---
title: "Anthology, Volume V: Book XII"
title_greek: "Ἀνθολογία, ΙΒʹ"
author: Greek Anthology
eul_wid: ajg-aal
eul_aid: ajg
canonical: "https://eulogikon.org/works/greek-anthology-volume-5-book-12-ajg-aal"
lang: grc
period: Archaic
dialect: Mixed Dialects
content_hash: "sha256:c032e0fa2a702daf5ca2f0b14d2e683f86ecab13a7daf21595a7fe083319c616"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Anthology, Volume V: Book XII

*Ἀνθολογία, ΙΒʹ*

**Author:** Greek Anthology

**eul_wid:** `ajg-aal` · [HTML page](https://eulogikon.org/works/greek-anthology-volume-5-book-12-ajg-aal)

## Text

<!-- 12.p -->

ΣΤΡΑΤΩΝΟΣ ΤΟΥ ΣΑΡΔΙΑΝΟΥ

  

ΠΑΙΔΙΚΗ ΜΟΥΣΑ

  

<!-- 12.1 -->

ΣΤΡΑΤΩΝΟΣ

  

Ἐκ Διὸς ἀρχώμεσθα, καθὼς εἴρηκεν Ἄρατος·  

ὑμῖν δʼ, ὦ Μοῦσαι, σήμερον οὐκ ἐνοχλῶ.  

εἰ γὰρ ἐγὼ παῖδάς τε φιλῶ καὶ παισὶν ὁμιλῶ,  

τοῦτο τί πρὸς Μούσας τὰς Ἑλικωνιάδας;  

<!-- 12.2 -->

ΣΤΡΑΤΩΝΟΣ

  

Μὴ ζήτει δέλτοισιν ἐμαῖς Πρίαμον παρὰ βωμοῖς,  

μηδὲ τὰ Μηδείης πένθεα καὶ Νιόβης,  

μηδʼ Ἴτυν ἐν θαλάμοις καὶ ἀηδόνας ἐν πετάλοισιν·  

ταῦτα γὰρ οἱ πρότεροι πάντα χύδην ἔγραφον·  

<!-- 5 -->ἀλλʼ ἱλαραῖς Χαρίτεσσι μεμιγμένον ἡδὺν Ἔρωτα  

καὶ Βρόμιον· τούτοις δʼ ὀφρύες οὐκ ἔπρεπον.  

<!-- 12.3 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Τῶν παίδων, Διόδωρε, τὰ προσθέματʼ εἰς τρία πίπτει  

σχήματα, καὶ τούτων μάνθανʼ ἐπωνυμίας.  

τὴν ἔτι μὲν γὰρ ἄθικτον ἀκμὴν λάλου ὀνόμαζε,  

κοκκὼ τὴν φυσᾶν ἄρτι καταρχομένην·  

<!-- 5 -->τὴν δʼ ἤδη πρὸς χεῖρα σαλευομένην λέγε σαύραν·  

τὴν δὲ τελειοτέρην οἶδας, ἃ χρή σε καλεῖν.  

<!-- 12.4 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἀκμῇ δωδεκέτους ἐπιτέρπομαι· ἔστι δὲ τούτου  

χὠ τρισκαιδεκέτης πουλὺ ποθεινότερος·  

χὠ τὰ δὶς ἑπτὰ νέμων γλυκερώτερον ἄνθος Ἐρώτων,  

τερπνότερος δʼ ὁ τρίτης πεντάδος ἀρχόμενος·  

<!-- 5 -->ἑξεπικαιδέκατον δὲ θεῶν ἔτος· ἑβδόματον δὲ  

καὶ δέκατον ζητεῖν οὐκ ἐμόν, ἀλλὰ Διός.  

εἰ δʼ ἔτι πρεσβυτέρου τις ἔχει πόθον, οὐκέτι παίζει,  

ἀλλʼ ἤδη ζητεῖ «τὸν δʼ ἀπαμειβόμενος».  

<!-- 12.5 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Τοὺς λευκοὺς ἀγαπῶ, φιλέω δʼ ἅμα τοὺς μελιχρώδεις  

καὶ ξανθούς, στέργω δʼ ἔμπαλι τοὺς μέλανας·  

οὐδὲ κόρας ξανθὰς παραπέμπομαι· ἀλλὰ περισσῶς  

τοὺς μελανοφθάλμους αἰγλοφανεῖς τε φιλῶ.  

<!-- 12.6 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Πρωκτὸς καὶ χρυσὸς τὴν αὐτὴν ψῆφον ἔχουσιν·  

ψηφίζων δʼ ἀφελῶς τοῦτό ποθʼ εὗρον ἐγώ.  

<!-- 12.7 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Σφιγκτὴρ οὐκ ἔστιν παρὰ παρθένῳ οὐδὲ φίλημα  

ἁπλοῦν, οὐ φυσικὴ χρωτὸς ἐυπνοΐη,  

οὐ λόγος ἡδὺς ἐκεῖνος ὁ πορνικὸς οὐδʼ ἀκέραιον  

βλέμμα, διδασκομένη δʼ ἐστὶ κακιοτέρα·  

<!-- 5 -->ψυχροῦνται δʼ ὄπιθεν πᾶσαι· τὸ δὲ μεῖζον ἐκεῖνο,  

οὐκ ἔστιν, ποῦ θῇς τὴν χέρα πλαζομένην.  

<!-- 12.8 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἶδον ἐγώ τινα παῖδα ἐπανθοπλοκοῦντα κόρυμβον  

ἄρτι παρερχόμενος τὰ στεφανηπλόκια·  

οὐδʼ ἄτρωτα παρῆλθον· ἐπιστὰς δʼ ἥσυχος αὐτῷ  

φημί· «Πόσου πωλεῖς τὸν σὸν ἐμοὶ στέφανον;»  

<!-- 5 -->μᾶλλον τῶν καλύκων δʼ ἐρυθαίνετο καὶ κατακύψας  

φησί· «Μακρὰν χώρει, μή σε πατὴρ ἐσίδῃ.»  

ὠνοῦμαι προφάσει στεφάνους καὶ οἴκαδʼ ἀπελθὼν  

ἐστεφάνωσα θεοὺς κεῖνον ἐπευξάμενος.  

<!-- 12.9 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἄρτι καλός, Διόδωρε, σὺ καὶ φιλέουσι πέπειρος·  

ἀλλὰ καὶ ἢν γήμῃς, οὐκ ἀπολειψόμεθα.  

<!-- 12.10 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἰ καί σοι τριχόφοιτος ἐπεσκίρτησεν ἴουλος  

καὶ τρυφεραὶ κροτάφων ξανθοφυεῖς ἕλικες,  

οὐδʼ οὕτω φεύγω τὸν ἐρώμενον· ἀλλὰ τὸ κάλλος  

τούτου, κἂν πώγων, κἂν τρίχες, ἡμέτερον.  

<!-- 12.11 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἐχθὲς ἔχων ἀνὰ νύκτα Φιλόστρατον οὐκ ἐδυνήθην  

κείνου—πῶς εἴπω; —πάντα παρασχομένου.  

ἀλλʼ ἐμὲ μηκέτʼ ἔχοιτε, φίλοι, φίλον, ἀλλʼ ἀπὸ πύργου  

ῥίψατʼ, ἐπεὶ λίην Ἀστυάναξ γέγονα.  

<!-- 12.12 -->

ΦΛΑΚΚΟΥ

  

Ἄρτι γενειάζων ὁ καλὸς καὶ στερρὸς ἐρασταῖς  

παιδὸς ἐρᾷ Λάδων. σύντομος ἡ Νέμεσις.  

<!-- 12.13 -->

ΣΤΡΑΤΩΝΟΣ

  

Ἰητροὺς εὗρόν ποτʼ ἐγὼ λείους δυσέρωτας  

τρίβοντας φυσικῆς φάρμακον ἀντιδότου.  

οἱ δέ γε φωραθέντες «Ἔχʼ ἡσυχίην» ἐδέοντο·  

κἀγὼ ἔφην· «Σιγῶ, καὶ θεραπεύσετʼ ἐμέ.»  

<!-- 12.14 -->

ΔΙΟΣΚΟΡΙΔΟΥ

  

Δημόφιλος τοιοῖσδε φιλήμασιν εἰ πρὸς ἐραστὰς  

χρήσεται ἀκμαίην, Κύπρι, καθʼ ἡλικίην,  

ὡς ἐμὲ νῦν ἐφίλησεν ὁ νήπιος, οὐκέτι νύκτωρ  

ἥσυχα τῇ κείνου μητρὶ μενεῖ πρόθυρα.  

<!-- 12.15 -->

ΣΤΡΑΤΩΝΟΣ

  

Εἰ Γραφικοῦ πυγαῖα σανὶς δέδαχʼ ἐν βαλανείῳ,  

ἄνθρωπος τί πάθω; καὶ ξύλον αἰσθάνεται.  

<!-- 12.16 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Μὴ κρύπτῃς τὸν ἔρωτα, Φιλόκρατες· αὐτὸς ὁ δαίμων  

λακτίζειν κραδίην ἡμετέρην ἱκανός·  

ἀλλʼ ἱλαροῦ μετάδος τι φιλήματος. ἔσθʼ ὅτε καὶ σὺ  

αἰτήσεις τοιάνδʼ ἐξ ἑτέρων χάριτα.  

<!-- 12.17 -->

ΑΔΗΛΟΝ

  

Οὔ μοι θῆλυς ἔρως ἐγκάρδιος, ἀλλά με πυρσοὶ  

ἄρσενος ἀσβέστῳ θῆκαν ἐπʼ ἀνθρακιῇ.  

πλειότερον τόδε θάλπος· ὅσῳ δυνατώτερος ἄρσην  

θηλυτέρης, τόσσῳ χὠ πόθος ὀξύτερος.  

<!-- 12.18 -->

ΑΛΦΕΙΟΥ ΜΙΤΥΛΗΝΑΙΟΥ

  

Τλήμονες, οἷς ἀνέραστος ἔφυ βίος· οὔτε γὰρ ἔρξαι  

εὐμαρὲς οὔτʼ εἰπεῖν ἐστί τι νόσφι πόθων.  

καὶ γὰρ ἐγὼ νῦν εἰμι λίην βραδύς· εἰ δʼ ἐσίδοιμι  

Ξεινόφιλον, στεροπῆς πτήσομαι ὀξύτερος.  

<!-- 5 -->τοὔνεκεν οὐ φεύγειν γλυκὺν Ἵμερον, ἀλλὰ διώκειν  

πᾶσι λέγω. ψυχῆς ἐστιν Ἔρως ἀκόνη.  

<!-- 12.19 -->

ΑΔΗΛΟΝ

  

Οὐ δύναμαί σε θέλων θέσθαι φίλον· οὔτε γὰρ αἰτεῖς  

οὔτʼ αἰτοῦντι δίδως οὔθʼ, ἃ δίδωμι, δέχῃ.  

<!-- 12.20 -->

ΙΟΥΛΙΟΥ ΛΕΩΝΙΔΑ

  

Ὁ Ζεὺς Αἰθιόπων πάλι τέρπεται εἰλαπίναισιν  

ἢ χρυσὸς Δανάης εἵρπυσεν εἰς θαλάμους·  

θαῦμα γάρ, εἰ Περίανδρον ἰδὼν οὐχ ἥρπασε γαίης  

τὸν καλόν. ἢ φιλόπαις οὐκέτι νῦν ὁ θεός;  

<!-- 12.21 -->

ΣΤΡΑΤΩΝΟΣ

  

Κλέψομεν ἄχρι τίνος τὰ φιλήματα καὶ τὰ λαθραῖα  

νεύσομεν ἀλλήλοις ὄμμασι φειδομένοις;  

μέχρι τίνος δʼ ἀτέλεστα λαλήσομεν, ἀμβολίαισι  

ζευγνύντες κενεὰς ἔμπαλιν ἀμβολίας;  

<!-- 5 -->μέλλοντες τὸ καλὸν δαπανήσομεν· ἀλλὰ πρὶν ἐλθεῖν  

τὰς φθονεράς, Φείδων, θῶμεν ἐπʼ ἔργα λόγοις.  

<!-- 12.22 -->

ΣΚΥΘΙΝΟΥ

  

Ἦλθέν μοι μέγα πῆμα, μέγας πόλεμος, μέγα μοι πῦρ,  

Ἰλισὸς πλήρης τῶν ἐς ἔρωτʼ ἐτέων,  

αὐτὰ τὰ καίριʼ ἔχων ἑκκαίδεκα καὶ μετὰ τούτων  

πάσας καὶ μικρὰς καὶ μεγάλας χάριτας  

<!-- 5 -->καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι καὶ τὸ φιλῆσαι  

χείλεα καὶ τὸ λαβεῖν ἔνδον ἀμεμπτότατον.  

καὶ τί πάθω; φασὶν γὰρ ὁρᾶν μόνον· ἦ ῥʼ ἀγρυπνήσω  

πολλάκι τῇ κενεῇ Κύπριδι χειρομαχῶν.  

<!-- 12.23 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ἠγρεύθην ὁ πρόσθεν ἐγώ ποτε τοῖς δυσέρωσι  

κώμοις ἠιθέων πολλάκις ἐγγελάσας·  

καί μʼ ἐπὶ σοῖς ὁ πτανὸς Ἔρως προθύροισι, Μυΐσκε,  

στῆσεν ἐπιγράψας· «Σκῦλʼ ἀπὸ Σωφροσύνης.»  

<!-- 12.24 -->

ΛΑΥΡΕΑ

  

Εἴ μοι χαρτὸς ἐμὸς Πολέμων καὶ σῶος ἀνέλθοι,  

οἷος ἄρʼ ἦν, Δήλου κοίρανε, πεμπόμενος,  

ῥέξειν οὐκ ἀπόφημι τὸν ὀρθροβόην παρὰ βωμοῖς  

ὄρνιν, ὃν εὐχωλαῖς ὡμολόγησα τεαῖς·  

<!-- 5 -->εἰ δέ τι τῶν ὄντων τότε οἱ πλέον ἢ καὶ ἔλασσον  

ἔλθοι ἔχων, λέλυται τοὐμὸν ὑποσχέσιον.  

ἦλθε δὲ σὺν πώγωνι· τόδʼ εἰ φίλον αὐτὸς ἑαυτῷ  

εὔξατο, τὴν θυσίην πρᾶσσε τὸν εὐξάμενον.  

<!-- 12.25 -->

ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ

  

Σῶόν μοι Πολέμωνα μολεῖν, ὅτʼ ἔπεμπον, Ἀπόλλω  

ᾐτούμην, θυσίην ὄρνιν ὑποσχόμενος.  

ἦλθε δέ μοι Πολέμων λάσιος γένυν. οὐ μὰ σέ, Φοῖβε,  

ἦλθεν ἐμοί, πικρῷ δʼ ἐξέφυγέν με τάχει.  

<!-- 5 -->οὐκέτι σοι θύω τὸν ἀλέκτορα· μή με σοφίζου,  

κωφήν μοι σταχύων ἀντιδιδοὺς καλάμην.  

<!-- 12.26 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἴ μοι σῳζόμενος Πολέμων, ὃν ἔπεμπον, ἀνέλθοι,  

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . .  

νῦν δʼ αὑτῷ Πολέμων ἀνασῴζεται—οὐκ ἀπαφήσεις,  

Φοῖβε—, δασὺς δʼ ἥκων οὐκέτι σῶος ἐμοί.  

<!-- 5 -->αὐτὸς ἴσως σκιάσαι γένυν εὔξατο· θυέτω αὐτὸς  

ἀντία ταῖσιν ἐμαῖς ἐλπίσιν εὐξάμενος.  

<!-- 12.27 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Σαῖς ἴκελον προὔπεμπον ἐγὼ Πολέμωνα παρειαῖς,  

ἢν ἔλθῃ, θύσειν ὄρνιν ὑποσχόμενος·  

οὐ δέχομαι φθονεροῖς, Παιάν, φρίσσοντα γενείοις,  

τοιούτου τλήμων εἵνεκεν εὐξάμενος.  

<!-- 5 -->οὐδὲ μάτην τίλλεσθαι ἀναίτιον ὄρνιν ἔοικεν,  

ἢ συντιλλέσθω, Δήλιε, καὶ Πολέμων.  

<!-- 12.28 -->

ΝΟΥΜΗΝΙΟΥ ΤΑΡΣΕΩΣ

  

Κῦρος κύριός ἐστι. τί μοι μέλει, εἰ παρὰ γράμμα;  

οὐκ ἀναγινώσκω τὸν καλόν, ἀλλὰ βλέπω.  

<!-- 12.29 -->

ΑΛΚΑΙΟΥ

  

Πρώταρχος καλός ἐστι καὶ οὐ θέλει, ἀλλὰ θελήσει  

ὕστερον· ἡ δʼ ὥρη λαμπάδʼ ἔχουσα τρέχει.  

<!-- 12.30 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἡ κνήμη, Νίκανδρε, δασύνεται· ἀλλὰ φύλαξαι,  

μή σε καὶ ἡ πυγὴ ταὐτὸ παθοῦσα λάθῃ·  

καὶ γνώσῃ, φιλέοντος ὅση σπάνις. ἀλλʼ ἔτι καὶ νῦν  

τῆς ἀμετακλήτου φρόντισον ἡλικίης.  

<!-- 12.31 -->

ΦΑΝΙΟΥ

  

Ναὶ Θέμιν, ἀκρήτου καὶ τὸ σκύφος, ᾧ σεσάλευμαι,  

Πάμφιλε, βαιὸς ἔχει τὸν σὸν ἔρωτα χρόνος·  

ἤδη γὰρ καὶ μηρὸς ὑπὸ τρίχα, καὶ γένυς ἡβᾷ,  

καὶ Πόθος εἰς ἑτέρην λοιπὸν ἄγει μανίην.  

<!-- 5 -->ἀλλʼ ὅτε σοι σπινθῆρος ἔτʼ ἴχνια βαιὰ λέλειπται,  

φειδωλὴν ἀπόθου· Καιρὸς ἔρωτι φίλος.  

<!-- 12.32 -->

ΘΥΜΟΚΛΕΟΥΣ

  

Μέμνῃ που, μέμνῃ, ὅτε τοι ἔπος ἱερὸν εἶπον·  

Ὥρη κάλλιστον, χὤρη ἐλαφρότατον·  

ὥρην οὐδʼ ὁ τάχιστος ἐν αἰθέρι παρσύθη ὄρνις·  

νῦν, ἴδε, πάντʼ ἐπὶ γῆς ἄνθεα σεῦ κέχυται.  

