---
title: Calendar
title_greek: Ἡμερολόγιον
author: Geminus of Rhodes
eul_wid: nwa-ac
eul_aid: nwa
canonical: "https://eulogikon.org/works/geminus-rhodes-calendar-nwa-ac"
period: Roman
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Calendar

*Ἡμερολόγιον*

**Author:** Geminus of Rhodes

**eul_wid:** `nwa-ac` · [HTML page](https://eulogikon.org/works/geminus-rhodes-calendar-nwa-ac)

## Text

### 98 (T1)

〈Παράπηγμα〉 Χρόνοι τῶν ζῳδίω ν , ἐν οἷς ἕκαστον αὐτῶν ὁ ἥλιος διαπορεύετα ι , καὶ αἱ κα θ ’ ἕκαστον ζῴδιον γινόμεναι ἐπισημασία ι , αἳ ὑπογεγραμμέναι εἰσί ν. Ἀρξόμεθα δὲ ἀπὸ θερινῆς τροπῆς. Καρκίνον διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λα . 〈Ἐν μὲν οὖν τῇ〉 α ῃ ἡμέρᾳ Καλλίππῳ Καρκίνος ἄρχεται ἀνατέλλειν· τροπαὶ θεριναί· καὶ ἐπισημαίνει. 〈Ἐν δὲ τῇ〉 θ ῃ ἡμέρᾳ Εὐδόξῳ νότος πνεῖ. 〈Ἐν δὲ τῇ〉 ια ῃ ἡμέρᾳ Εὐδόξῳ Ὠρίων ἑῷος ὅλος ἐπιτέλλει. 〈Ἐν δὲ τῇ〉 ιγ ῃ ἡμέρᾳ Εὐκτήμονι Ὠρίων ὅλος ἐπιτέλλει. 〈Ἐν δὲ τῇ〉 ιϛ ῃ Δοσιθέῳ Στέφανος ἑῷος ἄρχεται δύνειν. 〈Ἐν δὲ τῇ〉 κγ ῃ Δοσιθέῳ ἐν Αἰγύπτῳ Κύων ἐκφανὴς γίνεται. 〈Ἐν δὲ τῇ〉 κε ῃ Μέτωνι Κύων ἐπιτέλλει ἑῷος. [15]

### 99

〈Ἐν δὲ τῇ〉 κζ ῃ Εὐκτήμονι Κύων ἐπιτέλλει. Εὐδόξῳ Κύων ἑῷος ἐπιτέλλει· καὶ τὰς ἑπομένας ἡμέρας νε ἐτησίαι πνέουσιν· αἱ δὲ ε αἱ πρῶται πρόδρομοι καλοῦνται. Καλλίππῳ Καρκίνος λήγει ἀνατέλλων πνευματώδης. 〈Ἐν δὲ τῇ〉 κη ῃ Εὐκτήμονι Ἀετὸς ἑῷος δύνει· χειμὼν κατὰ θάλασσαν ἐπιγίνεται. 〈Ἐν δὲ τῇ〉 λ ῃ Καλλίππῳ Λέων ἄρχεται ἀνατέλλειν· νότος πνεῖ· καὶ Κύων ἀνατέλλων φανερὸς γίνεται. 〈Ἐν δὲ τῇ〉 λα ῃ Εὐδόξῳ νότος πνεῖ. Τὸν δὲ Λέοντα διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λα . Ἐν μὲν οὖν τῇ α ῃ ἡμέρᾳ Εὐκτήμονι Κύων μὲν ἐκφανής, πνῖγος δὲ ἐπιγίνεται· ἐπισημαίνει. Ἐν δὲ τῇ ε ῃ Εὐδόξῳ Ἀετὸς ἑῷος δύνει. Ἐν δὲ τῇ ι ῃ ἡμέρᾳ Εὐδόξῳ Στέφανος δύνει. Ἐν δὲ τῇ ιβ ῃ Καλλίππῳ Λέων μέσος ἀνατέλλων πνίγη μάλιστα ποιεῖ. Ἐν δὲ τῇ ιδ ῃ Εὐκτήμονι πνίγη μάλιστα γίνεται. Ἐν δὲ τῇ ιϛ ῃ ἡμέρᾳ Εὐδόξῳ ἐπισημαίνει. Ἐν δὲ τῇ ιζ ῃ Εὐκτήμονι Λύρα δύεται· καὶ ἔτι ὕει· καὶ ἐτησίαι παύονται· καὶ Ἵππος ἐπιτέλλει. Ἐν δὲ τῇ ιη ῃ Εὐδόξῳ Δελφὶς ἑῷος δύνει. Δοσιθέῳ Προτρυγητὴρ ἀκρόνυχος ἐπιτέλλει. Ἐν δὲ τῇ κβ ῃ Εὐδόξῳ Λύρα ἑῷος δύνει· ἐπισημαίνει. [20]

