---
title: "On the Doctrines of Hippocrates and Plato: Book II"
title_greek: "Περὶ τῶν δογμάτων Ἱπποκράτους καὶ Πλάτωνος, Βʹ"
author: Galen of Pergamon
eul_wid: qmm-azb
eul_aid: qmm
canonical: "https://eulogikon.org/works/galen-pergamon-doctrines-hippocrates-plato-book-2-qmm-azb"
lang: grc
period: Roman
dialect: Attic
content_hash: "sha256:6e87c36f938421cb073e8733b97433bc6798dce7beb3508afd89ab6ef8d9333c"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On the Doctrines of Hippocrates and Plato: Book II

*Περὶ τῶν δογμάτων Ἱπποκράτους καὶ Πλάτωνος, Βʹ*

**Author:** Galen of Pergamon

**eul_wid:** `qmm-azb` · [HTML page](https://eulogikon.org/works/galen-pergamon-doctrines-hippocrates-plato-book-2-qmm-azb)

## Text

Part of [On the Doctrines of Hippocrates and Plato](/works/galen-pergamon-doctrines-hippocrates-plato-qmm-az)

`2.1.1`

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπισκέψασθαι προθέμενος ἀπὸ τοῦ πρώτου κατὰ τὴν δύναμιν ὑπηρξάμην, ᾧ καὶ τἆλλα σχεδὸν ἅπαντα τὰ κατὰ μέρος ἀκολουθεῖν ἔδειξα, τοῦτο δέ ἐστι τὰ περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ὁπόσαι τέ εἰσι τὸν ἀριθμὸν ὁποία τέ τις ἑκάστη καὶ τόπον ὅντινʼ ἐν τῷ ζῴῳ κατείληφεν· ἠξίουν τε μηδὲν οὕτω φυλάττεσθαι κατὰ τὸν λόγον ὡς τὸ τοῖς ἐναργῶς φαινομένοις ἐναντία τίθεσθαι, καθάπερ οἵ τε μηδὲν ἄλογον ζῷον ἐπιθυμεῖν ἢ θυμοῦσθαι φάσκοντες οἵ τε τὴν ἀρχὴν τῶν νεύρων ὑπάρχειν ἐν τῇ καρδίᾳ.

`2.1.2`

ἀποτετόλμηται γὰρ ἅπαντα τὰ τοιαῦτα πρὸς ἀνθρώπων ἀνατρέψαι φιλονεικούντων ὅσα καλῶς εἴρηται τοῖς παλαιοῖς, ὑπὲρ τοῦ νεωτέραν αἵρεσιν ἰδίαν συστήσασθαι. τὰ μὲν οὖν τοιαῦτα τῶν ψευσμάτων ἐν τῷ πρώτῳ βιβλίῳ διήλεγξα· νυνὶ δὲ ἐπὶ θάτερον εἶδος λόγων ὧν ποιοῦνται ἔγνωκα μεταβὰς ἐπιδεῖξαι σαφῶς, καθόσον οἷός τʼ εἰμί, πῇ ποτε σφάλλονται.

`2.2.1–2.2.2`

Διελέσθαι δὲ ἴσως ἄμεινον ἕνεκα σαφηνείας εὐθὺς ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος, ἥτις ἐστὶν ἡ διαφορὰ τῶν λόγων οἷς χρῶνται πάντες οἱ κακῶς ὁτιοῦν μεταχειριζόμενοι πρόβλημα. φημὶ δὴ τῶν λημμάτων ἃ ἕνεκα τοῦ συμπεράσματος λαμβάνουσιν, τὰ μὲν ἄντικρυς εἶναι ψευδῆ, τὰ δὲ οὐκ οἰκεῖα τοῦ προκειμένου σκέμματος·

`2.2.3`

ἄντικρυς μὲν ψευδῆ τὰ τοιαῦτα, περὶ ὧν ἐν τῷ πρώτῳ βιβλίῳ διῆλθον ἐπὶ πλέον, ὅταν ἤτοι μηδὲν τῶν ἀλόγων ζῴων ἐπιθυμεῖν τις ἢ θυμοῦσθαι φάσκῃ, καθάπερ οἱ ἀπὸ τῆς Στοᾶς, ἢ πάλιν ἐκ καρδίας πεφυκέναι τὰ νεῦρα· τὰ δὲ οὐκ οἰκεῖα τῶν λημμάτων ὁπόσα τὴν φύσιν ἐστίν, εἴρηται μὲν ἐπὶ πλεῖστον ἐν τοῖς περὶ ἀποδείξεως ὑπομνήμασιν, ἐν οἷς ἅπασαν ἐδήλωσα τὴν ἀποδεικτικὴν μέθοδον ὁποία τίς ἐστιν παρεκάλουν τε διὰ τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων ἐν ἐκείνῃ γυμνάσασθαι πρότερον, ὅστις ὁτιοῦν ἀποδεικνύειν ἐπιχειρεῖ.

`2.2.4`

γεγράφθαι δὲ λέγω ὑπὲρ αὐτῆς ἄριστα τοῖς παλαιοῖς φιλοσόφοις τοῖς περὶ Θεόφραστόν τε καὶ Ἀριστοτέλην κατὰ τὰ τῶν δευτέρων ἀναλυτικῶν βιβλία καὶ διὰ τοῦτο πρὸς ἐκείνους μὲν οὐδὲ μακρὸν ἔσεσθαι τὸν λόγον ἐλπίζω περὶ τῶν τριῶν ἀρχῶν τοῦ ζῴου·

`2.2.5`

τὰ γὰρ ἰδιωτικά τε καὶ ῥητορικὰ λήμματα αἰδοῦνται παραλαμβάνειν εἰς ἀποδείξεις ἐπιστημονικάς, ὧν πέπλησται τὰ Χρυσίππου βιβλία ποτὲ μὲν ἰδιώτας ἐπικαλούμενα μάρτυρας ὧν ὑποτίθεται λημμάτων, ἔστι δὲ ὅτε ποιητὰς ἢ τὴν βελτίστην ἐτυμολογίαν ἤ τι ἄλλο τοιοῦτον, ἃ περαίνει μὲν οὐδέν, ἀναλίσκει δὲ καὶ κατατρίβει μάτην ἡμῶν τὸν χρόνον αὐτὸ τοῦτο μόνον ἐνδεικνυμένων αὐτοῖς, ὡς οὐκ ἔστιν ἐπιστημονικὰ τὰ τοῦ συμπεράσματος λήμματα, μετὰ ταῦτα δὲ καὶ συγκαταβαινόντων τε καὶ συμπαλαιόντων αὐτοῖς ὑπὲρ τοῦ δεῖξαι καὶ τοὺς ἰδιώτας καὶ τοὺς ποιητὰς οὐδὲν ἧττον ἡμῖν ἢ ἐκείνοις μαρτυροῦντας, ἀλλʼ ἔστιν ὅτε καὶ μᾶλλον.

`2.2.6–2.2.7`

οὕτω δὲ καὶ τὴν ἐτυμολογίαν, ἐπειδὰν ἄγωμεν μακροτέραν σχολήν, ἐπιδείκνυμεν αὐτοῖς οὐδὲν μᾶλλον ἐκείνοις ἤπερ ἡμῖν μαρτυροῦσαν. ἀλλʼ ὅτι μὲν ἀλαζών ἐστι μάρτυς ἡ ἐτυμολογία πολλάκις μὲν ὁμοίως μαρτυροῦσα τοῖς τἀναντία λέγουσι τῶν ἀληθῶν, οὐκ ὀλιγάκις δὲ τοῖς ψευδομένοις μᾶλλον ἤπερ τοῖς ἀληθεύουσιν, ἐν ἑτέρᾳ πραγματείᾳ δέδεικταί μοι, τῇ περὶ ὀνομάτων ὀρθότητος, ἔνθα καὶ περὶ τῆς ἐγὼ φωνῆς ἐπέδειξα τὸν Χρύσιππον ἐτυμολογοῦντα μοχθηρῶς.

`2.2.8–2.2.9`

τί ἂν οὖν ἔτι δεοίμην ὑπὲρ τῶν αὐτῶν ἐνταῦθα διεξιέναι; Χρυσίππῳ μὲν γὰρ καὶ τοῦτο φίλον, οὐ δὶς ἢ τρίς, ἀλλὰ καὶ τετράκις, ἐνίοτε καὶ πεντάκις ὑπὲρ τῶν αὐτῶν ἐν διαφερούσαις πραγματείαις διέρχεσθαι· φυλάξαιτο δὲ ἄν τις αὐτὸ τῶν χρόνου φειδομένων. ἃ δʼ οὖν ὑπὲρ τῆς ἐγὼ φωνῆς ἔγραψεν ἐν τῷ πρώτῳ περὶ ψυχῆς ὁ Χρύσιππος ὑπὲρ ἡγεμονικοῦ διαλεγόμενος, ἤδη παραγράψω γνωρίσματος ἕνεκα λημμάτων οὐκ οἰκείων τῷ προκειμένῳ σκέμματι.

`2.2.10`

«Οὕτως δὲ καὶ τὸ ἐγὼ λέγομεν, κατὰ τοῦτο δεικνύντες ἑαυτοὺς ἐν ᾧ φαίνεσθαι διάνοιαν εἶναι, τῆς δείξεως φυσικῶς καὶ οἰκείως ἐνταῦθα φερομένης· καὶ ἄνευ δὲ τῆς κατὰ τὴν χεῖρα τοιαύτης δείξεως νεύοντες εἰς αὑτοὺς τὸ ἐγὼ λέγομεν, εὐθὺς καὶ τῆς ἐγὼ φωνῆς τοιαύτης οὔσης καὶ κατὰ τὴν ἑξῆς ὑπογεγραμμένην δεῖξιν συνεκφερομένης.

`2.2.11`

τὸ γὰρ ἐγὼ προφερόμεθα κατὰ τὴν πρώτην συλλαβὴν κατασπῶντες τὸ κάτω χεῖλος εἰς αὑτοὺς δεικτικῶς· ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στῆθος νεύσει καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ παράκειται οὐδὲν ἀποστηματικὸν παρενσημαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχεν.»

`2.2.12`

διὰ ταύτης οὖν ἁπάσης τῆς ῥήσεως ὁ Χρύσιππος οὐδὲν μὲν ἐπιστημονικὸν λῆμμα τοῦ τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐν καρδίᾳ παραλαμβάνει, δύο δʼ ἐς ταὐτὸν οὐκ οἰκεῖα τῷ προκειμένῳ συμπλέκει, τὸ μὲν ἕτερον ἀπὸ τῆς ἐτυμολογίας, ὅτι τὴν ἐγὼ φωνὴν φθεγγόμενοι κατὰ τὴν πρώτην συλλαβὴν τὴν ε λεγομένην τὸ στόμα κάτω που καὶ τὴν γένυν ἀπάγομεν ὡς ἐπὶ τὰ στέρνα, τὸ δὲ ἕτερον, ὅτι καὶ τὴν χεῖρα συνεπιφέρομεν ἐνίοτε τοῖς στέρνοις ἡμᾶς αὐτοὺς δεικνύντες ἐν τῷ λέγειν «ἐμοὶ τοῦτο προσήκει», «τοῦτο ἐγώ σοι λέγω.»

`2.2.13`

ὅτι δὲ καὶ τῆς ῥινὸς ἅπτονται πολλάκις οἱ ἄνθρωποι λέγοντες «ἐμοὶ τοῦτο δός», «ἐμοὶ τοῦτο προσήκει», «τοῦτο ἐγώ σοι λέγω», παντελῶς ἐπιλέλησται. καίτοι κατά γε τὴν ἐγὼ φωνὴν οὐκ ἐπελάθετο τῆς ἐκεῖνος οὐκ ἀπὸ παραπλησίας δή τινος, ἀλλʼ ἀπὸ τῆς αὐτῆς ἀκριβῶς συλλαβῆς ἀρχομένης, τῆς ε.

`2.2.14`

ἐχρῆν δʼ, οἶμαι, καθάπερ ἐπὶ ταύτης ἐμνημόνευσε μέν, οὐκ ἔλυσε δὲ τὸ ἄτοπον, οὕτω κἀπὶ τῆς ἐπὶ τοῦ στέρνου δείξεως ἐπιμνησθῆναι μὲν τῆς ἐπὶ τὴν ῥῖνα φορᾶς τοῦ δακτύλου, μὴ μέντοι μηδʼ ἐνταῦθα διαλύεσθαι τὸ προβληθέν, εἰ μὴ ἄρα τις οἴεται τὴν ἀπόφασιν τοῦ Χρυσίππου ψιλὴν αὐτὴν μόνην ῥηθεῖσαν ἀπόδειξιν ὑπάρχειν.

`2.2.15–2.2.16`

τί γὰρ δὴ καί φησιν; «ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στῆθος νεύσει καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ παράκειται οὐδὲν ἀποστηματικὸν παρεμφαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχεν.» ἐννοήσας γὰρ ὅτι καὶ ἡ ἐκεῖνος φωνὴ τὴν ἀρχὴν ἀπὸ τῆς αὐτῆς ποιεῖται συλλαβῆς ὥσπερ καὶ ἡ ἐγώ, καὶ δεήσει καὶ ταύτην ἐνδείκνυσθαι ταὐτὸν σημαινόμενον, εἰς τὴν τῶν ἐπιφερομένων συλλαβῶν διαφορὰν ἀναφέρει τὴν τοῦ ζητουμένου λύσιν.

`2.2.17–2.2.18`

ἔστι δὲ τοιάδε· εἰπὼν τῆς ἐγὼ φωνῆς τὴν δευτέραν συλλαβὴν τὴν γω μηδὲν ἀποστηματικὸν ἐμφαίνειν ἐπήγαγεν ἐπὶ τῆς ἐκεῖνος ἐμφαίνειν τὴν κει. τοῦτο δʼ ἀπόφασίς ἐστι ψιλὴ μηδεμίαν ἀπόδειξιν ἔχουσα, μὴ ὅτι βεβαίαν τε καὶ ἐπιστημονικήν, ἀλλὰ μηδʼ ἄχρι πιθανότητος ἢ ῥητορικῆς ἢ σοφιστικῆς προϊοῦσα.

`2.2.19–2.2.20`

διὰ τί γὰρ ἡ μὲν κει συλλαβὴ ἀποστηματικόν τι δηλώσει, ἡ δὲ γω μή, οὐ προσθεῖναι δίκαιον ἦν αὐτὸν ἀπόδειξίν τινα; διὰ τί δὲ τοῖς μὲν στέρνοις ἐπιφέροντες τὸν δάκτυλον ἐνδεικνύμεθα τὴν ἀρχὴν τῆς ψυχῆς ἐνταῦθʼ εἶναι, τῇ ῥινὶ δὲ ἐπιφέροντες οὐκ ἐνδεικνύμεθα; δίκαιον γάρ, εἴπερ ἡ δεῖξις ἱκανὴ πίστις εἰς εὕρεσιν ἡγεμονικοῦ μορίου ψυχῆς, οὐκ ἐπὶ μὲν τῶν στέρνων αὐτὴν ἱκανὴν ὑπάρχειν, ἀσθενῆ δὲ ἐπὶ τῆς ῥινός, ἀλλὰ κἀπὶ ταύτης ἰσχύειν ὁμοίως· ἢ εἴπερ οὐδʼ ἐπὶ ταύτης, οὐδʼ ἐπὶ τῶν στέρνων.

`2.2.21–2.2.22`

διὰ τί δὲ ἐν ταῖς συγκαταθέσεσιν ἐπινεύοντες τὴν κεφαλήν, ἐφʼ ὃ φέρομεν αὐτὴν μέρος, ἐν ἐκείνῳ τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐνδεικνύμεθα μᾶλλον καὶ οὐκ ἐν αὐτῷ τῷ κινουμένῳ; τὸ γάρ τοι πρῶτον κινούμενον ἐν ἡμῖν μόριον ἐπινευόντων αὐτὸ δήπου πιθανώτερον ἔχειν ἐστὶ τὴν ἀρχὴν τῆς ψυχῆς ἤπερ τι τῶν ἄλλων πρὸς ὃ φέρεται κινούμενον, ἵνα μὴ νῦν ἐκείνων μνημονεύω τῶν ἀνθρώπων οἳ ταῖς κεφαλαῖς ἀνανεύουσιν ἐπειδὰν συγκατατίθωνται· τάχα γὰρ φήσει τοὺς βαρβάρους, ὥσπερ τἆλλα χείρους εἰσὶ καὶ ἀλογώτεροι τῶν Ἑλλήνων, οὕτω κἀν τῷδε σφάλλεσθαι. πάντʼ οὖν ὅσα τοιαῦτα τῶν ἐπιχειρημάτων ἐν τοῖς περὶ ἀποδείξεως ἐδείξαμεν οὐκ οἰκεῖα τῷ ζητουμένῳ πράγματι καὶ διὰ τοῦτο νῦν οὐ χρὴ μηκύνειν περὶ αὐτῶν, ὥσπερ οὐδʼ ἐπὶ τῶν ἐκ τῆς ἐτυμολογίας ὁρμωμένων· εἴρηται γὰρ καὶ περὶ ἐκείνων αὐτάρκως ἐν τοῖς περὶ ὀνομάτων ὀρθότητος.

`2.3.1`

Ἀλλὰ τίνα χρὴ ζητεῖν λήμματα τῷ προκειμένῳ προβλήματι προσήκοντά τε καὶ οἰκεῖα; γέγραπται μὲν δήπου καὶ περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς περὶ ἀποδείξεως ὑπό τε τῶν παλαιῶν εἰρημένοις ἀσαφέστερόν τε καὶ συντομώτερον ὑπό τε ἡμῶν ἐξηγουμένων ἐκεῖνα σαφῶς τε ἅμα καὶ διὰ πολλῶν.

`2.3.2–2.3.3`

ἀρκέσει δὲ νῦν ἐξ αὐτῶν τὸ κεφάλαιον ἀναμνήσασι μόνον ἐκείνῳ χρήσασθαι σκοπῷ εἰς τὴν τῶν κατὰ μέρος εὕρεσιν. ἦν δὲ τὸ κεφάλαιον ὡς ἀπʼ αὐτῆς χρὴ τῆς οὐσίας τοῦ ζητουμένου πράγματος ἐξευρίσκειν τὰ προσήκοντά τε καὶ οἰκεῖα λήμματα, καθάπερ ἐν τούτοις ἐν οἷς Χρύσιππος ἐπισκοπεῖται περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ τὸν τῆς οὐσίας λόγον εἰπόντας ὑπὲρ οὗ ζητοῦμεν πράγματος ἐκείνῳ χρῆσθαι κανόνι τε καὶ σκοπῷ τῶν κατὰ μέρος ἁπάντων.

`2.3.4–2.3.5`

ἔστι δὲ τὸ ἡγεμονικόν, ὡς καὶ αὐτοὶ βούλονται, τὸ κατάρχον αἰσθήσεώς τε καὶ ὁρμῆς. οὔκουν ἄλλοθεν χρὴ δεικνύναι τὴν καρδίαν ἐν αὑτῇ τὸ ἡγεμονικὸν ἔχουσαν ἢ ἐκ τοῦ πάσης μὲν τῆς καθʼ ὁρμὴν κινήσεως ἐξηγεῖσθαι τοῖς ἄλλοις τοῦ ζῴου μορίοις, ἅπασαν δὲ αἴσθησιν εἰς αὐτὴν ἀναφέρεσθαι.

`2.3.6–2.3.7`

πόθεν οὖν τοῦτο δειχθήσεται; πόθεν δὴ ἄλλοθεν ἢ ἐκ τῶν ἀνατομῶν; εἰ γὰρ αὕτη τοῖς κατὰ μέρος ἅπασιν ἐπιπέμπει δύναμιν αἰσθήσεώς τε ἅμα καὶ κινήσεως, ἀποπεφυκέναι τι πάντως ἀπʼ αὐτῆς ἀγγεῖον ἀναγκαῖον ἐστιν εἰς τὴν αὐτῶν ὑπηρεσίαν. ὥστε ἐκ τῆς ἀποδεικτικῆς μεθόδου πέφηνεν ὅτι τε χρησιμώτερον ἀνατέμνοντας τὰ ζῷα κατασκέπτεσθαι τίνα καὶ πόσα γένη σωμάτων ἐκ τῆς καρδίας ἐκφυόμενα διανέμεται τοῖς ἄλλοις τοῦ ζῴου μορίοις, ὅτι τε τούτων αὐτῶν ὄντων τοιούτων καὶ τοσῶνδε τοῦτο μὲν αἴσθησιν ἢ κίνησιν ἢ ἄμφω παράγει, τοῦτο δʼ ἄλλο τι· καὶ οὕτως ἔχειν ἤδη τίνων ἐν τοῖς ζῴοις δυνάμεων ἡ καρδία πηγή.