<!-- 12.33 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ἦν καλὸς Ἡράκλειτος, ὅτʼ ἦν ποτε· νῦν δὲ παρʼ ἥβην  

κηρύσσει πόλεμον δέρρις ὀπισθοβάταις·  

ἀλλά, Πολυξενίδη, τάδʼ ὁρῶν μὴ γαῦρα φρυάσσου·  

ἔστι καὶ ἐν γλουτοῖς φυομένη Νέμεσις.  

<!-- 12.34 -->

ΑΥΤΟΜΕΔΟΝΤΟΣ

  

Πρὸς τὸν παιδοτρίβην Δημήτριον ἐχθὲς ἐδείπνουν,  

πάντων ἀνθρώπων τὸν μακαριστότατον.  

εἷς αὐτοῦ κατέκειθʼ ὑποκόλπιος, εἷς ὑπὲρ ὦμον,  

εἷς ἔφερεν τὸ φαγεῖν, εἷς δὲ πιεῖν ἐδίδου·  

<!-- 5 -->ἦ τετρὰς ἡ περίβλεπτος. ἐγὼ παίζων δὲ πρὸς αὐτὸν  

φημί· «Σὺ καὶ νύκτωρ, φίλτατε, παιδοτριβεῖς;»  

<!-- 12.35 -->

ΔΙΟΚΛΕΟΥΣ

  

Χαῖρέ ποτʼ οὐκ εἰπόντα προσεῖπέ τις. ἀλλʼ ὁ περισσὸς  

κάλλεϊ νῦν Δάμων οὐδὲ τὸ χαῖρε λέγει;  

ἥξει τις τούτου χρόνος ἔκδικος· εἶτα δασυνθεὶς  

ἄρξει χαῖρε λέγειν οὐκ ἀποκρινομένοις.  

<!-- 12.36 -->

ΑΣΚΛΗΠΙΑΔΟΥ, οἱ δὲ ΔΙΟΤΙΜΟΥ ΑΔΡΑΜΥΤΤΗΝΟΥ

  

Νῦν αἰτεῖς, ὅτε λεπτὸς ὑπὸ κροτάφοισιν ἴουλος  

ἕρπει καὶ μηροῖς ὀξὺς ἔπεστι χνόος·  

εἶτα λέγεις· «Ἥδιον ἐμοὶ τόδε.» καὶ τίς ἂν εἴποι  

κρείσσονας αὐχμηρὰς ἀσταχύων καλάμας;  

<!-- 12.37 -->

ΔΙΟΣΚΟΡΙΔΟΥ

  

Πυγὴν Σωσάρχοιο διέπλασεν Ἀμφιπολίτεω  

μυελίνην παίζων ὁ βροτολοιγὸς Ἔρως,  

Ζῆνα θέλων ἐρεθίξαι, ὁθούνεκα τῶν Γανυμήδους  

μηρῶν οἱ τούτου πουλὺ μελιχρότεροι.  

<!-- 12.38 -->

ΡΙΑΝΟΥ

  

Ὧραί σοι Χάριτές τε κατὰ γλυκὺ χεῦαν ἔλαιον,  

ὦ πυγά· κνώσσειν δʼ οὐδὲ γέροντας ἐᾷς.  

λέξον μοι, τίνος ἐσσὶ μάκαιρα τὺ καὶ τίνα παίδων  

κοσμεῖς; ἁ πυγὰ δʼ εἶπε· «Μενεκράτεος.»  

<!-- 12.39 -->

ΑΔΗΛΟΝ

  

Ἐσβέσθη Νίκανδρος, ἀπέπτατο πᾶν ἀπὸ χροιῆς  

ἄνθος, καὶ χαρίτων λοιπὸν ἔτʼ οὐδʼ ὄνομα,  

ὃν πρὶν ἐν ἀθανάτοις ἐνομίζομεν. ἀλλὰ φρονεῖτε  

μηδὲν ὑπὲρ θνητούς, ὦ νέοι· εἰσὶ τρίχες.  

<!-- 12.40 -->

ΑΔΗΛΟΝ

  

Μὴ ʼκδύσῃς, ἄνθρωπε, τὸ χλαινίον, ἀλλὰ θεώρει  

οὕτως ἀκρολίθου κἀμὲ τρόπον ξοάνου.  

γυμνὴν Ἀντιφίλου ζητῶν χάριν, ὡς ἐπʼ ἀκάνθαις  

εὑρήσεις ῥοδέαν φυομένην κάλυκα.  

<!-- 12.41 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Οὐκέτι μοι Θήρων γράφεται καλὸς οὐδʼ ὁ πυραυγὴς  

πρίν ποτε, νῦν δʼ ἤδη δαλὸς Ἀπολλόδοτος.  

στέργω θῆλυν ἔρωτα· δασυτρώγλων δὲ πίεσμα  

λασταύρων μελέτω ποιμέσιν αἰγοβάταις.  

<!-- 12.42 -->

ΔΙΟΣΚΟΡΙΔΟΥ

  

Βλέψον ἐς Ἑρμογένην πλήρει χερί, καὶ τάχα πρήξεις,  

παιδοκόραξ ὧν σοι θυμὸς ὀνειροπολεῖ,  

καὶ στυγνὴν ὀφρύων λύσεις τάσιν· ἢν δʼ ἁλιεύῃ  

ὀρφανὸν ἀγκίστρου κύματι δοὺς κάλαμον,  

<!-- 5 -->ἕλξεις ἐκ λιμένος πολλὴν δρόσον· οὐδὲ γὰρ αἰδὼς  

οὐδʼ ἔλεος δαπάνῳ κόλλοπι συντρέφεται.  

<!-- 12.43 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικὸν οὐδὲ κελεύθῳ  

χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει·  

μισῶ καὶ περίφοιτον ἐρώμενον οὐδʼ ἀπὸ κρήνης  

πίνω· σικχαίνω πάντα τὰ δημόσια.  

<!-- 5 -->Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός· ἀλλὰ πρὶν εἰπεῖν  

τοῦτο σαφῶς, ἠχώ φησί τις· «Ἄλλος ἔχει.»  

<!-- 12.44 -->

ΓΛΑΥΚΟΥ

  

Ἦν ὅτε παῖδας ἔπειθε πάλαι ποτὲ δῶρα φιλεῦντας  

ὄρτυξ καὶ ῥαπτὴ σφαῖρα καὶ ἀστράγαλοι·  

νῦν δὲ λοπὰς καὶ κέρμα· τὰ παίγνια δʼ οὐδὲν ἐκεῖνα  

ἰσχύει. ζητεῖτʼ ἄλλο τι, παιδοφίλαι.  

<!-- 12.45 -->

ΠΟΣΕΙΔΙΠΠΟΥ

  

Ναὶ ναὶ βάλλετʼ, Ἔρωτες· ἐγὼ σκοπὸς εἷς ἅμα πολλοῖς  

κεῖμαι. μὴ φείσησθʼ, ἄφρονες· ἢν γὰρ ἐμὲ  

νικήσητʼ, ὀνομαστοὶ ἐν ἀθανάτοισιν ἔσεσθε  

τοξόται ὡς μεγάλης δεσπόται ἰοδόκης.  

<!-- 12.46 -->

ΑΣΚΛΗΠΙΑΔΟΥ

  

Οὐκ εἴμʼ οὐδʼ ἐτέων δύο κεἴκοσι καὶ κοπιῶ ζῶν.  

Ὤρωτες, τί κακὸν τοῦτο; τί με φλέγετε;  

ἢν γὰρ ἐγώ τι πάθω, τί ποιήσετε; δῆλον, Ἔρωτες,  

ὡς τὸ πάρος παίξεσθʼ ἄφρονες ἀστραγάλοις.  

<!-- 12.47 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ματρὸς ἔτʼ ἐν κόλποισιν ὁ νήπιος ὀρθρινὰ παίζων  

ἀστραγάλοις τοὐμὸν πνεῦμʼ ἐκύβευσεν Ἔρως.  

<!-- 12.48 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Κεῖμαι· λὰξ ἐπίβαινε κατʼ αὐχένος, ἄγριε δαῖμον.  

οἶδά σε, ναὶ μὰ θεούς, καὶ βαρὺν ὄντα φέρειν·  

οἶδα καὶ ἔμπυρα τόξα. βαλὼν δʼ ἐπʼ ἐμὴν φρένα πυρσούς,  

οὐ φλέξεις ἤδη· πᾶσα γάρ ἐστι τέφρη.  

<!-- 12.49 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ζωροπότει, δύσερως, καὶ σεῦ φλόγα τὰν φιλόπαιδα  

κοιμάσει λάθας δωροδότας Βρόμιος·  

ζωροπότει καὶ πλῆρες ἀφυσσάμενος σκύφος οἴνας  

ἔκκρουσον στυγερὰν ἐκ κραδίας ὀδύναν.  

<!-- 12.50 -->

ΑΣΚΛΗΠΙΑΔΟΥ

  

Πῖνʼ, Ἀσκληπιάδη. τί τὰ δάκρυα ταῦτα; τί πάσχεις;  

οὐ σὲ μόνον χαλεπὴ Κύπρις ἐληίσατο,  

οὐδʼ ἐπὶ σοὶ μούνῳ κατεθήξατο τόξα καὶ ἰοὺς  

πικρὸς Ἔρως. τί ζῶν ἐν σποδιῇ τίθεσαι;  

<!-- 5 -->πίνωμεν Βάκχου ζωρὸν πόμα· δάκτυλος ἀώς.  

ἦ πάλι κοιμιστὰν λύχνον ἰδεῖν μένομεν;  

πίνομεν· οὐ γὰρ ἔρως· μετά τοι χρόνον οὐκέτι πουλύν,  

σχέτλιε, τὴν μακρὰν νύκτʼ ἀναπαυσόμεθα.  

<!-- 12.51 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἔγχει καὶ πάλιν εἰπέ· «Διοκλέος». οὐδʼ Ἀχελῷος  

κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.  

καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός· εἰ δέ τις οὐχὶ  

φησίν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.  

<!-- 12.52 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Οὔριος ἐμπνεύσας ναύταις Νότος, ὦ δυσέρωτες,  

ἥμισύ μευ ψυχᾶς ἅρπασεν Ἀνδράγαθον.  

τρὶς μάκαρες νᾶες, τρὶς δʼ ὄλβια κύματα πόντου,  

τετράκι δʼ εὐδαίμων παιδοφορῶν ἄνεμος.  

<!-- 5 -->εἴθʼ εἴην δελφίς, ἵνʼ ἐμοῖς βαστακτὸς ἐπʼ ὤμοις  

πορθμευθεὶς ἐσίδῃ τὰν γλυκόπαιδα Ῥόδον.  

<!-- 12.53 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εὔφορτοι νᾶες πελαγίτιδες, αἳ πόρον Ἕλλης  

πλεῖτε, καλὸν κόλποις δεξάμεναι Βορέην,  

ἤν που ἐπʼ ἠιόνων Κῴαν κατὰ νᾶσον ἴδητε  

Φανίον εἰς χαροπὸν δερκομέναν πέλαγος,  

<!-- 5 -->τοῦτʼ ἔπος ἀγγείλαιτε· «Καλὴ νυέ, σός με κομίζει  

ἵμερος οὐ ναύταν, ποσσὶ δὲ πεζοπόρον.»  

εἰ γὰρ τοῦτʼ εἴποιτʼ, εὐάγγελοι, αὐτίκα καὶ Ζεὺς  

οὔριος ὑμετέρας πνεύσεται εἰς ὀθόνας.  

<!-- 12.54 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἀρνεῖται τὸν Ἔρωτα τεκεῖν ἡ Κύπρις, ἰδοῦσα  

ἄλλον ἐν ἠιθέοις Ἵμερον Ἀντίοχον.  

ἀλλά, νέοι, στέργοιτε νέον Πόθον· ἦ γὰρ ὁ κοῦρος  

εἴρηται κρείσσων οὗτος Ἔρωτος Ἔρως.  

<!-- 12.55 -->

ΑΔΗΛΟΝ, οἱ δὲ ΑΡΤΕΜΩΝΟΣ

  

Λητοΐδη, σὺ μὲν ἔσχες ἁλίρρυτον αὐχένα Δήλου,  

κοῦρε Διὸς μεγάλου, θέσφατα πᾶσι λέγων·  

Κεκροπίαν δʼ Ἐχέδημος, ὁ δεύτερος Ἀτθίδι Φοῖβος,  

ᾧ καλὸν ἁβροκόμης ἄνθος ἔλαμψεν Ἔρως.  

<!-- 5 -->ἡ δʼ ἀνὰ κῦμʼ ἄρξασα καὶ ἐν χθονὶ πατρὶς Ἀθήνη  

νῦν κάλλει δούλην Ἑλλάδʼ ὑπηγάγετο.  

<!-- 12.56 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Εἰκόνα μὲν Παρίην ζωογλύφος ἄνυσʼ Ἔρωτος  

Πραξιτέλης, Κύπριδος παῖδα τυπωσάμενος·  

νῦν δʼ ὁ θεῶν κάλλιστος Ἔρως ἔμψυχον ἄγαλμα  

αὑτὸν ἀπεικονίσας ἔπλασε Πραξιτέλην,  

<!-- 5 -->ὄφρʼ ὁ μὲν ἐν θνατοῖς, ὁ δʼ ἐν αἰθέρι φίλτρα βραβεύῃ  

γῆς θʼ ἅμα καὶ μακάρων σκηπτροφορῶσι Πόθοι.  

ὀλβίστη Μερόπων ἱερὰ πόλις, ἃ θεόπαιδα  

καινὸν Ἔρωτα νέων θρέψεν ὑφαγεμόνα.  

<!-- 12.57 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Πραξιτέλης, ὁ πάλαι ζωογλύφος, ἁβρὸν ἄγαλμα  

ἄψυχον, μορφᾶς κωφὸν ἔτευξε τύπον  

πέτρον ἐνειδοφορῶν· ὁ δὲ νῦν ἔμψυχα μαγεύων  

τὸν τριπανοῦργον Ἔρωτʼ ἔπλασεν ἐν κραδίᾳ.  

<!-- 5 -->ἦ τάχα τοὔνομʼ ἔχει ταὐτὸν μόνον, ἔργα δὲ κρέσσω  

οὐ λίθον, ἀλλὰ φρενῶν πνεῦμα μεταρρυθμίσας.  

ἵλαος πλάσσοι τὸν ἐμὸν τρόπον, ὄφρα τυπώσας  

ἐντὸς ἐμὴν ψυχὴν ναὸν Ἔρωτος ἔχῃ.  

<!-- 12.58 -->

ΡΙΑΝΟΥ

  

Ἦ Τροιζὴν ἀγαθὴ κουροτρόφος· οὐκ ἂν ἁμάρτοις  

αἰνήσας παίδων οὐδὲ τὸν ὑστάτιον.  

τόσσον δʼ Ἐμπεδοκλῆς φανερώτερος, ὅσσον ἐν ἄλλοις  

ἄνθεσιν εἰαρινοῖς καλὸν ἔλαμψε ῥόδον.  

<!-- 12.59 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ἁβρούς, ναὶ τὸν Ἔρωτα, τρέφει Τύρος· ἀλλὰ Μυΐσκος  

ἔσβεσεν ἐκλάμψας ἀστέρας ἠέλιος.  

<!-- 12.60 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἢν ἐσίδω Θήρωνα, τὰ πάνθʼ ὁρῶ· ἢν δὲ τὰ πάντα  

βλέψω, τόνδε δὲ μή, τἄμπαλιν οὐδὲν ὁρῶ.  

<!-- 12.61 -->

ΑΔΗΛΟΝ

  

Ἄθρει· μὴ διὰ παντὸς ὅλαν κατάτηκʼ, Ἀρίβαζε,  

τὰν Κνίδον· ἁ πέτρα θρυπτομένα φέρεται.  

<!-- 12.62 -->Ματέρες αἱ Περσῶν, καλὰ μὲν καλὰ τέκνα τέκεσθε,  

ἀλλʼ Ἀρίβαζος ἐμοὶ κάλλιον ἢ τὸ καλόν.  

<!-- 12.63 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Σιγῶν Ἡράκλειτος ἐν ὄμμασι τοῦτʼ ἔπος αὐδᾷ·  

«Καὶ Ζηνὸς φλέξω πῦρ τὸ κεραυνοβόλον.»  

ναὶ μὴν καὶ Διόδωρος ἐνὶ στέρνοις τόδε φωνεῖ·  

«Καὶ πέτρον τήκω χρωτὶ χλιαινόμενον.»  

<!-- 5 -->δύστανος, παίδων ὃς ἐδέξατο τοῦ μὲν ἀπʼ ὄσσων  

λαμπάδα, τοῦ δὲ πόθοις τυφόμενον γλυκὺ πῦρ.  

<!-- 12.64 -->

ΑΛΚΑΙΟΥ

  

Ζεύς, Πίσης μεδέων, Πειθήνορα, δεύτερον υἷα  

Κύπριδος, αἰπεινῷ στέψον ὑπὸ Κρονίῳ·  

μηδέ μοι οἰνοχόον κυλίκων σέθεν αἰετὸς ἀρθεὶς  

μάρψαις ἀντὶ καλοῦ, κοίρανε, Δαρδανίδου.  

<!-- 5 -->εἰ δέ τι Μουσάων τοι ἐγὼ φίλον ὤπασα δῶρον,  

νεύσαις μοι θείου παιδὸς ὁμοφροσύνην.  

<!-- 12.65 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Εἰ Ζεὺς κεῖνος ἔτʼ ἐστὶν ὁ καὶ Γανυμήδεος ἀκμὴν  

ἁρπάξας, ἵνʼ ἔχῃ νέκταρος οἰνοχόον,  

κἠμοὶ τὸν καλόν ἐστιν ἐνὶ σπλάγχνοισι Μυΐσκον  

κρύπτειν, μή με λάθῃ παιδὶ βαλὼν πτέρυγας.  

<!-- 12.66 -->

ΑΔΗΛΟΝ

  

Κρίνατʼ, Ἔρωτες, ὁ παῖς τίνος ἄξιος. εἰ μὲν ἀληθῶς  

ἀθανάτων, ἐχέτω· Ζανὶ γὰρ οὐ μάχομαι.  