### 100

Ἐν δὲ τῇ κθ ῃ Εὐδόξῳ ἐπισημαίνει. Καλλίππῳ Παρθένος ἐπιτέλλει· ἐπισημαίνει. Τὴν δὲ Παρθένον διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λ . Ἐν μὲν οὖν τῇ ε ῃ ἡμέρᾳ Εὐδόξῳ ἄνεμος μέγας πνεῖ, καὶ ἐπιβροντᾷ. Καλλίππῳ δὲ οἱ ὦμοι τῆς Παρθένου ἐπιτέλλουσι· καὶ ἐτησίαι λήγουσιν. Ἐν δὲ τῇ ι ῃ ἡμέρᾳ Εὐκτήμονι Προτρυγητὴρ φαίνεται· ἐπιτέλλει δὲ καὶ Ἀρκτοῦρος, καὶ Ὀϊστὸς δύεται ὄρθρου· χειμὼν κατὰ θάλασσαν· νότος. Εὐδόξῳ ὑετός, βρονταί· ἄνεμος μέγας πνεῖ. Ἐν δὲ τῇ ιζ ῃ Καλλίππῳ Παρθένος μέση ἐπιτέλλουσα ἐπισημαίνει· καὶ Ἀρκτοῦρος ἀνατέλλων φανερός. Ἐν δὲ τῇ ιθ ῃ Εὐδόξῳ Ἀρκτοῦρος ἑῷος ἐπιτέλλει· καὶ τὰς ἑπομένας ἡμέρας ζ 〈ἄνεμοι〉 πνέουσιν· εὐδία ὡς τὰ πολλά· λήγοντος δὲ τοῦ χρόνου ἀπ’ ἠοῦς πνεῦμα γίνεται. Ἐν δὲ τῇ κ ῃ Ἀρκτοῦρος Εὐκτήμονι ἐκφανής· μετοπώρου ἀρχή· καὶ Αἲξ ἐπιτέλλει ἀστὴρ μέγας ἐπὶ τοῦ Ἡνιόχου· κἄπειτα ἐπισημαίνει· χειμὼν κατὰ θάλασσαν. Ἐν δὲ τῇ κδ ῃ ἡμέρᾳ Καλλίππῳ Στάχυς ἐπιτέλλει τῆς Παρθένου· ὕει. Τὸν δὲ Ζυγὸν διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λ . Ἐν τῇ α ῃ ἡμέρᾳ Εὐκτήμονι ἰσημερία μετοπωρινή· καὶ ἐπισημαίνει. [20]

