---
title: "Anthology, Volume V: Book I"
title_greek: "Ἀνθολογία, Αʹ"
author: Greek Anthology
eul_wid: ajg-aaa
eul_aid: ajg
canonical: "https://eulogikon.org/works/greek-anthology-volume-5-book-1-ajg-aaa"
lang: grc
period: Archaic
dialect: Mixed Dialects
content_hash: "sha256:e0b395c64a63c6bc2153f70f9777d2e29eb8f89697a18f8200e6ab0019ccd073"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Anthology, Volume V: Book I

*Ἀνθολογία, Αʹ*

**Author:** Greek Anthology

**eul_wid:** `ajg-aaa` · [HTML page](https://eulogikon.org/works/greek-anthology-volume-5-book-1-ajg-aaa)

## Text

<!-- 1.p -->

ΤΑ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ ΕΠΙΓΡΑΜΜΑΤΑ

  

<!-- 1.1 -->

Εἰς τὸ κιβούριον τῆς ἁγίας Σοφίας

  

Ἃς οἱ πλάνοι καθεῖλον ἐνθάδʼ εἰκόνας,  

ἄνακτες ἐστήλωσαν εὐσεβεῖς πάλιν.  

<!-- 1.2 -->

Ἐν ταῖς ἁψῖσι τῶν Βλαχερνῶν

  

Θεῖος Ἰουστῖνος, Σοφίης πόσις, ᾧ πόρε Χριστὸς  

πάντα διορθοῦσθαι καὶ κλέος ἐν πολέμοις,  

μητρὸς ἀπειρογάμοιο δόμον σκάζοντα νοήσας,  

σαθρὸν ἀποσκεδάσας τεῦξέ μιν ἀσφαλέως.  

<!-- 1.3 -->

Εἰς τὸ αὐτὸ ἐν ταῖς αὐταῖς

  

Ὁ πρὶν Ἰουστῖνος περικαλλέα δείματο νηὸν  

τοῦτον μητρὶ Θεοῦ κάλλεϊ λαμπόμενον·  

ὁπλότερος δὲ μετʼ αὐτὸν Ἰουστῖνος βασιλεύων  

κρείσσονα τῆς προτέρης ὤπασεν ἀγλαΐην.  

<!-- 1.4 -->

Εἰς τὸν ναὸν τοῦ Προδρόμου ἐν τοῖς Στουδίου

  

Τοῦτον Ἰωάννῃ, Χριστοῦ μεγάλῳ θεράποντι,  

Στούδιος ἀγλαὸν οἶκον ἐδείματο· καρπαλίμως δὲ  

τῶν κάμεν εὕρετο μισθόν, ἑλὼν ὑπατηίδα ῥάβδον.  

<!-- 1.5 -->

Εἰς τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐν τοῖς Ἀμαντίου

  

Τόνδε Θεῷ κάμες οἶκον, Ἀμάντιε, μεσσόθι πόντου,  

τοῖς πολυδινήτοις κύμασι μαρνάμενος.  

οὐ νότος, οὐ βορέης ἱερὸν σέο δῶμα τινάξει,  

νηῷ θεσπεσίῳ τῷδε φυλασσόμενον.  

<!-- 5 -->ζώοις ἤματα πολλά· σὺ γὰρ νεοθηλέα Ῥώμην  

πόντῳ ἐπαΐξας θήκαο φαιδροτέρην.  

<!-- 1.6 -->

Εἰς τὸν ναὸν τοῦ ἁγίου Θεοδώρου ἐν τοῖς Σφωρακίου

  

Σφωράκιος ποίησε φυγὼν φλόγα μάρτυρι νηόν.  

<!-- 1.7 -->

Εἰς τὸν αὐτόν, ἐν ᾧ τὸ λογάριον εὑρέθη

  

Σφωράκιε, ζώοντι φίλα θρεπτήρια τίνων  

γήθεεν Ἀντόλιος, σὸς ἀνεψιός· οἰχομένῳ δὲ  

αἰεί σοι γεραρὴν τελέει χάριν, ὥστε καὶ ἄλλην  

εὗρε καὶ ἐν νηῷ σʼ ἀνεθήκατο, τὸν κάμες αὐτός.  

<!-- 1.8 -->

Εἰς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων πλησίον τοῦ ἁγίου

  

Σεργίου, εἰς τὰ Ὁρμίσδου

  

Χριστὸν παμβασιλῆα φίλοις καμάτοισι γεραίρων,  

τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο νηὸν  

Πέτρῳ καὶ Παύλῳ· θεράπουσι γὰρ εὖχος ὀπάζων  

αὐτῷ δή τις ἄνακτι φέρει πολυκυδέα τιμήν.  

<!-- 5 -->ἐνθάδε καὶ ψυχῇ καὶ ὄμμασι κέρδος ἑτοῖμον·  

εὐχαῖσιν μὲν ἕκαστος, ὅ τι χρέος ἐστίν, ἑλέσθω,  

τερπέσθω δὲ ὁρῶν κάλλος καὶ δώματος αἴγλην.  

<!-- 1.9 -->

Εἰς τὸν ναὸν τοῦ ἀρχαγγέλου ἐν Βοθρέπτῳ

  

Καὶ τόδε σῶν καμάτων παναοίδιμον ἔργον ἐτύχθη,  

Γεννάδιε κλυτόμητι· σὺ γὰρ περικαλλέα νηὸν  

ἀγγελικῆς στρατιῆς σημάντορος αὖτις ἔδειξας.  

<!-- 1.10 -->

Εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πολυεύκτου

  

Εὐδοκίη μὲν ἄνασσα, Θεὸν σπεύδουσα γεραίρειν,  

πρώτη νηὸν ἔτευξε θεοφραδέος Πολυεύκτου·  

ἀλλʼ οὐ τοῖον ἔτευξε καὶ οὐ τόσον· οὔ τινι φειδοῖ,  

οὐ κτεάτων χατέουσα — τίνος βασίλεια χατίζει; —  

<!-- 5 -->ἀλλʼ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην  

καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν.  

ἔνθεν Ἰουλιανή, ζαθέων ἀμάρυγμα τοκήων,  

τέτρατον ἐκ κείνων βασιλήιον αἷμα λαχοῦσα,  

ἐλπίδας οὐκ ἔψευσεν ἀριστώδινος ἀνάσσης,  

<!-- 10 -->ἀλλά μιν ἐκ βαιοῖο μέγαν καὶ τοῖον ἐγείρει,  

κῦδος ἀεξήσασα πολυσκήπτρων γενετήρων·  

πάντα γάρ, ὅσσα τέλεσσεν, ὑπέρτερα τεῦξε τοκήων,  

ὀρθὴν πίστιν ἔχουσα φιλοχρίστοιο μενοινῆς.  

τίς γὰρ Ἰουλιανὴν οὐκ ἔκλυεν, ὅττι καὶ αὐτοὺς  

<!-- 15 -->εὐκαμάτοις ἔργοισιν ἑοὺς φαίδρυνε τοκῆας,  

εὐσεβίης ἀλέγουσα; μόνη δʼ ἱδρῶτι δικαίῳ  

ἄξιον οἶκον ἔτευξεν ἀειζώῳ Πολυεύκτῳ.  

καὶ γὰρ ἀεὶ δεδάηκεν ἀμεμφέα δῶρα κομίζειν  

πᾶσιν ἀεθλητῆρσιν ἐπουρανίου βασιλῆος.  

<!-- 20 -->πᾶσα χθὼν βοάᾳ, πᾶσα πτόλις, ὅττι τοκῆας  

φαιδροτέρους ποίησεν ἀρειοτέροισιν ἐπʼ ἔργοις.  

ποῦ γὰρ Ἰουλιανὴν ἁγίοις οὐκ ἔστιν ἰδέσθαι  

νηὸν ἀναστήσασαν ἀγακλέα; ποῦ σέο μούνης  

εὐσεβέων οὐκ ἔστιν ἰδεῖν σημήια χειρῶν;  

<!-- 25 -->ποῖος δʼ ἔπλετο χῶρος, ὃς οὐ μάθε σεῖο μενοινὴν  

εὐσεβίης πλήθουσαν; ὅλης χθονὸς ἐνναετῆρες  

σοὺς καμάτους μέλπουσιν ἀειμνήστους γεγαῶτας.  

