---
title: Poems Concerning Others
author: Gregory of Nazianzus
eul_wid: sne-bn
eul_aid: sne
canonical: "https://eulogikon.org/works/gregory-nazianzus-others-sne-bn"
period: Late Antique
domain: Theology
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Poems Concerning Others

**Author:** Gregory of Nazianzus

**eul_wid:** `sne-bn` · [HTML page](https://eulogikon.org/works/gregory-nazianzus-others-sne-bn)

## Text

### 1451 (4t)

ΤΟΜΗ Βʹ. ΠΕΡΙ ΤΩΝ ΕΤΕΡΩΝ.

### 1451 (4t)

Αʹ. Πρὸς Ἑλλήνιον περὶ τῶν μοναχῶν προτρε‐

### 1451 (4t)

πτικόν.

### 1451 (4t)

Δίζηαι μὲν ἐμῶν μύθων σθένος οὐκέτ’ ἐόντων Ἐξ οὗπερ κόσμῳ τῷδ’ ὀλιγοδρανέω,

### 1451 (4t)

Σταυρὸν ἀειράμενος, φόρτον γλυκὺν, ὅς μ’ ἐσάωσε, Καὶ πάντων βροτέων Χριστὸν ἀμειψάμενος.

### 1452 (3)

Οἱ δέ τοι οὔτι λίην μαλακοὶ καὶ θῶπες ἔασιν· Οὐδὲ γὰρ οὐδὲ Λόγῳ κρείσσονι τοῦτο φίλον.

### 1452 (3)

Οὐ γενεὴν, οὐκ ὄλβον, ὃς ἄφροσιν ὀφρὺν ἀνέλκει, Οὐ ῥήτρης πυρόεν ἐξερέουσι μένος, Σεῖο, κασιγνήτου τε μέγα κλέος, ὧν ῥα πόληες

### 1452 (3)

Νωμῶνται μεγάλης οἰάκεσι παλάμης.

### 1453

Ἀλλὰ τὰ μὲν κενεοῖσι λόγοις μελεδήματα κείσθω· Οἱ δ’ ἐμοὶ, οὔτι φίλοις ἦρα φέρους’ ὀλίγην, Ἀλλά σε παρφασίῃσι θεουδέσι πολλὸν ἀρείω Θήσουσιν. Σὺ δέ μοι ἤπιον οὖας ἔχοις.

### 1453

Ἦ τάχα κρείσσονα μισθὸν ἐμοῖς ἐπέεσσιν ὀπάσσοις, Πλείοσιν εὐμενέειν, οὐ δέκα δευομένοις, Οὕς μοι χθιζὸν, ἄριστε, ὑπέσχεο, καὶ κατένευσας, Οὐκ ὀλίγος ὀλίγῳ μακρὰ χαριζόμενος. Ἀλλ’ ἄγ’ ἐμῶν ἐπέων ἐμπάζεο, οὓς ἀπὸ Βίβλων

### 1453

Φθέγξομαι οὐρανίων, νειόθεν ἐκ κραδίης. Ἄλλοι μὲν χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ τὰ σηρῶν Δῶρα φέρουσι Θεῷ νήματα λεπταλέα. Καὶ Χριστῷ θυσίην τις ἁγνὴν ἀνέθηκεν ἑαυτόν· Καὶ σπένδει δακρύων ἄλλος ἁγνὰς λιβάδας.

### 1453

Σεῖο δὲ Χριστὸς ἔχοι δῶρον τόδε. Εἰσὶ Θεοῖο

### 1454

Λάτριες, οἷσι πόροις πᾶσαν ἐλευθερίην, Οἵ κε γαληνιόωντι νόῳ, ψυχαῖς τε τελείαις, Πληθὺν ἄγουσιν ἄνω μύστιν ἐπουρανίων, Πᾶσί τε Χριστοφόροισιν, ὅσοι χθονός εἰσιν ὕπερθεν

### 1454

Ἀζυγέες, κόσμου βαιὸν ἐφαπτόμενοι, Ὕμνοις παννυχίοισι καὶ ἠματίοισιν Ἄνακτα Μέλποντες, χθαμαλῶν ἀλλότριοι κτεάνων, Οἷς κόσμου μεδέων δειλὸν γένος ἔνθα καὶ ἔνθα Παίζει ἐπιχθονίων, ἄλλοτ’ ἐπ’ ἄλλον ἄγων·

### 1454

Οἶον πλοῦτον ἔχοντες ὑπέρτατον, ἐλπίδα κούφην Τῶν οὐκ ὀλλυμένων, οὐδὲ μεθισταμένων· Πλευρᾶς οὐ χατέοντες, ἑὸν δέμας ἀμφαγαπώσης, Οὐδὲ νέῃ παλάμῃ παισὶν ἐρειδόμενοι· Οὐδὲ κασιγνήτοισι πεποιθότες, οὐδ’ ἑτάροισιν,

### 1454

Αἵματι καὶ τέφρῃ αὔριον ὀλλυμένῃ·

### 1455

Οὐδὲ μέγα πνείοντες ἐν ἄστεσι καὶ πολιήταις, Ἀδρανέων ἀνέμων κάρτεϊ θαρσαλέοι· Οὐδὲ μὲν ἰσχανόωντες ἀφιπταμένοιο τάχιστα Κύδεος ἀνδρομέου, τέρψιος ἐννυχίης,

### 1455

Ἀλλὰ Θεῷ πέμποντες ὅλον νόον, ἔκ τε Θεοῖο Εὐπαγέος πέτρης πείσματ’ ἀναπτόμενοι· Μύσται κρυπτομένης ζωῆς Χριστοῖο ἄνακτος, Ὅς κε φαεινομένης παμφανόωσι μέγα, Δερκόμενοι Τριάδος καθαρὸν σέλας εἰς ἓν ἰούσης,

### 1455

Καὖθις ἀνοιγομένης ὄμμασιν ἁγνοτάτοις, Οὐρανίης στρατιῆς τε μέγα κλέος, οὐκέτ’ ἀμυδροῖς Φάσμασιν, οὐδ’ ὀλίγοις ἴχνεσιν ἀτρεκίης. Ἀλλὰ τὰ μὲν μετόπισθε· τὰ δ’ ἐνθάδε, καπνὸς ἄτιμος, Ἢ κόνις, οἳ ζωὴν τῖσαν ἐπουρανίην.

### 1455

Ὧν οἱ μὲν σπήλυγξιν ἐρημαίαις τε χαμεύναις

### 1456

Τέρπονται σχεδίοις, καὶ στυγέουσι δόμους, Καὶ πτολίων φεύγουσιν ὁμήγυριν, οὐρανίης δὲ Στέργουσιν σοφίης σύγγονον ἀτρεμίην. Οἱ δὲ σιδηρείῃσιν ἀλυκτοπέδαις μογέουσι,

### 1456

Τήκοντες κακίην σὺν χοῒ τηκομένῳ. Ἄλλοι δ’ αὖ θήρεσσιν ὁμοίϊα δώμασι τυτθοῖς Εἱρχθέντες, βροτέης οὐδ’ ὀπὸς ἠντίασαν. Εἴκοσι δ’ αὖ νύκτας τε καὶ ἤματα μίμνον ἄπαστοι Πολλάκι, τῆς Χριστοῦ ἥμισυ καρτερίης.

### 1456

Αὐχήσω· ποίμνης τις ἐμῆς ὄϊς ἦεν ἐκείνων, Ἔνθεν ἀφορμηθεὶς ἄστεος ἐξ ὀλίγου. Καὶ γλῶσσάν τις ἔδησε λάλον, καὶ χείλεα σιγῇ, Ἐκ δὲ νόου, μεγάλῳ αἶνον ἔθυσε νόῳ. Καί πού τις λυκάβαντας ὅλους ἱερῷ ἐνὶ χώρῳ

### 1456

Ἑστηὼς, καθαρὰς ἐξεπέτασσε χέρας·

### 1457

Οὐδ’ ὅγ’ ἐπὶ βλεφάροισιν ὕπνον βάλε, θάμβος ἄπιστον! Ἀλλ’ ἐπάγη Χριστῷ, ἔμπνοος ὥστε λίθος. Τῷ δὲ κόραξ γείτων τυτθῆς ἐμερίζετο δαιτὸς Λείψανον· εἷς δ’ ἄρ’ ἔην ἀμφοτέροις ἄκολος.

### 1457

Καί τις ἀνὴρ θείοιο κατ’ οὔρεος, ἔνθεν ἀέρθη Χριστὸς, ὅτ’ ἀνθρώπους λεῖψε πάθος τελέσας, Ἔνθα λόγῳ τε νόῳ τε καὶ ἅψεσιν ἀστυφέλικτος, Ἑστηὼς νιφετῷ βάλλετο καὶ ἀνέμοις· Οὐδ’ ὑπόεικε λιτῇσι περισταδὸν ἄλλοθεν ἄλλων

### 1457

Ἀνδρῶν εὐσεβέων ἀμφὶς ἑλισσομένων, Ἀλλ’ ἔχετο κρατερῶς Χριστοῦ μεγάλοιο ἄνακτος, Ἔνθεν ἀναστήσας ὃν νόον ἐκ μερόπων, Μέσφ’ ὅτ’ ἀποψύχοντι δόμον νέον ἀμφὶς ἔθηκαν, Οὐδ’ ἐμπαζομένῳ κηδεμόνος παλάμης.

### 1458

Ἆ, φρίκος ἦλθεν ἔμοιγε· λόγοις πιστοῖσι τετύχθαι Τόνδε νόμον μοναχοῖς οὔνομα καὶ βίοτον, Οὓς πλεῖστοι μὲν ἴσασιν, ἀτιμάζουσι δὲ παῦροι Πλεῖον θερμοτέρους ἔμφρονος εὐσεβίης,

### 1458

Εὖτέ τις εὐαγέων ἀνδρῶν κείνοισι πελάσσῃ· Ἡμεδαποῖο νόμου μηδὲν ἐπιστάμενος, Πρῶτά μιν εὐμενέως μὲν ἑοῖς τίουσι δόμοισιν, Ἀμφαγαπαζόμενοι πᾶσι τύποις φιλίοις, Καὶ ψυχὰς θείοισι λόγοις, οὓς Πνεῦμ’ ἐχάραξεν,

### 1458

Ὑψοῦσιν, φαενὴν δαῖτα χαριζόμενοι· Αὐτὰρ ἔπειτα, νόμου τις ἀπηνέος ἐν μεσάτοισι Μνήσατο, καὶ τοῖον ἐξερέεινεν ἔπος, Εἰ καλὸν εὐσεβέεσσι Θεοῦ πέρι πότμον ἐπισπεῖν,

### 1458

Ἕλκων κρυπταδίοις ῥήμασι πικρὸν ἔπος.

### 1459

Εἰ δ’ ὅγ’ ἀϊδρείῃσιν ἐπαινήσειε τελευτήν· Θνήσκουσιν πολλοῖς προφρονέως θανάτοις· Αὐτοὶ ὑπὸ σφετέρης παλάμης, καὶ γαστρὸς ἀνάγκῃ· Οἱ δὲ κατὰ σκοπέλων, βένθεσί τ’ ἠὲ βρόχοις,

### 1459

Μάρτυρες ἀτρεκίης, πολέμου δ’ ἄπο καὶ στονόεντος Χαίρουσιν βιότου τοῦδ’ ἀπανιστάμενοι Ἵλαθι, Χριστὲ ἄναξ, πισταῖς φρεσὶν ἀφραδέουσιν, Οἷά τ’ ἀπὸ νύσσης πῶλος ἀεθλοφόρος Τῆλε φέρων ἑὰ γοῦνα, ποδωκείῃσι πεποιθὼς,

### 1459

Οὐδὲ χαλινοῖσιν ἐντὸς ἐεργόμενος. Ἄλλος δ’ αὖτ’ ἄλλης ἀρετῆς ἐπιτέρπετ’ ἐρωῇ· Σταθμῶν πλειοτέρων, πλείονες ἐργατίναι. Ἀλλὰ τί μοι τὰ ἕκαστα λέγειν; Στεινὴν γὰρ ἀταρπὸν Παύροισιν μερόπων ἐνθάδ’ ὁδευομένην

### 1460

Οἵδε διεξελάουσι, καὶ ἀργαλέον πυλεῶνα, Τῶν ἀγαθῶν πολλοῖς στειβόμενον καμάτοις. Τοῖον μὲν Χριστοῖο λάχος, τοῖον δ’ ἀπὸ γαίης Πατρὶ Χριστὸς ἄγει καρπὸν ἑῶν παθέων,

### 1460

Ἕρμα λόγου, λαοῦ δὲ κλέος, κόσμου δὲ θέμεθλον, Κάλλεσιν οὐρανίοις ἀντεπιδεικνύμενον. Τῶν καὶ ἐμοὶ γένος ἐστὶ φαεσφόρον. Ὄμματα τήκοι Ὁ φθόνος. Ἀλλὰ σύ μοι τοῖσδε φίλα φρονέειν, Κληδονίῳ πρώτιστον ἐνηέϊ, ὅς γε πενιχροῖς

### 1460

Ζώει, καὶ Χριστῷ πάντ’ ἀνέθηκε φέρων, Αὐτὸν μὲν πρώτιστον, ἔπειτα δὲ ὅσς’ ἐπέπαστο· Οὐδὲν ἑῇ ζωῇ λειπόμενος χθονίῃ, Μάργαρος ἐν λάεσσιν, ἐν ἀστράσι φωσφόρος ἄλλος,

### 1460

Εἴαρ ἐν ὥρῃσιν, ἐν δὲ φυτοῖσι ῥόδον.

### 1461

Καὶ χθονίου ποτ’ ἄνακτος ἐν αὐλαῖς κύδεϊ γαίων, Μεῖζον ἐν ἡμετέρῳ ἕρκεϊ κῦδος ἔχει· Χριστῷ γὰρ βασιλῆϊ παρίσταται. Αὐτὰρ ἔπειτα, Πολλὸν ὁμηλικίης κρείσσονι Εὐλαλίῳ,

### 1461

Τόν ῥα κασιγνήτοιο μέγα σθένος Ἑλλαδίοιο Ἥμισυν ἄρτι λιπὼν, ᾤχετ’ ἀποπτάμενος Ἐς χορὸν, ὃν ποθέεσκεν· ὁ δ’ ἐνθάδε μοῦνος ἐλείφθη, Οὐδὲν ἔχων ὁράαν φέρτερον Ἑλλαδίου. Μητέρα δ’ ἀμφιβέβηκεν ἑὴν στυγερῆς ὑπὸ νούσου

### 1461

Τειρομένην, ὀλίγαις ἐν ψεκάσι βιότου· Οἵαν πουλὺς ὁ μῦθος ἐλεγχέμεν, ἄρκιον εἰπεῖν Τοιούτων τεκέων μητέρα βαιὸν ἔπος. Καρτέριον δ’ ἑτέρῳ δῶκεν Θεός· ἀλλ’ ἄρα καὶ τὸν Θήσεις σὸν, φιλότης, εὐμενέων ἑτάροις·

### 1461

Καρτέριον, τοῦ κῦδος ἐν οὐρανίοισι μέγιστον

### 1462

Αἰὲν ἀειρομένου πνεύματι σαρκὸς ἄπο. Φείδεο καὶ μεγάλου Νικομήδεος, εἴ τιν’ ἀκούεις, Ὃς ζωὴν βροτέην δῶκεν ἐπουρανίῃ, Καὶ θυσίην μεγάλοιο πατρὸς ζήλωσε παλαιὴν

### 1462

Ἀβραὰμ, ἁγνίσσας ὧν τεκέων δυάδα, Σπεύδοντ’ ἐς θυσίην ἱερήϊα· καὶ γάμον ἐσθλὸν Θήκατ’, ἐπεί ῥα γάμου κἀγαμίης στέφανος. Οὐδ’ ἔλιπεν γαίῃ πτόρθους χοὸς, ὡς ὅλος ἔλθῃ Γαῖαν ἐς αἰπεινὴν, τῆσδε λυθεὶς βιοτῆς,

### 1462

Καρπὸν ἀριστεύοντα μετ’ ἀνδράσιν, ἠδὲ γυναιξὶν, Ἀνδράσιν υἷα φίλον, θηλυτέραις θύγατρα, Ἡμετέροισι χοροῖσιν ἑὸν στάχυν ἐγκαταλέξας, Ἔλπομαι, ὡς ληνῶν ἄξιον οὐρανίων, Εὐθαλέας ὅρπηκας ἀπ’ εὐόδμοιο φυτοῖο·

### 1462

Εἰ δὲ καὶ ὧν τοκέων κρείσσονας, ἐκ τοκέων.

### 1463

Ἀλλὰ τὰ μὲν κρατεροῖο Θεοῦ ἐν χείρεσι κείσθω, Ὃς μέγα ταῖς μεγάλαις ἐλπίσι τέρμα φέρει. Νῦν γε μὲν οἷς τεκέεσσι πατὴρ, πτερὸν οἷα νεοσσοῖς Αἰετὸς ὠκυπέτης, πλησίον ἱπτάμενος,

### 1463

Ἰθύνει νεόπηκτον, ὅτ’ ἠέρος ἐν λαγόνεσσι Δινεύοντ’ οὔπω θαρσαλέῃ πτέρυγι, Πολλὰ μὲν εὐσεβίης παιδεύματα τοῖσιν ὀπάζων, Οὔπω δ’ ἧς ἀρετῆς φέρτερον οὐδὲν ἔχων· Ὃς θείοισι λόγοισι, καὶ ἤθεσι τούσδ’ ἀνέθηκεν,

### 1463

Ἐξ ἁπαλῶν ὀνύχων ἐσθλὸν ἐρειδόμενος, Καὶ πενίην ἱερὴν κλῆρον πόρσυνε μέγιστον, Μηδὲν ὥς κε λίποι ὄργανον εὐοδίης. Οὗτος μὲν δή σοι τοῖος δόμος, εὖχος ἐμοῖο,

### 1464

Εὖχος ἐμῆς μάνδρης, αἵματος ἐξ ἐμέθεν. Οὐδὲ μὲν ἐν πυμάτοισι Θεόγνιος, ἀλλ’ ἐπὶ γαίης Ἱστάμενος, θώκων ἅπτεται οὐρανίων, Μείλιχος, ἡδυεπὴς, αἰεὶ χλοάοντι προσώπῳ

### 1464

Φαίνων εὐμενέος πνεύματος ἀγλαΐην, Οὐδ’ ἐπίπλαστον ὕπερθεν, ὁμοίϊα θηλυτέρῃσι, Βάλλων χρῶμ’ ἀρετῆς, κάλλος ἐλεγχόμενον, Ἀλλὰ φόβον πραπίδεσσι Θεῷ φίλον ἐντὸς ἐέργων, Μούνῳ τῷ κρυφέων ἴδμονι φαινόμενον.

### 1464

Θαῦμα μέγ’, ὑστάτιόν περ ἐπαΐξας σταδίοισι Τῆς ἀρετῆς, ὅσσον ἔφθασε τοὺς προτέρους Καρπαλίμοισι πόδεσσι· φίλοις δέ τε παισὶν ἀρείω

### 1464

Γευσαμένοις σοφίης μοῖραν ἔδειξε βίου.

### 1465

Ἢν δὲ πάρος γαίηθεν ἐς οὐρανὸν εἶδε ταθεῖσαν Ἰσακίδης Ἰακὼβ ἡμέτερος προπάτωρ Κλίμακα, τήνδ’ ἀνιὼν, ὥς κεν Θεὸν αὐτὸν ἴδηται, Πηγὴν ἀκροτάτην οὐρανίων φαέων·

### 1465

Βαθμῶν τὸν μὲν ἔλειπεν, ὁ δ’ ἴχνια νῦν ὑπέδεκτο, Τοῦ δ’ ἔχεται παλάμῃ, ὄμματα δ’ ἄλλον ἔχει. Τοίη γὰρ μερόπεσσιν ὁδὸς, καὶ τοῖον ἐμοῖο Αἷμ’ ἀνάγει Χριστῷ εὐγενέτης γενέτης. Πολλὰ δ’ ἄρ’ Εὐάνδρου κειμήλια ἔνδοθι κεύθει

### 1465

Ψυχὴ, καὶ πολιῆς λευκότεραι πραπίδες. Τίς δέ κεν Ἀστερίοιο σαοφρονέων λελάθοιτο, Ἠδὲ κασιγνήτων τῆς ἱερῆς τριάδος, Οἷς ξυνὴ σοφίη, ξυνὸς βίος, εἰς ἓν ἄγερθεν Ἐλπωρῇ· μούνῃ σαρκὶ μεριζόμενοι,

### 1465

(Σιγήσω Φιλάδελφον, ἐμὸν κέαρ, εὐγενὲς αἷμα·)

### 1466

Μακροβίου δ’, ἐπὶ τοῖς, θρέμματος ἡμετέρου, Θρέμματος ἡμετέροιο, φίλον δ’ ἐμὸν, ὃν πτερύγεσσιν Εὐμενέων Χριστὸς ἀμφὶς ἔχει μεγάλαις, ...............

