---
title: Extraction
title_greek: Ἐξαγωγή
author: Ezechiel the Tragic Poet
eul_wid: nfm-aa
eul_aid: nfm
canonical: "https://eulogikon.org/works/ezechiel-tragic-extraction-nfm-aa"
period: Hellenistic
dialect: "Attic (dr, frg)"
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Extraction

*Ἐξαγωγή*

**Author:** Ezechiel the Tragic Poet

**eul_wid:** `nfm-aa` · [HTML page](https://eulogikon.org/works/ezechiel-tragic-extraction-nfm-aa)

## Text

### 1.1

ΜΩΣΗΣ· ἀφ’ οὗ δ’ Ἰακὼβ γῆν λιπὼν Χαναναίαν

### 1.2

κατῆλθ’ ἔχων Αἴγυπτον ἑπτάκις δέκα ψυχὰς σὺν αὑτῷ καὶ ἐπεγέννησεν πολύν

### 1.3

λαὸν κακῶς πράσσοντα καὶ τεθλιμμένον,

### 5.1

ἐσάχρι τούτων τῶν χρόνων κακούμενον

### 5.2

κακῶν ὑπ’ ἀνδρῶν καὶ δυναστείας χερός.

### 5.3

ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην

### 5.4

δόλον καθ’ ἡμῶν πολὺν ἐμηχανήσατο

### 5.5

βασιλεὺς Φαραώ, τοὺς μὲν ἐν πλινθεύμασιν

### 10.1

οἰκοδομίαις τε βαρέσιν αἰκίζων βροτούς

### 10.2

πόλεις τ’ ἐπύργου σφῶν ἕκατι δυσμόρων.

### 10.3

ἔπειτα κηρύσσει μὲν Ἑβραίων γένει

### 10.4

τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύρροον.

### 10.5

ἐνταῦθα μήτηρ ἡ τεκοῦς’ ἔκρυπτέ με

### 15.1

τρεῖς μῆνας, ὡς ἔφασκεν. οὐ λαθοῦσα δέ

### 15.2

ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι,

### 15.3

παρ’ ἄκρα ποταμοῦ λάσιον εἰς ἕλος δασύ·

### 15.4

Μαριὰμ δ’ ἀδελφή μου κατώπτευεν πέλας.

### 15.5

κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ

### 20.1

κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον·

### 20.2

ἰδοῦσα δ’ εὐθὺς καὶ λαβοῦς’ ἀνείλετο,

### 20.3

ἔγνω δ’ Ἑβραῖον ὄντα· καὶ λέγει τάδε

### 20.4

Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι· ‘θέλεις τροφόν σοι παιδὶ τῷδ’ εὕρω ταχύ

### 25.1

ἐκ τῶν Ἑβραίων;‘ ἡ δ’ ἐπέσπευσεν κόρην.

### 25.2

μολοῦσα δ’ εἶπε μητρὶ καὶ παρῆν ταχύ

### 25.3

αὐτή τε μήτηρ καὶ ἔλαβέν μ’ ἐς ἀγκάλας.

### 25.4

εἶπεν δὲ θυγάτηρ βασιλέως· ‘τοῦτον, γύναι,

### 25.5

τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν.‘

### 30.1

ὄνομα δὲ Μωσῆν ὠνόμαζε, τοῦ χάριν

### 30.2

ὑγρᾶς ἀνεῖλε ποταμίας ἀπ’ ᾐόνος.

### 30.3

**

### 32.1

ἐπεὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι,

### 32.2

ἦγέν με μήτηρ βασιλίδος πρὸς δώματα,

### 32.3

ἅπαντα μυθεύσασα καὶ λέξασά μοι

### 35.1

γένος πατρῷον καὶ θεοῦ δωρήματα.

### 35.2

ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον,

### 35.3

τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν

### 35.4

ἅπανθ’ ὑπισχνεῖθ’, ὡς ἀπὸ σπλάγχνων ἑῶν·

### 35.5

ἐπεὶ δὲ πλήρης κόλπος ἡμερῶν παρῆν,

*[crux: κόλπος]*

### 40.1

ἐξῆλθον οἴκων βασιλικῶν (πρὸς ἔργα γάρ

### 40.2

θυμός μ’ ἄνωγε καὶ τέχνασμα βασιλέως).

