---
title: "Commentary on Homer's Odyssey: Book VIII"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Θ"
author: Eustathius of Thessalonica
eul_wid: xpw-ach
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-8-xpw-ach"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:d62401e0adb917ba8eae93ecb17f1843a6be0beb604d90c1e8c0ab3f5f364c24"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book VIII

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Θ*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-ach` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-8-xpw-ach)

## Text

<!-- 1.280 -->

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Θ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἐκκλησία γίνεται τῶν Φαιάκων περὶ τοῦ ξένου. καὶ ναῦς καθέλκεται πρὸς ἐκπομπὴν τοῦ Ὀδυσσέως. καὶ ἑστιῶνται παρὰ τῷ Ἀλκινόῳ τῶν Φαιήκων οἱ ἄριστοι. καὶ μετὰ ταῦτα δίσκῳ ἀγωνίζονται Φαίακες καὶ Ὀδυσσεύς. καὶ ὁ Δημόδοκος ᾄδει, πρῶτα μὲν τὰ περὶ τὴν μοιχείαν Ἄρεως καὶ Ἀφροδίτης. ἔπειτα δὲ, τὰ περὶ τὴν εἰσαγωγὴν τοῦ δουρείου ἵππου. καὶ τοῦ Ὀδυσσέως κλαίοντος, ὁ Ἀλκίνοος πυνθάνεται διατὶ κλαίει, καὶ τίς καὶ πόθεν εἴη.

ΟΔΥΣΣΕΙΑΣ Θ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

Ὅτι ἡ θῆτα ῥαψῳδία σύστασιν τοῦ Ὀδυσσέως ἔχει πρὸς τοὺς Φαίακας. ἀθροίζονται γὰρ διὰ κήρυκος ἐπʼ αὐτὸν, καὶ θαυμάζουσι διὰ πολλά. μετὰ δέ γε τὴν ῥαψῳδίαν ταύτην ἄρχεται διηγεῖσθαι Ὀδυσσεὺς μακρολογῶν τὰ καθʼ ἑαυτόν. διὸ καὶ ἡ ἐπιγραφὴ τοῦ γράμματος τούτου τοιάδέ τις. τὰ παρὰ Ἀλκινόῳ προδιηγήσεως. ἢ τῶν παρὰ Ἀλκινόῳ προδιήγησις. πλείων δὲ ἡ πρώτη γραφή. ἢ λέγοι ἂν, ὅτι ἐνταῦθα τὰ τοῦ Ὀδυσσέως παρὰ Ἀλκινόῳ, ἤγουν τὰ πρὸ τῶν ἑξῆς διηγημάτων. ἔχει δὲ ἀσαφῶς ἡ ἐπιγραφὴ, διὰ τὸ περιεργασθῆναι εἰς βραχυλογίαν ἐπίτηδες. Ὅτι δηλῶν ὁ ποιητὴς ταυτὸν εἶναι ὄρνυσθαι καὶ ἀνόρεσθαι, φησὶν ἐνταῦθα. ὤρνυτʼ ἂρ ἐξ εὐνῆς Ἀλκίνοος. καὶ, ἂν δʼ ἄρα διογενὴς ὦρτʼ Ὀδυσσεύς. Ὅτι ὥσπερ οἱ ὕστερον Ἀττικοὶ ἔλαιον φασὶ, τὸν τόπον ἔνθα ἐμπολᾶται τὸ ἔλαιον, καὶ ἰχθύας, ἔνθα οἱ ἰχθύες τιμῆς ἀπεδίδοντο, ἐκ τοῦ περιεχομένου δηλοῦντες τὸν περιέχοντα τόπον, οὕτω καὶ νῦν ὁ ποιητὴς τὴν τῶν Φαιάκων ἀγορὰν παρὰ νηυσὶ τετύχθαι φησὶν, ἤγουν ὅπου αἱ νῆες ἵσταντο. ἔνθα καὶ λίθων ξεστῶν ἕδρας ἱστορεῖ. Ὅτι Ἀθηνᾶ καὶ ἐνταῦθα ὥς που καὶ ἐν Ἰλιάδι, κήρυκι ὁμοιοῦται, προθεμένη ὀτρῦναι τοὺς Φαίακας ὑπὲρ Ὀδυσσέως. ἑκάστῳ γάρ φησι φωτὶ παρισταμένη, φάτο μῦθον. δεῦτʼ ἄγε Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες εἰς ἀγορὴν ἱέναι ἤγουν ἔλθετε, ὄφρα ξείνοιο πύθοισθε, ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα πόντον ἐπιπλαγχθεὶς, δέμας ἀθανάτοισιν ὁμοῖος. ἔστι δὲ Ἀθηνᾶ ἐνταῦθα, ἢ φήμη τις περὶ τοῦ, φρόνιμόν τινα πλανήτην εἰς τὴν κατʼ αὐτοὺς γῆν ἐλθεῖν ἧς χάριν καὶ συνάγονται, ἢ ἡ παρʼ ἑκάστῳ τῶν Φαιάκων φυσικὴ σύνεσις. καθʼ ἣν μαθόντες ξένον ἄξιον λόγου ἐπιφοιτῆσαι χρῆμα τοῦτο σπάνιον ἐν αὐτοῖς, ἥκουσι κατὰ θέαν πειρασόμενοι τοῦ ἀνδρός. σεμνὸν δὲ τὸ πρᾶγμα, εἰ μὴ θνητὸς κῆρυξ ἀλλʼ Ἀθηνᾶ ὑπουργεῖ τῇ τοῦ λαοῦ προσκλήσει. καὶ τὸ πιθανὸν τῆς ἐφεξῆς ἀλλοιώσεως τοῦ Ὀδυσσέως ἐκ τοῦ καλοῦ εἰς τὸ κάλλιον, ἐντεῦθεν ἄρχεται προκαταβάλλεσθαι ὁ ποιητής. Ὅρα δὲ τὸ, δεῦτʼ ἄγε καὶ ἑξῆς. ἔνθα φανερῶς δηλοῦται τὸ ἄγε, προστακτικὸν ἐπίῤῥημα ὄν. δυνάμενον καὶ ἀκινητίζειν, καὶ συμμεταπίπτειν ταῖς πτώσεσι. καὶ νῦν μὲν, ἀκίνητον μένει. ἀλλαχοῦ δὲ, πληθύνεται. ὡς καὶ ἐν τῷ, ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες. Ὅρα δὲ καὶ τὸ πυθέσθαι γενικῇ συντάσσεσθαι πεφυκὸς, ὡς δηλοῖ τὸ, ὄφρα ξείνοιο πύθεσθε. Τὸ δὲ δέμας ἀθανάτοισιν ὁμοῖος, ἐπεγείρουσα εἰς ἀγορὰν λέγει. ὡς ἂν οἱ μὲν φιλόξενοι τὸν ξένον ποθήσωσιν. οἱ δὲ φιλόκαλοι, πρὸς τὸ κάλλος ἀπίδωσιν. οἱ δὲ φιλίστορες, πρὸς τὴν ἀκρόασιν τοῦ πολυπλανήτου ξένου. ἐοίκασι δὲ χαίρειν μάλιστα οἱ Φαίακες τῷ κάλλει ὡς καὶ ἡ κόρη ἐδήλωσε καὶ ὁ πατὴρ Ἀλκίνοος. διὸ καὶ ἡ μυθικὴ Ἀθηνᾶ μετʼ ὀλίγα, πλείονα ἑαυτοῦ τὸν Ὀδυσσέα ποιήσει, ὡς ἂν φιληθείη τοῖς Φαίαξιν.

Ὅτι σπουδαίαν ἄθροισιν λαοῦ εἰς ἀγορὰν δηλοῖ τὸ, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. καρπαλίμως δὲ ἔπλυντο βροτῶν ἀγοραί τε καὶ ἕδραι ἀγρομένων. εἰ δὲ καὶ θαυμαστὸς ἀνὴρ εἴη τις διʼ ὃν ἡ ἀγορὰ, προσήκει εἰπεῖν καὶ τό. πολλοὶ δʼ ἄρα θηήσαντο ἰδόντες τὸν δεῖνα. Ὅτι τῷ Ὀδυσσεῖ θεσπεσίην ἡ Ἀθηνᾶ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. καὶ μακρότερον καὶ πάσσονα <!-- 1.281 -->θῆκεν ἰδέσθαι, ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο, δεινός τʼ αἰδοῖος τε. καὶ ἐκτελέσειεν ἀέθλους πολλούς. τοὺς, ἤγουν καθʼ οὓς, Φαίηκες ἐπειρήσαντʼ Ὀδυσσῆος. Καὶ ὅρα τὸ φύσει χρήσιμον τοῦ μήκους καὶ τοῦ πάχους. διὰ τούτων γὰρ δεινός τε τοῖς βλέπουσι φαίνεται Ὀδυσσεὺς, καὶ αἰδοῖος διὰ τὸ ἡρωϊκὸν μέγεθος καὶ ἀγαθὸς ἀθλητής. εὐσωματεῖν γὰρ χρεὼν τοὺς τοιούτους ὡς καὶ ἡ παρὰ τοῖς παλαιοῖς ἀλείπταις σωμασκία δηλοῖ. Τὸ δὲ μακρότερον καὶ πάσσονα θῆκεν, οὐκ ἀπέοικε τοῦ, μέλεʼ ἤλδανεν. ὅ ἐστιν ηὔξανε τὰ μέλη. συντομώτερον δὲ τούτου ἐκεῖνο. εἰσὶ δὲ ταῦτα, ἡ ῥηθεῖσα θεσπεσία χάρις. ἅπερ οὐ φύσει τῷ Ὀδυσσεῖ προσῆσαν ἀλλὰ θεόθεν συνέπεσον. Ἔστι δὲ πάσσων ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ὁ παχύτερος. καὶ γίνεται ἀπὸ τοῦ παχὺς παχίων πάσσων. ὁποίῳ τρόπῳ καὶ ὁ μάσσων γίνεται ἐκ τοῦ μακρύς. καὶ ὁ βράσσων, ἐκ τοῦ βραχύς. καὶ ὁ ἐλάσσων, ἐκ τοῦ ἐλαχός. ὃ παρὰ Καλλιμάχῳ κεῖται. τοῦ δὲ μάσσων τὸ οὐδέτερον κεῖται μετʼ ὀλίγα ἐν τῷ, τοσοῦτον ἢ ἔτι μάσσον. Ἐκ δὲ τοῦ, μακρότερον καὶ πάσσονα ἰδέσθαι, κεχορήγηται τοῖς ὕστερον τὸ, ὁ δεῖνα καλὸς ἰδεῖν, ἢ ὁ δεῖνα ἐμβριθὴς ἰδέσθαι. Τὸ δὲ ἐκτελέσειεν ἀέθλους πολλοὺς, οὐ πρὸς ἐνέργειαν κεῖται, ἀλλὰ κατὰ τὸ φύσει δύνασθαι. εἰ γὰρ καὶ μόνον ἐδίσκευσεν ὁ Ὀδυσσεὺς οὐχʼ ὑποδὺς καὶ ἑτέρους ἄθλους, ἀλλʼ ἐπεὶ ἐν οἷς αὐτὸς εὐδοκιμεῖν εἴπῃ ἐν ἐκείνοις ἀπαγορεύσουσιν οἱ Φαίακες, τρόπον τινὰ καὶ τούτους τοὺς πολλοὺς ἐξετέλεσσεν ὧν οἱ Φαίακες ὑπεξεχώρησαν αὐτῷ. ἐρεῖ γὰρ, ὡς πάντα οὐ κακός εἰμι μετʼ ἀνδράσιν ὅσοι ἄεθλοι καὶ τὰ ἑξῆς ὡς κατὰ τόπον ῥηθήσεται. Τὸ δὲ ἐπειρήσαντʼ Ὀδυσσῆος, προκατῆρξε γνωμικοῦ τοῦ, διάπειρά τοι βροτῶν ἔλεγχος.

Ὅτι χρήσιμόν ποτε ῥηθῆναι εἰς ξενίαν καὶ πομπὴν ξένου τὸ, ξεῖνος ὅδε οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ, ἠὲ πρὸς ἠοίων ἢ ἑσπερίων ἀνθρώπων. πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι. ἡμεῖς δʼ ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν. οὐδὲ γὰρ οὐδέ τις ἄλλος ὅς τις κʼ ἐμὰ δώμαθʼ ἵκηται, ἐνθά δʼ ὀδυρόμενος. δηρὸν μένει εἵνεκα πομπῆς. Ἀλκίνοος δὲ ταῦτα φησίν. Ἔνθα καὶ σημείωσαι ὡς οὐ μόνος Ὀδυσσεὺς τοῖς Φαίαξιν ἀλήτης ἦλθεν, ἀλλὰ καὶ ἄλλοις τοῦτο ἐγίνετο. οὐκ ἄρα πάντῃ ἐκτετοπισμένοι ἧσαν κατὰ τὸν μῦθον, ἀλλʼ ὑπεμφαίνει που καὶ τὸ ἀληθὲς ὁ ποιητής. Ὅρα δὲ τὸ, ὀδυρόμενος μένει εἵνεκα πομπῆς. νόσος μὲν γὰρ ἴσως ἤ τι τοιοῦτον, κωλύσει τὸν ξένον τῆς ταχείας πομπῆς. ἡμεῖς μέντοι οὐκ ἀναβαλούμεθά ποτε τὴν πομπήν. Ἠοίους δὲ ἀνθρώπους λέγει, τοὺς ἀνατολικούς. ὃ καὶ ἀλλαχοῦ ἐῤῥέθη. Τὸ δὲ πρὸς ἠοίων, ταυτόν ἐστι τῷ, ἐκ τῶν ἐῴων. προθέσεως κειμένης ἀντὶ ἑτέρας προθέσεως. ὃ μυριαχοῦ γίνεται. Ἰστέον δὲ ὅτι σύνηθες Ὁμήρῳ οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ ἐν ἄλλοις, εἰς δύσιν καὶ ἀνατολὴν ὀλοσχερῶς μερίζειν τὰ κοσμικά. ὡς δηλοῖ καὶ τὸ, οὐκ ἴδμεν ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς. καὶ εἴτʼ ἐπὶ δεξιὰ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπαριστερὰ ποτὶ ζόφον ἠερόεντα. Τοῦ δὲ ἔμπεδον ἡ μὲν κυριολεξία, καὶ πρὸ ὀλίγων ἐγράφη. νῦν δὲ, μεταφορικῶς οὕτω φησὶ τὸ στερεόν. Ὅτι πρωτόπλοον μὲν νῆα τῷ Ὀδυσσεῖ ἐπιλεγῆναι κελεύει ὁ βασιλεύς. κούρους δὲ δύο καὶ πεντήκοντα κρίνασθαι κατὰ δῆμον ἐθέλει, οὐ πρωτοπλόους καὶ αὐτοὺς ἤτοι πρωτοπείρους τῆς ναυτιλίας, ἀλλὰ ὅσοι πάρος εἰσὶν ἄριστοι. ταυτὸν δὲ εἰπεῖν, ἔκκριτοι, πάντως γὰρ, οἱ ἄριστοι κρίνονται ἤγουν ἐπιλέγονται. Πρωτόπλοος δὲ ναῦς, οὐ μόνον ἡ ἐκ καινῆς ναυπηγηθεῖσα, ἀλλὰ καὶ ἡ πρώτη κατὰ τὸ πλέειν. ἢ μετὰ πρώτου τινὸς πλέουσα, ὅ ἐστι ναυαρχίς. Ἰστέον δὲ ὡς εἰ καί τινα τῶν ἀντιγράφων παροξύνουσι τὴν πρωτόπλοον νῆα διὰ τὸ τῆς σημασίας ἐνεργητικὸν ὁμοίως τῷ, πρωτοτόκος γυνὴ καὶ τοῖς τοιούτοις, ἀλλὰ κωλύεται ἡ παροξυτόνησις διὰ τὸ ἀριθμητικὸν εἶναι τὸ τοιοῦτον. καὶ οὐ κατὰ τὸ, ἁπλόος. διπλόος. τριπλόος. προληφθὲν οὖν ἀριθμητικῶς τοῦτο οὐκ ἐᾷ παροξύνεσθαι τὸ πρωτόπλοον. Ὅτι παρέχειν ἐνταῦθα κεῖται τὸ διδόναι. φησὶ γάρ, ἐγώ δʼ εὖ πάντεσσι παρέξω. οὗ τὸ ἀνάπαλιν, ἀφέξω. ἵνα εἴη παρέχειν μέν τι, τὸ ἐγγύς τινος ἔχειν. ἀπέχειν δὲ, τὸ πόῤῥω ἔχειν. ὡς δηλοῖ ἐν τοῖς ἑξῆς καὶ τὸ, ἄπισχε δὲ φάσγανον ὀξύ. Ὅτι ἐν τῷ, δησάμενοι ἐπὶ κληῖσιν ἐρετμὰ, ἔοικε κληῖδας λέγειν. τὴν συνοχὴν τῶν κωπῶν πρὸς τοὺς σκαλμούς. τοιαύτη δὲ συνοχὴ, οἱ τροποί. οὓς καὶ φθάσας εἶπεν. Ὅτι σκηπτούχους βασιλεῖς λέγει τοὺς δώδεκα οἳ συνάρχουσι τῷ Ἀλκινόῳ οὐκ ἀποστερήσας οὐδʼ αὐτοὺς τῆς βασιλικῆς κλήσεως, εἰ καὶ ὑπερέχει ὁ Ἀλκίνοος. ὑποκαταβὰς δὲ, <!-- 1.282 -->σκηπτούχους μόνον αὐτοὺς λέγει, ἐλλείψας τὸ βασιλεῖς. οὓς καὶ ἕπεσθαι ἡγουμένῳ τῷ Ἀλκινόῳ λέγει, ὡς ἐλάττονας μείζονι. Ὅτι προτροπὴ εἰς φιλοξενίαν τὸ, ἔρχεσθʼ ὄφρα ξεῖνον ἐνὶ μεγάροις φιλέωμεν μὴ δέ τις ἀρνείσθω. Ὅτι καθὰ τοῖς Ἰθακησίοις τὸν Φήμιον, οὕτω καὶ τοῖς Φαίαξι περικλυτὸν καὶ θεῖον ἀειδὸν Ὅμηρος δίδωσι τὸν Δημόδοκον καὶ ἔφθασε γραφῆναί τι ἱστορικῶς περὶ τούτων τῶν δύο ἀνδρῶν. Εἰ δὲ θεῖος ἀοιδὸς ὁ Δημόδοκος ὡς μὴ μόνον τὰ κατʼ ἀνθρώπους ἀείδων ἀλλὰ καὶ τὰ περὶ θεοὺς ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται, οὐκ ἂν οὐδʼ ὁ ποιητὴς στεροῖτο τοῦ, θεῖος καὶ αὐτὸς ἀοιδὸς καλεῖσθαι. ᾧ καὶ ἄλλως ἐμφέρειά ἐστι πρὸς τὸν Δημόδοκον. ἐρίηρος γὰρ καὶ Ὅμηρος κατʼ ἐκεῖνον ἀοιδός, καὶ περικλυτός. καὶ Μούσαις φίλος. καὶ ἔχων ἀγαθόν τε κακόν τε τὸ κατὰ σοφίαν καὶ πήρωσιν καθὰ καὶ ἐκεῖνος, ὡς μετʼ ὀλίγα ῥηθήσεται. καὶ οἴμην καὶ αὐτὸς μεταχειρισάμενος συγγενῆ τῇ τοῦ Δημοδόκου. Τρωϊκὴν γὰρ ᾄδει μετʼ ὀλίγα ἱστορίαν ὁ Δημόδοκος, ἧς τότε τὸ κλέος οὐράνιον. καὶ Ὅμηρος δὲ, Τρωϊκὸν βιβλίον τὴν Ἰλιάδα ᾗσεν. ἧς τὸ κλέος οὐρανὸν εὐρὺν ἵκει. καί πως κατὰ τὴν τῆς τραγῳδίας Ἑκάβην εἰποῦσαν δύστηνʼ ἐμαυτὴν γὰρ λέγω λέγουσα σὲ, εἰπεῖν ἔχει καὶ ὁ ποιητὴς πρὸς ἑαυτόν. θεῖε ἀοιδὲ, ἐμαυτὸν γὰρ λέγω ἐν οἷς χαρακτηρίζω τὸν Δημόδοκον. εἰ δὲ καὶ τῷ Δημοδόκῳ θεὸς περιδῶκεν ἀοιδὴν τερπνὴν ὅπῃ οἱ θυμὸς ἐποτρύνῃσιν ἀείδειν, τίς ἂν πλέον Ὁμήρου καὶ τὸ τοιοῦτον ἔχοι καλόν; Ἐν τούτῳ δὲ τὸ μὲν τερπνὴν, γράφεται καὶ τέρπειν. Θυμὸς δὲ, ἢ ὁ τοῦ Δημοδόκου νοεῖται, ἢ ἡ ἐπιθυμία τῶν ἀκροατῶν κατὰ τοὺς παλαιούς. Εἰ δὲ καὶ Μοῦσα τὸν Δημόδοκον ἀνίησιν ᾄδειν ὁρμηθέντα, πάσχοι ἂν αὐτὸ καὶ Ὅμηρος οἷα Μούσῃ κάτοχος. ἀφʼ ἑαυτοῦ γὰρ οἷά τινος πρωτοτύπου, καὶ τὴν τοῦ Δημοδόκου εἰκόνα ἔχρωσεν. Ὅτι μετοίχεσθαι, τὸ εἴς τινα ἐλθεῖν. οἷον. κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν. Καὶ ὅρα ὡς δὶς εἰπὼν τὸ, θεῖον ἀοιδὸν, μετʼ ὀλίγα τὸν αὐτὸν ἐρίηρον λέγει ἀοιδὸν ἤγουν πάνυ ἁρμονικὸν, ἐν τῷ, κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν. εἰπεῖν γὰρ πάνυ ἐπιθυμητὸν, οὐχʼ οὕτως ἐπιτυχές. ἔοικε δὲ πρὸς τοῦτο καὶ τὸ, ἐρίηρες ἑταῖροι. περὶ οὗ ἀλλαχοῦ διελήφθη. Ὅτι σύνηθες παρὰ τοῖς ῥήτορσιν, ἐν παραθέσει δύο ἀριθμῶν τοῦ μὲν μείζονος, τοῦ δʼ ἐλάττονος, προηγεῖσθαι φυσικῷ λόγῳ τὸν ἐλάττονα. οὕτω γὰρ ἕνδεκα καὶ δυοκαίδεκα φαμέν. καὶ δύο καὶ εἰκοσίπηχυ. καὶ ἕτερα μυρία. διὸ καὶ ἐνταῦθα ὁ ποιητὴς οὐ μόνον δύω καὶ πεντήκοντα λέγει, ἀλλὰ καὶ τὴν τοῦ λόγου σύνταξιν πρὸς τὸ δύο ἀποτείνει, οὐ πρὸς τὸ πληθυντικὸν τὸ πεντήκοντα, εἰπών. κούρω δὲ κριθέντε δύο καὶ πεντήκοντα, βήτην. καὶ πρὸ ὀλίγων δὲ, κούρω δύο καὶ πεντήκοντα κρινάσθων ἔφη. ἐκεῖ μέντοι διὰ τὸ πεντήκοντα, καὶ πληθυντικὸν ἐπάγει τὸ, ὅσοι πάρος ἄριστοι. Ἰστέον δὲ ὅτι τρίτον ἐστὶ μεγάλης τριήρεως ἡ ἐνταῦθα ναῦς. ὁ γὰρ καθʼ Ὅμηρον τρίτος ἀριθμὸς τῶν ἐν τοῖς τριήρεσιν ἐπικώπων εἰς πεντηκοντάδα ἐκορυφοῦτο, ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη κατὰ τὸ τέλος τῆς βῆτα ῥαψῳδίας. κατὰ τοιοῦτον ἀριθμὸν καὶ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς τοὺς ἑταίρους μερίζων, εἰς Κίρκην στέλλει. τοσοῦτοι δὲ καὶ ἐνταῦθα οἱ τὸν Ὀδυσσέα στελοῦντες κοῦροι ναῦται. οἱ δέ γε ἐπέκεινα δύο, ὁ κυβερνήτης δοκοῦσιν εἶναι καὶ ὁ πρωρεύς. Ὅτι διασκευὴ κεῖται καὶ ἐνταῦθα, συντόμου ἑτοιμασίας πλοῦ, ὁποῖα κεῖται καὶ ἐν τῇ δ ῥαψῳδίᾳ παρʼ ὀλίγα τινά. λέγει γὰρ ὡς ἐπὶ νῆα κατήλυθον, καὶ νῆα μὲν ἁλὸς βένθοσδε ἔρυσαν, ἐν δʼ ἱστὸν τίθεντο, ἠρτύναντο δʼ ἐρετμά. ἀνὰ δʼ ἱστία λευκὰ πέτασαν. ὑψοῦ δʼ ἐν νοτίῳ τήνδʼ ὥρμισαν. ὃ ταυτόν ἐστι πάντως τῷ, ἁλὸς βένθοσδε ἔρυσαν. Καὶ ὅρα τὴν ἐν τῇ τοιαύτῃ διασκευῇ κατασπορὰν τῶν παρίσων. τὸ, ἔρυσαν. πέτασαν. ὥρμισαν καὶ τὸ, τίθεντο. ἠρτύναντο.

Ὅτι λαμπρᾶς εἰλαπίνης ἡρωϊκῆς μικρὰ ἔκφρασις τὸ, βὰν ἴμεν ἐς μέγα δῶμα. πλῆντο δʼ ἂρ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν. τοῖσι δὲ, ὁ δεῖνα δυωκαίδεκα μῆλʼ ἱέρευσεν. ὀκτὼ δʼ ἀργιόδοντας ὕας. δύο δʼ εἰλίποδας βοῦς, εἶτα συντομώτατα ἐπιπλέκων διασκευὴν σφαγιάσματος καὶ δαιτὸς ἐπάγει. τοὺς δέρον ἀμφί θʼ ἕπον τετύκοντό τε δαῖτʼ ἐρατεινήν. Καὶ ὅρα ὅτι παιδεύων Ὅμηρος εἰς ἔργα σπουδαῖα οὐκ ἐθέλει ἐνδιατρίβειν διασκευαῖς. Ὅτι τὴν ἀνθρωπίνην εὐτυχίαν ὑποδηλῶν ὡς ἐν Ἰλιάδι ἐν τῷ περὶ τῶν δύο πίθων λόγῳ οὕτω δὴ κἀνταῦθα ὁ ποιητὴς, ἔχουσαν συναναμεμιγμένα φαῦλα καλοῖς φησὶν οὕτω περὶ Δημοδόκου. τὸν, περὶ Μοῦσα φίλησε. δίδου δʼ ἀγαθόν τε κακόν τε. ἃ καὶ ἐφερμηνεύων φησίν. ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν. τινὲς δὲ οὐχʼ Ὁμηρικῶς νοοῦντες, εἶπον πρὸς ἀγαθοῦ εἶναι τῷ ἀοιδῷ καὶ τὴν τῶν <!-- 1.283 -->ὀφθαλμῶν ἄμερσιν ὅ ἐστιν ἀμαυρότητα, ἐπεί φασι μουσικώτεροι οἱ τοιοῦτοι ὡς μὴ ἀσχολούμενοι περὶ πολλά. Σημείωσαι δὲ καὶ ὅτι κατὰ σύλληψιν ἤτοι συνεκδοχὴν εἴρηται τὸ, δίδου δʼ ἀγαθόν τε κακόν τε. ἀοιδὴν μὲν γὰρ ἀγαθὴν δίδωσιν ἡ Μοῦσα, οὐ μὴν ἡ αὐτὴ καὶ ὄψεως ἀποστερεῖ κατά γε τὸν μῦθον εἴγε θεοὶ δοτῆρες ἑάων, ἀλλʼ αὐτόματον ἥκειν δοκεῖ τὸ κακόν. εἰ δὲ ὀρθῶς εἴρηται τὸ, ὦ Ζεῦ μίξον τι τοῖς ἀγαθοῖς καὶ δυστύχημα, εἴη ἂν καὶ κακόν τι θεόσδοτον. Ἰστέον δὲ ὅτι τὸ ἐφίλησε καὶ ἁπλῶς τὸ φιλεῖν, οὐ μόνον τὸ ἀγαπᾶν σημαίνει ἔτι δὲ καὶ τὸ χείλεσιν ἀσπάζεσθαι καὶ τὴν ἐκεῖθεν κατʼ ἀρετὴν φιλίαν καὶ τὸν σπουδαίως φίλον, ἀλλὰ καὶ ἐπὶ ἐμπαθοῦς διαθέσεως τίθεται, ὡς δηλοῖ καὶ παρὰ τῷ σοφῷ Ἀθηναίῳ μάγειρος ἐμβαμμάτια καταλέγων καὶ ἰχθύδια κατασκευασθέντα μειρακίῳ ἐρωμένην ἔχοντι. φησὶ γὰρ ἐκεῖνος, ὡς ὁ τοιοῦτος νέος ἔστιν οὐ δειπνητικός. πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιαν ἔστʼ ἔχων. Τὸ δὲ ὀφθαλμῶν ἄμερσε, ταυτόν ἐστι τῷ, ὀφθαλμοῦ ἀλάωσε. λάειν γὰρ καὶ μέρδειν, τὸ ὁρᾶν. διὸ καὶ ἀλαοῦν καὶ ἀμέρδειν, ἰσοδύναμά εἰσιν. ὅθεν καὶ ἄμφω ἀπὸ στερήσεως ἑρμηνεύονται. ἀλάωσε γὰρ καὶ ἄμερσεν, ἀντὶ τοῦ ἐστέρησεν ὄψεως. εἰ δέ τις, Μοῦσαν τὴν τῶν ἄνω καὶ περὶ οὐρανὸν ἐμμελῆ κίνησιν νοήσει ἀλληγορικῶς, δύναται καὶ κατὰ τὸν οὕτω φρονοῦντα, ἐκ τῆς τοιαύτης Μούσης καθʼ εἱμαρμένην νοηθῆναι καὶ ἡ τύφλωσις. καὶ ἡ περὶ ἀνάγνωσιν δὲ ἔμμουσον ἄμετρος ἀσχολία ποιεῖ ποτε τὸ τοιοῦτον κακόν. Ἰστέον δὲ ὅτι τὸ, ἡ Μοῦσα τῷδε ἔδωκεν ἀγαθόν τε κακόν τε. ἢ μᾶλλον, τῷ δʼ ἕτερον μὲν δῶκε πατὴρ ἕτερον δʼ ἀνένευσεν, εἰπών τις ἀγαθὸς κιθαρῳδὸς ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη περὶ ἑτέρου φαύλου κιθαριστοῦ, καὶ ἐρωτηθεὶς τὸ ποῖον, ἔφη. κακῶς μὲν κιθαρίζειν ἔδωκε. καλῶς δὲ ᾄδειν, ἀνένευσε. παρʼ ὑπόνοιαν ἐκεῖνος ἀστείως εἰπών. Ὅτι ὥσπερ τὸν δημηγοροῦντα ἐχρῆν μέσον ἵστασθαι ὡς πάντοθεν ἀκούεσθαι, οὕτω καὶ τῷ ἀοιδῷ Δημοδόκῳ τίθεται θρόνος ἀργυρόηλος μέσσῳ δαιτυμόνων πρὸς κίονα μακρὸν ἐρεισθείς, ἵνα εἰς πάντας ἐξικνῆται τοὺς κύκλῳ τὰ τῆς ἀοιδῆς. οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς ὁ αὐτὸς κίεν ἐς μέσον. Ὅτι ἐκ πασσαλόφιν κρέμαται φόρμιγξ λίγεια ἡ τοῦ Δημοδόκου ὑπὲρ κεφαλῆς αὐτοῦ. ὅθεν αὐτὴν ἐκεῖνος καθαιρῶν, ἐν καιρῷ μετεχειρίζετο. καὶ οὕτω μὲν ὁ ποιητής. ἡ δὲ ὕστερον παροιμία, ἐπὶ τῶν ἀμελουμένων λέγει τὸ, ἐκ πασσάλων φόρμιγγα ἢ τόξον ἤ τι τοιοῦτον ἀπῃωρῆσθαι καθʼ ὁμοιότητα τοῦ, ὑπὲρ καπνοῦ τὸ πηδάλιον. ὅ ἐστιν, ἠμέληται ἡ ναυτιλία. καὶ μετὰ τὴν ἀοιδὴν δὲ, ἐκ πασσαλόφιν κατακρεμᾷ τὴν αὐτὴν φόρμιγγα ὁ Δημόδοκος. ἣν ὁ ποιητὴς οἰκείῳ ἔθει, λίγειαν προπαροξυτόνως λέγει, κατά τινα σειρηνιακὴν κλήσιν. μιᾶς γὰρ τῶν Σειρήνων ὄνομα ἡ Λίγεια. Ὅτι γοργὴ φράσις τραπεζώματος τὸ, πὰρ δʼ ἐτίθει κάνεον, καλήν τε τράπεζαν. πὰρ δὲ δέπας οἴνοιο πιεῖν ὅτε θυμὸς ἀνώγει. τουτέστιν, ὅτε προεθυμεῖτο πιεῖν οἴνου. τὸ δʼ ὅμοιον καὶ ἐπὶ βρώσεως. οὐ γὰρ ἀναγκαστὸν τὸ συμπόσιον. Τῷ δὲ κανέῳ, καὶ τὸ σῖτον καὶ τὰ ὄψα συνεπινοοῦνται. ὅτι δὲ οὐ μόνον κανέοις ἤτοι πίναξι βρώματα συνετίθεντο ἀλλὰ καὶ σπυρίσι, δῆλον ἐκ τῶν παλαιῶν. καὶ ἐλέγοντο αὐτὰ, ἀπὸ σπυρίδων δεῖπνα. συγκομιζόμενα ὅτε τις ἀπήει παρά τινι δειπνήσων. καλῶς ἄρα σπυρὶς ἐτυμολογεῖται παρὰ τὸν πυρὸν ὃ δηλοῖ σῖτον ὅθεν καὶ τὰ σῖτα καὶ οἱ Ὁμηρικοὶ πύρνοι παράγονται, ὧν δεκτικαί εἰσιν αἱ ῥηθεῖσαι σπυρίδες. Τραπέζης δὲ φιλοτησίου ἔπαινος φέρεται τοιοῦτος ἐν τοῖς τοῦ Ἀθηναίου. βίου τιθήνη πολεμία λιμοῦ φύλαξ φιλίας ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα. Ἔνθα ὅρα ψευδοπαρηγητικὸν τὸ, φύλαξ φιλίας. ὅμοιον ὂν τῷ, Φυλέα φίλον θεοῖς. καὶ τῷ, φίλησε δὲ φῦλον ἀοιδῶν. καὶ τῷ, κοίμησε δὲ κύματα δαίμων, καὶ ἄλλοις τοιούτοις ἅπερ καὶ ἐν ἄλλοις κεῖνται. Ὅτι χρησαμένῳ τῷ Ἀγαμέμνονι περὶ τοῦ κατὰ τὸν Τρωϊκὸν πόλεμον τέλους ἀνεῖλεν ὁ ἐν Δελφοῖς Ἀπόλλων, τότε ἁλῶναι τὴν Ἴλιον ὅτε οἱ ἐν Ἀχαιοῖς ἄριστοι καταστασιάσουσι. καί ποτε παρὰ θυτικὸν πότον, ἔπαθον τοῦτο Ἀχιλλεύς τε ἀνδρίᾳ θέλων περιέσεσθαι Τρώων, καὶ Ὀδυσσεὺς φρονήσει καὶ δόλῳ συμβουλεύων ἐπιτρέψαι τὸ ἔργον. ὃ καὶ κρεῖττον ἀπέβη. εἴγε Ἀχιλλεὺς μὲν, πρὸς βίαν ἀνδριζόμενος, πίπτει. Ὀδυσσεὺς δὲ, δόλῳ πτολίπορθος γίνεται. τέως γε μὴν ἔχαιρεν ὁ βασιλεὺς ὁρῶν τοὺς ἀριστέας φιλοτιμουμένους ἐν καιρῷ δαιτός. καὶ τὸν μὲν, τὰ ψυχικὰ ἐπαινοῦντα. τὸν δὲ, τὰ σωματικά. καὶ τὸ τῆς μάχης ἤδη κατὰ τὸν χρησμὸν τέλος, καθυπεμφαίνοντας. ταύτην τὴν ἱστορίαν ὁ Δημόδοκος ἄρτι μετὰ ἐδητὺν ᾄδει, οὐ προβουλευσάμενος, ἀλλʼ ἁπλῶς οὕτω κινηθεὶς ὑπὸ Μούσης, ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις, τοιαύτη. Μοῦσʼ ἂρ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν. οἴμης, τῆς, τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε. νεῖκος Ὀδυσσῆος καὶ <!