### 1466

Ὃν πάντων κρατέων οὐκ ἐφύσησε τύφος; Ῥήγινον ὕψι βιβάντα, Λεόντιον, Ἡλιόδωρον, Οἳ Χριστοῦ σοφίης ἄκρον ἔχουσι γέρας, Ἄλλους τ’ ἀγροτέροισι μετ’ ἀνδράσιν ἄστρα φαεινὰ, Πολλοῖς ἡμερίων οὐδὲ φαεινόμενα,

### 1466

Ἐν Χριστοῦ μελέεσσι τὰ τίμια, τίς κεν ἐνίσποι Σφρηγίδας ἀθανάτου, κάλλεα σαρκοφόρα; Πάντες δ’ οἵ γε Θεοῖο μεγασθενέος θεράποντες, Ἄλλος ἐν ἀλλοίῃ ἄρτιος εὐσεβίῃ, Ἴχνεσι κουφοτάτοισιν ἐπιστείβοντες ἄρουραν,

### 1466

Δεξιτερῆς παλάμης θρέμματ’ ἀριπρεπέα,

### 1467

Καὶ νηοῦ μεγάλοιο λίθοι, οὓς Χριστὸς ἔδησεν Ἀλλήλοις ἐρατῇ Πνεύματος ἁρμονίῃ· Οἳ ζωῆς σπινθῆρσι μικροῖς ζώουσιν ἐλαφρὸν Τόνδε βίον, γαστρὶ παῦρα χαριζόμενοι

### 1467

Ἀρχεκάκῳ, παθέων δὲ βαρὺν κλόνον, ἠδὲ κελαινὸν Ἱστᾶσιν Βελίου οἶδμ’ ἐπανιστάμενον, Σταθμὰ λόγῳ, σιγῇ δὲ μέτρον, καὶ δεσμὰ γέλωτι, Οὔασι, καὶ σταθεροῖς ὄμμασι βαλλόμενοι, Νήλιποι, αὐαλέοι, πενθήμονες, οἰοχίτωνες,

### 1467

Νεκροὶ ἐπιχθόνιοι, ζῶντες ἄνω πραπίσι, Μεῖζον ἐν ὀφθαλμοῖσι Θεοῦ σέλας αἰὲν ἔχοντες, Ψυχῶν τ’ εὐσεβέων κεῖθι χοροστασίην. Παρθενικὰς δὲ γυναῖκας, ὅσαι κλείουσιν Ἄνακτα Νυμφίον, ἁγνοτάταις μιγνύμενον κραδίαις,

### 1467

Αἳ Χριστὸν δοκέουσιν ἀκοιμήτοις φαέεσσιν,

### 1468

Οὔτι μαραινομένας λαμπάδας ἁψάμεναι, Τίσας, ἐπεὶ δεδάηκας ἐμὸν γέρας, εἴ τιν’ ἔτισας, Αὐλῆς ἡμετέρης ὄμμα φαεινότατον. Ξυνὴ γὰρ πάντεσσι πέλει χάρις, εὖτέ τις ἐσθλῶν

### 1468

Ἐσθλὰ πάθῃ, θεσμῷ κιρναμένης φιλίης. Ναὶ μὴν καὶ τῇσίν γε μέγας νόος, ἄῤῥενι θυμῷ Ῥιπτούσαις δολερὴν Εὖαν ἀπὸ κραδίης, Ναὶ μὴν καὶ τῇσίν γε περὶ χροῒ σάκκος ἐρυμνὸς, Καὶ κόνις ἐν δαπέδῳ, φάρμακα σωφροσύνης·

### 1468

Εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄϋπνοι, Καὶ πηγαὶ δακρύων ἔνδοθι λειβομένων. Γούνατα δ’ ἐῤῥώσαντο, καὶ ἀδρανίης λελάθοντο, Εὐσθενέων Χριστοῦ δραξάμεναι θυσάνων. Αἱ δ’ ἁπαλαὶ σάρκες τε καὶ εἵματα σιγαλόεντα,

### 1468

Κάλλος τ’ εἰαρινὸν ὦκα μαραινόμενον,

### 1469

Ἀμφότερον φύσιός τε καὶ ὁππόσον ἔκτοθι χερσὶν Ἄνδρες ἐτρίψαντο εἴδεσι μαχλοτέρων, Εἶξαν ὑπὸ πραπίδεσσι, νόου σθένος ἀνδράσιν ἴσας Θεῖναι θηλυτέρας, καὶ δέμας, ὡς σοφίην.

### 1469

Οὐ μέγα· καὶ Χριστὸν γὰρ ἀπ’ οὐρανοῦ ἀστερόεντος Σαρκὶ σὺν ἀνδρομέῃ γαῖαν ἐπερχόμενον, Καὶ τέκον ἡμερίοις ἁγνῆς διὰ μητρὸς ἰόντα Παρθένου, ὄφρα νόμον ἀνδρόμεον τελέσῃ, Ἀχράντοισι γονῇσι, καὶ ἐκ τύμβοιο θορόντα

### 1469

Ἤματι ἐν τριτάτῳ θερμοτέροισι πόθοις Πρῶται ἐθηήσαντο, φίλοις τε ἤγγειλαν ἑταίροις, Γευόμεναι Χριστοῦ γεῦσιν, ἄκος προτέρης. Πολλαὶ μὲν δὴ γαῖαν ἐπιπνείουσιν ἅπασαν, Ὁσσατίην σωτὴρ μῦθος ἐπιστρέφεται.

### 1470

Αἱ μὲν ὁμηγερέες, ξυνὸν πόθον ἀμφιέπουσαι Οὐρανίου ζωῆς, ἶσά τε μέτρα βίου, Αἱ δ’ ἄρ’ ἑοῖς τοκέεσσι παρήμεναι ἀδρανέουσιν, Ἠὲ κασιγνήτοις μάρτυσι σωφροσύνης.

### 1470

Αὐτὰρ ἐμοὶ παῦραι μὲν, ἀτὰρ πλεόνεσσιν ἐρίζω, Γηθόσυνος Χριστοῦ κάλλεσιν οὐρανίοις. Χρύσεα μὲν Λυδίοισι δόμοις ἐχαρίζετο μῦθος Ψήγματα, καὶ ποταμοῦ ὀλβοδότοιο ῥόον. Χρυσοφόροι δ’ Ἰνδοῖσι μελαγχρώτεσσιν ἄφυσσον

### 1470

Μύρμηκες κοίλης πλοῦτον ἀπὸ ψαμάθου. Νεῖλος δ’ εὐκάρποισιν ἐπαΐσσων πεδίοισιν Ὥριος, Αἴγυπτον θῆκεν ἐρισθενέα. Ἄλλος δ’ ὀρνίθεσσιν ἀγάλλεται, ὃς δὲ φυτοῖσιν,

### 1470

Ὃς δὲ λίθοις τερπνοῖς ἔνδοθι λαμπομένοις.

### 1471

Αὐτὰρ ἐμοὶ πάντων περιώσιον εὖχος ἔδωκε Χριστὸς ἄναξ, πολλῶν εὐσεβέων στέφανον. Ἦ ῥ’ ἐτεόν· τυτθοῖσι Θεὸς χάριν αἰὲν ὀπάζει, Ὥσπερ ὑποσχεσίη ἐστὶ παλαιοτέρη

### 1471

Βηθλεὲμ ἐν προτέροισιν, ἐμῷ νέον ἄστεϊ τυτθῷ, Τῇ μὲν ἑῇ γέννῃ, τῷ δ’ ἄρ’ ἐμοῖσι φίλοις. Οὗτός σοι χορὸς ἄλλος ἐμῆς ἀπολάμπεται αἴης, Οἷος ἀριστοτόκου πατρίδος ὑμετέρης, Ἀρμενίης, ἣ πολλὸν ἀριστεύους’ ἐπὶ γαίης,

### 1471

Φέρτατον εὖχος ἔχει ἀζυγέων ἄφενος. Τοῖσι χαριζόμενος, βαιὴν μὲν ἔμοιγε, φέριστε, Σοὶ δ’ αὐτῷ μεγάλην ἴσθι χάριν παρέχων, Σαυτῷ, καὶ τεκέεσσι, φίλῃ τε δάμαρτι μέγιστον Πλοῦτον ἄγων, ζωῆς ἐλπίδα λαμπροτέρης.

### 1472

Εἰ δέ τέ που καὶ ἐμῆς, ἑτάρων ἀγανώτατε πάντων, Τῆς ἀρχαιοτέρης μνῆστιν ἔχεις φιλίης (Οὐ γὰρ ἐν εὐσεβέεσσιν ἐμόν ποτε οὔνομα θήσω), Μηδέ μ’ ἀτιμάζειν, οὐ γὰρ ἔοικε, φίλος·

### 1472

Ἀλλ’ ἐπ’ ἐμοῖς ἑτάροισι χάριν καὶ κῦδος ὀπάζειν· Ἔστι δὲ καὶ ἐμέο πὰρ πλεόνεσσι λόγος· Εἴ τοι μὴ πλεόνεσσι, σὲ δ’ ἄξιον ἀντί νυ πάντων Ἅζεσθαι φιλίην, ὦ μάκαρ, ἡμετέρην. Ὧδ’ ἂν καὶ πάντεσσι φίλοις κεχαρισμένα ῥέζοις,

### 1472

Οἷσιν ὁμῶς τιμὴ εὔαδε τῶν ὁσίων, Βασιλίῳ δὲ μάλιστα, τὸν ἔξοχα Χριστὸς ἔτισεν, Ὃς μέσος ἀμφοτέρων ἵσταται, εἰς ἓν ἄγων Ἄκρα φίλων, ξυνῷ δὲ πόθῳ συνέδησεν ἄμεινον·

### 1472

Τῷ σὺ χαρίζεσθαι πάντα δικαιότατος,

### 1473

Αἰδόμενος πάτρην τε φίλην, καὶ ἥλικα μῦθον, Καὶ καθαρὰς θυσίας, καὶ πτερόεντα βίον, Οἷσιν ἔσω σκηνῆς πάντων ἀβάτοιο πόδεσσι Δεύτερος ἐξ Ἀαρὼν ἱστάμενος μεγάλου,

### 1473

Καὶ Θεὸν ὑψιμέδοντα καταντίον ὄμματι λεύσσων, Θνητοὺς ἀθανάτῳ μίγνυσι λισσόμενος. Κείνῳ μὲν τὰ ἔμοιγε χαρίζεαι, ὅσσα δ’ ἐκείνῳ, Χριστῷ, τοῦδε χάρις ἐς Πατέρ’ ἐστὶ χάρις. Λίσσομ’ ὑπὲρ ψυχῶν, καὶ οὐρανίου βιότοιο,

### 1473

Λίσσομ’ ὑπὲρ μελέων πνεύματι δαπτομένων. Δὸς χάριν ἠματίοισι πόνοις, νυχίῃσί τ’ ἀοιδαῖς· Δὸς δὲ χαμευνίῃ, λεπταλέοις τε γόοις, Καὶ τρυχίνοις ῥακέεσσι, καὶ ὄμμασι τηκομένοισι· Δὸς δὲ νόῳ καθαρῷ, δὸς δ’ ἱεροῖσι λόγοις,

### 1473

Ὄφρ’ ἀρετὴν τίων, ἀρετῆς ὁδὸν ἀμπετάσειας

### 1474

Πλείοσι, καὶ πλεόνων μισθὸν ἔχοις Θεόθεν. Σπείραις δ’ ἔνθα μένοντα, καὶ ἄφθιτον ἀμήσαιο Καρπὸν ἐπουράνιον, πλούσιον ἀντ’ ὀλίγων. Αἴδεο καὶ πολιὴν θεοειδέα πατρὸς ἐμοῖο,

### 1474

Ἔμπλεον ἀνθρώποις θαύματος ἱστορίην Ἀμφότερον, ἐτέων τε κύκλοισι, καὶ ἤθεσι κεδνοῖς· «Ὑστάτιόν τοι ἔπος φθέγξομαι ἀδρανέων. Ποίμνης ἡμετέρης περιφείδεο, φείδεο ποίμνης, Ὦ τέκος, ἡμετέρης, ἧς ῥα περιτρομέω.

### 1474

Καὶ γὰρ πόλλ’ ἐμόγησα, Θεὸς δέ μοι ἐγγυάλιξε Ποιμαίνειν πολλὰς εἰς ἐτέων δεκάδας. Σοὶ δὲ Θεὸς ὀπάσειεν, ὅς’ εὐσεβέεσσιν ὀπάζει, Ἄλλα τε καὶ λιπαροῦ γήραος ἀντιάσαι.» Τοῖα πατρὸς ἐμοῖο θεόφρονος, αὐτὰρ ἔγωγε

### 1474

Φθέγξομ’ ἀφ’ ἡμετέρου Γράμματος ἐσθλὸν ἔπος·

### 1475

«Μέτρα Θεοῦ μέτροισιν ἰσάζεται ἡμετέροισιν· Οἷά περ ἀλλήλοις ἐνθάδε μετρέομεν, Τοῖα διδοῖ μερόπεσσι Θεὸς μέγας.» Ἀλλὰ μετροίη Κρείσσοσι τὰ κρείσσω νῦν τε καὶ ὑστάτιον·

### 1475

Νῦν πᾶσιν ἀνθρώποισι θεμείλιον, ἠὲ κάκιστον, Ἠὲ καλὸν βιότου βάλλετ’ ἐφημερίου. Καὶ τυτθῇ πλάστιγγι μέγα κτέαρ οὐρανίοιο Σείεται· ἡ δὲ ῥοπὴ ἔνθα καὶ ἔνθα φέρει. Καὶ Χριστὸς μερόπεσσι, φόρου παρεόντος, ἐμίχθη,

### 1475

Ἠνίκα Καῖσαρ ὅλην γαῖαν ἀπεγράφετο· Καὶ τέλος αὐτὸς ἔδωκε βροτῷ Θεὸς, ὥς κεν ὀπάσσῃ Θνητοῖς δουλοσύνης τήνδε παρηγορίην. Ἅζεο τὴν Χριστοῖο χάριν, καὶ φείδεο λαῶν· Ἅζεο, καὶ σὺ γράφῃ βίβλον ἐς οὐρανίην

### 1475

Ἐσθλὴν, ἐσθλὰ γράφων· εἰ δ’ ἔμπαλιν, ἄλλος ἐνίσποι·

### 1476

Ἔμπα γε μὴν ὁσίως λώϊόν ἐστι γράφειν. Οὐχ ἅλις, ὅττι βροτοῖσι βαρὺν ζυγὸν ἤγαγε πρώτη Ἀρχεγόνου κακίη, καὶ φυτὸν ἀνδροφόνον, Βασκανίη τε δράκοντος, ἀτασθαλίη τε γυναικὸς,

### 1476

Γεῦσίς τ’ οὐλομένη γνώσιος ἀντιπάλου, Ἥ με θνητὸν ἔθηκε, καὶ ἐς χθόνα, ἔνθεν ἐτύχθην, Αὖθις ἀπωσαμένη, λυπρὸν ἔθηκε βίον, Ὠδῖνάς τε μόθους τε καὶ ἐς πλατὺ νῶτον ἀρούρης Κύπτοντα ζώειν, τειρόμενον καμάτοις;

### 1476

Ἀλλά με καὶ πλεόνεσσιν ἀδελφεὸς ἄλγεσι δώσει, Χοῦς εἷς, ἔν τε ἰῇ κείμενος ἀμπλακίῃ; Οὐ θέμις, οὐδ’ ἐπέοικεν, ἐπεὶ πολὺ λώϊόν ἐστι Φάρμακον, ἠὲ πόνον, τοῖς νοσέουσι φέρειν. Τοῦτό σοι ἡμετέρη ξεινήϊον, ὦ πανάριστε,

### 1476

Πέμπει ὁμηλικίη, ὃ χρόνος οὐ δαμάσει,

### 1477

Εὖχος Ἀρμενίης, Ἑλλήνιε, ὃς λάχες αἴῃ Στῆσαι ἡμετέρῃ μέτρα δίκαια φόρων. Καὶ στήσαις μεγάλοιο Θεοῦ σὺν ἀμύμονι χειρὶ, Ὥς κεν ἁγνῶς στήσαις, μηδ’ ἑτεροκλινέα,

### 1477

Κέρδεσιν οὐχ ὁσίοισι δαμεὶς φρένας. Εἰ γὰρ ἅπασιν Ἶσα ταλαντεύσαις, ὄμμα μέγα τρομέων, Τυτθὴ μὲν πόλις ἐσμὲν, ἀτὰρ πολὺ σεῖο, φέριστε, Δώσομεν ἀνθρώποις, ἡ Διοκαισαρέων, Οὕνομα, καὶ πινάκεσσι χαράξομεν· «Οὗτος ἄριστος,

### 1477

Οὗτος ὁ καὶ Μώμου κρείσσονα μέτρα φέρων.»

### 1477

Βʹ. Πρὸς Ἰουλιανόν.

### 1477

Ὄμβρῳ διψάδα γαῖαν ἐπέκλυσεν, ὅς μιν ἔδησεν· Ἄλλος τ’ ἐξ ὑδάτων ἥρπασε κόσμον ὅλον·

### 1478

Καὶ νούσοις τις ἄρηξεν, ὁ δ’ ἐκ πολέμων ἐσάωσεν, Ἄλλος δ’ οὐρανόθεν λαὸν ἔθρεψε μέγαν. Σοὶ δὲ Θεὸς χείρεσσι φόρων ἐνέθηκε τάλαντον, Κύδιμ’ Ἰουλιανὲ, ὡς τοπάροιθε δίκης,

### 1478

Ἄῤῥοπον, ἄκλοπον, ἶσον, ἀοίδιμον. Ἀλλὰ, φέριστε, Φείδεό μοι πτωχῶν, φείδεο σῇ γραφίδι, Οὓς νόσος ἠΐστωσε φαγοῦς’ ἀπὸ σάρκα τάλαιναν· Φείδεο, καὶ σὺ γράφῃ οὐρανίαις σελίσι. Τοῖα διδοῖ μερόπεσσι Θεὸς μέγας ἀντιτάλαντα,

### 1478

Οἷά περ ἀνθρώποις ἐνθάδε μετρέομεν. Τῷ βροτέῳ συνάρηξον, ἐπεὶ δέμας ἐστὶν ἅπασι· Λάζαρος ἐν προθύροις, δὸς ψίχας ἀλλοτρίας. Καὶ Χριστὸς μερόπεσσι, φόρου παρεόντος, ἐμίχθη.

### 1478

Ἅζεο τὴν Χριστοῦ ἥλικ’ ἰσογραφίην.

### 1479

Ἅζεο μητέρα σὴν πτωχοτρόφον, εὐσεβὲς αἷμα, Καὶ δόμον, ὃς μελέοις εὐμενέειν ἐδάη. Ἅζεο καὶ τὸν ἐμὸν πλοῦτον, φίλος, ὅν ῥα πένησι Πάντ’ ἀπέδωκα φέρων, σταυροφόροισι πόθοις.

### 1479

Ξυνὸς ποντοπόροισι λιμὴν, ξυνὴ δέ τ’ ἀρωγὴ Τοῖς ἐπιδευομένοις, ἠδὲ μερὶς κτεάνων. Ἡμετέρη κτῆσις, σὴ δὲ γραφίς. Ἶσον ἔχοιμεν Τῆς πτωχοτροφίης μισθόν. Ἄναξ γραφέτω. Ἦ μὲν δὴ πολλοῖς σε Θεὸς μέγας ἐκλήϊσσεν,

### 1479

Ὁσσατίοις ὀλίγους τῶν χθόν’ ἐπερχομένων. Αἷμ’ ἱερὸν, μῦθοι, κτεάνων σθένος, εἶδος ἀγητόν· Βήμασι κάρτος ἄγειν Αὐσονίοισι νόμοις· Ἀλλ’ ἔμπης τόδε σοι πάντων πλέον, ἠπιόμητι,

### 1480

Χεῖρα Θεοῖο φέρειν τοῖς ἀτάφοις νέκυσι.

### 1480

Γʹ. Πρὸς Βιταλιανὸν παρὰ τῶν υἱῶν.

### 1480

Ὦ πάτερ, ὅν περ ἔμοιγε Θεὸς θεὸν ἐνθάδ’ ἔδωκεν, Οὐ γεγαὼς γεγαῶτα, καὶ οὐ φθινύθων φθινύθοντα,

### 1480

Ὥς κεν ἐπιχθονίοισι γέρας καὶ κῦδος ὀπάσσῃ Ὡς γὰρ ὁμοῦ πάντων γενέτης, νωμεύς τε φέριστος, Χριστὸς ἄναξ μεγάλοισι νοήμασι κόσμον ἑλίσσων, Ὥς ῥα καὶ οἷς τεκέεσσι πατὴρ θεός. Ἀλλ’ ἐπάκουσον Μῦθον ἐμὸν θείοισιν ἐνὶ σπλάχνοισιν ἄριστον·

### 1480

Καὶ τὸ Θεοῦ μεγάλοιο. Θεὸς βροτὸν οὐκ ἀθερίζει, ᾯ θάνεν, ὃν συνέγειρε, καὶ ᾧ Θεὸς ἵξεται αὖτις,

### 1480

Ἵξεται ὑστατίοισιν ἐν ἤμασι πάντας ἐλέγχων.

### 1481

Τίπτε τόσον τεκέεσσι τεοῖς ἐπέβρισας ὀδόντα; Πῶς ποινὴ κακόχαρτος ἐνήλατο σοῖσι δόμοισι; Τίς δ’ Ἐρινὺς τόσον ὄλβον ἀτάσθαλος ἐξετίναξεν; Ἤτοι μὲν πατέρων ἀγαθῶν ἔφυς, οὐκ ὀλίγος δὲ

### 1481

Αὐτὸς ἐν ἡμερίοισι, Θεῷ δέ γε πάγχυ μέμηλας, Ὃς φιλέει φιλέοντας, ἀπεχθαίρει δὲ κακίστους. Οὗτος μὲν τοπάροιθε Θεοῦ νόμος. Ἀλλὰ τέθηπα, Πῶς σὺ θεοστυγέεσσιν ὁμοίϊα κύδε’ ἀνέτλης, Δαμνάμενος πληγῇσιν, ὃ δὴ φάτις, αὐτὸς ἑῇσιν.

### 1481

Ἄλλοις ἀπροτίοπτα βίου φύσις ἄλγε’ ἀνεῦρε, Τῇ καὶ τῇ δονέουσα βροτῶν γένος. Οὐδέ τις οἶδε, Ποῖ λήξει μέγα κῦμα πολυπλανέος βιότοιο, Ἢ τίς νῆα μέλαιναν ἑὴν ὑποδέξεται ὅρμος. Ἄλλον πόντος ὄλεσσεν ἀπείριτος, ἢ κλύσε χέρσῳ

### 1482

Ζωὸν, ἄτερ σπείροιο καὶ εἵματος, οἰκτρὸν ἀλήτην. Τὸν πρόσθεν πολύολβον· ἃ δ’ ἤγετο, κεύθεται ἅλμῃ Ἄλλον δηριόωντα μόθος κτάνεν, ἤ μιν ἔπεμψε Δουριαλῆ χείρεσσιν ὕπ’ ἀνδροφόνοισιν ἑλόντων.

### 1482

Ἄλλον δ’ αὖ βασιλῆες ἐνόσφισαν, ὧνπερ ἔχεσκον, Αὐτῆμαρ χθαμαλόν τε καὶ ὄλβιον ἄνδρα τιθέντες· Καί τινα ληϊστῆρες ἀπηνέες, ἤ τινα φῶρες Ἠματίῃ κακότητι καὶ ὀρφναίοισι δόλοισιν. Ἄλλους δ’ αὖ μελέων κατεδάσσατο δάπτρια νοῦσος.

### 1482

Σοὶ δ’ ὧν μὲν κατέλεξα, Θεὸς κατένευσε γαλήνην Πάντων, καὶ νεύσειεν ἔτ’ ὄμμασιν εὐμενέεσσι, Πάντα περιφράσσων τά τε ἔνδοθεν, ὅσσα τ’ ἔασιν Ἔκτοθεν; οὗ δέ τίς ἐστι δύη, καὶ κάρτος ὄπασσεν.

### 1482

Ἓν δὲ τόδ’ οὐ κατένευσε, τεοῖς τεκέεσιν ἀρήγειν

### 1483

Ὡς γλήνην βλεφάροισιν ὑπ’ εὐκύκλοισι φυλάσσων, Ὡς μή τις βιότοιο περῶν πλόον ὧδ’ ἀγορεύσῃ· «Μοῦνος ἐγὼ κακότητα βίου καὶ κύδε’ ἄλυξα.» Ὦ Σαμίων ποτ’ ἄναξ, σὺ Πολύκρατες, οἷον ἐμήσω;

### 1483

Δείσας εὐτυχίης δρόμον ἄσχετον, ἔμβαλες ἅλμῃ Πόρκην, ὃν φιλέεσκες, ὅπως φθόνον ἐξαρέσαιο· Καὶ τὸν μὲν πάλιν εἶχες, ἀτὰρ μόρον οὐχ ὑπάλυξας. Ἡμῶν δ’ οὐδὲν ἄποινον ἔχει φθόνος. Οὐ μέγα θαῦμα, Εἴ τι δόμοις καὶ βαιὸν ἐπήχλυσεν ἡμετέροισιν.

