρας ἔνδοθεν αὐλῆς,

### 976

Οὐδὲ δίκης με θρόνων ποθ’ ἕλεν πόθος, οἷσιν ἔμελλον Κλεινὸς ἐφεδρήσσων ὑπὲρ ὀφρύας ὕψος ἀείρειν· Οὐδὲ μέγ’ ἐν πολέεσσιν ἔχειν σθένος, ἢ πολιήταις,

### 976

Τερπόμενον ψεύστῃσι καὶ ἀδρανέεσσιν ὀνείροις

### 977

Ἄλλοτ’ ἐπ’ ἄλλον ἰοῦσιν, ἀφιπταμένοισί θ’ ὁμοίως Ἢ παλάμαις μάρπτοντα παραΐσσοντα ῥέεθρα, Ἢ σκιὰν ἐν χείρεσσιν ἔχειν, ἢ ἀχλὺν ἀφάσσειν. Τοίη γὰρ μερόπων γενεὴ, τοῖος δὲ καὶ ὄλβος,

### 977

Ὄλβος ἀφαυροτάτοισιν ὁμοίϊος ἴχνεσι νηὸς, Πρόσθε χαρασσομένοισι καὶ ὀλλυμένοισιν ὄπισθεν. Μοῦνον ἐμοὶ φίλον ἔσκε λόγων κλέος, οὓς συνάγειραν Ἀντολίη τε δύσις τε καὶ Ἑλλάδος εὖχος Ἀθῆναι. Τοῖς ἔπι πόλλ’ ἐμόγησα πολὺν χρόνον, ἀλλὰ καὶ αὐτοὺς

### 977

Πρηνέας ἐν δαπέδῳ Χριστοῦ προπάροιθεν ἔθηκα Εἴξαντας μεγάλοιο Θεοῦ λόγῳ, ὅς ῥα καλύπτει Πάντα φρενὸς βροτέης στρεπτὸν πολυειδέα μῦθον. Ἀλλὰ τὰ μὲν ὑπάλυξα, τὸ δ’ οὐ φύγον ἔχθος ἄπιστον

### 978

Δυσμενέος λοχόωντος ἐν εὐμενέοντι προσώπῳ. Ἐξερέω δ’ ἀναφανδὸν ἐμὴν πάντεσσιν ὀϊζύν· Ὥς κέν τις σκολιοῖο νοήματα θηρὸς ἀλύξῃ. Ὠϊόμην τοκέεσσι παρήμενος, ὦ ἄνα Χριστὲ,

### 978

Γήραΐ τε στυγερῷ καὶ πένθεϊ τειρομένοισιν, Οἷς μοῦνος τεκέων περιλείπομαι, ἐλπὶς ἀμυδρὴ, Λαμπάδος ἐκ μεγάλης τυτθὸν σέλας οὐκέτ’ ἐούσης, Σοὶ, μάκαρ, ἠδὲ νόμοισι τεοῖς κεχαρισμένα ῥέζειν, Ὃς θνητοῖς ἐπίκουρον ἔχειν σθένος υἷας ὄπασσας,

### 978

Καὶ τρομεροῖς ἅτε βάκτρον ὑπὸ μελέεσσιν ἐρείδειν. Καὶ γὰρ δὴ πάντων περιώσιον, οἵ σε τίουσιν, Εὐσεβίῃ τε μέλουσι, καὶ ἀργαλέου βιότοιο Πήματ’ ἀλευόμενοι, πρυμνήσια σοῖσιν ἀνῆψαν

### 978

Ἀχράντοις θεσμοῖσι. Σὺ δέ σφισι τέρμα καὶ ἀρχή.

### 979

Ἡ μὲν ἄρ’ ἐκ πατέρων θεοτερπέα πίστιν ἄγουσα, Σειρὴν χρυσείην περιβάλλετο παισὶν ἑοῖσιν Ἄρσενα θυμὸν ἔχουσα ἐν εἴδεϊ θηλυτεράων, Τόσσον ἐφαπτομένη γαίης, κόσμου τ’ ἀλέγουσα,

### 979

Ὅσσον ἐς οὐρανίην ζωὴν ὤσασθαι ἅπαντα Τόνδε βίον, κούφη δὲ πρὸς αἰθέρα ταρσὸν ἀεῖραι. Αὐτὰρ ὅγ’ ἀγριέλαιος ὑπ’ εἰδώλοις πάρος ἦεν Ζώων, ἀλλ’ ἐπάγη καλῆς ὑπὸ πυθμέν’ ἐλαίης, Καὶ τόσον εὐγενέος ῥίζης χάδεν, ὥστε καλύψαι

### 979

Δένδρεα, καὶ πολλοὺς κορέσαι μελιηδέϊ καρπῷ· Ἀμφότερον πόλιός τε νόον, πόλιός τε κάρηνον, Μείλιχος, ἡδυεπὴς, Μωσῆς νέος, ἤ τις Ἀαρὼν, Μεσσηγὺς μερόπων τε καὶ οὐρανίοιο Θεοῖο Ἑστηκὼς, καθαροῖς τε τελέσμασι καὶ θυέεσσιν

### 979

Ἡμετέροις, οἷά τε θύει νόος ἔνδοθεν ἁγνὸς,

### 980

Θνητοὺς, ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων. Τοίου πατρὸς ἐγὼ καὶ μητέρος, οἷσιν ἐρίζειν Οὐ θέμις, ἀλλήλοισι δ’ ἐριζέμεν οὔ τι μεγαίρω. Τοὺς μὲν ἐγὼ κομέων τε καὶ ἀμφιέπων μογέοντας,

### 980

Ἐλπωρῇσιν ἔθαλπον ἐμὸν νόον, ὥς τι φέριστον Ἐκτελέων φύσιός τε φέρων χρέος. Ἦν δ’ ἄρα κεῖνο Ἀτρεκὲς, ὡς ἀλιτροῖς πλείη ὁδός ἐστι βερέθρων, Ὥς ποτε δὴ καὶ ἐμοὶ κακὸν ἤλυθεν ἐξ ἀγαθοῖο. Καὶ γὰρ δὴ πυκιναί με καὶ ἀργαλέαι μελεδῶνες

### 980

Βοσκόμεναι ψυχήν τε καὶ ἅψεα νύκτα καὶ ἦμαρ, Οὐρανόθεν κατάγουσιν ἐπὶ χθόνα μητέρ’ ἐμοῖο. Πρῶτον μὲν δμώεσσιν ἀνασσέμεν, οἷον ὀλέθρου Δίκτυον! οἳ πικροὺς μὲν ἀεὶ στυγέουσιν ἄνακτας,

### 980

Τοὺς δ’ ἱεροὺς πατέουσιν ἀναιδέες, οὔτε κακοῖσιν

### 981

Ἤπιοι, οὔτ’ ἀγαθοῖς εὐπειθέες· ἀμφοτέροις δὲ Κέντρα χόλου πνείοντες ὑπὲρ νόον. Αὐτὰρ ἔπειτα Κτῆσίν τ’ ἀμφιέπειν, καὶ Καίσαρος ἄχθος ἐπ’ ὤμων Αἰὲν ἔχειν, κρατερήν τε φέρειν πρηκτῆρος ὁμοκλὴν

### 981

(Δασμὸς γὰρ μερόπεσσιν ἐλεύθερον ἦμαρ ἀτίζει Ἑσπόμενος κτεάτεσσι, πέδη δ’ ἐπὶ χείλεσι κεῖται), Ἀμφί τε πληθούσης ἀγορῆς θρόον, ἠδὲ θοώκους Ὑψηλοὺς, θνητῇσι δικασπολίῃσι μέλοντας Στρωφᾶσθαι, ῥήτραις τε φέρειν κλόνον ἀντιπάλοισιν,

### 981

Ἠδὲ νόμων στρεπτῇσιν ἐν ἄρκυσιν ἄλγεα πάσχειν, Ἔνθα μόθος τε πόνος τε, κακοὶ δέ τε πλεῖον ἔχουσιν Ἐσθλῶν, οἱ δὲ νόμων ἐπιτάῤῥοθοι, ἀμφοτέροισιν

### 982

Ὤνιοι· ἢν δὲ κακός τις ἔχοι πλέον, οὗτος ἄριστος. Τίς κεν ψεύδεα πολλὰ, δολοπλοκίας τ’ ἀλέοιτο Νόσφι Θεοῦ, τοιοῖσδε μετ’ ἀνδράσιν· Ἡ γὰρ ἀνάγκη Προτροπάδην φεύγοντα κακοῖς ἀπὸ πάντα τινάξαι,

### 982

Ἠὲ καὶ ἀμπλακίῃσι μελαίνεσθαι φίλον ἦτορ· Ὥς τε πυρὸς μαλεροῖο κακῇ πελάοντας ἀϋτμῇ, Ἢ πυρὸς, ἠὲ καπνοῦ σημήια λυγρὰ φέροντας. Ἀλλὰ τὰ μέν κ’ ἐπιεικτά. Τὸ δ’ ἄλγιον ἕλκος ἔμοι γε, Ὅσσα κασιγνήτοιο βίον ἀπὸ τόνδε λιπόντος

### 982

Ἔτλην, καὶ παθέειν ἔτι γ’ ἔλπομαι. Οἱ γὰρ ἀέλπτοις

### 982

Πήμασιν ἐμπελάσαντες, ἀρείονα οὐ δοκέουσι.

### 983

Τοῦ μὲν ἐγὼ ζώοντος, ἔχον κλέος οἷον ἀπ’ ἄλλων. Οὐ γὰρ ἐμάς ποτε πλοῦτος ἕλε φρένας, οὐδέ τις ἀλκή. Ἄλγεα δὲ, στοναχάς τε, ἐπεὶ θάνε, μοῦνος ἐδέγμην. Χρήματα δ’ ὅσς’ ἐπέπαστο, τὰ μὲν λάβε γαῖα χανοῦσα,

### 983

Νικαίη βρασμοῖσιν ὅτ’ ἤριπεν· ἄλλα δ’ ἀλιτρῶν Ἁρπάγδην παλάμῃσιν, ἑλώρια θήκατο δαίμων. Αὐτὸς δὲ κρυφθεὶς μόρον ἔκφυγεν, οὐρανίοιο Χεῖρα Θεοῦ τανύσαντος ὑπὲρ τέγος, ἔνθαπερ ἦεν. Ὤ μοι Καισαρίοιο! Πάρος γε μὲν ἐν βασιλείοις

### 983

Ἀστὴρ ὥς τις ἔλαμπες ἑωσφόρος, οὔνομα σεμνὸν, Ἄκρα φέρων σοφίης τε καὶ ἤθεος ἱμερόεντος, Καὶ πολλοῖς σθεναροῖς τε φίλοις κομόων ἑτάροισι.

### 984

Πολλοῖς μὲν μογερῶν ἄκος εὕραο σώμασι νούσων· Πολλοῖς δ’ αὖ πενίης λύσιν ὤπασας, αἴσιμα ῥέζων. Νῦν δὲ θανὼν, πολλοὺς κόρεσας κύνας, οἵ μ’ ὑλάουσι Πάντοθεν ἑσταμένοι· πηῶν δέ μοι οὔτις ἀρήγει.

### 984

Παῦροι δ’ αὖ φιλέουσιν ὁμοίϊα δυσμενέεσσι. Πρίν τι λαβεῖν τίουσιν, ἀτὰρ στυγέουσι λαβόντες. Ὡς δρυὸς ὑψικόμοιο, βίαις ἀνέμων ἐριπούσης, Κλῶνας ἀφαρπάζουσι περισταδὸν ἄλλοθεν ἄλλος, Ἢ μεγάλην, φραγμοῖο διαῤῥαισθέντος, ἀλωὴν

### 984

Νηλειῶς τρυγόωσι παρατροχάοντες ὁδῖται, Καὶ δρυμόθεν μονόφορβος ἑῷ δηλήσατ’ ὀδόντι· Αὐτὰρ ἐμοὶ πόνος ἐστὶν ἀγάστονος. Οὔτε κορέσσαι Πάντας ἔτι σθένος ἐστὶν ἐμῆς χερὸς, οὔτ’ ἀπερύκειν.

### 984

Ἐξ οὗ γὰρ πρώτιστον ἀποτμήξας βιότοιο

### 985

ψυχὴν οὐρανίοισι νοήμασι μίξα φαεινοῖς, Καί με φέρων νόος αἰπὺς ἀπόπροθι σαρκὸς ἔθηκεν, Ἔνθεν ἀναστήσας, σκηνῆς δέ με κρύψε μυχοῖσιν Οὐρανίης, Τριάδος δὲ φάος περίλαμψεν ὀπωπὰς

### 985

Ἡμετέρας, τῆς οὔ τι φαάντερον εἰσενόησα, Ὑψιθρόνου, ξυνόν τε σέλας καὶ ἄφραστον ἱείσης, Ἥ τ’ ἀρχὴ πάντεσσιν, ὅσα χρόνος ὑψόθεν εἴργει· Ἐκ τοῦ δὴ κόσμῳ τ’ ἔθανον, καὶ κόσμος ἐμοί γε· Καὶ νέκυς ἔμπνοός εἰμι, τὸ δὲ σθένος οἷον ὀνείρων·

### 985

Ζωὴ δ’ ἄλλοθί μοι, στενάχω δ’ ὑπὸ σαρκὶ παχείῃ, Τήν ῥα σοφοὶ καλέουσι νόου ζόφον. Ἰσχανόω δὲ, Τῆσδε λυθεὶς βιοτῆς τε καὶ ὄψιος ἀχλυοέσσης, Καὶ χαμαὶ ἐρχομένων, πλαζόντων πλαζομένων τε, Ἑσταότ’ εἰσοράαν καθαρώτερον, οὐκέτ’ ἀμυδροῖς

### 986

Μίγδην εἰδώλοισι πεφυρμένα, ὡς τοπάροιθεν, Οἷς τε καὶ ὀξυτάτοιο νόου πλάζονται ὀπωπαὶ, Αὐτὴν δ’ ἀτρεκίην καθαροῦ νοὸς ὄμματι λεύσσων. Ἀλλὰ τὰ μὲν μετόπισθε· τὰ δ’ ἐνθάδε καπνὸς ἄτιμος,

### 986

Ἢ κόνις, οἳ βιότοιο μέγαν βίον ἠλλάξαντο, Ὑψηλὸν χθονίοιο, καὶ ἔμπεδον ὀλλυμένοιο. Τοὔνεκά μοι καὶ πάντες ἐπέχραον, οὐδ’ ἐθέλουσι Χάζεσθαι, σπεύδοντες ἑτοιμοτάτην ἐπὶ θήρην. Αἶ αἶ Καισάριος δὲ λυπρὴ κόνις, ὅστις ἐμεῖο

### 986

Ὄχλου ἅπαντ’ ἀπέεργε, διδοὺς ἅπαν ἄχθος ἀλεύσκειν; Τίων ὡς οὔπω τις ἀδελφεὸν ἄλλος ἔτισεν, Αἰδόμενός θ’ ὡς εἴ τις ἑὸν πατέρ’ ἀμφαγαπάζων.

### 986

Αὐτὰρ ἐγὼν οὐ τόσσον ὀδύρομαι, οὐ βιότοιο

### 987

Σκιδναμένου, τὸν ξυνὸν ἔχειν ἐπόθησα πενιχροῖς, Οἷά τε καὐτὸς ἐὼν ἐπιδήμιος ἐνθάδ’ ἀλήτης, Ἐς χέρα δ’ Ὑψίστου ὁρόων δώτειραν ἐάων· Οὐ πᾶσι θνητοῖσιν ἀπεχθέος εἵνεκα λώβης,

### 987

Ἥτε καὶ ἤπιον ἄνδρα χόλου πίμπλησι τάχιστα· Οὔτε κασιγνήτων, οὕς μοι τάφος ἀμφικαλύπτει, Ὠκυμόρους, πάντεσσιν ἐπιχθονίοισιν ἀγητοὺς, Ὅσσον ἐμὴν ψυχὴν ὀλοφύρομαι, ὥς τις ἄνασσαν Καλήν τε μεγάλην τε καὶ εὐγενέων βασιλήων,

### 987

Εἰσορόων στιβαρῇσιν ἀλυκτοπέδαις μογέουσαν, Ἣν δορὶ δυσμενέοντες ἕλον, χαλεπῇ δ’ ἐνέδησαν Δουλοσύνῃ, καὶ στυγνὰ κατὰ χθονὸς ὄμματ’ ἐρείδει. Τοῖα πάθον· τοιόνδ’ ἄρ’ ἔχω κατακάρδιον ἔλκος. Ἀρχαίη φάτις ἐστὶν, ὅτ’ ἐγχρίμψῃσιν ὀδόντα

### 988

Πικρὸς ἔχις κακοεργὸν ἐπ’ ἀνέρι, λοίγιον ἕλκος Μούνοις τόνδ’ ἐθέλειν ἀγορευέμεν, οἷσιν ὁμοῖον Λυγρὸς ἔχις πυρόεντι χόλῳ ἐνομόρξατο λοιγόν· Τὸν γὰρ δὴ καὶ μοῦνον ἐπίστασθαι κακὸν ἄλγος,

### 988

Ὣς καὶ ἐγὼ κείνοισιν ἐμὸν πόνον ἐξαγορεύσω, Οἷσιν ξυνὸς ἔρως, ξυνὸν κακὸν, ἄλγος ὁμοῖον. Μοῦνοι γάρ κεν ἐμοῖο φίλως δεξαίατο μῦθον, Καὶ γοερῆς κραδίης μυστήρια γνοῖεν ἄριστα, Οἳ σταυροῦ ποθέοντες ἐπωμαδὸν ἄχθος ἀείρειν,

### 988

Καὶ μεγάλου Βασιλῆος ἐν ἕρκεσι μοῖραν ἔχοντες, Εὐοδίην στέργουσι, καὶ οἰκτείρουσι πεσόντας, Τοῖς δ’ ἄλλοις κεν ἔοιμι γέλως ἐμὰ κήδεα βάζων,

### 988

Ὧν πίστις κραδίην ἄκρην ἐχάραξεν ἐλαφρὴ,

### 989

Οὐδὲ διὰ σπλάγχνων ἧλθ’ ἵμερος ὀξὺς Ἄνακτος· Ζῶσι δ’ ἐνθάδε μοῦνον ἐφημέρια φρονέοντες. Ἀλλ’ οἱ μὲν φθινύθοιεν, ἐπεὶ πάντεσσιν ὁμοίως Γλῶσσαν ἐφοπλίζουσιν, ἑτοιμότατον βέλος, ἄλλοις

### 989

Ἐσθλοῖς, ἠδὲ κακοῖσιν. Ἐγώ γε μὲν οὔτι γόοιο Λήξω, πρὶν στονόεσσαν ὑπεκφυγέειν κακότητα, Καὶ μάργοις παθέεσσι νόου κληῖδ’ ἐπιθεῖναι, Οἷς νῦν πάντα θύρετρα πικρὸς Σατὰν ἐξεπέτασσε, Πρόσθεν ἐεργομένοισιν, ὅτ’ ἔσκεπε χείρ με Θεοῖο,

### 989

Οὐδ’ εἶχεν κακίη πρόφασιν πέλας, ἥ ῥα τάχιστα Ἅπτεται, ὡς καλάμης γε πυρὸς μένος ἐγγὺς ἐούσης, Ἄχρι καὶ ἐξ ἀνέμοιο πρὸς ἠέρα πυρσὸς ἀερθῇ. Ὡς ὄφελον κρημνοῖσι, καὶ οὔρεσι, καὶ σκοπέλοισι Κρῦψαι τῶνδε πάροιθεν ἐμὸν δέμας· ἦ κεν ἅπαντα

### 989

Τόνδε βίον, βιότου τε φυγὼν σαρκός τε μερίμνας,

### 990

Χριστὸν ὅλον φορέεσκον ἐνὶ φρεσὶν, οἶος ἀπ’ ἄλλων Ναιετάων, οἴῳ τε Θεῷ νόον ἁγνὸν ἀείρων· Μέσφ’ ὅτε καὶ κούφῃσι σὺν ἐλπίσι τέκμαρ ἐπέσπον. Ὤφελον· ἀλλὰ πόθος με φίλων κατέρυκε τοκήων,

### 990

Ἕλκων, οἷα τάλαντον ἐπὶ χθόνα· οὔτι πόθος γε Τόσσον, ὅσον μυελόν τε καὶ ἔγκατα πάντα δαΐζων Οἶκτος, ὅτις παθέων ἀγανώτατός ἐστιν ἁπάντων, Οἶκτος μὲν πολιῆς θεοειδέος, οἶκτος ἀνίης, Οἶκτος ἀπαιδίης, οἶκτος δέ τε καὶ περὶ παιδὸς,

### 990

ᾯ ῥα περιτρομέουσι, γλυκὺν πόνον αἰὲν ἔχοντες, Ὀφθαλμὸν βιότοιο, καὶ ἄλγεσιν ἀσχαλόωντα. ᾯ βίβλοι τοπάροιθε μέλον, τὰς Πνεῦμ’ ἐχάραξεν

### 990

Εὐαγέων γλώσσῃσι, καὶ ἔνδοθι γράμματος ἐσθλοῦ

### 991

Πνεύματος ἀστράπτουσα χάρις, καὶ κρυπτὸν ὄνειαρ Οἴοισιν καθαροῖσι φαεινόμενον μερόπεσσιν· Εὐχαί τε στοναχαί τε φίλαι, καὶ νύκτες ἄϋπνοι, Ἀγγελικοί τε χοροὶ, ψαλμοῖς Θεὸν οἵ γ’ ἐρέθουσιν,

### 991

Ἱστάμενοι, ψυχάς τε Θεῷ πέμποντες ἐν ὕμνοις, Πολλῶν ἐκ στομάτων ξυνὴν ὄπα γηρύοντες· Γαστρός τ’ ἀρχεκάκοιο μόγος, καὶ μέτρα γέλωτος, Γλώσσης τ’ ἀτρεμίη τε καὶ ὄμματος, ἠδὲ χόλοιο Μαινομένοιο χαλινά. Λόγος δ’ ἔσφιγγεν ἀλήτην

### 991

Πάντοσε παπταίνοντα, νόον γ’ ἐπὶ δ’ ἔστρεφε Χριστῷ Ἐλπίσιν οὐρανίῃσι. Λόγος δ’ ἐπὶ πᾶσιν ἔκειτο Εἰκόν’ ἄγων πρὸς Ἄνακτα. Θεὸς δ’ ἐπιτέρπετ’ ἐρωῇ.

### 992

Ἀντὶ δέ μοι κτεάνων τε καὶ ἀργαλέων ὀρυμαγδῶν, Οἵ με καὶ ἐννυχίοισι κακοῖς ἐρέθουσιν ὀνείροις (Φροντίσιν ἠματίαις γὰρ ὁμοίϊα φάσματα νυκτὸς), Ἦεν ἐν ὀφθαλμοῖσι Θεοῦ σέλας, εὐσεβέων τε

### 992

Ψυχῶν παμφανόωσα χοροστασίη τε κλέος τε. Νῦν δὲ δὴ ἐξαπόλωλε κειμήλια πάντ’ ἀπ’ ἐμοῖο Ψυχῆς, ἣ τοπάροιθεν ὁμίλεε πᾶσιν ἀρίστοις, Οἶος δ’ ἐντὸς ἔμεινε πόθος, καὶ ἄλγος ἄελπτον. Τοὔνεκεν αἰάζω. Τὸ δ’ ἐσαύριον οὐ σάφα οἶδα,

### 992

Εἴ με Θεὸς παλίνορσον ἐς ἤθεα τὰ πρὶν ἀνάξει Λύσας ἐξ ἀχέων, ἀπὸ δ’ ἄχθεα πάντα τινάξας, Ἠὲ πάρος μεσάτοισιν ἐν ἄλγεσιν ἔνθεν ἐλάσσει,

### 992

Πρίν κ’ αἴθρην ἰδέειν, πρίν χ’ ἕλκεσι φάρμακα θεῖναι,

### 993

Δύσμορον ἱμείροντα φάους πυμάτην μετὰ νύκτα, Τῆμος ὀδυρομένοισιν ἐτώσια τίς κεν ἀμῦναι. Ἔνθα δ’ ἄκος μερόπεσσι, τὰ δ’ ὕστατα δέσμια πάντα. Ἤδη μοι πολιόν τε κάρη, καὶ ἅψεα ῥικνὰ

### 993

Ἐκλίνθη βιότοιο πρὸς ἕσπερον ἀλγινόεντος. Ἀλλ’ οὔπω τοιόνδε τοσόνδε τε ἄλγος ἀνέτλην· Οὐδ’ ὅτε μαινομένοισι κορυσσόμενον ἀνέμοισι Γαίης ἐκ Φαρίης ἐπ’ Ἀχαιΐδα, πόντον ἔτετμον Ἀντολίῃ Ταύροιο, τὸν ἐῤῥίγασι μάλιστα

### 993

Ναῦται, χειμερίου, παῦροι δέ τε πείσματ’ ἔλυσαν. Ἔνθα δ’ ἐγὼ νύκτας τε καὶ ἤματα εἴκοσι πάντα Νηὸς ἐνὶ πρύμνῃ κείμην, Θεὸν ὑψιμέδοντα Κικλήσκων λιτῇσι. Τὸ δ’ ἄφρεε κῦμ’ ἐπὶ νῆα

### 994

Οὔρεσιν ἢ σκοπέλοισιν ὁμοίϊον ἔνθα καὶ ἔνθα, Πολλὸν δ’ ἐντὸς ἔπιπτε. Τινάσσετο δ’ ἄρμενα πάντα, Ὀξέα συρίζοντος ἐπὶ προτόνοισιν ἀήτου. Αἰθὴρ δ’ ἐν νεφέεσσι μελαίνετο, καὶ στεροπῇσι

### 994

Λάμπετο, καὶ κρατεραῖς περιάγνυτο πάντοσε φωναῖς. Τῆμος ἐμαυτὸν ἔδωκα Θεῷ, καὶ πόντον ἄλυξα Ἄγριον εὐαγέεσσιν ὑποσχεσίῃσι πεσόντα. Οὐδ’ ὅτε παλλομένης γε θεμείλια σείετο πάντα Ἑλλάδος εὐρυχόροιο, κακοῦ δ’ οὐ φαίνετ’ ἀρωγή·

### 994

Αὐτὰρ ἐγὼ τρομέεσκον, ἐπεὶ ψυχὴν ἀτέλεστον Εἶχον ἔτ’ οὐρανίοιο χαρίσματος, εὖτε λοετρῷ Ἕλκεται ἀνθρώποισι χάρις καὶ Πνεύματος αἴγλη.

### 994

Οὐδ’ ὅτε νοῦσος ἔπλησεν ἐμὸν στόμα ῥεύματι λάβρῳ,

### 995

Καὶ πνοιῆς στείνωσε πόρους, ζωῆς τε κελεύθους. Οὐδ’ ὁπότ’ ἀφραίνοντι νόῳ λυγὸν ἀμφὶς ἑλίξας, Οὔτι ἑκὼν βλεφάρου περιηγέα κανθὸν ἄμυξα, Αἱματόεντα δ’ ἔθηκα. Φάος δ’ ἐμὸν, οἷα φονῆος,

### 995

Ὤλετο, ἀμπλακίην δὲ πικρὴν μέγα πένθος ἔτετμεν. Οὐδὲ Θεῷ παλάμῃσιν ἐμαῖς ἀνέπεμψα θυηλὴν Πνεύματος, οὔτι πάρος γε, πρὶν ἔκλυσα δάκρυσι πῆμα. Ψαύειν μὴ καθαρῷ γὰρ ἁγνοῦ κακὸν, ὡς πυρόεντος Ἀδρανὲς ὄμμα φέρειν κατεναντίον ἠελίοιο.

### 995

Ἄλλα τε πόλλ’ ἐμόγησα· τίς ἂν τάδε μυθήσαιτο, Οἷς με Θεὸς τείρων τε καὶ εὐμενέων ἐκάλεσσεν; Ἀλλ’ οὔπω τοιοῖσδε κακοῖς πάρος ἀντεβόλησα, Οἵοισι πυμάτοισιν ἐμὴ ἐνέκυρσε τάλαινα Ψυχή· καὶ ποθέει ποτ’ ἐλεύθερον ἦμαρ ἰδέσθαι

### 995

Πάντ’ ἀποδυσαμένη, γυμνὴ φλόγας ὥς κε φύγῃσι,

### 996

Καὶ κόσμου κρατεροῖο λαβὰς, καὶ χάσμα πέλωρον Ἀμφιχανεῖν μεμαῶτος ἑαῖς γενύεσσι δράκοντος, Ὅν κε λάβῃ. Βελίῃ γὰρ ἐμὸς νόος ἐστὶν ἐδητύς. Τίς δώσει κεφαλῇ πηγῆς ῥόον ἢ βλεφάροισιν,

### 996

Ὡς δακρύων ὀχετοῖσι μολύσματα πάντα καθήρω, Κλαύσας ὡς ἐπέοικεν ἁμαρτάδας (ἦ γὰρ ἄριστον Δάκρυόν ἐστι βροτοῖσιν ἄκος, ψυχαῖς τε μελαίναις, Καὶ κόνις αἰθαλόεσσα, καὶ ἐν χθονὶ σάκκος ἐρυμνός.); Ὥς τις ἔμ’ εἰσορόων τρομέῃ, καὶ φέρτερος εἴη,

### 996

Φεύγων Αἰγύπτοιο μέλαν πέδον, ἔργα τε πικρὰ, Καὶ Φαραὼ βασιλῆα, πάτρην δ’ ἐπὶ θείαν ὁδεύῃ, Μηδὲ μένῃ Βαβυλῶνος ἐπὶ κραναῆς πεδίοισι Δουριαλὴς, ὄχθῃσι παρεζόμενος ποταμοῖο, ᾨδῆς ὄργανα πάντα παρακλίνας ἀτίνακτα

### 996

Δακρυόεις, σπεύδῃ δ’ ἱερῆς ἐπὶ τέρματα γαίης,

### 997

Δούλιον Ἀσσυρίηθε φυγὼν ζύγον, ὃς πρὶν ἔτειρε, Καὶ νηοῦ μεγάλοιο θεμείλια χερσὶ βάληται, Τὴν μὲν ἐγὼ πανάποτμος ἐπεὶ λίπον, οὔποτ’ ἔληξα Ἱμείρων. Χαλεπὸν δὲ πάθος κατὰ γῆρας ἔχευε,

### 997

Καὶ κύπτω ποτὶ γαῖαν, ἐνὶ φρεσὶ πένθος ἀέξων, Ἁζόμενος θνητούς τε καὶ ἀθάνατον Βασιλῆα, Εἵμασί τε κραδίῃ τε κατηφιόων, καὶ ἄναυδος, Ἕλκων οἶκτον Ἄνακτος ὀϊζύϊ, ὃς χθαμαλοῖσιν Εὐμενέων πάντεσσιν ὑπερφιάλους ἀθερίζει·

### 997

Οἷον δ’ ἐξ ἱερῆς Σολύμων κατιόντα πόληος Ἱεριχοῦς πτολίεθρον ἐπὶ κλυτὸν, ὡς ἐνέπουσι, Φῶρες ἐδηλήσαντο κακοὶ λοχόωντες ὁδίτην, Οἳ μὲν τὸν πληγῇσιν ἀεικελίῃσι τεμόντες, Εἵματά τ’ ἐκδύσαντες ἅ μιν σκέπε, νηλέϊ θυμῷ

### 998

Λεῖψαν ἀποψύχοντα· θοῶς δ’ ἐνέκυρσαν ὁδῖται Λευΐτης ἱερεύς τε, λίπον τέ ἑ νηλέϊ θυμῷ. Καί που Σαμαρέων τις ἐπήλυθεν, ὅς σφ’ ἐλέηρε. Καί μιν ἄγων κατέδησε, καὶ ἕλκεσι φάρμακ’ ἔλειπε,

### 998

Καὶ μισθὸν κομέοντι· τέρας μέγα, πῶς Σαμαρείτης Τόνδ’ ἐσιδὼν ἐλέηρεν, ὃν οὐκ ἐλέηραν ἄριστοι! Οὐ γὰρ ἐγὼ σάφα οἶδα τί κεύθεται εἰκόνι τῇδε, Οἷα Θεὸς σοφίῃ μυστήρια ἀμφικαλύπτει. Καὶ τὰ μὲν ἱλήκοι. Τοιοῖσδ’ ἐγὼ ἀντεβόλησα

### 998

Πήμασι· καί μ’ ἐδάϊξεν ὁμῶς ψυχῇσι μεγαίρων Ληϊστὴς βιότου κεδνῆς καταβάντα πόληος, Καὶ Χριστοῦ μ’ ἀπέδυσε χάριν, καὶ γυμνὸν ἔθηκεν, Ὥσπερ Ἀδὰμ τοπρόσθε χοὸς καὶ πτώσιος ἀρχὴν,

### 998

Ὃν γεῦσις καθέηκεν ἐπὶ χθόνα, τῆς γένος ἦεν.

### 999

Ἀλλά μ’, Ἄναξ, ἐλέαιρε, καὶ ἐκ θανάτοιο σάωσον, Ὃν λεῖψαν ἱερῆες, ἐπεὶ μογέοντ’ ἐνόησαν. Ἕλκεά τ’ εὖ κατάδησον, ἄγων ἐπὶ πάνδοκον οἶκον, Αὖθις δ’ εἰς ἱερὴν πέμποις πόλιν ἀρτεμέοντα,

### 999

Ἔμπεδον ἔνθα μένοιμι, κακοὺς δ’ ἀπὸ φῶρας ἐρύκοις, Καὶ τρίβον ἀργαλέην, καὶ τραύματα, καὶ παροδίτας Νηλέα θυμὸν ἔχοντας, ἐπ’ εὐσεβίῃ κομόωντας. Πυνθάνομ’ ὡς δύο φῶτε, μέγα πνείων Φαρισαῖος, Ὥς γε Θεῷ πάντων προφερέστατος, ἠδὲ τελώνης

### 999

Κέρδεσιν οὐχ ὁσίοισι τετρυμένος ἔνδοθεν ἦτορ, Εἰς ἱερὸν ἀναβάντες· ὁ μὲν τὰ ἕκαστ’ ἀγόρευε Νηστείας δεκάτας τε νόμου, παρεμέτρεε δ’ αὑτὸν Ἀνδράσι γε προτέροισι, λόγοις δ’ ἀθέριζε τελώνην·

### 1000

Αὐτὰρ ὁ δακρυχέων καὶ στήθεα χερσὶ πατάσσων, Οὐδ’ ἄντην μεγάλοιο Θεοῦ θρόνον οὐρανὸν εὐρὺν Εἰσορόων, λεύσσων δὲ κατ’ οὔδεος ὄμμασι δούλοις, Τηλόθεν ἑστηκὼς δὲ λιτάζετο· «Ἵλαος εἴης,

### 1000

Ἵλαθι σῷ θεράποντι, βοῶν, βρίθοντι κακοῖσιν. Οὐ νόμος, οὐ δεκάται με, καὶ ἔργματα καλὰ σαώσει. Οὐδ’ ὅγ’ ἐπεσβολέων ψεύστης. Καὶ νηὸν ἔγωγε Αἰδέομ’ οὔτι πόδεσσιν ἐπιψαύων ὁσίοισι. Σὴ δὲ χάρις, σὸς δ’ οἶκτος ἐμοὶ στάξειε βεβήλῳ,

### 1000

Ἣν μούνην δειλοῖσιν, Ἄναξ, πόρες ἐλπίδ’ ἀλιτροῖς.» Ὣς φάσαν· ἀμφοτέρων δὲ Θεὸς κλύε, καί ῥ’ ἐλέηρεν Ὃν μογέοντ’ ἐνόησεν, ὑπερμενέοντα δ’ ἄτισεν. Ὡς ἴδες, ὡς ἐδίκασας, ἐμοὶ, Θεὲ, θάρσος ὀπάζων.

### 1000

Οὗτος ἐγώ σοι κεῖνος ὁ πάγκακός εἰμι τελώνης·

### 1001

Ὡς δὲ βαρυστενάχω, ποιὴν δ’ ἐπιέλπομ’ ἀρωγήν. Λίσσομαι, εἴ ποτε δή σε πατὴρ, καὶ πότνια μήτηρ Δάκρυσι, καὶ στοναχῇσι, καὶ εὐχωλῇσιν ἔτισαν, Ἤ τινά τοι κτεάνων τυτθὴν ἀπὸ μοῖραν ἔνειμαν,

### 1001

Ἢ θυσίαις καθαρῇσι καὶ εὐαγέεσσι γέρηραν (Οὐ γὰρ ἐγώ ποτε σεῖο ἐπάξιον οὐδὲ ἔρεξα), Τῶν μνῆσαι, καὶ ἄλαλκε· κακὰς δ’ ἀπόπεμπε μερίμνας· Μηδέ με συμπνίξειαν ἑοῖς πτόρθοισιν ἄκανθαι, Μηδ’ ἄρ’ ἐπειγόμενον θείην ὁδὸν ἂψ ἐρύσειαν,

### 1001

Ἄλκαρ ἐμὸν, πέμποις δέ μ’ ἀπήμονα. Σὸς γὰρ ἔγωγε Λάτρις, σὸν δὲ λάχος. Σὺ δέ μοι Θεὸς οἶος ἄνωθεν. Σοὶ δέ μ’ ἀπὸ σπλάγχνων μήτηρ ἀνέθηκε φέρουσα, Ἤματι τῷ, ὅτε κοῦρον ἑοῖς ἐπὶ γούνασι θεῖναι Παῖδα ποθεῦς’ ἱερῆς Ἄννης ἐμιμήσατο φωνήν·

### 1002

«Κοῦρον ἐγὼ μὲν ἴδοιμι, σὺ δ’ ἕρκεος ἐντὸς ἐέργοις, Χριστὲ ἄναξ, ὠδῖνος ἐμῆς ἐριθηλέα καρπόν.» Εἶπε· Θεὸς δ’ ἐπένευσας, ὁ δ’ ἕσπετο θεῖος ὄνειρος Οὔνομα μητρὶ φέρων, μετέπειτα δὲ κοῦρον ἔδωκας.

### 1002

Ἡ δέ με σοῖς ἱεροῖσι νέον ἀνέθηκε Σαμουὴλ, Εἴ ποτ’ ἔην. Νῦν δ’ αὖτ’ ἐναρίθμιός εἰμι βεβήλοις Ἡλεὶ σοῦ θεράποντος ἀγακλέος υἱέσι μάργοις, Οἳ θυσίαις καθαρῇσιν ἐπέχραον ἄφρονι θυμῷ, Χερσὶν ἐφαπτόμενοι θείων λίχνῃσι λεβήτων·

### 1002

Τοὔνεκα καὶ χαλεπῆς κύρσαν βιότοιο τελευτῆς. Ἀλλ’ ἥγ’ ἐλπωρῇσιν ἀμείοσι μοῖραν ἔνειμε Σοὶ τεκέων, Βίβλοισι δ’ ἐμὰς χέρας ἥγνισε θείαις, Καί μ’ ἀγαπαζομένη, τοίῳ προσεφώνεε μύθῳ

### 1002

«Ἤδη τις φίλον υἷα θεόσδοτον ἤγαγε βωμῷ,

### 1003

Σπεύδοντ’ ἐς θυσίην ἱερήϊον, ἐσθλὸν ἄριστος, Σάῤῥας ὀψιτόκοιο γόνον, ῥίζαν τε γενέθλης, Ἣν ἐλπὶς ἐχάρασσεν, ὑποσχεσίη τε Θεοῖο. Ἀβρὰμ ἦν ἱερεὺς, ἀμνὸς δέ τε κύδιμος Ἰσάκ·

### 1003

Αὐτὰρ ἐγὼ ζωόν σε Θεῷ γέρας, ὥσπερ ὑπέστην, Δωροῦμαι. Σὺ δέ μοι μητρὸς τελέσειας ἐέλδωρ, Ἣ τέκον εὐξαμένη σε, καὶ εὔχομαι εἶναι ἄριστον. Τοῦτον ἐγώ σοι πλοῦτον, ἐμὸν τέκος, ἐσθλὸν ὀπάζω Ἐνθάδε καὶ μετέπειτα. Τὰ ὕστατα πολλὸν ἀρείω.»

### 1003

Μητρὸς μὲν πόθος οὗτος. Ἐγὼ δ’ ὑπόειξα πόθοισι Παῖς ἔτ’ ἐὼν, ἁπαλὴ δὲ νέην ὑπεδέξατο μορφὴν Εὐσεβίης ψυχή· σφρηγὶς δ’ ἐφυλάσσετο Χριστοῦ

### 1004

Νεύμασιν, ὅς ῥ’ ἀναφανδὸν ὁμίλεεν ᾧ θεράποντι, Σωφροσύνῃ δέ μ’ ἔδησε φίλῃ, καὶ σάρκα πέδησε, Καὶ θερμὸν σοφίης θείης ἐπέπνευσεν ἔρωτα, Καὶ μοναχοῦ βιότοιο, βίου μέλλοντος ἀπαρχὴν,

### 1004

Πλευρᾶς οὐ χατέοντος ἑὸν δέμας ἀμφαγαπώσης, Ῥήμασί θ’ αἰμυλίοισι πικρὴν ἐπὶ γεῦσιν ἀγούσης, Ἀλλὰ Θεῷ πέμποντος ἁγνὸν πόθον, οὐδὲ γυναικὶ Καὶ Χριστῷ τέμνοντος ὅλον Θεοῦ ἐκγεγαῶτα. Ὅς με διὰ στεινῆς τε καὶ ἀργαλέης ἐπὶ λεπτὴν

### 1004

Τείνων ἀτραπιτοῖο πύλην σὺν ἀρείονι πομπῇ, Οὔτι βατὴν πολλοῖσι, Θεῷ θεὸν ἦγ’ ἀπὸ γαίης Τυκτὸν οὐ γεγαῶτι, καὶ ἄφθιτον ἐκ θανάτοιο.

### 1004

Εἰκόνι σὺν μεγάλοιο Θεοῦ, καὶ σῶμ’ ἐπαρωγὸν

### 1005

Ἕλκων, οἷα μάγνησσα λίθος αἴθωνα σίδηρον. Ὤ μοι ἐγών! Ὦ λυγρὰ καὶ ἄντιτα ἔργα παθοῦσα Ψυχή! Ὦ θνητοὶ κενεαυχέες! ὡς ἐτεόν γε Λεπταλέαις αὔρῃσιν ἐοικότες, οἳ γενόμεσθα,

### 1005

Ἠὲ καὶ Εὐρίποιο παλιμπλάγκτοισιν ἐρωαῖς Στρωφώμεσθ’ ἐπὶ γαῖαν ἐτώσια φυσιόωντες. Κοὐδὲν ἐν ἀνθρώποισιν ὁμοίϊον ἐς τέλος ἐστὶν, Οὐ κακὸν, οὐδὲ μὲν ἐσθλόν. Ὁδοὶ δ’ ἄγχισται ἔασιν. Οὐδ’ ὁ κακὸς τό γε οἶδεν ἐς ὕστατον, ὁππότε λήξει,

### 1005

Οὔτ’ ἐσθλοῖς ἀρετὴ μένει ἔμπεδον, ἀλλὰ κολούει, Ὡς τάρβος κακίην, ἀρετὴν φθόνος, Ἀμφοτέροις δὲ Κάμπτεσθ’ ἡμερίων Χριστός γ’ ἐκέλευσε γενέθλην, Ὥς κεν ἄνω νεύοιμεν ἑὸν σθένος εἰσορόωντες. Κεῖνος δ’ ἐστὶν ἄριστος ὃς ἰθείην ὁδὸν ἕλκει,

### 1006

Οὐδὲ μεταστρέφεται Σοδόμων ἐπὶ τέφραν ἐρήμην, Ἣν διὰ μαργοσύνην ξείνῳ πυρὶ δηϊωθέντων. Φεύγει δ’ ἐσσυμένως ἐς ὅρος, πάτρης δὲ λέλησται, Μὴ μῦθος καὶ λᾶας ἀλὸς μετόπισθε λίπηται.

### 1006

Μάρτυς ἐγὼ παθέεσσιν ἐμοῖς βροτέης κακότητος. Παῖς μὲν ἐὼν, ὅτε τυτθὸν ἐνὶ στήθεσσι νόημα, Οἵῳ δὴ σκιόεντι λόγῳ, καὶ ἤθεσι κεδνοῖς Ἐσπόμενος, προσέβαινον ἄνω λάμποντι θοώκῳ, Ἴχνεσιν ἀπλανέεσσιν ἰὼν βασιλήϊον οἶμον.

### 1006

Νῦν δ’ ὅτε μῦθον ἄγειρα, βίου δ’ ἐπὶ τέρμαθ’ ἱκάνω, Οἷα μεθυπλανέεσσι τάλας ποσὶ δόχμια βαίνω. Καί με ταλαντεύει σκολιοῦ μόθος ἑρπηστῆρος, Λάθρα καὶ ἀμφαδίην κλέπτων φρένας ἐσθλὰ νοεύσας.

### 1006

Ἄλλοτε μέν τε Θεῷ τείνω νόον, ἄλλοτε δ’ αὖτε

### 1007

Ἕλκομαι ἐς κόσμοιο κακὴν χύσιν, οὐκ ὀλίγην δὲ Μοῖραν ἐμῆς ψυχῆς λωβήσατο κόσμος ἀπείρων. Αὐτὰρ ἐγὼν, εἰ καί με κάκη ἐκάλυψε μέλαινα, Καὶ δνοφερὸν προπάροιθεν ἰὸν χέεν ἐχθρὸς ἐμεῖο,

### 1007

Σηπίη ὡς ἐμόωσα καθ’ ὕδατος, ἀλλὰ καὶ ἔμπης Τόσσον ἔτ’ εἰσορόω καὶ δέρκομαι, ὅσσον ἄριστα Ἴδμεναι, ὅστις ἐὼν, καὶ οἷ ποθέων ἀνοροῦσαι, Οἷ κεῖμαι δύστηνος, ὅσον τ’ ἐπὶ γαῖαν ὄλισθον Ἢ καὶ γῆς ὑπένερθεν ἐς εὐρυόεντα βέρεθρα.

### 1007

Οὔτε παραιφασίῃσιν ἰαίνομαι, οὔτε λόγοισι Κλέπτομαι, οἳ παθέεσσιν ἀρηγόνες, οὔτε μέτροισιν Ἀλλοτρίης κακίης ἐπιτέρπομαι, ὥς τις ἄριστος. Τίς γὰρ τεμνομένοισι χάρις μογέουσι σιδήρῳ Ἄλλων τεμνομένων ὁράαν χαλεπώτερον ἄλγος;

### 1007

Ἢ τί κακοῖσιν ὄνειαρ ἀτασθαλίῃσι χερείων;

### 1008

Ἐσθλοῦ μὲν γάρ κέν τις ἀρείονος ἐσθλὸς ἐπαύροι· Ὣς δὲ κακός. Καὶ γάρ τις ὁρῶν τυφλοῖσιν ὄνειαρ. Τέρπεσθαι δὲ κακοῖσι, τελειοτέρης κακότητος. Εἰ δέ τις ὄντα κάκιστον ὀΐεται ἔμμεν ἄριστον,

### 1008

Ἄχθος ἐμοὶ, καὶ κρυπτὸς ἐνὶ στήθεσσιν ὀδυρμός. Κρεῖσσον ἄριστον ἐόντα δοκεῖν κακὸν, ἠὲ κάκιστον Κῦδος ἔχοντ’ ἀγαθοῖο, τάφον ψεύστην μερόπεσσιν Ἔμμεναι, ὃς μυδόωσι νεκροῖς ἔντοσθεν ὀδωδὼς, Ἔκτοθεν ἀστράπτει κονίῃ καὶ χρώμασι τερπνοῖς.

### 1008

Ὄμμα μέγα τρομέωμεν, ὃ καὶ γαίης ὑπένερθε Λεύσσει, καὶ πόντοιο μέγαν βυθὸν, ὅσσα τε κεύθει Νοῦς μερόπων. Τέμνει δ’ οὐδὲν χρόνος, ἀλλὰ πάρεστι

### 1008

Πάντα Θεῷ. Πῶς κέν τις ἑὸν κακὸν ἀμφικαλύπτοι;

### 1009

Ἤματι δ’ ὑστατίῳ ποῦ κεύσομεν ἡμέας αὐτούς; Ἤ τίς ἀλεξήσει; πῶς λήσομεν ὄμμα Θεοῖο, Ἡνίκα πῦρ κρίνῃσι καθάρσιον ἔργματα πάντων, Βοσκόμενον κακίης κούφην φύσιν αὐαλέην τε.

### 1009

Τὴν μὲν ἐγὼ τρομέω καὶ δείδια νύκτα καὶ ἦμαρ, Εἰσορόων ψυχὴν θεόθεν πίπτουσαν ἔραζε, Καὶ χοὸς ἆσσον ἰοῦσαν, ὃν ἐκφυγέειν μενέαινον. Ὡς δ’ ὅτε χειμερίοιο παρ’ ὄχθῃσιν ποταμοῖο, Ἢ πίτυν ἢ πλατάνιστον ἐπηετανὸν κομόωσαν,

### 1009

Ῥηγνύμενος ῥίζῃσι ῥόος δηλήσατο γείτων· Τῆς δή τοι πρῶτον μὲν ὑπέχματα πάντα τίναξε, Καὶ κρημνῷ μιν ἔθηκεν ἐπήορον, αὐτὰρ ἔπειτα Βαιῇσι ῥίζῃσιν ἐρυκομένην προθέλυμνον, Κρημνοῦ ἀποῤῥήξας μεσάταις ἐνὶ κάββαλε δίναις,

### 1010

Καί μιν ἄγων μεγάλῳ πατάγῳ πέτρῃσιν ἔδωκεν· Ἔνθα δέ μιν ὄμβρος καὶ ἀφυσγετὸς αἰὲν ἐρείδων Σῆψαν, ἀτιμότατον δὲ τρύφος παρὰ χείλεσι κεῖται. Ὣς καὶ ἐμὴν ψυχὴν Χριστῷ θαλέθουσαν ἄνακτι,

### 1010

Λάβρος ἐπαΐσσων χαμάδις βάλεν ἐχθρὸς ἀτειρὴς, Ἧς πλεῖστον μὲν ὄλεσσε, μικρὸν δέ τι λείψανον αὔτως Πλάζεται ἔνθα καὶ ἔνθα. Θεοῦ γέ μιν αὖθις ἐγεῖραι, Ὅς ῥα καὶ οὐδὲν ἐόντας ἐπήξατο, καὶ μετέπειτα Λυομένους πήξει τε καὶ ἐς βίον ἄλλον ἐρύσσει,

### 1010

Ἢ πυρὸς, ἠὲ Θεοῖο φαεσφόρου ἀντιάσοντας. Εἰ δὲ Θεοῦ, καὶ ἅπαντας ἐσύστερον; ἄλλοθι κείσθω.

### 1010

Χριστὲ ἄναξ, εἰ καί με νεκρὸν καὶ ἀνάλκιδα φῶτες

### 1011

Δυσμενέες καλέουσι, λάθρη δ’ ἐπιμυχθίζουσι, Κινυμέναις κεφαλῇσιν ἐμὴν γελόωντες ὀϊζὺν, Μή με λίπῃς χείρεσσιν ὑπ’ ἀντιβίῃσι δαμῆναι· Πρῶτα μὲν οὐρανίῃσιν ἐν ἐλπίσιν αὖθις ἐρίδοις,

### 1011

Καί μοι σβεννυμένῳ τυτθὴν στάξειας ἐλαίου Ἰκμάδα, διψαλέῳ λύχνῳ φωστῆρος ἀρωγὸν, Ὥς κεν ἐγειρομένοιο πυρὸς, παλινάγρετον ἔλθῃ Φῶς ἀναθηλῆσαν, ζωῆς δὲ τύχοιμι φαεινῆς. Δεύτερον ἄχθεα πάντα δίδοις ἀνέμοιο θυέλλαις,

### 1011

Ῥίψας ἐξ ἐμέθεν (πνοὴν δ’ ὀπάσειας ἐλαφρὴν), Οἷσιν ἄδην ἐδάμασσας ἐμὸν κέαρ· εἴτε με πικρῆς Τινύμενος κακίης, εἴτ’ ἄλγεσιν, οἷά τε πῶλον Παντοίοισι δρόμοισι καὶ ἠλιβάτοισι δαμάζων·

### 1012

Εἴτε τιν’ ὄγκον ἐμῆς ἴσχων φρενὸς, ὅς ῥα τάχιστα Φύεται εὐσεβέεσσιν, ὅσοι νόον εἰσὶν ἐλαφροὶ, Οἳ κακὸν ἐξ ἀγαθοῖο Θεοῦ τύφον ἁρπάζουσιν· Εἴτε κακοῖς ἐθέλων, σῶτερ Λόγε, ἡμετέροισι

### 1012

Παιδεῦσαι θνητοὺς, βιότου στυγέειν κακότητα Ὡς οὐχ ἱσταμένου, πᾶσιν δ’ ἐπὶ πήματ’ ἄγοντος, Ἐσθλοῖς ἠδὲ κακοῖσι, βίον δ’ ἐπὶ ἄλλον ἐπείγειν, Ἔμπεδον, ἀστυφέλικτον, ἀρείονά τ’ εὐσεβέεσσιν. Ἀλλὰ τὰ μὲν σοφίης μεγάλοις ἐνὶ βένθεσι κεῖται,

### 1012

Ὅσσα φέρει στρεπτοῖο βίου παιδεύματα θνητοῖς, Ἐσθλά τε καὶ τὰ χέρεια· Λόγῳ δέ τε πάντα φέριστα,

### 1012

Κἢν πλείω φεύγῃσι νόου πάχος ἡμετέροιο.

### 1013

Νωμᾷς δ’ ἔνθα καὶ ἔνθα σοφῶς οἰήϊα κόσμου, Οἷσιν ἐλαυνόμενοι τρηχὺ σπιλάδεσσι κακῇσι Λαῖτμα μέγ’ ἐκπερόωμεν ἀπιστοτάτου βιότοιο. Αὐτὰρ ἐγὼ μογέων, καὶ πήμασι παντοδαποῖσι

### 1013

Τειρόμενος, κάμπτω σοι γούνατα. Πέμψον ἔμοιγε Δακτύλῳ ἰκμαλέῳ ξηρὴν φλογὶ Λάζαρον ὦκα Γλῶσσαν ἀναψύξοντα, χάος δέ με μηκέτ’ ἐρύκοι, Μηδ’ Ἀβραὰμ μεγάλων κόλπων ἀποτηλόθι βάλλοι Πλούσιον ἐν παθέεσσι. Τεὴν δ’ ἐπὶ χεῖρα κραταιὴν

### 1013

Πέμψειας, ἀχέων δὲ πόροις ἄκος, εἰς δέ με πάντα Θαύματα καὶ τεράων δείξαις σθένος, ὡς τοπάροιθεν. Εἰπὲ, καὶ αἱματόεσσα ῥύσις λήξειε τάχιστα. Εἰπὲ, καὶ ἐκμήνειε συῶν ἀγέλην λεγεῶνος Πνεῦμα, καὶ ἐν πελάγεσσι πέσοι, χάζοιτο δ’ ἐμοῖο.

### 1013

Καὶ λέπρην ἐλάσειας ἀτερπέα· καὶ φάος ἔλθοι

### 1014

Ὄμμασιν οὐχ ὁρόωσι, καὶ οὔατα φθόγγον ἀκούοι· Καὶ ξηρὴν τανύσειας ἐμὴν χέρα, δεσμά τε γλώσσης Ῥήξειας, στήσαις δὲ ποδῶν βάσιν ἀδρανέουσαν. Ἐκ δ’ ἄρτου κορέσαις ὀλίγου· στορέσαις δὲ θάλασσαν

### 1014

Δειμαλέην· στράψαις δὲ φαάντερον ἠελίοιο. Πήξειας δὲ μέλη βεβαρηότα, ἐκ νεκύων δὲ Αὖθις ἀναστήσειας ὀδωδότα· μηδέ μ’ ἄκαρπον, Οἷα συκῆν τοπάροιθεν, ἰδὼν, ξηρὸν τελέσειας. Ἄλλος μέν τ’ ἄλλοισιν ἀρηγόσι, Χριστὲ, πέποιθεν,

### 1014

Αἵματι, καὶ τέφρῃ, καὶ ὀφρύϊ σήμερον οὔσῃ. Οἵ τ’ ἄλλου χατέουσιν ἀρηγόνος οὐτιδανοῖο· Σοὶ δ’ ἄρ’ ἐγὼ μούνῳ, Βασιλεύτατε, μοῦνος ἐλείφθην, Ὃς πάντων κρατέεις, καί μοι σθένος ἐσσὶ μέγιστον. Οὔ μ’ ἄλοχος κομέουσα δυσαλθέα κήδεα λύσοι.