### 40.3

ὁρῶ δὲ πρῶτον ἄνδρας ἐν χειρῶν νόμῳ,

### 40.4

τὸν μὲν 〈τὸ〉 γένος Ἑβραῖον, ὃν δ’ Αἰγύπτιον.

### 40.5

ἰδὼν δ’ ἐρήμους καὶ παρόντα μηδένα

### 45.1

ἐρρυσάμην ἀδελφόν, ὃν δ’ ἔκτειν’ ἐγώ,

### 45.2

ἔκρυψα δ’ ἄμμῳ τοῦτον, ὥστε μὴ εἰσιδεῖν

### 45.3

ἕτερόν τιν’ ἡμᾶς κἀπογυμνῶσαι φόνον.

### 45.4

τῇ ’παύριον δὲ πάλιν ἰδὼν ἄνδρας δύο,

### 45.5

μάλιστα δ’ αὐτοὺς συγγενεῖς, πατουμένους λέγω· ‘τί τύπτεις ἀσθενέστερον σέθεν;‘

### 45.6

ὁ δ’ εἶπεν· ‘ἡμῖν τίς ς’ ἀπέστειλεν κριτήν

### 45.7

ἢ ’πιστάτην ἐνταῦθα; μὴ κτενεῖς σύ με,

### 45.8

ὥσπερ τὸν ἐχθὲς ἄνδρα;‘ καὶ δείσας ἐγώ

### 45.9

ἔλεξα· ‘πῶς ἐγένετο συμφανὲς τόδε;‘

### 55.1

καὶ πάντα βασιλεῖ ταῦτ’ ἀπήγγειλεν ταχύ·

### 55.2

ζητεῖ δὲ Φαραὼ τὴν ἐμὴν ψυχὴν λαβεῖν·

### 55.3

ἐγὼ δ’ ἀκούσας ἐκποδὼν μεθίσταμαι

### 55.4

καὶ νῦν πλανῶμαι γῆν ἐπ’ ἀλλοτέρμονα.

### 55.5

**

### 59

ὁρῶ δὲ ταύτας ἑπτὰ παρθένους τινάς.

### 60

**

### 60.1

ΣΕΠΦΩΡΑ· Λιβύη μὲν ἡ γῆ πᾶσα κλῄζεται, ξένε,

### 60.2

οἰκοῦσι δ’ αὐτὴν φῦλα παντοίων γενῶν,

### 60.3

Αἰθίοπες ἄνδρες μέλανες· ἄρχων δ’ ἐστὶ γῆς

### 60.4

εἷς καὶ τύραννος καὶ στρατηλάτης μόνος.

### 60.5

ἄρχει δὲ πόλεως τῆσδε καὶ κρίνει βροτούς

### 65.1

ἱερεύς, ὅς ἐστ’ ἐμοῦ τε καὶ τούτων πατήρ.

### 65.2

**

### 66.1

ΧΟΥΣ· ὅμως κατειπεῖν χρή σε, Σεπφώρα, τάδε.

### 66.2

ΣΕΠΦ.· ξένῳ πατήρ με τῷδ’ ἔδωκεν εὐνέτιν. **

### 68.1

ΜΩΣΗΣ· ἔ〈δο〉ξ’ ὄρους κατ’ ἄκρα Σιν〈αί〉ου θρόνον

### 68.2

μέγαν τιν’ εἶναι μέχρι ’ς οὐρανοῦ πτύχας,

### 70.1

ἐν τῷ καθῆσθαι φῶτα γενναῖόν τινα

### 70.2

διάδημ’ ἔχοντα καὶ μέγα σκῆπτρον χερί

### 70.3

εὐωνύμῳ μάλιστα. δεξιᾷ δέ μοι

### 70.4

ἔνευσε, κἀγὼ πρόσθεν ἐστάθην θρόνου.

### 70.5

σκῆπτρον δέ μοι πάρδωκε καὶ εἰς θρόνον μέγαν

### 75.1

εἶπεν καθῆσθαι· βασιλικὸν δ’ ἔδωκέ μοι

### 75.2

διάδημα καὶ αὐτὸς ἐκ θρόνων χωρίζεται.