### 1483

Ἀχλὺς γὰρ τόδε γ’ ἐστὶν ἐτήτυμον, ἠέ τις ὄρφνη Ἱσταμένη τεκέων τε μέση καὶ πατρὸς ἀρίστου. Τίς τάδε θρηνήσειε γόων πολύϊδρις ἀοιδός; Πῶς μῦθον προτέροισιν ἐδώκαμεν οἷς παθέεσσι;

### 1484

Μορφῆς μέν τις ἑῆς ποτ’ ἐράσσατο, καὶ κατὰ πηγῆς Ἥλατο, καί μιν ἔσοπτρον ἀπώλεσεν εἴδεος ἐσθλοῦ. Σάρκας δ’ οὔ ποθ’ ἑάς τις ἀπέστυγε. Κεῖνο δ’ ἄκουσα, Ὡς μήτηρ φίλον υἷα κατέκτανε μαργοσύνῃσι·

### 1484

Κτεῖνε μὲν, ὥς τινα θῆρα, τὸ δέρκετο· ὡς δ’ ἐνόησε, Μύρατο οὐκέτι θῆρα, πάϊν δ’ ὑπὸ χερσὶ δαμέντα. Καὶ μήτηρ τεκέεσσιν ἑοῖς ἐνὶ φάσγανον ἧκεν, Ἀμφιχολωσαμένη λεχέων καὶ πατρὸς ἔρωτος. Καί τινα θηρητῆρα κατ’ οὔρεος, ἀντ’ ἐλάφοιο

### 1484

Ὠκείης, ἐδάσαντο θοαὶ κύνες, ἃς φιλέεσκε. Μή σε, πάτερ, τούτων τιν’ ἀριθμήσειεν ἀοιδὸς Μνωόμενος πατέρων κακίης καὶ πήματ’ ἀείδων

### 1484

Ἐνδήμου πολέμοιο, καὶ αἵματος ἀντιβίοιο.

### 1485

Ἅζομ’ ἐγῶ. Κακίη μὲν ἐμὴ, κακίη δέ τε πατρὸς, Πατρὸς δ’ εἰσέτι μᾶλλον, ἐπεὶ καὶ φέρτερός ἐστιν Ἀμφότερον πολιῇ τε καὶ ἤθεσι κυδαλίμοισιν· Εἴ τοι μὴ κακίη γε, δυσωνυμίη δ’ ἀλεγεινὴ,

### 1485

Ἥ τε καὶ ἐσθλὸν ἐόντα χαμαὶ βάλε πολλάκι φῶτα. Πολλοὶ μὲν γὰρ ἴσασιν ἀληθέα, οὐκ ὀλίγοι δὲ Δόξαν ἐποπτεύουσι, τό σε φράζεσθαι ἄνωγα. Καὶ γὰρ ἅπαντ’ ἐθέλω πάντων κρατέειν γενετῆρα, Καὶ μάλα χωόμενός περ, ἐπεὶ φύσις ὧδε κελεύει,

### 1485

Καὶ κλέος ἐσθλὸν ἔχοντα μετ’ ἀνδράσιν, ὕψι φέρεσθαι. Πῶς σε, πάτερ, ξείνῳ τις ἐνηέα φῶτα δοκήσει, Τοσσάτιον τεκέεσσι χολούμενον, οὓς ἐφύτευσας, Οὓς ἤρω ποτ’ Ἄνακτι τεοῖς ἐπὶ γούνασι θεῖναι, Καὶ κλεινῇσι γέρηρας ἐπωνυμίῃσι φανέντας;

### 1486

Πέτρος ἐγὼ, Φωκᾶς δὲ κάσις, Χριστοῖο μαθητῶν Κλήσιες. Αὐτὰρ ἔπειτα χόλος, καὶ πάντα λέλασται, Τίς, πάτερ, ὡς σὺ, φέριστε, τόσον τεκέεσσιν ἑοῖσιν Ἤπιος ἀρτιγόνοισιν, ἀεξομένοισι δ’ ἀπηνής;

### 1486

Εἰ μὲν δὴ θέμις ἠὲ Θεῷ βροτὸν ἀντιφερίζειν, Ἢ παῖδας τοκέεσσι, τάχ’ ἄν τινα μῦθον ἀνεῦρον Ἡμετέροις παθέεσσιν ἀρηγόνα· νῦν δὲ τόδ’ οἶον Ῥήξομεν ἡμετέρων στομάτων ἔπος. Εἴτε κάκιστοι, Σοὶ, πάτερ, εἴτ’ ἀγαθοί· τοῦ σπέρματος ὁ στάχυς ἔστω.

### 1486

Σὸν κλέος οὗτος, ἔγωγε, μακάρτατε, σὸν δέ τ’ ὄνειδος, Ἢ καλὸς, ἠὲ κάκιστος ἐών. Τόδε πᾶσι πέφανται, Στέργειν ἐσθλὸν ἐόντα, κακῷ δ’ ὑπὸ χεῖρα ἐρείδειν. Οὐδὲ γὰρ ἀρτεμέουσι τὰ φάρμακα, τοῖς δ’ ὑπὸ νούσου

### 1486

Τειρομένοις ἐπάγουσιν ἀκέστορες. Οὐδέ τις ὄρνιν

### 1487

Ἑζόμενον κλαδεῶνι, καὶ ἠέρι ταρσὸν ἱέντα, Ἧς δ’ ἀπὸ τῆλε πεσόντα φίλης ἐλέηρε καλιῆς, Ἢ γναμπτοῖς ὀνύχεσσι πεπαρμένον ὠμοβόροιο Ἵρηκος, καὶ στυγνὸν ὑποτρύζοντα πόδεσσι.

### 1487

Σὴ χάρις ὄντα κάκιστον ἑοῖς σπλάγχνοισι γεραίρειν· Εἰ δ’ ἀγαθὸν, τοῦ πατρὸς ἐμοὶ νόμος. Οἱ γὰρ ἄριστοι Καὶ ξείνοις τελέθουσι προσηνέες. Οὐδὲ Θεοῖο Ἥδε χάρις τὸν ἄριστον ἔχειν πέλας, ἀλλὰ κακίστῳ Εὐμενέειν, καὶ χερσὶν ἀπὸ χθονὸς ὑψός’ ἀείρειν.

### 1487

Οὐδὲ γὰρ ἀπτώτοισι θάνεν Θεὸς, εὖτ’ ἐπὶ γαῖαν Ἤλυθε, καὶ θεότητι ἑὸν βροτὸν ἀμφὶς ἔπηξεν, Ἀλλὰ χαμαιπετέεσσι, καὶ οἳ θάνον ἐξ Ἀδάμοιο. Οὐκ ἀΐεις υἱῆα νεώτερον, ὡς ἀπὸ πατρὸς Πλάγχθη, μαχλοσύνῃσι πατρώϊα πάντα λαφύξας,

### 1488

Καί μιν λιμὸς ἔτειρεν ἀλήμονα; Ὡς δ’ ἐπὶ δῶμα Πατρὸς ἑοῦ παλίνορσος ἔβη, καὶ γούνασι κάμφθη, Αἶψα πατὴρ ἐλέηρε κακὸν πάϊν, αὐχένι χεῖρας Πλέξατο, δάκρυα χεῦε, καὶ εἰλαπίνῃσι γέρηρε

### 1488

Καὶ ποιμὴν ὀΐων τις, ἰῆς ἀπομουνωθείσης, Ἐσθλὸς, λεῖψεν ἅπαντα, μετ’ ἴχνια δ’ ἤλυθε κείνης· Ἢν δέ μιν ἢ κατὰ πρῶνας ἀπόπροθεν, ἠὲ καθ’ ὕλας Πλαζομένην εὕρῃσιν, ἑοῖς ὤμοισιν ἀείρας, Καγχαλόων δεκάδεσσιν ἐνηρίθμησε φίλῃσι.

### 1488

Τοῖος ἐμοῦ Χριστοῖο μέγας νόμος, ὃς χθαμαλοῖσιν Εὐμενέει πάντεσσιν, ὑπερφιάλους ἀθερίζων. Πολλάκις ἐξαγόρευσις ἁμαρτάδος ἄνδρ’ ἐσάωσε Μούνη, καὶ δακρύοισιν ἀπέκλυσε πήματα πικροῖς,

### 1488

Καὶ ψυχὴν ἐκάθηρε μελαινομένην κακότητι.

### 1489

Ἑπτάκι πολλάκι τόσσον Ἄναξ μειλίσσετ’ ἀλιτροῖς, Ὡς λογίων ἐπάκουσα Θεοῦ, καὶ Πνεῦμ’ ἐδίδαξε. Τίς Μανασῆ βασιλῆος ἐν ἀνθρώποισι χερείων; Τίς δ’ ἄρ’ ἐνὶ πτολίεσσι Νίνου μεγάλοιο πόληος;

### 1489

Τίς δὲ τελωναίης ἀμέτρου χερός; ἀλλ’ ἄρα καὶ τοὺς Χριστὸς ἄναξ ἐλέηρεν ὀδυρομένους κακότητα. Ἀλλὰ τί μοι Χριστοῖο, τί δὲ βροτέοιο πόθοιο, Τόν ῥα φύσις τοκέεσσιν ἐπήξατο ἀμφὶ γενέθλην; Καὶ θῆρες φιλέουσιν ἑὸν γόνον, εἴ ποτ’ ἄκουσας

### 1489

Παρδάλιάς τε σύας τε βοῶν τ’ ἀγέλην ἑλικώπων, Ὥς ῥα περιτρομέουσι, καὶ ὡς περὶ δῆριν ἔχουσι, Θηρσί τε καὶ μερόπεσσιν ἀπεχθέσιν ἀντιόωντες. Σοὶ δ’ ἄρ’ καὶ θηρῶν ὀλοώτερος ἔπλετο θυμὸς, Καὶ μερόπων. Δάμασον θυμὸν μέγαν· ἤ σέ γε πέτραι

### 1489

Ἠλίβατοι θρέψαντο, πάτερ φίλε, ἤ σε θάλασσα,

### 1490

Στεῤῥοτέρην ἀδάμαντος ἐνὶ φρεσὶ μῆνιν ἔχοντα. Ἄλλοι μὲν κτεάτεσσι τεοῖς ἔπι τέρψιν ἔχουσι, Ξεῖνοί θ’ ἡμεδαποί τε, θεουδέες, ἀφραδέοντες. Ξυνὸς γὰρ πάντεσσι λιμὴν χατέουσι τέτυκται

### 1490

Σὸς δόμος· ἡ δὲ τράπεζα, καὶ ἄλσεος Ἀλκινόου Τερπνοτέρη, πλήθουσα φίλοις, πλήθουσα δ’ ἐδωδῆς Ἠερίων, χθονίων τε καὶ ὁππόσα νήχεται ὕδωρ. Ἡμεῖς δ’ ἦμαρ ἐπ’ ἦμαρ ἐπ’ ἀλλοτρίῃσι θύρῃσιν Αὐαλέοι, κρυεροὶ, καὶ ἀνείμονες, ἔνθα καὶ ἔνθα

### 1490

Πλαζόμεθ’, οὐδέ τίς ἐστι δύης ἄκος, οὐδὲ πρόσωπον Σεῖο, πάτερ, λεύσσοντες ἐπὶ χρόνον, εὖτ’ ἐχολώθης, Καὶ μάλα περ ποθέοντες, ὃ καὶ δμώεσσιν ὀπάζεις Πολλάκι, χωόμενός περ, ὃ δὴ πόνος. Ἀλλὰ τραπέζαις Ἥμεθ’ ἐπὶ σχεδίῃσι δυσάμμοροι, οὐδ’ ὀλίγας περ,

### 1490

Λάζαρος ὥς τις ἐκεῖνος, ὑπερφιάλοιο τραπέζης

### 1491

Ψῖχας ἀφαρπάζοντες, ὁμὴν κυσὶ δαῖτα φέροντες. Πολλοὶ μὲν στυγέουσι τεὴν χάριν, οὐκ ὀλίγοι δὲ Τίουσιν. Μέγα θαῦμα, πατρὸς γέρας υἷες ἄτιμοι, Οὓς κοτύλη βαιή τις ἀναψύξει γοάοντας·

### 1491

Ἄλγος ἀρειοτέροις γὰρ ἀρηγόνες εἰσὶ χερείους. Ἄλλοι δ’ αὖ οὐδ’ ἴσασι τίνες, τίνος. Αἰδέομαι γὰρ Φράζειν καὶ γενετῆρα. Δύω γε μὲν εὐμενέουσιν, Ὄφρα κεν ἠὲ φύγωσι δύην, ἢ ἄλκαρ ἔχωσι Πήμασιν ἐν σφετέροισιν, ὅτ’ ἀντία κυμαίνῃσι

### 1491

Δαίμων, ἀλλοτρίῃσιν ἑὴν τίοντες ὀϊζύν. Εἴπω μείζονα μῦθον· ἀτὰρ, πάτερ, ἵλαος εἴης. Τόσσον ἄκος παθέεσσι πόροις, μὴ μῦθον ἐρύξῃς. Ἄλλοις μὲν τεκέεσσι πατὴρ καὶ ἤπιος ἐσσὶ,

### 1492

Τόσσον, ὅσον τ’ ἐπέοικε Θεοῦ Πατρὸς ἐκγεγαῶτα. Οὐ φθόνος· οὐ γὰρ ἔοικε κασιγνήτῃσι μεγαίρειν. Θρέψας ἐν θαλάμοισι δροσώδεας, ἔργ’ ἐδίδαξας Εὐγενέος παλάμῃσι, διέπλασας ἤθεα κεδνὰ,

### 1492

Θηλυτέρης Χείρωνος· ὑπὸ προπόδεσσι γάμοιο Ἐσθλοὺς ἄνδρας ὄπασσας· ἐνὶ πτολίεσσι γερήρας. Μοῖραν ἑῶν κτεάνων ἀπεδάσσαο χειρὶ παχείῃ. Ἡμᾶς δ’, οὓς σὺ φύτευσας ἰῆς ἀπὸ μητρὸς ἀρίστης, Ἥν ς’ ἔτι δακρυχέοντα, πάτερ φίλε, πολλάκι λεύσσω,

### 1492

Εὐσεβέος, πάντεσσιν ἐπιχθονίοισιν ἀγητῆς, Πρωτογόνους υἱῆας, ὃ πατράσιν ἐστὶ μέγιστον, Τόσσον ἀπεχθαίρεις, καὶ δώματος ἐκτὸς ἐλαύνεις,

### 1492

Ὁσσάτιον κείνῃσιν ἐνηέα θυμὸν ἔδειξας.

### 1493

Φθέγξομαι οὐκ ἐθέλων μὲν, ἀτὰρ λόγον ἔκτοθε ῥήξω, Ὄφρα με μὴ ῥήξειεν ἐεργόμενος πραπίδεσσιν. Ἦν θάλαμος, καὶ δεῖπνα γαμήλια· πάντα γεγήθει, Ἕδνα λόγοι θαλάμων καὶ ἀθύρματα τερπνὰ γάμοιο.

### 1493

Πολλοὶ μὲν θαλέθοντες ἀφ’ αἵματος, οὐκ ὀλίγοι δὲ Γείτονες, οἵ τε ἄνακτος ἐν ἕρκεσι κῦδος ἔχοντες, Δαῖτα γάμου τίεσκον, ἀγακλειτοί θ’ ἱερῆες Εὐχαῖς καὶ στεφέεσσιν ὁμοζυγίην συνάγοντες· Καί ῥ’ οἱ μὲν πάλλοντο καλὸν περὶ κοῦρον ἑταῖροι,

### 1493

Νυμφίον ὑμνείοντες ἐοικότα ἔρνεϊ καλῷ· Αἱ δ’ ἄρα παρθενικὴν ἑλικώπιδα πορσύνεσκον Ἐς γάμον ἱμερόεντα· πατὴρ δ’ ἐπετέρπετο παισίν· Ἡμεῖς δ’, ὡς θήρεσσιν ἐοικότες ἠὲ σύεσσιν, Ἢ μορφὴν ὀλέσαντες ἀπηνέϊ δαίμονος αἴσῃ,

### 1494

Εἰρχθέντες κατὰ δῶμα κασιγνήτης ἀπάνευθεν, Ἠρώμεσθ’, ὅτι λυπρὸν ἐσήλθομεν οἶδμα βίοιο· Ὡς ὄφελον μὴ μητρὸς ἐνὶ σπλάγχνοισι παγῆναι, Ἠὲ θανεῖν ἀτέλεστος ἐν ὠδίνεσσι τεκούσης,

### 1494

Εἰ δὲ πύλας ἐπέρησα, καὶ εἵλκυσα πνεῦμα μόροιο, Κλαυθμὸν ἐμοὶ τὸν πρῶτον ἐμοῦ θανάτοιο γενέσθαι Δάκρυον! οὐκ ἂν ἔγωγε τόσοις ἐνέκυρσα κακοῖσιν. Ἓν δὲ τόδ’ αἰάζω περιώσιον. Ἦ γὰρ ἀοιδῆς Ἴδρις ἐὼν, ποθέων τε γάμον καὶ λέκτρον ἀεῖσαι

### 1494

Αὐτοκασιγνήτης πάντων ὀλοώτατε δαῖμον, Καὶ θαλάμου μελέεσσι πατρὸς χόλον ἐξακέσασθαι, Καὶ τοῦδ’, ὥς τις ἀλιτρὸς, ἀπήμπλακον. Ἄλλος ἄεισε Κάλλος ἐμὸν, ξανθοῖσιν ὑπὸ πλοκάμοισι μέλαιναν

### 1494

Ὀφρὺν ὑπερτέλλουσαν ὑπ’ ἀργυρέῃσι παρειαῖς.

### 1495

Ἕσπερον εἴρυσεν ἄλλος, Ἑωσφόρον ἄλλος ἄεισεν, Οὐδ’ ἀγαθός τις ἀοιδός. Ἐγὼ δ’ ἀγέραστος, ἄναυδος, Πένθεος ἑσσάμενος κείμην νέφος. Οὐδ’ ὅσον Ἠχὼ, Ποιμενίας μέλποντος ἐν οὔρεσι Πανὸς ἀοιδὰς,

### 1495

Ἄκρων ὑστερόφωνον ἀπὸ σκοπέλων χέον αὐδήν. Κλαύσω πρωτοτόκων ἐπέων μόρον, οὐκέτ’ ἀείσω. Ἔῤῥετέ μοι, βίβλοι πολυηχέες· ἔῤῥετε, Μοῦσαι. Τίς χάρις, εἰ μὴ πατρὸς ἐν οὔασι κείσετ’ ἀοιδὴ, Εἴ μου καὶ Ὀρφείη τις ἐν Ὀδρυσίοις σκοπέλοισι

### 1495

Λᾶας ἄγοι, καὶ θῆρας ἀπόπροθε, καὶ πετεηνά; Δώσω καὶ τόδε σοι, μογερὲ φθόνε. Λήξατ’, ἀοιδαί. Μή σοι τοῖα, φέριστε, Θεὸς, μηδ’ ὅστις ἑταῖρος Ἀντιταλαντεύσειε. Δέος δέ με καὶ τόδ’ ὀρίνει. Οὔθ’ ἡμᾶς φιλέεις, μέγα φέρτατε, οὔτε θύγατρας,

### 1495

Τὰς νῦν ἐν παλάμῃσι φέρεις, καὶ ὑψός’ ἀείρεις.

### 1496

Ἡμῖν μὲν σέο δῶμα, φίλην τ’ ἀπέκλεισας ὀπωπὴν, Τὰς δ’ ἄρα πᾶσιν ἔθηκας ἀπεχθέας. Οὐκ ἐθέλει γὰρ Χριστὸς ἄναξ, τεκέων τῷ μὲν πατέρ’ ἤπιον εἶναι, Τῷ δὲ βαρυφρονέοντα· καὶ ἀντιρέποντι ταλάντῳ,

### 1496

Πολλάκι στεργομένοισιν ἐπιβρίθει κακότητα, Ἐκ πατέρων ἐπὶ παῖδας ἄγων χόλον Υἱὸς Ἀνάρχου. Ταῦτα μὲν ἐς πόντοιο πέσοι βυθὸν, ἡμετέρου δὲ Δώματος ἐκτὸς ἔοι, μηδ’ ἄλγεσιν ἄλγος ἕποιτο. Καὶ τόδ’ ἅλις τεκέεσσιν ἔπι πρώτοισιν Ἐριννύς.

### 1496

Σοὶ δὲ, πάτερ, πάντες μὲν ὅσοι τελέθουσι τοκῆες Καὶ παῖδες, κοτέουσιν ἀμείλιχον ἦτορ ἔχοντι. Ῥῆξις γὰρ βιότοιο πατρὸς μόθος, ὃν συνέδησε Συζυγίη τε πόθος τε, κακὴ δ’ ἐκέδασσεν Ἐνυώ. Πάντες δὴ μέγαν οἶκτον ἐνὶ σπλάγχνοισι φέρουσι,

### 1496

Ἤ τι Θεοῦ ῥέξαντες ἐπάξιον, ἠὲ παθόντες·

### 1497

Ἔξοχα δ’ αὖθ’ ἱερῆες, ὅσους δώροισι γεραίρεις, Καὶ τίεις μεγάροισιν, ἀτιμάζεις δ’ ἀπεόντας, Πολλάκι καὶ παρεόντας ἐπεί σέ γε παρφασίῃσιν Οὐκ οἶον μαλακῇσι, καὶ εὐμενέεσσι προσώποις,

### 1497

Ἀλλ’ οὖν καὶ στερεοῖσιν ἐπιστύφουσι λόγοισι· Γρηγόριος πρώτιστον ὁμωνυμίῃ τε βίῳ τε, Συζυγέα στομάτεσσιν ἐρευγόμενος θεότητα· Βοσπόριος δ’ ἄρ’, ἔπειτα καὶ Ἀμφίλοχος, μεγαθύμω, Οἷς ἄρα καὶ στυγερὴ νούσων ὑποδάμνατ’ ἀνίη

### 1497

Εὐχαῖς τε Τριάδος τε σεβάσματι, καὶ θυέεσσι. Σοὶ δ’ οὔτ’ εὐχωλὴ κάμπτει φρένας, οὔτε θυηλή· Οὐδὲ μὲν ἀθλοφόροισι δίδως χάριν, οὓς σὺ γεραίρων Εἰς ἔτος ἐξ ἔτεος μεγάλῃ καὶ ἀπείρονι χειρὶ, Βήμασι, καὶ δώροισι, καὶ εἰλαπίνῃσι χορείαις,

### 1498

Καὶ πολλοῖς κρητῆρσι μεθύσματος ἡδυπότοιο, Καὶ μεγάλαις στιβάδεσσι, Θεοῦ νόμον ὧδ’ ἀθερίζεις. Κρεῖσσον βαιὰ φέροντα Θεῷ κραδίην ἱερεύειν, Ἢ πᾶσιν θυέεσσι, νόῳ ῥυπόωντι, γεραίρειν.