`2.3.8`

ταύτης τῆς ὁδοῦ πᾶν ὅ τι περ ἂν ἔξω πίπτῃ, περιττόν τʼ ἐστὶ καὶ ἀλλότριον· καὶ ταύτῃ διήνεγκεν ἐπιστημονικὸν ἀποδείξεως λῆμμα ῥητορικοῦ τε καὶ γυμναστικοῦ καὶ σοφιστικοῦ, ὑπὲρ ὧν οὐδʼ αὐτῶν οὐδεμίαν ἐδίδαξαν ἡμᾶς οὔτε μέθοδον οὔτε γυμνασίαν οἵ γε περὶ τὸν Ζήνωνα καὶ τὸν Χρύσιππον.

`2.3.9–2.3.11`

ὅθεν ἀναμέμικται φύρδην ἐν τοῖς βιβλίοις αὐτῶν ἐφεξῆς ἅπαντα τὰ λήμματα καὶ πολλάκις ἡγεῖται μέν, εἰ οὕτως ἔτυχε, ῥητορικὸν ἐπιχείρημα, τούτῳ δʼ ἕπεται γυμναστικόν τε καὶ διαλεκτικόν, εἶθʼ ἑξῆς ἐπιστημονικόν, εἶθʼ, οὕτως εἰ ἔτυχεν, σοφιστικὸν οὐκ εἰδότων ὡς τὰ μὲν ἐπιστημονικὰ λήμματα πρὸς τὴν οὐσίαν ἀναφέρεται τοῦ ζητουμένου καὶ τοῦτον ἔχει τὸν σκοπόν· τῶν δʼ ἄλλων ἁπάντων ἔξωθεν ὄντων, ὅσοις μὲν ὁ διαλεκτικὸς εἰς τὸ γυμνάσασθαι χρῆται καὶ σοφιστὰς ἐξελέγξαι καὶ πεῖραν λαβεῖν κυήσεως μειρακίου καὶ μαιεύσασθαι καὶ προσαγαγεῖν ἐπί τινος εὕρεσιν ἀπορῆσαί τε ποιῆσαι, ταυτὶ μὲν ἅπαντα διαλεκτικά τε κάλει, εἰ βούλοιο, καὶ γυμναστικὰ καὶ τοπικά, τῶν γὰρ ὀνομάτων οὐ φροντίζω, διορίζειν δὲ ταῦτα πειρῶ τῶν ἐπιστημονικῶν· ὅσα δʼ ἔτι τούτων ἀποκεχώρηκεν ἐξωτέρω καὶ μάλιστα διὰ παραδειγμάτων ἐνδόξων τε καὶ πολιτικῶν ἐπαγωγῶν τέ τινων τοιούτων ἢ μαρτύρων εἰς σύστασιν ἀφικνεῖται, ταῦτʼ εἰ βούλοιο πιθανά τε καὶ ῥητορικὰ προσαγορεύειν, οὔ μοι μέλει τῆς κλήσεως, γνωρίζειν δὲ αὐτῶν χρὴ πειρᾶσθαι τὴν φύσιν· ἔτι δὲ μᾶλλον ἀποκεχώρηκε τῆς οὐσίας τοῦ ζητουμένου τὰ σοφιστικά.

`2.3.12`

καὶ γέγραπται περὶ τούτων ἁπάντων τοῖς παλαιοῖς, ἐν μὲν τοῖς σοφιστικοῖς ἐλέγχοις περὶ τῶν σοφιστικῶν εἴτε προτάσεων ἐθέλοις ὀνομάζειν εἴτε ἀξιωμάτων εἴτε λόγων, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, κατὰ δὲ τὰς ῥητορικὰς τέχνας ὑπὲρ τῶν ῥητορικῶν, ἐν δὲ τοῖς τοπικοῖς ὑπὲρ τῶν διαλεκτικῶν, ἐν δὲ τοῖς περὶ ἀποδείξεως, ἃ δὴ καὶ δεύτερα ἀναλυτικὰ ἐπιγράφουσιν, ὑπὲρ τῶν ἐπιστημονικῶν.

`2.3.13`

ὥστε ὅστις ὁτιοῦν ἀποδεικνύναι πειρᾶται, πρῶτα μὲν χρὴ τοῦτον ἐγνωκέναι τὴν διαφορὰν τῶν λημμάτων αὐτῶν, εἶθʼ ἑξῆς χρόνῳ πολλῷ γεγυμνάσθαι, λέγοντος μὲν ἑτέρου γνωρίζειν αὐτὰ ποίου γένους ἐστὶν ἐκ τῶν εἰρημένων, μὴ λέγοντος δὲ ἑτέρου ταχέως ἐξευρίσκειν αὐτὸν εἰς ἕκαστον τῶν προβληθέντων·

`2.3.14–2.3.15`

ἑνὶ δὲ λόγῳ, καθάπερ ἐπὶ τοῦ λογίζεσθαι ποιοῦμεν, οὕτω κἀνταῦθα πράττειν. εἰ γάρ τις ἐθέλει γίγνεσθαι λογιστικός, οὗτος ἐκμανθάνει μὲν πρῶτον ἀριθμοὺς ἅπαντας, οὓς ὀνομάζουσιν ἐκεῖνοι τετραγώνους καὶ ἑτερομήκεις, ἐφεξῆς δὲ γυμνάζεται χρόνῳ παμπόλλῳ πολλαπλασιάζειν καὶ μερίζειν, εἶθʼ ἑξῆς ἔτι μαθὼν ὀλιγίστας μεθόδους οὕτως ἤδη περὶ παντὸς τοῦ προβληθέντος ἱκανὸς γίνεται λογίζεσθαι. καί μοι θαυμάζειν ἐπέρχεται τῆς τῶν πολλῶν δοξοσοφίας, εἰ προβληθέντος μέν, ἂν οὕτω τύχῃ, τίς γίγνεται τόκος ἑκατοστὸς Ἀττικῶν δισμυρίων πεντακισχιλίων ἑξακοσίων τριακονταεπτὰ μηνῶν τεσσαρεσκαίδεκα, τοῖς λογιστικοῖς ἐπιτρέπουσιν εἰδότες, οἶμαι, σαφῶς ὡς αὐτοῖς οὐ μέτεστιν ἐπιστήμης οὐδεμιᾶς τοῦ λογίζεσθαι τὰ τοιαῦτα, διότι μήτʼ ἤσκησαν αὐτὰ μήθʼ ὅλως ἔμαθον, ἀποδείξει δὲ χρῆσθαι τολμῶσιν εὖ εἰδότες ὡς οὔτε παρʼ ἑτέρων ἔμαθον ὅλως οὐδὲν οὔτε αὐτοὶ καθʼ ἑαυτοὺς ἐξεῦρον, οἵ γε μηδὲ ἐζήτησαν, ὅπου γε καὶ ἣν μεμαθήκεσαν ὁδὸν ἀποδεικτικήν, οὐκ ἦν ἱκανόν, ἀλλʼ ἐχρῆν, οἶμαι, πρότερον ἠσκῆσθαι κατʼ αὐτήν.

`2.3.16–2.3.17`

οὐδὲ γὰρ τοῖς ῥήτορσιν ἀπόχρη μέθοδον ἐκμαθεῖν, ὡς χρὴ διαιρεῖν ὑπόθεσιν ἅπασαν, ἀλλʼ ἐπὶ τῇ γνώσει τῆς μεθόδου καὶ τὴν ἄσκησιν ἐπάγουσιν. ἠβουλόμην ἂν οὖν μοι καὶ τὸν ἀποδεικτικὸν εἶναι φάσκοντα πρῶτον μὲν εἰπεῖν τὴν μέθοδον, ᾗ χρῆται πρὸς τὰς ἀποδείξεις, εἶθʼ, ὅπως ἤσκηται κατʼ αὐτήν, ἐπιδείξασθαι.

`2.3.18`

νυνὶ δὲ πῶς μὲν οἱ διὰ δύο τροπικῶν ἀναλύονται συλλογισμοὶ καὶ πῶς οἱ ἀδιαφόρως περαίνοντες ἤ τινες ἄλλοι τοιοῦτοι τῷ πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἐστι συντυχεῖν ἀκριβῶς ἠσκημένοις, ὥσπερ ἀμέλει καὶ ἄλλοις ἐφʼ ὅσους διὰ τοῦ τρίτου θέματος ἢ τετάρτου συλλογισμοὺς ἀναλύουσι.

`2.3.19`

καίτοι τούτων τοὺς πλείστους ἔνεστιν ἑτέρως ἀναλύειν συντομώτερον, ὡς Ἀντίπατρος ἔγραψε, πρὸς τῷ καὶ περιεργίαν εἶναι οὐ μικρὰν ἀχρήστου πράγματος ἅπασαν τὴν τῶν τοιούτων συλλογισμῶν πλοκήν, ὡς αὐτὸς ὁ Χρύσιππος ἔργῳ μαρτυρεῖ μηδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων εἰς ἀπόδειξιν δόγματος ἐκείνων δεηθεὶς τῶν συλλογισμῶν.

`2.3.20`

ὅπως δὲ χρὴ γνωρίζειν τε καὶ διακρίνειν ἐπιστημονικὰ λήμματα διαλεκτικῶν τε καὶ ῥητορικῶν καὶ σοφιστικῶν, οὐκέτι ἔγραψαν ἀξιόλογον οὐδὲν οἱ περὶ τὸν Χρύσιππον οὔτε φαίνονται χρώμενοι·

`2.3.21–2.3.22`

ἀλλʼ ὅτι τὰς χεῖρας ἐπιφέρομεν τῷ θώρακι δεικνύντες ἡμᾶς αὐτοὺς ἢ τῇ κεφαλῇ κάτω νεύομεν, εἰ τὴν ἐγώ φθεγγόμεθα φωνήν, εἰς ἔνδειξιν τοῦ τὴν καρδίαν εἶναι τὴν ἀρχὴν τῆς ψυχῆς οὐκ αἰδοῦνται γράφοντες, ὧν ἡ μὲν δεῖξις οὐδὲν μᾶλλον ἐν τῇ καρδίᾳ ἢ ἐν τῇ ῥινί τε καὶ τῷ μετώπῳ — καὶ γὰρ καὶ ταῦτα δείκνυται πολλάκις ὑπὸ τῶν ἀνθρώπων — ἐμφαίνει τὸ ἡγεμονοῦν εἶναι τῆς ψυχῆς, ἡ δὲ ἐπίνευσις οὐδὲν μᾶλλον ἐν τοῖς κατὰ τὸν θώρακα ἢ ἐν τοῖς κατὰ τὴν κεφαλήν. ἡ δὲ ε φωνὴ πόσης ἀτοπίας ἔχεται, κατὰ τὸ δεύτερον ὑπέδειξα τῶν ὑπὲρ ὀνομάτων ὀρθότητος.

`2.3.23–2.3.24`

εἴ τις οὖν καλῶς ἤσκηται τὰς διαφορὰς τῶν λημμάτων ἐξευρίσκειν τε καὶ γνωρίζειν, οὐ δεήσομαι πρὸς αὐτὸν ἀντιλογίας μακροτέρας, ὥσπερ οὐδὲ πρὸς τοὺς ἐκ τοῦ Περιπάτου. κατὰ γὰρ τὰς ἰδίας αὐτῶν διδασκαλίας ὁ λόγος ἔσται μοι πρὸς αὐτοὺς ὑπὲρ τοῦ τὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς ἀρχὴν ἐν ἐγκεφάλῳ περιέχεσθαι, τῆς δὲ θυμοειδοῦς ἐν καρδίᾳ, τῆς δʼ ἐπιθυμητικῆς ἐν ἥπατι.

`2.3.25`

πρὸς μέντοι τοὺς Στωϊκοὺς ἀναγκαῖόν ἐστι μακρὸν ἀνύεσθαι λόγον, ἀνθρώπους ἐν μὲν τοῖς ἀχρήστοις τῆς λογικῆς θεωρίας ἱκανῶς γεγυμνασμένους, ἐν δὲ τοῖς χρησίμοις ἀγυμναστοτάτους τε ἅμα καὶ μοχθηραῖς ὁδοῖς ἐπιχειρημάτων ἐντεθραμμένους· ὥστε ἀναγκαῖον εἶναι μὴ μόνον διδάσκειν αὐτοὺς ὅσον χρηστὸν ἀλλὰ πολὺ πρότερον ἀποστῆσαι τοῦ μοχθηροῦ.

`2.3.26–2.3.27`

τοῦτο δὲ χαλεπῶς μὲν ἂν ἴσως, ἀνύσειν δʼ ἠλπίσαμεν, εἴ τις αὐτῶν ὑπέμεινε τῇ περὶ ἀποδείξεως πραγματείᾳ ἀκολουθήσας ἐπὶ πλέον ἐν αὐτῇ δοῦναί τε καὶ λαβεῖν λόγον ἐν εὐμενέσιν ἐλέγχοις. ἐπεὶ δὲ οὐχ ὑπομένουσι μὲν τοῦτο, περὶ δὲ τοῦ προτεθέντος ἀεὶ ζητοῦσι πρὶν ὅπως χρὴ ζητεῖν καταστήσασθαι, τίς ἂν ἡμῖν ἐλπὶς ἔτι λείποιτο τοῦ μεταστῆσαι τοὺς ἀνθρώπους ἀφʼ ὧν ψευδῶς ὑπειλήφασιν;

`2.4.1`

Ἀλλʼ ἐπεὶ μὴ μόνον ἐκείνους πρόκειται πείθειν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅστις ἂν μήπω μοχθηροῖς ἔθεσι λόγων ἐντεθραμμένος ἀνίατον ἔχῃ τὴν ἐν τῇ ψυχῇ διαστροφήν, ἄρξομαι πάλιν ἄνωθεν εἰς τὸ προκείμενον σκέμμα δεικνύναι πῶς μὲν ἄν τις ἐπιστημονικὰ λαμβάνοι λήμματα τὴν ἀληθινὴν ἀπόδειξιν συνιστάνοντα, πῶς δὲ ἂν ταῦτα διακρίνοι τις ἀπὸ τῶν ἄλλων λημμάτων, ἔτι τε πρὸς τούτοις τῶν τὴν φαινομένην ἀπόδειξιν οὐκ οὖσαν δὲ συνιστάντων λημμάτων ἐπιδείξω τὴν φύσιν ἐπʼ αὐτοῦ τοῦ νῦν ἡμῖν προκειμένου σκέμματος.

`2.4.2–2.4.4`

ἥτις δὲ τούτων αὐτῶν ἐστι πρὸς ἄλληλα διαφορά, καθόσον οἷός τʼ εἰμί, σαφέστατα περὶ πάντων ἐρῶ. ἐπεὶ τοίνυν πρόκειται σκέψασθαι περὶ τῆς καρδίας, εἰ τὸ τῆς ψυχῆς ἡγεμονικόν ἐστιν ἐν αὐτῇ, τοῦτʼ ἔστιν, εἰ κατάρχει. πᾶσι τοῖς τοῦ ζῴου μορίοις αἰσθήσεώς τε ἅμα καὶ τῆς καθʼ ὁρμὴν κινήσεως, ἰστέον ὡς ὅσα μὲν ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ λαμβάνεται λήμματα, διττὴν ἕξει τὴν διαφοράν· ἔσται γὰρ αὐτῶν τὰ μὲν κατʼ αὐτὸ τὸ προκείμενόν τε καὶ ζητούμενον ἐπιστημονικά, τὰ δʼ ἄλλα πάντα γένους ἑτέρου δευτέρου παρακειμένου τοῖς ἐπιστημονικοῖς· ὅσα δὲ ἀπὸ τῶν ἀνθρωπίνων δοξῶν εἴτʼ οὖν ἰδιωτῶν εἴτε ποιητῶν εἴτε φιλοσόφων εἴτε ἐξ ἐτυμολογίας τινὸς εἴτε ἐκ νευμάτων, εἴτε ἐξ ἐπινευμάτων ἢ ἀνανευμάτων, εἴτε ἐξ ὁτουδήτινος ἑτέρου τοιούτου λαμβάνεται λήμματα, τοῦ τρίτου γένους ἔσται ταῦτα, διττὴν μὲν ἀπόστασιν ἀφεστῶτα τῶν ἐπιστημονικῶν, οὐ πολλῷ δέ τινι διαφέροντα τῶν σοφιστικῶν, ἅπερ ἐν ὁμωνυμίαις τέ τισι καὶ τοῖς τῆς λέξεως σχήμασι μάλιστα συνίσταται.

`2.4.5–2.4.6`

ἀρκτέον οὖν ἀπὸ τῶν ὑπαρχόντων ἁπάντων τῇ καρδίᾳ καὶ λεκτέον ἐφεξῆς ταῦτα πάντα, πρῶτον μὲν ἐν κεφαλαίοις τε καὶ κατὰ γένος, εἶθʼ οὕτως καὶ κατὰ μέρος τε καὶ κατʼ εἶδος. ὑπάρχει δὴ τῇ καρδίᾳ θέσις καὶ πηλικότης καὶ πλοκὴ καὶ διάπλασις καὶ διάθεσις καὶ κίνησις. ἀπὸ πρώτης οὖν τῆς θέσεως ἀρκτέον ἐπιδεικνύντας ὅσαι προτάσεις ἀπʼ αὐτῆς συνίστανται.

`2.4.7`

κεῖται δὲ ὡς πρὸς μὲν τὸν θώρακα μέση πως μᾶλλον· ἡ μὲν γὰρ βάσις αὐτῆς ἀκριβῶς ἐστι μέση τοῦ θώρακος ἅπαντος, ἡ κορυφὴ δὲ καὶ τὰ κάτω μέρη προήκει τοσοῦτον, ἡλίκον περ ἂν ᾖ τὸ μέγεθος τῆς καρδίας.

`2.4.8–2.4.9`

ὡς δὲ πρὸς ὅλον τὸ ζῷον ἀνωτέρω τῶν μέσων αὐτοῦ μερῶν τέτακται τοσοῦτον ὅσον ἀπέχει τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων· ἐκεῖνα γὰρ ἀκριβέστατα τὰ μέσα. ἀλλὰ καὶ πρὸς τὴν φάρυγγα, διʼ ἧς ἀναπνέομεν, οὕτω πως ἔχει θέσεως, ὥστε διὰ μέσου τοῦ πνεύμονος αὐτῇ συνῆπται. κατὰ γὰρ τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας ἐκφύεταί τις ἀρτηρία φλεβώδης τὸ σῶμα, τὸ μὲν πρῶτον εἰς τοσαῦτα μόρια σχιζομένη, ὅσοιπερ ἂν ὦσιν οἱ τοῦ πνεύμονος λοβοί· μετὰ ταῦτα δὲ ἤδη καθʼ ἕκαστον αὐτῶν ἑκάστη διανέμεται πολλὰ γιγνομένη μόρια, μέχρι περ ἂν ἀναλωθῇ σύμπασα.

`2.4.10–2.4.11`

τοῖς δὲ ἐσχάτοις αὐτῆς πέρασι παμπόλλοις οὖσιν οἷόν περ δένδρου βλάσταις εἰς ταὐτὸν ἥκει τὰ τῆς τραχείας ἀρτηρίας πέρατα τὸν αὐτὸν τρόπον εἰς ὅλον τὸ σπλάγχνον μερισθείσης ὅνπερ ἡ φλεβώδης ἀρτηρία. καὶ μὲν δὴ καὶ πρὸς αὐτὸν τὸν πνεύμονα θέσιν ἔχει τοιαύτην ὥστʼ ἔξωθεν ὑπʼ αὐτοῦ πανταχόθεν ἠμφιέσθαι.

