---
title: Dogmatic Poems
author: Gregory of Nazianzus
eul_wid: sne-cc
eul_aid: sne
canonical: "https://eulogikon.org/works/gregory-nazianzus-dogmatic-poems-sne-cc"
period: Late Antique
domain: Theology
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Dogmatic Poems

**Author:** Gregory of Nazianzus

**eul_wid:** `sne-cc` · [HTML page](https://eulogikon.org/works/gregory-nazianzus-dogmatic-poems-sne-cc)

## Text

### 397 (1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

### 397 (1t)

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

### 397 (1t)

ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

### 397 (1t)

ΕΠΗ.

### 397 (1t)

ΒΙΒΛΟΣ Αʹ. ΕΠΗ ΘΕΟΛΟΓΙΚΑ.

### 397 (1t)

ΤΟΜΗ Αʹ. ΕΠΗ ΔΟΓΜΑΤΙΚΑ.

### 397 (1t)

Αʹ. Περὶ τοῦ Πατρός.

### 397 (1t)

Οἶδα μὲν ὡς σχεδίῃσι μακρὸν πλόον ἐκπερόωμεν, Ἢ τυτθαῖς πτερύγεσσι πρὸς οὐρανὸν ἀστερόεντα

### 398

Σπεύδομεν, οἷσιν ὄρωρε νόος Θεότητ’ ἀναφαίνειν, Ἣν οὐδ’ οὐρανίοισι σέβειν σθένος, ὅσσον ἐοικὸς,

### 398

Ἢ μεγάλης Θεότητος ὅρους, καὶ οἴακα παντός.

### 399

Ἔμπης δ’ (οὐδὲ Θεὸν γὰρ ἀρέσσατο πολλάκι δῶρον Πλειοτέρης ἀπὸ χειρὸς ὅσον φιλίης ὀλίγης τε), Τοὔνεκα θαρσαλέως ῥήξω λόγον. Ἀλλ’ ἀπὸ τῆλε Φεύγετε, ὅστις ἀλιτρός· ἐμὸς λόγος, ἢ καθαροῖσιν,

### 399

Ἠὲ καθαιρομένοισιν ὅδ’ ἔρχεται· οἱ δὲ βέβηλοι, Ὡς θῆρες, Χριστοῖο κατ’ οὔρεος ἀκροτόμοιο Λαμπομένου, Μωσῆϊ νόμον τ’ ἐνὶ πλαξὶ γράφοντος, Αὐτίκα ῥηγνυμένοισιν ὑπὸ σκοπέλοισι δαμεῖεν. Κεῖνοι μὲν δὴ τοῖα· καὶ ὡς Λόγος ὦσε κακίστους

### 399

Ἡμετέροιο χοροῖο θεημάχον ἦτορ ἔχοντας. Αὐτὰρ ἐγὼν ὄπα τήνδε προοίμιον ἐν σελίδεσσι Θήσομαι, ἣν τὸ πάροιθε θεόφρονες ἄνδρες ἕηκαν, Λαῷ τάρβος ἄγοντες ἀπηνέϊ μάρτυρε μύθων,

### 400

Μωσῆς, Ἡσαΐας τε (ἐπισταμένοις δ’ ἀγορεύσω), Ἤτοι ὁ μὲν νεόπηγα διδοὺς νόμον, ὃς δὲ λυθέντος, Οὐρανὸς εἰσαΐοι, χθὼν δέχνυσο ῥήματ’ ἐμοῖο. Πνεῦμα Θεοῦ, σὺ δ’ ἔμοιγε νόον καὶ γλῶσσαν ἐγείροις

### 400

Ἀτρεκίης σάλπιγγα ἐρίβρομον, ὥς κεν ἅπαντες Τέρπωνται κατὰ θυμὸν ὅλῃ Θεότητι μιγέντες. Εἷς Θεός ἐστιν ἄναρχος, ἀναίτιος, οὐ περίγραπτος Ἤ τινι πρόσθεν ἐόντι, ἢ ἐσσομένῳ μετέπειτα, Αἰῶν’ ἀμφὶς ἔχων, καὶ ἀπείριτος, Υἱέος ἐσθλοῦ

### 400

Μουνογενοῦς μεγάλοιο Πατὴρ μέγας, οὔ τι πεπονθὼς Υἱέϊ, τῶν ὅσα σαρκὸς, ἐπεὶ νόος. Εἷς Θεὸς ἄλλος, Οὐκ ἄλλος θεότητι, Θεοῦ Λόγος, οὗτος ἐκείνου

### 400

Σφρηγὶς κιννυμένη πατρώϊος, Υἱὸς ἀνάρχου

### 401

Οἶος, καὶ μούνοιο μονώτατος, ἰσοφέριστος, Ὥς κεν ὁ μὲν μίμνῃ γενέτης ὅλος, αὐτὰρ ὅγ’ Υἱὸς Κοσμοθέτης νωμεύς τε, Πατρὸς σθένος ἠδὲ νόημα. Ἓν Πνεῦμ’ ἐξ ἀγαθοῖο Θεοῦ Θεός. Ἔῤῥετε πάντες,

### 401

Οὒς μὴ Πνεῦμ’ ἐτύπωσεν ἑὴν θεότητ’ ἀναφαίνειν, Ἀλλ’ ἢ βένθος ἔχουσι κακῶς, ἢ γλῶσσαν ἄναγνον, Ἡμιφαεῖς, φθονεροί τε, νοήμονες αὐτοδίδακτοι, Πηγὴ κευθομένη, λύχνος σκοτίοις ἐνὶ κόλποις.

### 401

Βʹ. Περὶ τοῦ Υἱοῦ.

### 401

Υἱέα δὲ πρώτιστον ἀείσομεν, αἷμα σέβοντες Ἡμετέρων παθέων τὸ καθάρσιον. Ἦ γὰρ ἀνάγκη

### 402

Καὶ βροτὸν οὐρανίοισιν ἀρηγέμεν εἴνεκα γλώσσης Μαρναμένης θεότητι, κακόφρονος, αὐτοφόνοιο. Οὐδὲν ἔην μεγάλοιο Πατρὸς πάρος. Ὃς γὰρ ἅπαντα Ἐντὸς ἔχει, καὶ Πατρὸς ὑπέρτερον οὐδέν· ὁ Πατρὸς

### 402

Ἐκπεφυὼς μεγάλοιο Θεοῦ Λόγος· ἄχρονος Υἱὸς, Εἰκὼν ἀρχετύποιο, φύσις γεννήτορος ἴση. Πατρὸς γὰρ κλέος ἐστὶ πάϊς μέγας, ἐκ δὲ φαάνθη, Ὡς μόνος οἶδε Πατήρ τε καὶ ὃς Πατρὸς ἐξεφαάνθη, Οὐδὲν γὰρ θεότητος ἔην πέλας· ἀλλὰ τόδ’ ἔμπης

### 402

Πᾶσιν ὁμῶς μερόπεσσιν ἀριφραδὲς, ὥσπερ ἔμοι γε, Οὐδὲν ἐμῆς θέμις ἐστὶ φέρειν θεότητι γενέθλης,

### 402

Οὐ ῥύσιν, οὐδὲ τομὴν κακοαισχέα. Εἰ γὰρ ἔγωγε

### 403

Οὐκ ἀπαθὴς γενέτωρ· καὶ γὰρ δετός· οὔτι παθητὸς, Ὅς τις πάμπαν ἄπηκτος, ἀσώματος. Ὧν γὰρ ἄπωθεν Εἰσὶ φύσεις, τί τὸ θαῦμα καὶ εἰ γεννήσιες ἄλλαι; Εἰ χρόνος ἐστὶν ἐμεῖο παροίτερος, οὐ πρὸ Λόγοιο

### 403

Ὁ χρόνος, οὗ γενέτης ἔστ’ ἄχρονος. Ἦμος ἄναρχος Ἦε Πατὴρ θεότητος ὑπέρτερον οὔτι λελοιπὼς, Τῆμος καὶ Πατρὸς Υἱὸς, ἔχων Πατέρ’ ἄχρονον ἀρχὴν, Ὡς φάος ἠελίοιο μέγαν περικαλλέα κύκλον· Εἰ καὶ εἴδεα πάντα κάτω μεγάλοιο Θεοῖο,

### 403

Ὄφρα κε μή τι Πατρὸς καὶ Υἱέος αἰὲν ἐόντων Μεσσηγὺ στήσαντες, ἀποῤῥήξωμεν ἄνακτα Υἱὸν Πατρὸς ἄνακτος. Ὃ γὰρ πάρος ἐστὶ Θεοῖο, Ἢ χρόνος, ἠὲ θέλησις, ἐμοὶ τμῆξις θεότητος.

### 404

Ὡς Θεὸς, ὡς γενέτης, γενέτης μέγας. Εἰ δὲ μέγιστον Πατρὶ τὸ μή τιν’ ἔχειν κεδνῆς θεότητος ἀφορμὴν, Οὔθ’ ἧσσον μεγάλοιο Πατρὸς γεννήματι σεπτῷ Τοίην ῥίζαν ἔχειν. Τῷ μὴ Θεὸν εἶργε Θεοῖο.

### 404

Οὐ γὰρ ἀπόπροθι Πατρὸς ἔγνως Πάϊν. Ἡ δ’ ἀγένητος Φωνὴ, γέννησίς τε Πατρὸς ἄπο, οὐ θεότητος Ἔπλετο εἴδεα δισσά· τὶς ἔπλασεν, ἀμφὶ δ’ ἐκείνην Ἀμφότερ’ ἐκτὸς ἐόντα, φύσις δ’ ἀκέαστος ἔμοιγε· Εἰ μὲν δὴ γέννησιν ἔχει Λόγος, οὔτε Πατήρ τι

### 404

Σαρκὸς, ἄσαρκος ἐὼν ἐπιδέξεται (οὔποτε τόσσον Ἀνθρώπων νόος ἐστὶν ἀτάσθαλος ὥστε νοῆσαι), Καὶ Θεὸν Υἱὸν ἔχεις, γεννήτορος ἄξιον εὖχος. Εἰ δ’ ἐπίηρα φέρων Πατρὸς μεγάλου θεότητι

### 404

Μαψιδίως, κενεόν τε δέος πραπίδεσσι χαράσσων,

### 405

Τὴν μὲν ἀπαρνήσαιο, βάλοις δ’ ἐς κτίσματα Χριστὸν, Ἀμφοτέρων θεότητα καθύβρισας, ὦ κενεόφρον, Τὸν μὲν Παιδὸς ἄμερσας, ὁ δ’ οὐ Θεὸς, εἴπερ ἐτύχθη. Πᾶν γὰρ ὃ μή ποτε ἦν, αὐτῶν τόδε· κἄν τι Θεοῖο

### 405

Τοῖς μεγάλοισι λόγοισι μένοι, καὶ ἔμπεδον εἴη. Τίς δὲ λόγος, σὲ μὲν ἔνθεν ἀφορμηθέντα, φέριστε, Τοῖς Χριστοῦ παθέεσσι Θεὸν μετέπειτα γενέσθαι, Τὸν δ’ ὑπὸ δεσμὰ φέρειν, καὶ σὸν καλέειν ὁμόδουλον Δουλοσύνης γεράεσσι τιμώμενον ἀντὶ Θεοῖο;

### 405

Εἴ μιν ἔτευξεν ἔπειτα Θεὸς μέγας ὄργανον ἐσθλὸν (Χαλκεὺς ὡς ῥαιστῆρα πονησάμενος δι’ ἅμαξαν), Ὥς κεν ἔμ’ Ἀρχεγόνοιο Θεὸς χειρὶ κτεατίσσῃ· Ὡδ’ ἂν καὶ Χριστοῖο πέλοι κτίσις οὐρανίοιο

### 406

Πολλὸν ἀρειοτέρη, κείνης Λόγος εἴ περ ἕκητι Οὐ κείνη Χριστοῖο. Τίς ἂν τάδε μυθήσαιτο; Εἰ δ’ ὅτι σῶμ’ ὑπέδεκτο τεοῖς παθέεσσιν ἀρήγων, Τοὔνεκα καὶ θεότητι μεγακλέϊ μέτρ’ ἐπιθήσεις·

### 406

Ἤλιτεν ὅς ς’ ἐλέῃρεν; ἐμοὶ δέ γε πλεῖον ἀγητός· Οὔτε τι γὰρ θεότητος ἀπέξεσε, καί μ’ ἐσάωσεν, Ἰητὴρ δυσόδμοισιν ἐπικύψας παθέεσσιν. Ἦν βροτὸς, ἀλλὰ Θεός. Δαβὶδ γένος, ἀλλ’ Ἀδάμοιο Πλάστης. Σαρκοφόρος μὲν, ἀτὰρ καὶ σώματος ἐκτός.

### 406

Μητρὸς, παρθενικῆς δέ· περίγραφος, ἀλλ’ ἀμέτρητος. Καὶ φάτνη μὲν ἔδεκτο, Μάγοις δέ τε ἡγεμόνευεν Ἀστὴρ, δωροφόροι δ’ ἄρ’ ἔβαν, καὶ γούνατ’ ἔκαμψαν.

### 406

Ὡς βροτὸς ἦλθ’ ἐπ’ ἀγῶνα, ὑπέρσχεθε δ’ ὡς ἀδάμαστος

### 407

Πειραστὴν τρισσοῖσι παλαίσμασιν· εἶδαρ ὑπέστη, Θρέψε δὲ χιλιάδας, ὕδωρ τ’ εἰς οἶνον ἄμειψε. Λούσατο, ἀλλ’ ἐκάθηρεν ἁμαρτάδας, ἀλλ’ ἐβοήθη Πνεύματι βρονταίης φωνῆς ὕπο Υἱὸς Ἀνάρχου·

### 407

Ὡς βροτὸς ὕπνον ἔδεκτο, καὶ ὡς Θεὸς εὔνασε πόντον. Γοῦνα κάμεν, παρέτοις δὲ μένος καὶ γούνατ’ ἔπηξεν. Εὔξατο· τίς δ’ ἐσάκουσε λιταζομένων ἀμενηνῶν; Ἦν θύος, ἀρχιερεὺς δέ· θυηπόλος, ἀλλὰ Θεός περ. Αἷμ’ ἀνέθηκε Θεῷ, κόσμον δ’ ἐκάθηρεν ἅπαντα.

### 407

Καὶ σταυρός μιν ἄειρε, πάγη δ’ ἥλοισιν ἁμαρτάς. Ἀλλὰ τί μοι τὰ ἕκαστα λέγειν; νεκύεσσιν ἐμίχθη, Ἔγρετο δ’ ἐκ νεκύων, νεκροὺς δ’ ἀνέγειρε πάροιθεν Ἐκεῖνα βροτέης πενίης, ὅδε πλοῦτος ἀσάρκου·

### 408

Μὴ σύ γε τοῖς βροτέοισιν ἀτιμάζοις θεότητα, Κείνῃ δὲ χθονίην μορφὴν ἐρικυδέα τεύχειν, Ἣν, σοί γ’ εὐμενέων, μορφώσατο ἄφθιτος Υἱός.

### 408

Γʹ. Περὶ τοῦ ἁγίου Πνεύματος.

### 408

Θυμὲ, τί δηθύνεις; καὶ Πνεύματος εὖχος ἄειδε, Μηδὲ τέμῃς μύθοισιν, ὃ μὴ φύσις ἐκτὸς ἔθηκε. Πνεῦμα μέγα τρομέωμεν, ὁμοίθεον, ᾧ Θεὸν ἔγνων, Ὃς Θεός ἐστιν ἔναντα, καὶ ὃς Θεὸν ἐνθάδε τεύχει· Πανσθενὲς, αἰολόδωρον, ἁγνῆς ὕμνημα χορείης,

### 408

Οὐρανίων χθονίων τε φερέσβιον, ὑψιθόωκον, Πατρόθεν ἐρχόμενον, θεῖον μένος, αὐτοκέλευστον,

### 408

Οὔτε Πάϊς (μοῦνος γὰρ ἑνὸς Πάϊς ἐσθλὸς ἀρίστου),

### 409

Οὔτ’ ἐκτὸς θεότητος ἀειδέος, ἀλλ’ ὁμόδοξον. Ὅστις δ’ ἐν σελίδεσσι θεοπνεύστοιο νόμοιο Πνεύματος οὐρανίοιο λαβεῖν ποθέει θεότητα, Πολλὰς μὲν πυκινάς τε τρίβους εἰς ἓν συνιούσας

### 409

Ὄψεται, ἢν ἐθέλῃσι, καὶ εἴ τι Πνεύματος ἁγνοῦ Εἴρυσεν ᾗ κραδίῃ, καὶ εἰ νόος ὀξὺ δέδορκεν. εἰ δὲ γυμνὴν ποθέει φωνὴν θεότητος ἐραννῆς, Ἴστω μὴ πινυτὸν ποθέων λόγον. Οὐ γὰρ ἐῴκει, Μή πω τῆς Χριστοῖο βροτῶν πλεόνεσσι φανείσης,

### 409

Ἄχθος ἄγειν κραδίῃσιν ἀφαυροτάτῃσιν ἄπιστον. Οὐδὲ γὰρ ἀρχομένοισι τελειοτέροιο λόγοιο Καιρός. Τίς δ’ ἀμυδροῖσιν ἔτ’ ὄμμασιν ἢ πυρὸς αὐγὰς Δεῖξεν ὅλας, ἢ φωτὸς ἀπληστοτέροιο κόρεσσεν; Λώϊον, ἢν κατὰ μικρὸν ἄγῃς πυριθαλπέας αὐγὰς,

### 410

Μή πως καὶ γλυκεροῖο φάους πηγάς τι χαλέψῃς. Ὡς γὰρ Πατρὸς ἄνακτος ὅλην θεότητα προφαίνων Πρόσθε λόγος, Χριστοῖο μέγα κλέος αὐγάζεσκε Παύροισιν πινυτοῖσι φαεινόμενον μερόπεσσιν,

### 410

Ὣς καὶ Παιδὸς ἔπειτα φαεινοτέρην ἀναφαίνων, Πνεύματος αἰγλήεντος ὑπήστραψεν θεότητα. Βαιὸν τοῖσδ’ ὑπέλαμψε, τὸ δὲ πλέον ἡμῖν ἔλειπεν, Οἷς ῥα καὶ ἐν γλώσσῃσι πυρὸς μετέπειτ’ ἐμερίσθη, Σῆμα φέρον θεότητος, ὅτ’ ἐκ χθονὸς ἆλτο Σαωτήρ.

### 410

Καὶ γὰρ πῦρ Θεὸν οἶδα κακοῖς, ὡς φῶς ἀγαθοῖσιν. Οὕτω σοι θεότητα συνήγαγον. Εἰ δὲ τέθηπας Υἱόν τ’ οὐχ Υἱόν τε μιῆς θεότητος ἀκούων, Μύθοις τ’ ἀντιθέτοισιν ἐϋστροφέεσσι πέποιθας

### 410

Δώσει κἀνθάδ’ ἔμοιγε Θεὸς λόγον αὐτὸς ἐπελθών.

### 411

Ἐξ ἑνὸς ἀρχεγόνοιο δάμαρ καὶ Σὴθ ἐγένοντο, Ἡμίτομος, δυάδος τε γόνος θεσμοῖσι γάμοιο· Οὐ τεκτὴ, τεκτός τε, βροτοί γε μὲν ἔσκον ὁμοίως. Τῶν σὺ μνωόμενος μηδὲν Θεότητος ἀτίζειν,

### 411

Πρόσθε φέρων τόδ’ ἔνερθεν. Ἴη φύσις ἐστὶν, ἄμετρον, Ἄκτιστον, ἄχρονον, ἐσθλὸν, ἐλεύθερον, ἠδ’ ὁμόσεπτον, Εἷς Θεὸς ἐν τρισσοῖς ἀμαρύγμασι κόσμον ἑλίσσων. Τοῖσιν ἐγὼ νέος ἄλλος ἐγείρομαι, εὖτε λοετρῷ Θαπτομένου θανάτοιο παλίσσυτος ἐς φάος ἔλθω.

### 411

Τρισσὴ γὰρ θεότης με φαεσφόρον ἐξανέτειλεν. Οὔ σε, κάθαρσι φίλη, οὐ ψεύσομαι. Εἰ θεότητι

### 412

Λουσάμενος θεότητα διατμήξαιμι φαεινὴν, Λώϊον ἦν ... τρομέω δὲ κακοῦ μύθοιο τελευτὴν, Ἐλπωρῇ θείοιο χαρίσματος ἠδὲ λοετρῶν. Εἴ μ’ ὅλον ἐξεκάθηρεν, ὅλος καὶ σεπτὸς ἔμοιγε

### 412

Ἔστι Θεός. Τὸ δ’ ἂν ἴσον ἔχοι βροτὸς ὅστις ἀλιτρὸς, Αὐτὸς ἑὴν θεότητα, Θεοῦ γέρας, ἄνδιχα τέμνων. Εἴ τινα δ’ ἢ περὶ Παιδὸς ἀκούομεν, ἢ ἀγαθοῖο Πνεύματος ἐν θείοισι λόγοις καὶ θειοφόροισιν Ἀνδράσιν, ὥς ῥα Θεοῖο τὰ δεύτερα Πατρὸς ἔχουσιν,

### 412

Ὧδε νοεῖν κέλομαί σε λόγοις Σοφίης βαθυκόλπου Ὡς εἰς ῥίζαν ἄναρχον ἀνέρχεται, οὐ θεότητα

### 412

Τέμνει, ὄφρα κεν οἶον ἔχῃς κράτος, οὐ πολύσεπτον.