### 1498

Οὐ μὲν γάρ τι Θεοῖο ἐπάξιον, οὐδ’ ὁπόσα χθὼν Ἥδε φέρει μερόπεσσι, καὶ οὐρανὸς, ἠδὲ θάλασσα. Καὶ γὰρ ἅπαντα Θεοῖο· τί κεν βροτὸς ἔκτοθεν εὕροι· Μούνης δὲ ψυχῆς καθαρὸν θύος, ᾧ τις ἄνολβος Πολλάκι καὶ πολύολβον ἐπιθρέξας παράμειψεν.

### 1498

Αἰδέομαι καὶ τήνδε, πάτερ, μεγαλήτορα βουλὴν, ᾟ πολλοὺς παρέθρεξας, ὑπεννεσίῃσι Θεοῖο. Οὐκ οἴη μερόπεσσιν ἴη δειλοῖσι γενέθλη, Ἐρχομένη σαρκῶν τε καὶ αἵματος, οἷα βροτοῖσιν

### 1498

Ἐνθάδε τικτομένοισι καὶ ὀλλυμένοισι τάχιστα·

### 1499

Τοίη μὲν πρώτιστον· ἔπειτα δὲ Πνεύματος ἁγνοῦ, Εὖτε λοεσσαμένοισι δι’ ὕδατος ἤλυθεν αἴγλη· Ἡ δὲ τρίτη, δακρύων τε καὶ ἄλγεος ἡμετέροιο, Εἰκόν’ ἀποξύουσα μελαινομένην κακότητι.

### 1499

Τάων τὴν μὲν ἔχεις πατέρων ἄπο, τὴν δὲ Θεοῖο, Τῆς δ’ αὐτὸς γενέτης, βιότῳ φάος ἐσθλὸν ὀπάζων. Ῥήξας δεσμὰ βίοιο, καὶ ἰλύος ἐκτὸς ἔθηκας Σὸν πόδα, καὶ Σοδόμων ἔφυγες πυρόεσσαν ἀπειλήν· Καὶ χθαμαλῶν πεδίων σε φίλη διεδέξατο Σηγὼρ,

### 1499

Μηκέτι παπταίνοντα πρὸς ἄστεα τεφρωθέντα. Πάντων δὲ κτεάνων ἕνα μάργαρον ἐσθλὸν ἐδέξω Ἐσχατιῇ, Χριστόν τε νόον τε σὸν ἁγνὸν ἀγείρας. Καὶ νεφέλην καθύπερθεν ἐφέσσαο, ἄνδιχα κόσμου

### 1500

Τεμνόμενος χθονίοιο, μέσον δέ τε τεῖχος ἐγείρας Γαστέρος ὕβριν ἔπαυσας, ἀπληρώτοιο βερέθρου Θώκους ὀφρυόεντας ἀπέπτυσας, οἰδαλέον τε Ὄγκον ἀγηνορίης κενεαυχέα ῥίψας ἔραζε.

### 1500

Οἶόν σοι κλέος ἐστὶ Θεὸς μέγας, ἀνδρομέου τε Αἵματος εὐσεβέες μέγ’ ἀρείονες. Εἶξεν ἅπαντα Σταυρῷ, τῷ προσέπηξας ἄγων ληΐστορα κόσμον. Ὕμνοις παννυχίοισι καὶ ἠματίῃσιν ἀοιδαῖς Μέλπεις οὐρανίοιο τριλαμπέα πνεύματος αἴγλην.

### 1500

Ταῦτα μὲν ἐσθλὰ, πάτερ, καὶ τέρματος ἆσσον ἀρίστου· (Τέρμα δέ μοι Θεός ἐστι νοούμενος, οὐκέτ’ ἐσόπτρῳ·) Μοῦνος δ’ ἐντὸς ἔμεινε χόλος καὶ ἡδὺς ὄλεθρος,

### 1500

Δάπτων, οἷα σίδηρον ἀτειρέα λάθριος ἰὸς,

### 1501

Ἠὲ χόλῳ βαρύποτμος ἀπιστοτάτοιο δράκοντος, Ὃς καὶ πρωτογόνους γεύσει βάλεν ἐκ παραδείσου Βαιῇ. καὶ θεότητος ἐνόσφισεν, ἧς πέσεν αὐτός. Ἀλλὰ, πάτερ, δάμασον δεινὸν χόλον. Ἔστι καὶ ἡμῖν

### 1501

Χριστὸς ἄναξ, χατέεις δὲ καὶ αὐτὸς ἐϋμενέοντος. Τοῖος σοῖς τεκέεσσι πέλοις, πάτερ, ἀφραδέουσιν, Οἷον ἂν ἀρήσαιο Θεὸν σέο πήμασιν εὑρεῖν, Εἴ ποτέ σοι βαρύμηνις ἀπαντήσειεν ἀνίη. Οὐκ οἶος μερόπων γενέτης ἔφυς, οὔτε σε μοῦνον

### 1501

Παῖδες ἀνιάζουσιν ἀπειθέες. Εἶδον ἔγωγε Πολλάκι καὶ στερεοῖσι κακοῖς εἴκοντα τοκῆα Παιδὸς ἀτασθαλέοντος. Ὁ μὲν πεσσοῖσιν ἄμετρος, Ὃς δ’ ὀλοοῖσι πότοισι, καὶ αἰθομένοισιν ἔρωσιν, Οἷς δόμον ἐξαλάπαξαν· ὁ δ’ ἤλυθε καὶ κατὰ πατρὸς

### 1502

Ἀντιβίοις ἐπέεσσι, χέρας δ’ ἤειρεν Ἐριννύς. Ἀλλ’ ἔμπης καὶ τοῖσι πατὴρ χόλον ἐσθλὸς ἔπεψε, Γραπτῶν γὰρ βασίλεια νόμων ἀδίδακτος ἀνάγκη Ἥ ῥά τε καὶ τοκέεσσιν ἐφ’ υἱάσι θυμὸν ἰαίνει.

### 1502

Πολλὰ μὲν, ὧν λεύσσουσιν, ἐπεί ῥ’ ἐθέλουσιν, ἄλευστα· Πολλὰ δ’ ἀνηκούστησαν ἐν οὔασιν οἷσιν ἔχοντες, Ὄφρα κε μὴ θράσος αἰνὸν ἀποῤῥήξειεν ἔλεγχος, Αἰδὼ τὴν τοκέων ἐσθλὴν ἐπίκουρον ἐλέγξας, Τίκτει γὰρ θράσος ὕβρις, ἐνηείη δέ τε φειδὼ,

### 1502

Καὶ τεκέεσσι μάλιστα, ἐπεὶ κλέος ἐγγὺς ἔχοντες, Οὐ χερὸς εἰκαθέουσι βίῃ, πειθοῦς δέ γε δεσμοῖς. Φλὸξ καλάμης τεκέεσσι πατρὸς χόλος αὐτίκα λήγων·

### 1502

Θυμὸς γλῶσσαν ἔφλεξεν, ὁ δ’ ἔσβεσεν οἶκτος ὑποφθάς.

### 1503

Ἀρὴν ἐκπροέηκε, νόος δ’ ἐφθέγξατ’ ἀρωγήν. Ἄχθεϊ χεῖρας ἄειρε, καὶ ἄλγεϊ κλαῦσε περισχών. Δαυῒδ, ὃς βασιλεῦσι μετέπρεπεν Ἀβραμίδῃσι, Πᾶσι μὲν ἤπιος ἦε, τόσον δέ τε παισὶν ἑοῖσιν,

### 1503

Ὡς καὶ πατροφόνοισι χόλον καὶ κήδεα πέσσειν. Τεκμαίρου βασιλῆϊ τὸν ἀντία θωρηχθέντα, Ὄζῳ θ’ ἡμιόνῳ τε, θανόνθ’ ὑπὸ δάσκιον ὕλην, Οὐκ οἶον θρήνοισιν ἐκλαύσατο, ὥς τιν’ ἄριστον, Ἀλλὰ καὶ ἀγγείλαντι δίκην ἐπέθηκε φονῆος.

### 1503

Τύνη δ’, ὦ κακόβουλε, πόσον κακὸν, ἢ τί πεπονθὼς, Ὧδε χόλον ἀδάμαστον ἐνὶ φρεσὶ σῇσιν ἀέξεις; Οὔτε σε πατρῴης ἀπεμέρσαμεν, ὦ ἄνα, τιμῆς· Οὐδὲ μὲν ἀσταχύεσσιν ἐπεχράομεν σέο χώρης,

### 1504

Οὐδὲ βοῶν ἀγέλαις, οὐ πώεσιν, οὐδὲ μὲν ἵπποις· Οὐδὲ λέχους ἐπέβημεν, ὃ μὴ φίλον ἀφραδέοντες, Οὐδὲ δόλον φρασάμεσθα σὺν ἀνδράσι δυσμενέεσσι. Ταῦτα γὰρ εἴ τι χόλοιο φέρει, πάτερ, οὐ νεμεσητόν.

### 1504

Ἓν σέο παισὶ κάκιστον, ἀρειοτέροιο τοκῆος Χείρονες ἐξεφάνημεν, ὃς οὔ τινι πρῶτα λέλοιπας Εἶδός τε μέγεθός τε. Λόγος δ’ οὐκ εὔδρομος ἡμῖν· Γλῶσσα δὲ δεσμὸν ἔχει. Τίπτ’ ἤλιτον; ἢ σὺ, φέριστε, Οὐκ ἐθέλων τεκέεσσιν ἀρείονα φύσιν ὀπάσσαι;

### 1504

Στήσομεν ἐνθάδε μῦθον. Ἄναξ Πάτερ, Υἱὲ μέγιστε, Δὸς χέρα, καὶ νεύσειας ἐμοὶ πατέρ’ ἵλαον εἶναι. Ἠνίδε καὶ χείρεσσι γενειάδος, ἠνίδε γούνων Ἁπτόμεθ’, ὥστε θεοῖο. Θεοῦ δ’ ὀπὸς ἀντιάσαιμεν.

### 1504

Οὐ γάμον, οὐδέ γε πλοῦτον ἐοικότα, οὐ δόμον αἰπὺν

### 1505

Αἰτέομεν. Δὸς χεῖρα καὶ εὐμενέουσαν ὀπωπήν. Μῆτερ ἐμὴ, σὺ δ’ ἔμοιγε καὶ ἐννυχίοισιν ὀνείροις Πατρὶ παρισταμένη, λιταῖς χόλον ἐγκεράουσα, Μνωομένη λεχέων τε ὁμοζυγίης τ’ ἐρατεινῆς,

### 1505

Λίσσεο σοῖς τεκέεσσι τεὸν πόσιν ἵλαον εἶναι. Καὶ μολπῆς κόρος ἐστὶ, καὶ ἀργαλέου πολέμοιο. Εἰ μὲν δὴ πεπίθοιμι, κακῶν ἅλις· εἰ δ’ ἀπιθήσαις, Καὶ τεκέων Θεός ἐστιν· ἀλησόμεθ’ ὡς τοπάροιθεν. Σὸν κλέος, εἴτε λιποίμεθ’ ἀκηδέες, εἴτε θάνοιμεν·

### 1505

Δάκρυα πατρὸς ἔχοιμεν ἐς ὕστερον εὐμενέοντος.

### 1505

Δʹ. Παρὰ Νικοβούλου πρὸς τὸν πατέρα.

### 1505

Ὦ πάτερ, εἴ μ’ ἔφυσας, βαιὴ χάρις· ἦ γὰρ ἁπάντων

### 1506

Εἷς νόμος οὗτος ἄνωθεν, ὁμῶς μερόπων ἀλόγων τε, Κάμπτεσθαι φιλότητι, λόγου δ’ ἰότητι σοφοῖο, Τικτομένους, τίκτοντας ἐφημέριον βίον ἕλκειν, Καὶ ζώειν φθινύθοντας ἐπ’ ἀσταχύεσσιν ἑοῖσιν.

### 1506

Ἀλλ’ ἔθρεψας ἔπειτα· βοῶν δέ τε καὶ κρατεροῖσιν Οὔθαθ’ ὑποσκαίροντες ἀνακρούουσι καρήνοις Μόσχοι· ταὶ δὲ φέρουσι μόγον γλυκερῆς ὑπ’ ἀνάγκης Ὄρνις δ’ ἄπτερα τέκνα, φίλης καθύπερθε καλιῆς, Ἀμφιπεριτρύζει, καὶ τείρεται ἔνθα καὶ ἔνθα

### 1506

Μάστακ’ ἀλητεύουσα, τροφὸς κενεὴ καὶ ἄπαστος. Φίλτρῳ γὰρ συνέδησε φύσις τοκέας τε γόνους τε,

### 1506

Μησαμένη τοκέων τόδε φάρμακον, ὥς κε βαρείας

### 1507

Κουφοτάτοισι πόθοισιν ἐλαφρίζωσιν ἀνίας. Τοὔνεκα καὶ δριμεῖα νέῃ περὶ πόρτακι μήτηρ, Ὡς δὲ κύων σκυλάκεσσι νέοις, καὶ πτηνὰ νεοσσοῖς Δῆριν ἄγει· στικτὴ δὲ διέσσυται ἀγριόθυμος

### 1507

Πάρδαλις ἐκ ξυλόχοιο, συῶν δέ τε μαίνεται ἀλκὴ, Χαίτη δενδρήεσσα, κόρης σέλας, ἀτμὸς ὀδόντων Θηγομένων καναχηδὰ, γένυς δέ τε βάλλεται ἀφρῷ, Ἱεμένων τεκέεσσιν ἀμυνέμεν, ἠὲ δαμῆναι· Οἶστρος γὰρ τόδ’ ἔπεισεν ἀδιδάκτοισι νόμοισι.

### 1507

Σφῆκες δ’ αὖ πέτρῃσιν ἐνήμενοι, ἤν τιν’ ἴδωνται Πλησίον, οὐδὲ φέροντα κακὸν τεκέεσσι νεογνοῖς, Πετρόθεν ἐκχυμένοι, στρατὸς ἀθρόος, ἀμφὶ πρόσωπα Βομβεῦσιν, κέντροις δὲ πικροῖς βάλλουσιν ὁδίτην. Ἔστι καὶ ἐν βυθίοισι πόθου νόμος, εἰ ἐτεόν γε

### 1508

Δελφὶς, εἰναλίων βασιλεύτατος, ἤν τιν’ ἴδηται Θῆρ’ ἁλὸς ἠπεδανοῖσιν ἐπιπλώοντα τέκεσσιν, Ἣν γένυν ἁπλώσας, εἴσω γόνον αὖθις ἔδεκτο, Λάπτων ὥς τιν’ ἐδητὺν, ὅπως μὴ θηρσὶ γένοιτο·

### 1508

Οὐδ’ ὅγε πρὶν κευθμῶνος ἀνέπτυσε φόρτον ἄπιστον, Πρὶν θηρὸς κρατεροῖο φυγεῖν στονόεσσαν ἀπειλήν· Τῆμος δ’ ἐκ λαγόνων ὠδῖν’ ἠρεύξατο κούφην. Τῷ μή μοι γένεσιν προφέρειν, καὶ τυτθὸν ἐδωδὴν, Ἣν σύ γε καὶ δμώεσσι τεοῖς καὶ βουσὶν ὀπάζεις.

### 1508

Ἀλλά τι τῶνδε περισσὸν ἔχειν χατέω, πανάριστε, Ὡς βροτὸς, ὡς ἀγαθοῖο πατρὸς πάϊς. Ἀλλ’ ἐπίνευσον, Εἴ τινα καὶ δακέθυμον ἐρῶ λόγον, οὐδ’ ἐπικεύσω. Οὐκ ἐθέλοντα τέκες με, τεκὼν δ’ ἔθρεψας ἀνάγκῃ. Ἢν δὲ τεκὼν μεθέῃς με, βοτὸν τέκες ἀντὶ βροτοῖο.

### 1508

Οὐ χρυσὸν ποθέω, οὐδ’ ἄργυρον, οὐδὲ τὰ σηρῶν

### 1509

Νήματα, καὶ λιθάκεσσι μεμιγμένας ἔνδοθεν αὐγὰς, Οὐ γαῖαν πολύμετρον ὁμοίϊα κυμαίνουσαν Αἰγύπτου πεδίοισιν ἀγάσταχυν, οὐ θεραπόντων Πληθὺν, τετραπόδων τε. Γάμος δ’ ἄλλοισι μεμήλοι

### 1509

Ὑψηλὸς, δέσποιναν ἄγων, τιμώμενον ἄχθος· Καὶ θρόνος, ὃς παύρους πατέων, πλεόνεσσι πατεῖται, Πολλάκι χειροτέροισι, τὸ καὶ πλέον ἦτορ ὀρίνει. Ἄλλος γάρ τ’ ἄλλοισι τύφος, χθαμαλοὶ δέ τε πάντες, Ἔμπεδον οὐδὲν ἔχοντες ἐς αὔριον, ἀλλοτρίοισι

### 1509

Τερπνοῖς φυσιόωντες ἀφιπταμένοισι τάχιστα. Ἐῤῥέτω, ὅσσα φέρει πικρὴ βιότοιο θύελλα Τῇ καὶ τῇ δονέουσα κόνιν πάντεσσιν ἄπιστον. Ταῦτα γὰρ ἠπεδαναῖς μὲν ἔτι φρεσὶν ἔδρακον ἔμπης,

### 1510

Καὶ πινυτῶν ἐσάκουσα· χρόνος δέ τι καὶ πλέον οἴσει, Ὃν πάντες ἐνέπουσι διδάσκαλον ἡμερίοισιν. Ὦ πάτερ, ἓν ποθέω, μύθων κράτος, ἀντί νυ πάντων. Καλὸν μὲν ῥήτρης πυρόεν μένος, ἔν τ’ ἀγορῇσιν,

### 1510

Ἔν τε δικασπολίῃσι, καὶ εὐφήμοισι λόγοισιν. Καλὸν δ’ ἱστορίης φρὴν ἔμπλεος· ἱστορίη γὰρ Συμφερτὴ σοφίη, πολλῶν νόος· οὐκ ὀλίγον δὲ Γραμματικὴ ξύουσα λόγον, καὶ βάρβαρον ἠχὴν, Ἑλλάδος εὐγενέος γλώσσης ἐπίκουρος ἀρίστη·

### 1510

Καὶ λογικῆς τέχνης τὰ παλαίσματα, οἷς ὕπ’ ἀληθὲς Κρύπτεται, ὃ τριφθεὶς δὲ λόγος περίφαντον ἔθηκεν· Ὅσσοις τ’ ἤθεα κεδνὰ διαπλάσσουσιν ἄριστοι,

### 1510

Ὡς τυρὸν πλεκτοῖσιν ἐειδόμενον ταλάροισιν·

### 1511

Ἠδ’ ὁπόσα πτερόεντι νόῳ λεπταῖς τε μερίμναις Βένθεα διφήσαντες, ὁ μὲν τοῦ, τοῦ δέ τις ἄλλος, Ἄνδρες ἐθηήσαντο σοφοὶ, βίβλοισι δ’ ἔδωκαν· Ἠερίων, χθονίων τε καὶ εἰναλίων φύσιν εὗρον,

### 1511

Οὐρανίων τ’ ἐπὶ πᾶσι Θεοῦ νόον ἀφράστοιο· Πῶς τόδ’ ἄγει, καὶ ποῖ προφέρει, καὶ εἰς ὅτε λήξει Κόσμος ὅλος πολλοῖσι κεκασμένος ἔνδοθι κόσμοις· Ἢ μάθον, ἢ τὰ νόησαν, ἃ μὴ θνητοῖο νοῆσαι. Αὐτὰρ ἐπὴν δὴ ταῦτα διεξελάσω νεότητι,

### 1511

Πνεύματι θειοτέρῳ δώσω φρένας, ὅσσα κέλευσε Καλὰ ἀνιχνεύων τε καὶ ἐς φάος αἰὲν ὁδεύων, Καὶ στάθμην βιότοιο φέρων κινήμασι θείοις, Ὥς κεν ἀοσσητῆρα, συνέμπορον, ἡγεμονῆα Χριστὸν ἔχων, κούφῃσι σὺν ἐλπίσιν ἔνθεν ἀερθῶ,

### 1512

Καὶ ζωῆς καθαρῆς τε καὶ ἀλήκτοιο τύχοιμι, Μηκέτ’ ἀληθείης ἰνδάλματα τηλόθε λεύσσων, Ὥστε δι’ ἐσσόπτροιο καὶ ὕδατος ἀδρανέοντα, Αὐτὴν δ’ ἀτρεκίην θηεύμενος ὄμμασιν ἁγνοῖς,

### 1512

Ἧς πρῶτον πύματόν τε Τριὰς θεότης μονόσεπτος, Ἓν φάος ἐν τρισσοῖς ἀμαρύγμασιν ἰσοθέοισι. Δέρκεο μητρὸς ἐμῆς μήτρων μέγαν, ὃς περὶ πάντων Μύθοισι πυκινοῖσι κεκασμένος, οὓς συνάγειρεν Ἐκ περάτων, γλώσσῃσί τ’ ἐνὶ πλεόνεσσι καθίζων,

### 1512

Ὑστάτιον κληῖδα λόγων ποιήσατο, Χριστὸν Καὶ βίον αἰπήεντα. Πρὸς ὃν, πάτερ, ὄμμα τιταίνω. Εἴ τοι καὶ βαιὸν χθαμαλώτερον· ἀλλὰ μετρεῖσθαι Μέτροισι μεγάλοισι βίον πυκινόφρονος ἀνδρός.