### 101

Καλλίππῳ ὁ Κριὸς ἄρχεται δύνειν· ἰσημερία μετοπωρινή. Ἐν δὲ τῇ γ ῃ Εὐκτήμονι Ἔριφοι ἐπιτέλλουσιν ἑσπέριοι· χειμαίνει. Ἐν δὲ τῇ δ ῃ Εὐδόξῳ Αἲξ ἀκρόνυχος ἐπιτέλλει. Ἐν δὲ τῇ ε ῃ Εὐκτήμονι Πλειάδες ἑσπέριαι φαίνονται ἐκ τοῦ πρὸς ἕω· ἐπισημαίνει. Καλλίππῳ Παρθένος λήγει ἀνατέλλουσα. Ἐν δὲ τῇ ζ ῃ ἡμέρᾳ Εὐκτήμονι Στέφανος ἀνατέλλει· χειμαίνει. Ἐν δὲ τῇ η ῃ Εὐδόξῳ Πλειάδες ἐπιτέλλουσιν. Ἐν δὲ τῇ ι ῃ Εὐδόξῳ 〈Στέφανοσ〉 ἑῷος ἐπιτέλλει. Ἐν δὲ τῇ ιβ ῃ ἡμέρᾳ Εὐδόξῳ Σκορπίος ἀκρόνυχος ἄρχεται δύνειν· καὶ χειμὼν ἐπιγίνεται, καὶ ἄνεμος μέγας πνεῖ. Ἐν δὲ τῇ ιζ ῃ Εὐδόξῳ Σκορπίος ἀκρόνυχος ὅλος δύνει. Καλλίππῳ Χηλαὶ ἄρχονται ἀνατέλλουσαι· ἐπισημαίνει. Ἐν δὲ τῇ ιθ ῃ Εὐδόξῳ βορέαι καὶ νότοι πνέουσιν. Ἐν δὲ τῇ κβ ῃ Εὐδόξῳ Ὑάδες ἀκρόνυχοι ἐπιτέλλουσιν. Ἐν δὲ τῇ κη ῃ Καλλίππῳ τοῦ Ταύρου κέρκος δύνει· ἐπισημαίνει. Ἐν δὲ τῇ κθ ῃ Εὐδόξῳ βορέας καὶ νότος πνέουσιν. Ἐν δὲ τῇ λ ῃ Εὐκτήμονι χειμὼν κατὰ θάλασσαν πολύς. Τὸν δὲ Σκορπίον ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις λ . Ἐν μὲν οὖν τῇ γ ῃ Δοσιθέῳ χειμαίνει. Ἐν δὲ τῇ δ ῃ ἡμέρᾳ Δημοκρίτῳ Πλειάδες δύνουσιν ἅμα ἠοῖ· ἄνεμοι χειμέριοι ὡς τὰ πολλά, καὶ ψύχη, ἤδη καὶ πάχνη· ἐπιπνεῖν φιλεῖ· φυλλορροεῖν ἄρχεται τὰ δένδρα μάλιστα. [25]

### 102

Καλλίππῳ τοῦ Σκορπίου τὸ μέτωπον ἐπιτέλλει πνευματῶδες. Ἐν δὲ τῇ ε ῃ Εὐκτήμονι Ἀρκτοῦρος ἑσπέριος δύεται· καὶ ἄνεμοι μεγάλοι πνέουσιν. Ἐν δὲ τῇ η ῃ Εὐδόξῳ Ἀρκτοῦρος ἀκρόνυχος δύνει· καὶ ἐπισημαίνει· καὶ ἄνεμος πνεῖ. Ἐν δὲ τῇ θ ῃ Καλλίππῳ τοῦ Ταύρου δύνει κεφαλή· ὑετοί. Ἐν δὲ τῇ ι ῃ Εὐκτήμονι Λύρα ἑῷος ἐπιτέλλει· καὶ ἐπιχειμάζεται ὑετῷ. Ἐν δὲ τῇ ιβ ῃ Εὐδόξῳ Ὠρίων ἀκρόνυχος ἄρχεται ἐπιτέλλειν. Ἐν δὲ τῇ ιγ ῃ Δημοκρίτῳ Λύρα ἐπιτέλλει ἅμα ἡλίῳ ἀνίσχοντι· καὶ ὁ ἀὴρ χειμέριος γίνεται ὡς ἐπὶ τὰ πολλά. Ἐν δὲ τῇ ιδ ῃ Εὐδόξῳ ὑετία. Ἐν δὲ τῇ ιε ῃ Εὐκτήμονι Πλειάδες δύνουσι· καὶ ἐπισημαίνει· καὶ Ὠρίων ἄρχεται 〈δύνειν· καὶ ἀρχομένῳ〉 καὶ μεσοῦντι καὶ λήγοντι ἐπιχειμάζει. Ἐν δὲ τῇ ιϛ ῃ Καλλίππῳ 〈ὁ〉 ἐν τῷ Σκορπίῳ λαμπρὸς ἀστὴρ ἀνατέλλει· ἐπισημαίνει· καὶ Πλειάδες δύνουσι φανεραί. Ἐν δὲ τῇ ιη ῃ Εὐδόξῳ Σκορπίος ἄρχεται ἐπιτέλλειν ἑῷος. Ἐν δὲ τῇ ιθ ῃ Εὐδόξῳ Πλειάδες ἑῷαι δύνουσι, καὶ Ὠρίων ἄρχεται δύνειν· καὶ χειμάζει. Ἐν δὲ τῇ κα ῃ Εὐδόξῳ Λύρα ἑῷος ἐπιτέλλει. Ἐν δὲ τῇ κζ ῃ Εὐκτήμονι Ὑάδες δύονται· καὶ ἔτι ὕει. Ἐν δὲ τῇ κη ῃ Καλλίππῳ τοῦ Ταύρου τὰ κέρατα δύεται· ὑετία. Ἐν δὲ τῇ κθ ῃ Εὐδόξῳ Ὑάδες δύνουσι· καὶ χειμαίνει σφόδρα. [25]

