---
title: "Commentaries on Hippocrates' Book VI of Epidemics: Commentary 6"
title_greek: "Ὑπομνήματα εἰς Ἱπποκράτους Ἐπιδημιῶν Ϛʹ, Ϛʹ"
author: Galen of Pergamon
eul_wid: qmm-hk
eul_aid: qmm
canonical: "https://eulogikon.org/works/galen-pergamon-commentaries-epidemics-vi-commentary-6-qmm-hk"
lang: grc
period: Roman
dialect: Attic
content_hash: "sha256:43b2981808b5111ab724c2db74dcef0c3e9bcc7a7b51bd1bf3d9b928e9216625"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentaries on Hippocrates' Book VI of Epidemics: Commentary 6

*Ὑπομνήματα εἰς Ἱπποκράτους Ἐπιδημιῶν Ϛʹ, Ϛʹ*

**Author:** Galen of Pergamon

**eul_wid:** `qmm-hk` · [HTML page](https://eulogikon.org/works/galen-pergamon-commentaries-epidemics-vi-commentary-6-qmm-hk)

## Text

Part of [Commentaries on Hippocrates' Book VI of Epidemics](/works/galen-pergamon-commentaries-epidemics-vi-qmm-am)

`17b.311`

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΕΚΤΟΝ

Σάρκες ὁλκοὶ ἐκ κοιλίης καὶ ἔξωθεν. δῆλον ἡ αἴσθησις, ὡς ἔκπνουν καὶ εἴσπνουν ὅλον τὸ σῶμα.

`17b.312–17b.314`

Ἕλκειν εἰς ἑαυτάς φησι τὰς σάρκας ἔκ τε κοιλίας καὶ ἔξωθεν, ἐκ μὲν τῆς κοιλίας δηλονότι τὸν ἐκ τῶν σιτίων τε καὶ ποτῶν χυλόν, ὑφʼ οὗ τρέφονται, ἔξωθεν δʼ οὐκέθʼ ὁμοίως δῆλόν ἐστιν, εἴτε τροφὴν εἴτʼ ἀέρα λέγει. δυνατὸν μὲν γὰρ καὶ τὴν τροφὴν ἕλκειν τὰς σάρκας ὥσπερ ἐκ τῆς κοιλίας, οὕτω κἀκ τῶν ἔξω μερῶν εἰς τὸ βάθος ἀντεπισπᾶσθαι· δυνατὸν δὲ καὶ τὸν ἀέρα διὰ τῶν καθηκουσῶν ἀρτηριῶν εἰς τὸ δέρμα φέρεσθαι πρὸς τὰς σάρκας ἑλκόμενον ὑπʼ αὐτῶν, ὃ καὶ μᾶλλον ἔχεται τῆς κατὰ τὴν ὅλην ῥῆσιν ἀκολουθίας, διαπεφωνημένου γε τοῦ περὶ τῆς ὁλκῆς δόγματος. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν τε καὶ φιλοσόφων οὐδʼ ὅλως ὁλκὴν ἔφασαν εἶναι, τινὲς δʼ εἶναι μέν φασιν, ἐν ταῖς σαρξὶ δʼ οὐκ εἶναι. τὸ γράφειν δʼ ἀποδείξεις ἁπάντων τῶν τοιούτων ἐν ἐξηγητικοῖς ὑπομνήμασιν ἀδύνατον ἔφην εἶναι. πολλάκις τε γὰρ ἠναγκάσθην ἂν λέγειν τὰ αὐτά, ὥστʼ οὐ μόνον πλῆθός τε καὶ μῆκος ὑπομνημάτων ἔσεσθαι μηδʼ ἀριθμηθῆναι ῥᾳδίως δυναμένων, ἀλλʼ οὐδὲ τὸν τῆς ζωῆς χρόνον ἱκανὸν ἔσεσθαι πρὸς τὴν τῶν Ἱπποκράτους βιβλίων ἐξήγησιν, ἥτις ἑκάστου δόγματος ἀεὶ τὰς ἀποδείξεις γράφει καθʼ ἑκάστην ῥῆσιν, ἔτι τε τοῖς ἀναγνωσομένοις ὀχληρὸν ἦν τὸ πρᾶγμα καὶ τοῖς κατασκευάσαι βουλομένοις τὰ ὑπομνήματα σὺν χρόνῳ πολλῷ καὶ δαπανήμασιν ἐκγραφήσεσθαι. βέλτιον οὖν ἔδοξεν ἐξηγεῖσθαι μὲν ἐν τούτοις τοῖς ὑπομνήμασι τὴν διάνοιαν ἑκάστης ῥήσεως, ὅπερ ἴδιόν ἐστιν ἐξηγητοῦ, προστιθέναι δὲ καὶ τὰς αἰτίας ἐνίοτε τοῖς εἰρημένοις ὑπʼ αὐτοῦ κατὰ τὴν ἀκολουθίαν τῶν ἀποδεδειγμένων δογμάτων, αὐτὰ δὲ τὰ δόγματα μὴ κατασκευάζειν μὲν ἐνταῦθα, μόνον δʼ ἀναμιμνῄσκειν, ἐν τίσιν ἤδη βιβλίοις τῶν ὑπʼ ἐμοῦ γεγραμμένων ἀποδέδεικται, καθάπερ καὶ νῦν ὅτι μὲν ἑλκόντων τὸν οἰκεῖον χυμὸν ἐφʼ αὑτὰ τῶν τρεφομένων ἡ πρὸς αὐτὰ γίνεται φορὰ τῆς τροφῆς ἐν τοῖς Τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἀποδέδεικται, τὸ δʼ ἔκπνουν τε καὶ εἴσπνουν ὅλον τὸ σῶμα διά τε τοῦ Περὶ χρείας ἀναπνοῆς ὑπομνήματος καὶ τοῦ Περὶ χρείας σφυγμῶν, ὧν ἐν μὲν τῷ προτέρῳ λεχθέντι τὴν χρείαν τῆς ἀναπνοῆς ἐδείξαμεν εἶναι φυλακὴν τῆς συμμετρίας τοῦ κατὰ τὴν καρδίαν θερμοῦ, κατὰ δὲ τὸ Περὶ χρείας σφυγμῶν τὴν καθʼ ὅλον τὸ σῶμα μετριότητα τῆς θερμασίας ἐκ τοῦ τῶν ἀρτηριῶν ἔργου φυλάττεσθαι. ταῦτʼ οὖν ἐστιν νῦν ἱκανὰ μόνα πρὸς τὴν τοῦ προτέρου μέρους τῆς ῥήσεως ἐξήγησιν.

`17b.315`

ἐπὶ δὲ τὸ δεύτερον αὐτῆς ἤδη μετέλθωμεν, ἐν ᾧ τὸ δῆλον ἡ αἴσθησις, ὡς οὐ κατὰ συνήθειαν οὔθʼ Ἱπποκράτους οὔτε καθόλως Ἑλληνικῶς ἑρμηνευόμενον. ἐπηνορθώσαντο δέ τινες, οἱ μὲν κατὰ δοτικὴν πτῶσιν «αἰσθήσει» γράψαντες, ἵνʼ ᾖ τὸ λεγόμενον ὑπʼ αὐτοῦ τοιόνδε· «δῆλόν ἐστι τῇ αἰσθήσει, ὡς ἔκπνουν καὶ εἴσπνουν εἴη τὸ σῶμα τῷ ζῴῳ ὅλον», ἐπενηνέχθαι δὲ δεῖ τούτοις τὸ σάρκες ὁλκοὶ ἐκ κοιλίης καὶ ἔξωθεν ὑπὸ τῆς αἰσθήσεως μαρτυρούμενον, ὅπερ ταὐτόν ἐστιν τῷ λέγειν «ὑπὸ τῶν ἐναργῶς φαινομένων ἡμῖν διὰ τῶν αἰσθήσεων».  <span class="gap">…</span> ἰδιωτῶν γε μὴν ἐνίων ἤκουσα θαυμαζόντων τὸ συμβὰν αὐτοῖς ἐπὶ τοῖς τῶν ποτίμων ὑδάτων λουτροῖς. ἔμπροσθεν γὰρ ἐξ ἡλίου θερμοῦ καὶ ὁδοιπορίας ἥκοντες αὐχμηρόν τε τὸ σῶμα καὶ τὸ στόμα ξηρότατον ἔφασαν ἔχειν ἀμηχάνῳ τε δίψει συνέχεσθαι, μετὰ δὲ τὸ λουτρὸν ἄδιψοί τε γενέσθαι καὶ τὸ στόμα σχεῖν ὑγρόν. ὁμοίως δʼ αὐτῷ καὶ τὸ σύμπαν σῶμα μαλακόν τε καὶ ὑγρὸν ἀπεργασθῆναι, τὸν ἔμπροσθεν αὐχμὸν ἀποθέμενον. ἔνιοι δὲ καὶ σαφῶς ᾐσθῆσθαι τοῦ σώματος ἔφασκον ἕλκοντος εἰς ἑαυτὸ τὸ κατὰ τὰς δεξαμενὰς ὕδωρ. τοιαῦτα μὲν οὖν τινα καὶ τοῖς ἰδιώταις φαίνεται μαρτύρια τοῦ δόγματος ἐξ αἰσθήσεως λαμβανόμενα, τινὰ δʼ ἐκ λογικωτέρων ἀποδείξεων εὑρίσκεται τοῖς ἰατροῖς, ὧν ἐστι μία καὶ ἣν ἐφεξῆς αὐτὸς εἶπεν, ἣν γνώσεσθε κατὰ τὴν ἐχομένην ῥῆσιν. εἰς γὰρ τὴν προκειμένην ἀρκέσει καὶ ταῦτα, δυναμένων ἡμῶν ἐκ τῶν ὀρθῶς εἰρημένων φωρᾶσαι τὰ κακῶς τοῖς ἐξηγηταῖς γεγραμμένα.

