---
title: "Anthology, Volume V: Book XIII"
title_greek: "Ἀνθολογία, ΙΓʹ"
author: Greek Anthology
eul_wid: ajg-aam
eul_aid: ajg
canonical: "https://eulogikon.org/works/greek-anthology-volume-5-book-13-ajg-aam"
lang: grc
period: Archaic
dialect: Mixed Dialects
content_hash: "sha256:f5dab061a1883ef6e247064620fe00b4330dcca5c54857d1259a13976fa46757"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Anthology, Volume V: Book XIII

*Ἀνθολογία, ΙΓʹ*

**Author:** Greek Anthology

**eul_wid:** `ajg-aam` · [HTML page](https://eulogikon.org/works/greek-anthology-volume-5-book-13-ajg-aam)

## Text

<!-- 13.p -->

ΕΠΙΓΡΑΜΜΑΤΑ

  

ΔΙΑΦΟΡΩΝ ΜΕΤΡΩΝ

  

<!-- 13.1 -->

ΦΙΛΙΠΠΟΥ

  

Χαῖρε, θεὰ Παφίη· σὴν γὰρ ἀεὶ δύναμιν  

κάλλος τʼ ἀθάνατον καὶ σέβας ἱμερόεν  

πάντες τιμῶσιν θνατοὶ ἐφαμέριοι  

ἐν πᾶσιν μύθοις ἔργοισίν τε καλοῖς·  

<!-- 5 -->πάντῃ γὰρ πᾶσιν σὴν δηλοῖς τιμήν.  

<!-- 13.2 -->

ΦΑΙΔΙΜΟΥ

  

Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε,  

ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον·  

Κηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ,  

Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω.  

<!-- 13.3 -->

ΘΕΟΚΡΙΤΟΥ

  

Ὁ μουσοποιὸς ἐνθάδʼ Ἱππῶναξ κεῖται.  

εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ·  

εἰ δʼ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν,  

θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον.  

<!-- 13.4 -->

ΑΝΑΚΡΕΟΝΤΟΣ

  

Ἀλκίμων σʼ, Ὠριστοκλείδη, πρῶτον οἰκτίρω φίλων·  

ὤλεσας δʼ ἥβην ἀμύνων πατρίδος δουληίην.  

<!-- 13.5 -->

ΦΑΛΑΙΚΟΥ

  

Νικῶ δίαυλον. —«Ἀλλʼ ἐγὼ παλαίων.» —  

Ἐγὼ δὲ πεντάεθλον. —«Ἀλλʼ ἐγὼ πύξ.» —  

Καὶ τίς τύ; —«Τιμόδημος.» —Ἀλλʼ ἐγὼ Κρής. —  

«Ἐγὼ δὲ Κρηθεύς.» —Ἀλλʼ ἐγὼ Διοκλῆς. —  

<!-- 5 -->«Καὶ τίς πατήρ τοι;» —Κλεῖνος. —«Ὥσπερ ἄμμιν.» —  

Ἔμπη δὲ νικῇς; —«Ἰσθμοῖ. ἦ τὺ δʼ ἔμπη;» —  

Νέμειον ἂν λειμῶνα καὶ παρʼ Ἥρᾳ.  

<!-- 13.6 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Τοῦτʼ ἐγὼ τὸ περισσὸν εἰκόνισμα  

τοῦ κωμῳδογέλωτος εἰς θρίαμβον  

κισσῷ καὶ στεφάνοισιν ἀμπυκασθὲν  

ἕστακʼ, ὄφρα Λύκωνι σᾶμʼ ἐπείη.  

<!-- 5 -->ὅσσα γὰρ καθυπῆρχε λαμπρὸς ἁνήρ,  

μνᾶμα τοῦ χαρίεντος ἔν τε λέσχᾳ  

ἔν τʼ οἴνῳ τόδε κἄτι τοῖς ἔπειτα  

ἄγκειται παράδειγμα τᾶς ὀπωπᾶς.  