### 1014

Ἤ τε καὶ ἀσχαλόωντα παρηγορίῃσιν ἰαίνει·

### 1015

Οὐδὲ φίλοις παίδεσσιν ἀγάλλομαι, οἷς ὑπὸ γῆρας Ὀρθοῦται, νεαροῖσιν ὑπ’ ἴχνεσιν αὖθις ὁδεῦον· Οὐδὲ κασιγνήτοις ἐπιτέρπομαι, οὐδ’ ἑτάροισι. Τοὺς μὲν γὰρ στυγερὸς μόρος ἥρπασεν· οἱ δὲ φιλεῦντες

### 1015

Νηνεμίην, ἑτάρων ὀλίγην φρῖκα τρομέουσι Κείνην τερπωλὴν οἴην ἔχον, ὡς ὅτε πηγὴν Διψαλέη ψυχρὴν ἔλαφος σχεδὸν, ἀνδρὰς ἀρίστους, Χριστοφόρους, ζώοντας ἐπὶ χθονὶ, σαρκὸς ὕπερθεν, Πνεύματος ἀενάοιο φίλους, καὶ λάτριας ἐσθλοὺς,

### 1015

Ἀζυγέας, κόσμοιο περίφρονας· Ἀλλὰ καὶ αὐτοὶ Μαρνάμενοι περὶ σεῖο διακριδὸν ἔνθα καὶ ἔνθα Ἵστανται, ζῆλος δὲ Θεοῦ λύσε θεσμὸν ἀθέσμως, Ἁρμονίην τ’ ἀγάπης, ἧς οὔνομα μοῦνον ἐλείφθη.

### 1016

Ὡς δ’ ὅτε τίς τε λέοντα λιπὼν ἄρκτῳ πελάσειε Μαινομένῃ, καὶ τήνδε φυγὼν ἐς δῶμα πέσῃσιν Ἀσπασίως, καὶ χεῖρα ἑὴν πρὸς τοῖχον ἐρείσῃ, Ἔνθεν δ’ ἐκπροθορών μιν ὄφις τύψῃσιν ἀέλπτως

### 1016

Ὡς καὶ ἐμοὶ πολλοῖσιν ἐλαυνομένῳ παθέεσσιν, Οὐδὲν ἄκος καμάτοιο, τὸ δ’ ἄλγιον, ὅττί κεν εὕρω. Πάντη δ’ ἀθρήσας τε καὶ ἐν πάντεσσι μογήσας, Ἐκ σέθεν, εἰς σὲ, μάκαρ, λεύσσω πάλιν, ἄλκαρ ἐμοῖο, Παντοκράτωρ, ἀγένητε, καὶ ἀρχὴ, καὶ πάτερ ἀρχῆς,

### 1016

Υἱέος ἀθανάτοιο, φάος μέγα φωτὸς ὁμοίου, Ἐξ ἑνὸς εἰς ἓν ἰόντος ἀτεκμάρτοισι λόγοισιν· Υἱὲ Θεοῦ, σοφίη, βασιλεῦ, λόγε, ἀτρεκίη τε, Εἰκὼν ἀρχετύποιο, φύσις γεννήτορος ἴση.

### 1016

Ποιμὴν, ἀμνὲ, θύος τε, Θεὲ, βροτὲ, ἀρχιερεῦ τε·

### 1017

Πνεῦμά θ’ ὃ πατρόθεν εἶσι, νόου φάος ἡμετέροιο, Ἐρχόμενον καθαροῖσι, Θεὸν δέ τε φῶτα τίθησιν Ἵλαθι, καί μοι ὄπασσον ἐπιπλομένοις ἐνιαυτοῖς, Ἐνθάδε καὶ μετέπειτα ὅλῃ θεότητι μιγέντα,

### 1017

Γηθόσυνον ὕμνοις σε διηνεκέεσσι γεραίρειν.

### 1017

Βʹ. Ὅρκοι Γρηγορίου.

### 1017

Ὥμοσα τὸν Λόγον αὐτὸν, ὅ μοι Θεός ἐστι μέγιστος, Ἐξ ἀρχῆς ἀρχὴ, Πατρὸς ἀπ’ ἀθανάτου, Εἰκὼν ἀρχετύποιο, φύσις γεννήτορος ἴση,

### 1017

Ὃς φθάσε καὶ μερόπων ἐς βίον οὐρανόθεν· Ὤμοσα, μήτε νόῳ γε νόον μέγαν, ἐχθρὰ νοήσας,

### 1018

Ῥίψειν, μήτε λόγῳ τὸν Λόγον ἀλλοτρίῳ. Εἰ Τριάδος θεότητα διατμήξαιμι φαεινῆς, Ἑσπόμενος καιρῶν νεύμασιν ἀντιπάλων· Εἰ δ’ ἕδρη μεγάλη ποτ’ ἐμὸν νόον οἰστρήσειεν,

### 1018

Ἠὲ πόθῳ δοίην ἀλλοτρίῳ παλάμην· Εἰ δὲ Θεοῦ προπάροιθε βροτὸν θείμην ἐπίκουρον. Πέτρης ἠπεδανῆς πείσματ’ ἀναψάμενος· Εἰ δέ ποτ’ ἐσθλὰ φέροντος ἀγήνορα θυμὸν ἔχοιμι, Ἠὲ κακοῖς κύρσας, ἔμπαλιν ἀδρανέα·

### 1018

Εἰ δὲ δίκην δικάσαιμι παρακλίνας τι θέμιστος, Εἰ δὲ λάβοι τιμὴν ὀφρὺς ὕπερθ’ ὁσίων· Εἰ δὲ κακοὺς ὁρόων τι γαληνιόωντας ὁδοῖο

### 1018

Σταίην δεξιτερῆς, ἢ ἀγαθῶν σκοπέλους·

### 1019

Εἰ φθόνος ἐκτήξειεν ἐμὴν φρένα· εἰ γελάσαιμι Πτῶμα καὶ οὐχ ὁσίων, ὡς πόδα πηγὸν ἔχων· Εἰ δὲ χόλῳ πλήθοντι πέσοι νόος, εἰ δ’ ἀχάλινος Γλῶσσα θέοι, μάχλον τ’ ὄμμα φέροι κραδίη·

### 1019

Εἰ δέ τιν’ ἐχθαίροιμι μάτην, εἰ δ’ ἐχθρὸν ἐμεῖο Τισαίμην δολίως, ἠὲ καὶ ἀμφαδίην· Εἰ κενεὴν πέμψαιμι δόμων ἄπο χεῖρα πένητος, Εἰ φρένα διψαλέην οὐρανίοιο λόγου· Ἄλλῳ Χριστὸς ἔοι πλέον ἵλαος, αὐτὰρ ἐμοῖο

### 1019

Τοὺς ἄχρι καὶ πολιῆς αὖρα φέροι καμάτους. Τοῖσδε νόμοισιν ἔδησα ἐμὸν βίον. Εἰ δὲ πόθοιο Ἐς τέλος ἱκοίμην, Ἄφθιτε, σεῖο χάρις.

### 1020 (1t)

Γʹ. Ἐνόδια Κωνσταντινουπόλεως.

### 1020 (1t)

Ἐν σοὶ μὲν ἠρεμοῦμεν, ὦ Θεοῦ Λόγε, Μένοντες οἴκοι· σοὶ δ’ ἀνάπτομεν σχολήν. Σὴ μὲν καθέδρα, σὴ δ’ ἔγερσις, καὶ στάσις,

### 1020 (1t)

Σὴ δ’ αὖ πορεία, σοῖς δὲ καὶ νῦν νεύμασιν Εὐθυποροῦμεν. Ἀλλά μοί τιν’ ἀγγέλων Πέμποις ὁδηγὸν, δεξιὸν παραστάτην, Ὅς με στύλῳ πυρός τε καὶ νέφους ἄγοι, Τέμνοι δὲ πόντον, ῥεῖθρα δ’ ἱστάῃ λόγῳ,

### 1020 (1t)

Τρέφοι δ’ ἄνωθεν καὶ κάτωθεν πλουσίως. Σταυρὸς δὲ χερσὶν ἐκτυπούμενος θράσος

### 1020 (1t)

Ἐχθροῦ κατείργοι· μηδ’ ἐν ἡμέρᾳ μέσῃ

### 1021

Καύσων φλέγοι με, μηδὲ νὺξ φόβον φέροι. Τὴν δὲ τραχεῖαν καὶ προσάντη μοι τρίβον Λείαν τιθείης, εὔπορόν τε σῷ λάτρῃ, Ὡς πολλάκις με καὶ τὸ πρὶν χειρὶ σκέπων

### 1021

Γῆς καὶ θαλάσσης ἐξέωσας κινδύνων, Νόσων τε δεινῶν, δυσμενῶν τε πραγμάτων. Ὡς δεξιῶς ἅπαντα, καὶ κατ’ ἐλπίδας, Πράξαντες, αἴσιόν τε τῆς ὁδοῦ τέλος Εὑρόντες, αὖθις πρὸς φίλους καὶ συγγενεῖς

### 1021

Παλινδρομῶμεν, ἀσμένοισιν ἄσμενοι Φανέντες οἴκοι, καὶ πόνων πεπαυμένοι. Σὲ προσκυνοῦμεν, τῆς τελευταίας ὁδοῦ Χρῄζοντες εὐμενοῦς τε καὶ ῥᾴστης τυχεῖν.

### 1022 (1t)

Δʹ. Εἰς αὐτόν.

### 1022 (1t)

Τριὰς λαλοῖτο, καὶ καταρτίζοι λόγον Ἄλλος τις, ὅσπερ ἄξιος. Θρόνων δ’ ἐγὼ Εἴξω. Θεῷ γὰρ προσλαλῶν οὐ παύσομαι.

### 1022 (1t)

Εʹ. Πρὸς τὸν Ἀναστασίας λαόν.

### 1022 (1t)

Ποθῶ, ποθῶ σε, φίλτατ’, οὐκ ἀρνήσομαι· Ποθῶ λόγων γέννημα τῶν ἐμῶν τέκων, Ἀναστασίας ὦ λαὲ τῆς ἐμοὶ φίλης, Ἣ τὴν πάλαι θανοῦσαν ἐν νεκροῖς λόγοις

### 1022 (1t)

Πίστιν παλαιὰν ἐξανέστησεν νέοις· Ὅθεν προελθὼν οὑμὸς, ὡς σπινθὴρ, λόγος,

### 1022 (1t)

Πάσας κατέσχε φωτὶ τὰς Ἐκκλησίας.

### 1023

Τίς σου τὸ κάλλος, τίς θρόνους ἐμοὺς ἔχει; Πῶς εἰμ’ ἄτεκνος, ζῶσι δ’ οἱ παῖδες; Πάτερ, Σοὶ δόξα, κἄν τι τοῦδε χεῖρον συμπέσοι. Ἴσως κολάζεις τὴν ἐμὴν παῤῥησίαν.

### 1023

Τίς ἐκβοήσει γνησίως τὸ σὸν, Τριάς;

### 1023

ϛʹ. Πρὸς τοὺς αὐτούς.

### 1023

Σιὼν ὁδοὶ πενθοῦσι, τὸν νόμου λάτρην Λαὸν ποθοῦσαι ἡμέραις ἑορτίοις. Πενθῶ δ’ ἔγωγε λαὸν οὐχ ὁρώμενον

### 1023

Ἐμοὺς ῥέοντα πρὸς λόγους, ὡς ἦν ποτε Κωνσταντινούπολίς τε καὶ ξένων ὅσον Ἔνδημον, οἷς ἤστραπτεν ἡ φίλη Τριάς. Καὶ νῦν ἐγὼ μὲν ὡς λέων βρυχώμενος

### 1024

Μακρὰ στενάζω. Τῶν δ’ ἐμῶν τέκνων τυχὸν Ἄλλοι κατασκιρτῶσι, πιθανοῖς λόγοις Συναρπάσαντες. Εἰ γὰρ ἔλθοι μοι σθένος, Ὡς πρὶν, Τριὰς, σὸν, καὶ βρυχησαίμην πάλιν

### 1024

Ἐν σοὶ, τάχ’ ἄν τι θῆρες εἴξειαν πάλιν.

### 1024

Ζʹ. Πρὸς τοὺς ἀφίλους ἐξιτήριον.

### 1024

Οἱ συνθύται, τέθνηκα τῷ φθόνῳ μόγις. Ἑῴα λήξει καὶ δύσις, φθόνος τ’ ἐμὸς Ἐχθροῖς, φίλοις· ἀπῆλθον· εὐφημήσατε.

### 1024

Πλὴν ἐξιτήριόν τι πᾶσι φθέγξομαι. Ἂν ἄλλον εὕρητ’ ἀντ’ ἐμοῦ, τιμήσατε. Τὸ σεπτὸν ἡμῖν Πνεῦμα, τῷ συνηγορῶ.

### 1024

Νῦν δ’ οὐκέτ’ εἰμὶ τῆς μάχης μεταίχμιον.

### 1025 (1t)

Ηʹ. Πρὸς τοὺς φθονοῦντας.

### 1025 (1t)

Τριὰς, σάου με· καὶ πάλιν καλῶ, Τριάς. Σὲ γὰρ προφαίνων ἠμπολησάμην φθόνον. Λαὸς, νόμοι, τράπεζα, βήματα, θρόνοι,

### 1025 (1t)

Λόγοι τ’ ἀληθῶν δογμάτων συνήγοροι. Πῶς ταῦτα, καὶ τί ταῦτα; καὶ πόθεν ῥέων Ταῖς τοῦ Θεοῦ μου τοῦ κρατίστου Πνεύματος Ῥοαῖς, ξένον τε λαὸν ἐντρέφων καλῶς, Ἔπειτα σάρκας ἐκτακεὶς ἀθλήμασι

### 1025 (1t)

Πολλοῖς ἀπῆλθον; ὦ σκοποὶ, κροτήσατε. Τέθνηχ’ ὅ τ’ ἄρδων, οἵ τε πεινῶντες λόγον. Εἰ μέν τι τούτων ἀντιδώσεις, Χριστέ μου, Μέγ’ ἀντιδοίης· εἰ δὲ μὴ, καὶ τῶν χάρις.

### 1026 (1t)

Θʹ. Πρὸς τοὺς αὐτούς.

### 1026 (1t)

Μετῆλθον, ἦλθον, ἔρχομαι· μίξις μ’ ἔχει Τρόμου χαρᾶς τε· τοὐμὸν ἐτάζω βάθος, Μήτι χρεωστῶ, Χριστέ μου· πλὴν ἔρχομαι

### 1026 (1t)

Ζῶον διωχθὲν ἐν βίῳ, μάλιστα δὴ Ἐχθροῖς φίλοις τε, συνθύταις, ἀντιστάταις. Τὰς σὰς πεσεῖν εἰς χεῖρας αἱρετώτερον, Ἢ τῇδε μοχθεῖν τοῖς φθόνου παλαίσμασι. Τῶν μὲν καλῶν γὰρ οὐδὲν ἐλπίζειν ἔχω.

### 1026 (1t)

Τοῖς δ’ αὖ κακίστοις συνθανεῖν κέρδος μέγα Χαίροιτε, γαστρίζοισθε, τοῖς ἐνυπνίοις Μεγαφρονεῖτε· μικρὰ γὰρ χαρήσετε.

### 1026 (1t)

Κἀγὼ μετέσχον τῆς πλάνης· ἀλλ’ οἴχομαι.

### 1027 (1t)

Ιʹ. Πρὸς τοὺς τῆς Κωνσταντινουπόλεως ἱερέας,

### 1027 (1t)

καὶ αὐτὴν τὴν πόλιν.

### 1027 (1t)

Ὦ θυσίας πέμποντες ἀναιμάκτους, ἱερῆες, Καὶ μεγάλης μονάδος λάτριες ἐν Τριάδι·

### 1027 (1t)

Ὦ νόμοι, ὦ βασιλῆες ἐπ’ εὐσεβίῃ κομόωντες, Ὦ Κωνσταντίνου κλεινὸν ἕδος μεγάλου, Ὁπλοτέρη Ῥώμη, τόσσον προφέρουσα πολήων, Ὁσσάτιον γαίης οὐρανὸς ἀστερόεις· Ὑμέας εὐγενέας ἐπιβώσομαι, οἷά μ’ ἔοργεν

### 1027 (1t)

Ὁ φθόνος; ὡς ἱερῶν τῆλε βάλεν τεκέων, Δηρὸν ἀεθλεύσαντα, φαεσφόρον οὐρανίοισι Δόγμασι, καὶ πέτρης ἐκπροχέοντα ῥόον. Ποία δίκη, μόχθον μὲν ἐμοὶ καὶ δεῖμα γενέσθαι, Ἄστεος εὐσεβίῃ πρῶτα χαρασσομένου,

### 1028

Ἄλλον δ’ αὖ μόχθοισιν ἐμοῖς ἔπι θυμὸν ἰαίνειν, Ἀρθέντ’ ἐξαπίνης θῶκον ἐπ’ ἀλλότριον, Οὗ με Θεός τ’ ἐπέβησε, Θεοῦ τ’ ἀγαθοὶ θεράποντες; Ταῦτα νόσος στυγερὴ, ταῦτα Θεοῦ θέραπες,

### 1028

Οἳ δῆριν στονόεσσαν ἐπ’ ἀλλήλοισιν ἔχοντες, Χριστὲ ἄναξ, οὔ μοι ταῦτα νοοῦσι φίλα. Οὐ γὰρ ἴης γενόμην μοίρης θρασὺς ἀσπιδιώτης, Οὐδ’ ἔθελον Χριστοῦ ἄλλο τι πρόσθε φέρειν. Ἁμπλακίη δ’ ὅτι μηδὲν ὁμοίϊον ἤμπλακον ἄλλοις,

### 1028

Μηδ’ ὡς νηῦς ὀλίγη φορτίδι συμφέρομαι. Ὣς καὶ κουφονόοισιν ἀπέχθομαι, οἵ ῥ’ ἀνέηκαν Βῆμα τόδ’ οὐχ ὁσίως καιροθέοισι φίλοις. Ἀλλὰ τὰ μὲν λήθης κεύθοι βυθός. Αὐτὰρ ἔγωγε

### 1028

Ἔνθεν ἀφορμηθεὶς, τέρψομαι ἀτρεμίῃ,

### 1029

Πάνθ’ ἄμυδις, βασίλεια, καὶ ἄστεα, καὶ ἱερῆας Ἀσπασίως προφυγὼν, ὡς πόθεον τοπάρος, Εὖτε Θεός μ’ ἐκάλεσσε καὶ ἐννυχίοισιν ὀνείροις, Καὶ πόντου κρυεροῦ δείμασιν ἀργαλέοις.

### 1029

Τοὔνεκα καγχαλόων φθόνον ἔκφυγον, ἐκ μεγάλου δὲ Χείματος, ἐν σταθερῷ πεῖσμα βάλον λιμένι, Ἔνθα νόου καθαροῖσι νοήμασι θυμὸν ἀείρων, Θύσω καὶ σιγὴν, ὡς τοπάροιθε λόγον. Οὗτος Γρηγορίοιο λόγος, τὸν θρέψατο γαῖα

### 1029

Καππαδοκῶν, Χριστῷ πάντ’ ἀποδυσάμενον.

### 1166 (1t)

ΙΒʹ. Εἰς ἑαυτὸν καὶ περὶ ἐπισκόπων.

### 1166 (1t)

Ἴσως μὲν ἐχρῆν, ὡς κακούμενον φέρειν Ταῖς τοῦ παθόντος ἐντολαῖς τυπούμενον, Οὕτω παθόντα καρτερεῖν καὶ τὸν λόγον,

### 1166 (1t)

Ὡς, ἂν πλείως ὦμεν ἠγωνισμένοι, Καὶ μισθὸν ἐλπίζωμεν ἐντελέστερον. Ὧν γὰρ τέλειος μόχθος, ἐντελέστερος· Ὧν δ’ οὐ τέλειος, καὶ τὸ ἆθλον ἐλλιπές. Ὡς ἂν δὲ μὴ δόξαιεν οἱ κακοὶ κρατεῖν

### 1166 (1t)

Τὰ πάντα, μηδ’ ᾖ λεῖος αὐτοῖς ὁ δρόμος,

### 1167

Ἀντιστατοῦντος οὐδενὸς, τὸ μὲν πέρας Τούτων παρήσω τῷ τελευταίῳ πυρὶ, Ὃ πάντ’ ἐλέγχει καὶ καθαίρει σὺν δίκῃ, Κἂν λανθάνωμεν ἐνθάδε πλοκαῖς τισιν.

### 1167

Αὐτὸς δὲ μικρῷ τοὺς ἐμοὺς λόγῳ πλήξω Φονεῖς· φονεῖς γὰρ οἱ κρίνοντες ἔκτοπα, Ψυχῶν ἀθώων ἐκχέοντες αἵματα, Πάντων, ὅσους ἔπλαττον, οὓς ᾠκονόμουν. Ἐρῶ δ’ ἃ λέξω, μηδὲν εὐλαβούμενος

### 1167

Τὸ λοιδορεῖσθαι, πρᾶγμ ἀπηγορευμένον Πᾶσιν μὲν, ἐμοὶ δὲ καὶ πλέον μισούμενον. Οὐ γὰρ ὀνομαστὶ τοὺς λόγους ποιήσομαι,

### 1168

Τῷ μὴ δοκεῖν ἐλέγχειν, ἃ κρύπτειν χρεών. Ἀλλ’ οὐδὲ πάντων ἐξ ἴσης μεμνήσομαι, Μή μοι τοσοῦτον ἐκδρομήσειε στόμα. Πολλοὺς γὰρ οἶδα καὶ λόγου τοῦ κρείσσονος.

### 1168

Ἀλλ’ ὅστις ἐν κακοῖς τε, καὶ κακῶν πέρα, Αὐτὸς κρατείσθω, καὶ δαμαζέσθω τὰ νῦν. Τεμεῖ τὸ χεῖρον ἡ μάχαιρα τοῦ λόγου. Τί τοῦτο; δείξεις· ἂν μάχῃ πρὸς τὸν λόγον, Αὑτοῦ προδήλως ἐκφανὴς κατήγορος.

### 1168

Τὸ δ’ οὖν ἐμὸν τοιοῦτο· βαλλέτω με πᾶς· Πόῤῥωθέν εἰμι τοῖς λίθοις ἡρμοσμένος.

### 1168

Θάῤῥει λέοντι. Πάρδαλις τῶν ἡμέρων.

### 1169

Ἀσπὶς τάχ’ ἄν σε καὶ φύγοι δεδοικότα. Ἓν ἐκτρέπου μοι, τοὺς κακοὺς ἐπισκόπους, Μηδὲν φοβηθεὶς τοῦ θρόνου τὴν ἀξίαν. Πάντων τὸ ὕψος, οὐχὶ πάντων δ’ ἡ χάρις.

### 1169

Τὸ κώδιον πάρελθε, τὸν λύκον βλέπε. Μὴ τοῖς λόγοις με πεῖθε, τοῖς δὲ πράγμασι. Μισῶ διδάγμαθ’, οἷς ἐναντίος βίος. Τὰ χρώματ’ αἰνῶν τοῦ τάφου, βδελύττομαι Τὴν ἔνδον ὀδμὴν τῶν σεσηπότων μελῶν.

### 1169

Πῶς ταῦτα; καὶ τί ταῦτα; πῶς λόγους ἀεὶ Κινῶν ἀμείνους, οὐχὶ καὶ νῦν εὐστομεῖς; Ἀλγοῦντός ἐστιν, ἐξερεύγεσθαι πάθος Θεῷ, φίλοις, γονεῦσι, γείτοσι, ξένοις, Εἰ δ’ οὖν, χρόνῳ τε καὶ βίῳ τοῖς ὕστερον.

### 1170

Μικρὸν δ’ ἀνοίσω τὸν λόγον ποῤῥωτέρω. Μηδείς ποτ’ εἴπῃ τοῖς πονοῦσί τι πλέον Ἐντεῦθεν εἶναι. Παίζεθ’, ὃς φρονεῖ τάδε. Ἅπαντ’ ἐν νυκτὶ καὶ ζόφῳ πορεύεται.

### 1170

Τοὺς μὲν πυροῖ γὰρ, τοὺς δ’ ἐπιζοφοῖ Θεὸς, Ἕως τὸ πῦρ ἅπαντα φωτίζοι τάδε. Ἄλλος μὲν ἐξήντλησε μοχθηρὸν βίον, Στένων, ἀϋπνῶν, δάκρυσιν τήκων μέλη, Χαμευνίᾳ τε καὶ τροφῇ στενούμενος,

### 1170

Καὶ νοῦ μερίμναις, ἐν θεοπνεύστοις Γραφαῖς, Μάστιξί θ’ αὑτὸν ταῖς ἔσω ξαίνων ἀεί. Τί μοι παρεῖται; μὴ δέον τί τ’ ἔδρασα; Ἄλλος τὰ τερπνὰ τῶν νέων ἐδρέψατο,

### 1170

Ἔπαιξεν, ᾖδε, γαστρὸς ἔπλησεν νόσον,

### 1171

Πάσαις ἐφῆκεν ἡδοναῖς, αἰσθήσεσι Κλεῖθρ’ οὐκ ἔθηκε, πῶλος ἡνίας ἄτερ. Κἄπειτα τὸν μὲν συμφοραὶ κατέδραμον· Οὐ συμφοραὶ μέν· οὐ γὰρ ἅπτεται σοφῶν

### 1171

Τῶνδ’ ἐνθάδ’ οὐδὲν, ὡς δοκεῖ τοῖς πλείοσιν Ὑφ’ ὧν ὀλεῖται καὶ τὸ φαίνεσθαι σοφόν. Ὁ δ’ εὐδρομῶν ἅπαντα, καὶ τόδ’ εὐδρομεῖ, Κράτιστος εἶναι τὴν ἀρετὴν νομίζεται. Λόγου δὲ μάρτυς αὐτὸς, ὃς λέγει τάδε.

### 1171

Ἄνω καθήμενόν με τῶν ὁρωμένων, Καὶ νοῦν μόνοις μιγνύντα τοῖς νοουμένοις, Ῥίψαντα δόξαν, κτῆσιν, ἐλπίδας, λόγους, Τὸ μὴ τρυφᾶν τρυφῶντα, καὶ μάζῃ στενῇ Βίον γλυκαίνονθ’, ὕβρεως ἐλεύθερον,

### 1171

(Ἢ πάντα δεῖ σε προσδοκᾷν, κἂν ᾖς σοφὸς),

### 1172

Παρ’ ἐλπίδας τις τῶν καλῶν ἀποσπάσας Ἔκδημον ἤγαγε· ὅστις, οὐκ ἔχω λέγειν. Εἶτ’ οὖν τὸ θεῖον Πνεῦμα, εἶθ’ ἁμαρτάδες, Ὡς ἂν δίκας τίσαιμι τῆς ἐπάρσεως;

### 1172

Τὸ δ’ οὖν πρόδηλον, σύλλογοί τε ποιμένων Καὶ λαὸς ὀρθόδοξος, ἀλλ’ οὔπω πλατὺς, Ἄρτι πρὸς αὐγὰς ἡλίου μικρὸν βλέπων Ὡς ἄν τις ἔλθοι τῷ λόγῳ παῤῥησία, Μικρόν τ’ ἀναπνεύσωσι τῶν κύκλῳ κακῶν,

### 1172

Λάλων τε γλωσσῶν, καὶ πολυσχιδοῦς πλάνης, Ὑφ’ ὧν ἔκαμνον οὐκ ἔχοντές τι σκέπης, Οἷόν τι τερπνὸν ἐν μέσῳ βάτων ῥόδον, Ἤ τις μέλαινα ῥὰξ ἐν ἀώρῳ βότρυϊ, Οὕτω μὲν οὖν ἐπῆλθον εὐσεβὴς ξένος,

### 1172

Ὅρκοις τε καμφθεὶς, καὶ λιταῖς πολυτρόποις,

### 1173

Αἷς ἀντιβῆναι τῶν λίαν καταφρόνων. Ἐπεὶ δ’ ἐπῆλθον, Καππάδοσσαν γῆν λιπὼν, Ἣ πίστεως ἔρεισμα τοῖς πᾶσιν δοκεῖ, Οὐ λαὸν, οὐδὲν τῶν ἀναγκαίων ἐμοὶ

### 1173

(Ταῦτ’ ἐστὶν ἐχθρῶν πλάσματα, ψευδεῖς λόγοι, Φθόνου καλύμματ’ ἀστόχως εὑρημένα), Ὑμᾶς ἔρεσθαι τἀπίλοιπα βούλομαι· Ὑμεῖς γάρ ἐστε μάρτυρες μόχθων ἐμῶν. Τί σκαιὸν, ἢ πρόσαντες, ἢ βλάβην φέρον,

### 1173

Ἢ εἶπον, ἢ ἔπραξα τοῦτ’ ἔτος τρίτον; Πλὴν ἕν γε τοῦτο, τῶν κακῶν ἐφεισάμην, Ὑφ’ ὧν λιθασθεὶς εἰσόδου προοίμιον Ἐκαρτέρησα. Καὶ γὰρ εὐσεβέστερον Παθόντα τὰ Χριστοῦ με οὕτω καὶ φέρειν.

### 1174

Ὁρᾷς, πένητες οἷα δωροῦνται Θεῷ. Καὶ τοῦτο δ’ ἔγκλημ’, εἰ δοκεῖ, ποιώμεθα. Σὴς μὲν, τὶς εἶπεν, ὀστέων, αἰσθητικαὶ Φρένες. Τόδ’ ἔργοις τοῖς ἐμοῖς ἐγνώρισα.

### 1174

Τὸ χάλκεόν μοι σῶμα φροντίσιν τακὲν Ἤδη νένευκεν· ἄλλο δοῦναι δ’ οὐκ ἔχω, Πλείω χρεωστῶν, κἂν τὰ πάντων εἰσφέρω. Τί ἂν πάθοι τις συζυγεὶς σαθρῷ φίλῳ; Ἀλλ’ ἀνιτέον μοι πρὸς τὸν ἐξ ἀρχῆς λόγον.

### 1174

Κέκλημ’, ἔπηξα λαὸν ἐν μέσῳ λύκων, Ποίμνην ἄνυδρον τοῖς λόγοις ἐπήγασα, Ἔσπειρα πίστιν τῷ Θεῷ ῥιζουμένην, Τριάδ’ ἔλαμψα τοῖς πρὶν ἐσκοτισμένοις.

### 1174

Ὀπός τις ἤμην ἐν γάλακτι, φάρμακον

### 1175

Πειθοῦς βίᾳ· καὶ τοὺς μὲν ἤδη δεσμίους, Τοὺς δ’ ἐγγὺς εἶχον, οἱ δ’ ἔμελλον αὐτίκα. Πᾶσιν δὲ θυμὸς ἐκλίθη, τὸ πρὶν ζέων, Καὶ φίλτρον ἤδη τῷ λόγῳ συνεκράθη·

### 1175

Ἐλπὶς δὲ παντὸς, καὶ ῥοπή τις μετρία. Ῥώμης τόδ’ οἶδεν ἄστυ τῆς εὐδαίμονος, Καὶ τῆς μάλιστά φημι τὸ πρῶτον γένος, Οἵ μ’ ἠξίωσαν καὶ λόγου τυχόν τινος, Παρ’ οἷς πλέον, καὶ μικρὸν εὐκλείας ἔχειν,

### 1175

Ἢ πρῶτ’ ἐν ἄλλοις τιμίου παντὸς φέρειν· Καὶ γὰρ τοσοῦτόν εἰσι πάντων κρείσσονες! Οὗτοί με καὶ παρόντα εἶχον ἐν λόγῳ, Καὶ νῦν ἀπόντος αἰτιῶνται τοὺς κακούς.

### 1176

Πλέον γὰρ οὐδὲν εἶχον, ἢ τοῦτο, δρᾶσαι, Οὐδ’ αὐτὸς ᾔτουν οὐδέν. Ὦ πόλις, πόλις, Ἵν’ ἐκβοήσω καί τι καὶ τραγῳδικόν. Ἀλλ’ οἱ καλοί τε κἀγαθοὶ συμποίμενες

### 1176

Φθόνῳ ῥαγέντες (ἴστε τοὺς Θρασωνίδας· Οὐ γὰρ φέρει παίδευσιν ἡ ἀγροικία), Καὶ τὴν ἐμὴν λαβόντες ἔκγονον πόνων Ἀῤῥωστίαν συνεργὸν, ἣν αἰδεῖσθ’ ἔδει Τοὺς καί τι μικρὸν τῷ Θεῷ κεκμηκότας,

### 1176

Τό τε θρόνου τοσούτου μὴ στέργειν κράτος, Κόσμου ῥαγέντος ἐν μάχης μεταιχμίῳ. Ταῦτ’ οὖν λαβόντες σὺν ῥοπῇ τοῦ δαίμονος

### 1176

Προύπεμψαν ἔνθεν ἀσμένως οἱ φίλτατοι,

### 1177

Ὥσπερ τιν’ ὄγκον ἐκ νεὼς βαρουμένης Ῥίψαντες. Ἦν γὰρ φόρτος εὐφρονῶν κακοῖς. Ἔπειτ’ ἀροῦσι χεῖρας, ὡς ἁγνοὶ, Θεῷ, Καὶ δῶρα πέμψους’ ἐκ φρενὸς καθάρσια,

### 1177

Καὶ λαὸν ἁγνίσουσι μυστικοῖς λόγοις, Οἳ κἄμ’ ἔπεμψαν ἔνθεν ἐκ πονηρίας, Οὐ σφόδρ’ ἄκοντα. Καὶ γὰρ ἦν αἶσχος μέγα, Τούτων τιν’ εἶναι τῶν καπήλων πίστεως. Ὧν οἱ μὲν ὄντες ἔκγονοι φορογράφων,

### 1177

Οὐδὲν φρονοῦντες τοῦ παρεγγράφειν πλέον, Οἱ δ’ ἐκ τραπέζης, τῶν τ’ ἐκεῖς’ ἀγαλμάτων, Οἱ δ’ ἐξ ἀρότρων, ἡλίῳ κεκαυμένοι, Οἱ δ’ ἐκ δικέλλης καὶ σμινύης πανημέρου· Ἄλλοι δὲ κώπην, ἢ στρατὸν λελοιπότες,

### 1178

Ἄντλον πνέοντες, ἢ τὸ σῶμ’ ἐστιγμένοι, Λαοῦ κυβερνῆταί τε, καὶ στρατηλάται Πεφήνας’ οὐκ εἴξουσι καὶ μικρόν ποτε· Ἄλλοι δὲ τεχνῶν ἐμπύρων τὴν ἀσβόλην

### 1178

Οὔπω τελείως σαρκὸς ἐκνενιμμένοι Μαστιγίαι τε, καὶ μυλώνων ἄξιοι, Πρὶν καὶ τὸ τίμημ’ εἰσενεγκεῖν δεσπόταις, Μικράν τιν’ ἂν εὕρωσι παῦλαν τῶν πόνων, Ἔπειθ’ ὑπερμαζῶσι καὶ δήμου τινὰς

### 1178

Κλέψαντες, ἢ πείσαντες, ἢ τυραννικῶς, Ἄνω τρέχουσι, κάνθαροι πρὸς οὐρανὸν, Πόλον στρέφοντες, οὐ τὸν ἐκ κόπρων ἔτι, Οὐδ’ ἐξόπισθεν, ὡς τὸ πρὶν, νενευκότες,

### 1178

Αὐτῶν δ’ ἔχειν δοκοῦντες τῶν ἄνω κράτος,

### 1179

Ἀριστερὰ λαλοῦντες, οὐδὲ τοὺς πόδας Αὐτῶν ἀριθμεῖν εἰδότες, ἢ τὰς χέρας, Ἀλλ’ οὐ κάκιστα ταῦτα, οὐδ’ ἐπισκοπῆς, Ὦ λῷστε; μὴ τοσοῦτον ἀρχαίως φρονεῖν,

### 1179

Ὡς τηλικοῦτο πρᾶγμα τιμᾶσθαι κακῶς, Μηδ’ εἰ λίαν μοι τὸ χθαμαλὸν σπουδάζεται· Οὐ γὰρ κάκιστον ἡ ἐπισκοπή. Χρεὼν Πάντως τιν’ εἶναι τῶν δ’ ἀρίστων, ἐκλέγω Τὸν πρῶτον· εἰ δ’ οὖν, ἀλλὰ μὴ τὸν ἔσχατον·

### 1179

Εἴπερ νομίζεσθαί τι δεῖ μου τὸν λόγον, Καὶ νῦν μάλιστα ἐν ζάλῃ γλωσσαλγίας, Καὶ τῶν μεγίστων ἀστέων, καὶ συλλόγων, Ὧν καὶ μενόντων ἀσφαλῶς, κέρδος πλέον, Καὶ μὴ μενόντων, ἡ βλάβη πληρεστέρα·

### 1179

Ὧν δὴ χάριν σοι τοὺς καλοὺς ἐκλεκτέον.

### 1180

Μόλις γὰρ ἄν τις τῶν μέσων οὕτω τύχοι, Εἰ σφόδρ’ ἀγωνίζοιτο, τοὺς καλοὺς κρατεῖν. Οὕτω γινώσκειν, γνώμονος ἀψευδεστάτου. Ἀλλ’ οἱ τελῶναι, χ’ ἁλιεῖς, ἥξουσί μοι

### 1180

Εὐαγγελισταὶ, καὶ πένητες ἐν λόγῳ, Κόσμον σαγηνεύσαντες εὐτελεῖ λόγῳ, Καὶ τοὺς σοφοὺς λαβόντες εἴσω δικτύων, Ὡς ἂν τὸ θαῦμα μεῖζον ᾖ τὸ τοῦ λόγου, Καὶ γὰρ πρόχειρον τοῦτο τοῖς πολλοῖς λέγειν,

### 1180

Πρὸς οὓς βραχύς μοι καὶ σαφὴς ἄγαν λόγος. Δός μοι τὸ πιστὸν τῶν ἀποστόλων ἑνὸς, Ἄχαλκον εἶναι, πῆραν οὐκ ἐξημμένον, Ἄραβδον, ἡμίγυμνον, ὡς δ’ ἀσάνδαλον, Ἐφήμερον, πλουτοῦντα ἐλπίδας μόνας,

### 1180

Μηδ’ εὐπροσήγορόν τιν’ εἰς δόξαν λόγου,

### 1181

Τοῦ μὴ δοκεῖν θωπείαν ἰσχύειν πλέον, Μηδ’ ἀσχολεῖσθαι πρὸς λόγους ἀλλοτρίους. Τούτων τις ἔστω, καὶ τὰ πάντα δέξομαι, Ἄφθογγον, αἰσχρὸν, δυσγενῆ, βοηλάτην.

### 1181

Ὁ γὰρ τρόπος κάλυμμα τῆς μοχθηρίας. Τούτων τις εἴης, χ’ ἁλιεύοις βατράχους, Ἔπειτα δώσομέν σε ἀγγέλων χοροῖς. Ἒν οὖν τι δός μοι· μὴ καθήρῃς δαιμόνων; Μὴ λεπρὸν ἐξέλοις, μὴ νεκρὸν τάφου;

### 1181

Μελῶν τε πῆξιν μὴ λάβοι παρειμένος; Θὲς τῷ κάμνοντι χεῖρα, καὶ στήτω νόσος. Οὕτω με πείσεις τοῦ λόγου καταφρονεῖν. Εἰ δ’ ἐκ δυοῖν σοι τοῦ ἑνὸς συγκειμένου,

### 1182

Ἐπαινετοῦ τε, καὶ κατηγορουμένου, Τὸ μὲν λογίζῃ, τὸ δὲ παρατρέχεις ἑκὼν, Κλέπτεις κακούργως τὴν ὁμοίωσιν σφόδρα. Ματθαῖος ἦν τελώνης, ἀλλὰ τίμιος,

### 1182

Οὐχ ὡς τελώνης, ὡς δὲ Πνεύματος γέμων. Πέτρος μαθητῶν ἄκρος, ἀλλὰ Πέτρος ἦν, Οὐχ ὡς σαγηνεὺς, ἀλλ’ ὅτι ζήλου πλέως. Πείθει με τιμᾷν καὶ τὸ δίκτυον ὁ τρόπος. Σοῦ δ’ ἐκτρέπομαι, κἄν τι τῶν σεμνῶν φέρῃς,

### 1182

Τοῦτ’ ἔστιν ἡ πάγη τε, καὶ τὸ θήρατρον. Γραφεύς τις εἷς ὁ τὰς καλὰς μιμούμενος Μορφὰς ἐν ἄλφοις καὶ σπαράγμασιν μόνοις.

### 1182

Ἢ πᾶν τὸ κάλλος γράψον, ἢ τὸ πᾶν πάρες.

### 1183

Κἀκεῖνο δ’ εἰπὲ, πῶς ἀπαιδεύτους καλεῖς, Τοιοῦτοι ὧν λόγοι τε, καὶ συγγράμματα, Ὧν κάμνομεν νοῆσαι καὶ μικρὸν λάθος, Οἱ τοῖς λόγοις ἄνωθεν ἐντεθραμμένοι·

### 1183

Εἰς οὓς λόγος τοσοῦτος αὖθις καὶ πόνος, Ὡς μεστὰ πάντα τυγχάνειν πονημάτων Γλώσσης τε πάσης, καὶ φρενὸς εὐμαθεστέρας, Καρπὸν φερούσης, ὕψος ἐξηγήσεων; Πόθεν βασιλεῖς, καὶ πόλεις, καὶ συλλόγους,

### 1183

Κατηγοροῦντας, εὐθύνοντας ἐν λόγοις, Πρὸ βημάτων τε, καὶ θεάτροις ἐν μέσοις, Σοφοὺς, νομικοὺς, Ἕλληνας ὠφρυωμένους, Δημηγοροῦντες, εὐστομοῦντες καίρια, Ἔπειθον, ἐξήλεγχον ἐν παῤῥησίᾳ,

### 1184

Εἰ μὴ λόγου μετεῖχον, οὗ σὺ μὴ δίδως, Ἴσως ἂν εἴπῃς, ἐν ῥοῇ τοῦ Πνεύματος, Λέγων ἀληθῶς· ἀλλὰ τοὐντεῦθεν σκόπει. Σοὶ δ’ οὐ μέτεστι Πνεύματος; καὶ μὴν φρονεῖς

### 1184

Τούτῳ μάλιστα. Πῶς φθονεῖς οὖν τοῦ λόγου Τοῖς τοῦτον ἐκζητοῦσιν; ἀλλ’ ἤτοι μάτην Δίδως σὺ τοῦτο τῇ φύσει τοῦ Πνεύματος, Καὶ τοῖς δικαίοις· τῷ μὲν, ἐμπνεῖν τὸν λόγον, Τοῖς δ’ ἐμπνέεσθαι, ᾗ πεφήνασιν σοφοί.

### 1184

Οὕτως ἀφύκτως ἐνδέῃ τοῖς σοῖς λόγοις, Ὦ ταῦτα λαλῶν σύγε προθύμως, καὶ μόνον, Ἃ μὴ λαλεῖσθαι κρεῖσσον, ἀλλ’ ἔνδον μένειν. Ἄφωνον οἶδα πνεῦμα τῶν ἐναντίων·

### 1184

Καὶ τοῦτο σιγᾷν κρεῖσσον, ἢ λαλεῖν κακῶς.

### 1185

Τῶν μὲν λύοις τὴν γλῶσσαν, ὦ Θεοῦ Λόγε, Ὅσοι λαλοῦσιν ἔνδικα, τῶν δὲ καὶ βάρει, Ὅσοι φυσῶσιν ἀσπίδων συρίγματα, Πέμπουσί τ’ ἰὸν ἔνδοθεν ἀδελφοκτόνον.

### 1185

Οὕτω μὲν οὖν σύ· τίς δ’ ἀπαιδεύτου λόγος Ἄλλος γένοιτ’ ἄν; ὡς δέ τ’ ἀληθὲς ἔχει, Φρονεῖν τ’ ἄμεινον, συντόμως ἐγὼ φράσω. Ἦσάν ποτ’, ἦσαν εὐμαθεῖς, εἴπερ τινες, Οὐκ εὐμαθεῖς δὲ τὸν εὐπρεπῆ πάντως λόγον.

### 1185

Ἔχει γὰρ οὕτως· διττὸς ἡμῖν πᾶς λόγος, Λέξεις τε, καὶ νοῦς· αἱ μὲν, οἷον ἔκτοθεν Ἔσθημ’, ὁ δ’ ἔνδον σῶμα ἠμφιεσμένον. Καὶ τοῖς μὲν ἄμφω καλὰ, τοῖς δὲ θάτερον· Ἢ αἰσχρὸν αὖθις, ὡς μάθησις, ἢ φύσις.

### 1186

Ἡμῖν δὲ, τοῦ μὲν ἐκτὸς οὐ πολὺς λόγος, Ὅπως ποθ’ ἕξει· τοῦ δ’ ἔσω λίαν πολύς. Ἐν νῷ γάρ ἐστιν ἡμῖν ἡ σωτηρία, Πλὴν ἐκλαλουμένῳ τε, καὶ δηλουμένῳ.

### 1186

Πηγῆς τί κέρδος ἐστὶν ἐμπεφραγμένης; Τί δ’ ἡλιακῆς ἀκτῖνος, ἣν κρύπτει νέφος; Τοιοῦτόν ἐστι νοῦς σοφὸς σιγώμενος, Οἷον ῥόδου τὸ κάλλος, ὃ κάλυξ σκέπει Οὐκ εὐπρεπής· τὸ τερπνὸν ἐκφαίνει δ’, ὅταν

### 1186

Αὔραις ῥαγεῖσα τὸν τόκον θεατρίσῃ. Εἰ δ’ ἦν ἀεὶ τὸ κάλλος ἐσκεπασμένον, Οὐδ’ ἄν τις ἦρος ἦν χάρις τοῦ τιμίου. Οὐδὲν πλέον ζητοῦμεν, ὡς οὕτω λαλεῖν,

### 1186

Ὡς οἳ δοκοῦσιν εὐτελεῖς τὰ τοῦ λόγου.

### 1187

Εἰ δ’ οὖν, παρίστη τὰς ἐκείνων ἐμφάσεις. Αὐγῆς ποθῶ τι καὶ μέρος τῆς σῆς λαβεῖν. Εἰ μὲν γὰρ οὐδέν εἰσιν οἱ γεγραμμένοι Λόγοι, τοσοῦτον πῶς ἐπαιζόμην χρόνον

### 1187

Ἢ πῶς θαλάσσης ψάμμον ἠρίθμουν μάτην, Νύκτας συνάπτων ἡμέραις ἐν τοῖς πόνοις, Ὡς ἄν τις ἔλθοι εἴς γε ῥυτίδας λόγος; Εἰ δ’ εἰσὶν, ὥσπερ εἰσὶν, εὖ γεγραμμένοι, Μὴ δῷς ἀράχναις τῶν δικαίων τοὺς πόνους

### 1187

Πέζευέ μοι τὴν λέξιν, ἀγροικοστόμει, Οὐδὲν διοίσομ’· οἶδα καὶ βαίνειν κάτω. Λιτὴ τράπεζα πολλάκις μοι φιλτέρα Τῆς ὀψοποιῶν χερσὶν ἐξησκημένης. Ἐσθὴς δ’ ὁμοίως· ὡς δὲ κάλλος εὐπρεπὲς,

### 1188

Οὐχ ὃ γράφουσι χεῖρες, ἡ φύσις δ’ ἔχει. Ὁ νοῦς ἀνείτω, καὶ τόδ’ ἡμῖν ἀρκέσει. Οὐδὲν τὸ κομψὸν, τοῖς θέλουσι δώσομεν. Μή μοι τὰ Σέξτου, μηδὲ Πύῤῥωνος πλέκε·

### 1188

Χρύσιππος ἔῤῥει, μακρὰν ὁ Σταγειρίτης. Μηδὲ Πλάτωνος στέργε τὴν εὐγλωττίαν. Ῥίψον τὸ κάλλος, ὧν τὰ δόγματ’ ἀποστρέφῃ. Ἐμφιλοσόφει τῇ εὐτελείᾳ τοῦ λόγου· Ἡμῖν ἀρέσκεις, κἂν ἀπαιδεύτως λαλῇς.

### 1188

Δίδαξον ἡμᾶς, ὡς θέλεις, δίδασκε δὲ, Τίς ἡ Τριάς μοι, πῶς ἑνίζεται Θεὸς, Καὶ τέμνετ’ αὖθις, ἓν σέβας, φύσις μία, Μονὰς, Τριάς τε, ἀγγέλων δὲ τίς φύσις,

### 1188

Κόσμου τε δισσοῦ, καὶ προνοίας ἐνδίκου,

### 1189

Κἂν πολλὰ μὴ δίκαια τοῖς πλείστοις δοκῇ· Ψυχῆς τε, σώματός τε τίς λόγος, νόμων Πρώτου τε, δευτέρου τε· σάρκωσις δὲ τίς Τοῦ καὶ νοητῶν πλεῖστον ἐξεστηκότος·

### 1189

Καὶ τῶν ἀνίσων μίξις εἰς δόξαν μίαν, Νέκρωσις εἰς ἔγερσιν, οὐρανὸς πάλιν, Ἀνάστασις δὲ, καὶ κρίσις τίνος λόγου, Ἢ τίς δικαίοις, τίς δ’ ἁμαρτωλοῖς βίος· Πῶς ῥεῖ τὰ πάντα, φάσκε μοι, ποῦ δ’ ἵσταται

### 1189

Εἴ σοί τι τούτων ἐτρανώθη Πνεύματι, Τὸ σύμπαν, εἴτε καὶ μέσως, εἴτ’ ἐνδεῶς, Ὅσον κεχώρηχ’ ἡ κάθαρσις σῆς φρενός. Μή με στερήσῃς· εἰ δὲ πάντη τυφλὸς εἶ

### 1190

Τί χειραγωγεῖς μὴ βλέπων; Ὢ τοῦ σκότους Τῷ μὴ βλέποντι χρωμένων διδασκάλῳ, Ὡς εἰς βόθρον πέσωσι ἀγνοίας ἅμα! Οὗτοι μὲν οὕτως· οἱ δὲ καὶ ἧσσον κακόν·

### 1190

Ἄγνοια γὰρ κακὸν μὲν, ἀλλ’ ἧσσον κακόν. Τί δ’ ἄν τις εἴποι, καὶ κακῶν μεμνημένος; Εἰσὶν γὰρ, εἰσὶν ἀθλιώτεροί τινες, Δύστην’, ἀπευκτὰ τοῦ βίου κυβεύματα, Τὴν πίστιν ἀμφιδέξιοι, καιρῶν νόμους,

### 1190

Οὐ τοὺς Θεοῦ σέβοντες, Εὔριποι λόγων Παλιῤῥοοῦντες, ἢ κλάδων μετακλίσεις, Θῶπες γυναικῶν, τερπνὰ δηλητήρια,

### 1190

Μικροῖς λέοντες, τοῖς κρατοῦσι δ’ αὖ κύνες,

### 1191

Πάσης τραπέζης εὐφυεῖς ἰχνεύμονες, Θύρας κρατούντων ἐκτρίβοντες, οὐ σοφῶν, Τὸ πρὸς χάριν τιμῶντες, οὐ τὸ συμφέρον, Ὡς ἂν κακοὺς ποιῶσι καὶ τοὺς πλησίον.

### 1191

Εἴπω τι τούτων καὶ σοφὸν, κελεύσετε; Ὃς μέν τις εὐγένειαν, ὃς δ’ εὐγλωττίαν, Πλοῦτόν τις ἄλλος, ὃς δὲ κομπάζει γένος. Οἱ δ’ οὐκ ἔχοντες, ἐξ ὅτου δόξουσί τι, Ποιοῦσιν αὑτοὺς γνωρίμους πονηρίᾳ.

### 1191

Σοφὸν δὲ καὶ τό· οὐ γὰρ εἰδότες λόγων, Γλῶσσαν ἔδησαν τῶν λαλιστέρων ὁμῶς. Εἰ δ’ ἦν τις ὀφθαλμῶν καὶ χερῶν ἔρις, Καὶ ταῦτ’ ἂν ἡμῶν ἐξεκόψατ’, ὦ σοφοί!

### 1192

Ταῦτ’ οὐ πρόδηλος ὕβρις; οὐ βλάβη σαφής; Τούτων ἀνέξεται τίς; ὦ μυστήριον! Ἤδη σχεδόν τι τῆς ὅλης οἰκουμένης, Οἵαν λαβόντες ἐκ Θεοῦ σωτηρίαν,

### 1192

Ὡς σφόδρα χρώμεθ’ ἀναξίοις τοῖς προστάταις! Βοήσομ’ οὐ ψευδῆ μὲν, οὐχ ἥδιστα δέ. Σκηνή τις (οἴμοι!) παίζετ’ εὐπρεπεστέρα· Νῦν τὰ προσωπεῖα, τὰ πρόσωπα δ’ ὕστερον. Αἰσχρὸν μὲν εἰπεῖν, ὡς ἔχει, φράσω δ’ ὅμως.

### 1192

Ταχθέντες εἶναι τοῦ καλοῦ διδάσκαλοι, Κακῶν ἁπάντων ἐσμὲν ἐργαστήριον, Σιγῇ βοῶντες, κἂν δοκῶμεν μὴ λέγειν·

### 1192

«Πρόεδρος ἡ κακία· πονείτω μηδὲ εἷς·

### 1193

Κακοὶ γίνεσθε, τοῦτο συντομώτατον, Καὶ λῷον· ἡ δὲ πρᾶξις ἵσταται νόμος.» Μόλις γὰρ ἄν τις ἐκ βίας διδασκάλων Νεύσειεν εἰς τὸ κρεῖσσον· εἰ δ’ ἔχοι τύπον

### 1193

Μοχθηρὸν, ἥλω. Ῥοῦς κατὰ πρανοῦς τρέχων. Τὸ δ’ αἴτιον. Βολαῖς μὲν ἡλίου φασὶ Κρίνειν νεοττῶν ὄψιν ἀετὸν πανσόφως· Ἐξ ὧν νόθον μὲν, καὶ τὸ μὴ, γινώσκεται· Καὶ τὸν μὲν ἐξέῤῥιψε, τοῦ δ’ ἔστι πατήρ.

### 1193

Ἡμεῖς δὲ πάντας ῥᾳδίως καθίζομεν, Ἐὰν μόνον θέλωσι, λαοῦ προστάτας, Οὐδὲν σκοποῦντες τῶν νέων, ἢ τῶν πάλαι, Οὐ πρᾶξιν, οὐ λόγον τιν’, οὐ συνουσίαν, Οὐδ’ ὅσον ἦχον γνωρίσαι νομίσματος,

### 1193

Οὐδὲ χρόνου πύρωσιν ἐνδεδειγμένους,

### 1194

Ἀλλ’ αὐτόθεν φανέντας ἀξίους θρόνων. Εἰ γὰρ τόδ’ ἴσμεν, ὡς τὸν ἐξειλεγμένον Χείρω τίθησιν, ὡς τὰ πόλλ’, ἐξουσία, Τίς ἂν προβάλοιτ’ εὖ φρονῶν, ὃν ἀγνοεῖ;

### 1194

Καὶ εἰ τοσοῦτο τὴν ἐμὴν ἔργον μόνην Ψυχὴν κυβερνᾷν ἐν βίου τρικυμίαις, Πῶς παντὶ δώσεις αὐχένας λαοῦ τόσου, Πλὴν εἰ καταδῦσαι τὸ σκάφος σπουδὴν ἔχεις; Πόθεν λίθοι μὲν δυσπόριστοι τῶν καλῶν,

### 1194

Καὶ γῆς ἀρώματ’ οὐ τόπον παντὸς φέρειν, Ἵππος δ’ ὁ μὲν κάκιστος ἐν μέσῳ πολὺς, Τὸν δ’ εὐγενῆ τρέφουσιν οἶκοι πλουσίων· Ὁ δὲ πρόεδρος ῥᾳδίως εὑρίσκεται, Μηδὲν πονηθεὶς, πρόσφατος τὴν ἀξίαν;

### 1194

Ὢ τῆς ταχείας τῶν τρόπων μεταστροφῆς

### 1195

Πεσσῶν κυλίσματ’· ἐν κύβοις τὰ τοῦ Θεοῦ· Ἢ κωμικὸν πρόσωπον, ἀθρόως τεθὲν Τῶν εὐτελεστάτων τε καὶ μικρῶν ἑνὶ, Πέφηνεν ἡμῖν οὗτος εὐσεβὴς νέος.