`17b.316–17b.318`

Ἐνθερμότερον φλέβιον αἵματος πλήθει ἀνίσχει τὸ καυσῶδες καὶ εὐθὺς ἀποκρίνει. Φλέβιον ἐνθερμότερον ἀκουστέον ἐστὶ τὴν ἀρτηρίαν, ὁμολογούντων ἁπάντων τῶν ἐξηγησαμένων τὰ Ἱπποκράτεια βιβλία φλέβας οὐχ ὑπὸ τούτου μόνου, ἀλλὰ καὶ πολλῶν ἄλλων παλαιῶν ὀνομάζεσθαι καὶ τὰς ἀρτηρίας. τοῦτʼ οὖν φησι τὸ φλέβιον τῷ τοῦ αἵματος πλήθει θερμαινόμενον ἀνίσχει τὸ καυσῶδες καὶ ἀποκρίνει, καυσῶδες δὴ λέγων τὸ γεννώμενον ἐκ τῆς θερμασίας, ὅπερ οἷον λιγνύς τίς ἐστι τοῦ θερμαινομένου χυμοῦ σφοδρότερον. τοῦτο δʼ ὡς ἂν θερμὸν τῇ κράσει καὶ λεπτὸν ὑπάρχον τῇ συστάσει ῥᾳδίως ἀποκρίνεται. ταύτην ἐγὼ νομίζω πιθανωτέραν εἶναι τὴν ἐξήγησιν, εἴπερ γε δεῖ τὸ ἀληθὲς ἅμα καὶ τοῖς Ἱπποκράτους δόγμασιν ἀκόλουθον ἔχειν σκοπόν. ὅτι δʼ οὖν ἀληθές ἐστι τὸ νῦν εἰρημένον ὑπʼ ἐμοῦ δόγμα δέδεικται μὲν κἀν τῷ Περὶ χρείας ἀναπνοῆς, δέδεικται δὲ καὶ διὰ τοῦ Περὶ χρείας σφυγμῶν. ἐν μὲν γὰρ ταῖς εἰσπνοαῖς, ἃς διά τε τοῦ στόματος καὶ παντὸς τοῦ δέρματος ἴσχει τὰ ζῷα, διττὴν ἀπεδείξαμεν ὠφέλειαν γίνεσθαι, τονοῦσθαι μὲν ἀεὶ ἐμψυχόμενον τὸ ἔμφυτον θερμόν, ὅπως μὴ διαφορηθὲν ἀπόλοιτο, καὶ μάλισθʼ ὅταν αὐξηθῇ ποτε καθʼ ἡντινοῦν αἰτίαν, ἐπεγείρεσθαι δὲ καὶ ῥώννυσθαί ποτε βαρυνόμενον ὑπὸ πλήθους ὕλης ψυχρᾶς, ὃν τρόπον καὶ τὸ πῦρ ἐν τῷ ῥιπίζεσθαι· καὶ μέντοι καὶ αὐτὴν αὐτῷ τήνδε τὴν διπλῆν κίνησιν οἰκεῖόν τε καὶ σύμφυτον εἶναι γυμνάσιον εἰς εὐτονίαν ἄγον· αὕτη γὰρ χρεία τε καὶ φύσις γυμνασίων ἐστίν. καὶ τοίνυν ἔμπροσθεν εἰπὼν ὁ Ἱπποκράτης «σάρκες ὁλκοὶ ἐκ κοιλίης καὶ ἔξωθεν», εἶτʼ ἐπὶ τούτῳ προσθεὶς «ὡς ἔκπνουν καὶ εἴσπνουν ὅλον τὸ σῶμα», τῆς μὲν οὖν εἰσπνοῆς αὐτῆς τὴν γένεσιν καὶ τὴν χρείαν ἐνεδείξατο διὰ τοῦ «σάρκες ὁλκοί», περὶ δὲ τῆς ἐκπνοῆς οὐδὲν εἰπὼν εἰκότως ἐν τῇ νῦν προκειμένῃ ῥήσει περὶ αὐτῆς διῆλθεν ἐπὶ τῶν ἀρτηριῶν ποιησάμενος τὸν λόγον ὄντα μὲν κοινὸν καὶ πρὸς τὴν καρδίαν, ἀμυδρότερον δὲ φαινόμενον. ὅτι δὲ κοινός ἐστι δῆλον ἐνθένδε· διὰ τὴν ἔμφυτον θερμασίαν ἐδείξαμεν γεννᾶσθαι τὸ λιγνυῶδες περίττωμα κατὰ τὸ αἷμα, καὶ μάλισθʼ ὅταν ᾖ θερμότερον. ἀποκρίσεως οὖν αὐτῷ χρεία δηλονότι καὶ ταύτην ἡ φύσις ἐτεχνήσατο τοῖς μὲν ἐκ τῆς καρδίας ἐκκριθησομένοις διὰ τῆς ἐκπνοῆς, τοῖς δὲ καθʼ ὅλον τὸ σῶμα διὰ τῆς τῶν ἀρτηριῶν συστολῆς. τὰ μὲν οὖν ἐκ τούτων τε καὶ τῶν φλεβῶν — ἐδείχθησαν γὰρ αὐταῖς συνανεστομωμέναι — διὰ τοῦ δέρματος εὐθέως ἐκκρίνεται τῇ συστολῇ τῶν ἀρτηριῶν ἐκθλιβόμενα. τὰ δʼ ἐκ τῆς καρδίας ὁ πνεύμων ὑποδέχεται πρότερον οἷόν τι ταμιεῖον τοῦ πνεύματος αὐτῇ παρεσκευασμένος, ἑλκούσῃ μὲν ἐν τῇ διαστολῇ, ἐκπεμπούσῃ δὲ ἐν ταῖς συστολαῖς. αὕτη μὲν ἡ ἡμετέρα γνώμη περὶ τῆς προκειμένης ῥήσεως, καὶ δειχθήσεται μικρὸν ὕστερον ἡ ἑξῆς αὐτῇ γεγραμμένη φυλάττουσα τὴν ἀκολουθίαν καὶ πρὸς ταύτην μὲν αὐτήν, οὐχ ἥκιστα δὲ καὶ τὴν προτεταγμένην αὐτῆς. ὅσοι δὲ περὶ καύσου γενέσεως ὑπέλαβον αὐτὸν ἐνταῦθα ποιεῖσθαι τὸν λόγον, πρῶτον μὲν εἴασαν ἐλλιπῶς εἰρημένον τὸν περὶ τοῦ «σάρκες ὁλκοὶ» λόγον. οὐ γὰρ ἕλκουσι μόνον εἰς ἑαυτὰς τὸ οἰκεῖον, ἀλλὰ καὶ τὸ μὴ τοιοῦτον ἐκκρίνουσι. τοῦ μὲν οὖν ἕλκειν ἡ χρεία προδηλοτέρα, τοῦ δʼ ἐκκρίνειν ἀδηλοτέρα καὶ δεῖταί τινος εἰς πίστιν λόγου. μεταβῶμεν οὖν ἐπὶ τὴν ἐχομένην ῥῆσιν ἤδη συντελοῦσάν τι καὶ αὐτήν, ὡς ἔφην ἀρτίως, εἰς διάκρισιν τῆς ἀμείνονος ἐξηγήσεως.

`17b.319`

Καὶ οἷσι τὸ μὲν πῖον, χολὴ ξανθή, τὸ δʼ αἷμα μέλαινα.