ἔργα γὰρ εὐσεβίης οὐ κρύπτεται· οὐ γὰρ ἀέθλους  

λήθη ἀποσβέννυσιν ἀριστοπόνων ἀρετάων.  

<!-- 30 -->ὅσσα δὲ σὴ παλάμη θεοπειθέα δώματα τεύχει  

οὐδʼ αὐτὴ δεδάηκας· ἀμετρήτους γάρ, ὀίω,  

μούνη σὺ ξύμπασαν ἀνὰ χθόνα δείμαο νηούς,  

οὐρανίου θεράποντας ἀεὶ τρομέουσα Θεοῖο.  

Ἴχνεσι δʼ εὐκαμάτοισιν ἐφεσπομένη γενετήρων  

<!-- 35 -->πᾶσιν ἀεὶ ζώουσαν ἑὴν τεκτήνατο φύτλην,  

εὐσεβίης ξύμπασαν ἀεὶ πατέουσα πορείην.  

τοὔνεκά μιν θεράποντες ἐπουρανίου βασιλῆος,  

ὅσσοις δῶρα δίδωσιν, ὅσοις δωμήσατο νηούς,  

προφρονέως ἐρύεσθε σὺν υἱέι τοῖό τε κούραις·  

<!-- 40 -->μίμνοι δʼ ἄσπετον εὖχος ἀριστοπόνοιο γενέθλης,  

εἰσόκεν ἠέλιος πυριλαμπέα δίφρον ἐλαύνει.  

Ἐν τῇ εἰσόδῳ τοῦ αὐτοῦ ναοῦ ἔξωθεν τοῦ νάρθηκος πρὸς τῶν ἀψίδων

  

Ποῖος Ἰουλιανῆς χορὸς ἄρκιός ἐστιν ἀέθλοις,  

ἣ μετὰ Κωνσταντῖνον, ἑῆς κοσμήτορα Ῥώμης,  

καὶ μετὰ Θευδοσίου παγχρύσεον ἱερὸν ὄμμα  

<!-- 45 -->καὶ μετὰ τοσσατίων προγόνων βασιληίδα ῥίζαν,  

ἄξιον ἧς γενεῆς καὶ ὑπέρτερον ἤνυσεν ἔργον  

εἰν ὀλίγοις ἐτέεσσι, χρόνον δʼ ἐβιήσατο μούνη,  

καὶ σοφίην παρέλασσεν ἀειδομένου Σολομῶνος,  

νηὸν ἀναστήσασα θεηδόχον, οὗ μέγας αἰὼν  

<!-- 50 -->οὐ δύναται μέλψαι χαρίτων πολυδαίδαλον αἴγλην;  

οἷος μὲν προβέβηκε βαθυρρίζοισι θεμέθλοις,  

νέρθεν ἀναθρώσκων καὶ αἰθέρος ἄστρα διώκων.  

οἷος δʼ ἀντολίης μηκύνεται ἐς δύσιν ἕρπων,  

ἀρρήτοις Φαέθοντος ὑπαστράπτων ἀμαρυγαῖς  

<!-- 55 -->τῇ καὶ τῇ πλευρῇσι· μέσης δʼ ἑκάτερθε πορείης  

κίονες ἀρρήκτοις ἐπὶ κίοσιν ἑστηῶτες  

χρυσορόφου ἀκτῖνας ἀερτάζουσι καλύπτρης·  

κόλποι δʼ ἀμφοτέρωθεν ἐπʼ ἀψίδεσσι χυθέντες  

φέγγος ἀειδίνητον ἐμαιώσαντο σελήνης·  

<!-- 60 -->τοῖχοι δʼ ἀντιπέρηθεν ἀμετρήτοισι κελεύθοις  

θεσπεσίους λειμῶνας ἀνεζώσαντο μετάλλων,  

οὓς φύσις ἀνθήσασα μέσοις ἐνὶ βένθεσι πέτρης  

ἀγλαΐην ἔκλεπτε, Θεοῦ δʼ ἐφύλασσε μελάθροις  

δῶρον Ἰουλιανῆς, ἵνα θέσκελα ἔργα τελέσσῃ,  

<!-- 65 -->ἀχράντοις κραδίης ὑπὸ νεύμασι ταῦτα καμοῦσα.  

τίς δὲ φέρων θοὸν ἴχνος ἐπὶ ζεφυρηίδας αὔρας  

ὑμνοπόλος σοφίης, ἑκατὸν βλεφάροισι πεποιθώς,  

τοξεύσει ἑκάτερθε πολύτροπα δήνεα τέχνης,  

οἶκον ἰδὼν λάμποντα, περίδρομον, ἄλλον ἐπʼ ἄλλῳ,  

<!-- 70 -->ἔνθʼ ἵνα καὶ γραφίδων ἱερῶν ὑπὲρ ἄντυγος αὐλῆς  

ἔστιν ἰδεῖν μέγα θαῦμα, πολύφρονα Κωνσταντῖνον,  

πῶς προφυγὼν εἴδωλα θεημάχον ἔσβεσε λύσσαν  

καὶ Τριάδος φάος εὗρεν ἐν ὕδασι γυῖα καθήρας;  

Τοῖον Ἰουλιανή, μετὰ μυρίον ἑσμὸν ἀέθλων,  

<!-- 75 -->ἤνυσε τοῦτον ἄεθλον ὑπὲρ ψυχῆς γενετήρων  

καὶ σφετέρου βιότοιο καὶ ἐσσομένων καὶ ἐόντων.  

<!-- 1.11 -->

Εἰς τοὺς ἁγίους Ἀναργύρους τοὺς εἰς τὰ Βασιλίσκου

  

Τοῖς σοῖς θεράπουσιν ἡ θεράπαινα προσφέρω  

Σοφία τὸ δῶρον. Χριστέ, προσδέχου τὰ σὰ  

καὶ τῷ βασιλεῖ μου μισθὸν Ἰουστίνῳ δίδου  

νίκας ἐπὶ νίκαις κατὰ νόσων καὶ βαρβάρων.  

<!-- 1.12 -->

Εἰς τὴν ἁγίαν Εὐφημίαν τὴν Ὀλυβρίου

  

Εἰμὶ δόμος Τριάδος, τρισσὴ δέ με τεῦξε γενέθλη.  

πρώτη μὲν πολέμους καὶ βάρβαρα φῦλα φυγοῦσα  

τεύξατο καί μʼ ἀνέθηκε Θεῷ ζωάγρια μόχθων  

Θευδοσίου θυγάτηρ Εὐδοξία· ἐκ δέ με κείνης  

<!-- 5 -->Πλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ·  

εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο,  

τήνδε μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρων  

δῶκεν Ἰουλιανὴ καὶ ὑπέρτατον ὤπασε κῦδος  

μητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης,  

<!-- 10 -->κόσμον ἀεξήσασα παλαίτερον εἰς ἐμὸν ἔργον.  

<!-- 1.13 -->

Εἰς τὸν αὐτὸν ναὸν ἔνδοθεν τοῦ περιδρόμου

  

Κάλλος ἔχον καὶ πρόσθεν ἐπήρατον, ἀλλʼ ἐπὶ μορφῇ  

τῇ πρὶν ἀρειοτέρην νῦν λάχον ἀγλαΐην.  

<!-- 1.14 -->

Ἄλλο

  

Οὕτω γῆρας ἐμὸν μετὰ μητέρα καὶ μετὰ τηθὴν  

ξῦσεν Ἰουλιανή, καὶ νέον ἄνθος ἔχω.  