### 1195

Πολλή τις ὄντως ἡ χάρις τοῦ Πνεύματος, Εἴγ’ ἐν προφήταις καὶ Σαοὺλ ὁ φίλτατος. Χθὲς ἦσθα μίμων καὶ θεάτρων ἐν μέσῳ (Τὰ δ’ ἐκ θεάτρων ἄλλος ἐξεταζέτω), Νῦν αὐτὸς ἡμῖν ἡ ξένη θεωρία.

### 1195

Πρώην φίλιππος, καὶ Θεῷ πέμπων κόνιν, Ὡς ἄλλος εὐχὰς, ἢ νοήματ’ εὐσεβῆ. Τὸ δ’ αἴτιον, πίπτων τις ἁρματηλάτης, Ἤ τις τὰ δεύτερ’ ἵππος ἐν δρόμοις φέρων· Ἵππων δ’ ἀήρ σοι κοῦφος ἀντετύπτετο,

### 1196

Ὡς ἐκ φρενῶν πεσόντι καὶ μεμηνότι Νῦν εὐσταλής τις καὶ βλέπων αἰδὼ μόνην, Πλὴν εἰ λαθών που πρὸς τὸ ἀρχαῖον δράμοις, Ὡς λοξὸς, οἶμαι, πτόρθος ἐκφυγὼν βίαν

### 1196

Χειρὸς κατευθύνουσαν εἰς ταυτὸν τρέχει. Χθὲς ῥητορεύων τὰς δίκας ἀπημπόλεις, Στρέφων ἄνω τε καὶ κάτω τὰ τῶν νόμων, Ἐξ ὧν ἀπώλλυς, οὓς ἔσωζεν ἡ δίκη, Στάθμῃ δικαίᾳ χρώμενος τῷ πλείονι·

### 1196

Νῦν μοι δικαστὴς, καὶ Δανιήλ τις ἀθρόως. Χθές μοι δικάζων σὺν ξίφει γυμνουμένῳ, Τὸ βῆμ’ ἐποίεις ἔννομον λῃστήριον, Κλέπτων, τυραννῶν, καὶ πρὸ πάντων τοὺς νόμους·

### 1196

Ὡς ἥμερός μοι σήμερον! Οὐδ’ ἐσθῆτά τις

### 1197

Οὕτως ἀμείβει ῥᾳδίως, ὡς σὺ τρόπον. Χθὲς ἐν χορευταῖς ἐστρέφου θηλυδρίαις, Γάμων δὲ κήρυξ ἦσθα Λυδαῖς ἐν μέσαις, ᾨδὰς λυγίζων, καὶ πότοις γαυρούμενος·

### 1197

Νῦν σωφρονιστὴς παρθένων καὶ συζύγων· Ὥς σου τὸ καλὸν ὕποπτον ἐκ τοῦ πρὶν τρόπου! Σίμων Μάγος χθὲς, σήμερον Πέτρος Σίμων. Φεῦ τοῦ τάχους! φεῦ, ἀντ’ ἀλώπεκος λέων! Σὺ δ’ εἰπέ μοι, βέλτιστε, καὶ πράκτωρ φόρων,

### 1197

Ἢ καὶ στρατοῦ τιν’ ἐκλελοιπὼς ἀξίαν, Πόθεν πένης ὢν, εἶθ’ ὑπερβαλὼν Κύρον Τὸν Μῆδον, ἢ τὸν Κροῖσον, ἢ Μίδαν πόροις, Πλήρη τὸν οἶκον δακρύων κεκτημένος, Μετῆλθες εἰς τὸ βῆμα, καὶ κρατεῖς θρόνου,

### 1198

Ἔπειτα πάντα συλλαβὼν ἔχεις βίᾳ, Τέλος, τυραννῶν καὶ Θεοῦ μυστήρια Οἷς οὐδὲ θαῤῥεῖν προσβλέπειν ἐχρῆν ἴσως Τοὺς μὴ λίαν πόῤῥωθεν ηὐτρεπισμένους;

### 1198

Τὸ λουτρὸν, ἢ κάθαρσις ἐξήμειψέ σε; Μεῖνον· φανήτω· καὶ τί σοι φθονήσομεν; Ἐμὸν τὸ κέρδος· τῷ χρόνῳ τι δὸς μόνον· Αἰτῶ σε μικρὰν τοῦ πόθου προθεσμίαν. Εἰ δὲ καθαρθεὶς σήμερον δώρῳ Θεοῦ,

### 1198

Βρύεις τὸν αὐτὸν βόρβορον ἐκ ῥᾳθυμίας, Πηγῆς μενούσης, ἢ βρύει τὰ πρὶν κακὰ (Ἡ γὰρ πλύσις κάθαρσις οὐ πάντως τρόπου, Τῶν δ’ ἐκφυέντων ἐκ τρόπου βλαστημάτων),

### 1198

Σαφῶς τόδ’ ἴσθι, πένθιμος ἡ σωτηρία.

### 1199

Ὅσῳ τὸ πρὶν μὲν δεξιαὶ γοῦν ἐλπίδες· Νῦν δ’ οὐδὲ τοῦτο. Ἓν χάρισμ’ ἑνὸς Θεοῦ. Ἔστω δὲ μὴ κακός τις· ἀρκέσει τόδε; Καὶ κηρὸν οὖν στέργομεν, ὃς τύπους πάλαι

### 1199

Τοὺς πρὶν λεανθεὶς, τοὺς καλοὺς μετεγγραφῇ. Γενοῦ Ζαχαῖος· τοῖς μὲν ἠδικημένοις Μὴ πλεῖον, αὐτὸ τὸ κεφάλαιον, εἰ δοκεῖ, Μόνον κατάθες· οὐ γὰρ φέρεις τὸ τοῦ νόμου· Τοῖς δ’ αὖ πένησιν εἰσένεγχ’, ὅσον θέλεις,

### 1199

Καὶ τότε Χριστὸν ἑστιάσεις ἀξίως. Εἰ δ’ ἔνδον ὄντων τῶν σκύλων, ἢν μικρὰ δοὺς Πένησιν, οἴει τυγχάνειν ἐλεύθερος, Τὸ θεῖον ἡμῖν πέπρατ’, εἰ θέμις λέγειν· Πῶς γὰρ δίκαιον, τὴν βλάβην μὲν τὴν ἐμὴν

### 1200

Ἄλυτον εἶναι, σοὶ δὲ τὸ χάρισμ’ ἔχειν, Τὸ μὴ δίκας δοῦναί σε τῶν τολμημάτων; Ἔχεις χάρισμα; τῶν δ’ ἀλλοτρίων γενοῦ Πόῤῥωθεν· οὕτως ἡ κάθαρσις παντελής.

### 1200

Εἰ δ’, ἡνίκ’ ἦσθα τοῦ χαρίσματος μέσος, Εἶχες τὰ μὴ σὰ, μηδὲ πάντ’ ἐξεπλύνου, Ὀκνῶ τὸ ἑξῆς, παντὶ δ’ οἴομαι σαφές. Ζήτει χάρισμα· νῦν γὰρ οἶδ’ ὀφειλέτην, Κἂν ὁ θρόνος σε λίαν ὑψηλὸν φέρῃ.

### 1200

Ὧν ἠδικήκαμεν γὰρ, οὐχ ὧν πταίομεν, Τὸ λουτρὸν ἐξάλειψις. Ὥστε παντελῶς Σαυτὸν καθαίροις, ἀλλὰ νυνὶ μὴ γελῷ, Ἄλλους καθαίρων αὐτὸς ἐσπιλωμένος·

### 1200

Εἰ μὴ μόνῳ σοι τοῦτο ἐκ Θεοῦ γέρας,

### 1201

Ὡς ἃ γράφει χεὶρ βασιλέως πρὸς χάριν, Τὸ καὶ προσεπαινεῖσθαί σε τῆς τυραννίδος· Εἰ δ’ οὐδὲ τὸ λουτρὸν ἐκκαθαίρει παντελῶς Τοὺς, ὥσπερ εἶπον, τὴν χάριν δεδεγμένους

### 1201

(Θεὸν γὰρ οὔποτ’ οὐδὲ εἷς σοφίζεται, Τὸν συνδέοντα καὶ σοφοὺς σοφωτέροις), Τίς ἂν καθήραι τῶν μετὰ χρίσιν κακῶν Τοὺς αὖθις ἐγχρωσθέντας ἰλύος βάθει, Καὶ τῆς ἄνωθεν εἰκόνος τὴν ἀξίαν

### 1201

Καθυβρίσαντας ἑρπετῶν ἢ θηρίων Μορφαῖς, ἀφ’ ὧν ποιούμεθα ζηλουμένων; Πλάστης γὰρ ἄλλος ὁ τρόπος καθίσταται, Ὃν ἔργον ἐκρίψαι τε καὶ πόῤῥω βαλεῖν. Οὐδὲν γάρ ἐστι δεύτερον καθάρσιον.

### 1202

Ἅπαξ γεγέννημ’, εἶτ’ ἀνεπλάσθην Θεῷ· Τυχόν τιν’ ἄλλην ὕστερον πλασθήσομαι Πλάσιν, καθαρθεὶς τῷ φιλοτρόπῳ πυρί. Νῦν δ’ οὐδὲν οἶδα φάρμακον, πλὴν δακρύων,

### 1202

Ἐξ ὧν συνούλωσις μὲν ἔρχεται μόγις, Οὐλαὶ δ’ ὅμως μένουσιν, ὡς ἐμὸς λόγος, Τῶν πρὶν κακίστων τραυμάτων κατήγοροι. Εἰ δ’ ἔστιν, ὅστις καὶ πλέον θαῤῥεῖ Θεῷ, Ἐμὸν τὸ κέρδος· πειθέτω μόνον λέγων.

### 1202

Εἴποι τάχ’ ἄν τις, ὡς ἐπισκόπων χέρες, Τό τ’ ἐν μέσῳ κήρυγμα, λουτροῦ τις χάρις, Ἅς τ’ ἐκβοῶμεν, ὡς ἀνάξιοι, μέσας Φωνὰς, διδόντες τὴν κάθαρσιν τῇ κλίσει,

### 1202

Καὶ τῷ τυραννήσαντι δῆθεν Πνεύματι,

### 1203

Κρίσει δικαίων καὶ σοφῶν ἐπισκόπων· Οὓς θᾶττον οἶμαι τοῦ μύσους τι λαμβάνειν, Ἢ τῆς ἑαυτῶν λαμπρότητος προσνέμειν. Ῥᾷον κακοῦ γὰρ ἢ καλοῦ μετουσία·

### 1203

Γνώσῃ δ’ ἐκεῖθεν, ὡς ἀληθεύει λόγος. Κρέας γὰρ εἰ ψαύσειεν ἡγιασμένον Ποτοῦ, Μιχαίας φησὶν, ἢ βρωτοῦ τινος, Οὐκ ἄν ποθ’ ἁγνίσειεν, οὗ ψαῦσαν τύχοι· Ἐκ τῶν δ’ ἀνάγνων ἁγνὰ κοινωθήσεται.

### 1203

Ταῦτ’ οὖν ὁ θεῖος Παῦλος εὖ πεπεισμένος, Ἐν οἷς τυποῖ Τιμόθεον ἐξ Ἐπιστολῆς, Νόμον τίθησι, μὴ προχείρως τὰς χέρας Ἄγειν ἐπ’ ἄλλον, μηδὲ κοινοῦσθαι τρόπον· Ἀρκεῖν γὰρ ἡμῖν φόρτον οἰκείων κακῶν.

### 1204

Ἔστω δὲ λουτρὸν, εἰ δοκεῖ, καὶ τοῦτό σοι. Τίς ἐγγυᾶται τὸν τρόπον, χρόνου δίχα, Δεικνύντος, ὡς ἔσμηξε καὶ βάθος χάρις, Ἀλλ’ οὐκ ἐπιπολῆς, ὡς βαφή τις ἐκ πόας

### 1204

Ἡ λαμπρότης, ἧς καὶ τὸ καλὸν ἔκπλυτον; Ἔστω δὲ καὶ τοῦθ’ ἡ κάθαρσις παντελής· Ὁ βαθμὸς ἤμειψέν σε· ἄγγελον βλέπω. Τοῦτ’ οὖν ὁ πιστὸς, καὶ σέβων ἐμοὺς νόμους, Δώσει προθύμως, ἐνδιδοὺς τῷ δόγματι.

### 1204

Ὁ δ’ ἐκτὸς οὐδέν’ οἶδε, πλὴν εὐδοξίας, Ὅρον τίθεσθαι τοῦ καλοῦ τῆς πίστεως· Ὃς τῶν μὲν αὑτοῦ μηδὲ ἓν λογίζεται, Τῶν σῶν δὲ πικρὸς ἵσταται κατήγορος·

### 1204

Πῶς τοῦτον, εἰπὲ, πείσομεν δόξαν λαβεῖν

### 1205

Ἄλλην, παρ’ ἣν δεδώκαμεν τῷ πρὶν βίῳ; Πῶς γλῶσσαν ἐμφράξομεν, ἢ τίσιν λόγοις; Περιφρονεῖν γὰρ οὐδὲ τοῦτ’ ἐμῶν νόμων, Οἳ πάντοθεν ξέουσιν, ὡς ἄγαλμά τι,

### 1205

Τὸν προστάτην, ὡς μή τι τοῦ λαοῦ βλαβῇ. Καὶ τοῦτ’ ἀφήσω, τὴν χάριν δόξῃ κρατεῖν. Πάντες τεθήπασί ς’, οὐδ’ ὁ μῶμος ἅπτεται. Εὐθὺς μετ’ Ἠλίαν σὺ τῷ σεμνῷ λόγῳ. Πῶς ὢν ἄπειρος κἀμαθὴς ἄνω κάθῃ

### 1205

Τῶν ἐκπονουμένων τε καὶ ποθουμένων Πολλοῖς; τέθηπά γ’, εἴγε σοι ποθουμένων. Τὸ γὰρ φρόνημα οὐδὲ μὲν μαθεῖν ἐᾷ, Πεῖθον τὰ μὴ προσόντα ῥᾳδίως ἔχειν.

### 1206

Ἀλλ’ οὐχὶ τοῦτο· ἀλλ’ ἐκεῖνο πῶς φύγῃς, Ὁμοῦ μαθητὴς καὶ διδάσκαλος δοκεῖν, Θήγοντα θήγων, ὡς ὀδόντες τῶν συῶν, Δέον διδάσκειν ἐκμαθόντα τοὺς νόμους·

### 1206

Τίς ἡ τοσαύτη σύγχυσις τοῦ πράγματος; Πόθεν τὸ δόγμ’ εὔωνον οὕτω γίγνεται; Πύκτης μὲν οὐδεὶς, ὅστις οὐ τὸ πρὶν χέρα Προὐβάλλετ’, οὐδ’ ἐσκέψατ’ εὔκαιρον στάσιν. Οὐδὲ σταδιεὺς μὴ τὼ πόδε προγυμνάσας.

### 1206

Αὐλοὺς δὲ τίς ποτ’ εὐφρονῶν αὐθήμερον Τέτμηκεν, ἐξήσκησεν, ἠγωνίσατο; Γραφεὺς δὲ τίς ποτ’ ἄκρος ἠκούσθη ποτὲ,

### 1206

Μὴ πολλὰ μίξας χρωμάτων μορφώματα;

### 1207

Ἐῤῥητόρευσεν δ’, ἢ νόσους τίς ἤλασε, Πρὸ πλειόνων λόγων τε καὶ νοσημάτων; Μικροῦ γ’ ἂν ἦσαν αἱ τέχναι τιμήματος, Εἰ τῷ θέλειν ὑπῆρχε τὸ κτᾶσθαι μόνον.

### 1207

Τὸν δὲ πρόεδρον δεῖ κελευσθῆναι μόνον Εἶναι καλόν τε κἀγαθὸν παραυτίκα. Καὶ τοῦτ’ ἐκεῖνο· «Πρᾶξίς ἐστιν ἡ φάσις.» Χριστὸς κελεύει, καὶ κτίσις παρίσταται. Καὶ τοῦτο σιγῶ. Πῶς δὲ σὺ βλέπων κάτω

### 1207

Τοῦτον μένοντα τοῦ Θεοῦ παραστάτην, Ὑψαυχενεῖς τε καὶ θρόνων στέργεις κράτος, Ἀλλ’ οὐχὶ φρίσσεις, οὐδ’ ἐπιτρέμεις θρόνοις, Μὴ βοῦς ἐλαύνῃς κρείσσονας βοηλάτου; Σκόπει γὰρ οὕτως, εἰ σχολή σοι καὶ βλέπειν.

### 1208

Οὗτος χαμεύνης, καὶ κόνει βεβρωμένος, Καὶ σάρκας ἐξέτηξεν ἀγρυπνίαις, Ψαλμῳδίαις τε καὶ στάσει νυχθημέρῳ, Καὶ νοῦ πρὸς ὕψος ἐκ πάχους ἐκδημίαις.

### 1208

Τί γὰρ τάφοις δεῖν εἰσφέρειν τε χοῦν ὅλον, Σκώληξί τ’ εἶναι δαψιλεστέραν τροφὴν, Γεννῶντα, καὶ τρέφοντα τοὺς γεννωμένους; Καὶ δακρύων ἔσμηξε πηγαῖς τοὺς σπίλους, Εἴ πού τιν’ εἶχε καὶ βραχὺν ῥαντίσμασιν,

### 1208

Οἷς βάλλεθ’ ὅστις καὶ σοφὸς πηλῷ βίου· Τύποις τε σαρκῶν ἐσφράγισται τιμίοις Ἐσκληκότων εὐχῇ τε καὶ πολλοῖς πόνοις, Οἷς ἡ παλαιὰ γεῦσις ἐτρύχωσέ με

### 1208

Εἰς γῆν στραφέντα τὴν ταπεινὴν μητέρα,

### 1209

Ῥίγει τε, πείνῃ, καὶ στενοῖς ῥακώμασι Ποθῶν λαβεῖν ἔνδυμα τὴν ἀφθαρσίαν, Καὶ γαστρὸς ὕβριν ἐνδεεῖ καθύβρισε Τροφῇ, τὸ θνήσκειν μνώμενος καθ’ ἡμέραν.

### 1209

Τροφὴν γὰρ οἶδεν ἀγγέλων ἁπλῆν Θεόν. Οὗτος πένης νῦν, ἦ δ’ ὅτε ζάπλουτος ἦν· Ἀλλ’ ἐκβολὴν ἔστερξε, καὶ κοῦφος πλέει, Ῥίψας πένησιν, οὐ βυθῷ, τὸ φορτίον. Οὗτος φυγὼν πόλεις τε καὶ δήμου κρότους,

### 1209

Καὶ τὴν ζάλην, ἣ πάντα τἀν μέσῳ στρέφει, Τοῦ νοῦ τὸ κάλλος τῷ Θεῷ συνήρμοσε, Μόνος τὰ θεῖα καὶ μόνῳ κοινούμενος. Οὗτος τὸ καλὸν σῶμα (πῶς γὰρ οὐ καλὸν

### 1210

Τὸ τῶν ἀρίστων) μαργάροις συνέκλεισε, Δεσμοῖς σιδηροῖς, λαθρίῳ κοσμήματι, Σφίγξας ἑαυτὸν οὐδὲν ἠδικηκότα, Ὡς μήποθ’ ὑβρίσειεν ὢν ἐλεύθερος,

### 1210

Καὶ συνδέων αἴσθησιν αὐτῷ τὴν πλάνην. Τούτῳ τὸ Πνεῦμ’ ἔδειξε γράμματος βάθη, Λῦσαν τὰ πολλῶν ἐσφραγισμένα φρεσί. Τοιαῦτα κάλλη καὶ σύ μοι φράζειν τὰ σά· Οἶκος, γυνὴ σφριγῶσα, τεκνίων ὁδὸς,

### 1210

Κτῆσις, κελευσταὶ, πράκτορες, βοαὶ, δίκαι, Ἅπαντα μεστὰ φροντίδων καὶ πραγμάτων. Τράπεζα φλεγμαίνουσα τῶν ἀοιδίμων

### 1210

Ταῖς ὀψοποιῶν καὶ κερασμάτων πλοκαῖς,

### 1211

Γῆς καὶ θαλάσσης καρποφορούντων ἐντέροις (Ἐξ ὧν ὁ νοῦς βαπτίζετ’, οὐδ’ ἔχει πλάτος), Μύροις, γέλωσι, ψαλμάτων συνουλίαις, Οἷς κυμβάλων δεῖ καὶ ποδὸς ψοφημάτων.

### 1211

Ἄλλοι δὲ λύσσης ἔμπλεοι τῆς συμφύτου, Νοσοῦντες, οἰδαίνοντες, ἐστιλβωμένοι Γυναιξὶν, ἄρτι νυμφίοι, τὸ μέτριον, Οὔπω λύσαντες παστάδας γαμηλίους, Ἣ καὶ πόθοις συζῶντες ἀζύγοις ἔτι,

### 1211

Πρὶν καὶ παρειὰν, ἀνδρικῷ κοσμήματι, Θριξὶν καλύψαι, παντελῶς ἀρτίχνοοι, Νέοι τὸ σῶμα, τὸν τρόπον νεώτεροι, Ἢ καὶ παλαιῶν ἡμερῶν, πλήρεις κακῶν· Ἔπειτ’ ἀσάρκων εἰσὶ τέκνων προστάται,

### 1211

Ἃ πνεῦμα τίκτει σαρκὸς ἐξενωμένον.

### 1212

Τιμᾷν πάθη μαθόντες, οἷς πεπόνθασι, Συνήγοροι σφῶν ἐν κακοῖς ἀλλοτρίοις. Διδόντες, ὥσπερ λαμβάνους’, ἐξουσίαν. Οὗτοι μὲν οὕτως· καὶ τάχ’ ἂν καὶ βελτίους

### 1212

Αὑτῶν γενόμενοι, κωλύονται τοῖς θρόνοις. Τὸ γὰρ κρατεῖν τὸν ἄφρονα ποιεῖ χείρονα. Ὁ δ’ ἐγκρατὴς ἕστηκεν ἠτιμωμένος, Κάτω νενευκὼς, πρὸς Θεὸν μόνον βλέπων, Στέργων μαθητοῦ χώραν, οὗ μηδ’ ἄξιος

### 1212

Ἴσως μαθητὴς, οὗτος ὁ νῦν διδάσκαλος. Εἴπερ τὸ κρατεῖν οὐ τόπῳ γνωρίζεται. Τοιαῦτ’ ἐν ἡμῖν ἰσχύειν τὸν βάσκανον! Οὕτω σοφίζετ’ εὐστόχοις πονηρίαις, Ὅταν δῆμόν τιν’, ἢ πόλιν πλῆξαι θέλῃ.

### 1212

Πρὸς οἷς ἑκάστου πειρᾶται, καὶ σύντομον

### 1213

Νόμον δίδωσι πονηρίας τὸν προστάτην· Ἔπειτα χαλκὸς χρυσὸν ἠμφιεσμένος, Ἢ καὶ χαμαιλέοντος ἔκστασις χρόας, Πώγων, κατηφὲς ἦθος, αὐχένος κλάσις,

### 1213

Φωνὴ βραχεῖα, πιστὸς ἐσκευασμένος, Νωθρὸν βάδισμα, πάντα, πλὴν φρενὸς, σοφὸς, Τὸ πρῶτον ἐν πρώτοις τε τῶν νυνὶ καλῶν, Ἐφοὺδ τὸ σεπτὸν, ἢ Σαμουὴλ διπλοῒς, Σκίμπους ταπεινὸς, οὐδ’ ὅλως δεσμούμενος,

### 1213

Τὰ πρὸς κάρηνον παρθένων κοσμήματι Λίνῳ περισφίγγων τε καὶ σακκούμενος, Τὰ πρόσθεν εὐχῆς σύμβολα προκείμενα.

### 1214

Πῶς μή τι ῥήξω ῥῆμα τῶν ἐμοὶ ξένων; Οὐκ ἂν δυναίμην μή τι καὶ θυμοῦ φέρειν Κύβευμ’. Ἐπίσχες, ἢ τρυφὴν, ἢ τὰς τρίχας. Τί καὶ τὰ μὴ σὰ, καὶ τὰ σὰ ζητεῖς ἔχειν;

### 1214

Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα. Χωρὶς τὰ Μεῤῥᾶς καὶ Σιλωὰμ ῥεύματα. Τὰ μὲν γὰρ οὐδὲ γευστά· τῶν δὲ καὶ νόσοι Ἡττῶντο πρῶτον ἀγγέλῳ κινουμένων. Διπλοῦν φυτεύεις ἀμπελῶνα, δισσὰ δὲ

### 1214

Σπείρεις· τὸ δ’ ἔνδυμ’ ἐκ δυοῖν ὑφασμένον· Τὰ δ’ οὐχ ὁμοζυγοῦντα συζυγῆ τιθεῖς.

### 1214

Ἀπηγόρευτο δ’, εἴπερ οἶσθα, τῷ νόμῳ

### 1215

Τὸ πλεκτὸν, ἐκκλίναντι τὸν δισσὸν τρόπον Ἄλλος γυναικῶν κόσμος, ἄλλος ἀῤῥένων. Ἄλλο κολοιῶν ὕψος, ἄλλο δ’ αἰετῶν· Αἰσχρὸν μεγάλων μίμησις ἐν μικροῖς λίαν·

### 1215

Μικροπρεπὲς γάρ. Οἱ Φαραὼ φαρμακοὶ Σαφῶς σε πειθέτωσαν ἱστορούμενοι. Ἀλλ’ εἴ τις εἶναι τῶν σοφῶν ἐσπούδακας, Μή μοι μόνην τὴν ῥάβδον εἰς ὄφιν τρέπειν· Ζητῶ τὰ πάντα, κ’ εἶναι τὸν μέγαν Ἀαρών·

### 1215

Εἰ δ’ ἐντέταξαι σὺν μάγοις Αἰγυπτίων, Εἰ καλὸν, ἐξάσκησον εὐθέως ὅλον· Οὐδεὶς φθόνος σοι τῆς καλῆς μιμήσεως· Εἰ φαῦλον, ἐκτὸς στῆθι· φεῖσαι τῶν ἐμῶν· Ἐμὸν γὰρ ἴσθι, κἂν ὑποκρίνῃ σοφῶς.

### 1216

Ἀποστερεῖς με καὶ σὺ τὴν μίαν ἀμνάδα. Μοιχεύεται τὸ σχῆμα. Τίς Νάθαν φράσει; Ῥήξω τὸ φαιὸν προσδραμὼν χιτώνιον, Εἴ που λαβοίμην· καὶ γὰρ ἐν τούτοις ποτὲ

### 1216

Τρυφᾶτε, ὥσπερ βρωμάτων ἐν χείροσιν, Ὅταν πάθητε πλησμονὴν ἐν τιμίοις. Ῥῆξόν τι καὶ σὺ τῶν ἐμῶν, ἄν του λάβῃ Τῶν μαλθακωτέρων τε καὶ νόθων ἐμοί. Τούτων τί ἂν γένοιτο ἐνδικώτερον;

### 1216

Ἔστω Λάβαν τὰ λευκά· τἀπίσημα δὲ Τοῦ πολλὰ μοχθήσαντός ἐστι ποιμένος, Νυξὶν παγέντος, ἡλίῳ κεκαυμένου. Αἰσχρῶν μὲν οὖν αἴσχιστον ἡ τρόπου πλάσις.

### 1216

Ὅμως φύλασσε, καί μ’ ἐπαινέτην ἔχεις.

### 1217

Νῦν δ’ οἷόν ἐστι τοῦτο, καὶ τῷ προσφερές; Ἆρ’ ἔστι καὶ παῖξαί τι τερπνῷ πλάσματι Σπουδῆς μεταξύ· καὶ γέλως ἐν δακρύοις, Γαλῆν καθίζει μῦθος εἴσω παστάδος·

### 1217

Νύμφῃ γὰρ εἶκε, νυμφικῶς ἐσταλμένη· Ἕδνα, κρότοι, γέλωτες, ἦν λαμπρὸς γάμος. Ἡ δ’ ὡς ἴδεν μῦν διατρέχοντ’ ἐν τῷ μέσῳ, Νύμφη μὲν ἦν, γαλῆ δέ· τῷ φανέντι γὰρ Ἐπιδραμοῦσα δεῖπνον εἶχεν, οὐ γάμον.

### 1217

Τοιοῦτός ἐστι πᾶς νόθος διδάσκαλος. Τὸ γὰρ πεφυκὸς οὐ ταχέως μεθίσταται. Ἀλλ’ εὔστροφός τις οὗτος ἐν τοῖς πράγμασιν, Ὃν οὐκ ἐπαινεῖς, ἐντελής τε προστάτης

### 1218

Τρίβων παλαιῶν καὶ νέων κινημάτων· Ὁ δ’ εὐσεβὴς μὲν, χρήσιμος δ’ αὑτῷ μόνῳ. Τίς ταῦτά φησιν; ὡς λίαν κακότροπος! Οὐδεὶς γάρ ἐστιν, ὅστις αὑτῷ ζῇ μόνῳ,

### 1218

Οὔτ’ οὖν καλῶν τις, οὔτε μὴν τῶν χειρόνων. Ἀλλ’ ὥσπερ οὗτος, οὗ τύχοι σπάσας, ἀὴρ Εὐωδίας μετέσχεν, ἢ δυσωδίας, Οὕτω τάχιστα τοῖς πέλας ποιούμεθα, Καλοῖς μὲν ἧττον, τοῖς κακοῖς δὲ καὶ λίαν.

### 1218

Μᾶλλον γὰρ εὐμίμητον ἡ πονηρία. Εἰ δ’ οὗτος ἡμῖν καὶ πρόεδρος ὢν τύχοι, Εἰ μὲν κάκιστος καὶ πονηρίας πλέως,

### 1218

Τοῦτ’ ἔσθ’ ὃ καὶ νῦν, ῥάμνον ἄρχειν τῶν ξύλων·

### 1219

Εἰ δὲ κράτιστος, αὖθις ἐν στύλῳ πυρὸς Ἡγουμένῳ πορεύετ’ Ἰσραὴλ μέγας Πρὸς ἣν ἅπαντες σπεύδομεν γῆν ἐλπίδος, Κἂν μὴ κυκλῶν τις, μηδ’ ἀγοραῖος ὢν τύχοι,

### 1219

Πρωτεὺς σοφιστὴς εἰς κλοπὰς μορφωμάτων, Ἢ καὶ Μελάμπους, ἤ τις ἄλλος ἄστατος, Πᾶσιν τὰ πάντα ῥᾳδίως τυπούμενος, Πρὸς τὴν ἁπάντων ἀθρόαν καταστροφήν. Πῶς οὖν ἄχρηστον, εἰπέ μοι, τοῦτον καλεῖς,

### 1219

Πρὸς ὃν βλέποντες βελτίους γενοίμεθ’ ἄν; Ἢ πῶς ἄριστον προστάτην καὶ δεξιὸν, Πρὸς ὃν βλέπων σὺ, τοὺς ἐμοὺς διαπτύεις; Τό τοι περιττὸν καὶ πρόσαντες τοῖς σοφοῖς·

### 1220

Τὸ δ’ εὐγενὲς μάλιστα πιθανώτατον. Ἐκεῖνος εἴης, ὥς σου φρὴν, οὗτος δ’ ἐγώ. Ἦ καὶ γραφέων ἄριστος οὗτός σοι δοκεῖ, Οὐχ ὃς γράφει κινούμεν’ ἁπλοῖς χρώμασι,

### 1220

Ζεῦξίς τις, ἢ Πολύκλειτος, ἤ τις Εὐφράνωρ, Ἀλλ’ ὃς μὲν ἀνθηραῖς τε καὶ παντασκίοις Βαφαῖς ἄμορφα σώματ’ ἐξεργάζεται, Ὧν Καλλίμαχος, καὶ Κάλαϊς ἤστην, ὡς δοκῶ, Μόγις γράφοντες εἰκόνας τῶν εἰκόνων;

### 1220

Τοιοῦτός ἐστι πᾶς ἀνὴρ πολύτροπος. Ταῦτ’ οὖν ὁρῶν ἔκαμνες εὑρεῖν ποιμένα. Ὡς μικρὸν ἐσπούδακας! ἐγκαλύπτομαι.

### 1220

Ὥσπερ λογιστὴν ἐσκόπεις τὸν προστάτην.

### 1221

Κόπρων μέλει σοι, μειζόνων δ’ ἐμοὶ λόγος. Ἓν ἔστω τοῦδ’ ἔργον ἱερέως, καὶ μόνον, Ψυχὰς καθαίρειν ἐν βίῳ τε καὶ λόγῳ, Ἄνω φέροντα ἐνθέοις κινήμασι,

### 1221

Γαληνὸν, ὑψίνουν τε, τὰς θείας μόνας Ἀκηλιδώτους ἐμφάσεις τυπούμενον, Ὥσπερ κάτοπτρον ἔνδοθεν μορφούμενον· Ἀγνάς τε πέμπειν προσφορὰς ὑπὲρ τέκνων, Ἕως ἂν αὐτοὺς προσφορὰν καταρτίσῃ.

### 1221

Τὰ δ’ ἄλλ’ ἀφείσθω τοῖς τάδ’ ἐντελεστέροις. Οὕτως ἂν ἡμῖν ἀσφαλῶς ἔχοι βίος. Ἐπεὶ δέ σοι μέγιστον ἡ παῤῥησία, Ἔστω μέν· οὐδ’ ἔμοιγε φαίνεται βραχὺ,

### 1222

Εἰ σὺν λόγῳ τε χρώμεθα, καὶ μετρίως. Ὅμως ἄκουσον, ὡς ἔχει· τοῦ γὰρ σοφοῦ Πλέον τὸ σιγᾷν, ἢ τὸ σὸν περιτρέχειν. Καὶ σοῦ μὲν ἔστι καὶ τὸ θάρσος, ὡς θράσος·

### 1222

Τοῦ δ’ εὐγένεια καὶ τὸ συντελεῖν λόγον. Εἴ που δὲ καιρὸς ἐμπέσοι παῤῥησίας, Ὄψεις μαχητὴν τὸν πρᾶον, καὶ πηλίκος Ἐστὶ κατορθῶν, τηνικαῦτα γνωρίσεις. Γνώσῃ, τί κέρκωψ, καὶ τί βρυχᾶται λέων,

### 1222

Ὅταν τὸ μὲν σὸν ἐκπτύητ’ ἀνθρώπινον, Κάμπτοντος εἰς γῆν τοῦ κακοῦ συνειδότος, Ὁ δ’ ὢν ἄληπτος λαμβάνηται ῥᾳδίως.

### 1222

Τρόπου γὰρ οὐδέν ἐστι πιθανώτερον.

### 1223

Οὕτως ἔλαττον κἀνθάδ’ ὁ τρίβων ἔχει· Ὅμως δὲ λαμπρὸς ἐν μέσοις καθέζεται, Ἀλλοτρίαν τράπεζαν ἐκκαρπούμενος, Περιφρονῶν ἅπαντας, ὡς ἀμβλώματα,

### 1223

Τοσοῦτον, ὅσον αὐτὸς περιφρονητέος, Ἓν τοῦτ’ ἔχων φρύαγμα λαμπρὰν τὴν πόλιν, Ἐφ’ ᾧ σε δεῖ καὶ μᾶλλον ὄλλυσθαι κακῶς. Πλείους γὰρ οὕτω δημιουργεῖς τοὺς κακούς. Κάνθων δὲ τίς ποτ’ ἀστικῶν ἄλλου πλέον

### 1223

Κάνθωνος ἐζήτησεν ἀγροίκου φέρειν; Ἀλλ’ ἔστιν, ὥσπερ ἔστι, κἂν οἰκῇ πόλιν. Τί ταῦτα; πῶς μὴ ταῦτα συμπράττῃ κακοῖς; Πῶς δ’ εὐδρομοῦσι μὴ σαφὴς ὄλισθος ἦν; Πάσχουσι γάρ τι καὶ σοφοὶ τῶν οὐ σοφῶν,

### 1224

Ὅταν κακοῖς μὲν εὐροῇ τὰ πράγματα, Λυπρὸν δ’ ἔχωσιν οἱ κατορθοῦντες βίον. Ἦ τοῦτ’ ἄριστον, ὥσπερ ἐν ζάλῃ τινὶ Πάντα στρεφούσῃ, μικρὸν ἐκκλίναντά τι,

### 1224

Πάντων ἄνω τε καὶ κάτω δονουμένων, Ἐν ἀσφαλείᾳ τὰς βραχείας ἡμέρας Θέσθαι, τὸ γῆρας δ’ ἐν καλῷ στῆσαι τέλει. Θρόνους μὲν οὖν ἔχοιτε, καὶ τυραννίδας, Ὑμεῖς, ἐπεὶ καὶ πρῶτα ταῦθ’ ὑμῖν δοκεῖ·

### 1224

Χαίροιτε, ὑβρίζοιτε, πατριαρχίας Κληροῦσθε, Κόσμος ὑμῖν εἰκέτω μέγας· Τόπους ἀμείβοιτ’ ἐκ τόπων· τοὺς μὲν κάτω Βάλλοιτε, τοὺς δ’ ὑψοῦτε· ταῦθ’ ὑμῖν φίλα.

### 1224

Χωρεῖτ’· ἐγὼ δὲ συστραφήσομαι Θεῷ,

### 1225

ᾯ ζῶ, πνέω τε καὶ πρὸς ὃν βλέπω μόνον, ᾯ πρὶν γενέσθαι μ’ ἡ τεκοῦς’ ὑπέσχετο, ᾯ κίνδυνοί τε συνῆψαν, καὶ νυκτῶν χάρις. Τούτῳ τε θύσω νοῦ καθαρὰ κινήματα,

### 1225

Ὡς γοῦν ἐφικτὸν, προσλαλῶν μόνῳ μόνος. Ταῦτα πρὸς ὑμᾶς τοὺς κακοὺς ὑπὲρ καλῶν, Οἷς εἴ τις ἄχθεθ’, εὗρεν, ὃν ζητεῖ, λόγος. Τὰ δ’ ἄλλα ἐκεῖθεν, ὦ φίλοι, λελέξεται· Πλὴν ἐξιτήριόν τιν’, εἰ δοκεῖ, λόγον,

### 1225

Βραχὺν μὲν, ἀλλὰ χρήσιμον, δέξασθέ μου, Ὡς οἱ πατρῴας λαμβάνοντες ἐν τέλει Φωνὰς, ἐπισκήψεις τε μνήμης ἀξίας· Μεθ’ ἃς λόγος τις οὐκέτ’ ἐξακούεται,

### 1226

ᾯ καὶ πλέον μένουσιν ἐν βάθει φρενός. Ἄλλον τιν’ εἰ λάβοιτε Γρηγόριον, φίλοι, Φείδοισθε μᾶλλον· εἰ δὲ μὴ, τὸ δεύτερον, Εἴητε καλοὶ κἀγαθοὶ τοῖς πλησίον,

### 1226

Ὑμῖν τε αὐτοῖς, οἱ τέως ὁμόφρονες, Ἕως κρατεῖσθε τοῖς ἴσοις παθήμασιν. Ἥν τ’ αὐτὸς ἐσπούδαζον εἰρήνην, ἀεὶ Στέργοιτ’, ἀφέντες τὰς ἰδίας ἀῤῥωστίας, Ὑφ’ ὧν τὸ κοινὸν ἐκταράσσετ’ ἀθλίως.

### 1226

Κἀγὼ παρήσω τοὐμὸν, εἴτε τι πλέον Ἄλλων φρονοῦμεν, εἴτε μ’ ὁ μακρὸς χρόνος Ποιεῖ τραχύν τε καὶ τὰ πλείω δύστροπον,

### 1226

Εἴτ’ οὖν πεπληγὼς ἐκ μέθης τὸν νοῦν μόνος

### 1227

Μέθῃ τετρῶσθαι τοὺς ἀοίνους οἴομαι. Νομίζεσθ’, ὡς βούλεσθε. Πλὴν μέμνησθέ μου Τοῦ πολλὰ μοχθήσαντος ἐν φίλων τρόποις, Καλὸν δ’ ἔχοντος τὸν λογισμὸν προστάτην,

### 1227

Τό τ’ ἐκλύον με τῶν κακῶν γῆρας τόδε· Οὕτω τάχ’ ἄν μοι τῶν φίλων σπείσαιτό τις, Πάλης θανούσης, ᾗ φθόνος συνέρχεται.

### 1227

ΙΓʹ. Εἰς ἐπισκόπους.

### 1227

Ὦ θυσίας πέμποντες ἀναιμάκτους, ἱερῆες!

### 1227

Ὦ ψυχῶν ταμίαι μεγακύδεες! Ὦ μεγάλοιο Πλάσμα Θεοῦ χείρεσσιν ἐν ὑμετέρῃσι φέροντες! Ὦ Θεὸν ἀνθρώποισι μέγ’ ἔξοχον εἰς ἓν ἄγοντες!

### 1228

Ὦ κόσμοιο θέμεθλα, βίου φάος, ἕρμα λόγοιο, Μυστοπόλοι ζωῆς ἀτελευτήτοιο φαεινῆς, Χριστοφόροι, θώκοισιν ἐνεδριόωντες ἀρίστοις, Ὑψηλοὶ, θεάτροισι γεγηθότες εὐπρεπέεσσι,

### 1228

Σκηνοβάται, κώλοισιν ἐφεσταότες ξυλίνοισιν, Ἀδρανέως χάσκοντες ἐν ἀλλοτρίοισι προσώποις, Εὐσεβίης ὅσα δ’ ἐντὸς, ὁμοίϊα πᾶσιν ἔχοντες Ὑμεῖς μὲν παίζοιτε, τά περ καὶ παίζετ’ ἀεικῶς, Καὶ σοβαρὸν φθέγγοισθε, τὰ δ’ ἔρδετε ὡς μάλ’ ἐλαφρά.

### 1228

Αὐτὰρ ἐγὼν, εἰ καί με κακὸν καὶ ἀνάρσιον ἄνδρα Πάντες ὁμοῦ θείητε, χοροῦ δ’ ἄπο τῆλε δίοισθε Ὑμετέρου, βάλλοντες ἐπασσυτέροισιν ὀϊστοῖς,

### 1228

Ἀμφαδίοις, κρυπτοῖς τε, τό περ καὶ φίλτερον ὑμῖν·

### 1229

Ἀλλ’ ἔμπης τά με θυμὸς ἐποτρύνει καὶ ἀνώγει, Φθέγξομαι, οὐκ ἐθέλων μὲν, ἀτὰρ λόγον ἔκτοθε ῥήξω Ψυχῆς, ὡς ὅτε κῦμα βιώμενον ἔνδοθι λάβρῳ Πνεύματι, καὶ σήραγγας ὑποτρέχον, οὐκ ἐπίοπτα

### 1229

Καγχλάζει, καί πού τι διεκπίπτει δαπέδοιο, Ῥηγνυμένης ὠδῖνος ἀνὰ στόμα. Τοῖα πέπονθα. Οὐ δύναμαι χαδέειν ἐντὸς χόλον· ἀλλὰ δέχεσθε, Εἴ τινα καὶ δακέθυμον ἐρῶ λόγον, υἱὸν ἀνίης. Φάρμακον ἄλγεός ἐστι καὶ ἠέρι μῦθον ἐνισπεῖν.

### 1229

Σῶμα μέγα Χριστοῖο, τὸ τίμιον εὖχος ἄνακτος, Λαὸς ὅλης γαίης βασιλήϊος, ἔθνος ἄπιστον, Ἦν ὅτ’ ἔην. Νῦν αὖτε Θεοῦ κτέαρ ἔνθα καὶ ἔνθα Σείεται, οἷά τε κῦμα πολυσμαράγοιο θαλάσσης,

### 1230

Ἠὲ φυτὸν ζαμενέσσι τινασσόμενον ἀνέμοισι. Λαὸς ὅδ’, ᾧ Θεὸς ἦλθεν ἀπ’ οὐρανίοιο θοώκου, Κῦδος ἑὸν θνητοῖσιν ἐνὶ σπλάγχνοισι κενώσας, Καὶ μίχθη μερόπεσσι, Θεὸς βροτὸς εἰς ἓν ἀγερθεὶς,

### 1230

Καὶ μέγαν ὦνον ἔδωκε παθὼν δέμας, αἷμά τε θεῖον Ῥύσιον ἡμετέρης κακίης χέεν, ἄλλα τε πολλὰ Θύματα, τοὺς μετέπειτα λόγον σπείραντας ἅπασι. Καὶ γλυκεροῦ θανάτοιο πικρῆς χερὸς ἀντιάσαντας, Ὥς κε λόγῳ τίσωσι Λόγον Θεὸν, αἵματι δ’ αἷμα.

### 1230

Τίς δονέει τόδε σῶμα; πόθεν τόσον ἄχθος ἔμοιγε; Πῶς δέ τε σῦς μονόφορβος ἐμὴν δηλήσαθ’ ἁλωήν; Πῶς μήνη σκοτέεσσα τόσον κλέος ἀμφεκάλυψε;

### 1230

Λυσσήεις, κακοεργὸς, ἐπεὶ, μερόπεσσι μεγαίρων,

### 1231

Ἐξέτι τοῦ ὅτε πρῶτον Ἀδὰμ βάλεν ἐκ παραδείσου, Ζωῆς τ’ ἀθανάτου, κλέψας δηλήμονι καρπῷ, Καὶ πολλοῖς κρατεροῖς τε τινάγμασιν αἰὲν ἀτάζων, Οὐ σθένεν, ὡς ποθέεσκεν, ὅλον γένος, οἷσι δήλοισι

### 1231

Γνὺξ βαλέειν (σπινθὴρ δὲ λόγου, καὶ πυρσὸς ἀερθεὶς, Πᾶσαν ἐπέδραμε γαῖαν ἀοίδιμος, οἱ δὲ διῶκται Καὶ πλέον ἐστήριξαν ἀεθλοφόροισι παγέντας), Δεύτερον εὕρατο μῆχος ἐπίκλοπον. Ὡς στρατὸν ἔγνω Καρτερὸν, ἡγητῆρσιν ὀλοίϊον ἔμβαλεν ἔχθος.

### 1231

Καὶ γὰρ, ἀγοῦ πίπτοντος, ὅλος στρατὸς ἐς χθόνα νεύει. Ποντοπόρον δέ τε νῆα κακὸς πρήνιξεν ἀήτης, Ἢ σκοπέλοισιν ἔαξε, κυβερνητῆρος ἄτερθεν. Ὣς δὲ δόμους τε, πόλεις τε, χόρους, βόας, ἅρματα, πῶϋ

### 1232

Βλάψεν ἀϊδρείη σημάντορος, Εἰδόσι μῦθος Ἡμετέρην κακίην, ὁπόσοι λαοῖο πρόεδροι. Πρόσθε μὲν ἀνδροφόνοισι φυγῆς πτολίεθρα τέτακτο, Καὶ χῶρός τις ἔην ἀποπομπαίοις θυέεσσι,

### 1232

Καί τις καὶ πικρίης καὶ αἵματος ὑστατίοισιν Ἤμασιν, οἷ Χριστοῖο κακόφρονες ἐξεκένωσαν Μισθὸν ἀτιμήτοιο κακὸν καὶ τυτθὸν ἔχοντες, Οὔ τι μὲν ἐξ ἀέκοντος, ἐπεὶ Θεός ἐστιν ἄληπτος Χείρεσιν, εὖτ’ ἐθέλῃσιν· ἀτάρ γε μὲν ἐξεκένωσαν.

### 1232

Νῦν δ’ ἕνα χῶρον ἴσασιν ἀτασθαλίης τε μόρου τε Πάντες, ὅσοι ξεῖνοί τε καὶ ἕρκεος ἡμετέροιο, Τὸ σεπτὸν τοπάροιθε σοφῶν ἕδος, ἕρκος ἀρίστων,

### 1232

Βῆμα τόδ’ ἀγγελικῇσι χοροστασίῃσι τεθηλὸς,

### 1233

Κιγκλίδα τὴν μεσάτην κόσμων δύο, τοῦδε μένοντος, Τοῦ τε παριπταμένοιο, θεῶν ὅρον, ἡμερίων τε. Ἦν ὅτε ἦν. Νῦν αὖτε γελοίϊον, ἡνίκα πᾶσιν Ἐντὸς ἀκληΐστοιο θύρης δρόμος, ὡς δοκέω μοι

### 1233

Κήρυκος βοόωντος ἐνὶ μεσάτοισιν ἀκούειν· «Δεῦρ’ ἴθ’ ὅσοι κακίης ἐπιβήτορες, αἴσχεα φωτῶν, Γάστορες, εὐρυτένοντες, ἀναιδέες, ὀφρυόεντες, Ζωροπόται, πλάγκται, φιλοκέρτομοι, ἁβροχίτωνες, Ψεῦσταί θ’ ὑβρισταί τε, θοῶς ἐπίορκον ὀμοῦντες,

### 1233

Δημοβόροι, κτεάτεσσιν ἐπ’ ἀλλοτρίοισιν ἀάπτους Βάλλοντες παλάμας, φθονεροὶ, δολόεντες, ἄπιστοι,

### 1234

Θῶπες ἐρισθενέων χθαμαλοὶ, χθαμαλοῖσι λέοντες, Ἀμφίθετοι, καιροῖο πολυτρέπτου θεράποντες, Πουλύποδες πέτρῃσιν ἀειδόμενοι χρόα μύθῳ, Ἀρτίγαμοι, ζείοντες, ἔτι χνοάοντες ἴουλον,

### 1234

Ἦ κλέπται φυσικοῖο πυρὸς, φαέεσσιν ἔχοντες Ἠερίην φιλότητα, ὅτ’ ἀμφαδίην ἀλέησθε, Νήϊδες οὐρανίων, νεολαμπέες, αἰθαλόεντες, Πνεύματι αἰγλήεντι συνερχομένης κακότητος. Δεῦρ’ ἴτε θαρσαλέοι. πᾶσι θρόνος εὐρὺς ἕτοιμος,

### 1234

Δεῦρ’ ἴτε, δεξιτερῇσι νέους κλίνοιτε τένοντας

### 1234

Πᾶσι προφρονέως, καὶ μὴ ποθέουσι τέτανται.

### 1235

Μάννα πάλιν, ξένος ὄμβρος· ἅπας κόλποισι λέγοιτε, Ὃς πλέον, ὅς τ’ ἐπιδευὲς, ἴην χάριν. Εἰ δ’ ἐθέλοιτε, Μηδ’ ἁγίου φείδοισθε θεουδέος ἤματος ἀργοῦ. Ἢ τάχα καὶ παλάμῃσιν ἐν ἀπλήστοισι πύθοιτο.

### 1235

Ξυνὸς μὲν πάντεσσιν ἀὴρ, ξυνὴ δέ τε γαῖα, Ξυνὸς δ’ οὐρανὸς εὐρὺς, ἅ τ’ οὐρανὸς ὄμμασι φαίνει, Ξυνὴ δ’ αὖ πόντοιο χάρις, ξυνοί τε θόωκοι. Θαῦμα μέγ’, οὐδὲ Σαοὺλ χάριτος ξένος, ἀλλ’ ὑποφήτης. Μή τέ τις οὖν ἀροτὴρ, μὴ τέκτων, μὴ σκυτοεργὸς,

### 1235

Μὴ θήρην μεθέπων, μήτ’ ἔμπυρον ἔργον ἐλαύνων, Τῆλε μένοι, μὴ δ’ ἄλλον ἔχοι σημάντορα θεῖον. Κρεῖσσον γὰρ κρατέειν, ἠὲ κρατέοντι πιθέσθαι. Ἀλλ’ ὁ μὲν ἐκ χειρῶν πέλεκυν μέγαν, ὃς δ’ ἄρ’ ἐχέτλην

### 1236

Ῥίψας, ὃς δὲ δορὴν, ὃς δούρεα, ὃς δὲ πυράγρην, Ἐνθάδ’ ἴοι, θείην δὲ περιθλίβοισθε τράπεζαν, Στεινόμενοι, στεινοῦντες. Ὁ δ’ ἄλκιμος ἄλλον ἐλαύνοι, Πολλάκι καί τ’ ἄριστον, ἐνιδρώσαντα θρόνοισι,

### 1236

Γηραιὸν, σάρκεσσι τετρυμένον, οὐρανοφοίτην, Κόσμον ἀτιμάζοντα, Θεοῦ μετὰ μοῖραν ἔχοντα, Καὶ νέκυν ἐν ζωοῖσι, θυηπόλον ἐσθλὸν Ἄνακτος. Εἰκὼ μέν τις ἔγραψεν ἀπ’ εἰκόνος ἀρχετύποιο, Στησάμενος προπάροιθε, πίναξ δ’ ὑπεδέξατο μορφήν·

### 1236

Ὑμᾶς δ’ εἰσορόων τις, ἐναντίον οἶμον ὁδεύοι. Καὶ τόδε μοῦνον ὄνειαρ ἀφ’ ὑμετέρης κακότητος» Κήρυξ μὲν δὴ τοῖα βριήπυος. Αὐτὰρ ἔγωγε

### 1236

Δείδια μὲν Μωσῆος ἀγακλέος οἷον ἄκουσα,

### 1237

Ὃς μοῦνος νεφέλης εἴσω Θεὸν ἔδρακεν ἄντην, Τοὺς δ’ ἄλλους ἐκέλευσεν ὑπὸ προπόδεσσι μένοντας, Ἁγνοτάτους ἁγνοῖσιν ἐν εἵμασι καὶ τρομέοντας Μούνης εἰσαΐειν θείης ὀπός. Οὐ γὰρ ἄμεινον

### 1237

Οὐδ’ αὐτοῖς θήρεσσι πατεῖν πέδον οὐρανίοιο, Μὴ καὶ ῥηγνυμένοισιν ὑπὸ σκοπέλοισι δαμεῖεν. Δείδια δ’ αὖ παίδων Ἀαρὼν μόρον, οἵ ῥα θυηλὰς Θέντες ἐπὶ ξείνοιο πυρὸς, ξείνως καὶ ὄλοντο Αὐτίκα, καὶ θυέων χῶρος θανάτοιο τελέσθη,

### 1237

Καὶ παῖδές περ ἐόντες Ἀρὼν μεγάλοιο, δάμασθεν. Ὣς δὲ καὶ Ἡλείδῃσιν ἐπέχραε λυγρὸς ὄλεθρος, Ἡλείδαις, ὅτι μάργον ἔχον νόον. Ἦ γὰρ ἔβαλλον Οὐχ ἱερὰς παλάμας ἱερῶν καθύπερθε λεβήτων. Οὐδὲ μὲν οὐδ’ Ἡλεὶ χόλον ἔκφυγεν, ἀλλὰ καὶ αὐτὸν

### 1238

Οὐχ ὁσίη γαστὴρ παίδων ἐχάλεψε δίκαιον, Καί περ ἀεὶ βρίσαντα ὀνειδείοις ἐπέεσσιν. Εἰ δὲ τόση τοίῃσιν ἁμαρτάσι μῆνις ἔπεστιν, Ὁσσατίης δέος ἐστὶν ἐπὶ πλεόνεσσι κακοῖσι!

### 1238

Καὶ σὲ, κιβωτὸν ἄνασσαν, ὃς ἥδρασε χειρὶ βεβήλῳ Κλινομένην, θάνεν αἶψα. Θεοῦ δέ τε νηὸν ἔθηκεν Ἄψαυστον παλάμῃσιν, ἐρείσματα τἄκτοθι τοίχων. Τοὔνεκεν αἰάζω, πίπτω δ’ ὑπὸ σεῖο πόδεσσι, Χριστὲ ἄναξ, μή μοί τις ἀπαντήσειεν ἀνίη

### 1238

Χαζομένῳ. Κέκμηκα λύκοις δηλήμοσι ποίμνης, Ποιμέσι μαρνάμενος δηρὸν χρόνον. Ἐκ μελέων δὲ Ῥικνῶν ἔπτατο θυμὸς, ἀναπνείω δ’ ὀλίγον τι Τειρόμενος καμάτοισι, καὶ αἴσχεσιν ἡμετέροισιν.