### 413

Ἐκ μονάδος Τριάς ἐστι, καὶ ἐκ Τριάδος μονὰς αὖθις, Οὔτε πόρος, πηγὴ, ποταμὸς μέγας, ἕν τε ῥέεθρον, Ἐν τρισσοῖσι τύποισιν ἐλαυνόμενον κατὰ γαίης· Οὔτε δὲ πυρκαϊῆς λαμπὰς πάλιν εἰς ἓν ἰοῦσα,

### 413

Οὔτε λόγος προϊών τε νόου, καὶ ἔνδοθι μίμνων, Οὔτε τις ἐξ ὑδάτων κινήμασιν ἡλιακοῖσι, Μαρμαρυγὴ, τοίχοισι περίτρομος, ἀστατέουσα, Πρὶν πελάσαι φεύγουσα, πάρος φυγέειν πελάουσα. Οὐδὲ γὰρ ἄστατός ἐστι Θεοῦ φύσις, ἠὲ ῥέουσα,

### 413

Ἠὲ πάλιν συνιοῦσα· τὸ δ’ ἔμπεδόν ἐστι Θεοῖο. Ἀλλ’ ὧδ’ ἂν φρονέων καθαρὸν θύος ἔνδοθι ῥέζοις. Ἐν τρισσοῖς φαέεσσιν ἴη φύσις ἐστήρικται.

### 414

Οὔτε μονὰς νήριθμος, ἐπεὶ τρισὶν ἵστατ’ ἐν ἐσθλοῖς Οὔτε Τριὰς πολύσεπτος, ἐπεὶ φύσις ἔστ’ ἀκέαστος. Ἡ μονὰς ἐν θεότητι, τὰ δ’ ὧν θεότης τρισάριθμα. Εἷς Θεός ἐστιν ἕκαστον, ἐπὴν μόνον ἐξαγορεύῃς.

### 414

Εἷς Θεὸς αὖθις ἄναρχος, ὅθεν πλοῦτος θεότητος, Εὖτε τριῶν τινα μνῆστιν ἔχῃ λόγος, ὡς τὸ μὲν εἴη Τῶν τρισσῶν φαέων σεπτὸν κήρυγμα βροτοῖσι, Τῷ δὲ μονοκρατίην ἐριλαμπέα κυδαίνωμεν, Μηδὲ θεῶν ἀγορῇ τερπώμεθα τῇ πολυάρχῳ.

### 414

Ἴσον γὰρ πολύαρχον ἐμοὶ καὶ πάμπαν ἄναρχον Μαρνάμενον. Δῆρις δὲ διάστασις· ἡ δ’ ἐπὶ λῦσιν Σπεύδει. Τῷ Θεότητος ἑκὰς πολύαρχον ἔμοιγε.

### 414

Τρεῖς δὲ θεοὺς καλέοιεν, ὅσους χρόνος, ἠὲ νόημα,

### 415

Ἢ κράτος, ἠὲ θέλησις ἀπ’ ἀλλήλων ἐκέαυσεν. Αὐτοῦ ταυτὸν ἕκαστον ἀδήριτον οὔ ποτ’ ἐόντα. Τῆς δ’ ἄρ’ ἐμῆς Τριάδος ἓν μὲν σθένος, ἓν δὲ νόημα, Ἓν κλέος, ἓν δὲ κράτος. Τῷ καὶ μονάς ἐστιν ἄρευστος,

### 415

Ἀρμονίῃ θεότητος ἰῇ μέγα κῦδος ἔχουσα. Τόσσον ἐμοῖς φαέεσσι Τριὰς σέλας ἐξεκάλυψεν, Ἐκ πτερύγων θείου τε πετάσματος ἔνδοθι νηοῦ, Τοῖς ὕπο κεύθετ’ ἄνασσα Θεοῦ φύσις. Εἰ δὲ πλέον τι Ἀγγελικοῖσι χοροῖσι, τόδε πλέον ἡ Τριὰς ἴστω.

### 415

Δʹ. Περὶ κόσμου.

### 415

Εἰ δ’ ἄγε καὶ μεγάλοιο Θεοῦ κτίσιν ὑμνείωμεν, Δόξαις ψευδομένῃσιν ἐναντία δηριόωντες.

### 416

Εἷς Θεός· ὕλη δ’ αὖτε καὶ εἴδεα μῦθος ἀφαυρὸς, Ἑλλήνων πινυτοῖσι νοούμενα ὡς συνάναρχα. Τῶν μὲν ὅσα πλάσσουσι θεοὺς μορφώματα σεπτὰ, Οὐκ ἔσαν, ἀλλὰ γένοντο, Θεοῦ μεγάλοιο θέλοντος.

### 416

Τίς δ’ ὕλην ποτ’ ὄπωπεν ἀνείδεον, ἢ τίς ἄϋλον Μορφὴν, καὶ μάλα πολλὰ νόου στροφάλιγξι μογήσας; Οὐδὲ γὰρ ἄχροον εὗρον ἐγὼ δέμας, ἤ τιν’ ἄσωμον Χροιήν. Τίς διέκρινεν ἃ μὴ φύσις, εἰς ἓν ἄγουσα; Ἀλλ’ ἔμπης τέμνωμεν· ἄθρει δέ μοι, εἰ μὲν ἄμικτα

### 416

Πάμπαν ἔην, πῶς εἰς ἓν ἐλήλυθεν, ἢ τίς ὁ κόσμος Ἕστακεν ἄνδιχα πάντα διαμπερές; Εἰ δ’ ἐπίμικτα, Πῶς μίχθη; τίς ἔμιξε Θεοῦ δίχα; εἰ δὲ κεραστὴς

### 416

Ἔστι Θεὸς, τοῦτον καὶ κτίστορα δέχνυσο πάντων.

### 417

Εἶδος καὶ κεραμεὺς πηλῷ βάλε κύκλον ἑλίσσων, Χρυσῷ χρυσοχόος, λαοξόος οἷσι λίθοισι. Δὸς πλέον ἡμετέρης τι Θεῷ φρενὸς, ὦ φιλάναρχε. Ὕλη τὸ πλέον ἐστὶ σὺν εἴδεσι κινυμένοισι.

### 417

Νώσατο, καὶ τὰ γένοντο ἐνείδεα· θεία νόησις, Ἡ πάντων γενέτειρα πολύπλοκος. Οὐ γὰρ ἔοικε Ζωγράφον ὥς τιν’ ἐοικὸς ἀπ’ εἴδεος εἶδος ἐγείρειν Δερκόμενον προπάροιθε τὰ μὴ νόος ἔγραφεν οἶος. Καὶ σὺ, Μανιχαίοιο κακὸν σκότος, οὐ πάρος ἦες

### 417

Ἀκροτάτοιο φάους ἀντίθρονον. Εἰ Θεὸς ἦεν, Οὐ σκότος. Οὐ γὰρ ἔοικε Θεῷ κακὸν ἀντιφερίζειν. Εἰ σκότος, οὐ Θεὸν οἶδας. Ὁμοφρονέειν μὲν ἄκοσμον· Μαρναμένων δὲ, τὸ κάρτος ἀρείονος. Ἰσοπαλεῖς δὲ,

### 418

Τίς τρίτος εἰς ἓν ἄγων σοφίῃ καὶ νείκεα λύων; Καὶ τόδε θαῦμα μέγιστον, ἐπεὶ μόθον αἰνὸν ἐγείρεις, Αὖθις ὁμοφρονέοντα τιθεὶς, ἐπελήσαο χάρμης. Ψυχὴ καὶ δέμας εἰμί. Τὸ μὲν θεότητος ἀποῤῥὼξ

### 418

Φωτὸς ἀπειρεσίοιο· τὸ δὲ σκοτίης ἀπὸ ῥίζης Σοὶ πλάσθη. Τὰ δὲ πολλὸν ἀπόπροθεν εἰς ἓν ἄγειρας· Εἰ ξυνὴ φύσις εἰμὶ, λύω μόθον. Εἰ μόθος αἰνὸς, Ἔμπεδος, οὐκέτ’ ἐγὼ πλεκτὴ φύσις ἀμφοτέρωθεν. Οὐ γὰρ μαρναμένων ξυνὸς γόνος, ἀλλὰ φιλεύντων.

### 418

Τοῖος μὲν κραδίης τῆς σῆς ζόφος. Αὐτὰρ ἔμοιγε Εἷς Θεός ἐστιν ἄναρχος, ἀδήριτος, ἓν φάος ἐσθλὸν,

### 418

Ἁπλῶν τε πλεκτῶν τε νοῶν σθένος ὑψιθεόντων,

### 419

Οὐρανίων χθονίων τε· τὸ δὲ σκότος ὕστατον ἦλθεν, Οὐ φύσις ἑστηκυῖα περίγραφος, ἡμετέρη δὲ Τοῦτο πέλει κακίη. Κακίη δέ τε λῦσις ἐφετμῆς, Ὡς νὺξ ἠελίοιο δύσις, νεότητος ἀφαυρὸν

### 419

Γῆρας. Χεῖμα δ’ ἔνεγκεν ἄνω δρόμος ἠελίοιο Φρικτόν. Ὁ μὲν πρώτιστος ἐν οὐρανίοις φαέεσσιν ᾟς ὑπεροπλίῃσι φάος καὶ κῦδος ὀλέσσας, Αἰὲν ἀπεχθαίρει μερόπων γένος. Ἐκ δ’ ἄρ’ ἐκείνου Γεύσατο καὶ κακίης πρῶτος βροτὸς ἀνδροφόνοιο,

### 419

Καὶ θανάτου, ῥιπίσαντος ἐμοὶ φλόγα οἷσι δόλοισιν. Ἥδε μὲν ὀψιγόνοιο κακοῦ φύσις, ἧς περ ἐκεῖνος Ἔστι πατήρ. Λώβη μὲν ἰὸς κρατεροῖο σιδήρου·

### 420

Λώβην δ’ αὐτοδάϊκτος ἐγὼ κακίην ἐφύτευσα, Ἑσπόμενος φθονεροῖο παλαίσμασιν ἣν διὰ μῆτιν. Κόσμε, σὺ δ’ εἰ μὲν ἔης τῆμος Τριὰς, ἐγγὺς ἀνάρχου Κύδεϊ. πῶς δέ σε τόσσον ἀπόπροθι φῶτες ἔθηκαν

### 420

Χριστοφόροι, θείων τε δαήμονες, ὥστε μετρεῖσθαι Οὐ μάλα πολλὸν ἀριθμὸν ἑλισσομένων ἐνιαυτῶν, Ἐξότε πῆξε μέγας σε Θεοῦ Λόγος; Εἰ δ’ ἄρ’ ἔπειτα Πήχθης, φραζώμεσθα τί κίννυτο θεία νόησις (Οὐδὲ γάρ ἐστιν ἄπρηκτος ἐμοὶ Θεὸς, οὐδ’ ἀτέλεστος),

### 420

Πρὶν τόδε πᾶν στῆναί τε καὶ εἴδεσι κοσμηθῆναι. Αἰῶσιν κενεοῖσιν ὑπέρτατος ἐμβασιλεύων,

### 420

Κίννυτο κάλλεος οἷο φίλην θηεύμενος αἴγλην,

### 421

Τρισσοφαοῦς Θεότητος ὁμὸν σέλας ἰσοφέριστον, Ὡς μούνῃ Θεότητι, καὶ ὧν Θεὸς, ἔστ’ ἀρίδηλον. Κίννυτο καὶ κόσμοιο τύπους οὓς στήσατο λεύσσων Οἷσιν ἐνὶ μεγάλοισι νοήμασι κοσμογόνος νοῦς

### 421

Ἐσσομένου μετέπειτα, Θεῷ δέ τε καὶ παρεόντος. Πάντα Θεῷ προπάροιθεν, ἅτ’ ἔσσεται, ὅσς’ ἐγένοντο, Ὅσσα τε νῦν παρέασιν. Ἐμοὶ χρόνος ὧδε κέασσε, Πρόσθε τὰ μὲν, τὰ δ’ ὄπισθε· Θεῷ δέ τε εἰς ἓν ἅπαντα, Καὶ μεγάλης Θεότητος ἐν ἀγκοίνῃσι κρατεῖται.

### 421

Τοὔνεκεν ὅσσον ἔτετμεν ἐμὸς νόος εἰσαΐοιτε. Νοῦς ὤδινεν ἅπαντα, ῥάγη δ’ εἰς ὕστερον ὠδὶς, Ὥριος, εὖτε Θεοῖο μέγας Λόγος ἐξεκάλυψεν.

### 422

Ἤθελε μὲν νοερὰν στῆναι φύσιν, οὐρανίην τε Καὶ χθονίην, πρώτοιο διαυγέα φωτὸς ἔσοπτρα, Τὴν μὲν ἄνω στίλβουσαν, ὑποδρήστειραν ἄνακτος, Πλησιφαῆ, μεγάλην, τὴν δ’ ἐνθάδε κῦδος ἔχουσαν,

### 422

Πηγάζων θεότητα, ὅπως πλεόνεσσιν ἀνάσσῃ Οὐρανίοις, πλεόνων τε πέλῃ φάος ὀλβιόδωρον. Ἥδε γάρ ἐστιν ἄνακτος ἐμοῦ φύσις ὄλβον ὀπάζειν. Ὄφρα δὲ μὴ πελάουσα Θεῷ κτίσις ἀντιθέοιο Κύδεος ἱμείρουσα, φάος καὶ κῦδος ὀλέσσῃ

### 422

(Μέτρα φέρειν γὰρ ἄριστον, ἀμετρίη δὲ κάκιστον), Τοὔνεκεν ἐσσομένοισι φίλα φρονέων Λόγος αἰπὺς Τῆλε βάλε Τριάδος μὲν ὅσον φάος ἀμφιθόωκον,

### 422

Ἀγγελικῶν τε χορῶν βροτέην φύσιν, ἀγγελικὴν μὲν

### 423

Οὐ μάλα πολλὸν ἄνευθε παραστάτιν, ἡμετέρην δὲ Καὶ μάλα πολλὸν ἄνευθεν, ἐπεὶ χθονὸς ἐκγενόμεσθα Μιχθείσης Θεότητι· ἁπλῆ δέ τε φύσις ἀρείων. Κόσμων δ’ ὃς μὲν ἔην προγενέστερος οὐρανὸς ἄλλος,

### 423

Θειοφόρων χώρημα, μόνοις τε νόεσσι θεητὸν, Παμφαὲς, εἰς ὃν ἔπειτα Θεοῦ βροτὸς ἔνθεν ὁδεύει, Εὖτε Θεὸς τελέθῃσι, νόον καὶ σάρκα καθήρας· Αὐτὰρ ὅ γε θνητοῖσι πάγη θνατὸς, ἡνίκ’ ἔμελλε Στήσεσθαι φαέων τε χάρις κῆρύξ τε Θεοῖο,

### 423

Κάλλεΐ τε μεγέθει τε, καὶ εἰκόνος ἐμβασίλευμα· Πρῶτος δ’ ὑστάτιός τε Θεοῦ μεγάλοιο λόγοισι.

### 424 (1t)

Εʹ. Περὶ Προνοίας.

### 424 (1t)

Ὧδε μὲν εὐρυθέμεθλον ἐπήξατο κόσμον ἄπειρον Νοῦς μέγας, ἐντὸς ἅπαντα φέρων, καὶ παντὸς ὕπερθεν Αὐτὸς ἐών· τί δὲ μῆχος ἀχωρήτοιο λαβέσθαι;

### 424 (1t)

Αὐτὰρ ἐπεί μιν ἔτευξεν, ἄγει πρώτης ὑπὸ ῥιπῆς, Πληγῆς ὡς ὕπο ῥόμβον ἐπειγόμενον στροφάλιγξι, Κιννύμενον μεγάλοισιν ἀκινήτοισι λόγοισιν. Οὔτε γὰρ αὐτομάτη φύσις κόσμοιο τοσούτου Καὶ τοίου, τῷ μηδὲν ὁμοίϊον ἔστι νοῆσαι·

### 424 (1t)

Μὴ τόσον αὐτομάτοισιν ἐπιτρέψητε λόγοισι.

### 424 (1t)

Τίς δὲ δόμον ποτ’ ὄπωπεν, ὃν οὐ χέρες ἐξετέλεσσαν;

### 425

Τίς ναῦν, ἢ θοὸν ἅρμα; τίς ἀσπίδα καὶ τρυφάλειαν; Οὔτ’ ἂν τόσσον ἔμεινεν ἐπὶ χρόνον, εἴπερ ἄναρχος, Καὶ χορὸς ἂν λήξειεν ἀνηγεμόνευτος ἔμοιγε. Οὔτ’ ἄλλον τιν’ ἐοικὸς ἔχειν σημάντορα παντὸς,

### 425

Ἠὲ τὸν ὅς μιν ἔτευξεν. Ὁδ’ ἀστέρας ἡγεμονῆας Ἡμετέρης γενεῆς τε βίου θ’ ἅμα παντὸς ὀπάζων, Αὐτοῖς δ’ ἄστρασιν εἰπὲ τίν’ οὐρανὸν ἄλλον ἑλίξεις; Καὶ τῷ δ’ αὖ πάλιν ἄλλον, ἀεί τ’ ἐπ’ ἄγουσιν ἄγοντας; Εἷς βασιλεὺς πλεόνεσσι συνάστερος, ὧν ὁ μὲν ἐσθλὸς,

### 425

Ὃς δὲ κακὸς, ῥητήρ τις, ὁ δ’ ἔμπορος, ὃς δ’ ἄρ’ ἀλήτης, Τὸν δὲ φέρει θρόνος αἰπὺς ὑπέρφρονα. Ἐν δέ τε πόντῳ Καὶ πολέμῳ πλεόνεσσιν ὁμὸς μόρος ἀλλογενέθλοις. Ἀστέρες, οὓς συνέδησαν, ὁμὸν τέλος οὐ συνέδησε.

### 426

Κείνους δ’ οὓς ἐκέασσαν, ὁμὴ συνέδησε τελευτή. Εἰ μὲν δὴ καθ’ ἕκαστον ἔχει πρώτη τις ἀνάγκη, Μῦθος ὅδ’· εἰ δ’ ἄρα τῆς κρατέει ξυνή τις ἀρείων, Τείρεα τείρεσίν ἐστιν ἐναντία. Τίς δ’ ἄρ’ ὁ μίξας;

### 426

Ὃς γὰρ δὴ συνέδησε, καὶ ἢν ἐθέλῃσιν ἔλυσεν. Εἰ δὲ Θεὸς, πῶς πρῶτον, ὅ μοι Θεὸς ἐξετίναξεν; Εἰ μὴ καὶ Θεὸν αὐτὸν ὑπ’ ἄστρασι σοῖσιν ἑλίξῃς. Εἰ δ’ οὔ τις κρατέων, πῶς στήσεται; Οὐ γὰρ ὄπωπα. Κεῖνοι μὲν τοίοισι λόγοις Θεὸν ἐκτὸς ἔχοιεν.

### 426

Ἢ γὰρ δὴ Θεός ἐστιν, ἢ ἀστέρες ἡγεμονῆες. Αὐτὰρ ἐγὼ τόδε οἶδα, Θεὸς τάδε πάντα κυβερνᾷ, Νωμῶν ἔνθα καὶ ἔνθα Θεοῦ Λόγος ὅσσα θ’ ὕπερθεν,

### 426

Ὅσσα τ’ ἔνερθεν ἔθηκε νοήμασι· τοῖς μὲν ἔδωκεν

### 427

Ἁρμονίην τε δρόμον τε διαρκέα ἔμπεδον αἰεὶ, Τοῖς δὲ βίον στρεπτόν τε, καὶ εἴδεα πολλὰ φέροντα· Ὧν τὸ μὲν ἡμῖν ἔφηνε, τὸδ’ ἐν κευθμῶσι φυλάσσει Ἧς σοφίης, θνητοῦ δ’ ἐθέλει κενὸν εὖχος ἐλέγχειν.

### 427

Καὶ τὰ μὲν ἐνθάδ’ ἔθηκε, τὰ δ’ ἤμασιν ὑστατίοισιν Ἀντήσει. Κείρει δὲ γεημόρος ὥρια πάντα, Ὡς καὶ Χριστὸς ἄριστος ἐμοῦ βιότοιο δικαστής. Οὗτος ἐμὸς λόγος ἐστὶν ἀνάστερος, αὐτοκέλευθος. Ὡροθέτας δὲ σύ μοι καὶ λεπταλέας ἀγόρευε

### 427

Μοίρας, ζωοφόρους τε κύκλους καὶ μέτρα πορείης· Λῦε δέ μοι ζωῆς τε νόμους, καὶ τάρβος ἀλιτροῖς, Ἐλπωρήν τ’ ἀγαθοῖσιν ἐς ὕστερον ἀντιόωσαν.

### 428

Εἰ γὰρ κύκλος ἅπαντα φέρει, κείνου περιωγῇ Ῥοιζοῦμαι, τὸ θέλειν δὲ καὶ αὐτόγε κύκλος ἐποίσει, Οὐδέ τίς ἐστιν ἔμοιγε ῥοπὴ πρὸς κρεῖσσον ἄγουσα, Βουλῆς ἠδὲ νόοιο, πόλος δέ με τῇδε κυλίνδει.

### 428

Σιγάσθω Χριστοῖο μέγα κλέος ἄγγελος ἀστὴρ Ἀντολίηθε Μάγοισιν ἐπὶ πτόλιν ἡγεμονεύσας, Ἔνθα Χριστὸς ἔλαμψε βροτοῦ γόνος ἄχρονος Υἱός. Οὐ γὰρ τῶν τις ἔην ὅσσων φραστῆρες ἔασσιν Ἀστρολόγοι, ξεῖνος δὲ καὶ οὐ πάρος ἐξεφαάνθη,

### 428

Ἑβραϊκῇσι βίβλοισιν ὁρώμενος, ὧν ἄπο παῖδες Χαλδαίων προμαθόντες, ὅσοις βίος ἀστροπολεύειν,

### 428

Μοῦνον ἀπὸ πλεόνων θηεύμενοι, οὓς ἐδόκευον,

### 429

Ἀρτιφαῆ τροχάοντα κατ’ ἠέρος ἀντολίηθεν Ἑβραίων ἐπὶ γαῖαν, ἐτεκμήραντο ἄνακτα· Τῆμος ὅτ’ ἀστρολόγοισιν ὁμοῦ πέσε μήδεα τέχνης, Ἀστρολόγων τὸν ἄνακτα σὺν οὐρανίοισι σεβόντων.