`2.4.12`

τὰ μὲν οὖν τῆς θέσεως ὧδε ἔχει τῇ καρδίᾳ καὶ δύναιτʼ ἄν τις ἀπʼ αὐτῆς ἐπιχειρήματα ποιεῖσθαι τῇ μὲν ὡς πρὸς τὸ σύμπαν σῶμα, διότι μέσον πως αὐτοῦ κεῖται δικαίας ἕνεκα νομῆς ὧν ἐπιπέμπει δυνάμεων αὐτῷ, τῇ δὲ ὡς πρὸς τὴν τραχεῖαν ἀρτηρίαν, ὅτι τὴν φωνὴν διὰ ταύτης ἐκπέμπει.

`2.4.13–2.4.14`

καὶ μὲν δὴ καὶ τὴν χρείαν τε καὶ τὴν ἐνέργειαν τῆς ἀναπνοῆς συνάπτων αὐτῇ δύναιτʼ ἄν τινα κἀντεῦθεν ἐπιχειρήματα λαμβάνειν. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅτι μέση τοῦ θώρακος, ἴσως ἂν ἔχοι τι καὶ περὶ τούτου λαβεῖν ὁ βουλόμενος ἐκ πάντων ἐπιχειρεῖν.

`2.4.15`

ἀλλʼ οὔπω τούτων οὐδὲν ἐπιστημονικὸν οὐδὲ ἀποδεῖξαι τὸ προκείμενον ἱκανόν, ἔστʼ ἂν μηδέπω περαίνηται διʼ αὐτῶν ὡς αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν ἀρχὴ τοῖς ζῴοις ἐστὶν ἡ καρδία. οὐ γὰρ ἐξ ἀνάγκης ἕπεται τῷ μέσην τῷ ζῴῳ κεῖσθαι τὸ πάντων ἀρχὴν ὑπάρχειν αὐτήν.

`2.4.16`

καίτοι γε οὐδὲ αὐτὸ τοῦτο ἀληθές ἐστι, τὸ μέσην ἐν τοῖς ζῴοις εἶναι τὴν καρδίαν· εἰ γὰρ ἀκριβῶς τις ἐξετάσειε, τὰ κατὰ τὸν ὀμφαλόν ἐστι μέσα. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ὅτι μέση τοῦ θώρακος ἡ καρδία, διὰ τοῦτʼ ἀρχὴ τοῦ ζῴου παντός.

`2.4.17`

οὐδὲ γὰρ ὅτι καθάπερ ἐν ἀκροπόλει τῇ κεφαλῇ δίκην μεγάλου βασιλέως ὁ ἐγκέφαλος ἵδρυται, διὰ τοῦτʼ ἐξ ἀνάγκης ἡ τῆς ψυχῆς ἀρχὴ κατʼ αὐτόν ἐστιν, οὐδὲ ὅτι καθάπερ τινὰς δορυφόρους ἔχει τὰς αἰσθήσεις περιῳκισμένας, οὐδʼ εἴ γε καὶ τοῦτο λέγοι τις, ὅπερ οὐρανὸς ἐν ὅλῳ τῷ κόσμῳ, τοῦτʼ ἐν ἀνθρώποις εἶναι τὴν κεφαλὴν καὶ διὰ τοῦθʼ, ὥσπερ ἐκεῖνος οἶκός ἐστι τῶν θεῶν, οὕτω τὸν ἐγκέφαλον οἶκον εἶναι τοῦ λογισμοῦ.

`2.4.18`

καὶ γὰρ τὰ τοιαῦτα πάντα καίπερ ὄντα πολὺ πιθανώτερα τῶν ἐπὶ τῆς καρδίας εἰρημένων, ὅμως οὐκ ἔστιν οὐδὲ αὐτὰ πιστὰ πρὸς ἐπιστήμην ἀκριβῆ καθάπερ οὐδὲ ὅτι τῆς φωνῆς ἡ καρδία δημιουργός ἐστιν.

`2.4.19`

εἰ μὲν γὰρ ἀπόδειξίν τινα διδάσκειν ἡμᾶς ἔχουσιν, ἡδέως ἀκουσόμεθα· τὸ δὲ ἀπὸ τῆς θέσεως μόνης ὁρμᾶσθαι μοχθηρόν. οὕτω γάρ, οἶμαι, καὶ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἀρχὴν τῆς φωνῆς ἐροῦμεν, ὡς ἐγγυτέρω γε ταῦτʼ ἐστὶ τῆς καρδίας τοῖς φωνητικοῖς ὀργάνοις. αὐτὸ μὲν γὰρ τὸ πρῶτόν τε καὶ ἴδιον ὄργανον τῆς φωνῆς ὁ λάρυγξ ἐστίν.

`2.4.20–2.4.21`

εἰ γοῦν κατωτέρω τέμοις αὐτοῦ τὴν τραχεῖαν ἀρτηρίαν, οὐκέτʼ ἀκούσῃ φωνοῦντος τοῦ ζῴου, καίτοι γʼ ἀναπνέον ἀκωλύτως ὄψει καὶ νῦν αὐτό. καὶ εἴπερ ἄνθρωπος εἴη τὸ οὕτω τρωθέν, ἐξέσται σοι κελεύειν αὐτῷ φθέγξασθαί τι. προθυμηθήσεται μὲν γάρ, οὐδὲν δὲ ἀκούσῃ πλέον ἐκπνοῆς ῥοιζώδους, ἣν ἡμεῖς ὀνομάζομεν ἐκφύσησιν· ἄνευ δὲ τοῦ προθυμεῖσθαι φθέγξασθαι φέρεται μὲν ἔξω τὸ πνεῦμα κατὰ τὰς ἐκπνοάς, οὐ μὴν σὺν ψόφῳ γέ τινι καὶ ἀθρόως.

`2.4.22–2.4.24`

ὄψει δὲ καὶ τοὺς κατὰ τὸν θώρακα μῦς ἅμα τοῖς κατʼ ἐπιγάστριον, ὅταν προθυμῆται φθέγγεσθαι τὸ ζῷον, ἐντεινομένους σφοδρῶς. τούτους μέν γε καὶ πρὸ τοῦ τρωθῆναι τὴν φάρυγγα σαφῶς ἐστιν ἰδεῖν τεινομένους, ἐπειδὰν βιαιότερον φωνῶμεν, ἀλλʼ ἐπί γε τετρωμένῃ τῇ φάρυγγι πονοῦσιν μάτην ὅσα γε πρὸς γένεσιν φωνῆς. ἐκφύσησιν γὰρ μόνην ἐργάζονται διαφέρουσαν ἁπλῆς ἐκπνοῆς, ὅτι μετὰ ψόφου τε ἅμα καὶ τάχους ἐκκενοῦται τὸ πνεῦμα.

`2.4.25–2.4.26`

διττὸν οὖν ἁμαρτάνεται κἀνταῦθα ἁμάρτημα τοῖς τὴν φωνὴν ἐκ τῆς καρδίας ἐκπέμπεσθαι νομίζουσιν, ὅτι πρῶτον μὲν ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν, ἔπειτα δὲ οὐδὲ ἀπὸ ταύτης ὡς χρή. τείνονται μὲν γὰρ οἵ τε κατὰ τὸν θώρακα μύες ἅπαντες οἵ τε κατʼ ἐπιγάστριον, ἐπειδὰν θελήσῃ φωνῆσαι τὸ ζῷον, εἰς τάσιν δή τινα καὶ κίνησιν ἀγόμενοι, τῆς καρδίας οὐδεμίαν ἐν τούτῳ νεωτέραν ἐπικτωμένης ἐνέργειαν· οὐ μὴν ἤδη γέ πω τὸ κάτωθεν ἀναφερόμενον πνεῦμα πρὶν ὑπὸ τοῦ λάρυγγος ῥυθμισθῆναι φωνῆς ἔχει ἰδέαν, ἀλλʼ ὡς εἴρηται πρόσθεν, ἐκφυσήσεως μόνης, ὡς ἀπεδείξαμεν ἐν τῇ περὶ φωνῆς πραγματείᾳ.

`2.4.27–2.4.28`

πληττομένη γὰρ ὑπὸ τῶν κατὰ τὸν λάρυγγα χόνδρων οἷον ὑπὸ πλήκτρων τινῶν ἡ ἐκφύσησις αὕτη φωνὴ γίνεται. σύγκειται δὲ ὁ λάρυγξ ἐκ τριῶν χόνδρων ὑπὸ μυῶν πολλῶν κινουμένων. ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς τῶν χόνδρων συστάσεως ἢ τῆς τῶν μυῶν κινήσεως, ἐμοὶ μὲν ἐν ταῖς περὶ τούτων πραγματείαις οἰκείαις ἀκριβῶς εἴρηται· τοῖς δὲ ἀπὸ τῆς θέσεως μόνης ἐπιχειροῦσιν οὐδὲν τῶν τοιούτων γιγνώσκεται.

`2.4.29–2.4.31`

κἄπειτα θαυμάζουσιν ἐξαίφνης ἀκούσαντες ἐξ ἐγκεφάλου γίγνεσθαι τὴν φωνήν· ἔτι δὲ μᾶλλον, ἐπειδὰν ἀκούσωσιν ὡς αἱ κατὰ προαίρεσιν ἅπασαι κινήσεις ὑπὸ μυῶν ἐπιτελοῦνται, θαυμάζουσί τε καὶ παραδοξολόγους ἡμᾶς ἀποκαλοῦσι, καίτοι γε ἡμεῖς ἅπερ ἐπαγγελλόμεθα λόγῳ ταῦτα ἐν ταῖς τῶν ζῴων ἀνατομαῖς ἐπιδείκνυμεν, οἱ δʼ οὐδὲν ἄλλο ἔχουσι λέγειν ἢ διότι πλησίον ἐστὶν ἡ καρδία τῆς φάρυγγος, διὰ τοῦτʼ ἐξ ἐκείνης ἄρχεσθαι τὴν φωνήν. αἱροῦνται γάρ, οἶμαι, τὴν σύντομόν τε καὶ λείαν ὁδὸν ἐν τοῖς λόγοις ἀντὶ τῆς τραχείας τε καὶ μακρᾶς, κἂν αὕτη μὲν ἀπάγῃ πρὸς τὸ ζητούμενον, ἡ δὲ λεία τε καὶ ταχεῖα σφάλλῃ τἀληθοῦς. οὐδʼ ἔστιν ὅστις ἐμοί ποθʼ ὑπέμεινε δεικνύντι τοὺς μῦς ἅπαντας ὑφʼ ὧν ἡ ἀναπνοή τε γίγνεται καὶ φωνή. καίτοι γʼ οὐκ ἐν τούτοις μόνοις ἐστὶ τὸ κῦρος τῆς ἀποδείξεως, ἀλλʼ ἡ τρίτη μοῖρα τοῦ λόγου παντός. οἱ μὲν γὰρ μύες ὄργανά τινα κινοῦσιν ὑφʼ ὧν ἀναπνοή τε καὶ φωνὴ γίγνεται, δέονται δʼ αὐτοὶ πάλιν ὅπως κινηθῶσι τῶν ἀπʼ ἐγκεφάλου νεύρων, ὧν εἴ τι βρόχοις διαλάβοις εἴτε τέμοις, ἀκίνητον μὲν αὐτίκα μάλα ποιήσεις τὸν μῦν ἐκεῖνον, εἰς ὃν τὸ νεῦρον ἐνέβαλεν, ἀκίνητον δὲ καὶ τοῦ ζῴου τὸ μέλος, ὃ πρότερον ὑπὸ τοῦ μυὸς ἐκινεῖτο, πρὶν τμηθῆναι τὸ νεῦρον.

`2.4.32`

ὅστις οὖν ὄντως ἀληθείας ἐρᾷ, πρὸς ἡμᾶς ἡκέτω μαθησόμενος ἐναργῶς ἐπʼ αὐτῶν τῶν ζῴων, εἰ μόνον ἔχοι τὰς αἰσθήσεις ἀπηρώτους, ὑφʼ ἑτέρων μὲν ὀργάνων τε καὶ μυῶν καὶ νεύρων εἰσπνοὴν ἀβίαστον γιγνομένην, ὑφʼ ἑτέρων δὲ τὴν μετὰ βίας·

`2.4.33–2.4.34`

ὀνομάζω δὲ ἀβίαστον μὲν τὴν τοῖς ὑγιαίνουσι καὶ μηδεμίαν ἰσχυρὰν κίνησιν κινουμένοις ὑπάρχουσαν, βιαίαν δὲ τὴν ἔν τε πάθεσί τισι καὶ τοῖς σφοδροῖς γυμνασίοις ἐπιτελουμένην, ἐφʼ ἧς εὐθέως ὄψει συνεξαιρόμενα καὶ τὰ κατὰ τὰς ὠμοπλάτας ἅπαντα μόρια· καὶ δὴ κατὰ τὰς ἀνάλογον αὐταῖς ἐκπνοὰς ὑφʼ ἑτέρων μὲν ὀργάνων τε καὶ μυῶν καὶ νεύρων τὴν ἀβίαστόν τε καὶ μικράν, ὑφʼ ἑτέρων δὲ τὴν βίαιόν τε καὶ μεγάλην, ἣν ὀνομάζειν ἔθος ἡμῖν ἐκφύσησιν. ἐπὶ δὲ τούτοις ἅπασιν ἑξῆς ὑποδείξομέν σοι τὸ τῆς φωνῆς ἴδιον ὄργανον, τὸν λάρυγγα, καὶ τοὺς κινοῦντας αὐτὸν μῦς καὶ τὰ τῶν μυῶν ἐκείνων νεῦρα τὰ ἐξ ἐγκεφάλου καθήκοντα καὶ μετὰ ταῦτα τὴν γλῶτταν, ἕτερον ὄργανον οὐ φωνῆς, ἀλλὰ διαλέκτου τε καὶ διαλέξεως, ὁποτέρως ἂν ὀνομάζειν ἐθελήσῃς, καὶ τοὺς μῦς ἐπιδείξομέν σοι καὶ τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου.

`2.4.35`

καὶ δὴ καὶ ζῷα πλείω παρασκευάσαντες ἄλλην κατʼ ἄλλο τῶν εἰρημένων ἐνεργειῶν ἐπιδείξομεν ἀπολλυμένην ἐφʼ ἑκάστου τῶν ἀπʼ ἐγκεφάλου νεύρων τεμνομένου.

`2.4.36`

τάχʼ ἴσως ἐπιθυμεῖ τις ἀκοῦσαι τῶν εἰρημένων ἐνεργειῶν ἑκάστης τὸ ἴδιον ὄργανον καὶ τοὺς κινοῦντας μῦς οἵτινές τέ εἰσι καὶ πόσοι τὸν ἀριθμὸν ἥντινά τε θέσιν ἔχουσι καὶ πηλίκοι τὸ μέγεθος ὑπάρχουσι καὶ τίνα δέχονται νεῦρα καὶ πόσα καὶ πηλίκα καὶ κατὰ τί μάλιστα μέρος ἐξ ἐγκεφάλου βλαστάνοντα τίς τε τοῖς ὑπʼ αὐτῶν κινουμένοις ὀργάνοις τρόπος ἐστὶ τῆς κινήσεως.

`2.4.37–2.4.38`

ἐγὼ δὲ καὶ πρόσθεν εἶπον ὡς πολλάκις ὑπὲρ τῶν αὐτῶν γράφειν οὐκ ἐπαινῶ, ἀλλʼ εἴπερ ὄντως ἐστί τις φιλομαθής, ἑτέρας ὑπὲρ τούτων ἁπάντων ἔχει πραγματείας ἡμῖν γεγραμμένας, πρῶτον μὲν τὴν περὶ θώρακός τε καὶ πνεύμονος κινήσεως, ἔνθα δείκνυμεν ὑπὸ τοῦ θώρακος κινούμενον τὸν πνεύμονα καὶ κατὰ μὲν τὰς διαστολὰς διαστελλόμενον ἕλκειν τὸν ἔξωθεν ἀέρα καὶ τοῦτʼ εἶναι τὴν εἰσπνοήν, κατὰ δὲ τὰς συστολὰς συστελλόμενον ἐκθλίβειν τὸν ἐν αὑτῷ περιεχόμενον εἴς τε τὴν φάρυγγα καὶ τὸ στόμα καὶ διὰ τούτων ἐκπέμπειν ἔξω καὶ τοῦτʼ εἶναι τὴν ἐκπνοήν. ἑτέραν δʼ ἔχει πραγματείαν ἐφεξῆς τῇδε περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων, ἔνθα καὶ τοὺς μῦς ἅπαντας ἐδήλωσα καὶ τὰ πρὸς αὐτῶν ὄργανα κινούμενα καὶ τὰ νεῦρα τὰ τοῖς μυσὶ τὴν ἐξ ἐγκεφάλου παρέχοντα δύναμιν τὴν ψυχικήν.

`2.4.39`

εἶτʼ αὖθις ἄλλην ἑξῆς ταῖσδε περὶ τῆς φωνῆς ἔχει πραγματείαν ὑπέρ τε τῶν τῆς φωνῆς ὀργάνων γεγραμμένην καὶ τῶν ταῦτα κινούντων μυῶν ἔτι τε τῶν εἰς τούτους καθηκόντων ἐξ ἐγκεφάλου νεύρων.

`2.4.40–2.4.41`

εἰς δέ γε τὰ παρόντα καὶ τοῦτʼ ἀρκεῖ μοι μόνον εἰπεῖν, ὡς εἴπερ ἡ φωνὴ τυπουμένου πως τοῦ κατὰ τὸν πνεύμονα πνεύματος ὑπὸ τοῦ κατὰ τὴν καρδίαν ἐγίγνετο κἄπειθʼ ἑαυτῷ τὸ κατὰ τὴν φάρυγγα συντυποῦντος, οὐκ ἂν ἀπώλλυτο παραχρῆμα τμηθέντων νεύρων τινῶν ἤτοι κατὰ τὸν τράχηλον ἢ τὴν κεφαλήν, ἔτι δὲ μᾶλλον οὐκ ἂν ἀπώλετο θλιψάντων τὸν ἐγκέφαλον ἢ τρωσάντων ἄχρι κοιλίας ἢ διατεμόντων τὸν νωτιαῖον μυελόν. τὸ μὲν γὰρ τῆς τραχείας ἀρτηρίας, ἥνπερ δὴ καὶ φάρυγγα προσαγορεύομεν, ἢ τοῦ πνεύμονος ἢ τῆς καρδίας αὐτῆς βλαβείσης ἀπόλλυσθαι τὴν φωνὴν οὐδὲν ἂν ἦν οἶμαι θαυμαστόν, εἴπερ ἐκ τῆς καρδίας ὡρμᾶτο· τὸ δὲ τοῦ ἐγκεφάλου θλιφθέντος ἤ τινος τῶν ἐξ αὐτοῦ νεύρων τῶν εἰς τοὺς τοῦ λάρυγγος μῦς φερομένων ἄτοπόν τε καὶ δεινῶς ἄλογον, εἴπερ γε μηδενὸς αὐτῶν ἡ τῆς φωνῆς γένεσις προσδεῖται.

`2.4.42`

καὶ μὴν ἔμπαλιν ἔχει τὸ φαινόμενον οὗ δοξάζουσιν ἐκεῖνοι. καρδίας μὲν γὰρ γυμνωθείσης, ὡς κἀν τῷ πρὸ τούτου μοι λέλεκται γράμματι, καὶ κρατῶν καὶ θλίβων καὶ θλῶν οὔτε ἄπνουν οὔτε ἄφωνον οὔτε ἄλλην τινὰ τῶν καθʼ ὁρμὴν ἐνεργειῶν ἐμποδιζόμενον ὄψει τὸ ζῷον· ἐγκέφαλον δὲ γυμνώσας τῶν ὀστῶν καὶ τρώσας ἢ θλίψας ἡντινοῦν αὐτοῦ κοιλίαν οὐκ ἄφωνον μόνον οὐδʼ ἄπνουν εὐθύς, ἀλλὰ καὶ παντάπασιν ἀναίσθητόν τε καὶ ἀκίνητον ἁπασῶν τῶν καθʼ ὁρμὴν κινήσεων ἐργάσῃ τὸ ζῷον.