### 75.3

ἐγὼ δ’ ἐσεῖδον γῆν ἅπασαν ἔγκυκλον

### 75.4

καὶ ἔνερθε γαίας καὶ ἐξύπερθεν οὐρανοῦ,

### 75.5

καί μοί τι πλῆθος ἀστέρων πρὸς γούνατα

### 80.1

ἔπιπτ’, ἐγὼ δὲ πάντας ἠριθμησάμην,

### 80.2

κἀμοῦ παρῆγεν ὡς παρεμβολὴ βροτῶν.

### 80.3

εἶτ’ ἐμφοβηθεὶς ἐξανίσταμ’ ἐξ ὕπνου.

### 80.4

**

### 83.1

〈ΡΑΓΟΥΗΛ·〉 ὦ ξένε, καλόν σοι τοῦτ’ ἐσήμηνε〈ν〉 θεός·

### 83.2

ζῴην δ’, ὅταν σοι ταῦτα συμβαί〈ν〉ῃ ποτέ.

### 85.1

ἆρά γε μέγαν τιν’ ἐξαναστήσεις θρόνου

### 85.2

καὶ αὐτὸς βραβεύσεις καὶ καθηγήσῃ βροτῶν;

### 85.3

τὸ δ’ εἰσθεᾶσθαι γῆν ὅλην τ’ οἰκουμένην

### 85.4

καὶ τὰ ὑπένερθε καὶ ὑπὲρ οὐρανὸν θεοῦ·

### 85.5

ὄψει τά τ’ ὄντα τά τε πρὸ τοῦ τά θ’ ὕστερον.

### 90

**

### 90.1

ΜΩΣ. ἔα· τί μοι σημεῖον ἐκ βάτου τόδε,

### 90.2

τεράστιόν τε καὶ βροτοῖς ἀπιστία; ἄφνω βάτος μὲν καίεται πολλῷ πυρί,

### 90.3

αὐτοῦ δὲ χλωρὸν πᾶν μένει τὸ βλαστάνον.

### 90.4

τί δή; προελθὼν ὄψομαι τεράστιον

### 95.1

μέγιστον· οὐ γὰρ πίστιν ἀνθρώποις φέρει.

### 95.2

ΘΕΟΣ· ἐπίσχες, ὦ φέριστε, μὴ προσεγγίσῃς,

### 95.3

Μωσῆ, πρὶν ἢ τῶν σῶν ποδῶν λῦσαι δέσιν·

### 95.4

ἁγία γὰρ ἧς σὺ γῆς ἐφέστηκας πέλει,

### 95.5

ὁ δ’ ἐκ βάτου σοι θεῖος ἐκλάμπει λόγος. θάρσησον, ὦ παῖ, καὶ λόγων ἄκου’ ἐμῶν·

### 95.6

ἰδεῖν γὰρ ὄψιν τὴν ἐμὴν ἀμήχανον

### 95.7

θνητὸν γεγῶτα, τῶν λόγων δ’ ἔξεστί σοι

### 95.8

ἐμῶν ἀκούειν, τῶν ἕκατ’ ἐλήλυθα.

### 95.9

ἐγὼ θεὸς σῶν, ὧν λέγεις, γεννητόρων,

### 105.1

Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακώβου τρίτου.

### 105.2

μνησθεὶς δ’ ἐκείνων καὶ ἔτ’ ἐμῶν δωρημάτων

### 105.3

πάρειμι σῶσαι λαὸν Ἑβραίων ἐμόν,

### 105.4

ἰδὼν κάκωσιν καὶ πόνον δούλων ἐμῶν.

### 105.5

ἀλλ’ ἕρπε καὶ σήμαινε τοῖς ἐμοῖς λόγοις

### 110.1

πρῶτον μὲν αὐτοῖς πᾶσιν Ἑβραίοις ὁμοῦ,

### 110.2

ἔπειτα βασιλεῖ τὰ ὑπ’ ἐμοῦ τεταγμένα, ὅπως σὺ λαὸν τὸν ἐμὸν ἐξάγοις χθονός.

### 110.3

ΜΩΣ. οὐκ εὔλογος πέφυκα, γλῶσσα δ’ ἐστί μοι

### 110.4

δύσφραστος, ἰσχνόφωνος, ὥστε μὴ λόγους

### 115.1

ἐμοὺς γενέσθαι βασιλέως ἐναντίον.