-- 1.284 -->Πηλείδεω Ἀχιλῆος. ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ, ἐκπάγλοις ἐπέεσσιν. Ἀγαμέμνων δὲ, χαῖρε νόῳ ὅτʼ ἄριστοι Ἀχαιῶν δηριόωντο. οὕτω γάρ φησιν αὐτῷ ἔχρησεν Ἀπόλλων ὅτε ἦλθε χρησόμενος. τότε γὰρ, κυλίνδετο πήματος ἀρχὴ Τρωσί τε καὶ Δαναοῖσι, Διὸς μεγάλου διὰ βουλάς. αἵπέρ εἰσι, τὸ πολλῷ πόνῳ ἑκατέρων τῶν στρατευμάτων ἁλῶναι τὴν Τροίαν, καὶ οὐ δή ποτε τὸ τιμηθῆναι τὸν Ἀχιλλέα ὅπερ ἐν Ἰλιάδι ἐφαίνετο. οὐ χαιρέκακος δὲ πάντως ὁ βασιλεὺς, χαίρων ἐπὶ τῇ τῶν ἀρίστων ἔριδι. αἴτιον γὰρ ἐκείνῳ χαρᾶς, οὐ τὸ ἁπλῶς αὐτοὺς ἐρίζειν. ἀλλʼ ἡ ἐπʼ αὐτῷ ἀγαθὴ ὡς ἐῤῥέθη ἐλπίς. ἐστι δὲ καὶ ἡ τοιαύτη στάσις, ἀγαθῆς ἔριδος ὑπόδειγμα. καὶ τοῦ τὰ συμπόσια στασιασμοὺς ποιεῖν, φαύλους μὲν, ἐν τοῖς φαύλοις, οὐ τοιούτους δέ τινας ἐν τοῖς ἀγαθοῖς. Ὀδυσσεὺς οὖν καὶ Ἀχιλλεὺς ἐν τούτοις ἐοίκασιν ἀνδρίας καὶ φρονήσεως ὑποκινῆσαι σύγκρισιν. πρᾶγμα σπουδαῖον. γράφει γοῦν καὶ Ἀθήναιος, οὕτω. κοσμίως ἐδείπνουν οἱ ἀριστεῖς ἐν Ἀγαμέμνονος. εἰ δὲ καὶ φιλονεικοῦσιν Ἀχιλλεὺς καὶ Ὀδυσσεὺς, ἀλλʼ ὁ βασιλεὺς χαίρει νόῳ, ἐπεὶ ὠφέλιμοι αἱ φιλοτιμίαι, ζητούντων εἰ λόγῳ ἢ μάχῃ αἱρεθῆναι δεῖ τὸ Ἴλιον. χρήσιμον δʼ ἐνταῦθα καὶ Βίωνος τοῦ Βωρυσθενίτου τὸ, οὐδεὶς ἀπὸ τῆς τραπέζης ἡδονὰς πορίζεται ἀλλʼ ἀπὸ τοῦ φρονεῖν. Τὸ δὲ ἀοιδὸν ἀειδέμεναι, δῆλον ὅτι ἐτυμολογία ἐστί. Τὸ δὲ ἀνῆκεν, ἀντὶ τοῦ, ἀνέπεισεν. ἠρέθισεν. ὡς καὶ ἐν ἄλλοις φαίνεται πολλαχοῦ. Τὸ δὲ κλέʼ ἀνδρῶν, διασαφεῖται ἐν τῷ, νεῖκος Ὀδυσσῆος καὶ Ἀχιλῆος. ἔνθα κάλλος ποιεῖ παρακείμενα τὰ πάρισα. Τὸ δὲ οἴμης, οἱ μὲν μετὰ τοῦ ἀνδρῶν συντάσσουσιν. ἵνα ᾖ, κλέα ἀνδρῶν οἴμης. κάλλιον δὲ, στίζειν εἰς τὸ ἀνδρῶν. εἶτα ὡς ἐξ ἄλλης ἀρχῆς ἀπὸ κοινοῦ σχηματίσαι καὶ εἰπεῖν. ὡς ἄειδεν ἀπὸ οἴμης ἐκείνης, ἧς εὐρὺ τὸ κλέος ἦν. Οἴμη δὲ, ἡ διήγησις. ἀφʼ ἧς καὶ τὸ προοίμιον σύγκειται καὶ τὸ φροίμιον. ἀφʼ οὗ καὶ ἡ φόρμιγξ καὶ τὸ φορμίζειν παρῆχθαι δοκεῖ. Τὸ δὲ χαῖρε νόῳ, τὸ βασιλικὸν ἐμβριθὲς δηλοῖ, ὡς τοῦ βασιλέως μὴ προφαίνοντος ἐν τοῖς ἔξω τὴν χαρὰν, μὴ καὶ λυπήσῃ τοὺς ἀρίστους οἷα καταγελῶν. Τὸ δὲ κυλίνδετο πῆμα, καὶ ἀλλαχοῦ εἶπεν ὁ ποιητής. καὶ δηλοῖ τὸ, ἄνωθεν ἐκ Διὸς ἥκειν αὐτό. Ὅρα δὲ τὸ, πήματος ἀρχήν. οὐ γὰρ πολέμου ἦν ἀρχὴ νῦν ἀλλὰ πήματος τοῦ κατὰ τὴν Τροίαν. Ἰστέον δὲ ὡς οὐ μάτην Ὅμηρος πλάττει ᾄδειν τοιαῦτα τὸν Δημόδοκον, ἀλλʼ ἵνα τῇ ἀναμνήσει κλαίων ὁ Ὀδυσσεὺς γνωσθῇ εὐαφόρμως, αὐτὸς εἶναι ὁ ἐν τῇ Τροίᾳ μέγας Ὀδυσσεύς. καὶ οὕτως ἐπὶ πλέον ἐλεηθῇ τὲ καὶ φιληθῇ. Ὅτι Δημοδόκου ᾄδοντος τὴν εἰρημένην Τρωϊκὴν οἴμην, μνησάμενος τῶν ἐκεῖ Ὀδυσσεὺς, πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι. κὰκ κεφαλῆς ἤτοι κατὰ τῆς κεφαλῆς εἴρυσε, κάλυψε δὲ καλὰ πρόσωπα. ὃ δήπου καὶ ὁ τούτου υἱὸς Τηλέμαχος ἐν τῇ Πύλῳ ἐποίει ἀλλʼ ἐκεῖ μὲν ἡ αἰτία οὐκ ἐτέθη. ἐνταῦθα δὲ κεῖται οὕτως. αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων. συχνὰ δὲ τοῦτο ἐποίει. φησὶ γὰρ, ὡς ὅτε μὲν λήξειεν ἀείδων θεῖος ἀοιδὸς, δάκρυʼ ὀμορξάμενος, κεφαλῆς ἄπο φᾶρος ἔλεσκε. καὶ δέπας λαβὼν, ἔσπενδεν. Αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν οἱ ἄριστοι ἐπεὶ τέρποντʼ ἐπέεσσιν, ἂψ Ὀδυσσεὺς κατὰ κρᾶτα καλυψάμενος, γοάασκε. καὶ ἴσως οὐ μόνον μνήμη ὑποκινοῦσα ἐξέθλιβε τῷ Ὀδυσσεῖ δάκρυον, ἀλλὰ καὶ ὅτι ἐπιλέγδην ὁ θεῖος ἀοιδὸς οἴκτους ἐφόρμιζεν. Ἰστέον δὲ ὅτι δοκεῖ ἀνοίκειον ἀνδράσι τὸ δακρύειν, καὶ μάλιστα παρὰ ξένοις. Ὀδυσσεὺς μέντοι παρὰ τῷ υἱῷ καὶ τοῖς δούλοις οἰκείοις οὖσι κλαίει. οὕτω δὲ καὶ Μενέλαος καὶ οἱ παρʼ αὐτῷ βασιλικοὶ φίλοι παῖδες. Ὅρα δὲ ὅτι τὸ κατὰ κεφαλῆς ἐρύσαι φᾶρος, κατὰ κρᾶτα καλύψαι ὁ ποιητὴς παρέφρασεν, ἀμφοῖν δὲ ἑρμηνεία τὸ, κάλυψε δὲ καλὰ πρόσωπα. τοιοῦτον δὲ καὶ τὸ ἐν τῇ δ ῥαψῳδίᾳ χλαῖναν, πορφυρέην ἄντʼ ὀφθαλμοῖϊν ἀνασχών. Πληθύνει δὲ κἀνταῦθα τῷ ἥρωϊ τὰ πρόσωπα Ὅμηρος ὡς καὶ ἀλλαχοῦ τῷ Αἴαντι, εἰπὼν ταῦτα καὶ καλὰ διὰ τὴν προλεχθεῖσαν θεσπεσίαν χάριν ἣ κεφαλῇ καὶ ὤμοις ἐπεχέθη. δῆλον δʼ ὅτι πρόσωπον μὲν κατὰ τὴν παλαιὰν παρατήρησιν, κυρίως ἐπὶ ἀνθρώπου. ῥύγχος δὲ, ἐπὶ τετραπόδων. ῥάμφος δὲ, ἐπὶ πτηνῶν. αἱ μέντοι καταχρήσεις, ἔστιν ὅτε καὶ τὰ τοιαῦτα ἐναλλάσσουσι. Τὸ δὲ ὀμορξάμενος, θέμα ἔχει τὸ ὀμόργω. ἐξ οὗ κατὰ παραγωγὴν, καὶ τὸ ἀπομόργνυσθαι. καθʼ ὁμοιότητα παραχθὲν τοῦ ἄγνυσθαι καὶ ἄχνυσθαι καὶ τῶν ὁμοίων. δοκεῖ δὲ καὶ δίχα τοῦ ο προφέρεσθαι τὸ πρωτότυπον, ὡς δηλοῦσιν οἱ γράφοντες τὸ ἀπεμόρξαντο καὶ τὰ τοιαῦτα. Ὅτι δὲ τὸ ἀμέργω παντελῶς ἕτερόν ἐστι τοῦ ῥηθέντος ὀμόργω, ἐν ἄλλοις ἐδηλώθη. ἐξ οὗ δοκεῖ καὶ ἡ ἀμόργη παρῆχθαι. οὐ μόνον λεγομένη ἐπὶ ὕλης ἐλαίου, ἀλλὰ καὶ πορφύραν σημαίνουσα <!-- 1.285 -->κατὰ τοὺς παλαιούς. εἰ δὲ καὶ τὸ ὀμόργω ἀπὸ τοῦ ἀμέργω δόξειε γενέσθαι διὰ τὸ καὶ τὴν ἐλαϊκὴν ἀμόργην σπογγισμοῦ δέεσθαι, οὐκ ἂν εἴη πάντῃ ἀλλόκοτον. Ὅτι ὥσπερ Μενέλαος ἔγνω τοὺς βασιλικοὺς παῖδας κρύφα κοινολογουμένους, προσέσχε γὰρ ὡς ἐχρῆν, οὕτω κἀνταῦθα τοῦ Ὀδυσσέως πρῶτος ὁ βασιλεὺς ᾔσθετο κλαίοντος. φησὶ γάρ. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα εἴβων ἢ λείβων. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδὲ νόησεν, ἥμενος ἄγχʼ αὐτοῦ. βαρὺ δὲ στενάχοντος ἄκουσεν. ὥστε, οὐ τὸ δάκρυον μόνον κατεμήνυσε τὴν Ὀδυσσέως λύπην, ἀλλὰ καὶ ὁ βαρὺς στεναγμός. οὕτω δὲ ἀπαραλλάκτως κεῖται καὶ ἐν τοῖς ἑξῆς ἔνθα ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἴβων, τοὺς μὲν ἄλλους ἐλάθανεν, οὐ μὴν καὶ τὸν βασιλέα. ἐκεῖ δὲ τὸ εἴβειν καὶ λείβειν φησὶν, εἰπών. δάκρυον εἶβε. καὶ ἐπαγαγὼν εὐθὺς τὸ, δάκρυα λείβων. Τὸ δὲ ἐφράσατο καὶ τὸ ἐνόησεν, ἐκ παραλλήλου τὸν αὐτὸν ἔχουσι νοῦν. δύναται δὲ καὶ ἄλλως τὸ φράσασθαι μὲν, βουλὴν καὶ σκέψιν ἁπλῶς δηλοῦν. τὸ δὲ νοῆσαι, κατάστασιν βουλῆς καὶ ὡς εἰπεῖν, ἀποτελεύτησιν. ἵνα τὴν φράσιν ἐπισφραγίσῃ ἡ ἐντελὴς νόησις. Ὅτι εὕρηται βρῶσις ἐνταῦθα μέχρι κόρου παρὰ τοῖς τρυφηταῖς Φαίαξιν. ὅπερ ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, σπάνιον παρὰ τῷ ποιητῇ. φησὶ γάρ. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐΐσης, φόρμιγγός τε. ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ. τουτέστιν ἥτις συνήρμοσται καὶ συνέρευκται προσεταιριζομένη τῇ εἰλαπίνῃ. διὸ τινὰ τῶν ἀντιγράφων ἀντὶ τοῦ θαλείη, ἑταίρη γράφουσι. παραμυθεῖται δέ πως νῦν ὁ τῆς φόρμιγγος κόρος, τὸν τῆς δαιτός. ὡς διὰ τοῦτον, μὴ δὲ ἐκεῖνον δοκεῖν ψεκτόν. θεῖον γὰρ ἡ ἀοιδή. ὥστε τοιοῦτόν τι καὶ ὁ αὐτῆς κόρος. Τὸ δὲ ἐΐση, νηός τε ἐπίθετον καὶ εὐωχίας ὡς μυριαχοῦ δηλοῦται. Συνήορος δὲ, γίνεται παρὰ τὸ ἀείρω τὸ συζευγνύω. ἐξ οὗ καὶ ὁ παρήορος. ὁ μέντοι ἐν Ἰλιάδι μετήορος, ἀπὸ τοῦ ἀείρω τὸ κουφίζω καὶ ἐπαίρω γίνεται. οἱ δὲ ἀπήωροι κλάδοι ἐν τοῖς ἑξῆς, τουτέστιν ἀποκρεμεῖς καὶ πόῤῥω τῆς ῥίζης ὄντες. κατὰ δὲ ἑτέρους εἰπεῖν, ἀφεστῶτες, παρεκτεταμένοι, ἀπηρτημένοι, ἐκτείνουσι τὴν παραλήγουσαν, ὡς μὴ γενόμενοι ἀπὸ τοῦ ἀείρω ἀλλʼ ἐκ τοῦ αἰωρῶ. Ὅτι φιλενδεικτῶν ἐπὶ τοῖς ἐγχωρίοις ἄθλοις ὁ βασιλεὺς Ἀλκίνοος, φησί. νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν πάντων. τῶν συνήθων δηλαδὴ τοῖς Φαίαξιν. ὡς ἂν ὁ ξεῖνος εἴπῃ τοῖς ἑαυτοῦ οἴκαδε νοστήσας, ὅσσον περιγινόμεθʼ ἄλλων. πύξ τε, παλαισμοσύνῃ τε, καὶ ἅλμασιν, ἠδὲ πόδεσσιν. ἑνὶ στίχῳ περιλαβὼν τέσσαρας ἄθλους. ἔνθα σκοπητέον, πῶς εἶδεν ὁ Φαίαξ εἴπερ τῶν ἄλλων ἀνθρώπων περιγίνονται ἐν ἄθλοις οἱ ὑπʼ αὐτὸν, ὁ ἐκτοπίζων τὴν κατʼ αὐτὸν γῆν καὶ μήτε εἰδώς τινας μήτε γινωσκόμενος. ἢ τοίνυν τοῦτο ἀλαζονεύεται, τὸ πάντων δηλαδὴ περιγενέσθαι. ἢ ἐκεῖνο, ἤτοι τὸ ἀπῳκίσθαι τὴν κατʼ αὐτὸν νῆσον. Ὅρα δὲ καὶ ὅτι ἅμα δαῒς ἅμα ἄεθλοι. καὶ οὐκ ἦν ἔθος τοῖς ἥρωσιν ἀναπαύεσθαι μετὰ βρῶσιν κατὰ τοὺς ὕστερον, ἐπὶ σιτίων πέψει. Ἰστέον δὲ καὶ ὅτι νῦν μὲν τέσσαρας ἠρίθμησεν ἄθλους ὁ βασιλεύς, προϊὼν δὲ ὁ ποιητὴς πέντε νικητὰς ἐκθήσεται, οἳ πέντε ἄθλους ἐνίκησαν. ἐρεῖ γάρ. τῶν δὲ, θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνυος ἀμύμων. ἐν δὲ πάλῃ, Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν. δίσκῳ δʼ αὖ, πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς. πύξ δʼ αὖ, Λαοδάμας ἀγαθὸς πάϊς Ἀλκινόοιο. καὶ ἰδοῦ ἐνταῦθα πέντε ἆθλοι προτεθέντος τοῦ δίσκου. καὶ ἴσως πένταθλον ἦν τοῦτο παρʼ αὐτοῖς. Παρὰ μέντοι τοῖς ὕστερον, τὰ τοιαῦτα, οὕτω μετρικῶς ἀριθμεῖται. ἅλμα. δρόμος. δίσκευμα. κοντός. καὶ πάλη. καὶ ἄλλως δὲ ἐν ἡρώῳ μέτρῳ, οὕτω ἅλμα ποδὸς, δίσκου τε βολὴ, καὶ ἄκοντος ἐρωὴ, καὶ δρόμος ἠδὲ πάλη. μία δʼ ἔπλετο πᾶσι τελευτή. Σημείωσαι δὲ καὶ ὅτι ἐν Ἰλιάδι ἀγωνοθετήσας ὁ ποιητὴς, ὤκνησεν ἐνταῦθα τοιούτοις ἐνασχολῆσαι τὴν ἑαυτοῦ Μοῦσαν ἔξω καιροῦ, διὸ καὶ ἐπιτρέχει αὐτά. οἷα μὴ δὲ ἔχων πιθανῶς καὶ νῦν τοῖς ὅλοις ἐμπλατύνασθαι ὥσπερ ἐκεῖ. ἵπποι γὰρ, οὐ πάρεισιν, ὥστε οὐδὲ ἱππεῖς ἀγωνίσονται. οἷς δὲ οὐ μέλει βιὸς οὐδὲ φαρέτρη, οὗτοι οὐδʼ ἂν ἥμασι καὶ ὀϊστεύμασιν ἐναθλήσωσι. καὶ οὕτω μὲν ταῦτα. Ὁ δέ γε εἰπὼν ἐνταῦθα βασιλεὺς ὅσον περιγινόμεθʼ ἄλλων ἐν ἄθλοις, ὅτε πειράσεται τοῦ Ὀδυσσέως καὶ ἀκούσει καυχησαμένου καὶ μόνον παραιτησαμένου τὸν δρόμον, τότε δὴ τὴν ἀλαζονείαν μεθεὶς, ἐρεῖ μήτε πυγμάχους ἀγαθοὺς εἶναι τοὺς Φαίακας μήτε παλαιστάς. Τὸ δὲ περιγινόμεθα, μακρὰν ἀεὶ ἔχει τὴν ἄρχουσαν τοῦ γινόμεθα ὥσπερ καὶ τὸ γινώσκειν. Τὴν δὲ παλαισμοσύνην ὥσπερ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα δίχα τοῦ σ παλαιμοσύνην γράφει φασὶ τὸν Ἀρίσταρχον. Ὅτι <!-- 1.286 -->ὁδηγία τυφλοῦ τὸ, ἕλε χεῖρα τοῦ δεῖνος καὶ ἔξαγεν ἐκ μεγάροιο. ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν, ἥν περ οἱ ἄλλοι. Ὅτι οὐδὲν μὲν θεάτρου μετὸν τυφλῷ ἀνδρὶ ὥσπερ οὐδὲ κατόπτρου κατὰ τὴν παροιμίαν. Δημόδοκος μέντοι, ἐξάγεται ἔνθα Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες ὅ ἐστι θαυμασόμενοι ἢ θεασόμενοι, οὐ μόνον ἀκοῇ κατατρυφήσων τοῦ ἀγῶνος, ἀλλὰ καὶ οἷον ἀεθλεύσων καὶ αὐτὸς, καὶ τὴν μουσικὴν ἐπιδειξόμενος τέχνην. ᾗ καὶ αὐτῇ, μάλιστα οἱ Φαίακες διὰ τὸν Δημόδοκον ἐναβρύνονται. εἰ δὲ καὶ ἀντίτεχνόν τινα εἶχε πλάσαι ὁ ποιητὴς τῷ Δημοδόκῳ κατὰ τοὺς ὕστερον μουσικῶς ἀγωνιζομένους, οὐκ ἂν ὤκνησε τοῦτο ποιῆσαι. Τοῦ δὲ θαυμανέοντες τὸ ῥῆμα, θαυμαίνω ἐκ τοῦ θαῦμα. ὁμοίως τῷ, ὄνομα ὀνομαίνω. εἰσὶ δὲ οἳ καὶ ἐν δυσὶ μέρεσι λόγου γράφουσι θαῦμα νέοντες ἤγουν εἰς θαῦμα πορευόμενοι οὐκ ἂν δὲ ἐπαινοῖτο ἡ τοιαύτη γραφή. Ὅτι πολλὴν ἐναγώνιον ὁμήγυριν φράζει, τὸ βάν δʼ ἴμεν εἰς ἀγορήν. ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος. μυρίοι. ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοὶ, ἀεθλεύσοντες δηλαδή. Καὶ ὅρα τὸ, πολὺς ὅμιλος. καὶ τὸ, μυρίοι. ἐφερμηνευτικὰ ὄντα ἀλλήλων. Τὸ δὲ ἀνίστασθαι, οὐ μακράν ἐστι τοῦ ὄρνυσθαι, καὶ τοῦ ὄρεσθαι. διὸ ἐπάγει. ὦρτο μὲν ὁ δεῖνα καὶ ὁ δεῖνα.

Ὅτι τὰ πλείω τῶν κατὰ τοὺς Φαίακας ὀνομάτων, ναυτικά. καὶ τὸ ὅλον εἰπεῖν, ἀπὸ θαλάσσης συναγηγερμένα. πίστις δὲ τοῦ λόγου, ὁ πρόγονος αὐτῶν Ναυσίθοος. οἱ βασιλικοὶ παῖδες Ἅλιος καὶ Κλυτόνηος. ἡ τούτων ἀδελφὴ Ναυσικάα, τῇ θαλαμηπόλῳ παραχωρήσασα τοῦ εὐγενεστέρου καὶ σεμνοτέρου ὀνόματος τοῦ, Εὐρυμέδουσα. ὃ, παρώνυμον Εὐρυμέδοντος τοῦ τῆς Ναυσικάας πάππου. καὶ οὗτοι μὲν, βασιλικὸν γένος. οἱ δὲ τοῦ δήμου, Ἀκρόνεως, Ὠκύαλος. Ἐλατρεὺς, παρὰ τὸ ἐλᾶν ἐξ οὗ περ οὐ μόνον τὸ ἐλατρεῖν, ἀλλὰ καὶ τὸ ἐλαστρεῖν ὡς καὶ ἐν Ἰλιάδι φέρεται. Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς. Ποντεύς τε Πρωρεύς τε. Θόων. ὡς παρὰ τὸ ναῦς θοή. Ἀναβησίνεώς τε. Ἀμφίαλός τε υἱὸς Πολυνήου τεκτονίδαο. Ναυβολίδης τε, ὃν καὶ ἐπαινῶν, φησίν. ὃς ἄριστος ἔην εἶδός τε δέμας τε μετʼ ἀμύμονα Λαοδάμαντα. τοῦτο δὲ, διττὴν ἀστειότητα ἔχει. μίαν μὲν, ὅτι ἄριστον αἰνίττεται ἐν τοῖς κατὰ θάλασσαν ἔργοις τὸ τὰς νῆας εὐτυχῶς πλέειν. τοῦτο γὰρ δηλοῖ τὸ Ναυβολίδης παρὰ τὸ βάλλειν τὸ ἐπιτυγχάνειν. ὡς τὸ, ἡ δὲ φερὰς ἐπέβαλλεν. ἵνα ᾖ Ναυβολίδης, ὁ ναυτιλλόμενος εὐτυχῶς καὶ ὡς εἰπεῖν, εὔπλους. ἢ καὶ ἄλλως, ὅτι ἄριστος ἐν τοῖς περὶ θάλασσαν ὁ εἰς ναῦν βάλλειν ἔχων ἤτοι ἐντιθέναι φόρτον ἵνα λέγῃ Ναυβολίδην, τὸν φορτηγόν. ὃ δὴ καὶ σκοπός ἐστι τοῦ ἐπινοηθῆναι τὴν ναῦν. καὶ μία μὲν αὕτη ἀστειότης τοῦ ῥηθέντος λόγου. ἑτέρα δὲ, ὡς οὐχʼ ἁπλῶς ὁ Ναυβολίδης πάντων κρατιστεύει, ἀλλʼ ἐν τοῖς κατὰ θάλασσαν ἔργοις. κατὰ ἕτερον γὰρ λόγον κράτιστος ὁ Λαοδάμας, τουτέστι τὸ λαοῦ ἄρχειν καὶ βασιλεύειν. τούτῳ μὲν γὰρ, κατὰ τὸν ποιητὴν, αἶψα δῶ ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός. τῷ δὲ περὶ θάλασσαν πονουμένῳ, μόγις καὶ ὡς τὰ πολλὰ, κινδύνοις τὸ πλουτεῖν πορίζεται. λέγει δὲ καὶ Εὐρύαλόν τινα βροτολοιγῷ ἶσον Ἄρηϊ, ἀστείως καὶ αὐτὸ διὰ τὸ βροτολοιγὸν τοῦ ἀνέτου πελάγους. τοῦτο γὰρ ὑπαινίττεται ὁ Εὐρύαλος. μάλιστα δὲ βροτολοιγῷ εἰκάζει τὸν Εὐρύαλον, διὰ τὸ ἦθος. μόνον γὰρ αὐτὸν πλάττει ἐν τοῖς ἐφεξῆς, καὶ ξιφοφοροῦντα καὶ ἀγριώτερον τῷ Ὀδυσσεῖ προσφερόμενον, εἰ καὶ ὕστερον κατήλλακται. ἔχει δὲ τὸ ῥηθὲν χωρίον, καὶ παρισώσεις ἀναγκαίως πρὸς ἀνέγερσιν τῆς ἀφηγηματικῆς ὑπτιότητος, οὐ μόνον ἐν τῷ Ὠκύαλος. Ἀγχίαλος. Ἀμφίαλος. Εὐρύαλος. ἀλλὰ καὶ ἐν τῷ, Ναυτεύς τε Πρυμνεύς τε καὶ τοῖς ὁμοίοις. καὶ μάλιστα ἐν τῷ, Ἐλατρεὺς καὶ Ἐρετμεύς. ἅπερ ἐν τέλει στίχων κρουστικῶς παράκεινται τῶν δὲ παρισωτικῶν τὰ μὲν, ἐγγὺς ἀλλήλων ἐπιβούλως κεῖνται. ὡς τὸ, Ναυτεύς τε Πρυμνεύς τε καὶ τὰ μετʼ αὐτὰ τρία ὅμοια ὀνόματα. τὰ δὲ διέσπαρται ὡς καὶ τὸ, Ἀκρόνεως καὶ Ἀναβησίνεως καὶ Πολύνηος καὶ Κλυτόνηος. δῆλον δὲ καὶ ὅτι τὸ, Ἀγχίαλος καὶ Ἀμφίαλος καὶ Εὐρύαλος, ἐκ τοπικῶν μετῆκται εἰς κύρια. Ἀγχίαλος μὲν γὰρ, τόπος ἅπας ἀγχοῦ ὢν θαλάσσης. ἀμφίαλος δὲ, νῆσος ἅπασα. εὐρύαλος δὲ χῶρος, εὕρηται πολλαχοῦ, δύο δὲ μόνα ἐν τῷ τόπῳ τούτῳ κεῖται ὀνόματα μὴ θαλάσσια, ὁ βασιλικὸς παῖς Λαοδάμας, καί τις τέκτων. τεκτονίδης γὰρ ὁ Πολύνηος εἴρηται. Σημείωσαι δὲ ὅτι τὸ Ἅλιος κύριον ἐνταῦθα ὤφειλε μὲν παροξύνεσθαι ὡς τρίβραχυ ὁμοίως τῷ, Δολίος Ὁδίος καὶ τοῖς τοιούτοις. προπαροξύνει δὲ αὐτὸ κατὰ Ἡρῳδιανὸν, ἡ συνήθης ἀνάγνωσις. Ὅτι τὸ δραμεῖν ἐν ἀγῶνι, πειρήσασθαι ποσὶ λέγει. ἐπεὶ καὶ ἀπόπειρα ἀνδρῶν πᾶς ἀγών. φησὶ γάρ. οἱ δὲ, πρῶτον <!-- 1.287 -->μὲν ἐπειρήσαντο πόδεσσι. τελεῖται δὲ πρῶτος ὁ τῶν δρομέων ἄεθλος, ἐπεὶ ὡς ἐῤῥέθη οὐκ ἔχουσιν ἱππέας οἱ Φαίακες. τέταται δὲ καὶ τούτοις ἀπὸ νύσσης ὁ δρόμος, ὡς καὶ ἐν Ἰλιάδι τοῖς ἐκεῖ δραμοῦσι. καὶ ζήτει τὰ εἰς τὸν τοιοῦτον τόπον γεγραμμένα ἐκεῖ. Ὅτι δρομέων συντομίαν φράζων, φησίν. οἵδʼ ἅμα πάντες καρπαλίμως ἐπέτοντο κονιόντες πεδίοιο. εἶτα ἐκτίθεται ὡς καὶ πρὸ ὀλίγων ἐγράφη, τίνες οἱ ἐν τοῖς Φαιακικοῖς ἀέθλοις νικήσαντες. ὅτι δηλαδὴ, δρόμον μὲν, Κλυτόνηος. πάλην δὲ, Εὐρύαλος. ἅλμα δὲ, Ἀμφίαλος. δίσκον δὲ, Ἐλατρεύς. πὺξ δὲ, Λαοδάμας ὁ τοῦ βασιλέως παῖς. ἐν οἷς μετὰ ἐπιθέτων μόνους προάγει τοὺς τοῦ βασιλέως υἱούς. ἀμύμονα μὲν εἰπὼν τὸν Κλυτόνηον. ἀγαθὸν δὲ τὸν Λαοδάμαντα. χρησάμενος καὶ ῥήμασι διαφόροις. οἷον ἐπὶ μὲν Κλυτονήου, τῷ, θέειν ὄχʼ ἄριστος ἦν. ἐπὶ δὲ Εὐρυάλου, τῷ, ἀπεκαίνυτο πάντας ὅ ἐστιν ἐνίκα ὡς καὶ προδεδήλωται. ἐπὶ δὲ Ἀμφιάλου τῷ, πάντων προφερέστατος ἦν, ὅπερ ἐναλλάξας ἐπὶ Ἐλατρέως, ἔφη. πολὺ φέρτατος. ταὐτὸν ὂν τῷ προφερέστατος. ὅ ἐστιν ὑπερφερέστατος. ἤγουν ὕπερθεν τῷ τῆς ἀρετῆς ὕψει φερόμενος. ἢ ἔμπροσθεν τῶν ἄλλων φερόμενος. μόνον τὸν Λαοδάμαντα δίχα ῥήματος προαγαγών. καὶ ἀφεὶς ἐπʼ αὐτοῦ νοεῖσθαι τὰ ἐπὶ τοῖς ἄλλοις ῥήματα. φησὶ γάρ. πὺξ δʼ αὖ Λαοδάμας ἀγαθός. παῖς Ἀλκινόοιο. δύναται γὰρ αὐτῷ ἁρμόσαι τὰ ῥηθέντα πάντα. οἷον. πὺξ Λαοδάμας ὄχʼ ἄριστος ἔην. ἢ πὺξ ἀπεκαίνυτο πάντας. ἢ πὺξ πάντων προφερέστατος ἦεν. ἢ πὺξ πάντων πολὺ φέρτατος ἦεν. ἐν οἷς καὶ αὐτὸ τὸ ἦεν, ὑπήλλαξεν ἐν τῷ, ὄχʼ ἄριστος ἔην. οἷα ποικίλος καὶ πολύφωνος ὤν. ἐν τούτοις δὲ καὶ τὸ ταχύπουν τοῦ Κλυτονήου παραβολικῶς δηλῶν, ἐπάγει παραβολὴν ταύτην. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιϊν. τουτέστιν ὅσον ἀφορίζονται τῶν βοῶν ἀροτριῶσαι ἡμίονοι, ὡς προφερέστεραι βοῶν οὖσαι ἄροτρον ἐλαύνειν καθὰ καὶ ἐν Ἰλιάδι λέλεκται. χρᾶται γὰρ καὶ ἐκεῖ ὁ ποιητὴς τοιαύτῃ παραβολῇ, τόσου ὑπεκπροθέων, λαοὺς ἵκετο. εἶτα σαφέστερον λέγων, ἐπιφέρει. οἵδʼ ἐλίποντο. τουτέστιν οἱ δὲ συνθέοντες, ὀπίσω ἔμειναν. ὅθεν μέχρι καὶ νῦν ἐντεῦθεν τρέποντες, λειφθῆναι τὸ ἡττηθῆναι φαμέν. γεωργικῆς δὲ παρατηρήσεως τὸ, ἐν νειῷ προφερεστέρας βοῶν τὰς ἡμιόνους εἶναι. Τὸ δὲ οὖρον, οὐδέτερόν ἐστιν ἐκ μεταπλασμοῦ. ὡς γὰρ ἡ κέλευθος τὸ κέλευθον ὁ ζυγὸς τὸ ζυγὸν, οὕτως ὁ οὖρος τὸ οὖρον. ὅμοιον δὲ καὶ ἡ ἐνέδρα τὸ ἔνεδρον. καὶ ἄλλα μυρία. Ἀλεγεινὴν δὲ κἀνταῦθα ὡς καὶ ἀλλαχοῦ τὴν παλαισμοσύνην φησὶ, διὰ τὸ κατʼ αὐτὴν βίαιον καὶ πάνυ κοπηρόν. Ὅτι δὲ καὶ τέλος τῶν ἀγώνων ἡ ἡδονὴ κἂν ἄλλως εἶεν ἆθλοι τινὲς ἀλγεινοὶ, δηλοῖ ὁ ποιητὴς ἐπαγαγὼν συμπληρωτικῶς τὸ, αὐτὰρ ἐπειδὴ πάντες, ἐτέρφθησαν φρένʼ ἀέθλοις. καὶ ἔστιν οἰκεῖον πρὸς τὸν ἐπιπόνως ἀθλοῦντα εἰπεῖν τῶν τοῦ Ὁμήρου. ἐκεῖνο. τὸ, τέρπεαι ἄλγεα πάσχων. Ὅτι ἀπόπειρα ἐμφανοῦς ἀνδρὸς ἐν καιρῷ ἀέθλων τὸ, δεῦτε φίλοι τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι. καὶ ἑξῆς ἃ μετʼ ὀλίγα ῥηθήσεται. ὁμοίως δὲ πρὸς τοιοῦτον ἄνδρα ῥηθήσεται καὶ τὸ, δεῦρʼ ἄγε καὶ σὺ ξεῖνε πάτερ πείρησαι ἀέθλων, εἴ τινά που δεδάηκας. ἔοικε δέ σʼ ἴδμεναι ἀέθλους, διὰ τὴν ῥηθεῖσαν δηλαδὴ φυὴν καὶ τὰ ἐφεξῆς. ὁ δὲ τοιοῦτος ἀνὴρ εἴπερ ἐκ πόνων πολλῶν ἥκει, ἐρεῖ ἂν πρὸς τὸν ἐρεθίζοντα. τί με ταῦτα κελεύετε κερτομέοντες; κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤπερ ἄεθλοι. ὃς μάλα πόλλʼ ἔπαθον καὶ πόλλʼ ἐμόγησα. καὶ ἔχομαι κακότητι καὶ ἄλγεσι. πολλὰ γὰρ ἔτλην. ἴσως δέ ποτε προσαρμόσει καὶ τὸ ἐφεξῆς, τὸ, ἀνδρῶν τε πολέμους ἀλεγεινά τε κύματα πείρων. Τὸ δὲ οἶδε καὶ δεδάηκε, προθυστέρως ἔγραψε. χρὴ γὰρ πρῶτον δαῆναι εἶτα εἰδέναι. ἴσως δὲ, καὶ ἐκ περιττοῦ κεῖται τὸ οἶδε. διὸ καὶ εἰπὼν εἴ τινά που δεδάηκας, οὐ προσέθετο καὶ τὸ οἶδας, ὡς ἀρκοῦν ὂν οὕτως εἰπεῖν.