`2.4.43–2.4.44`

εἴρηται δέ μοι καὶ πρόσθεν ὡς οὐ χρὴ συντιτράναι τοῦ θώρακος οὐδετέραν κοιλότητα γυμνοῦντας τὴν καρδίαν. εἰ γὰρ δὴ τούτου τύχοι τις, οὐ μόνον ἢ θλίβειν ἢ θλᾶν ἤ τι τοιοῦτον ἕτερον ἐργάζεσθαι βουληθεὶς δυνήσεται κατορθοῦν, ἀλλὰ καὶ βουληθεὶς ἀθρόως ὅλην ἐξελεῖν οὐκ ἀτυχήσει τῆς χειρουργίας.

`2.4.45`

γίγνεται μὲν οὖν τοῦτο καὶ κατὰ πολλὰς θυσίας ἐξ ἔθους οὕτως ἐπιτελουμένας καὶ φαίνεται τὰ ζῷα τῆς καρδίας ἤδη κατὰ τῶν βωμῶν ἐπικειμένης οὐκ ἀναπνέοντα μόνον ἢ κεκραγότα συντόνως, ἀλλὰ καὶ φεύγοντα, μέχριπερ ἂν ὑπὸ τῆς αἱμορραγίας ἀποθάνῃ.

`2.4.46–2.4.47`

τάχιστα δὲ δήπουθεν αὐτῶν ἐκκενοῦται τὸ αἷμα τεττάρων μεγίστων ἀγγείων διασπωμένων, ἀλλʼ ἄχριπερ ἂν ἔτι ζῇ, καὶ ἀναπνεῖ καὶ φωνεῖ καὶ τρέχει. τοὺς δέ γε κατὰ τὸν πρῶτον σπόνδυλον ὁσημέραι διατεμνομένους ταύρους τὴν ἔκφυσιν τοῦ νωτιαίου μυελοῦ παραχρῆμα θεώμεθα μὴ ὅτι δραμεῖν ἔτι δυναμένους, ἀλλὰ μηδʼ ἐπʼ ἐλάχιστον προβῆναι, συναπόλλυται δʼ αὐτοῖς ἅμα τῇ τομῇ καὶ ἡ ἀναπνοὴ καὶ ἡ φωνή· καὶ γὰρ καὶ ταύταις ἄνωθέν ἐστιν ἡ ἀρχή.

`2.4.48`

τὴν μέντοι καρδίαν ἐπὶ τῶν οὕτω πληγέντων ταύρων ἔστιν ἰδεῖν ἄχρι πλείστου σφύζουσαν ἅμα ταῖς ἀρτηρίαις ἁπάσαις· οὐ γὰρ δὴ καὶ ταύταις γε παρʼ ἐγκεφάλου τὸ σφύζειν ἐστὶν ὥσπερ οὐδὲ αὐτῇ τῇ καρδίᾳ.

`2.4.49`

ὡς γὰρ αἱ κινήσεις ἑτέρου γένους εἰσίν, οὕτω καὶ τῶν ἀρχῶν οὐδετέρα προσδεῖται τῆς ἑτέρας, ἀλλʼ ἔστιν οὕτως ἥ τε καρδία πηγὴ τῆς κατὰ τοὺς σφυγμοὺς κινήσεως ὅ τʼ ἐγκέφαλος τῆς κατὰ προαίρεσιν οὐδʼ ἔστιν οὐδεὶς λόγος ὃς ἀναγκάσει μίαν ἀρχὴν ἁπασῶν εἶναι τῶν κατὰ τὸ ζῷον ἐνεργειῶν· οὔτε γὰρ ὡς οὐκ ἐνδεχομένων εἶναι πολλῶν οὔθʼ ὡς μὴ οὐχ οὕτως φαινομένων ἐπιδείξει.

`2.4.50–2.4.51`

ἀλλὰ περὶ μὲν τούτου κἀν τοῖς ἑξῆς ἐπὶ πλέον αὐτοῖς διαλέξομαι. νυνὶ δʼ ἐφʼ ὅπερ ἔλεγον αὖθις ἐπάνειμι, πρὸς τὸ μήτε τῆς ἀναπνευστικῆς κινήσεως μήτε τῆς φωνητικῆς δημιουργικὴν ἀρχὴν εἶναι τὴν καρδίαν. διʼ ἐκείνην μὲν γὰρ τὸ πλεῖστον, οὐ μὴν ὑπʼ ἐκείνης γε τὴν ἀναπνοὴν γίγνεσθαι συμβέβηκεν, οὐ ταὐτὸν δʼ ἐστὶν ὑπό του γίγνεσθαι καὶ διά τι. γέγραπται δὲ ἡμῖν ἓν βιβλίον ἰδίᾳ καθʼ ἑαυτὸ περὶ χρείας ἀναπνοῆς.

`2.5.1`

Οἱ δʼ ἡγούμενοι φωνὴν ἢ ἀναπνοὴν ὑπὸ τῆς καρδίας ἐπιτελεῖσθαι πρὸς τῆς κατὰ τὴν θέσιν ἐγγύτητος ἠπατήθησαν οὐκ εἰδότες ὡς οὐ πάντως εἴ τι πλησίον ἐστὶ μόριον ἐνεργείας ἡστινοσοῦν, ἐξ ἀνάγκης τοῦτο καὶ ἀρχὴ τῆς ἐνεργείας ἐστίν.

`2.5.2–2.5.3`

οὐδὲ γὰρ ὅσοι τὸν ἐγκέφαλον ὑπολαμβάνουσιν ἀρχὴν εἶναι τῆς κατʼ ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνας αἰσθήσεως ὅτι πλησίον αὐτῶν ἐστιν, ὀρθῶς ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἡ θέσις ἔσφαλλε, μᾶλλον δὲ οὐχ ἡ θέσις ἀλλʼ ἡ περὶ τῆς θέσεως δόξα. πάντως γὰρ δήπου τοιούτῳ τινὶ προσχρήσονται κατὰ τὰς ἀποδείξεις ἀξιώματι· πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίον ἐστὶν ἡ ἀρχή.

`2.5.4–2.5.7`

τούτου γὰρ ὑποτεθέντος ὡς ἀληθοῦς, εἶτʼ ἐκ τοῦ φαίνεσθαι προσληφθέντος ὡς ἐγκεφάλου ψαύει τὰ ὦτα, περαίνοιτʼ ἂν ἤδη τὸ καὶ τὴν ἀρχὴν αὐτοῖς τῆς ἐνεργείας ἐντεῦθεν ὑπάρχειν. ἀλλʼ οὔτε πρὸς αἴσθησιν οὔτε πρὸς νόησιν ἐναργές ἐστιν ὡς πρῶτόν τε καὶ ἐξ ἑαυτοῦ πιστὸν εἶναι τὸ νῦν εἰρημένον ἀξίωμα, τὸ πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίον εἶναι τὴν ἀρχήν. οὔκουν οὔθʼ ὅτι πλησίον ἐγκεφάλου τὰ ὦτα καὶ οἱ ὀφθαλμοὶ καὶ αἱ ῥῖνες, ἐντεῦθεν αὐτοῖς ἡ τῆς αἰσθητικῆς δυνάμεώς ἐστιν ἀρχὴ οὔθʼ ὅτι πλησίον ἐστὶ καρδίας τὰ φωνητικά τε καὶ ἀναπνευστικὰ μόρια, διὰ τοῦτʼ ἐκ καρδίας αὐτοῖς ἡ ἀρχή. καὶ μὴν ὁ θαυμαζόμενος ὑπὸ τῶν Στωϊκῶν λόγος ὁ Ζήνωνος, ὃν καὶ πρῶτον ἁπάντων ἔγραψεν ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ Διογένης ὁ Βαβυλώνιος, οὐκ ἐξ ἄλλου τινὸς ἔχει τὸ θαυμάζεσθαι πλὴν οὗ νῦν εἶπον ἀξιώματος ἤδη.

`2.5.8`

εἴσῃ δʼ ἐναργέστερον εἰ παραγράψαιμεν αὐτόν· ἔχει γὰρ ὧδε· «Φωνὴ διὰ φάρυγγος χωρεῖ. εἰ δὲ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν χωρεῖ. λόγος δὲ ἀπὸ διανοίας χωρεῖ, ὥστʼ οὐκ ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια.»

`2.5.9–2.5.13`

τὸν αὐτὸν δὴ τοῦτον λόγον Διογένης οὐ κατὰ τὴν αὐτὴν ἐρωτᾷ λέξιν, ἀλλʼ ὧδε· «Ὅθεν ἐκπέμπεται ἡ φωνή, καὶ ἡ ἔναρθρος, οὐκοῦν καὶ ἡ σημαίνουσα ἔναρθρος φωνὴ ἐκεῖθεν, τοῦτο δὲ λόγος. καὶ λόγος ἄρα ἐκεῖθεν ἐκπέμπεται ὅθεν καὶ ἡ φωνή. ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν τόπων ἐκπέμπεται ἀλλὰ φανερῶς ἐκ τῶν κάτωθεν μᾶλλον. ἐκφανὴς γοῦν ἐστι διὰ τῆς ἀρτηρίας διεξιοῦσα. καὶ ὁ λόγος ἄρα οὐκ ἐκ τῆς κεφαλῆς ἐκπέμπεται, ἀλλὰ κάτωθεν μᾶλλον. ἀλλὰ μήν γε κἀκεῖνο ἀληθές, τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι. ἔνιοι γοῦν καὶ ὁριζόμενοι αὐτόν φασιν εἶναι φωνὴν σημαίνουσαν ἀπὸ διανοίας ἐκπεμπομένην. καὶ ἄλλως δὲ πιθανὸν ὑπὸ τῶν ἐννοιῶν ἐνσεσημασμένον τῶν ἐν τῇ διανοίᾳ καὶ οἷον ἐκτετυπωμένον ἐκπέμπεσθαι τὸν λόγον καὶ παρεκτείνεσθαι τῷ χρόνῳ κατά τε τὸ διανενοῆσθαι καὶ τὴν κατὰ τὸ λέγειν ἐνέργειαν. καὶ ἡ διάνοια ἄρα οὐκ ἔστιν ἐν τῇ κεφαλῇ, ἀλλʼ ἐν τοῖς κατωτέρω τόποις, μάλιστά πως περὶ τὴν καρδίαν.»

`2.5.14`

τοιοῦτος μέν σοι καὶ ὁ τοῦ Διογένους λόγος, ἔμπαλιν ἢ κατὰ τὸν τοῦ Ζήνωνος εἰς μῆκος ῥήσεων ἐκτεταμένος, ὥστε ἐκείνῳ μὲν ἐλλείπειν τινὰ τῶν ἀναγκαίων ἀξιωμάτων, πλεονάζειν δὲ τούτῳ.

`2.5.15–2.5.16`

βούλομαι δὲ πρὶν ἐλέγχειν αὐτοὺς ἔτι καὶ τὸν τοῦ Χρυσίππου παραθέσθαι τόνδε τὸν τρόπον ἔχοντα· «Εὔλογον δὲ εἰς ὃ γίγνονται αἱ ἐν τούτῳ σημασίαι καὶ ἐξ οὗ λόγος, ἐκεῖνο εἶναι τὸ κυριεῦον τῆς ψυχῆς μέρος. οὐ γὰρ ἄλλη μὲν ἡ πηγὴ λόγου ἐστὶν ἄλλη δὲ διανοίας, οὐδὲ ἄλλη μὲν φωνῆς πηγὴ ἄλλη δὲ λόγου, οὐδὲ τὸ ὅλον ἁπλῶς ἄλλη φωνῆς πηγή ἐστιν ἄλλο δὲ τὸ κυριεῦον τῆς ψυχῆς μέρος.»

`2.5.17–2.5.20`

— τοιούτοις δὲ καὶ τὴν διάνοιαν συμφώνως ἀφοριζόμενοι λέγουσιν αὐτὴν πηγὴν εἶναι λόγου. — « τὸ γὰρ ὅλον ὅθεν ὁ λόγος ἐκπέμπεται ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι καὶ τὰς διανοήσεις καὶ τὰς μελέτας τῶν ῥήσεων, καθάπερ ἔφην. ταῦτα δὲ ἐκφανῶς περὶ τὴν καρδίαν γίγνεται, ἐκ τῆς καρδίας διὰ φάρυγγος καὶ τῆς φωνῆς καὶ τοῦ λόγου ἐκπεμπομένων. πιθανὸν δὲ καὶ ἄλλως, εἰς ὃ ἐνσημαίνεται τὰ λεγόμενα, καὶ σημαίνεσθαι ἐκεῖθεν καὶ τὰς φωνὰς ἀπʼ ἐκείνου γίγνεσθαι κατὰ τὸν προειρημένον τρόπον.»

`2.5.21–2.5.24`

ἅλις ἤδη μοι τῶν περὶ τῆς φωνῆς λόγων τῶν Στωϊκῶν· εἰ γὰρ καὶ τοὺς ὑπὸ τῶν ἄλλων ἠρωτημένους ἐφεξῆς γράφοιμι σύμπαντας, εἰς ἄμετρόν τι μῆκος ἐκπεσεῖται τὸ γράμμα. οὐ γὰρ ἂν οὐδὲ τῶν ὑπὸ Χρυσίππου τε καὶ Διογένους εἰρημένων ἐμνημόνευσα λόγων, ἀλλʼ ἠρκέσθην ἐξετάσας τὸν τοῦ Ζήνωνος μόνον, εἰ μὴ πρός τινα τῶν Στωϊκῶν ἐγεγόνει μοί ποτε ἀμφισβήτησις ὑπὲρ τοῦ χωρεῖ ῥήματος, ὃ παρέλαβεν ὁ Ζήνων ἐν τῷ λόγῳ γράψας ὡδί· «φωνὴ διὰ φάρυγγος χωρεῖ.» τὸ γὰρ χωρεῖ τοῦτο ῥῆμα ἐγὼ μὲν ἠξίουν ἀκούειν ἐν ἴσῳ τῷ ἐξέρχεται ἢ ἐκπέμπεται. ὁ δὲ τούτων μὲν μηδέτερον ἔφη σημαίνεσθαι πρὸς αὐτοῦ καὶ τρίτον ἄλλο παρὰ ταῦτα λέγειν οὐκ εἶχεν. ἠναγκάσθην οὖν αὐτῷ τὰ τῶν ἄλλων Στωϊκῶν παραναγινώσκειν βιβλία μεταλαμβανόντων τὴν λέξιν ἢ εἰς τὸ ἐξέρχεται ἢ εἰς τὸ ἐκπέμπεται, καθάπερ καὶ νῦν ἀπέδειξα Χρύσιππόν τε καὶ Διογένην, μεθʼ οὓς οὐκ ἀναγκαῖον ἡγοῦμαι τὰς τῶν ἄλλων παραγράφειν ῥήσεις, ἀλλʼ ἐπὶ τὴν ἐξέτασιν αὐτῶν ἤδη τρέψομαι τὴν ἀρχὴν ἀπὸ τοῦ Ζήνωνος ποιησάμενος, ὅσπερ δὴ καὶ πατήρ ἐστι τοῦ τε περὶ τῆς φωνῆς λόγου τοῦδε καὶ ἁπάσης τῆς τῶν Στωϊκῶν αἱρέσεως.

`2.5.25–2.5.26`

τὸ μὲν οὖν πρῶτον λῆμμα τῆς χωρεῖ φωνῆς μεταληφθείσης ἐπὶ τὸ σαφέστερον ἔσται τοιόνδε· «φωνὴ διὰ φάρυγγος ἐκπέμπεται,» τὸ δὲ ἐφεξῆς τούτῳ, τὸ δεύτερον, τοιοῦτον· «εἰ δὲ ἦν ἀπʼ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο.» τοῦτό φημι τὸ λῆμμα μὴ ὅτι τοῦ πρώτου γένους ἐκπεπτωκέναι τῶν εἰς τὰς ἀποδείξεις ἐπιτηδείων, ἀλλὰ καὶ τοῦ δευτέρου τε καὶ τρίτου, περιέχεσθαι δὲ ἐν τῷ τετάρτῳ γένει τῶν σοφιστικῶν λημμάτων, εἴ γε δὴ σχῆμά τι λέξεως ὑποδύεται πεπανουργημένον τε καὶ σεσοφισμένον πρὸς ἀμφιβολίαν, ἐκ ταύτης τὸν ἔλεγχον ἐλπίζον ἀποδράσεσθαι.

`2.5.27–2.5.28`

τὸ γὰρ «εἰ δʼ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει» μοχθηρῶς ἔχει τὴν ἀπὸ πρόθεσιν ἐγκειμένην τῇ ῥήσει. δύο γάρ εἰσιν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις σαφεῖς προθέσεις, ἥ τε ὑπὸ καὶ ἡ ἔξ, ὧν οὐδεμίαν παρέλαβεν καίτοι δυνάμενος εἰπεῖν «εἰ δʼ ἦν ἐκ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει»· ἢ εἰ μὴ ἐκ τοῦ ἐγκεφάλου, ὑπὸ τοῦ ἐγκεφάλου γε πάντως ἐχρῆν εἰπεῖν αὐτόν.

`2.5.29–2.5.31`

ἡ γὰρ διὰ τῆς φάρυγγος ἐκπεμπομένη φωνὴ ἔκ τινός τε καὶ ὑπό τινος ἐκπέμπεται· ἔκ τινος μὲν ὡς ἀγγείου περιέχοντος, ὑπό τινος δʼ ὡς δυνάμεως κινούσης τὸ περιέχον· ὥσπερ ἀμέλει καὶ τὸ οὖρον ἐξέρχεται μὲν διὰ τοῦ αἰδοίου, ἐκπέμπεται δʼ ἐξ ἀγγείου μὲν τῆς ὑπερκειμένης κύστεως, ὑπὸ δυνάμεως δὲ τῆς τὴν κύστιν συστελλούσης εἰς ἑαυτὴν ἵνʼ ἐκθλίψῃ τὸ οὖρον. ἡ δʼ ἀπὸ πρόθεσις ἄδηλός ἐστιν εἴτʼ ἀντὶ τῆς ἐξ εἴτʼ ἀντὶ τῆς ὑπὸ παρείληπται. εἰ μὲν οὖν ἀντὶ τῆς ἐξ, ἀληθής ἐστιν ὁ λόγος, ἔσται γὰρ τοιοῦτος· «εἰ δὲ ἦν ἐκ τοῦ ἐγκεφάλου ἐκπεμπομένη ἡ φωνή, οὐκ ἂν διὰ τῆς φάρυγγος ἐξεπέμπετο»· εἰ δὲ ἀντὶ τῆς ὑπό, ψευδής, ἔσται γὰρ αὖ πάλιν τοιοῦτος· «εἰ δὲ ἦν ὑπὸ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ τῆς φάρυγγος ἐξῄει.» ὅτι δʼ οὐκ ἀληθής ἐστιν ὁ τοιοῦτος λόγος οὐκ ἐμὲ χρὴ κατασκευάζειν ἀλλʼ ἐκείνους αὐτοὺς ἀξιοῦν ἀποφήνασθαι προτέρους ὑπὲρ τοῦ τοιούτου λόγου· «τὸ οὖρον διὰ τοῦ αἰδοίου χωρεῖ· εἰ δὲ ἦν ὑπὸ τῆς καρδίας ἐκπεμπόμενον, οὐκ ἂν διὰ τοῦ αἰδοίου ἐξῄει. καὶ μὴν ὑπὸ προαιρέσεώς γε τῆς ἡμετέρας ἐκπέμπεται. οὐκ ἄρα ἐν τῇ καρδίᾳ ἐστὶν ἡ προαίρεσις».

`2.5.32–2.5.33`

οὕτω δὲ καὶ περὶ διαχωρήματος ἐρωτᾶν ἐγχωρεῖ. καὶ γὰρ καὶ τοῦτο διὰ μὲν τῆς ἕδρας, ὑπὸ μέντοι τῆς ἡμετέρας προαιρέσεως πρώτης κινούσης ἐκπέμπεται, ἥτις οἶμαι καὶ τῶν πορρωτάτω κειμένων ἑαυτῆς δάκτυλον ὁντινοῦν τῶν ἐν ποδὶ κινεῖ παραχρῆμα μηδὲν ἐκ τοῦ διαστήματος ἐμποδιζομένη πρὸς τὸ τάχος. εἴτε γὰρ ἐν ἐγκεφάλῳ θείης εἴτʼ ἐν καρδίᾳ τὴν προαίρεσιν ἢ διάνοιαν ἢ ὅ τί ποτε καὶ βούλει καλεῖν, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, χρόνος οὐδεὶς εὑρεθήσεται μεταξὺ γιγνόμενος τοῦ τε βουληθῆναι κινῆσαι τὸν δάκτυλον καὶ τῆς ἐνεργείας αὐτοῦ, καθάπερ οἶμαι κἀπὶ τῆς αἰσθήσεως ἔχει.