### 115.2

ΘΕΟΣ· Ἀάρωνα πέμψω σὸν κασίγνητον ταχύ,

### 115.3

ᾧ πάντα λέξεις τἀξ ἐμοῦ λελεγμένα,

### 115.4

καὶ αὐτὸς λαλήσει βασιλέως ἐναντίον,

### 115.5

σὺ μὲν πρὸς ἡμᾶς, ὁ δὲ λαβὼν σέθεν πάρα.

### 120

**

### 120.1

〈Θ.〉 τί δ’ ἐν χεροῖν σοῖν τοῦτ’ ἔχεις; λέξον τάχος.

### 120.2

〈Μ.〉 ῥάβδον τετραπόδων καὶ βροτῶν κολάστριαν.

### 120.3

〈Θ.〉 ῥῖψον πρὸς οὖδας καὶ ἀποχώρησον ταχύ.

### 120.4

δράκων γὰρ ἔσται φοβερός, ὥστε θαυμάσαι.

### 120.5

〈Μ.〉 ἰδοὺ βέβληται· δέσποθ’, ἵλεως γενοῦ·

### 125.1

ὡς φοβερός, ὡς πέλωρος· οἴκτειρον σύ με·

### 125.2

πέφρικ’ ἰδών, μέλη δὲ σώματος τρέμει.

### 125.3

〈Θ.〉 μηδὲν φοβηθῇς, χεῖρα δ’ ἐκτείνας λαβέ

### 125.4

οὐράν, πάλιν δὲ ῥάβδος ἔσσεθ’ ὥσπερ ἦν. ἔνθες δὲ χεῖρ’ εἰς κόλπον ἐξένεγκέ τε.

### 130.1

〈Μ.〉 ἰδοὺ τὸ ταχθέν, γέγονεν ὡσπερεὶ χιών.

### 130.2

〈Θ.〉 ἔνθες πάλιν δ’ εἰς κόλπον, ἔσται δ’ ὥσπερ ἦν.

### 130.3

**

### 132.1

ΘΕΟΣ· ἐν τῇδε ῥάβδῳ πάντα ποιήσεις κακά·

### 132.2

πρῶτον μὲν αἷμα ποτάμιον ῥυήσεται

### 132.3

πηγαί τε πᾶσαι καὶ ὑδάτων συστήματα·

### 135

βατράχων τε πλῆθος 〈––––

### 135a

––〉 καὶ σκνῖπας ἐμβαλῶ χθονί.

### 136.1

ἔπειτα τέφραν οἷς καμιναίαν πάσω,

### 136.2

ἀναβρυήσει δ’ ἐν βροτοῖς ἕλκη πικρά.

### 136.3

κυνόμυια δ’ ἥξει καὶ βροτοὺς Αἰγυπτίων

### 136.4

πολλοὺς κακώσει. μετὰ δὲ ταῦτ’ ἔσται πάλιν

### 140.1

λοιμός, θανοῦνται δ’ οἷς ἔνεστι καρδία

### 140.2

σκληρά. πικράνω δ’ οὐρανόν· χάλαζα νῦν

### 140.3

σὺν πυρὶ πεσεῖται καὶ νεκροὺς θήσει βροτούς.

### 140.4

καρποί τ’ ὀλοῦνται τετραπόδων τε σώματα·

### 140.5

σκότος τε θήσω τρεῖς ἐφ’ ἡμέρας ὅλας

### 145.1

ἀκρίδας τε πέμψω, καὶ περισσὰ βρώματα ἅπαντ’ ἀναλώσουσι καὶ καρποῦ χλόην.

### 145.2

ἐπὶ πᾶσι τούτοις τέκν’ ἀποκτενῶ βροτῶν

### 145.3

πρωτόγονα. παύσω δ’ ὕβριν ἀνθρώπων κακῶν.