εἰ δέ τι καὶ θνατοῖς ὑπολείπεται, εἴπατʼ, Ἔρωτες,  

Δωρόθεος τίνος ἦν καὶ τίνι νῦν δέδοται.  

<!-- 5 -->ἐν φανερῷ φωνεῦσιν, ἐμὴ χάρις. «ἀλλʼ ἀποχώρει,  

μηκέτι πρὸς τὸ καλὸν καὶ σὺ μάταια φέρῃ.»  

<!-- 12.67 -->

ΑΔΗΛΟΝ

  

Τὸν καλὸν οὐχ ὁρόω Διονύσιον. ἆρά γʼ ἀναρθείς,  

Ζεῦ πάτερ, ἀθανάτοις δεύτερος οἰνοχοεῖ;  

αἰετέ, τὸν χαρίεντα ποτὶ πτερὰ πυκνὰ τινάξας  

πῶς ἔφερες; μή που κνίσματʼ ὄνυξιν ἔχει;  

<!-- 12.68 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Οὐκ ἐθέλω Χαρίδαμον· ὁ γὰρ καλὸς εἰς Δία λεύσσει,  

ὡς ἤδη νέκταρ τῷ θεῷ οἰνοχοῶν·  

οὐκ ἐθέλω. τί δέ μοι τὸν ἐπουρανίων βασιλῆα  

ἄνταθλον νίκης τῆς ἐν ἔρωτι λαβεῖν;  

<!-- 5 -->ἀρκοῦμαι δʼ, ἢν μοῦνον ὁ παῖς ἀνιὼν ἐς Ὄλυμπον  

ἐκ γῆς νίπτρα ποδῶν δάκρυα τἀμὰ λάβῃ,  

μναμόσυνον στοργῆς· γλυκὺ δʼ ὄμμασι νεῦμα δίυγρον  

δοίη, καί τι φίλημʼ ἁρπάσαι ἀκροθιγές.  

τἆλλα δὲ πάντʼ ἐχέτω Ζεύς, ὡς θέμις· εἰ δʼ ἐθελήσοι,  

<!-- 10 -->ἦ τάχα που κἠγὼ γεύσομαι ἀμβροσίας.  

<!-- 12.69 -->

ΑΔΗΛΟΝ

  

Ζεῦ, προτέρω τέρπευ Γανυμήδεϊ· τὸν δʼ ἐμόν, ὦναξ,  

Δέξανδρον δέρκευ τηλόθεν· οὐ φθονέω.  

εἰ δὲ βίῃ τὸν καλὸν ἀποίσεαι, οὐκέτʼ ἀνεκτῶς  

δεσπόζεις· ἀπίτω καὶ τὸ βιοῦν ἐπὶ σεῦ.  

<!-- 12.70 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Στήσομʼ ἐγὼ καὶ Ζηνὸς ἐναντίον, εἰ σέ, Μυΐσκε,  

ἁρπάζειν ἐθέλοι νέκταρος οἰνοχόον.  

καίτοι πολλάκις αὐτὸς ἐμοὶ τάδʼ ἔλεξε· «Τί ταρβεῖς;  

οὔ σε βαλῶ ζήλοις· οἶδα παθὼν ἐλεεῖν.»  

<!-- 5 -->χὠ μὲν δὴ τάδε φησίν· ἐγὼ δʼ, ἢν μυῖα παραπτῇ,  

ταρβῶ, μὴ ψεύστης Ζεὺς ἐπʼ ἐμοὶ γέγονεν.  

<!-- 12.71 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν· οὐ μὰ τὸν ὀξὺν  

ἥλιον, οὐκ ἔγνων. σχέτλιε, ποῦ γέγονας;  

ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες. ἦ ῥά σε δαίμων  

οὑμὸς ἔχει, χαλεπῇ δʼ ἤντεο θευμορίῃ;  

<!-- 5 -->ἔγνων· Εὐξίθεός σε συνήρπασε· καὶ σὺ γὰρ ἐλθὼν  

τὸν καλόν, ὦ μόχθηρʼ, ἔβλεπες ἀμφοτέροις.  

<!-- 12.72 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ἤδη μὲν γλυκὺς ὄρθρος· ὁ δʼ ἐν προθύροισιν ἄυπνος  

Δᾶμις ἀποψύχει πνεῦμα τὸ λειφθὲν ἔτι,  

σχέτλιος, Ἡράκλειτον ἰδών· ἔστη γὰρ ὑπʼ αὐγὰς  

ὀφθαλμῶν βληθεὶς κηρὸς ἐς ἀνθρακιήν.  

<!-- 5 -->ἀλλά μοι ἔγρεο, Δᾶμι δυσάμμορε· καὐτὸς Ἔρωτος  

ἕλκος ἔχων ἐπὶ σοῖς δάκρυσι δακρυχέω.  

<!-- 12.73 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼ  

εἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε· πλὴν ἀφανές.  

ἦ ῥά τινʼ ἐς παίδων πάλιν ᾤχετο. καὶ μὲν ἀπεῖπον  

πολλάκι· «Τὴν δρῆστιν μὴ ὑποδέχεσθε, νέοι.»  

<!-- 5 -->οὗ Κῖσος, δίφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος  

κείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.  

<!-- 12.74 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ἤν τι πάθω, Κλεόβουλε, —τὸ γὰρ πλέον ἐν πυρὶ παίδων  

βαλλόμενος κεῖμαι λείψανον ἐν σποδιῇ—  

λίσσομαι, ἀκρήτῳ μέθυσον, πρὶν ὑπὸ χθόνα θέσθαι,  

κάλπιν ἐπιγράψας· «Δῶρον Ἔρως Ἀίδῃ.»  

<!-- 12.75 -->

ΑΣΚΛΗΠΙΑΔΟΥ

  

Εἰ πτερά σοι προσέκειτο καὶ ἐν χερὶ τόξα καὶ ἰοί,  

οὐκ ἂν Ἔρως ἐγράφη Κύπριδος, ἀλλὰ σύ, παῖς.  

<!-- 12.76 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Εἰ μὴ τόξον Ἔρως μηδὲ πτερὰ μηδὲ φαρέτραν  

μηδὲ πυριβλήτους εἶχε πόθων ἀκίδας,  

οὐκ, αὐτὸν τὸν πτανὸν ἐπόμνυμαι, οὔποτʼ ἂν ἔγνως  

ἐκ μορφᾶς, τίς ἔφυ Ζωίλος ἢ τίς Ἔρως.  

<!-- 12.77 -->

ΑΣΚΛΗΠΙΑΔΟΥ ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ

  

Εἰ καθύπερθε λάβοις χρύσεα πτερὰ καί σευ ἀπʼ ὤμων  

τείνοιτʼ ἀργυρέων ἰοδόκος φαρέτρη  

καὶ σταίης παρʼ Ἔρωτα, φίλʼ Ἄγλαον, οὐ μὰ τὸν Ἑρμῆν,  

οὐδʼ αὐτὴ Κύπρις γνώσεται, ὃν τέτοκεν.  

<!-- 12.78 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Εἰ χλαμύδʼ εἶχεν Ἔρως καὶ μὴ πτερὰ μηδʼ ἐπὶ νώτων  

τόξα τε καὶ φαρέτραν, ἀλλʼ ἐφόρει πέτασον,  

ναίχι τὸν ἁβρὸν ἔφηβον ἐπόμνυμαι, Ἀντίοχος μὲν  

ἦν ἂν Ἔρως, ὁ δʼ Ἔρως τἄμπαλιν Ἀντίοχος.  

<!-- 12.79 -->

ΑΔΗΛΟΝ

  

Ἀντίπατρός μʼ ἐφίλησʼ ἤδη λήγοντος ἔρωτος,  

καὶ πάλιν ἐκ ψυχρῆς πῦρ ἀνέκαυσε τέφρης·  

δὶς δὲ μιῆς ἄκων ἔτυχον φλογός. ὦ δυσέρωτες,  

φεύγετε, μὴ πρήσω τοὺς πέλας ἁψάμενος.  

<!-- 12.80 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ψυχὴ δυσδάκρυτε, τί σοι τὸ πεπανθὲν Ἔρωτος  

τραῦμα διὰ σπλάγχνων αὖθις ἀναφλέγεται;  

μή, μή, πρός σε Διός, μή, πρὸς Διός, ὦ φιλάβουλε,  

κινήσῃς τέφρῃ πῦρ ὑπολαμπόμενον.  

<!-- 5 -->αὐτίκα γάρ, λήθαργε κακῶν, πάλιν εἴ σε φυγοῦσαν  

λήψετʼ Ἔρως, εὑρὼν δραπέτιν αἰκίσεται.  

<!-- 12.81 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ψυχαπάται δυσέρωτες, ὅσοι φλόγα τὰν φιλόπαιδα  

οἴδατε τοῦ πικροῦ γευσάμενοι μέλιτος,  

ψυχρὸν ὕδωρ, λίτομαι, ψυχρόν, τάχος, ἄρτι τακείσης  

ἐκ χιόνος τῇ ʼμῇ χεῖτε περὶ κραδίῃ·  

<!-- 5 -->ἦ γὰρ ἰδεῖν ἔτλην Διονύσιον. ἀλλʼ, ὁμόδουλοι,  

πρὶν ψαῦσαι σπλάγχνων, πῦρ ἀπʼ ἐμεῦ σβέσατε.  

<!-- 12.82 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἔσπευδον τὸν Ἔρωτα φυγεῖν· ὁ δὲ βαιὸν ἀνάψας  

φανίον ἐκ τέφρης εὗρέ με κρυπτόμενον·  

κυκλώσας δʼ οὐ τόξα, χερὸς δʼ ἀκρώνυχα δισσά,  

κνίσμα πυρὸς θραύσας, εἰς μὲ λαθὼν ἔβαλεν·  

<!-- 5 -->ἐκ δὲ φλόγες πάντῃ μοι ἐπέδραμον. ὦ βραχὺ φέλλος  

λάμψαν ἐμοὶ μέγα πῦρ, Φανίον, ἐν κραδίᾳ.  

<!-- 12.83 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Οὔ μʼ ἔτρωσεν Ἔρως τόξοις, οὐ λαμπάδʼ ἀνάψας,  

ὡς πάρος, αἰθομέναν θῆκεν ὑπὸ κραδίᾳ·  

σύγκωμον δὲ Πόθοισι φέρων Κύπριδος μυροφεγγὲς  

φανίον, ἄκρον ἐμοῖς ὄμμασι πῦρ ἔβαλεν·  

<!-- 5 -->ἐκ δέ με φέγγος ἔτηξε. τὸ δὲ βραχὺ φανίον ὤφθη  

πῦρ ψυχῆς τῇ ʼμῇ καιόμενον κραδίᾳ.  

<!-- 12.84 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ὤνθρωποι, βωθεῖτε· τὸν ἐκ πελάγευς ἐπὶ γαῖαν  

ἄρτι με πρωτόπλουν ἴχνος ἐρειδόμενον  

ἕλκει τῇδʼ ὁ βίαιος Ἔρως· φλόγα δʼ οἷα προφαίνων  

παιδὸς ἀπαστράπτει κάλλος ἐραστὸν ἰδεῖν.  

<!-- 5 -->βαίνω δʼ ἴχνος ἐπʼ ἴχνος, ἐν ἀέρι δʼ ἡδὺ τυπωθὲν  

εἶδος ἀφαρπάζων χείλεσιν ἡδὺ φιλῶ.  

ἆρά γε τὴν πικρὰν προφυγὼν ἅλα πουλύ τι κείνης  

πικρότερον χέρσῳ κῦμα περῶ Κύπριδος;  

<!-- 12.85 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Οἰνοπόται, δέξασθε τὸν ἐκ πελάγευς ἅμα πόντον  

καὶ κλῶπας προφυγόντʼ, ἐν χθονὶ δʼ ὀλλύμενον.  

ἄρτι γὰρ ἐκ νηός με μόνον πόδα θέντʼ ἐπὶ γαῖαν  

ἀγρεύσας ἕλκει τῇδʼ ὁ βίαιος Ἔρως,  

<!-- 5 -->ἐνθάδʼ ὅπου τὸν παῖδα διαστείχοντʼ ἐνόησα·  

αὐτομάτοις δʼ ἄκων ποσσὶ ταχὺς φέρομαι.  

κωμάζω δʼ οὐκ οἶνον ὑπὸ φρένα, πῦρ δὲ γεμισθείς.  

ἀλλὰ φίλῳ, ξεῖνοι, βαιὸν ἐπαρκέσατε,  

ἀρκέσατʼ, ὦ ξεῖνοι, κἀμὲ Ξενίου πρὸς Ἔρωτος  

<!-- 10 -->δέξασθʼ ὀλλύμενον τὸν φιλίας ἱκέτην.  

<!-- 12.86 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἁ Κύπρις θήλεια γυναικομανῆ φλόγα βάλλει,  

ἄρσενα δʼ αὐτὸς Ἔρως ἵμερον ἁνιοχεῖ.  

ποῖ ῥέψω; ποτὶ παῖδʼ ἢ ματέρα; φαμὶ δὲ καὐτὰν  

Κύπριν ἐρεῖν· «Νικᾷ τὸ θρασὺ παιδάριον.»  

<!-- 12.87 -->

ΑΔΗΛΟΝ

  

Τλῆμον Ἔρως, οὐ θῆλυν ἐμοὶ πόθον, ἀλλά τινʼ αἰεὶ  

δινεύεις στεροπὴν καύματος ἀρσενικοῦ.  

ἄλλοτε γὰρ Δήμωνι πυρούμενος, ἄλλοτε λεύσσων  

Ἰσμηνόν, δολιχοὺς αἰὲν ἔχω καμάτους.  

<!-- 5 -->οὐ μούνοις δʼ ἐπὶ τοῖσι δεδόρκαμεν, ἀλλʼ ἐπιπάντων  

ἄρκυσι πουλυμανῆ κανθὸν ἐφελκόμεθα.  

<!-- 12.88 -->

ΑΔΗΛΟΝ

  

Δισσοί με τρύχουσι καταιγίζοντες ἔρωτες,  

Εὔμαχε, καὶ δισσαῖς ἐνδέδεμαι μανίαις·  

ᾗ μὲν ἐπʼ Ἀσάνδρου κλίνω δέμας, ᾗ δὲ πάλιν μοι  

ὀφθαλμὸς νεύει Τηλέφου ὀξύτερος.  

<!-- 5 -->τμήξατʼ, ἐμοὶ τοῦθʼ ἡδύ, καὶ εἰς πλάστιγγα δικαίην  

νειμάμενοι κλήρῳ τἀμὰ φέρεσθε μέλη.  

<!-- 12.89 -->

ΑΔΗΛΟΝ

  

Κύπρι, τί μοι τρισσοὺς ἐφʼ ἕνα σκοπὸν ἤλασας ἰούς,  

ἐν δὲ μιῇ ψυχῇ τρισσὰ πέπηγε βέλη;  

καὶ τῇ μὲν φλέγομαι, τῇ δʼ ἕλκομαι· ᾗ δʼ ἀπονεύσω,  

διστάζω, λάβρῳ δʼ ἐν πυρὶ πᾶς φλέγομαι.  

<!-- 12.90 -->

ΑΔΗΛΟΝ

  

Οὐκέτʼ ἐρῶ. πεπάλαικα πόθοις τρισίν· εἷς μὲν ἑταίρης,  

εἷς δέ με παρθενικῆς, εἷς δέ μʼ ἔκαυσε νέου·  

καὶ κατὰ πᾶν ἤλγηκα. γεγύμνασμαι μὲν ἑταίρης  

πείθων τὰς ἐχθρὰς οὐδὲν ἔχοντι θύρας·  

<!-- 5 -->ἔστρωμαι δὲ κόρης ἐπὶ παστάδος αἰὲν ἄυπνος  

ἕν, τὸ ποθεινότατον, παιδὶ φίλημα διδούς.  

οἴμοι, πῶς εἴπω πῦρ τὸ τρίτον; ἐκ γὰρ ἐκείνου  

βλέμματα καὶ κενεὰς ἐλπίδας οἶδα μόνον.  

<!-- 12.91 -->

ΠΟΛΥΣΤΡΑΤΟΥ

  

Δισσὸς Ἔρως αἴθει ψυχὴν μίαν. ὦ τὰ περισσὰ  

ὀφθαλμοὶ πάντῃ πάντα κατοσσόμενοι,  

εἴδετε τὸν χρυσέαισι περίσκεπτον Χαρίτεσσιν  

Ἀντίοχον, λιπαρῶν ἄνθεμον ἠιθέων.  

<!-- 5 -->ἀρκείτω. τί τὸν ἡδὺν ἐπηυγάσσασθε καὶ ἁβρὸν  

Στασικράτη, Παφίης ἔρνος ἰοστεφάνου;  

καίεσθε, τρύχεσθε, καταφλέχθητέ ποτʼ ἤδη·  

οἱ δύο γὰρ ψυχὴν οὐκ ἂν ἕλοιτε μίαν;  

<!-- 12.92 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ὦ προδόται ψυχῆς, παίδων κύνες, αἰὲν ἐν ἰξῷ  

Κύπριδος, ὀφθαλμοί, βλέμματα χριόμενοι,  

ἡρπάσατʼ ἄλλον Ἔρωτʼ, ἄρνες λύκον, οἷα κορώνη  

σκορπίον, ὡς τέφρη πῦρ ὑποθαλπόμενον.  

<!-- 5 -->δρᾶθʼ, ὅ τι καὶ βούλεσθε. τί μοι νενοτισμένα χεῖτε  

δάκρυα, πρὸς δʼ Ἱκέτην αὐτομολεῖτε τάχος;  

ὀπτᾶσθʼ ἐν κάλλει, τύφεσθʼ ὑποκαόμενοι νῦν,  

ἄκρος ἐπεὶ ψυχῆς ἐστὶ μάγειρος Ἔρως.  

<!-- 12.93 -->

ΡΙΑΝΟΥ

  

Οἱ παῖδες λαβύρινθος ἀνέξοδος· ᾗ γὰρ ἂν ὄμμα  

ῥίψῃς, ὡς ἰξῷ τοῦτο προσαμπέχεται.  