`2.5.34–2.5.38`

οὐ γὰρ οὖν οὐδʼ ἐπὶ ταύτης ἀναμεῖναι δεῖ χρόνον τινὰ τοῦ νύξαντος ἢ τρώσαντος ἵνʼ αἴσθηται τὸ ζῷον ἀλλʼ ἅμα τε τὸ τέμνον τέμνει καὶ τὸ ζῷον αἰσθάνεται. καὶ τοῦτο βούλεταί γε Ζήνων καὶ Χρύσιππος ἅμα τῷ σφετέρῳ χορῷ παντί, διαδίδοσθαι τὴν ἐκ τοῦ προσπεσόντος ἔξωθεν ἐγγενομένην τῷ μορίῳ κίνησιν εἰς τὴν ἀρχὴν τῆς ψυχῆς ἵνʼ αἴσθηται τὸ ζῷον. ὡς οὖν οὐδείς ἐστι χρόνος αἰσθητὸς ἐν τῷ μεταξὺ τοῦ τρωθῆναί τε τὸ μόριον αἰσθέσθαι τε τὸ ζῷον, ὡσαύτως οὐδὲ τοῦ βουληθῆναι κάμψαι τὸν ἄνθρωπον δάκτυλον ἢ τὸν πόδα καὶ αὐτῆς τῆς ἐνεργείας, οὕτως οὐδὲ τοῦ βουληθῆναι τὸ οὖρον ἐκκρῖναι καὶ αὐτῆς τῆς ἐκκρίσεως, ἀλλʼ ἅμα τε τὸ τῆς ψυχῆς ἡγεμονικὸν ἠβουλήθη καὶ τὰ τῆς ἐκκρίσεως ἐνήργησεν ὄργανα. πῶς οὖν λύσομεν ἐκεῖνον τὸν λόγον, ὦ σοφώτατοι, «εἰ δὲ ἦν ὑπὸ τῆς καρδίας ἐκπεμπόμενον τὸ οὖρον, οὐκ ἂν διὰ τοῦ αἰδοίου ἐξεκρίνετο»; ἣν γὰρ ἂν εἴπητε λύσιν, ἐξέσται δήπου καὶ ἡμᾶς αὐτῇ χρήσασθαι. κατὰ μὲν δὴ τοὺς διαλόγους ἐκείνους ἀναγκάζειν χρὴ λύειν τὸν λόγον. ἐνταῦθα δὲ οὐκ ἐγχωρεῖ ποιεῖν οὕτως ἀλλὰ χρὴ τὴν λύσιν αὐτοὺς εἰπεῖν οὐδὲν ἔχουσαν ἀποκεκρυμμένον ἢ μακρὸν ἢ χαλεπόν, ἀλλʼ ἐκ προχείρου φαινομένην.

`2.5.39–2.5.41`

οὐδὲν γὰρ κωλύει, φήσομεν, ἐκ τῆς κύστεως ἐκκρίνεσθαι διὰ τοῦ αἰδοίου τὸ οὖρον ἀρχὴν κινήσεως ἐπιπέμψαντος τοῦ ἡγεμονικοῦ ἵνα συσταλῇ τὸ περιέχον ἀγγεῖον. λοιπὸν εἴτʼ ἐγκέφαλός ἐστιν εἴτε καρδία τὸ τῆς ψυχῆς ἡγεμονοῦν, οὐδὲν οἶμαι διαφέρειν εἴς γε τὴν τοῦ προκειμένου λόγου διάλυσιν. ἄν τε γὰρ ἐγκέφαλος ᾖ τὴν ἀρχὴν τῆς κινήσεως αὐτὸς ἐπιπέμψει καὶ τοῖς τὸ οὖρον ἐκκρίνουσιν ὀργάνοις καὶ τοῖς τὸ περίττωμα τῆς τροφῆς καὶ τοῖς τὸ σκέλος κινοῦσι καὶ τοῖς τὸν πόδα καὶ τοὺς δακτύλους, ἄν θʼ ἡ καρδία, κατὰ τὸν αὐτὸν τρόπον.

`2.5.42–2.5.43`

οὕτως οἶμαι καὶ τῆς φωνῆς ἐκπεμπομένης διὰ φάρυγγος οὐδὲν κωλύει τὸν ἐγκέφαλον αἴτιον ὑπάρχειν τῆς πρὸ τῆς φάρυγγος κινήσεως. ὥστε ἴσον ἔτι μένει τὸ ζητούμενον ἐξ ἀρχῆς οὐδὲν ἔκ γε τοῦ φαινομένου πρὸς οὐδέτερον τῶν δογμάτων ἐπικλῖναν. ὡς γὰρ ἐπὶ τῆς κατὰ τὴν κύστιν καὶ τὴν ἕδραν κινήσεως ἄδηλον ὑπῆρχε πότερον ἐγκέφαλος ἢ καρδία τὴν ἀρχὴν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον ἐπί τε φωνῆς καὶ ἀναπνοῆς ὁμοίως ἔτʼ ἄδηλον ὁπότερον τῶν σπλάγχνων ἔχει τὴν ἡγεμονίαν.

`2.5.44–2.5.47`

ἀλλʼ ὡς εἴρηταί μοι καὶ πρόσθεν, ἡ τῆς θέσεως ἐγγύτης ἑκατέρους ἐξαπατῶσα φαντασίαν ἀποτελεῖ τῶν λημμάτων ὡς ἐπιστημονικῶν τε καὶ πρὸς ἀπόδειξιν ἐπιτηδείων· οὐ μὴν οὕτως γʼ ἔχει τἀληθές. ὅ τε γὰρ ἁπάντων ἀρχὴν ὑποτιθέμενος εἶναι τὴν καρδίαν οὐκ εὐλαβηθήσεται τὴν τῶν ὀφθαλμῶν οὐκ ἐγγύτητα, ὡς μὴ καὶ τούτους ἀπʼ ἐκείνης ὥσπερ πηγῆς τινος ἀρύεσθαι φάναι τὴν αἴσθησίν τε καὶ κίνησιν, ὅ τε τὸν ἐγκέφαλον, οὐκ ἄλλο τι μόριόν φησιν ἀρχὴν εἶναι τῆς τῶν ἀναπνευστικῶν τε καὶ φωνητικῶν ὀργάνων κινήσεως, ἀλλʼ ἐκεῖνον ὥσπερ τοῖς ἄλλοις ἅπασιν ἐξηγεῖσθαι τῆς κατὰ προαίρεσιν κινήσεως, οὕτως καὶ τοῖσδε. ἅπερ οὖν ἐν ταῖς περὶ τῆς ἀποδείξεως μεθόδοις ἐδιδάχθημεν καθόλου, ταῦθʼ εὑρίσκεται κατὰ μέρος ἐπὶ πάσης ὕλης πραγμάτων ἀληθεύοντα. χρὴ γὰρ οὐκ ἀπὸ πάντων τῶν ὑπαρχόντων τῷ προκειμένῳ πράγματι τἀληθὲς λαμβάνειν ἀλλʼ ἀπὸ μόνου τοῦ συνημμένου τῷ προβλήματι. Ζήνων δὲ καὶ Χρύσιππος καὶ Διογένης οἵ τʼ ἄλλοι Στωϊκοὶ κἂν μυριάκις ἐπὶ τῷ λόγῳ θαρρῶσιν, οὐχ ἕξουσιν ἀπολογήσασθαι περὶ τῶν ἁμαρτημάτων αὐτοῦ.

`2.5.48–2.5.49`

τὸ γάρ τοι δεύτερον λῆμμα τὸ κατʼ αὐτὸν εἰ μὲν ἀκριβῶς τε ἅμα καὶ σαφῶς καὶ διωρισμένως εἴρητο, τῶν ἐκ δευτέρου γένους ἓν ἂν ἐφωράθη πάντως ὑπάρχον· ἐπεὶ δὲ κατὰ τὸ τῆς λέξεως σχῆμα πεπανουργημένην ἀμφιβολίαν ἐπεσπάσατο, τοῦ τετάρτου γένους ἐν τούτῳ μετέσχεν. εἰ μὲν οὖν γινώσκων αὐτοῦ τὴν πανουργίαν ὁ Ζήνων ἑκὼν παρεχρήσατο, σοφιστὴς ἂν εἴη τις, οὐ φιλόσοφος· εἰ δὲ ἀγνοήσας ἄκων ἐχρήσατο, λογικῆς θεωρίας ἀγύμναστος.

`2.5.50–2.5.53`

ἀλλʼ ἡμεῖς γε μήθʼ ἑκόντες ποτὲ τοιούτοις χρησαίμεθα λόγοις, ἐχθροῦ γὰρ ἀληθείας ἀνδρὸς τὸ πανούργημα, μήτʼ ἄκοντες ὑπὸ ἀμαθίας τε ἅμα καὶ ἀγυμνασίας ἐμπίπτοιμεν εἰς αὐτούς. ὁμοίαν δὲ ἔχει τῷ δευτέρῳ λήμματι καὶ τὸ τέταρτον ἀτοπίαν, ἐν ᾧ φησιν «ὁ λόγος ἀπὸ διανοίας χωρεῖ.» ὁ γάρ τοι λόγος οὗτος, ἡ σημαίνουσα φωνή, ὑπὸ μὲν τῆς διανοίας ἐκπέμπεται, καθάπερ καὶ τἆλλα πάντα τὰ κατὰ προαίρεσιν ἐνεργούμενα, οὐ μὴν ἐκ τῆς διανοίας γε, ἀλλὰ ἐκ τοῦ λάρυγγος. ἔμπροσθεν δὲ οὐδέπω φωνὴ τὸ ἀναφερόμενόν ἐστιν, ἀλλʼ ὡς ἔφαμεν ὕλη τις οἰκεία φωνῆς, ἣν ὀνομάζομεν ἐκφύσησιν.

`2.5.54–2.5.55`

ἐκπέμπεται δὲ ἐκ τῶν κατὰ πνεύμονα τραχειῶν ἀρτηριῶν, ὧν οὐδεμία τῆς καρδίας ἅπτεται. ὁ μὲν οὖν Ζήνων εἴτε ἄκων εἴτε ἑκὼν ἀσαφεῖ τῇ λέξει χρησάμενος εἰς τὸ τέταρτον εἶδος ἐμπέπτωκε τῶν λημμάτων, ὁ Διογένης δὲ τὰ πολλὰ μὲν εἰς τὸ δεύτερον, ἅπαξ δέ που καὶ αὐτὸς εἰς τὸ τέταρτον. ὅταν μὲν γὰρ λέγῃ «ὅθεν ἡ φωνὴ ἐκπέμπεται» καὶ ὅταν «ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν τόπων ἐκπέμπεται, ἀλλὰ φανερῶς ἐκ τῶν κάτω μᾶλλον,» ἐκ τοῦ δευτέρου γένους τῶν ἐπιχειρημάτων χρῆται τοῖς λήμμασιν· ὅταν δὲ φῇ τὸν λόγον ἀπὸ διανοίας ἐκπέμπεσθαι, δέον ὑπὸ διανοίας φάναι, τῷ τετάρτῳ χρῆται γένει τῶν ἐπιχειρημάτων.

`2.5.56–2.5.58`

ὁ δὲ ἔλεγχος καὶ τῶν τούτου σφαλμάτων ὁ αὐτὸς τῷ προγεγραμμένῳ κατὰ τὸν τοῦ Ζήνωνος λόγον. οὕτω δὲ καὶ ὁ Χρύσιππος ἐπειδὰν μὲν λέγῃ «καὶ ἐξ οὗ ὁ λόγος ἐκπέμπεται, ἐκεῖνο εἶναι τὸ κυριεῦον τῆς ψυχῆς μέρος» ἀντιληψόμεθα τοῦ λόγου καὶ φήσομεν, ὑφʼ οὗ μὲν ὁ λόγος ἐκπέμπεται, τὸ κυριεῦον ὑπάρχειν, οὐ μὴν ἐξ οὗ γε. κατὰ δὲ τὸν αὐτὸν τρόπον κἀπειδὰν εἴπῃ «τὸ γὰρ ὅλον ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίνεσθαι» οὐχ «ὅθεν» φήσομεν, ἀλλʼ ὑφʼ οὗ μέρους ὁ λόγος ἐκπέμπεται, καὶ τὸ λογίζεσθαι κατʼ ἐκεῖνό τε καὶ ἐν ἐκείνῳ γίγνεσθαι.

`2.5.59–2.5.61`

δῆλον γὰρ δὴ ὅτι τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐκεῖ ὁ Χρύσιππος εἴρηκεν, ὅπερ ἴσον δύναται τῷ ἐν ἐκείνῳ τῷ μέρει τοῦ σώματος. οὐ γὰρ δὴ τό γε εἰς ἐκεῖνο τὸ μόριον ἡγητέον αὐτὸν βούλεσθαι δηλοῦν ἐν τῷ λέγειν ἐκεῖσε, κἂν ὅτι μάλιστα τὸ μὲν ἐκεῖσε εἰς τόπον ᾖ δηλοῦν, τὸ δὲ ἐκεῖ ἐν τόπῳ. σολοικίζειν γὰρ μᾶλλον ὑποληπτέον ἐν τῇ φωνῇ τὸν Χρύσιππον ἤπερ οὕτω προφανῶς ἀδιανόητα λέγειν· τὸ μὲν γὰρ ἱκανῶς σύνηθες αὐτῷ καὶ μόνον οὐ καθʼ ἑκάστην ῥῆσιν γινόμενον, τὸ δʼ ἀδιανόητα λέγειν οὐδαμῶς. ἐνίοτε γάρ που καὶ ψευδῆ λέγει, καθάπερ καὶ κατὰ τοῦτον τὸν λόγον, ἀλλʼ οὐκ ἀδιανόητά γε· διαφέρει γὰρ πάμπολυ τὸ ψεῦδος τοῦ ἀδιανοήτου.

`2.5.62–2.5.65`

ἐπεὶ τοίνυν τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐκεῖ πιθανώτερόν ἐστιν εἰρῆσθαι πρὸς τοῦ Χρυσίππου, γένοιτʼ ἂν ἡ ῥῆσις εἰς τὴν τῶν Ἑλλήνων διάλεκτον μεταληφθεῖσα τοιάδε· «ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖ δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι, τουτέστιν ἐν ἐκείνῳ τῷ μορίῳ.» τοῦτο δὲ φήσομεν ἄντικρυς εἶναι ψεῦδος. οὐ γάρ, εἴ τι κατὰ προαίρεσιν ἔκ τινος ἐκπέμπεται, κατʼ ἐκεῖνο τὸ μόριον δείκνυται τὴν διάνοιαν ὑπάρχειν, καθάπερ οὐδὲ τὸ οὖρον οὐδὲ τὸ πτύελον οὐδὲ ἡ κόρυζα οὐδὲ τὸ ἀποπάτημα. φαίνετοι τοίνυν τοῦτο σφῆλαν τόν τε Ζήνωνα πρῶτον καὶ μάλιστα καὶ μετʼ αὐτὸν ἤδη τοὺς ἄλλους Στωϊκούς, οὐχ ἥκιστα δὲ καὶ τὸν Χρύσιππον, ὅσον γε ἐπὶ τῇ προγεγραμμένῃ ῥήσει. κατὰ μὲν γὰρ ἄλλην τινὰ μετʼ οὐ πάνυ πολὺ ταύτης γεγραμμένην ἠναγκάσθη τὸ ἀληθὲς ὁμολογῆσαι. ἀναγκασθῆναι δὲ εἶπον αὐτόν, ὅτι λόγον ἕτερον ἀνατρέψαι βουλόμενος ὡς οὐκ ἀληθῆ κἄπειτα τὸ τῆς ἀντιλογίας εἶδος αἰσθόμενος οὐδὲν ἧττον ἐπιστρέφον καὶ καθʼ ἑαυτοῦ συνανατρέψαι καὶ τὸν ἴδιον οὐκ ὤκνησε τῷ τῶν ἑτεροδόξων.

`2.5.66–2.5.68`

ἐχρῆν δʼ αὐτὸν ἢ μὴ ταῦτα γράφειν ἢ μὴ ἐκεῖνα καὶ μάλιστα πλησίον οὕτως ἀλλήλων. εἰ μὲν γὰρ ἀληθὴς οὗτος ὁ λόγος, οὐκ ἀληθὴς ἐκεῖνος, εἰ δʼ ἐκεῖνος ὑγιής, κίβδηλος οὗτος. ἡμεῖς μὲν οὖν ἐπιστημονικαῖς μεθόδοις γεγυμνασμένοι γνωρίζειν τε καὶ διακρίνειν δυνάμεθα τόν τε ἀληθῆ καὶ τὸν ψευδῆ· τοῖς δʼ ἀγυμνάστοις οὐ σμικρὸν ἂν εἴη ζήτημα πότερον αὐτῶν ἕλωνται. παραγράψω δὴ καὶ τὴν ῥῆσιν αὐτὴν ἐν ᾗ δείκνυσιν ὁ Χρύσιππος ὡς οὐκ ἔστιν ὁ προγεγραμμένος λόγος ἀποδεικτικός.

`2.5.69–2.5.70`

ἔστι δὲ τοιάδε· «Ἔχει δʼ ὡς ἔφην πλείονα αὐτοῖς ἐπὶ πᾶσι, μή ποτʼ εἰ καὶ τοῦτο δοθείη, καθάπερ ἐπιπορεύονται, ἀπὸ τῆς κεφαλῆς εἶναι τὴν ἀρχὴν ἐπὶ τὰ εἰρημένα μέρη ἐπιζητήσωμεν· σχεδὸν γάρ, οἷα ἄν τινα λέγοιεν περὶ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους φέρεσθαι διὰ τῆς φάρυγγος, ἀπὸ τῆς κεφαλῆς ποιᾶς τινος καταρχῆς γιγνομένης, τοιαῦτʼ ἔξεστι λέγειν, ἐν τῇ καρδίᾳ μὲν τοῦ ἡγεμονικοῦ ὄντος, τῆς δὲ τῶν κινήσεων ἀρχῆς ἀπὸ τῆς κεφαλῆς οὔσης.»

`2.5.71–2.5.72`

ὃ γὰρ δὴ βούλεται λέγειν ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει, τοιοῦτόν ἐστιν· εἰ καὶ συγχωρήσειέ τις ἀρχὴν εἶναι νεύρων τὴν κεφαλήν, οὐ πάντως ἐν αὐτῇ συγχωρήσει καὶ τὸ ἡγεμονικὸν ὑπάρχειν. ἃ γὰρ ἐκεῖνοι δύνανται λέγειν ὑπὲρ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους διὰ τῆς φάρυγγος ἐκφέρεσθαι τὴν ἀρχὴν τῆς ἐνεργείας τοῖς μορίοις ἐπιπεμπούσης τῆς κεφαλῆς, τοιαῦτʼ ἔξεστι λέγειν ὑπὲρ τῶν νεύρων ἡμῖν, ὡς ἐκ μὲν τῆς κεφαλῆς ἀρχομένων, ἀπὸ δὲ τῆς καρδίας τὴν ἐνέργειαν ἐχόντων.