### 429

Ἀλλ’ οἱ μὲν περόωεν ἑὴν ὁδὸν, ἥνπερ ἔταξε Χριστὸς ἄναξ, πυρόεντες, ἀείδρομοι, ἀστυφέλικτοι, Ἀπλανέες τε πλάνοι τε παλίμποροι, ὡς ἐνέπουσιν, Εἴτε τις ἄτροφός ἐστι πυρὸς φύσις, εἴτε τι σῶμα, Πέμπτον ὃ δὴ καλέουσι, περίδρομον οἶμον ἔχοντες·

### 429

Ἡμεῖς δ’ ἡμετέρην ὁδὸν ἄνιμεν. Εἰς λογικὴν γὰρ Σπεύδομεν, οὐρανίην τε φύσιν, καὶ δέσμιοι αἴης.

### 430 (1t)

ϛʹ. Περὶ τῆς αὐτῆς.

### 430 (1t)

Ἔῤῥοιεν οἱ τὸ Θεῖον ἐξηρνημένοι, Καὶ μηδὲ τὴν ἄφραστον εὐαρμοστίαν Τοῦ παντὸς εἴς τιν’ ἀναφέροντες αἰτίαν

### 430 (1t)

Ποιητικήν τε καὶ συνεκτικὴν ὅλων. Ἔῤῥοιεν οἱ θεῶν τιν’ ἐσμὸν εἰδότες, Ἢ δαιμόνων καλῶν τε καὶ κακῶν κράτος. Ἔῤῥοιεν οἱ Πρόνοιαν ἐξηρνηκότες, Ὥσπερ τὸ σώζεσθ’ ἐκ Θεοῦ δεδοικότες·

### 430 (1t)

Ἀλλ’ ἢ φορᾷ νέμοντες ἀστάτῳ τὸ πᾶν, Ἢ καὶ διδόντες ἀστέρων κινήμασι,

### 430 (1t)

Τοῖς πῶς, πόθεν τε, κἀκ τίνος, κινουμένοις·

### 431

Εἰ μὲν Θεοῦ, πῶς πρῶτον, ὃ στρέφει Θεός; Τοῦ γὰρ πλέκοντός ἐστι καὶ μεταπλέκειν. Εἰ δ’ οὐ Θεοῦ, πῶς στήσετ’ ἐξ ἀναρχίας, Ἢ καὶ μάχης τοῦ κρείσσονος; Πῶς δ’ οὐ μάχη;

### 431

Ἡ γὰρ προνοίας ἄρσις, ἄνταρσις Θεοῦ· Εἰ μὴ σὺ ποιεῖς καὶ Θεὸν πεπρωμένον, Φέροντ’ ἄκοντα τὴν πλοκῆς τυραννίδα. Οὕτω μὲν οὗτοι σφῶν ἁλίσκονται λόγοις. Ἡμῖν δ’ ἄγει μὲν εἷς Θεὸς τὸ πᾶν τόδε,

### 431

Σοφῶς ἑλίσσων καὶ πλέκων, ὡς ἂν θέλῃ, Τοῖς αὐτὸς αὑτοῦ νεύμασί τε καὶ λόγοις, Κἂν μὴ τὰ πάντα δεξιῶς στρέφειν δοκῇ. Πολλοί γε μὴν κάμνουσι καὶ σοφωτάτων, Τοῖς τῇδ’ ἀνίσοις, καὶ πάλαι καὶ νῦν ἔτι.

### 431

Τί δεῖ λέγειν ἅπαντας; ἀλλά μοι σκόπει

### 432

Δαυῒδ τί πάσχει· τοὺς κακοὺς ὁρῶν καλῶς Πράττοντας (ὡς δοκοῦσι), σφόδρ’ εἰλιγγιᾷ, Μή τις φορᾷ δῷ τὴν φύσιν τῶν πραγμάτων, Ὡς οὐκ ἐπιστατοῦντος ἡμῖν οὐδενός.

### 432

Ὁ δ’ αὐτὸς οἶδε τὴν λύσιν· Τὸ γὰρ τελὸς Πάντων σκόπει μοι, φησὶν, ὡς ἀντίστροφον. Ἔσπειρας· ὄψει τῆς σπορᾶς καὶ τὸν στάχυν. Εἰ δ’ ἀγνοεῖς σὺ τοὺς λόγους, οὐ καὶ Λόγος· Οὐδὲ γὰρ, εἰ σὺ τῆς γραφῆς, καὶ ζωγράφος·

### 432

Οὐδ’ εἰ σὺ γραμμῶν, καὶ γεωμέτρης ὃ σύ. Τὸ μὲν κατείληφάς τι, τῷ δ’ ἕπου σοφῶς. Ἔστιν λόγος καὶ τοῦτο, πείθεσθαι λόγῳ. Εἰ πάντα δῆλα, ποῦ τὸ πιστεύειν, λέγε. Πίστις γάρ ἐστιν ἀπράγμων συναίνεσις

### 432

Ἐγὼ δὲ καὶ τοῦτ’ ἐννοῶ σοφῶς ἴσως·

### 433

Οὐ ταῦτα εἰσιόντι σοι καθυπεσχόμην, Πλουτεῖν, ἀμεριμνεῖν, εὐσθενεῖν, ἢ εὐτεκνεῖν· Εὐζωΐαν δὲ καὶ τὰ προσδοκώμενα· Ὡς ἀντὶ τῶν νῦν προσδοκᾷν τὰ μείζονα.

### 433

Πῶς οὖν δίκαιον, ὥσπερ ἐν συναλλαγῇ, Καὶ τὸ πραθὲν ζητεῖν σε, καὶ τὸ χρῆμ’ ἔχειν; Εἰ μὴ μόνῳ σοι τοῦτο τῶν πάντων γέρας. Ὡς σφόδρ’ ἄπληστον, καὶ ξένης συνεισφορᾶς! Ἢ κεῖνα ῥίψον, φίλτατ’, ἢ καὶ ταῦτα δός·

### 433

Εἴ πέρ τι δεῖ σοι τὸν σὸν ἑστάναι λόγον, Μηδ’ ἐκτὸς ἔρχῃ τῶν καλῶς συγκειμένων. Πῶς οὖν, ἂν εἴποις, τοῖς πάλαι καὶ ταῦτα ἦν;

### 434

Οὔπω τότ’ ἦν ἧ πίστις ἐῤῥιζωμένη, Καὶ πίστις ἦν τὰ τῇδε τῶν νοουμένων, Ὥσπερ γάλακτι νηπίοις ἀνδρουμένοις. Τεκμήριον δὲ τοῦ λόγου. Καὶ γὰρ τότ’ ἦν

### 434

Τὰ μὲν μέγιστα τῶν κακῶν συγγνωστά πως· Τὰ δ’ οὐ μέγιστα τῶν κακῶν τιμητέα· Ἀντιζυγούσης τῆς ἐν ἀμφοῖν ἀξίας. Αἱ δ’ ἐκδικήσεις τῶν σοφῶν ὑπέρμετροι. Δαυΐδ σε ταῦτα πειθέτω, καὶ Μωϋσῆς,

### 434

Ἐλισσεός τε, οὗ τρέμω μεμνημένος· Ὁ μὲν κολασθεὶς ἐνδεῶς τοῖς πταίσμασι,

### 434

Ὁ δ’ ἀντὶ μικρῶν, καὶ Θεοῦ λαβὼν θέαν·

### 435

Νόμον τε, καὶ τοσοῦτον ἐκσώσας στρατόν· Ὁ δ’ ἐκ βραχείας ὕβρεως καὶ νηπίοις Πληγὴν τοσαύτην ἀντιδοὺς παρ’ ἐλπίδας. Οὕτω σκιώδης τηνικαῦτ’ ἦν καὶ νόμος.

### 435

Οὕτω κάθαρσις θυσιῶν δι’ αἵματος, Σαρκῶν τ’ ἀνάγνων ἀσθενῆ ῥαντίσματα· Οὕτως ἄριστον ἡ φυγὴ τῶν χειρόνων, Εἰ καὶ πλέον τι μὴ προσῆν, μικροῖς ὅροις Τῆς εὐσεβείας περιγραφομένης τοῖς τότε.

### 435

Εἴπω τι μεῖζον, ὧν ἔφην; Λελέξεται. Οὐδ’ εἰσφορὰν τοσαύτην εἶχον οὐδέπω, Ὅσην περ ἡμεῖς, τοῖς Θεοῦ παθήμασιν,

### 436

Ἀμνῷ τε τῷ σφαγέντι τοῖς ἐμοῖς κακοῖς. Ὥστ’ ἦν τὸ κείνων πλεῖον· εἰ δὲ πλεῖον ἦν, Δὸς πλεῖον εἶναι τῶν πόνων καὶ τὸ χρέος, Ἡμῖν δ’ ἔλαττον τοῖς τυχοῦσι πλειόνων.

### 436

Ὃδ’ ἀντὶ πάντων καὶ πρὸ πάντων χρὴ λέγειν· Μὴ σφόδρ’ ἐπαίνει τοῦ βίου τὸ εὔδρομον, Ὁ μεῖζον εἰδὼς τῶν ὁρωμένων φρονεῖν· Μή πως ἐμοὶ μὲν ὕψος ᾖ τὸ δύσβατον, Σοὶ δ’ ἀμφίκρημνον τοῦ δρόμου τὸ εὐπετές.

### 436

Ἐμοῦ τὸ λυπρὸν κρεῖσσον ἢ τὸ σὸν καλόν. Βοῶν ποτ’ εἶδες τὸν μὲν ἐν φάτνῃ μέγαν,

### 436

Ἐπῃρμένον, στίλβοντα τῇ εὐσαρκίᾳ,

### 437

Τραχηλιῶντα, τὸν δὲ κάτω νενευκότα, Ῥικνὸν, δυσειδῆ συμβόλοις γεωργίας· Ἔπειτα τὸν μὲν εἰς σφαγὴν τηρούμενον, Τὸν δὲ τρέφονθ’ αὑτόν τε καὶ τὸν δεσπότην.

### 437

Τούτων τίς ἐστιν εὐτυχέστερος, δοκεῖς; Οὐχ ὁ στενός τε, καὶ ζυγῷ τετρυμμένος; Εὔδηλον. Ἀλλὰ σοί γε τὸ πλάτος φίλον, Κἂν ᾖ κακόν τε καὶ κακῷ συγκείμενον. Ἢ καὶ τὸν ὄγκον ὑδεριῶντος αἰνέσῃς;

### 437

Ἢ καὶ φρενοπλὴξ ἰσχύειν σοι φαίνεται; Τὸ δ’ ἡδὺ πάντως φάρμακον σωτήριον; Πολλοὺς τὸ πικρὸν ἐξέσωσε πολλάκις· Τὸ δ’ ἡδὺ πρὸς τὸ χεῖρον ὡς τὰ πόλλ’ ἄγει. Υἱῷ δὲ πατρὸς ῥάβδος οὐ σεβασμία

### 437

Τῷ νοῦν ἔχοντι; τῷ δὲ κακὸν ἡ χρηστότης

### 438

Οὔτ’ ἐστὶν υἱὸς, οὔτε ῥάβδῳ πλήσσεται. Τί δ’ εἰ παλαίεις, ὡς Ἰὼβ, ὑπὲρ στέφους; Ἔπᾳδε σαυτῷ ταῦτα, καὶ ῥᾴων ἔσῃ, Παρηγόρημα τοῦ πονεῖν ποιούμενος,

### 438

Τῷ δ’ εὐχαρίστῳ κτώμενος τὴν ἐλπίδα. Δούλου κακοῦ γὰρ, προσγελῶντα μὲν σέβειν Τὸν δεσπότην· πλήττοντα δ’ ἡγεῖσθαι κακόν. Δέον δέχεσθαι πᾶσαν οἴακος στροφὴν, ᾯ μ’ ἐκ πάλης τε καὶ ζάλης διεξάγει,

### 438

Ἕως ἂν ὅρμοις εὐδίοις προσορμίσῃ· Εἴπερ γε τὴν ναῦν μὴ μάτην ἐπήξατο, Ἀλλ’ εἰς καλόν τε κἀπιδέξιον τέλος.

### 438

Ζʹ. Περὶ νοερῶν οὐσιῶν.

### 438

Οἵη δ’ ὑετίοιο κατ’ ἠέρος εὐδιόωντος,

### 439

Ἀντομένη νεφέεσσιν ἀποκρούστοις περιωγαῖς, Ἀκτὶς ἠελίοιο πολύχροον ἶριν ἑλίσσει, Ἀμφὶ δέ μιν πάντη σελαγίζεται ἐγγύθεν αἰθὴρ, Κύκλοισιν πυκινοῖσι καὶ ἔκτοθε λυομένοισι·

### 439

Τοίη καὶ φαέων πέλεται φύσις, ἀκροτάτοιο Φωτὸς ἀποστίλβοντος ἀεὶ νόας ἥσσονας αὐγαῖς. Ἤτοι ὁ μὲν πηγὴ φαέων, φάος οὔτ’ ὀνομαστὸν, Οὔθ’ ἑλετὸν, φεῦγόν τε νόου τάχος ἐγγὺς ἰόντος, Αἰὲν ὑπεκπροθέον πάντων φρένας, ὥς κε πόθοισι

### 439

Τεινώμεσθα πρὸς ὕψος ἀεὶ νέον. Οἱ δέ τε φῶτα Δεύτερα ἐκ Τριάδος βασιλήϊον εὖχος ἐχούσης, Ἄγγελοι αἰγλήεντες, ἀειδέες, οἵ ῥα θόωκον Ἀμφὶ μέγαν βεβαῶτες, ἐπεὶ νόες εἰσὶν ἐλαφροὶ,

### 440

Πῦρ καὶ πνεύματα θεῖα δι’ ἠέρος ὦκα θέοντες Ἐσσυμένως μεγάλῃσιν ὑποδρήσσουσιν ἐφετμαῖς, Ἁπλοῖ τε, νοεροί τε, διαυγέες, οὔτ’ ἀπὸ σαρκῶν Ἐρχόμενοι (σάρκες γὰρ ἐπεὶ πάγεν αὖθις ὀλοῦνται),

### 440

Οὔτ’ ἐπὶ σάρκας ἰόντες, ὅπερ δ’ ἐγένοντο μένοντες. Ἤθελον εἰπεῖν πάμπαν ἀτειρέες· ἀλλ’ ἄνεχ’ ἵππον Καὶ μάλα θερμὸν ἐόντα, νόου ψαλίοισιν ἐέργων. Καί ῥ’ οἱ μὲν μεγάλοιο παραστάται εἰσὶ Θεοῖο· Οἱ δ’ ἄρα κόσμον ἅπαντα ἑαῖς κρατέουσιν ἀρωγαῖς,

### 440

Ἄλλην ἄλλος ἔχοντες ἐπιστασίην παρ’ ἄνακτος, Ἄνδρας τε, πτόλιάς τε, καὶ ἔθνεα πάνθ’ ὁρόωντες, Καὶ λογικῶν θυέων ἐπιίστορες ἡμερίοισι.

### 440

Θυμὲ, τί καὶ ῥέξεις; τρομέει λόγος οὐρανίοισι

### 441

Κάλλεσιν ἐμβεβαώς· ἀχλὺς δέ μοι ἀντεβόλησεν, Οὐδ’ ἔχω ἢ προτέρω θεῖναι λόγον ἢ ἀναδῦναι. Ὡς δ’ ὅτε τρηχαλέῳ ποταμῷ περάων τις ὁδίτης Ἐξαπίνης ἀνέπαλτο, καὶ ἴσχεται ἱέμενός περ,

### 441

Πολλὰ δέ οἱ κραδίη πορφύρεται ἀμφὶ ῥεέθρῳ· Χρειὼ θάρσος ἔπηξε, φόβος δ’ ἐπέδησεν ἐρωήν· Πολλάκι ταρσὸν ἄειρεν ἐφ’ ὕδατι, πολλάκι δ’ αὖτε Χάσσατο, μαρναμένων δὲ, φόβον νίκησεν ἀνάγκη. Ὣς καὶ ἐμοὶ θεότητος ἀειδέος ἐγγὺς ἰόντι,

### 441

Τάρβος μὲν καθαροῖο παραστάτας ὑψιμέδοντος Θεῖναι ὑπ’ ἀμπλακίῃ, φωτὸς κεκορημένον εἶδος, Μή πω καὶ πλεόνεσσιν ὁδὸν κακίης στορέσαιμι. Τάρβος δ’ ἄτροπον ἐσθλὸν ἐμοῖς ἐπέεσσι χαράξαι,

### 442

Μέσφ’ ὅτε καὶ σκολιόν τιν’ ὁρῶ κακίης μεδέοντα. Οὔτε γὰρ ἦν ἀγαθοῖο, κακοῦ φύσιν ἄμμι φυτεῦσαι, Ἠὲ μόθον προφέρειν καὶ ἔχθεα οἷσι φίλοισιν· Οὔτε μὲν ἀντιθόωκον ἀναστῆναι κακότητα

### 442

Ὕστατον, ἢ καὶ ἄναρχον ἔχειν φύσιν ὥσπερ ἄνακτα. Ὧδέ μοι ἀσχαλόωντι Θεὸς νόον ἔμβαλε τοῖον. Πρῶτον μὲν Θεότητος ἁγνὴ φύσις ἄτροπος αἰεὶ, Ἀνθ’ ἑνὸς οὔ ποτε πολλά. Τί γὰρ Θεότητος ἄρειον Εἰς ὃ μετακλίνοιτο; τὸ δὲ πλέον ὄντος ἄλυξις.

### 442

Δεύτερον ἀκροτάτοιο φάους μεγάλοι θεράποντες, Τόσσον πρωτοτύποιο καλοῦ πέλας, ὁσσάτιόν περ

### 442

Αἰθὴρ ἠελίοιο. Τὸ δὲ τρίτον ἠέρες ἡμεῖς.

### 443

Εἰς πάντ’ ἄτροπός ἐστι Θεοῦ φύσις· εἰς κακίην δὲ Δύστροπος ἀγγελικὴ, καὶ τὸ τρίτον εὔτροπος ἡμεῖς, Ὅσσον τῆλε Θεοῖο, τόσον κακίης πελάοντες. Τοὔνεκεν ὁ πρώτιστος Ἑωσφόρος ὑψός’ ἀερθεὶς

### 443

(Ἦ γὰρ δὴ μεγάλοιο Θεοῦ βασιληΐδα τιμὴν Ἤλπετο, κῦδος ἔχων περιώσιον), ὤλεσεν αἴγλην, Καὶ πέσεν ἐνθάδ’ ἄτιμος, ὅλον σκότος ἀντὶ Θεοῖο· Καὶ κοῦφός περ ἐὼν χθαμαλὴν ἐπὶ γαῖαν ὄλισθεν, Ἔνθεν ἀπεχθαίρει πινυτόφρονας, οὐρανίης δὲ

### 443

Εἴργει πάντας ὁδοῖο, χολούμενος ἣν διὰ λώβην. Οὐδ’ ἐθέλει θεότητος, ὅθεν πέσεν, ἆσσον ἱκέσθαι Πλάσμα Θεοῦ· ξυνὴν γὰρ ἔχειν ἐπόθησε βροτοῖσιν Ἀμπλακίην σκοτίην τε· τῷ ἔκβαλεν ἐκ παραδείσου,

### 444

Κύδεος ἱμείροντας ὁ βάσκανος ἰσοθέοιο. Ὣς ἄρ’ ὅγ’ οὐρανίης ἐξ ἄντυγος ἦλθεν ἀερθείς· Ἀλλ’ οὐ μοῦνος ὄλισθεν, ἐπεὶ δέ μιν ὤλεσεν ὕβρις, Κάππεσε σὺν πλεόνεσσιν, ὅσους κακίην ἐδίδαξεν

### 444

(Ὡς στρατὸν ἐκ Βασιλῆος ἀποῤῥήξας τις ἀλιτρὸς), Βασκανίῃ τε χοροῖο θεόφρονος ὑψιμέδοντος, Καὶ πλεόνεσσι κακοῖσιν ἔχων πόθον ἐμβασιλεύειν. Ἔνθεν ἄρ’ ἐβλάστησαν ἐπιχθόνιοι κακότητες, Δαίμονες ἀνδροφόνοιο κακοῦ βασιλῆος ὀπηδοὶ,

### 444

Ἀδρανέα, σκιόεντα, δυσαντέα φάσματα νυκτὸς, Ψεῦσταί θ’, ὑβρισταί τε, διδάσκαλοι ἀμπλακιάων, Πλάγκται, ζωροπόται, φιλομειδέες, ἐγρεσίκωμοι, Χρησμολόγοι, λοξοὶ, φιλοδήριες, αἱματόεντες,

### 444

Ταρτάρεοι, μυχόεντες, ἀναιδέες, ἀρχιγόητες,

### 445

Ἐρχόμενοι καλέουσιν, ἀπεχθαίρουσι δ’ ἄγοντες· Νὺξ, φάος, ὥς κεν ἕλωσιν, ἢ ἀμφαδὸν, ἢ λοχόωντες. Τοίη μὲν κείνων στρατιὴ, τοῖος δὲ καὶ ἀρχὸς, Χριστὸς δ’ οὔτε μιν ἔσχεν ἀϊστώσας ἰότητι,

### 445

ᾟ καὶ κόσμον ἔτευξεν ὅλον· καὶ τόνδ’ ἂν ὄλεσσεν, Αἶψ’ ἐθέλων (χαλεπὴ δὲ Θεοῦ κοτέοντος ἄλυξις), Οὐδὲ μὲν οὐδ’ ἀνέηκεν ἐλεύθερον ἐχθρὸν ἐμεῖο, Ἀλλὰ μέσον μεθέηκεν ὁμῶς ἀγαθῶν τε κακῶν τε, Δῶκε δ’ ἐπ’ ἀλλήλοισι κακὸν μόθον, ὡς ὁ μὲν αἰνὸν

### 445

Αἶσχος ἔχῃ, καὶ τῇδε, χερείονί περ πολεμίζων, Οἱ δ’ ἀρετῇ μογέοντες ἑὸν κλέος αἰὲν ἔχωσιν, Ὡς χρυσὸς, χοάνοισι καθαιρόμενοι βιότοιο,

### 446

Ἢ τάχα κεν μετέπειτα δίκας τίσειεν ἀτειρὴς, Ὕλης δ’ ἁπτομένης, ὅτε ἔμπυρός ἐστιν ἄμειψις, Πολλὰ πάροιθεν ἑοῖσιν ἐνὶ δρηστῆρσι δαμασθεὶς Τειρομένοις· τὸ γάρ ἐστι κακοῦ γεννήτορι τίσις.