<!-- 13.7 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ὁ Λύκτιος Μενίτας  

τὰ τόξα ταῦτʼ ἐπειπὼν  

ἔθηκε· «Τῆ, κέρας τοι  

δίδωμι καὶ φαρέτρην,  

<!-- 5 -->Σάραπι· τοὺς δʼ ὀιστοὺς  

ἔχουσιν Ἑσπερῖται.»  

<!-- 13.8 -->

ΘΕΟΔΩΡΙΔΑ

  

Ἐκ δολίχου τἤρᾳ σφυρήλατον, ὃν τάχει κρατήσας,  

Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα.  

<!-- 13.9 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπʼ οἰνηρῆς Χίου  

ἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων.  

<!-- 13.10 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόας  

ἅρπαξας, ποτί τε Ζανὸς ἱκνεῦμαι λιμενοσκόπω ...  

<!-- 13.11 -->

ΣΙΜΩΝΙΔΟΥ

  

Τίς εἰκόνα τάνδʼ ἀνέθηκεν; —«Δωριεὺς ὁ Θούριος.» —  

Οὐ Ῥόδιος γένος ἦν; —«Ναί, πρὶν φυγεῖν γε πατρίδα,  

δεινᾷ γε χειρὶ πόλλʼ ἔρξας ἔργα καὶ βίαια.»  

<!-- 13.12 -->

ΗΓΗΣΙΠΠΟΥ

  

Ἐρρέτω ἦμαρ ἐκεῖνο καὶ οὐλομένη σκοτόμαινα  

βρόμος τε δεινὸς ἠνεμωμένης ἁλός,  

οἵ ποτε νῆʼ ἐκύλισαν, ἐφʼ ἧς ὁ τὰ πολλὰ μελίφρων  

Ἀβδηρίων ἄπρηκτα θεοῖσιν εὔχετο·  

<!-- 5 -->ῥαίσθη γὰρ διὰ πάντα, προσηνέχθη δὲ κλύδωνι  

τρηχεῖαν εἰς Σέριφον, αἰδοίων ὅθι  

προξείνων ὑπὸ χερσὶ λαχὼν πυρὸς ἵκετο πάτρην  

Ἄβδηρα κρωσσῷ χαλκέῳ περισταλείς.  

<!-- 13.13 -->

ΑΔΕΣΠΟΤΟΝ

  

Τόνδε Πύρης ἀνέθηκε Πολυμνήστου φίλος υἱὸς  

εὐξάμενος δεκάτην Παλλάδι Τριτογενεῖ.  

Κυδωνιήτας Κρησίλας εἰργάσσατο.  

<!-- 13.14 -->

ΣΙΜΩΝΙΔΟΥ

  

Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται  

νίκαις ἱππόβοτον πατρίδʼ ἐπευκλεΐσας  

Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία,  

δύω δʼ ἐν Ἰσθμῷ, πεντεκαίδεκʼ ἐν Νεμέᾳ·  

<!-- 5 -->τὰς δʼ ἄλλας νίκας οὐκ εὐμαρές ἐστʼ ἀριθμῆσαι.  

<!-- 13.15 -->

ΑΔΕΣΠΟΤΟΝ

  

Εἰμὶ Δίκων υἱὸς Καλλιμβρότου, αὐτὰρ ἐνίκων  

τετράκις ἐν Νεμέᾳ, δὶς Ὀλύμπια, πεντάκι Πυθοῖ,  

τρὶς δʼ Ἰσθμῷ· στεφανῶ δʼ ἄστυ Συρακοσίων.  

<!-- 13.16 -->

ΑΔΕΣΠΟΤΟΝ

  

Σπάρτας μὲν βασιλῆες ἐμοὶ πατέρες καὶ ἀδελφοί·  

ἅρματι δʼ ὠκυπόδων ἵππων νικῶσα Κυνίσκα  

εἰκόνα τάνδʼ ἔστασα. μόναν δʼ ἐμέ φαμι γυναικῶν  

Ἑλλάδος ἐκ πάσας τόνδε λαβεῖν στέφανον.  

<!-- 13.17 -->Ἰφίων ἔγραψεν ἑᾷ χερί, τόν ποκα ὕδωρ  

θρέψε Πειρήνης ἄπο.  