τῇ μὲν γὰρ Θεόδωρος ἄγει ποτὶ πίονα σαρκὸς  

ἀκμὴν καὶ γυίων ἄνθος ἀκηράσιον·  

<!-- 5 -->τῇ δὲ Φιλοκλῆος χρύσεον ῥέθος, ὃς τὸ καθʼ ὕψος  

οὐ μέγας, οὐρανίη δʼ ἀμφιτέθηλε χάρις·  

ἢν δʼ ἐπὶ Λεπτίνεω στρέψῃς δέμας, οὐκέτι γυῖα  

κινήσεις, ἀλύτῳ δʼ ὡς ἀδάμαντι μένεις  

ἴχνια κολληθείς· τοῖον σέλας ὄμμασιν αἴθει  

<!-- 10 -->κοῦρος καὶ νεάτους ἐκ κορυφῆς ὄνυχας.  

χαίρετε, καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτε  

ἥβην καὶ λευκὴν ἀμφιέσαισθε κόμην.  

<!-- 12.94 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Τερπνὸς μὲν Διόδωρος, ἐν ὄμμασι δʼ Ἡράκλειτος,  

ἡδυεπὴς δὲ Δίων, ὀσφύι δʼ Οὐλιάδης.  

ἀλλὰ σὺ μὲν ψαύοις ἁπαλόχροος, ᾧ δέ, Φιλόκλεις,  

ἔμβλεπε, τῷ δὲ λάλει, τὸν δὲ ... τὸ λειπόμενον,  

<!-- 5 -->ὡς γνῷς, οἷος ἐμὸς νόος ἄφθονος· ἢν δὲ Μυΐσκῳ  

λίχνος ἐπιβλέψῃς, μηκέτʼ ἴδοις τὸ καλόν.  

<!-- 12.95 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἴ σε Πόθοι στέργουσι, Φιλόκλεες, ἥ τε μυρόπνους  

Πειθὼ καὶ κάλλευς ἀνθολόγοι Χάριτες,  

ἀγκὰς ἔχοις Διόδωρον, ὁ δὲ γλυκὺς ἀντίος ᾄδοι  

Δωρόθεος, κείσθω δʼ εἰς γόνυ Καλλικράτης,  

<!-- 5 -->ἰαίνοι δὲ Δίων τόδʼ ἐύστοχον ἐν χερὶ τείνων  

σὸν κέρας, Οὐλιάδης δʼ αὐτὸ περισκυθίσαι,  

δοίη δʼ ἡδὺ φίλημα Φίλων, Θήρων δὲ λαλήσαι,  

θλίβοις δʼ Εὐδήμου τιτθὸν ὑπὸ χλαμύδι.  

εἰ γάρ σοι τάδε τερπνὰ πόροι θεός, ὦ μάκαρ, οἵαν  

<!-- 10 -->ἀρτύσεις παίδων Ῥωμαϊκὴν λοπάδα.  

<!-- 12.96 -->

ΑΔΗΛΟΝ

  

Οὔτι μάταν θνατοῖσι φάτις τοιάδε βοᾶται,  

ὡς οὐ πάντα θεοὶ πᾶσιν ἔδωκαν ἔχειν.  

εἶδος μὲν γὰρ ἄμωμον, ἐπʼ ὄμμασι δʼ ἁ περίσαμος  

αἰδώς, καὶ στέρνοις ἀμφιτέθαλε χάρις,  

<!-- 5 -->οἷσι καὶ ἠιθέους ἐπιδάμνασαι· ἀλλʼ ἐπὶ ποσσὶν  

οὐκέτι τὰν αὐτὰν δῶκαν ἔχειν σε χάριν.  

πλὴν κρηπὶς κρύψει ποδὸς ἴχνιον, ὠγαθὲ Πύρρε,  

κάλλεϊ δὲ σφετέρῳ τέρψει ἀγαλλόμενον.  

<!-- 12.97 -->

ΑΝΤΙΠΑΤΡΟΥ

  

Εὐπάλαμος ξανθὸν μὲν ἐρεύθεται ἶσον Ἔρωτι,  

μέσφα ποτὶ Κρητῶν ποιμένα Μηριόνην·  

ἐκ δέ νυ Μηριόνεω Ποδαλείριος οὐκέτʼ ἐς Ἠὼ  

νεῖται· ἴδʼ, ὡς φθονερὰ παγγενέτειρα Φύσις.  

<!-- 5 -->εἰ γὰρ τῷ τά τʼ ἔνερθε τά θʼ ὑψόθεν ἶσα πέλοιτο,  

ἦν ἂν Ἀχιλλῆος φέρτερος Αἰακίδεω.  

<!-- 12.98 -->

ΠΟΣΕΙΔΙΠΠΟΥ

  

Τὸν Μουσῶν τέττιγα Πόθος δήσας ἐπʼ ἀκάνθαις  

κοιμίζειν ἐθέλει πῦρ ὑπὸ πλευρὰ βαλών·  

ἡ δὲ πρὶν ἐν βύβλοις πεπονημένη ἄθλια τρίζει  

ψυχὴ ἀνιηρῷ δαίμονι μεμφομένη.  

<!-- 12.99 -->

ΑΔΗΛΟΝ

  

Ἠγρεύθην ὑπʼ Ἔρωτος ὁ μηδʼ ὄναρ, οὐδʼ ἔμαθον πῦρ  

ἄρσεν ποιμαίνειν θερμὸν ὑπὸ κραδίας,  

ἠγρεύθην. ἀλλʼ οὔ με κακῶν πόθος, ἀλλʼ ἀκέραιον  

σύντροφον αἰσχύνῃ βλέμμα κατηνθράκισεν.  

<!-- 5 -->τηκέσθω Μουσέων ὁ πολὺς πόνος· ἐν πυρὶ γὰρ νοῦς  

βέβληται γλυκερῆς ἄχθος ἔχων ὀδύνης.  

<!-- 12.100 -->

ΑΔΗΛΟΝ

  

Εἰς οἵων με πόθων λιμένα ξένον, ὦ Κύπρι, θεῖσα  

οὐκ ἐλεεῖς καὐτὴ πεῖραν ἔχουσα πόνων;  

ἦ μʼ ἐθέλεις ἄτλητα παθεῖν καὶ τοῦτʼ ἔπος εἰπεῖν·  

«Τὸν σοφὸν ἐν Μούσαις Κύπρις ἔτρωσε μόνη»;  

<!-- 12.101 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Τόν με Πόθοις ἄτρωτον ὑπὸ στέρνοισι Μυΐσκος  

ὄμμασι τοξεύσας τοῦτʼ ἐβόησεν ἔπος·  

«Τὸν θρασὺν εἷλον ἐγώ· τὸ δʼ ἐπʼ ὀφρύσι κεῖνο φρύαγμα  

σκηπτροφόρου σοφίας ἠνίδε ποσσὶ πατῶ.»  

<!-- 5 -->τῷ δʼ, ὅσον ἀμπνεύσας, τόδʼ ἔφην· «Φίλε κοῦρε, τί θαμβεῖς;  

καὐτὸν ἀπʼ Οὐλύμπου Ζῆνα καθεῖλεν Ἔρως.»  

<!-- 12.102 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν  

διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος,  

στίβῃ καὶ νιφετῷ κεχρημένος· ἢν δέ τις εἴπῃ·  

«Τῆ, τόδε βέβληται θηρίον,» οὐκ ἔλαβεν.  

<!-- 5 -->χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκειν  

οἶδε, τὰ δʼ ἐν μέσσῳ κείμενα παρπέταται.  

<!-- 12.103 -->

ΑΔΗΛΟΝ

  

Οἶδα φιλεῖν φιλέοντας· ἐπίσταμαι, ἤν μʼ ἀδικῇ τις,  

μισεῖν· ἀμφοτέρων εἰμὶ γὰρ οὐκ ἀδαής.  

<!-- 12.104 -->

ΑΔΗΛΟΝ

  

Οὑμὸς ἔρως παρʼ ἐμοὶ μενέτω μόνον· ἢν δὲ πρὸς ἄλλους  

φοιτήσῃ, μισῶ κοινὸν ἔρωτα, Κύπρι.  

<!-- 12.105 -->

ΑΣΚΛΗΠΙΑΔΟΥ

  

Μικρὸς Ἔρως ἐκ μητρὸς ἔτʼ εὐθήρατος ἀποπτὰς  

ἐξ οἴκων ὑψοῦ Δάμιδος οὐ πέτομαι·  

ἀλλʼ αὐτοῦ, φιλέων τε καὶ ἀζήλωτα φιληθείς,  

οὐ πολλοῖς, εὐκρὰς δʼ εἷς ἑνὶ συμφέρομαι.  

<!-- 12.106 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ἓν καλὸν οἶδα τὸ πᾶν, ἕν μοι μόνον οἶδε τὸ λίχνον  

ὄμμα, Μυΐσκον ὁρᾶν· τἆλλα δὲ τυφλὸς ἐγώ.  

πάντα δὲ κεῖνος ἐμοὶ φαντάζεται. ἆρʼ ἐσορῶσιν  

ὀφθαλμοὶ ψυχῇ πρὸς χάριν, οἱ κόλακες;  

<!-- 12.107 -->

ΑΔΗΛΟΝ

  

Τὸν καλόν, ὦ Χάριτες, Διονύσιον, εἰ μὲν ἕλοιτο  

τἀμά, καὶ εἰς ὥρας αὖθις ἄγοιτε καλόν·  

εἰ δʼ ἕτερον στέρξειε παρεὶς ἐμέ, μύρτον ἕωλον  

ἐρρίφθω ξηροῖς φυρόμενον σκυβάλοις.  

<!-- 12.108 -->

ΔΙΟΝΥΣΙΟΥ

  

Εἰ μὲν ἐμὲ στέρξεις, εἴης ἰσόμοιρος, Ἄκρατε,  

Χίῳ καὶ Χίου πουλὺ μελιχρότερος·  

εἰ δʼ ἕτερον κρίναις ἐμέθεν πλέον, ἀμφὶ σὲ βαίη  

κώνωψ ὀξηρῷ φυόμενος κεράμῳ.  

<!-- 12.109 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ὁ τρυφερὸς Διόδωρος ἐς ἠιθέους φλόγα βάλλων  

ἤγρευται λαμυροῖς ὄμμασι Τιμαρίου,  

τὸ γλυκύπικρον Ἔρωτος ἔχων βέλος. ἦ τόδε καινὸν  

θάμβος ὁρῶ· φλέγεται πῦρ πυρὶ καιόμενον.  

<!-- 12.110 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἤστραψε γλυκὺ κάλλος· ἰδοὺ φλόγας ὄμμασι βάλλει.  

ἆρα κεραυνομάχαν παῖδʼ ἀνέδειξεν Ἔρως;  

χαῖρε Πόθων ἀκτῖνα φέρων θνατοῖσι, Μυΐσκε,  

καὶ λάμποις ἐπὶ γᾷ πυρσὸς ἐμοὶ φίλιος.  

<!-- 12.111 -->

ΑΔΗΛΟΝ

  

Πτανὸς Ἔρως, σὺ δὲ ποσσὶ ταχύς· τὸ δὲ κάλλος ὁμοῖον  

ἀμφοτέρων· τόξοις, Εὔβιε, λειπόμεθα.  

<!-- 12.112 -->

ΑΔΗΛΟΝ

  

Εὐφαμεῖτε, νέοι· τὸν Ἔρωτʼ ἄγει Ἀρκεσίλαος  

πορφυρέῃ δήσας Κύπριδος ἁρπεδόνῃ.  

<!-- 12.113 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Καὐτὸς Ἔρως ὁ πτανὸς ἐν αἰθέρι δέσμιος ἥλω,  

ἀγρευθεὶς τοῖς σοῖς ὄμμασι, Τιμάριον.  

<!-- 12.114 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἠοῦς ἄγγελε, χαῖρε, Φαεσφόρε, καὶ ταχὺς ἔλθοις  

Ἕσπερος, ἣν ἀπάγεις, λάθριος αὖθις ἄγων.  

<!-- 12.115 -->

ΑΔΗΛΟΝ

  

Ἄκρητον μανίην ἔπιον· μεθύων μέγα μύθοις  

ὥπλισμαι πολλὴν εἰς ὁδὸν ἀφροσύναν.  

κωμάσομαι. τί δέ μοι βροντέων μέλει ἢ τί κεραυνῶν,  

ἢν βάλλῃ, τὸν ἔρωθʼ ὅπλον ἄτρωτον ἔχων;  

<!-- 12.116 -->

ΑΔΗΛΟΝ

  

Κωμάσομαι· μεθύω γὰρ ὅλος μέγα. παῖ, λάβε τοῦτον  

τὸν στέφανον, τὸν ἐμοῖς δάκρυσι λουόμενον·  

μακρὴν δʼ οὐχὶ μάτην ὁδὸν ἵξομαι· ἔστι δʼ ἀωρὶ  

καὶ σκότος· ἀλλὰ μέγας φανὸς ἐμοὶ Θεμίσων.  

<!-- 12.117 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Βεβλήσθω κύβος· ἅπτε· πορεύσομαι. —«Ἠνίδε τόλμαν,  

οἰνοβαρές. τίνʼ ἔχεις φροντίδα;» —Κωμάσομαι. —  

«Κωμάσομαι; ποῖ, θυμέ, τρέπῃ;» —Τί δʼ ἔρωτι λογισμός;  

ἅπτε τάχος. —«Ποῦ δʼ ἡ πρόσθε λόγων μελέτη;» —  

<!-- 5 -->Ἐρρίφθω σοφίας ὁ πολὺς πόνος· ἓν μόνον οἶδα  

τοῦθʼ, ὅτι καὶ Ζηνὸς λῆμα καθεῖλεν Ἔρως.  

<!-- 12.118 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Εἰ μὲν ἑκών, Ἀρχῖνʼ, ἐπεκώμασα, μυρία μέμφου·  

εἰ δʼ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.  

ἄκρητος καὶ Ἔρως μʼ ἠνάγκασαν· ὧν ὁ μὲν αὐτῶν  

εἷλκεν, ὁ δʼ οὐκ εἴα σώφρονα θυμὸν ἔχειν.  

<!-- 5 -->ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα  

τὴν φλιήν· εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικῶ.  

<!-- 12.119 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Οἴσω, ναὶ μὰ σέ, Βάκχε, τὸ σὸν θράσος· ἁγέο, κώμων  

ἄρχε· θεὸς θνατὰν ἁνιόχει κραδίαν·  

ἐν πυρὶ γενναθεὶς στέργεις φλόγα τὰν ἐν Ἔρωτι  

καί με πάλιν δήσας τὸν σὸν ἄγεις ἱκέτην.  

<!-- 5 -->ἦ προδότας κἄπιστος ἔφυς, τεὰ δʼ ὄργια κρύπτειν  

αὐδῶν ἐκφαίνειν τἀμὰ σὺ νῦν ἐθέλεις.  

<!-- 12.120 -->

ΠΟΣΕΙΔΙΠΠΟΥ

  

Εὐοπλῶ καὶ πρὸς σὲ μαχήσομαι, οὐδʼ ἀπεροῦμαι  

θνητὸς ἐών· σὺ δʼ, Ἔρως, μηκέτι μοι πρόσαγε.  

ἤν με λάβῃς μεθύοντʼ, ἄπαγʼ ἔκδοτον· ἄχρι δὲ νήφω,  

τὸν παραταξάμενον πρὸς σὲ λογισμὸν ἔχω.  

<!-- 12.121 -->

ΡΙΑΝΟΥ

  

Ἦ ῥά νύ τοι, Κλεόνικε, διʼ ἀτραπιτοῖο κιόντι  

στεινῆς ἤντησαν ταὶ λιπαραὶ Χάριτες·  

καί σε ποτὶ ῥοδέῃσιν ἐπηχύναντο χέρεσσιν,  

κοῦρε, πεποίησαι δʼ ἡλίκος ἐσσὶ χάρις·  

<!-- 5 -->τηλόθι μοι μάλα χαῖρε· πυρὸς δʼ οὐκ ἀσφαλὲς ἆσσον  

ἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα.  

<!-- 12.122 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ὦ Χάριτες, τὸν καλὸν Ἀρισταγόρην ἐσιδοῦσαι  

ἀντίον εἰς τρυφερὰς ἠγκαλίσασθε χέρας,  

οὕνεκα καὶ μορφᾷ βάλλει φλόγα καὶ γλυκυμυθεῖ  

καίρια καὶ σιγῶν ὄμμασι τερπνὰ λαλεῖ.  

<!-- 5 -->τηλόθι μοι πλάζοιτο. τί δὲ πλέον; ὡς γὰρ Ὀλύμπου  

Ζεὺς νέον οἶδεν ὁ παῖς μακρὰ κεραυνοβολεῖν.  

<!-- 12.123 -->

ΑΔΗΛΟΝ

  

Πυγμῇ νικήσαντα τὸν Ἀντικλέους Μενέχαρμον  

λημνίσκοις μαλακοῖς ἐστεφάνωσα δέκα  

καὶ τρισσῶς ἐφίλησα πεφυρμένον αἵματι πολλῷ·  

ἀλλʼ ἐμοὶ ἦν σμύρνης κεῖνο μελιχρότερον.  

<!-- 12.124 -->

ΑΔΗΛΟΝ, οἱ δὲ ΑΡΤΕΜΩΝΟΣ

  

Λάθρῃ παπταίνοντα παρὰ φλιὴν Ἐχέδημον  

λάθριος ἀκρήβην τὸν χαρίεντʼ ἔκυσα.  

δειμαίνω· καὶ γάρ μοι ἐνύπνιος ἦλθε φαρέτρην  

ἀνταίρων καὶ δοὺς ᾤχετʼ ἀλεκτρυόνα,  

<!-- 5 -->ἄλλοτε μειδιόων, ὁτὲ δʼ οὐ φίλος. ἦ ῥα μελισσέων  

ἑσμοῦ καὶ κνίδης καὶ πυρὸς ἡψάμεθα.  

<!-- 12.125 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ἡδύ τί μοι διὰ νυκτὸς ἐνύπνιον ἁβρὰ γελῶντος  

ὀκτωκαιδεκέτους παιδὸς ἔτʼ ἐν χλαμύδι  

ἤγαγʼ Ἔρως ὑπὸ χλαῖναν· ἐγὼ δʼ ἁπαλῷ περὶ χρωτὶ  

στέρνα βαλὼν κενεὰς ἐλπίδας ἐδρεπόμαν.  

<!-- 5 -->καί μʼ ἔτι νῦν θάλπει μνήμης πόθος· ὄμμασι δʼ ὕπνον  

ἀγρευτὴν πτηνοῦ φάσματος αἰὲν ἔχω.  

ὦ δύσερως ψυχή, παῦσαί ποτε καὶ διʼ ὀνείρων  

εἰδώλοις κάλλευς κωφὰ χλιαινομένη.  