### 446

Ταῦτα μὲν ἀγγελικῆς αἴγλης πέρι Πνεῦμ’ ἐδίδαξε Πρώτης θ’, ὑστατίης τε. Μέτρον δέ τε κἀνθάδ’ ἀνεῦρε. Μέτρον δ’ αὖ Θεός ἐστιν. Ὅσον πελάει τις ἄνακτι, Τοσσάτιον φάος ἐστὶν, ὅσον φάος, εὖχος ὁμοῖον.

### 446

Ηʹ. Περὶ ψυχῆς.

### 446

Ψυχὴ δ’ ἐστὶν ἄημα Θεοῦ, καὶ μίξιν ἀνέτλη

### 446

Οὐρανίη χθονίοιο, φάος σπήλυγγι καλυφθὲν,

### 447

Ἀλλ’ ἔμπης θείη τε καὶ ἄφθιτος. Οὐ γὰρ ἔοικεν Εἰκόνα τὴν μεγάλοιο Θεοῦ λύεσθαι ἀκόσμως, Ἑρπυστῆρσιν ὁμοῖα βοτοῖσί τε ἀφραδέεσσιν, Εἰ καί μιν θνητήν γε βιήσατο θεῖναι ἁμαρτάς.

### 447

Οὔτε πυρὸς μαλεροῖο πέλει φύσις· οὐ γὰρ ἐοικὸς Δάπτον δαπτομένοιο πέλειν κέαρ· οὔτ’ ἀποπνευστοῦ Ἠέρος, ἢ πνευστοῖο, καὶ οὔ ποτε ἱσταμένοιο Οὐδὲ μὲν αἱματόεσσα χύσις διὰ σάρκα θέουσα· Ἀλλ’ οὐδ’ ἁρμονίη τῶν σώματος εἰς ἓν ἰόντων.

### 447

Οὐ γὰρ ἴη σαρκῶν τε καὶ εἴδεος ἀθανάτοιο Ἔστι φύσις. Τί δὲ πλεῖον ἀρειοτέροισι κακίστων, Οὓς κράσις ἠὲ κακοὺς τεκτήνατο ἠὲ φερίστους; Πῶς δ’ οὐ καὶ ἀλόγοισι λόγου φύσις; Ἁρμονίη γὰρ

### 448

Ἡ σαρκῶν βροτέων τε καὶ εἴδεός ἐστ’ ἀλόγοισιν, Εὐκραέες δ’ ἄρα πάντες ἀρείονες, ὡς ὅγε μῦθος. Κεῖνοι μὲν δὴ τοῖα· τὸ δ’ αἴτιον, ὧν ἀπεόντων Ψυχὴ σῶμα λέλοιπε, κέαρ τάδε μυθήσαντο.

### 448

Φορβὴ δ’ οὔ ποτέ σοι κέαρ ἔπλετο, ἧς δίχα θνητὸν Ζώειν πάμπαν ἄπιστον, ἐπεὶ σθένος ἐστὶν ἐδητύς. Οἶδα δὲ καὶ λόγον ἄλλον, ὃν οὔ ποτε δέξομ’ ἔγωγε, Οὐδὲ γὰρ ἂν ξυνή τις ἐμοὶ καὶ πᾶσι μεριστὴ Ψυχὴ, πλαζομένη τε δι’ ἠέρος. Ὧδ’ ἂν ὁμοίη

### 448

Πᾶσι πέλοι πνευστή τε καὶ ἔκπνοος· ἐν δ’ ἄρα πᾶσι, Πάντες, ὅσοι ζώουσι μεταπνείοντες, ἔκειντο,

### 448

Εἰ δὲ καὶ ἠέρος ἐστὶ χυτὴ φύσις ἄλλοτ’ ἐν ἄλλοις.

### 449

Εἰ δὲ μένει, τί μὲν ἔσχε, τί δ’ ἐν σπλάγχνοισι τεκούσης Ζωὸν ἔτ’, εἰ κείνη με προέσπασεν ἐκτὸς ἐόντα; Εἰ δὲ πλειοτέρων τεκέων σύ γε μητέρα θείης, Ψυχαῖς δαπτομένῃσιν ἔτι πλεόνεσσι γέρηρας.

### 449

Οὐ πινυτῶν ὅδε μῦθος, ἐτώσια παίγνια βίβλων, Οἳ καὶ σώματα πολλὰ βίοις προτέροισιν ὅμοια Ἐσθλοῖς ἠδὲ κακοῖς, ψυχῇ δόσαν αἰὲν ἀμείβειν, Ἢ τιμὴν ἀρετῆς, ἢ ἀμπλακίης τινὰ ποινήν· Εἵμασιν ὥς τινα φῶτα κατενδύοντες ἀκόσμως,

### 449

Ἠὲ μετεκδύοντες, ἐτώσια μοχθίζοντες, Ἰξίονος κύκλοισιν ἀλιτροτάτοιο φέροντες, Θῆρα, φυτὸν, βροτὸν, ὄρνιν, ὄφιν, κύνα, ἰχθὺν ἔτευξαν. Πολλάκι καὶ δὶς ἕκαστον, ἐπὴν τὸ δὲ κύκλος ἀνώγῃ.

### 450

Μέχρι τίνος; Θηρὸς δὲ σοφοῦ λόγον οὔποτ’ ὄπωπα, Οὐδὲ θάμνον λαλέουσαν. Ἀεὶ λακέρυζα κορώνη· Αἰεὶ δ’ ἰχθὺς ἄναυδος ὑγρὴν διανήχεται ἅλμην. Εἰ δὲ καὶ ὑστατίη ψυχῆς τίσις, ὡς ἐνέπουσι

### 450

Κεῖνοι, τῶν ὅδ’ ἐλεγμὸς ἐτώσιος. Εἰ μὲν ἀσάρκου, Θαῦμα μέγ’. Εἰ δ’ ἅμα σαρκὶ, τίν’ ἐκ πλεόνων πυρὶ δώσεις; Καὶ τότε θαῦμα μέγιστον, ἐπεὶ πλεόνεσσιν ἔδησας Σώμασι, καὶ πλεόνων με δαήμονα θήκατο δεσμὸς, Πῶς τόδε μοῦνον ἄλυξεν ἐμὴν φρένα, τίς με πάροιθεν

### 450

Εἶχε δορή; τίς ἔπειτα; πόσοις θάνον; οὐ γὰρ ἐπλούτει Ψυχαῖς, ὡς θυλάκοισι, δέτης ἐμός. Ἢ ἄρα μακρῆς

### 450

Καὶ τόδ’ ἄλης, λήθην με παθεῖν προτέρης βιότητος.

### 451

Ἡμέτερον δ’ ἀΐοις ψυχῆς πέρι μῦθον ἄριστον. Ἔνθεν ἑλὼν, τέρψιν δὲ μικρὴν ἀναμίξομεν οἴμῃ. Ἦν ποτε ἦν ὅτε κόσμον ἐπήξατο νοῦ Λόγος αἰπὺς, Ἑσπόμενος μεγάλοιο νόῳ Πατρὸς, οὐ πρὶν ἐόντα.

### 451

Εἶπεν ὅδ’, ἐκτετέλεστο ὅσον θέλεν. Ὡς δὲ τὰ πάντα Κόσμος ἔην, γαίη τε καὶ οὐρανὸς ἠδὲ θάλασσα, Δίζετο καὶ σοφίης ἐπιίστορα μητρὸς ἁπάντων, Καὶ χθονίων βασιλῆα θεουδέα, καὶ τόδ’ ἔειπεν· «Ἤδη μὲν καθαροὶ καὶ ἀείζωοι θεράποντες

### 451

Οὐρανὸν εὐρὺν ἔχουσιν ἁγνοὶ νόες, ἄγγελοι ἐσθλοὶ, Ὑμνοπόλοι μέλποντες ἐμὸν κλέος οὔποτε λῆγον· Γαῖα δ’ ἔτι ζώοισιν ἀγάλλεται ἀφραδέεσσι. Ξυνὸν δ’ ἀμφοτέρωθεν ἐμοὶ γένος εὔαδε πῆξαι

### 452

Θνητῶν τ’ ἀθανάτων τε νοήμονα φῶτα μεσηγὺ, Τερπόμενόν τ’ ἔργοισιν ἐμοῖς, καὶ ἐχέφρονα μύστην Οὐρανίων, γαίης τε μέγα κράτος, ἄγγελον ἄλλον Ἐκ χθονὸς, ὑμνητῆρα ἐμῶν μενέων τε, νόου τε.»

### 452

Ὣς ἄρ’ ἔφη, καὶ μοῖραν ἑλὼν νεοπηγέος αἴης, Χείρεσιν ἀθανάτῃσιν ἐμὴν ἐστήσατο μορφὴν, Τῇ δ’ ἄρ’ ἑῆς ζωῆς μοιρήσατο. Ἐν γὰρ ἕηκε Πνεῦμα, τὸ δὴ θεότητος ἀειδέος ἐστὶν ἀποῤῥώξ. Ἐκ δὲ χοὸς πνοιῆς τε πάγην βροτὸς ἀθανάτοιο

### 452

Εἰκών· ἢ γὰρ ἄνασσα νόου φύσις ἀμφοτέροισι. Τοὔνεκα καὶ βίοτον τὸν μὲν στέργω διὰ γαῖαν, Τοῦ δ’ ἔρον ἐν στήθεσσιν ἔχω θείαν διὰ μοῖραν.

### 452

Ἥδε μὲν ἀρχεγόνοιο βροτοῦ δέσις. Αὐτὰρ ἔπειτα

### 453

Σῶμα μὲν ἐκ σαρκῶν, ψυχὴ δ’ ἐπιμίσγετ’ ἀΐστως, Ἔκτοθεν εἰσπίπτουσα πλάσει χοός. Οἶδεν ὁ μίξας Πῶς πρῶτόν τ’ ἔπνευσε, καὶ εἰκόνα δήσατο γαίῃ Εἰ μὴ τόνδε λόγον τις, ἐμοῖς ἐπέεσσιν ἀρήγων,

### 453

Θήσει θαρσαλέως τε, καὶ ἑσπόμενος πλεόνεσσιν· Ὡς καὶ σῶμα τὸ πρῶτον ἀπὸ χθονὸς ἄμμι κερασθὲν, Ὕστερον ἀνδρομέη ῥύσις ἔπλετο, οὐδ’ ἀπολήγει Ἄλλοτε ἄλλον ἔχουσα βροτὸν πλαστῆς ἀπὸ ῥίζης· Καὶ ψυχὴ πνευσθεῖσα Θεοῦ πάρα, κεῖθεν ἔπειτα

### 453

Ἀνδρομέοισι τύποισι συνέρχεται ἀρτιγένεθλος, Σπέρματος ἐκ πρώτοιο μεριζομένη πλεόνεσσι, Θνητοῖς ἐν μελέεσσιν ἀεὶ μένον εἶδος ἔχουσα. Τοὔνεκεν ἡγεσίην νοερὴν λάχεν. Ὡς δ’ ἐνὶ τυτθοῖς Πνεῦμα μέγα στεινόν τε καὶ ἔκτροπον ἴαχεν αὐλοῖς,

### 454

Καὶ μάλα ἴδριος ἀνδρὸς, ἐπὴν δ’ εἰς χεῖρας ἵκωνται Εὐρύποροι, τημόσδε τελειοτέρην χέον ἠχὴν, Ὣς ἥγ’ ἀνδρανέεσσιν ἐν ἅψεσιν ἀδρανέουσα, Πηγνυμένοις συνέλαμψε, νόον δέ τε πάντ’ ἀνέφηνεν.

### 454

Αὐτὰρ ἐπειδὴ τεῦξεν ἑὸν βροτὸν ἄφθιτος Υἱὸς, Ὄφρα κε κῦδος ἔχῃσι νέον, καὶ γαῖαν ἀμείψας Ἤμασιν ὑστατίοισι Θεῷ Θεὸς ἔνθεν ὁδεύσῃ, Οὔτε μιν οὔτ’ ἀνέηκεν ἐλεύθερον, οὔτε τι πάμπαν Δήσατο· θεὶς δὲ νόμον τε φύσει, καὶ ἐσθλὰ χαράξας

### 454

Ἐν κραδίῃ, γυάλοισιν ἀειθαλέος παραδείσου Θῆκέ μιν ἀμφιτάλαντον, ὅπη ῥέψειε δοκεύων, Γυμνὸν ἄτερ κακίης τε καὶ εἴδεος ἀμφιθέτοιο. Ζωὴ δ’ οὐρανίη πέλεται παράδεισος ἔμοιγε.

### 454

Τοῦ ῥά μιν ἐντὸς ἔθηκε λόγων δρηστῆρα γεωργόν.

### 455

Οἴου μιν ἀπέεργε τελειοτέροιο φυτοῖο, Ἐσθλοῦ τ’ ἠδὲ κακοῖο διάκρισιν ἐντὸς ἔχοντος Τὴν τελέην. Τελέη γὰρ ἀεξομένοισιν ἀρείων, Ἀλλ’ οὐκ ἀρχομένοισιν· ἐπεὶ τόσον ἐστὶ βαρεῖα,

### 455

Ὅσσον νηπιάχοισι τελειοτέρη τις ἐδωδή. Ἀλλ’ ἐπεὶ οὖν φθονεροῖο παλαίσμασιν ἀνδροφόνοιο, Θηλυτέροιο λόγοιο παραιφασίῃσι πιθήσας, Γεύσατο μὲν καρποῖο προώριος ἡδυβόροιο, Δερματίνους δὲ χιτῶνας ἐφέσσατο σάρκα βαρεῖαν

### 455

Νεκροφόρος (θανάτῳ γὰρ ἁμαρτάδα Χριστὸς ἔκορσεν), Ἦλθε μὲν ἄλσεος ἐκτὸς ἐπὶ χθόνα τῆς γένος ἦεν, Καὶ ζωὴν πολύμοχθον ἐδέξατο. Τῷ δ’ ἄρ’ ἔθηκε Ζῆλον ἑὸν πυρόεντα φυτῷ κληῖδ’ ἐριτίμῳ,

### 456

Μή τις Ἀδὰμ, ὁ πρόσθε, προώριος ἐντὸς ἴκηται, Πρὶν πτόρθου γλυκεροῖο φυγεῖν δαπτρεῖαν ἐδωδὴν, Καὶ ζωῆς πελάσειε φυτῷ κακός· ὡς δ’ ὑπ’ ἀήταις Χειμερίοις παλίνορσος ἁλίπλοος ἦλθεν ὀπίσσω,

### 456

Αὖθις δ’ ἠὲ πνοιῇσιν ἐλαφροτέρῃσι πετάσας Ἱστίον, ἢ ἐρέτῃσι μόγῳ πλόον αὖθις ἄνυσσεν, Ὣς ἡμεῖς μεγάλοιο Θεοῦ ἀπὸ τῆλε πεσόντες, Ἔμπαλιν οὐκ ἀμογητὶ φίλον πλόον ἐκπερόωμεν. Τοίη πρωτογόνοιο νεόσπορος ἤλυθεν ἄτη

### 456

Δειλοῖσιν μερόπεσσιν, ὅθεν στάχυς ἐβλάστησε.

### 456

Θʹ, Περὶ Διαθηκῶν καὶ Ἐπιφανείας Χριστοῦ.

### 456

Δεῦρ’ ἄγε καὶ δισσοῖο νόμου λόγον ἐξερέεινε.

### 457

Ὅς τε παλαιότερος, καὶ ὃς νέος ἐξεφαάνθη, Πρῶτα μὲν Ἑβραίοισιν, ἐπεὶ Θεὸν ὑψιμέδοντα Πρῶτοι καὶ γνώσαντο, ἔπειτα δὲ πείρασιν αἴης. Οὐ γὰρ μαρναμένοισι Θεὸς βροτὸν ἡγεμονεύει

### 457

Δόγμασιν, ὥς τις ἄϊδρις ἐὼν, Λόγος ἴδρις ἁπάντων, Οὐδὲ παλιμβούλοισιν, ὃ καὶ θνητοῖσιν ὄνειδος. Ἀλλ’ ὅδ’ ἐμὸς λόγος ἐστὶ Θεοῦ φιλέοντος ἀρωγῆς. Λυσσήεις ὅτε πρῶτον Ἀδὰμ βάλεν ἐκ παραδείσου, Κλέψας ἀνδροφόνοιο φυτοῦ δηλήμονι καρπῷ,

### 457

Ὡς στρατὸν ἡγητῆρος ὀλωλότος αἴσχεϊ τύπτων, Δίζετο καὶ τεκέεσσι κακὸν καὶ κῆρα φυτεῦσαι, Ῥήξας δ’ οὐρανίοιο Θεοῦ κλεψίφρονι βουλῇ, Τρέψατο ὄσσε βροτοῖο πρὸς οὐρανὸν ἀστερόεντα,

### 458

Κάλλεσι παμφανόωσι τεθηλότα, πρός τε θανόντων Μορφὰς, ἃς ἐτύπωσε πόθος, καὶ μῦθος ἔτισε, Πιστὸς ἐν οὐ ξείνοισι κακοῖς, ψεύστης ἀνέλεγκτος, Αἰὲν ἐπερχομένοισιν ἀεξόμενος λυκάβασιν.

### 458

Ἑβραίων ἱερῶν ὀλοὸν γένος, οὐχ ὑποφήταις Εἶκον ὀδυρομένοισι, λιταζομένοισιν, ἄνακτος Μῆνιν ἀεὶ προφέρουσι. Πάρος γε μὲν ὤλλυον αὐτούς. Οὐδὲ μὲν οὐ βασιλῆες ἐτάρβεον, ἀλλ’ ἄρα καὶ τῶν Οἱ πλέονες κακίους, οὐδ’ ἄλσεα πάμπαν ἔλειπον,

### 458

Οὐδ’ ὀρέων κορυφὰς, καὶ δαίμονας αἱματόεντας. Τοὔνεκα καὶ μεγάλοιο Θεοῦ ζηλήμονα μῆνιν

### 458

Εἴρυσαν, ἐκ δὲ τίναχθεν. Ὁ δ’ ἀντεισῆλθον ἔγωγε

### 459

Ἀτραπιτὸν ζήλοιο ποδηγεσίῃ σφίσιν ἕλκων, Πίστιν ἐς εὐσεβέα Χριστοῦ παλίνορσα φέρεσθαι, Ὀψὲ μεταστρεφθεῖσιν, ἐπὴν κορέσωνται ἀνίης, Βασκανίῃ λαοῖο νεήλυδος, ᾧ διάμειφθεν.

### 459

Ἀλλὰ τὰ μὲν μετόπισθ’. Οἱ δ’ ὡς νόμον εἶχον ἄτιμον, Ὑστάτιον τοιῆσδε βροτῶν γένος ἔμμορε τιμῆς, Νεύμασιν ἀθανάτοιο Πατρὸς, καὶ ἔργμασι Παιδός· Χριστὸς ὅσον βροτέων ἐνὶ σώματι κάτθετο μοίρης Οὐρανίης, λεύσσων κακίης ὕπο θυμοβόροιο

### 459

Δαπτόμενον, σκολιόν τε βροτῶν μεδέοντα δράκοντα, Ὥς κεν ἀναστήσειεν ἑὸν λάχος, οὐκ ἔτι νοῦσον Ἄλλοισιν ἐφέηκεν ἀρηγόσιν (οὐ γὰρ ἐπαρκὲς Τοῖς μεγάλοις παθέεσσι μικρὸν ἄκος)· ἀλλὰ κενώσας Ὃν κλέος ἀθανάτοιο Θεοῦ Πατρὸς Υἱὸς ἀμήτωρ

### 460

Αὐτὸς καὶ δίχα πατρὸς ἐμοὶ ξένος υἱὸς ἐφάνθη· Οὐ ξένος, ἐξ ἐμέθεν γὰρ ὅδ’ ἄμβροτος ἦλθε βροτωθεὶς Παρθενικῆς διὰ μητρὸς, ὅλον μ’ ὅλος ὄφρα σαώσῃ. Καὶ γὰρ ὅλος πέπτωκεν Ἀδὰμ διὰ γεῦσιν ἀλιτρήν.