`17b.320–17b.322`

Ἀναμνησθῆναι χρὴ περὶ τῶν δύο δοξῶν τῆς προηγημένης ῥήσεως. ἡμεῖς γὰρ ἐλέγομεν αὐτὸν ἐπιδεικνύναι τὴν χρείαν τῆς διαπνοῆς, ὀνομαζομένης οὕτω τῆς διʼ ὅλου τοῦ σώματος ἐκ τῶν ἀρτηριῶν εἰς τοὐκτὸς φορᾶς τοῦ πνεύματος, ὥσπερ τῆς διὰ τοῦ στόματος ἐκπνοῆς. ἔνιοι δὲ περὶ καύσου γενέσεως ἐνόμισαν εἶναι τὸν λόγον, οἷς οὐ πάνυ τι μαρτυρεῖν ἔφαμεν τὸ «ἀνίσχει τὸ καυσῶδες καὶ εὐθὺς ἀποκρίνει». μήτε γὰρ εὐθέως ἀποκρίνεσθαι κατὰ τοὺς καύσους, ὅπερ αὐτοί φασι διʼ ἐμέτων ἢ τῆς κάτω γαστρὸς ἐκκενοῦσθαι, μήτʼ ἀναγκαῖον εἶναι προσκεῖσθαί τι τῶν τοῦ καύσου συμπτωμάτων τῷ περὶ τῆς γενέσεως αὐτοῦ λόγῳ, τὴν δʼ ἡμετέραν ἐξήγησιν ἀμείνονα τῆσδέ φαμεν εἶναι, πρῶτον μὲν ἐκ τοῦ τῶν ἐγκλημάτων τούτων ἐκτὸς εἶναι, δεύτερον δὲ κἀκ τοῦ τὸ δόγμα πᾶν φαίνεσθαι διδασκόμενον ἐν τῷ λόγῳ περὶ τῆς εἴσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος, ἣν ἀπεδείξαμεν ἔν τισιν ἡμετέροις ὑπομνήμασιν οὐ μόνον ἐν ταῖς διὰ τοῦ στόματος ἀναπνοαῖς, ἀλλὰ καὶ ταῖς καθʼ ὅλον τὸ σῶμα διαπνοαῖς γίνεσθαι. τινῶν μὲν ἕνεκα γενέσεως πνεύματος ψυχικοῦ, καθάπερ Ἀσκληπιάδης, ἐνίων δʼ, ὡς Ἐρασίστρατος, οὐ τούτου μόνου, ἀλλὰ καὶ ζωτικοῦ, τινῶν δʼ ἕνεκα θρέψεως τῶν πνευμάτων τούτων τὰς εἰσπνοὰς γίνεσθαι λεγόντων, ἀπορουμένων δʼ ἐν τῷ τὴν χρείαν ἀποδιδόναι τῆς ἐκπνοῆς, ὁ Ἱπποκράτης, ὡς ἐδείξαμεν ἐν τοῖς προειρημένοις ὑπομνήμασιν, ἀληθῆ χρείαν οὐ μόνον τῆς διὰ τοῦ στόματος ἐκπνοῆς, ἀλλὰ καὶ τῆς καθʼ ὅλον τὸ σῶμα διαπνοῆς διῆλθεν ἐν τῷ προκειμένῳ λόγῳ. τοὺς δʼ ἐξηγησαμένους ἑτέρως μέμψασθαι δίκαιον, ἐπιλανθανομένους τίνος ἐξηγοῦνται βιβλίον. οὐ γὰρ ἂν εἰς ἄλλων ἀνδρῶν ὑπέσυρον τὸ δόγμα τὴν ἀκολουθίαν ἀπολιπόντες ὧν Ἱπποκράτης ἠβουλήθη. σαφῶς γοῦν εἰπόντος αὐτοῦ τὰς «σάρκας ὁλκοὺς ἐκ κοιλίας καὶ ἔξωθεν», ὃ διαφέρει πάμπολυ τοῦ νομίζειν, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὴν ἐκ τῆς κοιλίας ἀνάδοσιν τῆς τροφῆς ἐν τῷ σώματι γίνεσθαι, πρῶτον μὲν ἐχρῆν ἐννοῆσαι μὴ μόνον ἑλκτικὴν τῶν οἰκείων εἶναι δύναμιν ἐν αὐταῖς, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἀποκριτικήν — ἕπεται γὰρ τοῦτο τοῖς ὑποθεμένοις προνοητικὴν εἶναι τὴν φύσιν τῆς τοῦ ζῴου διαμονῆς, ὧν εἷς ἦν καὶ Ἐρασίστρατος —, δεύτερον δέ τί ποτʼ ἐστὶ τὸ τῆς ἐκκρίσεως δεόμενον εἰπεῖν — οὐ γὰρ δήπου τὸ αἷμα φήσουσιν, ἐξ οὗ τρέφεται τὸ σῶμα. τούτων οὖν ἐκεῖνοι μὲν οὐδέτερον ἔπραξαν, ὁ δὲ Ἱπποκράτης, ὡς ὑπὸ τῶν αἰσθήσει φαινομένων ἑκάτερον ἐναργῶς μαρτυρεῖται προειπών, ἐφεξῆς ἐπὶ τὴν χρείαν μετέβη τῆς καθʼ ὅλον τὸ σῶμα διαπνοῆς, τὴν τῆς γενέσεως ἀναγκαίαν αἰτίαν εἰπὼν τῶν λιγνυωδῶν περιττωμάτων. ἡ γάρ τοι κατὰ τὸ σῶμα τῶν ζῴων θερμασία περιττώματα ποιεῖ τοιαῦτα συνεχοῦς κενώσεως δεόμενα. καὶ τοίνυν ἐν τῇ προκειμένῃ ῥήσει τὴν ὕλην τῆς τῶν περιττωμάτων γενέσεως ἔδειξεν. ὡς γὰρ ἡ πλείων θερμασία γεννᾶν αὐτὰ πέφυκεν, οὕτως καὶ ὗλαί τινές εἰσιν ἐπιτήδειοι πρὸς τὴν γένεσιν αὐτῶν. εὐλόγως οὖν ἐμνημόνευσε τῆς μελαίνης χολῆς. ἐμάθετε γὰρ τὴν γένεσιν αὐτῆς εἶναι διττήν, ἔκ τε τοῦ παχέος αἵματος καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης. εἰ δέ γε περὶ καύσου γενέσεως ὁ λόγος ἦν αὐτῷ, μάτην ἂν ἐμέμνητο μελαίνης χολῆς, ὥστε κἀκ τούτου δῆλον εἶναι τὴν ἡμετέραν ἐξήγησιν ἀληθεύειν τε ἅμα καὶ ὁμολογεῖν τοῖς Ἱπποκράτους δόγμασιν, τὴν δʼ ἐκείνων διαφέρεσθαι. τὴν δʼ αὐτὴν ταύτην ῥῆσιν εἴρηκε κατʼ ἄλλο μέρος τοῦ βιβλίου, καὶ ἡμεῖς αὐτοὶ προεξηγήμεθα, καθʼ ἣν καὶ τοῦτο ἐλέγομεν, ὅτι τὸ πῖον οὐ μόνον ἐπὶ τοῦ λιπαροῦ καὶ πιμελώδους εἰρῆσθαι χρὴ νομίζειν, ἀλλὰ κἀπὶ τοῦ γλυκέος παντός, ὡς περιλαμβάνεσθαι τῷ λόγῳ καὶ τὸ μέλι καὶ τὸ σίραιον, ὅπερ ἕψημα καλοῦσιν οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν Ἕλληνες.  <span class="gap">…</span>

Ὁ ἐμψυχρότερος ἐν ψυχρῇ ὥρῃ καὶ χώρῃ ἐνθερμότερος ἔσται.