<!-- 12.126 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἦρκταί μευ κραδίας ψαύειν πόνος· ἦ γὰρ ἀλύων  

ἀκρονυχεὶ ταύταν ἔκνισʼ ὁ θερμὸς Ἔρως·  

εἶπε δὲ μειδήσας· «Ἕξεις πάλι τὸ γλυκὺ τραῦμα,  

ὦ δύσερως, λάβρῳ καιόμενος μέλιτι.»  

<!-- 5 -->ἐξ οὗ δὴ νέον ἔρνος ἐν ἠιθέοις Διόφαντον  

λεύσσων οὔτε φυγεῖν οὔτε μένειν δύναμαι.  

<!-- 12.127 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἰνόδιον στείχοντα μεσαμβρινὸν εἶδον Ἄλεξιν,  

ἄρτι κόμαν καρπῶν κειρομένου θέρεος.  

διπλαῖ δʼ ἀκτῖνές με κατέφλεγον· αἱ μὲν Ἔρωτος  

παιδὸς ἀπʼ ὀφθαλμῶν, αἱ δὲ παρʼ ἠελίου.  

<!-- 5 -->ἀλλʼ ἃς μὲν νὺξ αὖθις ἐκοίμισεν· ἃς δʼ ἐν ὀνείροις  

εἴδωλον μορφῆς μᾶλλον ἀνεφλόγισεν.  

λυσίπονος δʼ ἑτέροις ἐπʼ ἐμοὶ πόνον ὕπνος ἔτευξεν  

ἔμπνουν πῦρ ψυχῇ κάλλος ἀπεικονίσας.  

<!-- 12.128 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Αἰπολικαὶ σύριγγες, ἐν οὔρεσι μηκέτι Δάφνιν  

φωνεῖτʼ αἰγιβάτῃ Πανὶ χαριζόμεναι·  

μηδὲ σὺ τὸν στεφθέντα, λύρη, Φοίβοιο προφῆτι,  

δάφνῃ παρθενίῃ μέλφʼ Ὑάκινθον ἔτι.  

<!-- 5 -->ἦν γάρ, ὅτʼ ἦν Δάφνις μὲν Ὀρειάσι, σοὶ δʼ Ὑάκινθος  

τερπνός· νῦν δὲ Πόθων σκῆπτρα Δίων ἐχέτω.  

<!-- 12.129 -->

ΑΡΑΤΟΥ

  

Ἀργεῖος Φιλοκλῆς Ἄργει καλός, αἵ τε Κορίνθου  

στῆλαι καὶ Μεγαρέων ταὐτὸ βοῶσι τάφοι·  

γέγραπται καὶ μέχρι λοετρῶν Ἀμφιαράου  

ὡς καλός. ἀλλʼ ὀλίγον· γράμμασι λειπόμεθα.  

<!-- 5 -->τῷδʼ οὐ γὰρ πέτραι ἐπιμάρτυρες, ἀλλὰ Ῥιηνὸς  

αὐτὸς ἰδών, ἑτέρου δʼ ἐστὶ περισσότερος.  

<!-- 12.130 -->

ΑΔΗΛΟΝ

  

Εἶπα καὶ αὖ πάλιν εἶπα· «Καλός, καλός.» ἀλλʼ ἔτι φήσω,  

ὡς καλός, ὡς χαρίεις ὄμμασι Δωσίθεος.  

οὐ δρυὸς οὐδʼ ἐλάτης ἐχαράξαμεν οὐδʼ ἐπὶ τοίχου  

τοῦτʼ ἔπος· ἀλλʼ ἐν ἐμῇ ἴσχετʼ Ἔρως κραδίᾳ.  

<!-- 5 -->εἰ δέ τις οὐ φήσει, μὴ πείθεο. ναὶ μὰ σέ, δαῖμον,  

ψεύδετʼ· ἐγὼ δʼ ὁ λέγων ἀτρεκὲς οἶδα μόνος.  

<!-- 12.131 -->

ΠΟΣΕΙΔΙΠΠΟΥ

  

Ἃ Κύπρον ἅ τε Κύθηρα καὶ ἃ Μίλητον ἐποιχνεῖς  

καὶ καλὸν Συρίης ἱπποκρότου δάπεδον,  

ἔλθοις ἵλαος Καλλιστίῳ, ἣ τὸν ἐραστὴν  

οὐδέποτʼ οἰκείων ὦσεν ἀπὸ προθύρων.  

<!-- 12.132 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Οὔ σοι ταῦτʼ ἐβόων, ψυχή· «Ναὶ Κύπριν, ἁλώσει,  

ὦ δύσερως, ἰξῷ πυκνὰ προσιπταμένη»;  

οὐκ ἐβόων; εἷλέν σε πάγη. τί μάτην ἐνὶ δεσμοῖς  

σπαίρεις; αὐτὸς Ἔρως τὰ πτερά σου δέδεκεν  

<!-- 5 -->καί σʼ ἐπὶ πῦρ ἔστησε, μύροις δʼ ἔρρανε λιπόπνουν,  

δῶκε δὲ διψώσῃ δάκρυα θερμὰ πιεῖν.  

ἆ ψυχὴ βαρύμοχθε, σὺ δʼ ἄρτι μὲν ἐκ πυρὸς αἴθῃ,  

ἄρτι δʼ ἀναψύχεις πνεῦμʼ ἀναλεξαμένη.  

τί κλαίεις; τὸν ἄτεγκτον ὅτʼ ἐν κόλποισιν Ἔρωτα  

<!-- 10 -->ἔτρεφες, οὐκ ᾔδεις, ὡς ἐπὶ σοὶ τρέφετο;  

οὐκ ᾔδεις; νῦν γνῶθι καλῶν ἄλλαγμα τροφείων,  

πῦρ ἅμα καὶ ψυχρὰν δεξαμένη χιόνα.  

αὐτὴ ταῦθʼ εἵλου· φέρε τὸν πόνον. ἄξια πάσχεις,  

ὧν ἔδρας, ὀπτῷ καιομένη μέλιτι.  

<!-- 12.133 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Διψῶν ὡς ἐφίλησα θέρευς ἁπαλόχροα παῖδα,  

εἶπα τότʼ αὐχμηρὰν δίψαν ἀποπροφυγών·  

«Ζεῦ πάτερ, ἆρα φίλημα τὸ νεκτάρεον Γανυμήδευς  

πίνεις, καὶ τόδε σοι χείλεσιν οἰνοχοεῖ;  

<!-- 5 -->καὶ γὰρ ἐγὼ τὸν καλὸν ἐν ἠιθέοισι φιλήσας  

Ἀντίοχον ψυχῆς ἡδὺ πέπωκα μέλι.»  

<!-- 12.134 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρὸν  

πνεῦμα διὰ στηθέων—εἶδες; —ἀνηγάγετο,  

τὸ τρίτον ἡνίκʼ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα  

τὠνδρὸς ἀπὸ στεφάνων πάντʼ ἐγένοντο χαμαί·  

<!-- 5 -->ὤπτηται μέγα δή τι, μὰ δαίμονας· οὐκ ἀπὸ ῥυσμοῦ  

εἰκάζω, φωρὸς δʼ ἴχνια φὼρ ἔμαθον.  

<!-- 12.135 -->

ΑΣΚΛΗΠΙΑΔΟΥ

  

Οἶνος ἔρωτος ἔλεγχος· ἐρᾶν ἀρνεύμενον ἡμῖν  

ἤτασαν αἱ πολλαὶ Νικαγόρην προπόσεις·  

καὶ γὰρ ἐδάκρυσεν καὶ ἐνύστασε καί τι κατηφὲς  

ἔβλεπε, χὠ σφιγχθεὶς οὐκ ἔμενε στέφανος.  

<!-- 12.136 -->

ΑΔΗΛΟΝ

  

Ὄρνιθες ψίθυροι, τί κεκράγατε; μή μʼ ἀνιᾶτε  

τὸν τρυφερῇ παιδὸς σαρκὶ χλιαινόμενον,  

ἑζόμεναι πετάλοισιν ἀηδόνες· εἰ δὲ λάληθρον  

θῆλυ γένος, δέομαι, μείνατʼ ἐφʼ ἡσυχίης.  

<!-- 12.137 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ὀρθροβόας, δυσέρωτι κακάγγελε, νῦν, τρισάλαστε,  

ἐννύχιος κράζεις πλευροτυπῆ κέλαδον  

γαῦρος ὑπὲρ κοίτας, ὅτι μοι βραχὺ τοῦτʼ ἔτι νυκτὸς  

παιδοφιλεῖν, ἐπʼ ἐμαῖς δʼ ἁδὺ γελᾷς ὀδύναις.  

<!-- 5 -->ἅδε φίλα θρεπτῆρι χάρις; ναὶ τὸν βαθὺν ὄρθρον,  

ἔσχατα γηρύσῃ ταῦτα τὰ πικρὰ μέλη.  

<!-- 12.138 -->

ΜΝΑΣΑΛΚΟΥ

  

Ἄμπελε, μήποτε φύλλα χαμαὶ σπεύδουσα βαλέσθαι  

δείδιας ἑσπέριον Πλειάδα δυομέναν;  

μεῖνον ἐπʼ Ἀντιλέοντι πεσεῖν ὑπὸ τὶν γλυκὺν ὕπνον,  

ἐς τότε, τοῖς καλοῖς πάντα χαριζομένα.  

<!-- 12.139 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Ἔστι τι, ναὶ τὸν Πᾶνα, κεκρυμμένον, ἔστι τι ταύτῃ,  

ναὶ μὰ Διώνυσον, πῦρ ὑπὸ τῇ σποδιῇ·  

οὐ θαρσέω. μὴ δή με περίπλεκε· πολλάκι λήθει  

τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός.  

<!-- 5 -->τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς  

οὗτος ὁ σιγέρπης εἰς τὸν ἔρωτα βάλῃ.  

<!-- 12.140 -->

ΑΔΗΛΟΝ

  

Τὸν καλὸν ὡς ἰδόμαν Ἀρχέστρατον, οὐ μὰ τὸν Ἑρμᾶν,  

οὐ καλὸν αὐτὸν ἔφαν, οὐ γὰρ ἄγαν ἐδόκει.  

εἶπα, καὶ ἁ Νέμεσίς με συνάρπασε, κεὐθὺς ἐκείμαν  

ἐν πυρί, παῖς δʼ ἐπʼ ἐμοὶ Ζεὺς ἐκεραυνοβόλει.  

<!-- 5 -->τὸν παῖδʼ ἱλασόμεσθʼ ἢ τὰν θεόν; ἀλλὰ θεοῦ μοι  

ἔστιν ὁ παῖς κρέσσων· χαιρέτω ἁ Νέμεσις.  

<!-- 12.141 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ἐφθέγξω, ναὶ Κύπριν, ἃ μὴ θεός, ὦ μέγα τολμᾶν  

θυμὲ μαθών· Θήρων σοὶ καλὸς οὐκ ἐφάνη·  

σοὶ καλὸς οὐκ ἐφάνη Θήρων· ἀλλʼ αὐτὸς ὑπέστης,  

οὐδὲ Διὸς πτήξας πῦρ τὸ κεραυνοβόλον.  

<!-- 5 -->τοιγάρ, ἰδού, τὸν πρόσθε λάλον προὔθηκεν ἰδέσθαι  

δεῖγμα θρασυστομίης ἡ βαρύφρων Νέμεσις.  

<!-- 12.142 -->

ΩΣ ΡΙΑΝΟΥ

  

Ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ  

κόσσυφον ἀγρεύσας εἷλε κατὰ πτερύγων·  

χὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις.  

ἀλλʼ ἐγώ, ὦ φίλʼ Ἔρως καὶ θαλεραὶ Χάριτες,  

<!-- 5 -->εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνου  

ἐν χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρυ βάλω.  

<!-- 12.143 -->

ΑΔΗΛΟΝ

  

Ἑρμῆ, τοξευθεὶς ἐξέσπασα πικρὸν ἐφήβῳ. —  

«Κἠγὼ τὴν αὐτήν, ξεῖνε, λέλογχα τύχην.» —  

Ἀλλά μʼ Ἀπολλοφάνους τρύχει πόθος. —«Ὦ φιλάεθλε,  

ἔφθασας· εἰς ἓν πῦρ οἱ δύʼ ἐνηλάμεθα.»  

<!-- 12.144 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Τί κλαίεις, φρενολῃστά; τί δʼ ἄγρια τόξα καὶ ἰοὺς  

ἔρριψας διφυῆ ταρσὸν ἀνεὶς πτερύγων;  

ἦ ῥά γε καὶ σὲ Μυΐσκος ὁ δύσμαχος ὄμμασιν αἴθει;  

ὡς μόλις, οἷʼ ἔδρας πρόσθε, παθὼν ἔμαθες.  

<!-- 12.145 -->

ΑΔΗΛΟΝ

  

Παύετε, παιδοφίλαι, κενεὸν πόνον· ἴσχετε μόχθων,  

δύσφρονες· ἀπρήκτοις ἐλπίσι μαινόμεθα.  

ἶσον ἐπὶ ψαφαρὴν ἀντλεῖν ἅλα κἀπὸ Λιβύσσης  

ψάμμου ἀριθμητὴν ἀρτιάσαι ψεκάδα,  

<!-- 5 -->ἶσον καὶ παίδων στέργειν πόθον, ὧν τὸ κεναυχὲς  

κάλλος ἐνὶ χθονίοις ἡδύ τʼ ἐν ἀθανάτοις.  

δέρκεσθʼ εἰς ἐμὲ πάντες· ὁ γὰρ πάρος εἰς κενὸν ἡμῶν  

μόχθος ἐπὶ ξηροῖς ἐκκέχυτʼ αἰγιαλοῖς.  

<!-- 12.146 -->

ΡΙΑΝΟΥ

  

Ἀγρεύσας τὸν νεβρὸν ἀπώλεσα, χὠ μὲν ἀνατλὰς  

μυρία καὶ στήσας δίκτυα καὶ στάλικας  

σὺν κενεαῖς χείρεσσιν ἀπέρχομαι· οἱ δʼ ἀμογητὶ  

τἀμὰ φέρουσιν, Ἔρως, οἷς σὺ γένοιο βαρύς.  

<!-- 12.147 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ἅρπασται. τίς τόσσον ἐναιχμάσαι ἄγριος ἦεν;  

τίς τόσος ἀντᾶραι καὶ πρὸς Ἔρωτα μάχην;  

ἅπτε τάχος πεύκας· καίτοι κτύπος· Ἡλιοδώρας.  

βαῖνε πάλιν στέρνων ἐντὸς ἐμῶν, κραδίη.  

<!-- 12.148 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Οἶδʼ, ὅτι μευ πλούτου κενεαὶ χέρες· ἀλλά, Μένιππε,  

μὴ λέγε, πρὸς Χαρίτων, τοὐμὸν ὄνειρον ἐμοί.  

ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων·  

ναί, φίλε, τῶν παρὰ σεῦ τοῦτʼ ἀνεραστότατον.  

<!-- 12.149 -->

ΤΟΥ ΑΥΤΟΥ

  

«Ληφθήσει, περίφευγε, Μενέκρατες,» εἶπα Πανήμου  

εἰκάδι, καὶ Λῴου τῇ—τίνι; τῇ δεκάτῃ  

ἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖ γʼ, ἐμὸς Ἑρμῆς,  

εὖ γʼ, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.  

<!-- 12.150 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰν  

τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.  

αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·  

ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.  

<!-- 5 -->τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ  

τὠγαθόν, ἐκκόπτει τὰν φιλόπαιδα νόσον.  

ἔσθʼ ἁμὶν χἀκάστοτʼ ἀφειδέα πρὸς τὸν Ἔρωτα  

τοῦτʼ εἶπαι· «Κείρευ τὰ πτερά, παιδάριον·  

οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ  

<!-- 10 -->οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.»  

<!-- 12.151 -->

ΑΔΗΛΟΝ

  

Εἴ τινά που παίδων ἐρατώτατον ἄνθος ἔχοντα  

εἶδες, ἀδιστάκτως εἶδες Ἀπολλόδοτον.  

εἰ δʼ ἐσιδών, ὦ ξεῖνε, πυριφλέκτοισι πόθοισιν  

οὐκ ἐδάμης, πάντως ἢ θεὸς ἢ λίθος εἶ.  

<!-- 12.152 -->Μάγνης Ἡράκλειτος, ἐμοὶ πόθος, οὔτι σίδηρον  

πέτρῳ, πνεῦμα δʼ ἐμὸν κάλλει ἐφελκόμενος.  

<!-- 12.153 -->

ΑΣΚΛΗΠΙΑΔΟΥ

  

Πρόσθε μοι Ἀρχεάδης ἐθλίβετο· νῦν δὲ τάλαιναν  

οὐδʼ ὅσσον παίζων εἰς ἔμʼ ἐπιστρέφεται.  

οὐδʼ ὁ μελιχρὸς Ἔρως ἀεὶ γλυκύς· ἀλλʼ ἀνιήσας  

πολλάκις ἡδίων γίνετʼ ἐρῶσι θεός.  

<!-- 12.154 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ἡδὺς ὁ παῖς, καὶ τοὔνομʼ ἐμοὶ γλυκύς ἐστι Μυΐσκος  

καὶ χαρίεις. τίνʼ ἔχω μὴ οὐχὶ φιλεῖν πρόφασιν;  

καλὸς γάρ, ναὶ Κύπριν, ὅλος καλός· εἰ δʼ ἀνιηρός,  

οἶδε τὸ πικρὸν Ἔρως συγκεράσαι μέλιτι.  

<!-- 12.155 -->

ΑΔΗΛΟΝ

  

Μή μʼ εἴπῃς πάλιν ὧδε. —«Τί δʼ αἴτιος; αὐτὸς ἔπεμψε.» —  

Δεύτερον οὖν φήσεις; —«Δεύτερον· εἶπεν· Ἴθι.  

ἀλλʼ ἔρχευ, μὴ μέλλε· μένουσί σε.» —Πρῶτον ἐκεῖνον  

εὑρήσω χἤξω· τὸ τρίτον οἶδα πάλαι.  

<!-- 12.156 -->

ΑΔΗΛΟΝ

  

Εἰαρινῷ χειμῶνι πανείκελος, ὦ Διόδωρε,  

οὑμὸς ἔρως ἀσαφεῖ κρινόμενος πελάγει·  

καί ποτε μὲν φαίνεις πολὺν ὑετόν, ἄλλοτε δʼ αὖτε  

εὔδιος, ἁβρὰ γελῶν δʼ ὄμμασιν ἐκκέχυσαι.  