Ὅτι ὁ Ὀδυσσεὺς τοῖς Φαίαξιν ἀνδρεῖος εἶναι ἀπὸ τῆς θέας ἐχαρακτηρίζετο. Λαοδάμας οὖν ὁ βασιλικὸς παῖς οὕτω φησί. φυήν γε μὲν οὐ κακός ἐστι, μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν. αὐχένα τε στιβαρὸν μέγα τε σθένος, οὐδέ τι ἥβης δεύεται. εἶτα ὡς εἰκὸς καὶ ὑπερλαλῶν τοῦ ξένου, φησίν. ἀλλὰ κακοῖσι συνέῤῥηκται πολέεσσι. τοῖς ἐκ τοῦ ναυαγίου δηλαδή. διὸ ἐπάγει γνωμικῶς. οὐ γὰρ ἔγωγέ τι φημὶ κακώτερον ἄλλο θαλάσσης, ἄνδρα συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη. Καὶ σημείωσαι τὸ, κακώτερον συγχέαι. οὐ γὰρ ἁπλῶς κακὸν ἡ θάλασσα ἡ πολύχρηστος καὶ ἄλλως ἰαίνουσα, ὡς δηλοῖ καὶ τὸ Ἰάνειρα Νηρηΐδος ὄνομα παρὰ τὸ ἰαίνειν, ἀλλὰ κακὸν ἡ θάλασσα, <!-- 1.288 -->εἰς τὸ συγχέαι ναυαγὸν ἄνδρα. τουτέστιν εἰς τὸ παραλῦσαι τοῖς κατὰ φύσιν ἁρμονίας καὶ συνθήκης. ὥς που καὶ οἶκος καταπεσὼν συγχέεται. Ὅρα δὲ ὅτι τὴν φυὴν ἑρμηνεύων, εἶπε τὸ, οὐ κακός ἐστι μηρούς τε κνήμας τε καὶ χεῖρας καὶ αὐχένα, οὐδὲ ἥβης δεύεται. ταῦτα γάρ ἐστιν ἡ φυή. Ἐν δὲ τῷ, ἄμφω χεῖρας ὕπερθεν, περιττεύειν δοκεῖ καὶ τὸ ἄμφω καὶ τὸ ὕπερθεν. Αὐχένα δὲ στιβαρὸν λέγει, ὡς καὶ χεῖρας ἀλλαχοῦ στιβαράς. Τὸ δὲ μέγα σθένος, ὡς ἐκ τῶν φαινομένων ὁ ποιητικὸς Λαοδάμας συνάγει. ἵνα ᾖ ταυτὸν κατὰ τοὺς παλαιοὺς σθένος καὶ δύναμις. ἔοικε γὰρ ἐκ τοῦ εἴδους ὁ ξένος μεγάλα δύνασθαι κατὰ τὸ κυρίως παρὰ τοῖς φιλοσόφοις σημαινόμενον τῆς δυνάμεως. καὶ τὴν ἥβην δὲ κατὰ τὸ φαινόμενον λέγει. ἄλλως γὰρ οὐκ ἂν ὁ ὠμογέρων Ὀδυσσεὺς ἡβᾶν λέγοιτο, εἰ μὴ ἄρα ἴσως κατὰ τὸν παρὰ τῷ Ἡσιόδῳ τεσσαρακονταετῆ αἰζηόν. εἰ δὲ καὶ Ὀδυσσεὺς μετʼ ὀλίγα τῇ ἥβῃ πεποιθέναι λέγει, ἐκ τοῦ Λαοδάμαντος τοῦτο λαβὼν λέγει, συντρέχων οἰκονομικῶς οἷς δοκοῦσιν οἱ Φαίακες. μάλιστα μὲν οὖν οὐδὲ λέγει νῦν ἔχειν ἥβην, ἀλλά ποτε χρόνου. ἐρεῖ γάρ. ὄφρʼ ἥβῃ πεποίθεα χερσί τʼ ἐμῇσιν, ἤγουν ἐθάῤῥουν. Ἰωνικὸς γὰρ ὑπερσυντέλικος τὸ πεποίθεα, ὡς τὸ ᾔδεα καὶ ὅσα τοιαῦτα. Τὸ δὲ συνέῤῥηκται, ῥῆμά ἐστιν ἐξ οὗ ὁ ῥηγμίν. ὡς γὰρ ὁ ῥηγμὶν κύμασιν, οὕτω κακοῖς ὁ Ὀδυσσεὺς συνέῤῥηκται. καὶ ἄλλως δὲ, ἐκ μεταφορᾶς τῶν ῥηγυμένων σωμάτων καὶ μὴ τὸ ἀκέραιον φυλασσόντων, δοκεῖ ῥηθῆναι τὸ συνέῤῥηκται. ᾧ λόγῳ καὶ δῶμα συνεῤῥῆχθαι λέγεται. ἐφʼ οὗ προσφυὲς καὶ τὸ συγκεχύσθαι εἰπεῖν. Τὸ δὲ, οὐ γὰρ ἔγωγε φημὶ, σεμνῶς εἴρηται διὰ τὸ ἀποφαντικόν. οὗ τὸ ἀνάπαλιν, οὐ γὰρ ἔγωγε οἶμαι, ἐνδοιαστικόν. δῆλον δὲ ὡς τὸ συγχέειν, ἐναντίον ἐστὶν οὐ μόνον πρὸς τὸ εὐκρινεῖν καὶ διευκρινεῖν, ἀλλὰ καὶ πρὸς τὸ κοσμεῖν καὶ τάσσειν. διὸ καὶ ἐν Ἰλιάδι κτίσμά τι παιδικὸν χαλασθὲν, συγχέεται ἄνω κάτω γεγονός. Ὅτι ὥσπερ Ἀκάμας Ἀκάμαντος καὶ ἡ κλητικὴ ὦ Ἀκάμα δίχα τοῦ ν, οὕτω καὶ Λαοδάμας Λαοδάμαντος ὦ Λαοδάμα. οἷον. Λαοδάμα μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔοιπας. Ὅτι ἐπαινῶν ὁ ποιητὴς τοὺς ἀθλητικοὺς ἀγῶνας φησίν. ὡς οὐ μεῖζον κλέος ἀνέρος ὄφρα κεν ᾖσι, τουτέστιν ἕως ἂν ζῇ, ἢ ὅ, τε ποσσί τε ῥέξει καὶ χερσὶν ἑῇσιν. ἤτοι ταῖς ἑαυτοῦ. πρὸς ὅπερ εἴποι ἄν τις. σοὶ δὲ ἀλλʼ ὦ ποιητὰ ἐπὶ τίσι τὸ κλέος μέγα τῷ πηρῷ μὲν καὶ ἀχρείῳ τήν τε κατὰ χεῖρας ἀλκὴν καὶ τὴν κατὰ πόδας ἀρετὴν, ἐν λόγοις δὲ ἄλλως εὐκλεεστάτῳ. οὗπερ εἶδος μὲν, ἀκιδνότηρον, εἴποις ἂν αὐτός. μορφὴν δὲ θεὸς ἔπεσι στέφει. ἆρά γε ἀληθῶς ἐνταῦθα γνωματεύεις; οὔκουν φησίν, ἀλλὰ πρὸς τοὺς φιλάθλους ὁ λόγος, ὁποῖοι καὶ οἱ Φαίακες. καὶ κεῖται νόημά τι τοιοῦτον καὶ παρὰ τῷ Πινδάρῳ. Ὅρα δὲ τὴν τελικὴν τῶν στίχων παρίσωσιν τὸ, ὄφρα κεν ᾖσι. καὶ τὸ, χερσὶν ἑῇσιν. Ὅτι προπεμπτικοῦ λόγου τὸ, σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται. ἀλλά τοι ἤδη νηῦς κατείρυσται. καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι, ὅ ἐστιν ἕτοιμοι. ὅπερ ὁμοιότητα ἔχει πρὸς τὸ, ἠρτύναντο ἐρετμά. ἱκέτου δὲ ξένου λόγος τὸ, νῦν δὲ μεθʼ ἡμετέρῃ ἀγορῇ νόστοιο χατίζων ἧμαι, λισσόμενος βασιλῆά τε, πάντα τε δῆμον. Ἔνθα ὅρα ὡς καὶ ἐβασιλεύετο καὶ ἐδημοκρατεῖτο ἡ τῶν Φαιάκων καθὰ καὶ προείρηται. Ὅτι ἐρεθίζων Εὐρύαλος φιλονείκως τὸν Ὀδυσσέα ὀκνοῦντα τοὺς ἄθλους, φησίν. Οὐ γάρ σʼ οὐδὲ ξεῖνε δαήμονι φωτὶ ἐΐσκω ἄθλων οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται. ἀλλὰ τῷ, ὅσθʼ ἅμα νηῒ πολυκληῖδι θαμίζων ἀρχὸς ναυτάων οὐ πολεμιστῶν ἀλλὰ οἵ τε πρηκτῆρες ἔασι, φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁ δαίων κερδέων θʼ ἁπαλέων, οὐδʼ ἀθλητῆρι ἔοικας. Καὶ ὅρα τὸ Ὁμηρικὸν δίγλωσσον. εἴγε Λαοδάμας μὲν ἔφη, ἐοικέναι εἰδέναι ἄθλους τὸν Ὀδυσσέα. Εὐρύαλος δὲ ἀνάπαλιν σκώπτων, οὐκ ἀθλητῆρι ἐοικέναι φησὶν οὐδὲ δαήμονι ἄθλων. ὁ δὲ οὐ δαήμων, ἀδαήμων ἐῤῥέθη ἀλλαχοῦ. δῆλον δὲ ὅτι τὸ, δαήμων ἄθλων, περίφρασίς ἐστι τοῦ, ἀθλητήρ. Τὸ δὲ οἷα πολλὰ, ὡς πρὸς πρᾶγμα ἐσχημάτισται κατὰ γένος οὐδέτερον. ἄλλως γὰρ ἀρσενικὸν οἱ ἆθλοι. ὡς δηλοῖ πρὸ ὀλίγων ῥηθὲν καὶ τὸ, ἴδμεναι ἀέθλους. καὶ μετʼ ὀλίγα, σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον. καὶ, ὅσσοι ἄεθλοι. τοιοῦτον δὲ σχῆμα καὶ μετʼ ὀλίγα ἐν τῷ, πάντα οὐ κακός εἰμι ὅσσοι ἄεθλοι. ὅμοιον δὲ ἦν πρὸ τούτων καὶ τὸ, πάντα μὲν οὐκ ἂν μυθήσομαι ὅσσοι Ὀδυσσέως ἄεθλοι. Τὸ δὲ νηῒ θαμίζειν, ἀρχὴ τοῖς μεθʼ Ὅμηρον τοῦ, παρὰ διδασκάλῳ θαμίζειν καὶ ὅσα τοιαῦτα. Ἀρχὸς δὲ ναυτάων, ὁ ναύκληρος. ἐκ τούτου δὲ καὶ ἡ τοῦ ναυάρχου ἐπινενόηται σύνθεσις. Πρηκτῆρες δὲ, οἱ παρὰ τοῖς ὕστερον πραγματευταί. σεμνότερον <!-- 1.289 -->δὲ τούτων ἐν Ἰλιάδι, ὁ πολεμικὸς πρηκτήρ. κατὰ τὸ, μύθων τε ῥητῆρα πρηκτῆρά τε ἔργων. καὶ γίνεται ἐκεῖνος παρὰ τὸ εὖ πράσσειν. ὃ κεῖται μετὰ βραχὺ παρὰ τῷ ποιητῇ ἐν τῷ, ἐυπρήσσεσκον ἕκαστα. Μνήμων δὲ φόρτου, ὁ γραμματεὺς ἤτοι ἀποσημάντωρ διὰ γραμμάτων. ἢ καὶ ἄλλως, λογιστής. ἐπιμελητής. Ἐπίσκοπος δὲ ἢ ἐπίστροφος ὁδαίων ὅ ἐστιν ἐφοδίων, διχῶς γὰρ τοῦτο λέγεται, ὁ τῶν ἐφοδίων ταμίας. ὅθεν γὰρ τὸ ὁδαῖον, ἐκεῖθεν καὶ τὸ ἐφόδιον. Τὰ δὲ συχνὰ πάρισα κάλλος κἀνταῦθα λόγου ποιεῖ. τὸ ὁδαίων. τὸ κερδέων. τὸ ἁρπαλέων. Ἁρπαλέα δὲ, τὰ πάνυ περισπούδαστα. Ὅτι ἐπεὶ οὐκ εἰκὸς τὸν σπουδαῖον ἀνασχέσθαι σκωφθέντα εἰς μάτην, παῤῥησιάζεται Ὀδυσσεὺς ἐφʼ οἷς ὁ ῥηθεὶς Εὐρύαλος ὡς ἐλέχθη καθήψατο τούτου. καὶ ὑπόδρα ἰδὼν, φησί. ξεῖνε, οὐ καλὸν ἔειπες. ἀτασθάλῳ ἀνδρὶ ἔοικας. εἶτα ἐπάγει γνωμικὸν διʼ οὗ καταβάλλεται μὲν τὸ αὔχημα τῶν ἐπὶ κάλλει μόνῳ μέγα φρονούντων, στέφανος δὲ μορφῆς ὁ λόγος εἶναι δείκνυται, καὶ φησίν. οὕτως οὐ πάντεσσι θεὸς χαρίεντα δίδωσιν ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν. ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ, ἀλλὰ θεὸς μορφὴν ἔπεσσι στέφει, ὅ ἐστι κοσμεῖ. οἱ δέ τʼ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν ὅ δʼ ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν. ἐρχόμενον δʼ ἀνὰ ἄστυ, θεὸν ὣς εἰσορόωσιν. ὡς καὶ νῦν δηλαδὴ τὸν Ὀδυσσέα οἱ Φαίακες. ἄλλος δʼ αὖτʼ εἶδος μὲν, ἀλίγκιος ἀθανάτοισιν. ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν. εἶτα καταβαίνων εἰς τὸ προκείμενον ὡς καὶ ἀλλαχοῦ ποιεῖ, ἐπιφέρει. ὣς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιος ἐσσί. τουτέστιν ἀπαίδευτος, ὡς προγέγραπται. εἶτα θεραπεύων τὸ, ἀτασθάλῳ ἀνδρὶ ἔοικας, μεγαλοψύχως μὲν ῥηθὲν ὅμως δὲ κατὰ σφοδρότητα, οὐδὲ γὰρ ἔδει τραχυνθῆναι τὸν ξένον παρὰ τοῖς ξενίσασιν ὡς καὶ αὐτὸς μετʼ ὀλίγα ἐρεῖ, ἐπάγει ἀπολογητικῶς. Ὤρινάς μοι θυμὸν ἤγουν ἐτάραξας ἐνὶ στήθεσσι φίλοισιν, εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆϊς ἀέθλων ὡς σὺ λέγεις, ἀλλʼ ἐν πρώτοισιν ὀΐω ἔμμεναι. διά τε ἴσως τὴν ἥβην ὡς προεῤῥέθη, καὶ μάλιστα διὰ τὸ χερσὶ πεποιθέναι. εἰ δὲ καὶ πολλά φησιν ἔπαθον ὡς καὶ αὐτὸ πρὸ βραχέων δεδήλωται, ἀλλὰ καὶ ὣς κακὰ πολλὰ παθὼν, πειρήσομαι ἀέθλων. θυμοδακὴς γὰρ μῦθος. ἐπώτρυνας δέ με εἰπών, ὃ ταὐτόν ἐστι τῷ, ὤρινάς μοι θυμόν. Ὅρα δὲ ὅτι τε ἐκ τοῦ ὡς ἀλλαχοῦ κεῖται δακέθυμος ἄτα, ἐῤῥέθη ἐνταῦθα κατʼ ἀναστροφὴν συνθέσεως ὁ θυμοδακὴς μῦθος, καὶ ὅτι ἀφελέστερον ἀρξάμενος ὁ ῥήτωρ ἐν τῷ, ξεῖνε οὐ καλὸν ἔειπες, καὶ ἰδὼν ἄχολον τὸν ξεῖνον, ἐπάγει σφοδρότερον τὸ, ἀτασθάλῳ ἀνδρὶ ἔοικας. πρὸς ὁμοιότητα σχηματισθὲν τοῦ, οὐδʼ ἀθλητῆρι ἔοικας. ἵνα Εὐρύαλος μὲν εἴπῃ ἀποφατικῶς, ὡς οὐκ ἔοικας ἀθλητῇ, Ὀδυσσεὺς δὲ καταφατικῶς, ὅτι ἀλλὰ σύ γε ἀτασθάλῳ ἀνδρὶ ἔοικας. Ξεῖνον δὲ λέγει Ὀδυσσεὺς τὸν Εὐρύαλον, ἐπεὶ ὡς πολλαχοῦ φαίνεται, ξένοι ἀλλήλοις εἰσὶ καὶ ὁ ξενοδοχούμενος καὶ ὁ ξενοδοχῶν. ὅπερ καὶ ἐπὶ οἰκέτου ἐν τοῖς ἐφεξῆς φανήσεται. πάντως δὲ, ξεινοδόκος Ὀδυσσέως ὁ ξεῖνος οὗτος Εὐρύαλος. ὃς παρὰ τοῖς ὕστερον καὶ ξυνοδόκος εὕρηται λεγόμενος ἄλλον λόγον, ὡς ξυνὸς ὑποδοχεύς. ἤγουν κοινός. ὃς κοινῶς μὲν πανδοχεὺς λέγεται, Ἰωνικῶς δὲ πανδοκεύς. ὅθεν καὶ Ἀττικῶς, πανδοκεύτρια. Ὅμηρος δὲ, διαλύσας ἐν Ἰλιάδι τὸν τοιοῦτον, πάντας φιλέοντα εἶπεν. Ὅτι δὲ ἐκ τοῦ ξυνὸς γίνεται καὶ τὸ ἐν Ἰλιάδι ξυνήϊον, καὶ ὅτι καὶ ῥῆμά ἐστιν αὐτοῦ τὸ ξυνῶ ξυνώσω, οἷον, γαῖαν ὁμοῦ καὶ πόντον ἑνὶ ξύνωσεν ἀγοστῷ, ἤτοι μιᾷ δρακὶ λαβόμενος τῶν κάτω ἐκοινώσατο, δεδήλωται καὶ ἀλλαχοῦ. θετέον δʼ ἐνταῦθα καὶ ὅτι τὰ εἰρημένα ξυνήϊα τὰ κατὰ τὴν Ἰλιάδα, Ὁμήρου ἄδαστα εἰπόντος ὡς μή πω μερισθέντα, ἕτεροι δριμέως φράσαντες, ἄληκτα εἶπον, ὡς μή πω λαχόντα. Τὸ δὲ οὐ καλὸν ἔειπες, ταυτὸν τῷ. εἰπὼν οὐ κατὰ κόσμον. Χαρίεντα δὲ οὐκ ἔργα μόνον, ἀλλʼ ἰδοὺ ἐνταῦθα καὶ τὰ τῆς φύσεως δῶρα. Τὸ δὲ οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητὴν, ἐκ τῆς Ἰλιάδος παρῴδηται ὅπου φησὶν, οὔτʼ ἂρ φρένας οὔτε τι ἔργα. δηλοῖ δʼ ἐνταῦθα, καὶ ὡς ταυτὸν φρένες καὶ ἀγορητύς. εἰκὸς γὰρ φρονοῦντά τινα, ὅμως μὴ εὐροεῖν λόγῳ κατʼ ἀγοράν. Ἀκιδνὸν δὲ πολλαχοῦ, τὸ ἀσθενὲς, παρὰ τὸ αἰκίζειν κατὰ τοὺς παλαιοὺς ἀποβολῇ τοῦ ἰῶτα καθʼ ὁμοιότητα τοῦ παίζω παιδνὸς καὶ τῶν ὁμοίων. Τοῦ δὲ θεὸς μορφὴν ἔπεσι στέφει, παράφρασις τὸ, χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν. ἐξ ὧν ὁ στέφανος καὶ τὸ στέφος, τὰ τῷ ποιητῇ ἄγνωστα κατὰ τοὺς παλαιούς. Ἀσφαλῶς δὲ ἀγορεύειν, τὸ ἀπροσκόπως, κυρίως δὲ σφάλλεσθαι ἐπὶ ποδῶν <!-- 1.290 -->καθὰ καὶ τὸ προσκόπτειν. ὅθεν γνώμη ἐξηνέχθη τοῖς ὕστερον τὸ, φορητότερον εἶναι ποσὶν ἤπερ γλώττῃ προσκόπτειν, ταυτὸν δʼ εἰπεῖν σφάλλεσθαι. τὸ μὲν γὰρ ἔχει ἀνέγερσιν. γλώσσης δὲ ὄλισθος ἀνέγερτα κεῖσθαι πολλάκις ποιεῖ. τὸ δὲ αἰδοῖ μειλιχίῃ ἢ τὴν ἐκ τῶν ἀκουόντων αἰδῶ λέγει, ἢ τὴν ἐκ τοῦ ἀγορεύοντος ὅτε μὴ θρασύστομος ᾖ ἀλλὰ μειλίχιος ἐν τῷ λαλεῖν. Τὸ δὲ μεταπρέπειν δύναται καὶ ἐκπρέπειν λέγεσθαι. εἰ δὲ μὴ αὐτὸ ἐν χρήσει κεῖται, ἀλλʼ ὁ ἐκπρεπὴς πολλαχοῦ εὕρηται, ὥσπερ καὶ ὁ ἀριπρεπὴς καὶ ὁ εὐπρεπὴς καὶ ὁ διαπρεπής. Τὸ δὲ θεὸν ὣς εἰσορόωσιν ἐκ τοῦ θεὸς μορφὴν ἔπεσι στέφει μεταπεποίηται. τὸ δὲ οὐδʼ ἂν ἄλλως οὐδὲ θεὸς τεύξειεν ἀλήθειαν δηλοῖ πράγματος. τὸ γὰρ πεπραγμένον οὐκ ἔστιν ἀποίητον γενέσθαι, ὥς που γνωματεύει καὶ Πίνδαρος. Τὸ δὲ καὶ σοὶ εἶδος μὲν ἀριπρεπὲς νόος δὲ ἀποφώλιος, παραφρασθήσεται ἐν τῷ, οὐκ ἄρα σοί γʼ ἐπʼ εἴδει καὶ φρένες ἦσαν. ἐν οἷς δηλοῦται, φαῦλόν τι τὰ φυσικὰ εἶναι δῶρα εἰ μὴ καὶ τὰ ἐξ ἀρετῆς πάρεισιν. ἔχει δὲ τὴν τοιαύτην γνώμην καὶ ἡ Ἰλιάς. Τὸ δὲ νῆις ἀέθλων, ἀντὶ τοῦ ἄπειρος. ἀνεπιστήμων. ἄϊδρις δὲ μᾶλλον εἰπεῖν οἰκειότερον. ὡς γὰρ ὁ ἄϊδρις, οὕτω καὶ ὁ νῆις παρὰ τὴν στέρησιν τοῦ εἰδέναι ἐτυμολογοῦνται ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε. περὶ δὲ τοῦ θυμοδακὴς μῦθος, καὶ ἀλλαχοῦ ἐσημειώθη ὅτι κάλλος τι ἐνταῦθα ἐμφαίνεται κατὰ τὸν ἀναγραμματισμὸν τοῦ θυμὸς καὶ τοῦ μῦθος, ὡς καὶ ἐν τῷ θυμαλγέα μῦθον. Ὅτι Ὀδυσσέως δριμυξαμένου οἷς ἀντέσκωψε τὸν σκώπτην Εὐρύαλον, ἐπάγει ὁ ποιητὴς ἀσυνδέτως, οὕτως. ἔφη δή. καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ, ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισιν. ὃν δὴ περιστρέψας τουτέστιν εἰλήσας ἤτοι δινήσας, ἧκε στιβαρῆς ἀπὸ χειρός. βόμβησε δὲ λίθος. κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ Φαίηκες λᾶος ὑπαὶ ῥιπῆς. ὅ δʼ ὑπέρπτατο σήματα πάντα, ῥίμφα θέων ἀπὸ χειρός. τουτέστιν οὐ διʼ ἀνέμου κατὰ τὴν νῆα, οὐδὲ ποσὶ κατὰ τὰ ζῷα, ἐκ χειρὸς δὲ τῆς δισκευσάσης. καινὸν δὲ οὐδὲν εἰ θέειν ἔφη δίσκον ὃν καὶ ὑπερπετασθῆναι τὰ τῶν ἄλλων λέγει σήματα δίκην πτηνοῦ τινος. ὥστε καὶ λίθος ἂν εἴη τολμηρῶς εἰπεῖν ὁ τοιοῦτος δίσκος, οὐ παρὰ τὸ λίαν τεθεῖσθαι κατὰ τοὺς λοιποὺς διὰ τὸ φύσει βρίθον, ἀλλὰ διὰ τὸ λίαν θέειν ἀπὸ χειρός. τὸ δὲ ἀσυνδέτως εἰπεῖν, ἔφη δὴ καὶ ἀναΐξας ἐδίσκευσε, τῇ τοῦ ἥρωος σπουδῇ τὸν λόγον συνεσχημάτισε. συντομώτερος γὰρ καὶ ὁ ἀσύνδετος λόγος τοῦ μετὰ συνδέσμων προφερομένου. τὸ δὲ αὐτῷ φάρει ἀναΐξας, δηλοῖ μὲν Ἀττικῶς τὸ, σὺν αὐτῷ ἱματίῳ, ἐμφαίνει δὲ, τὸ τοὺς ἄλλους ἡμιγύμνους δισκεύειν. ἐκ δὲ τοῦ ἀΐξαι, οὐ μόνον αἲξ τὸ ζῷον, ἀλλὰ καὶ κύριον ὁ Αἴξων, ἐξ οὗ καὶ δῆμος Ἀττικὸς οἱ Αἰξωνεῖς. Δίσκος δὲ, ἄλλως μὲν, ἐκ σιδήρου. ὁποῖος ὁ ἐν Ἰλιάδι σόλος. ἢ ξύλινος. ἴσως δὲ καὶ χαλκοῦς. καί που καὶ λίθινος. ἐνταῦθα δὲ, λίθος τετρημένος καὶ ἔχων ἐκ μέσου καλώδιον οὗ ἐχόμενοι οἱ ἀγωνιζόμενοι ἔδισκον ὅ ἐστιν ἔβαλλον. ἔῤῥιπτον. ὅθεν ὁ δίσκος γίνεται. τὸ δὲ ῥῆμα τούτου, δισκέω ἐνταῦθα. ὡς δηλοῖ τὸ, ἐδίσκεον ἀλλήλοις. ἐξ αὐτοῦ δὲ τὸ δισκεύειν. Ὅτι δὲ λίθος ἦν ὁ Φαιακικὸς δίσκος, ἡρμήνευσεν Ὅμηρος ἐπαγαγὼν τὸ, βόμβησε δὲ λίθος, καὶ τὸ, λᾶος ὑπαὶ ῥιπῆς. Σημείωσαι δʼ ἐνταῦθα καὶ Τρύφωνος τὸ, δίσκος, λίθος τετρημένος. σόλος δὲ, χαλκοῦν ὅλον σφαιρωτόν. Ὅμηρος. σόλον αὐτοχόωνον. ἔοικε δὲ ὁ Τρύφων ἐν τούτοις, χαλκοῦν, τὸ σιδηροῦν εἰπεῖν. ἐπεὶ σιδήρεος δοκεῖ ὁ Ὁμηρικὸς εἶναι σόλος. φέρει δὲ ὁ Τρύφων ἐπὶ τῷ κατʼ αὐτὸν δίσκῳ, καὶ Πινδάρου χρῆσιν τὸ, λιθίνοις ὁπόταν δίσκουσι. Σημείωσαι δὲ ὅτι ὁ δίσκον εἰπὼν ἐπὶ ἡλίου, πάνυ ἐτόλμησεν. εἰ καὶ ἄλλως, ἧττον τοῦ φαμένου σκάφος τὴν ὅλην οἰκουμένην. τολμᾷ δὲ ἀκολούθως, καὶ ὁ λέγων φῶς ἐξ ἡλίου ἢ ἀκτῖνας ἀποδισκεύεσθαι. δισκεύεται μὲν γὰρ, δίσκος. τὰ δὲ ἐξ ἡλίου ἤγουν τὸ φῶς καὶ αἱ ἀκτῖνες, οὐκ εἰσὶ δίσκοι ὡς λέγεσθαι ἀποδισκεύεσθαι. Στιβαρὸν δὲ δίσκον λέγει, ὡς καὶ αὐχένα στιβαρὸν καὶ χεῖρα στιβαρήν. Ὁ δὲ βόμβος, δῆλον ὡς ὠνοματοπεποίηται. λεγόμενός ποτε καὶ ἐπὶ βροντῆς. καὶ ἐπί τινων δὲ εὐτελῶν. ὡς δηλοῖ καὶ τὸ ζωΰφιον ὁ βομβυλιὸς, κληθεὶς οὕτω διὰ τὸ βομβητικὸς εἶναι. Τὸ δὲ καταπτῆξαι πρὸς τῇ γῆ, τὸ πολὺ τοῦ βόμβου δηλοῖ. διʼ αὐτοῦ δὲ, τὸ σφοδρὸν τῆς βολῆς. ἔστι δὲ καταπτῆξαι πρὸς τῇ γῇ, τὸ διὰ δέος κατακύψαι ἕως καὶ εἰς γῆν, δεδιότα ἕκαστον περὶ τῇ σφετέρᾳ κεφαλῇ. Τοὺς δὲ Φαίακας δολιχηρέτμους καὶ ναυσικλυτοὺς ἄνδρας λέγει καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς, ὡς ἢ δολιχὰ ἔχοντας ἐρετμὰ, ἢ μᾶλλον ὡς εἰς δολιχὸν πλοῦν ἐξαρκοῦντας ἐν τῷ ἐρέσσειν. συνήθης δὲ ἡ ἐκ τοῦ ἐρέσσω τοιαύτη <!-- 1.291 -->παραγωγὴ, ὡς ἐδήλωσε καὶ τὸ ἐπήρετμοι. ἐκ τοῦ τοιούτου δὲ ῥήματος, καὶ ὑπηρέσιον κατὰ τοὺς παλαιοὺς, ἐφʼ οὗ κάθηνται οἱ ἐρέται, ἀκολούθως δὲ κατὰ τροπὴν, καὶ ἡ ὑπηρεσία ἐπὶ δουλείας, καὶ τὸ ὑπηρετεῖν. ἔστι δὲ καὶ νηῶν ἐπίθετον τὸ δολιχήρετμον ὡς πρὸ τούτων ἔφη ὁ ποιητής. Τὸ δὲ λᾶος ὑπαὶ ῥιπῆς, ἀντὶ τοῦ ὑπὸ λίθου ὁρμῆς. καὶ ἔστι τὸ μὲν λᾶος κράσις ἐκ τοῦ λάας λάαος λᾶος. ὡς ἔαρ ἔαρος ἦρος καὶ τὰ τοιαῦτα. Ἡ δὲ ῥιπὴ, παρὰ τὸ ῥίπτω καὶ παρὰ τὰς προλεχθείσας εὐλυγίστους καὶ εὐμεταφόρους ῥῖπας. Σήματα δὲ λέγει, οἷς ἐσημειοῦντο ποῦ ὁ δίσκος ἐν πρώτῃ καταφορᾷ ἔπεσε. διὸ ὑποκατιὼν καὶ τέρματα ἐρεῖ αὐτά. εἰπών. ἔθηκε δὲ τέρματʼ Ἀθήνη. ἤγουν σημεῖα ἔνθα τὸ πρῶτον κατῆλθεν ὁ δίσκος. Τὸ δὲ ὑπερπετασθῆναι τὰ τῶν ἄλλων σήματα τὸν τοῦ Ὀδυσσέως δίσκον, μετʼ ὀλίγα διασαφεῖ ὁ ποιητὴς, εἰπών. καί κεν ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα ἀμφαφόων. ἤγουν διερευνώμενος ἁφῇ. φιλοκρινῶν. περιβλεπόμενος. διʼ οὗ, παροιμίαν παραφράζει τὴν λέγουσαν ὡς καὶ τυφλῷ δῆλον. εἶτα ἐπεξεργαζόμενος εἰς τὸ σαφέστερον, φησίν. ἐπεὶ οὔτι μεμιγμένον ἐστὶν ὁμίλῳ. ἤγουν τοῖς τοῦ ὁμίλου τέρμασιν. ἢ ἀφελέστερον, τῷ πλήθει τῶν σημάτων. ἀλλὰ πολὺ πρῶτον. τουτέστι λίαν ὑπὲρ ἐκεῖνα. διὸ καὶ θαρσύνουσα ἡ μυθικὴ Ἀθηνᾶ, ἐπιφέρει. σὺ δὲ θάρσει τόνδʼ ἄεθλον. οὔτις τόν γʼ ἵξεται οὐδʼ ὑπερήσει, ὅ ἐστιν ὑπερπέμψει. ὑπερβήσεται. εἰκὸς δὲ Ἀθηνᾶν ἐνταῦθα νοῆσαι καθὰ καὶ ἐν Ἰθάκῃ, ἄνδρα τινὰ ἐγχώριον τὰ ὑπὲρ Ὀδυσσέως φρονοῦντα ὡς καὶ ἐκεῖ τὰ ὑπὲρ Τηλεμάχου τοῦ υἱοῦ. Καὶ σημείωσαι ὡς οὐ μόνον ὁ ἀκοντιστὴς, ἥμων λέγεται, ἀλλά πως καὶ ὁ δισκευτής. ὡς δῆλον ἐκ τοῦ ὑπερήσει. οὗ τὸ ἁπλοῦν καὶ μετʼ ὀλίγα κεῖται. Ἰστέον δὲ ὅτι τὸ ὑπερήσει, καὶ τὸ ὑπέρπτατο σήματα πάντα, οὐ μακρὰν ἐσχημάτισται τοῦ, ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν ὃ κεῖται παρὰ τοῖς ὕστερον. ἤγουν ὑπέρμετρα. παροιμιαζόμενον μὲν ἐπὶ τῶν ὑπερβαλλόντων ἢ πλεονεκτούντων. μετενεχθὲν δὲ, ἀπὸ τῶν πεντάθλων. ἤρξατο δέ φασιν ὁ λόγος, ἀπὸ Φαΰλου πεντάθλου Κροτωνιάτου. ὃς πεντήκοντα ποδῶν ὄντων πρότερον τῶν σκαμμάτων, αὐτὸς ὑπερέβαλε ταῦτα πηδήσας. ὡς τὸ ἐπίγραμμα, φασὶ, λέγει τῆς εἰκόνος αὐτοῦ. πέντʼ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλος. δίσκευσε δʼ ἑκατὸν, πέντʼ ἀπολειπομένων. Ὅτι παρήγορος ἐν ἀέθλοις ὁ λαλῶν ὑπὲρ τοῦ ἀγωνιῶντος, ὡς δηλοῖ Ὀδυσσεὺς, ὃς γήθησε χαίρων οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι. ὃς ἦν, ὡς ἐῤῥέθη, ἡ μυθικὴ Ἀθηνᾶ. ὑφʼ ἧς καὶ θαῤῥυνθεὶς ἐκεῖνος, κουφότερον μετεφώνει, ὅ ἐστιν ἐπηρμένον θρασύτερον. Ὅτι ὁ θαῤῥῶν εἰς ὃ καλῶς ἠγωνίσατο εἴποι ἂν τοῖς ἀνταγωνισταῖς. τοῦτον νῦν ἀφίκεσθε νέοι, τάχα δʼ ὕστερον ἄλλον ἄεθλον δηλαδὴ, ἥσειν ἢ τοσοῦτον ὀΐομαι, ἢ ἔτι μᾶσσον ὅ ἐστι μακρότερον ὡς προγέγραπται. Τὸ δὲ ἀφίκεσθε, ὡς ἐπὶ τόπου τινὸς κεῖται. γράφεται δὲ καὶ ἐφίκεσθε ἀντὶ τοῦ ἐφάψεσθε. καταλάβετε. Ὅτι ἐπαρθεὶς Ὀδυσσεὺς ἐπὶ τῇ ὑπερβαλλούσῃ βολῇ τοῦ δίσκου φησί. τῶν δʼ ἄλλων ὅ τινα κραδίη θυμός τε κελεύει, δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην, ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσὶν, οὔτι μεγαίρω πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος. διατί πλὴν τούτου; ξεῖνος γάρ μοι ὅδʼ ἐστίν. εἶτα ἐπάγει γνωμικόν. τίς ἂν φιλέοντι μάχοιτο; ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνὴρ, ὅστις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων δήμῳ ἐν ἀλλοδαπῷ. ἕο τʼ αὐτοῦ πάντα κολούει. ὅ ἐστι ἑαυτὸν βλάπτει καὶ κολοβεῖ καὶ ἐλαττοῖ. τῶν δʼ ἄλλων οὔ τινα ἀναίνομαι οὐδʼ ἀθερίζω, ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην. ταῦτα δὲ ἐκφοβεῖ μὲν τὸν βασιλέα, σεμνύνει δὲ τὸν Ὀδυσσέα, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. Ἰστέον δὲ ὅτι τὸ, ὅτινα ποιητικὸν ὂν, κεῖται μὲν ἀντὶ τοῦ ὅν τινα, γίνεται δὲ ἀπὸ τοῦ τινὰ πλεονασμῷ τοῦ ο καθʼ ὁμοιότητα τοῦ ὅτου. καὶ ὅτῳ. καὶ ὅτοισιν ἀντὶ τοῦ οἷστισι. καὶ ὁτέοισι. καὶ ὅτινας ἀντὶ τοῦ οὕς τινας. καὶ ὅτις ἀντὶ τοῦ ὅς τις. οἷον. ὅτις σφέας εἰσαφίκηται. καὶ, ἠδʼ ὅτις οὐκ ἀλέγει. Τὸ δὲ ἐπεί μʼ ἐχολώσατε λίην ὅθεν μετʼ ὀλίγα καὶ ὁ βασιλεὺς ὁρμηθεὶς χώεσθαι τὸν Ὀδυσσέα ἐρεῖ ἐφʼ οἷς ἐκ τοῦ Λαοδάμαντος ἤκουσε, λεαίνει τὸ τραχὺ τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου καθὰ καὶ πρὸ τούτων τὸ, ὤρινάς μοι θυμὸν εἰπὼν οὐ κατὰ κόσμον. δοκεῖ γὰρ ἄλλως θρασὺς ὁ Ὀδυσσεὺς εἶναι ἐφʼ οἷς ἑαυτὸν ἄγαν σεμνύνει. Σημείωσαι δὲ καὶ ὅτι καταφήσας τρεῖς ἄθλους ἐνταῦθα Ὀδυσσεὺς ἐν τῷ ἢ πὺξ ἢ πάλῃ ἢ καὶ ποσὶ, μετʼ ὀλίγα καὶ τοξότης εἰδήμων εἶναι φησὶ καὶ ἀκοντιστής. τὸ μέντοι ποδῶκες, ἀποφάσκει ἑαυτοῦ. παιδεύων χρεὼν εἶναι τὸν συνετὸν εἴπου καὶ παραῤῥίψοι οὐκ ἀκριβῶς λόγον <!