### 460

Τοὔνεκεν ἀνδρομέοισι καὶ οὐ βροτέοισι νόμοισι, Σεμνοῖς ἐν σπλάγχνοισιν ἀπειρογάμοιο γυναικὸς Σαρκωθεὶς (ὢ θάμβος ἀφαυροτάτοισιν ἄπιστον!) Ἦλθε Θεὸς θνητός τε, φύσις δύο εἰς ἓν ἀγείρας, Τὴν μὲν κευθομένην, τὴν δ’ ἀμφαδίην μερόπεσσιν

### 460

Ὧν Θεὸς ἡ μὲν ἕην, ἡ δ’ ὕστατον ἡμῖν ἐτύχθη. Εἷς Θεὸς ἀμφοτέρωθεν, ἐπεὶ θεότητι κερασθεὶς, Καὶ βροτὸς ἐκ θεότητος ἄναξ καὶ Χριστὸς ὑπέστη· Ὥς κεν Ἀδὰμ νέος ἄλλος ἐπιχθονίοισι φαανθεὶς,

### 460

Τὸν πάρος ἐξακέσαιτο, πετάσματι δ’ ἀμφὶ καλυφθεὶς

### 461

(Οὐ γὰρ ἔην χωρητὸς ἐμοῖς παθέεσσι πελάσσαι), Καὶ πινυτὸν δοκέοντα ὄφιν σφήλειεν ἀέλπτως, Ὡς μὲν Ἀδὰμ πελάσοντα, Θεῷ δέ τε ἀντιάσοντα, Τῷ πέρι κάρτος ἔμελλεν ἑῆς ἄξειν κακότητος,

### 461

Τρηχείην περὶ πέτραν ἁλίκτυπον ὥς τε θάλασσα. Ὡς ἐφάνη, γαῖα τε καὶ οὐρανὸς ἀμφὶ γενέθλῃ Σείετο. Οὐρανίη μὲν ὕμνους κατέπεμπε χορείη, Ἀστὴρ δ’ ἀντολίηθε Μάγοις ὁδὸν ἡγεμόνευε, Δωροφόροις λάτρισι νεηγενέος βασιλῆος.

### 461

Οὗτος ἐμοὶ Χριστοῖο νέης λόγος ἐστὶ γενέθλης. Αἶσχος δ’ οὐδὲν ἔπεστιν, ἐπεὶ μόνον αἶσχος ἁμαρτάς· Τῷ δ’ οὐκ αἶσχος ἔπεστιν, ἐπεὶ Λόγος αὐτὸν ἔπηξεν.

### 462

Οὐδὲ ῥύσει βροτέῃ βροτὸς ἔπλετο, ἐκ δ’ ἄρα σαρκὸς, Τὴν Πνεῦμ’ ἥγνισε πρόσθεν ἀνυμφέα μητέρα κεδνὴν, Αὐτοπαγὴς βροτὸς ἦλθε, καθήρατο δ’ εἵνεκ’ ἐμεῖο. Καὶ γὰρ πάνθ’ ὑπέδεκτο, νόμῳ θρεπτήρια τίνων,

### 462

Ἣ καὶ χαζομένῳ πεμπτήρια, ὥσπερ ὀΐω. Αὐτὰρ ἐπεὶ μεγάλοιο φάους ἐριλαμπέϊ λύχνῳ Κηρυχθεὶς προθέοντι γόνου, προθέοντι δὲ μύθου, Χριστὸν ἐμὸν βοόωντι Θεὸν μεσάτῃ ἐν ἐρήμῳ, Ἐξεφάνη, λαῶν μὲν ἔβη μέσος ὅς τ’ ἀπὸ τηλοῦ,

### 462

Ὅς τε πέλας (ξυνὸς γὰρ ἐπ’ ἀμφοτέροις ἀκρόγωνος Λᾶας ἔην)· δισσὸν δὲ καθάρσιον ὤπασε θνητοῖς Πνεύματος ἀενάοιο, τό μοι προτέρην ἐκάθηρ

### 462

Σαρκογενῆ κακίην, καὶ αἵματος ἡμετέροιο.

### 463

Καὶ γὰρ ἐμὸν, τὸ Χριστὸς ἐμὸς Θεὸς ἐξεκένωσε Ῥύσιον ἀρχεγόνων ποθέων, κόσμοιό τ’ ἄποινον. Εἰ μὲν δὴ μὴ τρεπτὸς ἔην βροτὸς, ἀλλ’ ἀδάμαστος, Οἴης καὶ μεγάλοιο Θεοῦ χρήϊζον ἐφετμῆς,

### 463

Ἥ μ’ ἐκόμει τ’, ἐσάωσε, καὶ ἐς μέγα κῦδος ἄεξε. Νῦν δ’, οὐ γάρ με θεὸν τεῦξεν Θεὸς, ἀλλά μ’ ἔπηξεν Ἀμφιρεπῆ, κλιτόν τε, τὸ καὶ πλεόνεσσιν ἐρείδει, Ὧν ἓν καὶ λοετροῖο βροτοῖς χάρις. Ὡς γὰρ ὄλεθρον Ἑβραίων ποτὲ παῖδες ὑπέκφυγον αἵματι χριστῷ,

### 463

Τὸ φλιὰς ἐκάθῃρεν, ὅτ’ ὤλετο πρωτογένεθλος Αἰγύπτου γενεὴ νυκτὶ μιῇ, ὣς καὶ ἔμοιγε

### 464

Σφρηγὶς ἀλεξικάκοιο Θεοῦ τόδε, νηπιάχοις μὲν Σφρηγὶς, ἀεξομένοισι δ’ ἄκος καὶ σφρηγὶς ἀρίστη, Χριστοῦ φωτοδόταο θεόῤῥυτος, ὥς κεν ἀλύξας Βένθος ἄχους καὶ βαιὸν ἀπ’ ἄχθεος αὐχέν’ ἀνασχὼν,

### 464

Πρὸς ζωὴν παλίνορσον ἄγω πόδα. Καὶ γὰρ ὁδίτης Ἀμπνεύσας καμάτοιο, νεόσσυτα γούνατ’ ἐγείρει. Ξυνὸς μὲν πάντεσσιν ἀὴρ, ξυνὴ δέ τε γαῖα, Ξυνὸς δ’ οὐρανὸς εὐρὺς, ἅθ’ ὥρια κύκλος ἑλίσσει· Ξυνὸν δ’ ἀνθρώποισι σαόβροτον ἔπλετο λουτρόν.

### 464

Ιʹ. Κατὰ Ἀπολλιναρίου, περὶ ἐνανθρωπήσεως.

### 464

Νοῦν τὸν μέγιστον ἴσμεν ἀνθρώπου φύσιν

### 465

Πᾶσαν παγέντα, ἐκ τριῶν συγκειμένην, Ψυχῆς τε καὶ νοῦ καὶ πάχους τοῦ σώματος, Ἀδὰμ ὅλον τὸν πρόσθεν πλὴν ἁμαρτίας. Ἐπεὶ γὰρ οὖν ἐγίγνετ’ ἄνθρωπος Θεὸς,

### 465

Θεὸς τελεῖτ’ ἄνθρωπος εἰς τιμὴν ἐμήν· Ἵν’ οἷς περ εἴληφεν ὃ δέδωκ’ ἀναπλάσας, Λύσῃ τὸ κρῖμα τῆς ὅλης ἁμαρτίας, Κτείνῃ τε τὸν κτείναντα τῷ τεθνηκότι. Ἁπλοῦς ἄνωθεν, εἶτα συμπαγεὶς, Θεός·

### 466

Παγεὶς ἔπειτα χερσὶ ταῖς θεοκτόνοις. Οὗτος Θεοῦ σοι τοῦ μεμιγμένου λόγος. Θεὸς μὲν ἦν ἄνωθεν, ἐξ οὗ καὶ Πατὴρ, Ὁ τοῦ Θεοῦ Λόγος τε καὶ κτίστης ὅλων,

### 466

Κρείσσων χρόνου τε καὶ παθῶν καὶ σώματος. Ἐπεὶ δ’ ἔπληγε τῷ ξύλῳ τῆς γνώσεως, Καὶ πᾶσαν ἡμῶν τὴν φύσιν κατέτρεχεν, Ὡς εὐάλωτον καὶ κατάκριτον, ὁ φθόνος·

### 466

Ὡς ἂν λύσειε τὴν ἔπαρσιν τοῦ φθόνου,

### 467

Καὶ τὴν φθαρεῖσαν εἰκόνα κτίσῃ πάλιν, Ἐγγίνεθ’ ἡμῖν. Ἐν γὰρ ἁγνῇ παρθένῳ Κυΐσκεταί τε καὶ προέρχεται Θεός. Ὅλος Θεός τε καὶ βροτὸς, σώζων μ’ ὅλον,

### 467

Υἱὸς νοούμενός τε καὶ ὁρώμενος. Ἀνθρωπολάτρης εἰμί σοι, σέβων ὅλον Τὸν συντεθέντα μυστικῶς ἐμοὶ Λόγον Αὐτὸν Θεόν τε καὶ βροτὸν σωτήριον. Σὺ σαρκολάτρης, εἰσάγων ἄνουν ἐμὲ,

### 467

Ἄν σου τὸ κομψὸν πειθανῶς ἀντιστρέφω. Ἣ τοῦτο δέξαι, φίλτατ’, ἢ κἀμοὶ πάρες, Εἴπερ δίκαιος τοῦ λόγου μένεις βραβεὺς, Εἴ σοι τὸ χεῖρόν ἐστιν ἐκ Θεοῦ Θεὸς (Χεῖρον γὰρ ἡ σὰρξ τοῦ κατ’ εἰκόνα πολὺ),

### 467

Κἀμοὶ τὸ κρεῖσσον· νοῦς γὰρ ἔγγιον Θεοῦ.

### 468

Πλὴν σοί γε κινδυνεύεθ’ ἥμισυς βροτός· Ὃ μὴ προσείληπται γὰρ, οὐδὲ σώζεται. Τί φὴς, ἀμύντωρ τοῦ Λόγου σοφώτατε, Ὁ τοῖς τέμνουσι τὴν θεότητα δυσφορῶν;

### 468

Οὐ καὶ σὺ τέμνεις τοῦ Θεοῦ τὸ σύνθετον, Τὸ μὲν διδούς τι τῶν ἐμῶν, τὸ δ’ οὐκέτι, Τὴν σάρκα κιρνῶν, τὸν δὲ νοῦν ἀποξέων, Ὥσπερ δεδοικὼς τοῦτο, μὴ συνθῇς ὅλος; Πῶς οὖν δύω τέλεια χωρήσει τὸ ἕν;

### 468

Ἢ καὶ ῥαγῆναι τὴν δορὰν δεδοίκαμεν; Ὦ τῆς ἀνοίας! νοῦν δὲ καὶ λόγον μία Ψυχὴ δέδεκται· ποῦ δ’ ὅλως σοι καὶ μέγα Νοῦς, τοῦ Θεοῦ παρόντος; Εἰ δ’ ἡ σὰρξ ἄνους Ἐξηπάτημαι. Δέρμ’ ἐμόν· ψυχὴ τίνος;

### 468

Τίς ἡ Θεοῦ γέννησις ἐκ τῆς Παρθένου;

### 469

Πῶς εἰς ἒν ἦλθε τῶν διεστώτων φύσις; Ἄῤῥητόν ἐστιν, ὡς δ’ ἔμοιγε φαίνεται, Μικρῷ λόγῳ μετροῦντι τὰ κρείσσω λόγου. Τὸ Πνεῦμ’ ἐπῆλθε παρθένῳ καθάρσιον,

### 469

Λόγος δ’ ἑαυτῷ πήγνυτ’ ἔνδοθι βροτὸν, Ὅλου βροτοῦ θανόντος ἀντάλλαγμ ὅλον. Ἐπεὶ δ’ ἄμικτός ἐστι σαρκίῳ Θεὸς, Ψυχὴ δὲ καὶ νοῦς οἷον ἐν μεταιχμίῳ, Σαρκὸς μὲν, ὡς σύνοικος, ὡς δ’ εἰκὼν, Θεοῦ·

### 469

Τῷ συγγενεῖ μιγεῖσα ἡ Θεοῦ φύσις, Ἐκεῖθεν ἔσχε καὶ πάχους κοινωνίαν. Οὕτω τὸ θεῶσαν καὶ θεωθὲν εἷς Θεός. Τί οὖν πέπονθεν ἀμφότερ’; ὡς ἐμὸς λόγος, Τὸ μὲν κερασθὲν τῷ πάχει, τὸ δ’ ὡς πάχος

### 470

Ἐμῶν μετασχὸν, πλὴν παθῶν ἁμαρτίας. Ζητῶ τὸ αἷμα τῷ προσεῤῥύη Θεοῦ; Εἰ μὲν πονηρῷ· φεῦ, τὸ Χριστοῦ τῷ κακῷ· Εἰ τῷ Θεῷ δέ· πῶς, ἑτέρῳ κρατουμένων

### 470

Ἡμῶν; ἐπεὶ κρατοῦντός ἐστ’ ἀεὶ λύτρον. Ἦ τοῦτ’ ἀληθὲς, αὐτὸν προσφέρειν Θεῷ, Ἵν’ αὐτὸς ἡμᾶς τοῦ κρατοῦντος ἁρπάσῃ, Λάβῃ τε ἀντάλλαγμα τοῦ πεπτωκότος Τὸν Χριστόν· ὁ χρίσας γὰρ οὐχ ἁλώσιμος.

### 470

Οὕτω φρονοῦμεν. Τοὺς τύπους δ’ αἰδούμεθα. Ἔχεις τὰ τῇδε· προσκύνει τὴν Τριάδα.

### 470

ΙΑʹ. Περὶ Ἐνανθρωπήσεως.

### 470

Νήπιος, ὅστις ἄνακτα Θεοῦ Λόγον αἰὲν ἐόντα

### 470

Οὐ σέβετ’ ἰσοθέως Πατρὸς ἐπουρανίου.

### 471

Νήπιος, ὅστις ἄνακτα Λόγον βροτὸν ἔνθα φανέντα Οὐ σέβετ’ ἰσοθέως οὐρανίοιο Λόγου. Τέμνει δ’ ἢ μεγάλοιο Πατρὸς Λόγον, ἠὲ Λόγοιο Μορφὴν ἀνδρομέην, καὶ πάχος ἡμέτερον.

### 471

Ἦν Θεὸς, ἀλλ’ ἐπάγη Πατρὸς Λόγος ἡμέτερος φὼς, Ὥς κε Θεὸν μίξῃ, μικτὸς ἐὼν χθονίοις. Εἷς Θεὸς ἀμφοτέρωθε· τόσον βροτὸς, ὅσσον ἔμ’ ἔρδειν Ἀντὶ βροτοῖο Θεόν. Ἵλαθι, τρωτὸς ἄνω. Τόσσον ἔχοις. Τί δ’ ἔμοιγε νόον, καὶ μίξιν ἄφραστον;

### 471

Ἀμφὶ Θεὸν, θνητοὶ, στέργετε μέτρα λόγου. Εἰ μὲν δὴ πεπίθοιμι, τὸ λώϊον. Εἰ δὲ μελαίνεις Τὸν χάρτην πολλαῖς χιλιάσιν ἐπέων, Δεῦρ’ ἄγε, πλαξὶ τεαῖς ὀλιγόστιχα ταῦτα χαράξω Γράμματ’ ἐμῇ γραφίδι, ἣ μέλαν οὐδὲν ἔχει.

### 472 (1t)

ΙΒʹ. Περὶ τῶν γνησίων βιβλίων τῆς θεοπνεύστου

### 472 (1t)

Γραφῆς.

### 472 (1t)

Θείοις ἐν λογίοισιν ἀεὶ γλώσσῃ τε νόῳ τε Στρωφᾶσθ’· ἢ γὰρ ἔδωκε Θεὸς καμάτων τόδ’ ἄεθλον,

### 472 (1t)

Καί τι κρυπτὸν ἰδεῖν ὀλίγον φάος, ἢ τόδ’ ἄριστον, Νύττεσθαι καθαροῖο Θεοῦ μεγάλῃσιν ἐφετμαῖς· Ἢ τρίτατον, χθονίων ἀπάγειν φρένα ταῖσδε μερίμναις. Ὄφρα δὲ μὴ ξείνῃσι νόον κλέπτοιο βίβλοισι (Πολλαὶ γὰρ τελέθουσι παρέγγραπτοι κακότητες),

### 472 (1t)

Δέχνυσο τοῦτον ἐμεῖο τὸν ἔγκριτον, ὦ φίλ’, ἀριθμόν. Ἱστορικαὶ μὲν ἔασι βίβλοι δυοκαίδεκα πᾶσαι

### 472 (1t)

Τῆς ἀρχαιοτέρης Ἑβραϊκῆς σοφίης.

### 473

Πρωτίστη, Γένεσις, εἶτ’ Ἔξοδος, Λευιτικόν τε. Ἔπειτ’ Ἀριθμοί. Εἶτα Δεύτερος Νόμος. Ἔπειτ’ Ἰησοῦς, καὶ Κριταί. Ῥοὺθ ὀγδόη. Ἡ δ’ ἐνάτη δεκάτη τε βίβλοι, Πράξεις βασιλήων,

### 473

Καὶ Παραλειπόμεναι. Ἔσχατον Ἔσδραν ἔχεις. Αἱ δὲ στιχηραὶ πέντε, ὧν πρῶτός γ’ Ἰώβ· Ἔπειτα Δαυΐδ· εἶτα τρεῖς Σολομωντίαι· Ἐκκλησιαστὴς, ᾌσμα καὶ Παροιμίαι. Καὶ πένθ’ ὁμοίως Πνεύματος προφητικοῦ.

### 473

Μίαν μέν εἰσιν ἐς γραφὴν οἱ δώδεκα· Ὠσηὲ κ’ Ἀμὼς, καὶ Μιχαίας ὁ τρίτος· Ἔπειτ’ Ἰωὴλ, εἶτ’ Ἰωνᾶς, Ἀβδίας, Ναούμ τε, Ἀββακούμ τε, καὶ Σοφονίας, Ἀγγαῖος, εἶτα Ζαχαρίας, Μαλαχίας.

### 473

Μία μὲν οἵδε. Δευτέρα δ’ Ἡσαΐας.

### 474

Ἔπειθ’ ὁ κληθεὶς Ἱερεμίας ἐκ βρέφους. Εἶτ’ Ἰεζεκιὴλ, καὶ Δανιήλου χάρις. Ἀρχαίας μὲν ἔθηκα δύω καὶ εἴκοσι βίβλους, Τοῖς τῶν Ἑβραίων γράμμασιν ἀντιθέτους.

### 474

Ἤδη δ’ ἀρίθμει καὶ νέου μυστηρίου. Ματθαῖος μὲν ἔγραψεν Ἑβραίοις θαύματα Χριστοῦ· Μάρκος δ’ Ἰταλίῃ, Λουκᾶς Ἀχαϊάδι· Πᾶσι δ’ Ἰωάννης, κήρυξ μέγας, οὐρανοφοίτης. Ἔπειτα Πράξεις τῶν σοφῶν ἀποστόλων.

### 474

Δέκα δὲ Παύλου τέσσαρές τ’ ἐπιστολαί. Ἑπτὰ δὲ καθολικαὶ, ὧν, Ἰακώβου μία, Δύω δὲ Πέτρου, τρεῖς δ’ Ἰωάννου πάλιν· Ἰούδα δ’ ἐστὶν ἑβδόμη. Πάσας ἔχεις.

### 474

Εἴ τι δὲ τούτων ἐκτὸς, οὐκ ἐν γνησίαις.

### 475 (1t)

ΙΓʹ. Πατριάρχαι υἱοὶ τοῦ Ἰακώβ.

### 475 (1t)

Δώδεκα δ’ ἐξ Ἰακὼβ πατρὸς μεγάλοιο πάτραρχοι· Ῥουβεὶμ, καὶ Συμεὼν, καὶ Λευὶ, τοῖς δ’ ἔπ’ Ἰούδας. Αὐτὰρ ἔπειτα νόθοι, Δὰν, Νεφθαλεὶμ, Γάδ τε Ἀσήρ τε·

### 475 (1t)

Αὖθις δ’ εὐγενέες μνηστῶν ἄπο, Ἰσσάχαρ ἦεν, Ζαβουλὼν, καὶ Ἰωσὴφ, καὶ πύματος Βενιαμίν.

### 475 (1t)

ΙΔʹ. Μάστιγες Αἰγύπτου.

### 475 (1t)

Μάστιγας Αἰγύπτοιο κακόφρονος αἰὲν ἀρίθμει, Ὥς κεν ὑποτρομέῃς κάρτεϊ τῷ μεγάλῳ.

### 475 (1t)

Αἵματι μὲν πρώτιστον ὕδωρ ἐρυθαίνετο γαίης, Δεύτερον αὖ βατράχους ἔβρασεν οὐλομένους. Τὸ τρίτον αὖ, σκνίπεσσιν ἀὴρ καὶ γαῖα καλύφθη.

### 476

Καὶ κυνόμυια φάνη τέτρατον ἐξαπίνης. Πέμπτον, τετραπόδεσσιν ἐπέχραε λυγρὸς ὄλεθρος. Φλυκτίδες ἀνθρώπων σώμασιν, ἕκτον ἄχος. Ἕβδομον, ὗσε χάλαζα μέση πυρὸς, ὄμβρος ἄμικτος.

### 476

Ὄγδοον, ἐξ ἀκρίδος ὤλετο χλωρὸν ἅπαν. Εἴνατον, Αἰγύπτοιο πέδον κατὰ νὺξ ἐκάλυψε Πρωτοτόκων δὲ μόρος ἡ δεκάτη βάσανος.

### 476

ΙΕʹ. Ἡ τοῦ Μωϋσέως Δεκάλογος.

### 476

Τοὺς δὲ νόμους ἐχάραξε Θεὸς δέκα ἔν ποτε πλαξὶ

### 476

Λαϊνέαις· σὺ δέ μοι ἔγγραφε τῇ κραδίῃ. Οὐ γνώσῃ Θεὸν ἄλλον, ἐπεὶ σέβας οἶον ἑνός γε.

### 476

Οὐ στήσεις ἴνδαλμα κενὸν, καὶ ἄπνοον εἰκώ.