<!-- 1.15 -->

Ἄλλο

  

Ἦν ἄρα καὶ κάλλους ἔτι κάλλιον· εὖτʼ ἐμὸν ἔργον,  

καὶ πρὶν ἐὸν περίπυστον, ἀοίδιμον ἐς χθόνα πᾶσαν,  

ἀγλαΐης προτέρης ἐς ὑπέρτερον ἤγαγε κάλλος  

τόσσον Ἰουλιανή, ὅσον ἄστρασιν ἀντιφερίζειν.  

<!-- 1.16 -->

Ἄλλο

  

Αὐτὴν ἐργοπόνοισιν ἐπιπνείουσαν ἀρωγὴν  

εἶχεν Ἰουλιανὴ μάρτυρα νηοπόλον·  

οὔποτε γὰρ τοῖόν τε τόσον τʼ εὐδαίδαλον ἔργον  

ἤνυσεν, οὐρανίης ἔμπλεον ἀγλαΐης.  

<!-- 1.17 -->

Ἄλλο

  

Οὐκέτι θαυμάζεις προτέρων κλέος· οὐ διὰ τέχνης  

εὖχος ἐν ὀψιγόνοις λίπον ἄσπετον, ὁσσάτιόν περ  

κῦδος Ἰουλιανῆς πινυτόφρονος, ἣ χάριν ἔργων  

ἀρχεγόνων νίκησε νοήματα πάνσοφα φωτῶν.  

<!-- 1.18 -->

Εἰς ἀκούβιτον, εἰς Βαήν

  

Τῆς ἀγαθῆς ἀγαθὸς μὲν ἐγὼ κύκλος Ἀγαθονίκης  

.....................................  

ἄνθετο δʼ ἀχράντῳ μάρτυρί με Τροφίμῳ.  

<!-- 1.19 -->

ΚΛΑΥΔΙΑΝΟΥ

  

Εἰς τὸν σωτῆρα

  

Ὦ πυρὸς ἀενάοιο σοφὴν ὠδῖνα φυλάσσων,  

ἐμβεβαὼς κόσμοιο παλινδίνητον ἀνάγκην,  

Χριστέ, θεορρήτοιο βίου φυσίζοε πηγή,  

πατρὸς ἀσημάντοιο Θεοῦ πρωτόσπορε φωνή,  

<!-- 5 -->ὃς μετὰ μητρῴων τοκετῶν ἐγκύμονα φόρτον  

καὶ γόνον αὐτοτέλεστον ἀνυμφεύτων ὑμεναίων  

στήσας Ἀσσυρίης γενεῆς ἑτερόφρονα λύσσαν,  

ὄργια δʼ εἰδώλων κενεῶν ψευδώνυμα λύσας,  

αἰθέρος ἀμφιβέβηκας ἐφʼ ἑπτάζωνον ὀχῆα,  

<!-- 10 -->ἀγγελικαῖς πτερύγεσσιν ἐν ἀρρήτοισι θαάσσων,  

ἵλαθι, παγγενέταο Θεοῦ πρεσβήιον ὄμμα,  

φρουρὲ βίου, σῶτερ μερόπων, αἰῶνος ἀνάσσων.  

<!-- 1.20 -->

ΤΟΥ ΑΥΤΟΥ ΚΛΑΥΔΙΑΝΟΥ

  

Εἰς τὸν αὐτόν

  

Ἀρτιφανές, πολοοῦχε, παλαιγενές, υἱὲ νεογνέ,  

αἰὲν ἐὼν προεών τε, ὑπέρτατε, ὕστατε, Χριστέ,  

ἀθανάτοιο πατρός τε ὁμόχρονε, πάμπαν ὁμοῖε.  

<!-- 1.21 -->

Εἰς τὸν αὐτόν

  

Παῖ, γέρον, αἰώνων προγενέστερε, πατρὸς ὁμῆλιξ.  

<!-- 1.22 -->

Εἰς τὸν αὐτόν

  

Πατρὸς ἐπουρανίου λόγε πάνσοφε, κοίρανε κόσμου,  

ὁ βροτέην γενεὴν τιμήσας εἰκόνι σεῖο,  

σὴν χάριν ἄμμιν ὄπαζε καὶ ὀλβιόδωρον ἀρωγήν·  

εἰς σὲ γὰρ εἰσορόωσιν ἐν ἐλπίσιν ὄμματα πάντων.  

<!-- 1.23 -->

ΜΑΡΙΝΟΥ

  

Εἰς τὸν αὐτόν

  

Ἀθανάτου πατρὸς υἱὲ συνάχρονε, κοίρανε πάντων,  

αἰθερίων μεδέων, εἰναλίων, χθονίων,  

δμωὶ τεῷ, τῷ τήνδε βίβλον γράψαντι Μαρίνῳ,  

δὸς χάριν εὐεπίης καὶ λογικῆς σοφίης.  

<!-- 1.24 -->

Εἰς τὸν αὐτόν

  

Σύνθρονε καὶ συνάναρχε τεῷ πατρὶ πνεύματί τʼ ἐσθλῷ,  

οἰχομένων ὄντων τε καὶ ἐσσομένων βασιλεύων,  

τῷ ταῦτα γράψαντι τεὴν χάριν αὐτὸς ὀπάζοις,  

ὄφρα κε σῇς ἐφετμῇσι καλῶς βίου οἶμον ὁδεύοι.  

<!-- 1.25 -->

Εἰς τὸν αὐτόν

  

Χριστέ, Θεοῦ σοφίη, κόσμου μεδέων καὶ ἀνάσσων,  

ἡμετέρην τὸ πάροιθε πλάσας μεροπηίδα φύτλην,  

δός με θέειν βίου οἶμον ἐν ὑμετέραις ἐφετμῇσι.  

<!-- 1.26 -->

Εἰς τὸν αὐτόν

  

Ὑψιμέδων Θεοῦ υἱέ, φαεσφόρον ἀίδιον φῶς,  

σήν μοι ὄπαζε χάριν καὶ νῦν καὶ ἔπειτα καὶ αἰεί,  

ὡς προθέλυμνον ἐοῦσαν ὅτῳ καὶ ὅπῃ κατανεύσεις.  

<!-- 1.27 -->

Εἰς τὸν αὐτόν

  

Πανσθενὲς υἱὲ Θεοῦ, Χριστέ, προάναρχε ἁπάντων,  

πᾶσιν ἐπιχθονίοις σωτήρια νάματα βλύζων,  

μητρὸς ἀπειρογάμοιο τεῆς λιτέων ἐπακούων,  

σὴν χάριν ἄμμιν ὄπαζε καὶ ἐν μύθοις καὶ ἐν ἔργοις.  

<!-- 1.28 -->

ΜΑΡΙΝΟΥ

  

Εἰς τὸν αὐτόν

  

Χριστέ, Θεοῦ σοφίη, ὄπασον χάριν εὐεπιάων  

καὶ λογικῆς σοφίης ἐμπέραμον τέλεσον,  

ὃς τόδε τεῦχος ἔγραψεν ἑαῖς χείρεσσι Μαρῖνος,  

φάρμακον ἀφραδίης, πρόξενον εὐφραδίης.  

<!-- 1.29 -->

Εἰς τὸν αὐτόν· μονόστιχα

  

Χριστέ, τεὴν προΐαλλε χάριν καμάτοισιν ἐμεῖο.  

Ἄλλο

  

Ὁ Χριστὸς καὶ ἐμοῖς ἐπιτάρροθος ἔσσεται ἔργοις.  

Ἄλλο

  

Χριστὸς ἐμοῖς καμάτοισιν ἀρηγόνα χεῖρα τιταίνοι.  

Ἄλλο

  

Χριστέ, σύ μοι προΐαλλε τεὴν πολύολβον ἀρωγήν.  

Ἄλλο

  

<!-- 5 -->Χριστέ, τεὴν καμάτοισιν ἐμοῖς χάριν αὐτὸς ὀπάζοις.  

<!-- 1.30 -->

Εἰς τὸν αὐτόν

  

Χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, ἐλπὶς ἁπάντων,  

ἐσθλὰ δίδου χατέουσι, τὰ δʼ οὐ καλὰ νόσφιν ἐρύκοις.  