### 145.4

Φαραὼ δὲ βασιλεὺς πείσετ’ οὐδὲν ὧν λέγω, πλὴν τέκνον αὐτοῦ πρωτόγονον ἕξει νεκρόν·

### 145.5

καὶ τότε φοβηθεὶς λαὸν ἐκπέμψει ταχύ·

### 145.6

πρὸς τοῖσδε λέξεις πᾶσιν Ἑβραίοις ὁμοῦ·

### 145.7

‘ὁ μεὶς ὅδ’ ὑμῖν πρῶτος ἐνιαυτῶν πέλει·

### 145.8

ἐν τῷδ’ ἀπάξω λαὸν εἰς ἄλλην χθόνα,

### 155.1

εἰς ἣν ὑπέστην πατράσιν Ἑβραίων γένους.‘

### 155.2

λέξεις δὲ λαῷ παντί, μηνὸς οὗ λέγω

### 155.3

διχομηνίᾳ τὸ πάσχα θύσαντας θεῷ

### 155.4

τῆς πρόσθε νυκτὸς αἵματι ψαῦσαι θύρας,

### 155.5

ὅπως παρέλθῃ σῆμα δεινὸς ἄγγελος.

### 160.1

ὑμεῖς δὲ νυκτὸς ὀπτὰ δαίσεσθε κρέα.

### 160.2

σπουδῇ δὲ βασιλεὺς ἐκβαλεῖ πρόπαντ’ ὄχλον.

### 160.3

ὅταν δὲ μέλλητ’ ἀποτρέχειν, δώσω χάριν

### 160.4

λαῷ, γυνή τε παρὰ γυναικὸς λήψεται

### 160.5

σκεύη κόσμον τε πάνθ’, ὃν ἄνθρωπος φέρει,

*[crux: κόσμον]*

### 165.1

χρυσόν τε καὶ ἄργυρόν τε καὶ στολάς, ἵνα

### 165.2

〈ἀνθ’〉 ὧν ἔπραξαν μισθὸν ἀποδῶσιν βροτοῖς. ὅταν δ’ ἐς ἴδιον χῶρον εἰσέλθηθ’, ὅπως

### 165.3

ἀφ’ ἧσπερ ἠοῦς ἐφύγετ’, Αἰγύπτου δ’ ἄπο

### 165.4

ἕπτ’ 〈ἦτ’〉 ὁδοιποροῦντες ἡμέρας ὁδόν,

### 170.1

πάντες τοσαύτας ἡμέρας ἔτος κάτα

### 170.2

ἄζυμ’ ἔδεσθε καὶ θεῷ λατρεύσετε,

### 170.3

τὰ πρωτότευκτα ζῷα θύοντες θεῷ,

### 170.4

ὅς’ ἂν τέκωσι παρθένοι πρώτως τέκνα

### 170.5

τἀρσενικὰ διανοίγοντα μήτρας μητέρων.

### 175

**

### 175.1

ἀνδρῶν Ἑβραίων τοῦδε τοῦ μηνὸς λαβών

### 175.2

κατὰ συγγενείας πρόβατα καὶ μόσχους βοῶν

### 175.3

ἄμωμα δεκάτῃ· καὶ φυλαχθήτω μέχρι

### 175.4

τετρὰς ἐπιλάμψει δεκάδι, καὶ πρὸς ἑσπέραν

### 175.5

θύσαντες ὀπτὰ πάντα σὺν τοῖς ἔνδοθεν

### 180.1

οὕτως φάγεσθε ταῦτα· περιεζωσμένοι

### 180.2

καὶ κοῖλα ποσσὶν ὑποδέδεσθε καὶ χερί

### 180.3

βακτηρίαν ἔχοντες. ἐν σπουδῇ τε γάρ

### 180.4

βασιλεὺς κελεύσει πάντας ἐκβαλεῖν χθονός·

### 180.5

κεκλήσεται δὲ πάσχ’, ὅταν θύσητε δέ,

### 185.1

δέσμην λαβόντες χερσὶν ὑσσώπου κόμης

### 185.2

εἰς αἷμα βάψαι καὶ θιγεῖν σταθμῶν δυοῖν,

### 185.3

ὅπως παρέλθῃ θάνατος Ἑβραίων ἄπο.

### 185.4

ταύτην δ’ ἑορτὴν δεσπότῃ τηρήσετε,

### 185.5

ἕφθ’ ἡμέρας ἄζυμα· καὶ οὐ βρωθήσεται

### 190.1

ζύμη. κακῶν γὰρ τῶνδ’ ἀπαλλαγήσεται,

### 190.2

καὶ τοῦδε μηνὸς ἔξοδον διδοῖ θεός·

### 190.3

ἀρχὴ δὲ μηνῶν καὶ χρόνων οὗτος πέλει.