### 477

Οὔ ποτε μαψιδίως μνήσῃ μεγάλοιο Θεοῖο. Σάββατα πάντα φύλασσε μετάρσια καὶ σκιόεντα. Ὄλβιος, ἢν τοκέεσσι φέρῃς χάριν, ἣν ἐπέοικε. Φεύγειν ἀνδροφόνον παλάμης ἄγος, ἀλλοτρίης τε

### 477

Εὐνῆς, κλεπτοσύνην τε κακόφρονα, μαρτυρίαν τε Ψευδῆ, ἀλλοτρίων τε πόθον, σπινθῆρα μόροιο.

### 477

Ιϛʹ. Εἰς τὰ θαύματα Ἠλίου τοῦ προφήτου καὶ

### 477

Ἐλισαίου.

### 477

Τοσαῦτα θαύματ’ Ἠλίου τοῦ Θεσβίτου.

### 477

Κόραξι πρῶτον ἐτράφη· καὶ δεύτερον Ἔθρεψε χήραν πλουσίως Σαραφθίαν, Μικροῖς ἐλαίου καὶ ἀλεύρου λειψάνοις· Ἧς καὶ τὸν υἱὸν ἐκ νεκρῶν φυσήμασιν Ἤγειρεν. Ὑετόν τ’ ἀνέσχεν ἐκ Θεοῦ,

### 478

Ἔπειτ’ ἀφῆκε. Θυσίαν καταγνίσας Πυρὶ ξένῳ τε καὶ ξένοις, εἶτ’ ἤρκεσε Τροφῆς ἄγευστος ἡμέραις ἐν πλείοσι Ἔφλεξεν ἄρδην πεντηκοντάρχας δύω.

### 478

Ἰορδάνην διῆλθε μηλωτῇ τεμών· Πυρὸς δ’ ἀνῆλθεν ἅρματι πρὸς οὐρανὸν Ὁμοῦ δοράν τε καὶ χάριν Ἐλισσαίῳ Ἀφῆκεν. Ἄθρει καὶ τὰ τούτου θαύματα· Ἰορδάνην διῆλθε μηλωτῇ τεμών.

### 478

Πηγὰς ἔθηκεν ἁλσὶν εὐτέκνους πόλει. Παῖδας δ’ ὑβριστὰς θηρίοις ἀπώλεσεν Διψῶντι ῥεύματ’ ἐξ Ἐδὼμ ἐπήγασε Στρατῷ· γυναῖκά τε χρέους ἐῤῥύσατο

### 478

Πηγαῖς ἐλαίου· τῇ δὲ Σουναμίτιδι

### 479

Οὐκ ὄντ’ ἔδωκε παῖδα, κ’ ἐκ νεκρῶν πάλιν. Φθοράν τ’ ἐπέσχεν ἐκ πόας, καὶ πλείοσιν Ἤμυνε λιμὸν ἐνδεεστέρᾳ τροφῇ. Ναιμᾶν δὲ λέπρας ἐκκαθήρας τὸν Σύρον,

### 479

Πέμπει Γιεζεῖ τὴν νόσον· εἶτ’ ἀξίνην Ἔπλευσε νώτοις ἐκ βυθῶν Ἰορδάνου· Σύρων δὲ τοὺς ἕλκοντας ὄψεις ἀμβλύνας Ἔδωκεν ἐχθροῖς· εἶτα τῷ στρατῷ κόρον Προεῖτο, λεπρῶν ἔργα. Καὶ νεκρὸς νεκρὸν

### 479

Ἤγειρεν, ἐγγὺς συντεθέντων ὀστέων.

### 479

ΙΖʹ. Ἐπίγραμμα εἰς τὸ μαρτύριον Ἠλίου τὸ

### 479

καλούμενον Χηρεῖον.

### 479

Αὕτη, ξένε, καὶ Σαρεπτὰ τῆς Σιδωνίας,

### 480

Οὗτος δὲ χήρας πύργος, ἣ φιλοξένως Θεοῦ προφήτην Ἠλίαν τὸν Θεσβίτην, Λιμοῦ κακοῦντος τὰς πόλεις, ἐδέξατο· ᾟ καὶ μικρὸν ἦν ἔλαιον ἐν τῷ καψάκῃ,

### 480

Καὶ δρὰξ ἀλεύρων ὑδρίᾳ κεκρυμμένος. Τοῦτο δ’ ἀφειδῶς μεταδοῦσα τῷ ξένῳ, Πηγὴν, τρέφουσαν οἶκον, εὗρε τὴν δόσιν. Ταύτης τὸν υἱὸν Ἠλίας ζῶντα τρέφων, Θανόντα νεκρῶν ἐξανέστησε ζόφου.

### 480

Μήτηρ δὲ, πρὶν κλαίουσα τὴν ἀπαιδίαν, Ἐγένετο μήτηρ αὖθις ὠδίνων δίχα.

### 480

ΙΗʹ. Περὶ τῆς τοῦ Χριστοῦ γενεαλογίας.

### 480

Ματθαῖος πόθεν, εἰπὲ, μέγας, Λουκᾶς τε φέριστος,

### 481

Τὴν μὲν ὅγ’, αὐτὰρ ὁ τήνδε βίβλοις ἐνέθηκε γενέθλην, Αἳ Χριστὸν κατάγουσιν ἀφ’ αἵματος ἀρχεγόνοιο; Πῶς δ’ ὁ μὲν ἐν πλεόνεσσιν, ὅδ’ ἐν παύροισιν ἔληξεν; Ἐς Δαυῒδ μὲν ἄνακτα γένους ῥόος ἀμφοτέροισιν

### 481

Ἄτμητος· μετέπειτα ῥέει δίχα, ὑστάτιον δὲ Συμφέρεθ’ ὡς ἐπὶ πόντον ἀπείρονα Χριστὸν ὁδεύων. Ὧδέ κεν ἀθρήσειας, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ· Δαυῖδαι, Σολομών τε, Νάθαν τ’ ἔσαν, ὧν ὁ μὲν εἷλκεν Ὥς τε ῥόον μεγάλου ποταμοῦ, βασιλήϊον αἷμα·

### 481

Αὐτὰρ ὅγ’ εὐαγέων τε φαεινοτάτων θ’ ἱερήων. Χριστὸς δ’ ἀμφότερ’ ἔσκεν, ἄναξ μέγας, ἀρχιερεύς τε. Τοὔνεκα Ματθαῖος μὲν ἐγράψατο πνεύματι θείῳ Τοὺς Σολομωντιάδας, Λουκᾶς δ’ ἐς Νάθαν ὄρουσεν.

### 482

Ἐκ δὲ δύω γενεῶν, τῆς μὲν πλέον, ἐξ ἑτέρης δὲ Παυρότερον τὸ ῥέεθρον ἐπελθέμεν· οὐ μέγα θαῦμα. Οὐ μὲν παυρότερον· γενεῶν δ’ οὐκ ἴσον ἀριθμόν. Ὧδε τὰ πρῶτα κέασθεν, ἔπειτα δὲ εἰς ἓν ἄγερθεν.

### 482

Φράζε δὲ καὶ τόδε μοι, πατέρων δύο πῶς ποτ’ Ἰωσήφ. Τέθμιον ἦν Μωσῆος, ἐπὴν ἄσπερμος ὄληται Ἑβραῖος, κάσιν ἤ τιν’ ὀλωλότος, ἤ τινα πηῶν Ἐγγύθεν, αἶψα δάμαρτα φίλην καὶ κτῆσιν ἔχοντα, Σπερμαίνειν φθιμένῳ τε γόνον καὶ οἶκον ἀέξειν,

### 482

Ὄφρα κε μὴ νώνυμος ἐν ἀνθρώποισιν ὄληται. Τοὔνεκα κρυπτὸν ὕπερθε Θεοῦ βροτέου τόδ’ ἀνεῦρον.

### 482

Ματθὰν ἐκ Σολομῶνος ἄγων γένος, ἠγάγετ’ Ἐσθάν.

### 483

Τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο, Ναθείδης οὔνομα Μελχί. Καὶ τῷ μὲν Ἰακὼβ, τῷ δ’ Ἡλεὶ γείνατο παῖδας. Ἡλεὶ δὲ φθιμένοιο, ἐπεὶ γόνον οὔτιν’ ἔλειπεν, Αἶψα δόμον τε λέχος τε Ἰακὼβ οὐχ ὁμόπατρος

### 483

Δέξατο, καὶ τέκεν υἱὸν ἀδελφεῷ ἐσθλὸν Ἰωσήφ. Οὕτω τοῦ μὲν ἔην, τῷ δ’ ἔγραφε θεσμὸς Ἰωσήφ. Εὐαγγελιστῶν δ’ ὃς μὲν εἶπε τὴν φύσιν, Ματθαῖος, ὃς δ’ ἔγραψε Λουκᾶς τὸν νόμον. Παῦσαι διοχλῶν τὴν καλὴν συμφωνίαν.

### 483

Πῶς Δαυῒδ ἐς ἄνακτα φέρει Θεὸς, εὖτε φαάνθη Μητέρος ἐκ βροτέης Θεὸς ἄμβροτος; ἐκ μὲν Ἰωσὴφ, Πῶς ὅγε; παρθενικῆς γὰρ ἔην πάϊς, ἐκ Μαρίης δὲ, Λευίδης· Μαριὰμ γὰρ ἀφ’ αἵματος ἦεν Ἀαρών.

### 484

Μάρτυς δ’ ἄγγελος ἄμμιν, ἐπεὶ Προδρόμοιο γενέθλην Ἀγγέλλων μεγάλοιο φάους θεοειδέϊ μητρὶ, Μητέρας ἀμφοτέρας ὅγ’ ἀνήγαγεν ἐς μέγαν Ἀαρών. Φρῆτραι δ’ αὖ βασιλῆος ἀμιγέες, ἡ δ’ ἱερήων.

### 484

Οὐκ ἔτυμον. Φρῆτραι μὲν ἔσαν δίχα, πολλάκι δ’ αὖτε Μίγνυντο. Πρόσθεν μὲν Ἀρὼν μεγάλοιο θύγατρα Ἠγάγετ’ ἐς μέγα δῶμα Ναασσὼν, ὃς δ’ ἀπ’ Ἰούδα Ἕκτος ἔην. Μετέπειτα δ’ ἐπεὶ πόλιν ὤλεσεν αἰχμὴ Ἀσσυρίων, Βαβυλών τε τὰ τέθμια πάντα τίναξεν,

### 484

Οὐδὲ φυλῶν τῆμόσδε διακριδὸν αἷμα φυλάχθη Οὕτω μὲν διὰ μητρὸς ἀνέρχεται ἐς βασιλῆας. Ἐκ δὲ πατρὸς δοκέοντος ὅπως, φράζεσθαι ἄνωγα.

### 484

Αὐγούστου βασιλῆος ἐπεὶ φόρος ἔγραφε πάντας

### 485

Ἄλλοι μέν τ’ ἄλλῃσιν ἐνὶ πτολίεσσι γράφοντο Πατρῴαις, Δαυῒδ δὲ φίλον πέδον αἶψα κίχανον Βηθλεὲμ, ἢ κόλποισι μέγαν ὑπεδέξατο Χριστὸν, Ἀμφότεροι, μνηστή τε φίλη, καὶ κεδνὸς Ἰωσὴφ

### 485

Γραψόμενοι. Φρήτρης γὰρ ἰῆς ἔσαν. Ὧδ’ ἐνὶ φάτνῃ Μήτηρ παρθενικὴ, κόσμου τέκε παντὸς ἄνακτα. Οὕτω καὶ διὰ πατρὸς ἀνέρχεται ἐς βασιλῆας. Ἔμπαλι μὲν γενεὴν Λουκᾶς μέγας ἤγαγε μύθῳ Εἰς Ἀδὰμ ἐκ Χριστοῖο. Ἐμοὶ δ’ Ἀδὰμ ἦλθ’ ἐπὶ Χριστόν.

### 485

Χειρὶ Θεοῦ πρώτιστος Ἀδὰμ γένετ’. Ἐκ δ’ Ἀδάμοιο Σὴθ πέλε. Τοῦ δ’ ἄρ’ Ἐνώς. Τοῦ, τέτρατος ἦε Καϊνάν. Τοῦ δ’ ἦν Μαλελεήλ. Τοῦ δ’ Ἰαρὲδ, ὃς τέκε παῖδα Κεῖνον Ἐνὼχ, ὃς ζωὸς ἐς οὐρανὸν ἦλθεν ἀερθείς. Τοῦδε, Μαθουσάλα ἔσκεν, ὃς υἱέα γείνατο Λάμεχ.

### 485

Αὐτὰρ ὃ, Νῶε πατήρ. Σὴμ, Νώεος υἱὸς ἐκείνου. Ἐκ τοῦ δ’ Ἀρφαξὰδ, Καϊνὰν, Σαλά· τοῦ δ’ ἐνέπουσιν Υἱὸν Ἕβερ. Ἕβερος δὲ Φάλεκ πάϊς. Ἐκ δ’ ἄρα Φαλὲκ, Ἔσκε Ῥαγάβ. Κεῖνος δὲ Σεροὺχ τέκεν, ὃς τέκε Ναχώρ.

### 486

Ἀβραὰμ αὖτ’ ἐπὶ τοῖσδε, πάϊς Θάρα Ναχορίδαο. Ἀβραμίδης δ’ Ἰσαὰκ Ἰακὼβ τέκεν, ὃς δ’ ἄρ’ Ἰούδαν. Αὐτὰρ ὃ ἐκ Θαμάρης Φαρὲς τέκεν. Αὐτὰρ ὃ, Ἐσρώμ. Ἐσρὼμ, τὸν Ἀρὰμ, ὃς τὸν Ἀμιναδάμ. Ὃς δὲ Ναασσών.

### 486

Νασσὼν δ’ αὖ, Σαλμών. Σαλμὼν, Βοόζ. Ἐκ Βοὸζ, Ὠβήδ. Ὠβὴδ δ’ Ἰεσσαί· τοῦ δ’ ἐκ μέγας ἔπλετο Δαυΐδ. Δαυίδης δὲ, Νάθαν, ὃς Ματθὰν υἱὸν ἔτικτεν, Ὃς Μαϊνάν. Μαϊνὰν, Μελεὰν τέκε. Ὃς δ’ Ἐλιακείμ. Ὃς τὸν Ἰωάναν. Ὃς τὸν Ἰωσήφ. Ὃς, τὸν Ἰούδαν

### 486

Γείνατο. Τοῦ, Συμεών. Τοῦ, Λευί. Τοῦ ἄπο, Ματθάν. Τοῦδε, Ἰωρείμ. Τοῦ δ’ Ἐλιέζερ. Τοῦδε, Ἰωσάφ. Τοῦ δ’ Ἤρ. Τοῦ δ’ Ἐλμώδ. Τοῦ δ’ αὖ πάϊς ἔπλετο Κωσάμ. Κωσὰμ, ἔην Ἀδδί. Τοῦ, Μελχί. Τοῦ δ’ ἄπο, Νηρί. Τοῦ δ’ ἄπο, Σαλαθιὴλ, Ζοροβάβελ, Ῥησὰ, Ἰωνὰν,

### 486

Ἰούδας, Ὠσώκ, Σεμεεί τ’ αὖ, Ματθίας τε,

### 486

Καὶ Μαὰθ, Ναγγαὶ, καὶ Ἐσλείμ· τοῦ δ’ ἄπο Ναοὺμ,

### 487

Ἀμὼς, Ματθαθίας, καὶ Ἰωσὴφ, ἠδὲ Ἰανναί· Μελχὶ, καὶ Λευὶ, καὶ Ματθὰν, Ἡλεὶ, Ἰωσήφ. Λουκᾶς μὲν οὕτω. Πῶς δὲ Ματθαῖος μέγας; Ἐξ Ἀβραὰμ μὲν μέχρι Δαυῒδ, ὡς ἔφην.

### 487

Ἔνθεν δὲ Λουκᾶ τὴν ἱερατικὴν παρεὶς Σπορὰν, τίθησι τοῦ γένους ἀνακτόρων. Εἰσὶν δ’ ὅσοι τε καὶ τίνες, λελέξεται. Δαυίδης, Σολομὼν, Ῥοβοὰμ, Ἀβίας τε, Ἀσά τε. Τοῦ δ’ Ἰωσαφὰτ ἔσκεν. Ὁ δ’ ἕβδομος ἦεν Ἰωράμ.

### 487

Ὀζίας, ἠδ’ Ἰωάθαμ, ἠδ’ Ἄχαζ, Ἐζεκίας τε, Καὶ Μανασῆ, καὶ Ἀμὼς, Ἰωσίας. Αὐτὰρ ἔπειτα Ἰεχονίας, ἁλωτὸν ὃν ἤγαγον ἐς Βαβυλῶνα· Σαλαθιὴλ, Ζοροβάβελ, Ἀβιοὺδ, ἠδ’ Ἐλιακεὶμ, Ἀζώρ. Τοῦδε, Σαδώκ. Τοῦ δ’ Ἀχίν. Τοῦ δ’ Ἐλιούδα.

### 487

Τοῦδ’ Ἐλιέζερ ἔην. Τοῦ, Ματθάν. Τοῦ δὲ Ἰακώβ. Ὕστατος, ὃς δοκέεσκε πατὴρ Χριστοῖο, Ἰωσήφ.

### 488 (1t)

ΙΘʹ. Μαθηταὶ τοῦ Χριστοῦ ΙΒʹ.

### 488 (1t)

Δώδεκα δ’ αὖ Χριστοῖο Θεοῦ μεγάλοιο μαθηταί. Πέτρος τ’ Ἀνδρείας τε, Ἰωάννης τ’, Ἰάκωβος. Πέμπτος δ’ ἦε Φίλιππος· ὁ δ’ ἕκτος, Βαρθολομαῖος,

### 488 (1t)

Ματθαῖος, Θωμᾶς τε, καὶ Ἀλφαίου Ἰάκωβος· Ἰούδας τε, Σίμων τε, καὶ οὐ φατὸς ἄλλος Ἰούδας.

### 488 (1t)

Κʹ. Τὰ τοῦ Χριστοῦ θαύματα κατὰ Ματθαῖον.

### 488 (1t)

Ματθείης βίβλοιο τὰ θαύματα, ὁππός’ ἔρεξε Χριστὸς ἄναξ βροτέῳ σώματι κιρνάμενος.

### 488 (1t)

Πρῶτον μὲν λεπροῖο πικρὴν ἀπεσείσατο νοῦσον, Εἶθ’ ἑκατοντάρχου παιδὸς ἔπηξε μέλη. Τὸ τρίτον αὖ Πέτρου ἑκυρῆς φλόγα ἔσβεσε χειρί.

### 488 (1t)

Τέτρατον, οἶδμα μέγα εὔνασε καὶ ἀνέμους.

### 489

Δαίμονας ἧκε σύεσσι τὸ πέμπτον, ἐν Γεργεσσηνοῖς. Ἕκτον, ἑὴν κλίνην ᾖρε βαρὺς μέλεσιν. Ἕβδομον, ἁψαμένης πηγὴν σχέθεν αἱμοροούσης. Ἄρχοντος θυγάτηρ ὄγδοον εὗρε φάος.

### 489

Ἔννατον αὖ, τυφλοῖσι πόρεν φάος. Ἐκ δ’ ἐλαθέντος Δαίμονος, οὐ λαλέων ῥῆξε λόγον, δέκατον. Σαββάτῳ ἑνδέκατον, ξηρὴν χέρα λύσατο δεσμῶν, Ὄσσε δὲ δαιμονίου κ’ οὔατα, δωδέκατον. Ἐκ δεκάτοιο τρίτον, κοφίνους δυοκαίδεκα πλῆσε,

### 489

Κἀνδρῶν χιλιάδας πέντ’ ἀπὸ πέντ’ ἀκόλων. Τέτρατον ἐκ δεκάτου δὲ, κιχήσατο νῆα πόδεσσι· Τοῖς δ’ ὑπόειξε μέγας πόντος ὀρινόμενος. Πέντε δὲ καὶ δέκατον, Χαναναίας πνεῦμ’ ἐδίωξε, Μητρὶ χαριζόμενος πολλὰ λιταζομένῃ.

### 489

Ἕκτον καὶ δέκατον, σπυρίδας λίπον ἕπτ’ ἀπὸ ἑπτὰ

### 490

Ἄρτων, χιλιάδες τέσσαρες, ἦν τε κόρος. Ἑπτὰ δὲ καὶ δέκατον, θείην ἠλλάξατο μορφὴν, Στράψας οἷσι φίλοις ἠελίοιο πλέον. Ὀκτωκαιδέκατον δὲ, σεληναίης ἀπὸ νούσου

### 490

Ὡς ἱκέτευσε πατὴρ, λύσατο παῖδα φίλον. Ἐννεακαιδέκατον, φάος ὄμμασιν ἐξ Ἱεριχοῦς Τυφλοῖς εἰνοδίοις δῶκε πορευόμενος. Εἰκοστὸν δ’ αὐγὰς πόρεν ὄμμασι, πηρά τ’ ἔλυσε Γούνατα, ἐξ ἱεροῦ λύματα πάντ’ ἐλάσας.

### 490

Θαῦμα δὲ Βηθανίηθεν ἰὼν ποίησε μέγιστον, Ξηρὴν αἶψα συκῆν, ὥς μιν ἄκαρπον ἴδεν. Ἐκ δ’ ἐχύθη σταυροῖο βαθὺ σκότος, οἰχομένοιο Φωτὸς, καὶ νηοῦ εὐρὺ πέτασμα ῥάγη. Γαῖα δὲ παλλομένη, γαίης ὕπερ ἔσχισε πέτρας,

### 490

Καὶ νέκυες τύμβους λεῖψαν ἀνεγρόμενοι.

### 491

Αὐτὰρ ὅγε τριτάτῳ ἐνὶ ἤματι τύμβον ἀνοίξας, Αὖθις ἑοῖσι φίλοις ἐν Γαλιλαί’ ἐφάνη.

### 491

ΚΑʹ. Τὰ Χριστοῦ θαύματα κατὰ Μάρκον.