### 1238

Ὧν, οἱ μὲν θώκων ἱερῶν πέρι δῆριν ἔχοντες,

### 1239

Ἀντία κυμαίνοντες, ἐπασσυτέροισι κακοῖσι Βαλλόμενοι, βάλλοντες, ἀτειρέες εἰσὶ μαχηταὶ, Εἰρήνην βοόωντες, ἐφ’ αἵμασι κυδιόωντες. Ὡς ὄφελον Γετθαῖαν ἀναπλήσαιεν ἀνίην,

### 1239

Ἔνδικον ἑδρήεσσαν, ἐφ’ ἕδρῃ τίσιν ἔχοντες. Οἱ δ’ ἄρα τοῖς ἑκάτερθε μεριζόμενοι, κλονέουσιν Ἀντολίην τε δύσιν τε, Θεὸς δ’ ἐς σάρκας ἔληξεν, Ὧν ἄπο μαρναμένων καὶ οὔνομα καὶ μόθος ἄλλοις· Παῦλος ἐμὸς, Πέτρος δὲ τεὸς, κείνου δέ τ’ Ἀπολλὼς

### 1239

Εἰσὶ θεοί. Χριστὸς δὲ μάτην ἥλοισι πέπαρται. Οὐ γὰρ ἀπὸ Χριστοῖο καλεύμεθα, ἐκ μερόπων δὲ, Κείνου καὶ χείρεσσι καὶ αἵματι κῦδος ἔχοντες. Τόσσος ἔρως φαέεσσιν ἐπήχλυσεν ἡμετέροισιν,

### 1240

Ἢ δόξης κενεῆς, ἢ κτήσιος, ἢ φθόνος αἰνὸς, Τηκεδανὸς, κακόχαρτος, ἐναίσιμον ἄλγος ἔχουσι! Καὶ πρόφασις Τριάς ἐστι, τὸ δ’ ἀτρεκὲς, ἔχθος ἄπιστον. Διπλόος ἐστὶν ἕκαστος, ὄϊς λύκον ἀμφικαλύπτων,

### 1240

Καὶ χαλκὸς λοχόων πικρὴν νεπόδεσσιν ἐδωδήν. Τοῖα μὲν ἡγητῆρες· ὁ δ’ ἕσπεται ἐγγύθι λαὸς, Πρόφρονες ἐς κακίην, καὶ ἡγητῆρος ἄνευθεν. Οὐδέ τίς ἐστ’ ἀγαθοῖο διάκρισις, οὐδὲ κακοῖο, Οὐ πινυτῆς πολιῆς, οὐκ ἀφραδέος νεότητος,

### 1240

Οὐ μογεροῦ βιότοιο θεουδέος, οὐ μαλακοῖο. Εἷς νόμος ἐστὶ, κάκιστον ἔχειν πλέον. Ὡς ἀπόλοιτο Κεῖνος ἀνὴρ, ὃς πρῶτος ἀνήγαγεν ἐνθάδ’ ἀλιτρούς.

### 1240

Αὐτῶν κόσμος ἔοι, αὐτῶν Θεὸς, ὅσσα τ’ ἀρίστοις

### 1241

Ἕσπεται ὑστατίοισιν ἐν ἤμασιν ἀμφιτάλαντα· Οἱ δ’ ἀγαθοὶ μογέοιεν ἐτώσια. Τοῖα δικασταῖς Εὔαδεν ἡμετέροισι. Δίκη φυγὰς ἔνθεν ἀπέλθοι. Ἓν δ’ ἄρα πάντα πέλοι, Χριστὸς, βροτὸς, ἥλιος, ἀστὴρ,

### 1241

Φῶς, σκότος, ἄγγελος ἐσθλὸς, Ἑωσφόρος οὐκέτι λάμπων. Πέτρῳ δ’ ἴσα φέροιτο θεοκτόνος Ἰσκαριώτης, Καὶ Σολύμοις ἱεροῖσιν ἀλιτροτάτη Σαμάρεια. Ἴσα δ’ ἔχοι χρυσός τε καὶ ἄργυρος, ἠδὲ σίδηρος, Μάργαρος ὀκρυόεντι λίθῳ, πηγαῖς δὲ χαράδραι·

### 1241

Πάντα δ’ ἅμ’ ἀλλήλοισι πεφυρμένα εἰς ἓν ἄγοιτο. Ὅς ποτ’ ἔην, ὅτ’ ἄκοσμος ἔην πρωτόκτιστος ὕλη, Κόσμον ἔτ’ ὠδίνουσα διακριδὸν οὐ βεβαῶτα.

### 1242

Ἦν δ’ ὅτε Μωαβίταις νηὸς μέγας οὐ βατὸς ἦεν, Οὐδὲ μὲν Ἀμμανίτῃσιν, ἐπεὶ στρατὸν ἤκαχον ἠΰν. Ἄλλους δ’ ὑδροφόροισιν ἐνηρίθμησεν Ἰησοῦς, Καὶ ξυλοφορτηγοῖσιν, ἐπεί ῥά μιν ἐξαπάφησαν.

### 1242

Ταῦτα κακοῖς. Λευὶ δὲ γόνον μεγάλοιο γέρηραν. Σκηνῆς γάρ μιν ἔθηκαν ἐπουρανίης θεράποντα· Κἀνθάδ’ ὅροι θυέων τε καὶ οὔδεος, ἠδὲ πόνοιο. Ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ χέρας εἶχον ἐπ’ ἔργοις, Ὅσσα τ’ ἔην νηοῖο καὶ ἔκτοθεν ἐγκονέοντες.

### 1242

Κεῖνοι μὲν τοίοισι νόμοις ἀρετῆς προμάχιζον· Ἡμεῖς δ’ αὖ κακίῃ γέρα θήκαμεν· ὢ θανάτοιο! Τίς τάδε θρηνήσειε γόων πολύϊδρις ἀοιδός; Σχέσθε, φίλοι· λήξωμεν ἀτασθαλίῃ μογέοντες·

### 1242

Ὀψέ ποτ’ εὐαγέεσσι Θεὸς τίοιτο θυηλαῖς.

### 1243

Εἰ μὲν δὴ πεπίθοιμεν, ὀνησόμεθ’· εἰ δὲ καλύπτοι Μῦθον ἐμὸν πολιήν τε νέων θράσος, ἠὲ κολοιῶν Οὖλον ἐπικρώζοντες ἐμοὶ νέφος ἀφραδίῃσι, Μαρτύρομ’ ἀθανάτοιο Θεοῦ χέρα, καὶ τὸ κελαινὸν

### 1243

Ἦμαρ, ὃ τὴν κούφην πυρὶ βόσκεται ὕστατον ὕλην, Οὐ μὲν ἐγὼ κείνοισιν ὁμόθρονος, οὐχ ὁμοεργὸς, Οὐδέ τι συμφράδμων, οὐ σύμπλοος, οὐ συνοδίτης. Ἀλλ’ οἱ μὲν περόῳεν ἑὴν ὁδόν· αὐτὰρ ἔγωγε Ζητῶ Νῶε κιβωτὸν, ὅπως μόρον αἰνὸν ἀλύξω.

### 1243

Αὐτὰρ ἔπειτα φύγοιμι, κακῶν ἄπο τηλόθι μίμνων, Καὶ Σοδόμων πυρόεντα πικρὸν καὶ ἀθέσφατον ὄμβρον, Ὦν ὅδε δεσμὸς ἔχει πλάγκτην νόον ἔνδον ἀγείρας,

### 1244

Εἴσω πᾶς ὁρόων, γελόων βιότοιο θυέλλας, Αἵ ῥά τε καὶ πινυῶν αἰσχρῶς κονίουσι πρόσωπα, Αἰεί τε πραπίδεσσι νοήματα θεῖα χαράσσων, Χείροσιν οὐκ ἐπίμικτα, διαυγέα, φωτὶ πελάζων

### 1244

Τρισσοφαοῦς θεότητος, ἐπειγομένοισι πόθοισιν Ἵλαον ἀθανάτοιο Θεοῦ πρὸς θῶκον ἱκοίμην· Ἔνθα τε πάντ’ ἀναφανδὰ, τὸ δὲ πλέον ἰσοτάλαντον Τῆμος ὅτ’ ἐν χείρεσσι Θεοῦ ζυγὸν ὀρθοδίκοιο.

### 1244

ΙΔʹ. Εἰς ἑαυτὸν, καὶ πρὸς τοὺς φθονοῦντας, ἡ δὲ

### 1244

ἀκροστιχὶς οὕτως.

### 1244

Γρηγορίου ἱερῆος ἀθύρματά τε στοναχαί τε.

### 1244

Τέρπεσθ’, οἷσι φίλον, πήμασιν ἡμετέροις.

### 1245

Ἔχει τι κομψὸν ἡμῖν ἡ ληρῳδία. Ἐκ τῶν ἰάμβων ἄλλο μέτρον τίκτεται. Ἀκροστίχοις πρόσελθε, καὶ γνώσῃ σαφῶς. Γέρων μέν εἰμι, καὶ κακῶν πολλῶν ἴδρις.

### 1245

Ῥυτὶς γάρ ἐστι πραγμάτων ἐμπειρία, Ἣ δὴ φρόνησιν ὡς τὰ πόλλ’ ἐργάζεται. Γῆρας δὲ τοὐμὸν οὐδέπω τόσον κακὸν, Ὅσον τονῦν, εἰσεῖδεν ἐν μακρῷ χρόνῳ. Ῥᾷστον δ’ ἂν εἴη καὶ μαθεῖν βραχεῖ λόγῳ.

### 1245

Ἵσταντ’ ἀθέσμως ἀντίοι λαοῦ πρόμοι, Ὄπλοις χόλῳ τε καὶ φθόνῳ πεφραγμένοι, Ὕβρει ζέοντες, ἀγρίου πυρὸς δίκην, Ἵστανθ’, ὅλη δὲ συσχιδὴς οἰκουμένη.

### 1246

Ἐγὼ δ’ ὁ κομψὸς (οὐ γὰρ ἐφρόνουν μικρὰ), Ῥάβδῳ μὲν εἶχον οὐδαμῶς πλήσσειν κακούς· (Ἦ παντὸς ἂν τόδ’, ἴστε, καὶ νῦν ἐπριάμην·) Ὃ δ’ ἦν, ἔπραττον· εἰχόμην ἀμφοῖν λίθοιν,

### 1246

Σωτῆρα τὸν ἀκρόγωνον ἐκμιμούμενος. Ἀλλ’, ὡς λέουσιν ἢ συσὶ πεφρικόσι Θυμὸν διαιτῶν, ἐν μέσῳ συῤῥήξεως, Ὕβριν τε οὐκ ἔπαυσα, καὶ συνετρίβην. Ῥᾷον παθεῖν γὰρ, ἤ τι τῶν καλῶν δράσαι.

### 1246

Μάρτυς μὲν, ἀκμὴ τοῦ παθεῖν κάμνων πλέον Ἀπηλλάγην τάχιστα δισσοῦ κινδύνου. Τὴν δ’ ὕβριν οὐκ ἔνεστιν εὐπετῶς φέρειν,

### 1246

Ἀεὶ παροῦσαν ἡμέραν μηκιστάτην.

### 1247

Ταῦθ’ ὅστις οὐκ ἐπίστατ’, οὐδ’ ἡμῶν πέλας. Ἓν ἔργον αὐτοῖς, αἱ καθ’ ἡμῶν διπλόαι Στήτωσαν εἰς ἕν. Εἰ μὲν ἐξέστην θρόνων, Τούτου τί μεῖζον; εἰ δ’ ἀπεῤῥίφην ἄκων,

### 1247

Οἱ ταῦτα τολμήσαντες οἵων ἄξιοι; Νῦν ἐνθρονίζομ’, αὔριον δ’ ἀπόθρονος. Ἄρ’ ἄν τις εὕροι τοῦδε καὶ ψευδῆ λόγον; Χριστὲ, φράσαι τολμῶ τι τῶν ἐν καρδίᾳ. Ἀγῶσι βασκαίνουσι καὶ λίθοις ἐμοῖς·

### 1247

Ἴσως τὸ Πνεῦμα βάλλεται, φέρω σαφῶς, Τὸ Πνεῦμ’ (ἀκούσαθ’), ὡς Θεὸς, πάλιν λέγω. Ἐμοὶ Θεὸς σὺ, καὶ τρίτον βοῶ, Θεὸς Τοῦτ’ ἔστι, Βάλλετ’, εὐστοχεῖτε τοῖς λίθοις.

### 1248

Ἕστηκ’ ἄτρεπτος τῆς ἀληθείας σκοπὸς, Ῥοῖζον λόγων τε καὶ βελῶν διαπτύων. Πατὴρ μὲν ἡμῖν ῥίζα καὶ πηγὴ καλῶν· Ἐκ τοῦδε φῶς γεννητὸν, Υἱὸς καὶ Λόγος,

### 1248

Σφράγισμ’ ἀνάρχου· Πνεῦμά τ’ ἄχρονος φύσις· Θεὸς, Θεός μου, καὶ Θεὸς, τρισσὴ μονάς. Οὐκ ἔστιν ὅς με ταῦτα κωλύσει λέγειν. Ἴστω Τριάς μου· καιρὸς οὐ τρέψει λόγον. Σείοιτο πάντα· μὴ τρέποιτ’ ἐμοὶ Θεός.

### 1248

Ἴσον γὰρ ἕν τι, καὶ τὸ πᾶν ἀτιμάσαι. Φωνὴν ἔχω, πόλεις σὺ καὶ λαμπροὺς θρόνους. Ἵστημι γλῶσσαν· (ὢ καλῆς τυραννίδος!)

### 1248

Λάμποιμι λύχνος λυχνίας ὑπερτεθείς.

### 1249

Ὅλην καταστράπτοιμι τὴν οἰκουμένην. Νῦν ταῦτα· μικρὸν ὕστερον καινοὶ θρόνοι, Πρώτων τε δευτέρων τε τάξις ἔννομος. Ἢ δεινὸν ἦν ἂν ἡ τῇδε δυσπραξία,

### 1249

Μὴ τοῦ Θεοῦ στρέφοντος ὕστερον κύβους. Ἀπαξιῶ τοῖς τῇδε προσκεῖσθαι καλοῖς, Σπένδῃ σὺ κόσμῳ τῷδε, τῷ Θεῷ δ’ ἐγὼ, Ἵν’ εὐκόλως φέροιμι τὰς ἀηδίας. Νὺξ πάντα κρύπτει, ἡμέρα φωτίζεται.

### 1249

Ἦ πόλλ’ ἐμόχθης’, ἀλλ’ ὅμως οὐκ ἄξια Μισθῶν, ὅσοι μένουσι τοὺς Θεῷ φίλους. Ἐπρίζεθ’ Ἡσαΐας, ἀλλ’ ἐκαρτέρει. Τὸ πῦρ ἐδεξιοῦτο τοὺς τρεῖς ἐν ξένῃ.

### 1250

Ἔῤῥιπτο θηρσὶν ὁ Δανιὴλ ὥσπερ φίλοις. Ῥώμῃ δὲ Παῦλος καὶ Πέτρος νικηφόροι. Ὁ Πρόδρομος δ’ οὐ θῦμα τῆς παῤῥησίας; Ἴσασιν, ὡς τέθνηκα. Ὡς δ’ ἐγὼ, Πάτερ,

### 1250

Σός εἰμι, κἄν με χείροσι στροβεῖν θέλοις.

### 1250

ΙΕʹ. Εἰς ἑαυτὸν μετὰ τὴν ἀπὸ τῆς Κωνσταντίνου

### 1250

πόλεως ἐπάνοδον.

### 1250

Ἔρχομαι ἐκ βιότοιο λιπὼν μέγα λαῖτμα θαλάσσης, Τῇ καὶ τῇ χαλεποῖς πνεύμασι βρασσόμενον.

### 1250

Ἔρχομ’ ἔχων ὅς’ ἔρεξα, καὶ ὅς’ ἐμόγης’ ἀπολείψας, Τοῖς μὲν ὑποτρομέων, τοῖσι δὲ γηθόσυνος. Οὐδὲν τερπνὸν ἔλειψα, τό κεν ποθέων ἀκαχοίμην·

### 1250

Τοῖσι μὲν οὐκ ἐθέλων, τοῖς δ’ ἐθέλων ἐδάμην.

### 1251

Οἶον ἐμοὶ κτέαρ ἔσκεν ἐράσμιον, οἶος ἀπ’ ἄλλων Πλοῦτος, θαλπωρὴ λησμοσύνη καμάτων, Τῆς μεγάλης Τριάδος ξυνὸν σέλας, ἣν ἀναφαίνων, Ἄχρι καὶ ἀλλοδαπῶν ἤλυθον εὐπατριδῶν·

### 1251

Οὐ μὴν πάμπαν ἄτρωτος, ἐπὴν λάεσσιν ἐδέχθην, Ὥς τις ἀλιτήμων. Σὴ, Τριὰς, ἥδε χάρις. Ἔμπαγε μὴν ἀνέφηνα, καὶ ὡς κύκλον περὶ κέντρῳ Πάντας ἐτορνύμην ῥήμασιν εὐσεβίης. Ἦν δρόμος, ἀλλά μ’ ἔπεμψε φθόνος καὶ νοῦσος ὀπίσσω,

### 1251

Πολλὰ μάλα φθονερῷ δαίμονι μεμφόμενον, Ὅστις ἐμῆς ὠδῖνος ἁγνὸν τόκον ἐξετίναξεν, Ἀρτιπαγῆ, ζωῆς ἑσταότ’ ἐν προθύροις. Ἡ δ’ ἄρ’ ἐμὴ Τριὰς αὖθις ἀπὸ στομάτων ἀθεμίστων Τέμνεται, ἔν τ’ ἀγοραῖς, ἔν τε χοροστασίαις,

### 1252

Καὶ πόρνοι κραταίουσι λόγοι. Τὸ δὲ φάσγανον, αἳ αἳ! Τίς πήξει Φινεὲς πορνοφόνῳ παλάμῃ Ζηλήμων ψυχήν τε καὶ οὔνομα, ἢ τίς ἀρήξει Δόγμασιν Ἑβραίοις πλησσομένοις ἀδίκως

### 1252

Μωσῆς, ἐκ δ’ ὀλέσας Αἰγύπτιον αὐτίκα μῦθον, Λαῷ πὰρ μεγάλῳ κῦδος ἔχῃσι μέγα; Τίς μὲν ὅλην θεότητα μετὰ φρεσὶν ᾗσι βάληται, Μηδὲν ὑποστέλλων τῆς μεγάλης Τριάδος Ἠὲ νόῳ πυκινῷ τε καὶ εὐσθενέεσσι λόγοισιν,

### 1252

Ἀντιπάλων ἐπέων θυμὸν ἀποσκεδάσει; Τίς δὲ βελῶν καιροῖσιν ἀκαμπέα πίστιν ἐρύξει, Ἄτροπος ἐν τρεπτοῖς κάρτεσιν ἱστάμενος; Μὴ δ’ ὡς εὐρίποιο πολυπλάγκτοιο ῥέεθρον,

### 1252

Τήνδε μετακλίνοι ἔνθα καὶ ἔνθα ῥέων;

### 1253

Τίς δὲ μόθον κρυόεντά τ’ ἐρισθενέων ἱερήων Στήσει, τοὺς φιλίης εἰς ἐν ἄγων προμάχους; Τοῦ μὲν ἐμοὶ πόθος ἦεν, ἐπεὶ Θεὸς ὧδε κελεύει, Χριστὸς ἄκος μερόπων οἷσι νόμοις παθέων,

### 1253

Οἷς σταυρῷ συνέδησεν ὁμῶς ἀγαθούς τε κακούς τε, Ὅστις ἀνακτορίης τηλόθεν, ὅς τε πέλας. Τοὔνεκα καὶ λίθος ἐστὶν ἐπ’ ἀμφοτέροις ἀκρόγωνος, Λαοὺς εἰς ἓν ἄγων ἁρμονίῃ φιλίης. Ἦν πόθος· οἱ δέ με πρόσθεν ἀπεχθήραντες ἅτισαν,

### 1253

Οὔ τιν’ ἐμῆς αἰδὼ θέντο παραιφασίης. Αἴθε δέ μοι Τριὰς ἦεν ἀδήριτος, ἣν βελέεσσι Βάλλουσιν πυκινοῖς! Ὦ Τριὰς, ἴσχε μόθον· Μηδέ μ’ ἀθρήσειε κακὸς φθόνος, ἀλλὰ μόγοισι

### 1254

Δὸς τέλος ἡμετέροις ἐσθλὸν, ἀεξομένη. Κλεινὸν Ἀναστασίης χαίροις ἕδος, ἥ ῥα θανοῦσαν Πίστιν ἔθηκας ἄνω αὖθις ἐμοῖσι λόγοις. Σεῖο μὲν οὐδὲ θανὼν ἐπιλήσομαι, ἀλλ’ ἅμ’ ἀρίστοις

### 1254

Στήσομ’, ὑπὲρ τεκέων λισσόμενος Τριάδα.

### 1254

Ιϛʹ. Ἐνύπνιον περὶ τῆς Ἀναστασίας ἐκκλησίας,

### 1254

ἣν ἐπήξατο ἐν Κωνσταντίνου πόλει.

### 1254

Εὗδον δὴ γλυκὺν ὕπνον· Ἀναστασίαν δέ τ’ ὄνειρος Στῆσεν ἐμοῖσι φέρων ἠματίοισι πόθοις·

### 1254

Ἣ πρώτη λόγον αἰπὺν ἐνὶ προπόδεσσι μένοντα Ἤγαγεν ἐς κορυφὴν οὔρεος ἀκροτάτην· Τοὔνεκ’ Ἀναστασίαν μιν ἐπίκλησιν καλέουσι

### 1254

Νηὸν, ἐμῆς παλάμης ἔργον ἀριστοπόνου.

### 1255

Ἕζεσθαι δοκέεσκον ὑπέρθρονος, οὐχ ὑπέροφρυς, Οὐδὲ γὰρ οὐδὲ ὄναρ τῖον ἀγηνορίην Οἱ δέ μοι ἀμφοτέρωθεν ὑφεδριόωντο γεραιοὶ, Ποίμνης ἡγεμόνες, ἔγκριτος ἡλικίη.

### 1255

Οἱ δ’ ἄρ’ ὑποδρηστῆρες ἐν εἵμασι παμφανόωσιν Ἕστασαν, ἀγγελικῆς εἰκόνες ἀγλαΐης. Λαοὶ δ’ οἱ μὲν ἔχυντο περισταδὸν, ὥστε μέλισσαι, Κιγκλίδος· ἦν γὰρ ἀγὼν ἀσσοτέρω πελάσαι. Οἱ δ’ ἱεροῖς προθύροισι περιστείνοντο ῥέοντες,

### 1255

Οὔασιν ἠδὲ ποσὶν ἴσον ἐπειγόμενοι. Ἄλλους δ’ αὖτ’ ἀγοραί τε πολυσχιδέες θ’ ἅμ’ ἀγυιαὶ, Ποσσὶ κροαινόμεναι, πέμπον ἐμοῖσι λόγοις. Αἱ δ’ ἄρ’ ἀφ’ ὑψηλῶν τεγέων εὔκοσμον ἀκουὴν Ἁγναὶ παρθενικαὶ κλῖνον ἅμ’ ἐσθλογάμοις.

### 1256

Καὶ τόδε νυκτὸς ἄθυρμα· διακριδὸν ἵστατο λαὸς Μύθων ἡμετέρων εἰσαΐειν ποθέων. Ὃς μὲν δὴ χθαμαλὸν καὶ ἐπίδρομον ᾔτεε μῦθον· Οὐ γὰρ ἄνω νεύειν ἤθελεν, οὐδ’ ἐδάη·

### 1256

Αὐτὰρ ὅγ’ ὑψιθέοντα καὶ εὔστροφον, οἷσι μεμήλει Βένθε’ ἀνιχνεύειν ἀμφοτέρης σοφίης, Ξείνης θ’ ἡμετέρης τε. Βοὴ δ’ ἑκάτερθεν ὀρώρει Ἑλκομένοιο λόγου μαρναμένοισι πόθοις. Αὐτὰρ ἐμοὶ στομάτων Τριὰς ἔῤῥεεν ἡ μονόσεπτος

### 1256

Λαμπομένη τρισσοῖς κάλλεσιν οἰγομένοις, Φωνῇ τε στιβαρῇ, καὶ πνεύματος αἰθομένοιο Οἴδματι, καὶ μύθων ἅλμασιν ἀντιπάλων. Καί ῥ’ οἱ μὲν πάλλοντο, καὶ ᾔνεον, οἱ δὲ σιωπῇ

### 1256

Θάμβεον, οἱ δὲ λόγῳ τρύζον ἔθ’, οἱ δὲ νόῳ,

### 1257

Θνησκούσης ὠδῖνος ἀναυδέος, οἱ δὲ μάχοντο Οἷα καθισταμένου κύματος ἐξ ἀνέμων. Πάντας δ’ εὐεπίη κατεκήλεεν, εὐφραδέας τε Καὶ μύθων ἱερῶν ἴδμονας εὐσεβέων,

### 1257

Ἡμετέρους τε νόθους τε, καὶ οἳ μάλα τηλόθι μάνδρης Τλήμονες εἰδώλων λάτριες ἀδρανέων. Ὡς δὲ βότρυς λιαρῇσιν ὑπ’ ἀκτίνεσσι μελαγχθεὶς, Οὔτ’ ὄμφαξ καθαρῶς ἠρέμα λυόμενος, Οὔθ’ ὅλος ὥριός ἐστι, τὸ μὲν μέλας, ἄλλο δ’ ἐρυθρὸς,

### 1257

Ἄλλο δ’ ἄρ’ αἰθαλόεις, ὄμφακα δ’ ἄλλο ἔχει· Ὣς οἳ δηριόωντο πεπαινομένης κακότητος, Ἤδη καὶ ληνοῖς γήθεον εὐρυτέραις. Ταῦτ’ ἔχον· ἐκ δέ μοι ὕπνον ἀπὸ βλεφάρων ἐτίναξε Γῆρυς ἀλεκτρυόνων, τῷ δ’ ἅμ’ Ἀναστασίαν.

### 1258

Φάσμα δὲ φάσματος εἶχον ἐπὶ χρόνον, αὐτὰρ ἔπειτα Καὶ τὸ φύγε κραδίην ἦκα μαραινόμενον, Μοῦνον δ’ ἄλγος ἔμεινεν ἐμοὶ, καὶ γῆρας ἀνιγρόν. Ὤ μοι ἐμῆς Τριάδος! ὤ μοι ἐμῶν τεκέων!

### 1258

Ὦ φθόνε, τίπτε μ’ ἔοργας; ἔχεις τόσον· ἄλλο χέρειον Μή τι βάλῃς ἐπ’ ἐμῷ δυσθανέϊ βιότῳ. Ἡ μὲν δὴ πολλοῖσιν ἀγαλλομένη μεγάλοις τε Κάλλεσι δαιδαλέοις ἡ βασίλεια πόλις, Νηοῖς οὐρανίοισιν ἀγάλλεται ἔξοχον ἄλλων,

### 1258

Νηοῖς, τοῖς ποτ’ ἐμοῖς, νῦν γε μὲν ἀλλοτρίοις· Σὺν τοῖς καὶ μεγάλαυχον ἕδος Χριστοῖο μαθητῶν, Πλευραῖς σταυροτύποις, τέτραχα τεμνόμενον. Ἀλλ’ οὐ τόσσος ἔμοιγε πόθος καὶ ἄλγος ἐκείνων,

### 1258

Ὅσσος Ἀναστασίης, Βηθλεὲμ ὑστατίης.

### 1259

Ἦ μὴν πόλλ’ ἐμόγησα καὶ εἰν ἁλὶ, καὶ κατὰ γαῖαν, Ἐχθροῖς, καὶ φιλίοις, ποιμέσιν, ἠδὲ λύκοις, Νούσῳ τε στυγερῇ, καὶ γήραϊ καμπυλόεντι· Οὔτι δὲ πρόσθεν ἐμοὶ τοῖον ἐπῆλθεν ἄχος.

### 1259

Οὐ τόσον Ἀσσυρίοισιν ὅτ’ ἤγετο τηλόθι πάτρης Λαὸς δουριαλὴς, νηὸν ἔκλαυσε μέγαν, Οὐδὲ μὲν οὐδὲ κιβωτὸν, ὅτ’ ἀλλοφύλοισιν ἐμίχθη· Οὔτ’ Ἰακὼβ τοπάρος υἷα κλαπέντα φίλον· Οὐδὲ λὶς ἠϋγένειος ἐπακτήρεσσι δαμέντας

### 1259

Σκύμνους, οὐδ’ ἀγέλην βουκόλος ὀλλυμένην· Οὐδὲ φιλοξείνοιο φυτοῦ καθύπερθε καλιὴν Ὄρνις ἀφεὶς ἀέκων, οὐ πολύπους θαλάμην, Ὅσσον ἐγὼ νεόπηκτον ὀδύρομαι εἰσέτι καὶ νῦν Νηὸν, ὃν ἄλλος ἔχει καρπὸν ἐμῶν καμάτων.

### 1259

Εἴ ποτε σεῖο λάθοιτο ἐμὸν κέαρ, εἴτε τι γλῶσσα

### 1260

Πρόσθε φέροι παρ’ ἐμοὶ, Χριστὸς ἐμοῖο λάθοι. Πολλάκι καὶ μεγάλων θυέων δίχα, ἠδὲ τραπέζης Λαὸν Ἀναστασίης ἥγνισα τῆλε μένων, Στήσας ἐν πραπίδεσσιν ἀσώματον ἔνδοθι νηὸν,

### 1260

Δάκρυ ἐπισπένδων φάσμασι θειοτέροις. Ἄζυγες, ὑμνοπόλοι τε, χοροστασίαι τ’ ἐρατειναὶ Ξείνων, ἡμεδαπῶν, ἐξ ὀπὸς ἀντιθέτου, Χῆραί τ’ ὀρφανικοί τε, ἀλήμονες, ἀδρανέοντες, Λεύσσοντες πρὸς ἐμὰς, ὥστε Θεοῦ, παλάμας,

### 1260

Οἶκοί τε γλυκεροὶ, γηροτρόφοι, οὔ ποτ’ ἔγωγε Λήσομαι, οὐδ’ ἐθέλων, ὑμετέρης φιλίης. Εἰ δέ τί που καὶ ἐμεῖο πολυτλήτοιο λέλειπται Μνῆστις ἐν ὑμετέροις, ἥδε χάρις Τριάδος Πολλοὶ γὰρ καιροῖσιν ἐπίῤῥοπον ἦτορ ἔχουσιν,

### 1260

Ἐν δὲ μόνοις αἰδὼς ὄμμασι κουφοτέρων.

### 1261

Κεῖνό γε μὴν ποθέω, σεπτὴ Τριὰς, αἰὲν ἄληστος Ψυχαῖς ἀρτιφύτοις σεῖο μένοι θεότης. Χαίρετε, ὦ βασιλῆες, ἐμῶν παθέων ἐπαρωγοί· Χαῖρέ μοι, ἀντολίη καὶ δύσι μαρνάμεναι·

### 1261

Χαίρετέ μοι, ἱερῆες, ἐπ’ ἀλλήλοισιν ἰόντες· Χαῖρε, πρόεδρε τύφε· χαῖρε, πόλις μεγάλη. Αὐτὰρ ἐγὼ χθονίων μὲν ὑπέρτερός εἰμι θοώκων, Ἱμείρω δὲ μόνου κύδεος ἀθανάτου. Ἀλλὰ σάω με, σάω με, φίλη Τριάς· ὑστάτιον δὲ

### 1261

Ὀψόμεθ’, οὗπερ ἁγνῆς θῶκος Ἀναστασίης. Γρηγορίου γόος οὗτος Ἀναστασίην ποθέοντος, Τῆς ποτέ μιν φθονερὴ νόσφισεν ἀδρανίη.

### 1262 (1t)

ΙΖʹ. Περὶ τῶν τοῦ βίου διαφορῶν, καὶ κατὰ

### 1262 (1t)

ψευδιερέων.

### 1262 (1t)

Ζωγράφος ἐστὶν ἄριστος, ὃς ἐν πινάκεσσι χαράσσει Μορφὰς ἀτρεκέας, ἔμπνοα δερκομένας·

### 1262 (1t)

Οὐχ ὃς χρώματα πολλὰ καὶ εὔχροα μὰψ ἐπιμίξας, Λειμῶνα γραπτὸν δείκνυσιν ἐκ πινάκων. Νῆα δὲ ποντοπόρειαν ἐπῄνεσα, οὐ παρασήμοις Κάλλεσιν, οὐ πρύμνης ἄνθεσι λαμπομένην· Ἀλλ’ ἢν ναυπηγοῖο χέρες γόμφοισιν ἄριστα

### 1262 (1t)

Δῶκαν πηξάμεναι κύμασι θαρσαλέην. Καὶ στρατός ἐστιν ἄριστος, ἀρήϊος ἀντὶ καλοῖο, Καὶ δόμος αἰγλήεις δεύτερος εὐπαγέος. Ὣς δὲ βίων βροτέων. Ὁ μὲν ἄμβροτος, ὅν τινα Χριστῷ

### 1262 (1t)

Τάρβος ἄγει, πλεκτῆς ἀλλότριον κακίης,

### 1263

Ἔμπεδον, ἀστυφέλικτον, ἀπενθέα. Ὃς δὲ κάκιστος, Ἔνδοθεν ἀδρανέων, ἔκτοθε κάρτος ἔχων, Ὠκύμορον, φρενοπλῆξιν ὁμοίϊον, οἷσιν ἅπαντα Δινήεντα πέλει ἀστατέουσι νόον.

### 1263

Τοῖος καὶ Χριστοῖο μεγακλέος ἀρητῆρσι Θυμός. Ὁ μὲν βροτέου λάτρις ἀεισθενέος, Κλινόμενος καιροῖσι, δόναξ πολύκαμπτος ἀήταις, Παντοίης κακίης οὐκ ἄκος, ἀλλὰ τύπος Αὐτὰρ ὅ γε τρομερῇσι καὶ εὐαγέσιν παλάμῃσι

### 1263

Δῶρον ἄγει, Χριστοῦ σαρκὶ χαριζόμενος, Καὶ μεγάλοις παθέεσσιν, ἅπερ Θεὸς ἐνθάδ’ ἀνέτλη, Ῥύσιον ἀρχεγόνων ἡμετέρων παθέων· ᾯ ζώει μούνῳ καὶ τέρπεται· ᾧ ῥα κεάζει Θυμὸν ἀπὸ χθονίων ἔνθεν ἀνιστάμενος.

### 1264

Ἀνθρώπων δ’ ἀγαθοῖσι διδοῖ φρένα, τοῖς δὲ κακοῖσι Κάμπτεται, ὅσσα λίθος ὀκρυόεις ἀδάμας· Οὐδ’ ὅ γ’ ἐπιστρέφεται πλούτου μεγάλων τε θοώκων, Οὐ δόξης βροτέης ἐνθάδε συρομένης·

### 1264

Οὐδὲ δορὴν βασιλῆος ἔχων βριαροῖο λέοντος, Κεύθει κερδῴην ἔνδοθι δουλοσύνην, Νεκροβόρος, δολόμητις, ἀτάσθαλος, ἄλλος ἐν ἄλλοις Παντοδαποῖς κακίης εἴδεσι κλεπτόμενος. Ἀλλὰ νόον καθαροῖσι νοήμασιν αἰὲν ἀέξων,

### 1264

Ἤδη καὶ Τριάδος ἅπτεται οὐρανίης, Ἧς τύπον ἐστήριξεν ἐνὶ πραπίδεσσιν ἑῇσι, Κῦδος ἓν ἐν τρισσοῖς κάλλεσι δερκόμενος, Καὶ λαὸν θυέεσσιν ἁγνοῖς θεοειδέα τεύχων,

### 1264

Ὑστάτιον ψυχῆς θύματ’ ἄναιμα φέρει.

### 1265

Τῶν μὲν ἐγὼ ποθέων εἷς ἔμμεναι (οὐκ ἐπικεύσω), Ἤδη καὶ προθύρων ἔνδοθι ταρσὸν ἔχων, Ὡς ἴδον αἴσυλα ἔργα, κακοῤῥαφίην τ’ ἀλεγεινὴν, Ἂψ ἀναχασσάμενος ἐκτὸς ἔθηκα πόδα,

### 1265

Ἦ μὴν πόλλ’ ἐμόγησα καὶ εἰν ἄλλοισιν ἀπίστοις, Οἷσιν ἔνι γλώσσης ἦχος ἔθ’ ἡμετέρης. Λᾶες ἐμοὶ, κείνων δὲ Τριὰς, θεότης νεόπηκτος· Τοίοις ἀλλήλους ξεινίσαμεν ξενίοις. Ἀλλὰ καὶ ὣς ὑπόειξα, λιπὼν λόγον οὐκέτ’ ἄπιστον,

### 1265

Πάντοθεν ἡμετέροις κύμασι βαλλόμενος. Κεῖμ’· ἐπίβαιν’, ἐπίβαινε, κακὲ φθόνε. Ἦ τάχα δή σε Σχήσω, καὶ πυμάτοις πείρασι κευθόμενος, Καὶ θηρὸς ζοφεροῖσιν ἐνὶ σπλάγχνοισιν ἐερχθεὶς, Κήτεος εἰναλίου, ὥς ποτ’ Ἰωνᾶς ἔδυ.

### 1266

Σῶμα μὲν ἐν σπλάγχνοισι· νόος δ’ ἀδέτοισιν ἐρωαῖς Βήσεται, οἷ κ’ ἐθέλει, καί περ ἐεργόμενος. Τοῦτ’ ἀγαθῶν μόνον ἔσται ἐλεύθερον, οὔτε καθεκτὸν, Οὔθ’ ἑλετὸν, Χριστῷ νοῦς ἀναειρόμενος.

### 1266

Οὐ θνητοῦ βασιλῆος ὁμέστιος, ὡς τοπάροιθεν, Γρηγόριος, θυλάκῳ ἦρα φέρων ὀλίγην, Κείμενος ἐν μέσσοισι, κατηφιόων καὶ ἄναυδος, Ἄπνοον ἆσθμα φέρων, δούλια δαινύμενος. Οὐχ ἕδρῃ τίσει με δικασπόλος, ἠὲ συνέδρῳ,

### 1266

Ἠὲ χαμαιπετέϊ, πνεύματι μέτρα νέμων. Οὐδὲ χέρας φονίους προσπτύξομαι, οὐδὲ γενείου Δράξομαι, ὥστ’ ὀλίγης ἀντιτυχεῖν χάριτος· Οὐδ’ ἱερὴν ἐπὶ δαῖτα, γενέθλιον, ἠὲ θανόντος,

### 1266

Ἤ τινα νυμφιδίην σὺν πλεόνεσσι θέων,

### 1267

Πάντα τὰ μὲν γναθμοῖσιν ἑλώρια, τὰ δ’ ἄρ’ ὀπηδοῖς Θήσομαι, ἁρπαλέαις Βριαρέω παλάμαις· Ὀψὲ δὲ φορτίδ’ ἄγων, τάφον ἔμπνοον, ἂψ ἐπὶ δῶμα Ἕλξω, τὴν μογερὴν γαστέρα τειρόμενος,

### 1267

Ἆσθμα κόροιο φέρων, ἄλλην ἐπὶ δαῖτα παχείην Σπεύδων, πρὶν προτέρην ὕβριν ἀποσκεδάσαι. Οὐδὲ μὲν οὐδὲ πρόεδρος ἐὼν ἱεροῖς ἐνὶ χώροις, Ἢ μόνος, ἢ πλεόνων εἰς ἓν ἀγειρομένων, Φθέγξομαι οὔασι τερπνὰ, τὰ Πνεύματος ἔκτοθι ῥίψας,

### 1267

Ὥς κεν ἔοιμι πρόφρων, φίλτρον ἔχων πλεόνων, Τερπόμενός τε κρότοισι, καὶ ἐν θεάτροισι χορεύων, Κρημνοβάτης ἐπέων ἀντικορυσσομένων, Ἀθλοφόροισιν ὁμοῖα, πολυγνάμπτοισί τε λώβαις, Ἢ καὶ μαινομένοις ἀντίπαλ’ ἡνιόχοις·

### 1268

Οὐ χόλον αἰχμάσας, οὐ σώματος αἰθομένοιο Λύσσαν ἐπιψύξας, οὐ χέρα μαινομένην Πᾶσιν ἐπ’ ἀλλοτρίοισι, λόγου δεσμοῖσι πεδήσας, Οὐ ψευδῆ κραδίης δόξαν ἀποσκεδάσας,

### 1268

Οὐ τύφον οἰδαίνοντα διδάγμασιν ἐς χθόνα ῥίψας Οὐ πηγαῖς δακρύων δάκρυον ἐκκαλέσας, Ἀλλ’ ἓν φάρμακον αἰνὸν ἔχων, θηρήτορα τιμῆς Θυμὸν, καὶ θανάτου φάρμακον ἀτρεκέως. Οὐδέ τί που συνόδοισιν ὁμόθρονος ἕσσομ’ ἔγωγε

### 1268

Χηνῶν ἢ γεράνων ἄκριτα μαρναμένων· Ἔνθ’ ἔρις, ἔνθα μόθος τε καὶ αἴσχεα κρυπτὰ πάροιθεν Εἰς ἕνα δυσμενέων χῶρον ἀγειρόμενα. Τῶνδε γὰρ εἵνεκ’ ἔγωγε μέσος χθαμαλοῖσι κάθημαι

### 1268

Ἰητρὸς παθέων, αὐτὸς ἄνουσος ἐών.

### 1269

Οὐ γὰρ ἐμῆς πολιῆς παίζειν, καὶ λάτριν ἀεικῶς Ἔμμεναι ἀντὶ θρόνων, ὧν πέρι μαρνάμενοι Σχίζονται, καὶ κόσμον ὅλον τέμνουσιν ἀθέσμως. Αἲ αἲ τῶν μεγάλων ἡμετέρων ἀχέων!

### 1269

Ταῦτα μὲν, οἷσι φίλον, καὶ κερκώπων κράτος εἴη· Αὐτὰρ ἐγὼ Χριστοῦ πλήσομαι ἀτρεμέων. Εἰ δὲ κακὸν λαοῖο θεόφρονος ἡνία ῥῖψαι, Ἴστωσαν κεφαλαὶ τῶν ἀποσεισαμένων, Ὄφρα κεν, ὡς θοὸν ἵππον, ἀποπτυστῆρα χαλινῶν,

### 1269

Θυμὸς ἄγοι κρημνοῖς, ἢ σκοπέλοισι φέρων. Εὔχομαι, ὥς κεν ἅπαντα Θεῷ φίλα τοῖσδε μεμήλοι, Εἰ δὲ χερειότερα, τηλόθεν οὔατ’ ἔχειν.

### 1270 (1t)

ΙΗʹ. Πρὸς τοὺς φθονοῦντας.

### 1270 (1t)

Ἐξ οὗ Θεῷ προσῆλθον ἐκλιπὼν βίον, Πολλαῖς στροβοῦμαι καὶ κακαῖς τρικυμίαις· Ἀντιπνέει γὰρ ὁ φθόνος, πόῤῥω Θεοῦ

### 1270 (1t)

Βαλεῖν θέλων με, καὶ λαβεῖν ὁμόσκοτον. Πόθεν φίλοι μοι δυσμενεῖς, καλοὶ κακοί; Ἕν εἰσι πάντες ἐξ ἴσου δρῶντες κακῶς· Πόθεν λόγον τοσοῦτον ἔκδημον φέρων Πόλει τοσαύτῃ, καὶ τί πλεῖον κερδάνας,

### 1270 (1t)

Ἣν οἶδα πρώτην τῶν ἀφ’ ἡλίου βολῶν, Ὤσθην νόσῳ τε καὶ κακοῖς παραστάταις; Πύρωσις, οἶμαι, τοῦτο, καὶ στέργω· μόνον

### 1270 (1t)

Δόξης τύχοιμι, Χριστὲ, σῆς τῆς ἀφθόνου.

### 1271 (1t)

ΙΘʹ. Σχετλιαστικὸν ὑπὲρ τῶν αὐτοῦ παθῶν.

### 1271 (1t)

Πολλάκι Χριστὸν ἄνακτα κακοῖς μογέων μεγάλοισιν Ὠνοσάμην· καὶ γάρ τις ἄναξ θεράποντος ἔνεικε Δούλιον ἐν στομάτεσσι λαλεύμενον ἠρέμα τρυσμὸν,

### 1271 (1t)

Ὡς δὲ πατὴρ ἀγαθὸς καὶ ἄφρονος υἷος ἑοῖο Πολλάκις ἀμφαδίων ἐπέων θράσος ἦχ’ ὑπέδεκτο, Τοὔνεκα καὶ σὺ λόγοισιν ἐμοῖς, Θεὸς, ἵλαος εἴης, Οὕς τοι ἀκηχεμένη κραδίη, ἀγανώτατε, πέμψει. Βαιὸν ἄκος παθέεσσιν ἐρευγομένη φρενὸς ὠδίς.

### 1271 (1t)

Χριστὲ ἄναξ, τί τόσοις με κακοῖς διέπερσας ἄνωθεν, Ἐξότε μητρὸς ὄλισθον ἐμῆς ἐπὶ μητέρα γαῖαν; Εἰ μὴ καὶ λαγόνεσσιν ἐνὶ σκοτίῃσι πέδησας,

### 1272

Τίπτε τόσοις ἀχέεσσι, καὶ εἰν ἁλὶ, καὶ κατὰ γαῖαν. Ἐχθροῖσίν τε φίλοις τε καὶ ἡγεμόνεσσι κακίστοις, Ξείνοις, ἡμεδαποῖς τε καὶ ἀμφαδὸν, ἢ λοχόωσι, Μύθοις τ’ ἀντιθέτοις, καὶ λαϊνέαις νιφάδεσσι

### 1272

Βέβλημαι; τίς ἅπαντα διακριδὸν ἐξαγορεύσει; Μοῦνος ἐγὼ πάντεσσιν ἀοίδιμος, οὐδ’ ἐπὶ μύθοις, Οὔτ’ ἐπὶ κάρτεϊ χειρὸς ἔχων περιώσιον ἄλλων, Ἄλγεα δὲ στοναχάς τε περισταδὸν, ὥστε λέοντα Πάντοθεν ἀμφυλάουσι κακοὶ κύνες, οἰκτρὸν ἄεισμα,

### 1272

Ἀντολίῃ τε δύσει τε. Τάχ’ ἄν ποτε καὶ τὸ γένοιτο, Ἤ τις ἀνὴρ θαλίῃσι λύων φρένα, ἤ τις ὁδίτης, Ἤ τις ἐϋκρέκτῳ κιθάρῃ ἐπὶ δάκτυλα βάλλων,

### 1272

Φθόγγοις οὐ λαλέουσιν, ἐμῶν ἀχέων ὀαριστὴς,

### 1273

Γρηγορίου μνήσαιτο, τὸν ἔτρεφε Καππαδόκεσσιν Ἡ Διοκαισαρέων ὀλίγη πτόλις. Ἀλλ’ ἐπίμοχθον Ἄλλοις πλοῦτον ὄπασσας ἀπείριτον· υἱέας ἄλλοις Ἐσθλούς· κάλλιμος ἄλλος, ὁ δ’ ἄλκιμος, ὃς δ’ ἀγορητής.

### 1273

Αὐτὰρ ἐμοὶ κλέος ἐστὶν ἐπ’ ἄλγεσιν· εἰς δέ με πάντας Σῆς γλυκερῆς παλάμης πικροὺς ἐκένωσας ὀϊστούς. Ἄλλος Ἰὼβ νέος εἰμί· τὸ δ’ αἴτιον οὐκέθ’ ὁμοῖον. Οὐ γὰρ ἀεθλεύσοντά μ’ ἄγεις, μάκαρ, ὥς τιν’ ἄριστον Ἀντίον ἀθλητῆρος ἀπήνεος, ἀλκὶ πεποιθὼς,

### 1273

Ὥς κεν ἀριστεύσαντι γέρας καὶ κῦδος ὀπάσσῃς. Οὔπω τόσσος ἔγωγ’, οὐδ’ ἄλγεσι κῦδος ἔπεστι.

### 1274

Ποινὴν δ’ ἀμπλακίης τίνω τάδε. Τίς δέ θ’ ἁμαρτὰς Δίζημ’ ἐν πλεόνεσσιν, ὅ σοι πλέον ἄχθεται ἄλλων. Ἐξερέω πάντεσσιν, ὅ μοι νόος ἐντὸς ἔεργε· Ἦ τάχα κεν δρύψειεν ἁμαρτάδα μῦθος ἄναυδος.

### 1274

Ὠϊόμην, ὅτε δή σε φίλον λάχος οἶον ἐδέγμην, Πάντ’ ἄμυδις βιότοιο ἀφυσγετὸν εἰς ἅλα ῥίψας, Καὶ νόον ὑψιβιβάντα τεῇ θεότητι πελάζων, Σαρκὸς νόσφιν ἔθηκα, νόμος δέ μοι ἡγεμόνευε· Πάντων μὲν κρατέειν. πάντων δ’ ὕπερ αἰθέρα τέμνειν

### 1274

Χρυσείαις πτερύγεσσι· τό μοι φθόνον αἰνὸν ἄγειρε,

### 1274

Καί με κακοῖς ἐπέδησεν, ἀφυκτοτάτῃσί τ’ ἀνίαις.

### 1275

Σὸν κλέος ὑψός’ ἄειρε, κλέος δὲ σὸν ἐς χθόν’ ἔθηκεν. Αἰὲν ἀγηνορίῃσιν, ἄναξ, κοτέεις μεγάλῃσι. Κεῖνό γε μὴν ἀΐοιτε, καὶ ἐσσομένοισι γράφοιτε, Λαοί θ’ ἡγεμόνες τε, ἀπεχθέες, εὐμενέες τε,

### 1275

Πατρὸς ἐμοῦ μεγάλοιο φίλον θρόνον οὐκ ἀθέριξα· Οὐκ ἔστ’, οὐδ’ ἐπέοικε, Θεοῦ θεσμοῖσι παλαίειν. Κείνῳ θεσμὸς ἔδωκεν· ἐγὼ δέ τε χειρὶ γεραιῇ Χεῖρα νέην ὑπέρεισα, πατρὸς δ’ ὑπόειξα λιτῇσι, Πατρὸς ἐμοῦ, τὸν ἔτισε, καὶ ὃς μάλα τηλόθι μάνδρης

### 1275

Ἀζόμενος πολιήν τε καὶ ἥλικα πνεύματος αἴγλην. Αὐτὰρ ἐπεὶ ζωῆς σημάντορι καὶ τόδ’ ἔαδεν Ἡμετέρης, ἄλλοις με Λόγον καὶ Πνεῦμ’ ἀναφῆναι,

### 1276

Ξείνοις, τρηχαλέοισιν, ἀκανθοφόροισιν ἀρούραις, Βαιὴ μὲν ψεκάς εἰμι, πολὺν δέ τε λαὸν ἐπῆρσα. Καὶ τόδε γ’ αὖθις ἔαδε παλίμπορον ἐνθάδε πέμψαι Νούσῳ τε στυγερῇ, καὶ ἀργαλέαις μελεδώναις

### 1276

Τηχθέντ’ ἐξαπίνης. Ἰὸς δέ τε ἀνδρὶ μέριμνα. Βαιὸν δὲ χρόνον ἔσκον ἐμοῖς μελέεσσιν ἀρηγῶν, Ποιμενικὴν σύριγγα, βοηθόον ἐσθλὸν ὀπάσσας, Μή τις ἐμοῖς μήλοισιν ἀσημάντοισιν ἐπελθὼν Ἐχθρὸς, ἑὴν πλήσειεν ἀναιδέα γαστέρα φορβῆς.

### 1276

Αὐτὰρ ἐπεὶ δονέοντο ἀγοὶ, δονέοντο δὲ λαοὶ Ἡγεμόνος τε ποθῇ, καὶ θήρεσιν οὐλομένοισιν,

### 1276

Οἳ Θεὸν ἀνδρομέοισιν ἐνὶ σπλάγχνοισι παγέντα,

### 1277

Ἔκνοον ἦτορ ἔχουσι νόου δίχα μορφώσαντες, Πολλοὶ μὲν τρύζεσκον ἐμοῖς παθέεσσιν ἄπιστοι, Καί μ’ ὑπεροπλίῃσι θεουδέα λαὸν ἀτίζειν, Ἢ φάσαν, ἢ νόος εἶχε. Θεῷ γ’ ἐμὸν ἄλγος ἔφαινον.

### 1277

Πολλοὶ δ’ αὖ νυχίοισιν ἐμὲ κρίνεσκον ὀνείροις, Ζωγράφος ὧν πόθος ἦεν, ἀθύρματα πολλὰ χαράσσων· Ἢ Θεὸς ἐξεκάλυπτεν, ἐμοὶ τέλος ἐσθλὸν ὀπάζων, Ὄφρα κε μὴ χαλεπῇσι σὺν ἐλπωρῇσι δαμείην, Ἐξοδίην κακότητα ἐφεσσάμενος βιότοιο.

### 1277

Τοὔνεκεν αὐχέν’ ἔκαμψα, τεὴν δ’ ὑπὸ χεῖρα κραταιὴν Δέσμιος ἔρχομ’ ἔγωγε· δίκη δ’ ἄλλοισι μεμήλοι. Οὐδὲν ὄνειαρ ἔμοιγε δικαζομένης βιότητος.

### 1278

Τῇ νῦν, Χριστὲ, φέροις με, ὅποι φίλον. Ἄλγεσι κάμφθην. Κητείαις λαγόεσσι τετρυμένος εἰμὶ προφήτης. Σοὶ παρέχω ζωῆς τόδε λείψανον. Ἀλλ’ ἐλέαιρε Μικρὸν ἔτι πνείοντα. Τί μ’ ἄλγεσι τόσσον ἐλαύνεις;

### 1278

Οὔτ’ ἀγαθοῖσι μόνοισι θάνες, Θεὸς, εὖτ’ ἐπὶ γαῖαν Ἤλυθες (ἦ μέγα θαῦμα, Θεὸς βροτὸς αἵματι ῥαίνων Ψυχὰς ἡμετέρας καὶ σώματα), οὔτε κάκιστος Μοῦνος ἐγώ. Πολλοῖσι χερείοσι κῦδος ὄπασσας. Τρεῖς βίβλοισι τεῇσι μεγακλέες εἰσὶ τελῶναι,

### 1278

Ματθαῖός τε μέγας, νηῷ τ’ ἔνι δάκρυα λείψας, Ζακχαῖός τ’ ἐπὶ τοῖσιν· ὁ τέτρατος αὐτὸς ἔοιμι. Τρεῖς δ’ ἄρα λυσιμελεῖς, ὅ τε λέκτριος, ὅς τ’ ἐπὶ πηγῇ,

### 1278

Ἥν τε πνεῦμ’ ἐπέδησεν· ὁ τέτρατος αὐτὸς ἔοιμι.

### 1279

Τρεῖς δέ σοι ἐκ νεκύων φάος ἔδρακον, ὡς γὰρ ἄνωγας· Ἄρχοντος θυγάτηρ, χήρης πάϊς, ἐκ δὲ τάφοιο Λάζαρος ἡμιδάϊκτος· ὁ τέτρατος αὐτὸς ἔοιμι. Καὶ νῦν φάρμακ’ ἔχοιμ’ ὀδυνήφατα, καὶ μετέπειτα

### 1279

Ζωὴν ἄτροπον, ἐσθλὲ, τεῷ μέγα κύδεϊ γαίων. Ποίμνης ἡγεμόνευσα θεόφρονος. Εἰ δὲ λυθείην, Ποιμένος οἵδε τύχοιεν ἀρείονος· εἰ δ’ ἄρ’ ὁμοίου, Ἥσσονος ἐν παθέεσσι, μακάρτατε· οὐ γὰρ ἔοικε Τὸν νούσων ἐλατῆρα κακοῖς ἀχέεσσι παλαίειν.

### 1279

Κʹ. Νοσοῦντος εὐχὴ πρὸς Χριστόν.

### 1279

Πῆξόν με, Χριστέ· πῶς ἐλύθη σὸς λάτρις; Ὑμνῳδὸς ἀργεῖ γλῶσσα. Πῶς φέρεις τόδε; Ἀλλ’ ἅρμοσόν με, μὴ πρόῃ τὸν σὸν θύτην. Ποθῶ πάλιν στῆναί τε καὶ σωτηρίας

### 1280

Κῆρυξ γενέσθαι, καὶ λαὸν καθαγνίσαι· Σὺ τὸ σθένος μου, λίσσομαι, μή μ’ ἐκλίπῃς. Εἴ ς’ ἐν ζάλῃ προύδωκα, βαλοίμην ἔτι.

### 1280

ΚΑʹ. Εἰς τὸν πονηρόν.

### 1280

Ἅρπασον, ἅρπασον, ἄφθιτέ, με Χειρὸς ἀπ’ ἀλλοτρίης· Μηδ’ ἔργοις μογέοιμι κακοῖς, Καὶ Φαραώ με τρυχοῖ, Μηδέ με δουριαλῆ κατέχοι,

### 1280

Χριστὲ, σὸς ἀντίπαλος, Εἰς Βαβυλῶνά τ’ ἄγοι κραναὴν,

### 1280

Ἄγεσι τειρόμενον. Ἐν νηῷ δὲ μένοιμι τεῷ Ἔμπεδος, ὑμνοπόλος· Μηδέ μέ τις πυρόεις Σοδόμων

### 1280

Ὄμβρος ὕπερθε βάλοι. Χειρὶ δ’ ἐπισκιάοις κρατερῇ

### 1280

Πήματα πάντ’ ἐλάων.