<!-- 1.31 -->

Εἰς τὴν ὑπεραγίαν θεοτόκον

  

Παμμεδέοντα, ἄνασσα, Θεοῖο γόνον, τεὸν υἱόν,  

ἄγγελοι ὃν τρομέουσι, τεῇς παλάμῃσι κρατοῦσα,  

πρευμενέα πραπίδεσσιν ὑπὲρ μερόπων τελέθουσα,  

ῥύεο συντηροῦσα ἀπήμονα κόσμον ἅπαντα.  

<!-- 1.32 -->

Εἰς τὸν ἀρχάγγελον Μιχαήλ

  

Ὧδε ταλαιπαθέων χραισμήια θέσκελα κεῖται,  

ἢ δέμας ἢ κραδίην τειρομένων μερόπων·  

καὶ γὰρ ἀνιάζουσα πόνων φύσις αὐτίκα φεύγει  

οὔνομα σόν, Μιχαήλ, ἢ τύπον ἢ θαλάμους.  

<!-- 1.33 -->

ΝΕΙΛΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

  

Εἰς εἰκόνα τοῦ ἀρχαγγέλου

  

Ὡς θρασὺ μορφῶσαι τὸν ἀσώματον. ἀλλὰ καὶ εἰκὼν  

ἐς νοερὴν ἀνάγει μνῆστιν ἐπουρανίων.  

<!-- 1.34 -->

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

  

Εἰς τὸν αὐτὸν ἐν Πλάτῃ

  

Ἄσκοπον ἀγγελίαρχον, ἀσώματον εἴδεϊ μορφῆς,  

ἆ μέγα τολμήεις, κηρὸς ἀπεπλάσατο.  

ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων  

θυμὸν ἀπιθύνει κρέσσονι φαντασίῃ·  

<!-- 5 -->οὐκέτι δʼ ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλʼ ἐν ἑαυτῷ  

τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει·  

ὄμματα δʼ ὀτρύνουσι βαθὺν νόον· οἶδε δὲ τέχνη  

χρώμασι πορθμεῦσαι τὴν φρενὸς εἰκασίην.  

<!-- 1.35 -->

ΤΟΥ ΑΥΤΟΥ

  

Εἰς τὸν αὐτόν

  

Καρικὸς Αἰμιλιανὸς Ἰωάννης τε σὺν αὐτῷ,  

Ῥουφῖνος Φαρίης, Ἀγαθίης Ἀσίης,  

τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες,  

ἄνθεσαν εἰς σέ, μάκαρ, τὴν σφετέρην γραφίδα,  

<!-- 5 -->αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον. ἀλλὰ φανείης  

ἐλπίδας ἰθύνων ἐσσομένου βιότου.  

<!-- 1.36 -->

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

  

Εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου, ἐν ᾗ γέγρα-

  

πται παρὰ τοῦ ἀρχαγγέλου δεχόμενος τὰς ἀξίας· ἐν Ἐφέσῳ

  

Ἵλαθι μορφωθείς, ἀρχάγγελε· σὴ γὰρ ὀπωπὴ  

ἄσκοπος, ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε.  

ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου  

καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων,  

<!-- 5 -->τῆς δʼ εὐγνωμοσύνης μάρτυς γραφίς· ὑμετέρην γὰρ  

χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.  

<!-- 1.37 -->

Εἰς τὴν Χριστοῦ γέννησιν

  

Σάλπιγγες, στεροπαί, γαῖα τρέμει· ἀλλʼ ἐπὶ μήτρην  

παρθενικὴν κατέβης ἄψοφον ἴχνος ἔχων.  

<!-- 1.38 -->

Εἰς τὸ αὐτό

  

Οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων·  

οὐρανὸς ἐργασίη τοῦδε πέλει βρέφεος.  

<!-- 1.39 -->

Εἰς τοὺς ποιμένας καὶ τοὺς ἀγγέλους

  

Εἷς χορός, ἓν μέλος ἀνθρώποισι καὶ ἀγγελιώταις,  

οὕνεκεν ἄνθρωπος καὶ θεὸς ἓν γέγονεν.  

<!-- 1.40 -->

Εἰς τὴν Χριστοῦ γέννησιν

  

Οὐρανὸς ἡ φάτνη, καὶ οὐρανοῦ ἔπλετο μείζων,  

οὕνεκεν ὅνπερ ἔδεκτο ἄναξ πέλεν οὐρανιώνων.  

<!-- 1.41 -->

Εἰς τοὺς μάγους

  

Οὐκέτι δῶρʼ ἀνάγουσι μάγοι πυρὶ ἠελίῳ τε·  

ἠέλιον γὰρ ἔτευξε τόδε βρέφος, ὡς πυρὸς αὐγάς.  

<!-- 1.42 -->

Εἰς τὸ Βηθλεέμ

  

Δέχνυσο, Βηθλεέμ, ὃν προέειπε προφήτης ἐσθλὸς  

ἵξεσθαι λαῶν ἡγούμενον ἐκ σοῦ ἁπάντων.  

<!-- 1.43 -->

Εἰς τὴν Ῥαχήλ

  

Τίπτε, Ῥαχήλ, γοόωσα πικρὸν κατὰ δάκρυον εἴβεις; —  

«Ὀλλυμένην ὁρόωσα γονὴν κατὰ δάκρυον εἴβω.»  

<!-- 1.44 -->

Εἰς τὸν εὐαγγελισμόν

  

Χαῖρε, κόρη χαρίεσσα, μακαρτάτη, ἄφθορε νύμφη·  

υἷα Θεοῦ λαγόνεσσιν ἄτερ πατρὸς ἔμβρυον ἕξεις.  

<!-- 1.45 -->

Εἰς τὸν ἀσπασμόν

  

Ἔνδοθι γαστρὸς ἐὼν σκιρτήμασιν εἶπε προφήτης  

σὸν γόνον ὡς θεός ἐστι, καὶ ᾔνεσε πότνια μήτηρ.  

<!-- 1.46 -->

Εἰς τὴν ὑπαντήν

  

Πρεσβύτα, παῖδα δέχοιο, Ἀδὰμ προγενέστερον ὄντα,  

ὅς σε βίου λύσει τε καὶ ἐς βίον ἄφθιτον ἄξει.  

<!-- 1.47 -->

Εἰς τὴν βάπτισιν

  

Πατρὸς ἀπʼ ἀθανάτοιο μέγα σθένος ἤλυθε πνεῦμα,  

υἱὸς ἐπεὶ βαπτίζετʼ Ἰορδάνου ἀμφὶ ῥέεθρα.  

<!-- 1.48 -->

Εἰς τὴν μεταμόρφωσιν

  

Ἀδὰμ ἦν ζο...  

<!-- 1.49 -->

Εἰς τὸν Λάζαρον

  

Χριστὸς ἔφη· «Πρόμολʼ ὧδε», καὶ ἔλλιπε Λάζαρος ᾅδην,  

αὐαλέῳ μυκτῆρι παλίνσοον ἆσθμα κομίζων.  

<!-- 1.50 -->

Εἰς τὸν αὐτὸν ἐν Ἐφέσῳ

  

Ψυχὴν αὐτὸς ἔτευξε, δέμας μόρφωσεν ὁ αὐτός·  

Λάζαρον ἐκ νεκύων ἐς φάος αὐτὸς ἄγει.  

<!-- 1.51 -->

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

  

Εἰς τὸν αὐτόν

  

Τέτρατον ἦμαρ ἔην, καὶ Λάζαρος ἔγρετο τύμβου.  

<!-- 1.52 -->

Εἰς τὰ Βαΐα

  

Χαῖρε, Σιὼν θύγατερ, καὶ δέρκεο Χριστὸν ἄνακτα  

πώλῳ ἐφεζόμενον καὶ ἐς πάθος αἶψα κιόντα.  

<!-- 1.53 -->

Εἰς τὸ Πάσχα

  

Ἀμνὸν ἔπαυσε νόμου καὶ ἄμβροτον ὤπασε θῦμα  

Χριστός, ἐὼν ἱερεύς, αὐτὸς ἐὼν θυσίη.  