### 491

Μάρκος δ’ Αὐσονίοισι Θεοῦ τάδε θαύματ’ ἔγραψε,

### 491

Πέτρῳ θαρσαλέος Χριστοῦ μεγάλῳ θεράποντι. Δαίμων καὶ πυρετὸς, καὶ λέπρη, καὶ παράλυσις Εἶξε λόγῳ Χριστοῦ. Μετέπειτα δὲ χεὶρ ἐτανύσθη Ξηρή· καὶ ἀνέμων λῆξεν μένος ἠδὲ θαλάσσης. Καὶ λεγεὼν ὑπόειξε, καὶ αἱματόεσσαν ἔπαυσε

### 491

Πηγὴν, καὶ θυγατρὶ ζωὴν πόρ’ Ἰαείροιο. Πέντε δ’ ἄρ’ ἐξ ἄρτων πολλοὶ τράφεν. Ἔνθεν ἔδησε Πόντον ἐπιστείβων. Μετέπειτα δὲ, πνεῦμ’ ἐδίωξε Φοινίσσης, Τυρίοισι τέρας καὶ Σιδονίοισι,

### 492

Κωφόν τ’ οὐ λαλέον. Θρέψεν πάλιν ἕπτ’ ἀκόλοισιν Ἀνδρῶν χιλιάδας· καὶ τυφλὸς ἴδεν φάος. Εἶτα Καὶ μορφῆς ἀπέπεμψε σέλας, καὶ δεσμὸν ἔλυσε Γλώσσης, πνεῦμ’ ἐλάσας· Βαρτιμαῖός τε φάοσδε

### 492

Τυφλὸς ἐξ Ἱεριχοῦντος ἐσέδρακεν. Ὡς δὲ ἄκαρπον Εὗρε συκῆν χατέων, νεκρὰν ἔθηκε λόγῳ. Τυφλοὺς δ’ αὖ χωλούς τε ἰήσατο ἐγγύθι νηοῦ.

### 492

ΚΒʹ. Τοῦ αὐτοῦ θαύματα κατὰ Λουκᾶν.

### 492

Λουκᾶς δ’ Ἑλλάδι σεπτὰ Θεοῦ τάδε θαύματ’ ἔγραψε,

### 492

Παύλῳ θαρσαλέος Χριστοῦ μεγάλῳ θεράποντι. Δαίμων καὶ πυρετὸς καὶ λέπρη καὶ παράλυσις Εἶξε λόγῳ· καὶ χεὶρ τείνατο καρφαλέη.

### 492

Εἶθ’ ἑκατοντάρχοιο λελυμένον ἥδρασε παῖδα·

### 493

Χήρῃ τ’ ἐκ νεκύων ἐν Ναῒμ υἷα πόρε. Τὴν δὲ μύρῳ χρίσασαν ἁγνοὺς πόδας ἥγνισε μύθῳ. Καὶ στῆσεν ἀνέμους, καὶ λεγεῶνα μέγαν. Αἵματος ἔσχε ῥύσιν, καὶ Ἰαείροιο θύγατρα

### 493

Ἤγαγεν ἐς ζωήν. Πέντε δ’ ἄρ’ ἐξ ἀκόλων Καὶ δύο ἰχθυδίων, ἐν ἐρήμῳ πέντε ποτ’ ἀνδρῶν Θρέψεν χιλιάδας. Εἴδεος ἧκε σέλας. Δαίμονα τηλυγέτοιο πικρὸν ἀποέργαθε παιδὸς, Καὶ τὸν ἐπὶ γλώσσης ἥμενον, ὣς δὲ πάλαι

### 493

Ἑβραίην στυγερῇ νούσῳ κλίναντα γυναῖκα, Ναὶ μὴν καὶ ὑδέρου ὄγκον ἀπεσκέδασε. Καὶ λεπροὺς ἐκάθηρε δέκα, τῶν εἷς Σαμαρείτης. Τυφλῷ τ’ ἐξ Ἱεριχοῦς φῶς πόρεν εἰνοδίῳ. Ὄσσα τ’ ἀποψύχοντος ἴδον σημήϊα Χριστοῦ,

### 494

Ἠδ’ ὡς ἐκ νεκύων οἷσι φίλοισι φάνη.

### 494

ΚΓʹ. Τοῦ αὐτοῦ θαύματα κατὰ Ἰωάννην.

### 494

Παῦρα δ’ Ἰωάννου δῄεις ἱερῇ ἐνὶ βίβλῳ Θαύματα δὴ, πολλοὺς δὲ λόγους Χριστοῖο ἄνακτος.

### 494

Ἦν γάμος, οἰνοχόοι δ’ ἐκέρων ἐξ ὕδατος οἶνον. Εἶπε, καὶ υἱὸς ἄνουσος ἔην κάμνων βασιλίσκου. Εἶπε, λέχος δ’ ἀνάειρεν, ὃς οὐ φύγε δεσμὰ λοετροῖς. Πέντε δ’ ἔπειτ’ ἄρτων τέλεσεν τέρας. Ἔνθεν ὅδευσεν Πόντον ὑπερζείοντα, καὶ ἐξεσάωσε μαθητάς.

### 494

Τυφλὸν δ’ ἐκ γενετῆς ἰήσατο, πηλὸν ἀλείψας. Τέτρατον ἦμαρ ἔην καὶ Λάζαρος ἔγρετο τύμβου. Αὐτὰρ ὁ καὶ νεκύεσσι θάνεν, καὶ ζῶσιν ἀναστὰς

### 494

Χριστὸς ἄναξ ἀναφανδὸν ὁμίλεεν οἷς ἑτάροισι.

### 495 (1t)

ΚΔʹ. Τοῦ αὐτοῦ παραβολαὶ καὶ αἰνίγματα.

### 495 (1t)

Εἰ δ’ ἄγε, καὶ σκοτίων αἰνίγματα δέρκεο μύθων· Οἶκον ἐπὶ ψάμμου κείμενον ἀδρανέος, Καὶ σπόρον, ὡς ἐπὶ γαῖαν ὁμοίϊος, ἦλθεν ἄνισος·

### 495 (1t)

Καὶ σπόρον, ᾧ καλῷ σπέρματα ἐχθρὰ μίγη· Καὶ δένδρον, ὀλίγον νάπυος σπόρον· εἶτ’ ἐν ἀλεύρῳ Ζύμην κρυπτομένην· ὤνιον ἀγρὸν ἔτι Θησαυροῖο χάριν· καὶ μαργαρίτην πολύτιμον, Ἔμπορος ὃν πάντων ἐπρίατο κτεάνων·

### 495 (1t)

Καὶ νεπόδων ἕλκουσαν ἅπαν γένος ἐξ ἁλὸς ἄρκυν· Αἰρόμενόν τ’ ὤμοις πλαζόμενον πρόβατον· Καὶ πικρῷ θεράποντι χρέους πέρι, πικρὸν ἄνακτα Καὶ πρώτοις πυμάτους μισθὸν ἔχοντας ἴσον·

### 496

Πεμπομένους θ’ υἱῆας ἐς ἄμπελον οὐδὲν ὁμοίους, Καὶ τοὺς κληρονόμον ὠσαμένους θανάτῳ· Καὶ σχεδίους νυμφῶνι φίλην πλήσαντας ἑορτήν· Ἔνθεν ἀκοιμήτους ἐν δαΐδεσσι κόρας

### 496

Καὶ κύριον δούλοισι νέμοντ’ οὐκ ἶσα τάλαντα· Ἔμπαλιν αὖ προβάτοις ἱσταμένους ἐρίφους.

### 496

ΚΕʹ. Παραβολαὶ Χριστοῦ κατὰ Μάρκον.

### 496

Τόσσα Χριστὸς ἔρεξε μέγας, μύθους δ’ ἀγόρευσε Παρβλήδην· ἐπὶ γαῖαν ἕνα σπόρον οὔτι ὅμοιον,

### 496

Καὶ τὸν ζιζανίων σπέρματι συμφυέα, Καὶ νάπυ, κληρονόμον τε θανόνθ’ ὑπὸ χερσὶν ἀθέσμοις.

### 496

Μάρκος μὲν δὴ τοῖα, Πέτρου φυτόν· εὐρυχόρῳ δὲ

### 497

Ἑλλάδι Παύλοιο Λουκᾶς ἔγραψε τάδε· Δαίμων, καὶ πυρετὸς, καὶ ἄγρη, λέπρα, λύσις τε.

### 497

Κϛʹ. Παραβολαὶ κατὰ Λουκᾶν.

### 497

Παροιμιῶν δὲ Λουκᾶς ἐμνήσθη τόσων·

### 497

Τοῦ θέντος ἕδραν ἀσφαλῆ πέτρης ὕπερ Καὶ τοῦ παθόντος εὖ πλέον, καὶ τῷ πλέον Στέργοντος· εἶτα τοῦ σπόρου εἰς τέσσαρας Φύσεις πεσόντος γῆς· ἔπειθ’ ὁδοιπόρου Λῃσταῖς πεσόντος. Εἶτ’ ἀωρὶ πρὸς θύρας

### 497

Ἐλθών τις αἰτεῖ, κ’ οὐ πονηρὰ λαμβάνει. Ἀκάθαρτον εἶτα πνεῦμα δ’ εἰσοικίζεται Ἑπτὰ ξὺν ἄλλοις. Καὶ μάτην τις ἐλπίσι Καρπῶν γέγηθεν, ἀγνοῶν οἷ στήσεται.

### 498

Ἐκ τῶν γάμων δ’ ἥκοντι γρηγορητέον Χριστῷ, καλῶς τε τῇ θεραπείᾳ χρηστέον. Συκῆν τ’ ἄκαρπον ταῖς κόπροις ἐπωφελεῖν. Νάπυ, ζύμη τε, καὶ πένητες ἐν γάμῳ.

### 498

Χαρά τε δραχμῆς εὑρέσει, καὶ θρέμματος. Πατήρ τε παίδων τῷ πεσόντι συμπαθής. Εἶτ’ οἰκονόμος τι τῶν χρεῶν χαρίζεται Κλέπτων προμηθῶς. Λάζαρος καὶ πλούσιος. Ἐκεῖθε χήρας ἀξίωσις εὔτονος.

### 498

Εἶτ’ αὖ Τελώνης, καὶ Φαρισσαίου τύφος. Καὶ μνῶν μερισμὸς, ἰσάριθμος τοῖς δέκα. Κακοὶ γεωργοὶ καὶ φονεῖς τοῦ δεσπότου.

### 498

ΚΖʹ. Παραβολαὶ τῶν τεσσάρων εὐαγγελιστῶν.

### 498

Δείδω μὴ βιότοιο θεμείλιον ἐν ψαμάθοισι

### 499

Βαλλόμενος, ποταμοῖσι καὶ εἰν ἀνέμοισι κεδασθῶ, Ἢ σπόρος ὡς ἐπὶ γαῖαν ἰὼν ξηρὴν καὶ ἄκαρπον, Ὦκα μὲν ἀντείλαιμι, τάχιστα δὲ αὖος ἔοιμι, Ἠελίοιο βολῇσι τυπεὶς, καὶ πήμασι τυτθοῖς·

### 499

Ἤ με φάγοι πετεηνὰ, καὶ ἐκθλίψειαν ἄκανθαι. Μὴ δέ μοι ὑπνώοντι κακὸν σπόρον ἐγκαταμίξῃ Ζιζανίων ἀρότης τε κακῶν, καὶ βάσκανος ἐχθρός. Μὴ δ’ ἄρ’ ὁμοῦ χλοάουσι βαλὼν ἐπὶ χεῖρα φυτοῖσιν Ἐσθλοῖς ἠδὲ κακοῖσι, πρὶν ἐν σταχύεσσι σταθῆναι,

### 499

Σύν που ζιζανίοισι καλὸν φυτὸν ἐξολέσαιμι. Παύρων γὰρ τοιοῖσδε νοήμονα χεῖρ’ ἐπιθεῖναι, Ἔνθ’ ἀρετὴ κακίη τε διάνδιχα ναιετάουσαι, Ἀγχίθυροι γεγάασι, κακὸν δ’ ἐπιτέλλεται ἐσθλῷ. Αἰνῶ τὸν ὀλίγον νάπυος σπόρον, ὡς ὀλίγος μὲν,

### 499

Δενδροῦται δὲ τάχιστα, καὶ ἐς τόσον ὕψος ὁδεύει,

### 500

Ὥστε καὶ ὀρνίθεσσι πέλειν σκέπας ἠερίοισι. Μάργαρε τιμήει καὶ κύδιμε, σοῦ δ’ ἄρ’ ἔγωγε Κάλλεος ἱμείρων, μέγας ἔμπορος αἴθε γενοίμην, Πάντων δ’ ὅσσα μοί ἐστι μέχρις πυμάτοιο χιτῶνος.

### 500

Ὤνιον ἀντιλάβοιμι φίλον κτέαρ, ὥς κεν ἅπαντας Πλούτῳ νηκήσαιμι, πεπασμένος οἶον ἀπ’ ἄλλων, Ἢ θησαυρὸν ἀγροῖο μυχοῖς ἔνι κρυπτὸν ἐόντα! Οἶδα δ’ ἐγὼ καὶ κόσμον ἔσω πίπτοντα σαγήνης, ᾯ Χριστοῦ βασιλῆος ὑποδρήσσοντες ἐφετμαῖς,

### 500

Ἀνθρώπων ἀλιῆες ἑὸν λίνον ἀμφὶς ἔθηκαν, Ὡς ἁλὸς ἐξερύσωσι βυθῶν, ὀπάσωσι δὲ Χριστῷ Νηχομένους πικροῖς ἐνὶ κύμασι τοῦδε βίοιο. Ἀλλ’ ὁπόταν κρίνῃς ἁλίην, διὰ δ’ ἄνδιχα τέμνῃς,

### 500

Μή μ’ ἀπὸ τῆλε βάλοις, ἀχρήϊον οἷά περ ἰχθύν·

### 501

Ἄγγεσι δ’ ἐγκατάθειο φυλασσόμενον βασιλῆϊ. Ἐς μεγάλην δὲ Θεοῖο καλὴν ἐριθηλέ’ ἀλωὴν, Ἠῷος μὲν ἔβην, καὶ πλείονα μόχθον ἀνέτλην· Μισθὸν δ’ ὑστατίοισιν ἴσον, καὶ κῦδος ἔχοιμι.

### 501

Τίς φθόνος, εἰ μόχθοισι πόθον Θεὸς ἀντιφερίζει; Πέμπε πατὴρ υἱῆας ἐς ἄμπελον, ὡς κομέοιεν, Τὸν πρότερον, πρότερον· ὁ δ’ ἄρα πρόφρων ὑπέδεκτο, Οὐ μὴν ἐξετέλεσσε πατρὸς πόθον, ὥσπερ ὑπέστη. Αὐτὰρ ὅγ’ οὐχ ὑπέδεκτο, καὶ ἐξετέλεσσεν ἐφετμὴν

### 501

Ὁπλότερος. Κρείσσων μὲν ἐμοὶ, γλυκίων δὲ τοκῆϊ Ἀμφοτέρων, ὃς ἔδεκτο, καὶ ἐξετέλεσσεν ἐέλδωρ. Κληρονόμον δ’ ὀλέσαιεν, ὅσοι πυρὸς, ἐκτὸς ἀλωῆς. Ἔστι γάμος, τὸν παιδὶ πατὴρ φίλος ἐσθλὸς ἀρίστῳ Δαίνυσι καγχαλόων· τοῦδ’ ἀντιάσαιμι ἔγωγε,

### 502

Τοῦδ’ ἐγὼ ἀντιάσαιμι, καὶ ὃς φίλος ἐστὶν ἔμοιγε! Μίμνοι δ’ ἔκτοθι κεῖνος, ὅτις πρὸ γάμοιο τίθησιν Ἢ ἀγρὸν, ἠὲ βοῶν ζεῦγος νέον, ἠὲ δάμαρτα. Μηδ’ ἐνὶ δαιτυμόνεσσι γαμήλιον εἶδος ἔχουσιν,

### 502

Εἵματ’ ἔχων ῥυπόωντα, δεθεὶς χεῖράς τε πόδας τε, Νυμφῶνός τε γάμου τε, φίλων τ’ ἀπὸ τῆλε πέσοιμι. Ἡνίκα δ’ αἰθομέναις ἁγνῶν δεκὰς ἐν δαΐδεσσι Παρθένοι ἐγρήσσουσαι, ἀκοιμήτοις φαέεσσι Νυμφίον ἱμερόεντα Θεὸν δοκέωσιν ἄνακτα,

### 502

Ὡς λαμπραὶ γανόωντι ὑπαντήσωσιν ἰόντι, Μή μ’ ἐνὶ ταῖς κενεῇσι νόον, καὶ ἄφροσι θείης, Ἤδη που Χριστοῖο παρεσσομένου μογεούσαις, Μηδ’ ὀλιγοδρανέον δαΐδων σέλας ὄμμασι λεύσσων,

### 502

Ὀψὲ φάους ζωῆς ὑγρὸν ποθέοιμι ἔλαιον·

### 503

Μηδέ με κληϊσθέντα γάμων ὤσαιτο θύρετρα, Ἔνθα Λόγος καθαρῇσι πόθου μεγάλοις ὑπὸ δεσμοῖς Μιγνύμενος κραδίαις θάρσος καὶ κῦδος ὀπάζει. Ἐκ δὲ γάμων παλίνορσος ἄναξ ἐμὸς εὖτ’ ἂν ἐπέλθῃ,

### 503

Ἐξαπίνης δοκέουσι, καὶ οὐ δοκέουσιν ἐπιστὰς Εὕροι μ’ ἐν δοκέουσι, καὶ αἰνήσειε φόβοιο Ὡς ἀγαθὸν θεράποντα, καὶ ἤπιον ἀρχομένοισι, Καὶ σίτοιο δοτῆρα, λόγου στερεοῖο, φέριστον. Σχιζομένων τ’ ἐρίφων καὶ ὀΐων, ἤματι πικρῷ,

### 503

Ἀνδρῶν εὐσεβέων τε καὶ οὐχ ὁσίων ἑκάτερθεν, Στήσαις μή μ’ ἐρίφοις ἐναρίθμιον, ἀλλ’ ὀΐεσσι Δεξιτερὴν παρὰ χεῖρα, μένοι τ’ ἐνὶ χείροσι λαιή. Λύχνος δή τις ἔμοιγε φαεσφόρος ἔκτοθι λάμποι

### 504

Λυχνίης καθύπερθε. Καλὸν δέ τι καὶ θεὸν οἶον Ἴδμεναι, ὃς πάντεσσιν ἐπίσκοπον ὄμμα τίθησιν. Αἰεὶ δὲ στέργοιμι Θεὸν πλέον, εἴτε τι πικρὸν Εἴτ’ ἀγαθὸν παρέχοι· πᾶν γὰρ καλόν. Εἰ δὲ τυπείην

### 504

Ληϊσταῖς, μεγάλης κατιὼν ἀπὸ Χριστοπόληος, Μή με λίπῃς χείρεσσιν ὑπ’ ἀνδροφόνοισι δαμῆναι. Εἰ δὲ πνεῦμ’ ἐλάσεις ψυχῆς ἄπο, μηκέτ’ ἀεργὸν Εὑρὼν σὺν πλεόνεσσι καταδράμοι ἐχθρὸς ἐμεῖο. Μηδὲ συκῆν ὀλέσειας ἀχρήϊον, ἀλλ’ ἔτι καρπὸν

### 504

Ἔλπεο, μηδὲ τέμῃς μιν, ἄναξ· κομέων δέ τ’ ἐγείρειν. Δραχμήν τε, πρόβατόν τε, πάϊν τ’ ἀπὸ πάντ’ ὀλέσαντα Εὑρὼν, τὴν μὲν ἔραζε, τὸ δ’ οὔρεσι, τὸν δ’ ὑπὸ ποσσὶν

### 504

Οἰκτρὸν ὑποστρέψαντα πατρώϊον ἐς δόμον, ὦ ’ναξ,

### 505

Αὖθις ἀριθμήσειας ἐν υἱάσι, θρέμμασι, δραχμαῖς. Μὴ δ’ ἀγαθοῦ βασιλῆος ἐμοῖς παθέεσσιν ἐόντος, Πρηκτὴρ αὐτὸς ἔοιμι πικρὸς χρήσταις ὁμοδούλοις. Καί τι χρεῶν κόψαιμι λαθὼν πινυτόφρονι βουλῇ,

### 505

Ὥς κεν χρηΐζων ποτ’ ἐς ὕστερον ἄλκαρ ἔχοιμι! Λάζαρος ἐνθάδ’ ἔοιμι, καὶ ὕστερον· ἄλλος ἀγήνωρ Ἐνθάδε, κεῖθι δ’ ἄτιμος ἔχων φλόγας ἀντὶ κόροιο. Εἴην μὴ μεγάλαυχος, ἐπεὶ κακός εἰμι τελώνης. Δάκρυσιν οἶκτον ἔχοιμι, Φαρισσαῖοι δὲ πέσοιεν.

### 505

Χήρην δ’ εἴποτ’ ἐμεῖο παρὰ προθύροις μογέουσαν Ἄπρηκτον πέμψαιμι, καὶ εἰ λίθον ἢ ὄφιν αἰνὸν Ἀντ’ ἄρτοιο φίλοιο καὶ ἰχθύος ἡδυβόροιο Ἐχθρὰ φιλοφρονέων, παλάμης ἀπὸ τῆσδ’ ὀρέγοιμι,

### 506

Τοίων ἀντιτύχοιμι Θεοῦ πάρα. Εἰ δ’ ἀποθήκας Τὰς μὲν σφρηγὶς ἔχει, τὰς δ’ ἐλπίδες ὦκα θέουσαι, Ἥδε με νὺξ ὀλέσειε σὺν ἀδρανέουσιν ὀνείροις, Οὐδὲ μὲν οὐδὲ τάλαντον, ὅ μοι Θεὸς ἐγγυάλιξε

### 506

Πλειοτέρην ἄλλοισι μετρῶν χάριν, εὔχομ’ ἔγωγε Τοῦτο μένειν παλάμῃσιν ἐν ἡμετέρῃσιν ἀεργὸν, Ἠὲ μνᾶν φυσικοῖο λόγου, χάριν ἰσονέμητον, Ἀλλ’ ἔργον τ’ ὀπάσαιμι, κλέους τ’ ἐπί τ’ ἄντι τύχοιμι· Μηδὲ δίκην τίσαιμι πικρὴν, καὶ αἶσχος ἔχοιμι.