### 1281 (1t)

ΚΒʹ. Ἱκετήριον.

### 1281 (1t)

Χριστὲ, φάος μερόπων, πυρόει στύλε Γρηγορίοιο Ψυχῇ, πλαζομένῃ πικρῆς βιότου δι’ ἐρήμης, Σχὲς Φαραὼ κακόμητιν, ἀναιδέας ἐργοδιώκτας·

### 1281 (1t)

Καὶ πηλοῦ μ’ ἀδέτοιο, καὶ Αἰγύπτοιο βαρείης Ἐξερύσαις, πληγῇσιν ἀεικελίῃσι δαμάσσας Δυσμενέας, λείην δὲ πόροις ὁδόν. Ἢν δὲ κίχῃσιν Ἐχθρὸς ἐπισπέρχων, σὺ δέ μοι καὶ πόντον ἐρυθρὸν Τμήξειας, στερεὴν δὲ διεκπεράοιμι θάλασσαν,

### 1281 (1t)

Σπεύδων ἐς χθόνα δῖαν, ἐμὸν λάχος, ὥσπερ ὑπέστης· Καὶ ποταμοὺς στήσειας ἀπείρονας, ἀλλοφύλων τε Κλίναις θούριον ἔγχος, ἀγάστονον. Εἰ δ’ ἐπιβαίην Γῆς ἱερῆς, μέλψω σε διηνεκέεσσιν ἐν ὕμνοις. Χριστὲ ἄναξ, τί με σαρκὸς ἐν ἄρκυσι ταῖσδ’ ἐνέδησας;

### 1281 (1t)

Τίπτε βίῳ κρυόεντι, καὶ ἰλυόεντι βερέθρῳ,

### 1282

Εἰ ἐτεὸν θεός εἰμι, λάχος δὲ σὸν, ὥσπερ ἄκουσα; Ἐκ μέν μοι μελέων σθένος ὤλετο, οὐ δέ τι γοῦνα Ἕσπεται· ἀλλά μ’ ἔλυσε χρόνος, καὶ νοῦσος ἀνιγρὴ, Τηκεδάνη τε μέριμνα, φίλοι τ’ ἄφιλα φρονέοντες.

### 1282

Εἴκειν δ’ οὐκ ἐθέλουσιν ἁμαρτάδες, ἀλλ’ ἔτι μᾶλλον Στείβους’ ἀδρανέοντα, κύνες δ’ ὡς πτῶκα λαγωὸν, Ἢ κεμάδ’ ἀμφὶς ἔχουσι, λιλαιόμενοι κορέσασθαι. Ἢ στῆσον κακότητα καὶ ἵλαθι, ἤ μ’ ὑποδέξαι Δηρὸν ἀεθλεύοντα, καὶ ἄλγεσι μέτρον ἐπέστω,

### 1282

Ἢ λήθης νέφος ἐσθλὸν ἐμὰς φρένας ἀμφικαλύπτοι.

### 1282

ΚΙʹ. Εἰς τὴν ἀναχώρησιν.

### 1282

Ἄλλοι μὲν εὐπλοοῦσι τῶν Θεῷ φίλων, Ἄλλοι δὲ δυσπλοοῦσιν οὐδὲν χείρονες. Τίς οἶδε τούτων τοὺς λόγους, πλὴν σοῦ, Λόγε;

### 1282

Μὴ τοῦ βαδίζειν εὐκολωτέραν τρίβον,

### 1283

Τὸ τὴν προσάντη καὶ τραχεῖαν ᾖ πλέον; Ὅμως δ’ ἔγωγε τοὐμὸν, ὡς ἔχω, φράσω. Κρεῖσσον μὲν ἄμφω, καὶ τρέχειν, καὶ πρὸς καλόν. Εἰ δ’ οὐκ ἔνεστι, τοὺς πόνους ἀσπάζομαι

### 1283

Πρὸ τῆς ἀδόξου καὶ κακῆς σωτηρίας. Ὡς πολλὰ δὴ δεῖ καί με πρὸς Θεὸν φέρειν, Κάμνοντα σαρκὶ, πραγμάτων τ’ ἐπιδρομαῖς. Τί χρὴ παθεῖν με μὴ τυχόντ’ ἀμφοῖν φίλοιν; Σκεύαζε σαυτὸν ὡς τάχος, πρὸς οὐρανὸν

### 1283

Ψυχὴν πτερώσας τῷ λόγῳ τὴν τιμίαν· Μηδὲν περισσὸν, ἀλλὰ πᾶν ῥίψας βάρος Βίου ματαίου, καὶ κακῶν τῶν ἐνθάδε. Ἐγὼ τραπέζης μυστικῆς παραστάτης· Ἐγὼ καθαίρω λαὸν, ὅν σοι προσφέρω,

### 1284

Ἐν τοῖς ἀναίμοις καὶ τελείοις δόγμασιν. Ὦ λαμπρότης βλύζουσα, καὶ πηγὴ φάους, Ὡς αὐτὸς οἶδα, δεόμενος καθαρσίων, Δεινὸν καθαίρειν βορβόρου μολύσματα.

### 1284

Σκοπεῖτε καὶ τρέμοιτε, λαῶν ποιμένες.

### 1284

ΚΔʹ. Εὐχὴ ἑωθινή.

### 1284

Ὄρθρος δίδωμι τῷ Θεῷ μου δεξιὰς, Μηδὲν σκοτῶδες ἢ δράσειν ἢ αἰνέσειν, Ἀλλ’ ὡς μάλιστά σοι θύσειν τὴν ἡμέραν,

### 1284

Μένων ἄσειστος, καὶ παθῶν αὐτοκράτωρ. Αἰσχύνομαι τὸ γῆρας, ἂν κάκιστος ὦ, Καὶ τὴν τράπεζαν ἧς παραστάτης ἐγώ.

### 1284

Ὁρμὴ μὲν αὕτη, Χριστέ μου· σὺ δ’ εὐόδου.

### 1285 (1t)

ΚΕʹ. Πρὸς ἑσπέραν θρῆνος.

### 1285 (1t)

Ἐψευσάμην σε. τὴν ἀλήθειαν, Λόγε, Σοὶ τὴν παροῦσαν ἡμέραν καθαγνίσας. Οὐ πάντα φωτεινόν με νὺξ ἐδέξατο.

### 1285 (1t)

Ἦ μὴν προσηυξάμην τε καὶ τοῦτ’ ᾠόμην· Ἀλλ’ ἔστιν οὗ μοι καὶ προσέπταισαν πόδες. Ζόφος γὰρ ἦλθε βάσκανος σωτηρίας. Λάμποις τὸ φῶς μοι, Χριστὲ, καὶ πάλιν φανείς.

### 1285 (1t)

Κϛʹ. Δέησις πρὸς Χριστὸν τῇ ἐπαύριον.

### 1285 (1t)

Ἐζημίωμαι, Χριστὲ, τὴν χθὲς ἡμέραν. Χόλος προσῆλθε, καί μ’ ἔκλεψεν ἀθρόον. Τὴν σήμερον λάβοιμι φωτὸς ἡμέραν.

### 1286

Μέμνησο σαυτοῦ· μὴ λάθῃς Θεὸν βλέπων. Ὀμώμοκας· μέμνησο τῆς σωτηρίας.

### 1286

ΚΖʹ. Θρῆνος.

### 1286

Αἲ αἲ τῶν παθέων! Τίπτ’ ἤλιτον; ἢ ἄρα μοῦνος

### 1286

Σῶν καθαρῶν θυέων ἅπτομαι οὐχ ὁσίως; Ἦ με πυροῖς παθέεσσι, καθάρσιε, ἢ τύφον ἄλλων Ἴσχεις, ἤ με φέρεις γυμνὸν ἐπ’ ἀντιπάλῳ; Ταῦτα μὲν αὐτὸς, ἄναξ, νωμᾷς, Λόγε. Αὐτὰρ ἔγωγε Βαιὸν ὑπὲρ γαίης ἆσθμα φέρω πύματον.

### 1286

Δάκρυα πάντ’ ἐκένωσα, γόος δέ μοι ἔργον ἐτύχθη. Μέχρι τίνος παλάμαις κείμεθ’ ἐν ἀσεβέων; Ἀλλὰ, μάκαρ, στῆσόν με, καὶ εἰ κακὸν, ἀλλ’ ἱερῆα,

### 1286

Μή τις ὀλισθήσῃ πήμασιν ἡμετέροις.

### 1287

Ὤλετο εὖχος ἔμοιγε, καὶ ἄλγεα σαρκὸς ὄλοιτο. Οἴχετ’ Ἀναστασίη, λῆγε καὶ, ἀμπλακίη. Αἲ αἲ δάκρυά μοι καταλείβεται, ἔνδοθεν ἦτορ Παχνοῦται· διπλὴν νοῦσον ἐπίσχες, ἄναξ·

### 1287

Νοῦσον ἐπίσχες, ἄναξ, διολώλαμεν. Ἦ ἄρα μούνῳ Οἶκτος ἀπεκλείσθη σῷ λάτρι Γρηγορίῳ; Τέτρωμαι πολλοῖσι κακοῖς καὶ ἄλγεσι σαρκός· Σοὶ δὲ, Χριστὲ, χάρις, ὅς με πυροῖς πάθεσιν. Ἢ στῆσον κακότητα, καὶ ἵλαθι σῷ θεράποντι,

### 1287

Ἢ τὸ δίδου θυμῷ τλήμονι πάντα φέρειν.

### 1287

ΚΗʹ. Ἐλεγειακόν.

### 1287

Ὄλβιος ὅστις ἄσαρκον ἔχει βίον, οὐδ’ ἐπίμικτον Εἰκόνι τῇ μεγάλῃ βόρβορον ἀμφέθετο.

### 1288

Παῦρα μὲν οὐρανίοισι νοήμασιν ἕσπετ’ ἀνάγκῃ, Πλείονα δ’ ἀντιάει, καὶ ζόφος ἐστὶ νόου. Εἰ ῥοίης γένος εἰμὶ, τί μ’ ἀθανάτοισιν ἐΐσκεις, Εἰ πνεύσθην θεόθεν, τίπτε με πηλόδετον,

### 1288

Χριστὲ, φέρεις; γῆρας μὲν ἔβη, καὶ ἅψε’ ἀκιδνά· Ἡ δ’ ἔτι λύσσαν ἔχει σὰρξ ἐπανισταμένη Ἀμφαδὸν, ἢ λοχόωσα· τὸ δ’ ἄλγιον, ὁππότε μύστην Οὐρανίων θυέων μὴ καθαρὸν παρέχει. Ὁρκίζω σε Θεοῖο μέγα κράτος, ἠδὲ κελαινὸν

### 1288

Ἦμαρ ἀλιτροβίων, ἴσχεο μαργοσύνης.

### 1288

ΚΘʹ. Εἰς τὴν ὑπομονήν.

### 1288

Ἐπεί με βάλλεις τῇ νόσῳ πονούμενον,

### 1288

Μικροῖς λόγοις ἄκουε, καὶ παίδευμ’ ἔχε.

### 1289

Ἐμοὶ τὸ κάμνειν κρεῖσσον, ἢ σοὶ τὸ σθένειν. Ἐγὼ μὲν οἶδα τῇ νόσῳ πυρούμενος, Καίπερ καθαίρειν τοὺς κακοὺς τεταγμένος, Κἂν ᾖ τι μεῖζον τοῦ πάθους μυστήριον.

### 1289

Φρονεῖν γὰρ οὕτω λῷον, ἢ ῥυπῶντά τι Βλάπτειν ἐμαυτὸν ἐν κενῷ φρυάγματι. Σὺ δ’ ὢν κάκιστος, οὐδ’ ἐπίστη τὴν νόσον· Ἦ πόλλ’ ἔδει σε δάκρυα σπεῖσαι Θεῷ, Ἵν’ ἐκτέμῃς σου τὴν νόσον, πρὶν ἂν θάνῃς.

### 1289

Εἰ γὰρ τὸ φῶς τοιοῦτο, τὸ σκότος πόσον;

### 1290 (1t)

Λʹ. Εἰς ἑαυτόν.

### 1290 (1t)

Ἦ πολλὰ, πολλὰ γίνεται Μακρῷ βίῳ βροτοῖς. τλητὸν δ’ ἄπαν, ὅ κεν φέροι

### 1290 (1t)

Βίον στρέφων Θεός. Ἐγὼ γὰρ, ἃς μὲν ἔσχον ἐν Ξένῃ πόλει πάλας, Λόγῳ πεσόντι σύμμαχον Γλῶσσαν φέρων ἐμὴν,

### 1290 (1t)

Ἄλλους λέγοντας αἰνέσω.

### 1290 (1t)

Πολλοὶ λέγουσι δὲ, Ξένοι, φίλοι τε πίστεως

### 1290 (1t)

Ἐμοὶ σεβασμίας. Οὐδὲν γὰρ οὕτως οὔποτε Ὅλην ἔσεισε γῆν Ὡς Πνεύματος παῤῥησία Θεοῦ βοωμένου·

### 1290 (1t)

Ὃ καὶ προσάντη τοῖς φίλοις

### 1290 (1t)

Τέθεικεν, οἴδαμεν.

### 1291

Καὶ σοὶ, Μάκαρ, πλείστη χάρις Καλῆς ἀτιμίας. Ταύτης γὰρ αὐκλεέστερον Τί ἂν πάθοι βροτός;

### 1291

Ἃ δ’ ἐνθάδ’ εὗρον οὐ δοκῶν, Αὐτὸς φράσω φίλοις, Ὡς ἂν μάθωσιν εὐκόλως Φέρειν φθόνου πάλας. Θεοῦ μὲν ἦν λόγος πάλαι

### 1291

Κάλλιστος, ὡς Θεοῦ, Πάντα προφήτην τίμιον Ξένοις μόνοις δοκεῖν,

### 1291

Τὸ γνώριμον δὲ ἄτιμον Ὡς πολλὰ τυγχάνειν. Ἐγὼ δὲ τοῦτο, καὶ πλέον, Πέπονθα νῦν σαφῶς. Ἐπεὶ γὰρ ἡκόμην, ξένης

### 1291

Λιπὼν ἕδος χθονὸς, Καὶ γῆν πατρῴαν ἀσμένως Λαόν τε τὸν γλυκὺν Ὡς εἶδον, ὦχ’ ὑπέδραμε Κιβωτὸς, ἡ μόνη

### 1291

Κόσμου φυγοῦς’ ἐπίκλυσιν Καλῶς ὀλωλότος.

### 1292

Καὶ τὸν γὰρ, ἐκλελοιπότος Ὀρθοῦ λόγου σχεδὸν, Ὑπεξέκλεψε τῷ ξύλῳ Μέγας πατὴρ ἐμὸς,

### 1292

Ὅλης ὅλον τῆς Τριάδος Λάτριν καταστήσας. Τοῦτον κάμνοντ’ ἀναρχίᾳ, Ναῦν ὥς τιν’ ἐν βυθοῖς Ἔρημον οἰακοστρόφου,

### 1292

Σερεβλούμενον ζάλῃ Κακῶν μεγίστων, ἤθελον (Λιθαζέτω με πᾶς, Ὡς ἐκ παλαιοῦ τοῖς λίθοις

### 1292

Ἄριστ’ ἡρμοσμένον), Ὦσαι βυθοῦ γὰρ ἤθελον Κυβερνήτου χερὶ, Ὃν ταῖς πνοαῖς ἠπιστάμην Μάλιστ’ ἀντιστάτην,

### 1292

Καίπερ νεωστὶ χρημάτων Κράτος δεδεγμένον. Τάδ’ ἤθελον μέν· ὁ φθόνος Δ’ ἀντίξοος καλοῖς, Ὃς ἀντέπνευσε τοῖς καλῶς

### 1292

Ἄγαν δεδογμένοις. Πρῶτον μὲν οἱ τὰ δεύτερα

### 1292

Θρόνων λελογχότες,

### 1293

Λαοῦ πρόεδροι πρεσβύται, Σεμνὴ γερουσία, Πεφήνας’ ἡμῖν οὐ καλοί. Τίς ἤλπισε τόδε;

### 1293

Οἱ μὲν γὰρ αἰδοῦς λειψάνῳ Βραχεῖ κρατούμενοι, Δισώματοι καὶ δίχροοι, Χιτῶνες ὥς τινες, Ἐκτὸς πρὸς ἡμῶν, ἔνδοθεν

### 1293

Κακῶς πεπηγότες, Οἷς καὶ χάρις τοῦ λανθάνειν, Ὡς ἄφρονας, θέλειν Ἡ γὰρ πρόδηλος δουλεία

### 1293

Χείρων ἀπιμίας. Οἱ δ’ οὐ λάθρα δυσμενεῖς, Ἀλλ’ ἐκφανεῖς ἄγαν, Ἐρυθριῶντες, εἰ κακοὶ Δοκοῖεν εὐτελεῖς.

### 1293

Ὦ σαρκολάτραι, καὶ Θεοῦ Περίφρονες σαφῶς, Βεελφεγὼρ σέβοντες, οὐ Τὸν ὄντα Δεσπότην. Ποῦ δὲ τράπεζα μυστική;

### 1293

Καλῶς δικαζέτω. Ποῦ δ’ ἄρτος, ἢ ποῦ χεῖρες, αἳ Τὸ Πνεῦμ’ ἐφείλκυσαν

### 1294

Ὑμῶν καρήνοις; Θρύψατε, Κακοὶ, καὶ τὴν χάριν. Λαὸν δ’ ἀφήσω μέμψεως. Τί γὰρ ξένον τόδε,

### 1294

Τὸν ὄντα τοίων προστατῶν Τοιαῦθ’ ἁμαρτάνειν; Μόγις γὰρ ἂν, ἡγουμένων Σοφῶν, εἶεν καλοί. Πλὴν οὐ τάδ’ ὑμᾶς, ὦ τέκνα,

### 1294

Ἐδίδαξ’ ἐγώ ποτε (Εἰ καὶ χρόνον βραχὺν ξένην

### 1294

Νώμησα ἡνίαν), Περιφρονεῖν διδασκάλου Νόμους τε καὶ λόγους. Ταῦτ’ ἦν ἔτι σθένος μοι καὶ Πάσχοντι καρτερεῖν.

### 1294

Τὸ γὰρ παθεῖν ὡς πλεῖστα τοῦ Φέρειν διδάσκαλον. Ὃ δ’ ἐξέτηξε καρδίαν Μάλιστα τὴν ἐμὴν, Ἔκ μ’ ἠπάτησαν οἱ σοφοὶ

### 1294

Λαῶν ἐπίσκοποι, Λόγῳ μὲν ὄντες ἐν φίλοις,

### 1294

Ψήφου τε τῆς ἐμῆς

### 1295

Ὡς ἀῤῥεποῦς τε καὶ φίλης, Εἴπερ τινὸς, λόγῳ, Ἔργῳ δ’ ὅπου νενευκότες, Λέγειν τόδ’ οὐκ ἐμόν.

### 1295

Πλὴν ἠπατήθην, ὦ Τριὰς Ἐμοὶ λαλουμένη. Ὢ βήματ’, ὢ λιθασμάτων Τε καὶ πόνων ὅλων, Οὓς ἐκ νέας ἀσκήσεως

### 1295

Διήνυς’ εἰς τόδε! Ὄλωλε πίστις εἰς Θεὸν, Ὄλωλε δ’ ἐκ βροτῶν. Ποῦ τις μεταστῇ, καὶ τίνων Γένηται πλησίον;

### 1295

Εἰ ταῦτα λύχνοι, καὶ τὸ φῶς, Σκόπει σὺ τὸ σκότος. Δὶς ἐμπέπαιγμαι, τοῦτο καὶ

### 1295

Παθὼν ἐπίσταμαι, Εἴπερ τι κἀμοὶ τοῦ φρονεῖν Μέτεστιν ἐκ Θεοῦ. Ἀλλ’ ἐνδακὼν ἤνεγκα (τίς Τόδ’ οἶδεν ἢ Θεός;),

### 1295

Θεοῦ τὸ χρηστὸν, εἰ θέμις Φράσαι, μιμούμενος. Μήτ’ οὖν ἀκούειν, μήθ’ ὁρᾷν Ὅλως δοκῶ μόνος

### 1296

Τὰ πᾶσι δῆλα καὶ σαφῆ, Κόσμῳ προκείμενα, Ὡς ἂν τὸ χρῶμα γοῦν μένῃ Τοῦ πρόσθε σώματος,

### 1296

Ἤδη παρειμένου τε, καὶ Πεσόντος ἀθλίως. Εἰ ταῦτ’ ἀρεστὰ τῷ λόγῳ, Διδάξατ’, ὦ σοφοί. Ἐμοὶ γὰρ οὐκ ἀρεστὰ, καὶ

### 1296

Λίαν δοκεῖ κακά. Ἐντεῦθεν, ὥσπερ τειχίου Ῥαγέντος, ἢ ῥόου, Ἅπας κακῶν εἰσεῤῥύη Ξένων λόγων σπορεύς·

### 1296

Ὧν εἰσι καὶ νέαι πλάκες Κακῶς γεγραμμέναι. Οἳ τὸν Θεόν μου τὸν μέγαν

### 1296

Οὐκ ἐνδίκοις τομαῖς Τέμνουσιν· οἴμοι! τὴν μίαν Πάντων ὑπερβολὴν Ἄνω τιθέντες, καὶ μέσον, Κάτω τε τὸ τρίτον.

### 1296

Τέμνουσι δ’, ὡς Θεόν μου, καὶ Θεοῦ μέγαν βροτὸν, Ἄνουν τιθέντες, ὡς ἄνου

### 1296

Ἀδὰμ πεπτωκότος,

### 1297

Ἣ, μὴ τελείως τῷ πάθει Σωθῶ, δεδοικότος. Χρὴ γὰρ τὸ δέρμα μου μόνον Τυχεῖν σωτηρίας,

### 1297

Τὰ δ’ ἄλλ’ ἄτιμα τυγχάνειν Θεῷ παρειμένα. Ὧν καὶ τόδ’ ἐστὶ, δεύτερος (Οὐκ οἶδ’ ὅθεν, καὶ τίς) Ἰουδαϊσμὸς, χιλίων

### 1297

Τ’ ἐτῶν ληρήματα, Ἑλληνικῆς ἀμβλώματα

### 1297

Μέθης τε καὶ πλάνης·

### 1297

Οἳ καὶ τὸ καλὸν ποίμνιον, Ὥσπερ λύκοι βαρεῖς, Ἐπεισπεσόντες, νηλεῶς Ἔρημον ποιμένος Κλέπτουσιν, ἁρπάζουσιν εἰς

### 1297

Πόνον ψυχῆς ἐμῆς· Ὃς, καίπερ ἄλλου ποιμνίου Βακτηρίαν λαβὼν, Ὅμως ἀσῶμαι, πατρικῶν

### 1298

Ὁρῶν μόγων λύσιν. Πῶς δ’ οὐχί; καὶ τίς μετρίως Ταῦτ’ ἂν πάθοι φρονῶν; Οὐ γάρ τις δρῦς, τὶς ἢ λίθος

### 1298

Μόνον μ’ ἐθρέψατο. Ψεύστης μὲν εἴην καὶ κακὸς, Ἐρῶ δ’ ὅμως λόγον. Οὐδ’ αὐτὸς, οἶδα, τῆς νόσου Μένεις ἐλεύθερος,

### 1298

Ὁ νῦν ἔποφρυς τοῖς ἐμοῖς

### 1298

Κακοῖς, ὦ φίλτατε,

### 1298

Κἂν ἀσφαλῶς βεβηκέναι Καὶ καιρίως δοκῇς. Πῦρ γεῖτον οὖν, καὶ τῇ πέλας Ἄπιστον οἰκίᾳ. Κέδρος τινάσσεται, πίτυς

### 1298

Τρόπον τίν’ ἀσφαλής; Πόῤῥωθεν εἶργε τὴν μάχην, Εἰ μὴ πέλας ποθεῖς. Μεμνήσεταί τις τῶν ἐμῶν

### 1298

Τούτων λόγων ποτὲ,

### 1299

Ὅτ’ οὐδὲν ἔσται πλεῖον, ἢ Τὸ δάκνεσθαι μάτην. Πλὴν νῦν ἐμοὶ περιζέει Πολὺς κλύδων κακῶν.

### 1299

Τί χεῖρον οἴσεις, Χριστέ μου; Πυροῖς δὲ τί πλέον; Πάντα προθύμως δέξομαι, Πλὴν ἵλαος πέλοις.

### 1299

Μικρόν τι, καὶ παρήλθομεν Τὸ τοῦ βίου τραχύ. Κἀκεῖσε δ’ οἷα; χρηστά μοι, Κἂν ᾖ λίαν κακά. Οὐ γάρ τις κἀκεῖ διπλόη·

### 1299

Μόνη γὰρ ἁπλότης.

### 1299

ΛΑʹ. Πόθος τοῦ θανάτου.

### 1299

Δὶς, οἶδα τοῦτο, φεῦ! δὶς ἐπτερνισμένος· Εἰ μὲν δικαίως, προσδέχοιθ’ ὑμᾶς Θεός· Εἰ δ’ οὐ δικαίως, προσδέχοιθ’ ὅμως Θεός·

### 1300

Οὐδὲν γὰρ ὑμῶν οὐδὲ ὣς καθέξομαι. Πλὴν ἐκλέλοιπα, καὶ ποθῶ λύσιν κακῶν. Τῶν μὲν παρόντων εἰμὶ πάντων ἔμπλεως, Πλούτου, πενίας, χαρμονῶν, οὐ χαρμονῶν,

### 1300

Δόξης, ἀτιμίας τε, δυσμενῶν, φίλων· Τῶν δ’ οὐ παρόντων εὔχομαι πεῖραν λαβεῖν. Πέρας λόγου· τολμῶ δὲ, καὶ δέχου λόγον· Εἰ μηδέν εἰμι, Χριστέ μου, τίς ἡ πλάσις; Εἰ τίμιός σοι, πῶς τόσοις ἐλαύνομαι;

### 1300

ΛΒʹ. Περὶ τῆς τοῦ βίου ματαιότητος καὶ ἀπιστίας,

### 1300

καὶ κοιποῦ πάντων τέλους.

### 1300

Ἤθελον ἠὲ πέλεια τανύπτερος, ἠὲ χελιδὼν

### 1300

Ἔμμεναι, ὥς κε φύγοιμι βροτῶν βίον, ἤ τιν’ ἔρημον

### 1301

Ναιετάειν θήρεσσιν ὁμέστιος (οἱ γὰρ ἔασι Πιστότεροι μερόπων), καὶ ἠμάτιον βίον ἕλκειν, Νηπενθῆ, νήποινον, ἀκηδέα· ἓν τόδ’ ἄθηρον Μοῦνον ἔχειν, θεότητος ἴδριν νόον, οὐρανοφοίτην,

### 1301

Ὥς κε γαληνιόωντι βίῳ φάος αἰὲν ἀγείρων. Ἤ τινος ἠερίης σκοπιῆς καθύπερθεν ἀερθεὶς, Βρονταῖον πάντεσσιν ἐπιχθονίοισιν ἀΰσω· Ἄνθρωποι θνητοὶ, ῥοιῆς γένος, οὐδὲν ἐόντες, Οἳ θανάτῳ ζώοντες, ἐτώσια φυσιόωμεν,

### 1301

Μέχρι τίνος ψεύστῃσι καὶ ἠματίοισιν ὀνείροις Παιζόμενοι, παίζοντες, ἐπὶ χθονὶ μὰψ ἀλάλησθε; Ἄθρει δὴ πραπίδεσσι τεαῖς, ἐπὶ πάντας ὁδεύων, Ὡς καὶ ἐγώ· δὴ γάρ με Θεὸς μέγαν ἴδριν ἔθηκεν Ἐσθλῶν τε, στυγερῶν τε, νόος δ’ ἐπὶ πάντα φορεῖται.

### 1302

Οὗτος ἔην θαλερός τε καὶ ἄλκιμος, εὖχος ἑταίρων, Ὑψιβιβὰς, μελέεσσιν ἐριζώοισι τεθηλώς. Οὗτος κάλλιμος ἦεν, ἑωσφόρος, ὄμματα πάντων Ἕλκων, εἴαρος ἄνθος ἐν ἀνδράσιν. Οὗτος ἀγῶσι

### 1302

Κύδιμος· ἔντεσιν οὗτος Ἀρήϊος· οὗτος ἄριστος Θηροφόνων σταδίοισι, καὶ οὔρεσι κάρτος ἐγείρων. Οὗτος δ’ αὖ θαλίῃσι καὶ εἰλαπίνῃσι μεμηλὼς, Γαίῃ, καὶ πελάγεσσι, καὶ ἠέρι γαστέρα φέρβων, Νῦν ῥικνὺς, καὶ ἄναλκις (ἀπήνθησεν γὰρ ἅπαντα)

### 1302

Γῆρας ἔβη, τὸ δὲ κάλλος ἀπέπτατο· νεκρὰ τὰ γαστρός. Βαιὸν ἔτ’ ἐν μερόπεσσι· τὸ δὲ πλέον, εἰν ἀΐδαο. Οὗτος δ’ αὖ μύθοις πνείων μέγα παντοδαποῖσιν· Οὗτος δ’ εὐγενέτης τύμβοις φρονέων μεγάλοισιν,

### 1302

Ἢ δέλτοις ὀλίγῃσι νεόγραφον αἷμα λελογχώς.

### 1303

Οὗτος καρτερόμητις, ἐνὶ πτολίεσσι μέγιστος, Πανδήμοις στομάτεσσι βοώμενος· οὗτος ἄμετρον Πλοῦτον, τὸν μὲν ἔχων, τὸν δὲ φρεσὶν ἔνδον ἀέξων. Οὗτος δ’ ὑψιθρόνοιο δίκης πλάστιγξι γέγηθεν.

### 1303

Οὗτος δ’ αἱματόεντι ῥάκει, δεσμῷ τε καρήνου Γαίης κάρτος ἔχων, καὶ οὐρανὸν αὐτὸν ἀτίζει Θνητὸς, ἐν οὐ θνητῇσι μετήορος ἐλπωρῇσι. Νῦν τάδε, μικρὸν ἔπειτα κόνις, καὶ πάντες ὁμοῖοι, Δμῶες, σκηπτροφόροι, θῆτες, πλούτῳ κομόωντες·

### 1303

Εἷς ζόφος, εἷς δὲ δόμος· τόσσον πλέον ὀφρυόεσσιν, Ὅσσον κλεινοτέροιο γόου, τύμβου τε τυχῆσαι, Οὔνομά τ’ ἐν λάεσσι λιπεῖν ἐπικήδειον οἰκτροῖς· Ὀψὲ μὲν, ἔμπα δὲ πᾶσιν ἴσον θνητοῖσι τάλαντον.

### 1304

Ὀστέα πάντες ἀφαυρὰ, σεσηρότα, γυμνὰ κάρηνα. Λῆξε τύφος. Πενίην δὲ μόγος λίπε· νοῦσος ἄϊστος, Ἔχθος, ἀτασθαλίη, πλεόνων πόθος, ὕβρις ἀτειρὴς, Πάντ’ ἔθανε φθιμένοισιν ὁμοῦ, καὶ πάντα μέμυκεν,

### 1304

Ἄχρις ἂν ἐγρομένοισι συνέμπορα ἔνθεν ἵκηται. Ταῦτ’ οὖν εἰσορόωντες, ἐμοῖς πείθεσθ’ ἐπέεσσι, Παῖδες ἐμοὶ (παῖδες γὰρ, ὅσον πλέον εἴρυσα πνεῦμα), Δεῦρ’ ἄγε, κόσμον ἅπαντα, καὶ ὁππόσα τῇδ’ ἀλάληται, Ῥίψαντες, κακότητας ἐπιχθονίου βασιλῆος,

### 1304

Ἅρπαγος ἀλλοτρίων, δηλήμονος ἀνδροφόνοιο, Πλοῦτον, ἐϋκλείην, θώκους, γένος, ὄλβον ἄπιστον,

### 1304

Προτροπάδην φεύγωμεν ἐς οὐρανὸν, ᾗχί τε πολλὰ

### 1305

Κάλλεα μαρμαίροντα φάος περὶ τρισσὸν ἄφραστον. Οἱ δ’ ἄλλοι πεσσοῖσιν ἐοικότες ἔνθα καὶ ἔνθα Πίπτοιεν, πεσσῶν τε κυλίσματι τέρψιν ἔχοιεν, Ἢ δνοφερὴν σκοτόμαιναν ἑοῖς ἐπικείμενοι ὄσσοις,

### 1305

Τοίχους ἀμφαφόωντες, ἐπ’ ἀλλήλοισι δ’ ἴοιεν.

### 1305

ΛΓʹ. Πρὸς Χριστόν.

### 1305

Οἴμοι κέκμηκα, Χριστέ μου, πνοὴ βροτῶν! Οἴμοι μάχης τε καὶ ζάλης τοῦ συζύγου! Οἴμοι μακρᾶς ζωῆς τε καὶ παροικίας,

### 1305

Τῶν τ’ ἔνδοθεν, τῶν τ’ ἔκτοθεν παλαισμάτων, Ὑφ’ ὧν τὸ κάλλος φθείρεται τῆς εἰκόνος! Τίς δρῦς τοσαύτην πνευμάτων φέρει βίαν; Τίς ναῦς τοσούτοις κύμασι συνεῤῥάγη;

### 1306

Πόνῳ τέτρυμμαι, πραγμάτων τ’ ἐπιδρομαῖς. Οἶκον πατρῷον οὐχ ἑκὼν ἐδεξάμην. Ἐπεὶ δ’ ὑπέστην, εἶδον ἐσκεδασμένον. Φίλοι μ’ ἔκαμψαν, νοῦσος ἐτρύχωσέ με.

### 1306

Λίθοις ἐδέχθην ὥς τις ἄλλος ἄνθεσι. Λαοῦ κεχήρωμ’, ᾧ τὸ Πνεῦμ’ ἐνίδρυσε. Τέκνων τὰ μὲν λέλοιπα, τῶν δ’ ἀπεζύγην, Τοῖς δ’ οὐ τετίμημ’. Ὢ πατρὸς παναθλίου! Οἱ συνθύται μου δυσμενεῖς ἐχθρῶν πέρα,

### 1306

Οὐδὲ τράπεζαν μυστικὴν δεδοικότες, Εἰ μή τί γ’ ἄλλο, καὶ πόνους τοὺς εἰς τόδε, Οὓς καὶ πονηροῖς πολλάκις τιμᾷν ἔθος· Οὔθ’ ὕβρεως δόξαν τιν’ ἐξιώμενοι·

### 1306

Ἀλλ’ ἓν πνέοντες, τὴν ἐμὴν ἀτιμίαν.

### 1307 (1t)

ΛΔʹ. Εἰς τὴν ἐν ταῖς νηστείαις σιωπήν.

### 1307 (1t)

Ἴσχεο, γλῶσσα φίλη· σὺ δέ μοι, γραφὶς, ἔγγραφε σιγῆς Ῥήματα, καὶ φθέγγου ὄμμασι τὰ κραδίης. Ἡνίκα σάρκας ἔδησα, Θεοῦ βροτέοις παθέεσσι

### 1307 (1t)

Μύστιν ἄγων θυσίην, ὥς κε θάνω βιότῳ, Ἤμασι τεσσαράκοντα, νόμοις Χριστοῦ βασιλῆος, Εὖτε καθαιρομένοις σώμασιν ἕσπετ’ ἄκος. Πρῶτα μὲν ἀτρεμίη νόον ἥδρασα, οἶος ἀπ’ ἄλλων Ναιετάων, ἀχέων ἀχλὺν ἐφεσσάμενος,

### 1307 (1t)

Εἴσω πᾶς ἐαλεὶς, φρένας ἄκλοπος· αὐτὰρ ἔπειτα

### 1308

Ἀνδρῶν εὐαγέων δόγμασιν ἑσπόμενος, Χείλεσι θῆκα θύρετρα. Τὸ δ’ αἴτιον, ὥς κε μάθοιμι Μύθων μέτρα φέρειν, παντὸς ἐπικρατέων. Καὶ γάρ τις πλεόνεσσιν ἐπ’ ἀνδράσι θοῦρον ἀείρων

### 1308

Ἔγχος, παυροτέρους ῥηϊδίως δαμάσει, Καὶ πτερόεντα βέλεμνα ὃς εὔσκοπα τηλόθε βάλλοι, Οὔποτε ῥοιζήσει ἄσκοπον ἀσσοτέρω. Νῆα δὲ ποντοπόρειαν, ἐπὴν μέγα λαῖτμα περήσῃ, Πέμπειν θαρσαλέον βαιῶν ὑπὲρ λιμένων.

### 1308

Ὃς μὲν γὰρ μικρῶν κρατέει, μεγάλων ἀΐδηλον

### 1308

Εἴ ποθ’ ὑπερσχήσει, καὶ μάλα περ ποθέων·

### 1309

Ὃς δὲ μέγα προφέρει, τόδ’ ἀριφραδὲς, ὡς ἄρα τυτθῶν Ἕξει ῥηϊδίως, εὖτε θέλῃσι, κράτος. Τοὔνεκα πάμπαν ἔδησα λόγου μένος. Ἦ γὰρ ἔολπα Μηκέθ’ ὑποβλύζειν μῦθον ἐμῶν στομάτων.

### 1309

Ὡς οὐδὲν γλώσσης ὀλοώτερόν ἐστι βροτοῖσιν· Ἵππος ἀεὶ προθέων, ὅπλον ἑτοιμότατον. Λεύσσει μὲν τίς ἅπαντα; τὰ δ’ ἐν ποσὶ χεῖρες ἔχουσι Βαιὰ μάλ’, οὐδὲ πόδες γαῖαν ἐπῆλθον ὅλην. Μόχθος ἀνδροφόνοις, μοιχοὶ δέ τε καὶ τρομέουσι

### 1309

Λύσσαν ἑὴν, κλέπταις ἦμαρ ἀπευκτότατον, Πλοῦτος δ’ οὐ κἀμόγητος· ἔχω τὸ μὲν, ὤλεσα δ’ ἄλλο, Τόσσα περισφίγγων, ὅσσα ῥόον παλάμῃ. Νήες’, ὁδοιπορίῃ ληΐστορες· ἄλλος ἄπληστος, Ὄμματα πικρὰ φέρων ἀλλοτρίοις κτεάνοις.

### 1310

Τόσσα φιλοχρύσοισι προσάντεα πᾶσιν ἔπεστι, Μόχθος χειροτέροις, μόχθος ἀρειοτέροις. Γλῶσσαν δ’ οὐδὲν ἔρυξεν ἐπειγομένην ἐπὶ μῦθον, Οὐ βροτὸς, οὐ νιφετὸς, οὐ ῥόος, οὐ σκόπελος.

### 1310

Ἐγγὺς ὁ τοξευτής· τόξῳ δ’ ἔπι πικρὸς ὀϊστός· Νευρὴ κύκλον ἄγει, δάκτυλον ἐν γλυφίσι. Νοῦς ἀφέηκε βέλεμνα· τὰ δ’ ἔπτατο, πάντα δὲ βάλλει, Οὐρανίους, χθονίους, ζῶντας, ἐπεσσομένους, Ὅσσοι μιν δοκέουσι, καὶ οὐ δοκέοντας, ὁμοίως

### 1310

Ἐσθλοὺς ἠδὲ κακοὺς, δυσμενέας, φιλίους, Τηλόθεν, ἐγγὺς ἐόντας· ἀπόσκοπον οὐδὲν ὀϊστῷ. Τὴν δέ τις αἰχμάζων, πρῶτα φέρει σοφίης. Πολλὰ μὲν αἰσχρὰ μάχλοισιν ἐρεύγεται, ὥς κε γελοῖος

### 1310

Αὐτὸς ἐὼν, ἄλλοις βράσμα γέλωτος ἄγῃ,

### 1311

Παλλόμενος, πάλλων τε, καὶ εἰκόνα θείαν ἀτίζων. Πολλὰ δὲ τῶν κρυπτῶν οὔασιν ἐξεμέει. Πολλάκι δ’ αὖτε χόλοιο δυσαέος ἄγριον ἀφρὸν Ἐκτὸς ἀποσκεδάει, πᾶσαν ἐπεσβολίην.

### 1311

Πολλάκι δ’ αὖ λοχόωντι φέρει χάριν ἔνδοθι θυμῷ, Καὶ κραδίης ἑτέρης χείλεσιν ἄλλα φέρει, Ψεύδεά θ’, αἱμυλίους τε λόγους, ἀνδροκτασίας τε. Τίς κεν ἅπαντα λέγοι, τόνδ’ ὅσα λυπρὰ πέλει; Ἐχθρὸν ἔθηκ’ ἐθέλουσα δόμον δόμῳ, ἄστεϊ δ’ ἄστυ

### 1311

Αὐτίκα, μηδὲν ὅλως γλῶσσα πονησαμένη, Δῆμον κοιρανέοντι, ἀνασσομένοισιν ἄνακτα, Ὡς σπινθὴρ καλάμης ὦκα ῥιπιζομένης. Σύμπλοον, υἷα, τοκῆα, κάσιν, φίλον, εὖνιν, ἀκοίτην, Πάντας ἐπ’ ἀλλήλοις ὥπλισε ῥηϊδίως.

### 1312

Τὸν κακὸν, ἐσθλὸν ἔθηκε, τὸν ἔμπαλιν ὤλεσεν ἐσθλὸν, Τοῦτ’ ἀνέζευξε πάλιν· τίς δύναθ’ ὅσσα λόγος; Βαιὴ μὲν γλῶσς’ ἐστὶν, ἀτὰρ σθένος οὐδενὶ τόσσον· Αἴθ’ ὄφελε θνήσκειν αὐτίκα τοῖσι κακοῖς!

### 1312

Πᾶσιν μὲν δὴ γλῶσσα πέλει κακὸν ἀφραδέεσσιν, Ἔξοχα δ’ αὖ μύσταις οὐρανίης θυσίης. Ὄργανόν εἰμι Θεοῖο, καὶ εὐκρέκτοις μελέεσσιν Ὕμνον ἄνακτι φέρω, τῷ πᾶν ὑποτρομέει. Μέλπω δ’ οὐ Τροίην, οὐκ εὔπλοον οἷά τις Ἀργὼ,

### 1312

Οὐδὲ συὸς κεφαλὴν, οὐ πολὺν Ἡρακλέα, Οὐ γῆς εὐρέα κύκλα ὅπως πελάγεσσιν ἄρηρεν, Οὐκ αὐγὰς λιθάκων, οὐ δρόμον οὐρανίων· Οὐδὲ πόθων μέλπω μανίην, καὶ κάλλος ἐφήβων,

### 1312

Οἷσι λύρη μαλακὸν κρούετ’ ἀπὸ προτέρων.

### 1313

Μέλπω δ’ ὑψιμέδοντα Θεὸν μέγαν, ἠδὲ φαεινῆς Εἰς ἓν ἀγειρομένης λάμψιν ἐμῆς Τριάδος, Ἀγγελικῶν τε χορῶν μεγάλους ἐριηχέας ὕμνους Πλησίον ἑσταότων, ἐξ ὀπὸς ἀντιθέτου

### 1313

Κόσμου θ’ ἁρμονίην, καὶ κρείσσονα τῆς παρεούσης, Ἣν δοκέω, πάντων εἰς ἓν ἐπειγομένων Καὶ Χριστοῦ παθέων κλέος ἄφθιτον, οἷς μ’ ἐθέωσεν, Ἀνδρομέην μορφὴν οὐρανίῃ κεράσας. Μέλπω μίξιν ἐμήν. Οὐ γὰρ φατὸν ἔργον ἐτύχθην

### 1313

Ἔργον, ὅπως πλέχθην θνητὸς ἐπουρανίοις. Μέλπω δ’ ἀνθρώποισι Θεοῦ νόμον, ὅσσα τε κόσμου Ἔργματα, καὶ βουλὰς, καὶ τέλος ἀμφοτέρων· Ὄφρα τὰ μὲν κεύθῃς σῇσι φρεσὶ, τῶν δ’ ἀπὸ τῆλε Φεύγῃς, καὶ τρομέῃς ἦμαρ ἐπερχόμενον.

### 1313

Τόσσων γλῶσσαν ἔχω, κιθάρην· φράζεσθ’, ἱερῆες,

### 1314

Μή τι παρακρέξῃ ἔκτροπον ἁρμονίης. Γλῶσσαν καὶ θυέεσσιν ἁγνὴν ἁγνοῖσι φυλάξω, Οἷσιν Ἄνακτα μέγαν εἰς ἓν ἄγω χθονίοις. Οὐ γὰρ ἀπ’ ἀλλοτρίης γλώσσης, χραντοῦ τε νόοιο

### 1314

Πέμψω τῷ καθαρῷ ζωοφόρον θυσίην. Εἷς πόρος οὐ γλυκερόν τε ῥόον καὶ πικρὸν ἀνήσει, Εἵματι πορφυρέῳ βόρβορος ἀλλότριον. Καὶ πῦρ ξεῖνον ὄλεσσε θυηπόλου ἐν προτέροισι Παῖδας, μὴ καθαρῶς ἁπτομένους θυσίης.

### 1314

Τὴν δ’ ἱερήν ποτ’, ἄκουσα, Θεοῦ μεγάλοιο κιβωτὸν, Ὡς καὶ κλινομένη κτεῖνε τὸν ἁψάμενον. Ταῦτ’ αἰνῶς τρομέω, καὶ δείδια, μή τι πάθοιμι, Μὴ καθαρῶς καθαρῆς ἁπτόμενος Τριάδος. Αἴθε δὲ καὶ νόον ἦεν ἀτάσθαλον, ἀστατέοντα

### 1314

Τῇ καὶ τῇ, πολλοῖς οἴμασι μαψιδίοις

### 1315

Κάμπτειν τέρματος ἆσσον, ἐπὶ στρεπτῆρι χαλινῷ, Ἢ πάμπαν κατέχειν ἄκλοπον ἐν κραδίῃ Μᾶλλόν κε Χριστοῖο μεγακλέος ἆσσον ἐλαύνων, Λάμπετο μαρμαρυγαῖς τοῦ μεγάλοιο φάους!

### 1315

Νῦν δ’ ὁ μὲν οὔτι τόσον τελέει κακὸν ἔνδοθι μίμνων, Κἂν ἀπὸ τῆλε Θεοῦ τυτθὸν ὁδοιπλανέῃ. Οὐδὲ γὰρ εἰ πέτρῃσιν ἐεργομένη στεγανῆσιν, Ἔνδοθι καχλάζοι φλὸξ πυρὸς, ἠὲ ῥόος, Ἢ λόχμην πυκινὴν δηλήσατο, ἤ τιν’ ἁλωήν·

### 1315

Ζώει δ’ ἡμιθανὴς ἔνδοθι κευθομένη. Μῦθος δ’ αὖ γλώσσης πολυηχέος εὖτ’ ἀπορούσῃ, Ἄσχετα μαργαίνει μηκέτ’ ἀνατροχάων. Ὡς δ’ ὅτε τις λοξοῖο φυὴν πτόρθου παλάμῃσιν Ἦκα μετακλίνων ἔμπαλι γῦρον ἄγει,

### 1316

Αὐτὰρ ὅγ’ ὥς μιν ἔλειπε, βίῃ χερὸς ὄρθιος ἔστη, Μηκέτ’ ἐπὶ προτέρην κλινόμενος κακίην· Ὣς καὶ ἐγὼ μύθοιο μὲν εὐτροχάλοιο ἐρωὴν Δερκόμενος στάθμης ἔκτοθι καὶ κανόνος

### 1316

(Καὶ γάρ μοι βίος ἦεν, ὅτ’ ἦν λόγος), εὗρον ἄριστον Φάρμακον· ἔσχον ὅλον ὑψινόῳ κραδίῃ, ὥς κε μάθῃ τά τε φαντὰ, τά τ’ οὐ φατὰ γλῶσσα φυλάσσειν· Δέξαθ’ ὅλην σιγὴν, δέξεται εὐεπίν. Τοῦ παντός μιν ἄμερσα· τὸ μέτριον οὐκέτ’ ἀτίσει.

### 1316

Οὗτος ἀεὶ κείσθω τοῖς ἀμέτροισι νόμος. Ἦ μέγα καὶ τόδ’ ὄνειαρ, ὅτ’ ὠδίνοντα κατίσχῃς Μῦθον, κρουομένης ἔκτοθι σῆς κραδίης. Μύθῳ δαμναμένῳ συνδάμναται οἶδμα χόλοιο·

### 1316

Οὐ μὲν ῥηϊδίως, ἔμπα γε μὴν δαμάσεις.

### 1317

Ἢν γάρ σφ’ οἰδαλέον τε καὶ ἄγρια μαργαίνοντα Ἄγχῃς ἀσχαλόων, ὕβριν ἀποσκεδάσεις. Ἡγεμόνος φθιμένοιο, φάλαγξ παθέων ὑπόειξεν· Ὧδ’ ἂν ἀναπνεύσαις ἀργαλέοιο σάλου.

### 1317

Πάντα τάδ’ ἡγεσίης Χριστοῦ μεγάλοιο ἄνακτος, Αὐτὰρ ἔπειτα νόου οἴακος ἡμετέρου. Εἰ γὰρ μὴ τὸν ἔχεις ἰθύντορα, οὔτε τι σιγῆς, Οὔτε τι καρτερίης μείζονος ἔστ’ ὄφελος· Καὶ λίμνης στόμα λεπτὸν, ἐπὴν παλάμῃσιν ἔρυξας,

### 1317

Αὖθις ἀποῤῥήξεις, ἀθρόον ἐκπρορέσει. Ἀλλὰ λόγος κέλεταί σε φαάντατος, ἔνθεν, ἄριστε, Ἀρξάμενον, πάντων οἶδμα κακῶν κατέχειν. Ταῦτά τοι ἡμετέρης μελεδήματα, φίλτατε, σιγῆς· Ἐκ παλάμης λαλέω, νοῦν ὑποδεξαμένης.

### 1318

Οὗτος ἐμὸς πλόος ἐστί· σὺ δ’ ἐς πλόον ἄλλον ἔπειγε. Ἄλλος ἀπ’ ἀλλοίου πνεύματος ὅρμον ἔχοι. Εἰ δ’ ἄγε, καὶ λόγον ἄλλον ἐμῆς ἀΐοιτε σιωπῆς, Ὅστις ἀπεχθαίρων, ὅς τε φίλα φρονέων.

### 1318

Ἦν ὅτε κάρτος ἔχεσκον ἐν ἠϊθέοισι μέγιστον, Καί με Χριστὸς ἄναξ ἦγεν ἐπ’ ἀντιπάλῳ, Στεῤῥοτέρην ἀδάμαντος ἐνὶ φρεσὶ πίστιν ἔχοντα, Τεύχεσί τε κρατεροῖς πάντοθε φραξάμενον. Θείοις μὲν λογίοισιν ἐμὸν νόον ἁγνὸν ἔτευξα,

### 1318

Γράμματος ἐξ ἱεροῦ Πνεῦμ’ ἀναμαξάμενος, Οἷς βίβλων τοπάροιθε πικρὴν ἐξέπτυον ἅλμην, Κάλλος ἐπιπλάστοις χρώμασι λαμπόμενον. Σάρκα δ’ ἐμὴν ζείουσαν, ἐπεὶ νεότητι τεθήλοι,

### 1318

Πολλοῖς καὶ πυκνοῖς ἔξεον ἐν καμάτοις.

### 1319

Γαστρὶ μὲν ὕβριν ἔπαυσα κόρου, καὶ γείτονα λύσσαν, Ὄμμα δ’ ἐνὶ βλεφάροις πῆξα σαοφροσύνῃ. Βρύξα χόλῳ, καὶ δῆσα μέλη, καὶ κλαῦσα γέλωτα. Πάνθ’ ὑπόειξε Λόγῳ· πάντ’ ἔθανεν τὰ πάρος.

### 1319

Γαίη, κοῖτος ἐμοί· πλευρῶν ἄκος, εἵματα λυπρά· Φάρμακον ἀγρυπνίης, χῶρος ἐμῶν δακρύων. Ἤμασι νῶτον ἔκαμψα, καὶ ὕμνοις παννυχίοισι Στηλώθην, βροτέης ἔκνοος εὐπαθίης. Ταῦτα πάρος· σάρκες γὰρ ἐπέζεον, αἷσι μέμηλεν

### 1319

Οὐρανίης ἀνόδου φῶτα μέγαν κατέχειν. Καὶ κτεάνων βαρὺν ὄγκον ἀπέπτυσα, ὥς κεν ἀερθῶ Κοῦφος, ἀποσκεδάσας πρὸς Θεὸν ἄχθος ἅπαν. Νῦν δ’ ὅτε νοῦσος ἔχει με πικρὴ, καὶ γῆρας ἔκαμψεν, Ἦλθον ἐπ’ ἀλλοίην τήνδε δυηπαθίην,

### 1320

Γλῶσσαν ἔχων ἀδάμαστον, ἐΰλαλον, ἥ με τύσοισι Πήμασι, τοῦ φθονεροῦ δῶκεν ἀεὶ παλάμαις. Οὔτε τινὸς θώκοισιν ἐπέδραμον· οὔτ’ ἀπὸ γαίης Ἤλασα πατρῴης, οὐ δόλον ἐφρασάμην.

### 1320

Οὐ γλῶσσαν ἐφέηκα ἐπεσβόλον, οὔτε τι ῥέξα Ἡμετέρων θυέων ἔκνομον· οἶδε Λόγος. Οὐ σκοπὸν, οὐδὲ μὲν ἄλλον, ἐπεὶ καὶ πᾶσι νεμεσῶ, Λαῶν ἡγεμόσιν τοῖα κλεϊζομένοις· Ὧν νῦν πᾶσα θάλασσα, καὶ εὐρέα πείρατα γαίης

### 1320

Πέπληθε, δνοφερὸν πένθος ἐμῆς κραδίης. Ἀλλὰ λόγος μ’ ἐχάλεψεν ἀτάσθαλος· οὐ μὲν ἔγωγε Πρόσθε τόδ’ ὠϊόμην, ἀλλ’ ἐχάλεψεν ὅμως Πᾶσί μ’ ἔθηκε φίλοισιν ἐπίφθονον. Ὦ φθόνε, καὶ σὺ

### 1320

Ἐξ ἐμέθεν τι λάβῃς. Ἴσχεο, γλῶσσα φίλη·

### 1321

Βαιὸν δ’ ἴσχεο, γλῶσσα· τόδ’ ἐς τέλος οὔ τε πεδήσω. Οὐ τόσον ἐξ ἐμέθεν λήψεθ’ ὁ μισολόγος. Πυνθάνομ’ ὡς Σαμίων τις ἄναξ φθόνον ὡς ἀρέσαιτο, Δείσας εὐδρομίην, μήσατο τοῖον ἄχος.

### 1321

Πόρκην, ὃν φιλέεσκε, πατρῴϊον ἔμβαλε πόντῳ· Τὸν δ’ ὑποδεξάμενον ἰχθὺν, ἔδησε λίνον· Ἰχθυβόλος μὲν ἄνακτι, ὁ δ’ ὤπασεν ᾧ θεράποντι Τὴν ἁλίην· πόρκης δ’ ἰχθύος ἐν λαγόσιν. Ἰχθὺν μὲν γαστὴρ ὑπεδέξατο, χεὶρ δέ τε πόρκην·

### 1321

Θαῦμα μέγ’· οὐδ’ ἐθέλων εὕρατο κεῖνος ἄχος. Ὣς καὶ ἐγώ· μύθῳ γὰρ ἐμῷ φθόνος ἄγριον αἰεὶ Ὄμμα φέρει· σιγῆς βένθος ἐπεσπασάμην. Τόσσον ἐμοὶ Σαμίοιο· τόδ’ αὔριον οὐ σάφα οἶδα, Εἰ κακὸν ἠὲ καλὸν ἀντιάσειε τέλος.

### 1322

Ἀλλά γε δὴ φθόνον ἴσχε, βροτῶν ἄκος, ἐκ δέ με πικρῶν Γλωσσῶν ἐξερύσας, σὴν ἐπὶ λάμψιν ἄγοις· Ἔνθα σε σὺν φαέεσσιν ἀειζώοισι γεραίρων, Μέλψομ’ ἀπὸ στομάτων ἦχον ἐναρμόνιον.