<!-- 1.54 -->

Εἰς τὴν σταύρωσιν

  

Ὦ πάθος, ὦ σταυρός, παθέων ἐλατήριον αἷμα,  

πλῦνον ἐμῆς ψυχῆς πᾶσαν ἀτασθαλίην.  

<!-- 1.55 -->

Εἰς τὸν αὐτόν

  

Παρθένου υἱὸν ἔφη τὸν παρθένον, ἄλλον ἑαυτόν.  

ἵλαθι, τῆς καθαρῆς δέσποτα παρθενίης.  

<!-- 1.56 -->

Εἰς τὴν ἀνάστασιν

  

Χριστὸς ἐὼν Θεὸς εἷλε νέκυς ἐξ ᾅδου πάντας·  

μοῦνον δὲ βροτολοιγὸν ἀκήριον ἔλλιπεν Ἅιδην.  

<!-- 1.57 -->

Εἰς τὸν ἀμνὸν τοῦ Θεοῦ

  

Ψυχῆς ἐν φλιῇσιν ἐμῆς σωτήριον αἷμα  

ἀμνοῦ· ὀλοθρεύων, φεῦγε, μὴ ἐγγὺς ἴθι.  

<!-- 1.58 -->

Εἰς τὸν πόκον Γεδεών

  

Εἷς πόκος ὄμβρον ἔχει, λεκάνῃ δρόσον ὤπασεν αὐτός·  

ἄβροχος αὐτὸς ὅδε· κρύπτε νόῳ κρύφια.  

<!-- 1.59 -->

Εἰς τὸν Μωσῆ καὶ εἰς τὴν θυγατέρα Φαραῶ

  

Αἰγυπτίη κρύφιόν τε βρέφος καὶ ἐγγύθεν ὕδωρ·  

ἃ προτυποῖ μούνοις εὐσεβέεσσι λόγον.  

<!-- 1.60 -->

Εἰς τὸν αὐτόν, ὅτε τὰς παλάμας ἐξέτεινεν τροπούμενος τὸν Ἀμαλήκ

  

Σταυροφανῶς τανύεις παλάμας τίνος εἵνεκα, Μωσῆ; —  

«Τῷδε τύπῳ Ἀμαλὴκ ὄλλυται ἀμφότερος.»  

<!-- 1.61 -->

Εἰς τὸν αὐτόν

  

Ῥύεο σὴν ἐθνικὴν νύμφην παρὰ ὕδασι, Μωσῆ,  

νυμφίου ἀψευδοῦς οὕνεκέν ἐσσι τύπος.  

<!-- 1.62 -->

Εἰς τὴν κιβωτόν, ὅτε τὸν Ἰορδάνην ἐπέρασεν

  

Λάρνακι χρυσείῃ ῥόος εἴκαθεν· ἵλαθι, Χριστέ,  

σὸς τύπος ἡ λάρναξ τῇδε λοεσσομένου.  

<!-- 1.63 -->Ἐξ ἐθνῶν καὶ Ἄγαρ. τί δὲ ἄγγελος; ἢ τί τὸ ὕδωρ;  

ἐξ ἐθνῶν καὶ ἐγώ· τοὔνεκεν οἶδα τάδε.  

<!-- 1.64 -->

Εἰς τοὺς οʹ φοίνικας καὶ τὰς ιβʹ πηγάς

  

Ἑπτάκι τοὺς δέκα φοίνικας, δυοκαίδεκα πηγὰς  

Χριστοῦ τοσσατίων ἴσθι τύπους ἑτάρων.  

<!-- 1.65 -->

Εἰς τὸν Ἀβραάμ

  

Ἀβραὰμ υἱὸν ἄγει θυσίην Θεῷ· ἵλαθι, ποίην  

νοῦς ὁράᾳ θυσίην, ἧς τόδε γράμμα τύπος.  

<!-- 1.66 -->

Εἰς τὸν Μελχισεδὲκ διδοῦντα τῷ Ἀβραὰμ οἶνον καὶ ἄρτους

  

Μελχισεδὲκ βασιλεῦ, ἱερεῦ, ἄρτους τε καὶ οἶνον  

ὡς τίς ἐὼν παρέχεις; —«Ὡς τύπος ἀτρεκίης.»  

<!-- 1.67 -->

Εἰς τὸν Ἀβραάμ, ὅτε ὑπεδέξατο τὸν Θεόν

  

Μορφὴν ἐνθάδε μοῦνον ἔχει Θεός· ὕστερον αὖτε  

ἐς φύσιν ἀτρεκέως ἤλυθεν ἀνδρομέην.  

<!-- 1.68 -->

Εἰς τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, ὅτε αὐτὸν ηὐλόγησεν

  

Πνοιὴν μὲν διὰ πνεῦμα, δέρας δὲ λάχον διὰ γράμμα·  

εὐφραίνει πατέρα νοῦς Θεὸν εἰσορόων.  

<!-- 1.69 -->

Εἰς τὴν Ῥεβέκκαν

  

Νυμφίε μουνογενές, νύμφη ἐθνική σε φιλοῦσα  

κάτθορεν ἐξ ὕψους, σώματος οὐ καθαροῦ.  

<!-- 1.70 -->

Εἰς τὴν αὐτήν

  

Τηλόθεν οὐχ ὑδάτων μνηστεύετο πότνα Ῥεβέκκα,  

νύμφης ἐξ ἐθνῶν οὕνεκέν ἐστι τύπος.  

<!-- 1.71 -->

Εἰς τὴν Σωμανίτιν

  

Εὐχὴ Ἐλισσαίου, Σωμανίτι, δὶς πόρεν υἱόν,  

πρῶτα μὲν ἐκ γαστρός, δεύτερα δʼ ἐκ νεκύων.  

<!-- 1.72 -->

Εἰς τὴν μηλωτὴν Ἠλίου

  

Τοῦτο δέρας προλέγει ἀμνὸν Θεοῦ εἵνεκα πάντων  

ἀνθρώπων ζωῆς τῇδε λοεσσόμενον.  

<!-- 1.73 -->

Εἰς τὸν Δαβὶδ χριόμενον

  

Ἐν νῷ ἔχων πέφρικα, πατὴρ τίνος ἔκλυε Δαβὶδ  

οὗτος, ὃν εἰσοράᾳς ἐνθάδε χριόμενον.  

<!-- 1.74 -->

Εἰς τὸν τυφλόν

  

Οὔνομα τῇ πηγῇ Ἐσταλμένος· ἀλλὰ τίς ἐκ τοῦ  

ἔσταλται, νοέεις, ὄφρα τέλεια βλέποις;  

<!-- 1.75 -->

Εἰς τὴν Σαμαρεῖτιν

  

Οὐ τύπος, ἀλλὰ Θεὸς καὶ νυμφίος ἐνθάδε νύμφην  

σῴζει, τὴν ἐθνικήν, ὕδατος ἐγγὺς ἰδών.  

<!-- 1.76 -->

Εἰς τὸν γάμον

  

Τεῦξε μὲν ἀτρεκέως οἶνον Θεός· ὅσσα δὲ κρυπτὰ  

θαύματος, εἰ Χριστοῦ πνεῦμά σʼ ἔχει, νοέεις.  

<!-- 1.77 -->

Εἰς τὴν χήραν τὴν τὸν Ἠλίαν θρέψασαν

  

Βλύζει ἐλαιηρὴ κάλπις καὶ κίστη ἀλεύρου,  

ἔμπεδον ἡ χήρη οὕνεκα πίστιν ἔχει.  

<!-- 1.78 -->

Εἰς Πέτρον τὸν ἀπόστολον

  

Πάντων ἀρχιερεὺς Πέτρος Θεοῦ ἀρχιερήων,  

ὃς Θεοῦ ἐκ φωνῆς ἔλλαχε τοῦτο γέρας.  

<!-- 1.79 -->

Εἰς Παῦλον τὸν ἀπόστολον

  

Παῦλος ἐπεὶ θεῖον σέλας οὐρανοῦ ἔδρακεν ἄντην,  

φωτὸς ἀπειρεσίου γαῖαν ἔπλησεν ὅλην.  