### 506

ΚΗʹ. Χειμὼν ἀπὸ Χριστοῦ κατασταλθείς.

### 506

Ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ’ ὁλκάδος ἔμφυτον ὕπνον,

### 506

Τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις.

### 507

Δείματί τε πλωτῆρες ἀνίαχον· Ἔγρεο, Σῶτερ, Ὀλλυμένοις ἐπάμυνον. Ἄναξ δ’ ἐκέλευεν ἀναστὰς Ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως. Θαύματι δ’ ἐφράζοντο Θεοῦ φύσιν οἱ παρεόντες.

### 507

ΚΘʹ. Ὕμνος εἰς Θεόν.

### 507

Ὦ πάντων ἐπέκεινα τί γὰρ θέμις ἄλλο σε μέλπειν; Πῶς λόγος ὑμνήσει σε; σὺ γὰρ λόγῳ οὐδενὶ ῥητόν. Πῶς νόος ἀθρήσει σε; σὺ γὰρ νόῳ οὐδενὶ ληπτός. Μοῦνος ἐὼν ἄφραστος· ἐπεὶ τέκες ὅσσα λαλεῖται.

### 507

Μοῦνος ἐὼν ἄγνωστος· ἐπεὶ τέκες ὅσσα νοεῖται. Πάντα σε καὶ λαλέοντα, καὶ οὐ λαλέοντα λιγαίνει. Πάντα σε καὶ νοέοντα καὶ οὐ νοέοντα γεραίρει. Ξυνοὶ γάρ τε πόθοι, ξυναὶ δ’ ὠδῖνες ἁπάντων

### 508

Ἀμφὶ σέ· σοὶ δὲ τὰ πάντα προσεύχεται· εἰς σὲ δὲ πάντα Σύνθεμα σὸν νοέοντα λαλεῖ σιγώμενον ὕμνον. Σοὶ ἑνὶ πάντα μένει· σοὶ δ’ ἀθρόα πάντα θοάζει. Καὶ πάντων τέλος ἐσσὶ, καὶ εἷς, καὶ πάντα, καὶ οὐδεὶς,

### 508

Οὐχ ἓν ἐὼν, οὐ πάντα· πανώνυμε, πῶς σε καλέσσω, Τὸν μόνον ἀκλήϊστον; Ὑπερνεφέας δὲ καλύπτρας Τίς νόος οὐρανίδης εἰσδύσεται; Ἵλαος εἴης, Ὦ πάντων ἐπέκεινα· τί γὰρ θέμις ἄλλο σε μέλπειν;

### 508

Λʹ. Ὕμνος πρὸς Θεόν.

### 508

Σὲ τὸν ἄφθιτον μονάρχην Δὸς ἀνυμνεῖν, δὸς ἀείδειν, Τὸν ἄνακτα τὸν δεσπότην· Δι’ ὃν ὕμνος, δι’ ὃν αἶνος,

### 508

Δι’ ὃν Ἀγγέλων χορεία,

### 508

Δι’ ὃν αἰῶνες ἄπαυστοι,

### 509

Δι’ ὃν ἥλιος προλάμπει, Δι’ ὃν ὁ δρόμος σελήνης, Δι’ ὃν ἄστρων μέγα κάλλος, Δι’ ὃν ἄνθρωπος ὁ σεμνὸς

### 509

Ἔλαχε νοεῖν τὸ θεῖον, Λογικὸν ζῶον ὑπάρχων. Σὺ γὰρ ἔκτισας τὰ πάντα Παρέχων τάξιν ἑκάστῳ, Συνέχων τε τῇ προνοίᾳ.

### 509

Λόγον εἶπας, πέλεν ἔργον. Ὁ Λόγος σου Θεὸς Υἱός· Ὁμοούσιος γάρ ἐστιν,

### 509

Ὁμότιμος τῷ τεκόντι, Ὃς ἐφήρμοσεν τὰ πάντα, Ἵνα πάντων βασιλεύσῃ. Περιλάμβανον δὲ πάντα

### 509

Ἅγιον Πνεῦμα τὸ θεῖον Προνοούμενον φυλάσσει. Τριάδα ζῶσαν ἐρῶ σε, Ἕνα καὶ μόνον μονάρχην, Φύσιν ἄτρεπτον, ἄναρχον,

### 509

Φύσιν οὐσίας ἀφράστου, Σοφίας νοῦν ἀνέφικτον, Κράτος οὐρανῶν ἄπταιστον, Ἄτερ ἀρχῆς, ἀπέραντον,

### 510

Ἀκατασκόπητον αὐγὴν, Ἐφορῶσαν δὲ τὰ πάντα, Βάθος οὐδὲν ἀγνοοῦσαν Ἀπὸ γῆς μέχρις ἀβύσσου.

### 510

Πάτερ, ἵλεως γενοῦ μοι. Διὰ παντὸς θεραπεύειν Τὸ σέβασμα τοῦτο, δός μοι Τὰ δ’ ἁμαρτήματα ῥίψον, Τὸ συνειδὸς ἐκκαθαίρων

### 510

Ἀπὸ πάσης κακονοίας,

### 510

Ἵνα δοξάσω τὸ θεῖον

### 510

Ὁσίας χεῖρας ἐπαίρων Ἵνα Χριστὸν εὐλογήσω, Γόνυ κάμπτων ἱκετεύσω Τότε προσλαβεῖν με δοῦλον, Ὅτ’ ἂν ἔλθῃ βασιλεύων.

### 510

Πάτερ, ἵλεως γενοῦ μοι, Ἔλεον καὶ χάριν εὕρω· Ὅτι δόξα καὶ χάρις σοι Ἄχρις αἰῶνος ἀμέτρου.

### 510

ΛΑʹ. Ὕμνος ἄλλος.

### 510

Δόξα Θεῷ τῷ Πατρὶ, καὶ Υἱῷ παμβασιλῆι·

### 511

Δόξα πανευφήμῳ Πνεύματι παναγίῳ. Ἡ Τριὰς εἷς Θεός ἐστιν, ὃς ἔκτισε, πλῆσέ τε πάντα, Οὐρανὸν οὐρανίων, γαῖαν ἐπιχθονίων· Πόντον, καὶ ποταμοὺς, καὶ πηγὰς πλῆσεν ἐνύδρων,

### 511

Πάντα ζωογονῶν πνεύματος ἐξ ἰδίου· Ὄφρα σοφὸν κτίστην πᾶσα κτίσις ὑμνήσειε, Τοῦ ζῇν, τοῦ τε μένειν, αἴτιον ὄντα μόνον. Ἡ λογικὴ δὲ μάλιστα φύσις διὰ παντὸς ἀείσῃ, Ὡς βασιλεῖα μέγαν, ὡς ἀγαθὸν πατέρα.

### 511

Πνεύματι, καὶ ψυχῇ, καὶ γλώττῃ, καὶ διανοίᾳ, Δὸς καὶ ἐμοὶ καθαρῶς δοξολογεῖν σε, Πάτερ.

### 511

ΛΒʹ. Ὕμνος ἑσπερινός.

### 511

Σὲ νῦν εὐλογοῦμεν, Χριστέ μου, Λόγε Θεοῦ,

### 512

Φῶς ἐκ φωτὸς ἀνάρχου, Καὶ Πνεύματος ταμίας, Τριττοῦ φωτὸς εἰς μίαν Δόξαν ἀθροιζομένου·

### 512

Ὃς ἔλυσας τὸ σκότος, Ὃς ὑπέστησας τὸ φῶς, Ἵν’ ἐν φωτὶ τὰ πάντα κτίσῃς, Καὶ τὴν ἄστατον ὕλην Στήσῃς μορφῶν εἰς κόσμον,

### 512

Καὶ τὴν νῦν εὐκοσμίαν·

### 512

Ὃς νοῦν ἐφώτισας ἀνθρώπου

### 512

Λόγῳ τε καὶ σοφίᾳ, Λαμπρότητος τῆς ἄνω Καὶ κάτω θεὶς εἰκόνα, Ἵνα φωτὶ βλέπῃ τὸ φῶς, Καὶ γένηται φῶς ὅλος.

### 512

Σὺ φωστῆρσιν οὐρανὸν Κατηύγασας ποικίλοις. Σὺ νύκτα καὶ ἡμέραν

### 512

Ἀλλήλαις εἴκειν ἠπίως

### 513

Ἔταξας, νόμον τιμῶν Ἀδελφότητος καὶ φιλίας. Καὶ τῇ μὲν ἔπαυσας κόπους Τῆς πολυμόχθου σαρκός·

### 513

Τῇ δ’ ἤγειρας εἰς ἔργον, Καὶ πράξεις τάς σοι φίλας, Ἵνα τὸ σκότος φυγόντες Φθάσωμεν εἰς ἡμέραν, Ἡμέραν τὴν μὴ νυκτὶ

### 513

Τῇ στυγνῇ λυομένην. Σὺ μὲν βάλοις ἐλαφρὸν Ὕπνον ἐμοῖς βλεφάροις,

### 513

Ὡς μὴ γλῶσσαν ὑμνῳδὸν Ἐπὶ πολὺ νεκροῦσθαι. Μήτ’ ἀντίφωνον ἀγγέλων Πλάσμα σὸν ἡσυχάζειν.

### 513

Σὺν σοὶ δὲ κοίτη εὐσεβεῖς Ἐννοίας ἐταζέτω, Μηδέ τι τῶν ῥυπαρῶν Ἡμέρας νὺξ ἐλέγχῃ, Μηδὲ παίγνια νυκτὸς

### 513

Ἐνύπνια θροείτω· Νοῦς δὲ καὶ σώματος δίχα Σοὶ, Θεὲ, προσλαλείτω, Τῷ Πατρὶ, καὶ τῷ Υἱῷ,

### 514

Καὶ τῷ ἁγίων Πνεύματι, ᾯ τιμὴ, δόξα, κράτος, Εἰς τοὺς αἰῶνας. Ἀμήν.

### 514

ΛΓʹ. Εὐχαριστήριον.

### 514

Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Οὐρανὸς ἐπλήσθη δόξης σέο, πᾶσά τε γαῖα Σῆς σοφίης. Θεὸς Υἱὸς ὁ σὸς Λόγος ἔκτισε πάντα. Σὸν ἅγιον Πνεῦμα ζωὴν πάντεσσι χορηγεῖ. Ἱλήκοις κόσμῳ θεία Τριάς· ἵλαθι δ’ ἡμῖν,

### 514

Υἱὲ Θεοῦ κατὰ πνεῦμα, καὶ ἀνθρώπου κατὰ σάρκα, Ὅστις ἐπὶ σταυροῖο μόρον τέτληκας ἐπισπεῖν, Οἷα βροτός· τριτάτῃ δὲ πύλας λίπες ἀϊδονῆος, Οἷα Θεός· θανάτου γὰρ ἔλυσας δεσμὸν ἀναστὰς, Καὶ βροτέῃ γενεῇ φύσιν ὤπασας, οἷα καὶ ἡμᾶς

### 514

Ζώειν ἤματα πάντα, σὲ δ’ ἄμβροτον αἰὲν ἀείδειν.

### 515 (1t)

ΛΔʹ. Εὐχαριστήριον ἄλλο.

### 515 (1t)

Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Σοὶ χάρις· ὃς τὰ νοητὰ λόγῳ, τά θ’ ὁρατὰ κελεύσει Στῆσας τ’ οὐ πρὶν ἐόντα, καὶ ἐξ ἀφανοῦς κατέδειξας.

### 515 (1t)

Σὸν θρόνον ἀμφιέπουσιν ἀκήρατοι ὑμνητῆρες, Ἔνθεν μυριάδες, καὶ χιλιάδες πάλιν ἔνθεν, Ἀγγελικῆς στρατιῆς πυρόεις χορὸς, ἄφθιτοι ἀρχὴν Λαοὶ πρωτοτόκων, καὶ λαμπομένων χορὸς ἄστρων· Πνεύματα θεσπεσίων ἀνδρῶν, ψυχαί τε δικαίων,

### 515 (1t)

Πάντες ὁμηγερέες, καὶ σὸν θρόνον ἀμφιέποντες, Γηθοσύνῃ τε, φόβῳ τε διηνεκὲς ἀείδουσι Ὕμνον ἀνυμνείοντες ἀκήρατον, ἢ καὶ ἄπαυστον· Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Οὗτος ἀκήρατος ὕμνος ἐπ’ οὐρανίοιο χοροῖο.

### 515 (1t)

Ναὶ λίτομαι κἀγὼ, Πάτερ ἄφθιτε, καὶ γόνυ κάμπτω

### 516

Ἡμετέρης κραδίης, Πάτερ ἄμβροτε, καὶ νόος ἔνδον Πρηνής σου προπάροιθε· κάρη δέ μοι ἐς χθόνα νεύει Λισσομένῳ· κεῖμαι δ’ ἱκέτης, καὶ δάκρυα χεύω. Οὐδὲ γὰρ ἄξιός εἰμι πρὸς οὐρανὸν ἀντία λεύσσειν

### 516

Ἀλλὰ σύ μ’ οἰκτείροις, ἐλέους Πάτερ, ἵλαος ἔσσο Σῷ κινυρῷ θεράποντι· σάου δέ με χεῖρα τανύσσας Ἐξ ὀνύχων θανάτοιο, νοήματα πάντα καθήρας. Μή μ’ ἀπογυμνώσῃς σοῦ Πνεύματος, ἀλλ’ ἔτι μᾶλλον Χεῦε μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἐμοῖσιν·

### 516

Ὄφρα σε καὶ κραδίῃ, καὶ χείλεσι καλὸν ἀείσω. Ὥσπερ ἐμῷ γενετῆρι, σῷ θεράποντι παρέστης, Δὸς καὶ ἐμοὶ καθαρὸν βίοτον, καθαράν τε τελευτὴν, Ἐλπωρήν τε τυχεῖν ἀγαθὴν, ἔλεόν τε, χάριν τε·

### 516

Πάντα δ’ ἀμαλδύνει, ὅσα ἤλιτον ἐκ νεότητος,

### 517

Ὡς ἀγαθὸς βασιλεύς· ὅτι σοὶ χάρις ἤματα πάντα, Σοὶ χάρις ἤματα πάντα, καὶ εἰς αἰῶνας ἅπαντας.

### 517

ΛΕʹ. Ἐπίκλησις πρὸ τῆς τῶν Γραφῶν ἀναγνώσεως.

### 517

Κλῦθι, Πάτερ Χριστοῦ πανεπίσκοπε, τῶνδε λιτάων

### 517

Ἡμετέρων· μολπὴν δὲ χαρίζεο σῷ θεράποντι Θεσπεσίην. Ζαθέην γὰρ ἐς ἀτραπὸν ἴχνος ἐλαύνων Οὗτος, ὃς αὐτογένεθλον ἐνὶ ζωοῖς θεὸν ἔγνω, Καὶ Χριστὸν θνητοῖσιν ἀλεξίκακον βασιλῆα· Ὅς ποτ’ ἐποικτείρας μερόπων γένος αἰνὰ παθόντων

### 517

Πατρὸς ὑπ’ ἐννεσίῃσιν ἑκὼν ἠλλάξατο μορφήν. Γίγνετο δὲ θνητὸς Θεὸς ἄφθιτος, εἰς ὅ κε πάντας Ταρταρέων μογέοντας ὑφ’ αἵματι λύσατο δεσμῶν. Δεῦρ’ ἴθι νῦν, ἱερῆς καὶ ἀκηρασίης ἀπὸ βίβλου

### 518

Ψυχὴν σὴν ἀτίταλλε θεοπνεύστοις ἐνὶ μύθοις. Ἔνθα γὰρ ἀθρήσειας ἀληθείης θεράποντας Ζωὴν ἀγγελέοντας ὑπ’ οὐρανομήκεϊ φωνῇ.

### 518

Λϛʹ. Ἐνόδια.

### 518

Χριστὲ ἄναξ, ὃς πάντα πέλεις σοῖσιν μερόπεσσιν Ἐσθλὰ, καὶ ἐν πάντεσσιν ὁδὸς ἰθεῖα τέτυξαι, Ὃς πυρὶ καὶ νεφέλῃ στρατὸν ἤγαγες, ὅς θ’ ὁδὸν εὗρες Ἐν πελάγει τμηθέντι φίλοις, Φαραὼ δ’ ἐκάλυψας, Ἄρτον δ’ οὐρανόθεν ξένον ὤπασας, ἐκ δ’ ἄρα πέτρης

### 518

Ἔβλυσας ἀκροτόμοιο ῥόον, μέγα θαῦμ’, ἐν ἐρήμῳ· Δυσμενέων ἀνδρῶν στῆσας μένος, εὖτε διέσχε, Σταυρὸν ὑποσκιάων, Μωσῆς χέρας, ἄλκαρ ἐμεῖο.

### 518

Μήνη δ’ ἠέλιός τε δρόμον σχέθον. Ὡς δὲ ῥέεθρον

### 519

Εἶξεν ἐπειγομένοισιν, ὁδὸς δ’ ἐπὶ γαῖαν ἐτύχθη Ῥηϊδίη, τὴν αὐτὸς ὑπέσχεο καὶ κατένευσας. Αὐτὸς δ’ οὐρανίην οἶμον μερόπεσσιν ἔδειξας Ὕστατον, ἀρχαίῃ δὲ νέην ἐπέμιξας ἀταρπὸν,

### 519

Εὖτε Θεὸς θνητός τε κραθεὶς, ἐπὶ γαῖαν ὁδεύσας Ἡμετέρην, αὖθις δὲ πρὸς οὐρανὸν ἔνθεν ἀερθεὶς, Ἵξεαι ἐλδομένοισι φαάντερος, ἢ τὸ πάροιθεν. Αὐτὸς καὶ πελάγους ἐπεβήσαο, σοῖς δὲ πόδεσσιν Οἶδμα πέσεν, χαλεποῖσι βιαζόμενον ἀνέμοισιν.

### 519

Ἀλλὰ μάκαρ, καὶ ἐμοί γε συνέμπορος ἐλθὲ καλεῦντι Σήμερον, εὐοδίην δὲ πόροις, καὶ ἄγγελον ἐσθλὸν, Πομπὸν, ἀλεξητῆρα, βοηθόον, ὄφρα με πάντων Ἠματίων νυχίων τε κακῶν ἄπο τηλόθ’ ἐέργων, Καὶ τέλος ἐσθλὸν ὁδοῖο χαριζόμενος μογέοντι,

### 519

Οἴκοθεν ἀρτεμέοντα, καὶ οἴκαδέ μ’ αὖθις ἀγινοῖ

### 520

Πηοῖσίν τε φίλοις τε ὁμὸν βίον ἀμφιέπουσιν, Ἔνθα σε νύκτα καὶ ἦμαρ ἐλεύθερος, ἀτρεμέων τε Λισσοίμην, κακότητος ἀμιγέα σοι βίον ἕλκων, Σοί τε νόον πτερόεντα, βίου φάος, αἰὲν ἀείρων,

### 520

Μέσφ’ ὅτε καὶ πυμάτην ξυνὴν ὁδὸν ἐξανύσαιμι, Ἐς δὲ μονὴν ἔλθοιμι μόγου τέλος εὐσεβέεσσι. Σοὶ ζῶ, σοὶ λαλέω, σοὶ δ’ ἕζομαι, ὦ ἄνα Χριστὲ, Σοὶ δ’ αἴρω ποδὸς ἴχνος, ἐπεὶ σύ με χειρὶ καλύπτεις· Ἀλλά με καὶ νῦν ἄγοις ἐσθλὸν ἐπὶ τέρμα πορείης.

### 520

ΛΖʹ. Ἄλλη περὶ εὐοδίας προσευχή.

### 520

Οὐκ ἔστ’ οὐδὲ ποδὸς χωρὶς σέο ἴχνος ἀεῖραι, Χριστὲ ἄναξ, ὃς πάντα πέλεις σοῖσιν μερόπεσσιν Ἐσθλὰ, καὶ ἐν πάντεσσιν ὁδὸς ἰθεῖα τέτυξαι.

### 520

Σοὶ πίσυνος, καὶ τήνδε τέμνω τρίβον, ἀλλά με πέμποις

### 521

Ἀσκηθῆ, καὶ πάντα πόροις, ὅς’ ἐέλδεται ἦτορ, Καί με, Ἄναξ, παλίνορσον ἄγοις ἐπὶ δῶμα πενιχρὸν, Ἔνθα σε νύκτα καὶ ἦμαρ ἐλεύθερος ἱλασκοίμην.

### 521

ΛΗʹ. Ἄλλη εἰς ταὐτὸ προσευχή.

### 521

Ὃς πυρὶ καὶ νεφέλῃ στρατὸν ἤγαγες, ὃς δ’ ὁδὸν εὗρες

### 522

Ἐν πελάγει, πήξας κύματ’ ἐλαυνομένοις. Ἄρτον δ’ οὐρανόθεν ὕσας ξένον οὐ δοκέουσιν· Ἐκ δὲ πέτρης πηγὴν ἔβλυσας ἀκροτόμου. Καὶ νῦν τῷ θεράποντι συνέμπορος ἐλθὲ καλεῦντι,

### 522

Χριστὲ, φάος μερόπων, δεξιὰ πάντα φέρων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: sne-cc`.