`2.5.73–2.5.80`

ὥσθʼ ὅτι δυνατόν ἐστιν ἐκ τοῦ στήθους τε καὶ διὰ τῆς φάρυγγος ἐκπέμπεσθαι τὴν φωνήν, ἀρχὴν τῆς κινήσεως τοῖς ἐνταῦθα μορίοις παρεχούσης τῆς κεφαλῆς, αὐτὸς ὁ Χρύσιππος ὡμολόγησεν. οὔκουν χρηστέον ἐστὶν ὡς ἀποδεικτικῷ τῷ λόγῳ, καθάπερ οἱ πλεῖστοι τῶν Στωϊκῶν ὑπειλήφασιν. ἐπιχειρεῖται γὰρ ὡς εἶπον ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὅθεν καὶ λείπειν ἡγητέον τῷ τοῦ Ζήνωνος λόγῳ λήμματα πρὸς τὸ τελέως ἠρωτῆσθαι. δειχθείη δὲ ἂν ἐναργέστερον τοῦτο τῶν λημμάτων μεταληφθέντων ἐπὶ τὸ σαφέστερον, ὡς εἶναι τὸν λόγον τοιόνδε· «φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. εἰ δὲ ἦν ἐκ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν ἐκπέμπεται. λόγος δὲ ἐκ διανοίας ἐκπέμπεται. ὥστʼ οὐκ ἔστιν ἐν τῷ ἐγκεφάλῳ ἡ διάνοια.» τὸ μὲν οὖν πρῶτον λῆμμα τῶν πρὸς αἴσθησιν ἐναργῶν ἐστιν, ὥστʼ οὐδʼ ἀποδείξεως αὐτὸ δεῖται· πιστὰ γὰρ ἐξ αὑτῶν ὑπάρχει πάντα τὰ πρὸς αἴσθησιν ἐναργῆ. τὸ δὲ δεύτερον οὔτε τῶν πρὸς αἴσθησιν οὔτε τῶν πρὸς νόησιν ἐναργῶν ἐστι· τὴν ἀρχὴν γὰρ οὐδὲ ἐκ τῶν πρώτων ἀξιωμάτων ὑπάρχει· ἀλλʼ ἐχρῆν ὧδέ πως ἐρωτηθῆναι τὸν λόγον, εἴπερ ἐκ τῶν πρώτων τε καὶ ἀποδεικτικῶν ἤμελλεν ἄρχεσθαι· « φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. πᾶν δὲ τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται. οὐκ ἔστι δὲ ἐγκέφαλος τῇ φάρυγγι συνεχής· οὐκ ἄρα ἐξ ἐγκεφάλου ἐκπέμπεται.» μετὰ δὲ τοῦτον τὸν λόγον αὖθις ἕτερον ἐχρῆν ἐρωτᾶσθαι τὸ συμπέρασμα λῆμμα ποιησάμενον, ὡς εἶναι τοιόνδε τι· «ὅθεν ἡ φωνὴ ἐκπέμπεται, ἐκεῖθεν καὶ ἡ σημαίνουσα φωνή, τουτέστιν ὁ λόγος. ἐκ δὲ διανοίας ὁ λόγος ἐκπέμπεται, ἀλλʼ οὐκ ἐκ τοῦ ἐγκεφάλου· οὐκ ἄρα ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια». οὕτω μὲν ἐχρῆν ἠρωτῆσθαι τοὺς λόγους ὑπὸ τοῦ Ζήνωνος, εἰ μηδὲν τῶν λημμάτων ἤμελλεν μήτε παραλειφθήσεσθαι μήτε ἐκ περιττοῦ παραληφθήσεσθαι. ἔνεστι δὲ καὶ συντομώτερον ἔτι κατὰ τόνδε τὸν τρόπον ἐρωτῆσαι συνθέντα τοὺς λόγους ἀμφοτέρους ἐς ταὐτόν· « ὁ λόγος διὰ φάρυγγος ἐκπέμπεται. πᾶν δὲ τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται. ὥστε καὶ ὁ λόγος ἐκ τῶν συνεχῶν τῇ φάρυγγι μορίων ἐκπέμπεται. ἐγκέφαλος δὲ οὐκ ἔστι συνεχὴς τῇ φάρυγγι· οὐκ ἄρα ἐξ ἐγκεφάλου λόγος ἐκπέμπεται, ἀλλὰ καὶ ἐκ τῆς διανοίας ἐκπέμπεται· οὐκ ἄρα ἐν ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια.»

`2.5.81`

— ἔξεστι δὲ δηλονότι καὶ τὸ κυριεῦον εἰπεῖν ἀντὶ τοῦ τῆς διανοίας ὀνόματος, ὡσαύτως δὲ καὶ τὸ ἡγεμονικὸν καὶ τὸ ἡγεμονοῦν καὶ τὸ ἡγούμενον καὶ τὸ δεσπόζον καὶ τὸ ἄρχον καὶ τὸ λογιζόμενον καὶ τὸ νοοῦν καὶ τὸ φρονοῦν· οὐδὲν γὰρ διαφέρειν ἡγητέον ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ ταὐτὸ φυλάττων τὸ ὑποκείμενον πρᾶγμα. —

`2.5.82`

εἰ οὕτως ἅπαντες ἠρωτήκεσαν τὸν λόγον καὶ μὴ τὸ ἀναγκαιότατον τῶν λημμάτων παραλελοίπεσαν, ἐν ᾧ δηλοῦται τὸ πᾶν τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεσθαι, τὰ δὲ οὐκ ἀναγκαῖα μὴ μάτην προσετεθήκεσαν, εὐφώρατος ἂν ἦν ὁ λόγος ἀπό τε τῆς ἀπὸ προθέσεως ἐπιχειρεῖν ὡρμημένος οὐκ ἀποδεικνύς τε τὸ προκείμενον.

`2.5.83–2.5.84`

εἰ μὲν γὰρ ἡ ἐξ πρόθεσις ἐγκέοιτο κατὰ τὸ λῆμμα τὸ λέγον ἀπὸ τῆς διανοίας ἐκπέμπεσθαι τὸν λόγον, ψευδὲς εἶναι φήσομεν αὐτό· μὴ γὰρ ἐκ τῆς διανοίας ἀλλʼ ὑπὸ τῆς διανοίας αὐτὸν ἐκπέμπεσθαι· εἰ δὲ τὴν ὑπὸ πρόθεσιν ἐκ τῆς ἀπό δηλουμένην νομίζομεν, ὡς εἶναι τὸ λῆμμα τοιοῦτον· «ὁ λόγος ὑπὸ τῆς διανοίας ἐκπέμπεται», τὸ μὲν λῆμμα φήσομεν ἀληθὲς ὑπάρχειν, ἀπέραντον δὲ εἶναι τὸν λόγον, ὡς ἂν μηκέτι πάντων τῶν λημμάτων ὁμοίως ἠρωτημένων, ἀλλὰ τῶν μὲν τὴν ἐξ, τῶν δὲ τὴν ὑπὸ πρόθεσιν ἐχόντων.

`2.5.85`

εἰ δέ γε πάνθʼ ὁμοίως ἐρωτηθείη, κατὰ μὲν τὴν ἐξ πρόθεσιν ἐν τῷ προτέρῳ λήμματι γενήσεται τὸ ψεῦδος, κατὰ δὲ τὴν ὑπὸ τουτὶ μὲν ἀληθὲς ἔσται, τὸ καθόλου δὲ τὸ παραλελειμμένον ὑπʼ αὐτῶν, ὡσαύτως δὲ καὶ τὸ κατὰ μέρος, ἄμφω ψευδῆ.

`2.5.86`

τὸ μὲν γὰρ καθόλου γενήσεται τοιοῦτον· «ἅπαν τὸ διά τινος ἐκπεμπόμενον ὑπὸ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται», τὸ δὲ κατὰ μέρος· «ὁ λόγος ὑπὸ τῶν συνεχῶν τῇ φάρυγγι μορίων ἐκπέμπεται.» οὐ γὰρ ὑπὸ τῶν συνεχῶν, ἀλλʼ ἐκ τῶν συνεχῶν ἀληθῶς ἂν λέγοιτο.

`2.5.87–2.5.89`

δέδεικται τοίνυν ἤδη σαφῶς τὸ κυριώτατον τῶν λημμάτων παραλελειμμένον αὐτοῖς ἢ ἑκοῦσι σοφιστικῶς ἢ ἄκουσιν ὑπὸ ἀγυμνασίας τῆς μεθόδου. διὸ καὶ παρακρούονται τὸν ἀκροατὴν οὐ δυνάμενον ἀκριβῶς διελέσθαι πότερον τῶν λημμάτων ἐστὶν ἀληθές, εἴτε τὸ κατὰ τὴν ἐξ πρόθεσιν ἠρωτημένον εἴτε τὸ κατὰ τὴν ὑπό· τὴν ἀρχὴν μὲν γὰρ οὐδὲ λέγουσιν αὐτὸ κατά γε τὴν λέξιν, εἰς δέ γε τὴν σύστασιν τοῦ λόγου παντὸς ὡς εἰρηκότες προσχρῶνται. τὸ γὰρ «εἰ δʼ ἦν ἀπὸ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο» κατὰ τὴν τοῦ παραλελειμμένου λήμματος δύναμιν ἀληθὲς εἶναι φαντάζεται.

`2.5.90–2.5.92`

πᾶσιν οὖν τοῖς ἁμαρτήμασιν ὁ τοῦ Ζήνωνος λόγος ὑπεύθυνός ἐστι κατὰ τὸ δεύτερον τῶν λημμάτων τὸ νυνί μοι λελεγμένον· πρῶτον μὲν ὅτι τὴν ἀπὸ πρόθεσιν ἐν αὐτῷ παρέλαβεν δέον ἤτοι τὴν ἐξ ἢ τὴν ὑπό· δεύτερον δʼ ὅτι τὰ κυριώτατα παρέλιπε, τό τε καθόλου, τὸ «πᾶν δὲ τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν μορίων αὐτῷ ἐκπέμπεται», τό τε κατὰ μέρος, ὅτι ἡ φωνὴ καὶ ὁ λόγος ἐκ τῶν συνεχῶν τῇ φάρυγγι μορίων ἐκπεμφθήσεται. τούτων γὰρ οὕτω διορισθέντων εἰ μὲν κατὰ τὴν ἐξ πρόθεσιν ἅπαντα ἐρωτηθείη τὰ λήμματα, ψεῦδος ἔσται τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι· εἰ δὲ κατὰ τὴν ὑπό, τό τε καθόλου τὸ νυνὶ λελεγμένον μοι, τὸ πᾶν τὸ διά τινος ἐκπεμπόμενον ὑπὸ τῶν συνεχῶν ἐκπέμπεσθαι, καὶ τὸ κατὰ μέρος, τὸ τὸν λόγον ὑπὸ τῶν συνεχῶν τῇ φάρυγγι μορίων ἐκπέμπεσθαι. εἰ δὲ μικτῶς ἐρωτηθείη κατά τινα μὲν λήμματα τῆς ἐξ προθέσεως ἀκριβῶς παραλαμβανομένης, καθʼ ἕτερα δὲ τῆς ὑπό, καθάπερ κἀν τῷ τὸν λόγον ὑπὸ τῆς διανοίας ἐκπέμπεσθαι, τῶν μὲν λημμάτων οὐδὲν μεμψόμεθα, τὸν ὅλον δὲ λόγον ἀπέραντον ὑπάρχειν ἐροῦμεν· οὐ γὰρ ἔτι συναφθήσονται πρὸς ἀλλήλας αἱ κύριαι τοῦ συμπεράσματος προτάσεις.

`2.5.93`

ἔστι γὰρ αὐτῶν ἡ μὲν ἑτέρα τοιαύτη· «ὁ λόγος ὑπὸ τῆς διανοίας ἐκπέμπεται», ἡ δὲ ἑτέρα «ὁ λόγος ἐκ τοῦ ἐγκεφάλου οὐκ ἐκπέμπεται». ἐχρῆν δέ γʼ ἀμφοτέρας ἤτοι κατὰ τὴν ὑπὸ πρόθεσιν ἢ κατὰ τὴν ἐξ ἠρωτῆσθαι, ἵνʼ ἐπιφέρηταί τι κοινὸν αὐταῖς συμπέρασμα.

`2.5.94`

Τάχʼ ἂν ἔτι πλείω λέγειν ὑπὲρ τῆς τοῦ λόγου μοχθηρίας ἐπειρώμην, εἰ μὴ καὶ ὁ Χρύσιππος ἐγνώκει τε τὴν ἀτοπίαν αὐτοῦ καὶ τὸν τρόπον τῆς ἀντιλήψεως αὐτὸς ἐγεγράφει διʼ ἧς ὀλίγον ἔμπροσθεν παρεθέμην ῥήσεως ἐγχωρεῖν φάσκων ἐκ τῶν κατὰ τὰ στήθη μερῶν ἐκπέμπεσθαι τὸν λόγον τὴν ἀρχὴν τῆς κινήσεως ἐπιπεμπούσης τῆς κεφαλῆς, ὥσπερ γε καὶ τὰ νεῦρα πάντα τὴν ἔκφυσιν ἐκ τῆς κεφαλῆς ἔχοντα τὴν ἀρχὴν τῆς δυνάμεως ἀπὸ τῆς καρδίας λαμβάνειν.

`2.5.95–2.5.97`

ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ καὶ διὰ τοῦτʼ ἄν τις αὐτῷ καὶ μᾶλλον μέμψαιτο, διότι καὶ κατιδὼν τὸ ἀληθὲς ὅμως οὐ χρῆται· τὰ δὲ ἀπὸ τῆς θέσεως ἐπικεχειρημένα καὶ τούτων ὅσα μᾶλλον ποιηταὶ μαρτυροῦσιν ἢ οἱ πολλοὶ τῶν ἀνθρώπων ἢ ἐτυμολογία τις ἤ τι τοιοῦτον ἕτερον, οὐκ ὀρθῶς. κάλλιον γὰρ ἦν ἐπιμείναντα τοῖς κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ὑποβαλλομένοις λήμμασιν ἐξετάσαι τε καὶ κρῖναι διὰ τῆς αἰσθήσεως. αὐτὸς δὲ ὥσπερ οὐ κατʼ ἐπιστήμην, ἀλλὰ κατὰ τύχην εἰρηκὼς τὸ ἀληθὲς ἀπεχώρησέ τε τῆς ζητήσεως αὐτοῦ καὶ ποιητὰς ἐπάγεται μάρτυρας.

`2.6.1–2.6.2`

ὅπερ οὖν ὁ Χρύσιππος ἐθεάσατο μὲν οὐκ ἐπεξῆλθε δὲ τῷ λόγῳ, τοῦτʼ ἐγώ μοι δοκῶ προσθήσειν. ἐπειδὴ γὰρ ἐγχωρεῖ, κἂν ὅτι μάλιστα πάντων τῶν νεύρων ἐγκέφαλος ἀρχὴ φαίνηται, τὴν καρδίαν ἐπιπέμπειν αὐτῷ δύναμιν αἰσθητικήν τε καὶ προαιρετικήν, ὡσαύτως δὲ κἂν ἐκ τῶν κατὰ τὸν θώρακα μορίων ὁ λόγος ἐκπέμπηται, τὴν ἀρχὴν τῆς κινήσεως αὐτῶν ἀπʼ ἐγκεφάλου καταφέρεσθαι, ζητητέον ἐφεξῆς ἐστι, πότερον οὐδέτερον οὐδετέρῳ μεταδίδωσιν οὐδεμιᾶς δυνάμεως ἢ τὸ ἕτερον τῷ ἑτέρῳ.

`2.6.3–2.6.5`

γένοιτο δʼ ἂν ἡ ζήτησις ὧδε. τὰ συνάπτοντα τὴν καρδίαν ἐγκεφάλῳ διασκέψασθαι χρὴ κατὰ τὰς τῶν ζῴων ἀνατομὰς ὁπόσα τʼ ἐστὶ καὶ ὁποῖα, κἄπειτα κατὰ τὸν τράχηλον ἕκαστον αὐτῶν ἢ τέμνειν ἢ θλᾶν ἢ βρόχοις διαλαμβάνειν, εἶτʼ ἐπισκέπτεσθαι τίνα καταλαμβάνει τὸ ζῷον παθήματα. συνάπτει δὲ καρδίαν ἐγκεφάλῳ τὰ τρία γένη τῶν ἀγγείων, ἅπερ δὴ καὶ παντὸς τοῦ σώματος ὑπάρχει κοινά, φλέβες καὶ ἀρτηρίαι καὶ νεῦρα, φλέβες μὲν αἱ σφαγίτιδες ὀνομαζόμεναι, ἀρτηρίαι δὲ αἱ καρωτίδες, νεῦρα μὴν τὰ ταύταις ταῖς ἀρτηρίαις παραπεφυκότα. τὰς μὲν δὴ σφαγίτιδας φλέβας ἢ τὰς καρωτίδας ἀρτηρίας οὐχ ἁπλῶς χρὴ τέμνειν, ὥσπερ τὰ νεῦρα, τεθνήξεται γὰρ εὐθέως τὸ ζῷον αἱμορραγίᾳ λάβρῳ συσχεθέν, ἀλλʼ ἄμεινον βρόχοις ἰσχυροῖς διαλαβόντα πρῶτον ἔν τε τοῖς ἄνω καὶ κάτω μέρεσι τοῦ τραχήλου τὸ μέσον τῶν βρόχων διατέμνειν, ὡς μηδεμίαν αἱμορραγίαν ἀκολουθῆσαι·

`2.6.6`

τὰ νεῦρα δὲ εἴτε θλᾶν εἴτε διαλαμβάνειν ἐθέλοις βρόχοις τισὶν ἢ τοῖς αὑτοῦ δακτύλοις εἴτε τέμνειν, ἐφʼ ἅπασι τούτοις τοῖς παθήμασιν ἓν καὶ ταὐτὸν ἀκολουθήσει σύμπτωμα τῷ ζῴῳ· ἄφωνον ἔσται παραχρῆμα, τῶν δὲ ἄλλων ἐνεργειῶν οὐδεμίαν οὔτʼ ἐν τῷ παραυτίκα βεβλαμμένον οὔτʼ ἐξ ὑστέρου φανεῖται.

`2.6.7–2.6.9`

τῶν ἀρτηριῶν δέ γε βρόχοις διαληφθεισῶν ἢ ὡς εἴρηται τμηθεισῶν ἄφωνον μὲν ἢ καρῶδες, ὡς οἱ πλεῖστοι τῶν μεθʼ Ἱπποκράτην κακῶς ἀνατεμόντων ἔγραψαν, οὐκ ἔσται τὸ ζῷον, αἱ δὲ ἀνωτέρω τῶν τρωθεισῶν ἀρτηριῶν ἅπασαι τελέως ἄσφυκτοι γενήσονται. τὰς δὲ φλέβας οὔτε βρόχοις διαλαμβάνων οὔθʼ ὡς εἴρηται τέμνων ὄψει τινὰ σαφῶς ἐνέργειαν ἀπολλυμένην. ἐκ τούτων τῶν φαινομένων ἕτοιμόν ἐστι συλλογίσασθαι μήτε τὴν καρδίαν εἰς τὴν τῶν σφυγμῶν κίνησιν ἐγκεφάλου τι προσδεῖσθαι μήτε τὸν ἐγκέφαλον καρδίας, ἵνʼ αἰσθάνηταί τε καὶ κατὰ προαίρεσιν ἐνεργῇ τὸ ζῷον.