<!-- 5 -->τυφλὰ δʼ, ὅπως ναυηγὸς ἐν οἴδματι, κύματα μετρῶν  

δινεῦμαι, μεγάλῳ χείματι πλαζόμενος.  

ἀλλά μοι ἢ φιλίης ἔκθες σκοπὸν ἢ πάλι μίσους,  

ὡς εἰδῶ, ποτέρῳ κύματι νηχόμεθα.  

<!-- 12.157 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Κύπρις ἐμοὶ ναύκληρος, Ἔρως δʼ οἴακα φυλάσσει  

ἄκρον ἔχων ψυχῆς ἐν χερὶ πηδάλιον·  

χειμαίνει δὲ βαρὺς πνεύσας Πόθος, οὕνεκα δὴ νῦν  

παμφύλῳ παίδων νήχομαι ἐν πελάγει.  

<!-- 12.158 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Σοί με Πόθων δέσποινα θεὴ πόρε, σοί με, Θεόκλεις,  

ἁβροπέδιλος Ἔρως γυμνὸν ὑπεστόρεσεν,  

ξεῖνον ἐπὶ ξείνης, δαμάσας ἀλύτοισι χαλινοῖς·  

ἱμείρω δὲ τυχεῖν ἀκλινέος φιλίας.  

<!-- 5 -->ἀλλὰ σὺ τὸν στέργοντʼ ἀπαναίνεαι, οὐδέ σε θέλγει  

οὐ χρόνος, οὐ ξυνῆς σύμβολα σωφροσύνης.  

ἵλαθʼ, ἄναξ, ἵληθι· σὲ γὰρ θεὸν ὥρισε Δαίμων·  

ἐν σοί μοι ζωῆς πείρατα καὶ θανάτου.  

<!-- 12.159 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἐν σοὶ τἀμά, Μυΐσκε, βίου πρυμνήσιʼ ἀνῆπται·  

ἐν σοὶ καὶ ψυχῆς πνεῦμα τὸ λειφθὲν ἔτι.  

ναὶ γὰρ δὴ τὰ σά, κοῦρε, τὰ καὶ κωφοῖσι λαλεῦντα  

ὄμματα, ναὶ μὰ τὸ σὸν φαιδρὸν ἐπισκύνιον,  

<!-- 5 -->ἤν μοι συννεφὲς ὄμμα βάλῃς ποτέ, χεῖμα δέδορκα·  

ἢν δʼ ἱλαρὸν βλέψῃς, ἠδὺ τέθηλεν ἔαρ.  

<!-- 12.160 -->

ΑΔΗΛΟΝ

  

Θαρσαλέως τρηχεῖαν ὑπὸ σπλάγχνοισιν ἀνίην  

οἴσω, καὶ χαλεπῆς δεσμὸν ἀλυκτοπέδης·  

οὐ γάρ πω, Νίκανδρε, βολὰς ἐδάημεν Ἔρωτος  

νῦν μόνον, ἀλλὰ πόθων πολλάκις ἡψάμεθα.  

<!-- 5 -->καὶ σὺ μέν, Ἀδρήστεια, κακῆς ἀντάξια βουλῆς  

τῖσαι, καὶ μακάρων πικροτάτη Νέμεσις.  

<!-- 12.161 -->

ΑΣΚΛΗΠΙΑΔΟΥ

  

Δόρκιον ἡ φιλέφηβος ἐπίσταται ὡς ἁπαλὸς παῖς  

ἕσθαι πανδήμου Κύπριδος ὠκὺ βέλος  

ἵμερον ἀστράπτουσα κατʼ ὄμματος, ἠδʼ ὑπὲρ ὤμων  

σὺν πετάσῳ, γυμνὸν μηρὸν ἔφαινε χλαμύς.  

<!-- 12.162 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Οὔπω τοξοφορῶν οὐδʼ ὥριος, ἀλλὰ νεογνὸς  

οὑμὸς Ἔρως παρὰ τὴν Κύπριν ὑποστρέφεται  

δέλτον ἔχων χρυσέην· τὰ Φιλοκράτεος δὲ Διύλλου  

τραυλίζει ψυχῇ φίλτρα κατʼ Ἀντιγένους.  

<!-- 12.163 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εὗρεν Ἔρως τι καλῷ μῖξαι καλόν, οὐχὶ μάραγδον  

χρυσῷ, ὃ μήτʼ ἀνθεῖ μήτε γένοιτʼ ἐν ἴσῳ,  

οὐδʼ ἐλέφαντʼ ἐβένῳ, λευκῷ μέλαν, ἀλλὰ Κλέανδρον  

Εὐβιότῳ, πειθοῦς ἄνθεα καὶ φιλίης.  

<!-- 12.164 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Ἡδὺ μὲν ἀκρήτῳ κεράσαι γλυκὺ νᾶμα μελισσῶν,  

ἡδὺ δὲ παιδοφιλεῖν καὐτὸν ἐόντα καλόν,  

οἷα τὸν ἁβροκόμην στέργει Κλεόβουλον Ἄλεξις,  

ἀθάνατον τούτω Κύπριδος οἰνόμελι.  

<!-- 12.165 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Λευκανθὴς Κλεόβουλος, ὁ δʼ ἀντία τοῦδε μελίχρους  

Σώπολις, οἱ δισσοὶ Κύπριδος ἀνθοφόροι.  

τοὔνεκά μοι παίδων ἕπεται πόθος· οἱ γὰρ Ἔρωτες  

πλέξειν ἐκ λευκοῦ φασί με καὶ μέλανος.  

<!-- 12.166 -->

ΑΣΚΛΗΠΙΑΔΟΥ

  

Τοῦθʼ, ὅ τι μοι λοιπὸν ψυχῆς, ὅ τι δήποτʼ, Ἔρωτες,  

τοῦτό γʼ ἔχειν πρὸς θεῶν ἡσυχίην ἄφετε·  

εἰ μή, ναὶ τόξοις μὴ βάλλετέ μʼ, ἀλλὰ κεραυνοῖς,  

ναὶ πάντως τέφρην θέσθε με κἀνθρακιήν.  

<!-- 5 -->ναὶ ναὶ βάλλετʼ, Ἔρωτες· ἐνεσκληκὼς γὰρ ἀνίαις  

ὀξύτερον τούτων, εἴ γέ τι, βούλομʼ ἔχειν.  

<!-- 12.167 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Χειμέριον μὲν πνεῦμα· φέρει δʼ ἐπὶ σοί με, Μυΐσκε,  

ἁρπαστὸν κώμοις ὁ γλυκύδακρυς Ἔρως.  

χειμαίνει δὲ βαρὺς πνεύσας Πόθος, ἀλλά μʼ ἐς ὅρμον  

δέξαι, τὸν ναύτην Κύπριδος ἐν πελάγει.  

<!-- 12.168 -->

ΠΟΣΕΙΔΙΠΠΟΥ

  

Ναννοῦς καὶ Λύδης ἐπίχει δύο καὶ φέρʼ ἑκάστου  

Μιμνέρμου καὶ τοῦ σώφρονος Ἀντιμάχου·  

συγκέρασον τὸν πέμπτον ἐμοῦ, τὸν δʼ ἕκτον «Ἑκάστου,»  

Ἡλιόδωρʼ, εἴπας, «ὅστις ἐρῶν ἔτυχεν.»  

<!-- 5 -->ἕβδομον Ἡσιόδου, τὸν δʼ ὄγδοον εἶπον Ὁμήρου,  

τὸν δʼ ἔνατον Μουσῶν, Μνημοσύνης δέκατον.  

μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι· τἆλλα δʼ Ἔρωτες  

νήφοντʼ, οἰνωθέντʼ οὐχὶ λίην ἄχαριν.  

<!-- 12.169 -->

ΔΙΟΣΚΟΡΙΔΟΥ

  

Ἐξέφυγον, Θεόδωρε, τὸ σὸν βάρος. ἀλλʼ ὅσον εἴπας  

«Ἐξέφυγον τὸν ἐμὸν δαίμονα πικρότατον,»  

πικρότερός με κατέσχεν. Ἀριστοκράτει δὲ λατρεύων  

μυρία δεσπόσυνον καὶ τρίτον ἐκδέχομαι.  

<!-- 12.170 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Σπονδὴ καὶ λιβανωτὲ καὶ οἱ κρητῆρι μιγέντες  

δαίμονες, οἳ φιλίης τέρματʼ ἐμῆς ἔχετε,  

ὑμέας, ὦ σεμνοί, μαρτύρομαι, οὓς ὁ μελίχρως  

κοῦρος Ἀθήναιος πάντας ἐπωμόσατο.  

<!-- 12.171 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Τὸν καλόν, ὡς ἔλαβες, κομίσαις πάλι πρός με θεωρὸν  

Εὐαγόρην, ἀνέμων πρηΰτατε Ζέφυρε,  

εἰς ὀλίγων τείνας μηνῶν μέτρον, ὡς καὶ ὁ μικρὸς  

μυριέτης κέκριται τῷ φιλέοντι χρόνος.  

<!-- 12.172 -->

ΕΥΗΝΟΥ

  

Εἰ μισεῖν πόνος ἐστί, φιλεῖν πόνος, ἐκ δύο λυγρῶν  

αἱροῦμαι χρηστῆς ἕλκος ἔχειν ὀδύνης.  

<!-- 12.173 -->

ΦΙΛΟΔΗΜΟΥ

  

Δημώ με κτείνει καὶ Θέρμιον· ἡ μὲν ἑταίρη  

δήμῳ, ἡ δʼ οὔπω Κύπριν ἐπισταμένη·  

καὶ τῆς μὲν ψαύω, τῆς δʼ οὐ θέμις. οὐ μὰ σέ, Κύπρι,  

οὐκ οἶδʼ, ἣν εἰπεῖν δεῖ με ποθεινοτέρην.  

<!-- 5 -->Δημάριον λέξω τὴν παρθένον· οὐ γὰρ ἕτοιμα  

βούλομαι, ἀλλὰ ποθῶ πᾶν τὸ φυλασσόμενον.  

<!-- 12.174 -->

ΦΡΟΝΤΩΝΟΣ

  

Μέχρι τίνος πολεμεῖς μʼ, ὦ φίλτατε Κῦρε; τί ποιεῖς;  

τὸν σὸν Καμβύσην οὐκ ἐλεεῖς; λέγε μοι.  

μὴ γίνου Μῆδος· Σάκας γὰρ ἔσῃ μετὰ μικρόν,  

καί σε ποιήσουσιν αἱ τρίχες Ἀστυάγην.  

<!-- 12.175 -->

ΣΤΡΑΤΩΝΟΣ

  

Ἢ μὴ ζηλοτύπει δούλοις ἐπὶ παισὶν ἑταίρους  

ἢ μὴ θηλυπρεπεῖς οἰνοχόους πάρεχε.  

τίς γὰρ ἀνὴρ ἐς ἔρωτʼ ἀδαμάντινος; ἢ τίς ἀτειρὴς  

οἴνῳ; τίς δὲ καλοὺς οὐ περίεργα βλέπει;  

<!-- 5 -->ζώντων ἔργα τάδʼ ἐστίν· ὅπου δʼ οὐκ εἰσὶν ἔρωτες  

οὐδὲ μέθαι, Διοφῶν, ἢν ἐθέλῃς, ἄπιθι  

κἀκεῖ Τειρεσίην ἢ Τάνταλον ἐς πότον ἕλκε,  

τὸν μὲν ἐπʼ οὐδὲν ἰδεῖν, τὸν δʼ ἐπὶ μοῦνον ἰδεῖν.  

<!-- 12.176 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Στυγνὸς δὴ τί, Μένιππε, κατεσκέπασαι μέχρι πέζης  

ὁ πρὶν ἐπʼ ἰγνύης λῶπος ἀνελκόμενος;  

ἢ τί κάτω κύψας με παρέδραμες οὐδὲ προσειπών;  

οἶδα, τί με κρύπτεις· ἤλυθον, ἃς ἔλεγον.  

<!-- 12.177 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἑσπερίην Μοῖρίς με, καθʼ ἣν ὑγιαίνομεν ὥρην,  

—οὐκ οἶδʼ, εἴτε σαφῶς εἴτʼ ὄναρ—ἠσπάσατο.  

ἤδη γὰρ τὰ μὲν ἄλλα μάλʼ ἀτρεκέως ἐνόησα,  

χὠκόσα μοι προσέφη, χὠκόσʼ ἐπυνθάνετο·  

<!-- 5 -->εἰ δέ με καὶ πεφίληκε, τεκμαίρομαι· εἰ γὰρ ἀληθές,  

πῶς ἀποθειωθεὶς πλάζομʼ ἐπιχθόνιος;  

<!-- 12.178 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἐξεφλέγην, ὅτε Θεῦδις ἐλάμπετο παισὶν ἐν ἄλλοις  

οἷος ἐπαντέλλων ἀστράσιν ἠέλιος.  

τοὔνεκʼ ἔτι φλέγομαι καὶ νῦν, ὅτε νυκτὶ λαχνοῦται·  

δυόμενος γὰρ ὅμως ἥλιός ἐστιν ἔτι.  

<!-- 12.179 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ὤμοσά σοι, Κρονίδη, μηπώποτε—μηδʼ ἐμοὶ αὐτῷ—  

ἐξειπεῖν, ὅ τι μοι Θεῦδις ἔειπε λαβεῖν.  

ψυχὴ δʼ ἡ δυσάπιστος ἀγαλλομένη πεπότηται  

ἠέρι καὶ στέξαι τἀγαθὸν οὐ δύναται·  

<!-- 5 -->ἀλλʼ ἐρέω, σύγγνωθι σύ μοι· «Κεῖνος δὲ πέπεισται.»  

Ζεῦ πάτερ, ἀγνώστου τίς χάρις εὐτυχίης;  

<!-- 12.180 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Καῦμά μʼ ἔχει μέγα δή τι· σὺ δʼ, ὦ παῖ, παύεο λεπτὸν  

ἠέρι δινεύων ἐγγὺς ἐμεῖο λίνον.  

ἄλλο τι πῦρ ἐμοῦ ἔνδον ἔχω κυάθοισιν ἀναφθὲν  

καὶ περὶ σῇ ῥιπῇ μᾶλλον ἐγειρόμενον.  

<!-- 12.181 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ψεύδεα μυθίζουσι, Θεόκλεες, ὡς ἀγαθαὶ μὲν  

αἱ Χάριτες, τρισσαὶ δʼ εἰσὶ κατʼ Ὀρχομενόν·  

πεντάκι γὰρ δέκα σεῖο περισκιρτῶσι πρόσωπα  

τοξοβόλοι, ψυχέων ἅρπαγες ἀλλοτρίων.  

<!-- 12.182 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ταῦτά με νῦν τὰ περισσὰ φιλεῖς, ὅτʼ ἔρωτος ἀπέσβη  

πυρσός, ὅτʼ οὐδʼ ἄλλως ἡδὺν ἔχω σε φίλον.  

μέμνημαι γὰρ ἐκεῖνα τὰ δύσμαχα· πλὴν ἔτι, Δάφνι,  

ὀψὲ μέν, ἀλλʼ ἐχέτω καὶ μετάνοια τόπον.  

<!-- 12.183 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Τίς χάρις, Ἡλιόδωρε, φιλήμασιν, εἴ με λάβροισιν  

χείλεσι μὴ φιλέεις ἀντιβιαζόμενος,  

ἀλλʼ ἐπʼ ἄκροις ἀσάλευτα μεμυκόσιν, οἷα κατʼ οἴκους  

καὶ δίχα σοῦ με φιλεῖ πλάσμα τὸ κηρόχυτον;  

<!-- 12.184 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Μὴ σπεύσῃς Μενέδημον ἑλεῖν δόλῳ, ἀλλʼ ἐπίνευσον  

ὀφρύσι, καὶ φανερῶς αὐτὸς ἐρεῖ· «Πρόαγε.»  

οὐ γὰρ ἀνάβλησις· φθάνει δέ τε καὶ τὸν ἄγοντα,  

οὐδʼ ἀμάρης, ποταμοῦ δʼ ἐστὶν ἑτοιμότερος.  

<!-- 12.185 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Τοὺς σοβαροὺς τούτους καὶ τοὺς περιπορφυροσήμους  

παῖδας, ὅσους ἡμεῖς οὐ προσεφιέμεθα,  

ὥσπερ σῦκα πέτραισιν ἐπʼ ἀκρολόφοισι πέπειρα  

ἔσθουσιν γῦπες, Δίφιλε, καὶ κόρακες.  

<!-- 12.186 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἄχρι τίνος ταύτην τὴν ὀφρύα τὴν ὑπέροπτον,  

Μέντορ, τηρήσεις μηδὲ τὸ «χαῖρε» λέγων,  

ὡς μέλλων αἰῶνα μένειν νέος ἢ διὰ παντὸς  

ὀρχεῖσθαι πυρίχην; καὶ τὸ τέλος πρόβλεπε.  

<!-- 5 -->ἥξει σοι πώγων, κακὸν ἔσχατον, ἀλλὰ μέγιστον·  

καὶ τότʼ ἐπιγνώσῃ, τί σπάνις ἐστὶ φίλων.  

<!-- 12.187 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Πῶς ἀναγινώσκειν, Διονύσιε, παῖδα διδάξεις,  

μηδὲ μετεκβῆναι φθόγγον ἐπιστάμενος;  

ἐκ νήτης μετέβης οὕτως ταχὺς εἰς βαρύχορδον  

φθόγγον, ἀπʼ ἰσχνοτάτης εἰς τάσιν ὀγκοτάτην.  

<!-- 5 -->πλὴν οὐ βασκαίνω· μελέτα μόνον· ἀμφοτέρους δὲ  

κρούων τοῖς φθονεροῖς λάμβδα καὶ ἄλφα λέγε.  

<!-- 12.188 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἴ σε φιλῶν ἀδικῶ καὶ τοῦτο δοκεῖς ὕβριν εἶναι,  

τὴν αὐτὴν κόλασιν καὶ σὺ φίλει με λαβών.  

<!-- 12.189 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Τίς σε κατεστεφάνωσε ῥόδοις ὅλον; εἰ μὲν ἐραστής,  

ἆ μάκαρ· εἰ δʼ ὁ πατήρ, ὄμματα καὐτὸς ἔχει.  