<!-- 13.18 -->

ΠΑΡΜΕΝΟΝΤΟΣ

  

Χάλκεα ἔργα, λέγοισθε θοῆς ἐπινίκια πώλου,  

ἥτις κεντροραγὴς βαλοῦσα παῖδα  

ψιλὴ λευρὸν ἔθυσε περὶ δρόμον. ἐκ δʼ ἄρʼ ἐκείνου  

Παρμένων χρυσέης κύρησε νίκης.  

<!-- 5 -->Φώκριτε, σῷ δʼ ἄρα παιδὶ Ἀμυκλαΐδαι βασιλῆες  

πατρῴων ἔδοσαν λαχεῖν ἀέθλων.  

<!-- 13.19 -->

ΣΙΜΩΝΙΔΟΥ

  

Ἄνθηκεν τόδʼ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα  

ἐν Δελφοῖς ποτε Νικολᾴδας  

καὶ Παναθηναίοις στεφάνους λάβε πέντʼ ἐπʼ ἀέθλοις  

ἑξῆς ἀμφιφορεῖς ἐλαίου·  

<!-- 5 -->Ἰσθμῷ δʼ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ—οἶδεν ἑλόντα  

ἀκτὰ Ποντομέδοντος ἆθλα—  

καὶ Νεμέᾳ τρὶς ἐνίκησεν καὶ τετράκις ἄλλα  

Πελλάνᾳ, δύο δʼ ἐν Λυκαίῳ  

καὶ Τεγέᾳ καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τʼ Ἐπιδαύρῳ  

<!-- 10 -->καὶ Θήβᾳ Μεγάρων τε δάμῳ,  

ἐν δὲ Φλειοῦντι σταδίῳ τά τε πέντε κρατήσας  

ηὔφρανεν μεγάλαν Κόρινθον.  

<!-- 13.20 -->

ΣΙΜΩΝΙΔΟΥ

  

Πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθήνης,  

τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς  

τούσδε σὺν Ἡφαίστῳ τελέσας ἀνέθηκʼ Ἀφροδίτῃ  

καλοῦ δαμασθεὶς ἱμέρῳ Βρύσωνος.  

<!-- 13.21 -->

ΘΕΟΔΩΡΙΔΑ

  

Μνασάλκεος τὸ σᾶμα τῶ Πλαταιΐδα  

τῶ ʼλεγῃοποιῶ·  

ἁ Μῶσα δʼ αὐτῶ τᾶς Σιμωνίδα πλάτας  

ἧς ἀποσπάραγμα  

<!-- 5 -->κενά τε κλαγγὰν καὶ ʼπιλακυθίστρια  

διθυραμβοχάνα·  

τέθνακε, μὴ βάλωμες· εἰ δέ κε ζόεν,  

τύμπανόν κʼ ἐφύση.  

<!-- 13.22 -->

ΦΑΙΔΙΜΟΥ

  

Τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος,  

ἴσχε βίης, ἑκάεργʼ ἀνάσσων·  

οὔ σοι φαρέτρη λύεται λυκοκτόνος·  

τοῖσδε δʼ ἐπʼ ἠιθέοις ὀιστὸν  

<!-- 5 -->στρέφειν Ἔρωτος, τόφρʼ ἀλέξωνται πάτρῃ  

θαρσαλέοι φιλότατι κούρων·  

πυρὸς γὰρ ἀλκή, καὶ θεῶν ὑπέρτατος  

αἰὲν ὅδε προμάχους ἀέξειν.  

Μελιστίωνος δʼ, ὦ πατρώιον σέβας  

<!-- 10 -->Σχοινιέων, ἐπίηρα δέχθαι.  

<!-- 13.23 -->

ΑΣΚΛΗΠΙΑΔΟΥ

  

Ἰὼ παρέρπων, μικρόν, εἴ τι κἀγκονεῖς, ἄκουσον  

τὰ Βότρυος περισσὰ δῆτα κήδη,  

ὃς πρέσβυς ὀγδώκοντʼ ἐτῶν τὸν ἐκ νέων ἔθαψεν  

ἤδη τι τέχνᾳ καὶ σοφὸν λέγοντα.  