### 1512

Κρεῖσσον δεύτερ’ ἔχειν μεγάλων, ἢ πρῶτα πενιχρῶν·

### 1513

Ὡς ἵπτασθ’ ἀετοῖο κάτω ῥοιζοῦντος ὕπερθεν, Ἠὲ χαμαιπετέων κορύδων ὑπὲρ ἠέρα τέμνειν. Ταῦτα, πάτερ, ποθέω, σὺ δέ μοι τελέσειας ἐέλδωρ. Ναὶ λίτομαι· τῆς σῆς δὲ γενειάδος ἅπτομ’ ἔγωγε;

### 1513

Ναὶ λίτομαι· καιροῖο λαβώμεθα, ὃν προσιόντα Ἔστιν ἑλεῖν, ζητεῖν δὲ παραθρέξαντα, μάταιον. Καιρὸς φυταλιῆς, καιρὸς δέ τε γαῖαν ἀρόσσειν· Καιρὸς ποντοποροῦσι λύειν πρυμνήσια νηῶν· Καιρὸς θηρητῆρσι κατ’ οὔρεα θῆρας ἀναιρεῖν·

### 1513

Καιρὸς δ’ αὖ πολέμοιο· τὰ δ’ ἄνθεα εἴαρος ὥρη Τίκτει. Ὣς δὲ λόγων ἔσθ’ ὥριος ἀνδράσι καιρὸς, Ἡνίκα θερμότεροι ψυχῶν πλείουσιν ἔρωτες, Οὐδὲ τύποις πολλοῖσι χαράσσεται ἔνδοθεν ἦτορ, Ἀλλὰ νεογράπτοις καλοῖς μούνοισι τέθηλε,

### 1514

Καὶ ῥίζαν βιότοιο νέοι βάλλοντ’ ἐπὶ γαίης, Ἐσθλήν τε στυγερήν τε, τὸ καὶ φράζεσθαι ἄμεινον. Πείθομαι, ἦ τινα μῦθον ἀρείονα τοῖσδ’ ἐπιθήσω; Αἰδέομαι τοὺς σοὺς μύθους, πάτερ, οἷς σύ γ’ ἄριστος

### 1514

Εὐδρομέων γλῶσσάν τε καὶ οὔατα, καὶ νόον ὠκὺν Ἐν πάντεσσι νόμοισιν ὁμῶς, ἀδέτοις τε δετοῖς τε, Οὐδὲ μόγοις πολλοῖσι, τὸ δὲ καὶ θαῦμα περισσόν. Οἶδά σε καὶ βασιλεῦσι παριστάμενον μεγάλοισι, Καὶ μετ’ ἀριστήων τιμώμενον, εἴ ποτ’ ἔην γε,

### 1514

Ἡνίκα θούριον ἔγχος Ἀχαιμενίδῃσι τίνασσες· Καὶ πλούτῳ κομόωντα, καὶ αἵματι, καὶ πραπίδεσσιν, Εἶδός τε μέγεθός τε· παλαιοτάτοισιν ὅμοιος Αἰακίδῃσιν ἔης, ἢ Αἰτωλῷ Μελεάγρῳ.

### 1514

Ἀλλὰ καὶ ὣς μῦθοί σε πλέον κλήἵσσαν ἁπάντων,

### 1515

Ἔμπεδον, ἀστυφέλικτον, ἀγήραον, ἄτροπον, ἐσθλὸν, Αἰὲν ἐπερχομένοισιν ἀεξόμενον λυκάβασι. Κλῆρον ἔχειν ποθέω πατρώϊον, ὥς ποτε λόγχην Σπαρτιάται, Πέλοπός τε γένος Πελοπήϊον ὦμον,

### 1515

Καὶ σκῆπτρον πατέρων εἰς υἱέας αἰὲν ὁδεῦον· Κεκροπίδαι τέττιγα πλόκων ὕπερ υἱέα γαίης Γηγενέες. Καὶ εἶδος ἔχειν πατρώϊον εὖχος. Αἴδεό μοι πόθον· αὐτὸν ἀμύμονα εἶδον ἔγωγε Καὶ στυγεροῖσι πόθοισι τέκνων εἴκοντα τοκῆα,

### 1515

Ὥς τιν’ ἀοσσητῆρα νόσου, καὶ τερπνὰ φέροντα Ἄμμιγα τοῖς ἀγαθοῖσιν, ὅπως τὰ κρείσσονα τερπνοῖς Φαρμάσσοι, μικρῷ δὲ χερείονι νοῦσον ἐλαύνοι·

### 1516

Καί τινα καὶ σοφίης ἀδαήμονα, πολλάκι παιδὶ Ἑσπόμενον ποθέοντι λόγους, καὶ δόντα πόθοισιν Ὀθνείοις ἀγαθοῖσιν, ὅπως κεχάροιτο γόνοιο. Αὐτὰρ ἐγὼ κέλομαί σε τὰ μὲν κάλλιστα ποθεῦντι

### 1516

Ἕσπεσθαι, καὶ χεῖρα φέρειν, πάτερ· εἰ δὲ κακοῖσι Τερποίμην, παίδων με τεῶν ἄπο τηλόθι ῥῖψον Ὡς νόθον, εὐγενέος Ῥήνου κριθέντα ῥεέθροις, Ἢ καθαρῶν ἀετῶν ψευδῆ γόνον ἀκτίνεσσι. Δὸς χάριν, ἢ πατρός ἐστι πλέον ἢ παιδὸς, ἄριστε,

### 1516

Ἔμπαλιν ἀΐσσουσα παρ’ υἱέος ἐς γενετῆρα· Κῦδος γὰρ τοκέεσσι τέκνων κλέος, ὡς τεκέεσσιν Ὧν τοκέων· ξυνὴ δὲ χάρις καὶ ξυνὸν ὄνειδος. Ἤδη καὶ σταδίοισιν ὅλον βίον ἐξετίναξαν,

### 1516

Ἅλματα τιμήσαντες ἀνάρσια, καὶ φόνον ἀνδρῶν,

### 1517

Θηρῶν τ’ ὀλλυμένων κενεόφρονες, ὡς πολιήταις Ἦρα φέρειν, καὶ κῦδος ἔχειν περιώσιον ἄλλων, Πανδήμοις στομάτεσσι βοώμενον οὐκ ἐπὶ δηρόν. Ἄλλο. ἀεθλευτῆρσι βίον καὶ πλοῦτον ἄφυσσαν,

### 1517

Ἀμφὶ κόνιν μογέουσιν ἐτώσια, ἡνιόχοις τε Ἀντίπαλ’ ἀφραδέουσιν, ὑπ’ ἀντιπάλοισι θεηταῖς, Παλλομένοις ἑκάτερθεν ἐς ἠέρα. Ὕβρεσιν ἄλλοι Ἀνδρῶν θηλυτέρων πολυκαμπέα τέρψιν ἔχοντες, Καὶ μίμων σκιεροῖσι ῥαπίσμασιν, οἷς ὕπο κόρση

### 1517

Γυμνοῦται, ψοφέουσα γελοίϊον ἀντὶ γόοιο. Τοῖα γὰρ ἀφραδέουσιν, ἑὸν βίον ἐν μεσάτοισι Παίζοντες κακοεργόν. Ἃ γὰρ μάθον, ἐξεδίδαξαν. Καὶ μισθὸς μούνοισι κακῶν οὐ φάσγανον ὀξὺ,

### 1518

Ἀλλ’ ἄφενος, καὶ πλοῦτος, ἐπεὶ παθέων ἐπαρωγοί. Ῥεῖα δ’ ἀριστεύουσιν ἐν ἀφραδέεσσι κάκιστοι. Κεῖνοι μὲν δὴ τοῖα· καὶ ἃ κτήσαντο κακίστως, Χεῖρον ἀπεῤῥίψαντο. Δίκη δ’ ἰθεῖα παρέστη.

### 1518

Σοὶ δὲ Θεὸς ὀπάσειε τάτ’ ἔλδεαι, ὅστις ἄριστος Χεῖρ’ ὀρέγειν τεκέεσσι, καὶ οἷς δατέεσθαι ἄμεινον. Ἄλλοισιν τὰ περισσὰ, τὰ δ’ ὄλβια ἡμῖν ὀπάζοις. Οὐ γὰρ πόλλ’ ἐθέλω, πολλοῦ γε μὲν ἄξιος αὐτὸς Ἔμμεναι, ὡς πατέρων μὴ τηλόθε πολλὸν ἐλαύνειν.

### 1518

Τίς χάρις, ἢν σὺ πίθηκον ἔχῃς, βροτοειδέα λώβην, Χρυσείοισι βρόχοισι δέρην περιγυρωθέντα; Οὐ γὰρ κόσμος ἄμειψε γελώϊον εἶδος ἐλαφρόν.

### 1518

Τίς δὲ χάρις κάνθωνι φέρειν χρυσοῖο τάλαντα;

### 1519

Κάνθων καὶ πολύχρυσος ἐὼν ὀγκηθμὸν ἀείδει. Οὐδὲ χάρις μολίβοιο τετυγμένα φάσγανα κεύθειν Ἀργυρέοις κολεοῖσι, τὰ μὴ πολέμοισιν ὄνειαρ. Τοῖος γὰρ βροτός ἐστιν, ὅτ’ ἔκτοθε μοῦνον ἀερθῇ.

### 1519

Τέρμα λόγου τόδ’ ἄκουε· Θεὸς δ’ ἐπιμάρτυρος ἔστω. Καὶ γὰρ καὶ Θεός ἐστι Λόγος, θνητοῖσιν ἀνάσσων. Ταῦτα, πάτερ, παρ’ ἐμεῖο, φύσις, τρόπος, ἄσπετος ἱδρὼς, Ἤματά τε νύκτας τε διηνεκὲς εἰς ἒν ἀγείρειν. Τἆλλα δέ μοι παρὰ σεῖο, Θεὸς, χρόνος, ἐλπὶς ἀρείων,

### 1519

Μὴ λήγειν θήγοντα παραιφασίῃσιν ἑταίρων· Καὶ γὰρ καὶ δρυτόμῳ πέλεκυς, σθένος ἐστὶν ἄριστον. Μὴ σύ γε μὴ πόντον περιδείδιθι, μὴ σύ γ’ ὁδοῖο Μῆκος, μὴ κτεάνων περιφείδεο, μήτε τευ ἄλλου

### 1520

Τῶν ὅσα τὴν μεγάλην ἀρετὴν θνητοῖσιν ὀφέλλει. Πολλῶν τοι κτεάνων προφερέστερος εὔχομαι εἶναι, Πρωτότοκος, καὶ πρῶτος ἐς οὔνομα πατρὸς ἀείρας, Εἴ τινα καὶ τόδ’ ἔχει γενέταις χάριν, ὥσπερ ὀΐω.

### 1520

Εἰ δὲ σέ γ’ ἢ κτεάνων αἴρει πόθος, ἢ σέ γε παιδὸς Θηλύτερος, μαλακὸς, μητρώϊος ἐγγύθε πίπτων, Φλὸξ καλάμης ἀνιοῦσα, μαραινομένη τε τάχιστα, Φθέγξομαι, οὐκ ἐθέλων μὲν, ἀτὰρ σύ με καὶ τὸ κελεύεις· Οὔ ποτέ σοι φιλόπαιδος ἐγὼ, πάτερ, οὔνομ’ ἀνάψω.

### 1520

Ἀλλὰ, πάτερ, σῷ παιδὶ πέλοις θεὸς ἀντὶ βροτοῖο. Μὴ φράξῃς πηγὴν, ποταμὸν μέγαν ὠδίνουσαν, Μηδὲ φάος λύχνοιο θάνοι, λήγοντος ἐλαίου,

### 1520

Ἢ φυτὸν οὐ δροσερῇσι πιαινόμενον προχοῇσιν.

### 1521

Οἶγε, θρέψον, ἔπαρδε, ῥόον, φάος, ἔρνος ἀέξων. Μῆτερ ἐμὴ, σὺ δ’ ἐμῇσι λιταῖς ἐπάρηγε καὶ αὐτὴ, Ὄφρα κεν ἀμφοτέροισι χαρίστιον ὕμνον ἀείσω Μηδὲ μόνον πηλοῖο (τό πέρ τισιν εὔαδε λέξαι,

### 1521

Φρασσαμένοις ὅτι σαρξὶ περιτρομέουσι τοκῆες), Ἀλλὰ καὶ ἀθανάτων ψυχῶν γενέτας καλέσαιμι.

### 1521

Εʹ. Νικοβούλου πρὸς τὸν υἱόν.

### 1521

Τέκνον ἐμὸν, μύθους ποθέων, ποθέεις τὰ φέριστα· Καὐτὸς γὰρ μύθοις ἐπιτέρπομαι, οὕς περ ἔδωκε

### 1521

Χριστὸς ἄναξ μερόπεσσι, βίου φάος, οἷον ἀπ’ ἄλλων Δῶρον ἐπουρανίης ἐξ ἄντυγος. Οὐδὲ γὰρ αὐτὸς Αἰρόμενος πολλῇσιν ἐπωνυμίῃσι, γέγηθεν

### 1522

Ἄλλο τι πρόσθε Λόγοιο καλεύμενος. Ἀλλ’ ἐσάκουε Μῦθον ἐμόν. Πατρὸς δὲ παραίφασίς ἐστιν ἀρίστη, Καὶ πολιὴ νεότητος ἔχει πλέον. Ἱστορίην γὰρ Ὁ χρόνος, ἱστορίη δὲ τέκεν σοφίην πτερόεσσαν·

### 1522

Τοὔνεκ’ ἐμῶν ἐπέων ἐμπάζεο· καὶ γὰρ ἄμεινον. Τέκνον ἐμὸν, τὰ μὲν ἄλλα Πατρὸς καὶ φέρτερος εἴης· Χαίρει γάρ τε πατὴρ ἡσσώμενος υἱέος ἐσθλοῦ, Καὶ πλέον ἢ πάντων κρατέων, θείοισι νόμοισιν, Οἷς τόδε πᾶν συνέδησε Πατὴρ μέγας· ἐκ δὲ Λόγοιο

### 1522

Ἔμπεδον ἐστήριξεν, ἑὸν κτέαρ ἀμφαγαπάζων. Κεῖνό γε μὴν ἐθέλω σε πατρώϊον, ὦ τέκος, ἴσχειν Αἰδῶ πλειοτέρην, ἧς νῦν τοκέεσσιν ἔφηνας. Παῖς καὶ ἐγὼ γενόμην ἀγαθοῦ πατρὸς, ἀλλὰ τόδ’ οὔπω

### 1523

Ἦλθεν ἀφ’ ἡμετέρων στομάτων ἔπος, οὐδ’ ὑπ’ ὀδόντι. Οὐδὲ γὰρ οὐδὲ Θεῷ κεχαρισμένος ἐστὶν ὁ μῦθος «Ὦ πάτερ, εἴ μ’ ἔφυσας, βαιὴ χάρις· οὐ γὰρ ἔμοιγε, Σῷ δὲ πόθῳ, σῇ σαρκὶ χαριζόμενός μ’ ἐφύτευσας.

### 1523

Ἀλλ’ ἔθρεψας ἔπειτα· τί γὰρ τέκες;» Ὡς ἀχάριστος Φωνή! καὶ κόσμοιο λύσις, μεγάλης τε γενέθλης Φίλτρῳ μὲν συνέδησε φύσις τοκέας τε γόνους τε, Μὴ μόγος ἀμφὶ τέκεσσιν ἀποῤῥήξειε τοκῆας, Καὶ θανάτῳ τίκτωμεν, ἀκηδέες ὧν τεκόμεσθα.

### 1523

Τοὔνεκα καὶ μόθον αἰνὸν ἑοῖς περὶ παισὶ τοκῆες Ἵσταντ’, ἦ γὰρ ἔλεξας ἐτήτυμον, ἄχρι μόροιο, Σφῆκες, παρδάλιες τε, βόες, σύες, ἰχθύες, ὄρνεις, Πάντων δ’ αὖ περίαλλα βροτῶν γένος. Εἰ δὲ νόμοισι Τόσσοις εἰ καθέοιμεν, ὅλος βίος οἴχετ’ ἄϊστος.

### 1524

Τίς γὰρ ἔθ’ υἱῆα προσπτύξεται, ἢ τὰ φέριστα Εὔξεται, ἢ ποθέοντι λόγους, ἢ ἄλλο τι νεύσει, Τίς μοῖραν κτεάνων ἀποδάσσεται, ὡς ἐπέοικεν, Εἰ χρέος, οὐ χάρις ἐστὶν, ὅ κεν πατρὸς υἱὸς ἕλῃσι,

### 1524

Καὶ μηδὲν μὲν ἔχων, αἰδοῦς νόμον ἔκτοθι βάλλοι, Εὖ δὲ παθὼν, ἀχάριστον ἔχοι γλῶσσάν τε νόον τε; Σκέπτεο δ’ εἴ κέν σοί τις ἀπαντήσειεν ἐχέφρων· Οὐκ οἶον μερόπων ἡμεῖς γένος, ἀλλὰ Θεοῖο, Τῶν δὲ πάρος. Πατέρες δὲ τὰ δεύτερά εἰσι τέκεσσιν

### 1524

Ὄργανα τῆς Χριστοῖο Θεοῦ μεγάλοιο γενέθλης. Γαῖαν ἕλεν, δῶκεν δὲ νόον, μικτὸν δ’ ἀνέδειξεν Ἓν γένος ἀμφοτέρωθεν, ἐπιχθόνιον βασιλῆα, Σῶμα κακοφρονέοντα, θεὸν θετὸν εὐσεβέοντα·

### 1524

Πολλοῖσίν τε κακοῖσι κυκώμενον ἔνθα καὶ ἔνθα,

### 1525

Ὥς κεν ἐνὶ πλεόνεσσιν ἀκαμπέα θυμὸν ἔχωμεν. Ἀλλ’ οὔπω τις τόσσον ἀπὸ φρενὸς ἤλυθεν ἐσθλῆς, Οὐδὲ τόσον νεότητος ἀπηνέος αἵματι βράσθη, Ὡς τόδ’ ἀπὸ στόματος ῥῆξαι κακὸν ἀντὶ Θεοῖο·

### 1525

Οὐκ ἐθέλοντά μ’ ἔοργας, ἐπεὶ δέ μ’ ἔοργας, ἔτισας· Ἢν δὲ πλάσας μεθέῃς με, βοτὸν πλάσας ἀντὶ βροτοῖο. Δὸς σοφίην, δὸς πλοῦτον, ἐπεὶ πλεόνεσσιν ἔδωκας· Δὸς μέγεθος, καὶ κάλλος, ἐν ἄστεσι πρῶτα φέρεσθαι, Θούριον ἔγχος ἔχειν, νούσοις δέμας οὐχ ὑποεικτὸν,

### 1525

Ἀλλά τε, οἷς μέγας ὄλβος ἐν ἀνθρώποισι μετρεῖται, Ἢ σχήσω θυσίαις τε καὶ εὐχωλῇσι γεραίρειν· Οὐ γὰρ ἐμοί τι νέμων, δήσας ψυχήν τε δέμας τε, Κύδεος ἱμείρων δὲ παρήγαγες, ὥσπερ ἅπαντα, Ὡς καὶ ἐπιχθονίοισιν ἀοίδιμος, ὦ Μάκαρ, εἴης.

### 1526

Ταῦτα θεοστυγέεσσι καὶ ἀφραδέεσσι δεδόσθως Οἷς πλοῦτος θεός ἐστι, κακοῦ πλαστῆρος ὀπηδοῖς. Ἡμεῖς δ’ ἐν πάντεσσι Θεὸν μέγαν ὑμνείωμεν, Ἐσθλοῖς τε στυγεροῖς τε· τὸ γὰρ τεκέων ἐρατεινῶν·

### 1526

Καὶ μετὰ πρῶτον Ἄνακτα ἐπιχθονίους γενετῆρας, Οἵ με φάους ἔπλησαν, ἀφ’ ὧν Τριὰς εἰς ἓν ἰοῦσα, Καὶ λάμψε πραπίδεσσιν ἐμαῖς, καὶ πᾶσι φαάνθη. Σιγήσω κόσμοιο κύκλον μέγαν, οὐρανὸν εὐρὺν, Ὄμμασι παμφανόωντα διαυγέσι, νῶτα θαλάσσης

### 1526

Ῥευστῆς ἱσταμένης τε, τὸ δὴ καὶ θάμβος ἔμοιγε· Γαῖαν ἐς ὕστερον, ποταμῶν ῥόον, ἠέρα πνευστὸν, Ὥρας, ἄνθεα τερπνὰ βροτῶν φύσιν, ἠερίων τε, Ὅσσα Θεὸς προύθηκεν ἐμοῖς φαέεσσι τράπεζαν·

### 1526

Ταῦτα πατὴρ μεγάλοιο Πατρὸς πάρ’ ἔδωκεν ἔμοιγε.

### 1527

Τῷ, μή μοι τοίοισιν ἀμείβεσθαι γενετῆρα Θαρσαλέως· καὶ θάρσος ἔφυ θράσος, ἔκτοθι μέτρου· Μή σοί τις καὶ τοῖος ἀπ’ οὔατος ἡμετέροιο, Τέκνον, θερμοτέροιο πατρὸς πάρα μῦθος ἵκηται·

### 1527

Εἴ γε φύσις τεκέεσσι πόθον πόρσυνε τοκήων, Καὶ τὸ φύσις φιλέειν τοὺς οὐ φιλέοντας ἔρυξε. Κρεῖσσον ἀτασθαλέοντα φέρειν πατέρ’, ἠὲ παρ’ ἄλλων Εὖ πάσχειν, θνητοῖς δὲ πατρὸς μόνον ἐς χέρα λεύσσειν. Εἰ δὲ πένης, φρενοπλήξ τε καὶ οὐ μελέεσσι πεπηγὼς,

### 1527

Τί πρήξεις; οὐ χεῖρα τεὴν σκήπωνα παρέξεις; Οὐκ ὤμοισι τεοῖσιν ἀειρόμενός μ’ ἑκὰς οἴσεις, Ὡς Ἀγχισιάδης γενέτην ἑὸν ἐκ πολέμοιο; Ἢ φήσεις· Τί μ’ ἔτευξας, καὶ τί με δούλιον αἰτεῖς;

### 1528

Δὸς φωνὴν νεπόδεσσι, καὶ ἠερίοις πετεηνοῖς, Καὶ τοῖς ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει· Οὐκ ἐρέει, «Τί μ’ ἔτευξας ἁλὸς τέκος, ὦ Ἄνα;» δελφίς· Ἁλμυρὸν οὐκ ἔθελον τέμνειν βίον, αἰὲν ἀλήτης,

### 1528

Ὑγρὸν φυσιόων, καὶ ἀνάστερον ἠέρα λεύσσων. Ἔργα βοὸς ποθέω, καὶ οὔρεα, καὶ πλατὺν ὦμον, Καὶ ζώειν μερόπεσσιν ὁμὸν βίον, ὡς ταχὺς ἵππος, Ἢ πᾶσιν νεπόδεσσιν ὀλισθηροῖσιν ἀνάσσειν. Οὐδὲ βόες ποθέοντες ἁλὸς πόρον ἀσχαλόωσιν·

### 1528

Οὐκ ἐρέει σκολιοῖς κάμνων μηρύμασι γαστρὸς Πικρὸς ὄφις· «Τί μ’ ἔριψας ἐπὶ χθόνα, γαῖαν ἔδοντα;

### 1528

Ἤθελον ὄρθιος ἔμμεν, ἀτὰρ σύ με γαστρὶ κυλίνδεις.»

### 1529

Οὐδὲ κόραξ ἀετοῖσιν ὁμοίϊα δινεύεσθαι Χρηΐζει, πάντων βασιλεύτατον εἶδος ἀμείψας· Στέργει δ’, ἥν περ ἕκαστον ἔχει, βιότοιο κέλευθον. Οὐδέ γ’ ἑῷ πλάστῃ ποτ’ ἐρεῖ κεραμήϊον ἔργον·

### 1529

«Τίπτ’ ἐπ’ ἐμοὶ ῥοίζησας ἀεικέα κύκλον, ἀλιτρέ;» Ταῦτα μὲν ὥστε τεὴν κάμψαι φρένα, φίλτατε παίδων, Ὥς κε μάθῃς πλάστιγγα λόγου καὶ σπάρτον ἐφέλκειν, Ἢ ῥίψειν τὸ περισσὸν, ὃ δ’ ἄρκιόν ἐστι, καθέξειν, Μηδὲ ῥόῳ νεότητος ἐφιέμεν’, ἀλλὰ κατίσχειν.