### 1322

Δέχνυσο καὶ τάδε χειρὸς ἐναυδέα, ὡς μὲν ἔχοιτε Ἡμετέρης σιγῆς μνημόσυνον λαλέον.

### 1322

ΛΕʹ. Ἄλλο.

### 1322

Τείχη, πυλῶνες, κλεῖθρα, συγκλείοιτέ με·

### 1322

Μή τις παρελθὼν ἢ λόγος φὼρ, ἢ βίος Κλέψῃ λαθών τι τῶν ἐμῶν κειμηλίων, Ἢ καὶ τύραννος ἁρπάσῃ βίᾳ χερός.

### 1322

Θεὸς τὸ θησαύρισμα, καὶ Θεοῦ φόβος,

### 1323

Ἐλπίς τε κουφίζουσα τὰς ἀκηδίας· Αἳ πολλὰ πολλαὶ δή με καὶ παρ’ ἀξίαν Δεδήχασίν τε καὶ σπαράξουσι πλέον, Ἢν μὴ σὺ τοῖς κέρκωψιν ἠρεμεῖν φράσης

### 1323

Καίπερ δὲ πάσχων δεινὰ, καὶ δεινῶν πέρα, Τοῦθ’ ἓν δέδοικα, μή τι τοῖς πολλοῖς κακοῖς Χείρων γενοίμην· καὶ τὸ γὰρ βλάπτει φρένας.

### 1323

Λϛʹ. Ἄλλο.

### 1323

Φθέγγοισθ’ ἅπαντες· εὐδρομεῖτε τοῖς λόγοις

### 1323

Στροφὰς πλέκοιτε· ἰσχύοιτ’ ἀραχνίοις Δεσμεῖν τὰ κοῦφα καὶ περιπλανώμενα. Βροντᾶτε βύρσαις· ἀστραπὰς ἐλλυχνίους Πέμποιτ’· ἐγὼ ἔδησα καὶ πάντη λόγον.

### 1324

Κόρον λάβοιτε, ὦ σκοποὶ, καὶ σὺ, φθόνε. Ἔνδον λαλήσω, νοῦν Θεοῦ μυστηρίοις Γράφων, σπίλων τε καὶ πλάνων αἰσθήσεων Σμήξας, ἔσοπτρον τῷ Λόγῳ παραστήσομαι,

### 1324

Ἕως τελείας ἐμφάσεις εἴσω λάβῃ Καὶ ταῦτα σιγῆς γράμματ’. Εἰ δὲ μὴ θέλεις Πολλοῖς λαλεῖν με, Νοῦς μέγας, τί χρὴ δρᾶσαι;

### 1324

ΛΖʹ. Ἄλλο.

### 1324

Οὐ μ’ οὔθ’ ἁμαρτὰς εἷλεν, οὔτε τις νόμος

### 1324

Τέκνων πόνων τε τῶν ἐμῶν διέσπασε. Τριὰς τόδ’ οἶδεν, ἣν ἐκήρυξα πόλει, Σπινθῆρ’ ἀνάψας τὸν πρὶν ἐγκεκρυμμένον.

### 1324

Φθόνος δὲ, καὶ γλώσσην ἔδησαν οἱ σοφοί.

### 1325

Τί γὰρ, μάταιε, καίπερ ἐσκοτισμένος Νόσῳ βαρείᾳ, τόσσον ἤγειρας κλέος; Οὐκ οἶσθ’, ὅσον νῦν τῶν ἀπαιδεύτων κράτος, Οἷς συγγενὲς θράσος τε καὶ μοχθηρία;

### 1325

Χορεύετ’, εὐδρομεῖτε, δυσσεβὴς ἅπας. Βάλλοιτε, τοξεύοιτε μὴ πεφραγμένους. Σιγὴ βαθεῖα· Γρηγόριος ποῤῥωτάτω.

### 1325

ΑΗʹ. Ὕμνος εἰς Χριστὸν μετὰ τὴν σιωπὴν, ἐν τῷ

### 1325

Πάσχα.

### 1325

Χριστὲ ἄναξ, σὲ πρῶτον, ἐπεὶ λόγον ἠέρι δῶκα, Δηναιὸν κατέχων, φθέγξομ’ ἀπὸ στομάτων, Ἁγνοτάτου ἱερῆος ἁγνὸν θύος, εἰ θέμις εἰπεῖν, Τόνδε λόγον προχέων ἡμετέροιο νόου. Πατροφαὲς, μεγάλοιο νόου Λόγε, φέρτερε μύθου,

### 1326

Φωτός τ’ ἀκροτάτου φῶς ἄκρον, Οἰόγονε, Εἰκὼν ἀθανάτοιο Πατρὸς, καὶ σφρηγὶς ἀνάρχου, Πνεύματι τῷ μεγάλῳ συμφαὲς, εὐρυμέδων, Αἰῶνος πείρημα, μεγακλεὲς, ὀλβιόδωρε,

### 1326

Ὑψίθρον’, οὐράνιε, πανσθενὲς, ἆσθμα νόου, Νωμητὰ κόσμοιο, φερέσβιε, δημιοεργὲ Ὄντων, ἐσσομένων. Σοὶ γὰρ ἅπαντα πέλει, Ὃς κόσμοιο θέμεθλα, καὶ ὁππόσα ἐστὶ θέλοντος, Δησάμενος φορέεις νεύμασιν ἀπλανέως.

### 1326

Σοὶ μὲν, ἄναξ, Φαέθων ὑψίδρομος ἄστρα καλύπτει, Κύκλον ὑπερτέλλων ἔμπυρον, ὡς σὺ νόας. Σοὶ ζώει, φθινύθει τε ἀμοιβαδὶς, ὄμμα τὸ νυκτὸς,

### 1326

Μήνη, πλησιφαὴς αὖθις ἐπερχομένη.

### 1327

Σοὶ δὲ ζωοφόρος τε κύκλος καὶ μέτρα χορείης, Ὥραις μέτρα φέρει ἤπια κιρναμέναις. Ἀπλανέες τε πλάνοι τε παλίμπορον ἀΐσσοντες Ἀστέρες ἠγαθέης εἰσὶ λόγος σοφίης.

### 1327

Σὸν φάος εἰσὶν ἅπαντες, ὅσοι νόες οὐρανίωνες Μέλπουσι Τριάδος δόξαν ἐπουρανίης. Σὸν βροτὸς αὖ κλέος ἐστὶν, ὃν ἄγγελον ἐνθάδ’ ἔθηκας Ὑμνοπόλον τῆς σῆς, ὦ φάος, ἀγλαΐης. Ἄμβροτέ μοι βροτέει τε, παλιγγενὲς, ὕψος ἄσαρκον,

### 1327

Ὑστάτιον θνητῶν πήμασι σαρκοφόρε, Σοὶ ζῶ, σοὶ λαλέω, σοὶ δ’ ἔμπνοός εἰμι θυηλὴ, Ἣ μούνη κτεάνων λείπετ’ ἀφ’ ἡμετέρων. Σοὶ καὶ γλῶσσαν ἔδησα, καὶ οὔασι μῦθον ἔλυσα· Λίσσομαι ἀλλὰ πόροις ἀμφότερ’ εὐαγέως.

### 1328

Φθέγξομαι, ἅσς’ ἐπέοικεν· ἃ δ’ οὑ θέμις, οὐδὲ νοήσω. Ῥεύσω μαργάρεον, βόρβορον ὠσάμενος, Χρυσὸν ἀπὸ ψαμάθοιο, ῥόδον κραναῆς ἀπ’ ἀκάνθης· Λέξομ’ ἀπ’ ἀσταχύων σῖτον, ἀφεὶς καλάμην.

### 1328

Ταῦτά σοι ἡμετέροιο θαλύσια, Χριστὲ, πόνοιο Γλῶσς’ ἀπερευγομένη πρῶτον ἀνῆψεν ἔπος. Σήμερον ἐκ νεκύων Χριστὸς μέγας, οἷσιν ἐμίχθη, Ἔγρετο, καὶ θανάτου κέντρον ἀπεσκέδασε, Καὶ ζοφεροὺς πυλεῶνας ἀμειδήτου ἀΐδαο

### 1328

Ῥήξατο, καὶ ψυχαῖς δῶκεν ἐλευθερίην. Σήμερον ἐκ τύμβοιο θορὼν, μερόπεσσι φαάνθη, Οἷς γένεθ’, οἷσι θάνεν, οἷς ἔγρετ’ ἐκ νεκύων, Ὥς κε παλιγγενέες τε καὶ ἐκ θανάτοιο φυγόντες,

### 1328

Σοὶ συναειρώμεσθ’ ἔνθεν ἀνερχομένῳ.

### 1329

Σήμερον αἰγλήεις σε μέγας χορὸς ἀμφιγέγηθεν Ἀγγελικὸς, μέλπων ὕμνον ἐπιστέφιον. Σήμερον ἦχον ἔπνευσα, μεμυκότα χείλεα σιγῇ Λύσας, ἀλλά μ’ ἔχεις ὑμνοπόλον κιθάρην.

### 1329

Νῷ νόον ἔνδον ἔρεξα, λόγῳ Λόγον· αὐτὰρ ἔπειτα Ῥέξω καὶ μεγάλῳ Πνεύματι, ἢν ἐθέλῃ.

### 1329

ΛΘʹ. Εἰς τὰ ἔμμετρα.

### 1329

Πολλοὺς ὁρῶν γράφοντας ἐν τῷ νῦν βίῳ Λόγους ἀμέτρους, καὶ ῥέοντας εὐκόλως,

### 1329

Καὶ πλεῖστον ἐκτρίβοντας ἐν πόνοις χρόνον, Ὧν κέρδος οὐδὲν ἢ κενὴ γλωσσαλγία· Ἀλλ’ οὖν γράφοντας καὶ λίαν τυραννικῶς, Ὡς μεστὰ πάντα τυγχάνειν ληρημάτων,

### 1330

Ψάμμου θαλασσῶν ἢ σκνιπῶν Αἰγυπτίων· Πάντων μὲν ἂν ἥδιστα καὶ γνώμην μίαν Ταύτην ἔδωκα, πάντα ῥίψαντας λόγον, Αὐτῶν ἔχεσθαι τῶν θεοπνεύστων μόνον,

### 1330

Ὡς τοὺς ζάλην φεύγοντας ὅρμων εὐδίων. Εἰ γὰρ τοσαύτας αἱ Γραφαὶ δεδώκασι Λαβὰς, τὸ, Πνεῦμα, τουτί σοι σοφώτερον, Ὡς καὶ τόδ’ εἶναι παντὸς ὁρμητήριον Λόγου ματαίου τοῖς κακῶς ὁρμωμένοις.

### 1330

Πότ’ ἂν γράφων σὺ, τοῖς κάτω νοήμασιν Ἀναμφιλέκτους, ὦ ’τὰν, ἐκτείναις λόγους; Ἐπεὶ δὲ τοῦτο παντελῶς ἀμήχανον, Κόσμου ῥαγέντος εἰς τόσας διαστάσεις,

### 1330

Πάντων τ’ ἔρεισμα τῆς ἑαυτῶν ἐκτροπῆς

### 1331

Τούτους ἐχόντων τοὺς λόγους συμπροστάτας· Ἄλλην μετῆλθον τῶν λόγων ταύτην ὁδὸν, Εἰ μὲν καλήν γε, εἰ δὲ μή γ’, ἐμοὶ φίλην· Μέτροις τι δοῦναι τῶν ἐμῶν πονημάτων.

### 1331

Οὐχ, ὡς ἂν οἰηθεῖεν οἱ πολλοὶ βροτῶν, Τῶν πάντα ῥᾴστων, δόξαν ἐκκαρπούμενος Κενὴν, ὃ δὴ λέγεται. Τοὐναντίον μὲν οὖν Τρέχοντας οἶδα τοῖς ἐμοῖς, οὕτω γράφειν, Ἀνθρωπαρεσκεῖν μᾶλλον· οἱ γὰρ πλείονες

### 1331

Τοῖς σφῶν μέτροις μετροῦσι καὶ τὰ τῶν πέλας, Οὔτε προτιμῶν τοῦτο τῶν θείων πόνων· Μή μοι τοσοῦτον ἐκπέσοι Θεοῦ λόγος! Τί οὖν πέπονθα, τοῦτ’ ἴσως θαυμάσετε. Πρῶτον μὲν ἠθέλησα, τοῖς ἄλλοις καμὼν,

### 1332

Οὕτω πεδῆσαι τὴν ἐμὴν ἀμετρίαν· Ὡς ἂν γράφων γε, ἀλλὰ μὴ πολλὰ γράφω, Καμὼν τὸ μέτρον. Δεύτερον δὲ τοῖς νέοις, Καὶ τῶν ὅσοι μάλιστα χαίρουσι λόγοις,

### 1332

Ὥσπερ τι τερπνὸν τοῦτο δοῦναι φάρμακον, Πειθοῦς ἀγωγὸν εἰς τὰ χρησιμώτερα, Τέχνῃ γλυκάζων τὸ πικρὸν τῶν ἐντολῶν. Φιλεῖ δ’ ἀνίεσθαί τε καὶ νευρᾶς τόνος· Εἴ πως θέλεις καὶ τοῦτο· εἰ μή τι πλέον,

### 1332

Ἀντ’ ᾀσμάτων σοι ταῦτα καὶ λυρισμάτων. Παίζειν δέδωκα, εἴ τι καὶ παίζειν θέλεις, Μή τις βλάβη σοι πρὸς τὸ καλὸν συλωμένῳ. Τρίτον πεπονθὼς οἶδα· πρᾶγμα μὲν τυχὸν

### 1332

Μικροπρεπές τι, πλὴν πέπονθ’· οὐδ’ ἐν λόγοις

### 1333

Πλέον δίδωμι τοὺς ξένους ἡμῶν ἔχειν· Τούτοις λέγω δὴ τοῖς κεχρωσμένοις λόγοις Εἰ καὶ τὸ κάλλος ἡμῖν ἐν θεωρίᾳ. Ὑμῖν μὲν οὖν δὴ τοῖς σοφοῖς ἐπαίξαμεν.

### 1333

Ἔστω τις ἡμῖν καὶ χάρις λεόντιος. Τέταρτον εὗρον τῇ νόσῳ πονούμενος Παρηγόρημα τοῦτο, κύκνος ὡς γέρων, Λαλεῖν ἐμαυτῷ τὰ πτερῶν συρίγματα, Οὐ θρῆνον, ἀλλ’ ὕμνον τιν’ ἐξιτήριον.

### 1333

Πρὸς ταῦτα νῦν γινώσκεθ’ ἡμῖν, οἱ σοφοὶ, Τῶν ἔνδον. Εἰ δ’ ἥττησθε, τῶν αὐτῶν λόγων Πλεῖστον τὸ χρῆμα· καὶ τὰ παιζόντων λόγοι, Χωρεῖτε· μακρὸν δ’ οὐδὲν οὐδ’ ὑπὲρ κόρον,

### 1334

Ἀλλ’ οὐδ’ ἄχρηστον, ὡς ἐγῷμαι παντελῶς. Αὐτοὶ διδάξους’ οἱ λόγοι θέλοντά σε. Τὰ μὲν γάρ ἐστι τῶν ἐμῶν, τὰ δ’ ἔκτοθεν. Ἢ τῶν καλῶν ἔπαινος, ἢ κακῶν ψόγος,

### 1334

Ἢ δόγματ’, ἢ γνώμη τις, ἢ τομαὶ λόγων, Μνήμην ἔχουσαι τῇ δέσει τοῦ γράμματος. Εἰ μικρὰ ταῦτα, σὺ τέλει τὰ μείζονα. Μέτρον κακίζεις· εἰκότως, ἄμετρος ὢν, Ἰαμβοποιὸς, συγγράφων ἀμβλώματα.

### 1334

Τίς γὰρ βλέποντα, μὴ βλέπων, ἐγνώρισεν; Ἢ τίς τρέχοντι, μὴ τρέχων, συνέδραμε; Πλὴν οὐ λέληθας, ὃ ψέγεις, ὠνούμενος.

### 1334

Ὃ γὰρ κακίζεις, τοῦτό σοι σπουδάζεται,

### 1335

Καὶ σφόδρ’ ἀμέτρως, τὸ γράφειν ποιήματα. Ὅτ’ ἂν δ’ ἐλέγχῃ, πίστις ἀντεισέρχεται, Καὶ πεζὸς ἡμῖν ναυαγῶν ὁ φίλτατος. Τοιαῦτα τεχνάζεσθε, ὑμεῖς οἱ σοφοί.

### 1335

Ταῦτ’ οὐ πρόδηλον ψεῦδος, οὐχὶ διπλόη; Πίθηκος ἡμῖν ἀρτίως, λέων δὲ νῦν. Οὕτως ἁλίσκετ’ εὐπετῶς δόξης ἔρως. Πλὴν ἴσθι πολλὰ καὶ Γραφαῖς μετρούμενα, Ὡς οἱ σοφοὶ λέγουσιν Ἑβραίων γένους.

### 1335

Εἰ μὴ μέτρον σοι καὶ τὰ νεύρων κρούματα, Ὡς οἱ πάλαι προσῇδον ἐμμελεῖς λόγους, Τὸ τερπνὸν, οἶμαι, τοῦ καλοῦ ποιούμενοι Ὄχημα, καὶ τυποῦντες ἐκ μελῶν τρόπους. Σαούλ σε τοῦτο πεισάτω, καὶ πνεύματος

### 1335

Ἐλευθερωθεὶς τοῖς τρόποις τῆς κινύρας.

### 1336

Τίς οὖν βλάβη σοι, τοὺς νέους δι’ ἡδονῆς Σεμνῆς ἄγεσθαι πρὸς Θεοῦ κοινωνίαν; Οὐ γὰρ φέρουσιν ἀθρόαν μετάστασιν. Νῦν μέν τις ἔστω μίξις εὐγενεστέρα.

### 1336

Πῆξιν δ’ ὅταν τὸ καλὸν ἐν χρόνῳ λάβῃ, Ὑποσπάσαντες, ὡς ἐρείσματ’ ἀψίδων, Τὸ κομψὸν, αὐτὸ τἀγαθὸν φυλάξομεν. Τούτου τί ἂν γένοιτο χρησιμώτερον; Σὺ δ’ οὐ τὰ ὄψα τῷ γλυκεῖ παραρτύεις,

### 1336

Ὦ σεμνὲ, καὶ σύνοφρυ καὶ συνηγμένε; Τί οὖν κακίζεις τὴν ἐμὴν εὐμετρίαν, Τοῖς σοῖς μέτροις σταθμώμενος τὰ τῶν πέλας; Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα

### 1336

Χωρὶς κολοιῶν κ’ ἀετῶν ὑψώματα.

### 1337 (1t)

Μʹ. Πρὸς τοὺς φθονοῦντας.

### 1337 (1t)

Δίκη, δικασταὶ, καὶ νόμοι, καὶ βήματα, Ῥομφαία καὶ σὺ τοῖς κακοῖς στιλβουμένη, Καὶ πάντ’ ἐλέγχους’ ἡμέρα στυγνηγόρε,

### 1337 (1t)

Σκώληξ ἄπαυστε, παμφάγου πηγαὶ πυρὸς, Ἀκούσαθ’ ἡμῶν τῶν κριτῶν, ἀκούσατε. Πᾶσι θανοῦσι καὶ φθόνος συνθάπτεται. Πρὸς γὰρ τὸ τεῖνον ἡ μάχη· τὸ δ’ ἐκ ποδῶν Οὔτ’ ἀντιπίπτει, καὶ τετίμητ’ ἀφθόνως.

### 1337 (1t)

Ἐγὼ δὲ καὶ τέθνηκα, καὶ βασκαίνομαι. Ὁ πάντ’ ἀνατλὰς ἐν βίῳ παλαίσματα. Πῶς τοῦτ’ ἐλέγχω, καὶ τίσι τεκμηρίοις; Πάντες βοῶσι, κἂν ἐγὼ δήσω στόμα. Ὡς εἴθ’ ἄφωνος ἦν ἐμὴ δυσπραξία!

### 1338

Τὸ τῶν κακῶν κάκιστον, ὡς ἂν μὴ χράνω Τὴν γλῶσσαν, εἴρων ἐν λόγῳ καὶ τοὔνομα. Τὸ πλῆρες ἰοῦ θηρίον, τὸ τοῦ φθόνου Δεινόν τε καὶ φρικῶδες ἐργαστήριον,

### 1338

Τὴν τῶν, ὅς’ ἐστὶ, σύντομον στήλην κακῶν ᾯ μηδὲ θείας πρὸς θύρας φοιτητέον, Ἐμῶν ἁγνισμῶν, καὶ πόνων τῆσδε τριχὸς Ἐμῶν λιθασμάτων τε καὶ καθαρμάτων Προὔθηκαν. Οἴμοι! τίς τάδ’ αἰνέσει σοφῶν;

### 1338

Ὦ καρδίας κευθμῶσιν ἐμβεβὼς ἐμῆς! Ὦ πάντα νωμῶν, καὶ φέρων ἄλλῳ βίῳ! Οὗτοι κακῶν με δεύτερον τεθείκασι Καὶ τῶν δ’ ἐκεῖθεν οἱ κακοὶ σταῖεν πρόσω;

### 1338

Αὐτοὶ συνασπίζουσιν ἀλλήλοις κακῶς.

### 1339

Πρὸς ἓν βλέποντες, τῶν θρόνων τὸ ἀσφαλές. Ἐγὼ δ’ ἔχοιμι μοῖραν ὧνπερ ἄξιον. Εἰ δ’ ἐνθάδ’ οὐδεὶς, Χριστέ μου, σύ μου μερὶς, Ὃν κρεῖσσον, ἢ τὰ πάντα καὶ πάντων, ἔχειν.

### 1339

Μόνον βέβαιον κτημάτων κ’ ἐλεύθερον. Τούτου μὲν ἡμᾶς οὔ τις ἐκβαλεῖ φθόνος.

### 1339

ΜΑʹ. Πρὸς Μάξιμον.

### 1339

Τί ταῦτα; τολμᾷς καὶ σὺ, Μάξιμε, γράφειν; Γράφειν σὺ τολμᾷς; τῆς ἀναιδείας ὅση!

### 1339

Τουτὶ μὲν ἤδη καὶ κυνῶν ἀνώτερον. Τολμητὰ πάντα πᾶσιν. Ὢ καιροῦ φορᾶς! Ὥσπερ μύκητας, ἀθρόως ἀνατρέχειν Σοφοὺς στρατηγοὺς, εὐγενεῖς ἐπισκόπους,

### 1340

Μηδὲν προμοχθήσαντας εἰς μοῖραν καλοῦ. Ἐξ ὧν τί γίνετ’; ἀρετὴ κολούεται, Μηδὲν πλέον φέρουσα, τῆς ἀγροικίας Θάρσος λαβούσης οὐ καλῶς ἀζήμιον,

### 1340

Ἂν μικρὰ ἄττα σπερμολογήσῃ ῥήματα. Κυβιστάτω τις μὴ μαθὼν, τοξευέτω, Πτεροῖς φερέσθω πρὸς νέφη μετάρσιος. Ἀρκεῖ τὸ βούλεσθ’, οὐδαμοῦ τὸ εἰδέναι. Μὴ καὶ σὺ μουσόπνευστος ἡμῖν ἀθρόως,

### 1340

Ὥσπερ λέγονται τῶν πάλαι σοφῶν τινες; Μὴ καὶ σὲ δάφνης ἐξέμηνέ τις κλάδος· Ἦ μαντικῶν πέπωκας ὑδάτων ἄφνω, Ἔπειτα μέτρων ἔβλυσας, ἄμετρος ὤν;

### 1340

Ὢ τῶν ἀπίστων καὶ νέων ἀκουσμάτων!

### 1341

Σαοὺλ προφήτης, Μάξιμος λογογράφος! Τίς οὐ προφήτης; τίς καθέξει τὴν χέρα; Πάντων ὁ χάρτης, ἡ γραφὶς καὶ γρᾳδίων. Λέγειν, γράφειν, θέατρα συλλέγειν, σύγε

### 1341

Κρότους ἐγείρειν μηδὲν εὐλαβούμενος. Βραχεῖς μέν εἰσι τῶν ἀκουόντων σοφοί· Πολλοὶ δὲ Μάξιμοί τε καὶ παράφοροι. Τούτοις ἀρέσκειν, τοὺς δὲ σοφοὺς χαίρειν ἐᾷν, Τοὺς ἐσμιλευμένους τε καὶ συνηγμένους.

### 1341

Αὐτοὺς γελώντων. Ἂν δ’ ἀμύνασθαι δέῃ, Τολμητὰ πάντα. Τοὺς σοφοὺς ἔχει θράσος. Τὸν Μάξιμον γνώτωσαν ἐκ παῤῥησίας. Καὶ ἡμῖν ἐστι τοῦ γελᾷν ἐξουσία. Τούτου τι ῥᾷον ἄρτι γελᾷν καὶ πλουσίως;

### 1341

Ῥήτωρ μὲν ἴσθι, τοῖς δ’ ὑβρίζουσι κύων.

### 1342

Οὕτως ὑπάρξει τὸ κρατεῖσθαι μηδενός. Πάλιν βοήσομ’, ὦ λόγοι, καὶ πολλάκις. Οὕτω κενώσω τοῦ πάθους, ἀλλὰ βραχύ. Γράφειν σὺ τολμᾷς; εἰπέ μοι, ποῦ καὶ πόθεν

### 1342

Μαθών; τίνος δὲ χειρὸς ἔργον τὸ γράφειν; Ἀλλ’ οὐ χθὲς οὕτως. Ἠγάπας δ’, εἴ σοι στενὴν Μάζαν πορίζοι τὸ λευκὸν τριβώνιον, Τό θ’ ὑλακόμωρον τοῦ βίου καὶ τοῦ τρόπου. Λόγοι δέ σοι τότ’ ἦσαν, ὡς ὄνῳ λύρα,

### 1342

Καὶ βουσὶ κῦμα, καὶ ζυγὸς θαλασσίοις. Νῦν δ’ Ὀρφεὺς ἡμῖν πάντα κινῶν δακτύλοις, Ἢ τειχοποιὸς Ἀμφίων ἐκ κρουμάτων. Τοιοῦτόν εἰσιν, ἢν τρυφῶσιν, οἱ κύνες. Ἦ σοί γε μαῖαι τοῦτ’ ἐνέπνευσαν θράσος,

### 1342

Αἱ σαὶ συνεργοὶ, καὶ λόγων συμπαίστορες,

### 1343

Ὧν εἶ σὺ κύκνος, αἷς ἐνηχεῖς μουσικὸν, Ὅταν ῥέωσιν, ὡς ζέφυρος κατὰ πτερῶν Αὔραις πραείαις ἀσμένως ἁπλωμένων; Γράφεις δέ· δὴ τί; καὶ κατὰ τίνος, κύων;

### 1343

Γράφεις κατ’ ἀνδρὸς, ᾧ γράφειν ἐστὶ φύσις, Ὡς ὕδατι ῥεῖν, καὶ τὸ θερμαίνειν πυρί· Ἐῶ γὰρ εἰπεῖν, οὐδὲν ἠδικηκότος, Ὅσον δ’ ἐφ’ ὑμῖν, καὶ μάλισθ’ ὑβρισμένου. Φεῦ τῆς ἀνοίας! ὡς ἀπαίδευτον θράσος!

### 1343

Ἵππον καλεῖς, βέλτιστε, πρὸς λεῖον δρόμον· Λέοντα νύσσεις ἀσθενεστάτῃ χερί. Πλὴν εἴ σε τοῦτο θῶμεν ἐσκέφθαι μόνον, Ὡς οὐδ’ ὑβρίζων ἀξιωθήσῃ λόγου, Ἓν τοῦτ’ ἔχειν γε καὶ σοφὸν δοκεῖς ἐμοί.

### 1344

Τίς γὰρ κυνὶ πλέκοιτ’ ἂν, εὖ φρονῶν, μάχην;

### 1344

ΜΒʹ. Θρῆνος διὰ τῶν αὐτοῦ μόγων, καὶ πρὸς

### 1344

Χριστὸν δέησις περὶ λύσεως τοῦ αὐτοῦ βίου.

### 1344

Γαῖα φίλη, καὶ Πόντε, πάτρης πέδον ἀλλοδαπῆς τε,

### 1344

Καὶ νεότης, πολιή τε βίου δύσι, καὶ πτερόεντες Μῦθοι, μόχθε περισσὲ, καὶ οὓς τέκε Πνεῦμα φαεινὸν, Καὶ πτόλιες, σκόπελοί τε, ἐμὸν σκέπας, ὧν διὰ πάντων Ἤλυθον, ἰσχανόων Χριστοῦ θεότητι πελάσσαι, Πῶς μοῦνος τρηχεῖαν ἔβην ὁδὸν ἔνθα καὶ ἔνθα,

### 1344

Στρωφῶν ἀργαλέοιο βίου τύπον, οὐδ’ ἐδυνάσθην Οὐδ’ ὅσον ἕν ποτ’ ἐλαφρὸν ἐπὶ χθονὸς ἴχνος ἐρεῖσαι,

### 1344

Ἀλλ’ αἰεί με μόγοισι μόγοι πέμπουσι κακοῖσιν;

### 1345

Ὦ σοφίη, σὺ δίδαξον ὅθεν τόσον ἄχθος ἔμοιγε. Πῶς μόγος εὐσεβέεσσι, καὶ οὐ μόγος ὀλλυμένοισιν; Ἦ ῥά τις ἀμπλακίης ποινὴ τάδε, ἦ ῥα βίοιο Ἄνθρακες, ὡς χρυσοῖο καθαιρομένου χοάνοισιν;

### 1345

Ἦ ῥά μ’ ὁ λυσσώδης καὶ βάσκανος, οἷά τιν’ Ἰὼβ, Ἐς δῆριν καλέει; Σὺ δ’ ἀλείφατι σόν με παλαιστὴν Τρίψας, εὖ τε πάροιθε μέγαν γυμνοῖς πρὸς ἀγῶνα, Ὥς κεν ἀεθλεύσαντι γέρας καὶ κῦδος ὀπάσσῃς; Ταῦτα μὲν αὐτὸς, ἄναξ, οἶδας, Λόγε. Καὶ γὰρ ἅπαντα

### 1345

Κόσμον ἄγεις, μεγάλοισι λόγοις κρυπτοῖσιν ἑλίσσων, Ὧν ὀλίγη τις πάμπαν ἐς ἡμέας ἔρχεται αὐγὴ, Πηλὸν ἔτ’ εἰλυμένους, καὶ ὄμματα νωθρὰ φέροντας. Αὐτὰρ ἐγὼ κέκμηκα βίῳ, τυτθὸν δ’ ἐπὶ γαίης

### 1346

Ἆσθμα φέρω, πολλῇσιν ἐλαυνόμενος κακότησι, Δυσμενέων, φιλίων τε, τὸ καὶ περιώσιον ἄλγος. Τοὔνεκεν αἰάζω, πίπτω δ’ ὑπὸ γούνασι σεῖο. Δὸς λῦσιν βιότοιο νεκρῷ σέο. Δὸς καμάτοιο

### 1346

Ἄμπνευσιν, ζωῆς δέ μ’ ἐλαφροτέρης ἐπίβησον, Ἧς χάριν ἀσχαλόω, καὶ κήδεα μυρί’ ἀνέτλην. Ἀγγελικοῖς δὲ χοροῖσι φέρων πελάσειας ὁδίτην Οὐρανίου πυλεῶνος, ὅθι κλέος ἀστράπτοντος Τρισσοῖς ἐν φαέεσσιν ἑνὸς μεγάλοιο Θεοῖο.

### 1346

ΜΓʹ. Πρὸς ἑαυτὸν κατὰ πεῦσιν καὶ ἀπόκρισιν.

### 1346

Ποῦ δὲ λόγοι πτερόεντες; ἐς ἠέρα. Ποῦ νεότητος

### 1346

Ἄνθος ἐμῆς; διόλωλε. Τὸ δὲ κλέος; ᾤχετ’ ἄϊστον.

### 1347

Ποῦ σθένος εὐπαγέων μελέων; κατὰ νοῦσος ἔκαμψε. Ποῦ κτῆσις καὶ πλοῦτος; ἔχει Θεός. Ἄλλα δ’ ἀλιτρῶν Ἁρπαλέαις παλάμῃσι πόρε φθόνος. Οἱ δὲ τοκῆες, Ἠδὲ κασιγνήτων ἱερὴ δυάς; ἐς τάφον ἦλθον.

### 1347

Μούνη μοι πάτρη περιλείπετο· ἀλλ’ ἄρα καὶ τῆς, Ὄρσας οἶδμα κελαινὸν, ὁ βάσκανος ἤλασε δαίμων. Καὶ νῦν ξεῖνος, ἔρημος ἐπ’ ἀλλοτρίης ἀλάλημαι, Ἕλκων ζωήν τε λυπρὴν, καὶ γῆρας ἀφαυρὸν, Ἄθρονος, ἀπτολίεθρος, ἄπαις, τεκέεσσι μεμηλὼς,

### 1347

Ζώων ἦμαρ ἐπ’ ἦμαρ ἀειπλανέεσσι πόδεσσι. Ποῖ ῥίψω τόδε σῶμα; τί μοι τέλος ἀντιβολήσει; Τίς γῆ, τίς δὲ τάφος με φιλόξενος ἀμφικαλύψει; Τίς δ’ ὄσσοις μινύθουσιν ἐμοῖς ἐπὶ δάκτυλα θήσει,

### 1348

Ἦ ῥά τις εὐσεβέων, Χριστοῦ φίλος, ἦ ῥα κάκιστος; Ταῦτα μὲν αὔρα φέροι. Τυτθῆς φρενὸς ἥδε μεληδὼν, Εἴ τε τάφῳ δώσει τις ἐμὸν δέμας, ἄπνοον ἄχθος, Εἴ τε καὶ ἀκτερέϊστον ἕλωρ θήρεσσι γένοιτο,

### 1348

Θήρεσιν, ἠὲ κύνεσσιν ἑλώριον, ἢ πετεηνοῖς, Εἰ δ’ ἐθέλεις, πυρίκαυστον ἐς ἠέρα χείρεσι πάσσοις, Ἠὲ κατὰ σκοπέλων μεγάλων ῥίψειας ἄτυμβον, Ἢ ποταμοῖσι πύθοιτο, καὶ ὑετίῃσι ῥοῇσιν Οὐ γὰρ ἄϊστος ἐγὼ μόνος ἔσσομαι, οὐδ’ ἀσύνακτος.

### 1348

Ὡς ὄφελον! πολλοῖς τόδε λώϊον. Ἀλλ’ ἄμα πάντας Ὕστατον ἦμαρ ἄγει περάτων ἄπο, νεύμασι θείοις, Εἴ που καὶ σποδιή τις, ὀλωλότα θ’ ἅψεα νούσῳ.

### 1348

Ἓν δὲ τόδ’ αἰάζω, καὶ δείδια βῆμα Θεοῖο,

### 1349

Καὶ ποταμοὺς πυρόεντας, ἀφεγγέα τ’ αἰνὰ βέρεθρα Χριστὲ ἄναξ, σὺ δέ μοι πάτρη, σθένος, ὄλβος, ἅπαντα. Σοὶ δ’ ἄρ’ ἀναψύξαιμι, βίον καὶ κήδε’ ἀμείψας.

### 1349

ΜΔʹ. Εἰς τοὺς διαβάλλοντας τοὺς μοναχοὺς,

### 1349

καὶ εἰς ἐπιπλάστως μονάζοντας.

### 1349

Πρώην τις μὲ τρυφᾷν διετείνετο τῶν ἀνοήτων Καὶ διαθρυπτομένων, πλούσιος, ὑψιτένων· Ἄλλα τε πολλὰ λέγων, καὶ πλουτεῖν κῆπον ἔχοντα,

### 1349

Καὶ ἀπραγμοσύνην, καὶ μετρίαν λιβάδα. Δάκρυα δ’ αὖ σιγᾷς, εἶπον, τάλαν, ἠδὲ χαλινὰ

### 1350

Γαστρὸς, καὶ γονάτων τραύματα, κἀγρυπνίην. Οἷς μοναχοὶ νεκροῦσι τὰ σώματα, οἵ γε ἀληθῶς· Τοὺς γὰρ ἀπαιδεύτους ῥίψομεν ἐς κόρακας. Πράγματα δ’ οἷα δοκεῖς ψυχὴν πάσχειν πολεμοῦσαν

### 1350

Σώματι, καὶ κόσμῳ ἀντικαθεζομένην; Οἱ μοναχοὶ τί λέγουσιν, ἀκούσατε, ὦ φιλόκοσμοι, Οἱ τῆς προσκαίρου, τῆς μεγάλης ὀφρύος· Κέκτησθε, πλουτεῖτε γάμος, τέκνα, πάντα τὰ τερπνὰ Ὑμέτερ’, εἴτε τι γῆ, εἴτε θάλασσα τρέφει.

### 1350

Ἡμεῖς δ’ ἂν πηγὴν, ἢ κηπίον, ἢ μικρὰν αὔραν, Ἢ σκιὰν ἐκ δένδρων, κτήματ’ ἐλαφρότατα, Σχῶμεν, ἔπειτα τρυφὴν τόδε φάσκετε. Ἦ καὶ ἀναπνεῖν

### 1350

Οὐ δεῖ Χριστιανούς, τοῦτ’ ἀδικεῖσθε μόνον;

### 1351

Εἷς νόμος, εἷς δὲ Θεὸς, κλῆσις μία· πάντας ὁμοίως Σωθῆναι Χριστὸς σάρκ’ ἀποδυσαμένους Βούλεται. Ἀλλ’ ἡμᾶς συνελαύνετε εἰς τὸ τέλειον, Ὡς χρέος ἀνθρώποις οὐδὲν ὑποσχομένους.

### 1351

Εἰ δὲ Θεῷ, τοῦτ’ αὐτὸς ἐπίσταται, οὐχὶ σὺ κρίνειν Ἄξιος ὄντα κακὸν, χείρονα τραύματ’ ἔχων. ὡς στυγνὸς, ὦ νεανίσκε, καὶ ὠχρὸς, κἀνυπόδητος, Αὐχμηρός τε κόμην, φθεγγόμενός τε μόγις! Καὶ ζώνης διαρεῖ τὸ χιτώνιον, ἥ τε μέλαινα

### 1351

Διπλοῒς εὐτάκτως ἕλκετ’ ἐς ἀστραγάλους. Ταῦτ’ εἰ μὲν διὰ πίστιν, ὁ πᾶς βίος ἐστὶν ἔλεγχος· Εἰ δὲ ζωγραφίαν, ἄλλος ἐπαινεσάτω.

### 1352

Μηκέτι μήτ’ ἀρότρου μελέτω τινὶ, μηδὲ δικέλλης, Μηδὲ φόρους διδότω, μὴ γονέας τρεφέτω. Ἔστω σοι πώγων τε βαθὺς, καὶ σάκκινος ἔσθος, Καὐχέν’ ἐπιθρύπτων, δόγματα καινὰ τίθει.

### 1352

Ἂν δὲ σολοικίζῃς, καὶ πάντας ὁμοῦ καταλεύῃς, Ἄγγελος· οὐδὲ τρίχες ἰσχὺν ἔχους’ ὀλίγην. Εἴ τις νῦν ἀκάθαρτον ἔχει βίον, ἢ πλεονέκτην, Ἢ χεῖρας φονίους, ἢ λεγεῶνα μέγαν, Μηδὲ μελῶν τήξει, μὴ δάκρυσι, μήτε πόνοισιν

### 1352

Αὑτὸν ἀποσμήχοι, μῦθος ἅπαντα τάδε· Ἀλλὰ βίβλους στρεφέτω, καὶ ῥήματα πάντ’ ἀναλέξας,

### 1352

Αἱρεσιαρχείτω· τοῦτο λύσις κακίης.

### 1353

Κόπτειν σάρκα παχεῖαν ἐν εἴδεσι πᾶσιν, ἄριστον Εὐχαῖς, νηστείαις, φροντίσιν, ἀγρυπνίαις. τὸν μὲν γὰρ καθαρὸν, καθαρώτερον εἰκὸς ὑπάρξαι· Τὸν δὲ κακὸν, τῆξαι τῆς κακίης τι μέρος.

### 1353

Εἰ δέ τίς ἐστ’ ἐπίπλαστος, ἐμοὶ καὶ τοῦτον ἀρέσκει Κόπτεσθ’, ὥστε δίκας τῆς ἀπάτης διδόναι Τὰς παχέας σάρκας, καὶ γαστέρα ὄγκον ἔχουσαν Ἡ λεπτὴ χωρεῖν εἴσοδος οὐ δύναται.

### 1353

ΜΕʹ. Θρῆνος περὶ τῶν τῆς αὐτοῦ ψυχῆς παθῶν.

### 1353

Δύσμορος οἷα πάθον; τίς μοι γόος ἄξιος ἔσται; Τίς πηγὴ δακρύων ἄρκιος; οἷα μέλη; Οὔτε μόρον παίδων τις ἑῶν ἐκλαύσατο τόσσον,

### 1354

Ἢ κεδνῶν τοκέων, ἠὲ φίλης ἀλόχου, Οὐ πάτρην γλυκερὴν μαλερῷ πυρὶ τεφρωθεῖσαν, Οὐ νούσῳ στυγερῇ ἅψεα τειρόμενα, Ὅσσον ἐγὼ ψυχὴν ὀλοφύρομαι αἰνὰ παθοῦσαν,

### 1354

(Φεῦ τάλας!) ὀλλυμένης εἰκόνος οὐρανίης. Ναὶ γὰρ δὴ μεγάλοιο Θεοῦ καὶ πλάσμα, καὶ εἰκὼν, Ἄνθρωπος, Θεόθεν εἰς Θεὸν ἐρχόμενος· Ὅστις ἄνω νεύσας, καὶ πνεύματι σάρκα πεδήσας, Χριστὸν ἔχει ζωῆς ἵλαον ἡγεμόνα·

### 1354

Κτῆσιν ἑὴν, γλῶσσάν τε καὶ οὔατα καὶ νόον αὐτὸν, Καὶ σθένος, ἐρχομένῳ πάντα διδοὺς βιότῳ, Ἁρπάζων κόσμου πολυχανδέος, ὅσσα κατεῖχεν

### 1354

Ἅρπαξ ἀλλοτρίων, ἀντίθεος Βελίας,

### 1355

Ἐς δὲ ταμεῖα φέρων πολὺ φέρτερα τῶν ἐπὶ γαίης, Τῶν διακλεπτομένων, ἢ καταλυομένων, Αὐτὸν ἀθρῆσαι ἄνακτα Θεὸν, καὶ πνεῦμα γενέσθαι, Σάρκ’ ἀποδυσάμενος καὶ πάχος ἀντίτυπον,

### 1355

Ἀγγελικοῦ τε χοροῖο λαχεῖν στάσιν αἰγλήεντος Μεῖζον τῶν μεγάλων ἆθλον ἔχων καμάτων· Μηκέθ’ ὁρῶν σκηνῆς ἐλαφρὸν τύπον, ὡς τοπάροιθεν, Μηδὲ νόμου γραπτὴν εἰκόνα λυομένην, Αὐτὴν δ’ ἀτρεκίην καθαροῦ νοὸς ὄμματι λεύσσων,

### 1355

Μέλπων τ’ ἐκ στομάτων ἦχον ἑορτάσιον. Τοῦτο τέλος βροτέης ζωῆς πέλει. Ἐς τόδ’ ἀνέλκει Τῶν Χριστοῦ παθέων ὕβρις ἐπιχθονίους, Ὃς δούλου μορφὴν ἀνεδέξατο, καὶ θανάτοιο Γεύσατο, καὶ ζωῆς δεύτερον ἠντίασεν,

### 1355

Ὢν Θεὸς, ὢν ζωῆς ταμίης, αἰῶνος ὕπερθεν,

### 1356

Εἰκὼν ἀθανάτου πάντοτε Πατρὸς ὅλη, Ὄφρα με δουλοσύνης τε λύσῃ, θανάτοιό τε δεσμῶν, Κρείσσονα πρὸς ζωὴν ἔμπαλιν ἐρχόμενον. Ἀλλ’ ἐγὼ οὐκ ἐφύλαξα Θεοῦ μυστήρια κεδνὰ,

### 1356

Μύστιν ἔχων ψυχὴν οὐρανίης ἀνόδου, Ἀλλὰ κάτω βρίθει με χοὸς πάχος, οὐδ’ ἐδυνάσθην Ἰλύος ἐξαναδὺς, ἐς φάος ὄμμα βαλεῖν. Ναὶ βάλον· ἀλλὰ μέσον νέφος ἵστατο ὄσσε καλύπτον Σὰρξ ἐπανισταμένη πνεύματι σὺν χθονίῳ.

### 1356

Πολλὰ μὲν ἐν κραδίῃ μελεδήματα ἔνθα καὶ ἔνθα Στρωφᾶται, κενεὰ πλαζομένοιο νόου, Χριστὸν ἑκὰς βάλλοντα, Θεὸν Λόγον (οὐ δέχεται γὰρ Μίγνυσθαι ψυχῇ νυμφίος ἀλλοτρίῃ)· Πολλὰ δ’ ἐπὶ γλώσσῃ κέαται κακὰ φάρμακ’ ὀλέθρου.

### 1356

Γλῶσσα γὰρ ἀνθρώποις ἥμισυ τῆς κακίης,

### 1357

Θυμὸν ἐρευγομένη, γυμνὸν κακὸν, ὅς τε μάλιστα Λάβρος ἐπιζείων, ἐκ νοὸς ἄνδρα φέρει, Ἣ δολερὸν κεύθουσα ἐνὶ στήθεσσι νόημα, Λεῖα δ’ ἄρ’ ἐξ ἁπαλοῦ φθεγγομένη στόματος.

### 1357

Εἴθε δὲ ἦν τι θύρετρον ἐπ’ ὀφθαλμοῖσιν ἐμοῖσιν, Οὔασί τ’ οὐκ ἀγαθῶς πάντοσε πεπταμένοις, Ὡς τὸ μὲν ἐσθλὸν ὁρᾷν τε καὶ εἰσαΐοντα δέχεσθαι, Κλείεσθαι δὲ κακοῖς ἀμφότερ’ αὐτομάτως. Χειρῶν τ’ ἔργον ἄριστον ἐς οὐρανὸν αἰὲν ἀείρειν

### 1357

Ἁγνὰς, καὶ παρέχειν οὐρανίοισι νόμοις. Ὣς δὲ ποδῶν ἰέναι λείην ὁδὸν, οὐκ ἐπ’ ἀκάνθας, Οὐδὲ κατὰ σκοπέλων, καὶ τρίβον οὐχ ὁσίην. Νῦν δὲ Θεὸς μὲν ἔδωκεν ἅπαν μέλος ἐσθλὸν ἐπ’ ἐσθλοῖς, Εὕρατο δ’ ἡ κακίη ὅπλον ἐμοὶ θανάτου.

### 1358

Τίς νόμος οὗτος ἐμοί; πῶς δέσμιός εἰμ’ ἐπὶ γαίης Σαρκός; πῶς δ’ ἐλαφρῷ πνεύματι σῶμα μίγη, Οὔθ’ ὅλος εἰμὶ νόος, καθαρὴ φύσις, οὔτε χερείων Χοῦς ὅλος, ἐκ δ’ ἀμφοῖν ἄλλο τι κἀμφότερον.

### 1358

Τοὔνεκα καὶ πολέμοιο φέρω κλόνον αἰὲν ἄπαυστον, Σαρκὸς καὶ ψυχῆς ἀντικαθεζομένων. Εἰκών εἰμι Θεοῖο, καὶ ἕλκομαι ἐς κακότητα, Κρείσσονι μαρναμένου χείρονος οὐχ ὁσίως· Ἢ φεύγω κακότητα, καὶ ἵσταμαι, οὐκ ἀμογητὶ,

### 1358

Πολλὰ διαθλήσας χειρὶ σὺν οὐρανίῃ. Ἔστι γὰρ, ἔστιν ἐμοὶ διπλοῦς νόμος· ὧν ὁ μὲν ἐσθλὸς, Ἑσπόμενός τε καλῷ· αὐτὰρ ὁ χειρότερος, Ἑσπόμενός τε κακοῖσιν· ὁ μὲν νόος ἐστὶν ἕτοιμος

### 1358

Πείθεσθαι Χριστῷ, πρὸς φάος ἐρχόμενος·

### 1359

Ἄλλος δ’ αὖ σαρκός τε καὶ αἵματος, ἔστι δὲ πρόφρωνν Δέχνυσθαι Βελίαν, πρὸς ζόφον ἑλκόμενος. Ἤτοι ὁ μὲν χθονίοισιν ἰαίνεται, ὥσπερ ἐπ’ ἐσθλοῖς, Τοῖς οὐχ ἱσταμένοις, ἀλλὰ παριπταμένοις.

### 1359

Καὶ φιλέει κώμους τε καὶ ἔχθεα, καὶ κόρον αἰνὸν, Ἔργων τε σκοτίων αἴσχεα, κερδοσύνας. Εὐρείην δ’ ὁδὸν εἶσιν, ἑῷ δ’ ἐπιτέρπετ’ ὀλέθρῳ, Ἀφροσύνης δνοφερὴν ἀχλὺν ἐφεσσάμενος. Αὐτὰρ ὅγ’ οὐρανίοισιν ἀγάλλεται, ὡς παρεοῦσι

### 1359

Τοῖς ἐλπιζομένοις, καὶ Θεὸν οἶον ἔχει Ἐλπωρὴν βιότοιο· τὰ δ’ ἐνθάδε καπνὸν ἄτιμον, Ἄλλοθ’ ὑπ’ ἀλλοίῃ κείμενα συντυχίῃ. Καὶ φιλέει πενίην τε καὶ ἄχθεα, καὶ μελεδῶνας Ἐσθλὰς, καὶ στεινὴν εἶσιν ὁδὸν βιότου.

### 1359

Μαρναμένοισι δὲ τοῖσιν ἐπίσκοπον ἦλθεν ἄνωθεν

### 1360

Πνεῦμα Θεοῦ μεγάλου, καὶ νοῒ δῶκε χέρα, Σώματος ἀργαλέοιο λύον κλόνον, ἠδὲ κελαινῶν Εὐνάζον παθέων οἶδμ’ ἐπανιστάμενον. Ἡ δὲ καὶ ὣς λυσσῆεν ἔχει μένος, οὐδ’ ἀπολήγει

### 1360

Σὰρξ πολέμου, κλίνει δ’ ἔνθα καὶ ἔνθα μάχη. Ἄλλοτε μέν τε νόῳ χοῦς δάμναται· ἄλλοτε δ’ αὖτε Σαρκὶ νοὸς κρατερῇ ἕσπεται οὐκ ἐθέλων. Ἀλλὰ τὸ μὲν ποθέει, τό γε βέλτερον· ὃ στυγέει δὲ, Ἕρδων, δουλοσύνην μύρεται ἀργαλέην,

### 1360

Πατρός τ’ ἀρχεγόνοιο πλάνην, καὶ μητρὸς ἀλιτρὴν Πάρφασιν, ἡμετέρης μητέρα μαργοσύνης, Καὶ σκολιοῖο δράκοντος ἀτάσθαλον αἱμοβόροιο Ψεῦδος, ὃς ἀνθρώπων τέρπεται ἀμπλακίαις, Καὶ ξύλον, ἠδὲ φυτοῖο βροτῶν δηλήμονα καρπὸν,

### 1360

Γεῦσίν τ’ οὐλομένην, καὶ θανάτοιο πύλας,

### 1361

Γύμνωσιν μελέων τε παναίσχεα, καὶ παραδείσου Ἠδὲ φυτοῦ ζωῆς ῥίψιν ἀτιμοτάτην. Ταῦτα νόος κάμνων ὀλοφύρεται. Ἡ δέ νύ μοι σὰρξ Δέρκεται ἐς προγόνους, καὶ φυτὸν ἀνδροφόνον,

### 1361

Πᾶσάν τε γλυκερὴν ἀσπάζεται αἰὲν ἐδωδὴν, Ἣν ὀλοὸς σαίνων δείκνυσι πικρὸς ὄφις. Ἦ μὲν καὶ γοάω, καὶ εὐχωλῇσιν ἄνακτα, Ὃς πάντων κρατέει, καὶ ζυγὰ πᾶσι φέρει, Λίσσομ’ ὑπὲρ ψυχῆς καὶ σώματος, ἀμφοτέροισιν

### 1361

Εὐμενέως δικάσαι, καὶ πόλεμον σκεδάσαι, Κρείσσονι, ᾗ θέμις ἐστὶν, ὑποκλίναντα χέρειον· Τοῦτο γὰρ οὐκ ὀλίγῳ λώϊον ἀμφοτέροις· Μὴ χοῒ βριθομένην ψυχὴν ἐπὶ γαῖαν ὁδεύειν, Ὥστε μολυβδαίνην ἐς βυθὸν ἑλκομένην,

### 1362

Πνεύματι δὲ πτερόεντι καὶ εἰκόνι χοῦν ὑποεῖξαι, Ὡς κηροῖο πυρὶ τηκομένης κακίης. Τοιάδε λισσόμενος καὶ φάρμακα σαρκὶ παχείῃ Πολλὰ φέρω, χαλεπὴν νοῦσον ἄφαρ σκεδάω.

### 1362

Καὶ μένος, οἷά τε θηρὸς ἀπιστοτάτοιο, κραταιοῖς Δεσμοῖσιν κατέχω, οἶδμα κακὸν τρομέων. Γαστέρι κλεῖθρα τίθημι, δυσαλθέϊ θυμὸν ἀνίῃ Δάπτω, καὶ δακρύων ἐκπροχέω λιβάδας. Κάμπτω γούνατ’ Ἄνακτι τετρυμμένα, νύκτας ἀΰπνους

### 1362

Ἕλκω, καὶ ῥυπόω πένθιμον ἔσθος ἔχων. Ἄλλων εἰλαπίναι τε, χοροστασίαι τε, γέλως τε, Καὶ κῶμοι, χλοερῆς παίγνιά θ’ ἡλικίης. Ἄλλοι δ’ αὖτ’ ἀλόχοις τε καὶ υἱέεσσι γάνυνται,

### 1362

Καὶ πλούτου κρατεροῦ κύδεϊ λυομένῳ.

### 1363

Ἄλλοι δ’ αὖτ’ ἀγοραῖς τε καὶ ἄλσεσιν, ἠδὲ λοετροῖς Τέρπονται, καὶ πνεῖν ἐν πολίεσσι μέγα, Εὐφήμοις τε λόγοισι καὶ ἑσπομένων ὀρυγμαδῶν Πεμπόμενοι, σοβαροί θ’ ὑψόθεν ἐκ σανίδων.

### 1363

Πολλαὶ γὰρ θνητοῖσι πολυσχιδέος βιότοιο Τέρψιες· ἐν δὲ κακοῖς κέκραται εὐφροσύνη. Αὐτὰρ ἐγὼ τέθνηκα βίῳ, βαιὸν δ’ ἐπὶ γαίης Ἆσθμα φέρω· φεύγω δ’ ἄστεα καὶ μέροπας. Θήρεσι καὶ σκοπέλοισιν ὁμιλῶν, οἶος ἀπ’ ἄλλων

### 1363

Ναιετάω λυπρὴν ῥωγάδα καὶ σχέδιον· Οἰοχίτων, ἀπέδιλος, ἀνέστιος, ἐλπίδι μούνῃ Ζώων, καὶ λώβη πᾶσι πέλω χθονίοις. Εὐνή μοι στιβάς ἐστι, τὰ ῥήγεα σάκκος ἐρυμνὸς, Καὶ κόνις ἐν δαπέδῳ δάκρυσι δευομένη.

### 1364

Πολλοὶ μὲν στενάχουσι σιδηρείοις ὑπὸ δεσμοῖς· Ἄλλους δ’ αὖ τέφρην πυνθάνομ’ εἶδαρ ἔχειν· Τοὺς δὲ ποτὸν δακρύοισι μεμιγμένον ἀλγινόεσσιν· Ἄλλους χειμερίαις βαλλομένους νιφάσι,

### 1364

Νύκτας τεσσαράκοντα καὶ ἤματα, δένδρεσιν ἶσα Ἑστάμεναι, κραδίῃ γῆς ἀπανισταμένους, Καὶ Θεὸν οἷον ἔχοντας ἐνὶ φρεσίν· ἄλλος ἔδησε Χείλεα, καὶ γλώσσῃ θῆκε χαλινὰ φέρων. Οὐ μὴν πάντα χαλινὰ, ὕμνοις δ’ ἀνέηκε μόνοισιν,

### 1364

Ἔμπνοον ὡς κιθάρην πνεύματι κρουομένην. Καὶ Χριστῷ κεφαλήν τις ἑὴν ἀνέθηκε, φυλάσσων, Εὐχῆς εὐαγέος εἵνεκ’, ἀκερσεκόμην. Ὄμματα δ’ ἄλλος ἔπηξε, καὶ οὔασι θῆκε θύρετρα,

### 1364

Μή τι λάθῃ πέμψας κέντρον ἔσω θανάτου.