-- 1.292 -->τινὰ, ἐπιδιορθροῦσθαι αὐτόν. Τὸ δὲ τίς ἂν φιλέοντι μάχοιτο, ἑρμηνεύων, ἔφη. ξεινοδόκῳ ἔριδα προφέρηται. Τὸ δὲ δήμῳ ἐν ἀλλοδαπῷ, πρὸς λόγου ἀσφάλειαν κεῖται. οἴκαδε μὲν γάρ τις περιφρονήσοι ἂν ξεινοδόκον. οὐκ ἂν δὲ καὶ ἐν αὐτῷ τῷ τοῦ ξεινοδόκου δήμῳ. Τὸ δὲ ἴδμεν ἐπὶ ἀπαρεμφάτου σπανίως εὕρηται. Ὅτι συνιστῶν ἑαυτὸν Ὀδυσσεὺς παρὰ τοῖς Φαίαξιν οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν ἐν τοῖς μετὰ ταῦτα μνηστηροφονίαν πιθανὴν ποιῶν καθʼ ἣν πρῶτος τῶν ἄλλων αὐτὸς ὀϊστεύσας ἀριστεύσει, φησί. πάντα γὰρ οὐ κακός εἰμι μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι. εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι. πρῶτος ἂν ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳ ἀνδρῶν δυσμενέων εἰ καὶ μάλα πολλοὶ ἑταῖροι ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν ἤτοι κατὰ ἀνδρῶν. εἶτα εἰπὼν ὅτι οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ ἐν Τροίᾳ ὅτε τοξαζοίμεθα Ἀχαιοί. τῶν δʼ ἄλλων, ἐμέ φημι προφερέστατον εἶναι, ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες. καὶ ὅτι, ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, οὔθʼ Ἡρακλῆϊ οὔτʼ Εὐρύτῳ Οἰχαλιῆϊ. καὶ τὴν αἰτίαν εἰπὼν ὡς ῥηθήσεται μετʼ ὀλίγα, ἥτις ἦν, τὸ καὶ θεοῖς αὐτοὺς ἐρίζειν διὰ τὸ κατʼ ἀρετὴν ἀνυπέρβλητον, ἐπάγει. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ. πάνυ ἐνταῦθα περιαυτολογήσας. διὸ παραμυθούμενος τὴν ἀλαζονείαν ἐπάγει εὐθὺς ταπεινότερον ὡς πρὸς ἔνδειξιν τοῦ ἀληθεύειν τὸ, μόνοις δέδοικα ποσὶ μή τίς με παρέλθῃ Φαιάκων. καὶ τὴν αἰτίαν προτιθεὶς, φησί. λίην γὰρ ἀεικελίως ἐδαμάσθην κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα ἔην ἐπηετανός. τῷ μοι φίλα γυῖα λέλυνται. ἐφʼ οἷς ὁ βασιλεὺς Ἀλκίνοος τῷ τοῦ Ὀδυσσέως κόμπῳ πίστιν σχὼν, οὐκέτι καθὰ καὶ πρὸ τούτων ἀριστεύειν φησὶ τοὺς Φαίακας πὺξ καὶ παλαισμοσύνῃ καὶ ἅλμασι καὶ ποσίν. ἀλλὰ μεταβαλὼν, λέγει. οὐ γὰρ πυγμάχοι ἐσμὲν ἀμύμονες, οὐδὲ παλαισταί. ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι, ἐσμὲν δηλαδή. εἰ καὶ λείπει τὸ ῥῆμα. Ἔνθα ὅρα ὡς Ὀδυσσέως εἰπόντος δεδοικέναι μή τις αὐτὸν ποσὶ παρέλθοι, ὁ βασιλεὺς ἀριστεύειν ἐνταῦθα φησὶ τοὺς Φαίακας. εὐδοκιμεῖν αὐτοὺς εἰπὼν, περὶ ὅπερ ὁ ξένος ἀπείπατο. καὶ ἀρετὴν αὐτοῖς ἐπιμαρτυράμενος ἀνεξέλεγκτον. ἐλεγχθεὶς γάρ, φασιν, ἀρνεῖται ἵνα μὴ παροξύνῃ τὸν ξένον. τάχα γοῦν ὁ Ἀλκίνοος ἀπόδρομον τὸν Ὀδυσσέα ἐνόμισεν, ὡς ἤδη πεπαυμένον ἀπὸ τῶν δρόμων. ὃ δή τισι τῶν παλαιῶν ἐῤῥέθη πρὸς ὁμοιότητα τοῦ ἀπόμαχος καὶ τῶν ὁμοίων. καὶ μὴν ἕτεροι ἄλλως χρῶνται τῷ ἀπόδρομος, φάμενοι, ὡς ἐν Κυρήνῃ μὲν, τοὺς ἐφήβους, τριακάπους καλοῦσιν. ἐν δὲ Κρήτῃ, ἀποδρόμους, διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν. οὕτω δὲ καὶ Καλλίμαχος ἀπότριχα τὸν ἄνηβον ἔφη. Σημείωσαι δὲ ὅτι τὸ μὲν οὐ κακός εἰμι, μετρίως εἶπε καὶ ἐπιεικῶς Ὀδυσσεύς. δυνάμενος εἰπεῖν ὡς πάνυ δεξιῶς ἔχω. ἵνα εἴη τὸ οὐ πάνυ κακὸς, οὐ μόνον κακίας ἀπόφασις ἀλλὰ καὶ ἀντὶ τοῦ λίαν δεξιὸς ἢ ἀνδρεῖος. τὸ μέντοι τῶν ἄλλων ἐμέ φημι προφερέστερον εἶναι, οὐκέτι ἐπιεικοῦς ἤθους, ἀλλὰ σεμνοῦ. καθʼ ὑπερβολὴν γὰρ ἐπικριτικῶς ἡ περιαυτολογία. παραμυθεῖται δὲ ὅμως αὐτὴν ἠρέμα, τὸ ὑπαγαγεῖν ἑαυτὸν τῷ Φιλοκτήτῃ. καὶ τὸ μὴ ἔχειν ἐξισοῦσθαι μήτε τῷ Ἡρακλεῖ μήτε τῷ Εὐρύτῳ. ἔστι δʼ ὅμως καὶ ἐν τούτοις καύχημά τι τῷ Ὀδυσσεῖ περιττὸν, εἴγε τῶν ζώντων μὲν μόνῳ τῷ Φιλοκτήτῃ τοῦ ἐπὶ τόξῳ ἤγουν τοξείᾳ κλέους παραχωρεῖ. τῶν δὲ τεθνεώτων, Ἡρακλεῖ καὶ Εὐρύτῳ. ἔστιν οὖν εἰπεῖν, ὅτι καὶ Ὀδυσσεὺς κατὰ τὸν ὕστερον Ἐφέσιον ζωγράφον τὸν Παῤῥάσιον, ἐσέμνυνεν ἑαυτόν. οὗτός τε γὰρ ἑαυτὸν ὑπεξῆρεν ἐπισημῃνάμενος καὶ ταπεινότητα, καὶ ὁ Παῤῥάσιος ἔφη ὡς ἀνυπέρβλητος αὐτῷ πέπηγεν οὖρος. ἀμώμητον δʼ οὐδὲν ἐγένετο βροτοῖς. τὸ μὲν αὐχῶν, τὰ τῆς τέχνης εὑρῆσθαι αὐτῷ τέρματα, τὸ δʼ ὑπονοῶν, ὡς ἴσως ἐψέγετο πρὸς τῶν ὁμοτέχνων ὡς μάτην θαῤῥῶν ἀμώμητος εἶναι. Τόξον δὲ ἐΰξοον λέγει, ἐπεὶ καὶ τὸν αὐτοῦ τέκτονα κεραοξόον ἐν ἄλλοις φησίν. Ἀμφαφάασθαι δὲ τὸ μεταχειρίζεσθαι, παρὰ τὴν ἁφήν. ἀφʼ ἧς καὶ τὸ, σῆμα ἀμφαφόων πρὸ ὀλίγων εἴρηται, ὅ ἐστι παραδεικνὺς τῇ χειρί. Τὸ δὲ εἰ καὶ μάλα πολλοὶ ἑταῖροι, καὶ ταχυτοξότην τὸν Ὀδυσσέα εἶναι δηλοῖ. ὃς εἰ καὶ πάνυ πολλοὶ περὶ αὐτόν εἰσιν, ἀλλὰ πρῶτος αὐτὸς βαλεῖ τὸν δυσμενῆ. Τὸ δὲ τοξαζοίατο, οὐκ ἀεὶ ἀναγκαίως καὶ πτωτικήν τινα σύνταξιν ἔχει, ἀλλὰ καὶ μόνον καθʼ αὑτὸ ἐκφωνεῖται ὡς δηλοῖ τὸ, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί. καὶ τὸ, προκαλίζετο τοξάζεσθαι. Τὸ δὲ ἀπεκαίνυτο, περιττὴν μὲν ἔχει τὴν πρόθεσιν ὡς ἀλλαχοῦ προεφάνη. δέδωκε δὲ τοῖς ἰδιώταις ἀρχὴν τοῦ, νίκην ἀποκοπτὴν τὴν μεγάλην λέγειν. <!-- 1.293 -->Τὸ δὲ σῖτον ἔδοντες, πρὸς διαστολὴν ἴσως ἐῤῥέθη ἑτέρων βροτῶν μὴ τοιούτων. ὁποίους καὶ τοὺς μακροβίους Αἰθίοπας ἡ ἱστορία φησίν. οἳ ἄρτον ἰδόντες κόπρῳ αὐτὸν εἴκασαν. ἦσαν δὲ καὶ οἱ ἐξ ἀκρίδων ζῶντες καὶ οἱ ἐξ ἰχθύων. οἳ καὶ ἀκριδοφάγοι διατοῦτο καὶ ἰχθυοφάγοι ἐκαλοῦντο. τὸ δὲ Σκυθικὸν φῦλον καὶ τὸ Μασσαγετικὸν κρέασι διοικονομούμενον οὐδʼ αὐτὸ ἐθέλει σιτοφαγεῖν. Τὸ δὲ ἐρίζειν, καιρία λέξις ἐπὶ ἐξισώσεως. διὸ καὶ δὶς ἐνταῦθα κεῖται. Τὸ δὲ οὐκ ἐθελήσω, ἀντὶ τοῦ οὐ δυνήσομαι. πολλαχοῦ δὲ ἐπὶ τοιαύτης σημασίας ἡ λέξις κεῖται. Τὸν δὲ Ἡρακλῆν, οὗ πολὺς λόγος τοῖς παλαιοῖς, καὶ Ἡρακλείδην Παυσανίας καλεῖσθαι φησί. Περὶ δὲ Εὐρύτου καὶ τοῖς κατʼ αὐτὸν Οἰχαλίας ἡ Βοιωτία ἐδήλωσεν. Ἐν δὲ τῷ, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ, ῥῆμα νοητέον ἔξωθεν τὸ ἵησιν ἢ πέμπει ἤ τι τοιοῦτον. τὸ γὰρ ἀκοντίζειν οὐκ ἔστιν οἰκεῖον ἐπὶ ὀϊστοῦ. ταῦτα δὲ ἀλλαχοῦ παρὰ τῷ ποιητῇ καὶ τὸ, σῖτον ἐσθίειν καὶ οἶνον, πίνειν δηλαδή. οἶνος γὰρ οὐκ ἐσθίεται. καὶ τὸ, καπνὸν ἐλεύσσομεν καὶ φθογγὴν, ἠκούομεν δηλαδή. φθογγὴ γὰρ οὐ βλέπεται. οὐκ ὀλίγα δέ εἰσι καὶ ἄλλα τοιαῦτα. ὧν ὁ ποιητικὸς τρόπος, σύλληψις εἴτουν συνεκδοχή ἐστι. Τὸ δὲ ποσὶ παρέλθῃ, πρὸς διαστολὴν ἐῤῥέθη. ἔστι γὰρ τροπικῶς καὶ νόῳ παρελθεῖν καὶ δόλοις καὶ τοιούτοις τισί. Τὸ δὲ ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα ἦν, ἀντὶ τοῦ, ἐπεὶ ὤλετο ἡ ναῦς. οὐ γὰρ διὰ τὸ μὴ κομιδὴν ἐν βρώμασιν ἔχειν ἐδαμάσθη Ὀδυσσεὺς τοῖς κύμασιν, ἀλλʼ ὅτι ἐθραύσθη κύμασιν ἡ τὴν κομιδὴν ἔχουσα ναῦς. Τὸ δὲ ἐπηετανὸν ἐν μὲν τῷ, ἐπηετανὸν γάλα θῆσθαι, κυριολεκτεῖται. δηλοῖ γὰρ τὸ, ἐν ὅλῳ ἔτει. ἐνταῦθα δὲ κομιδὴ ἐπηετανὸς, ἡ ἁπλῶς πολλὴ λέγεται. Τὸ δὲ φίλα γυῖα λελύσθαι ταυτόν ἐστι τῷ ἀεικελίως δαμασθῆναι. Ὅτι τοὺς ῥηθέντας Ἡρακλέα τε καὶ Εὔρυτον ἐπαινῶν Ὀδυσσεὺς, φησὶν ὅτι καὶ ἀθανάτοις ἐρίζεσκον περὶ τόξων. διό φησι καὶ αἶψα ἔθανε μέγας Εὔρυτος. εἶτα ἑρμηνεύων πῶς αἶψα ἔθανε, φησίν. οὐδʼ ἐπὶ γῆρας ἵκετʼ ἐν μεγάροισι. τοῦτο δʼ αὖθις ἐφερμηνεύων, ἐπιφέρει. χολωσάμενος γὰρ Ἀπόλλων ἔκτανε. διὰ τί; οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι. ἔοικε δὲ αἴφνης θανεῖν καὶ ὁ Εὔρυτος. τοῦτο γὰρ δηλοῖ ὁ πρὸς Ἀπόλλωνος θάνατος, ὡς πολλαχοῦ φαίνεται. Ἡρακλῆς δὲ οὐδέν τι λέγεται παθεῖν δεινὸν ὑπὲρ τῆς πρὸς θεοὺς ἔριδος, ὅτι μὴ δὲ ἐπροκαλίζετο εἰς τοξείαν. οὐδὲ πάνυ δοκεῖ θρασὺς αὐτοῖς εἶναι. ἄλλως δέ γε ἀθανάτοις αὐτὸν ἐρίσαι κατὰ ἄμυναν, ἡ Ἰλιὰς ἐδήλωσε. τὸ μέντοι ὑφʼ Ἡρακλέος θανεῖν τὸν Εὔρυτον κατὰ τοὺς ὕστερον καὶ τὰ περὶ τῆς θυγατρὸς τοῦ Εὐρύτου Ἰόλης, οὐκ οἶδεν ὁ ποιητής. ἄλλοι δὲ μεθʼ Ὅμηρον, αὐτὸ ἱστοροῦσιν. ὧν καὶ Σοφοκλῆς. Σημείωσαι δὲ καὶ ὡς ἐμφαίνει Ὀδυσσεὺς ἐνταῦθα, μὴ δὲ δεῖν εἶναι εὔξεσθαί τινα ἐξισωθῆναι τῷ Εὐρύτῳ, εἴγε οὕτω ταχὺ ἐκ θεομηνίας ἔθανεν. Ὅτι δὲ τῷ τοῦ Εὐρύτου τόξῳ ἐχρᾶτο ποτὲ Ὀδυσσεὺς, ἐν τοῖς μετὰ ταῦτα ἱστορήσει Ὅμηρος. καθά που καὶ Φιλοκτήτης τῷ τοῦ Ἡρακλέος. Ὅτι οὐκ ἀλαζονείαν Ἀλκίνοος ἡγεῖται τοὺς τοῦ Ὀδυσσέως λόγους, ἀλλὰ εὐδιακρίτως δεχόμενος αὐτοὺς φησί. ξεῖνε, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις, τουτέστιν ἀηδῆ καὶ ἔξω χάριτος, ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ. χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ τουτέστιν ὁ Εὐρύαλος ἐν ἀγῶνι παραστὰς νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔτις ὄνοιτο ὅς τις ἐπίσταιτο φρεσὶν ἄρτια βάζειν. Καὶ ὅρα ὡς ἁπλῶς τὸ ἦθος ὁ βασιλεύς. ὃς πρὶν σχεῖν διάπειραν πιστεύει οἷς Ὀδυσσεὺς ἐκόμπασεν. ἔστι δὲ ἡ ἀπόδοσις τοῦ ἐπει συνδέσμου, ἐν τῷ, ὡς ἂν σὴν ἀρετὴν οὔτις ὄνοιτο. ἵνα λέγῃ ὅτι ἐπεὶ οὐκ ἀχάριστα φὴς, ὄντως ἂν οὐδεὶς μέμψοιτό σε. Ἀσύνηθες δὲ τοῖς μεθʼ Ὅμηρον τὸ ἀχάριστον ἐπὶ τοῦ μὴ χαρίεντος. αὐτοὶ γὰρ ἀχάριστόν φασιν, οὗ ἀποῤῥέει μνῆσις εὖ πεπονθότος. ὃν οὐδὲ γινώσκεσθαι χρὴ ὥς που Εὐριπίδης γνωμολογεῖ. ἐκ δὲ τοῦ Ὁμηρικοῦ ἀχαρίστου, καὶ τὸ ἀχαρίστερον ἐν τοῖς ἑξῆς. Ἀρετὴν δὲ, οὐ τὴν ἀνδρίαν μόνον ἐνταῦθα φησὶν ὡς ἐν ἄλλοις, ἀλλὰ τὴν ἁπλῶς περὶ τοὺς ἀέθλους δεξιότητα. δηλοῖ δέ ποτε, καὶ τὴν παρὰ τοῖς ὕστερον εὐδαιμονίαν. οἷον. ὄφρʼ ἀρετὴν παρέχωσι θεοί. καὶ, ἤτοι ἐμὴν ἀρετὴν εἶδός τε. ὃ δήπου ἡ Πηνελόπη φησίν. ἐκεῖθεν δὲ καὶ τὸ, ἀρετῶσι λαοὶ ὑπʼ αὐτῷ. καὶ τὸ, οὐκ ἀρετᾷ κακὰ ἔργα. ἐπὶ μέντοι ἀνδρίας κεῖται ἐν τῷ, οἶδʼ ἀρετὴν, οἷος ἐσσί. καὶ παντοίης ἀρετῆς μιμνήσκετο. τρὶς δὲ ἐνταῦθα λέγει τὴν ἀρετὴν διὰ τὸ τῆς λέξεως καίριον. Φαινέμεν δὲ, τὸ φανεροῦν καὶ ἐμφανῆ ποιεῖν. Τὸ δὲ ἥ τοι ὀπηδεῖ, διὰ σαφήνειαν κεῖται. ἔστι γάρ τις ἀρετὴ παλαιὰ ἣ νῦν οὐκ ὀπηδεῖ τῷ πάλαι σχόντι αὐτήν. ἔχει δʼ ἐντεῦθεν <!-- 1.294 -->ἀρχὴν γνωματεύματος καὶ ὁ τὴν ἀρετὴν εἰπὼν ἀγωγίμων τὸ τιμιώτατον. ἣ πάντων ἔστιν ὅτε ἀπολλυμένων αὐτὴ παραμένει ὡς οἷον ὀπηδοῦσα τῷ ἔχοντι. Τὸ δὲ ὅς τις ἐπίσταιτο καὶ ἑξῆς, πρὸς διαστολὴν καὶ αὐτὸ ἐῤῥέθη, μέμψεται μὲν γάρ τις ἴσως τὸν Ὀδυσσέα καθὰ καὶ ὁ Λαοδάμας, οὐ μὴν φρενήρης ἐκεῖνος ἀνὴρ ὁποῖος καὶ ὁ φρεσὶν ἄρτια βάζων. Τὸ δὲ ἄρτια βάζειν ταυτόν ἐστι τῷ, ὡς ἄν τις εἴποι ἀπαρτιλογεῖν. κεῖται γὰρ παρὰ Ἡροδότῳ ἀπαρτιλογίη ὁ ἀπηρτισμένος λόγος. Ὅτι διδασκαλικὸν τὸ, ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος ὄφρα καὶ ἄλλῳ εἴπῃς ἡρώων ὅτε κεν σοῖς ἐν μεγάροις διάγεις, ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν θεὸς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν. ὅ ἐστιν ἐκ προγόνων ἀέκαθεν. ὅ περ εἰς ἑρμηνείαν ἐπῆκται τοῦ διαμπερές. Ὅρα δʼ ἐν τούτοις, ὡς χαίρει ὁ βασιλεὺς ἐπαινουμένων τῶν περὶ αὐτόν. Τὸ δὲ πατρῶν ποιητικόν ἐστιν ὡς καὶ τὸ θυγατρῶν. εἰ δέ που καὶ μητρῶν ἐστὶν, ἀλλʼ οὐ προφανὴς ἡ χρῆσις. Ὅτι ἅπερ ἂν εἴποι Σαρδανάπαλος ὁ Νίνου ἢ Ἀνακυνδαράξεω, ἢ ὁ τῆς ἡδονῆς ἑταῖρος Ἐπίκουρος, ταῦτα καὶ ὁ Ὁμηρικὸς Φαίαξ βασιλεὺς λέγων φησίν. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε, χοροί τε. εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί. εἰ δʼ οὕτως ἀεὶ φίλη δαὶς τοῖς Φαίαξιν, οὐ δʼ αὐτοῖς ἀργά ποτε ἦσαν τὰ κατὰ στόμα. ὃ δὴ λέγεται Ἄλεξις εἰπεῖν ἐν τῷ, συμποσίου διατριβὴ τὰ τραγήματα ὥστε ἀργοὺς ἔχειν μηδέ ποτε τὰς σιαγόνας. Καὶ ὅρα τὸ ἀργοὺς Ἀττικῶς, ἀντὶ τοῦ ἀργάς. οὐ διδάσκει δὲ ὁ ποιητὴς τοιούτους δεῖν τοὺς ἀνθρώπους εἶναι, ἀλλʼ ἱστορεῖ τοιούτους τοὺς Φαίακας. χωρικὴν ἰδιότητα ἱστορῶν, οὐ μὴν παιδεύων τρυφᾶν. τί γὰρ ἂν σπουδαῖον βίος ἐκφῄνῃ ἁβροδαίτων ἀνδρῶν; καὶ τοῦτο δῆλον μὲν καὶ ἐξ ἱστοριῶν ἐν αἷς καὶ οἱ Συβαρίται πινακογραφοῦνται ἀναστηλούμενοι. δηλοῖ δὲ αὐτὸ καὶ ὁ καλὸς δειπνοσοφιστὴς ἐν τῷ, Παῤῥάσιος ὁ Ἐφέσιος ζωγράφος τρυφῶν μὲν παρὰ μέλος ὑπὲρ τὴν γραφικήν. ἤγουν σπαταλῶν ἐκμελῶς καὶ ἀπῳδῶς ὑπὲρ ὃ ἔδει τρυφᾶν ἄνδρα γραφέα, λόγῳ δὲ ἀρετῆς ἀντιλαμβανόμενος ἐπέγραψε τοῖς αὐτοῦ ἔργοις. ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων, τάδε ἔγραψε. καί τις φησὶν ὑπεραλγήσας, παρέγραψε, ῥαβδοδίαιτος. Πολλὴ δὲ ἡ τῶν Φαιάκων τρυφὴ εἰ μὴ δὲ ψυχρολουτοῦσι κατὰ τὴν βασιλικὴν κόρην ἀλλὰ θερμοῖς λοετροῖς χαίρουσιν ἅπερ καὶ ἡ κωμῳδία σκώπτει, οὐδέν τι ἐπιστρεφομένη τῆς παροιμίας ἣ λέγει λουτρὰ Ἡράκλεια τὰ θερμά. εἰ γὰρ καί τινες ἀνεῖσθαι αὐτὰ εἶπον τῷ Ἡρακλεῖ ὡς τρυφᾶν εἰδότι, ἀλλʼ ἐκεῖνος μὲν οὐ τοιοῦτος ἦν ὅς γε διὰ βίου ἐκακοπράγει στελλόμενος τὰ πολλὰ καὶ ὑπερόριος. ἡ δὲ παροιμία, διὰ μόνον τὸ ἄτεχνον καὶ αὐτοφυὲς καὶ ἀπερίεργον τοῦ τοιούτου λούματος, ἀνέθετο αὐτὰ τῷ Ἡρακλεῖ. δηλοῦσα, ὡς εἰ καί ποτε βάψει ἑαυτὸν Ἡρακλῆς εἰς θερμὸν ὕδωρ, ἀλλʼ ἐκεῖνο φύσις ἐξέζεεν αὐτομάτως, οὐ μὴν ἀνθρωπίνη τέχνη περιέργως ἐθέρμανεν ὡς διʼ αὐτοῦ ζῆν μαλακῶς ταυτόν δʼ εἰπεῖν τρυφερῶς κατὰ τοὺς παλαιούς. εἰ καὶ κατʼ ἄλλον λόγον μαλακῶς ἔχειν λέγεται καὶ ὁ νοσεῖν ἐναρξάμενος. καὶ μὴν εἴ τις ὀρθῶς ἐθέλει διαιτῆσαι, εἰ καὶ Ἡρακλῆς καὶ τὸ πᾶν ἡρωϊκὸν γένος διπλοῖς ἀληθῶς λουτροῖς χρᾶται ὅσα τε φύσις ἐμπυρεύει καὶ ὅσα τέχνη βαλανεύει ἀλλʼ αὐτοὶ μὲν ποτὲ καὶ οὐδὲ πρὸς τρυφὴν, Φαίακες δὲ ἀεὶ φιλοῦσι καὶ πρὸς ἁβρότητα δὲ τὰ λοετρά. εἰ δὲ ταῦθʼ οὕτως ἔχει καὶ ὁ Φαίαξ βασιλεὺς ἐπὶ τοιούτοις ἐσεμνύνατο, πῶς ἄν τις ψέξοι τὸν Ὀδυσσέα καὶ ἡγεμόνα Ἐπικούρῳ ἐρεῖ γενέσθαι τῆς πολυθρυλήτου ἡδονῆς, ἐν οἷς ἔφη. οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον καὶ ἑξῆς. δῆλον γὰρ ὅτι καθομιλῶν τοὺς καιροὺς Ὀδυσσεὺς ὑπὲρ τοῦ δοκεῖν ὁμοήθης εἶναι τοῖς Φαίαξιν ὥς φασι Μεγακλείδης ὑπερλαλῶν τοῦ Ὀδυσσέως, τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεται οὗ μάρτυς ὁ βασιλεὺς ἐν ὁμίλῳ τρανώσας τὸν λόγον. ἐνταῦθα δὲ χρήσιμον ἐκ τῶν Ἀθηναίου, καὶ τὸ, ὦ τέκνον, ποντίου θηρὸς πετραίου ἤγουν πολύποδος, χρωτὶ μάλιστα νόον προσφέρων, πάσαις πολίεσσιν ὁμίλει. τὸ παρεὸν δʼ ἐπαινήσας, ἑκὼν ἄλλοτʼ ἀλλοῖα φρόνει. δῆλον γὰρ, ὡς τοιοῦτον ἐν τοῖς εἰρημένοις καὶ τὸ τοῦ Ὀδυσσέως ἦθος, τοῖσιν ἐφαρμοζουμένου ὅν κε δῆμον ἵκηται, ὡς ἐν τῇ ε ῥαψῳδία προγέγραπται. ἀπὸ τούτων δὲ παραξέσασα καὶ ἡ κοινὴ γλῶσσα, βούλεται τὸν φρονοῦντα ἄνθρωπον ὅτε που ἐς ἀλλοτρίαν παραβαλεῖ, κατὰ τὸ ἐγχώριον ζῶμα ζώνυσθαι καὶ αὐτόν. Ἐξημοιβὰ δὲ λέγει, τὰ, ἄλλο τε ἄλλα ἀμειβόμενα. ὃ καὶ περιουσασμὸν Φαιακικοῦ πλούτου δηλοῖ. Τὸ δὲ καὶ εὐναὶ, σεμνοῦ λόγου ἐστί. δηλοῖ γὰρ οὐχʼ ἁπλῶς κοίτας, ἀλλὰ καί τι πλέον, εἰ χρὴ σεμνῶς φράσαι τὸ σεμνόν. Ὅτι δὲ καὶ Ὀδυσσεὺς καθομιλῶν τὸν καιρὸν ἐπαινέσει τὸν τοιοῦτον βίοτον κεχαρισμένα λέγων τοῖς ξενοδόχοις, μετʼ ὀλίγα φανήσεται. ὅ που δῆλον ἔσται ὅτι Ὀδυσσεῖ <!-- 1.295 -->διοικονομουμένῳ τοὺς καιροὺς ἔχοι ἂν παρατίθεσθαι ὁ ὑστερογενὴς Ἀλκιβιάδης. ὃς ἐν Ἰωνίᾳ μὲν ὢν ἐφαίνετο τρυφερώτερος καθὰ ἱστορεῖ Ἀθήναιος. ἐν Θήβαις δὲ σωμασκῶν καὶ γυμναζόμενος, τῶν Θηβαίων αὐτῶν μᾶλλον Βοιώτιος. καὶ τὰ ἑξῆς. δοκεῖ γὰρ κόθορνος καὶ ἐκεῖνος εἶναι κατὰ τὴν παροιμίαν, καὶ δεξιὸς πρὸς τὰ παραπίπτοντα σχηματίζεσθαι. καὶ μὴ γεγραμμένη ἑστάναι εἰκὼν ἀνεπαίσθητος τοῦ εὖ ὅ φασιν ἔχοντος τοίχου. Ὅτι πιστούμενος ὁ βασιλεὺς ὅπερ εἶπεν ὡς δαΐς τε φίλη Φαίαξι κιθαρίς τε χοροί τε, ἐπάγει εὐθέως. ἀλλʼ ἄγε Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι, παίσατε, ὡς ἂν ὁ ξεῖνος ἐνίσπῃ τοῖς ἑαυτοῦ οἴκαδε νοστήσας, ὅσσον περιγινόμεθʼ ἄλλων ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστύϊ καὶ ἀοιδῇ. ὡς τοῦ Δημοδόκου ἀρίστου ὄντος ᾄδειν ὑπὲρ πάντας ἀοιδούς. Καὶ ὅρα ὡς ἑνὶ κἀνταῦθα στίχῳ περιώρισεν ὁ βασιλεὺς τέσσαρας ἀέθλους ἐφʼ οἷς εὐδοκίμουν Φαίακες. Ὅρα δὲ καὶ τὸ, ἄγε βητάρμονες παίσατε. καὶ νῦν γὰρ ἐπιῤῥηματικῶς ἐῤῥέθη τὸ ἄγε, ὡς καὶ ἐν τῷ, ἀλλʼ ἄγε μοι δότε νῆα θοήν. Βητάρμονες δὲ, οἱ ἀγαθοὶ ὀρχησταὶ, παρὰ τὸ βαίνειν ἐναρμονίως. τοὺς δὲ τοιούτους, καὶ δαήμονας ὀρχηθμοῦ ἐρεῖ. Τὸ δὲ παίσατε, ἀντὶ τοῦ, παίξατε. ὡς ἀπὸ τοῦ παίζω παίσω. ὅθεν καὶ ἡ συμπαίστρια καὶ ὁ συμπαίστωρ Ἀττικῶς. ὡς τοῦ παίζω παίξω, Δορικοῦ ὄντος. ὅθεν καὶ τὸ παίγνιον καὶ ὁ ἐμπαιγμός. ἡ δὲ χρῆσις τοῦ τοιούτου παῖσαι καὶ παρὰ τῷ κωμικῷ, λέγει δὲ καὶ Ἡρόδοτος. οὗτος μὲν ὁ λόγος ἄλλως πέπαισται ὑπὸ Ἑλλήνων. τινὲς δὲ τὸ παίσατε, ἀντὶ τοῦ τύψατε. ὅ ἐστιν, ὀρχηστικῶς κρούσατε τὴν γῆν. ὡς ἀπὸ τοῦ παίω παίσω. καὶ συμβάλλεταί τι πρὸς τοῦτο μετʼ ὀλίγα ῥηθὲν τὸ, πέπληγον δὲ χορὸν ποσίν. ἵνα καὶ τὸ παίσατε δηλοῖ ἐλλειπτικῶς τὸ, τύψατε ποσὶ τὴν γῆν. καὶ ἄλλως δὲ, ἀπὸ τοῦ παρακολουθοῦντος ἡ λέξις εἴρηται, ἐπεὶ παίουσι γῆν οἱ ὀρχούμενοι. Ὅτι κἀνταῦθα καὶ ἐν τοῖς ἑξῆς δὲ λίγειαν προπαροξυτόνως ὡς καὶ πρὸ τούτων τὴν τοῦ Δημοδόκου φόρμιγγα λέγει. τὴν δʼ αὐτὴν καὶ γλαφυρὴν κατά τι κοινὸν ἐπίθετον. κεῖται δʼ ἐνταῦθα καὶ τὸ κεῖσθαι γενικῶς ἀντὶ τοῦ κρέμασθαι. φησὶ γάρ. φόρμιγγα ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν. ἡ γὰρ τοιαύτη φόρμιγξ ἐκ πασσαλόφιν ἐκρέματο ὡς προείρηται. Ὅτι ἀγωνοθέται ἦσαν καὶ τοῖς Φαίαξι τὰ κατὰ τοὺς ἀέθλους βραβεύοντες. φησὶ γοῦν ὁ ποιητής. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν, δήμιοι. οἳ κατʼ ἀγῶνας ἐϋπρήσσεσκον ἕκαστα. Καὶ ὅρα ὁρισμὸν ἐνταῦθα τῶν αἰσημνητῶν, τοιοῦτον. αἰσυμνήτης ἐστὶν ἀνὴρ κριτὸς ὑπὸ δήμου εὖ πράσσων τὰ κατὰ τοὺς ἀγῶνας. τί δέ ἐστιν ὃ πράσσοντες εὖ οὗτοι διατίθενται; λείηναν δὲ χορόν. καλόν δʼ εὔρυναν ἀγῶνα. Εἰσὶ δὲ αἰσυμνῆται κατὰ τοὺς παλαιοὺς, βραβευταί. ἀγωνοθέται. ἀγῶνος ἐπίσκοποι. οἷς κατὰ τὸ τοῦ λόγου ἔτυμον, τὸ αἴσιον νέμεται. καὶ ἄλλως δὲ εἰπεῖν, οἱ τὸ αἴσιον ἀπονέμοντες τοῖς ἀγωνιζομένοις, ὅ ἐστι τὸ κατὰ μοῖραν καὶ τὸ καθῆκον. ἢ οἱ τὸ αἴσιον ὑμνοῦντες. ἐννέα δὲ καὶ οὗτοι, κατὰ μέτρον ἀριθμητικὸν φίλον τῷ μουσολήπτῳ ποιητῇ. Δῆλον δʼ ὅτι τῷ προσεχῶς εἰρημένῳ αἰσίῳ συστοιχεῖ καὶ τὸ αἴσιμον. ἐξ οὗ καὶ τὸ ἐναίσιμον. τοῦ δὲ αἰσίμου ῥῆμα αἰσιμῶ καὶ ἀναισιμῶ. τούτων δὲ αἰσιμοῦν μὲν ἐξάπαντος τὸ εἰς δέον ἀναλίσκειν καὶ δαπανᾶν, ἀναισιμοῦν δὲ, ἴσως τὸ ἀνάπαλιν. ὡς δῆλον ἐκ τοῦ, τὰς γυναῖκας ἀπέπνιξαν ἐν πολιορκίᾳ δηλαδὴ, ἵνα μὴ ἀναισιμῶσι τὸν σῖτον. εἰ δʼ ἴσως καὶ τὸ ἀναισιμοῦν δέουσαν δαπάνην δηλοῖ, ἐκ περισσοῦ κεῖται ἡ ἀνα πρόθεσις. Σημείωσαι δὲ ἐν τῇ εἰρημένῃ τῶν γυναικῶν ἀποπνίξει τῇ διὰ φόβον λιμοῦ τὸν παλαίτατον ἐν Τροίᾳ πλοῦτον. ἔνθα δέκα ἔτη τρυχόμενος ὁ λαὸς δώροις καὶ ἐδωδαῖς οὐδέν τι τοιοῦτον εἰς τὴν ἄχρηστον ἐπέταξεν ἡλικίαν γενέσθαι. Δήμιοι δὲ οἱ μὲν μεθʼ Ὅμηρον κολασταὶ σωμάτων. οἱ δὲ παλαιοὶ, ἐκλογὴ δήμου ἦσαν ἐπαινετέα καὶ ἔνδοξος. ἢ γοῦν, ἀλλʼ οὐκ ἄτιμος. ὡς ἐν τοῖς ἑξῆς οἱ δημιοεργοὶ δηλώσουσι. Τὸ δὲ ἐϋπρήσσεσκον ὅ ἐστιν εὖ ἔπρασσον, τοὺς ὕστερον ἀγωνοθέτας παρήγαγεν, ὡς ἀπὸ τοῦ πράσσειν. ὃ ταυτόν ἐστι τῷ ποιεῖν καὶ τίθεσθαι. Ὁμήρου γοῦν διαλελυμένως εἰπόντος ὡς οἱ τῶν ἀέθλων προστάται τὰ κατὰ τοὺς ἀγῶνας εὖ ἔπρασσον ἤτοι διετίθεντο, ἐντεῦθεν οἱ ἀγωνοθέται συνθέτως ἐῤῥέθησαν. Τὸ δὲ χορὸν ἐνταῦθα ἀντὶ τοῦ τὸν τόπον τῆς χορείας καὶ τῆς ὀρχήσεως. ἵνα καθʼ ὁμοιότητα τῆς βουλῆς σημαίνῃ καὶ ὁ χορὸς μὴ μόνον τὸ χορεύειν καὶ τὸ χορευτικὸν πλῆθος, ἀλλὰ καὶ τὸν τόπον ἔνθα ταῦτα. τὸ δὲ ὅμοιον καὶ ἐπὶ ἀγῶνος καὶ ἀγορᾶς, διὸ ἀγῶνα κἀνταῦθα τὸν τόπον λέγει περὶ ὃν οἱ ἄεθλοι. οὐ πάνυ δὲ ἀλλότριον τοῦ εὐρύνεσθαι ἀγῶνα, καὶ τὸ εὐρυάγυια. Σημείωσαι δὲ ὡς οὐ <!-- 1.296 -->μόνον ἐνταῦθα μετρητοὶ οὗτοι ἄρχοντες ὡς καὶ ἐν τῇ νήσῳ οἱ τρισκαίδεκα βασιλεῖς καθὰ καὶ μετʼ ὀλίγα ῥηθήσεται, ἀλλὰ καὶ ἑτέρωθι πολλαχοῦ. ὡς καὶ οἱ ἔφοροι παρὰ Λάκωσι. καὶ οἱ ἐννέα ἄρχοντες Ἀθήνῃσι. καὶ νόμων δὲ ἐπιμεληταὶ ἦσαν ἐν Ἀθήναις, ἓξ τὸν ἀριθμόν, οἱ καὶ θεσμοθέται. κυριεύοντές φασι τοῦ δικάζειν καὶ χειροτονεῖν. ἐκεῖ δὲ καὶ ἄρχοντες ἕτεροι ἕνδεκα ἐπιμελούμενοι τοῖς ἐν δεσμωτηρίῳ καὶ ἐνήγοντό φασιν ἐπὶ τὴν ἀρχὴν ταύτην κλέπται τε καὶ ἀνδραποδισταί. τῶν δὲ ῥηθέντων Ἀθήνῃσιν ἐννέα ἀρχόντων, κατὰ Παυσανίαν, τρεῖς μὲν ἦσαν, ἄρχων. πολέμαρχος. καὶ βασιλεύς. οἱ δὲ ἓξ, θεσμοθέται.