### 1529

Τὸ πλεῖστον φραστῶν τι μένειν πολὺ λώϊόν ἐστιν Ἔνδοθεν, ἤ τιν’ ἄφραστον ἐς ἠέρα μῦθον ὁδεύειν. Οὐδεὶς γὰρ πόνος ἐστὶ μένειν ὑπὸ χείλεσι μῦθον· Οὐ γὰρ ἐχιδναῖός τε γόνος διὰ γαστέρα ῥήξει

### 1530

Μητρὸς ἀναβρώσκων, ποινὴν πατρὸς οὐλομένοιο. Ἤδη δ’ αὖ μύθοισι τεὸν δειδίξομ’ ἔρωτα Πατρὸς ἐνηείῃ, παιδὸς θράσος ἠέρι πάσσων. Οὔτι μίη βιότοιο πέλει τρίβος, ὦ τέκος, οὔτι·

### 1530

Οὐδὲ γὰρ οὐδεμίη πᾶσιν φύσις· ἀλλ’ ἡ μὲν ἐσθλὴ, Ἡ δὲ χερειοτέρη, θηρσὶν ἀλόγοισιν ὁμοίη· Ἄλλη δ’ αὖ πλεκτή τε καὶ ἀμφοτέραις ἐπίμικτος. Ὣς ἄρα καὶ τρισσὸν γαίης σθένος οἶδε γεωργός· Εὔσταχυς, ἠδὲ ἄκαρπος, ἀκανθοφόρος θ’ ἅμα σίτῳ.

### 1530

Τρισσαὶ δὴ τελέθουσιν ὁδοὶ, καὶ τέρματα τρισσά. Ἡ μὲν γὰρ χθαμαλὴ, καὶ ἐπίτροχος ἴχνεσι πολλῶν, Εὐρείη, μαλακή τε καὶ ἐς τέλος οἰκτρὸν ἄγουσα,

### 1530

Κρημνούς τε, ζοφερούς τε μυχοὺς, καὶ τάρταρον αἰνὸν

### 1531

ᾟχι πυρὸς ποταμοὶ, καὶ δαίμονες ἀγριόθυμοι, Ψυχῶν τ’ οὐλομένων ποινὴ, καὶ τῖσις ἄπαυστος. Ἡ δὲ τρηχαλέη, καὶ ὄρθιος, αὐαλέη τε, Στεινή τε, σκολιή τε καὶ ἀμφίκρημνος ἁπάντη,

### 1531

Ἄμβατος οὐ πολλοῖσι, καὶ ἐς τέλος ἐσθλὸν ἄγουσα, Οὐρανὸν ἀστερόεντα, κλέος μέγα, κάλλε’ ἄσαρκα, Αὐτὴν ἀτρεκίην καθαρὴν, καὶ ἄσκιον ἐσθλὸν, Ἄχρι καὶ ἀκροτάτοιο φάους ὅρον οὔτιν’ ἔχοντος. Ἡ δὲ τρίτη, μεσάτη μὲν ὁδὸς, μεσάτη δέ γ’ ἀμοιβῆς,

### 1531

Οὔτι λίην μογερὴ, καὶ κύδεος οὐ μάλα πολλοῦ. Οἷον κιρναμένου φωτὸς πρὸς νύκτα μέλαιναν· Ἀμφιλύκην δ’ ἄρα τήν γε σοφοὶ μίξιν καλέουσι. Λείῃ μὲν περόωσιν, ὅσοις νόος ἐστὶ κάκιστος, Ψεύσταις, ἀνδροφόνοις, μοιχοῖς, ἐπίορκον ὁμοῦσιν,

### 1532

Ἀνδρογύνοις, τοκέων δηλήμοσιν, ἁρπαγέεσσι, Γαστροφίλοις, λίμνῃσιν ἀπληρώτοισιν ὁμοίοις, Οἳ θανάτῳ ζώοντες, ἑὸν μόρον ἀμφαγαπῶσι· Δυσμενέων κεφαλαῖς οὗτος βίος ἀντήσειε.

### 1532

Τὴν δ’ ἀγαθὴν τέμνουσιν, ὅσοις βίος οὐκ ἐπὶ γαίης, Τρισμάκαρες, ζώοντες ἐπὶ χθονὶ σαρκὸς ὕπερθεν, Ἀζυγέες, κόσμοιο περίφρονες, οὐρανοφοῖται, Ἀκτέανοι, κινυροὶ χαμαιευνάδες, οἰοχίτωνες, Βαιὸν ἀναπνείοντες, ἀγάστορες, ἀσκεκέες τε,

### 1532

Κῦδος ἓν οἶον ἔχοντες, ἅπαν κλέος ἐνθάδ’ ἀτίζειν, Καὶ πλοῦτον πενίην τε καὶ εἰς Θεὸν οἶον ὁρᾶσθαι. Τοὺς μὲν ἐγὼ τρομέω, καὶ δείδια νέρθε δεδορκὼς, Ὡς Θεὸν ὑψιμέδοντα, ὅτ’ ἀνθρώποισι πελάζει·

### 1532

Καὶ γὰρ πολλὸν ὕπερθε βροτῶν βεβάασιν ἁπάντων.

### 1533

Ἡμεῖς δ’ αὖ μεσάτην ὁδὸν ἴομεν, οὔτε κακοῖσι Τερπόμενοι, καὶ βαιὸν ἐφαπτόμενοί γε Θεοῖο, Οἷς ἀλόχων τε μέμηλε, καὶ εὐκλείης ἐρατεινῆς, Καὶ τεκέων, κτεάνων τε, φίλον δ’ ὅ τι χεῖρας ἵκηται.

### 1533

Τούτου δὴ πρώτιστον ἐμοὶ λόγος ἐστὶ βίοιο, Πλοῦτον ἀλήϊστον, κτέαρ ἄκλοπον, ἐσθλὸν ἔχοντος. Εἴ τοι μὴ πάντεσσιν ἐπέδραμον, ὡς ποθέεσκον, Μηδ’ ὅλον ἐξεπέρησα λόγων πόρον, ἱστία τείνας (Οὐ γὰρ σοῖς ἐπέεσς’ ἐπιπείθομαι, οὐδέ με κλέψε

### 1533

Αἶνος ἐμός· αἶνος γὰρ ἀφ’ αἵματός ἐστιν ἄπιστος)· Ἀλλ’ ἔμπης τίω γε λόγων κλέος ἔξοχον ἄλλων. Μῦθοι γὰρ βιότοιο θεμείλιον, οἵ μ’ ἀπὸ θηρῶν Ἔσχισαν, οἷσιν ἔγειρα πόλεις, καὶ τέθμι’ ἀνεῦρον, Καὶ Θεὸν ὑμνείω μεγακυδέα, οἷσιν ἀείρω

### 1534

Τῆς φαενῆς ἀρετῆς ὑψοῦ κλέος, οἷσι δαμάζω Τῆς στυγερῆς κακίης πικρὸν σθένος, οἷσι κεάζω Κόσμους, οὐράνιόν τε καὶ ὃς ἐπὶ λῦσιν ὁδεύει Ἐνθάδε, καὶ ψυχὴν ἀπὸ σώματος. Ὡς δ’ ἀπὸ μορφῶν

### 1534

Εἰκόνας, ὣς δὲ βίων τε φύσεις, καὶ τέρματα δισσὰ Ζώντων τ’ ὀλλυμένων τε. Τὰ γὰρ Θεὸς ἐξεδίδαξε, Καὶ λόγος ἐστήριξε σοφῶν, καὶ πίστις ἔρεισε, Πῶς δ’ ἀγαθῶν ἀρετὴν ἕλκει χρόνος ὑστατίοισιν Ἤμασι, δεῖγμα φέρων γραπτὸν κλέος, ὣς δὲ κακίστων

### 1534

Δυσκλείην, στήλῃσιν ἐν ἀθανάτῃσι χαράσσων. Μῦθοι, καὶ ζώοντι μόνῳ βίος οὐκ ἐπιδευὴς, Καὶ λαμπρὸν πνείοντι μέγα στέφος, οὐδὲν ὅμοιον Ἄνθεσιν εἰαρινοῖσιν ἅμ’ ἠοῖ κειρομένοισι,

### 1534

Θνήσκουσιν δ’ ἄρ’ ἔπειτα πρὸ ἤματος ὀλλυμένοιο.

### 1535

Μῦθοι καὶ παθέεσσιν ἄκος μέγα· τοῖσι δαμάζω Θυμὸν ὑπερζείοντα, νόου νέφος· οἷσιν ἀνίας Εὐνάζω, καὶ μέτρον ἐϋφροσύνῃσι τίθημι, Οὔτε λίην μογεροῖσιν ἀτώμενος, οὔτ’ ἀγαθοῖσιν

### 1535

Αἰρόμενος, ἕτερον δ’ ἑτέρῳ σταθμώμενος ἄλκαρ, Ἐλπίδ’ ἐν ἀργαλέοισιν, ἐν εὐδιόωσι δὲ τάρβος. Μῦθος καὶ βασιλῆας ἄγει, καὶ δῆμον ἐφέλκει· Ἔν τ’ ἀγορῇσι τέθηλε, καὶ ἐν θαλίῃσιν ἀνάσσει· Καὶ μόθον αἰχμάζει, πρηῢν δέ τε φῶτα τίθησι,

### 1535

Μαλθάσσων ἁπαλοῖσι καὶ αἱμυλίοισι λόγοισι, Καὶ κρατερόν περ ἐόντα, πυρὸς μένος οἷα σίδηρον. Ὀρφείη κιθάρη μῦθος πέλεν, ὥσπερ ἐΐσκω, Πάντας ἄγων μελέεσσιν, ὁμῶς ἀγαθούς τε κακούς τε· Ὡς δ’ Ἀμφιονίη λύρη καὶ λᾶας ἔπειθε,

### 1535

Ψυχὰς ἀντιτύπους πετρώδεας. Οἶδα δὲ Πομποῦ

### 1536

Φάρμακον, ὡς λόγος ἦεν, ὃν ἐρχομένῳ μετὰ Κίρκην Λαρτιάδῃ πόρε δῶρον, ὅπως κε σύεσσιν ἀρήζει Οἷς ἑτάροις, μηδ’ αὐτὸς ἔδοι συοθρέμμονα φορβήν. Μῦθον καὶ Πολύδαμνα κεράσσατο, Θῶνος ἄκοιτις,

### 1536

Αἰγυπτίη, δῶκεν δ’ Ἑλένῃ ξεινήϊον ἐσθλὸν, Νηπενθές τ’, ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων. Καὶ μῶλον στονόεντα, καὶ ἄγριον οἶδμα θαλάσσης Πολλάκις ἐκπροφυγών τις, ἐπὴν Θεὸς ἵλαος εἴη, Τόνδε συνεξεσάωσε, φίλον κτέαρ, οἶον ἀπ’ ἄλλων,

### 1536

ᾯ πλέον, ἢ πλεόνεσσιν ἀγάλλεται ἄλλος ἐπ’ ἐσθλοῖς, Μῦθος γάρ τε βροτοῖς αἰδοίϊον ἄνδρα τίθησι. Τεκμαίρου δ’ Ὀδυσῆϊ, τὸν ἐκ πόντοιο φυγόντα, Γυμνὸν, καὶ μελέεσσι τετρυμμένον, αἰπὺν ἀλήτην, Μύθοισιν πυκινοῖσιν ἱκέσσιον ἀντιάσαντα,

### 1536

Παρθενική περ ἐοῦς’, ᾐδέσσατο, καὶ βασίλεια,

### 1537

Φαιήκεσσί τ’ ἔδειξε, καὶ Ἀλκινόῳ βασιλῆϊ, Ξεῖνον, ναυηγὸν, πάντων γεραρώτερον ἄλλων. Μῦθοι, καὶ πλεόνεσσιν ἐπ’ ὄμματα πικρὰ φερούσης Βασκανίης, τελέθουσιν ὑπέρτεροι· οὐ γὰρ ἀρίστοις

### 1537

Ὁ φθόνος, οἷς δ’ ἀδόκητος ἔβη τύφος, οἶδε παλαίειν. Ὦ μῦθοι, μύθων ἐπιδευέες, ὡς ποθέεσκον Σοῖς ἀγαθοῖς ἐπέεσσιν ἐμὸν λόγον ἰσοφαρίζειν! Ἀλλὰ τὰ μὲν κατέμαρψα, τὰ δ’ οὐ σθένος, ἀλλὰ δὲ παιδὸς Γλῶσσα φίλη κατέλεξεν ἐπειγομένοισι πόθοισιν

### 1537

Ἐκ πολιῆς νεότητος, ὅ μοι πλέον ἦτορ ἐγείρει. Ἀλλ’ ἴθι μοι, τοκέων τε λιταῖς καὶ σῇσι πιθήσας, Πρόφρων, ἀρτεμέων τε, σὺν ἐλπωρῇσιν ἀρίσταις, Οἷ ποθέεις, πομπὸς δέ ς’ ἄγοι πατρώϊος ἐσθλός.

### 1538

Καὶ γὰρ ἐς ἡμετέρην βιοτὴν Θεὸς ὄμματα βάλλει. Εἴτε σέ γ’ Ἀτθὶς ἔτερψεν ἀηδονὶς, εἴτε σε τερπνῆς Φοινίκης κλυτὸν ἄστυ, νόμων ἕδος Αὐσονιήων, Εἴτε ς’ Ἀλεξάνδροιο πέδον μέγα, ἔνθα τε πολλῶν

### 1538

Φορτίδα πλησάμενός τις, ἑὰ πρὸς δώματ’ ἐλαύνει· Πᾶσα μὲν ὑμετέροισιν ἐπίτροχος αἶα πέλοιτο Ποσσὶν ἐπειγομένοισι, καὶ ἄνθεα καλὰ φύοιτο, Καὶ ποταμοὶ κελαδοῖεν ἐνηέα, πᾶς δέ τε πόντος Νῆα φέροι πνοιῇσιν ἐλαφροτάτῃσιν ἐς ὅρμον·

### 1538

Δελφὶς δ’ εὐδιόωσαν ὑπεὶρ ἅλα, νῶτα φαεινοῖς Γυροῖς εὐγνάμπτοισιν ἑλισσόμενος πυμάτοισι, Σκιρτῴη κατὰ κῦμα τεὸν βίον ἡγεμονεύων, Ὥς ποτε καὶ νώτοισιν ἀοίδιμον ἤγαγ’ ἀοιδόν.

### 1538

Μύθων δ’ ἡγητῆρσι πέλοις φάος, ἐν προνόμοις δὲ

### 1539

Αὐτίκ’ ἀριθμήσειαν ἐμὸν πάϊν, ἶσα τέκεσσι Τίοντες. Κρητὴρ δὲ λόγων καὶ πυθμένος ἄχρις Ζωρὸς διψαλέῃσιν ἀφύσσοιτο πραπίδεσσι. Χρύσεα δ’ αὖ πτυκτῇσιν ἐνὶ πινάκεσσι γράφοιτο

### 1539

Γράμματα σῇ παλάμῃ, στάζοι δ’ ἀπὸ κηρία βίβλου. Εἰ δὲ σύ γ’ ἀκρεμόνεσσιν ὑφήμενος, εἴαρος ὥρῃ, Τῆμος ὅτε πνοιαὶ γλυκερώτεραί εἰσι βροτοῖσιν Ἢ πυρόεν βάλλοντος ὑπὲρ κρατὸς ἠελίοιο, Μύθοισιν μογέοις πυκινὴν φρένα πᾶσαν ἐρείδων,

### 1539

Τέττιγες λαλαγεῦντες, ἅμ’ ὀρνίθεσσιν ἀοιδοῖς, Σὸν δέμας ἡδυθρόοισιν ἀναψύχοιεν ἀοιδαῖς Ἐς δῆριν καλέοντες ἀοιδοσύνῃσιν ἑταίρων. Αὐτὰρ ἐγὼ θοὸν ὥστε φίλοις συρίγμασι πῶλον, Καί περ θερμὸν ἐόντα, θοώτερον ἐς δρόμον ἥσω

### 1540

Νίκης ἰσχανόωντα μεγακλέος, ἠὲ παλαιστὴς Οἷα γέρων, μεγάλοισιν ἀεθλητῆρσι κελεύων Ἀμφὶ κόνιν Πισσαῖαν ἐπισταμένοισι λόγοισι, Παῖδ’ ἐμὸν ἐν μεσάτῳ κοτινηφόρον εὔχομ’ ἰδέσθαι·

### 1540

Οὔτε τινὸς κτεάνων περιφείσομαι, ὡς σὺ κελεύεις, Οὔτε μόγου τοκέεσσιν ἐοικότος, οὔτε τευ ἄλλου Τῷ ὅσα τὴν μεγάλην ἀρετὴν θνητοῖσιν ἀγείρει. Κρείσσων γὰρ πενίη πινυτὴ πλούτοιο κακίστου. Οὐ φράξω πηγὴν, ποταμὸν μέγαν ἐντὸς ἔχουσαν,

### 1540

Μηδὲ φάος λύχνοιο θάνοι, λήγοντος ἐλαίου· Ἔρνος τε προχοῇσιν ἀειζώοισιν ἀέξοι. Τοῦτο δέ σοι παρ’ ἐμεῖο μέλος πεμπτήριον ἔστω. Χριστὸν ἔχοις ἐπέων ἡγήτορα, καὶ βιότοιο

### 1540

Σῶν λόγον, ὃς μύθων προφερέστατός ἐστιν ἁπάντων.

### 1541

Μὴ σύ γ’ ἑταιρίσσαιο κακὸν καὶ φαῦλον ἑταῖρον· Λοιμὸς καὶ κρατεροῖσιν ἐνιχρίμπτει μελέεσσιν· Οὔτ’ ἀρετὴν ὀπάσεις, καὶ αἴσχεος ἀντιβολήσεις. Σωφροσύνην συνέριθον ἔχοις, καὶ τέρπεο μούνῃ·

### 1541

Μὴ πόθος ἐκκρούσειε πόθον τὸν ἄριστον ἀλιτρός· Ἓν, μύθοιο, νόμιζε, σοφὸν τρόπον ἔμμεν’ ἀρείω. Εἰ δὲ σύ γε πλήσαις ἱερὴν φρένα τῶν περ ἔολπας, Αὖτις ἴοις, πομπὸς δέ ς’ ἄγοι περίφαντον ἅπασι, Πομπὸς δ’ ὅσπερ ἰόντι συνέμπορος ἦεν ὁδοῖο.

### 1541

Μισθὸς δ’ αὖ τοκέεσσι χάρις, καὶ οὔνομ’ ἄριστον. Ταῦτά γέ σοι παρ’ ἐμεῖο, τέκος φίλον· εἰ δὲ Γαδείρων Πρόσθε περᾷν ἐθέλοις, καὶ τῇ Θεὸς ἡγεμονεύοι.

### 1542

Οὐδὲν ἄπιστον ἐόντα σοφὸν, καὶ βένθεα μύθων Αἰὲν ἀνιχνεύοντα ὑφ’ ἡγεμόνεσσιν ἀρίστοις Τοίοις, ὅντιν’ ἔλεξας ἀφ’ αἵματος ἡμετέροιο, Ὦ τέκος, ἀκροτάτοιο καλοῦ πρὸς τέλσον ἱκέσθαι.

### 1542

ϛʹ. Παραινετικὸν πρὸς Ὀλυμπιάδα.

### 1542

Τέκνον ἐμὸν, τὸ δέ τοι πεμπτήριον ἐσθλὸν ὀπάζω Γρηγόριος· πατρὸς δὲ παραίφασίς ἐστιν ἀρίστη. Οὐ χρυσὸς λιθάκεσσι μεμιγμένος, εὐγενέεσσι Κόσμος θηλυτέρῃσιν, Ὀλυμπιὰς, οὐδὲ μὲν εἶδος

### 1542

Χρώμασι φαρμάσσειν βασιλήϊον, αἴσχεϊ τερπνῷ,

### 1542

Εἶδος ἐπ’ εἶδος ἄγουσαν ὀλοίϊον. Εἵματα δ’ ἄλλαις

### 1543

Πορφύρεα, χρύσεα, διαλαμπέα, σιγαλόεντα, Αἷς οὐδὲν βιότοιο διαυγέος εὖχος ἔπεστι. Σοὶ δὲ σαοφροσύνη τε μέλοι, καὶ κάλλος ἀγητὸν Ὄμμασι κευθομένοισιν. Ὁδὲ τρόπος, ἄνθος ἄριστον,

### 1543

Ἔμπεδον, ἀστυφέλικτον, ἀοίδιμον εὖχος ἐχούσῃ. Ἅζεο μὲν πρώτιστα Θεὸν, μετέπειτα δ’ ἀκοίτην, Ὀφθαλμὸν βιότοιο, τεῆς σημάντορα βουλῆς, Τὸν μοῦνον φιλέειν, μούνῳ δέ τε θυμὸν ἰαίνειν· Καὶ πλέον, ἤν σε πόθοισί τε λειοτέροις ἀγαπάζῃ,

### 1543

Φίλτρον ἔχων ἀκέαστον, ὁμοφροσύνης ὑπὸ δεσμοῖς. Θάρσος ἔχειν μὴ τόσσον, ὅσον πόθος ἀνδρὸς ὀπάζει, Ἀλλ’ ὅσον ἐστὶν ἐοικὸς, ἐπεὶ κόρος ἐστὶν ἁπάντων. Πάντων μὲν κόρος ἐστί· πόθος δ’ ἀκόρητος ἀρείων. Μή ποτε θῆλυς ἐοῦσα, ἐς ἀνέρος ὄγκον ἐπείγου.

### 1544

Μηδὲ γένος προφέρειν, μήθ’ εἵμασιν ὀφρὺν ἀείρειν, Μὴ σοφίην· σοφίη δὲ γάμου θεσμοῖς ὑποείκειν. Πάντα γὰρ ἀμφοτέροισι βίου ξυνώσατο δεσμός. Εἴκειν μὲν βρομέοντι, πονειομένῳ δ’ ἐπαρήγειν,

### 1544

Μύθοισιν μαλακοῖσι, παραιφασίῃσί τ’ ἀρίσταις· Οὐδὲ λεοντοκόμος θηρὸς μένος εὔνασεν ἀλκῇ, Ἄσθμασι βρυχαλέοισι χολούμενον, ἀλλὰ δαμάζει Χερσὶ καταψήχων, καὶ αἰμυλίοισι λόγοισι. Μή ποτε ἢ θωήν τιν’ ὀνειδίσειας ἀκοίτῃ,

### 1544

Καὶ μάλα χωομένη περ, ἐπεὶ πλέον αὐτὸς ὄνειαρ, Μηδὲ τέλος βουλῆς ἀντίξοον· οὐ γὰρ ἐοικός. Δαίμων πολλάκι τέρμα φέρει συμφράδμονι βουλῇ Μηδὲ μὲν ἀδρανίην· ἦ γὰρ κρατέοντι μάχαιρα.