### 190.4

**

### 193.1

ΑΓΓΕΛ. ὡς γὰρ σὺν ὄχλῳ τῷδ’ ἀφώρμησεν δόμων

### 193.2

ΑΙΓΥΠΤ. βασιλεὺς Φαραὼ μυρίων ὅπλων μέτα

### 195.1

ἵππου τε πάσης καὶ ἁρμάτων τετραόρων

### 195.2

καὶ προστάταισι καὶ παραστάταις ὁμοῦ,

### 195.3

ἦν φρικτὸς ἀνδρῶν ἐκτεταγμένων ὄχλος.

### 195.4

πεζοὶ μὲν ἐν μέσοισι καὶ φαλαγγικοί

### 195.5

διεκδρομὰς ἔχοντες ἅρμασιν τόπους· ἱππεῖς δ’ ἔταξε τοὺς μὲν ἐξ εὐωνύμων,

### 195.6

ἐκ δεξιῶν δὲ πάντας Αἰγυπτίου στρατοῦ.

### 195.7

τὸν πάντα δ’ αὐτῶν ἀριθμὸν ἠρόμην ἐγώ {στρατοῦ}·

### 195.8

μυριάδες 〈ἦσαν〉 ἑκατὸν εὐάνδρου λεώ{ς}.

### 195.9

ἐπεὶ δ’ Ἑβραίων οὑμὸς ἤντησε στρατός,

### 205.1

οἱ μὲν παρ’ ἀκτὴν πλησίον βεβλημένοι

### 205.2

Ἐρυθρᾶς Θαλάσσης ἦσαν ἠθροϊσμένοι·

### 205.3

οἱ μὲν τέκνοισι νηπίοις δίδουν βοράν

### 205.4

ὁμοῦ τε καὶ δάμαρσιν, ἔμπονοι κόπῳ·

### 205.5

κτήνη τε πολλὰ καὶ δόμων ἀποσκευή·

### 210.1

αὐτοὶ δ’ ἄνοπλοι πάντες εἰς μάχην χέρας

### 210.2

ἰδόντες ἡμᾶς ἠλάλαξαν ἔνδακρυν

### 210.3

φωνὴν πρὸς αἰθέρα τ’ ἐστάθησαν ἀθρόοι,

*[crux: φωνὴν πρὸς αἰθέρα τ’ ἐστάθησαν]*

### 210.4

θεὸν πατρῷον. ἦν πολὺς δ’ ἀνδρῶν ὄχλος.

### 210.5

ἡμᾶς δὲ χάρμα πάντας εἶχεν ἐν μέρει.

### 215.1

ἔπειθ’ ὑπ’ αὐτοὺς θήκαμεν παρεμβολήν

### 215.2

(Βεελζεφών τις κλῄζεται πόλις βροτοῖς).

### 215.3

ἐπεὶ δὲ Τιτὰν ἥλιος δυσμαῖς προσῆν,

### 215.4

ἐπέσχομεν, θέλοντες ὄρθριον μάχην,

### 215.5

πεποιθότες λαοῖσι καὶ φρικτοῖς ὅπλοις.

### 220.1

ἔπειτα θείων ἄρχεται τεραστίων

### 220.2

θαυμάστ’ ἰδέσθαι. καί τις ἐξαίφνης μέγας

### 220.3

στῦλος νεφώδης ἐστάθη πρὸ γῆς, μέγας,

### 220.4

παρεμβολῆς ἡμῶν τε καὶ Ἑβραίων μέσος.

### 220.5

κἄπειθ’ ὁ κείνων ἡγεμὼν Μωσῆς, λαβών

### 225.1

ῥάβδον θεοῦ, τῇ δὴ πρὶν Αἰγύπτῳ κακά

### 225.2

σημεῖα καὶ τερ〈ά〉ατ’ ἐξεμήσατο,

### 225.3

ἔτυψ’ Ἐρυθρᾶς νῶτα καὶ ἔσχισεν μέσον

### 225.4

βάθος Θαλάσσης· οἱ δὲ σύμπαντες σθένει ὤρουσαν ὠκεῖς ἁλμυρᾶς δι’ ἀτραποῦ.