### 103

Τὸν δὲ Τοξότην ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις κθ . Ἐν μὲν οὖν τῇ ζ ῃ Εὐκτήμονι Κύων δύεται· καὶ ἐπιχειμάζει. Καλλίππῳ ὁ Τοξότης ἄρχεται ἀνατέλλειν, καὶ Ὠρίων δύνει φανερός· χειμαίνει. Ἐν τῇ η ῃ Εὐδόξῳ Ὠρίων ἑῷος δύνει. Ἐν δὲ τῇ ι ῃ Εὐκτήμονι τοῦ Σκορπίου τὸ κέντρον ἐπιτέλλει. Ἐν δὲ τῇ ιβ ῃ Εὐδόξῳ Κύων ἑῷος δύνει· χειμαίνει. Ἐν δὲ τῇ ιδ ῃ Εὐδόξῳ ὑετός. Ἐν δὲ τῇ ιε ῃ Εὐκτήμονι Ἀετὸς ἐπιτέλλει· νότος πνεῖ. Ἐν δὲ τῇ ιϛ ῃ Δημοκρίτῳ Ἀετὸς ἐπιτέλλει ἅμα ἡλίῳ· καὶ ἐπισημαίνειν φιλεῖ βροντῇ καὶ ἀστραπῇ καὶ ὕδατι ἢ ἀνέμῳ ἢ ἀμφότερα ὡς ἐπὶ τὰ πολλά. Εὐδόξῳ Κύων ἀκρόνυχος ἐπιτέλλει· νότια. Καλλίππῳ οἱ Δίδυμοι μετίασι δυόμενοι· νότια. Ἐν δὲ τῇ ιθ ῃ Εὐκτήμονι Αἲξ δύνει. Ἐν δὲ τῇ κα ῃ Εὐδόξῳ Σκορπίος ἑῷος ἐπιτέλλει· καὶ χειμαίνει. Ἐν δὲ τῇ κγ ῃ Εὐδόξῳ Αἲξ ἑῴα δύνει. Ἐν δὲ τῇ κϛ ῃ Εὐδόξῳ Ἀετὸς ἑῷος ἐπιτέλλει. Τὸν δὲ Αἰγόκερω ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις κθ . Ἐν μὲν οὖν τῇ α ῃ ἡμέρᾳ Εὐκτήμονι τροπαὶ χειμεριναί· ἐπισημαίνει. [20]