`2.6.10–2.6.13`

ὅτι μὲν γὰρ οὐδὲν ἡ καρδία πρὸς τὴν οἰκείαν κίνησιν ἐγκεφάλου δεῖται, δῆλόν ἐστιν ἐκ τοῦ καὶ τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν καὶ τῶν νεύρων τῶν προειρημένων βρόχοις διαληφθέντων ὁμοίως ἔτι σφύζειν αὐτὴν καὶ τὰς καθʼ ὅλον τὸ ζῷον ἀρτηρίας· αἱ γὰρ ἀνωτέρω τῶν βρόχων μόναι παντάπασιν ἄσφυκτοι γίγνονται τοῦ συνεχοῦς αὐτῶν μέρους τοῦ μέχρι καρδίας ὡσαύτως ταῖς ἄλλαις σφύζοντος. ὅτι δὲ οὐ τῶν ἐξ ἐγκεφάλου δυνάμεων ἡ καρδία τὴν πρώτην ἀρχὴν ἔχει, μάθοις ἂν ἐκ τοῦ πάντων τῶν εἰρημένων νεύρων ἤτοι τμηθέντων ἢ βρόχοις διαληφθέντων ἄφωνον μόνον γίγνεσθαι τὸ ζῷον, εἰσπνεῖν μέντοι καὶ ἐκπνεῖν ἀκωλύτως κατʼ ἀμφοτέρας τὰς διαφορὰς τῶν ἔμπροσθεν εἰρημένων εἰσπνοῶν τε καὶ ἐκπνοῶν, οὕτω δὲ κἀν τοῖς τέσσαρσι κώλοις ἔτι καὶ νῦν ἐνεργεῖν, καὶ καθάπερ καὶ πρόσθεν ἀκούειν τε καὶ βλέπειν καὶ πᾶσαν αἴσθησιν αἰσθάνεσθαι. μόνη γάρ, ὡς εἴρηται, φωνὴ διαφθείρεται τοῦ ζῴου τμηθέντων τῶν παρὰ ταῖς ἀρτηρίαις νεύρων. ὅσοι δὲ τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἐπὶ ταῖς εἰρημέναις ἀρτηρίαις ἤτοι τμηθείσαις ἢ ὡς εἴρηται διαληφθείσαις ᾤοντο καροῦσθαι τὸ ζῷον, εἶτʼ ἐκ τούτου συνελογίζοντο τὴν καρδίαν ἐγκεφάλῳ χορηγεῖν αἴσθησίν τε καὶ κίνησιν, ἐσφάλθαι μὲν αὐτοὺς ὑποληπτέον ἐν τῇ περὶ τὸ φαινόμενον ἐμπειρίᾳ, τὸ δʼ ἐξ ὑποθέσεως ἀκολουθοῦν ἀκριβῶς ἑωρακέναι·

`2.6.14`

εἴπερ γὰρ ὄντως ἐγίγνετο καρῶδες τὸ ζῷον, ὅπερ αὐτοῖς ὄνομα βούλεται σημαίνειν τὸ ἀναίσθητόν τε καὶ ἀκίνητον, ἐξ ἀνάγκης ἂν ἀκολουθεῖν τὸ τὴν καρδίαν ἐπιπέμπειν ἐγκεφάλῳ τὴν πρώτην ἀρχὴν αἰσθήσεώς τε καὶ κινήσεως, ἣν αὐτὸς ἅπαντι τῷ σώματι διὰ νεύρων χορηγεῖ, ὥστʼ εἶναι δευτέραν τινὰ ἀρχὴν αὐτόν, οὐκ ἀκριβῶς πρώτην, ἀνάλογον ὑπάρχῳ μεγάλου βασιλέως.

`2.6.15–2.6.16`

ἀποδεδειγμένου γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ἡ μὲν καρδία τῶν ἀρτηριῶν ὁ δʼ ἐγκέφαλος τῶν νεύρων ἐστὶν ἀρχή, περαίνοιτʼ ἄν, εἴπερ ἀληθὲς ἦν τὸ λεγόμενον, ὡς ἡ καρδία διὰ τῶν ἀρτηριῶν ἐγκεφάλῳ χορηγεῖ δύναμιν ψυχικήν. οὐ μὴν ἀληθές γʼ ἐστίν, ἀλλὰ κατεψεύσαντο τοῦ φαινομένου κατὰ τὰς ἀνατομάς. καρῶδες μὲν γὰρ οὐδʼ ἐπὶ τοῖς νεύροις τμηθεῖσι γίγνεται τὸ ζῷον, μήτι γε δὴ ταῖς ἀρτηρίαις· ἄφωνον δὲ τῶν νεύρων μὲν βλαβέντων γίγνεται, τῶν ἀρτηριῶν δʼ οὐ γίγνεται καὶ πολὺ δὲ μᾶλλον ἔτι τῶν φλεβῶν.

`2.6.17`

ἀλλʼ οἱ πλεῖστοι τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἅμα ταῖς ἀρτηρίαις τὰ νεῦρα τοῖς βρόχοις διαλαμβάνοντες, εἶτα ἄφωνον ὁρῶντες αὐτίκα τὸ ζῷον γιγνόμενον ἀρτηριῶν τὸ πάθος ᾠήθησαν ὑπάρχειν καὶ κάρον ὠνόμασαν, οὐκ ὀρθῶς, οἶμαι, εἰ μή τι ἄρα τὴν ἀφωνίαν ἐθέλουσιν ὀνομάζειν κάρον· οὕτω γὰρ ἂν ὀνόματι μόνον σφάλλοιντο κατά γε τοῦτο, περὶ δὲ τὸ πρᾶγμα αὐτὸ ἁμαρτάνοιεν, εἴπερ ἐπὶ ταῖς ἀρτηρίαις ὑπολαμβάνοιεν ἄφωνον γίγνεσθαι τὸ ζῷον.

`2.7.1–2.7.3`

Ἐγὼ μὲν δή μοι δοκῶ τὸ κελευσθὲν ὑπὸ τοῦ Χρυσίππου πεπραχέναι ζητήσας εἴτʼ ἀπὸ καρδίας ἐγκεφάλῳ δύναμίς τις εἴτʼ ἀπʼ ἐγκεφάλου τῇ καρδίᾳ χορηγεῖται. Χρύσιππος δʼ αὐτὸς ὀλιγώρως ἐσχηκέναι φαίνεται περὶ τὴν τοῦ πράγματος ἔρευναν ἰδὼν μὲν τὴν ὁδὸν ᾗ χρὴ τὸ ζητούμενον ἁλῶναι, μὴ χρησάμενος δὲ αὐτῇ. μέμφομαι δʼ αὐτῷ καὶ διότι καθʼ ἓν βιβλίον ἐναντία λέγειν ὑπέμεινεν οὐκ ἀπὸ μακροῦ διαστήματος ἀλλήλων, ἔμπροσθεν μὲν ὡς ἀποδεικτικὸν γράψας τὸν τοῦ Ζήνωνος λόγον, ἐπὶ προήκοντι δὲ τῷ συγγράμματι δεικνὺς αὐτοῦ τὴν λύσιν.

`2.7.4–2.7.5`

εὑρίσκω δʼ οὐχ ἥκιστα τὸν Χρύσιππον καὶ ἄλλας τινὰς ἐναντιολογίας ἐν αὐτῷ τούτῳ τῷ λόγῳ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ πεποιημένον. ἐν ἀρχῇ γὰρ προειπὼν ὡς τὰ μὲν ἄλλα μέρη τῆς ψυχῆς ἐν οἷς ἐστι τοῦ ζῴου μορίοις ὁμολογεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μόνου ζητεῖται διὰ τὸ μήτε αἴσθησιν ἐκφανῆ μηδεμίαν εἶναι αὐτοῦ μήτʼ ἐναργές τι τεκμήριον, ὀλίγον ὕστερον ὡς περὶ φαινομένου τοῦ μέρους διαλέγεται.

`2.7.6–2.7.7`

ἔχουσι δὲ αἱ ῥήσεις αὐτοῦ τόνδε τὸν τρόπον· «οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς οὔτε αἰσθήσεως ἐκφανοῦς γιγνομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχεν, οὔτε τῶν τεκμηρίων διʼ ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν οὐδʼ ἐπὶ τοσοῦτον ἀντιλογία προῆλθεν ἰατροῖς τε καὶ φιλοσόφοις.» ταῦτα προειπὼν ὁ Χρύσιππος ἐφεξῆς φησιν ὡς ἅπαντες ἄνθρωποι τῶν τῆς διανοίας παθῶν αἰσθάνονται κατά τε τὸν θώρακα καὶ τὴν καρδίαν.

`2.7.8`

ἔχει δὲ καὶ ἥδε ἡ ῥῆσις ὧδε· «κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦθʼ ὡσανεὶ αἰσθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων καὶ μάλιστα καθʼ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν φόβων καὶ τῶν λυπῶν λέγω καὶ ἐπὶ τῆς ὀργῆς καὶ μάλιστα τοῦ θυμοῦ.»

`2.7.9–2.7.10`

κατὰ τήνδε τὴν ῥῆσιν, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν ὡσανεὶ προσέθηκεν οὐ τολμήσας ἄντικρυς εἰπεῖν αἰσθάνεσθαι τοὺς ἀνθρώπους τῶν κατὰ τὴν διάνοιαν παθῶν ἐν τῷ θώρακι γιγνομένων· «ὡσανεὶ» γὰρ ἔφη «συναισθανόμενοι». μικρὸν δʼ ὕστερον καὶ τὸ «ὡσανεὶ» περιελὼν οὑτωσὶ γράφει· «ἡ γὰρ περὶ τὴν διάνοιαν γιγνομένη ταραχὴ καθʼ ἕκαστον τούτων αἰσθητῶς περὶ τοὺς θώρακάς ἐστιν»·

`2.7.11–2.7.12`

εἶτʼ ἐφεξῆς· «τῆς μὲν γὰρ ὀργῆς γιγνομένης ἐνταῦθα εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθα εἶναι», καὶ πάλιν ἐν τοῖς ἑξῆς τοῦ συγγράμματος «καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη» φησί «φαίνεται περὶ τὸν θώρακα γιγνόμενα καὶ τὰ τῶν ἐρώντων», καὶ λοιπὸν οὐκέτι παύεται περὶ τῶν παθῶν διαλεγόμενος ὡς ἔν τε τῷ θώρακι καὶ περὶ τὴν καρδίαν μάλιστα συνίστασθαι φαινομένων. ὥστʼ ἔγωγε θαυμάζω τἀνδρός, ὅπως τὸ κατʼ ἀρχὰς ὑφʼ ἑαυτοῦ γραφόμενον οὐκ ἐξήλειψεν, ἔνθα φησὶν οὔτʼ αἴσθησιν οὐδεμίαν ἐκφανῆ γίγνεσθαι ποῦ τὸ κύριον τῆς ψυχῆς μέρος, οὔτε τεκμήριον· οὐ γὰρ ἂν ἐπὶ τοσοῦτον διενεχθῆναι πρὸς ἀλλήλους ἰατρούς τε καὶ φιλοσόφους.

`2.7.13–2.7.15`

ἢ εἴπερ ἀρέσκεται τῷδε τῷ λόγῳ, πῶς οὐκ ᾐδέσθη πάλιν ἐν τοῖς ἑξῆς αἰσθήσει τε κρίνων τὸ δόγμα καὶ «φαίνεται» λέγων; ἐγὼ δή μοι δοκῶ, καθάπερ ὀλίγον ἔμπροσθεν ἔπραξα τὸν ἀληθέστερον ἑλόμενος λόγον ὃν ὁ Χρύσιππος ἔγραψε πρὸς ἑαυτὸν ἐναντιολογούμενος, οὕτω καὶ νῦν ποιήσειν. οὐδεμία γὰρ αἴσθησις ἡμῖν γίγνεται τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ κατὰ τὴν καρδίαν ἢ τὸν θώρακα περιεχομένου καὶ διὰ τοῦτʼ ἐπαινῶ μὲν τὰ πρῶτα τοῦ Χρυσίππου, διʼ ὧν ὁμολογεῖ τὸ ἀληθές, οὐκ ἐπαινῶ δὲ ἐν οἷς καταψεύδεται τῆς αἰσθήσεως.

`2.7.16–2.7.18`

οὐ γὰρ ἓν ἔτʼ ἐνταῦθα δοκεῖ μοι σφάλλεσθαι κατὰ τὸν λόγον, ἀλλὰ δύο μεγάλα· πρῶτον μέν, ὅτι παντὸς τοῦ σώματος ἐν τοῖς τῆς ψυχῆς πάθεσιν ἐναργῶς ἀλλοιουμένου καὶ ποτὲ μὲν ὠχριῶντός τε καὶ καταψυχομένου καὶ τρέμοντος, ὡς ἐν τοῖς φόβοις φαίνεται γιγνόμενον, ἔστιν ὅτε δʼ ἐρυθριῶντός τε καὶ θερμαινομένου καὶ σφοδρῶς ἐντεινομένου, καθάπερ ἐν τοῖς θυμοῖς, οὐδενὸς μὲν ἄλλου μέμνηται μορίου, μόνων δὲ τῶν κατὰ τὸν θώρακα· ἔπειτα δʼ ὅτι κἂν συγχωρηθῇ μειζόνως ἡ καρδία τῶν ἄλλων τοῦ ζῴου μορίων ἐξισταμένη τοῦ κατὰ φύσιν ἐν φόβοις τε καὶ λύπαις ἀγωνίαις τε καὶ θυμοῖς ἅπασί τε τοῖς ἄλλοις πάθεσιν, οὐ τὸ λογιζόμενον τῆς ψυχῆς, ἀλλὰ τὸ θυμούμενον ἢ ἐπιθυμοῦν ἐνταῦθα ὑπάρχειν ἐνδείξεται· ὥστε πλέον θάτερον ἢ ὅπερ αὐτὸς βούλεται περαίνεσθαι διὰ τοῦ λόγου. εἰ γὰρ ἐν μὲν τῷ διανοεῖσθαί τε καὶ μανθάνειν ἢ διδάσκειν οὐδεμία κίνησις ἐξαίρετος ἐμφαίνεται κατὰ τὴν καρδίαν, ἐν ἅπασι δὲ τοῖς πάθεσιν ἐναργῶς φαίνεται, δῆλον οἶμαι γίγνεται τὸ μὲν λογιζόμενον τῆς ψυχῆς οὐκ εἶναι κατὰ τὴν καρδίαν, τὸ δʼ ἀλόγιστόν τε καὶ παθητικὸν ὀνομαζόμενον ἐν αὐτῇ περιέχεσθαι· εἰ δʼ ἔνθα τὸ πάσχον ἐνταῦθά φησι καὶ τὸ λογιζόμενον ὑπάρχειν, αὐτὸ τὸ ζητούμενον ἀπʼ ἀρχῆς ἐξ ἑτοίμου λήψεται.

`2.7.19–2.8.1`

πολλῷ δʼ ἦν ἄμεινον ἀπόδειξίν τινα ἡμᾶς διδάξαι τοῦ λαβεῖν ἐκ προχείρου τὸ ζητούμενον· ἀλλʼ οὔτʼ ἐν τούτῳ τῷ βιβλίῳ τῷ πρώτῳ περὶ ψυχῆς οὔτʼ ἐν τοῖς περὶ παθῶν ἀπόδειξίν τινα εἶπε τοῦ χρῆναι πάντως, ἔνθʼ ἂν ᾖ τὸ ἄλογον, ἐνταῦθʼ εἶναι καὶ τὸ λογιζόμενον, ἀλλʼ ἑτοίμως τε κἀκ προχείρου πανταχοῦ λαμβάνει, καίτοι Πλάτωνος ἐνίας μὲν ἀποδείξεις ἐν τῷ τετάρτῳ τῆς Πολιτείας γράψαντος, ἐνίας δʼ αὖθις ἐρεῖν ἀναβαλομένου περὶ ὧν ἐνδείκνυται κατὰ τὸν Τίμαιον, ἃς κἀγὼ διὰ τῶν ἑξῆς ὑπομνημάτων ἁπάσας γράψω. νυνὶ δʼ οὔπω μοι πρόκειται τοῦτο δεικνύειν ἀλλʼ ὅτι τὸ λογιζόμενον τῆς ψυχῆς, ὃ δὴ καὶ ἡγεμονικόν τε καὶ διάνοιαν καὶ κύριον αὐτὸς ὁ Χρύσιππος ὀνομάζει, κατὰ τὸν ἐγκέφαλόν ἐστι. τούτου γὰρ ἀποδειχθέντος, ἐάν τις ἑτέρα δύναμις ἐν τῇ καρδίᾳ φαίνηται περιεχομένη μηδαμόθεν ἑτέρωθεν ὁρμωμένη, τὰς δύο μὲν ἀρχὰς ἤδη σαφῶς ἕξομεν, ἐφεξῆς δὲ καὶ τὴν τρίτην ὁμοίως ἐξευρήσομεν. ἀλλὰ τοῦτο μὲν εἰς τὸν μέλλοντα λόγον ἀναβεβλήσθω· νυνὶ δʼ ἐπανέλθωμεν αὖθις ἐπʼ ἐκεῖνον τὸν λόγον ὅθεν εἰς τοῦτον ἐξέβημεν, ὡς ἄρα ὁ Χρύσιππος ἐναντιολογούμενος ἑαυτῷ παρὰ πόδας οὐκ αἰσθάνεται, καθάπερ ἐπεδείξαμεν, διά τε τοῦ περὶ τῆς φωνῆς λόγου καὶ τοῦ φάσκειν ἐνίοτε μὲν οὐδεμίαν αἴσθησιν ἡμῖν γίγνεσθαι τοῦ περιέχοντος τόπου τὸ ἡγεμονικόν, ἐνίοτε δὲ φαίνεσθαι λέγειν αὐτόν. ἀλλὰ γὰρ οὐδὲ τοῦτʼ αὐτὸ πρόκειταί μοι νῦν ἀποδεικνύειν, ὅτι μὴ πάρεργον· ἀλλʼ ἦν ἐξ ἀρχῆς τὸ προκείμενον ἐν τούτῳ τῷ γράμματι τὰς τέτταρας διαφορὰς ἐπιδεῖξαι τῶν λημμάτων.

`2.8.2`

ἐκάλουν δὲ τὸ μὲν πρῶτον γένος αὐτῶν ἐπιστημονικόν τε καὶ ἀποδεικτικόν, τὸ δὲ δεύτερον γυμναστικόν τε καὶ ὡς ἂν Ἀριστοτέλης ὀνομάσειε διαλεκτικόν, τὸ δὲ τρίτον πιθανόν τε καὶ ῥητορικόν, τὸ δὲ τέταρτον σοφιστικόν, ἐπεδείκνυόν τε τὰ μὲν ἀπὸ τῶν ὑπαρχόντων τε καὶ συμβαινόντων τῇ καρδίᾳ συνιστάμενα κατὰ μὲν αὐτὸ τὸ ζητούμενον πρᾶγμα τῶν ἐπιστημονικῶν εἶναι λημμάτων, τὰ δʼ ἄλλα σύμπαντα διαλεκτικά, τὰ δʼ ἀπὸ τῶν ἔξωθεν μαρτύρων ῥητορικά, τὰ δʼ ὁμωνυμίαις τισὶν ἢ τοῖς τῆς λέξεως σχήμασι πεπανουργημένα σοφιστικά.

`2.8.3–2.8.4`

τὰ μὲν οὖν ἐπιστημονικὰ καθʼ ἕκαστον πρᾶγμα παντάπασιν ὀλίγα τε καὶ εὐαρίθμητʼ ἐστί, τὰ δὲ γυμναστικὰ πάμπολλα· καθʼ ἕκαστον γὰρ τῶν ὑπαρχόντων τε καὶ συμβαινόντων τῷ πράγματι συνίσταται. τὸν γοῦν ἀπὸ τῆς φωνῆς ἐρωτώμενον λόγον ἐκ τῆς θέσεως ὁρμώμενον ἐπέδειξα· οὕτω δὲ καὶ τὸν ἀπὸ τῆς εἰσπνοῆς τε καὶ ἐκπνοῆς· ὡσαύτως δʼ ἔχοντα εὑρήσεις καὶ τὸν ἀπὸ τῆς ἐν ταῖς λύπαις δήξεως· ἐναργῶς μὲν γὰρ ἡ δῆξίς ἐστιν ἐν τῷ στόματι τῆς γαστρός, οἱ δʼ ἐς τὴν καρδίαν ἀναφέρουσιν αὐτήν.

`2.8.5–2.8.7`

εἰ μὲν οὖν ὅτι πλησίον ἡ καρδία τέτακται τῷ στόματι τῆς γαστρός, διὰ τοῦτʼ ἀπʼ ἐκείνης ἄρχεσθαι νομίζουσι τὸ πάθος, ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν· εἰ δʼ αὐτὴν ὄντως οἴονται τὴν καρδίαν δάκνεσθαι, πάμπολυ σφάλλονται. κάτω μὲν γὰρ τοῦ θώρακος ἡ δῆξίς ἐστιν ὑπὸ τῷ κατὰ τὸ στέρνον χόνδρῳ, ἡ καρδία δʼ ἐν μέσῳ τέτακται τῷ θώρακι· καὶ οὐδεὶς ᾔσθετο πώποτε τῆς καρδίας αὐτῆς δακνομένης οὔτʼ ἐν λύπαις οὔτʼ ἐν ἄλλῳ πάθει ψυχῆς ἢ σώματος. οὐ μὴν οὐδʼ ἡ καρδιαλγία τοὔνομα τὴν ἐν τῷ θώρακι περιεχομένην καρδίαν ὀδυνᾶσθαι δηλοῖ, ἀλλʼ ἔστιν ὁμωνυμία τις οὐδένα λανθάνουσα τῶν ὡμιληκότων ἀρχαίων γράμμασι.