<!-- 12.190 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ὄλβιος ὁ γράψας σε, καὶ ὄλβιος οὗτος ὁ κάλλει  

τῷ σῷ νικᾶσθαι κηρὸς ἐπιστάμενος.  

θριπὸς ἐγὼ καὶ σύρμα τερηδόνος εἴθε γενοίμην,  

ὡς ἀναπηδήσας τὰ ξύλα ταῦτα φάγω.  

<!-- 12.191 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Οὐκ ἐχθὲς παῖς ἦσθα; καὶ οὐδʼ ὄναρ οὗτος ὁ πώγων  

ἤλυθε. πῶς ἀνέβη τοῦτο τὸ δαιμόνιον  

καὶ τριχὶ πάντʼ ἐκάλυψε τὰ πρὶν καλά; φεῦ, τί τὸ θαῦμα;  

ἐχθὲς Τρωίλος ὢν πῶς ἐγένου Πρίαμος;  

<!-- 12.192 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Οὐ τέρπουσι κόμαι με περισσότεροί τε κίκιννοι,  

τέχνης, οὐ φύσεως ἔργα διδασκόμενοι·  

ἀλλὰ παλαιστρίτου παιδὸς ῥύπος ὁ ψαφαρίτης  

καὶ χροιὴ μελέων σαρκὶ λιπαινομένη.  

<!-- 5 -->ἡδὺς ἀκαλλώπιστος ἐμὸς πόθος· ἡ δὲ γοῆτις  

μορφὴ θηλυτέρης ἔργον ἔχει Παφίης.  

<!-- 12.193 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Οὐδέ, Σμυρναῖαι Νεμέσεις ὅ τι σοὶ ʼπιλέγουσιν,  

Ἀρτεμίδωρε, νοεῖς· «Μηδὲν ὑπὲρ τὸ μέτρον.»  

ἀλλʼ οὕτως ὑπέροπτα καὶ ἄγρια κοὐδὲ πρέποντα  

κωμῳδῷ φθέγγῃ πάνθʼ ὑποκρινόμενος.  

<!-- 5 -->μνησθήσῃ τούτων, ὑπερήφανε, καὶ σὺ φιλήσεις  

καὶ κωμῳδήσεις τὴν «Ἀποκλειομένην.»  

<!-- 12.194 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἰ Ζεὺς ἐκ γαίης θνητοὺς ἔτι παῖδας ἐς αἴθρην  

ἥρπαζεν, γλυκεροῦ νέκταρος οἰνοχόους,  

αἰετὸς ἂν πτερύγεσσιν Ἀγρίππαν τὸν καλὸν ἡμῶν  

ἤδη πρὸς μακάρων ἦγε διηκονίας.  

<!-- 5 -->ναὶ μὰ σὲ γάρ, Κρονίδη, κόσμου πάτερ, ἢν ἐσαθρήσῃς,  

τὸν Φρύγιον ψέξεις αὐτίκα Δαρδανίδην.  

<!-- 12.195 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἄνθεσιν οὐ τόσσοισι φιλοζέφυροι χλοάουσι  

λειμῶνες, πυκιναῖς εἴαρος ἀγλαΐαις,  

ὅσσους εὐγενέτας, Διονύσιε, παῖδας ἀθρήσεις,  

χειρῶν Κυπρογενεῦς πλάσματα καὶ Χαρίτων.  

<!-- 5 -->ἔξοχα δʼ ἐν τούτοις Μιλήσιος ἠνίδε θάλλει  

ὡς ῥόδον εὐόδμοις λαμπόμενον πετάλοις.  

ἀλλʼ οὐκ οἶδεν ἴσως, ἐκ καύματος ὡς καλὸν ἄνθος,  

οὕτω τὴν ὥρην ἐκ τριχὸς ὀλλυμένην.  

<!-- 12.196 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ὀφθαλμοὺς σπινθῆρας ἔχεις, θεόμορφε Λυκῖνε,  

μᾶλλον δʼ ἀκτῖνας, δέσποτα, πυρσοβόλους.  

ἀντωπὸς βλέψαι βαιὸν χρόνον οὐ δύναμαί σοι,  

οὕτως ἀστράπτεις ὄμμασιν ἀμφοτέροις.  

<!-- 12.197 -->

ΤΟΥ ΑΥΤΟΥ

  

«Καιρὸν γνῶθι» σοφῶν τῶν ἑπτά τις εἶπε, Φίλιππε·  

πάντα γὰρ ἀκμάζοντʼ ἐστὶν ἐραστότερα·  

καὶ σίκυος πρῶτός που ἐπʼ ἀνδήροισιν ὁραθεὶς  

τίμιος, εἶτα συῶν βρῶμα πεπαινόμενος.  

<!-- 12.198 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἡλικίης φίλος εἰμὶ καὶ οὐδένα παῖδα προτάσσω  

πρὸς τὸ καλὸν κρίνων· ἄλλο γὰρ ἄλλος ἔχει.  

<!-- 12.199 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἄρκιον ἤδη μοι πόσιος μέτρον· εὐσταθίη γὰρ  

λύεται ἥ τε φρενῶν ἥ τε διὰ στόματος.  

χὠ λύχνος ἔσχισται διδύμην φλόγα, καὶ δὶς ἀριθμέω  

πολλάκι πειράζων τοὺς ἀνακεκλιμένους·  

<!-- 5 -->ἤδη δʼ οὐκέτι μοῦνον ἐπʼ οἰνοχόον σεσόβημαι,  

ἀλλὰ πάρωρα βλέπω κἠπὶ τὸν ὑδροχόον.  

<!-- 12.200 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Μισῶ δυσπερίληπτα φιλήματα καὶ μαχιμώδεις  

φωνὰς καὶ σθεναρὴν ἐκ χερὸς ἀντίθεσιν·  

καὶ μὴν καὶ τόν, ὅτʼ ἐστὶν ἐν ἀγκάσιν, εὐθὺ θέλοντα  

καὶ παρέχοντα χύδην οὐ πάνυ δή τι θέλω,  

<!-- 5 -->ἀλλὰ τὸν ἐκ τούτων ἀμφοῖν μέσον, οἷον ἐκεῖνον  

τὸν καὶ μὴ παρέχειν εἰδότα καὶ παρέχειν.  

<!-- 12.201 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἰ μὴ νῦν Κλεόνικος ἐλεύσεται, οὐκέτʼ ἐκεῖνον  

δέξομʼ ἐγὼ μελάθροις, οὐ μὰ τόν—οὐκ ὀμόσω.  

εἰ γὰρ ὄνειρον ἰδὼν οὐκ ἤλυθεν, εἶτα παρείη  

αὔριον, οὐ παρὰ τὴν σήμερον ὀλλύμεθα.  

<!-- 12.202 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Πτηνὸς Ἔρως ἄγαγέν με διʼ ἠέρος, ἡνίκα, Δᾶμι,  

γράμμα σὸν εἶδον, ὅ μοι δεῦρο μολεῖν σʼ ἔλεγεν·  

ῥίμφα δʼ ἀπὸ Σμύρνης ἐπὶ Σάρδιας· ἔδραμεν ἄν μου  

ὕστερον, εἰ Ζήτης ἔτρεχεν ἢ Κάλαϊς.  

<!-- 12.203 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Οὐκ ἐθέλοντα φιλεῖς με, φιλῶ δʼ ἐγὼ οὐκ ἐθέλοντα·  

εὔκολος, ἢν φεύγω· δύσκολος, ἢν ἐπάγω.  

<!-- 12.204 -->

ΤΟΥ ΑΥΤΟΥ

  

«Χρύσεα χαλκείων» νῦν εἴπατε· «δός, λάβε» παίζει  

Σωσιάδας ὁ καλὸς καὶ Διοκλῆς ὁ δασύς.  

τίς κάλυκας συνέκρινε βάτῳ, τίς σῦκα μύκησιν;  

ἄρνα γαλακτοπαγῆ τίς συνέκρινε βοΐ;  

<!-- 5 -->οἷα δίδως, ἀλόγιστε, καὶ ἔμπαλιν οἷα κομίζῃ;  

οὕτω Τυδείδης Γλαῦκον ἐδωροδόκει.  

<!-- 12.205 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Παῖς τις ὅλως ἁπαλὸς τοῦ γείτονος οὐκ ὀλίγως με  

κνίζει· πρὸς τὸ θέλειν δʼ οὐκ ἀμύητα γελᾷ·  

οὐ πλεῦν δʼ ἐστὶν ἐτῶν δυοκαίδεκα. νῦν ἀφύλακτοι  

ὄμφακες· ἢν δʼ ἀκμάσῃ, φρούρια καὶ σκόλοπες.  

<!-- 12.206 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἢν τούτῳ φωνῇς, τὸ μέσον λάβε καὶ κατακλίνας  

ζεύγνυε καὶ πρώσας πρόσπεσε καὶ κάτεχε. —  

«Οὐ φρονέεις, Διόφαντε· μόλις δύναμαι γὰρ ἔγωγε  

ταῦτα ποιεῖν· παίδων δʼ ἡ πάλη ἔσθʼ ἑτέρα.» —  

<!-- 5 -->Ὀχλοῦ καὶ μένε, Κῦρι, καὶ ἐμβάλλοντος ἀνάσχου·  

πρῶτον συμμελετᾶν ἢ μελετᾶν μαθέτω.  

<!-- 12.207 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἐχθὲς λουόμενος Διοκλῆς ἀνενήνοχε σαύραν  

ἐκ τῆς ἐμβάσεως τὴν Ἀναδυομένην.  

ταύτην εἴ τις ἔδειξεν Ἀλεξάνδρῳ τότʼ ἐν Ἴδῃ,  

τὰς τρεῖς ἂν ταύτης προκατέκρινε θεάς.  

<!-- 12.208 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εὐτυχές, οὐ φθονέω, βιβλίδιον· ἦ ῥά σʼ ἀναγνοὺς  

παῖς τις ἀναθλίβει πρὸς τὰ γένεια τιθεὶς  

ἢ τρυφεροῖς σφίγξει περὶ χείλεσιν ἢ κατὰ μηρῶν  

εἰλήσει δροσερῶν, ὦ μακαριστότατον·  

<!-- 5 -->πολλάκι φοιτήσεις ὑποκόλπιον ἢ παρὰ δίφρους  

βληθὲν τολμήσεις κεῖνα θιγεῖν ἀφόβως.  

πολλὰ δʼ ἐν ἠρεμίῃ προλαλήσεις· ἀλλʼ ὑπὲρ ἡμῶν,  

χαρτάριον, δέομαι, πυκνότερόν τι λάλει.  

<!-- 12.209 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Μήτε λίην στυγνὸς παρακέκλισο μήτε κατηφής,  

Δίφιλε, μηδʼ εἴης παιδίον ἐξ ἀγέλης.  

ἔστω που προὔνεικα θιγήματα καὶ τὰ πρὸ ἔργων  

παίγνια, πληκτισμοί, κνίσμα, φίλημα, λόγος.  

<!-- 12.210 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Τρεῖς ἀρίθμει τοὺς πάντας ὑπὲρ λέχος, ὧν δύο δρῶσιν  

καὶ δύο πάσχουσιν. θαῦμα δοκῶ τι λέγειν·  

καὶ μὴν οὐ ψεῦδος· δυσὶν εἷς μέσσος γὰρ ὑπουργεῖ  

τέρπων ἐξόπιθεν, πρόσθε δὲ τερπόμενος.  

<!-- 12.211 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἰ μὲν ἔφυς ἀμύητος ἀκμήν, ὑπὲρ οὗ σʼ ἐπιπείθω,  

ὀρθῶς ἂν δείσαις δεινὸν ἴσως δοκέων·  

εἰ δέ σε δεσποτικὴ κοίτη πεποίηκε τεχνίτην,  

τί φθονέεις δοῦναι ταὐτὸ λαβὼν ἑτέρῳ;  

<!-- 5 -->ὃς μὲν γὰρ καλέσας ἐπὶ τὸ χρέος, εἶτʼ ἀπολύσας  

εὕδει κύριος ὤν, μηδὲ λόγου μεταδούς·  

ἄλλη δʼ ἔνθα τρυφή· παίξεις ἴσα, κοινὰ λαλήσεις,  

τἆλλα δʼ ἐρωτηθεὶς κοὐκ ἐπιτασσόμενος.  

<!-- 12.212 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Αἰαῖ μοι, τί πάλιν δεδακρυμένον ἢ τί κατηφές,  

παιδίον; εἶπον ἁπλῶς, μηδʼ ὀδύνα. τί θέλεις;  

τὴν χέρα μοι κοίλην προσενήνοχας· ὡς ἀπόλωλα·  

μισθὸν ἴσως αἰτεῖς. τοῦτʼ ἔμαθες δὲ πόθεν;  

<!-- 5 -->οὐκέτι σοι κοπτῆς φίλιαι πλάκες οὐδὲ μελιχρὰ  

σήσαμα καὶ καρύων παίγνιος εὐστοχίη·  

ἀλλʼ ἤδη πρὸς κέρδος ἔχεις φρένας. ὡς ὁ διδάξας  

τεθνάτω· οἷόν μου παιδίον ἠφάνικεν.  

<!-- 12.213 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Τῷ τοίχῳ κέκλικας τὴν ὀσφύα τὴν περίβλεπτον,  

Κῦρι. τί πειράζεις τὸν λίθον; οὐ δύναται.  

<!-- 12.214 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Δός μοι καὶ λάβε χαλκόν. ἐρεῖς ὅτι «Πλούσιός εἰμι.»  

δώρησαι τοίνυν τὴν χάριν ὡς βασιλεύς.  

<!-- 12.215 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Νῦν ἔαρ εἶ, μετέπειτα θέρος. κἄπειτα τί μέλλεις,  

Κῦρις; βούλευσαι, καὶ καλάμη γὰρ ἔσῃ.  

<!-- 12.216 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Νῦν ὀρθή, κατάρατε, καὶ εὔτονος, ἡνίκα μηδέν·  

ἡνίκα δʼ ἦν ἐχθές, οὐδὲν ὅλως ἀνέπνεις.  

<!-- 12.217 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἤδη ἐπὶ στρατιῆς ὁρμᾷς, ἔτι παῖς ἀδαὴς ὢν  

καὶ τρυφερός. τί ποιεῖς, οὗτος, ὅρα· μετάθου.  

οἴμοι, τίς σʼ ἀνέπεισε λαβεῖν δόρυ, τίς χερὶ πέλτην,  

τίς κρύψαι ταύτην τὴν κεφαλὴν κόρυθι;  

<!-- 5 -->ὦ μακαριστὸς ἐκεῖνος, ὅτις ποτέ, καινὸς Ἀχιλλεὺς  

τοίῳ ἐνὶ κλισίῃ τερπόμενος Πατρόκλῳ.  

<!-- 12.218 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Μέχρι τίνος σε γελῶντα μόνον, μηδὲν δὲ λαλοῦντα  

οἴσομεν; εἶπον ἁπλῶς ταῦτα σύ, Πασίφιλε.  

αἰτῶ, καὶ σὺ γελᾷς· πάλιν αἰτῶ, κοὐκ ἀποκρίνῃ·  

δακρύω, σὺ γελᾷς. βάρβαρε, τοῦτο γέλως;  

<!-- 12.219 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Καὶ μισθοὺς αἰτεῖτε, διδάσκαλοι; ὡς ἀχάριστοι  

ἐστέ. τί γάρ; τὸ βλέπειν παιδία μικρὸν ἴσως;  

καὶ τούτοισι λαλεῖν ἀσπαζομένους τε φιλῆσαι;  

τοῦτο μόνον χρυσῶν ἄξιον οὐχ ἑκατόν;  

<!-- 5 -->πεμπέτω, εἴ τις ἔχει καλὰ παιδία· κἀμὲ φιλείτω,  

μισθὸν καὶ παρʼ ἐμοῦ λαμβανέτω, τί θέλει.  

<!-- 12.220 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Οὐχὶ τὸ πῦρ κλέψας δέδεσαι, κακόβουλε Προμηθεῦ,  

ἀλλʼ ὅτι τὸν πηλὸν τοῦ Διὸς ἠφάνισας.  

πλάττων ἀνθρώπους ἔβαλες τρίχας· ἔνθεν ὁ δεινὸς  

πώγων καὶ κνήμη παισὶ δασυνομένη.  

<!-- 5 -->εἶτά σε δαρδάπτει Διὸς αἰετός, ὃς Γανυμήδην  

ἥρπασʼ· ὁ γὰρ πώγων καὶ Διός ἐστʼ ὀδύνη.  

<!-- 12.221 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Στεῖχε πρὸς αἰθέρα δῖον, ἀνέρχεο παῖδα κομίζων,  

αἰετέ, τὰς διφυεῖς ἐκπετάσας πτέρυγας,  

στεῖχε τὸν ἁβρὸν ἔχων Γανυμήδεα, μηδὲ μεθείης  

τὸν Διὸς ἡδίστων οἰνοχόον κυλίκων·  

<!-- 5 -->φείδεο δʼ αἱμάξαι κοῦρον γαμψώνυχι ταρσῷ,  

μὴ Ζεὺς ἀλγήσῃ τοῦτο βαρυνόμενος.  

<!-- 12.222 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εὐκαίρως ποτὲ παιδοτρίβης λεῖον προδιδάσκων  

εἰς τὸ γόνυ γνάμψας μέσσον ἐπαιδοτρίβει  

τῇ χερὶ τοὺς κόκκους ἐπαφώμενος· ἀλλὰ τυχαίως  

τοῦ παιδὸς χρῄζων ἦλθεν ὁ δεσπόσυνος.  

<!-- 5 -->ὃς δὲ τάχος τοῖς ποσσὶν ὑποζώσας ἀνέκλινεν  

ὕπτιον ἐμπλέξας τῇ χερὶ τὴν φάρυγα.  

ἀλλʼ οὐκ ὢν ἀπάλαιστος ὁ δεσπόσυνος προσέειπεν·  

«Παῦσαι· πνιγίζεις,» φησί, «τὸ παιδάριον.»  

<!-- 12.223 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Τερπνὸν ὅλως τὸ πρόσωπον ἐμοὶ προσιόντος ἀπαρκεῖ·  

οὐκέτι δʼ ἐξόπιθεν καὶ παριόντα βλέπω.  