<!-- 1.80 -->

Εἰς Ἰωάννην τὸν ἀπόστολον

  

Ἀρχιερεὺς Ἐφέσοιο θεηγόρος ἐκ Θεοῦ εἶπεν  

πρῶτος Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.  

<!-- 1.81 -->

Εἰς τὸν αὐτόν

  

Καὶ λαλέοντος ἄκουσε λόγου καὶ πέφραδεν αὐτὸς  

πρῶτος Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.  

<!-- 1.82 -->

Εἰς τὸν αὐτόν

  

Οὐρανίης σοφίης θεοτερπὲς δῶμα κιχήσας  

εἶπεν Ἰωάννης, ὡς Θεὸς ἦν ὁ λόγος.  

<!-- 1.83 -->

Εἰς τὸν Ματθαῖον

  

Γράψε Θεοῦ σαρκώσιος ἔξοχα θαύματα πάντα  

Ματθαῖος σελίδεσσιν, ἐπεὶ λίπε δῶμα τελώνου.  

<!-- 1.84 -->

Εἰς τὸν Λουκᾶν

  

Ἀθανάτου βιότοιο τελεσφόρα ἔργματα Χριστοῦ  

πυκτίου ἐν λαγόνεσσι σαφῶς ἐνέπασσέ γε Λουκᾶς.  

<!-- 1.85 -->

Εἰς τὸν Μάρκον

  

Οὐ κατʼ ἐπωνυμίην Αἰγύπτιον ἔλλαχε λαὸν  

ὄρφνη, ἐπεὶ φωνῆς Μάρκου ἔδεκτο φάος.  

<!-- 1.86 -->

Εἰς τὸν ἅγιον Βασίλειον

  

Παρθενίην Βασίλειος Ἰωάννου σοφίην τε  

ἔλλαχεν, ἶσα λαχὼν καὶ τάδε Γρηγορίῳ.  

<!-- 1.87 -->

Εἰς τὸν ἅγιον Πολύκαρπον

  

Οἰκτίρμων Πολύκαρπος, ὃ καὶ θρόνον ἀρχιερῆος  

ἔσχε καὶ ἀτρεκέως μαρτυρίης στεφάνους.  

<!-- 1.88 -->

Εἰς τὸν ἅγιον Διονύσιον

  

Οὐρανίων θιάσων ἱεραρχικὰ τάγματα μέλψας,  

μορφοφανῶν τε τύπων κρύφιον νόον εἰς φάος ἕλκων,  

ζωοσόφων λογίων θεοτερπέα πυρσὸν ἀνάπτεις.  

<!-- 1.89 -->

Εἰς τὸν ἅγιον Νικόλαον

  

Νικόλεων Πολύκαρπος ἔχει σχεδόν, οὕνεκεν ἄμφω  

εἰς ἔλεον παλάμας ἔσχον ἑτοιμοτάτας.  

<!-- 1.90 -->

ΣΩΦΡΟΝΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ

  

Εἰς Κῦρον καὶ Ἰωάννην

  

Κύρῳ, ἀκεστορίης πανυπέρτατα μέτρα λαχόντι,  

καὐτῷ Ἰωάννῃ, μάρτυσι θεσπεσίοις,  

Σωφρόνιος, βλεφάρων ψυχαλγέα νοῦσον ἀλύξας,  

βαιὸν ἀμειβόμενος τήνδʼ ἀνέθηκε βίβλον.  

<!-- 1.91 -->

Εἰς Ἰουστινιανὸν τὸν βασιλέα ἐν Ἐφέσῳ

  

Ἰουστινιανὸν καὶ ἠγαθέην Θεοδώρην  

στέψεν Ἰωάννης Χριστοῦ ἐφημοσύναις.  

<!-- 1.92 -->

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

  

Ἐν Καισαρείᾳ εἰς τὸν ναὸν τοῦ ἁγίου Βασιλείου

  

Ἦν ὅτε Χριστὸς ἴαυεν ἐφʼ ὁλκάδος ἔμφυτον ὕπνον,  

τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις,  

δείματί τε πλωτῆρες ἀνίαχον· «Ἔγρεο, σῶτερ·  

ὀλλυμένοις ἐπάμυνον.» ἄναξ δὲ κέλευεν ἀναστὰς  

<!-- 5 -->ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως·  

θαύματι δὲ φράζοντο Θεοῦ φύσιν οἱ παρεόντες.  

<!-- 1.93 -->

Εἰς τὸν αὐτὸν ναόν

  

Ζωογόνων ἀρετῶν τετρακτύος εἰκόνα λεύσσων  

σεῦε νόον πρὸς μόχθον ἑκούσιον· εὐσεβίης γὰρ  

ἱδρῶτες δεδάασιν ἀγήραον ἐς βίον ἕλκειν.  

<!-- 1.94 -->

Εἰς τὴν κοίμησιν τῆς ὑπεραγίας θεοτόκου

  

Νεύμασι θεσπεσίοιο μετάρσιοι ἤλυθον ἄρδην  

ἐς δόμον ἀχράντοιο ἀμωμήτοιο γυναικὸς  

κεκλόμενοι μαθηταὶ ἀλλήλοισιν αἰγλήεντες,  

οἱ μὲν ἀπʼ ἀντολίης, οἱ δʼ ἑσπερίοιο γαίης,  

<!-- 5 -->ἄλλοι μεσημβρίης, ἕτεροι βαῖνον δʼ ἀπʼ ἀρκτῴων,  

διζήμενοι κηδεῦσαι σῶμα τὸ σωσικόσμοιο.  

<!-- 1.95 -->

Ἐν Ἐφέσῳ

  

Σοί, μάκαρ, ἐκ σέο δῶκα, τάπερ πόρες ἄμμιν ἄρηι.  

<!-- 1.96 -->

Εἰς σκῆπτρον

  

Τοῦτο γέρας λάχεν ἐσθλὸς Ἀμάντιος, ὡς βασιλῆι  

πιστὸς ἐών, Χριστὸν δὲ θεουδείῃσιν ἰαίνων.  

<!-- 1.97 -->

Ἐν τῇ Μελέτῃ

  

Νηὸς ἐγὼ κύδιστος Ἰουστίνοιο ἄνακτος,  

καί μʼ ὕπατος Θεόδωρος, ὁ καρτερός, ὁ τρὶς ὕπαρχος,  

ἄνθετο καὶ βασιλῆι καὶ υἱέι παμβασιλῆος,  

Ἰουστινιανῷ, στρατιῆς ἡγήτορι πάσης.  

<!-- 1.98 -->

Ἐν τῷ αὐτῷ τόπῳ

  

Ἔργον ὁρᾷς περίπυστον Ἰουστίνου βασιλῆος  

Ἰουστινιανοῦ τε, μεγασθενέος στρατιάρχου,  

λαμπόμενον στεροπῇσιν ἀμετρήτοιο μετάλλου·  

τοῦτο κάμεν Θεόδωρος ἀοίδιμος, ὃς πόλιν ἱρὴν  

<!-- 5 -->τὸ τρίτον ἀμφιβέβηκεν ἔχων ὑπατηίδα τιμήν.  

<!-- 1.99 -->

ΚΥΡΟΥ

  

Ἐν τῷ κίονι τοῦ ὁσίου Δανιὴλ ἐν τῷ Ἀνάπλῳ

  

Μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἵσταται ἀνήρ,  

πάντοθεν ὀρνυμένους οὐ τρομέων ἀνέμους.  

τοὔνομα μὲν Δανιήλ, μεγάλῳ Συμεῶνι δʼ ἐρίζει,  

ἴχνια ῥιζώσας κίονι διχθαδίῳ·  

<!-- 5 -->λιμῷ δʼ ἀμβροσίᾳ τρέφεται καὶ ἀναίμονι δίψῃ,  

υἱέα κηρύσσων μητρὸς ἀπειρογάμου.  