### 104

Καλλίππῳ Τοξότης λήγει ἀνατέλλων· τροπαὶ χειμεριναί· χειμαίνει. Ἐν δὲ τῇ β ᾳ Εὐκτήμονι Δελφὶς ἐπιτέλλει· χειμαίνει. Ἐν δὲ τῇ δ ῃ Εὐδόξῳ τροπαὶ χειμεριναί· χειμαίνει. Ἐν δὲ τῇ ζ ῃ Εὐκτήμονι Ἀετὸς ἑσπέριος δύεται· καὶ χειμαίνει. Ἐν δὲ τῇ θ ῃ Εὐδόξῳ Στέφανος ἀκρόνυχος δύνει. Ἐν δὲ τῇ ιβ ῃ Δημοκρίτῳ νότος πνεῖ ὡς 〈τὰ πολλά· Εὐδόξῳ Δελφὶς ἑῷοσ〉 ἐπιτέλλει. Ἐν δὲ τῇ ιδ ῃ Εὐκτήμονι μέσος χειμών· νότος πολὺς ἐπιπνεῖ χειμερινὸς κατὰ θάλασσαν. Ἐν δὲ τῇ ιε ῃ Καλλίππῳ Αἰγόκερως ἄρχεται ἀνατέλλειν· νότος. Ἐν δὲ τῇ ιϛ ῃ Εὐκτήμονι νότος χειμέριος κατὰ θάλασσαν. Ἐν δὲ τῇ ιη ῃ 〈Εὐδόξῳ Ἀετὸσ〉 ἀκρόνυχος ἐπιδύνει· καὶ νότος πνεῖ. Ἐν δὲ τῇ κζ ῃ Εὐκτήμονι Δελφὶς ἑσπέριος δύνει. Καλλίππῳ Καρκίνος δύνων λήγει· χειμαίνει. Τὸν δὲ Ὑδροχόον διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λ . Ἐν μὲν οὖν τῇ β ᾳ Καλλίππῳ Λέων ἄρχεται δύνειν· ὑετία. Ἐν δὲ τῇ γ ῃ Εὐκτήμονι Λύρα ἑσπέριος δύνει· ὑετία. Δημοκρίτῳ χειμών. Ἐν δὲ τῇ δ ῃ ἡμέρᾳ Εὐδόξῳ Δελφὶς ἀκρόνυχος δύνει. Ἐν δὲ τῇ ια ῃ Εὐδόξῳ Λύρα ἀκρόνυχος δύνει· ὑετός. [20]

### 105

Ἐν δὲ τῇ ιδ ῃ Εὐδόξῳ εὐδία· ἐνίοτε καὶ ζέφυρος πνεῖ. Ἐν δὲ τῇ ιϛ ῃ Δημοκρίτῳ ζέφυρος πνεῖν ἄρχεται ἡμέραις γ καὶ μ ἀπὸ τροπῶν καὶ παραμένει. Ἐν δὲ τῇ ιζ ῃ Εὐκτήμονι ζέφυρον ὥρα πνεῖν. Καλλίππῳ Ὑδροχόος μέσος ἀνατέλλει· ζέφυρος πνεῖ. Ἐν δὲ τῇ κε ῃ Εὐκτήμονι 〈Ὀϊστὸσ〉 ἑσπέριος δύνει· καὶ σφόδρα ἐπιχειμάζει. Τοὺς δὲ Ἰχθύας ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις λ . Ἐν μὲν οὖν τῇ β ᾳ χελιδόνα ὥρα φαίνεσθαι· καὶ ὀρνιθίαι πνέουσι. Καλλίππῳ δὲ Λέων δύνων λήγει· καὶ χελιδὼν φαίνεται· ἐπισημαίνει. Ἐν δὲ τῇ δ ῃ Δημοκρίτῳ ποικίλαι ἡμέραι γίνονται, ἁλκυονίδες καλούμεναι. Εὐδόξῳ δὲ Ἀρκτοῦρος ἀκρόνυχος ἐπιτέλλει· καὶ ὑετὸς γίνεται· καὶ χελιδὼν φαίνεται· καὶ τὰς ἑπομένας ἡμέρας λ βορέαι πνέουσι, καὶ μάλιστα οἱ προορνιθίαι καλούμενοι. Ἐν δὲ τῇ ιβ ῃ Εὐκτήμονι Ἀρκτοῦρος ἑσπέριος ἐπιτέλλει, καὶ Προτρυγητὴρ ἐκφανής· ἐπιπνεῖ βορέας ψυχρός. Ἐν δὲ τῇ ιδ ῃ Δημοκρίτῳ ἄνεμοι πνέουσι ψυχροί, οἱ ὀρνιθίαι καλούμενοι, ἡμέρας μάλιστα θ . Εὐκτήμονι δὲ Ἵππος ἐπιτέλλει· ἐπιπνεῖ βορέας ψυχρός. Ἐν δὲ τῇ ιζ ῃ Εὐδόξῳ χειμαίνει· καὶ ἰκτῖνος φαίνεται. Καλλίππῳ τῶν Ἰχθύων ὁ νότιος ἐπιτέλλει· λήγει βορέας. Ἐν δὲ τῇ κα ῃ Εὐδόξῳ Στέφανος ἀκρόνυχος ἐπιτέλλει. [20]