<!-- 5 -->φεῦ τὸν τεκόντα, φεῦ δὲ καὶ σέ, Βότρυος φίλος παῖ,  

ὅσων ἄμοιρος ἡδονῶν ἀπώλευ.  

<!-- 13.24 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Τὰ δῶρα τἀφροδίτῃ  

Σῖμον ἡ περίφοιτος εἰκόνʼ αὑτῆς  

ἔθηκε τήν τε μίτρην,  

ἣ μαστοὺς ἐφίλησε, τόν τε πανὸν  

<!-- 5 -->καὶ τούς ποτʼ ἀντίναξεν  

ἀυτοῦσʼ ἀνʼ ὄρη τάλαινα θύρσους.  

<!-- 13.25 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Δήμητρι τῇ Πυλαίῃ,  

τῇ τοῦτον οὑκ Πελασγῶν  

Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθʼ ὁ Ναυκρατίτης  

καὶ τῇ κάτω θυγατρὶ  

<!-- 5 -->τὰ δῶρα Τιμόδημος  

εἵσατο, τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθʼ οὕτως.  

<!-- 13.26 -->

ΣΙΜΩΝΙΔΟΥ

  

Μνήσομαι, οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδʼ Ἀρχεναύτεω  

κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν  

Ξανθίππην, Περιάνδρου ἀπέκγονον, ὅς ποθʼ ὑψιπύργου  

σήμαινε λαοῖς τέρμʼ ἔχων Κορίνθου.  

<!-- 13.27 -->

ΦΑΛΑΙΚΟΥ

  

Φῶκος ἐπὶ ξείνῃ μὲν ἀπέφθιτο· κῦμα γὰρ μέλαινα  

νεῦς οὐχ ὑπεξήνεικεν οὐδʼ ἐδέξατο·  

ἀλλὰ κατʼ Αἰγαίοιο πολὺν βυθὸν ᾤχετο πόντου  

βίῃ Νότου πρήσαντος ἐσχάτην ἅλα.  

<!-- 5 -->τύμβου δʼ ἐν πατέρων κενεοῦ λάχεν, ὃν πέρι Προμηθὶς  

μήτηρ, λυγρῇ ὄρνιθι πότμον εἰκέλη,  

αἰαῖ, κωκύει τὸν ἑὸν γόνον ἤματα πάντα,  

λέγουσα τὸν πρόωρον ὡς ἀπέφθιτο.  

<!-- 13.28 -->

ΒΑΚΧΥΛΙΔΟΥ ἢ ΣΙΜΩΝΙΔΟΥ

  

Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι  

ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις  

αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις  

σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,  

<!-- 5 -->οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων  

ἔθηκαν· εὖ τούσδʼ Ἀντιγένης ἐδίδασκεν ἄνδρας,  

εὖ δʼ ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων  

Ἀγρεῖος ἡδὺ πνεῦμα χέων καθαροῖς ἐν αὐλοῖς,  

τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος,  

<!-- 10 -->Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,  

αἵ οἱ ἐπʼ ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν  

θεοῦ θʼ ἕκατι θῆκαν ἰοστεφάνων τε Μοισᾶν.  

<!-- 13.29 -->

ΝΙΚΑΙΝΕΤΟΥ

  

«Οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ·  

ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν.»  

τοῦτʼ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ  

Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.  

<!-- 5 -->τοιγὰρ ὑπὸ στεφάνοις μέγας ἔβρυεν, εἶχε δὲ κισσῷ  

μέτωπον ὥσπερ καὶ σὺ κεκροκωμένον.  

<!-- 13.30 -->

ΣΙΜΩΝΙΔΟΥ

  

Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε.  

υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου.  

<!-- 13.31 -->

ΤΙΜΟΚΡΕΟΝΤΟΣ ΡΟΔΙΟΥ

  

Κηία με προσῆλθε φλυαρία οὐκ ἐθέλοντα.  

οὐκ ἐθέλοντά με προσῆλθε Κηία φλυαρία.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ajg-aam`.