`17b.323–17b.324`

Ὅτι μὲν οὔθʼ ὁ κατὰ πάθος ψυχρότερος οὔθʼ ὁ διʼ ἡλικίαν ἐν ψυχρᾷ χώρᾳ καὶ ὥρᾳ δύναται γενέσθαι θερμότερος συμπεφώνηται πᾶσι, καὶ διὰ τοῦτό γε οἱ περὶ τὸν Σαβῖνον ἐπὶ τῶν φύσει ψυχροτέρων ἀληθῆ τὸν λόγον εἶναί φασιν. οὐ μὴν οὐδʼ ἐπὶ τούτων ἁπλῶς ῥηθεὶς ἀληθής ἐστιν ἄνευ διορισμοῦ τοιοῦδε· τὸ περιιστάμενον ἔξωθεν ψυχρὸν ὅτι μὲν πυκνοῖ καὶ ψύχει τὰ κατὰ τὸ δέρμα τῶν ἐναργῶς φαινομένων ἐστίν, οὐ μὴν ὡσαύτως γε ἀεὶ διατίθησι τὸ βάθος τοῦ σώματος, ἀλλʼ ὥσπερ ἐν Ἀφορισμοῖς διώρισται κατʼ ἐκεῖνον τὸν λόγον, ἔνθα φησίν· «ἔστι δʼ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ θέρεος μέσου ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιεῖται», οὕτω καὶ νῦν ἐστιν ἡμῖν διοριστέον. τὸ γάρ τοι καταχεόμενον τοῦ σώματος ἡμῶν ψυχρὸν ἤτοι διικνεῖται πρὸς τὸ βάθος, ὡς καὶ τὰ κατὰ τοῦτο μόρια παραπλησίως ψύξαι τοῖς ἐπιπολῆς, ἢ μόνα ψύχει τὰ κατὰ τὸ δέρμα. πρὸς μὲν οὖν τὸ βάθος ἐξικνούμενον ἐμψύχει τὰ κατὰ τοῦτο μόρια καὶ βλάβην οὐ σμικρὰν ἐργάζεται καθʼ ὅλον τὸ ζῷον. ἐκλυθείσης δʼ αὐτοῦ τῆς δυνάμεως ἐν τοῖς ἐπιπολῆς τοῦ σώματος μέρεσιν οὐ μόνον οὐκ ἂν ἔτι ψύξει τὰ κατὰ βάθος, ἀλλὰ καὶ θερμότερα πολλῷ τῆς ἔμπροσθεν αὐτοῖς ὑπαρχούσης κράσεως ἀποδείξει. ὅσοι δὲ περὶ τῶν ἀραιὸν ἐχόντων τὸ δέρμα καὶ τὰς ὑπʼ αὐτὸ σάρκας ἡγοῦνται τὸν λόγον αὐτῷ γεγονέναι νῦν, ἐπειδὴ τούτους φασὶν ἐκ τοῦ διαπνεῖσθαι τὴν θερμασίαν ἀποτελεῖσθαι ψυχροτέρους καὶ διὰ τοῦτο θερμαίνεσθαι πυκνουμένης τῆς ἐπιφανείας καὶ κατεχομένου τοῦ πρότερον ἐκκενουμένου θερμοῦ, λέγουσι μέν τι τῶν ἀληθῶν, οὐ μὴν ἐχρῆν αὐτοὺς ὑπολαμβάνειν εἰρῆσθαι τοὺς οὕτω διαπνεομένους καὶ ἐμψυχροτέρους. μάλιστα μὲν γάρ, ὡς ἐμάθετε, τοῖς ὑγροῖς καὶ θερμοῖς σώμασιν ὑπάρχει ταῦτα, δεύτερον δὲ τοῖς θερμοῖς, κἂν χωρὶς ὑγρότητος ᾖ τοιαῦτα. τῶν ψυχρῶν δʼ οὐδὲν εὐδιαφόρητόν ἐστιν, ἀλλʼ ἧττον μὲν τοῦτο πέπονθε τὰ ὑγρά, μᾶλλον δὲ τὰ ξηρά, πλεονεκτεῖ δʼ ἀμφοῖν τὰ φύσει θερμά. κατὰ τοῦτο οὖν μοι δοκοῦσιν ἁμαρτάνειν.

`17b.325`

Ὀδυνέων τὴν ἐγγύτατα κοιλίην καθαίρειν, αἵματός τε κοιλίην διαιρεῖν, καῦσις, τομή, θάλψις, ψῦξις, πταρμοί, φυτῶν χυμοί, ἐφʼ ὧν τὴν δύναμιν ἔχουσιν, καὶ κυκεών· κακούργων γάλα, σκόροδα, οἶνος ἀπεζεσμένος, ὄξος, ἅλες.

Βοηθημάτων κατάλογον ἐνταῦθα πεποίηται καὶ σμικραῖς καὶ μεγάλαις ὀδύναις ἁρμοττόντων, ὥσπερ ἐν Ἀφορισμοῖς ἔγραψε τῶν ἐν ὀφθαλμοῖς μόνον, ἔνθα φησίν· «ὀδύνας ὀφθαλμῶν ἀκρητοποσίη ἢ λουτρὸν ἢ πυρίη ἢ φλεβοτομίη ἢ φαρμακείη λύει», προσέθηκε δʼ ἄλλα τινὰ νῦν βοηθήματα ταῖς ἐπὶ τῶν ὀφθαλμῶν ὀδύναις ἀνάρμοστα. τὸ μὲν οὖν ἁπάντων πρῶτον εἰρημένον ἐν τῷ προκειμένῳ λόγῳ κάθαρσίς ἐστιν, ἣν ἐν τὰ μὲν πρότερα δύο βοηθήματα τελέως ἐξηγησάμεθα καθʼ ὅντινα τρόπον ἔγραψεν.

`17b.326`

περὶ δὲ τῶν ἐφεξῆς λεγομένων πρώτη καῦσίς ἐστι παραλαμβανομένη κατὰ τὰ μεγάλως πεπονθότα διὰ κακοχυμίαν πολλήν, ὡς ἐπὶ τῶν κακοηθεστάτων ἑλκῶν γίνεται ποτὲ μὲν ἄντικρυς διαπύροις σιδήροις καιόντων ἡμῶν αὐτά, ποτὲ δὲ φαρμάκοις καυστικοῖς. ἐφεξῆς δὲ τῇ κατακαύσει γέγραπται τομή, παύουσα καὶ αὐτὴ τὰς ὀδύνας τῶν ἤδη πῦον ἐχόντων πολὺ μορίων ἐπὶ φλεγμοναῖς μεγάλαις προηγησαμέναις, εἶθʼ ἑξῆς θάλψις ἐν λουτροῖς τε δηλονότι καὶ πυριάσεσι γινομένη. προακηκόατε δʼ ἤδη τὰς ὕλας τῶν πυριάσεων ἐφʼ ὧν τε προσήκει κεχρῆσθαι διαθέσεων ὀδύνην ἐπιφερουσῶν, οἷον ἐπὶ μὲν τῶν κατὰ θώρακα, διʼ ὧν αὐτὸς εἶπεν ἐν τῷ Περὶ διαίτης ὀξέων, ἐπὶ δὲ τῶν ὀφθαλμῶν διὰ σπόγγου μαλθακοῦ, μὴ φέροντος τοῦ μορίου τὰς διὰ τῶν μαρσίππων τε καὶ καταπλασμάτων θάλψεις. ἀλλὰ καὶ ἡ διʼ ἐλαίου κατάντλησις ἐπί τε τῶν μέσων τοῦ σώματος καὶ τῆς κεφαλῆς ἴαμα πόνων ἐστί, θάλψις οὖσα, καὶ ἡ διʼ ὕδατος ἐπὶ τῶν κώλων, καὶ συνεχεστάτη καὶ πλείστη χρῆσις ἐπὶ τῶν ὀδυνωμένων μορίων, ἣ διὰ τῆς θάλψεως γίνεται τοῖς ἰατροῖς, ἐπειδὴ καὶ τὰ τεταμένα χαλᾷ καὶ τὰ πεπληρωμένα κενοῖ καὶ τὰ κατεψυγμένα θερμαίνει.

`17b.327`

τῇ ψύξει δὲ σπανιώτερον ἐπὶ τῶν ὀδυνωμένων χρώμεθα, πυκνούσῃ μὲν τὴν ἐκτὸς ἐπιφάνειαν αὐτῶν καὶ διὰ τοῦτο τὰς διαπνοὰς εἰργούσῃ, τεινούσῃ δὲ μᾶλλον τὰ τεταμένα. μόνας οὖν τὰς θερμὰς δυσκρασίας, ὅσαι χωρὶς πλήθους συνίστανται, ψῦξις ἰάσεται, καθάπερ ἐπὶ τῶν ἐξ ἐγκαύσεως ὀδυνωμένων τὴν κεφαλὴν ἢ διακαιομένων ὑπὸ πυρετοῦ. καταντλοῦντες οὖν αὐτὴν ῥοδίνῳ ψυχρῷ θεραπεύομεν τὸ σύμπτωμα. καὶ τῶν ἐρυσιπελάτων δὲ τὰ διʼ ὑπερβάλλουσαν θερμασίαν ὀδυνῶντα τοῖς ψύχουσιν ἰώμεθα καὶ ποδάγρας ὡσαύτως ἐφʼ ὧν ἂν τὸ ῥεῦμα χολῶδές τε ᾖ καὶ θερμόν.