### 106

ἄρχονται ὀρνιθίαι πνέοντες. Ἐν δὲ τῇ κβ ῃ Εὐκτήμονι ἰκτῖνος φαίνεται· ὀρνιθίαι πνέουσι μέχρις ἰσημερίας. Ἐν δὲ τῇ κθ ῃ Εὐκτήμονι τοῦ Σκορπίου οἱ πρῶτοι ἀστέρες δύνουσιν· ἐπιπνεῖ βορέας ψυχρός. Ἐν δὲ τῇ λ ῃ Καλλίππῳ τῶν Ἰχθύων ὁ βόρειος ἐπιτέλλων λήγει· ἰκτῖνος φαίνεται· βορέας πνεῖ. Τὸν δὲ Κριὸν διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λα . Ἐν μὲν τῇ α ῃ Καλλίππῳ Σύνδεσμος τῶν Ἰχθύων ἀνατέλλει· ἰσημερία ἐαρινή. Εὐκτήμονι ἰσημερία ἐαρινή, καὶ ψεκὰς λεπτή· ὕσει· ἰσημερινὸς χειμαίνει σφόδρα· ἐπισημαίνει. Ἐν δὲ τῇ γ ῃ Καλλίππῳ Κριὸς ἄρχεται ἐπιτέλλων· ὑετὸς ἢ νιφετός. Ἐν δὲ τῇ ϛ ῃ Εὐδόξῳ ἰσημερία· ὑετὸς γίνεται. Ἐν δὲ τῇ ι ῃ Εὐκτήμονι Πλειάδες ἑσπέριοι κρύπτονται. Ἐν δὲ τῇ ιγ ῃ Εὐδόξῳ Πλειάδες ἀκρόνυχοι δύνουσι, καὶ Ὠρίων ἄρχεται δύνειν ἀπὸ ἀκρονύχου· ὑετὸς γίνεται. Δημοκρίτῳ Πλειάδες κρύπτονται ἅμα ἡλίῳ δύνοντι καὶ ἀφανεῖς γίνονται νύκτας μ . Ἐν δὲ τῇ κα ῃ Εὐδόξῳ Ὑάδες ἀκρόνυχοι δύνουσιν. Ἐν δὲ τῇ κγ ῃ Εὐκτήμονι Ὑάδες κρύπτονται· καὶ χάλαζα ἐπιγίνεται, καὶ ζέφυρος πνεῖ. Καλλίππῳ Χηλαὶ ἄρχονται δύνουσαι· πολλαχῇ δὲ καὶ χάλαζα. Ἐν δὲ τῇ κζ ῃ Εὐδόξῳ Λύρα ἀκρόνυχος ἐπιτέλλει. Τὸν δὲ Ταῦρον διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λβ . [25]