Ὅτι τοὺς παρὰ Φαίαξιν ὀρχηστὰς πρωθήβας εἶναι πλάττει, ὡς τοῦ ἔργου τοιούτοις προσήκοντος. φησὶ γοῦν. πρωθῆβαι ἵσταντο δαήμονες ὀρχηθμοῖο. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς μαρμαρυγὰς θηεῖτο ποδῶν. θαύμαζε δὲ θυμῷ. οὐ προφέρων καὶ χείλεσι τὸ θαῦμα, διὰ τὸ σεμνότερον. καὶ ἔστι μὲν ταυτὸν τὸ θηεῖτο καὶ τὸ ἐθαύμαζε. λέγει δὲ διπλώσας πρὸς σαφήνειαν, ὅτι ἐθαύμαζε μὲν τὴν ὄρχησιν, ἐθαύμαζε δὲ σιγῶν. Μαρμαρυγαὶ δὲ ποδῶν, αἱ σύντονοι κινήσεις. ἐν γὰρ ταῖς ὀξείαις φασὶ κινήσεσιν ἀπόστιλψις γίνεταί τις τῶν ποδῶν. κεῖται δὲ ἡ λέξις καὶ παρὰ τῷ Ὀππιανῷ εἰπόντι μαρμαρυγὴν βαρυηχέα, ὅτε θάλασσα μαρμαίρει κινουμένη ἐν τῷ τύπτεσθαι κώπαις καὶ κοντοῖς. Χορὸν δὲ πάλιν τὸν τῆς ὀρχήστρας λέγει τόπον ἐκ τοῦ ἐν τόπῳ τὸν τόπον αὐτὸν δηλῶν Ἀττικῶς. καθʼ ὃν τρόπον καὶ μύρα καὶ κρόμυον, οἱ τόποι ἐν οἷς αὐτὰ ἦσαν. οὕτω δὲ καὶ Μένανδρος, ἀναμενῶσε φησὶ πρὸς τοὔλαιον, ἤγουν ἔνθα πολεῖται τὸ ἔλαιον. Θεῖον δὲ τὸν τοιοῦτον λέγει χορὸν, διὰ τοὺς αὐτόθι τιμωμένους θεούς. ἢ καὶ διὰ τὸ θεῖον τοῦ ἔργου. Τὸ δὲ πέπληγον, Ἰώνων καὶ Συρακουσίων λέξις. οὗ ἐνεστὼς πεπλήγω ἐκ τοῦ πέπληγα. καθὰ ἐν Ἰλιάδι τὸ, ἐκλέλαθον κιθαριστὺν, ἐκ τοῦ λέλαθα λελάθω. Σικελοὶ γὰρ καθʼ Ἡρακλείδην τὸ α τῶν περισπωμένων εἰς ω μετατιθέασιν. οἷον πεποίηκα πεποιήκω. οὕτω δὲ καὶ πέφυγα πεφύγω καὶ κατὰ Ἀλκαῖον, πεφύγγω. Ἀριστόνικος δὲ οὐ Σικελικὰ ταῦτα ἀλλʼ ἀναδιπλώσεις Ἰακὰς βούλεται εἶναι κατὰ τὸ κεκάμω καὶ λελάβω. κατὰ μέντοι τὸν ἀνωτέρω λόγον, γίνεται καὶ ἐνεστὼς ὁ πεφύκω ἐκ τοῦ πέφυκα. οὗ παρατατικὸς παρʼ Ἡσιόδῳ ἐν Θεογονίᾳ τὸ ἐπέφυκον. Ἰστέον δὲ ὅτι δοκοῦσιν ἐνταῦθα οἱ ὀρχούμενοι προθῆβαι πρὸς ᾠδὴν ὀρχεῖσθαι τὴν τοῦ Δημοδόκου. ὃ δὴ καὶ ἐν τῇ κατὰ τὴν Ἰλιάδα ὁπλοποιΐᾳ φαίνεται. κιθαρίζοντος γὰρ ἐκεῖ παιδὸς χαίρουσιν ἄλλοι μολπῇ καὶ ὀρχηθμῷ. ἐν οἷς ὑποσημαίνεταί φασι τὸ ὑπορχηματικὸν εἶδος, ἀνθῆσαν ἐπὶ Ξενοδήμου καὶ Πινδάρου. ἔστι δέ φασιν ἡ τοιαύτη ὄρχησις μίμησις τῶν ὑπὸ τῆς λέξεως ἑρμηνευομένων πραγμάτων. ἣν παρίστησι Ξενοφῶν ἐν τῇ Ἀναβάσει. ὀρχήσεις ἱστορῶν σὺν ὅπλοις καὶ ἅλματα ὑψηλὰ καὶ κοῦφα καὶ μετὰ μαχαιρῶν. ἐναρμόνια δηλαδὴ καὶ αὐτὰ ὁποῖα καὶ τὰ τῶν ἐνταῦθα βηταρμόνων. ὧν τῆς ἀρετῆς παράδειγμα καὶ Τελέστης ὀρχηστής φασιν Αἰσχύλου, οὕτω τεχνίτης, ὥστε ἐν τῷ ὀρχεῖσθαι τοὺς ἑπτὰ ἐπὶ Θήβας φανερὰ ποιῆσαι τὰ πράγματα διʼ ὀρχήσεως. Ὅτι δὲ ἡ ὄρχησις ἐσπουδάζετό ποτε, δηλοῦσι καὶ οἱ περιᾳδόμενοι ὀρχηστοδιδάσκαλοι, καὶ οἱ ζηλώσαντες αὐτὴν σοφοί. Σοφοκλῆς οὖν, καλός φασι τὴν ὥραν γινόμενος, δεδίδακτο ἐξ ἔτι παίδων καὶ ὀρχηστικὴν καὶ μουσικήν. Καὶ Σωκράτης δὲ πολλάκις ἐν τῷ καταλαμβάνεσθαι ὀρχούμενος ἔλεγε τοῖς γνωρίμοις, παντὸς εἶναι μέρους τὴν ὄρχησιν γυμνάσιον. Ὅτι καιροῦ λαβόμενος ὁ ποιητὴς καὶ πρόσωπα εὑρὼν τρυφῶντα ἐν τῇ τῶν Φαιάκων, γελᾷ καὶ αὐτὸς ἐνταῦθα εἰς ἀστεϊσμὸν ἐλθὼν διὰ τοῦ κατὰ τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην διηγήματος, ἐρωτικοῦ ὄντος καὶ διατοῦτο τεταγμένου εἰς γλυκεῖαν ἔννοιαν. οὐκ ἀπεικὸς δὲ πάντως τοὺς ὡς πολλαχοῦ φαίνεται τρυφητὰς Φαίακας καὶ ἀκούσμασι χαίρειν ἐρωτικοῖς, ἅπερ οἱ πρὸς ἀρετὴν ζῶντες ἀποτροπιάζονται, λέγοντες καὶ αὐτοὶ, ὅτι τροφὴ ψυχῆς λόγοι καλοί. καὶ ὅτι ἐν κενῇ γαστρὶ τῶν καλῶν ἔρως οὐκ ἔστιν, ἤγουν τῶν εὐμόρφων. πεινῶσι γὰρ ἡ Κύπρις πικρὰ ὥς φησιν Ἀχαιὸς ὁ ποιητής. ἀφʼ οὗ λαβὼν Εὐριπίδης φησίν. ἐν πλησμονῇ τοι Κύπρις, πεινῶντι δʼ οὔ. εἰ δὲ σεμνολογεῖται τοῖς σοφοῖς ὁ Ἔρως, ἀλλʼ ἐκεῖνοι σεμνὸν ἄλλως τὸν Ἔρωτα καὶ παντὸς αἰσχροῦ κεχωρισμένον ᾔδεσαν. διὸ καὶ κατὰ τὰ γυμνάσια Ἑρμῇ καὶ Ἡρακλεῖ αὐτὸν συνίδρυον, τῷ μὲν λόγου, τῷ δʼ ἀλκῆς προεστῶτι. ὧν μιγέντων φιλία καὶ ὁμόνοια γεννᾶται. ὅτι δὲ γέλωτα ποιεῖ τὸ ῥηθησόμενον διήγημα, ἐπισημανεῖται καὶ αὐτὸς ἐν οἷς ἐρεῖ γέλωτα ἐγγέσθαι τοῖς θεοῖς ἐπὶ τῷ πράγματι. ἔστι δὲ ἡ ἐν τούτοις Ὁμηρικὴ φράσις τοιαύτη. αὐτὰρ ὁ <!-- 1.297 -->φορμίζων, ἀνεβάλλετο καλὸν ἀείδειν ἀμφʼ Ἄρεος φιλότητος ἐϋστεφάνου τʼ Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι λάθρῃ. πολλά δʼ ἔδωκε. λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσεν ἐκ τοῦ Ἡλίου, βῆ ῥʼ ἴμεν εἰς χαλκεῶνα, κακὰ φρεσὶ βυσσοδομεύων. ἐνδʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς ἀῤῥήκτους, ἀλύτους. ὄφρʼ ἔμπεδον αὖθι μένοιεν, οἱ δεσμηθέντες δηλαδή. αὐτὰρ ἐπειδὴ τεῦξε δόλον κεχολωμένος Ἄρει, βῆ ῥʼ ἴμεν εἰς θάλαμον ὅθι οἱ φίλα δέμνια κεῖτο. ἀμφὶ δʼ ἂρ ἑρμῖσι χεῦε δέσματα κύκλῳ ἁπάντῃ πολλὰ δὲ καὶ καθύπερθεν μελαθρόφιν ἐξεκέχυντο ἠΰτʼ ἀράχνια λεπτὰ, τάγʼ οὐ κέ τις οὐδὲ ἴδοιτο οὐδὲ θεῶν μακάρων, περὶ γὰρ δολόεντα τέτυκτο. αὐτὰρ ἐπειδὴ πάντα δόλον περὶ δέμνια χεῦεν εἴσατο τουτέστι προσεποιήσατο καὶ ἐφάνη, ἀπιέναι ἐς Λῆμνον ἐϋκτίμενον πτολίεθρον. οὐδʼ ἀλαοσκοπιὴν ἔχε χρυσήνιος Ἄρης ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο, ἰσχανόων φιλότητος ἐϋστεφάνου Κυθερείης. ἡ δὲ, νέον παρὰ Διὸς ἦλθεν. ὅ δʼ εἴσω δώματος ᾔει ἔν τʼ ἄρα οἱ φῦ χειρί. καὶ ἔφη. δεῦρο φίλη λέκτρονδε τραπείομεν εὐνηθέντε. οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος ἀλλά που ἤδη οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους. ὣς φάτο τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. τὼ δʼ ἐς δέμνια βάντε, κατέδραθον. ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι. καὶ τότε δὴ γίνωσκον ὅτʼ οὐκέτι φυκτὰ πέλονται. ἀγχίμολον δʼ αὐτοῖς ἦλθεν Ἥφαιστος αὖτις ὑποστρέψας πρὶν Λῆμνον γαῖαν ἱκέσθαι, Ἠέλιος γάρ οἱ σκοπιὴς ἔχεν, εἶπέ τε μῦθον. ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει. σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσι. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, δεῦθʼ ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀΐδηλον Ἄρηα, οὕνεχʼ ὁ μὲν, καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἔγωγε ἠπεδανὸς γενόμην. αὐτὰρ οὔ τι μοι αἴτιος ἄλλος ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον. ἀλλʼ ὄψεσθε ἵνα τώ γε καθεύδετον ἐν φιλότητι, εἰς ἐμὰ δέμνια βάντες. ἐγὼ δʼ ὁρόων ἀκάχημαι, οὐ μέν σφας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτω, καὶ μάλα περ φιλέοντε. τάχʼ οὐκ ἐθελήσετον ἄμφω εὕδειν, ἤγουν οὐ δυνήσονται τὰ σφίσι φίλα ποιεῖν, ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει, εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῶσι ἔεδνα ὅσσά οἱ ἐγγυάλιξα, τουτέστιν, ἐχείρισα περὶ τὰ γυῖα ἤτοι τὰς χεῖρας δοὺς, κυνώπιδος εἵνεκα κούρης. οὕνεκά οἱ καλὴ θυγάτηρ ἀτὰρ οὐκ ἐχέμυθος. τουτέστιν οὐκ ἔχουσα λογισμόν. ἢ οὐκ ἐπέχουσα τὰς ἐπιθυμίας. οὐ σώφρων. οὐκ ἐγκρατής. ἐνταῦθα δὲ συντελέσας ὁ ποιητὴς τὴν ἐπὶ τῷ Ἡφαίστῳ ἠθοποιΐαν, ἐμελέτησε γὰρ ποίους ἂν ὡς εἰκὸς ἐκεῖνος εἶπε λόγους ἐφʼ οἷς εἶδεν, ἐπάγει καὶ ὡς πρὸς τὴν τοῦ Ἡφαίστου βοὴν ἦλθε Ποσειδάων. ἦλθεν ἐριούνης Ἑρμείας. ἦλθε δὲ ἄναξ Ἀπόλλων. τρὶς ἐπαναγαγὼν εἰς τὸ ἦλθε κατὰ λόγον κάλλους. πλείους μέντοι θεοὺς ἀριθμῆσαι ὀκνεῖ, διὰ τὸ μηδὲν εἶναι δέον. θηλύτεραι δέ φησι θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη. ἔσταν δʼ ἐν προθύροισι θεοὶ δωτῆρες ἐάων. ἄσβεστος δʼ ἂρ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι, τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο. εἶτα καὶ ἑτέραν ἐπιπλέκων ἠθοποιΐαν στενὴν καὶ βραχύλογον ὡς εἴωθεν ἐπὶ λαοῦ ποιεῖν, ἐπιφέρει σεμνῶς. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον. οὐκ ἀρετᾷ κακὰ ἔργα. κιχάνει τοι βραδὺς ὠκὺν, ὡς καὶ νῦν Ἥφαιστος, ἐὼν βραδὺς, εἷλεν Ἄρηα ὠκύτατόν περ ἐόντα θεῶν, χωλὸς ἐὼν, τέχνῃσι. τὸ, καὶ μοιχάγριʼ ὀφέλλει. ἐφʼ οἷς μεταβαίνων εἰς τὸ γελοιωδέστερον διὰ τοὺς οὕτω φιληδοῦντας ἀκούειν Φαίακας, φησὶν ὡς τῶν ἄλλων τοιαῦτα λαλούντων, Ἀπόλλων τὸν Ἑρμῆν προσέφη. Ἑρμεία Διὸς υἱὲ διάκτορε δῶτορ ἑάων, ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς εὕδειν ἐν λέκτροισι παρὰ χρυσῇ Ἀφροδίτῃ; ὁ δὲ, αἲ γὰρ τοῦτο φησὶ γένοιτο ἄναξ ἑκατηβόλε Ἄπολλον. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν, ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι, αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσῇ Ἀφροδίτῃ. ὣς ἔφατʼ. ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσι. καὶ ἔστι σημειώσασθαι ὡς ἐν τῷ χωρίῳ τούτῳ συνέμιξεν Ὅμηρος σπουδαῖα καὶ γελοῖα καὶ πικρά. καὶ πικρίας μὲν πολύ τι ἔχουσιν οὐκ ὀλίγα τῶν τοῦ Ἡφαίστου. ἐν οἷς κατατρέχει ὡς μοιχαλίδος τῆς Ἀφροδίτης. γελοῖα δέ εἰσιν ἄλλα τε, καὶ τὰ προσεχῶς λεχθέντα ὑπὸ Ἑρμοῦ. καθὰ καὶ ὁ ποιητὴς ἐπέστησεν ἐν τῷ, γέλως ὦρτο. καὶ πρὸ αὐτοῦ δὲ ἀνωτέρω. ἔνθα καὶ ἄλλως ἐγέλασαν οἱ ἐνταῦθα γελῶντες. φανερὸν δʼ ὅτι οὐ σεμνὸς γέλως <!-- 1.298 -->ὁ ἐφʼ οἷς ἐλάλησεν Ἑρμῆς, ἀλλʼ οἷος ἐπιπρέπειν τοῖς παραύλοις ταυτόν δʼ εἰπεῖν παρεξηυλημένοις Φαίαξι. τοιαῦτα γὰρ ὁ Ἑρμῆς εἶπεν, ὁποῖα ἐρεῖ ἂν ἀνὴρ κήλων. καὶ λάγνης ἢ λάγνος διὰ τοῦ ο. καὶ οἰφόλης. καὶ τιτάν. καὶ μάχλος. ὧν αἱ χρήσεις, παρὰ τοῖς παλαιοῖς. οἵ φασιν, ὡς κήλων μὲν πεποίηται ἀπὸ τῶν ὀχευτῶν ὄνων. Ἀρχίλοχος. ὥστʼ ὄνου πριηνέως κήλωνος ἐπλήμυρον. οἰφόλης δὲ, ὁ καὶ φιλοίφας, ἀπὸ τοῦ οἴφειν φασὶν ἢ οἴφεσθαι, ὅ πέρ ἐστι, περαίνειν ἢ περαίνεσθαι. τιτὰν δὲ, ἀπὸ τοῦ τιταίνειν. ἤγουν ἐντείνειν. λάγνος δὲ, παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ γόνος, οἱονεὶ λαγόνης ὁ λίαν πολύγονος. μάχλος δὲ ἀφʼ οὗ καὶ ἡ κατὰ τὸν Πάριν μαχλοσύνη, ὁ δίυγρος ὑπὸ καταφερείας. ὅθεν φασὶ καὶ Αἰσχύλος τὴν ῥεομένην ἄμπελον μάχλον ἔφη. καὶ οὕτω μὲν γελοῖα τὰ εἰρημένα. σπουδαῖα δὲ τοῖς τοιούτοις λόγοις ἀναμέμικται, ἥ, τε ῥηθησομένη τοῦ Ποσειδῶνος ἐμβρίθεια, καὶ τὸ, οὐκ ἀρετᾷ κακὰ ἔργα. καὶ τὸ ἐφεξῆς περὶ ἐγγύης γνωμικόν. καὶ οὕτω μὲν καὶ τοῦτο. ἐπεὶ δὲ ἐχρῆν πιθανῶς λυθῆναι τὴν μυθικὴν ἐνταῦθα γελοίαν περιπέτειαν, οὐκ ἦν δὲ εὐκόσμως τοῦτο γενέσθαι πάντων γελώντων, πλάττει ἀγέλαστον ἐπί τε τοῖς λεγομένοις, ἐπί τε τῇ θέᾳ, τὸν πρεσβύτατον Ποσειδῶνα διδάσκων χρῆναι τοὺς ἀρχικοὺς γέροντας μήτε φιλογέλωτας εἶναι, καὶ τὰ πρὸς φιλίαν δὲ πραγματεύεσθαι. καὶ διʼ αὐτοῦ λύει τὸ κατὰ τὴν Ἀφροδίτην καὶ τὸν Ἄρην δρᾶμα. φησὶ γοῦν. οὐδὲ Ποσειδάωνα γέλως ἔχε. λίσσετο δʼ αἰεὶ Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα. εἰπών. λῦσον. ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις, τίσειν αἴσιμα πάντα. Ἥφαιστος δὲ πολιτικώτερον εὐλαβούμενος. μή με φησὶ Ποσείδαον ταῦτα κέλευε. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι. πῶς ἂν ἐγώ σε δέοιμι τουτέστι δεσμήσαιμι καθὰ νῦν τὸν Ἄρην, εἴ κεν αὐτὸς οἴχοιτο χρέως καὶ δεσμὸν ἀλύξας. καὶ ὁ Ποσειδῶν ὑπισχνεῖται εἴπερ Ἄρης χρείως ὑπαλύξας οἴχηται φεύγων, αὐτὸς τάδε τίσειν. καὶ Ἥφαιστος πεισθεὶς καὶ εἰπὼν ὡς οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι, ἀνίησι δεσμοῦ τὸν Ἄρηα. ὁ δὲ, λυθεὶς ἐκ δεσμοῦ κρατεροῦ σὺν καὶ τῇ ἐρωμένῃ, ᾤχετο ἔνθα ἐν τοῖς ἐφεξῆς ῥηθήσεται. Ἰστέον δὲ ὅτι τε ὁ δειπνοσοφιστὴς εἰπὼν ὡς τὸ τοῦ Ἀλκινόου συμπόσιον ἱλαρότητα περιέχει καὶ παιδιὰν εὐσχήμονα, ἐπάγει ἔννοιαν διʼ ἧς ὁ ὑποκείμενος μῦθος φαίνεται συμβάλλεσθαί τι τῷ Ὀδυσσεῖ. λέγει γὰρ ὅτι μετὰ τὸν γυμνικὸν ἀγῶνα ᾄδει ὁ ᾠδὸς ἀμφʼ Ἄρεος φιλότητος μῦθόν τινα χλεύῃ κεκραμένον. καὶ εἰς τὴν μνηστηροφονίαν ὑποθήκας ὑποτιθέμενον Ὀδυσσεῖ ὡς τοῦ κυλλοποδίωνος τὸν ἀνδρειότατον Ἄρην καταγωνισαμένου. ᾧ δηλαδὴ τρόπῳ καὶ αὐτὸν ἐγχειρητέον τοῖς ὑπερφιάλοις μνηστῆρσιν εἴ πως δόλῳ περιγένηται αὐτῶν. καὶ ὅτι πολλῶν πολλὰ εἰπόντων περὶ τῆς ἐνταῦθα ἐκτεθείσης μυθοποιΐας, ταῦτα μᾶλλον ἐστὶν ἁπλούστερον ἔχοντα. τὸ γὰρ τῇ Ἀφροδίτῃ τὸν μὲν Ἥφαιστον ὡς ὁμευνέτην συνεῖναι τὸν δὲ Ἄρην μυθικῶς ὁμιλεῖν καὶ τὰ ἑξῆς, ὁ μὲν μῦθος ἐπλάσατο, δεικνὺς μηδὲ τοιούτων παθῶν ἀμοίρους εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς, διὰ τὸ προσπλαττόμενον αὐτοῖς ἀνθρωποπαθές. ἡ δὲ φιλόσοφος θεραπεία ἠθικῶς μὲν παιδαγωγεῖσθαι τοὺς ἀνθρώπους καὶ ἐν τούτοις λέγει, μανθάνοντας ὡς οὐδὲ παρὰ τοῖς κρείττοσιν ἀρετᾷ κακὰ ἔργα. εἰσὶ δὲ οἳ καὶ οὕτως εἶπον, ὡς μακρόθεν παιδεύει μὴ ἀσελγαίνειν, ὡς καὶ θεῶν διὰ ταῦτα ἀσχημονούντων. ἄλλως δὲ οἱ μὲν εἰς νεῖκος καὶ φιλίαν ἠλληγόρησαν τὰ τοιαῦτα. ἅπερ Ἐμπεδοκλῆς ἐδόξαζεν ὡς τῷ παντὶ λυσιτελοῦντα εἰς γένεσιν. ὧν, τῆς φιλίας μὲν σύμβολον, ἡ τῆς Ἀφροδίτης καὶ τοῦ Ἄρεος μίξις ποιούντων ἅπερ αὐτοῖς φίλα. τοῦ δὲ νείκους, ἡ ἐκ θερμοῦ λύσις αὐτῶν. ἧς τό, τε ἄλλο θερμὸν αἴτιον ὃ διὰ τοῦ Ἡφαίστου ἐμφαίνεται, καὶ ὁ Ἥλιος οὐ μισῶν τὴν Ἀφροδίτην, ἀλλὰ χαίρων τῇ τοιαύτῃ λύσει ὡς αἰτία οὕτω γενέσεως. διὸ καὶ ὁ παραβάτης φησὶν ὅτι σύγκρασις τῶν οὐρανίων ἡ Ἀφροδίτη καὶ τῆς ἁρμονίας αὐτῶν φιλία καὶ ἕνωσις. Ἡλίου γάρ φησιν ἐγγὺς οὖσα καὶ συμπεριθέουσα πληροῖ μὲν τὸν οὐρανὸν εὐκρασίας, ἐνδίδωσι δὲ τὸ γόνιμον τῇ γῇ, καὶ πολλὰ δὲ ἕτερα πληροῦνται εἰς τὴν τοιαύτην ὑπόθεσιν. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ μαθηματικώτερον ἐπέβαλον τοῖς ῥηθεῖσιν ὡς καὶ ἡ Δημώ. σχέσεις τινὰς φιλοσοφοῦντες τῶν τοῖς θεοῖς ὁμωνύμων ἀστέρων Ἄρεός τε καὶ Ἀφροδίτης καὶ Ἡλίου. οἱ καὶ κλιμακτῆρας τινὰς ἐξ Ἄρεος ἐπικειμένους ἀπρακτεῖν πλανῶνται, Ἀφροδίτης ἀπαγούσης αὐτοὺς ὡς ἐκεῖνοι τερθρεύονται, διὰ φιλίαν τὴν πρὸς τὸν Ἄρην. ἄλλοι δὲ, ἁπλούστερον ἐπιβάλλοντες, Ἀφροδίτην νοοῦσι τὴν χάριν ἥτις ἕπεται οὐ μόνον τῷ κατʼ Αἰσχύλον ἄνθει τοῦ πυρὸς, ἀλλὰ καὶ τοῖς διʼ αὐτοῦ ἀποτελουμένοις, εἴγε χαρίεντα ἔργα τελοῦνται διὰ πυρός. μετέχει δὲ δή τινος τοιαύτης χάριτος <!-- 1.299 -->καὶ σίδηρος ἐκ τοῦ ὁμιλεῖν πυρὶ, εἰ καὶ ἐπʼ ὀλίγον καὶ ἀμυδρᾶς. διὸ καὶ λάθρα καὶ ὡς εἰπεῖν, μοιχικῶς τῇ τοῦ Ἡφαίστου Ἀφροδίτῃ Ἄρης ὅ ἐστι σίδηρος σύνεστιν, ὑποκλέπτων τὴν ἐκεῖθεν χάριν. καὶ οὕτω μὲν καὶ ταῦτα ὡς ἐν βραχεῖ φάναι. πλατύναι γάρ τις ταῦτα προθέμενος, οὔτε ἂν εὐροήσῃ διόλου, καὶ οὐδʼ ἂν ἐκφευξεῖται ψυχρολογίαις περιπεσεῖν. Ὅτι δὲ Ἀφροδίτη οὐ μόνον αἰδοῦς ἀξίας λέξεις προάγει ἀλλὰ καὶ σεμνὰς, οὐκ ἄδηλόν ἐστιν. ἡ γοῦν ἀφροδισιὰς πόλις οὐκ ἐντρέπει τοὺς λέγοντας. οὐδὲ τὸ κύριον ὁ Ἐπαφρόδιτος. οὐδʼ εἴ τις ῥόδον ἐρεῖ ἐπαφρόδιτον. οὐ μὴν οὐδὲ ἡ ἐπαφροδισία. ἧς χρῆσις ἐν τῷ, ὅ, τι ἂν καλήσειεν ἢ πικρανθείη Φιλόξενος πρός τινα τῶν συζώντων, πανεπαφροδισίας καὶ χάριτος ἦν μεστόν. Σημείωσαι δʼ ἐνταῦθα καὶ ὅτι ἀστείως ὥς φησιν ὁ Ἀθήναιος, παρὰ Φαίαξι, τοῖς ἄγαν ἐμπιπλαμένοις ἐκτρυφῆς, Ὅμηρος ποιεῖ ᾀδόμενα τὰ κατὰ τὴν Ἀφροδίτην γελοῖα. κατὰ γὰρ τὸν εἰπόντα, ἐν πλησμονῇ τοι Κύπρις, ἐν δὲ τοῖς κακῶς πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς. καὶ τοιαῦτα μὲν ταῦτα. Τὰ δὲ κατὰ μέρος τοῦ ῥηθέντος χωρίου, τοιαῦτα. Τὸ μὲν ἀμφʼ Ἄρεος φιλότητος ληφθὲν ἀντὶ τῆς περι, γενικῇ συνετάχθη κατὰ δύναμιν τῆς περι προθέσεος. Ὅτι δὲ καὶ δοτικῇ συντάσσεται ἡ ἀμφὶ καὶ αἰτιατικῇ δὲ, πολλαχοῦ δηλοῦται. Ὁ δὲ Ἄρης νῦν μὲν συστέλλει τὴν ἄρχουσαν, ὡς καὶ ἐν τῷ, ἀΐδηλον Ἄρηα. καὶ, εἷλεν Ἄρηα. καὶ ἐν ἄλλοις. ἐν δὲ τῷ, κεχολωμένος Ἄρης καὶ χρησήνιος Ἄρης, ἐκτείνεται τὸ αὐτὸ δίχρονον. τὸ δὲ τοιοῦτον ἐδήλωσε καὶ ἡ Ἰλιὰς ἔν τε ἄλλοις καὶ μάλιστα ἐν τῷ, Ἆρες Ἄρες βροτολοιγέ. Ἐϋστέφανος δὲ, ἀπὸ κόσμου γυναικίου. ἀθλητικὸν μέντοι στέφανον οὐκ οἶδε φασὶν ὁ ποιητής. Τὸ δὲ ἐμίγησαν, οὐκέτι τὴν ἁπλῶς ὡς ἐν ἄλλοις ἀλλὰ τὴν κατʼ ἔρωτα συνουσίαν δηλοῖ. τὸ δὲ μιγῆναι τοῦτο, καὶ μιγάζεσθαι φιλότητι ἔφη σαφέστερον. Τὸ δὲ πολλὰ δʼ ἔδωκε δῶρα δηλαδή. νοηθέντα ἐκ τοῦ παράγοντος αὐτὰ ῥήματος τοῦ ἔδωκε. Λέχος δὲ καὶ εὐνὴ καὶ δέμνια ταυτὰ κατὰ πολυωνυμίαν εἰσίν. ὥσπερ καὶ δεσμοὶ καὶ δέσματα καὶ δεσμὰ καὶ ἐπίδεσμα. περὶ ὧν οἱ Ἀττικοί φασι, δεσμὰ οὐχὶ δεσμούς. καὶ ἐπίδεσμα οὐχὶ ἐπιδέσμους. ἔτι ὅμοια κατὰ πολυωνυμίαν καὶ ὁ δόλος καὶ ἡ τέχνη. ὡς τὸ, εἷλε τέχνῃσιν. ὃ σαφέστερον ἐν τοῖς περὶ Πρωτέως δολίην τέχνην ἔφη. ὅθεν καὶ δεσμοὶ τεχνήεντες, οἱ κατὰ δόλον. ἐκεῖθεν δὲ καὶ τὸ ἀτεχνῶς ἀντὶ τοῦ δίχα δόλου καὶ φανερῶς. οὕτω δὲ ὅμοιον καὶ τὸ πολύφρων καὶ κλυτοτέχνης καὶ κλυτοεργὸς Ἥφαιστος. καὶ τὸ, οὐδʼ ἀλαοσκοπιὴν εἶχεν Ἄρης. καὶ τὸ, Ἠέλιος σκοπιὴν ἔχε. Τὸ δὲ λέχος δʼ ᾔσχυνεν, αἰσχρὸν εἶναι τὸ ἔργον δηλοῖ. Ἐν δὲ τῷ, Ἡφαίστοιο ἄνακτος, θεία λέξις κατὰ κυριολεξίαν τὸ ἄναξ. ὡς καὶ ἐν τῷ, ἄναξ Ἀπόλλων. Τὸ δὲ θυμαλγέα μῦθον ἄκουσεν, ὅμοιόν ἐστι τῷ, θυμοδακὴς γὰρ μῦθος. καὶ ἡ ἐκεῖ δοκοῦσα εἶναι παρήχησις καὶ ἐνταῦθα ἐμφαίνεται. Χαλκεὼν δὲ, τὸ ἐργαστήριον τοῦ χαλκέως Ἡφαίστου. πέφρασται καθʼ ὁμοιότητα τοῦ, ἀκανθεών. χαραδρεών. καὶ τῶν τοιούτων. Περὶ δὲ ἀκμοθέτου καὶ ἄκμονος καὶ τοῦ κόπτειν δεσμοὺς ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. Ἄῤῥηκτοι δὲ δεσμοὶ καὶ ἄλυτοι, οἱ πάνυ στερεοί, οὔτε οὓς ἀναγνάμψας τις ἠρέμα λύσει, οὓς οὔτε πρὸς βίαν ῥήξει καλῶς δὲ κεῖται τὸ πρὸς βίαν ἐνταῦθα. λύει μὲν γάρ τις, ἐν ἀδείᾳ. ῥήγνυσι δέ, βιαζόμενος. διὸ καὶ πρὸς ἔμφασιν λείως μὲν λαλεῖται τὸ λύειν, τραχυφωνεῖται δὲ τὸ ῥηγνύειν. καὶ ἀληθῶς, ἁπάσῃ ῥήξει, βίαιόν τι ἐμφαίνεται. ὁ γοῦν ῥηξήνωρ βίῃ ἀνδρῶν ῥήγνυσι φάλαγγας. ἐμφαίνει δὲ βίαν, καὶ τὸ, ἐῤῥάγη πόλεμος. δηλαδὴ σκεδασθεὶς ὧδε καὶ ἐκεῖ καὶ μὴ ἐφʼ ἑνὸς μένων. καὶ σκηπτὸς δὲ καταῤῥαγεὶς καθὰ καὶ ὁ ῥαγδαῖος ὄμβρος, βίαιόν τι δηλοῦσιν. ὡς καὶ τὸ ἀποῤῥαγῆναι, καὶ τὸ συῤῥῆξαι μάχην. μάλιστα δὲ, τὸ διαῤῥαγῆναι. οὗ χρήσεις καὶ ἄλλαι μὲν οὐκ ὀλίγαι, καὶ αὕτη δὲ ἡ ἀστεία. εὐδαίμων ἐγὼ, οὐχʼ ὅτι ἐν τοῖς γάμοις εὐωχήσομαι, ἀλλʼ ὅτι διαῤῥαγήσομʼ ἢν θεὸς θέλῃ. τούτου δέ μοι τοῦ τέλους γένοιτο τυχεῖν. Τὸ δὲ τεῦξε, πρωτότυπόν ἐστι παράγωγον τῆς τέχνης καθʼ ἣν Ἥφαιστος ἐργάζεται. Τὸ δὲ κεχολῶσθαι Ἥφαιστον Ἄρει δηλοῦται καὶ ἐν τῷ, χόλος δέ μιν ἄγριος ᾕρει. καὶ ἐν τῷ, ἐγὼ δʼ ὁρόων ἀκάχημαι. Τὸν δὲ θάλαμον ἑρμηνεύων, ἔφη. ὅθι οἱ φίλα δέμνια κεῖτο. ἵνα ᾖ θάλαμος, ὁ κοιτών. οὗ ἐνδεικτικὸν τὸ κεῖτο. ἐξ αὐτοῦ γὰρ ὁ κοιτών. Ἑρμὶς δὲ ὁ τῆς κλίνης ποὺς ὁ καὶ ἑρμὶν καθὰ καὶ δελφὶς καὶ δελφὶν, ἢ παρὰ τὸ ἕρμα κλίνης εἶναι. ἢ παρὰ τὸν Ἑρμῆν δοτῆρα ὄντα τοῦ ὕπνου. διό φασι καὶ Ἑρμῆς ταῖς ἑρμῖσιν ἐντυποῦτο. Τὸ δὲ χεῦε καὶ τὸ κέχυντο, τῆς ἄγαν λεπτότητος καὶ τῆς οἷον ἐντεῦθεν ὑγρότητος τῶν δεσμῶν ἐστὶ δηλωτικόν. διὸ καὶ <!