### 1365

Τοῖα μὲν ἐξ ἐμέθεν χοῒ φάρμακα δυσμενέοντι, Ἤδη καὶ πολιὴ ἄλκαρ ἐμῶν παθέων. Πολλαὶ δ’ οὐκ ἐθέλοντα καταιγίδες ἀπροτίοπτοι Στρωφῶσιν, χαλεποῖς ἄλγεσι τειρόμενον.

### 1365

Αὐτὰρ ὁ οὔτε λόγοις ἐπιπείθεται, οὔτε μόγοισι Δάμναται, οὔτε χρόνῳ κάμπτεται ὀκρυόεις· Ἀλλ’ αἰεὶ ζωῆς κατεναντίον ὄμμασι τυφλοῖς Σπεύδει, καὶ κρημνοὺς, ὡς λεγεὼν, ποθέει. Εἰ δέ τί που καὶ βαιὸν ὑποείξειε Θεοῖο

### 1365

Δείμασιν, ἠὲ πόνοις, ἢ Θεόθεν λογίοις, Ὥστε φυτὸν παλάμῃσι μεθελκόμενον κομέοντος, Γυροῦται προτέρην ἔμπαλιν ἐς κακίην. Ὦ μέλεοι, θανάτοιο βροτῶν γένος! Ὥς ῥα κακοῖσι Δαπτόμενοι, μανίῃ τερπόμεθ’ ἡμετέρῃ.

### 1365

Οὔτε λόγον τίοντες, ὃν ἔνδοθι γινομένοισι

### 1366

Θῆκε Θεὸς, ζωῆς σπέρμα χαριζόμενος· Οὔτε νόμον τρομένοντες, ὃν ἔν ποτε λαϊνέῃσι Γράμματι ἀτρεκίην Χριστὸς ὑποσκιάων Πλαξὶν ἄναξ ἐχάραξε, καὶ ὕστατον ἐν κραδίῃσιν

### 1366

Ἡμετέραις, αἴγλῃ Πνεύματος εὐαγέος· Καὶ Χριστοῦ παθέεσσιν ἐναντία μητιόωντες, Οἷσίν μ’ ἐκ παθέων εἵλκυσεν ἀργαλέων, Σάρκα λαβὼν, σταυρῷ τε παγεὶς, πήξας τε μέλαιναν Πλάσματος ἀμπλακίην, καὶ Βελίαο κράτος,

### 1366

Ὄφρα παλιγγενέες τε καὶ ἐκ τύμβοιο θορόντες, Χριστῷ σὺν μεγάλῳ κῦδος ἔχωμεν ἄνω. Πολλὰ μὲν δὴ πᾶσιν ἐπιχθονίοισι Θεοῖο Δῶρα, τὰ καὶ γλώσσης κρείττονα ἡμετέρης. Καὶ γάρ με πληγῇσιν ἀτασθαλέοντα δαμάζων,

### 1366

Ἕλκει πρὸς ζωὴν, καὶ φίλα μητιόων.

### 1367

Πάντα γὰρ εὐμενέοντι νόῳ μερόπεσσι κυβερνᾷ, Εἰ καὶ κρυπτὸν ἑῆς βένθος ἔχει σοφίης, Καὶ πολὺς ἡμετέρης γενεῆς ζόφος ἠδὲ Θεοῖο Ἵσταται ἐν μεσάτῳ, ὃν περόως’ ὀλίγοι

### 1367

Ὄμμασιν ὀξυτάτοισι διαυγέες ἐκ βιότοιο, Καὶ καθαροὶ καθαρῆς ἁπτόμενοι σοφίης. Αὐτὰρ ἐμοὶ Χριστὸς περιώσιον εὖχος ὀπάζων, Πρῶτα μὲν εὐξαμένῃ νειόθεν ἐκ κραδίης Μητέρι δῶρον ἔδωκε, καὶ ἐκ τοκέων ὑπέδεκτο

### 1367

Δῶρον, ἐπεὶ τέκνου φέρτερον οὐδὲν ἔχον Ἐν πᾶσι κτεάτεσσιν· ἔπειτα δὲ θεῖον ἔρωτα Φάσμασιν ἐννυχίοις σώφρονος ἧκε βίου. Εἰ δ’ ἄγε, νῦν ἀΐοιτε, θεόφρονες· οἱ δὲ βέβηλοι Ψυχὰς, ὑμετέροις οὔασι θέσθε θύρας.

### 1367

Παῖς μὲν ἔην ἁπαλὸς, πάϊς οὐ μάλα, ἡνίκα δὲ φρὴν

### 1368

Ἐσθλῶν ἠδὲ κακῶν εἰκόνος ἐγγράφεται, Οὔπω μὲν στερεοῖσι νοήμασιν εἶδος ἔχουσα, Ἤθεσι δ’ ἀλλοτρίοις πρῶτα χαρασσομένη. Αὐτὰρ ἐμοὶ τοκέες νόον ἔγραφον οὔτι κακοῖσι

### 1368

Χρώμασι, τῆς δ’ ἀρετῆς ἐσθλὰ διδασκομένῳ. Καὶ γὰρ δὴ πάντεσσιν ἐπιχθονίοισιν ἀγητοὶ Ἔσκον, ἐπ’ εὐσεβίῃ θυμὸν ἔχοντες ἕνα, Ἶσον ὁμοῦ πολιῇ τε καὶ ἤθεσι κυδαλίμοισιν, Ἀνδρομέης ζωῆς, ὄλβιοι, εὐσθενέες,

### 1368

Μέτρα παρατροχάοντες. Ὁ μέν ποτε τηλόθι μάνδρης Ἑστηὼς μεγάλης, ἧς μέγα νῦν κρατέει Οὐκ ὄϊς, εἶτ’ ὀΐων προφερέστατος, ἐξ ὀΐων τε

### 1368

Ποιμὴν, νῦν δὲ πατὴρ, καὶ νομέων νομέας.

### 1369

Οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἐλθὼν, Πουλὺ δ’ ἀποκρύψας τοὺς προτέρους καμάτῳ. Ἡ δ’ ἱερῶν τοκέων ἱερὸν φυτὸν, εὐαγέος τε Ῥίζης, καὶ πτόρθων μητέρος εὐαγέων,

### 1369

Οὐδὲν ἀτιμοτέρη προτέρων, αἳ Χριστὸν ἄνακτα Δέξαντ’, ἠδὲ τάφου λεῦσσαν ἀνεγρόμενον· Βαιὸν μὲν πνείοντες ἐπὶ χθονὶ σαρκὸς ἀνάγκῃ, Πλείονα δὲ ζωῆς μοῖραν ἔχοντες ἄνω. Τοῖς μὲν ἐγὼν ἁπαλὴν πλάσθην φρένα, καὶ νεόπηκτος

### 1369

Οἷα τυρὸς, ταλάρου λάμβανον αἶψα τύπον. Καί ποτέ μοι κνώσσοντι παρίστατο τοῖος ὄνειρος, Ἕλκων ῥηϊδίως ἐς πόθον ἀφθορίης. Δοιαί μοι δοκέεσκον ἐν εἵμασιν ἀργυρέοισι Στράπτειν παρθενικαὶ πλησίον ἱστάμεναι,

### 1369

Ἄμφω μὲν καλαὶ, καὶ ὁμήλικες· ἀμφοτέραις δὲ

### 1370

Κόσμος ἀκοσμίη, κάλλος ὃ θηλυτέραις. Οὐ χρυσὸς δειρὴν κατεκόσμεεν, οὐδ’ ὑάκινθος, Οὐδ’ εἶχον σηρῶν νήματα λεπταλέα, Οὐδὲ λίνου μαλακοῖο περιῤῥεθέεσσι χιτῶνας,

### 1370

Οὐ γραπτοῖς βλεφάροις ὄμμ’ ὑπολαμπόμενον, Οὐδ’ ὅσα τεχνήεντες ἐπ’ εἴδεσι θηλυτεράων Ἄνδρες ἐμήσαντο φάρμακα μαχλοσύνης· Οὐ ξανθαὶ πλοκαμῖδες ὑπὲρ νώτοιο χυθεῖσαι Παῖζον ἅμα πνοιαῖς εὐκραέων ἀνέμων.

### 1370

Ζώνῃ μὲν τῇσίν γε καλὸς ἐσφίγγετο πέπλος, Ἄχρι καὶ ἀστραγάλων ἐς πόδας ἑλκόμενος· Κρηδέμνῳ δ’ ἐφύπερθε καρήατα ἠδὲ παρειὰς Κρυψάμεναι, κατὰ γῆς ἑσταότ’ ὄμματ’ ἔχον. Αἰδόος ἀμφοτέρῃσιν ἐπέπρεπε καλὸν ἔρευθος,

### 1370

Ὅσσον ἐϋννήτων φαίνεθ’ ὑπ’ ἐκ φαρέων.

### 1371

Σιγῇ δ’ ἀμφοτέρῃσι μεμυκότα χείλεα κεῖτο, Οἷόν τε δροσεραῖς ἐν καλύκεσσι ῥόδον. Τὰς μὲν ἐγὼν ὁρόων, μέγ’ ἐγήθεον. Ἦ γὰρ ἔφασκον Κρείσσονας ἡμερίων ἔμμεναι οὐκ ὀλίγον.

### 1371

Αἱ δέ με καὶ φιλέεσκον, ἐπεί σφισι θυμὸν ἰάνθην, Χείλεσιν, υἷα φίλον ὡς ἀγαπαζόμεναι· Καί μοι ἐειρομένῳ τίνες ἢ πόθεν εἰσὶ γυναῖκες, Ἡ μὲν ἁγνείαν ἔφη, ἡ δὲ σαοφροσύνην, Αἳ Χριστῷ βασιλῆϊ παρασταδὸν ἑστηκυῖαι,

### 1371

Κάλλεσιν οὐρανίων τερπόμεθ’ ἀζυγέων. Ἀλλ’ ἄγε δεῦρο, τέκος, μίξον τεὸν ἡμετέρῃσι Καὶ πραπίδεσσι νόον, καὶ δαΐσιν δαΐδα, Ὄφρα σε παμφανόωντα δι’ αἰθέρος ὑψιφέρουσαι, Στήσωμεν Τριάδος πὰρ σέλας ἀθανάτου.

### 1372

Ὣς φάμεναι φορέοντο δι’ αἰθέρος. Ὄμμα δ’ ἐμεῖο Ἕσπετ’ ἀφιπταμέναις. Χ’ αἱ μὲν ὄνειρος ἔσαν, Δηθὰ δ’ ἐμὴ κραδίη σεμνοῖς ἰνδάλμασι νυκτὸς Τέρπετο, καὶ φαενῆς εἰκόσιν ἀφθορίης.

### 1372

Ἄρτι μοι ἐς φρένα μῦθος ἀγείρετο, εὖτε νόημα Ἐσθλῶν ἠδὲ κακῶν πήγνυται ἀτρεκέως. Καὶ νόος ἡγεμόνευε πόθου, καὶ κάλλος ἀμυδρὸν Ὄψιος ἐννυχίης φαίνετ’ ἀριπρεπέως. Ὡς δ’ ὅτε καρφαλέην καλάμην σπινθὴρ ἀΐδηλος

### 1372

Ἔνδοθι βοσκόμενος, λάμπεται ἐξαπίνης, Φλὸξ ὀλίγη τοπρῶτον, ἔπειτα δὲ πυρσὸς ἀέρθη Ἄσπετος, ὣς καὶ ἐγὼ φάσματι δαιόμενος Ὦχ’ ὑπέλαμπον ἔρωτα, σέλας δέ τε πᾶσι φαάνθη,

### 1372

Οὐκέτ’ ἐνὶ ψυχῆς βένθεσι κρυπτόμενον.

### 1373

Πρῶτα μὲν εὐσεβέεσσιν ὁμίλεον, οἵ ῥα γάμοιο Δεσμὰ φύγον, κόσμου λυόμενοι χθονίου, Ὡς Χριστῷ πτερόεντες ἅμ’ ἕσπωνται βασιλῆϊ, Ἔνθεν ἀπορνύμενοι κύδεϊ σὺν μεγάλῳ.

### 1373

Τοὺς μὲν ἐγὼ φιλέων τε καὶ ἀμφιέπων περὶ κῆρι, Ἐλπίδος ἡγεμόνας εἶχον ἐπουρανίης· Αὐτὰρ ἔπειτα γάμοιο βαρὺν ζυγὸν ἐκτὸς ἔθηκα, Ὑψηλὴν ποθέων μοῖραν ἀειθαλέων. Καὶ γὰρ δὴ φύσιες μὲν, ὅσαι λάχον οὐρανὸν εὐρὺν

### 1373

Ἀζυγέες, παθέων κρείσσονες ἀργαλέων. Αἰγλήεις πρώτιστα Θεὸς μέγας· ὣς δὲ Θεοῖο Λάτριες ὑψιθρόνου πλησίον ἑσταότες· Οἳ πρώτην ἀκτῖνα Θεοῦ καθαροῖο φέροντες,

### 1374

Παμφαέες, θνητοῖς φῶτα χαριζόμενοι. Ὅσσοι δ’ ἐκ ψυχῆς καὶ σώματος εἰς ἓν ἄγερθεν, Καὶ δυάς εἰσι, χοὸς ἔκγονα μαρναμένου, Συζυγίην ποθέουσι, καὶ ἐς δέμας εἰσὶν ἑτοῖμοι

### 1374

Σπείρειν. Ἀλλ’ ὁ Λόγος κρείσσονα μοῖραν ἄγων, Σαρκὸς νόσφιν ἔθηκε, πλάνου δ’ ἀποέργαθε κόσμου, Ζωῆς δ’ ἀθανάτων θῆκ’ ἀδέτοιο πέλας. Ἔνθα μ’ ἔπεμπε πόθος μεγαλήτορα, οὐδ’ ἐπὶ γαίης Ἤρειδον χθαμαλῆς ἴχνιον ἀδρανέον.

### 1374

Ἀλλ’ ὥστε γλυκεροῖο γεγευμένος ἠὲ γάλακτος, Ἢ μέλιτος, σταθερῆς κεῖθι χοροστασίης, Οὐκ ἔθελον πικρῆς μοι ἐδητύος ἆσσον ἱκέσθαι,

### 1374

Θυμοβόρου κακίης ἐνθάδε τικτομένης.

### 1375

Οὐδέ τί μοι θαλίαι τε καὶ ἃ νεότητι μέμηλεν, Οὐκ ἔσθος μαλακὸν, οὐδὲ χλιδῶσα κόμη, Οὐκ αἰσχρῶν ἐπέων ἄχαρις χάρις, οὐδὲ γέλωτες Ἀκρατέες, σαρκὸς βράσματα δυσμενέος

### 1375

Ἕσκε φίλα. Σκοπέλους δὲ, καὶ οὔρεα, καὶ χρεμέθοντας Ἵππους, ἠδὲ κυνῶν θηροφόνων ὁμαδὸν Ἄλλοισιν παρέηκα, τὰ δ’ ὄλβια πάντα τινάξας, Αὐχέν’ ὑπὸ στερεῇ θῆκα σαοφροσύνῃ, Ἥ μ’ ἐκόμει τ’ ἐφίλει τε καὶ ἐς μέγα κῦδος ἄεξεν,

### 1375

Ἐν δ’ ἐτίθει Χριστοῦ χείρεσι προφρονέως. Ἀλλὰ, Πάτερ, Πατρός τε Λόγος, καὶ Πνεῦμα φαεινὸν, Ζωῆς ἡμετέρης ἕρμα κακοσταθέος, Μή με λίπῃς χείρεσσιν ὑπ’ ἀργαλέῃσι δαμῆναι Δυσμενέος, τῆς σῆς ἐλπίδος ἀντιπάλου.

### 1375

Μηδ’ ὡς νῆα μέλαιναν, ἐΰπλοον, ὀρθὰ θέουσαν, Ἤδη καὶ λιμένων πλησίον ἱπταμένην,

### 1376

Λαίφεσι πεπταμένοισιν ἐπαΐξασα θύελλα Λευγαλέων ἀνέμων, ἐξαπίνης ὀπίσω Πέμψειεν παλίνορσον ἐπ’ εὐρέα νῶτα βίοιο, Ἔνθα καὶ ἔνθα κακοῖς βρασσόμενον μεγάλοις,

### 1376

Μή που δὲ κρυπτῇσι ποτὶ σπιλάδεσσιν ἐάξῃ. Τοῖος γὰρ Βελίου τοῦ φθονεροῖο νόος· Αἰὲν ἀπεχθαίρει μερόπων γένος, οὐδ’ ἀπὸ γαίης Βούλεται οὐρανίους ἔμμεναι, οὐρανόθεν Αὐτὸς ἑὴν διὰ μῆτιν ἐπὶ χθόνα τήνδε τιναχθείς·

### 1376

Δύσμορος, ὃς πρώτου κάλλεος εὖχος ἔχειν Ἱέμενος, μεγάλην τε Θεοῦ βασιληΐδα τιμὴν, Ἀντὶ φάους στυγερὴν ἀμφέσατο σκοτίην. Τοὔνεκα καὶ σκοτίοισιν ἰαίνεται αἰὲν ἐπ’ ἔργοις, Καὶ ζοφερῆς κακίης ἐνθάδε κάρτος ἔχει.

### 1376

Διπλοῦς δ’ αὖ μορφὴν τελέθει, σκολιός τε νόημα,

### 1376

Ἄλλοτ’ ἐπ’ ἀλλοίην ἐρχόμενος παγίδα.

### 1377

Ἤτοι ὁ μὲν σκότος ἐστὶν ὑπέρτατον· ἢν δέ μιν εὕρῃς, Ἄγγελον ἐς φωτὸς ὦκα μεταστρέφεται, Καί ῥ’ ἁπαλὸν γελόων, σαίνει φρένας. Ἔνθα μάλιστα Φράδμονος, ἀντὶ φάους μὴ θανάτῳ πελάσαι.

### 1377

Τὴν μὲν γὰρ κακότητα φυγεῖν, καὶ χείρονος ἀνδρός· Πολλοῖς γὰρ κακίη ἔχθεται ἀμφαδίη. Αἰνῶ δ’ ὃς λοχόοντα, καὶ ὃς ἀΐδηλον ἐλέγχει, Πνεύματος ὀξυτάτοις ὄμμασι δερκόμενος. Ἀλλὰ σάω καὶ γῆρας ἐμὸν πολιόν τε κάρηνον,

### 1377

Τέρμα φέροις ζωῆς ἵλαος, ὥς με πάρος Ἐνδυκέως ἀγάπαζες, ἐπ’ ἤματι δ’ ἦμαρ ἄριστον Ἦγες, χρηστοτέραις ἐλπίσι πρόσθε φέρων· Καί μ’ ἐκ δυσμενέων τε καὶ ἀργαλέων μελεδώνων, Εὔδιον ἐς λιμένα σῆς βασιλείας ἄγοις,

### 1378

Ὄφρα σε σὺν φαέεσσιν ἀειζώοισι γεραίρων, Κύδεος οὐρανίου μοῖραν ἔχοιμι, ἄναξ.

### 1378

Μϛʹ. Κατὰ σαρκός.

### 1378

Σὰρξ ὀλοὴ, Βελίαο κακόφρονος οἶδμα κελαινὸν,

### 1378

Σὰρξ ὀλοὴ, παθέων ῥίζα πολυσχιδέων, Σὰρξ ὀλοὴ, κόσμοιο κάτω ῥείοντος ἑταίρη, Σὰρξ ὀλοὴ, ζωῆς ἀντίπαλ’ οὐρανίης, Σὰρξ ἐχθρὴ φιλίη τε, γλυκὺς μόθος, ἐσθλὸν ἄπιστον, Ἀνδροφόνοιο φυτοῦ πάντοτε γευομένη·

### 1378

Βόρβορε, ἰλυόεσσα πέδη, βρίθουσα μολυβδὶς, Θὴρ ἀδάμασθ’, ὕλης ἔκγονε μαρναμένης, Βράσμα κακὸν, καὶ σῆμα τεῆς καὶ δεσμὸς ἀνάσσης, Εἰκόνος οὐρανίης, τὴν λάχομεν Θεόθεν, Οὐ λήξεις κακότητος ἀναιδέος; οὐχ ὑποείξεις

### 1378

Πνεύματι καὶ πολιῇ, δύσμορε, κακοφραδὲς,

### 1379

Ἣν Χριστὸς παλάμῃσιν ἑαῖς μορφώσατο μούνην, Ἡνίκ’ ἄκοσμον ὕλης κόσμον ἔθηκε λόγῳ, Καὶ πύματον θεότητι κεράσσατο, ὥς κε σαώσῃ Πλάσμα φίλον, ζωῆς κληρονόμον μεγάλης,

### 1379

Τειρόμενον παθέεσσιν ἀμερσινόου Βελίαο, Καὶ θανάτῳ θανάτου ῥύσατ’ ἀπηλεγέος, Τοὔνεκεν ἄζεό μοι, καὶ ἴσχεο μαργοσυνάων, Μηδ’ ἐπ’ ἐμῇ ψυχῇ λύσσαν ἄληκτον ἔχειν. Μαρτύρομ’ ἀθανάτοιο Θεοῦ χέρα, καὶ τὸ πονηρὸν

### 1379

Ἦμαρ, ὃ τὰ θνητῶν ὕστατον εἰς ἓν ἄγει. Ὥς σε καταιχμάζων, καὶ ἄλγεσι παντοδαποῖσι Κάμπτων, καὶ νεκύων θήσομ’ ἀκιδνοτέρην, Εἰ μή μοι στήσειας ἀτασθαλίην τε ῥόον τε, Τῶν καθαρῶν Χριστοῦ δραξαμένη θυσάνων.

### 1379

Ἐλθέ μοι, ὦ δακρύων τε καθάρσιε νειόθι πηγὴ,

### 1380

Κἀγρυπνίη μογερὴ σώματος ἠδὲ νόου, Ὄφρα καταψύξειας ἐμὴν φλόγα, καὶ μυδόωσαν Ῥύψειας παθέων σηπεδόν’ ἀργαλέων. Καὶ γαστὴρ, ἀπόπεμπε κόρον, καὶ κείμεν’ ἔραζε

### 1380

Γοῦνα κατεσκλήκοι, καὶ κόνις εἶδαρ ἔοι. Καὶ τρηχὺς ἁπαλοῖσι περί ῥ’ ῥεθέεσσι τετάσθω Σάκκος, ἐμῆς ψυχῆς ἄλκαρ ἐλαυνομένης. Ἐλθὲ, κατηφιόωσα χοὸς δμήτειρα μεληδὼν, Αἰὲν ἐπερχομένας μάστιγας ὀσσομένη.

### 1380

Τοῖα μὲν ἀφραδίης ἐμὰ φάρμακα. Σεῖο δὲ, Χριστὲ, Καὶ ζωὴ καθαρὴ, καὶ βίος ἐκ νεκύων. Τίς πρόγονον κακίης τε καὶ αἵματος ἡμετέροιο Δέξατ’, ἐπεὶ γεῦσιν μύρατο καὶ ἀπάτην; Τίς σκολιὸν βασιλῆα γόοις ἐκάθηρε Μανασσῆ;

### 1380

Τίς Δαυῒδ μεγάλης λύσατο ἀμπλακίης;

### 1381

Τίς χθαμαλὴν θρήνοισιν ἰδὼν ἐσάωσε Νινευΐ; Τίς δ’ ἐπὶ παιδὶ βάλεν δάκρυον ὁπλοτέρῳ; Τίς χαίρων καθαροῖσιν, ἑκὰς βάλεν οὐδὲ τελώνας; Τίς πρόβατόν τ’ ὤμοις ἄνθετο πλαζόμενον;

### 1381

Τίς λεπροὺς ἐκάθηρε, πικρὰς δ’ ἀποέργαθε νούσους, Σώμασι καὶ ψυχαῖς ἐσθλὰ χαριζόμενος; Σεῖο, Μάκαρ, τάδε δῶρα, βροτῶν φάος. Ἀλλ’ ἐπιβαίης Οἴδματος ἡμετέρου, καὶ σάλος αἶψα πέσοι.

### 1381

ΜΖʹ. Ἐπιτίμησις κατὰ τοῦ ἀλόγου τῆς ψυχῆς.

### 1381

Ἔμπουσα, μαινὰς, ὦ τάλαινα καρδία, Ἔμπουσα, μαινὰς, ποῖ φέρῃ ταῖς ἡδοναῖς, Περιβλέπουσα πανταχοῦ τὰ πλησίον; Οὐ σωφρονήσεις; οὐ κατεργάσῃ τὸ πῦρ

### 1382

Ἐκκαῖον ἐν σοὶ τὰς ὀρέξεις τὰς νόθους; Οὐ ζωπυρήσεις τὸ λογικὸν, τὸ γνήσιον, Προσλαμβάνουσα σύμμαχον τὸν θυμικόν; Ψυχὴ, τί πάσχεις; τί φρονεῖς παρ’ ἀξίαν;

### 1382

Οὐκ οἶδας ὡς εἴληχας ἡνιοχεῖν μόνη, Ὥσπερ τρίπωλον ἅρμα τῶν ἐζευγμένων Ἵππων ἀνίσων τυγχανόντων τῇ φύσει; Εἷς εὐγενὴς, ἄτακτος εἷς, ἥμερος δὲ εἷς· Κ’ ἢν μέν ποτε δώσεις τῷ θράσει τὰς ἡνίας,

### 1382

Σκιρτᾷ, παλαίει, συνταράττει τὸν δρόμον, Ὁρμῶν ἀβούλως, προσλαβὼν δὲ τὸν μέσον, Αὐτῷ μεταπείθει συμπνέειν, τὸν δ’ εὐγενῆ Ὡς αἰχμάλωτον δουλαγωγήσας ἄγει,

### 1382

Σύρων ἄκοντα καὶ στένοντα τὴν πλάνην·

### 1383

Χωρεῖ δ’ ἀτάκτως ἀλογωτάτῃ φορᾷ, Κάτω φερόμενος, ὡς κατὰ κρημνοῦ, βίᾳ· Κ’ οὐδὲν προμηθεῖτ’, οὐδ’ ἀνακόπτει δρόμον, Ἕως ἂν ἐγκύρσειε ταῖς ᾅδου πύλαις,

### 1383

Φθείρων ἑαυτὸν, καὶ σὲ τὴν παναθλίαν. Εἰ δὲ φρονοίης σῇ φύσει ἀνηλόγως, Τῷ δ’ εὐγενεῖ χαίρουσα πώλῳ τὸν δρόμον Ἅπαντ’ ἐπιτρέψειας, ὡς εὖ εἶδέ τι Βαίνειν ἐκείνην τὴν πορείαν τὴν ἄνω·

### 1383

Μέσῳ τ’ ἐπιπλήξειας, ὥστε δεικνύειν Τὸ θυμοειδὲς εἰς δέον, καὶ συντρέχειν Τῷ νοῦν ἔχοντι· τὸν δ’ ἄτακτον εὐτόνως Κέντροις δαμάσσοις, οὐκ ἐῶς’ ἀφηνίαν. Τότ’ εὐχερὴς, εὔρυθμος ἔσται σοι δρόμος,

### 1383

Γαληνιῶν, ἄλυπος, ἐλπίδος γέμων.

### 1384

Ὁ δ’ ἂρ λογισμὸς, ὥσπερ ἵππος εὐγενὴς, Νικᾷ, τὸ νικᾷν τῇ φύσει κεκτημένος, Ἀεὶ προβαίνων, ἀτρέμας νεύων ἄνω, Τὰ τῇδε πάντα δυσχερῆ παρατρέχων·

### 1384

Οὐδ’ ἐνδίδωσιν ἄχρι θείας λήξεως, Σώζων ἑαυτὸν καὶ σὲ τὴν εὐδαίμονα.

### 1384

ΜΗʹ. Εἰς τὸν ἀποθανόντα τῷ κόσμῳ.

### 1384

Ζῶ καὶ τέθνηκα. Τὶς σοφὸς συγκρινέτω. Ψυχῇ τέθνηκα· σὰρξ δέ μοι σθένειν θέλει.

### 1384

Ψυχὴ βιῴη· σὰρξ δέ μοι τεθνηκέτω.

### 1384

ΜΘʹ. Θρῆνος.

### 1384

Ὤμοι ἐγὼν, ὅτι δή με πρὸς οὐρανὸν ἠδὲ Θεοῖο

### 1384

Χῶρον ἐπειγόμενον, σῶμα τόδ’ ἀμφὶς ἔχει!

### 1385

Οὐδέ πη ἔκβασίς ἐστι πολυπλανέος βιότοιο, Καὶ στυγερῆς κακίης, ἥ μ’ ἐπέδησε κάτω, Πάντοθεν ἀπροφάτοισι περικτυπέουσα μερίμναις, Βοσκομέναις ψυχῆς κάλλεα καὶ χάριτας.

### 1385

Ἀλλά με λῦσον, Ἄναξ, λῦσον χθονίων ἀπὸ δεσμῶν, Καί με χοροστασίην τάξον ἐς οὐρανίην.

### 1385

Νʹ. Κατὰ τοῦ πονηροῦ εἰς τὴν νόσον.

### 1385

Ἤλυθες αὖθις ἔμοιγε, δολοπλόκε ὡς ἐνοήθης, Βένθος ἐμῆς κραδίης ἔνδοθι βοσκόμενος,

### 1385

Καὶ πολλοῖς κρατεροῖς τε τινάγμασι τοῦδε βίοιο, Εἰκόνα τὴν ἱερὴν γνὺξ βαλέειν ποθέων· Σαρξὶν ἐρισθενέεσσιν ἐνήλαο, καί μ’ ἐδάϊξας Εἰς πόδας ἐκ κεφαλῆς, ῥεύματι δεσμὰ λύσας

### 1386

Τῷ ξηρὴν ἐδίηνε Θεὸς φύσιν, ὡς ἐκέρασσε Τῇ ψυχρῇ λιαρὴν κοσμογόνῳ σοφίῃ, Ὥς κεν ἰσοστασίη δέμας ἄρτιον ἅμα φυλάσσοι, Τὴν δὲ διχοστασίην καὶ βιότοιο φύγω.

### 1386

Ἤλυθες ἀνδροφόνοισι νοήμασιν, ἐς δ’ ἐμὲ, τλῆμον, Σῆς δνοφερῆς κακίης ἰὸν ἔχευσας ὅλον. Οὐχ ἅλις ἦεν ἔμοιγε βαρύστονα γήραος ἕλκειν Ἄλγεα, καὶ σκοπέλων ἄχθεα τρινακρίων· Ἀλλά με καὶ στυγερὴ κατεδάσσατο δάπτρια νοῦσος,

### 1386

Τηκεδανὴ μελέων, εἰς ἔτος ἐξ ἔτεος. Τοῖσιν ἐπαιάζω, καὶ στείνομαι, ὡς ὅτε τις λὶς Ἄλκιμος, ἐμπλεχθεὶς ἄρκυσι θηροφόνων. Οὐ μύθων ποθέω σκιρτήματα, οὐκ ἐρατεινὴν

### 1386

Πᾶσιν ὁμηλικίην, οὔτε μὲν εὐθαλίην,

### 1387

Οὐκ ἀγορὰς πολίων, οὐκ ἄλσεα, οὐδὲ λοετρὰ, Οὐδ’ ὅσα τοῦ δολεροῦ ἄνθεα τοῦδε βίου. Ταῦτα γὰρ οὐδὲ πάροιθεν ἐμοὶ φίλα, ἐξότε Χριστὸν Ἀγκασάμην, χθονίων τῆλ’ ἀπανιστάμενος.

### 1387

Αἰάζω δ’ ὅτι με Χριστοῦ μεγάλοιο λέλοιπεν Ὄμμα ζωοφόρον, ᾧ μέλον, εἴποτ’ ἔην, Ὅς με καὶ ἐν σπλάγχνοισιν ἁγνῆς κύδηνε τεκούσης, Καὶ πόντου κρυεροῦ ῥύσατο, καὶ παθέων. Αἰάζω λαοῖο θεόφρονος ἡνία ῥίψας,

### 1387

Οὐ μὲν ἀποῤῥίψας, οὔτι δὲ χερσὶ φέρων· Ὃς πρόσθεν μύθοισιν ἀγάλλετο ἡμετέροισιν, Ἡνίκ’ ἀπὸ γλώσσης τρισσὸν ἔλαμπε σέλας. Νῦν γε μὲν, ὡς λιπόμαστος ἐν ἀγκαλίδεσσι τεκούσης Νηπίαχος θηλὴν ἔσπασεν αὐαλέην

### 1388

Χείλεσι διψαλέοισι, πόθον δ’ ἐψεύσατο μήτηρ, Ὣς ἄρ’ ἐμῆς γλώσσης λαὸς ἀποκρέμαται, Ἰσχανόων πηγῆς πολλοῖς τὸ πάροιθε ῥεούσης, Ἧς νῦν οὐδ’ ὀλίγην ἰκμάδα οὔατ’ ἔχει.

### 1388

Ἄλλοι μὲν προχέουσι γλυκὺν ῥόον, οἱ δ’ ἀΐοντες Ἄχνυντ’· οὐ γὰρ ἑοῦ πατρὸς ἔχουσι λόγον. Ποῦ μοι παννυχίων μελέων στάσις, οἷς ὑπερείδων Τοὺς πόδας βεβαὼς, ἔμπνοος ὥστε λίθος. Ἢ μοῦνος Χριστῷ ξυνούμενος, ἢ σὺν ὁμίλῳ,

### 1388

Τέρψιν ἔχων ἱερῶν ἀντιθέτων μελέων; Ποῦ καμπτῶν γονάτων γλυκερὸς πόνος, ὃν προπάροιθε Δάκρυα θερμὰ χέον, νοῦν σκοτίην συνάγων; Ποῦ δὲ πενητοκόμοι παλάμαι, περὶ νοῦσον ἕπουσαι;

### 1388

Ποῦ τῆξις μελέων οἴχεται ἀδρανέων;

### 1389

Οὐκέτι μὲν θυέεσσιν ἁγνοῖς ἐπὶ χεῖρας ἀείρω, Τοῖς μεγάλοις Χριστοῦ μιγνύμενος πάθεσιν. Οὐκέτι δ’ ἀθλοφόροισι φίλην ἵστημι χορείην, Εὐφήμοισι λόγοις τίμιον αἷμα σέβων.

### 1389

Εὐρὼς δ’ ἀμφὶ βίβλοισιν ἐμαῖς, μῦθοι δ’ ἀτέλεστοι, Οἷς τίς ἀνὴρ δώσει τέρμα, φίλα φρονέων; Πάντ’ ἔθανε ζώοντι· βίος δέ μοί ἐστιν ἀφαυρὸς, Νηὸς ἀκιδνότερος, τὴν λίπον ἁρμονίαι· Ἀλλ’ ἔμπης εἰ καί με, βαρύστονε δαῖμον, ἐλαύνεις,

### 1389

Οὔ ποτέ σοι κάμψω γούνατ’ ἐμῆς χραδίης· Ἀλλ’ ἄτρωτος, ἄκαμπτος, ἐμὴν ἐς μητέρα γαῖαν Δύσομ’· ἔχοι σκώληξ τὴν ὄφεως δαπάνην. Τύπτε δορὴν, ψυχὴ δ’ ἄρ’ ἀνούτατος· εἰκόνα θείην Παρστήσω Χριστῷ, τὴν λάχον, ἀνδροφόνε.

### 1390

Καὶ γὰρ πρόσθε πέδησας Ἰὼβ μέγαν, ἀλλ’ ἐδαμάσθης, Ὥς μιν ἀεθλοθέτης ἐστεφάνωσε μέγας, Καὶ θῆκεν περίβωτον ἑῷ κηρύγματι νίκην, Πάντα δ’ ἔδωκεν ἔχειν διπλᾶ, τά οἱ κέδασας.

### 1390

Τοῖος ἐνηείης Χριστοῦ νόμος· ἀλλά μ’ ἄνωχθι Ὀψέ περ ἀρτεμέειν· σὸς λόγος ἐστὶν ἄκος. Λάζαρος ἐν νεκύεσσιν ἐγὼ νέος, ἀλλὰ βόησον, Ἔγρεο, καὶ ζήτω σοῖσι λόγοισι νέκυς. Λυσιμελὴς νέος εἰμὶ ὁ λέκτριος, ἀλλὰ βόησον,

### 1390

Πήγνυσο, καὶ κλίνην βήσομαι ὕψι φέρων. Σῶν κλέπτω θυσάνων παλάμαις ἄκος, ἀλλὰ ῥέεθρον Αἵματος ἴσχε τάχος σαρξὶ μαραινομέναις. Σοὶ δ’ ὑποκάμπτομ’ ἔγωγε, τεὸν λάχος, ὡς Χαναναία,

### 1390

Γυρὸν ἔχουσα δέμας, ἀλλ’ ἀνάειρέ μ’, Ἄναξ.

### 1391

Πόντος ἄνω, σοὶ δ’ ὕπνος ἔπι γλυκύς· ἀλλὰ τάχιστα Ἔγρεο, καὶ στήτω σοῖσι λόγοισι σάλος. Ἔστι μὲν ἄλγος ἔμοιγε, καὶ ἅψεα νοῦσος ἔχουσα. Οὐ γὰρ δὴ βροτέων πάμπαν ἀμοιρέομεν,

### 1391

Οὔτ’ ἐγὼ, οὔτε τις ἄλλος, ἐπεὶ Θεὸς ὧδε κελεύει, Μή τιν’ ὕπερθε φέρειν ὀφρὺν ἐπουρανίου, Πάντας δ’ ἐς μεγάλοιο Θεοῦ λεύσσοντας ἀρωγὴν, Χρειοῖ κέντρον ἔχειν πλεῖον ἐπ’ εὐσεβίῃ. Ἀλλ’ ἔμπης οὐ τόσσον ὀδύρομαι εἵνεκα νούσου,

### 1391

(Νοῦσος γὰρ νοερῷ καί τινα ῥύψιν ἔχει, Ἧς πάντες χατέουσι, καὶ ὃς μάλα καρτερός ἐστι· Δεσμὸς γὰρ θνητοῖς καί τι μέλαν φορέει·) Ὁσσάτιον χθαμαλῶν περικήδομαι, ἄλγεα πάσχων, Μή τις ὀλισθήσῃ πήμασιν ἡμετέροις.

### 1392

Παῦροι μὲν μερόπων κρατερόφρονες, οἵ ῥα Θεοῖο Δέχνυντ’ ἀσπασίως πᾶσαν ἐπιστασίην, Τερπνῶν τε λυπρῶν τε, λόγον δ’ ἐπὶ πᾶσιν ἴσασιν, Εἰ καὶ κρυπτὸν ἑῆς βένθος ἔχει σοφίης.

### 1392

Πολλοὶ δ’ εὐσεβέεσσιν ἐπιθρώσκουσιν ἀκιδνοῖς. Ὡς θεολατρείης οὐδὲν ἔχουσι γέρας· Ἢ καὶ πάμπαν ἄτιμον ἐνὶ στήθεσσι νόημα Ἵσταντ’, αὐτομάτην πᾶν τόδε πῆξιν ἔχειν, Οὐδὲ Θεὸν μεδέοντα βροτήσια πάντα κυβερνᾷν·

### 1392

Οὐδὲ γὰρ ἂν τοίους οἴακας ἄμμι φέρειν. Τῶν μνῆσαι, καὶ ἄλαλκε τεῷ θεράποντι, μέγιστε, Μηδ’ ἐπὶ λωβητὸν τέρμα βάλῃς βιότου. Σὸς λάτρις οὗτος ἔγωγε, τεοῖς δ’ ἐπὶ χεῖρας ἰάλλω

### 1392

Δώροις, καὶ κεφαλαῖς τῶν ὑποκλινομένων,

### 1393

Καὶ νούσων καλέουσιν ἀρηγόνα. Ἵλαθι, Χριστέ· Εἰ δέ τ’ ἀποκρύπτεις, δὸς σθένος ἀθλοφόρον. Μήτε με πάμπαν ἄτιμον ἔχοις, Λόγε, μηδ’ ἐπίμοχθον, Μήτ’ ἀχάλινον ἄγοις, μήτε δυηπαθέα.

### 1393

Κέντρῳ νύσσε, Μάκαρ, μὴ δούρατι· μήτε με κούφην, Μηδ’ ὑπεραχθομένην νῆα θάλασσα φέροι. Καὶ κόρος ὑβρίζει, καὶ ἄλγεα νυκτὶ καλύπτει. Ἀντιταλαντεύοις τίσιν ἀπημοσύνῃ. Ἔσχες ἀγηνορέοντά μ’, ὑπερμογέοντ’ ἐλέαιρε,

### 1393

Ὡς ἔτ’ ἐνηείης καιρὸς, ἀριστόδικε. Ἅζομ’ ἐμὴν πολιήν τε καὶ ἅψεα αὐτοδάϊκτα, Καὶ θυσίας, μογέων πήμασι, καὶ θεόθεν. Ἀλλὰ τί μοι τὰ περισσὰ νόμους θεότητι τίθεσθαι, Τῇ με, Χριστὲ, φέροις σὸν λάτριν, ὡς ἐθέλοις.

### 1394 (1t)

ΝΑʹ. Θρηνητικὸν ὑπὲρ τῆς αὐτοῦ

### 1394 (1t)

ψυχῆς.

### 1394 (1t)

Πολλάκις ἱμερόεντα νέη θαλάμοισι προθεῖσα Εἰσέτι παρθενικοῖσι νέκυν πόσιν, αἰδομένη περ,

### 1394 (1t)

Ἀρτίγαμος, στίλβουσα, πικρὴν ἀνεβάλλετ’ ἀοιδὴν, Αἱ δέ νύ οἱ δμωαὶ καὶ ὁμήλικες ἔνθα καὶ ἔνθα Ἱστάμεναι γοάουσιν ἀμοιβαδὶς, ἄλκαρ ἀνίης. Καὶ μήτηρ φίλον υἷα νεόχνοον, οὐκέτ’ ἐόντα Μύρετ’, ἐπ’ ὠδίνεσσι νέας ὠδῖνας ἔχουσα.

### 1394 (1t)

Καί τις ἑὴν πάτρην ὀλοφύρεται, ἣν διέπερσε Θοῦρος Ἄρης· δόμον ἄλλος, ὃν ὤλεσεν οὐρανίη φλόξ.

### 1394 (1t)

Ψυχὴ, σοὶ δὲ γόος τις ἐπάξιος, ἣν κατέπεφνεν

### 1395

Οὖλος ὄφις, πικρὸν δ’ ἐνομόρξατο εἰκόνι λοιγόν; Δάκρυε, δάκρυ’, ἀλιτρέ· τό σοι μόνον ἐστὶν ὄνειαρ. Λείψω μὲν θαλίας τε ὁμηλικίην τ’ ἐρατεινήν· Λείψω δ’ αὖ μύθων τε μέγα κλέος, εὐγενέος τε

### 1395

Αἵματος, ὑψορόφους τε δόμους, καὶ ὄλβον ἅπαντα· Λείψω δ’ ἠελίου γλυκερὸν φάος, οὐρανὸν αὐτὸν, Γείρεα παμφανόωντα, τά τε χθὼν ἐστεφάνωται· Ταῦτα μὲν ἑψομένοισιν. Ἐγὼ δ’ ὑπένερθε καρήνου Δεσμὰ φέρων, νεκρός τε καὶ ἄπνοος, ἐν λεχέεσσι

### 1395

Κείσομαι, ὑστατίοισι γόοις γοάοντας ἰαίνων, Αἶνον ἔχων καὶ φίλτρον ἀδήριτον, οὐκ ἐπὶ δηρόν. Αὐτὰρ ἔπειτα λίθος τε καὶ ἄμβροτος ἔνδοθι λώβη· Ἀλλὰ καὶ ὣς τούτων μὲν ἐμὸν κέαρ οὐκ ἀλεγίζει,

### 1396

Μούνην δὲ τρομέω καθαρὴν πλάστιγγα Θεοῖο. Ὤ μοι ἐγώ! τί πάθω; πῶς κεν κακότητα φύγοιμι; Βένθεσιν, ἢ νεφέεσσι λαθὼν βίον; αἴθε γὰρ ἦεν Ἀμπλακίης τις χῶρος ἐλεύθερος, ὥς τινα θηρῶν

### 1396

Καὶ νούσων ἐνέπουσιν, ὅπως φυγὰς ἔνθεν ἵκωμαι! Χέρσῳ μέν τις ἄλυξε πικρὴν ἅλα, ἀσπίδι δ’ ἔγχος, Καὶ κρυεροῦ νιφετοῖο δόμος σκέπας. Ἡ κακίη δὲ Ἀμφίθετος, πολύχωρος, ἀφυκτοτάτη βασίλεια, Ἠλίας πυρόεντι πρὸς οὐρανὸν ἤλυθε δίφρῳ·

### 1396

Μωσῆς παιδοφόνου ποθ’ ὑπέκφυγε δόγμα τυράννου, Κητείων λαγόνων σκότιον μόρον ἁγνὸς Ἰωνᾶς, Καὶ θῆρας Δανιὴλ, παῖδες φλόγας. Αὐτὰρ ἔμοιγε

### 1396

Τίς λύσις κακότητος; Ἄναξ, σύ με, Χριστὲ, σάωσον.

### 1397 (1t)

ΝΒʹ. Θρῆνος.

### 1397 (1t)

Πέπονθα δεινὰ πλεῖστα, καὶ δεινῶν πέρα, Καὶ ταῦθ’ ὑφ’ ὧν ἥκιστα ᾠόμην παθεῖν. Ἀλλ’ οὐδὲν οἷόν μ’ οἱ κακῶς εἰργασμένοι.

### 1397 (1t)

Τὰ μὲν γὰρ οἴχεθ’· ὧν δ’ ἔγραψεν ἡ δίκη Βίβλοις σιδηραῖς, οἶδα τὴν μοχθηρίαν.

### 1397 (1t)

ΝΓʹ. Ἕτερος θρῆνος.

### 1397 (1t)

Φίλοι, πολῖται, δυσμενεῖς, ἐχθροὶ, πρόμοι, Πόλλ’ οἶδα πληγείς· οἶδα, ἀλλ’ οὐ φάσκετε·

### 1397 (1t)

Βίβλοι φέρουσι ταῦτα, οὐ λήσεσθέ με.

### 1397 (1t)

ΝΔʹ. Κατὰ τοῦ πονηροῦ.

### 1397 (1t)

Ἤλυθες, ὦ κακοεργέ· νοήματα σεῖο γινώσκω·

### 1398

Ἤλυθες, ὄφρα φάους με φίλης τ’ αἰῶνος ἀμέρσῃς. Δύσμαχε, πῶς φάος ἦλθες, ἐὼν ζόφος; οὐκ ἀπατήσεις Ψευδόμενος. Πῶς πικρὸν ἐμοὶ μόθον αἰὲν ἀγείρεις, Ἀμφαδίην λοχόων τε; τί δ’ εὐσεβέεσσι μεγαίρεις,

### 1398

Ἐξέτι τοῦ ὅτε πρῶτον Ἀδὰμ βάλες ἐκ παραδείσου, Πλάσμα Θεοῦ, κακίῃ δὲ σοφὴν ἐλόχησας ἐφετμὴν, Καὶ πικρὴν γλυκερῇ ζωῇ πόρσυνας ἐδωδήν; Πῶς σε φύγω; τί δὲ μῆχος ἐμοῖς παθέεσσιν ἐφεύρω; Τυτθαῖς μὲν πρώτιστον ἁμαρτάσιν, οἷα ῥέεθρον,

### 1398

Ἐμπίπτεις κραδίῃσιν· ἔπειτα δὲ χῶρον ἀνοίγεις Εὐρύτερον· μετέπειτα ῥόος θολερός τε μέγας τε Ἤλυθες, ἄχρι χάος με λάβοι τεὸν, ἠδὲ βέρεθρον.

### 1398

Ἀλλ’ ἀποχάζεο τῆλε, τεὰς δ’ ἐπὶ χεῖρας ἰάλλοις

### 1399

Ἔθνεσιν ἢ πτολίεσσιν, ὅσαι Θεὸν οὐκ ἐνόησαν. Αὐτὰρ ἐγὼ Χριστοῖο λάχος, νηός τε τέτυγμαι, Καὶ θύος· αὐτὰρ ἔπειτα θεὸς, θεότητι μιγείσης Ψυχῆς. Ἀλλ’ ὑπόεικε Θεῷ, καὶ πλάσματι θείῳ,

### 1399

Ἁζόμενος μῆνίν τε Θεοῦ, ψυχῶν τε χορείην Εὐσεβέων, ἦχόν τε διηνεκέεσσιν ἐν ὕμνοις.

### 1399

ΝΕʹ. Ἀποτροπὴ τοῦ πονηροῦ, καὶ τοῦ Χριστοῦ

### 1399

ἐπίκλησις.

### 1399

Φεῦγ’ ἀπ’ ἐμῆς κραδίης, δολομήχανε, φεῦγε τάχιστα·

### 1399

Φεῦγ’ ἀπ’ ἐμῶν μελέων, φεῦγ’ ἀπ’ ἐμοῦ βιότου. Κλὼψ, ὄφι, πῦρ, Βελίη, κακίη, μόρε, χάσμα, δράκων, θὴρ, Νὺξ, λοχέ, λύσσα, χάος, βάσκανε, ἀνδροφόνε· Ὃς καὶ πρωτογόνοισιν ἐμοῖς ἐπὶ λοιγὸν ἕηκας,

### 1400

Γεύσας τῆς κακίης, οὔλιε, καὶ θανάτου. Χριστὸς ἄναξ κέλεταί σε φυγεῖν ἐς λαῖτμα θαλάσσης, Ἠὲ κατὰ σκοπέλων, ἠὲ συῶν ἀγέλην, Ὡς λεγεῶνα πάροιθεν ἀτάσθαλον. Ἀλλ’ ὑπόεικε,

### 1400

Μή σε βάλω σταυρῷ, τῷ πᾶν ὑποτρομέει. Σταυρὸν ἐμοῖς μελέεσσι φέρω, σταυρὸν δὲ πορείῃ, Σταυρὸν δὲ κραδίῃ· σταυρὸς ἐμοὶ τὸ κλέος. Οὐ λήξεις λοχόων με, κακόσχολε; οὐκ ἐπὶ κρημνοὺς, Οὐ Σόδομα βλέψεις, οὐκ ἀθέων ἀγέλας,

### 1400

Οἳ μεγάλην θεότητα διατμήξαντες ἔλυσαν, Ἀλλ’ ἐπ’ ἐμὴν πολιὴν, ἀλλ’ ἐπ’ ἐμὴν κραδίην; Αἰεί με δνοφεροῖσι νοήμασιν, ἐχθρὲ, μελαίνεις, Οὔτε Θεὸν τρομέων, οὔτε θυηπολίας. Οὗτος καὶ Τριάδος νόος ἔπλετο ἠχέτα κήρυξ·

### 1400

Καὶ νῦν τέρμα βλέπει. Βόρβορε, μή με θόλου,

### 1401

Ὡς καθαρὸς καθαροῖσι συναντήσω φαέεσσιν Οὐρανίοις. Αἶγλαι, δεῦτ’ ἐπ’ ἐμὴν βιοτήν· Τὰς δὲ χέρας τανύω, δέξασθέ με. Χαῖρε σὺ, κόσμε· Χαῖρε, μογηροφόρε· φείδεο τῶν μετ’ ἐμέ.

### 1401

Νϛʹ. Κατὰ τοῦ αὐτοῦ.

### 1401

Θεὸν βοῶ. Τί τοῦτο; φεῦγέ μοι τάχος, Φεῦγ’, ὦ κάκιστον θηρίον, βροτοκτόνον, Τί μοι διοχλεῖς οὐδὲν ἠδικημένος; Τῶν σῶν συῶν πλήρωσον εἰσελθὼν βάθη.

### 1401

Δέξονθ’ ἑτοίμως εἰς βυθοὺς πεσούμενον. Ἐμοῦ δ’ ἀπόσχου, μή σε τῷ σταυρῷ βάλω, Ὃν πάντα φρίσσει καὶ τρέμει φόβῳ κράτους.

### 1402 (1t)

ΝΖʹ. Κατὰ τοῦ πονηροῦ.

### 1402 (1t)

Φεῦγ’ ἄπο τὰς γραμμὰς, ὦ βάρβαρε, μή με διόχλει. Φεῦγε, πονηρὸς ἅπας· Χριστὸς ἐμοὶ γράφεται, Μή με φύγῃ τὸ νόημα συνηγμένον· ἔῤῥετε πάντες,

### 1402 (1t)

Οὓς μὴ Χριστὸς ἄγει τῆλ’ ἀπὸ τῶν χθονίων.

### 1402 (1t)

ΝΗʹ. Κατὰ τοῦ αὐτοῦ.

### 1402 (1t)

Καὶ τοῦτο τῆς σῆς, ὦ κάκιστε, προσβολῆς. Τὸν νοῦν ἐφέρπεις εὐστρόφοις ἑλίγμασι, Πείθων τὸ λεῖον ἁρπάσαι τῆς ἡδονῆς.

### 1402 (1t)

Ἀλλ’ οὔτι πείσεις· τοῦτ’ Ἀδὰμ πέπεικέ με. Εἰς γῆν ἀποστράφηθι, καὶ κάραν πατοῦ. Εἰ δ’ ἰσχύς ἐστι μικρὸν ἐγχρίψαι ποδὶ,

### 1402 (1t)

Κρεμῶ σε χαλκοῦν, ὡς βλάβην ὁρῶν φύγω.

### 1403 (1t)

ΝΘʹ. Κατὰ τοῦ αὐτοῦ.

### 1403 (1t)

Ἄπελθ’, ἄπελθε, δυσμενὲς, βροτοκτόνε· Ἄπελθε, δεινῶν ὄμμα, λυσσῶδες κακόν· Ἄπελθε. Χριστὸς ἔνδον, ᾧ φέρων ἐμὴν

### 1403 (1t)

Ψυχὴν δέδωκα. Φεῦγ’ ἀπειπὼν ὡς τάχος. Ὠὴ βοηθεῖτ’, ἄγγελοι παραστάται! Ὠὴ τυραννὶς, καὶ κλοπὴ προσέρχεται. Ὧν μ’ ἐξέλεσθε, ναὶ, φίλοι, λιθάζομαι.

### 1403 (1t)

Ξʹ. Κατὰ τοῦ αὐτοῦ.

### 1403 (1t)

Ἦλθες μὲν, ἦλθες, ὦ κάκιστ’, ἀλλ’ ἐσχέθης. Ὡς καπνὸν εἶδον, ᾐσθόμην καὶ τοῦ πυρός. Ὀσμὴ δριμεῖα, τοῦ δράκοντος ἔμφασις. Σταυρὸν δ’ ἐφίστημ’, ὃς φύλαξ ζωῆς ἐμῆς, Ὃς πάντα κόσμον συνδέων, Θεῷ φέρει.

### 1404

Τοῦτον φοβηθεὶς, εἶκε, μὴ πάλιν φανῇς. Καλεῖ μ’ ἄχραντον ἡ χάρις παραστάτην. Πόσον πιέζεις δή με τοῖς κακοῖς; πόσον; Ἐμοὶ Θεὸς τέθνηκε, κ’ αὖθις ἔγρετο.

### 1404

Αἰδοῦ τὸ λοῦτρον· εἶξον, ὦ βροτοκτόνε. Ὡς ἡδονῇ με πρῶτον ἔκλεψας πικρᾷ, Οὕτω κακῶς με σήμερον κτεῖναι θέλεις. Ἄπελθ’, ἄπελθε· τῆς πάλης γὰρ ᾐσθόμην. Κἂν σῶμ’ ἔχῃς μου, τόν γε νοῦν οὐ πείσομαι.

### 1404

ΞΑʹ. Θρῆνος.

### 1404

Εἰκὼν κενοῦται, τίς βοηθήσει λόγος; Εἰκὼν κενοῦται, δῶρον ἀχράντου Θεοῦ. Ὑβρίζετ’ εἰκών· αἴθομ’, ὦ φθόνε, φθόνε,

### 1404

Ἀλλοτρίοις λόγοις τε καὶ σοφίσμασι.

### 1405

Πηγὴ κακῶν, μὴ βλύζε, μὴ ματαία φρήν. Εἰ δ’ οὖν σὺ, γλῶσσα, μὴ δέχου τὸν βόρβορον. Εἰ δ’ οὖν σὺ, χείρ γε, μὴ δέχου τὰ χείρονα. Οὕτως ἂν εἰκὼν ἡμῖν ἄφθαρτος μένῃ.