### 1544

Μηδὲ μὲν αἰνήσειας, ὃν οὐ φίλον ἀνέρι σεῖο,

### 1545

Παρβλήδην ἐπέεσσι καθαπτομένη δολίοισι. Καὶ δ’ ἄλλως ἐπέοικεν ἁπλοῦς τρόπος εὐγενέεσσιν Ἀνδράσιν ἠδὲ γυναιξὶ, μάλιστα δὲ θηλυτέρῃσι. Ξυνὰς δ’ εὐφροσύνας καὶ ἄλγεα πάντα τίθεσθαι,

### 1545

Ξυνὰς δ’ αὖ μελεδῶνας, ἐπεὶ τόδε οἶκον ἀέξει. Μῆτις μὲν καὶ σεῖο, τὸ δὲ κράτος ἀνέρος ἔστω Ἀχνυμένῳ βαιόν τι συνάχθεο· καὶ τόδε τερπνὸν Φάρμακον ἄλγεός ἐστι, φίλων ἄχος. Ὦκα δ’ ἔπειτα Αἴθριον εἶδος ἔχουσα, λύειν μελεδήματα θυμοῦ.

### 1545

Ἀνδρὶ γὰρ ἀσχαλόωντι λιμὴν εὔορμος ἄκοιτις. Κερκίς σοί γε μέλοι, καὶ εἰρία, καὶ μελεδῶναι Θείοις ἐν λογίοισι· τὰ δ’ ἔκτοθι ἀνδρὶ μέλοιτο. Μὴ πολὺν ἐκ προθύρων πέμπειν πόδα, μηδ’ ἐπὶ τέρψιν

### 1546

Πάνδημον, καὶ ἄκοσμον ὁμήγυριν· ἡ γὰρ ἔρευθος Αἱρεῖ κ’ αἰδομένῃσι, τὰ δ’ ὄμματα ὄμμασι μίσγει· Αἰδὼς δ’ οἰχομένη, πάντων γενέτειρα κακίστων. Ἐς δ’ ἀγαθὰς κέλομαί σε φέρειν πόδα σὺν πινυτῇσιν,

### 1546

Ὥς τινα καὶ λόγον ἐσθλὸν ἐνὶ φρεσὶ σεῖο χαράξῃς, Ἢ κακίης ὀλετῆρα τεῆς, ἢ δεσμὸν ἀρίστων. Οἶκός σοι, πόλις ἐστὶ, καὶ ἄλσεα. Μὴ ὁράασθαι Ἄλλοις, ἢ πηοῖσι σαόφροσιν, ἠδ’ ἱερῆϊ Καὶ πολιῇ νεότητος ἀρείονι· μηδὲ γυναιξὶ

### 1546

Ταῖς ὁπόσαις αὐχήν τε πολὺς, καὶ δήμιον εἶδος· Μηδὲ μὲν εὐσεβέεσσιν, ὅσους πόσις ἐκτὸς ἐέργει, Καὶ μάλα περ τίουσα. Τί τοι τόσον ἐστὶν ὄνειαρ,

### 1546

Ὁσσάτιον πόσις ἐσθλὸς, ἐπὴν μόνον ἀμφαγαπάζῃς;

### 1547

Λίην μὲν φρονέειν, λίην δέ τε μὴ βλεμεαίνειν. Αἰνῶ θηλυτέρας, τὰς ἄρσενες οὐδὲ ἴσασι. Μηδὲ μὲν ἢ ἐπὶ δαῖτα γαμήλιον, ἠὲ γενέθλην Σπεύδειν, ἔνθα πόθοι τε, χοροιτυπίαι τε, γέλως τε,

### 1547

Καὶ χάρις οὐ χαρίεσσα· τὰ γὰρ καὶ σώφρονα θέλγει, Ὡς ἀκτὶς κηροῖο διαΐσσουσα τάχιστα. Μηδὲ μὲν οἰκιδίους τε πότους κατὰ δώματ’ ἐγείρειν Ἀνέρος ἢ παρεόντος ἀμύμονος, ἢ ἀπεόντος. Γαστὴρ μέτρα φέρουσα τάχ’ ἂν παθέεσσιν ἀνάσσῃ.

### 1547

Τὴν δ’ ἄθυρον τρομέω μὲν ἐγὼ, τρομέει δὲ ἀκοίτης. Μηδὲ παρειάων σκιρτήμασι πάλλεο μάχλοις, Ἠὲ χόλῳ πλήθοντι· τὸ γὰρ μερόπεσσιν ὄνειδος, Θηλυτέραις δὲ μάλιστα, καὶ ἔκτροπον εἶδος ἔθηκεν. Οὔατα κόσμον ἔχοι τὸν ἀμάργαρον, ἐσθλὰ δέχεσθαι

### 1548

Ῥήματα, τοῖς δὲ κακοῖσι νόου κληῖδ’ ἐπικεῖσθαι Οἰκταί τε κλειταί τε, σαόφρονές εἰσιν ἀκουαί. Στάζοι δ’ ἁγνὸν ἔρευθος ὁμόζυγι παρθένος αἰδὼς Σοῖσιν ὑπὸ βλεφάροισι· δίδου δ’ ὁρόωσιν ἔρευθος,

### 1548

Ὄμματα πηρὰ ἔχουσα, καὶ ἐς χθόνα ὀφρὺν ἄγουσα. Γλῶσσαν ἔχους’ ἀχάλινον, ἀεὶ πόσιν ἐχθοδοπήσεις. Γλῶσσα καὶ ἀπταίστοισι κακὸν βάλε πολλάκι μάργη. Σιγᾷν λώϊόν ἐστιν, ὅτ’ ἐς λόγον ἔργον ἐπείγῃ, Ἢ λαλέειν, καιροῖο λόγον κλείοντος ἄκοσμον.

### 1548

Μῦθος ἀεὶ ποθέοιτο. Πόδες δ’ ὑπέροπλον ἰόντες, Ψεῦσται σωφροσύνης· καὶ ἴθμασιν ὕβρις ἔπεστι. Καὶ τὸ δέχου. Μὴ σαρκὸς ἔχειν ἀδάμαστον ἐρωὴν, Μηδ’ αἰεὶ λεχέεσσι χαρίζεο. Πεῖθε σύνευνον

### 1548

Ἤμασιν ἁγνοτάτοισι φέρειν χάριν. Ὣς γὰρ ἔοικεν.

### 1549

Εἰκόνα τὴν μεγάλοιο Θεοῦ θεσμοῖς ὑποείκειν, Εἰ καὶ θεσμὸν ἔδωκε γαμήλιον Υἱὸς ἄσαρκος, Ἡμετέρῃ γενεῇ, καὶ πλάσματι χειρὸς ἀρήγων· Ὥς κεν ἀπερχομένοισι καὶ ἐρχομένοισι γενέθλη

### 1549

Ἕλκηται μερόπων τρεπτὸν γένος, οἷα ῥέεθρον Ἄστατον ἐκ θανάτοιο, καὶ ἱστάμενον τεκέεσσιν. Ἀλλὰ τί μοι τὰ ἕκαστα διακριδὸν ὧδ’ ἀγορεύειν; Οἶδα δ’ ἔγωγε παραιφασίην, καὶ τῆς μέγ’ ἀμείνω. Ἔστι τοι, ὦ χαρίεσσα, Θεουδόσις. Ἥδε προκείσθω

### 1549

Παντός σοι μύθοιο καὶ ἔργματος ἔμπνοος εἰκὼν, Θηλυτέρη Χειρωνὶς, ὑπὸ προπόδεσσι γάμοιο, Ἥ ς’ ἐκ πατρὸς ἔδεκτο καὶ ἔπλασεν ἤθεσι κεδνοῖς·

### 1550

Αὐτοκασιγνήτη μέγ’ ἀμύμονος ἀρχιερῆος Ἀμφιλόχου, τὸν ἔπεμψα Θεῷ, Θέκλῃ γε σὺν ἁγνῇ, Ἄγγελον ἀτρεκίης ἐριηχέα, κῦδος ἐμεῖο. Κ’ εἴ τιν’ ἐμῆς πολιῆς ὑψίφρονα μῦθον ἐδέξω,

### 1550

Τὸν κέλομαι πραπίδων σε φίλοις κευθμῶσι φυλάσσειν, ᾯ δ’ ἂν καὶ πόσιν ἐσθλὸν ἐρίπτολιν ἐξακέσαιο, Εἴ τοι καὶ μεγάλαυχον, ὑπέρτερον εὖχος ἔχουσα. Νῦν μέν σοι τόδ’ ἔδωκα κεμήλιον. Εἰ δὲ τὸ λῷστον, Καὶ τεκέων τεκέεσσι πέλοις πολύκαρπος ἀλωὴ,

### 1550

Ὡς καὶ πλειοτέροισι Θεὸς μέγας ὑμνείοιτο,

### 1550

Τῷπερ δὴ γενόμεσθα, καὶ ᾧ θέμις ἔνθεν ὁδεύειν.

### 1551 (1t)

Ζʹ. Πρὸς Νεμέσιον.

### 1551 (1t)

Ὄμμα δίκης μύθων τε, Νεμέσσιε, ὃς τοπάροιθεν Βήμασι ἰθυδίκοισι, φέρων κλέος ἐκ βασιλῆος, Πρώτοις Αὐσονίοις τε νόμοις μέγα κάρτος ὀπάζων,

### 1551 (1t)

Ἐξ ὀπὸς ἀντιπάλοιο καὶ ἥσσονα μῦθον ἐλέγχων, Ὕστατον ἀντέλλεις θώκων ὕπερ ἠγαθέοισι Καππαδόκοισι, θέμιστος ἀπάργματα σῆς ἀναφαίνων· Ἄλλοι μὲν μολπῇσιν, ἐριγδούποισί τ’ ἀοιδαῖς, Καὶ ῥήτρην πυρόεσσαν ἀπὸ στομάτων προχέοντες

### 1551 (1t)

Τὴν σὴν, ᾗ ῥα σὺ πάντας ἀπόπροθε πολλὸν ἔθηκας, Σὸν κλέος ὑμνείοιεν, ἐπεὶ πλεόνεσσι λόγοισιν Ἄρκιος, ἢν ἐθέλωσι διακριδὸν ἐξαγορεύειν,

### 1552

Ὥστε ῥόος μεγάλοιο μεριζόμενος ποταμοῖο. Ἄλλοι δ’ αὖ γραφίδεσσι μετήορον ὕψι φέροντες, Ἢ χαλκῷ χοάνοις τε Νεμέσσιον ἐν μεσάτῃσι Στήσαντες πτολίεσσιν ἀναυδέα, τὸν πολύμυθον,

### 1552

Ἄστεα κυδαίνοιεν, ἐπεὶ κλέος ἄστεσιν ἐσθλῶν Ἡγεμόνων καὶ εἶδος ὁρώμενον ἐσσομένοισιν. Αὐτὰρ ἐγὼ (δὴ γάρ με Θεὸς μέγας ἴδριν ἔθηκεν Οὐρανίων, χθονίων τε, νόος δ’ ἐπὶ πάντα φορεῖται, Βένθε’ ἀνιχνεύων μεγάλου σὺν Πνεύματος αἴγλῃ)

### 1552

Φθέγξομαι, ἅσς’ ἐπέοικε θυηπόλον ἄνδρ’ ἀγορεύειν. Ἄγγελον ἀτρεκίης ἐριηχέα, τῶν δὲ μαθητὴν, Οἳ κόσμον γλυκερῇσι Θεοῦ δήσαντο σαγήναις,

### 1552

Οὔτε λόγοις κρατεροῖσι πεποιθότες, οὔτ’ ἀφένοιο

### 1553

Κάρτεϊ φυσιόωντες, ἀγακλέες, οὔτι πάροιθεν, Ὄφρα τις ὧδ’ εἴπῃσι· Θεοὺ κράτος ἐστὶ Λόγοιο. Ἀλλ’ ἄγε, τοῖσδ’ ἐπέεσσι δίδου φρένα, καὶ γλυκεροῖσι, Μαψιδίοις ἐπέεσσι τόσον χρόνον οὖας ὑποσχὼν,

### 1553

Ὧν χάρις ἔστ’ ἐπίπλαστος, ὁμοίϊος εἴδεσι μάχλοις, Βαιὸν ἐμοῖσι λόγοισιν ὑποκλίνειας ἀκουὴν, Ὧν κάλλος νόος ἐστὶν, ἀνέκπλυτον, ἀστυφέλικτον, Ὄμμασιν ἁγνοτάτοισι διαυγέα φῶτ’ ἀμαρύσσων. Εἰ γὰρ ὀϊστεύσειε τεὴν φρένα Χριστὸς ἄνωθεν,

### 1553

Καὶ μεσάτην τρώσειεν ἀναψύχοντι βελέμνῳ, Ἀμφοτέρους κεν ἔρωτας ἐποπτεύων ἑκάτερθεν, Γνοίης κέντρον Ἄνακτος, ὅσον γλυκερώτερόν ἐστιν. Ἤδη μοι πολιόν τε κάρη, καὶ ἅψεα ῥικνὰ

### 1554

Ἐκλίνθη βιότοιο πρὸς ἕσπερον ἀλγινόεντος. Πολλοῖς μὲν λυπροῖσιν ἐμὸν κέαρ ἀντεβόλησε, Πολλοῖς δ’ αὖ τερπνοῖσιν ἀμοιβαδὶς ὠκυμόροισιν. Ἀλλ’ οὔπω τοιόνδε, τοσόνδε τε κῦδος ὄπωπα,

### 1554

Ὅσσον ἐπουρανίοιο Θεοῦ θεότητι πελάσσαι. Οἶον ἐμοὶ φίλον ἔσκε λόγων κλέος, οὓς συνάγειρεν Ἀντολίη τε Δύσις τε καὶ Ἑλλάδος εὖχος, Ἀθῆναι. Τοῖς ἔπι πόλλ’ ἐμόγησα πολὺν χρόνον· ἀλλὰ καὶ αὐτοὺς Πρηνέας ἐν δαπέδῳ Χριστοῦ προπάροιθεν ἔθηκα,

### 1554

Εἴξαντας μεγάλοιο Θεοῦ Λόγῳ, ὅς ῥα καλύπτει Πάντα φρενὸς βροτέης τρεπτὸν πολυειδέα μῦθον, Τόσσον, ὅσον Φαέθων ὑψίδρομος ἀστέρας ἄλλους.

### 1554

Τοὔνεκ’ ἐμῶν ἐπέων ἐμπάζεο. Καὶ γὰρ ἄμεινον

### 1555

Οὐ θέμις, οὐδ’ ἐπέοικε Θεοῦ βροτὸν ἐκγεγαῶτα, Οὐρανίοιο Λόγοιο καλὴν καὶ ἄφθιτον εἰκὼ, Τὴν νοερὴν, νοερῶν τε δαήμονα, ὑψικέλευθον, Εἰδώλοις κενεοῖσιν ὑποκλίνεσθαι ἀθέσμως

### 1555

Εἰναλίων, χθονίων τε καὶ ἠερίων πετεηνῶν, Ὕλης σκιδναμένης ἰνδάλμασιν οὐτιδανοῖσι, Παίγμασι σῆς παλάμης, ἰῷ καὶ σητὶ καμούσης, Ὧν τὸ μὲν ἔστι σέβασμα, τὸ δ’ ἥμισυ κεῖτ’ ἀγέραστον· Οὐδὲ μὲν οὐρανίοισι (τὰ μὴ θεοὶ, ἐκ δὲ Θεοῖο

### 1555

Κτίστορος ἐξεγένοντο, καὶ εἰ μέγα κῦδος ἔχουσι), Μήνῃ τ’ ἠελίῳ τε, καὶ ἄστρασιν οἵ ῥα πόλοιο Κόσμος. Ὅδ’ οὐρανίοιο φορεύμενον ἄσπετον εἶδος Κυκληδὸν, πολλοῖσι κεκασμένον ἔνδοθι κόσμοις,

### 1556

Κήρυξ ἀγλαόφωνος ἀναυδέσι ῥήμασι τέχνης, Ἣ τόδε πᾶν συνέπηξε, καὶ ἁρμονίῃ συνέδησεν, Ὄφρα κε δερκομένοισιν ἀδερκέα φῶτες ἕλωσι. Καὶ γάρ τις δόμον αἰπὺν ὁρῶν, δωμήτορα λεύσσει,

### 1556

Καὶ ναῦς ναυπηγοῖο διάγγελος οὐ λαλέουσα. Τύνη δ’, ὦ θεοποιὲ, νέων πάτερ οὐρανιώνων, Ἤδη καὶ στυγεροῖσι σεβάσμασι γούνατ’ ἔκαμψας, Δαίμοσιν ἀψύχοισι, κακούς τ’ ἀγαθούς τ’ ἐκάλεσσας, Οἳ πάντες τελέθουσι κακοὶ, καὶ πλάσματος ἐσθλοῦ

### 1556

Δυσμενέες, φθονεροὶ, φιλοδαίμονες, ἀγριόθυμοι, Σαρκοχαρεῖς, κνίσσῃσι γεγηθότες, ἰλυόεντες, Οὓς Χριστὸς, μεγάλοιο Θεοῦ Λόγος, εὖτε φαάνθη

### 1556

Ἀνδρομέοισι τύποισιν ἀδμὴς Θεὸς, ὦσεν ὀπίσσω,

### 1557

Δηρὸν δὴ κρατέοντας ἐπὶ χθόνα· αἵματι σεμνῷ Αἵματα λῦσεν ἀλιτρὰ, νόου δ’ ἀνέδειξε θυηλὴν Τὴν κρυπτὴν τοπάροιθε, φαεινομένην ὀλίγοισιν. Οὐ μέγα· καὶ γὰρ ἐγὼ, Χριστοῦ λάχος, οὔνομα σεπτὸν

### 1557

Πολλάκι μοῦνον ἔειπον· ὁ δ’ ᾤχετο τηλόθι δαίμων Τρύζων, ἀσχαλόων τε, βοῶν σθένος Ὑψιμέδοντος. Ἢ σταυροῦ μεγάλοιο χαράγματι μηδὲ μένοντι Ἠέρα μέσσον ἔγραψα, τύπος δ’ ἔστησε τρόπαιον, Ὡς τοπάρος Μωσῆος ἀγακλέος ἐν παλάμῃσιν.

### 1557

Ἤθελον ἠερίης σκοπιῆς καθύπερθεν ἀερθεὶς, Βρονταῖον πάντεσσιν ἐπιχθονίοισιν ἀῦσαι· Ἄνθρωποι θνητοὶ, καὶ τέκτονες οὐδὲν ἐόντων, Μέχρι τίνος ψεύστῃσι καὶ ἠματίοισιν ὀνείροις

### 1558

Παιζόμενοι, παίζοντες, ἐπὶ χθονὶ μὰψ ἀλάλησθε; Λάτριες εἰδώλων κενεόφρονες, οἳ παθέεσσιν Ἄλκαρ ἑοῖς μήσασθε θεοὺς στήσασθαι ἀλιτροὺς, Ψεύστας, ἀνδροφόνους, σκολιοὺς, ἐπίορκον ὀμοῦντας,

### 1558

Ἅρπαγας, ἀνδρογύνους, μοιχοὺς, ἐπιβήτορας ἀνδρῶν. Ἄθρει δὴ πρώτιστον ὅς’ ἔπλετο μαργοσύνῃσι, Ταῦρος, κύκνος, χρυσὸς, ὄφις, πόσις, ἄρκτος, ἅπαντα Ὅσσα μιν ὠκὺς ἄνωγεν ἔρως, κοῦρός τ’ ἀλαπαδνὸς, Ὡς αὐτοί γ’ ἐνέπουσι θεῶν πλαστῆρες ἀκιδνῶν.

### 1558

Οὐκ οἶον, παθέων δὲ καὶ αὐτῶν ἱρὰ σέβεσθε, Ἄλλους δ’ αὖτ’ ἄλλοισι κακοῖς ἔπι κάρτος ἔχοντας· Ὡς μὴ μοῦνον ἄτιτον ἅπαν κακὸν, ἀλλὰ καὶ ἐσθλὸν

### 1558

Ἔμμεναι, ὥς ῥα Θεῷ κεχαρισμένον, ὃς τόδ’ ἔτισε.

### 1559

Σκέπτεό μοι στρατὸν ἄλλον ἀγακλειτῶν ἐπικούρων, Ἰθυφάλους, κερόεντας, ἀναύχενας, ἡμιδράκοντας, Θῆρας, θηρομιγεῖς τε, γελοίϊον εἶδος ἔχοντας. Τοίους παῖδας ἴδοιεν, ἐπεὶ καὶ τοῖα σέβουσι·

### 1559

Τοῖοι καὶ τελέθοιεν ἀρηγόνες οἷσι φίλοισι· Τοίων κἀντιτύχοιεν, ἐπήν κέ τις ἐχθρὸς ἵκηται, Ὡς κεῖνοι σφετέροισιν ἀρηγόνες εἰσὶ κακοῖσιν. Ἀλλὰ τί μοι τὰ ἕκαστα διακριδὸν ἐξαγορεύειν, Γλώσσης ἐξ ἱερῆς ἀμαρεύματα τοῖα χέοντι;

### 1559

Ἓν δ’ ἐνὶ πᾶσι μέγιστον· ἀτὰρ λόγον ἧλος ἐρείδοι. Ἡμεῖς μὲν μεγάλῃσι βίβλοις, θείοις θ’ ὑποφήταις, Καὶ πύματον Χριστοῖο διάκτορος ἠγαθέοισι, Πνεύματι αἰγλήεντι χαρασσομένοισι νόημα,

### 1560

Καὶ κραδίαις καθαρῇσι Θεὸν μέγαν εἰσορόωσιν (ᾯ μούνῳ θεότητος ἀειδέος ἔστι λαβέσθαι), Ἴδριες οὐρανίων, θεολαμπέες, ὕψι θέοντες, Ὄσσον ἐφημερίοισι Θεοῦ βατὸν ἐνθάδ’ ἐοῦσιν.