<!-- 1.100 -->

Εἰς Νεῖλον μοναχόν

  

Νείλου μὲν ποταμοῖο ῥόος χθόνα οἶδε ποτίζειν,  

Νείλου δʼ αὖ μοναχοῖο λόγος φρένας οἶδεν ἰαίνειν.  

<!-- 1.101 -->

ΜΕΝΑΝΔΡΟΥ ΠΡΟΤΙΚΤΟΡΟΣ

  

Εἰς Πέρσην μάγον γενόμενον χριστιανὸν καὶ μαρτυρήσαντα

  

Ἦν πάρος ἐν Πέρσῃσιν ἐγὼ μάγος Ἰσβοζήτης,  

εἰς ὀλοὴν ἀπάτην ἐλπίδας ἐκκρεμάσας.  

εὖτε δὲ πυρσὸς ἔδαπτεν ἐμὴν πόλιν, ἦλθον ἀρῆξαι·  

ἦλθε δὲ καὶ Χριστοῦ πανσθενέος θεράπων·  

<!-- 5 -->κείνῳ δʼ ἐσβέσθη δύναμις πυρός, ἀλλὰ καὶ ἔμπης  

νικηθεὶς νίκην ἤνυσα θειοτέρην.  

<!-- 1.102 -->

Εἰς τὸν σωτῆρα

  

Ὦ πάντων ἐπέκεινα — τί γὰρ πλέον ἄλλο σε μέλψω; —  

πῶς σὲ τὸν ἐν πάντεσσιν ὑπείροχον ἐξονομήνω;  

πῶς δὲ λόγῳ μέλψω σὲ τὸν οὐδὲ νόῳ περιληπτόν;  

<!-- 1.103 -->

Εἰς ὑπέρθυρον οἴκου ἐν Κυζίκῳ

  

Μῶμε μιαιφόνε, σός σε κατέκτανε πικρὸς ὀιστός·  

ῥύσατο γὰρ μανίης με τεῆς Θεὸς ὄλβιον οἶκον.  

<!-- 1.104 -->

Εἰς τὴν θήκην τῶν λειψάνων τοῦ ἁγίου μάρτυρος Ἀκακίου καὶ

  

Ἀλεξάνδρου

  

Μάρτυρος Ἀκακίοιο Ἀλεξάνδρου θʼ ἱερῆος  

ἐνθάδε σώματα κεῖται, τάπερ χρόνος ὄλβιος ηὗρε.  

<!-- 1.105 -->

Εἰς Εὐδοκίαν, τὴν γυναῖκα Θεοδοσίου βασιλέως

  

Ἡ μὲν σοφὴ δέσποινα τῆς οἰκουμένης,  

ὑπʼ εὐσεβοῦς ἔρωτος ἠρεθισμένη,  

πάρεστι δούλη, προσκυνεῖ δʼ ἑνὸς τάφον  

ἡ πᾶσιν ἀνθρώποισι προσκυνουμένη.  

<!-- 5 -->ὁ γὰρ δεδωκὼς τὸν θρόνον καὶ τὸν γάμον  

τέθνηκεν ὡς ἄνθρωπος, ἀλλὰ ζῇ θεός.  

κάτω μὲν ἠνθρώπιζεν· ἦν δʼ, ὡς ἦν ἄνω.  

<!-- 1.106 -->

Ἐν τῷ Χρυσοτρικλίνῳ Μαζαρινοῦ

  

Ἔλαμψεν ἀκτὶς τῆς ἀληθείας πάλιν  

καὶ τὰς κόρας ἤμβλυνε τῶν ψευδηγόρων·  

ηὔξησεν εὐσέβεια, πέπτωκε πλάνη,  

καὶ πίστις ἀνθεῖ, καὶ πλατύνεται χάρις.  

<!-- 5 -->ἰδοὺ γὰρ αὖθις Χριστὸς εἰκονισμένος  

λάμπει πρὸς ὕψος τῆς καθέδρας τοῦ κράτους  

καὶ τὰς σκοτεινὰς αἱρέσεις ἀνατρέπει.  

τῆς εἰσόδου δʼ ὕπερθεν ὡς θεία πύλη  

στηλογραφεῖται καὶ φύλαξ ἡ παρθένος.  

<!-- 10 -->ἄναξ δὲ καὶ πρόεδρος ὡς πλανοτρόποι  

σὺν τοῖς συνεργοῖς ἱστοροῦνται πλησίον.  

κύκλῳ δὲ παντὸς οἷα φρουροὶ τοῦ δόμου  

νόες, μαθηταί, μάρτυρες, θυηπόλοι.  

ὅθεν καλοῦμεν χριστοτρίκλινον νέον  

<!-- 15 -->τὸν πρὶν λαχόντα κλήσεως χρυσωνύμου,  

ὡς τὸν θρόνον ἔχοντα Χριστοῦ κυρίου  

Χριστοῦ τε μητρός, χριστοκηρύκων τύπους  

καὶ τοῦ σοφουργοῦ Μιχαὴλ τὴν εἰκόνα.  

<!-- 1.107 -->

Εἰς τὸν αὐτόν

  

Ὡς τὴν φαεινὴν ἀξίαν τῆς εἰκόνος  

τῆς πρὶν φυλάττων, Μιχαὴλ αὐτοκράτωρ,  

κρατῶν τε πάντων σαρκικῶν μολυσμάτων,  

ἐξεικονίζεις καὶ γραφῇ τὸν δεσπότην,  

<!-- 5 -->ἔργῳ κρατύνων τοὺς λόγους τῶν δογμάτων.  

<!-- 1.108 -->

ΑΔΕΣΠΟΤΟΝ

  

Εἰς τὸν Ἀδάμ

  

Οὐ σοφίης ἀπάνευθεν Ἀδὰμ τὸ πρὶν ἐκαλεῖτο,  

τέσσαρα γράμματʼ ἔχων εἰς τέσσαρα κλίματα κόσμου·  

ἄλφα γὰρ ἀντολίης ἔλαχεν, δύσεως δὲ τὸ δέλτα,  

ἄλφα πάλιν δʼ ἄρκτοιο, μεσημβρίης δὲ τὸ λοιπόν.  

<!-- 1.109 -->

ΙΓΝΑΤΙΟΥ

  

ΤΟΥ ΜΑΓΙΣΤΟΡΟΣ ΤΩΝ ΓΡΑΜΜΑΤΙΚΩΝ

  

Εἰς τὸν ναὸν τῆς παναγίας θεοτόκου εἰς τὴν Πηγήν

  

Πτωθέντα κοσμεῖ τὸν ναὸν τῆς παρθένου  

Βασίλειός τε σὺν Κωνσταντίνῳ, Λέων.  

<!-- 1.110 -->

Εἰς τὸν αὐτόν

  

Ἐκ γῆς ἀνελθὼν πατρικόν σου πρὸς θρόνον,  

τὸν μητρικόν σου, σῶτερ, οἶκον δεικνύεις  

πηγὴν νοητὴν κρειττόνων χαρισμάτων.  

<!-- 1.111 -->

Ἐν τῷ αὐτῷ ναῷ, εἰς τὴν σταύρωσιν

  

Ὁ νεκρὸς Ἅιδης ἐξεμεῖ τεθνηκότας,  

κάθαρσιν εὑρὼν σάρκα τὴν τοῦ δεσπότου.  

<!-- 1.112 -->

Εἰς τὸν αὐτὸν ναόν, εἰς τὴν μεταμόρφωσιν

  

Λάμψας ὁ Χριστὸς ἐν Θαβὼρ φωτὸς πλέον  

σκιὰν πέπαυκε τοῦ παλαιτάτου νόμου.  

<!-- 1.113 -->

Ἐν τῷ αὐτῷ ναῷ, εἰς τὴν ὑπαντήν

  

Ὁρώμενος νῦν χερσὶ πρεσβύτου βρέφος  

παλαιός ἐστι δημιουργὸς τῶν χρόνων.  