`17b.328`

ἐφεξῆς δὲ τοῖς εἰρημένοις γέγραπται φυτῶν χυμοί, ἐφʼ ὧν τὴν δύναμιν ἔχουσιν. ἧς πάλιν λέξεως ἡ διάνοιά μοι δοκεῖ τοιαύτη τις ὑπάρχειν· ὀδυνῶν ἰάματά σοι γενήσονταί ποτε καὶ οἱ τῶν φυτῶν χυμοί. ταῦτα δʼ ἐστὶ πάμπολλα, τὰ μὲν ὑγρὰ διαμένοντα, τὰ δὲ πηγνύμενα. πρῶτον μὲν τὸ ἔλαιον ἤδη παμπόλλην χρείαν ἡμῖν εἰς τὰς ὀδυνωμένων ἰάσεις τε καὶ παρηγορήσεις παρέχει θερμὸν προσφερόμενον, εἶθʼ ἑξῆς ἄλλα πολλὰ τούτου πολὺ μᾶλλον θερμαίνοντα, δάφνινον, κέδρινον, κίκινον, σινάπινον, ῥαφάνινον, ὑγρὰ μὲν ταῦτα, πεπηγότα δὲ τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον, αἵ τε ῥητίναι καὶ μάλιστʼ αὐτῶν αἱ αὐτόρρυτοι καλούμεναι, θαψία τε καὶ εὐφόρβιον οἵ τε ὀποὶ πάντες, ὁ Κυρηναῖος, ὁ Παρθικός, ὁ Μηδικός, ὁ Ἀσσύριος, ὁ σαγαπηνός, ὁ ἐκ τῶν τιθυμάλλων, ὁ ἐκ τοῦ πάνακος ὁ ἰδίως ὀποπάναξ καλούμενος. ἐκ τοῦδε τοῦ γένους ἐστὶ καὶ ἡ χαλβάνη καὶ ἄλλα πολλὰ περὶ ὧν ἔμαθες ἐν ταῖς Τῶν ἁπλῶν φαρμάκων δυνάμεσιν. ἐάν τε γὰρ ὀπὸς ᾖ τινος, ἐάν τε χυλός, ἐν τῇ τῶν χυμῶν προσηγορίᾳ περιλαμβάνεται. τούτου τοίνυν τοῦ γένους ἔσται καὶ ἡ ὑγρὰ πίττα καὶ τὸ πίσσανθος ὀνομαζόμενον, ἔτι τε καὶ τὸ κατὰ τὴν Κιλικίαν καπνέλαιον ἕτερά τε μυρία τὰ μὲν ἐκ βοτανῶν, τὰ δʼ ἐκ θάμνων, τὰ δʼ ἐκ δένδρων γινόμενα, καθʼ ὧν ὄνομα κοινόν ἐστι τὸ φυτόν, οὗ νῦν Ἱπποκράτης ἐμνημόνευσεν λέγων τὸ φυτῶν χυμοί.

`17b.329–17b.332`

προσέθηκε δʼ αὐτοῖς ἐφʼ ὧν δύναμιν ἔχουσιν, ἀσαφῆ διὰ συντομίαν τὸν λόγον ἐργασάμενος. εἰκότως τοιγαροῦν οἱ ἐξηγηταὶ διηνέχθησαν, ἄλλος ἄλλως οὐ μόνον ἐξηγησάμενοι τὴν λέξιν, ἀλλὰ καὶ μεταγράψαντες. ὅπως οὖν μὴ γράφοιμι πολλά, παραλιπὼν αὐτούς, ἃ δοκεῖ μοι πιθανώτατα εἶναι, ταῦτα ἐρῶ μόνα. τῶν τοίνυν φαρμάκων ὅσα πραΰνειν τὰς ὀδύνας πέφυκεν, ὥσπερ ἄλλο πρὸς ἄλλην διάθεσιν, οὕτω καὶ πρὸς μόριον ἄλλο δύναμιν ἄλλην ἔχει. μακροτέρου δʼ ὄντος ἢ καθʼ ὑπόμνημα τοῦ λόγου, διὰ παραδειγμάτων ὀλίγων αὐτὸν ἐπιδραμεῖν ἔγνωκα. τοῦ μὲν οὖν τὰς ὀδυνηρὰς διαθέσεις μὴ πάσας δεῖσθαι τῶν αὐτῶν φαρμάκων ἔστω σοι παράδειγμα τόδε· δακνωδῶν ὑγρῶν ἐν μὲν τοῖς ἐντέροις περιεχομένων τὰ περικλύζοντα πρότερον ἐνιέντες, ὧν ἐστι καὶ μελίκρατον καὶ πτισάνης χυλός, ὅταν ἐκκριθῇ ταῦτα, τὰ πραΰνοντα τὰς δήξεις ἐπενίεμεν, ὅσα τε ἐμπλάττεσθαι καὶ περιπλάττεσθαι δύναται τῇ τῶν ἐντέρων ἐπιπολῇ  <span class="gap">…</span> προσπίπτειν τοὺς καταφερομένους ἄνωθεν εἰς αὐτὰ δάκνοντας χυμοὺς ἐδέσματά τε δίδομεν αὐτοῖς εὔχυμά τε καὶ ὅσα δύσφθαρτα. κατὰ δὲ τὴν ἄνω κοιλίαν καὶ μάλιστʼ αὐτῆς κατὰ τὸ στόμα τοιούτων περιεχομένων χυμῶν ἐμεῖν μὲν πρῶτον αὐτοὺς κελεύομεν. εἰ δὲ δυσεμεῖς εἶεν, ἔλαιον ἢ ὑδρέλαιον ἤ τι τοιοῦτον καταρροφῆ σαι δίδομεν, ἐφʼ ᾧ τῶν ἐμέτων γενομένων ἔξωθεν μὲν ἐπιτίθεμεν τῶν στυφόντων τι καὶ δυσωδῶν, ἔνδοθεν δὲ δίδομεν τροφὰς εὐχύμους τε ἅμα καὶ δυσφθάρτους καί τι καὶ στῦφον ἐχούσας. τοῖς δʼ ὀφθαλμοῖς τοιούτων  <span class="gap">…</span> ἐν ὅλῳ τῷ σώματι προκαθαίρομεν. εἰ δʼ αἵματος πλῆθος, ἐπὶ τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔξωθεν ἣν ὠμιαίαν καλοῦσιν ἥκομεν, εἶθʼ ἑξῆς φαρμάκῳ χρώμεθα τῶν ἁπαλωτάτων τέ τινι καὶ ἀδηκτοτάτων, ἐφʼ ᾧ νηστεύσαντα διʼ ὅλης τῆς ἡμέρας εἰς ἑσπέραν ἐπὶ λουτρὸν ἄγομεν. εἰ δὲ μήτε καθάρσεως δέοιτο μήτε φλεβοτομίας, τοῖς τʼ εἰρημένοις φαρμάκοις καὶ τῷ λουτρῷ μετʼ αὐτά, καθάπερ ἴστε, τὰς τοιαύτας ὀδύνας ἐξιώμεθα, μήτε ταῖς κατὰ γαστέρα δήξεσι τῶν κολλυρίων ἐνιέντες τι, μήτε τοῖς ὀφθαλμοῖς τράγου χυλὸν ἢ στέαρ αἰγὸς ἢ κηρωτὴν ἄδηκτον ἤ τι τῶν ἄλλων ὅσα διὰ τῆς ἕδρας ἐνίεμεν. ἀρκέσει δὲ καὶ ταῦθʼ ὡς ἐπὶ παραδείγματος εἰρῆσθαι πρὸς ἔνδειξιν τοῦ τὴν αὐτὴν διάθεσιν οὐ τῶν αὐτῶν δεῖσθαι βοηθημάτων, ὅταν ἐν διαφέρουσι γένηται μορίοις. ἐπιδεῖξαι γὰρ πρόκειται, κατὰ τίνα διάνοιαν ὁ Ἱπποκράτης εἶπε φυτῶν χυμοὶ ἐφʼ ὧν δύναμιν ἔχουσι. τὸ γὰρ ἐφʼ ὧν ἤτοι μορίων ἢ διαθέσεων ἢ τρόπων χρήσεως ἀναγκαῖόν ἐστιν ἀκοῦσαι. λέγω δὲ τρόπους χρήσεως, ὅταν ἤτοι τὴν αἰτίαν αὐτήν τις ἐκκόπτῃ, διʼ ἣν ὀδυνᾶται τὸ πεπονθὸς μόριον, ἤ τις τὸ γεννώμενον ἐξ αὐτῆς φυσῶδες πνεῦμα διαφορῇ. καὶ τοῦτʼ αὐτὸ ποιεῖ διττῶς, ἢ λεπτύνων αὐτοῦ τὸ παχὺ καὶ φυσῶδες ἢ ἀραιῶν τὸ περιέχον αὐτὸ σῶμα. καὶ μέντοι καὶ περὶ ταῦτα τρόπος ἕτερός ἐστιν ἀνωδυνίας ποιητικὸς ἐκ τοῦ ναρκοῦσθαι τὴν αἴσθησιν γινόμενος, ἐφʼ οὗ καὶ συνέσεώς ἐστιν οὐ τῆς τυχούσης μεῖξαι τῷ ναρκωτικῷ τἄλλα καὶ μὴ μόνῳ χρήσασθαι. τίς γὰρ οὐκ οἶδεν, ὡς ἐν τῷ Φιλωνείῳ φαρμάκῳ τὴν μὲν τῆς ὀδύνης παῦλαν ἡ τῆς αἰσθήσεως νάρκη ποιεῖ, τὰ δὲ ἐργαζόμενα ταύτην ἐστὶν ὅ τε τοῦ μήκωνος ὀπὸς καὶ τὸ τοῦ ὑοσκυάμου σπέρμα, ταῦτα δʼ εἰ μόνα προσενεχθείη, παντάπασιν μὲν ὀλίγα δοθέντα τὴν ὀδύνην οὐ δυνήσεται παύειν, εἰ δʼ ἐν ᾧ μέτρῳ ληφθέντα παῦσαι δύναται, τοῦτʼ ἔχοι τὸ μέτρον, οὐ σμικρὰν βλάβην ἐργάζεται κατὰ τὸ πάσχον μόριον; ἵνʼ οὖν μήτε μεγάλως αὐτὸ βλάψῃ καὶ ναρκώσῃ τὴν αἴσθησιν, ἡ τῶν ἄλλων φαρμάκων μῖξις εὑρέθη τῷ Φίλωνι. τίς δʼ ἐστὶν ἡ μέθοδος, ᾗ χρώμενος ἄν τις ἐπὶ τὴν τοιαύτην ἥκοι κατασκευὴν τῶν φαρμάκων, ἐν τοῖς Περὶ συνθέσεως αὐτῶν εἴρηται.