### 1405

ΞΒʹ. Ἱκετήρια εἰς Χριστόν.

### 1405

Μή σου λαθοίμην, μηδέ μου λάθῃς, Ἄναξ, Ἄναξ σοφῶν μέλημα, καὶ τρισσὸν φάος· Μή που λάθῃ με δυσμενὴς συναρπάσας, Κευθμῶν’ ἐς ᾅδου, καὶ σκότου πικρὰς πύλας.

### 1405

Δεινὸς γάρ ἐστι, καὶ λοχῶν τούς σοι φίλους Ὃν, οἶδα, φεύξομ’, εἰ σύ μου μνήμην ἔχεις, Πυκνῶν ἀεὶ λόγοις τε καὶ νοήμασιν.

### 1406 (1t)

ΞΙʹ. Θρῆνος πρὸς τὸν Χριστόν.

### 1406 (1t)

Οἴμοι προσῆλθε, Χριστέ μου, πάλιν δράκων. Οἴμοι προσῆλθε δειλιῶντί μοι σφόδρα. Οἴμοι γέγευμαι τοῦ ξύλου τῆς γνώσεως.

### 1406 (1t)

Οἴμοι φθονεῖσθαι δ’ ὁ φθόνος πέπεικέ με. Οὔτ’ εἰμὶ θεῖος, καὶ βέβλημ’ ἔξω τρυφῆς. Ῥομφαία, μικρὸν τὴν κακὴν σβέσον φλόγα, Ὡς ἂν πάλιν δέξῃ με τῶν φυτῶν ἔσω Χριστῷ συνεισελθόντα λῃστὴν ἐκ ξύλου.

### 1406 (1t)

ΞΔʹ. Ἄλλο πρὸς Χριστόν.

### 1406 (1t)

Πάλιν προσῆλθεν ὁ δράκων· σοῦ δράσσομαι. Δαβὶδ παρέστω, κρουέτω τὴν κινύραν.

### 1406 (1t)

Ἄπελθ’, ἄπελθε, πνεῦμα συμπνίγον, κακά.

### 1407 (1t)

ΞΕʹ. Θρῆνος.

### 1407 (1t)

Εἴ μοι πονήρως εἶχε κρᾶσις σώματος, Ἰατρὸν ἄν τιν’ εὗρον. Εἰ πένης τις ἦν, Τῷ πλουσίῳ προσῆλθον· ὅρμῳ δ’ ἐν ζάλῃ·

### 1407 (1t)

Εἰ δ’ ἠδικούμην, τοῖς νόμοις καὶ βήματι. Θάμνος δὲ ἐξέσωσεν ἐκ κρημνίσματος. Εἰ δὲ σκελίζει μ’ ὁ φθορεὺς τῆς εἰκόνος, Τίς μοι γένοιτ’ ἔρυμα, πλὴν σοῦ, Κοίρανε;

### 1407 (1t)

Ξϛʹ. Ἄλλος πρὸς Χριστόν.

### 1407 (1t)

Καινὸν, καινὸν τί τοῦτο, ὦ Θεοῦ Λόγε, Καινὸν τί πάσχω; καρδίας ἐμῆς βάθος Κενὸν λόγων τε καὶ νοημάτων σοφῶν,

### 1408

Τὸ μὲν πονηρὸν πνεῦμα φεῦγον οἴχεται· Οὔπω δὲ μεστὴ χώρα μοι τοῦ κρείσσονος. Πλῆσόν με τῶν σῶν, μὴ πάλιν ἐλθὼν φθόνος, Αὐτοῦ με θῆται χεῖρον ἐργαστήριον.

### 1408

ΞΖʹ. Εἰς ἑαυτόν.

### 1408

Ἐξηπάτημαι, Χριστέ μου, τῷ σοι σφόδρα Θαῤῥεῖν. Ἐπήρθην καὶ κατηνέχθην σφόδρα. Ἀλλ’ αὖθις ὕψωσόν με· καὶ γὰρ ᾐσθόμην Παίζων ἐμαυτόν. Εἰ δ’ ἐπαρθείην ἔτι,

### 1408

Αὖθις πέσοιμι πτῶμα καὶ συντρίμματος. Εἰ μὲν δέχῃ με· εἰ δὲ μὴ, τέθνηκα μέν.

### 1408

Ἐμοὶ τὸ χρηστὸν ἐξανηλώσω μόνῳ;

### 1409 (1t)

ΞΗʹ. Εἰς ἑαυτόν.

### 1409 (1t)

Λέγουσιν οἱ μισοῦντες (ὡς δ’ ἐμοὶ δοκεῖ, Λέγουσιν οὐ δίκαια· Πῶς γὰρ δίκαιον τοὺς φίλους περιφρονεῖν,

### 1409 (1t)

Ὡς μὴ Θεὸν λέγοιμι, ᾯ πρόσθε κεῖται πάντα, καὶ γινώσκεται Σαφῶς, ὀξὺ βλέποντι)· Ἀλλ’ οὖν λέγουσι τῷ φθόνῳ νικώμενοι, Φθόνῳ παθῶν δικαίῳ,

### 1409 (1t)

Τήκοντι τοὺς ἔχοντας, ὥσπερ ἄξιον. Τί οὖν, ἄθρει, λέγουσι. Λέγουσιν, ὡς αὐτοί με τὸν δυσδαίμονα

### 1410

(Καὶ γὰρ δοκοῦσι τοῦτο) Κωνσταντίνου βαλόντες ἐκτὸς ἄστεος Ἀπωφρύωσαν. Εὖγε· Βαρὺς γὰρ αὐτοῖς, καὶ θράσους ἤμην γέμων.

### 1410

Τέμνων ὁδοὺς ἀτρίπτους, Ἐθῶν πατρῴων καὶ νόμων διαφθορεὺς, Εἴπερ νόμος τὰ φαῦλα, Πλούτου, τύφου τε, θρύψεως, φιλαρχίας, Τῶν νῦν ἐπικρατούντων.

### 1410

Οὕτω γάρ εἰσι τὴν φρόνησιν ἄθλιοι, Ὥστ’ οὐ λέγειν ὀκνοῦσιν, Ἃ καὶ λεγόντων ἐγκαλύπτεσθ’ ἦν πρέπον

### 1410

Ἄλλων ἀπεχθαιρόντων.

### 1411

Οὕτω τι τυφλόν ἐστιν ἡ μοχθηρία, Καὶ τὸ φρονεῖν βλάπτουσα. Οὗτοι μὲν οὖν ἔῤῥοιεν ἐκ μέσου λόγου· Οὐδὲν πρὸς ἡμᾶς ταῦτα,

### 1411

Οὔθ’ οἱ κακῶς λέγοντες, οὔθ’ οἱ δεξιῶς. Ῥείτωσαν ὡς θέλουσιν· Γλώττης γὰρ οὐδέν ἐστιν εὐστροφώτερον· Λέγῃ τι καὶ πρὸς ἡμῶν. Πολλοὶ τάδ’ οἱ λέγοντες ἀκριβέστερον,

### 1411

Ὡς ἀφθόνως λέγοντες. Ἃ δ’ οἴομ’ εἰπὼν τήν τινων στήσειν βλάβην, Τάδ’ ἐστὶν εἰπεῖν κρεῖσσον·

### 1412

Πολὺς γάρ ἐστιν εἰς τὸ χεῖρον ὁ δρόμος, Κἂν μηδενὸς κινοῦντος. Λέγουσιν, ὡς ἁδρῶν μὲν ἡσσῶμαι θρόνων, Ὡς τῶν, ἀφ’ ὧν κατῆλθον,

### 1412

Τοὺς δ’ ἂν πένητας, καὶ στενοὺς διαπτύω, Τὰ σφῶν σαφῶς λέγοντες. Ὃ γὰρ πέπονθε, τοῦτο καί τις οἴεται· Ἀλλ’ οὐκ ἐγὼ πέπονθα. Τοῖς μὲν προσήχθην, τῶν δ’ ἀπήχθην οὐχ ἑκὼν,

### 1412

Οὕτω Θεοῦ τυποῦντος. Τοῖς μὲν προσήγαγέ με δῆμος, ποιμένες,

### 1412

Καὶ γλῶσσαν αἰτοῦν Πνεῦμα.

### 1413

Λαὸν γὰρ ἐχρῆν ἄγριον καταρτίσαι Στεῤῥῷ βίῳ, λόγῳ τε, Πολλαῖς καμόντα δογμάτων καταδρομαῖς, Ὡς ναῦν μέσην κλύδωνος.

### 1413

Τοῖς δ’ οὐ προσήγαγ’ ἡ λύσις τοῦ σώματος Καθ’ ἡμέραν θνήσκοντος. Ἦμεν καλοί τε κἀγαθοὶ, (τίς ἀντερεῖ;) Καὶ Πνεύματος γέμοντες, Ὃν νῦν στενὸν, καιροῖς τε συῤῥιπτούμενον

### 1413

Κακοῖς κακῶς βλέπουσιν. Ὑψιθρόνου θ’ ἕδρασμα λαὸν ποιμένος Τοῦ πρόσθεν οὔτι μείζω. Ἀλλ’ οὐκ ἐμόν γε, πλὴν ὅσα χρήσει χερὸς,

### 1414

ᾯ καὶ τὸ θαῤῥεῖν εἶχον. Οὐκ ἠγνόουν Ἰωνᾶν, ὃς Θεοῦ λόγον Ἔφευγεν, ἀλλ’ ἐλήφθη Κλύδωνι, κλήρῳ, θηρίῳ, γαστρὶ, βράσει,

### 1414

Ἐξ ὧν ὁ κήρυξ, κήρυξ. Ἀλλ’ εἶχον ὥς τις ὢν ἐλεύθερος Θρόνων τε κινδύνων τε. Τὸν νοῦν δὲ πυκνὸς εἰς Θεοῦ κοινωνίαν Ἔσπευδον, ἡσύχαζον.

### 1414

Ἐπεὶ δ’ ἅπαντες, ὡς νεκροῦ δυσωδίᾳ, Γῦπες κατέστησάν μου, Καὶ λαὸν ἐσπάρασσον εὐώνοις τομαῖς,

### 1414

Πῶς ἤγαγές με, Χριστὲ,

### 1415

Ζωῆς χαλινὲ τῆς ἐμῆς καὶ καρδίας; Σὸν γὰρ τόδ’ ἐστὶν ἔργον. Ὡς Λάζαρόν με τετραήμερον, τάφων Ἐξήγαγες βοήσας.

### 1415

Ἀνίσταμ’, οἱ δ’ ἔπτηξαν· ἀλλὰ, Χριστέ μου, Καὶ σάρκα τήνδε πῆξον, Ἣν σοί γε κέκτημ’, ᾧ φέρων ζωὴν ἐμὴν Πᾶσάν γ’ ἔδωκα δῶρον. Καὶ λάκκον ᾤκης’ ἀγρίων θηρῶν μέσος.

### 1415

Εἰ δ’ ἔκτασις λέοντας Ἔφραξε χειρῶν [τὸν δ’ ἔσωσε Δανιὴλ], Καὶ νῦν λέοντες· σῶζε (Τί λοιπὸν, ἢ σφᾶς τοὺς κακοὺς περισκοπεῖν; Ἡττήμεθ’, ὦ κάκιστοι)·

### 1416

Τοὺς μὲν κατείργοις ἐνδίκοις τιμωρίαις, Καὶ τοῖς χαλῶν ὀργῆς τι, (Τὴν ἄκρατον γὰρ χεῖρα τίς σου δέξεται, Τίσιν μιᾶς ἐννοίας;)

### 1416

Τοὺς δ’ ἐκφοβοίης, τοὺς δὲ δοξάζοις, Ἄναξ, Ὅσοι δοξάζουσί σε· Ἄμυν’, ἄμυνε τοῖς φίλοις. Τεθνήκαμεν· Ἐπισκοπὴν ποίησον Τῶν πρὸς σὲ χεῖρας εἰδότων αἴρειν μόνον.

### 1416

Γελῶσιν οἱ κάκιστοι Τὴν σὴν πρόνοιαν, οὐδὲ κριθήσεσθ’ ἴσως Δοκοῦσι τῷ φυσᾶσθαι. Τὸ μικρὸν αὔξοις ποίμνιον, καὶ ποιμένα

### 1416

Τὸν μικρὸν ἐκ μεγίστου.

### 1417

Σοῦ δ’ ἂν θέλοντος, κἀκ μικροῦ πάλιν μέγας Τοῖς σοῖς θρόνοις γενοίμην.

### 1417

ΞΘʹ. Δέησις πρὸς τὸν Χριστόν.

### 1417

Ἐπιστάτα, κλύδων με δεινὸς ἀμφέπει,

### 1417

Τὸν σὸν μαθητήν. Ἐξέγειραι, πρὶν θάνω. Μόνον κέλευσον, καὶ ζάλη τεθνήξεται. Τολμῶ φράσαι τι· Χριστὲ, μὴ πίεζέ με, Μηδὲ σβέσῃς με τῷ βάρει τῶν θλίψεων. Πολλοὺς ἔχεις γὰρ καὶ κακωτέρους ἐμοῦ,

### 1417

Οὓς ἠλέησας. Μή με κρίνῃς ἀξίως. Κένου, κένου δὲ τοῦ ταλάντου τὸ πλέον. Μιᾶς τίς οἴσοι φόρτον ἡμέρας μόνης; Τίνι προσέλθω τοῖς κακοῖς βαρούμενος;

### 1418 (1t)

Οʹ. Ἄλλη.

### 1418 (1t)

Πάλιν προσῆλθεν ὁ δράκων, σοῦ δράσσομαι. Κράτει, κράτει με, μὴ προῇ τὴν εἰκόνα· Μή μ’, ὡς καλιᾶς ὄρνιν, ἐχθρὸς ἁρπάσῃ.

### 1418 (1t)

Φεῦ! καὶ κρίσιν δέδοικα, καὶ ποθῶ λύσιν. Διώκομ’ ἐνθάδ’, οὐκ ἔχω βίου στάσιν. Καλεῖς μ’ ἐκεῖθεν, οὐκ ἔχω παῤῥησίαν. Σός εἰμι, Χριστὲ, σῶσον, ὡς αὐτὸς θέλεις.

### 1418 (1t)

ΟΑʹ. Δέησις ἐν τῇ νόσῳ.

### 1418 (1t)

Νοσῶ, νοσῶ μὲν, καὶ πονοῦμαι σώματι, Καί μου γελῶσι τὴν πάθην ἴσως τινὲς, Τραχηλιῶντες, τῶν σφαγῇ τηρουμένων.

### 1418 (1t)

Ἁρμοὶ λέλυνται, καὶ ποδῶν σαθρὰ βάσις,

### 1419

Εἴτ’ ἐγκρατείας ἔργον, εἴθ’ ἁμαρτάδων, Εἴτ’ οὖν πάλη τις (οὐ γὰρ οἶδα), πλὴν χάρις Ἐμῷ κυβερνήτῃ γε. Τοῦτό μοι τυχὸν Ἄμεινόν ἐστιν· ἀλλ’ ἐπίσχες τὴν νόσον,

### 1419

Ἐπίσχες εἰπών· σὸς λόγος σωτηρία. Εἰ δ’ οὒ, δίδου γε, ὡς τὰ πάντα καρτερεῖν, Σῆτες τὰ σητῶν. Συγκράτει τὴν εἰκόνα. Ἐκεῖθεν ἕξεις καὶ τὸν δοῦλον ἄρτιον.

### 1419

ΟΒʹ. Εἰς τὴν ἔξοδον.

### 1419

Παρῆλθον ἄνθη, καιρὸς ἤγγικεν θέρους. Λευκὴ δέ μοι θρὶξ, ἡ δ’ ἅλως καλεῖ στάχυν. Ἀπῆλθεν ὄμφαξ, ἡ τομὴ δὲ πλησίον. Ληνὸς πατεῖται τῶν ἐμῶν ἤδη κακῶν. Φεῦ ἡμέρας μοι τῆς κακῆς! ἣν ποῦ φύγω;

### 1420

Καὶ τίς γένωμαι; ὡς δέος μ’ ἁμαρτίας! Δέος δ’ ἀκανθῶν, καὶ Γομόῤῥας βοτρύων, Πλήρη φανῆναι, Χριστὸς ἡνίκα κρίνων Θεὸς θεοῖς δίδωσι τὰ πρὸς ἀξίαν,

### 1420

Χώραν ἑκάστῳ φωτὸς ὡς ὄψις φέρει. Ἐλπὶς μία μοι τὰς βραχείας ἡμέρας Παλινδρομῆσαι τῇ ποδηγίᾳ, Μάκαρ.

### 1420

ΟΓʹ. Παρακλητικόν.

### 1420

Ἐγγὺς ἀγὼν βιότοιο· κακὸν πλόον ἐξεπέρησα,

### 1420

Ἤδη καὶ στυγερῆς τίσιν ὁρῶ κακίης, Τάρταρον ἠερόεντα, πυρὸς φλόγα, νύκτα βαθεῖαν, Τῶν νῦν κρυπτομένων, αἶσχος ἐλεγχόμενον. Ἀλλὰ, Μάκαρ, ἐλέαιρε, καὶ ὀψέ περ, ἐσθλὸν ὀπάζοις

### 1420

Ζωῆς ἡμετέρης λείψανον εὐμενέων.

### 1421

Πολλὰ πάθον, καὶ τάρβος ἔχω φρενὶ, μή με διώκειν Τῆς σῆς ἤρξατ’, Ἄναξ, αἰνὰ τάλαντα δίκης. Οἴσω μὲν τὸν ἐμὸν καὐτὸς μόρον, ἔνθεν ὁδεύσας Εἴξας προφρονέως πήμασι θυμοβόροις.

### 1421

Ὑμῖν δ’ ἐσσομένοις ἐπιτέλλομαι· Οὐδὲν ὄνειαρ Τοῦδε βίου. Ζωὴ λύσιν ἔχει βιότου.

### 1421

ΟΔʹ. Πρὸς Χριστόν.

### 1421

Τίς ἡ τυραννίς; ἦλθον εἰς βίον· καλῶς. Τί δὲ στροβοῦμαι ταῖς βίου τρικυμίαις;

### 1421

Ἐρῶ λόγον, θρασὺν μὲν, ἀλλ’ ὅμως ἐρῶ. Εἰ μὴ σὸς εἴην, ἠδίκημαι, Χριστέ μου. Γεννώμεθ’, ἐκλυόμεθ’, ἐκπληρούμεθα, Ὑπνῶ, καθεύδω, γρηγορῶ, πορεύομαι,

### 1422

Νοσοῦμεν, εὐεκτοῦμεν, ἡδοναὶ, πόνοι. Ὡρῶν μετασχεῖν ἡλίου, τούτων ἃ γῆς, Θανεῖν, σαπῆναι σάρκα· ταῦτα καὶ βοτῶν, Ἃ δυσκλέα μὲν, ἀλλ’ ὅμως ἀνεύθυνα.

### 1422

Τί οὖν ἐμοὶ τὸ πλεῖον; οὐδὲν, ἢ Θεός. Εἰ μὴ σὸς εἴην, ἠδίκημαι, Χριστέ μου.

### 1422

ΟΕʹ. Θρῆνος πρὸς Χριστόν.

### 1422

Οἴμοι! στενοῦμαι τῷ βίῳ· καὶ τὸ πλέον Ζωῆς παρῆλθεν, οἶδα, καὶ νεκρὸν πνέω·

### 1422

Συνεκτριβῆναι δ’ οὐ θέλει πονηρία. Ἢ τῷ χρόνῳ τι πρόσθες, ὦ πνοὴ βροτῶν,

### 1422

Ἢ τῶν κακῶν ὑπόσπα· τοῦτο χρηστότης.

### 1423

Εἰ δ’ οὐ θέλεις, τέθνηκα. Καὶ τί σοι πλέον; Εἰ μὴ φιλάνθρωπόν με καὶ τὸ πῦρ μένει.

### 1423

Οϛʹ. Ἕτερος θρῆνος.

### 1423

Οἴμοι! στενοῦμαι τῷ βίῳ καὶ τῷ τέλει.

### 1423

Ἐνθάδε ἁμαρτὰς, ἀλλ’ ἐκεῖθεν ἡ δίκη. Μέσος φόβων ἕστηκα πυρωποτάμου. Σοὶ, Χριστὲ, πλεῖον ἢ βίου θαῤῥῶ πάλαις. Εἰ μὲν γὰρ ἦν τι καὶ καθήρασθαι βραχὺ, Τοῦτ’ ἦν ἄριστον. Εἰ δ’ ἀεὶ πλείω κακὰ,

### 1423

Καιρὸς λυθῆναι, πρὶν λάβῃ με χείρονα.

### 1423

ΟΖʹ. Προσευχὴ εἰς Χριστόν.

### 1423

Τέθνηκα τῷδε τῷ ταλαιπώρῳ βίῳ,

### 1424

Ὃς φέρετ’ ἄνω κάτω τε, Εὐρίπου δίκην, Βέβαιον οὐδὲν, οὐδ’ ἐφ’ ἡμέραν, ἔχων. Ζῆσαι δ’ ἐκείνῳ τῷ μακρῷ πόθος μ’ ἔχει, Ὃς ἆθλα κεῖται τοῖς κάλ’ ἠγωνισμένοις.

### 1424

Πρὸς ταῦτα χαίρεθ’, οἷς φίλα τὰ τοῦ βίου· Ἐγὼ δὲ χαίρων ὄψομαι τὸν Δεσπότην. Τολμῶ τι λέξαι, ὦ Μάκαρ· τὸ σῶμά σοι Τὸ σὸν τὸ τῆς σῆς πλάσμα προσρίπτω χερός· Ὡς λεπτὸν, ὡς ὀδωδὸς, ὡς παρειμένον!

### 1424

Ἰδοὺ πρόκειται, βλέψον, ἐκλελοίπαμεν. Καὶ νῦν πάρει, δὸς χεῖρα, ἢ λῦσον βίου, Πρὶν καί τι χεῖρον συμπεσεῖν ἐμοὶ τέλος.

### 1424

Τί δεῖ πάλιν κακῶν τε, καὶ καθαρσίων;

### 1425

Ὄλωλ’, ὄλωλα συμφοραῖς, σοὶ δ’ ὄλλυμαι. Σὺ γὰρ Θεός μου· σὺ ζόφον λύεις κακῶν Νεκρῷ πνέοντι μικρὸν, ἢ λυπρὸν βίον.

### 1425

ΟΗʹ. Εἰς τὴν ἑαυτοῦ ψυχήν.

### 1425

Ἔργον ἔχεις, ψυχὴ, καὶ μέγα, ἢν ἐθέλῃς. Ἐρεύνα σαυτὴν ἥτις ᾖ, καὶ πῆ στρέφῃ, Ὅθεν προῆλθες, καὶ ὅπη στῆναι σὲ δεῖ· Εἰ ζῇν ὅπερ ζῇς τοῦτο, ἤ τι καὶ πλέον. Ἔργον ἔχεις, ψυχὴ, τοῖσδε κάθαιρε βίον.

### 1425

Θεὸν νόει μοι καὶ Θεοῦ μυστήρια. Τί ἦν πρὸ παντὸς, καὶ τί σοι τὸ πᾶν τόδε· Ὅθεν προῆλθε, καὶ ὅποι προβήσεται. Ἔργον ἔχεις, ψυχὴ, τοῖσδε κάθαιρε βίον. Πῶς οἰακίζει καὶ στρέφει τὸ πᾶν Θεός·

### 1426

Ἢ πῶς τὰ μὲν πέπηγε, τὰ δ’ ἄλλ’ ἐκρέει· Ἡμεῖς δὲ καὶ μάλιστα ἐν στρεπτῷ βίῳ. Ἔργον ἔχεις, ψυχή· πρὸς Θεὸν οἶον ὅρα. Τί μοι κλέος τὸ πρόσθε, τίς δ’ ἡ νῦν ὕβρις·

### 1426

Τί μου τὸ πλέγμα, καὶ τί μοι βίου τέλος. Ταῦτ’ ἐννόει μοι, καὶ νοὸς στήσεις πλάνην. Ἔργον ἔχεις, ψυχή· μή τι πάθῃς καμάτῳ.

### 1426

ΟΘʹ. Εἰς τὴν ἑαυτοῦ ψυχήν.

### 1426

Πῆ, θυμὲ, βαίνεις; στῆθι. Πῆ φέρῃ, τάλαν;

### 1426

Αἶ αἶ· γόης κλέπτει σε τοῖς σοφίσμασι. Μικρὸν προσέρχετ’, εἶθ’ ὑποστρέφει πάλιν, Εἶτ’ αὖ προσέρχετ’ ἐγγὺς, ὡς μόσχῳ λύκος,

### 1426

Σαίνων, ἐφέλκων ἀγρίοις σκιρτήμασιν,

### 1427

Ἕως ἀποσπάσας σε τῶν Θεοῦ νόμων, Θοίνην ὀδοῦσι τοῖς ὀλεθρίοις λάβῃ.

### 1427

Πʹ. Εἰς ἑαυτόν.

### 1427

Αἶ αἶ· γόης κλέπτει σε τοῖς σοφίσμασι,

### 1427

Κλέπτει σὲ, κλέπτει, δυσμενής· ἐπιστρέφου Πρὸς τὸν Λόγον τάχιστα, μὴ πόῤῥω πέσῃς. Σταυρῷ περιπλάκηθι, καὶ στήσεις βλάβην.

### 1427

ΠΑʹ. Πρὸς τὸν αὑτοῦ θυμόν.

### 1427

Θυμὲ, βλέψον ἄνω, χθονίων δ’ ἐπιλήθεο πάντων,

### 1427

Μὴ δέ σε νικήσῃ πρὸς κακότητα δέμας. Τυτθὸς μὲν βίος οὗτος, ὁ δ’ ὄλβιος, ὡς ἐν ὀνείρῳ, Τέρπεται, ἀλλοίῃ δ’ ἄλλος ἔκυρσε τύχῃ. Μούνης δὲ ζωῆς καθαρῆς βίος ἔμπεδος αἰεὶ,

### 1428

Καὶ πολὺς, ὃν ζώειν ἐστὶν ἀρειότερον.

### 1428

ΠΒʹ. Πρὸς αὐτόν.

### 1428

Ἄλλοι χρυσὸν, οἵδ’ ἄργυρον, οἵδε τράπεζαν Τιμῶσι λιπαρὴν, παίγνια τοῦδε βίου.

### 1428

Ἄλλοι δ’ αὖ σηρῶν καλὰ νήματα, καὶ γύας ἄλλοι Πυροφόρους, ἄλλοι τετραπόδων ἀγέλας. Αὐτὰρ ἐμοὶ Χριστὸς πλοῦτος μέγας, ὅν ποτ’ ἴδοιμι Νῷ γυμνῷ καθαρῶς· ἄλλα τε κόσμος ἔχοι.

### 1428

ΠΓʹ. Περὶ τῶν δαιμονίων πολέμων.

### 1428

Εἰ μὴ γλῶσσαν ἔδησα λάλον, καὶ χείλεα σιγῇ, Τὸν νοῦν ἀθροίζων εἰς Θεοῦ κοινωνίαν, Ὄφρα κεν ἁγνοτάτοισι νοήμασιν ἁγνὸν Ἄνακτα

### 1428

Τίσω (καλὸν γὰρ τὸ φρενὸς μόνης θύος),

### 1429

Οὔποτ’ ἂν ἐφρασάμην σκολιοῦ τεχνάσματα θηρὸς, Ἢ μὴν ἐκήρυσσόν τε, καὶ τοῦτ’ ᾠόμην. Πολλάκι μοι καὶ πρόσθεν ἐπήλυθε νυκτὶ ἐοικὼς, Καὶ φωτὸς αὖθις ἐν πανούργῳ πλάσματι.

### 1429

Πάντα γὰρ, ὅσς’ ἐθέλῃσι, πέλει θανάτοιο σοφιστὴς, Γεγὼς ὁ Πρωτεὺς εἰς κλοπὰς μορφωμάτων, Ὥς κέ τιν’ ἢ λοχόων, ἢ ἀμφαδὸν, ἄνδρα δαμάσσῃ. Τρυφὴ γὰρ αὐτῷ τὰ βροτῶν ἐκπτώματα· Ἀλλ’ οὔπω τοιόνδε τοσόνδε τε τὸ πρὶν ὄπωπα,

### 1429

Ὅσσος προσῆλθε νῦν ἐμοῖς ἀθλήμασι. Πλεῖον γὰρ ψυχῆς ὁρόων σέβας ἐντὸς ἐμοῖο, Καὶ πλεῖον ἦρκε τοῦ χόλου τὴν φλεγμονήν. Ὡς δ’ ὅτε τις λοχόωσα, δυσαλθέος ἔνδοθι σαρκὸς, Νόσος σχεθεῖσα φαρμάκοις οὐ καιρίοις,

### 1429

Βοσκομένη κευθμῶνας ἀειδέας, οὐ πρὶν ἔληξε,

### 1430

Πρὶν ἀλλαχοῦ ῥαγεῖσα δοῦναι κινδύνῳ· Ἠὲ ῥόος κρατεροῖσιν ἐρύγμασι τῇδε βιασθεὶς, Ἐκεῖ βιήσατ’, ἀθρόως τ’ ἐξεῤῥάγη. Τοῖος καὶ φθονεροῖο κακὸς μόθος. Εὖτέ μιν ἔσχον

### 1430

Γλώσσῃ, πρὸς ἄλλο τι βλάβος μετεῤῥύη. Οὐ μὲν ἕλε. Χριστὸς γὰρ ἐπήλυθεν ἄλκαρ ἐμεῖο, Ὃς καὶ μαθητὰς ἐκ ζάλης ἐῤῥύσατο, Καὶ πολλοὺς παθέων καὶ δαιμονίων ἀπὸ δεσμῶν Ἠλευθέρωσε, τῷ θέλειν διδοὺς χάριν.

### 1430

Ἔμπα γε μὴν πειρησατ’, ὅπως πάρος ἀνδροφόνοισι Δόλοις ἔκλεψε τὸν γένους ἀρχηγέτην. Ἀλλὰ, Μάκαρ, μόθον ἴσχε, καὶ εὐδιόωντά μ’ ἄνωχθι Σοὶ τὰς ἀναίμους θυσίας πέμπειν ἀεί.

### 1430

ΠΔʹ. Θρῆνος.

### 1430

Μή τις ἐμοῖς παθέεσσι καὶ ἄλγεσιν, ἠὲ κάκιστος

### 1431

Τέρποιτ’, ἠέ τις ἐσθλὸς ἀνιάζοι φρένα κούφην. Τὸν μὲν γάρ τις ἔτευξεν ἀρείονα ἐσθλὸν ἄνουσον· Ὃς δ’ οἶδεν καὶ νοῦσον ἀρηγόνα, ἢ ῥυπόωσι Φάρμακον, ἢ καθαροῖσι πάλην καὶ κῦδος ἔχουσαν,

### 1431

Ἄλλοις κῦδος ἄμοχθον, Ἄναξ, πόρες. Αὐτὰρ ἔμοιγε Καὶ τὸ φίλον παθέεσσι καὶ ἄλγεσι σεῖο λαβέσθαι.

### 1431

ΠΕʹ. Ἐπιστρεπτικὴ πρὸς Θεὸν νουθεσία.

### 1431

Πῆ σε φέρων Χριστοῖο τόσον ἀπενόσφισε δαίμων Κλεπτόμενον γλώσσῃ τε, καὶ οὔασι, καὶ φαέεσσι,

### 1431

Θυμὲ τάλαν; ποῦ φωτὸς ἐνηέος ἐκτὸς ἐλαύνεις, Βρασσόμενός τε πόθοισι καὶ ἀργαλέαις μελεδῶσι, Καὶ σκιόεντα φόβον τρομέων, ἀπάταις τε λιτουργῶν Τηκόμενος, φθινύθων τε χόλου ζείοντος ἐρωαῖς;

### 1432

Μηκέτι πλάζεο, θυμὲ, νόου στροφάλιγξιν ἀλήτου, Μηδὲ τεῆς ζωῆς ἐπιλήθεο, σαρκὶ πελάζων Σαρκός τε σκοτίοισι καὶ ἀμφαδίοισι κακοῖσιν. Πάντα κάτω δονέοιτο κακαῖς βιότοιο θυέλλαις.

### 1432

Πάντα χρόνος πεσσοῖσιν ὁμοίϊα τῇδε κυλίνδοι, Κάλλος, ἐϋκλείην, πλοῦτον, κράτος, ὄλβον ἄπιστον· Αὐτὰρ ἐγὼ, Χριστοῖο δεδραγμένος, οὔποτε λήξω Ἐλπίδος, ἔστ’ ἂν ἴδω Τριάδος σέλας εἰς ἓν ἰούσης, Εὖτε λάχος μεγάλοιο Θεοῦ, σάρκεσσι κερασθὲν,

### 1432

Εἰκὼν ἡ προτέρη, μιχθήσεται οὐρανίοισιν.

### 1432

Πϛʹ. Παραίνεσις πρὸς ἑαυτόν.

### 1432

Κόσμον πόριζε τῷ παρόντι τὸν μέγαν,

### 1432

Διαπτύων ἅπαντα τῶν τῇδ’ εὐκόλως.

### 1433

Σκηνὴν θεάτρου μείζονος. Πείθου Λόγῳ Τῷ συμπαγέντι σὴν χάριν. Λέγει δὲ τί; Ἴωμεν ἔνθεν· καὶ γὰρ ἦλθον ἐνθάδε, Ἄνω σε θήσων τὸν πεσόνθ’ ἁμαρτίᾳ.

### 1433

Θεὸς καλεῖ. Σπεύδωμεν ἐπτερωμένοι.

### 1433

ΠΖʹ. Περὶ τοῦ πρὸς Θεὸν πόθου.

### 1433

Μῆτερ ἐμὴ, τί μ’ ἔτικτες, ἐπεὶ πολύμοχθον ἔτικτες; Τίπτε με τῷδε βίῳ δῶκας ἀκανθοφόρῳ; Εἰ μὲν σύ γ’ ἐπέρησας ἀκηδέα, ὥς τις ἄσαρκος,

### 1433

Θαῦμα μέγ’· εἰ δ’ ἐδάμης, οὐ φιλέουσα τέκες. Ἄλλην μέν τ’ ἄλλος τις ἀνὴρ βιότοιο κέλευθον Τέμνει γειομόρος, αὐτὰρ ὁ ποντοπόρος· Θηρολέτης ἄλλος τις, δ’ ὁ ἔγχεϊ χεῖρα κορύσσων· Καί τις ἀοιδοσύνης ἴδρις, ὁ δ’ ἀθλοφόρος.

### 1434

Αὐτὰρ ἐμοὶ Θεός ἐστι λάχος, καὶ ἄλγεα πολλὰ, Καὶ νούσῳ στυγερῇ τῇδ’ ὀλιγοδρανέειν. Δάπτε με, δάπτε μ’, ἀλιτρέ. Πόσον χρόνον; αὐτίκα γάρ σε Λείψω σὺν χαλεποῖς πήμασι γηθόσυνος.

### 1434

Μῆτερ ἐμὴ, τί μ’ ἔτικτες, ἐπεὶ Θεὸν οὔτε νοῆσαι, Οὔτε φράσαι δύναμαι τόσσον, ὅσον ποθέω; Βαιὴ μέν τις ἔμοιγε νόου περίλαμψεν ὀπωπὰς Ἰσοφάους Τριάδος λάμψις ἐπουρανίης Τὸ πλεῖον δ’ ὑπάλυξεν (ἔχω δ’ ἄχος), ὡς στεροπή τις,

### 1434

Πρίν με φάους κορέσαι, ὦκα παριπταμένη. Εἰ δέ σε κεῖθεν ἕλοιμι, φίλη Τριὰς, οὐκέτι μητρὸς Μέμψομ’ ἐμῆς λαγόσιν. Εἰς ἀγαθὸν γενόμην. Ἀλλὰ σάω με, σάω με, Θεοῦ Λόγε, ἐκ δέ με πικρῆς

### 1434

Ἰλύος ἐξερύσας, ἐς βίον ἄλλον ἄγοις,

### 1435

Ἔνθα νόος καθαρός σε φαάντατον ἀμφιχορεύει, Μηκέθ’ ὑπὸ σκιερῆς κρυπτόμενος νεφέλης.

### 1435

ΠΗʹ. Εἰς τὴν ἑαυτοῦ ψυχὴν στίχοι ἡμίαμβοι.

### 1435

Τί σοι θέλεις γενέσθαι;

### 1435

Ψυχὴν ἐμὴν ἐρωτῶ. Τί σοι μέγ’, ἢ τί μικρὸν Τῶν τιμίων βροτοῖσι; Ζήτει μόνον τι λαμπρὸν, Καὶ δώσομεν προθύμως.

### 1435

Θέλεις τὰ Γύγεώ σοι Τοῦ Λυδίου γενέσθαι, Καὶ δακτύλῳ τυραννεῖν, Τὴν σφενδόνην ἑλίσσων, Κρύπτουσαν, εἰ κρύπτοιτο,

### 1435

Φαίνουσαν, εἰ φαίνοιτο; Θέλεις τὰ Μίδεώ σοι Τοῦ πλουσίως θανόντος, ᾯ χρυσὸς ἦν τὰ πάντα,

### 1436

Χρυσοῦν φέροντα λιμὸν, Εὐχῆς δίκην ἀμέτρου; Θέλεις λίθους διαυγεῖς, Πλάτη τε γῆς λιπώσης,

### 1436

Καὶ ποιμνίων ἀριθμοὺς, Βοῶν τε καὶ καμήλων; Οὐ ταῦτα δώσομέν σοι· Λαβεῖν γὰρ οὐδὲ λῷον, Ἀλλ’ οὔτ’ ἔμοιγ’ ἀνυστόν.

### 1436

Ἔῤῥιψα γὰρ μερίμνας, Ἀφ’ οὗ Θεῷ προσῆλθον. Θέλεις θρόνους τε κ’ ἀρχὰς,

### 1436

Καιροῦ φρύαγμα πίπτον,

### 1436

Ἵν’ αὔριον καθεσθῇς Κάτω βλέπων ταπεινὸν, Ἄλλου τραχηλιῶντος, Ὃς ἦν παραστάτης σοι, Τυχὸν δὲ καὶ κακῶν τις;

### 1436

Θέλεις γάμῳ δεθῆναι, Βλακεύμασιν ἀνάγνοις, Καιροῖς δὲ συστραφῆναι· Θέλεις νόσον γλυκεῖαν, Εὐτεκνίας μέριμναν;

### 1436

Εὐτεκνίαν δ’ ἂν εἴπω

### 1436

Δυστεκνίαν, τί φήσεις;

### 1437

Θέλεις λόγοις βοᾶσθαι, Καὶ συλλέγειν θέατρα; Ποθεῖς νόμους πιπράσκειν Οὐκ ἐνδίκοις παλαισμοῖς,

### 1437

Φέρειν τε καὶ φέρεσθαι Πρὸ βημάτων ἀθέσμων; Αἰχμὴν θέλεις τινάσσειν, Πνέων ἀρήϊόν τι, Καὶ στέμμα τ’ ἐξ ἀγώνων,

### 1437

Θηροκτόνον τε κάρτος; Ποθεῖς κρότους ἐν ἄστει, Καὶ χάλκεος τυποῦσθαι; Σκιὰν θέλεις ὀνείρων, Μεταῤῥέουσαν αὖραν,

### 1437

Ῥοῖζον βέλους ἀνίχνου, Ψόφον χερὸς κροτούσης; Τί γὰρ μέγ’ εὖ φρονοῦσι Τῶν σήμερον μὲν ὄντων, Ἐς αὔριον δ’ ἀπόντων·

### 1437

Ὧν καὶ κακοῖς μέτεστιν, Ὧν οὐ συνέρχεταί τι Ἐντεῦθεν ἐξιοῦσι; Τί οὖν; ἐπεὶ τάδ’ οὐχὶ, Τί σοι θέλεις γενέσθαι;

### 1437

Θέλεις θεὸς γενέσθαι, Θεὸς, Θεοῦ μεγίστου Παραστάτης φαεινὸς,

### 1438

Σὺν ἀγγέλοις χορεύων; Ἴθι, πρόβαινε, ταρσοὺς Ὀξυπτέρου μενοινῆς Κυκλουμένη πρὸς ὕψος.

### 1438

Ἐγὼ πτερὸν καθαίρω Ἐγὼ λόγοις ἐπαίρω, Ὡς εὔπτερόν τιν’ ὄρνιν Ἐς αἰθέρα προπέμψω. Σὺ δ’, εἰπέ μοι, κάκιστον

### 1438

ᾯ σαρκίον δυσῶδες, Ἐπεὶ συνεζύγην σοι, Ἡ δεσπότις μαγείρῳ, Τί σοι θέλεις γενέσθαι,

### 1438

Πρὸς τὸ πνοὴν κρατεῖσθαι; Οὐ γὰρ πλέον χρεωστῶ, Κἂν πόλλ’ ἔχειν βιάζῃ Θέλεις τράπεζαν εὔπνουν Μύρων τε, καὶ μαγείρων

### 1438

Σοφίσμασιν περισσοῖς; Καὶ βαρβίτων χερῶν τε Κροτήματ’ οὐκ ἄνοιστρα; Ἁβρῶν κλάσεις τε παίδων Κινουμένων ἀνάνδρως,

### 1438

Καὶ παρθένων ἑλιγμοὺς

### 1438

Γυμνουμένων ἀθέσμως;

### 1439

Ἃ τοῖς πότοις τυποῦσιν Ὅσοι φιλοῦσιν ὕβριν, Τὸν μαινόλην ἑτοίμως Ὑποφλέγοντες οἶνον.

### 1439

Ταῦτ’ εἰ θέλεις παρ’ ἡμῶν, Ἔχεις μὲν, ἀγχόνην δέ. Τοιαῦτα τοῖς ἀπλήστοις Ἐγὼ φίλοις πορίζω. Οἶκός σε πέτρινός τις

### 1439

Αὐτώροφος καλύπτῃ, Ἢ μικρὸν ἔργον ὥρας, Εἰ δεῖ τι καὶ πονῆσαι. Τὸ δ’ ἔσθος ᾖ καμήλων

### 1439

Τρίχες, νόμῳ δικαίων, Ἢ καὶ δέρος, παλαιᾶς Γυμνώσεως κάλυμμα. Στιβὰς μὲν ἡ τυχοῦσα, Ποαὶ, κλάδοι τε θάμνων

### 1439

Ἅπλωμα πορφυροῦν τι, Καὶ συμπόταις ἀταρβές. Τράπεζα δ’ αὐτόθεν σοι Γλυκὺ πνέους’ ἀνείσθω, Ἃ γῆ φίλη δίδωσιν

### 1439

Ἄτεχνα δῶρα πᾶσιν. Ἐπεὶ δ’ ἐθήκαμέν σε, Καὶ θρέψομεν προθύμως.

### 1440

Θέλεις φαγεῖν; ἔχ’ ἄρτον. Ἔχ’ ἄλφιτ’, εἰ παρείη· Ἅλες δέ σοι τὸ πέμμα, Θύμος θ’ ὃν οὐ μετροῦμεν,

### 1440

Ἀπραγμάτευτον ὄψον· Ἔνδεια δ’ ἄλλο μεῖζον. Θέλεις πιεῖν; βρύει σοι Ὕδωρ, κρατὴρ ἀείῤῥους, Ποτὸν μέθης ἄποιον,

### 1440

Ἀκλήματον γάνυσμα. Ζητεῖς δὲ καὶ τρυφᾷν τι; Μηδ’ ὀξίνης φθονείσθω.

### 1440

Ἀλλ’ οὐ τάδ’ ἀρκέσει σοι; Τετρημένῳ ποθεῖς δὲ Πίθῳ κακῶς ἐπαντλεῖν Τὰς ἡδονὰς ἀπλήστως; Ἄλλον πόθει ποριστήν.

### 1440

Ἐμοὶ γὰρ οὐ σχολή σε Θάλπειν σύνοικον ἐχθρὸν, Ἵν’ ὡς ὄφις κρυμωθεὶς, Θέρμῃ δ’ ἔπειτα λυθεὶς, Ἐγκόλπιός με τρώσῃς,

### 1440

Θέλεις δόμους ἀμέτρους

### 1440

Χρυσωρόφους, γραφῆς τε

### 1441

Καὶ ψηφίδος σοφισμοὺς, Κινουμένους σχεδόν τι· Πλακός τε λάμψιν ἁβρᾶς Ἀντίχροον, πολύχρουν;

### 1441

Θέλεις περιῤῥέουσαν Ἐσθῆτα τῶν ἀθίκτων, Ἐν δακτύλοις τε πλοῦτον, Γελώμενόν τε κάλλος Τοῖς σωφρονεῖν μαθοῦσιν,

### 1441

Ἐμοὶ δὲ καὶ μάλιστα ᾯ κάλλος ἐστὶν εἴσω; Τοῖς μὲν κάτω δὴ ταῦτα Ὑμῖν βροτοῖσι φάσκω,

### 1441

Οἳ ζῆτε τὸ πρὸς ὥραν, Μηδὲν πλέον βλέποντες. Τοῖς δ’ εὐγενῶς βιοῦσιν, Ἐπαξίως τε μοίρας Τῆς ἐκ Θεοῦ κραθείσης

### 1441

Τῷ πηλινῷ πάχει μου (Σκόπει πένητος ὄγκον), Οἵαν τροφὴν χορηγῶ; Δίελθέ μοι φλογώδη Ῥομφαίαν, ὦ θεόφρον.

### 1441

Θείων γενοῦ γεωργὸς Φυτῶν Λόγῳ θαλλόντων, Ὧν μ’ ἐστέρησεν ἐχθρὸς

### 1442

Δι’ ἡδονῆς συλήσας. Ξύλῳ πάλιν πρόσελθε Ζωῆς ἀεὶ μενούσης. Ἡ δ’ ἔστιν, ὡς ἀνεῦρον,

### 1442

Γνῶσις Θεοῦ μεγίστου, Φάους ἑνὸς τριλαμποῦς, Πρὸς ὃν τὰ πάντα τείνει.

### 1442

Οὕτω μὲν αὐτὸς αὑτῷ

### 1442

Πᾶς τις σοφῶν λαλήσει. Ὃς δ’ οὐ θέλει λαλῆσαι, Μάτην βίον παρῆλθεν, Εἴ περ μάτην παρῆλθεν, Μὴ σὺν κακῷ μεγίστῳ.

### 1442

ΠΘʹ. Εἰς τὴν νόσον.

### 1442

Ἦν, ἦν, ὅτ’ ἤνθουν· ἀλλὰ νῦν εἰμ’ ἄχλοος· Οὔτε πρὶν ἤρθην, οὔτε νῦν κατεστάλην.

### 1442

Ἀνθεῖν, ἀπανθεῖν, ἄλλο· οὐκ ἄλλος δ’ ἐγώ.

### 1443

Ἐξ ἰατρῶν πάρειμι τοῦτο κερδάνας, Τὸ μή τι, Χριστὲ, σοῦ φέρειν ἀνώτερον, Παρ’ οὗ τὰ πάντα, καὶ τὸ φαρμάκων σθένος. Ἰδοὺ τὰ θερμά. Τὴν κολυμβήθραν ἔχω.

### 1443

Ποῦ δ’ ἄγγελός μοι; δεῦρο, φαρμάσσοις ὕδωρ. Εἰ δ’ οὒ, σὺ, Σῶτερ, εἰπὲ, καὶ παγήσομαι. Πέπληγμ’· ἔχω τι κέντρον εἰς Θεοῦ φόβον. Οἶδ’ εὖ πεπονθώς. Ἀλλ’ ἐπίσχες τὴν νόσον. Εἰ δ’ οὐ φίλον σοι, δός γε καρτερῶς φέρειν.

### 1443

Ἐξηπόρημαι, Χριστέ μου· καὶ τί δράσω; Κριτὴς μὲν εἶ δίκαιος, ἀλλὰ καὶ πρᾶος. Ποῦ σου τὸ χρηστόν; ἢ μόνοι λελήσμεθα; Ἔῤῥιψεν, ἔῤῥιψέν με συγκόψας Σατάν. Σὺ δ’ ἐκδέδωκας τῷ κακῷ· τίς αἰτία;

### 1443

Οὐχὶ πάτησιν σκορπίων ἐλπίζομεν;

### 1444

Τί ταῦτα, Χριστέ; τοὺς κακοὺς αἰσχύνομαι, Καὶ τοὺς ἀρίστους, οὐκ ἔχων στάσιν κακῶν· Οἱ μὲν γελῶσι, τοῖς δ’ ὀλώλας’ ἐλπίδες. Καθ’ ἡμέραν θνήσκω τε, καὶ λείπω βίον.

### 1444

Εἰ μὲν δικαίως, ὡς κακὸς, ποῦ χρηστότης; Εἰ δ’ οὐ δικαίως, ποῦ ποτ’ ἔννομος κρίσις; Σκοπὸς τέθειμαι πᾶσι, καὶ τοξεύομαι. Στήτω ποθ’ ἡμῖν ὁ φθόνος, στήτω ποτέ. Χρόνῳ, νόσῳ κέκμηκα, τοῖς φίλων κακοῖς.

### 1444

Ἀλλ’ οὐ θέλεις; πρός ς’ ἔρχομαι. Δίδου χεῖρα. Ὄλωλ’, ὄλωλα συμφοραῖς· σοὶ δ’ ὄλλυμαι. Σὺ γὰρ Θεός μου. Σὺ ζόφον λύοις κακῶν Νεκρῷ πνέοντι μικρὸν, ἢ λυπρὸν βίον. Τί τῇδε μοχθῶ τοῖς κακοῖς ἐσφιγμένος,

### 1444

Φθόνου πάλαισμα, καὶ γέλως τοῖς πλείσσιν;

### 1445

Ἄλλοις τὰ λαμπρὰ τοῦ βίου, λύσις δ’ ἐμοί. Καλεῖς, καλεῖς με. Προστρέχω. Δέδοικα δὲ Τὸ πῦρ, τὸ χάσμα, τὴν ζέσιν τοῦ πλουσίου. Τίς Ἀβραὰμ δώσει με τοῖς κόλποις φέρων;

### 1445

Ἦ πόλλ’ ἀνέτλην ἐν βίῳ· τάδ’ ἔλπομαι. Εἴ μ’ αὐτόθεν λύσειας, οἰστά μοι τάδε. εἰ δ’ οὐ λύσειας, φεῦ βίου! φεῦ ἐξόδου! Τί με κρατεῖς, δεσμῶτα, τὸν ἐλεύθερον; Χριστὸς καλεῖ με. Κεῖσο τῇδ’ ἐῤῥιμμένος.

### 1445

Δέχου με, Σῶτερ. Πλὴν κάθαρσις ἐνδεής.

### 1445

ϟʹ. Εἰς τὸν ἑαυτοῦ καὶ τῶν τοκέων μόρον, τις

### 1445

πρῶτος καὶ τίς μετέπειτα ἀπῆρε.

### 1445

Πρῶτος Καισάριος, ξυνὸν ἄχος· αὐτὰρ ἔπειτα

### 1446

Γοργόνιον· μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸν Μήτηρ. Ὦ λυπρὴ παλάμη, καὶ γράμματα πικρὰ Γρηγορίου! γράψω καὶ ἐμοῦ μόρον, ὑστατίου περ

### 1446

ϟΑʹ. Εἰς τὸν πάντων αὐτῶν τάφον.

### 1446

Λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήεντας Κεύθω Γρηγορίους, εἷς λίθος, ἶσα φάη, Ἀμφοτέρους ἱερῆας· ὁ δ’ εὐπατέρειαν ἐδέγμην Νόνναν σὺν μεγάλῳ υἱέϊ Καισαρίῳ. Τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας. Ἡ δὲ πορεία,

### 1446

Πάντες ἄνω. Ζωῆς εἷς πόθος οὐρανίης.

### 1447 (1t)

ϟΒʹ. Ἐπιτάφιος καὶ συντομὴ τοῦ αὐτοῦ βίου.

### 1447 (1t)

Χριστὲ ἄναξ, τί με σαρκὸς ἐν ἄρκυσι ταῖσδ’ ἐνέδησας; Τίπτε με τῷδε βίῳ θῆκας ὑπ’ ἀντιπάλῳ; Πατρὸς μὲν γενόμην θεοειδέος, οὐκ ὀλίγης δὲ

### 1447 (1t)

Μητέρος· ἐς δὲ φάος ἤλυθον εὐξαμένης. Ηὔξατο, καί μ’ ἀνέθηκε Θεῷ βρέφος· ἀφθορίης δὲ Θερμὸν ἔρωτα χέεν ὄψις ἐμοὶ νυχίη. Χριστὸς μὲν δὴ τοῖς· τὰ δ’ ὕστατα κύμασι βράσθην, Ἁρπαλέαις παλάμαις ἤρκεσα, σῶμα λύθην,

### 1447 (1t)

Ποιμέσιν οὐ φιλίοισι συνέδραμον, ηὗρον ἄπιστα, Χηρώθην τεκέων, πήμασι χασσάμενος. Οὗτος Γρηγορίοιο βίος· τὰ δ’ ἔπειτα μελήσει

### 1448

Χριστῷ ζωοδότῃ. Γράψατε ταῦτα λίθοις.

### 1448

ϟΓʹ. Ἄλλο εἰς ἑαυτόν.

### 1448

Πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ. Δεύτερον ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον.

### 1448

Τὸ τρίτον αὖ θνήσκοντά με ἁγνὴ ἐσάωσε τράπεζα Τέτρατον ἀμφήκη μῦθον ἔδωκε Λόγος. Πέμπτον παρθενίη με φίλοις προσπτύξατ’ ὀνείροις. Ἕκτον Βασιλίῳ σύμπνοος ἱρὰ φέρον. Ἕβδομον ἐκ βυθίων με φερέσβιος ἥρπασε κόλπων.

### 1448

Ὄγδοον αὖ νούσοις ἐξεκάθηρε χέρας. Εἴνατον ὁπλοτέρῃ Τριάδ’ ἤγαγον, ὦ Ἄνα, Ῥώμῃ.

### 1448

Βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις

### 1449 (1t)

ϟΔʹ. Ἄλλο.

### 1449 (1t)

Ἑλλὰς ἐμὴ, νεότης τε φίλη, καὶ ὅσσα πέπασμαι, Καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως! Εἰ δ’ ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ,

### 1449 (1t)

Καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλὰ, Μάκαρ, Σοῖς με, Χριστὲ, χοροῖσι δέχου, καὶ κῦδος ὀπάζοις Υἱέϊ Γρηγορίου, σῷ λάτρι Γρηγορίῳ.

### 1449 (1t)

ϟΕʹ. Ἄλλο.

### 1449 (1t)

Πατρὸς ἐγὼ ζαθέοιο, καὶ οὔνομα καὶ θρόνον ἔσχον

### 1449 (1t)

Καὶ τάφον. Ἀλλὰ, φίλος, μνώεο Γρηγορίου, Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστός. Φάσμασιν ἐννυχίοις δῶκεν ἔρον σοφίης.

### 1450 (1t)

ϟϛʹ. Ἄλλο.

### 1450 (1t)

Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖναι, Τῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων, Καὶ σοφίῃ σοφίης δεδραγμένος, ἠΐθεός τε

### 1450 (1t)

Οἶον πλοῦτον ἔχων ἐλπίδ’ ἐπουρανίην.

### 1450 (1t)

ϟΖʹ. Ἄλλο.

### 1450 (1t)

Τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί· πάντα δὲ Χριστῷ Δῶκας ἑκὼν, σὺν τοῖς καὶ πτερόεντα λόγον. Νῦν δ’ ἱερῆα μέγαν σε, καὶ οὐρανίοιο χορείης

### 1450 (1t)

Οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε.

### 1450 (1t)

ϟΗʹ. Ἄλλο.

### 1450 (1t)

Ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις.

### 1450 (1t)

Ἤλυθον ἐς σοφίης πείρατα. Σάρκα Λόγῳ

### 1451

Ἥγνισα καὶ κραδίην. Κόσμου φλόγα γυμνὸς ἄλυξα. Ἔστην συνααρὼν Γρηγορίῳ γενέτῃ.

### 1451

ϟΘʹ. Ἄλλο.

### 1451

Ἄγγελοι αἰγλήεντες ἀπειρέσιον κατὰ κύκλον,

### 1452

Τρισσοφαοῦς Θεότητος ὁμὸν σέλας ἀμφιέποντες,

### 1452

Γρηγόριον δέξασθ’ ἀνάξιον, ἀλλ’ ἱερῆα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: sne-bt`.