### 1560

Οὐ γὰρ ῥηϊδίως νεφέλης διαδέρκεται ὄμμα Καὶ λίαν εὐγλήνοιο· τὸ δὲ πλέον, ὕστατον ἡμῖν. Μισθὸς γάρ τε πόθοιο, πόθου τέλος ἀντιβολῆσαι. Ὑμῖν δ’ εἰ μὲν ἔασιν ἐπαισχέες, ὅσσον ἔασι, Μύθοις ὑμετέροισι, σεβάσμασί τ’ οὐλομένοισι

### 1560

Τρισμάκαρες θνητοὶ καὶ τετράκις, οἵ ῥα κακοῖσιν Οὔτε τι σύμφρονές εἰσι, νόμον θ’ ὑπὸ τίσιν ἔθηκαν. Οἵους γὰρ βωμοῖσιν, ἐϋπλεκέεσσί τ’ ἐν ὕμνοις

### 1560

Τίετε πανδήμοισιν, ἀγακλειταῖς θ’ ἑκατόμβαις,

### 1561

Πολλάκι δεῖπνον ἔθηκαν ἀμετροβίοις κοράκεσσιν. Εἰ δ’, ὡς θειολόγοισιν ἐφεύαδεν ὑμετέροισιν (Εἰσὶ γὰρ, εἰσὶ καὶ ὑμῖν ὑποφραστῆρες ἀοιδῆς), Ταῦτα μὲν ἔστιν ἄεισμα κενὸν, καὶ θεσμὸς ἀοιδῆς

### 1561

Τερπνῆς, μιγνυμένου μέτρου σὺν παίστορι μύθῳ, Αὐτοῖς δ’ αὖ νόος ἐστὶν ὑφειμένος εἴδεϊ μάχλῳ Σεμνότερος, πινυτοῖσιν ὁρώμενος, ἀμφιπρόσωπος, Ἑρμᾶς δίγλυφος, οἷα πρόσω τὸ μὲν, ἄλλο δ’ ὄπισθεν, Ἄθρει κἀνθάδε μοι λόγον ἄτροπον, ὥσπερ ὀΐω·

### 1561

Ἔστι καὶ ἡμετέροισι διπλοῦς λόγος, ἔνδοθι σεπτοῦ Πνεύματος, ὃς δ’ ἄρ’ ὕπερθε, χαράγματος ἠγαθέοιο Ἄμφω, ὁ μὲν παύροισιν, ὁ δὲ πλεόνεσσι θεητός.

### 1562

Οἴομαι, ὥς κεν ἔχωσι σοφοὶ πλέον, ἠὲ λαβόντες Μόχθῳ κατίσχωσι. Τὸ δ’ οὐ σχετὸν, ὅττι τάχιστον. Ἀλλ’ ἔμπης μύθοισιν ἐμοῖς καὶ σῶμα φαεινὸν, Ψυχὴν ἀμφὶς ἔχον θεοειδέα διπλόον εἷμα,

### 1562

Πορφύρεον, μαλακοῖο διεκφανὲς ἀργυφέοιο, Αἶσχος δ’ οὐδὲν ἔπεστιν, ὅ μοι Θεὸν ἀμφικαλύπτει. Αἰδέομαι θεότητος ἔχων ἰήτορα μῦθον. Τίς Σκύλλης σκοπέλους σε διεκπλώοντα κελεύει Σπεύδειν εἰς Ἰθάκην μή πως πάρος ἐνθάδ’ ὄληαι;

### 1562

Τίς δ’ ὀλοήν σε Χάρυβδιν ἀπηνέα; τίς δ’ ἐπὶ πηγὴν Τῆς καθαρῆς θεότητος, ἐν ἰλύϊ δηθύνοντα;

### 1562

Ἰλὺς πρόσθ’ ἐπέδησε, τὸ δ’ ἔκφυγεν ἀγλαὸν ὕδωρ.

### 1563

Φράζεό μοι καὶ τοῦτον ἐπίφρονα μῦθον ἄριστον· Οἱ πλέονες κακίους, καὶ ἡγητῆρος ἄνευθεν Πρόφρονες εἰς κακίην. Τυτθὸν δ’ ἐπὶ λῷον ὁδεύει. Σχεῖν ῥόον, ἔργον ἔμοιγε· τὸ δ’ ἐς πρανὲς, ὡς μάλ’ ἐλαφρόν.

### 1563

Εἰ δὲ θεοὺς στήσειας ἀτασθαλίης μεδέοντας, Πρὶν μύθου δνοφεροῖο λῦσαι ζόφον ἔμφρονι μύθῳ, Μυθόλατριν διέπερσας ἐπισπόμενον φαέεσσιν. Ἀλλὰ τί μοι πλεόνων; σὺ δέ μοι λόγον αὐτὸν ἄλυξον Ἀμφίδετον, πινυτός περ ἐὼν καὶ ἄλλον ἐλέγχειν.

### 1563

Εἰ μῦθοι τάδ’ ἔασιν, ἱδρύματα ῥίψον ἔραζε. Τίς χάρις, αἶσχος ἄπιστον ἑοῖς κτεάτεσσι γεραίρειν, Ὃν δὲ Θεὸν γενετῆρα, βίου θ’ ἡγήτορ’ ἀτίζειν;

### 1564

Εἰ μὴ μῦθος, ἔφελκε τεοῖς φαέεσσι καλύπτρην, Ἁζόμενος πολιῇσιν ὁμοίϊα μυθολογεύειν, Τερπομέναις κύλιξι φίλαις, καὶ νυξὶν ἀΰπνοις. Ταῦτα μὲν ἐς πόντοιο πέσῃ βυθὸν, ὥσπερ ὄλωλε

### 1564

Μοίρη πλειοτέρη. Χριστὸς γὰρ ἅπαντα κατέσχεν Ἐκ περάτων ἐπὶ πείραθ’ ἑαῖς παλάμῃσιν ἀγείρας, Ἅς ποτ’ ἐπὶ σταυροῖο μεγακλέος ἐξεπέτασσεν. Εἰ δ’ ὅτι καὶ διὰ μητρὸς ἐμοὶ Θεὸς ἤλυθεν ἁγνῆς, Παρθενικῆς, ἀδέτοιο, νόμοις καινοῖσι γενέθλης,

### 1564

Καὶ θάνε, καὶ νεκύεσσι μίγη, καὶ ἀνέδραμεν αὖθις, Ἦρα φέρων παθέεσσιν ἐμοῖς, ὃν ῥίψεν ἁμαρτὰς, Τοῦτό σοί ἐστιν ἄκοσμον, ἐπεὶ καθαροῖσι θεοῖσιν,

### 1564

Ἐκ καθαρῶν γεγαῶσι δίδως σέβας, ὦ φιλόκοσμε,

### 1565

Σήμερον, οὔτι πάροιθεν, ἐμῶν μύθων ἐπάκουσον, Οὕς μοι Χριστὸς ἔπνευσεν, ἐμὸς Θεὸς ἐμπεδόμυθος. Ἔστι μὲν οὐκ ὀλίγοισι καὶ ὃς λόγος, ὡς ἀπὸ κόλπων Παρθενικῶν βλάστησε Θεὸς βροτὸς, ὃν συνέπηξε

### 1565

Πνεῦμα Θεοῦ μεγάλοιο, ναῷ ναὸν ἁγνὸν ἐγείρων. Μήτηρ γὰρ Χριστοῖο ναὸς, Χριστὸς δὲ Λόγοιο. Ὡς γὰρ θέσμιον ἦεν, ἐπεὶ φύσιν οὐλόμενος θὴρ Ἡμετέρην ἐφέπεσκε παραιβασίης ὑπὸ πικρῆς, Θειοτέροιο βροτοῖο φυῇ κακίην ἀκέσασθαι,

### 1565

Καὶ στῆσαι κράτος αἰνὸν ἀθεσμοτάτοιο δράκοντος. Τοὔνεκα νηδὺν ἄμειψε, τὸ δ’ ἥμισυ τίσε γενέθλης Ἡμετέρης, τὸ δ’ ἔλειπεν, ὅ μιν τέκε παρθένος ἀδμής.

### 1566

Αὐτὰρ ἐπεί μιν ἔπηξε, καὶ ἐν σπλάγχνοισι θέωσεν, Ἐκ δ’ ἄγαγε προφόωσδε τελειομένοιο χρόνοιο· Τῆμος σάρκα παχεῖαν ἐφέσσατο, πλῆσε δὲ νηὸν Ἐκ καθαρῆς θεότητος, ἄναξ Λόγος. Ἀμφότερον δὲ,

### 1566

Εἷς Θεὸς ἦεν ἔμοιγε. Τὸ γὰρ φθιτὸν ὦχ’ ὑπόειξεν Ἀθανάτῳ πλήσαντι. Θάνεν δ’ ἐθέλων, ὀλίγον τι Τύμβῳ παρθέμενος πλεκτὸν δέμας, ὥς κεν ἀναστὸς Ἐκ νεκύων παλίνορσος, ἀναστήσειε θανόντας, Ἕλκων οἷα μάγνησσα λίθος τονόεντα σίδηρον.

### 1566

Πᾶσι γὰρ ἀνδρομέοιτιν ὅλον μ’ ἀνεδέξατο Χριστὸς, Σάρκα λαβὼν, τόκον, εἶδος, ὕβριν, τάφον, εὖχος, ἔγερσιν.

### 1566

Τὼς μέν ῥ’ ὑμετέροιο λόγου σχέθον ἄσχετον ὁρμὴν,

### 1567

Οἳ τόσον αἶσχος ἔχοντες, ἐμοὶ μόθον αἰνὸν ἔθεσθε, Βόρβορον οὐχ ὁρόωντες, ἐμῶν ῥανίδων ἀλέγοντες. Εἰ δ’ ἐθέλεις ἐτεὸν γνῶναι λόγον, οὔατ’ ὑποσχὼν, Οἶδα μὲν, ὡς πλεόνεσσιν ἀφανδέα ταῦτ’ ἀγορεύσω

### 1567

(Οὐ γὰρ ἐνὶ πλεόνεσσιν ὅλος λόγος, οἳ κενεῇσιν Ἑσπόμενοι δόξῃσιν, ἐτητυμίης ἀλόγησαν), Ἀλλ’ ἔμπης ἐρέω λόγον ἔμπεδον, οὐδ’ ἐπικεύσω, Καὶ μάλα περ ποθέων βίον ἄργυφον. Οὐδὲν ἄκοσμον, Πλὴν στυγερῆς κακίης· ἀρετὴ δέ τε μοῦνον ἄριστον.

### 1567

Τἆλλα δ’ ἄρ’ ἐν μεσάτῳ τε κακῶν ἀγαθῶν τε τέτυκται, Ἡμετέρης ἰότητος ἀπήορα, εὖ μὲν ἔχοντα Τοῖς ἀγαθοῖς, τοῖς δ’ αὖτε κακοῖς, καὶ λίαν ἄκοσμα.

### 1568

Ὧν ἓν καὶ τόδ’ ὄπωπα ἐμῆς μυστήριον ὕλης, Εἴδεος ἀθανάτοιο συνερχομένου μελέεσσιν. Οὐδὲ γὰρ ὡς στυγέων τεῦξε βροτὸν, ἧς θεότητος Μάρτυρα, καὶ μεδέοντα κάτω, καὶ εὖχος Ἄνακτος,

### 1568

Οὔτ’ ἄν μιν φιλέων, στυγερὴν πόρσυνε γενέθλην. Ἦ λῆξον μύθοιο, Θεοῦ δ’ ἀπόπεμπε νόημα. Εἴ τοι μὴ καθαρῆς διὰ νηδύος ἐς φάος ἦλθες, Οὐ καθαρός. Καθαρὸν γὰρ ἁλώσιμον οὔποτ’ ἀνάγνῳ. Εἰ δ’ ἐθέλεις, καὶ ἄναγνος ἔοι τόκος. Ἀλλὰ τόδ’ ἔμπης,

### 1568

Πᾶσιν ἐϋφρονέουσιν ἀριφραδές· οἷς ἂν ἐπέλθῃ Ἀκτὶς ἠελίοιο, φέρει φάος· οἷς ἀνεμίχθη Εὐόδμοιο μύροιο χάρις, πνείουσι τάχιστα.

### 1568

Ἀλλ’ οὐδ’ ἠελίοιο μολύσματα, οὐδὲ μύροιο

### 1569

Ἅπτεται. Ὥς ῥα Θεὸς καθαρῆς διὰ μητρὸς ὁδεύσας, Οὔτ’ αὐτὸς σπλάγχνοισι φορύξατο, καὶ τὰ κάθηρεν. Ὣς ἄρα καὶ θανάτοιο θανὼν κράτος ἐξαλάπαξεν· Οὔτ’ αὐτὸς θανάτῳ τι παθὼν, Λόγε, καὶ τὸν ὀλέσσας.

### 1569

Οὗτος ἐμὸς λόγος ἐστί· τεὴ δὲ γλῶσς’ ἀδάμαστος Ἦν ὅτ’ ἔην· νῦν αὖτε δαμάζεο. Ὧδ’ ἀγορεύει Χριστὸς ἐμός· γλῶσσαν δὲ τεὴν εὔφημον ἐγείροις. Εἶαρ ἔβη, τὸ δὲ χεῖμα παρέδραμε, λαμπρὰ δ’ ἄρ’ αἴθρη. Δεῦρ’ ἴτε, καί μοι φωτὸς ἀπειρεσίου κορέσασθε.

### 1569

Μέχρι τίνος σκοτίοισιν ἐνὶ κευθμῶσι δέδεσθε; Καιρὸς ὅδ’, ὃν πάρος ὑμῖν ὑπέσχετο Πνεῦμα φαεινόν. Δεῦρ’ ἴτε, καὶ ζώοιτε, νέον δ’ ὑπόδεχθε καθαρμόν. Λήξατ’, ἀοιδοπόλοι, ναὶ λήξατε, μαινόμενοί τε

### 1570

Δαίμονες, ἐμπνείοντες ἀθεσμοτάτοισιν ἀοιδαῖς. Ὀρφεὺς θῆρας ἄγοι, Πέρσῃ δ’ Ἀσκραῖος ἀείδοι Ἡσίοδος, Τροίην δὲ καὶ ἄλγεα κλεινὸς Ὅμηρος. Μουσαῖός τε Λίνος τε θεῶν ἄπο μέτρα φέροιεν,

### 1570

Οἵ ῥα παλαιοτάτῃσιν ἐπικλέες εἰσὶν ἀοιδαῖς. Ἑρμῆς ὁ τρισάριστος ἐμοῖς ἐπέεσσιν ἀρήγοι, Οὐδ’ ἐθέλων, σταυρὸν δὲ σέβοι μέτροισι Σίβυλλα, Τῆς μεγάλης θεότητος ἐλαυνόμενοι βελέεσσιν· Οὐδὲν ἐπιστρέφομαι, καὶ εἴ τινες ἆσσον ἵκοιντο,

### 1570

Οὐ Θεόθεν, Βίβλων δὲ παρακλέψαντες ἐμεῖο. Οἱ μὲν γὰρ καὶ πάμπαν ἀλαμπέες, οἱ δ’ ὀλίγον τι Ἀστεροπὴν πάλλουσαν ἐσέδρακον, ὦκα δ’ ἄμερθεν.

### 1570

Τοὔνεκεν εἴξατ’ ἔμοιγε, καὶ ὀψέ περ εὖ φρονέοντες.

### 1571

Φοῖβος μαντεύοιτο θεῶν μόρον οὐκέτ’ ἐόντων· Αὐτοπάτωρ, ἀλόχευτος, ἀμήτωρ ἐστὶν ἐκεῖνος, Ὅστις ἐμὸν διέπερσε κακὸν μένος, ὕστατ’ ἀείδων· Κασταλίη τε Δάφνη τε, δρυὸς μαντεύματα κείσθω.

### 1571

Μηκέτ’ ἀριστεύοντα μετ’ ἀνδράσιν ἀφραδέεσσι· Δαίμων τ’ Αἰγύπτοιο, θεὸς κενεηγόρος, Ἄμμων, Βραγχῖδαι δ’ ἐπὶ τοῖσι, καὶ ὀφρυόεις Ἐπίδαυρος· Καὶ τελεταὶ κρυπταί τε καὶ ὄμμασιν ἀντιόωσαι, Κλεινῆς ἐν προτέροισιν Ἐλευσῖνος αἴσχεα νυκτὸς

### 1571

Αὐλῶν τε Φρυγίων μανιητόκος ἔκτομος ἠχὴ, Δικταῖοι Κορύβαντες, ἐνόπλια μαργαίνοντες, Βάκχοι τ’ ἀμφὶ γόνον Σεμελήϊον οὐρεσιφοῖται·

### 1572

Καὶ νυχίης Ἑκάτης κακὰ φάσματα, ὡς δὲ ναοῖο Μιθραίου κακὰ ἔργα, καὶ ὄργια οὐκέτ’ ἄπυστα· Γαλλαίης Κυβέλης ὀλολύγματα, ὅσσα τε Νεῖλον Καρποδότην τίουσιν ἐν αἴσχεσιν ἀνδρογύνοισιν,

### 1572

Ἴσιδος, Ὀσίριδός τε μυκήματα δακρυόεντα, Καὶ Σάραπις, ξύλον αὖον, ἔχων δηλήμονα μῦθον, Καὶ μόσχος πολύσαρκος Ἄπις, καὶ Μεμφὶς ἄνοια· Καὶ σὺ, Λάκαινα τάλαινα, διασταδὸν, ἔνθα καὶ ἔνθα Τεμνομένων μάστιξι νέων ἐπιβώμιος ἀλκὴ,

### 1572

Καὶ Γετικὸς Ζάλμοξις ὀϊστεύων δι’ ὁμίλου· Πάντα θεῶν Ταύρων τε κακὴ ξείνοισι θυηλή·

### 1572

Καὶ Προσύμνοιο καλοῖο θεὸς φαλὸν ἀμφαγαπάζων

### 1573

Δουράτεον, μάχλη τε Κύπριν τίουσα ἑορτὴ Κερδαλέη, καὶ Λίνδος ἐφυβρίζους’ ἱεροῖσι· Πάντ’ ἔθανε Χριστοῖο μεγακλέος αἵματι σεπτῷ, Ἀρχεγόνου τε νέου τε, τὸ δὴ καὶ θαῦμα μέγιστον.

### 1573

Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκ’ ἐτώσια φυσιόωντα, Καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν, Σάνδαλ’ ἀποβράσσαντες ἐλαφρονόοιο θεοῖο Χάλκεα, καί σε βροτοῖσιν ἐπαισχέα πᾶσιν ἔθηκαν, Κύδεος ἱμείροντα δι’ ἅλματος αἰνομόροιο.

### 1573

Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, λήξατε μύθων, Καὶ σύ γ’ Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε. Ὑμεῖς μὲν θνητοὶ, καὶ οὐ μάκαρες, παθέεσσι, Βαιὸν ἀποπλήξαντες ἐπιχρονίοισι δόλοισι, Μύθοις ὑμεδαποῖσι νόθον κλέος ἁρπάξαντες.

### 1574

Χριστὸς δ’ οὔτ’ ὀλίγῃσι περίγραφος ἔπλετο φωναῖς, Οὔτε μιν ἠμάλδυνε ῥέων χρόνος, οἷά τε καπνὸν Ἠέρος ἐν λαγόνεσσιν ἀϊστωθέντα τάχιστα. Τοῖος γὰρ ψαφαροῖο κλέους νόμος, αὐτίκα πίπτειν,

### 1574

Ἀλλ’ αἰεὶ πάντεσσιν ἀοίδιμος εἰσέτι μᾶλλον, Αἰὲν ἐπερχομένοισιν ἀεξόμενος λυκάβασι. Πείθομαι, ὥς ποτε γαῖαν ὅλην δεσμοῖσι καθέξειν. Ὣς γὰρ θέσφατόν ἐστι· λόγος δ’ ἐπὶ ἔργον ὁδεύει. Ἀλλὰ τὸ μὲν μεγάλοιο Θεοῦ ἐν γούνασι κείσθω.

### 1574

Αὐτὰρ ἐγὼ, τά με Χριστὸς, ἐμὸν φάος, ἐξεδίδαξεν, Ἐξερέω, μύθοιο θεμείλια πάντ’ ἀναφαίνων Ἡμετέρου, θεότητα, Θεοῦ κτίσιν, οἴακα παντὸς,

### 1574

ᾯ κόσμον μεγάλοιο Θεοῦ Λόγος αἰὲν ἑλίσσει·

### 1575

Καὶ τάδ’ ἐπιδρομάδην, ὀλιγόστιχον εὐρέα μῦθον, Ὡς νόμος ἐστὶν ἔμοιγε· τὰ δ’ ἔκτοθι ῥίψα Γαδείρων. Ἀλλὰ, φίλων ὄχ’ ἄριστε Νεμέσσιε, τοῦτο δέδεξο Δῶρον ἐμῆς φιλίης, πάντων γλυκερώτερον ἄλλων,

### 1575

Μοῦνον ἀφ’ ἡμετέρων κτεάνων, καὶ μοῦνον ἔμοιγε, Οὐ κύκνου λιγυροῖο μόρον γοάοντος ἀοιδὴν, Γηραλέαις πτερύγεσσιν ὅτ’ ἐμπίπτῃσιν ἀήτης· Οὐδ’ ἄρ’ ἀηδονίδος στυγνὸν μέλος, ἡνίκα χεῖμα Δεσμὰ φέρει πάντεσσι, καὶ ὀρνίθεσσιν ἀοιδοῖς,

### 1575

Ἀλλὰ Χριστοφόρων στομάτων θεοτευχέα μολπήν· Τῇ νῦν τοῦτο φέροις ἐμέθεν λάχος ἀντί νυ πάντων, Οἷσιν ἐμὴν πολιήν τε φίλην καὶ νοῦσον ἔτισας, Καὶ μῦθον πτερόεντα, τεὸν κλέος· ἦ μέγα θαῦμα, Καὶ πάντων καθύπερθε, πρὶν ὀφθαλμοῖσιν ἰδέσθαι.

### 1576

Αἰδὼς γὰρ μερόπεσσιν ἐν ὄμμασιν. Εἰ μὲν ἕποιο Τοῖσδε λόγοις πτερόεσσι διδοὺς πλόον ἡμετέροισι, Τρισμάκαρ, ἡγεσίης καὶ τέρματος. Εἰ δ’ ἀπιθήσαις. Καί σε τόσον σφήλειεν ὁ βάσκανος ὄμματι πικρῷ,

### 1576

Οὐκ ἐθέλων πάντεσσιν ἕνα βροτὸν ὄλβιον εἶναι, Γρηγορίου τόδε σοι μνημήϊον ἐσθλὸν ἕποιτο. Ἦ τάχα κεν μετόπισθεν ἐμὸν λόγον αἰνήσειας, Ἐξ ὀλίγου σπινθῆρος ἐς ἠέρα πυρσὸν ἀείρας Ὄφρα τις ὧδ’ εἴπῃσι· Νεμέσσιος ὀβριμόθυμος

### 1576

Καππαδόκοισι τάλαντα δίκης ἰθεῖα τανύσσας, Οὐ χρυσὸν δολόεντα, καὶ ἄργυρον, οὐδὲ μὲν ἵππους Εὐγενέτας, πτερόεντας, ἀοίδιμον εὖχος ἔχοντας,

### 1576

ᾬχετ’ ἄγων· πλούτῳ γὰρ ἀνούτατος· ἀντὶ δὲ πάντων,

### 1577

Μάργαρον αἰγλήεντα, μέγαν ληΐσατο Χριστὸν, ᾯ πάντων κρατέουσιν, ἐμὸν γένος (εὔχομ’ ἔγωγε), Καππαδόκαι. Σὺ δ’ ἔμοιγε καὶ οὐρανίαις σελίδεσσιν,

### 1577

Ὡς νῦν ἡμετέρῃσι, σὺν ἡμετέροισι γραφείης.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: sne-bn`.