`17b.333–17b.334`

περὶ μὲν δὴ τούτων ἱκανὰ καὶ ταῦτα, θεασώμεθα δὲ περὶ τῶν ἐφεξῆς εἰρημένων, ὧν ἡγεῖται πρῶτος γεγραμμένος ὁ κυκεών. ὅτι μὲν οὖν ἄκρατος οἶνος ὀδύνας ὀφθαλμῶν ὅσαι διʼ ἔμφραξιν γίνονται παύει, διὰ τῶν εἰς τοὺς Ἀφορισμοὺς ὑπομνημάτων ἐμάθετε. νῦν δὲ καὶ περὶ τῶν ἄλλων, ὅσαι κατὰ τὸν αὐτὸν λόγον γίνονται ποτὲ μὲν διὰ πάχος αἵματος, ποτὲ δὲ διὰ ψῦξιν, ἀναμνήσθητε πολλάκις ἑωρακότες ἐπί τε τῶν κατὰ κοιλίαν ὀδυνῶν ἐπί τε τῆς καλουμένης ἡμικραίρας οἶνον ἀκρατέστερον αὐτίκα μὲν ὠφελήσαντα σαφῶς, ὕπνου δὲ ἐπιγενομένου τελέως παύσαντα· τεθέασθε δέ με διδόντα τὸν οἶνον οὐκ εὐθέως νήστει, ἀλλʼ ἐπὶ τροφῇ. νῦν δὲ ὁ Ἱπποκράτης ἔμειξεν ἀμφότερα καὶ τὴν τροφὴν καὶ τὸ πόμα. τοιοῦτον γάρ τι πρᾶγμά ἐστιν ὁ κυκεών, ὡς καὶ παρʼ Ὁμήρου μεμαθήκατε, μειγνύντων μὲν ἄλλων ἄλλα τῷ οἴνῳ, κοινὸν δʼ ἐχόντων ἁπάντων αὐτόν. ἴσως δὲ καὶ τὸ μετʼ ἀλφίτων μειγνύναι τὸν οἶνον ἐξ ἀνάγκης μέν, οὐ μὴν τό γε μετʼ ἄλλων ἐκ τοῦ κυκεὼν ὀνόματος ἀξιώσει τις δηλοῦσθαι, τοὺς παλαιοὺς οὕτως μᾶλλον ἐπιδεικνὺς κεχρῆσθαι τῇ προσηγορίᾳ. χρῆσθαι δέ ποτε καὶ τροφῆς χωρὶς οἴνῳ τῶν οὕτως ἀλγούντων τινὰ κελεύσας ἕνεκα τοῦ βεβαιῶσαί μου τὴν ὑπόληψιν ἐθεασάμην, ὡς προσεδόκησα, παροξυνθέντα θερμῶν ἀτμῶν πολλῶν ἀθρόως ἀναδραμόντων ἐπὶ τὸν πεπονθότα τόπον, ἐφʼ οἷς ἀνώμαλός τε ἅμα δυσκασία καὶ πλήρωσις ἠκολούθησε τοῦ μέρους. ἐπιδέδεικται δὲ ἡμῖν ἡ μὲν πλήρωσις τῷ διατείνειν πάντῃ τὰ σώματα ὀδύνας ἐργασαμένη τοῖς ἀσθενέσιν, ἡ δʼ ἀνώμαλος δυσκρασία διὰ τὸ τινὰ μὲν ἔτι κατὰ φύσιν ἔχειν μόρια, τινὰ δὲ ὁμιλεῖν αὐτοῖς ἐψυγμένα. γίνεται γὰρ ἐν τούτοις ἡ ἐκ τῶν παρὰ φύσιν ἐχόντων εἰς τὰ κατὰ φύσιν ἔχοντα διάδοσις τῆς ψύξεως ἀνιαρά. τὰ δὲ ὅλα ψυχθέντα καὶ ὡς ἂν εἴποι τις ἑκτικὴν κτησάμενα τὴν τοιαύτην κρᾶσιν οὐκ ὀδυνᾶται. «τὴν γὰρ φύσιν», φησί, «διαλλασσομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίνονται», οὐ διηλλαγμένοις οὐδὲ διεφθαρμένοις ἤδη. τὸν μὲν οἶνον αὐτός τε προσεδόκησα βλάψειν ἄνευ τῆς τροφῆς πινόμενον, ἥ τε πεῖρα μαρτυρήσασα βεβαιοτέραν μοι τὴν πίστιν εἰργάσατο. κυκεὼν δʼ οὐκ ἂν βλάψειεν ἔχων ἐν αὑτῷ τὴν τροφήν. ἐκ γὰρ τῆς ἀμφοῖν συμμέτρου μίξεως ὁμαλὴ κατὰ βραχὺ θάλψις ἐν τοῖς πεπονθόσι μορίοις αὐξανομένη χωρὶς ἀτμῶν πολλῶν ἐκθερμαίνει τε τὰ κατεψυγμένα καὶ διαφορεῖ τὰ ἐμπεφραγμένα. διέρχεται γὰρ ὅσα πρότερον ἔν τισιν ἐσφηνώθησαν διὰ πάχος αὐτά τε λεπτυνόμενα καὶ χεόμενα τῶν τε περιεχόντων αὐτὰ σωμάτων ἀραιοτέρων ἀποτελουμένων, ἅπερ ἀπὸ τῶν θερμαινόντων ὁμαλῶς γίνεσθαι φιλεῖ.

καὶ οἱ πταρμοὶ δὲ — καὶ γὰρ τούτους ἐφεξῆς τῆς ψύξεως ἔγραψεν — ἐναργῶς φαίνονται κεφαλαλγίας ἰώμενοι τὰς ἐπὶ πλήθει φυσώδους πνεύματος γινομένας.