<!-- 1.114 -->

Ἐν τῷ αὐτῷ ναῷ, εἰς τὸν χαιρετισμόν

  

Προοιμιάζει κοσμικὴν σωτηρίαν  

εἰπὼν τὸ «Χαῖρε» ταῖς γυναιξὶ δεσπότης.  

<!-- 1.115 -->

Εἰς τὴν θεοτόκον

  

Παρθένος υἱέα τίκτε· μεθʼ υἱέα παρθένος ἦεν.  

<!-- 1.116 -->

Εἰς τὸν αὐτόν

  

Χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, υἱὲ Θεοῖο,  

δῶρʼ ἀπὸ κρυστάλλων, δῶρʼ ἀπὸ σαρδονύχων.  

Δέχνυσο, παρθενικῆς τέκος ἄφθιτον, υἱὲ Θεοῖο,  

δῶρʼ ἀπὸ κρυστάλλων, δῶρʼ ἀπὸ σαρδονύχων.  

<!-- 1.117 -->

Εἰς τὸν τυφλόν

  

Ἔβλεψε τυφλὸς ἐκ τόκου μεμυσμένος·  

Χριστὸς γὰρ ἦλθεν, ἡ πανόμματος χάρις.  

<!-- 1.118 -->

Εὐκτικά

  

Ἤγειρεν ἡμῖν τῶν παθῶν τρικυμίαν  

ἐχθρὸς κάκιστος πνευματώσας τὸν σάλον,  

ὅθεν ταράσσει καὶ βυθίζει καὶ βρέχει  

τὸν φόρτον ἡμῶν ψυχικῆς τῆς ὁλκάδος.  

<!-- 5 -->ἀλλʼ, ὦ γαλήνη καὶ στορεστὰ τῆς ζάλης,  

σύ, Χριστέ, δείξαις ἀβρόχους ἁμαρτίας  

τῷ σῷ πρὸς ὅρμῳ προσφόρως προσορμίσας,  

ἐχθρὸν δὲ τοῦτον συμφόρως βεβρεγμένον.  

<!-- 1.119 -->

Ὑπόθεσις τῶν Ὁμηροκέντρων

  

Βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος,  

ὃς μέγα ἔργον ἔρεξεν, Ὁμηρείης ἀπὸ βίβλου  

κυδαλίμων ἐπέων τεύξας ἐρίτιμον ἀοιδήν,  

πρήξιας ἀγγέλλουσαν ἀνικήτοιο Θεοῖο·  

<!-- 5 -->ὡς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν, ὡς λάβε μορφὴν  

ἀνδρομέην, καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρης  

κρύπτετο τυτθὸς ἐών, ὃν ἀπείριτος οὐ χάδε κύκλος·  

ἠδʼ ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸν  

παρθενίοιο γάλακτος ἀναβλύζοντα ῥέεθρον·  

<!-- 10 -->ὡς κτάνεν Ἡρώδης ἀταλάφρονας εἰσέτι παῖδας,  

νήπιος, ἀθανάτοιο Θεοῦ διζήμενος οἶτον·  

ὥς μιν Ἰωάννης λοῦσεν ποταμοῖο ῥεέθροις·  

ὥς τε δυώδεκα φῶτας ἀμύμονας ἔλλαβʼ ἑταίρους·  

ὅσσων τʼ ἄρτια πάντα Θεὸς τεκτήνατο γυῖα,  

<!-- 15 -->νούσους τʼ ἐξελάσας στυγερὰς βλεφάρων τʼ ἀλαωτύν·  

ἠδʼ ὅππως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺς  

ἁψαμένης ἑανοῖο πολυκλαύτοιο γυναικός·  

ἠδʼ ὅσσους μοίρῃσιν ὑπʼ ἀργαλέῃσι δαμέντας  

ἤγαγεν ἐς φάος αὖθις ἀπὸ χθονίοιο βερέθρου·  

<!-- 20 -->ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν ἄμμιν·  

ὥς τε βροτῶν ὑπὸ χερσὶ τάθη κρυεροῖς ἐνὶ δεσμοῖς,  

αὐτὸς ἑκών· οὐ γάρ τις ἐπιχθονίων πολεμίζοι  

ὑψιμέδοντι Θεῷ, ὅτε μὴ αὐτός γε κελεύοι·  

ὡς θάνεν· ὡς Ἀίδαο σιδήρεα ῥῆξε θύρετρα,  

<!-- 25 -->κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσω  

ἤγαγεν ἀχράντοισιν ὑπʼ ἐννεσίῃσι τοκῆος,  

ἀνστὰς ἐν τριτάτῃ φαεσιμβρότῳ ἠριγενείῃ  

ἀρχέγονον βλάστημα Θεοῦ γενετῆρος ἀνάρχου.  

<!-- 1.120 -->

Ἐν Βλαχέρναις. ἴαμβοι

  

Εἰ φρικτὸν ἐν γῇ τοῦ Θεοῦ ζητεῖς θρόνον,  

ἰδὼν τὸν οἶκον θαύμασον τῆς παρθένου·  

ἡ γὰρ φέρουσα τὸν Θεὸν ταῖς ἀγκάλαις  

φέρει τὸν αὐτὸν εἰς τὸ τοῦ τόπου σέβας.  

<!-- 5 -->ἐνταῦθα τῆς γῆς οἱ κρατεῖν τεταγμένοι  

τὰ σκῆπτρα πιστεύουσι τῆς νίκης ἔχειν·  

ἐνταῦθα πολλὰς κοσμικὰς περιστάσεις  

ὁ πατριάρχης ἀγρυπνῶν ἀνατρέπει.  

οἱ βάρβαροι δὲ προσβαλόντες τῇ πόλει,  

<!-- 10 -->αὐτὴν στρατηγήσασαν ὡς εἶδον μόνην,  

ἔκαμψαν εὐθὺς τοὺς ἀκαμπεῖς αὐχένας.  

<!-- 1.121 -->

Εἰς τὸν αὐτὸν ναόν

  

Ἔδει γενέσθαι δευτέραν Θεοῦ πύλην  

τῆς παρθένου τὸν οἶκον ὡς καὶ τὸν τόκον·  

κιβωτὸς ὤφθη τῆς πρὶν ἐνθεεστέρα,  

οὐ τὰς πλάκας φέρουσα τὰς θεογράφους,  

<!-- 5 -->ἀλλʼ αὐτὸν ἔνδον τὸν Θεὸν δεδεγμένη.  

ἐνταῦθα κρουνοὶ σαρκικῶν καθαρσίων  

καὶ ψυχικῶν λύτρωσις ἀγνοημάτων·  

ὅσαι γάρ εἰσι τῶν παθῶν περιστάσεις,  

βλύζει τοσαύτας δωρεὰς τῶν θαυμάτων.  

<!-- 10 -->ἐνταῦθα νικήσασα τοὺς ἐναντίους  

ἀνεῖλεν αὐτοὺς ἀντὶ λόγχης εἷσʼ ὕδωρ·  

τροπῆς γὰρ ἀλλοίωσιν οὐκ ἔχει μόνην,  

Χριστὸν τεκοῦσα καὶ κλονοῦσα βαρβάρους.  

<!-- 1.122 -->

ΜΙΧΑΗΛ ΧΑΡΤΟΦΥΛΑΚΟΣ

  

Εἰς τὴν θεοτόκον βαστάζουσαν τὸν Χριστόν

  

Αὕτη τεκοῦσα παρθένος πάλιν μένει·  

καὶ μὴ θροηθῇς· ἔστι γὰρ τὸ παιδίον  

Θεὸς θελήσας προσλαβέσθαι σαρκίον.  

<!-- 1.123 -->

ΣΩΦΡΟΝΙΟΥ

  

Εἰς τὸν Κρανίου λίθον ἐν Ἱερουσαλήμ

  

Πέτρα τρισμακάριστε θεόσσυτον αἷμα λαχοῦσα,  

οὐρανίη γενεή σε πυρίπνοος ἀμφιπολεύει,  

καὶ χθονὸς ἐνναετῆρες ἀνάκτορες ὑμνοπολοῦσι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ajg-aaa`.