### 107

Ἐν μὲν οὖν τῇ α ῃ ἡμέρᾳ Εὐδόξῳ Ὠρίων ἀκρόνυχος δύνει· ὑετία. Καλλίππῳ ὁ Κριὸς λήγει ἐπιτέλλων· ὑετία, πολλαχῇ δὲ καὶ χάλαζα. Ἐν δὲ τῇ β ᾳ Εὐκτήμονι Κύων κρύπτεται· καὶ χάλαζα γίνεται· τῇ δὲ αὐτῇ Λύρα ἐπιτέλλει. Εὐδόξῳ Κύων ἀκρόνυχος δύνει· καὶ ὑετὸς γίνεται. Καλλίππῳ τοῦ Ταύρου ἡ κέρκος ἐπιτέλλει· νότια. Ἐν δὲ τῇ ζ ῃ Εὐδόξῳ ὑετὸς γίνεται. Ἐν δὲ τῇ η ῃ Εὐκτήμονι Αἲξ ἑῴα ἐπιτέλλει· εὐδία· ὕει νοτίῳ ὕδατι. Ἐν δὲ τῇ θ ῃ Εὐδόξῳ Αἲξ ἑῴα ἐπιτέλλει. Ἐν δὲ τῇ ια ῃ Εὐδόξῳ Σκορπίος ἑῷος δύνειν ἄρχεται· καὶ ὑετὸς γίνεται. Ἐν δὲ τῇ ιγ ῃ Εὐκτήμονι Πλειὰς ἐπιτέλλει· θέρους ἀρχή· καὶ ἐπισημαίνει. Καλλίππῳ ἡ τοῦ Ταύρου κεφαλὴ ἐπιτέλλει· ἐπισημαίνει. Ἐν δὲ τῇ κα ῃ Εὐδόξῳ Σκορπίος ἑῷος ὅλος δύνει. Ἐν δὲ τῇ κβ ῃ Εὐδόξῳ Πλειάδες ἐπιτέλλουσι· καὶ ἐπισημαίνει. Ἐν δὲ τῇ λα ῃ Εὐκτήμονι Ἀετὸς ἑσπέριος ἐπιτέλλει. Ἐν δὲ τῇ λβ ῃ Εὐκτήμονι Ἀρκτοῦρος ἑῷος δύνει· ἐπισημαίνει. Καλλίππῳ ὁ Ταῦρος λήγει ἀνατέλλων. Εὐκτήμονι Ὑάδες ἑῷαι ἐπιτέλλουσιν· ἐπισημαίνει. Τοὺς δὲ Διδύμους ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις λβ . [20]

### 108

Ἐν μὲν οὖν τῇ β ᾳ Καλλίππῳ οἱ Δίδυμοι ἄρχονται ἐπιτέλλειν· νότια. Ἐν δὲ τῇ ε ῃ Εὐδόξῳ Ὑάδες ἑῷαι ἐπιτέλλουσιν. Ἐν δὲ τῇ ζ ῃ Εὐδόξῳ Ἀετὸς ἀκρόνυχος ἐπιτέλλει. Ἐν δὲ τῇ ι ῃ Δημοκρίτῳ ὕδωρ γίνεται. Ἐν δὲ τῇ ιγ ῃ Εὐδόξῳ Ἀρκτοῦρος ἑῷος δύνει. Ἐν δὲ τῇ ιη ῃ Εὐδόξῳ Δελφὶς ἀκρόνυχος ἐπιτέλλει. Ἐν δὲ τῇ κδ ῃ Εὐκτήμονι Ὠρίωνος ὦμος ἐπιτέλλει. Εὐδόξῳ Ὠρίων ἄρχεται ἐπιτέλλειν. Ἐν δὲ τῇ κθ ῃ Δημοκρίτῳ ἄρχεται Ὠρίων ἐπιτέλλειν, καὶ φιλεῖ ἐπισημαίνειν ἐπ’ αὐτῷ. [10]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: nwa-ac`.