`17b.335–17b.337`

ταυτὶ μὲν οὖν ἅπαντα μέχρι τοῦ κυκεὼν ἐπιδέδεικταί μοι τοῦ προτεθέντος ἐξ ἀρχῆς ἔχεσθαι, κακῶς ὑπὸ τῶν ἐξηγησαμένων εἰς πλείους λόγους τεμνόμενα. ἐπὶ δὲ τὴν ἑξῆς λέξιν μεταβῶμεν ἀπέχεσθαι δοκοῦσαν ἐμοί γε καὶ μᾶλλον ἁπασῶν τῶν ἔμπροσθεν ἤπερ ἀλλήλων ἐκεῖναι. δύναται δʼ, ὡς ἐγώ φημι, καὶ αὐτὴ περὶ μὲν ὀδυνῶν εἰρῆσθαι, καθάπερ ἐκεῖναι, διαφέρειν δʼ αὐτῶν τῇ κακίᾳ. γίνονται γάρ τινες ὀδύναι κακοήθεις ὑπὸ τῶν κακούργων εἴτʼ οὖν φαρμάκων ἃ δηλητήρια καλοῦσιν, εἴτε θηρίων ἰοβόλων, εἴτε καὶ χυμῶν τινων ἐκ διαίτης μοχθηρᾶς ἢ λοιμώδους ἀέρος ἐν τῷ σώματι γεννηθέντων. ἐπὶ τούτων οὖν φημι λελέχθαι ταῦτα τὰ βοηθήματα, γάλα, σκόροδα, οἶνος ἀπεζεσμένος, ὄξος, ἅλες. γάλα μὲν ἐπὶ τῶν κατὰ διάβρωσιν ἀναιρούντων — ἐπικράσεως γὰρ δεῖται —, σκόροδα δʼ ἐπὶ τῶν κατὰ σφοδρὰν ψῦξιν, οἶνος δʼ ἐπὶ τῶν κατὰ μετρίαν. προσκειμένου δὲ αὐτῷ τοῦ ἀπεζεσμένος δυνατόν ἐστιν ἀκούειν τὸν ἱκανῶς θερμόν, ἐγχωρεῖ δὲ καὶ τὸν οὕτως ἀφεψημένον, ὡς γίνεσθαι τὸ καλούμενον σίραιον. ἐπικρατητικὸν γάρ τοι καὶ τοῦτʼ ἐστὶ τῶν δριμυτήτων διαβρωτικῶν. ὄξος δʼ ἕνεκα τοῦ τέμνειν χυμοὺς κολλώδεις, ὡς ἐπὶ τῶν μυκήτων, ἢ καὶ ψύξεως ἕνεκεν, ὡς ἐπὶ θαψίας. τοὺς δʼ ἅλας, ὡς ἐκδαπανῆσαι δυναμένους ὅλην τὴν οὐσίαν τῶν κακούργων χυμῶν τε καὶ φαρμάκων. ἀλλʼ ἐπεὶ μὴ μόνον ὠφέλειαι καὶ βλάβαι τοῖς σώμασιν ἡμῶν γίνονται κατὰ τὰς τῶν ὁμιλούντων ἁπλᾶς ποιότητας, ἀλλὰ καὶ καθʼ ὅλην τὴν οὐσίαν — ἐμάθετε γὰρ καὶ τοῦτο διʼ ἑτέρων ὑπομνημάτων —, προσηκόντως ἂν εἰρημένον εἴη τὸ φυτῶν χυμοὶ ἐφʼ ὧν τὴν δύναμιν ἔχουσιν. καὶ γὰρ καθʼ ὅλην τὴν οὐσίαν ἰδιότητες ἤτοι οἰκεῖαι τοῖς σώμασιν ἡμῶν ἢ ἀλλότριαι κατὰ τέτταρας ὕλας εἰσὶ καθαρτικὰ φάρμακα καὶ τροφαὶ καὶ τρίτα πρὸς αὐτοῖς ἃ νῦν Ἱπποκράτης ὠνόμασε κακοῦργα καὶ τέταρτα τὰ τούτων ἰατρικά. τεμνομένου δὲ τοῦ τρίτου γένους τῆς ὕλης εἴς τε τὰ δηλητήρια καλούμενα φάρμακα καὶ τοὺς ἰοὺς τῶν θηρίων, διττὴ καὶ τῶν ταῦτα θεραπευόντων ἐστὶν ἡ ὕλη. καλεῖται δὲ ἀλεξιφάρμακα μέν, ὅσα τοῖς δηλητηρίοις ἀνθίσταται, θηριακὰ δὲ ὅσα τὰς τῶν θηρίων ἰᾶται δήξεις. ἴσως δέ τις ἀξιώσει καὶ τὴν τῶν καθαιρόντων φαρμάκων ὕλην ἐν τοῖς δηλητηρίοις περιέχεσθαι, διαφθείρει γὰρ ἡμᾶς καὶ ταῦτα πλείω τοῦ συμμέτρου δοθέντα. τοῦτο δʼ εἰ συγχωρήσαιμεν, ἀκόλουθον ἡμῖν ἔσται τά τʼ ἀλεξιφάρμακα καὶ τὰ θηριακὰ ἐν τοῖς δηλητηρίοις συγκαταριθμεῖν, ἐπειδὴ καὶ ταῦτα ἀναιρεῖν πέφυκεν, εἰ μή τις αὐτῶν βραχὺ προσενέγκαιτο παντάπασιν. ἀλλὰ διʼ αὐτὸ τοῦτό μοι δοκοῦσιν οἱ ἰατροὶ θανάσιμα μὲν πολλὰ φάρμακα καλεῖν, ὧν ἀναγκαῖον ὄφελός τι κατὰ καιροὺς γίνεται, δηλητήρια δὲ τὰ μηδέποτε μηδὲν ὀνοῦντα μήτε νοσοῦντας ἀνθρώπους μήθʼ ὑγιαίνοντας· οὔτε γὰρ ἀκόνιτον οὔθʼ ὑδράργυρος οὔτε λιθάργυρος οὔτε λαγωὸς θαλάττιος εἴσω τοῦ σώματος λαμβανόμενος παρέχει τινὰ ἡμῖν ὠφέλειαν, ὥσπερ καὶ τἄλλα πολλά, περὶ ὧν ἐν τοῖς κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ὠφελοῦσί τε καὶ βλάπτουσιν εἴρηται.

`17b.338`

Ἄνθρωπος, ἐκ κόπων ἐξ ὁδοῦ ἀδυναμίη καὶ βάρος, ἀνέπτυεν· ἔβηξε γὰρ ἐκ κορυφῆς· πυρετὸς ὀξὺς πρὸς χεῖρα ὑποδάκνων· δευτεραίῳ δὲ καρηβαρίη, γλῶσσα ἐπεκαύθη, ῥὶς ὀνυχογραφηθεῖσα, οὐχ ᾑμορράγησεν, ἀριστερὸς σπλὴν μέγας καὶ σκληρός, ὠδυνᾶτο.

`17b.339–17b.340`

Τὰ μὲν γενόμενα τῷ κάμνοντι διηγήσατο, εἴτε δʼ ὁ ἄνθρωπος ἀπέθανεν εἴτʼ ἐσώθη παρέλιπεν, οὗ χάριν ἅπαντα γράφεται τἄλλα. τί ἂν οὖν ἐγὼ περὶ τοῦ νοσοῦντος οὕτως ἔσεσθαι προεῖπον ἴσως ἀκοῦσαι ποθεῖ τις, ᾧ τἀληθῆ ῥητέον ἐστίν. ὡς εἴ μοί τις ἔδειξεν αὐτοῦ τὰ οὖρα, σαφῶς ἂν ἀπεφηνάμην, ὁποῖόν τι φρονῶ περὶ τοῦ κάμνοντος· ὅσον μὲν γὰρ ἐπὶ τοῖς εἰρημένοις, ὀλεθρίως εἶχεν. εἰ δὲ ἦν καὶ τὰ οὖρα ἄριστα, σωθήσεσθαι μέν, ὀξέως δὲ νοσήσειν τὸν ἄνθρωπον ἀπεφηνάμην ἄν· εἰ δὲ ἦν καὶ τὰ οὖρα μοχθηρά, διὰ ταχέων τεθνήξεσθαι· εἰ μέσα δὲ αὐτῶν, ὡς μήτʼ ἐπαινεῖσθαι μήτε ψέγεσθαι, πλείονα χρόνον ζήσαντα τεθνήξεσθαι. τὰ μὲν οὖν ἄλλα συμπτώματα μεταξύ πώς ἐστιν ὀλέθρου καὶ σωτηρίας, ἡ δὲ ὀνυχογραφηθεῖσα ῥίς, εἶτα μὴ μεθεῖσα τοῦ αἵματος — οὕτω γὰρ ἔγραψε Ζεῦξις· «ῥὶς ὀνυχογραφηθεῖσα οὐκ ἀφῆκεν αἷμα» — χαλεπώτατον σημεῖον. εἰ δʼ εἴη γεγραμμένον, ὥσπερ οὖν ἐν τοῖς πλείστοις ἀντιγράφοις γέγραπται ῥὶς ὀνυχογραφηθεῖσα, οὐχ ᾑμορράγησεν, ὀλέθριον μὲν καὶ οὕτως, ἧττον δὲ τοῦ μηδʼ ὅλως αἷμα μεθεῖναι. πρόδηλον δʼ ὅτι τῆς χειρουργίας καλῶς γενομένης ὅμως οὐκ ἐρρύη τὸ αἷμα. τὴν ἀρχὴν γὰρ οὐκ ἂν ἔγραψε κατὰ τὴν διήγησιν ὀνυχογραφηθῆναι μὲν τὴν ῥῖνα, μὴ γενέσθαι δὲ τὴν αἱμορραγίαν, εἰ περὶ τὴν μοχθηρὰν χειρουργίαν τοῦτο συμβεβήκει. λέγουσι δὲ τοὺς παλαιοὺς οὐ μόνον τοῖς ἰδίοις ὄνυξι τὴν ῥῖνα διαιρεῖν, ἀλλὰ καὶ σιδήρῳ τινὶ πρὸς αὐτὸ τοῦτο παρεσκευασμένῳ, καὶ ἐοίκασι κατά γε τὸν ἐν τῷ λόγῳ τῷδε προκείμενον ἄρρωστον διὰ τὴν καρηβαρίαν ἐπὶ τὴν διαίρεσιν αὐτῆς οἱ θεραπεύοντες τὸν ἄνθρωπον ἰατροὶ παραγενέσθαι. τὸ δʼ ἐπὶ τοῦ σπληνὸς εἰρημένον· ἀριστερὸς σπλὴν μέγας οἱ μὲν οὕτως προσκεῖσθαι νομίζουσιν ὡς τῷ «γάλα» τὸ «λευκὸν» ὁ ποιητὴς προσέθηκε καὶ τῷ «σύες» τὸ «χαμαιευνάδες», οὐκ ὄντος οὔτε γάλακτός τινος, ὃ μὴ λευκόν ἐστιν, οὔτε συῶν, αἳ μὴ χαμαιευνάδες εἰσίν. ἐγκειμένου δὲ τῇ ῥήσει καὶ τοῦ βήσσειν αὐτὸν ἐκ κορυφῆς ἐγένετο καὶ περὶ τούτου τοῖς ἐξηγησαμένοις τὸ βιβλίον ἀμφισβήτησις, ἐνίων μὲν ἐκ τῆς κεφαλῆς τὴν βῆχα γενέσθαι λεγόντων, οὐχ ὡς εἴωθε πολλάκις ἐκ τοῦ θώρακός τε καὶ πνεύμονος καὶ τῆς τραχείας ἀρτηρίας, ὅταν ταῦτα πρῶτον πάθῃ, τινῶν δὲ τὸ ἐκ κορυφῆς κυρίως λελέχθαι νομιζόντων, ἵνα μὴ μόνον ἐκ τῆς κεφαλῆς κατάρρους τις αἴτιος εἴη τῆς βηχός, ἀλλὰ καὶ κεφαλῆς αὐτῆς ἐκείνου τοῦ μέρους, ὃ κορυφὴν ὀνομάζομεν.