οὕτω γὰρ καὶ ἄγαλμα θεοῦ καὶ νηὸν ὁρῶμεν  

ἀντίον, οὐ πάντως καὶ τὸν ὀπισθόδομον.  

<!-- 12.224 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἰς ἀγαθὴν συνέβημεν ἀταρπιτόν, ἣν ἀπὸ πρώτης  

φράζευ, ὅπως ἔσται, Δίφιλε, καὶ μονίμη.  

ἄμφω γὰρ πτηνόν τι λελόγχαμεν· ἔστι μὲν ἐν σοὶ  

κάλλος, ἔρως δʼ ἐν ἐμοί· καίρια δʼ ἀμφότερα.  

<!-- 5 -->ἄρτι μὲν ἁρμοσθέντα μένει χρόνον· εἰ δʼ ἀφύλακτα  

μίμνετον ἀλλήλων, οἴχετʼ ἀποπτάμενα.  

<!-- 12.225 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Οὐδέποτʼ ἠελίου φάος ὄρθριον ἀντέλλοντος  

μίσγεσθαι ταύρῳ χρὴ φλογόεντα κύνα,  

μή ποτε καρπολόχου Δημήτερος ὑγρανθείσης  

βρέξῃς τὴν λασίην Ἡρακλέους ἄλοχον.  

<!-- 12.226 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Πάννυχα μυδαλόεντα πεφυρμένος ὄμματα κλαυθμῷ  

ἄγρυπνον ἀμπαύω θυμὸν ἀδημονίῃ,  

ἥ με κατʼ οὖν ἐδάμασσεν ἀποζευχθέντος ἑταίρου,  

μοῦνον ἐπεί με λιπὼν εἰς ἰδίην Ἔφεσον  

<!-- 5 -->χθιζὸς ἔβη Θεόδωρος· ὃς εἰ πάλι μὴ ταχὺς ἔλθοι,  

οὐκέτι, μουνολεχεῖς κοῖται, ἀνεξόμεθα.  

<!-- 12.227 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἤν τινα καὶ παριδεῖν ἐθέλω καλὸν ἀντισυναντῶν,  

βαιὸν ὅσον παραβὰς εὐθὺ μεταστρέφομαι.  

<!-- 12.228 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Παῖδα μὲν ἠλιτόμηνον ἐς ἄφρονα καιρὸν ἁμαρτεῖν  

τῷ πείθοντι φέρει πλεῖον ὕβρισμα φίλῳ·  

ἤδη δʼ ἐν νεότητι παρήλικα παιδικὰ πάσχειν,  

τῷ παρέχοντι πάλιν τοῦτο δὶς αἰσχρότερον.  

<!-- 5 -->ἔστι δʼ ὅτʼ ἀμφοτέροις τὸ μὲν οὐκέτι, Μοῖρι, τὸ δʼ οὔπω  

ἀπρεπές, οἷον ἐγὼ καὶ σὺ τὸ νῦν ἔχομεν.  

<!-- 12.229 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ὡς ἀγαθὴ θεός ἐστι, διʼ ἣν ὑπὸ κόλπον, Ἄλεξι,  

πτύομεν ὑστερόπουν ἁζόμενοι Νέμεσιν.  

ἣν σὺ μετερχομένην οὐκ ἔβλεπες, ἀλλʼ ἐνόμιζες  

ἕξειν τὸ φθονερὸν κάλλος ἀειχρόνιον.  

<!-- 5 -->νῦν δὲ τὸ μὲν διόλωλεν· ἐλήλυθε δʼ ἡ τριχάλεπτος  

δαίμων· χοἰ θέραπες νῦν σε παρερχόμεθα.  

<!-- 12.230 -->

ΚΑΛΛΙΜΑΧΟΥ

  

Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει,  

τετράκι μισοίης· εἰ δὲ φιλεῖ, φιλέοις·  

ναίχι πρὸς εὐχαίτεω Γανυμήδεος, Οὐράνιε Ζεῦ,  

καὶ σύ ποτʼ ἠράσθης. οὐκέτι μακρὰ λέγω.  

<!-- 12.231 -->

ΣΤΡΑΤΩΝΟΣ

  

Εὐκλείδῃ φιλέοντι πατὴρ θάνεν. ἆ μάκαρ αἰεί,  

καὶ πρίν, ἐς ὅττι θέλοι, χρηστὸν ἔχων πατέρα  

καὶ νῦν εὔφρονα νεκρόν. ἐγὼ δʼ ἔτι λάθρια παίζω.  

φεῦ μοίρης τε κακῆς καὶ πατρὸς ἀθανάτου.  

<!-- 12.232 -->

ΣΚΥΘΙΝΟΥ

  

Ὀρθὸν νῦν ἕστηκας, ἀνώνυμον, οὐδὲ μαραίνῃ,  

ἐντέτασαι δʼ ὡς ἂν μήποτε παυσόμενον·  

ἀλλʼ ὅτε μοι Νεμεσηνὸς ὅλον παρέκλινεν ἑαυτὸν  

πάντα διδούς, ἃ θέλω, νεκρὸν ἀπεκρέμασο.  

<!-- 5 -->τείνεο καὶ ῥήσσου καὶ δάκρυε· πάντα ματαίως·  

οὐχ ἕξεις ἔλεον χειρὸς ἀφʼ ἡμετέρης.  

<!-- 12.233 -->

ΦΡΟΝΤΩΝΟΣ

  

Τὴν ἀκμὴν «Θησαυρὸν» ἔχειν, κωμῳδέ, νομίζεις  

οὐκ εἰδὼς αὐτὴν «Φάσματος» ὀξυτέρην.  

ποιήσει σʼ ὁ χρόνος «Μισούμενον», εἶτα «Γεωργόν»,  

καὶ τότε μαστεύσεις τὴν «Περικειρομένην».  

<!-- 12.234 -->

ΣΤΡΑΤΩΝΟΣ

  

Εἰ κάλλει καυχᾷ, γίνωσχʼ, ὅτι καὶ ῥόδον ἀνθεῖ·  

ἀλλὰ μαρανθὲν ἄφνω σὺν κοπρίοις ἐρίφη.  

ἄνθος γὰρ καὶ κάλλος ἴσον χρόνον ἐστὶ λαχόντα·  

ταῦτα δʼ ὁμῇ φθονέων ἐξεμάρανε χρόνος.  

<!-- 12.235 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἰ μὲν γηράσκει τὸ καλόν, μετάδος, πρὶν ἀπέλθῃ·  

εἰ δὲ μένει, τί φοβῇ τοῦθʼ, ὃ μένει, διδόναι;  

<!-- 12.236 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εὐνοῦχός τις ἔχει καλὰ παιδία· πρὸς τίνα χρῆσιν;  

καὶ τούτοισι βλάβην οὐχ ὁσίην παρέχει.  

ὄντως ὡς ὁ κύων φάτνῃ ῥόδα, μωρὰ δʼ ὑλακτῶν  

οὔθʼ αὑτῷ παρέχει τἀγαθὸν οὔθʼ ἑτέρῳ.  

<!-- 12.237 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Χαῖρε σύ, μισοπόνηρε πεπλασμένε, χαῖρε, βάναυσε,  

ὁ πρῴην ὀμόσας μηκέτι μὴ διδόναι.  

μηκέτι νῦν ὀμόσῃς. ἔγνωκα γάρ, οὐδέ με λήθεις·  

οἶδα τὸ ποῦ καὶ πῶς καὶ τίνι καὶ τὸ πόσου.  

<!-- 12.238 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἀλλήλοις παρέχουσιν ἀμοιβαδίην ἀπόλαυσιν  

οἱ κύνεοι πῶλοι μειρακιευόμενοι·  

ἀμφαλλὰξ δὲ οἱ αὐτοὶ ἀπόστροφα νωτοβατοῦνται  

τὸ δρᾶν καὶ τὸ παθεῖν ἀντιπεραινόμενοι.  

<!-- 5 -->οὐ πλεονεκτεῖται δʼ οὐδʼ ἅτερος· ἄλλοτε μὲν γὰρ  

ἵσταται ὁ προδιδοὺς ἄλλοτʼ ὄπισθε πάλιν.  

τοῦτʼ ἐστὶν πάντως τὸ παροίμιον· εἰς γὰρ ἀμοιβήν,  

ὡς λέγεται, κνήθειν οἶδεν ὄνος τὸν ὄνον.  

<!-- 12.239 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Πέντʼ αἰτεῖς; δέκα δώσω, ἐείκοσι δʼ ἀντία ἕξεις.  

ἀρκεῖ σοι χρυσοῦς; ἤρκεσε καὶ Δανάῃ.  

<!-- 12.240 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἤδη μοι πολιαὶ μὲν ἐπὶ κροτάφοισιν ἔθειραι,  

καὶ πέος ἐν μηροῖς ἀργὸν ἀποκρέμαται·  

ὄρχεις δʼ ἄπρηκτοι, χαλεπὸν δέ με γῆρας ἱκάνει.  

οἴμοι, πυγίζειν οἶδα καὶ οὐ δύναμαι.  

<!-- 12.241 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἄγκιστρον πεπόηκας, ἔχεις ἰχθὺν ἐμέ, τέκνον·  

ἕλκε μʼ, ὅπου βούλει· μὴ τρέχε, μή σε φύγω.  

<!-- 12.242 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Πρῴην τὴν σαύραν ῥοδοδάκτυλον, Ἄλκιμʼ, ἔδειξας·  

νῦν αὐτὴν ἤδη καὶ ῥοδόπηχυν ἔχεις.  

<!-- 12.243 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἴ με τὸ πυγίζειν ἀπολώλεκε καὶ διὰ τοῦτο  

ἐκτρέφομαι ποδαγρῶν, Ζεῦ, κρεάγραν με πόει.  

<!-- 12.244 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἢν ἐσίδω τινὰ λευκόν, ἀπόλλυμαι· ἢν δὲ μελίχρουν,  

καίομαι· ἢν ξανθὸν δʼ, εὐθὺς ὅλος λέλυμαι.  

<!-- 12.245 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Πᾶν ἄλογον ζῷον βινεῖ μόνον· οἱ λογικοὶ δὲ  

τῶν ἄλλων ζῴων τοῦτʼ ἔχομεν τὸ πλέον  

πυγίζειν εὑρόντες. ὅσοι δὲ γυναιξὶ κρατοῦνται,  

τῶν ἀλόγων ζῴων οὐδὲν ἔχουσι πλέον.  

<!-- 12.246 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ζεῦγος ἀδελφειῶν με φιλεῖ· οὐκ οἶδα, τίνʼ αὐτῶν  

δεσπόσυνον κρίνω· τοὺς δύο γὰρ φιλέω.  

χὠ μὲν ἀποστείχει, ὁ δʼ ἐπέρχεται· ἔστι δὲ τοῦ μὲν  

κάλλιστον τὸ παρόν, τοῦ δὲ τὸ λειπόμενον.  

<!-- 12.247 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Οἷον ἐπὶ Τροίῃ ποτʼ ἀπὸ Κρήτης, Θεόδωρε,  

Ἰδομενεὺς θεράποντʼ ἤγαγε Μηριόνην,  

τοῖον ἔχω σε φίλον περιδέξιον. ἦ γὰρ ἐκεῖνος  

ἄλλα μὲν ἦν θεράπων, ἄλλα δʼ ἑταιρόσυνος·  

<!-- 5 -->καὶ σὺ τὰ μὲν βιότοιο πανήμερος ἔργα τέλει μοι,  

νύκτα δὲ πειρῶμεν, ναὶ Δία, Μηριόνην.  

<!-- 12.248 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Τίς δύναται γνῶναι τὸν ἐρώμενον εἰ παρακμάζει,  

πάντα συνὼν αὐτῷ μηδʼ ἀπολειπόμενος;  

τίς δύνατʼ οὐκ ἀρέσαι τὴν σήμερον, ἐχθὲς ἀρέσκων;  

εἰ δʼ ἀρέσει, τί παθὼν αὔριον οὐκ ἀρέσει;  

<!-- 12.249 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Βουποίητε μέλισσα, πόθεν μέλι τοὐμὸν ἰδοῦσα  

παιδὸς ἐφʼ ὑαλέην ὄψιν ὑπερπέτασαι;  

οὐ παύσῃ βομβεῦσα καὶ ἀνθολόγοισι θέλουσα  

ποσσὶν ἐφάψασθαι χρωτὸς ἀκηροτάτου;  

<!-- 5 -->ἔρρʼ ἐπὶ σοὺς μελίπαιδας ὅποι ποτέ, δραπέτι, σίμβλους,  

μή σε δάκω· κἠγὼ κέντρον ἔρωτος ἔχω.  

<!-- 12.250 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Νυκτερινὴν ἐπίκωμος ἰὼν μεταδόρπιον ὥρην  

ἄρνα λύκος θυρέτροις εὗρον ἐφεσταότα,  

υἱὸν Ἀριστοδίκου τοῦ γείτονος· ὃν περιπλεχθεὶς  

ἐξεφίλουν ὅρκοις πολλὰ χαριζόμενος.  

<!-- 5 -->νῦν δʼ αὐτῷ τί φέρων δωρήσομαι; οὔτʼ ἀπάτης γὰρ  

ἄξιος, Ἑσπερίης οὔτʼ ἐπιορκοσύνης.  

<!-- 12.251 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Πρόσθε μὲν ἀντιπρόσωπα φιλήματα καὶ τὰ πρὸ πείρας  

εἴχομεν· ἦς γὰρ ἀκμήν, Δίφιλε, παιδάριον.  

νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι οὐ παρεόντων  

ὕστερον· ἔστω γὰρ πάντα καθʼ ἡλικίην.  

<!-- 12.252 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἐμπρήσω σέ, θύρη, τῇ λαμπάδι, καὶ τὸν ἔνοικον  

συμφλέξας μεθύων εὐθὺς ἄπειμι φυγάς,  

καὶ πλώσας Ἀδριανὸν ἐπʼ οἴνοπα πόντον ἀλήτης  

φωλήσω γε θύραις νυκτὸς ἀνοιγομέναις.  

<!-- 12.253 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Δεξιτερὴν ὀλίγον δὸς ἐπὶ χρόνον, οὐχ ἵνα παύσῃς  

—κεἴ μʼ ὁ καλὸς χλεύην ἔσχε—χοροιτυπίης.  

ἀλλʼ, εἰ μὴ πλευρῇ παρεκέκλιτο πατρὸς ἀκαίρως,  

οὐκ ἂν δή με μάτην εἶδε μεθυσκόμενον.  

<!-- 12.254 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἐκ ποίου ναοῦ, πόθεν ὁ στόλος οὗτος Ἐρώτων  

πάντα καταστίλβων; ἄνδρες, ἀμαυρὰ βλέπω.  

τίς τούτων δοῦλος, τίς ἐλεύθερος, οὐ δύναμʼ εἰπεῖν.  

ἄνθρωπος τούτων κύριος; οὐ δύναται.  

<!-- 5 -->εἰ δʼ ἐστίν, μείζων πολλῷ Διός, ὃς Γανυμήδην  

ἔσχε μόνως, θεὸς ὢν πηλίκος· ὃς δὲ πόσους.  

<!-- 12.255 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Οὐδʼ αὐτή σʼ ἡ λέξις, ἀκοινώνητε, διδάσκει  

ἐξ ἐτύμου φωνῆς ῥήμασιν ἑλκομένη;  

πᾶς φιλόπαις λέγεται, Διονύσιε, κοὐ φιλοβούπαις.  

πρὸς τοῦτʼ ἀντειπεῖν μή τι πάλιν δύνασαι;  

<!-- 5 -->Πύθιʼ ἀγωνοθετῶ, σὺ δʼ Ὀλύμπια· χοὒς ἀποβάλλων  

ἐκκρίνω, τούτους εἰς τὸν ἀγῶνα δέχῃ.  

<!-- 12.256 -->

ΜΕΛΕΑΓΡΟΥ

  

Πάγκαρπόν σοι, Κύπρι, καθήρμοσε χειρὶ τρυγήσας  

παίδων ἄνθος Ἔρως ψυχαπάτην στέφανον.  

ἐν μὲν γὰρ κρίνον ἡδὺ κατέπλεξεν Διόδωρον,  

ἐν δʼ Ἀσκληπιάδην, τὸ γλυκὺ λευκόιον.  

<!-- 5 -->ναὶ μὴν Ἡράκλειτον ἐπέπλεκεν, ὡς ἀπʼ ἀκάνθης  

εἳς ῥόδον, οἰνάνθη δʼ ὥς τις ἔθαλλε Δίων·  

χρυσανθῆ δὲ κόμαισι κρόκον, Θήρωνα, συνῆψεν,  

ἐν δʼ ἔβαλʼ ἑρπύλλου κλωνίον Οὐλιάδην·  

ἁβροκόμην δὲ Μυΐσκον, ἀειθαλὲς ἔρνος ἐλαίης,  

<!-- 10 -->ἱμερτοὺς Ἀρέτου κλῶνας ἀπεδρέπετο.  

ὀλβίστη νήσων ἱερὰ Τύρος, ἣ τὸ μυρόπνουν  

ἄλσος ἔχει παίδων Κύπριδος ἀνθοφόρον.  

<!-- 12.257 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Ἁ πύματον καμπτῆρα καταγγέλλουσα κορωνίς,  

ἑρκοῦρος γραπταῖς πιστοτάτα σελίσιν,  

φαμὶ τὸν ἐκ πάντων ἠθροισμένον εἰς ἕνα μόχθον  

ὑμνοθετᾶν βύβλῳ τᾷδʼ ἐνελιξάμενον  

<!-- 5 -->ἐκτελέσαι Μελέαγρον, ἀείμνηστον δὲ Διοκλεῖ  

ἄνθεσι συμπλέξαι μουσοπόλον στέφανον.  

οὖλα δʼ ἐγὼ καμφθεῖσα δρακοντείοις ἴσα νώτοις,  

σύνθρονος ἵδρυμαι τέρμασιν εὐμαθίας.  

<!-- 12.258 -->

ΣΤΡΑΤΩΝΟΣ

  

Ἦ τάχα τις μετόπισθε κλύων ἐμὰ παίγνια ταῦτα  

πάντας ἐμοὺς δόξει τοὺς ἐν ἔρωτι πόνους·  

ἄλλα δʼ ἐγὼν ἄλλοισιν ἀεὶ φιλόπαισι χαράσσω  

γράμματʼ, ἐπεί τις ἐμοὶ τοῦτʼ ἐνέδωκε θεός.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ajg-aal`.