### 230.1

ἡμεῖς δ’ ἐπ’ αὐτῆς ᾠχόμεσθα συντόμως

### 230.2

κατ’ ἴχνος αὐτῶν· νυκτὸς εἰσεκύρσαμεν

### 230.3

βοηδρομοῦντες· ἁρμάτων δ’ ἄφνω τροχοί

### 230.4

οὐκ ἐστρέφοντο, δέσμιοι δ’ ὣς ἥρμοσαν.

### 230.5

ἀπ’ οὐρανοῦ δὲ φέγγος ὡς πυρὸς μέγα

### 235.1

ὤφθη τι ἡμῖν· ὡς μὲν εἰκάζειν, παρῆν

### 235.2

αὐτοῖς ἀρωγὸς ὁ θεός. ὡς δ’ ἤδη πέραν

### 235.3

ἦσαν θαλάσσης, κῦμα δ’ ἐρροίβδει μέγα

### 235.4

σύνεγγυς ἡμῶν. καί τις ἠλάλαξ’ ἰδών·

### 235.5

‘φεύγωμεν οἴκοι πρόσθεν Ὑψίστου χέρας·

### 240.1

οἷς μὲν γάρ ἐστ’ ἀρωγός, ἡμῖν δ’ ἀθλίοις

### 240.2

ὄλεθρον ἕρδει.‘ καὶ συνεκλύσθη πόρος

### 240.3

Ἐρυθρᾶς Θαλάσσης καὶ στρατὸν διώλεσε.

### 240.4

**

### 243.1

〈ΣΚΟΠΟΣ〉 κράτιστε Μωσῆ, πρό〈σ〉σχες, οἷον εὕρομεν

### 243.2

τόπον πρὸς αὐτῇ τῇδέ γ’ εὐαεῖ νάπῃ.

### 245.1

ἔστιν γάρ, ὥς που καὶ σὺ τυγχάνεις ὁρῶν, ἐκεῖ· τόθεν δὲ φέγγος ἐξέλαμψέ νυν

### 245.2

κατ’ εὐφρόνης σημεῖον ὡς στῦλος πυρός.

### 245.3

ἐνταῦθα λειμῶν’ εὕρομεν κατάσκιον

### 245.4

ὑγράς τε λιβάδας· δαψιλὴς χῶρος βαθύς, πηγὰς ἀφύσσων δώδεκ’ ἐκ μιᾶς πέτρας,

### 245.5

στελέχη δ’ ἐρυμνὰ πολλὰ φοινίκων πέλει

### 245.6

ἔγκαρπα, δεκάκις ἑπτά, καὶ περίρρυτος

### 245.7

πέφυκε χλο〈ί〉η θρέμμασιν χορτάσματα.

### 245.8

**

### 254

ἕτερον δὲ πρὸς τοῖσδ’ εἴδομεν ζῷον ξένον,

### 255.1

θαυμαστόν, οἷον οὐδέπω ὥρακέ τις.

*[crux: ὥρακέ]*

### 255.2

διπλοῦν γὰρ ἦν τὸ μῆκος ἀετοῦ σχεδόν,

### 255.3

πτεροῖσι ποικίλοισιν ἠδὲ χρώμασι.

### 255.4

στῆθος μὲν αὐτοῦ πορφυροῦν ἐφαίνετο,

### 255.5

σκέλη δὲ μιλτόχρωτα, καὶ κατ’ αὐχένων

### 260.1

κροκωτίνοις μαλλοῖσιν εὐτρεπίζετο.

### 260.2

κάρα δὲ κοττοῖς ἡμέροις παρεμφερές,

### 260.3

καὶ μηλίνῃ μὲν τῇ κόρῃ προσέβλεπε

### 260.4

κύκλῳ· κόρη δὲ κόκκος ὣς ἐφαίνετο.

### 260.5

φωνὴν δὲ πάντων εἶχεν ἐκπρεπεστάτην.

### 265.1

βασιλεὺς δὲ πάντων ὀρνέων ἐφαίνετο,

### 265.2

ὡς ἦν νοῆσαι· πάντα γὰρ τὰ πτήν’ ὁμοῦ

### 265.3

ὄπισθεν αὐτοῦ δειλιῶντ’ ἐπέσσυτο,

### 265.4

αὐτὸς δὲ πρόσθεν, ταῦρος ὣς γαυρούμενος, ἔβαινε κραιπνὸν βῆμα βαστάζων ποδός.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: nfm-aa`.