`2.8.8–2.8.12`

ὥσπερ γὰρ τὸ κατὰ τὸν θώρακα σπλάγχνον, οὕτω καὶ τὸ τῆς γαστρὸς στόμα καρδίαν ὀνομάζουσιν οἱ παλαιοὶ καὶ πάμπολύ γε τοὔνομά ἐστι παρʼ αὐτοῖς. ἀλλʼ ἐγὼ δυοῖν ἢ τριῶν ἐπιμνησθήσομαι τῶν παραδειγμάτων ὑπὲρ τοῦ σαφῶς ἐνδείξασθαι τὸ σημαινόμενον ἐκ τῆς λέξεως. ὁ μὲν δὴ Νίκανδρος ὧδε πως φησίν·

  
«ἣν κραδίην ἐπιδόρπιον, οἱ δὲ δοχαίην  
  
κλείουσι στομάχοιο.»  
Θουκυδίδης δʼ ὧδε· «καὶ ὁπότε εἰς τὴν καρδίαν στηρίξειεν, ἀνέτρεπέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ τῶν ἰατρῶν εἰσιν ὠνομασμέναι ἐπῄεσαν»· ὁ δʼ Ἱπποκράτης· «γυνὴ ἐκαρδιήλγεε καὶ οὐδὲν καθίστη· πάλην ἐς ῥοιῆς χυλὸν ἀλφίτων ἐπιπάσσουσα καὶ μονοσιτίη ἤρκεσε καὶ οὐκ ἀνήμεεν οἷα τὰ Χαιρίωνος.»

`2.8.13–2.8.19`

ἅπαντες οὗτοι δηλοῦσιν ἐναργῶς τὸ στόμα τῆς γαστρὸς ὀνομάζεσθαι καρδίαν. ὥστε ταύτης μὲν τῆς καρδίας εἴη ἄν τι πάθος ἡ καρδιαλγία, τοῦ σπλάγχνου δʼ ὑπὲρ οὗ πρόκειται σκοπεῖν, εἰ τὸ κυριεῦον τῆς ψυχῆς μόριον ἐν ἑαυτῷ περιέχει, τοιοῦτον πάθος οὐδέποτε γίγνεται. οὐδὲ γὰρ οὐδʼ αὐτοῦ τοῦ στόματος τῆς γαστρὸς ἅπαν ἄλγημα καρδιαλγίαν προσαγορεύουσιν, ἀλλὰ μόνον ἐπειδὰν ὑπὸ δριμέων ὑγρῶν ἐρεθίζηταί τε καὶ ἀναδάκνηται. τοῦτο δʼ αὐτῷ συμβαίνει ἐν ταῖς λύπαις· διὸ καὶ χολὴν ἐμοῦσιν οἱ λυπηθέντες, ἐν οἷς δʼ ὑπέρχεται κάτω καὶ ἡ γαστὴρ αὐτοῖς ἄκρατα χολώδη διαχωρεῖ. συμβαίνει δὲ οὐ μόνον τοῖς λυπηθεῖσιν ἀλλὰ καὶ τῶν ἐπὶ πλέον ἀσιτησάντων οὐκ ὀλίγοις δάκνεσθαι τὸ τῆς γαστρὸς στόμα καὶ μᾶλλον εἰ σφοδρῶς προγεγυμνασμένοι μὴ προσενέγκοιντο σιτία. τοῖς τε γὰρ λυπηθεῖσι καὶ τοῖς γυμνασαμένοις εὐτονώτερον εἰς τὴν γαστέρα συρρεῖ χολὴ ξανθή· πρὸς ταύτης οὖν δακνόμενοι καρδιαλγοῦσιν. οὐδʼ ἔστιν ἀναγκαῖον ἐν τῷδε τῷ λόγῳ τὴν αἰτίαν ἐπισκέπτεσθαι διʼ ἣν τοῦτο συμβαίνει· μόνον γάρ μοι πρόκειται δεῖξαι κατά γε τὸ παρὸν ὡς οὐκ ἔστι τῆς καρδίας τοῦ σπλάγχνου τὸ πάθος ἡ καρδιαλγία, καθάπερ οὐδὲ τὸ δάκνεσθαι κατὰ τὰς λύπας, ἀλλὰ τὸ μὲν σύμπτωμα τοῦ στόματος τῆς γαστρός, ἐπικεχείρηται δὲ ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὥσπερ γε καὶ τὸ πάλλεσθαι τὴν καρδίαν ἐν τοῖς φόβοις ἀπὸ συμβεβηκότος ἐπιχειρεῖται, ὧν ἑκάτερον οὐκ ἔστιν ἐπιστημονικόν. εἰ δὲ συγχωρηθείη τοιοῦτον ὑπάρχειν, οὐ Στωϊκοῖς καὶ Περιπατητικοῖς, ἀλλʼ Ἱπποκράτει καὶ Πλάτωνι μαρτυρεῖ, καθάπερ καὶ ὁπόσα τοῖς θυμουμένοις ὁ Χρύσιππος γράφει συμπίπτειν ἔν τε τῷ θώρακι παντὶ καὶ κατὰ τὴν καρδίαν.

`2.8.20–2.8.22`

ἄχρι γὰρ ἂν ἐν μὲν τῷ διδάσκειν τε καὶ μανθάνειν καὶ ὅλως κινεῖσθαι τὴν ψυχὴν κατʼ ἐπιστήμην τινὰ μηδὲν ἐπιδεικνύωσι συμβαῖνον τῇ καρδίᾳ, κατὰ δὲ τὰ πάθη δεικνύωσιν, οὐ μόνον οὐκ ἀνατρέπουσι τὸν παλαιὸν λόγον ἀλλὰ καὶ κατασκευάζουσιν. τὰ μὲν δὴ τοιαῦτα τῶν ἐπιχειρημάτων ἐκ τοῦ δευτέρου γένους ἐστὶ τῶν λημμάτων, ὥσπερ οἶμαι καὶ τὸ πρώτην ἁπάντων τῶν μορίων τοῦ ζῴου διαπλάττεσθαι τὴν καρδίαν. οὐ γὰρ τὴν κατὰ δύναμιν ἀρχὴν ἐνδείκνυται τοῦτο συγχωρηθὲν ὑπὲρ ἧς νῦν ζητοῦμεν, ἀλλὰ τὴν κατὰ γένεσιν. εἴρηται δέ μοι καὶ διώρισται σαφῶς ὑπὲρ τῆς διαφορᾶς τῶν ἀρχῶν ἐν τῷ πρόσθεν λόγῳ.

`2.8.23–2.8.25`

τὸ μέντοι πρώτην μὲν ἁπάντων ἄρχεσθαι κινεῖσθαι τῶν τοῦ ζῴου μορίων αὐτήν, ὑστάτην δὲ παύεσθαι τῶν ἀποδεικτικῶν ἐστι λημμάτων. ἐνδείκνυται γὰρ ἀρχὴν εἶναι κινήσεως αὐτήν, οὐ μὴν ἁπάσης γε, ἀλλὰ μόνης τῆς κατὰ τοὺς σφυγμούς, ἥτις ἑτέρου γένους ἐστὶ τῆς κατὰ προαίρεσιν· ἐκείνης δʼ οὔτʼ ἄρχεσθαι πρώτην οὔθʼ ὑστάτην παύεσθαι τὴν καρδίαν ἔχει τις δεῖξαι. περαίνοιτʼ ἂν οὖν κἀκ τούτου τοῦ λήμματος οὐχ ὅπερ Ἀριστοτέλης τε καὶ Χρύσιππος ὑπολαμβάνουσιν, ἀλλʼ ὃ Πλάτωνι καὶ Ἱπποκράτει δοκεῖ, τῆς μὲν κατὰ προαίρεσιν ἐν ἡμῖν κινήσεως ἀρχὴν εἶναι τὸν ἐγκέφαλον, ἑτέρας δέ τινος ἀπροαιρέτου τὴν καρδίαν.

`2.8.26–2.8.33`

ἦν μὲν οὖν καὶ ταῦθʼ ἱκανὰ πρὸς ἀπόδειξιν τῶν προκειμένων, ἀλλʼ ἐπειδὴ προὐθέμην ἐν τῷδε τῷ βιβλίῳ τὰ λήμματα ἐπελθεῖν ἅπαντα τὰ λαμβανόμενα ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ, προσθεὶς ἔτι τὰ ὑπόλοιπα καταπαύσω τὸν λόγον. ἐπʼ αὐτοῖς δʼ ἐστὶ καὶ τὸ τοῦ Ἀριστοτέλους λῆμμα, περὶ οὗ κατὰ τὴν τελευτὴν τοῦ πρώτου βιβλίου διῆλθον, ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ· πλῆθος γάρ τι νεύρων ἐν αὐτῇ φαίνεσθαί φησιν. ἐδείχθη δʼ ὑφʼ ἡμῶν ὡς νευρώδη μέν τινα σώματα κατὰ τὴν καρδίαν εἴη, νεῦρα δʼ οὐκ εἴη, καὶ ὡς τὰ μὲν νευρώδη τῇ τοῦ σώματος ἰδέᾳ μόνον ἔοικε τοῖς νεύροις, οὐκ ἐνεργείᾳ τε καὶ χρείᾳ, κρίνεσθαι δὲ προσήκει τὴν ἐν τοῖς ὀργάνοις ἑτερότητα καὶ ταυτότητα ταῖς ἐνεργείαις καὶ ταῖς χρείαις αὐτῶν. ὥστʼ οὐδὲν ἔτι περὶ τῶν αὐτῶν δέομαι διέρχεσθαι, μεταβήσομαι δʼ ἐπί τι τῶν ὑπολοίπων, οὗ σχεδὸν ἅπαντες μεμνημονεύκασιν οἷς ἡ καρδία πασῶν τῶν δυνάμεων ἀρχὴ τῶν ἐν τοῖς ζῴοις ὑπείληπται. λέγουσι γὰρ ὅθεν ἡ τοῦ τρέφεσθαι τοῖς ζῴοις ἀρχή, κατʼ ἐκεῖνο τὸ μόριον εἶναι καὶ τὸ λογιζόμενον τῆς ψυχῆς· ἐν καρδίᾳ δʼ εἶναι τὴν τοῦ τρέφεσθαι τοῖς ζῴοις ἀρχήν, ὥστε καὶ τὸ λογιζόμενόν τε καὶ διανοούμενον ὑπάρχειν ἐν αὐτῇ. ψεύδονται δʼ ἐν ἀμφοτέροις τοῖς λήμμασιν. οὔτε γὰρ ἐν καρδίᾳ τὴν ἀρχὴν τοῦ τρέφεσθαι τοῖς ζῴοις εἶναι συγχωροῦμεν ἀλλʼ ἕν τι καὶ τοῦτʼ ἔστι τῶν ἐν τῇδε τῇ πραγματείᾳ προκειμένων εἰς τὴν σκέψιν, οὐ χρὴ δὲ τὸ ζητούμενον ὡς ὁμολογούμενον λαμβάνειν· οὔτε τὸ μίαν ἀρχὴν ἀμφοτέρων ὑπάρχειν τῶν δυνάμεων, ἀλλὰ καὶ τούτου τὸ ἐναντίον ἡμεῖς ἀποδείκνυμεν. θαυμάζω τοίνυν κἀνταῦθα τῶν ἀνδρῶν, εἰ ἄμφω τὰ ζητούμενα προχείρως λαμβάνουσιν οὐδεμίαν ἀπόδειξιν προστιθέντες. ὅμοιον δέ τι ποιοῦσι κἀπειδὰν ὅθεν ἡ ἀρχὴ τῆς τροφῆς ἐστιν ἐνταῦθʼ εἶναι φάσκωσι καὶ τὸ ἡγεμονικόν, εἶθʼ ἑξῆς προσλαμβάνωσιν ὡς ἐν τῇ καρδίᾳ τῆς τροφῆς ἐστιν ἀρχή.

`2.8.34`

οὔτε γὰρ τοῦτʼ ἀληθές· «ἀρχὴ» γὰρ «τροφῆς καὶ ὑγρᾶς καὶ ξηρᾶς στόμα, στόμαχος, κοιλίη» φησὶν Ἱπποκράτης, οὔτʼ εἰ καὶ παντὸς μᾶλλον, ἂν ἐξ ἀνάγκης ἠκολούθει, καθʼ ὃ μόριον ἡ ἀρχὴ τῆς τροφῆς ἐστι, κατὰ τοῦτο ὑπάρχειν τὸν λογισμόν· τοῦτο γὰρ ἕν τι τῶν ζητουμένων ἐστί.

`2.8.35`

τὸ δʼ ἕτερον τῶν ζητουμένων ψεῦδος. ἡ μὲν γὰρ πρώτη τῆς τροφῆς ἀρχὴ «στόμα, στόμαχος, κοιλίη,» ἡ δευτέρα δʼ αἱ ἐξ ἥπατος εἰς κοιλίην καθήκουσαι φλέβες, ἐν αἷς πρώταις αἷμα γίγνεται, ἡ τρίτη δὲ τὸ ἧπαρ αὐτό, ἡ τετάρτη δὲ μετὰ τὸ ἧπαρ ἡ κοίλη φλέψ, ἐν ᾗ πρώτῃ καθαρὸν τῶν περιττωμάτων ἀπολείπεται τὸ αἷμα, παρὰ ταύτης δʼ ἤδη τῆς φλεβός, ὥσπερ τἆλλα τοῦ ζῴου μόρια πάντα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ καρδία λαμβάνει τὴν τροφήν.

`2.8.36–2.8.38`

οὐ μὴν οὐδʼ ὅταν εἴπωσιν ὅθεν ἡ χορηγία τοῦ πνεύματος, ἐνταῦθʼ εἶναι τὸ ἡγεμονικόν, εἶτʼ ἐπʼ αὐτῷ προσλαμβάνωσιν ἐκ τῆς καρδίας χορηγεῖσθαι τὸ πνεῦμα, συγχωρητέον αὐτοῖς. καὶ γὰρ κἀνταῦθα πάλιν, εἰ μὲν τὸ ψυχικὸν πνεῦμά φασιν ἐκ τῆς καρδίας ἄρχεσθαι, τὸ ζητούμενον αὐτὸ λαμβάνουσιν· εἰ δὲ τὸ ζωτικόν, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει τὴν αὐτὴν ἀρχὴν ἀμφοτέροις ὑπάρχειν. Ἐρασίστρατος γοῦν οὐχ ἁπλῶς, ὥσπερ οὗτοι, τὸ ζητούμενον λαμβάνων ἀλλὰ μετὰ κατασκευῆς λόγων οὐκ ὀλίγων ἐκ μὲν τῆς κεφαλῆς φησι τὸ ψυχικόν, ἐκ δὲ τῆς καρδίας τὸ ζωτικὸν ὁρμᾶσθαι πνεῦμα.

`2.8.39–2.8.43`

εἰ δʼ οὐδέτερον μὲν τούτων τῶν πνευμάτων ἠρωτῆσθαι κατὰ τὸν λόγον ἐροῦσι, τὸ δὲ ἀνάλογον τῇ ξηρᾷ καὶ ὑγρᾷ τροφῇ, τὸ προσαγορευόμενον ὑλικόν, ἀκούσονται καὶ περὶ τοῦδε παρʼ Ἱπποκράτους· «ἀρχὴ τροφῆς πνεύματος στόμα, ῥῖνες, βρόγχος, πνεύμων, καὶ ἡ ἄλλη διαπνοή». οὔκουν οὔτε τούτων τῶν λόγων ἰσχυρὸς οὐδεὶς οὔθʼ ὅταν ὁ Διογένης εἴπῃ «ὃ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἐν τούτῳ ὑπάρχει τὸ ἡγεμονικόν, ὃ δὲ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἡ καρδία.» τὸ γὰρ πρῶτον ἐρωτήσομεν ὅπως λέγει. εἰ μὲν γὰρ ὡς ὄργανον πρῶτον, οὐδαμῶς ἡ καρδία τροφῆς καὶ πνεύματος ἀρύεται πρώτη, ἀλλὰ τροφῆς μὲν «στόμα, στόμαχος, κοιλίη,» πνεύματος δὲ «στόμα, ῥῖνες, βρόγχος, πνεύμων·» εἰ δʼ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι τοῖς ἀρυομένοις, ἀληθὲς μὲν τὸ πρότερον λῆμμα, τοῦ δευτέρου δʼ ἀντιληψόμεθα φάσκοντες αὐτὸ τὸ ζητούμενον ἑτοίμως λαμβάνειν αὐτόν. ἡμεῖς μὲν γὰρ ἀπὸ κεφαλῆς πεμφθήσεσθαι τὴν ἀρχὴν ὁμολογοῦμεν τῆς κινήσεως, ἐπειδὰν ἐσθίειν ἢ πίνειν ἢ ἀναπνεῖν βουλώμεθα. ὁ Διογένης δὲ τοῦτο λαβὼν χωρὶς ἀποδείξεως ἀμφισβήτησιν πεποίηκεν ἰδίαν.

`2.8.44–2.8.45`

κατὰ τὸν αὐτὸν δὲ τρόπον καθʼ ἑαυτοῦ τοῖς λόγοις ἐχρήσατο. «τό» φησι «κινοῦν τὸν ἄνθρωπον τὰς κατὰ προαίρεσιν κινήσεις ψυχική τίς ἐστιν ἀναθυμίασις, πᾶσα δὲ ἀναθυμίασις ἐκ τῆς τροφῆς ἀνάγεται, ὥστε τὸ κινοῦν πρῶτον τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἡμᾶς ἀνάγκη ἓν καὶ ταὐτὸν εἶναι.» ὅταν ταῦτα ὁ Διογένης γράφῃ περὶ μὲν τοῦ τὴν οὐσίαν εἶναι τῆς ψυχῆς ἀναθυμίασιν, εἴτʼ οὖν ἐκ τροφῆς εἴτʼ ἐκ πνεύματος, οὐδὲν ἔν γε τῷ παρόντι φήσομεν ἀμφισβητεῖν, ἵνα μὴ τὰ πάντα λυπῶμεν τὸν ἄνδρα, περὶ δὲ τοῦ ταὐτὸν εἶναι τὸ κινοῦν πρῶτον ἡμᾶς τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἀντιληψόμεθα.

`2.8.46–2.8.48`

τοὐναντίον γὰρ ἅπαν ἐξ ὧν ὑπέθετο περαίνεσθαι φήσομεν, ἐξ αἵματος μὲν ὁμολογοῦντες  <span class="gap">…</span> καὶ αὐτὸς ἐπιλανθανόμενος τῶν οἰκείων δογμάτων αἷμά φησιν εἶναι τὴν ψυχήν, ὡς Ἐμπεδοκλῆς καὶ Κριτίας ὑπέλαβον. εἰ δέ γε ἕποιτο Κλεάνθει καὶ Χρυσίππῳ καὶ Ζήνωνι τρέφεσθαι μὲν ἐξ αἵματος φήσαντι τὴν ψυχήν, οὐσίαν δʼ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα, πῶς ἔτι ταὐτὸν ἔσται τὸ τρέφον τε καὶ κινοῦν εἴπερ τρέφει μὲν τὸ αἷμα κινεῖ δὲ τὸ πνεῦμα;

`2.8.49–2.8.51`

ὥστε πρὸς τοῖς ἄλλοις ἀτόποις καὶ ἀπέραντός ἐστιν ὁ τοῦ Διογένους λόγος. ὃ γὰρ ἐπιφέρει τοῖς ὑποτεθεῖσι λήμμασιν, οὐκ ἐξ ἀνάγκης ἕπεται. δειχθήσεται δὲ ἐπὶ πλέον ὑπὲρ αὐτοῦ διὰ τῶν ἑξῆς ὑπομνημάτων. ἐν μὲν γὰρ τῷ παρόντι δοκῶ μοι καιρὸν εἶναι καταπαύειν ἐνταῦθα τὸ βιβλίον. ὑποσχόμενος γὰρ περὶ τῶν ἐναργῶς φαινομένων ὑπάρχειν τῇ καρδίᾳ τὸν λόγον ἐν τῷδε τῷ γράμματι ποιήσασθαι, τί ἂν ἔτι δεοίμην ἐφάπτεσθαι τοιούτων ἐπιχειρημάτων ὧν δόγματα μᾶλλον, οὐ τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς, ἡ ἀρχὴ τῆς συστάσεώς ἐστιν;

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: qmm-azb`.