`17b.341`

Οἱ ὑπὸ τεταρταίου ἁλισκόμενοι ὑπὸ τῆς μεγάλης νόσου οὐχ ἁλίσκονται· ἢν δʼ ἁλίσκωνται πρότερον καὶ ἐπιγένηται τεταρταῖος, παύονται.

`17b.342–17b.343`

Τὴν ἐπιληψίαν οἱ παλαιοὶ καὶ μεγάλην νόσον ἐκάλουν καὶ πάθος παίδειον, ὥσπερ αὐτὸς ὁ Ἱπποκράτης ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων, ἐπειδὴ κατὰ τὴν τῶν παίδων ἡλικίαν πλεονάζει, τινὲς δὲ «Ἡρακλείαν» αὐτὴν ἐκάλεσαν, οὐχ ὡς ἐπιλήπτου τοῦ Ἡρακλέους ὄντος, ἀλλʼ ἐοίκασιν οὗτοι τοῖς τὴν μεγάλην ὀνομάσασιν αὐτὴν ὡσαύτως γε γνόντες ἐνδεικτικὸν μεγέθους ὄνομα ποιῆσαι τὴν Ἡρακλείαν. «ἱερὰν» δὲ «νόσον» ἔνιοι κατὰ ψευδῆ δόξαν ὠνόμασαν, ὡς κἀν τῷ Περὶ τῆς ἱερῆς νούσου συγγράμματι δεδήλωται. γίνεται μὲν οὖν καὶ ἀπʼ ἄλλων μορίων πασχόντων ἐνίοτε τὸ πάθος τοῦτο. τοῖς πλείστοις δὲ πρῶτος αὐτὸς ὁ ἐγκέφαλός ἐστιν ὁ πάσχων οὐχ ἑτέρῳ συμπάσχων. αἴτιον δὲ τοῦ νοσήματος παχὺς καὶ ψυχρὸς χυμὸς ἀθροιζόμενος μὲν ἐν ταῖς κοιλίαις τοῦ ἐγκεφάλου, καταλαμβάνων δὲ καὶ τὰς ἐκφύσεις καὶ μάλιστα τὴν πρώτην ἀρχὴν τοῦ νωτιαίου. τοῦτον οὖν τὸν χυμὸν καὶ οἱ ἄλλοι μὲν ὀνινᾶσι πυρετοί, μάλιστα δὲ οἱ χρόνιοι καὶ τούτων πάντων ὁ τεταρταῖος μάλιστα, καὶ αὐτοῦ τούτου πάλιν ὁ χρονιώτατός τε καὶ μετὰ ῥίγους παροξυνόμενος. αὐτὸ μὲν γὰρ τὸ ῥῖγος  <span class="gap">…</span> μοχλεῖς  <span class="gap">…</span> τοῦ ἐγκεφάλου μὲν τὴν ἀρχὴν τούτων ἐμφράττοντος χυμοῦ, ἡ δὲ τοῦ πυρετοῦ θερμασία καὶ διαφορεῖν αὐτόν ἐστιν ἱκανὴ καὶ πρὸς τούτῳ τὴν κρᾶσιν ὅλην τοῦ ἐγκεφάλου μεταβάλλειν τε καὶ ἀλλοιοῦν ἐπὶ τὸ θερμότερον οὖσαν ἔμπροσθεν ὑγρὰν καὶ ψυχράν. ἐπὶ ταύτῃ γὰρ ὁ φλεγματώδης γεννᾶται χυμός. ἀλλὰ καὶ τοῖς σφοδροῖς ῥίγεσι τῶν κατὰ τὸ σῶμα περιττωμάτων ἐκκρίσεις ἕπονται διὰ μὲν τῶν ἱδρώτων ὡς ἐπὶ τὸ πλεῖστον, ἐνίοτε δὲ καὶ διʼ ἐμέτων ἢ γαστρὸς ἐπαγωγῆς, ὥστε καὶ διὰ τούτων ἐκκαθαίρεται, ὥσπερ κἀν τοῖς Ἀφορισμοῖς ἔφη πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γενέσθαι ἢ σπασμὸν ἐπὶ πυρετῷ. σπασμὸς δʼ ἐστὶ καὶ ἡ ἐπιληψία τοῦ παντὸς σώματος. ἐν δὲ τῷ πρώτῳ τούτων τῶν Ἐπιδημιῶν οὕτως ἔγραψεν· «ἀσφαλέστατος δὲ πάντων καὶ ῥήιστος καὶ μακρότατος ὁ τεταρταῖος. οὐ γὰρ μόνος αὐτὸς ἐφʼ ἑαυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νοσημάτων ἑτέρων μεγάλων ῥύεται.» πρόδηλον δʼ ὅτι τοῖς ὑπὸ τεταρταίου πυρετοῦ φθάνουσιν ἐνοχλεῖσθαι γενέσθαι τὴν ἐπιληψίαν ἀδύνατον. ὅπου γὰρ καὶ οὖσαν ἤδη τεταρταῖος πυρετὸς εἴωθε παύειν, πολὺ δή που μᾶλλον οὐκ ἂν ἐπιτρέποι γενέσθαι τὴν μηδέπω πρόσθεν οὖσαν.

Ἀνθʼ οἵων αἱ νοῦσοι.

`17b.344`

Τοῦτο τοῖς προγεγραμμένοις ἐπεφώνησε, δύναμιν ἔχον τοιαύτην· «ἀνθʼ οἵων νούσων οἷαι νοῦσοι γίνονται καλὸν ἐπίστασθαι.» προσυπακοῦσαι γὰρ δεῖ τοιοῦτον. ὥσπερ γὰρ ὁ τεταρταῖος ἐπιληψίαν ἰᾶται καὶ πυρετὸς ὁστισοῦν σπασμὸν ἢ καὶ κατάρρουν καὶ ἆσθμα, κατὰ τὸν αὐτὸν τρόπον ὀφθαλμίαν μὲν διάρροια, λειεντερίαν δὲ ὀξυρεγμία καὶ πλευρῖτις περιπνευμονίαν, λήθαργον φρενῖτις. ἔμπαλιν δὲ οὐκ ἐπʼ ἀγαθῷ φρενῖτις μὲν εἰς λήθαργον, πλευρῖτις δὲ εἰς περιπνευμονίαν μεταπίπτει. καὶ μὴν καὶ μελαγχολίαν αἱμορροῒς ὤφθη πολλάκις ἀρχομένην γε κωλύουσα καὶ ἤδη γεγενημένην ἰασαμένη καὶ σπλῆνα σκιρρούμενον, ἀλλὰ καὶ οἱ κιρσοὶ τὰ αὐτὰ τοιαῦτα θεραπεύουσι, ποδάγρας τε καὶ ἀρθρίτιδας

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: qmm-hk`.