-- 1.300 -->ἐπλεόνασε τῇ τοιαύτῃ λέξει διὰ τὸ καίριον. Τὸ δὲ κύκλῳ ἁπάντῃ, τοὺς ἀπείρονας ἑρμηνεύει δεσμούς. οἳ καὶ κρικωτοὶ διασαφούμενοι ὑπὸ τῶν παλαιῶν, εἶεν ἂν καὶ κυκλωτερεῖς. Τὸ δὲ λεπτὰ, ἢ πρὸς τὸ ἀράχνια φησὶν, ἢ πρὸς τὸ δέσματα. ἑρμηνεία δὲ αὐτοῦ τὸ, ἃ οὐκ ἄν τις οὐδὲ ἴδοιτο, λεπτότατα γὰρ τὰ τοιαῦτα, καὶ τὸ, οὐδὲ θεῶν μακάρων. ὃ καὶ πρὸς πιθανότητα ἐῤῥέθη. οὐ γὰρ ἀνθρώποις μόνον, ἀλλὰ καὶ θεοῖς ἦσαν ἀόρατα. διὸ συνέσχον τὸν Ἄρην τεχνικῶς τετυγμένα. Τὸ δὲ εἴσατο ἴμεν, δύναται ὅμοιον εἶναι καὶ τῷ, βῆ δʼ ἰέναι. ἵνα ᾖ καὶ ἀντὶ τοῦ ἐπορεύθη τὸ εἴσατο, καὶ μὴ μόνον ἀντὶ τοῦ ἔδοξε. Ὅτι δὲ φιλτάτη γαιάων ἡ Λῆμνος τῷ Ἡφαίστῳ διὰ τοὺς ἐκεῖ κρατῆρας τοῦ πυρὸς, καὶ ὅτι καὶ πόλεις δύο περὶ αὐτὴν ὧν μία καὶ ἡ Ἡφαιστία, εἰς ἣν καὶ εἰκὸς ἀπελθεῖν ἄρτι τὸν Ἥφαιστον, καὶ ὅτι Σίντιες οἱ Λήμνιοι, καὶ διατί ταῦτα ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ ἐϋκτιμένον πτολίεθρον, τρόπος ἐστὶ ποιητικὸς συνεκφωνήσας χάριν σαφηνείας τῇ ὅλῳ ἤγουν τῇ Λήμνῳ, τὸ μέρος αὐτῆς, τὴν πόλιν. καὶ ἔστιν ὅμοιον τῷ, ἐς Κύπρον ἐς Πάφον, ὃ μετʼ ὀλίγα κεῖται. Τὸ δὲ γαιάων, πληθυντικῶς καὶ νῦν καὶ ἐν τοῖς μετὰ ταῦτα δὲ παρὰ τῷ ποιητῇ κεῖται, εἰ καὶ οἱ μεθʼ Ὅμηρον σημειοῦνται μὴ εἶναι πληθυντικὸν ἀριθμὸν τῆς γῆς ὥσπερ οὐδὲ τοῦ ἡλίου διὰ τὸ μονήρη αὐτὰ εἶναι, ἀλλʼ ἡ κοινὴ συνήθεια ἐν τούτοις οὐχʼ ὑπακούει αὐτοῖς, γαίας τὰς νήσους νοοῦσα. οἱ μέντοι Λύκιοι καὶ ἄλλως ἐθέλοντες εἰπεῖν τὰς ἄνω χώρας, τὰς ἄνω γᾶς λέγουσι. Χρυσήνιον δὲ τὸν Ἄρην λέγει, συνεξωραΐζων αὐτὸν οὕτω τῇ χρυσῇ Ἀφροδίτῃ. Ἰσχανόων δὲ, ὁ ἐχόμενος καὶ ἐπιθυμῶν, ὡς καὶ ἀλλαχοῦ. Κυθέρεια δὲ ὡς καὶ ἐν ἄλλοις, ἢ ἡ ἀναφανεῖσα περὶ νῆσον τὰ Κύθηρα, ἢ ἡ κεύθουσα ἔρωτας. Μεταδήμιος δὲ καὶ νῦν ὁ ἐνδήμιος. ὡς μεταδόρπιος ὁ ἐν τῷ δόρπῳ. Ἀγριοφώνους δὲ τοὺς Λημνίους καλεῖ, καθʼ ὃν ἴσως λόγον καὶ τοὺς Κάρας βαρβαροφώνους. ἢ καὶ ὡς λῃστρικοὺς καὶ διατοῦτο ἄγρια λαλεῖν ἐπίτηδες εἰθισμένους. οἳ πρῶτοι, καὶ βελοποιΐας εὑρεταὶ εἶναι δοκοῦσι, διὸ καὶ Σίντιες λέγονται. κατὰ μέν τινας, αὐτόχθονες ὄντες ἐν Λήμνῳ. κατὰ δὲ ἑτέρους, ἐκ τῆς ἀντιπέραν ἥκοντες. Τὸ δὲ τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι καὶ τὸ, ἐς δέμνια βάντε κατέδραθον, σεμνῶς τὰ τῆς μοιχείας φράζουσι. Τὸ δὲ οὐδέ τι κινῆσαι μελέων ἦν παραλύτου ὂν, ἔστι προσρηθῆναι καὶ τοῖς ἄγαν μεθύουσιν, οὓς καὶ ἐξοίνους φαμέν. καλῶς οὖν ἔγραψέ τις τὸ, οἶνος πόδας δεῖ γλῶσσαν τε νόον τε δεσμοῖσιν ἀφράστοισι τοῖς Ὁμήρου φρασθεῖσι. πάσχει δέ τις δεσμοὺς τοιούτους, ὅτε κατὰ τὸν εἰπόντα, πίνει οἶνον ὑπερβολάδην. ὁπηνίκα καί τι σπουδαῖον εἰ γίνοιτο, σκώπτεται. Αἰσχύλος οὖν ἐν τῷ μεθύειν γράφων ἐπαινετὰς τραγῳδίας ἤκουσε παρὰ Σοφοκλέους τὸ, ὦ Αἰσχύλε, εἰ καὶ τὰ δέοντα ποιεῖς, ὅμως οὐκ εἰδώς γε ποιεῖς. Τὸ δὲ οὐκέτι φυκτὰ πέλονται, καὶ ὡς παροιμιῶδες ἐστὶν ἐπὶ ἀφύκτων κακῶν. Πιθανῶς δὲ ὁ Ἥλιος ἑταῖρος πλάττεται τῷ Ἡφαίστῳ, διὰ τὸ ἐν ἀμφοῖν φωσφόρον. εἰ δὲ καὶ ὁ Ἄρης τὸν ἀλεκτρυόνα ἐν ἀνθρώποις ὄντα τότε κατάσκοπον εἶχε ταχθέντα μηνύσειν τὴν Ἡφαίστου ἔφοδον, ὁ δὲ, ὑπνώσας, προὔδωκε τὰς τοῦ Ἄρεος ἐλπίδας, ὅ δʼ ὕστερον εἰς πτηνὸν αὐτὸν ἀπεμόρφωσε, καὶ δηλοῦσιν ἔτι τὴν ἐκείνου στρατιωτικὴν, ὁ λόφος ὁ θυμὸς τὰ κέντρα κατὰ τὸν γράψαντα ῥήτορα, ἀλλὰ τοῦτο τῆς ὕστερον μυθοποιητικῆς οὐ σεμνόν ἐστι λάλημα. ἧς πλάσμα, καὶ ὁ ἐν τοῖς μετὰ ταῦτα δηλωθησόμενός που Γιγγρών, δαίμων φησὶ διακονήσαν τῇ τῆς Ἀφροδίτης μοιχείᾳ. Τὸ δὲ γέγωνε θεοῖσιν, ἀντὶ τοῦ ἐγνώσθη ἐφʼ οἷς ἐβόησε. Τὸ δὲ ἔργα γελαστὰ, γράφεται καὶ ἔργʼ ἀγέλαστα, ἤγουν οὐκ ἄξια γέλωτος. τοῦτο δὲ πρός γε τὸν χολούμενον Ἥφαιστον, οἱ γὰρ ἄλλοι γελάσουσιν. Ἰστέον δὲ ὅτι τὸ γελαστὰ καθὰ καὶ τὸ ἀγέλαστα εἰκὸς γενέσθαι ἀπὸ τοῦ γελῶ γελάζω ἀῤῥήτου θέματος ὁμοίως τῷ, ἀγῶ ἀγάζω ὅθεν τὸ ἀγαστόν. καὶ ἀποβολῇ τοῦ σίγμα καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ἀγαθόν. ἔτι δὲ καὶ ὡς ἀπὸ τοῦ ἐρῶ διάζω ἐραστὸν καὶ ἐπέραστον, οὗ παθητικὸς ἀόριστος ἠράσθην. κατὰ τὸ, πειρῶ πειράζω ἐπειράσθην. ἄλλως μέντοι, ἐκ τοῦ ἐράω ἐρῶ, τὰ ὀνόματα Ἐρατὼ Μούσης ὄνομα καὶ ἐρατὸν καὶ ἐρατεινὸν τὸ ἐπιθυμητόν. Οὐκ ἐπιεικτὰ δὲ, οἷς οὐκ ἄν τις εἴξῃ ἐπιεικῶς διατεθείς. ἢ τὰ σκληρὰ καὶ μὴ εἴκοντα. καὶ ἄλλως δὲ εἰπεῖν, γελαστὰ μὲν τοῖς ἄλλοις ἐμοὶ δὲ οὐκ ἐπιεικτά. Τὸ δὲ αἰὲν ἀτιμάζει, ἐπίτασιν ἀτιμίας δηλοῖ. οὐ γὰρ ποτὲ μὲν ποτέ δʼ οὔ, ἀεὶ δέ. Τὸ δὲ ἀΐδηλον Ἄρηα, ἐντρέπει τὴν Ἀφροδίτην. εἰ γὰρ καὶ καλὸς καὶ ἀρτίπους ὁ Ἄρης, ἀλλʼ ἀτιμαστέος αὐτὸς μᾶλλον ὡς ἑκὼν ἀΐδηλος ἤπερ Ἥφαιστος ὁ μὴ <!-- 1.301 -->αἴτιος τοῦ χωλὸς εἶναι. δῆλον δὲ ὡς ἀείδελος μὲν διὰ διφθόγγου, παρὰ ἐνεστῶτος τὸ, εἴδω. ἀΐδηλος δὲ, διὰ τοῦ ι κατὰ στέρησιν τοῦ ἰδεῖν. Τὸ δὲ ἀρτίπος ὅ ἐστιν ἀρτίπους, διὰ μέτρον ἐξέπεσε τοῦ υ. καθὰ καὶ τὸ, Ἶρις ἀελλόπος. Ἠπεδανὸν δὲ ὁ Ἥφαιστος ἑαυτὸν ὀνομάζει, καὶ ἄλλως μὲν ἠθικῶς, μάλιστα δὲ διὰ τὸ ὡς εἰκὸς αἰδεῖσθαι τὴν κατʼ αὐτὸν προφέρειν χωλότητα, διʼ ἣν κυλλοποδίων λέγεται ὡς παθὼν ἐπικύλλωμα. ἢ κατακύλλωμα. ὧν ἀμφοτέρων μνησθεὶς Ἀριστοφάνης ὁ γραμματικὸς, οὐδέτερον αὐτῶν ἀνάττικον εἶναι φησίν. Αἴτιος δὲ καὶ νῦν, ὁ ὑπὸ αἰτίασιν καὶ μέμψιν. Ἐν δὲ τῷ, οἳ μὴ γείνασθαι ὄφελλον, λύπης πάντως ἄκρας τὸ τοὺς γονεῖς αἰτιᾶσθαι τοῦ τεκέσθαι. Τὸ δὲ οὐ μέν σφας ἔολπα μίνυνθα κειέμεν οὕτως, ἀντὶ τοῦ οὐκ οἶμαι ἐπιθυμεῖν αὐτοὺς κεῖσθαι οὕτως. ὅπερ ἑρμηνεύων ἐπήγαγε. τάχʼ οὐκ ἐθελήσετον ἄμφω εὕδειν. ταυτὸν γὰρ τὸ, οὐδʼ ἐπολίγον ἔολπα κειέμεν, καὶ τὸ, ταχὺ οὐκ ἐθελήσουσιν εὕδειν. οὕτω καὶ ἐν τῷ, κακκειόντες ἔβαν, ἐπιθυμίαν καὶ θέλησιν τοῦ κεῖσθαι δηλοῖ τὸ κείοντες. Ἔεδνα δὲ φανερῶς καὶ ἐνταῦθα, τὰ ἐκ τοῦ νυμφίου τῇ γαμετῇ διδόμενα. Τὸ δὲ κυνώπιδος, ψόγος ὀφθαλμοῦ. ὥσπερ αὖ πάλιν ἔπαινος τὸ, κυανώπιδος. καλῶς ἄρα καὶ ἡ Ἑλένη κυνῶπιν ἑαυτὴν καλεῖ που ἐφʼ οἷς μοιχικῶς ἔδρασεν. Ἐριούνης δὲ Ἑρμῆς ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, ὁ ἄγαν ὀνῶν ὅ ἐστιν ὠφελῶν. Τὸ δὲ θηλύτεραι παρέλκειν μὲν δοκεῖ. ἤρκει γὰρ μὲν καὶ μόνον τὸ θεαί. εἴρηται δὲ ὅμως πρὸς ὁμοιότητα τοῦ, γυναικῶν θηλυτεράων. ὃ ἐῤῥέθη πρὸς σύγκρισιν τῶν ἄλλων θηλέων ζῴων ἃ οὐχʼ οὕτω ἀεὶ πρὸς ἔρωτα ἐκθηλύνονται. καὶ ἄλλως δὲ θηλύτεραι γυναῖκες κατὰ τοὺς παλαιοὺς, αἱ εὔκαρποι καὶ πολύφοροι. ὅθεν καὶ θῆλυς ἑέρση, ἡ τοῦ εὐκαρπεῖν καὶ πολυφορεῖν αἰτία. ὅθεν καὶ Καλλίμαχος θηλύτατον πεδίον λέγει, τὸ πολύγονον. Δωτῆρες δὲ ἐάων, ἀντὶ τοῦ ἀγαθῶν, περὶ οὗ σαφῶς ἀλλαχοῦ δεδήλωται ποιητικοῦ ὄντος καὶ οὐκ εὐχρήστου πεζογράφοις ῥήτορσιν. Ὅρα δὲ τὸ δοτῆρες ἐκτεῖνον τὸ ω τῆς ἀρχούσης καὶ ἐνταῦθα καθʼ ὁμοιότητα τοῦ, δῶτορ ἑάων. οἱ δέ γε μεθʼ Ὅμηρον συστέλλουσι μὲν τὸ δοτήρ. τὸ δὲ δῶτορ ἐκτείνουσιν ἐν ταῖς παραληγούσαις. Τὸ δὲ ἄσβεστος γέλως, ἔχει θεραπείαν διὰ τὴν ἐν τοῖς γελῶσι θερμότητα. Τὸ δὲ οὐκ ἀρετᾷ κακὰ ἔργα κατὰ τοὺς παλαιοὺς, ἀντὶ τοῦ οὐκ ἀρετὴν καὶ εὐσθένειαν ἄγουσιν. ἵνα γίνηται τὸ ἀρετᾶν ἐκ τῆς κατὰ ἀνδρίαν ἀρετῆς. οὗ πρὸς σαφήνειαν ἐπῆκται καὶ τὸ, κιχάνει τοι βραδὺς ὠκύν. ὡς τοῦ ὠκέος Ἄρεος ἀπολέσαντος τὸ κατʼ ἀρετὴν εὐσθενὲς διὰ κακουργίαν. καὶ πρὸς ἔνδειξιν τοῦ τοιούτου καθολικοῦ γνωμικοῦ ἐπήγαγε μερικὸν συνήθως τὸ, ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλε τὸν ὠκύτατον Ἄρην. Τῷ δὲ ἀρετᾷ, σύστοιχον καὶ τὸ ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ. δῆλον δὲ καὶ ὡς τὸ ἀρεταίνειν ἐκ τοῦ τοιούτου ἀρετᾶν παράγεται. Ἰστέον δὲ ὡς τῶν τινες ὁμηρομαστίγων, ἔφασαν πρὸς τὸ, οὐκ ἀρετᾶ κακὰ ἔργα, ὅτι καί τις οὐκ οἶδεν ὡς ἡ ἀρέτη οὐκ ἔστι κακία. πρὸς οὓς δίχα τῶν ἀνωτέρω ῥηθέντων ἔστιν εἰπεῖν καὶ ὅτι τὸ λεγόμενόν ἐστιν, ὡς οὐκ ἀρετᾷ ὅ ἐστιν οὐκ εὐδαιμονίζει τινὰ τὰ κακὰ ἔργα. ὡς καὶ τὸ, ἀρετῶσι δὲ λαοὶ, ἀντὶ τοῦ εὐδαιμόνως ζῶσιν. οὐδὲν γὰρ ἡ εὐδαιμονία ἕτερον ἀλλʼ ἢ συγκρότησις ἀρετῶν. Πρὸς δὲ τὸ κιχάνει βραδὺς ὠκὺν, ἐτέθη καὶ παροιμία τὸ, ἔστι καὶ χωλῷ δρόμος, πρὸς ὁμοιότητα τοῦ, ἔνεστι καὶ μύρμηκι χόλος. Ἐνταῦθα δὲ τηρητέον ὁποία τις ἡ κατὰ ἔρωτα βιαία ἰσχύς. καθʼ ἣν ἄλλα τε μυρία γέγονε θαυμάζεσθαι ἄξια, καὶ δὴ καὶ τὸ κατὰ τὸν Κροτωνιάτην Μίλωνα. οὗ φασὶ ῥοιὰν τὴν ἐν τῇ χειρὶ ἀντίπαλος μὲν οὐδεὶς ἑλεῖν ἠδύνατο, ἡ δὲ ἐρωμένη ῥᾷστα αὐτὴν ἐξῄρει φιλονεικοῦσα πρὸς αὐτόν. ἦν γάρ φασι τὸ μὲν σῶμα ἰσχυρός, ἀνδρεῖος δὲ τὴν ψυχὴν οὐκ ἦν. ᾧ δὴ λόγῳ καὶ ἡ μάχλος Ἀφροδίτη, οὐ μόνον Ἡφαίστου περιγέγονε κατʼ ἔρωτα πρὸς αὐτῆς ποιουμένη τὸν οὕτω κυλλὸν, ἀλλὰ καὶ Ἄρεα τὸν ὀβριμοεργὸν εἷλε καὶ ᾔσχυνε. Τὸ δὲ χωλὸς ἐὼν, ἑρμηνεία ἐστι τοῦ, ἐὼν βραδύς. Μοιχάγρια δὲ, τὰ ὑπὲρ ἀγρεύσεως ὅ ἐστι συλλήψεως μοιχῶν ἐκτινύμενα. ἡ δὲ σύνθεσις αὐτοῦ ὁμοία τῷ, ζωάγρια. βοάγρια. ἀνδράγρια. Ἐν δὲ τῷ, Ἑρμεία Διὸς υἱὲ διάκτορε δῶτορ ἐάων ἤτοι δοτὴρ τῶν ἀγαθῶν, ἐριούνης γὰρ ὡς πρὸ βραχέων ἐῤῥέθη, ἔτι δὲ καὶ ἐν τῷ, ἄναξ ἑκατηβόλε Ἄπολλον, ὅρα τὴν τῶν ἐπαίνων ἀνταπόδοσιν φραζομένην βιωτικώτερον. χρηστοὺς γὰρ χρηστοῖς λόγοις ἀμειβόμεθα. ὡς τοὺς ἐναντίους, ἀνάπαλιν. Τὸ δὲ πᾶσαί τε θέαιναι, πρὸς ἐπίτασιν δῆθεν αἰσχύνης ἐλέχθη, ἐπεὶ ἐν τοῖς κατὰ τὸν Ἄρην ἐκρύπτοντο αἰδοῖ αἱ θεαί, ὅθεν οὐδὲ ἦν ἡ αἰσχύνη ἐκ πολλῶν. Καινότερον δὲ ἐσχημάτισται τὸ θέαιναι. ἀπὸ γὰρ τοῦ θεὸς, <!-- 1.302 -->θέαινα. καὶ οὐ κατὰ τὴν δράκαιναν καὶ τὴν λέαιναν καὶ τὴν θεράπαιναν. οὐδὲ κατὰ τὸ, γείτονος γείταινα καὶ τέκτονος τέκταινα. καὶ ὅσα παραδίδωσιν ἡ τοῦ Χοιροβοσκοῦ ἐξήγησις ἀλλὰ κατὰ τὸ λύκος λύκαινα καὶ γνάθος γνάθαινα, καὶ ὅσα τοιαῦτα διείληπται ἀλλαχοῦ. ὧν πάντων διαφέρει ἡ τρίανα, οὐχʼ ὅλῃ διφθόγγῳ ἑτεροιουμένη πρὸς τὸ πρωτότυπον, ἀλλὰ μόνῳ διχρόνῳ. ἀπέοικε δὲ αὐτῆς τῷ τῆς παραγωγῆς τρόπῳ καὶ ἡ παρὰ τῷ κωμικῷ ἀρύταινα, ἐκ τοῦ ἀρύτω ἤγουν ἀρύω γινομένη. ἔστι δʼ αὐτὴ λεκανίδος εἶδός τι, ὡς δηλοῖ ὁ κατὰ γυναικὸς κωμικευσάμενος τὸ, ἐμπερδολεκαρύταινα. Τὸ δὲ λίσσετο αἰεὶ, ἱκετείαν δηλοῖ παράμονον. ὃ δὴ καὶ λιπαρεῖν λέγεται, ἀντὶ τοῦ λίαν παρεῖναι. Τὸ δὲ λῦσον κυριολεκτούμενον ἐπὶ τοῦ δεθέντος Ἄρεος, πολλάκις καὶ αὐτὸ ἐνταῦθα κεῖται. οἷον. ὅπως λύσειεν Ἄρεα. καὶ λῦσον. καὶ ἐκ δεσμοῦ λύσε. τὸ δʼ αὐτὸ, καὶ ἀνιέναι λέγεται. ὡς δηλοῖ τὸ, δεσμῶν ἀνίει. Τὸ δὲ ὑπίσχημαι, τὸ πρωτότυπόν ἐστι τοῦ ὑπισχνοῦμαι. ἐξ οὗ καὶ τὸ, ὑπίσχεται ἀνδρὶ ἑκάστῳ. Τὸ δὲ αἴσιμα πάντα ὅ ἐστι καθήκοντα καὶ δίκαια, οὐχʼ ὥρισται κατὰ ποσόν. οὐδὲ γὰρ ἐχρῆν ὁρισθῆναι, ὅτι μηδὲ ἦν εἰκὸς αὐτόθεν ἀσκέπτως εἰδέναι τὸν Ποσειδῶνα ὅσα ἕδνα ὀφείλεται τῷ Ἡφαίστῳ, οὐ δὲ μὴν ὅσης ποινῆς τιμήσεται τὴν τῆς Ἀφροδίτης μοιχείαν. Τὸ δὲ δειλαί τοι δηλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι, ἀντὶ τοῦ τῶν κακῶν καὶ αἱ ἐγγύαι κακαὶ ὥστε ἐγγυᾶσθαι. ὡς οὐ δέον ὂν οὐδὲ νῦν ἐγγύας δοθῆναι ὑπὲρ τοῦ φαυλοτάτου Ἄρεος, ἐπὶ δειλαίου γὰρ καὶ φαύλου τὸ δειλὸς ἐνταῦθα κεῖται. ἕτερον δέ φασιν ὅτι δειλαὶ αἱ ἐγγύαι εἰσὶ τουτέστι δυστυχεῖς, καὶ δειλῶν ἀνδρῶν τὸ ἐγγυᾶσθαι, ὡς καθόλου μὴ δέον ὂν ἐγγυᾶσθαί τινα, κατὰ τὸ ἐν Δελφοῖς ἐπίγραμμα. ἐγγύᾳ πάρα δʼ ἄτα. ὃ λύει πολλὰς τῶν κατὰ βίον κοινωνιῶν. καὶ πάνυ ἐστὶν ἀπάνθρωπον εἰ μηδὲ πατέρα ἐγγυητέον μηδὲ τῶν τινὰ πρὸς αἵματος ἢ φίλων. φασὶν οὖν ἄλλοι, ὅτι τῶν δειλῶν καὶ εὐτελῶν εὐτελεῖς ὀφείλουσιν εἶναι καὶ αἱ ἐγγύαι, ὡς ἂν ἔχοιεν ἄγειν τοὺς ἐγγυητὰς οἱ εὐτελεῖς, ὡς ὁμοίους. διὸ καὶ ἐπάγει ὁ Ἥφαιστος, πῶς ἂν ἐγὼ ἐλάσσων ὢν σὲ τὸν μείζονα Ποσειδῶνα δέοιμι ἐὰν λυθεὶς ὁ Ἄρης οἴχηται; ὅμως μέντοι νικᾷ διὰ τὸ πρεσβεῖον ὁ Ποσειδῶν. καὶ ὑποσχόμενος ἀποτίσει. ἀποτίσειν αὐτὸς τὸ χρέος, πείθει λυθῆναι τὸν Ἄρην. καὶ ἄλλως δὲ φράσαι κατὰ τοὺς παλαιοὺς, αἱ πρὸς τοὺς δειλοὺς καὶ ἀσθενεῖς ἐγγύαι δειλαὶ καὶ αὐταὶ καὶ μηδὲν δυνάμεναι, ὡς μὴ δυναμένων τῶν τοιούτων ἐπεξελθεῖν ἀδικήματα διʼ ἀσθένειαν. ἢ καὶ ἄλλως, αἱ ὑπὲρ κακῶν ὡς προεῤῥέθη ἐγγύαι, κακαί εἰσι καὶ αὐταί, ὡς πίστιν φασὶν ὑπὲρ τῶν τοιούτων μηδενὸς τηρεῖν δυναμένου. Ἰστέον δὲ ὅτι ἐγγύη καθʼ ἣν ἐγγυᾷ μέν φασιν ὁ διδοὺς, ἐγγυᾶται δὲ ὁ λαμβάνων, γίνεται παρὰ τὸ ἐν γύοις ὅ ἐστι χερσί τινος κεῖσθαι τὸ κατεγγυηθὲν, καὶ οἷον ἔχεσθαι ὑπʼ ἐκείνου ἐχυρῷ ἤγουν ἰσχυρῷ λόγῳ ἐξ οὗ καὶ πόλις ἐχυρὰ καὶ ἐνέχυρον. λέγεται δέ ποτε ἐγγύη καὶ γάμου ἀπογραφὴ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. Τὸ δὲ χρέος ὅτι ὡς ἐπὶ πολὺ ἐκτείνει τὴν λήγουσαν ἐπὶ δανείου, καὶ ἀλλαχοῦ ἐῤῥέθη. ἴσως δὲ καὶ τὸ χρεῖος κατὰ ὁμοίαν Ἀττικὴν ἔκτασιν, ὡς καὶ τὸ μέτρον ὑποδηλοῖ ἐν τῷ, χρείως ὑπαλύξας. Τὸ δὲ οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι, οἰκεῖον ῥηθῆναι ὅτε τις ἔνδοξος ἀνὴρ ἄξιόν τι λόγου ἀπαιτεῖ. ὥσπερ θυμοῦ ἐνδεικτικὸν ἦν τὸ, χόλος δέ μιν ἄγριος ᾕρει ἤγουν ἀγριοποιός. σμερδαλέον δʼ ἐβόησε. Τὸ δὲ δεῦτε ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε, πράγμασιν ἂν ἐπιλέγοιτο γελοίως γινομένοις. ὥσπερ αὖ πάλιν προβολῆς κεφάλαιον ἐπὶ μοιχείᾳ τὸ, ὄψεσθε ὡς καθεύδετον ἐν φιλότητι εἰς ἐμὰ δέμνια βάντες, ἐγώ δʼ ὁρόων ἀκάχημαι. ἐφʼ οἷς καὶ ἀπαιτεῖ τὸν πατέρα δικανικῶς ὁ Ἥφαιστος, ἀποδώσειν τὰ ἕδνα ὡς εἴρηται. τὰ γάρ τοι μοιχάγρια ὁ Ἄρης ἀποτίσει ἢ ὁ ἐγγυησάμενος Ποσειδῶν. Πρὸς τοῖς εἰρημένοις δὲ, ἰστέον ἐν τῷ, οὐκ ἔστʼ οὐδὲ ἔοικεν, ὅτι τὸ ἔστιν οὐχʼ ἁπλῶς ἐνταῦθα παροξύνεται ἀλλὰ κατὰ παρατήρησιν ἀρχαίαν, τοιαύτην. τὸ ἔστιν ἡνίκα ἄρχεται λόγου ἢ ὑποτάσσεται τῇ οὒ ἀποφάσει ἢ τῷ και συνδέσμῳ ἢ τῷ ως ἐπιῤῥήματι, παροξύνεται. οἷον, ἔστι πόλις Ἐφύρη, οὐκ ἔστʼ οὐδὲ ἔοικε. καὶ ἔστιν. ὡς ἔστι δεινόν. εἰ δὲ ὑποτάσσεται ὀξυτόνῳ λέξει ἢ περισπωμένῃ ἢ τροχαίῳ προπερισπωμένῳ ἢ προπαροξυνομένῃ λέξει, ἐγκλίνεται κατὰ τοὺς κανόνας τοῦ Χάρακος. οἷον. ἀγαθός ἐστιν. Ἑρμῆς ἐστι. κῆπός ἐστιν. εἰ δὲ πρόκειται τοῦ ἔστι πυῤῥίχιος παροξύτονος ἢ σπονδεῖος ὅμοιος ἢ ἴαμβος παροξυτονούμενος, τὸν τόνον ἐπὶ τοῦ ι ἔχει. οἷον, φίλος ἐστίν. Ἀγαμέμνων ἐστίν. ἔρως ἐστίν. Ἔτι ἰστέον καὶ ὅτι τοῦ ἔστιν ἡ παραγωγὴ οὕτω σκευωρεῖται <!-- 1.303 -->τῷ τεχνικῷ. εἰμὶ τὸ ὑπαρκτικὸν, οὗ ἀκολούθως τροπῇ τῆς μι εἰς σι, τὸ τρίτον εἰσὶ, κατὰ τὸ τίθημι τίθησι. καὶ τροπῇ Δωρικῇ τοῦ σ εἰς τ, εἰτὶ ἵνα τὴν πρὸς τὸ πληθυντικὸν συνέμπτωσιν ἀποφύγῃ. ἀποβολῇ δὲ τοῦ ι, ἐτί. καὶ προσθήκῃ τοῦ σ, ἐστίν. ἵνα ὁπωσοῦν ἡ παραλήγουσα μηκυνθῇ. τὰ γὰρ εἰς μι, μακρᾷ θέλει παραλήγεσθαι ἐν τοῖς ἑνικοῖς. δύναται δὲ τὸ ἐστὶ, καὶ ἀπὸ τοῦ ἐσσὶ δευτέρου προσώπου εἶναι, ἢ τροπῇ τοῦ δευτέρου σίγμα εἰς τ, ἢ ἀπελεύσει μὲν ἐκείνου ἀντενθέσει δὲ τοῦ τ. Τοῦ δὲ ἔοικεν ἡ μὲν κοινὴ κλίσις ἀλλοία ἐστὶν ὡς ἑτέρωθι δηλοῦται. παρὰ δὲ τοῖς παλαιοῖς εὕρηται καὶ οὕτω. εἴκω. εἶκα καὶ διαλύσει, ἔϊκα. καὶ δοχῇ ἤγουν ἐπενθέσει τοῦ ο, ἔοικα. οὕτω δέ φασι καὶ εἴδω εἶδα. καὶ διαλύσει, ἔϊδα. καὶ προσελεύσει τοῦ ο, ἔοιδα. καὶ ἀπελεύσει τοῦ ε, οἶδα. οἱ δὲ οὕτω καινότερον κανονίσαντες καὶ τὸ σύνοιδα Αἰολικῶς φασὶ τὸν τόνον ἀναβιβάσαι, εἴτουν κατʼ ἄλλους, ἀναστεῖλαι. Τὸ δὲ ἀνεῖναι, οὐ δεσμοῦ μόνον σημαίνει λύσιν ὡς ἐν τοῖς ῥηθεῖσι χρᾶται ὁ ποιητὴς, ἀλλὰ καὶ τὸ ἀναπείσειν δηλοῖ ποτέ. οἷον. ἦ μάλα δή τινα Κύπρις ἀνιεῖσα. καὶ τὸ γυμνοῦν. οἷον. κόλπον ἀνιεμένη, καὶ τὸ ἐκδέρειν. οἷον. αἶγας ἀνεμένους ἤγουν ἐκδέροντας. καὶ τὸ παρορμᾶν. οἷον. μαργαίνειν ἀνέηκεν. Ὅτι μετὰ τὸ λυθῆναι τοῦ δεσμοῦ τοὺς ῥηθέντας μοιχοὺς, αὐτίκʼ ἀναΐξαντες. ὁ μὲν, Θρῄκηνδε βεβήκει, Ἄρεος γὰρ οἰκητήριον ἡ Θρᾴκη διὰ τὸ τοῦ ἔθνους, ὡς πολλαχοῦ φαίνεται, φιλοπόλεμον. Ἀφροδίτη δὲ διὰ τῶν Κυπρίων ἐπαφρόδιτον, Κύπρον ἵκανεν ἐς Πάφον. ἔνθα τέμενος αὐτῇ βωμός τε θυήεις. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ἀμβρότῳ οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας. Καὶ ὅρα τὸ ἐπενήνοθεν, ἄλλην μὲν ἐνταῦθα σημασίαν ἔχον παρὰ τὸ, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη. ὅμως δὲ καὶ αὐτὸ ἐπιπόλασίν τινα δηλοῦν ἐλαίου ὥσπερ ἐκεῖνο λάχνης. ἐκείνη τε γὰρ ἐπιπολάζει, καὶ τὸ χριόμενον δὲ ἔλαιον. καὶ ἔστιν ἡ αὐτὴ ἐτυμολογία καὶ κίνησις τοῦ ἐπενήνοθεν, ἐνταῦθά τε καὶ ἐκεῖ. ἑρμηνεία δὲ αὐτοῦ, τὸ ἐπικινεῖται. ἔπεστιν. ἐπανθεῖ. ἤ τι τοιοῦτον. ἐκφύγῃ δὲ ἂν καὶ ταύτην τὴν λέξιν ῥήτωρ ἐν τῇ κατὰ λογάδην γραφῇ. Φιλομειδῆ δὲ κἀνταῦθα λέγει τὴν Ἀφροδίτην, διὰ τὰ ἐν τοῖς κατʼ αὐτὴν μειδιάματα. καὶ οὐ μόνον, ἀλλὰ καὶ γέλωτας, ὡς ὁ ἄσβεστος γέλως ὁ ἐν θεοῖς πρὸ βραχέων ἐδήλωσε. Τὸ δὲ ἐς Πάφον, διὰ σαφήνειαν συνήθως ἐπήγαγεν. ἵνα δηλώσῃ ὅπῃ τῆς Κύπρου ἦλθεν ἡ φιλομειδής. τοιοῦτον καὶ τὸ, εἰς Ἴδην εἰς Γάργαρον. προηγησαμένου μὲν τοῦ ὅλου, ἐπενεχθέντος δὲ τοῦ μέρους διὰ τὸ σαφέστερον. ὅμοιον δὲ καὶ πρὸ μικροῦ ἦν ὡς ἐῤῥέθη καὶ τὸ, ἐς Λῆμνον ἐϋκτίμενον πτολίεθρον. ὡς εἴπερ εἶπεν, ἐς Λῆμνον ἐς Ἡφαιστίαν. οὐκ ἀπέοικε δὲ τούτων οὐδὲ τὸ, Κικόνεσσι πέλασσεν Ἰσμάρῳ. ὅλον μὲν γάρ τι, οἱ Κίκονες τὸ ἔθνος. μέρος δὲ Ἴσμαρος ἡ πόλις. Ἰστέον δὲ ὅτι τοῦ, Κύπρον ἵκανεν ἐς Πάφον, τὸ κοινὸν τοιοῦτον ἵκανεν ἐς τὴν τῆς Κύπρου Πάφον. οὕτω δὲ καὶ εἰς τὸ τῆς Ἴδης Γάργαρον. καὶ εἰς τὸ τῆς Λήμνου πτολίεθρον. καὶ εἰς τὴν τῶν Κικόνων Ἴσμαρον. διὰ τὸ ἐπαφᾶσθαι δὲ ἢ διὰ τὸ ἀπαφίσκειν ἤγουν ἀπατᾶν κατὰ τοὺς παλαιοὺς, τῇ Ἀφροδίτῃ ἀνεῖται ἡ Πάφος οἷα τοιουτόφωνος τῇ προφορᾷ. ὥσπερ καὶ ἡ Κύπρος, διὰ τὸ ἐξ Ἀφροδίτης τὸ κύειν πόρεσθαι ὅ ἐστι πορίζεσθαι ἢ πορσύνεσθαι. ὃ καὶ ἡ Κύπρος ἐμφαίνει κατὰ τὴν προφοράν. Τέμενος δὲ, γῆ ἀποτομὰς, ὅ ἐστιν ἀποτετμημένη τῶν πέριξ. καὶ νῦν μὲν ἱερὸν τοῦτο τέμενος. κοινῶς μέντοι καὶ πᾶς τόπος παρὰ τῷ ποιητῇ ὃς τῶν ἄλλων ἀφώρισται. Ὁ δὲ ῥηθεὶς βωμὸς αἴθριος προέκειτο οἷα εἰκὸς, καθὰ καὶ ἄλλοι παρὰ τῷ ποιητῇ φαίνονται, περὶ οὓς ῥέζεσκον ὁδῖται. Θυήεις δὲ, παρὰ τὸ θύος ἢ τὸ θύειν. ὅθεν καὶ θυοσκόοι φασὶν, οἱ ἱεροσκόποι, ὅ ἐστι διʼ ἐμπύρων τὸ μέλλον σημαίνοντες. καὶ θυηχόοι, ἱερεῖς ὑπὲρ ἄλλων θύοντες. ἐκ δὲ τοῦ θύειν καὶ θυηλαὶ, αἱ διὰ θυσιῶν φασὶ μαντεῖαι. ἃς πελάνους τινές φασιν, ἢ καὶ ὀξυτόνως πελανούς. Αἱ δὲ Χάριτες, δαιμόνια κἀνταῦθα, ὑπουργοῦντα ὡς εἰκὸς τῇ χρυσῇ Ἀφροδίτῃ. Ὅρα δʼ ἐν τούτοις καὶ τὸ καινοπρεπὲς τοῦ, αὐτίκʼ ἀναίξαντες, ὁ μὲν, Θρῄκηνδε βεβήκει. ἡ δὲ, Κύπρον ἵκανεν. οὐ γὰρ ἔχων ἐπαγαγεῖν τῷ ἀναΐξαντες ἔντι πρᾶγμα κοινῶς ὑπὸ τῶν δύο ποιηθὲν, ἔφη μερίσας τὸ, ὁ μὲν, ἔβη ἐς Θρᾴκην. ἡ δὲ, εἰς Κύπρον. ἔχει δέ τινα τὸ σχῆμα καινότητα καὶ ἐν τῷ ἀναΐξαντες, ὃ ἐπεκράτησε διὰ τὸν Ἄρην. ὡς δέον ὂν, πρὸς τὸ ἀρσενικὸν φρασθῆναι τὴν μετοχήν. οὐ γὰρ ἂν εἴποι τις χρῆναι διὰ τὴν Ἀφροδίτην, εἰπεῖν αὐτίκʼ ἀναΐξασαι ᾤχοντο, ἀλλὰ τὴν τοῦ τιμιωτέρου ἐκφωνηθῆναι μετοχήν. ὡς καὶ εἴ τις εἴποι ὅτι Ἄρης καὶ Ἀφροδίτη λυθέντες τοῦ δεσμοῦ ᾤχοντο. Δοκεῖ δὲ τὸ ἀναΐξαντες ἀποτείνεσθαι πρὸς τὸ, οὐδέ τι <!-- 1.304 -->κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι, ὃ δὴ παρακολούθημα ἦν τοῦ δεσμοῦ. ὅθεν λυθέντες ἀνήϊξαν. οὐ μόνον κινηθέντες καὶ ἀείραντες ἑαυτοὺς, ἀλλὰ καὶ ἀναΐξαντες εἰς ὁδὸν σύντονον. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσι καὶ ὡς τὴν μὲν εἰς Θρᾴκην ὁδὸν τοῦ Ἄρεος ψιλῶς οὕτως εἶπε. τὴν δὲ τῆς περιέργου Ἀφροδίτης ἀπέλευσιν εἰς τὴν καλὴν Κύπρον πλείονός τινος λόγου ἠξίωσεν. Ὅτι Ὀδυσσεὺς τὰ κατὰ τὴν μοιχείαν τῆς Ἀφροδίτης ἀκούων ἐτέρπετο ἐν φρεσὶ καθὰ καὶ οἱ ἄλλοι Φαίακες. εἰ δὲ μὴ ἐχρῆν ἐπὶ οὕτω φαυλοτάτῳ ἀκούσματι τὸν φιλόσοφον διαχέεσθαι, ἀλλʼ ἔστιν εἰπεῖν ὡς οὐ τοῖς λεγομένοις ἁπλῶς χαίρει ἀλλὰ τῷ ῥυθμῷ καὶ τῇ ἐμμελείᾳ τοῦ σοφοῦ ἀοιδοῦ. ἴσως δὲ καὶ ταῖς τοῦ μύθου ἀλληγορίαις ἐμβαθύνων φιλοσοφώτερον, καὶ οὐ κατὰ τοὺς Φαίακας ἀκροώμενος καὶ αὐτὸς, οἳ ἄλλως τέρπονται ἀκούοντες διὰ τὸ φύσει δηλαδὴ τὰς ἐρωτικὰς ἐννοίας γλυκείας εἶναι. Ὅτι Ἀλκίνοος ἐναβρυνόμενος τῇ τῶν ἐγχωρίων ὀρχηστύϊ ἐκέλευσεν Ἅλιον καὶ Λαοδάμαντα τοὺς αὐτοῦ υἱοὺς μουνὰξ ὀρχήσασθαι. τουτέστι μόνους. ἢ καθʼ ἕνα ἰδίως. οὓς καὶ ἐξαίρων ὁ ποιητὴς, φησίν. ἐπεί σφισιν οὔτις ἔριζε τουτέστιν ἐξισοῦτο. οἱ δὲ πλεῖόν τι ποιοῦντες οὗ ἐκέλευσεν ὁ πατὴρ, σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο. ἣν καὶ σεμνύνων ὡς ἐξῆν ἐπάγει πορφυρέην. τοῦτο γὰρ ἦν τὸ σφαῖραν καλήν. ἣν Πόλυβος ποίησε δαΐφρων. ὄνομα δὲ τὸ Πόλυβος, οἰκεῖον τοιούτῳ τεχνίτῃ πολλὰς δηλαδὴ βόας ἔχοντι ὅ ἐστι βύρσας. ταύτην ἕτερος ῥίπτασκέ φησι ποτὶ νέφεα σκιόεντα, ἰδνωθεὶς ὀπίσω. ὃ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς, ῥηϊδίως μελέθεσκε πάρος ποσὶν οὖδας ἱκέσθαι. ἤγουν ἀναπηδήσας καὶ ἔτι μετέωρος ὢν μετελάμβανε. καὶ ἦν ἔθος παλαιὸν οὕτω παίζειν. καὶ ἐπεχωρίαζέ φασι Λακεδαιμονίοις ἀγὼν τὰ σφαιρομάχια. εἰκὸς δὲ καὶ τὴν διὰ σφαίρας παιδιὰν τὴν καλουμένην οὐρανίαν τοιαύτην εἶναι. τοῦτο γὰρ ὑποβάλλει νοεῖν ὑπερβολικῶς ῥηθὲν τὸ, ἕως καὶ εἰς νέφη ῥιπτεῖσθαι τὴν σφαῖραν. Σημείωσαι δὲ καὶ ὅτι ὀρχήσεως εἶδος ἦν καὶ ἡ τοιαύτη διὰ σφαίρας παιδιὰ, ὡς δηλοῖ καὶ ὁ οὕτω γράψας. θερμαϋστρὶς, ὄρχησις διὰ ποδῶν σύντονος. φησὶ γοῦν Κριτίας οὕτω ἀναπηδήσαντες εἰς ὕψος πρὸ τοῦ κατενεχθῆναι ἐπὶ γῆν παραλλαγὰς πολλὰς τοῖς ποσὶν ἐποίουν, ὃ δὴ θερμαϋστρίζειν ἔλεγον. ἐοίκασιν οὖν καὶ οἱ βασιλικοὶ ἐνταῦθα παῖδες τοιαῦτά τινα παίζοντες καὶ τὴν σφαῖραν ἀναῤῥιπτεῖν. Ὅτι δὲ ἡ ῥηθεῖσα οὐρανία εἶδος ἦν τῆς διὰ σφαίρας παιδιᾶς, δηλοῖ ὁ γράψας ὅτι ταύτης ἡ μέν τις ἐλέγετο οὐρανία, ἡ δὲ, ἀπόῤῥαξις. ἡ δὲ, ἐπίσκυρος. ἡ δὲ, φαινίνδα. Οὐρανία μὲν, ἡ εἰς οὐρανὸν τῆς σφαίρας ἀναβολή. ἣν ὁ ποιητὴς ἐμφαίνειν δοκεῖ ἐν τῷ, οἵ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο. πορφυρέην καὶ ἑξῆς ὡς προγέγραπται. Ἀπόῤῥαξις δὲ, ὅτʼ ἂν τὴν σφαῖραν μὴ πρὸς τοῖχον ἀλλὰ πρὸς ἔδαφος σκληρῶς φασὶν ἀράττωσιν ὥστε ἀποκρουομένην ἅλλεσθαι πάλιν. Ἐπίσκυρος δὲ, ᾗ ἐχρῶντο οἱ παίζοντες κατὰ πλήθη, καλουμένη διατοῦτο καὶ ἐπίκοινος. ἡ δʼ αὐτὴ, καὶ ἐφηβική. ὠνόμαστο δὲ ἐπίσκυρος, ἐπειδὴ οἱ κατʼ αὐτὴν σφαιρίζοντες ἐπὶ λατύπης ἑστῶτες ἣν σκύρον φαμὲν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, βολῇ σφαίρας ἀλλήλους ἐξεδίωκον. καὶ τοιαύτη μὲν ἡ ἐπίσκυρος. Φαινίνδα δὲ, ὅτʼ ἀν ἑτέρῳ φασὶ τὴν σφαῖραν προδεικνύντες ἑτέρῳ αὐτὴν ἐπιπέμπωσιν. ἣν καὶ ἐτυμολογοῦντες οἱ παλαιοὶ λέγουσι γίνεσθαι αὐτὴν ἴσως ἀπὸ τοῦ φενακίζειν, οὐ πάνυ ἀκριβῶς οὕτως ἐτυμολογήσαντες, ὡς ἐκ τῶν προγραφέντων ἐν τῇ ζῆτα ἔστι γνῶναι. Ὅτι δὲ τὸ σφαιρίζειν οὐκ ὀλίγη μοῖρα ἐνομίζετό φασι γυμναστικῆς, ἔστι συμβάλλειν καὶ ἐκ τῆς Ἡροφίλου τοῦ ἰατροῦ εἰκόνος. παράκειται γάρ φασιν αὐτῇ σὺν ἑτέροις τισὶ γυμναστικοῖς ὀργάνοις καὶ σφαῖρα. τοῦ δὲ ἀξίαν λόγου καὶ τὴν σφαιριστικὴν εἶναι, πίστις καὶ Ἀθηναῖοι, πολίτην ποιησάμενοι Ἀλέξανδρον τὸν Καρύστιον σφαιριστήν, καὶ ἀνδριάντας ἐκείνῳ ἀναστήσαντες. Μιλήσιοι μέντοι τὴν γυμνασίαν ταύτην παρῃτήσαντο. αἴτιον δέ φασιν, ὅτι περιττῶς ἐξασκήσαντες τὰ ἀθλητικὰ καὶ πολλὰς ἐκ τῶν στεφανιτῶν ἀγώνων ἀπενεγκάμενοι νίκας, τὴν σφαῖραν εἰς οὐδὲν τούτων χρησίμην ἔγνων. διὸ καὶ παραιτητέαν αὐτὴν ἔκριναν. ὅτι δὲ τῶν αὐτὴν παιζόντων τοὺς μὲν νικῶντας βασιλεῖς ἐκάλουν ὡς ἐπὶ σεμνώματι τοῦ ἔργου, ὄνους δὲ τοὺς ἡττωμένους, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί, παραφέροντες καὶ χρήσεις τὴν μὲν ἐκ τοῦ κατὰ Πλάτωνα Θεαιτήτου τοιαύτην. ὁ δὲ ἁμαρτῶν καθεδεῖται, ὥσπερ φασὶν οἱ σφαιρίζοντες, ὄνος. ὅς δʼ ἂν παραγενῆται ἀναμάρτητος, βασιλεὺς ἡμῶν. τὴν δὲ, ἀπὸ Κρατίνου. οἷον. ὄνοι ἀπωτέρω κάθηνται τῆς λύρας. τοὺς γὰρ ἡττωμένους ὄνους καθῆσθαι ἔλεγον. Ὅτι δὲ οὐ μόνον σφαιρισταὶ ἀλλὰ καὶ ἕτεραι τέχναι οὐ λόγου πολλοῦ ἄξιαι ἀλλὰ βάναυσοι ἐτιμήθησαν <!-- 1.305 -->μᾶλλον ἤπερ αἱ ἐν παιδείᾳ, ἱστορεῖ καὶ Ἀθήναιος, λέγων καὶ ὅτι ἑστιαιεῖς καὶ ὠρεῖται, Θεοδώρου τοῦ ψηφοκλέπτου, ἐν θεάτρῳ χαλκῆν εἰκόνα ἀνέθηκαν κρατοῦσαν ψῆφον. τί δὲ δηλοῖ ὁ ψηφοκλέπτης, εἴσεταί τις εὑρὼν Σοφοκλέους τὸ, κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς εὑρέθης. Ὅτι δὲ παιδιὰ ὀρχηστικὴ καὶ τὸ καλούμενον διὰ τῆς σφαίρας ἁρπαστὸν, καὶ ὡς ἡ εἰρημένη φανίνδα ἄφεσιν εἶχε καὶ φυγὴν, καὶ ὡς ἔμελλεν εὐρυθμίας τοῖς σφαιρίζουσι, καὶ ὡς διαβόητοι ἐπὶ σφαιρικῇ Δημοτέλης ὁ Χῖος καί τις Χαιρεφάνης, ἐσφαίριξε δʼ οὐκ ἀηδῶς καὶ Κτησίβιος ὁ Χαλκιδεὺς φιλόσοφος, ὁ Ἀθήναιος λέγει, ἀλλὰ τούτων μὲν ἅλις. Ὅρα δὲ καὶ τὸ, ἣν Πόλυβος ἐποίησε, συνήθως ἤγουν κοινότερον ληφθὲν ἀντὶ τοῦ, ἔτευξε. Τὸ δὲ ῥίπτασκε, γίνεται μὲν ἐκ τοῦ ῥίπτω, λέγεται δὲ καὶ ἐπὶ δίσκου βολῆς καὶ τῶν τοιούτων. Ἐκ δὲ τοῦ, ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα, παρῳδηθήσεται ἐν τοῖς ἑξῆς τὸ, τὰς δʼ ἄνεμος ῥίπτασκεν ἢ φέρεσκε ποτὶ νέφεα σκιόεντα. Σημείωσαι δὲ καὶ ὅτι ἡ μὲν ῥηθεῖσα ὄρχησις ἀερία τις εἴη ἂν διὰ τὰ ῥηθέντα. ἡ ἑτέρα δὲ ἡ κοινὴ, χθονία λέγοιτʼ ἂν, ὡς δηλοῖ τὸ, ὀρχείσθην δή ʼπειτα ποτὶ χθονί. Τὸ δὲ ἰδνωθεὶς, ἐν τῇ Ἰλιάδι ζητητέον ὡς ῥηθὲν ἐκεῖ. Εὐλύγιστον δὲ σῶμα δηλοῦται διὰ τοῦ ἰδνωθῆναι ὀπίσω. ὥσπερ κοῦφον τὸ, ὑψόσʼ ἀερθείς. ἀντὶ τοῦ, εἰς ὕψος ἐλαφρισθείς. καιριώτερον δὲ εἰπεῖν, μετεωρισθείς. ἤτοι γενόμενος μετῄορος. ὅπερ ἀπὸ τοῦ ἀείρω γίνεται. Τὸ δὲ μεθελεῖν, δέδωκε τοῖς μεθʼ Ὅμηρον εἰπεῖν τὸ μεταλαμβάνειν ἐπὶ ἐξαλλαγῆς. ἐντεῦθεν γοῦν λαβόντες, φασὶ τὸ, μετέλαβεν ὅπλα καὶ τὰ τοιαῦτα. Ὅτι δὲ καὶ ἡ ῥηθεῖσα παιδιὰ οὐ σφαίρισμα ἦν ἁπλῶς, ἀλλʼ ὁ ταύτην παίζων σφαιριστὴς ἦν ὀρχηστὴς, δηλοῖ Ὅμηρος, ἐπαγαγών, αὐτὰρ ἐπειδὴ σφαίρῃ ἀνʼ ἰθὺν πειράσαντο, ὀρχείσθην δή ʼπειτα ποτὶ χθονὶ τουτέστιν οὐκ ἀπὸ χθονὸς ὑψόσε ἀειρόμενοι, ἀλλὰ περὶ γῆν πουλυβότειραν ταρφέʼ ἀμειβόμενοι. κοῦροι δʼ ἐπελήκεον ἄλλοι ἑσταότες κατʼ ἀγῶνα. πολὺς δʼ ὑπὸ κόμπος ἢ δοῦπος ὀρώρει. καὶ Ὀδυσσεὺς κολακεύων αὖθις ἐν καιρῷ φησίν. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν. ἦ μὲν ἀπείλησας, βητάρμονας εἶναι ἀρίστους. ἦ δʼ ἂρ ἑτοῖμα τέτυκτο, σέβας μʼ ἔχει εἰσορόωντα. λέγει δὲ ἑτοῖμα προπερισπωμένως ὡς ἀλλαχοῦ, τὰ πρόχειρα καὶ ἐναργῆ καὶ διατοῦτο καὶ ἀληθῆ. Τὸ δὲ ἀνʼ ἰθὺν πειρήσαντο, δύναται μὲν καὶ ἐν δυσὶ μέρεσι λόγου εἶναι, ἀνὰ ἰθὺν ἤγουν καθʼ ὁρμήν. ὁμοίως τῷ, οἷς μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν. οἱ δὲ παλαιοὶ ὡς ἓν μέρος λόγου λαμβάνοντες, οἷα ἐπίῤῥημα, φασὶν ὡς ἔγκειται ἐνταῦθα τὸ ἄνω καὶ ἰθύνειν ἢ ἰθύειν, τουτέστιν ὁρμᾶν. ἀνορμῶντες γὰρ ἥλλοντο. καὶ εἴη ἂν οὕτω ῥηθὲν τὸ ἀνʼ ἰθὺν, πρὸς διαστολὴν τοῦ, ἐπὶ χθονὶ ὀρχεῖσθαι. Πολυβότειραν δὲ χθόνα Ὁμήρου εἰπόντος, ὁρμηθεὶς ἐντεῦθεν ὁ Σοφοκλῆς, παμβῶτιν ἔφη τὴν γῆν. ὅθεν πάλιν ἕτερός τις λαβὼν πάντροφον πελειάδα ἔφη κατʼ ἄλλον λόγον τὴν διʼ ὅλου ἔτους τρέφουσαν νεοσσούς. Τὸ δὲ ταρφέα, κυρίως μὲν ἐπὶ δάσους φυτῶν δυναμένων ζῷα τρέφειν, ἐπεὶ καὶ τάρφος ἁπλῶς τὸ δάσος. ταρφέες μέντοι ὀϊστοὶ καὶ ταρφέʼ ἀμειβόμενοι, καταχρηστικῶς δηλοῦσι τὸ ἁπλῶς πυκνόν. Τὸ δὲ ἐπελήκεον, δηλοῖ μὲν τὸ ἐπεκρότουν. ὀνοματοποιΐας δὲ τρόπος ἐστί. καὶ γίνεται ἀπʼ αὐτοῦ καὶ τὸ λακεῖν. οἷον. λάκε δʼ ὀστέα. οἱ μέντοι τραγικοὶ καὶ ἐπὶ φωνῆς ἀνθρωπίνης τῇ λέξει ἐχρήσαντο. οἷς ὁ κωμικὸς ἐπιπαίζων, φησί. τί δῆτα ὁ Φοῖβος ἔλακε. Καὶ ὁ κόμπος δὲ ὀνοματοποιεῖται, καὶ νῦν μὲν, ἦχον δηλοῖ τινα ὀρχηστικόν. ἐν δὲ Ἰλιάδι, κόμπος, ὁ ποιὸς ἦχος τῶν σιαγόνων τοῦ ἀγρίου συός. ὅτε θυμούμενος ἀφρίζει τε καὶ τοιοῦτον ἦχον ἀποτελεῖ. καὶ μάλιστα ἐκεῖ ἐπιτυχὴς ἡ τοιαύτη ὀνοματοποΐα. ὅθεν καὶ ῥῆμα τὸ κομπεῖν, ὅτε πολλά τις εἰς κενὸν στωμύλλεται. Ἰστέον δὲ ὅτι τε τὸ, ταρφέʼ ἀμειβόμενοι, ταυτὸν ἐστὶ τῷ, ὀρχούμενοι ἀνὰ μέρος πυκνῶς. καὶ ὅτι τὸ ἐπελήκεον ἄλλοι, ἶσον δύναται τῷ, ἐπεκρότουν τοῖς λιχανοῖς δακτύλοις, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. Δῆλον δʼ ὅτι ὠνοματοπεποίηται καὶ τὸ κροτεῖν ὡς καὶ τὸ κρούειν ἀφʼ οὗ καὶ τὸ κροῦμα. καὶ τὸ κροαίνειν. καὶ ὁ κρότος. ἔτι δὲ καὶ ἀποκρότημα. ὅπερ ἐστὶ κατὰ τὸν Ἀθήναιον, κτύπος δεξιοῦ μέσου δακτύλου ὅτε τῷ μεγάλῳ ἐπερεισθεὶς, εἶτα κατακτυπήσει τοῦ ὑπʼ αὐτὸν σαρκώδους. Τὸ δὲ ἀριδείκετε, ὡς ὑπερθετικὸν ἐλήφθη διὰ τὴν ἀρι ἐπίτασιν καθὰ καὶ ἀλλαχοῦ ἐσημειώθη, διὸ καὶ γενικῇ συνετάχθη. ἔφη γάρ. ἀριδείκετε λαῶν. Τὸ δὲ ἠπείλησας, ἀντὶ τοῦ ἐκαυχήσω. καὶ ἔστι συγγενὲς τῷ ἀπειλῆσαι ὃ δηλοῖ τὸ εὔξασθαι. καθότι καὶ τὸ εὔξασθαι πολλάκις ἀντὶ τοῦ καυχήσασθαι λέγεται. Διατί δὲ βητάρμονες οἱ ὀρχησταὶ, πρὸ ὀλίγων εἴρηται. <!-- 1.306 -->Ὅτι δὲ σεμνὸν ἡ ὄρχησις διείληπται μὲν καὶ ἐν ἄλλοις. δηλωτέον δὲ μετρίως καὶ νῦν, ὅτι τε ὀρχησταὶ περιᾴδονται, Βολβός. Ζήνων ὁ Κρὴς, πάνυ Ἀρταξέρξῃ φίλος. καί τις Θεόδωρος. καὶ Χρύσιππος. καὶ ὅτι Πίνδαρος ὀρχηστὴν τὸν Ἀπόλλωνα καλεῖ, δεικνὺς πρᾶγμα ἔνδοξον καὶ σοφὸν τὴν ὄρχησιν. φησὶ γάρ. ὀρχηστὰ ἀγλαΐας ἀνάσσων εὐρυφαρέτρʼ Ἄπολλον. καὶ Ὅμηρος δὲ ἢ τῶν τις Ὁμηριδῶν ἐν ὕμνῳ Ἀπόλλωνος, φησίν. Ἀπόλλων φόρμιγγʼ ἐν χείρεσσʼ ἔχων χαρίεν κιθάριζε καλὰ καὶ ὕψι βιβάς. καί τις ἕτερος τὸν Δία ὀρχούμενον παράγει. λέγων. μέσσοισι δʼ ὀρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε. ὁ δὲ ταῦτα παραδιδοὺς Ἀθήναιος ἱστορεῖ καὶ ὅτι τὸ ὀρχεῖσθαι σικελίζειν τοῖς παλαιοῖς ἐλέγετο, διὰ τὸ δηλαδὴ ὡς εἰκὸς ἐπιχωριάζειν τοῖς ἐν Σικελίᾳ. καὶ ὅτι ὀρχήσεις διάφοροι ἐθνικαί. οἷον. Λακωνικαί. Τροιζηνιακαί. Ἐπιζεφύριοι. Κρητικαί. Ἰωνικαί. Μαντινειακαὶ προκρινόμεναι διὰ τὴν τῶν χειρῶν κίνησιν. Ὅτι φιλότιμος ὢν ὁ Φαίαξ βασιλεὺς καὶ χαίρων οἷς ἐπαινεῖται, ἡδέως ἀκούει τοῦ Ὀδυσσέως ἐπαινέσαντος τοὺς Φαιακικοὺς βητάρμονας. καὶ βραχὺν ἀκούσας ἔπαινον μεγάλα εὐεργετεῖ μεγαλοπρεπῶς. γηθήσας γὰρ ναὶ μὴν καὶ οὐ μέλεον εἰρῆσθαι τὸν ἔπαινον ἀφεὶς τοῦ ῥήτορος Ὀδυσσέως, ἀλλʼ ἀντεπαινέσας, καὶ εἰπὼν ὡς ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι, εἶτα καὶ δῶρα εὐθὺς ἐκεῖ ἐν τῷ ἀγῶνι παρέλκει ἐκ τῶν συμβασιλέων. εἰπών. ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήϊον ὡς ἐπιεικές. φιλοτίμως καὶ βασιλικῶς τὸν εἰς αὐτὸν ἔπαινον ἀμειβόμενος. ὄφρα καὶ ἄλλος εἴπῃσιν ἡρώων, φησὶν, ἡμετέρης ἀρετῆς μεμνημένος. καὶ ὅπως ἐνίσπῃ οἷσι φίλοισιν οἴκαδε νοστήσας, ὅσον περιγίνονται ἄλλων τοῖς ἄθλοις οἱ περὶ αὐτόν. ἐλλάμπεται γὰρ οὐ μόνον τοῖς οἰκείοις ἀλλὰ καὶ τοῖς τῶν πατριωτῶν ἐπαίνοις ὁ Ἀλκίνοος. Ὅρα δὲ καὶ νῦν τὸ, ἀλλʼ ἄγε δῶμεν, ἐπιῤῥηματικῶς λεχθὲν ὁμοίως τῷ, ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν μῦθον. Τὸ δὲ ξεινήϊον ὃ καὶ ἐν Ἰλιάδι κεῖται, εἶχε μὲν καὶ πληθυντικῶς εἰπεῖν ξεινήϊα. λέγει δὲ ὅμως ἑνικῶς, ἵνα δηλώσῃ τὸ ἰδίᾳ ἐξ ἑνὸς ἑκάστου τῶν ἀριστέων ξένιον. καθὰ εὐθὺς αὐτίκα ἑρμηνεύει καὶ Ἀλκίνοος. Ἐπιεικὲς δέ φησι, τὸ ἐοικός, ἢ ᾧ τις εἴκει διὰ τὸ λόγου εἶναι ἄξιον. Ὅτι προκαλούμενος ὁ βασιλεὺς Ἀλκίνοος εἰς εὐεργεσίαν Ὀδυσσέως τοὺς συνάρχοντας φησί. δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός. τῶν οἱ ἕκαστος, φᾶρος ἐϋπλυνὲς ἠδὲ χιτῶνα καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος. ἔστι δὲ κἀνταῦθα τὸ τοῦ ταλάντου ποσὸν οὐ δῆλον ὁπόσου ὄγκου ἐστὶ, διὰ τὸ συνήθως ἀόριστον παρὰ τοῖς παλαιοῖς ὡς πολλαχοῦ δηλοῦται. φασὶ δὲ οἱ παλαιοὶ, ὅτι διχῶς τὸ τάλαντον. ζυγός τε γὰρ ὃν στατῆρα καλοῦμεν, καὶ σταθμὸς χρυσίου σύμμετρος οὐχʼ ὡς ἡμεῖς τῶν ἑξήκοντα μνῶν. Ὅρα δὲ ὅπως οὐδενὸς τῶν δώδεκα βασιλέων ἱστόρησεν ὄνομα. ἴσως μὲν, ὡς μὴ ἔχων ἐξ ἱστορίας, τυχὸν δὲ, καὶ μὴ ἐθέλων ἀσχολεῖσθαι περὶ τὰ μὴ καίρια. εἰ δὲ καὶ πλάσασθαι χρεὼν ἦν, ἀλλʼ ἱκανῶς ἤδη Φαιακικοῖς ὀνόμασιν ἐνδιέτριψεν. Ὅτι δὲ ὁ νῦν ἀριπρεπὴς, ἐκπρεπὴς ἐν Ἰλιάδι ἐγράφη, δῆλον. καὶ ὅτι ταυτὸν οὕτως ἢ οὕτως εἰπεῖν. διὰ τὸ καὶ τὴν εκ πρόθεσιν ἐπίτασιν ποτὲ δηλοῦν καθάπερ καὶ τὸ ἀρι ἐπίῤῥημα. ἐρεῖ δὲ μετʼ ὀλίγα καὶ χηλὸν ἀριπρεπέα. Τὸ δὲ κραίνουσι, παράγωγόν ἐστι τοῦ κρῶ, ἐξ οὗ καὶ ὁ κρείων καὶ ὁ εὐρυκρείων. ὡς γὰρ χῶ χαίνω. βῶ βαίνω. ῥῶ ῥαίνω. κῶ καίνω. σέω σῶ σαίνω, οὕτω καὶ κρῶ κραίνω. Τὸ δὲ τρισκαιδέκατος, διφορεῖται κατὰ τὴν ἄρχουσαν. καὶ ἡ μὲν διὰ τοῦ ι γραφὴ κοινοτέρα μὲν, οὐκ εὐαπολόγητος δὲ, διὰ τὴν ἐξ ἐπιῤῥήματος καὶ ὀνόματος σύνθεσιν ἀσυνήθη οὖσαν καὶ ἔξω ἀναλογίας. ἡ δὲ διὰ διφθόγγου ἀναλογώτερον ἔχει. ὡς γὰρ ἐκ τοῦ τέσσαρες καὶ τοῦ δέκα, ὁ τεσσαρεσκαιδέκατος, ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων τοιούτων, οὕτω καὶ ἐκ τοῦ τρεῖς καὶ τοῦ δέκα, ὁ τρεισκαίδεκα. ὅθεν ὁ τρεῖς καὶ δέκατος. εἰ δὲ διὰ τοῦ ι γράφεται ὁ τρισκαίδεκα καὶ ὁ τρισκαιδέκατος ὡς ἐκ τοῦ τρὶς ἐπιῤῥήματος, ὥρα λοιπὸν καὶ τετρακισκαιδέκατον λέγειν τὸν τεσσαρεσκαιδέκατον. καὶ τὰ ἐφεξῆς δὲ οὕτω κατὰ ὁμοίαν ἔφοδον. ἀλλὰ τοῦτο μὲν ἐς τοσοῦτον διὰ τοὺς πολλούς. ὁ δὲ Ἀλκίνοος οὐκ ἂν ἐλάττων εἴη τῶν ἄλλων ὡς τρισκαιδέκατον ἑαυτὸν ἀριθμήσας κατὰ μετριότητα ἐπιεικῆ. ἄλλως γὰρ ἔγνωσται ὡς ἐξ αὐτοῦ πᾶν ἔργον ἔπος τε ἤρτηται. διὸ καὶ εἰς τὸν αὐτοῦ οἶκον οἱ λοιποὶ συνάγονται καὶ οἷς λέγει πείθονται. καὶ τὰ δῶρα πάντα κελεύσαντος φέρονται ἤγουν φέρουσιν ἀολλέα κατὰ τὸ, φερώμεθα πάντα. ὄφρα, φησὶν, ἐν χερσὶ ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ. ὁ δʼ αὐτὸς ἐπιτάσσει καὶ τῇ γυναικὶ Ἀρήτῃ μετʼ ὀλίγα, οὕτω. δεῦρο γύναι φέρε χηλὸν ἀριπρεπέα ἥτις ἀρίστη, ἐν δʼ αὐτῇ θὲς φᾶρος ἐϋπλυνὲς <!-- 1.307 -->ἠδὲ χιτῶνα. καὶ ἐκείνη εὐθὺς ξείνῳ περικαλλέα χηλὸν ἐξέφερε θαλάμοιο. τίθει δʼ ἐνὶ κάλλιμα δῶρα, ἐσθῆτα χρυσόν τε. τά οἱ Φαίηκες ἔδωκαν. ἐν δʼ αὐτῇ φᾶρος θῆκε καλόν τε χιτῶνα. ἐνθεμένη δηλαδὴ καὶ αὐτὰ, ὡς δῶρον οἰκεῖον. καὶ οὕτω ποιήσασα φησὶ πρὸς Ὀδυσσέα. αὐτὸς νῦν ἴδε πῶμα ὅ ἐστι τὸ σκέπασμα τῆς χηλοῦ. θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον. μήτις καθʼ ὁδὸν δηλήσεται, ὁπότʼ ἂν εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηῒ μελαίνῃ. ἀκούσας δὲ Ὀδυσσεὺς, αὐτίκα ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλε ποικίλον. ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη. τουτέστιν ἐδίδαξεν. ὥς που καὶ ἐν Ἰλιάδι Ἄρτεμις δέδαέ τινα κυνηγετεῖν. ἀσφαλὴς δὲ ὡς εἰκὸς ἦν ὁ τοιοῦτος δεσμός. καὶ δύναται καὶ εἰς παροιμίαν κεῖσθαι ὁ τοῦ Ὀδυσσέως δεσμὸς, ἐπὶ τῶν σφραγιζομένων ἀσφαλῶς. παλαιὸν δέ φασιν ἔθος ἦν, κατασφαλίζεσθαι δεσμοῖς. ἡ κλεὶς γὰρ, νεωτέρων. καὶ Λακώνων εὕρημα. καὶ ἔστιν ἀσφαλέστερον δεσμοῦ ποικίλου, τὸ κλειδίον. καὶ μάλιστα τὸ κακοηθέστατον. ὃ μισοῦσιν αἱ παρὰ τῷ κωμικῷ δειπνολόχοι γυναῖκες. Ὅρα δὲ ὡς πάνυ ἐφολκὸν ἡ τῆς ἐλπίδος ἔκβασις. διὸ καὶ ὁ βασιλεὺς Ἀλκίνοος οὐκ ἀφίησι τὸν ξένον ἐλπίζειν, ἀλλʼ εἰς ὄψιν ἄγει τὰ δῶρα ἵνα ἰδὼν χαίρῃ. Τὸ δὲ ἐνεῖκε καὶ τὸ ἐνείκατε καὶ τὰ τοιαῦτα, δίχα μὲν προθέσεως, ἐπὶ τοῦ φέρειν καὶ κομίζειν λέγεται. μετὰ δὲ προθέσεων γίνονταί τινες ἐν τούτοις διαφοραί. οἷον. συνενεγκεῖν μὲν λέγεται, τὸ λυσιτελεῖν. συνδιενεγκεῖν δὲ, τὸ συνδιαβαστάσαι φορτίον ἢ καὶ φροντίδα τινά. διενεγκεῖν δὲ, τὸ διαφέρειν. περιενεγκεῖν δὲ, τὸ κύκλῳ ἀγαγεῖν. μετενεγκεῖν δὲ, τὸ μετακομίσαι. παρενεγκεῖν δὲ, τὸ παραγαγεῖν. τὸ δʼ αὐτὸ καὶ ἐπαγαγεῖν. ὑπενεγκεῖν δὲ, τὸ ὑπομεῖναι. ὑπερενεγκεῖν δὲ, τὸ ὑπερτερῆσαι καὶ ὑπέρθεν φέρεσθαι. εἰσενεγκεῖν δὲ, τὸ εἴσω ἀγαγεῖν. οὗ ἀνάπαλιν τὸ ἐξενεγκεῖν. τὸ μέντοι ἀνενεγκεῖν, ἔχει πλείω τινὰ διατριβήν. ὅτι μὲν γὰρ ἀνενεγκεῖν λέγεται καὶ τὸ ἀναγαγεῖν τι καὶ τὸ ἀναβῆναι, δηλοῖ τὸ, εἰς τὸ κωρύκιον ἀνενείκαντο, ἤγουν ἀνέβησαν. καὶ τὸ, ἐς σπάρτην ἀνενείκαντο καὶ αὐτοὶ ἀνέβησαν. Ὅτι δὲ καὶ ἀντὶ τοῦ ἀνέπνευσε κεῖται κατὰ Παυσανίαν, δηλοῖ Θεόπομπος. εἰπών. ἄφωνος ἐγένετο. ἔπειτα μέντοι πάλιν ἀνηνέχθη. καὶ Ἡρόδοτος. ἐκπλαγεὶς δὲ τούτοισιν, ἐπὶ χρόνον ἄφθογγος ἦν. μόγις δέ τε ἀνενεχθεὶς, εἶπε. καὶ πάλιν. ἀνενεγκάμενόν τε καὶ ἀναστενάξαντα ἐκ πολλῆς ἡσυχίας. κατὰ ταυτὸν τῷ, μνησάμενος δʼ ἀνενείκατο φώνησέν τε. οἱονεὶ ἀνέπνευσε καὶ ἀνεστέναξε. λέγεται δέ τις καὶ ἐκ νόσου ἀνενεγκεῖν, καὶ ἐκ παραφροσύνης. ὃ καὶ ἀναφέρειν λέγεται. ἡ δὲ ἐν τῷ ἀνενείκατο ἀνηνέγκατο τροπὴ τοῦ ι εἰς ν, καὶ ἐπὶ ἄλλων ἐφάνη γίνεσθαι. ὡς καὶ ἐπὶ τοῦ αἰεὶ αἰέν. φαεινὸν φαεννόν. κλεεινὸν κλεεννόν. οὕτω δὲ καὶ ἐπὶ τοῦ κτείνω κτέννω. οὗ χρῆσις καὶ ἐν τῷ, τὸ παλαιὸν λύκους ἀπέκτεννον ἐν τῇ Ἀττικῇ καὶ, νόμος ἦν λυκοκτοννεῖν. καὶ τῷ κτείναντι μὲν τέκνον λύκου τάλαντον δίδοσθαι. τῷ δὲ τέλειον, δύο. Ἡ δὲ χηλὸς ὅτι καὶ λάρναξ λέγεται κατὰ πολυωνυμίαν καὶ κιβωτὸς, δεδήλωται καὶ ἀλλαχοῦ. οἱ δὲ παλαιοὶ φασὶ καὶ ὅτι ζύγαστρον, ἡ κιβωτός. καὶ ζυγῶσαι, τὸ συναρμόσαι. καὶ κεῖται ἡ τοῦ ζυγάστρου λέξις καὶ παρὰ Λυκόφρονι. ἕτεροι δέ φασιν, ὅτι ξυλίνη σορὸς τὸ ζύγαστρον, παρὰ τὸ ζυγῶσθαι, δόξοι δʼ ἂν ἴσως ἐκ τῆς κατὰ Λατίνους χρήσεως ἧς πολλοὶ πεπείρανται μὴ ἐξανάγκης ξύλινον εἶναι τὸ ζύγαστρον, ἀλλὰ καὶ τὸ κατὰ παραφθορὰν λεγόμενον σίγιστρον, καλούμενον ἴσως οὕτω, διὰ τὸ κατὰ ζυγοῦ ἰσότητα φορτίζεσθαι. δοχεῖον ὂν καὶ αὐτὸ, κρυπτικὸν τῶν ἔσω. πολλὰ δὲ καὶ ἄλλα τῶν πάλαι χρηστῶν λεκτῶν παρέφθαρται. ὧν ἔστι καὶ τὸ ἰδιωτικῶς λεγόμενον σπαρτζίον. σπαρτίον ὀφεῖλον λέγεσθαι κατὰ τὴν ἀνέκαθεν χρείαν. εὑρέθη γάρ ποτε τοῖς λουομένοις, ἀντὶ σπόγγων πλέγμα τι ἀπὸ σπάρτων ὡς εἰκός. καὶ λέγεται Ἀριστοφάνης παραδηλοῦν αὐτὸ, ἐν δράματι καλουμένῳ ἀναγύρῳ. Τὸ δὲ ἥτις ἀρίστη, ἐφερμηνευτικόν ἐστι τοῦ ἀριπρεπέα, ὥσπερ καὶ τὸ περικαλλέα. Ἐσθῆτα δὲ, ἑνικῶς καὶ νῦν, τὰ πολλὰ περιβλήματα λέγει τὰ ἐκ τῶν βασιλέων δηλαδή. Τὸ δὲ καλόν τε χιτῶνα. ὅμοιόν ἐστιν ὡς εἰ καὶ εὐπλυνῆ καὶ αὐτὸν εἶπε. Τὸ δὲ ἐπὶ δεσμὸν ἴηλον, τέτραπται καὶ αὐτὸ κατὰ τὸ ἐπὶ χεῖρας ἴηλαν. Τὸ δὲ δηλήσεται, εὐφήμως εἶπεν ἐπὶ κλοπῆς. Τὸ δὲ γλυκὺν ὕπνον, παραμυθεῖται τὸν Ὀδυσσέα εἴπερ ἀπόνως οὕτω καὶ ἀνεπαισθήτως πλευσεῖται εἰς Ἰθάκην. Ἰστέον δὲ ὡς ἐντεῦθεν οἱ παλαιοὶ ἐμυθεύσαντο, καὶ ὕπνου δοτεῖρας εἶναι τὰς τῶν Φαιάκων νῆας. καὶ τὸν ὕπνον πλεούσαις αὐταῖς συμπαρομαρτεῖν. Ἐπαρτύειν δὲ πῶμα, τὸ συναρμόττειν. καὶ ἔστιν ἀρετὴ πώματος τὸ συναρηρέναι. καὶ οὕτως ἂν εἴη καὶ ὁ τῆς χηλοῦ δεσμὸς ἀσφαλής. Ἰστέον <!-- 1.308 -->δὲ ὅτι τε τὸ πῶμα, καὶ ἐπίθημα λέγεται. καὶ ὅτι ἐπίθημα ταυτόν δʼ εἰπεῖν πῶμα οὐ μόνον τραπέζης καὶ κιβωτοῦ, ἀλλὰ καὶ χύτρας. ὡς δηλοῖ μάγειρος εἰπών. ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν, τοὐπίθημα τῆς χύτρας ἀφελὼν, ἐποίησα τοὺς δακρύοντας γελᾶν. Τὸ δὲ δέδαε φρεσὶ, δαΐφρονα συνθέτως βούλεται καὶ τὴν Κίρκην εἶναι. ὅθεν καὶ διδάσκαλος ποικίλου δεσμοῦ τῷ ποικιλόφρονι γίνεται Ὀδυσσεῖ. Ἐν τούτοις δὲ, ὁ Ἀλκίνοος ἐμφαίνει καὶ τὸ ποσὸν τοῦ ταλάντου μὴ εἶναι πολύ. ἑκάστου γὰρ τῶν ἄλλων βασιλέων τάλαντον δωρησαμένου, αὐτὸς χρύσεον δίδωσιν ἄλεισον. φησὶ γάρ. καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσω χρύσεον. ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα, σπένδῃ ἐν μεγάρῳ. τοῦτο δὲ σεμνῶς εἶπε. σπένδειν γὰρ δίδωσιν, ἵνα μὴ δόξῃ προσονειδίζειν τῷ ξένῳ τὸ οἰνοποτεῖν. καὶ νῦν μὲν, ποτήριον σεμνολογεῖται ὡς χρηστὸν μὴ πίνειν ἐξ αὐτοῦ ἀλλὰ σπένδειν. ἡ δὲ γραῦς Ἑκάβη ἐν Ἰλιάδι οἶνον δίδωσι τῷ υἱῷ, οὐχʼ ἵνα πίῃ ἀλλὰ σπείσῃ τῷ Διΐ. Περικαλλὲς δὲ τὸ ἄλεισον λέγει, καθὰ καὶ τὰ τῶν βασιλέων δῶρα περικαλλέα φησὶν, ὧν φύλαξ ἡ Ἀρήτη. φησὶ γάρ. μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα τὰ καὶ κάλλιμα, οἱ τοῦ βασιλέως παῖδες. Καὶ ὅρα τὸ, παρʼ αἰδοίῃ ἔθησαν ὅ ἐστι παρέθεντο. ἀφʼ οὗ καὶ ἡ παραθήκη συνετέθη μεθʼ Ὅμηρον. Τὸ δὲ μεμνημένος ἤματα πάντα, τὸ τέλος ἐμφαίνει τοῦ εὐεργετεῖν, ὅ πέρ ἐστιν ἡ διηνεκὴς ἐσύστερον μνήμη. διὰ μακροῦ γὰρ καὶ οὕτως ἡ χάρις κατὰ τὸν τραγικόν. Κήρυκα δὲ πέμπει ἕκαστος οἴσειν τὰ δῶρα, ἐπεὶ καὶ ἕκαστος τῶν δεκατριῶν, ἀριπρεπὴς ἐλέχθη βασιλεύς. πάντως δὲ, βασιλικοὶ οἱ κήρυκες. Ὅτι τοῦ Φαίακος Εὐρυάλου λυπήσαντος ἤδη τὸν Ὀδυσσέα ὡς προδεδήλωται, μέσος πεσὼν ὁ βασιλεὺς, εἰς φιλίαν συνάγει αὐτούς. εἰπών. Εὐρύαλος δὲ αὐτὸν ἀρεσάσθω ἐπέεσσι καὶ δώρῳ. ἔπεσι μὲν, ὡς λόγοις ὀνειδιστικοῖς λυπήσας. δώροις δὲ, ὡς οἷον κατά τινα ποινήν. ἐπεὶ οὔτι ἔπος κατὰ μοῖραν ἔειπε. καὶ ὁ Εὐρύαλος πεισθεὶς, ποιεῖ ἀμφότερα. καὶ ἀρέσεσθαι εἰπὼν τὸν ξένον καὶ δώσειν οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη ἀργυρέη, κολεὸν δὲ νεοπρίτου ἐλέφαντος ἀμφιδεδίνηται πολέος δέ οἱ ἄξιον ἔσται, τίθησιν ἐν χερσὶν Ὀδυσσέως, ξίφος ἀργυρόηλον. καὶ χαῖρε φησὶ πάτερ ὦ ξεῖνε, ἔπος δʼ εἴ πέρ τι βέβακται δεινὸν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι. ὃ δὴ πᾶς εἴπῃ ἂν, ὁ μετὰ ὕβρεις φιλούμενος γηραιῷ ἐνδόξῳ τινί. εἶτα καὶ εὐφήμως ἐπεύχεται τῷ Ὀδυσσεῖ, τὰ ἑαυτοῦ ἰδεῖν. καὶ Ὀδυσσεὺς εἰπὼν φιλοφρόνως, καὶ σὺ φίλος μάλα χαῖρε θεὸς δέ τοι ὄλβια δοίη, ἐπάγει. μηδέτι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσι. τοῦτο δὲ πρὸς ἀποτροπιασμὸν ἐῤῥέθη, μὴ καὶ ἐπὶ κακῷ ἡ τοῦ ξίφους δόσις ἀποβαίη δυστυχῶς. εὔχεται γὰρ Ὀδυσσεὺς μὴ δεηθῆναί ποτε τοῦ ξίφους τούτου, ἀλλʼ ἀπόθετον φυλάξειν αὐτό. νῦν μέν τοι, ἀμφʼ ὤμοις αὐτὸ τίθησι κατὰ τὸ πολλαχοῦ φανὲν Ἑλληνικὸν ἔθος. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ξίφους οὐ μόνον διαξιφίζεσθαι τὸ πολεμεῖν ὡς παρὰ τῷ κωμικῷ, οἷον Μήδοισι διεξιφίσω, ἀλλὰ καὶ ξιφίζειν τὸ χειροτονεῖν, παραπλήσιον φασὶ ξίφει τὸ τῆς χειρὸς σχῆμα ποιοῦντα. καὶ ξιφισμὸς, σχῆμα φασὶν ἐμμελείας. Ἔστι δὲ κἀνταῦθα ὑπιδέσθαι τὴν Φαιακικὴν τερατολογίαν. οἱ γὰρ μὴ δεδιότες δηϊοτῆτα καὶ οἷς οὐ μέλει τὰ πολεμικὰ, φαίνονται ἰδοὺ ὡς ἐκ τοῦ Εὐρυάλου, καὶ ὅπλοις χρώμενοι. εἰ καὶ μὴ βιός ἐστιν αὐτῷ μὴ δὲ φαρέτρα ἅπερ ἀπέφησεν ἡ Ναυσικάα. Ἀρέσασθαι δὲ, τὸ φιλικῶς θεραπεῦσαι ἤγουν φιλοφρονήσασθαι. ὅθεν καὶ ἐρίηρες οἱ πρὸς φιλίαν ἡρμοσμένοι ἑταῖροι. καὶ ἀρθμὸς ἡ φιλία. καιρίᾳ δὲ οὔσῃ τῇ λέξει ὅσον εἰς ποίησιν, τρεῖς ἐν τοῖς ῥηθεῖσιν ἐχρήσατο ὁ ποιητής. συντάσσεται δὲ μετὰ αἰτιατικῆς, ὡς δηλοῖ τὸ, αὐτὸν ἀρεσσάσθω. καὶ, τὸν ξεῖνον ἀρέσσομαι. Οὐδετέρως δὲ κἀνταῦθα τὸ κολεόν. ὃ κοινότερον, κουλεὸν λέγεται μετὰ τοῦ υ. Τὸ δὲ ἀμφιδεδίνηται, ἀντὶ τοῦ, κύκλῳ περιθέει. οὐ μέντοι τετόρευται κατὰ τὸν κυρίως δῖνον. οὐ γάρ ἐστιν ἐσφαιρῶσθαι ξίφους θήκην κυλινδροειδῶς. λαμπρὸν δὲ τὸ ξίφος καὶ πολλοῦ ἄξιον, ὡς ἡ ἔκφρασις δηλοῖ. Βέβακται δὲ, οὐχʼ ἁπλῶς ἀπλῶς ἀντὶ τοῦ εἴρηται, ἀλλὰ κατὰ τοὺς παλαιοὺς, ἀντὶ τοῦ πεφλυάρηται, ἀπὸ τοῦ βάζω. ἐξ οὗ καὶ ὁ παρὰ Λυκόφρονι βάβαξ γίνεται. Τὸ δὲ ἀναρπάξασαι ἄελλαι, ἀστείως ἔχει. ὡς τοῦ προφορικοῦ λόγου εἰς ἀέρα χεομένου τὸν ἐν τῇ φωνῇ πληττόμενον. Ὅτι ἔστι ποτὲ πρὸς πολυπλάνητον ξένον ῥηθῆναι πρός τινος τὸ, σοὶ δὲ θεὸς ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι δοίη, ἐπειδὴ δηθὰ φίλων ἄπο πήματα <!-- 1.309 -->πάσχεις. Ὅτι λουστικῆς παρασκευῆς φράσις τὸ, ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ. καὶ τὸ, ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα. καὶ τὸ, αἱ δὲ λοετροχόον τρίποδʼ ἔστασαν ἐν πυρὶ κηλέῳ. ἐν δʼ ἂρ ὕδωρ χεῦαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε. θέρμετο δʼ ὕδωρ. ἔστι δὲ τὸ θέρμω πρωτότυπον τοῦ θερμαίνω. Χαλκὸς δὲ ἰαίνεται, ἀντὶ τοῦ θερμαίνεται, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται. διὸ καὶ χαλκοῦ ἰαινομένου θέρμεται τὸ ὕδωρ. Ὁ δὲ τρίπους καὶ τιβὴν παρά τε Λυκόφρονι καὶ ἄλλοις λέγεται. ὡς οἱονεὶ τριβὴν ὅ ἐστι τρεῖς βάσεις ἔχων. Πῦρ δὲ κήλειον, τὸ καυστικόν. καὶ ἀποβολῇ τοῦ ι κήλεον, ὁμοίως τῷ τέλειον τέλεον. Ξύλα δὲ ὑποδαίειν, τὸ ὑποκάτω τρίποδος ἀνακαίειν. ἐκ δὲ τῆς ἐννοίας ταύτης ξύλα δανὰ καὶ κάγκανα, τὰ εἰς τὸ δαίεσθαι καὶ καίεσθαι ἐπιτήδεια. Γάστρη δὲ τρίποδος, ὁ πυθμήν. παρηγμένη καθʼ ὁμοιότητα τοῦ πάτρη καὶ μίτρη. Ὅτι καινόν τι σχῆμα καὶ τὸ, δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων. ἦν γὰρ εἰπεῖν, δαιτί τε τέρπηται καὶ ἀοιδῇ. ὁ δὲ ποιητὴς καινοτέρον κατὰ περίφρασιν ἐσχημάτισεν. Ὕμνον δὲ ἀοιδῆς περιφραστικῶς τὴν ᾠδὴν λέγει. ἐξ οὗ λαβὼν καὶ Πίνδαρος ὁμοίως φράζει πολλαχοῦ. Ὅτι ἐν τῷ, αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν, οἱ μὲν αὐτόδιον φασὶν ἀντὶ τοῦ παραχρῆμα, ἐξ αὐτῆς ὁδοῦ, οὐκ ἀλλαχοῦ που χωρισθέντα, οἱ δὲ ἀντὶ τοῦ, αὐτοδίως ἤγουν αὐτίκα μετὰ τὸ δῆσαι τὴν κιβωτόν. ἔδησε γὰρ ὡς προεδηλώθη τὴν χηλὸν μή πως οἱ ξένοι ἐπιβουλεύσωσι λύσαντες καθά ποτε καὶ οἱ ἑταῖροι τὸν τοῦ ἀσκοῦ δεσμὸν περὶ ὃν οἱ ἄνεμοι ἐγκεκλεισμένοι ἦσαν. Ἅπαξ δὲ εἴρηται καὶ ἡ λέξις αὕτη. καὶ εἴπερ δηλοῖ τὸ ἐξ αὐτῆς ὁδοῦ, Ἰωνικῶς ἐγράφη καθὰ καὶ τὸ ἐπίστιον, καὶ ὁ ἀπηλιώτης. καὶ λοιπὰ τὰ προγραφέντα. ἄλλως γὰρ αὐθόδιον κοινῶς γραφῆναι ὤφειλεν. Ὅτι ἀσπασίως ἴδε θυμῷ θερμὰ λοετρὰ Ὀδυσσεὺς, ἐπεὶ οὔτι κομιζόμενός γε θάμιζεν ἐπειδὴ λίπε δῶμα Καλυψοῦς. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν. Ἡδέα δὲ καὶ μάλιστα τοῖς ἐκ καμάτου τὰ θερμὰ λοετρὰ, καθὰ δηλοῖ καὶ τὰ Ἡράκλεια λουτρὰ, θερμὰ ὄντα κατὰ τὸν κωμικὸν, οἷς ὁ πολύτλας Ἡρακλῆς ἔχαιρε. Τὸ δὲ κομιζόμενος, ἀντὶ τοῦ κομιδὴν ἔχων καὶ ἐπιμέλειαν, διὸ ἐπάγει. τόφρα δέ οἱ κομιδή, ἤγουν ἕως ἦν παρὰ τῇ Καλυψοῖ. Θαμίζειν δὲ, τὸ ἁπλῶς ἔργῳ τινὶ συχνάκις παρεῖναι. διδασκάλοις τε γοῦν θαμίζει τις, καὶ θερμοῖς λοετροῖς, καὶ νηΐ, καὶ ἑτέροις ἔργοις οἷς χαίρει. Τὸ δὲ θεῷ ὣς, ἀλληγορικῶς ὑποβάλλει νοεῖν οἵαν ἀθανασίαν ἡ σωματικὴ Καλυψὼ τῷ φιλοσόφῳ ὑπισχνεῖτο Ὀδυσσεῖ, τὴν σωματικὴν δηλαδὴ ἄνοσον εὐκτικὴν ἐπιμέλειαν ὡς καὶ πρὸ ὀλίγων δεδήλωται. Ὅτι τοὺς συμποσιαστὰς ἄνδρας οἰνοποτῆρας λέγει, τὴν δὲ περικαλλῆ Ναυσικάαν, θεῶν ἄπο κάλλος ἔχουσαν, διὰ τὸ θεόσδοτον καὶ τὸ κάλλος εἶναι. κατὰ τὸ, οὔτοι ἀπόβλητα θεῶν ἐρικυδέα δῶρα. Ὅτι παραστᾶσα τῷ συμποσίῳ ἡ βασιλικὴ κόρη κατʼ ἔθος ἀρχαῖον τὸ καὶ προδηλωθὲν θαύμαζεν Ὀδυσσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα, καὶ χαῖρε ξεῖνε εἶπεν. ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ μνήσῃ ἐμοῖο ὅτι μοι πρώτῃ ζωάγρια ὀφέλλεις, ἀνθʼ οὗ σε δηλαδὴ ζωὴν ἀγεῖραι τουτέστιν ἀθροῖσαι πεποίηκα. αὐτὴ γὰρ ὀλιγοδρανέοντα τὸν Ὀδυσσέα περιεσώσατο, ζωὴν ὀλιγηπελέοντι αὐτῷ ἀγείρασα, ὃ καὶ θυμὸν ἀγείρειν λέγεται. ὅθεν καὶ ὁ θυμηγερέων. καὶ ἔστιν ἄλλο τοῦτο ζωάγριον παρὰ τὸ ἐν πολέμῳ, ὃ γίνεται παρὰ τὸ ζῶντας τινὰς ἀγρεύεσθαι. καὶ οὕτω μὲν ἡ κόρη. Ὀδυσσεὺς δὲ ὑπεραναβαίνων τὴν αὐτῆς ἀξίωσιν ὡς θεῷ αὐτῇ εὔχεσθαι φησὶ οἴκοι ἐλθών. εἰπών. οὕτω νῦν θεὸς θείη, οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. τῷ κέν τοι κἀκεῖθι θεῷ ὣς εὐχετοῴμην αἰεὶ ἤματα πάντα, σὺ γάρ με βιώσαο κούρη. ἤγουν ζῆν πεποίηκας. καὶ ὡς δεξιῶς κολακεύει καὶ νῦν ὁ ἥρως τὴν κόρην. εἰ γὰρ καὶ τὰ μέγιστα συνεβάλετο, ἀλλʼ οὐκ ἐβιώσατο τὸν Ὀδυσσέα αὐτή. Ὅρα δὲ κἀνταῦθα τὸ, μνήσῃ ἐμεῖο, ὡς τῆς εἰσέπειτα διηνεκοῦς ἀγαθῆς μνήμης ἐφετῆς οὔσης καὶ παρὰ τοῖς Φαίαξιν ὡς καὶ προδεδήλωται. Τὸ δὲ οἴκαδε ἐλθεῖν καὶ νόστιμον ἦμαρ ἰδεῖν τῆς αὐτῆς σημασίας εἰσίν. ὥσπερ καὶ τὸ αἰεὶ καὶ τὸ ἤματα πάντα. Τοῦ δὲ εὐχετοῴμην οὗ ἡ κλίσις κατὰ τὸ, βοαοίμην βοῴμην, τὸ θέμα εὐχετάω εὐχετῶ. ἀφʼ οὗ εὐχετῴμην, καὶ πλεονασμῷ τοῦ ο μικροῦ, εὐχετοῴμην. τοιοῦτον δέ που καὶ τὸ ὁράοιτε ὁρῷτε, καὶ ἐπενθέσει τοῦ ο ὁρόῳτε ἀντὶ τοῦ, βλέποιτε. Ὅρα δὲ καὶ τὸ, σύ με βιώσαο κούρη, ἀλλοπαθῶς ῥηθὲν ἀντὶ τοῦ, ἔζησάς με, ἤγουν ζῆν με πεποίηκας, Ὅτι εἰλαπινατικὸν τὸ, οἵδʼ <!-- 1.310 -->ἤδη μοίρας ἔνεμον, κερόωντό τε οἶνον. Καὶ ὅρα ὅτι μοίρας τὰς μερίδας φησὶ, κοινότερον γράψας. Ὅτι μέλλων Ὀδυσσεὺς προκαλέσασθαι τὸν Δημόδοκον εἰς ἀοιδὴν φίλην αὐτῷ δεξιοῦται πρῶτον, ᾧπερ εἶχε δώρῳ ἐκ τῆς δαιτός. καὶ ἐπαινεῖ δέ. εἶτα καὶ ἀξιοῖ ᾄδειν. φησὶ γοῦν ὁ ποιητὴς οὕτω. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεὺς, νώτου ἀποπροταμὼν ἐπὶ δὲ πλεῖον ἐλέλειπτο ἀργιόδοντος ὑός. θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή. κῆρυξ, τῇ δὴ τοῦτο πόρε κρέας ὄφρα φάγῃσι, Δημοδόκῳ. καί μιν προσπτύξομαι ἀχνύμενός περ. πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας οἴμας Μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν. ἃ δὴ πάντως διαβαίνει καὶ εἰς Ὅμηρον, ὡς εἶναι καὶ αὐτὸν Μούσαις τε φίλον καὶ μουσοδίδακτον καὶ αἰδοῖον, καὶ ἐπὶ τυχῇ τιμῆς ὅ ἐστι τίμιον. τοῦτο γὰρ ὁ τιμῆς ἔμμορος. καὶ νῦν μὲν ταῦτα ὁ Ὁμηρικὸς ῥήτωρ Ὀδυσσεὺς ἔφη πρὸς τὸν κήρυκα. μετʼ ὀλίγα δὲ καὶ ἄλλως οὐ κατὰ κοινοῦ ἀλλʼ ἰδικῶς ἐπαινῶν τὸν ἀοιδὸν Δημόδοκον ὃν καὶ λαοῖσι τετιμημένον ὁ ποιητὴς ἔφη οὐ μόνον Μούσης ὑποφήτην ἀλλὰ καὶ Ἀπόλλωνος λέγει, εἰπὼν πρὸς αὐτὸν ἐκεῖνον τὸν ἀοιδόν. Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων. ἢ σέ γε Μοῦσʼ ἐδίδαξε Διὸς παῖς, ἢ σέ γʼ Ἀπόλλων. λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις. ὅσσʼ ἔρξαντʼ ἔπαθόν τε, καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί. ὥστε που ἢ αὐτὸς παρεὼν, ἢ ἄλλου ἀκούσας. ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον δουρατέου. τὸν Ἐπειὸς ποίησε σὺν Ἀθήνῃ τουτέστι σὺν φρονήσει. ὅν ποτʼ εἰς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς, ἀνδρῶν ἐμπλήσας οἳ Ἴλιον ἐξαλάπαξαν. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς, αὐτίκα καὶ πᾶσι μυθήσομαι ἀνθρώποισιν, ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν. Δῆλον δʼ ὡς ἑαυτὸν ἐνοπτρίζει ὁ ποιητὴς καὶ ἐν τούτοις, ὃς θεῖος ἀοιδὸς εἶναι δοκεῖ. ὡς καὶ αὐτὸς ἐκ Μουσῶν καὶ Ἀπόλλωνος ᾄδων ἐκεῖνα οἷς οὔτε αὐτὸς παρῆν, οὔτε ἄλλου ἀνθρώπου παρατυχόντος ἤκουσεν εἰς τὸ πᾶν, ἀλλὰ μικραῖς τισὶν ἱστορίαις παρακολουθήσας ἢ καὶ τὸ πᾶν ἐκ Μούσης μαθὼν μεγάλα ἔγραψε. διασκευάσας τὰ πολλὰ πλάσμασι πιθανοῖς. Καὶ τοιαῦτα μὲν ταῦτα τῷ Ὀδυσσεῖ, μερίσαντι νόημα ἓν πρός τε τὸν κήρυκα καὶ πρὸς τὸν Δημόδοκον, ταμιευσαμένῳ δὲ τὰ καιριώτερα εἰς τὸν Δημόδοκον τεχνικῶς. Νώτου δὲ Ὀδυσσεὺς ἀποπροτέμνει, τοῦ αὐτῷ δηλαδὴ παρατεθειμένου βασιλικώτερον, ὁποῖα πολλαχοῦ φαίνεται, καθὰ καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. ἐν ᾗ καὶ ὁ μέγας Αἴας νώτοισί που διηνεκέεσσι γεραίρεται. Ὅτι δὲ οὐ νῶτα μόνον ἀλλὰ καὶ μηρὰ ἦν περισπούδαστα δηλοῖ φασὶ Ποσειδώνιος, γράψας ὅτι ἔν τισι μερισμοῖς τὸ μηρίον ὁ κράτιστος ἐλάμβανεν. εἰ δέ τις ὕστερον ἀντιποιήσαιτο, συνίσταντο μονομαχήσοντες ἄχρι θανάτου. Τὸ δὲ πλεῖον αὐτῷ λείπεται καθὰ καὶ ἔδει, βιωτικώτερον. ἦν δέ φασι παλαιὸν ἔθος, ἕκαστον ἀπὸ τῆς αὑτοῦ μοίρας δωρεῖσθαι οἷς ἐβούλετο. δοκεῖ δὲ τὸ τοιοῦτον Ὁμηρικὸν χωρίον ἀφορμὴ γενέσθαι τοῦ εἰπεῖν ὡς χρὴ καί τι δῶρον λαμβάνειν τοὺς μουσικοὺς καὶ καλῶς δὲ ἀκούειν ἐφʼ οἷς ᾄδουσι. διὸ κιθαρῳδός τις ἐν Ῥόδῳ ἐπιδεικνύμενος, ἐπεὶ οὐδεὶς ἐπεσημῄνατο, ἀπῆλθε τοῦ θεάτρου, εἰπών. ὅπου τὸ ἀδάπανον οὐ ποιεῖτε, πῶς ἐλπίζω παρʼ ὑμῖν ἔρανον λήψεσθαι; Ἀλοιφὴ δὲ ἡ πιμελὴ, ἐκ τοῦ μετὰ σφαγὴν τέλους λέγεται. τότε γὰρ αὐτῇ χρώμεθα εἰς ἀλοιφήν. Θαλερὴ δὲ ἡ τοιαύτη, ὡς τῶν ἐχόντων αὐτὴν ζώων τοιούτων ὄντων. τὰ γὰρ ἀλιπέστερα φθίνειν ἔοικε. θαλερὴ τοίνυν, ἡ ἐνδεικτικὴ τοῦ θάλλειν τὸ ζῷον. ἢ καὶ ἡ μονιμωτέρα τῶν κρεάτων. Τὸ δὲ τῆ ἀντὶ τοῦ λάβε, ἀπὸ θέματος γίνεται τοῦ τῶ, ἀῤῥήτου ὄντος. ὡς καὶ ἀπὸ τοῦ δρῶ, τὸ δρᾶ ἀντὶ τοῦ πράττε. καὶ ἀπὸ τοῦ ζῶ, τὸ, ζῆ. προστακτικῶς καὶ αὐτὸ παρὰ Σοφοκλεῖ, ἐν τῷ. πλούτει τε γὰρ κατʼ οἶκον εἰ βούλει μέγα, καὶ ζῆ. ἐξ οὗ δηλαδὴ τὸ ζῆθι γίνεται. Ἐκ δὲ τοῦ τοιούτου προστακτικοῦ καὶ ἡ τήθη γίνεται κατὰ τοὺς παλαιοὺς, ὡς λέγουσα τῷ βρέφει τῆ, θῆ. τουτέστι λάβε θήλασον. Τὸ δὲ ὄφρα φάγῃσιν, οὐκ ἀναγκαίως κεῖται, ἀλλʼ ἀφελῶς οὕτω ῥηθὲν τὸ ἔπος ἀναπληροῖ. Τὸ δὲ προσπτύξομαι ἀντὶ τοῦ, ἁπλῶς φιλοφρονήσομαι εἴρηται. ἢ ἀντὶ τοῦ, φιλοτιμήσομαι. πολλαχοῦ δὲ ἡ λέξις αὕτη κεῖται καὶ ἐπὶ τοιούτου σημαινομένου. Τὸ δὲ τοὺς ἀοιδοὺς τιμίεντας καὶ αἰδοίους εἶναι ὧν ἐν τοῖς μάλιστα καὶ Ὅμηρος ἐδήλωσε μὲν καὶ ὁ τῆς Κλυταιμνήστρας φύλαξ ἀοιδός. δηλοποιήσει δέ που ἐν τοῖς ἑξῆς καὶ ὁ Φήμιος. Τὸ δὲ ἔμμοροι ἀντίκειται τῷ ἄμμοροι. ἑτεροιοῦνται δὲ πρὸς αὐτὰ οἱ κάμμοροι. Τὴν δὲ αἰδῶ εὐφυῶς τις ἐτυμολογήσας ἔφη ὅτι αἰδὼς ἡ μὲν καλὴ, παρὰ τὸ ἀεὶ τὸ δέον ἔχειν. ἡ δὲ κακὴ, παρὰ τὸ ἀεὶ ἐνδείας αἰτία εἶναι. καθʼ ὃ καὶ εἴρηται τὸ, αἰδώς τοι πρὸς ἀνολβίῃ. <!-- 1.311 -->ὁ δὲ τοῦτο καινότερον γράψας ἐπέβαλεν ὁμοίως καὶ τῇ τοῦ πατρὸς ἐτυμολογίᾳ, οὕτω. πατὴρ θεὸς μὲν, ὡς τὸ πᾶν τηρῶν ἄνθρωπος δὲ, ὡς τοὺς παῖδας τηρῶν. Οἴμας δὲ καὶ νῦν τὰς ᾠδὰς λέγει. ὡς καὶ πρὸ ὀλίγων. Τὸ δὲ ἐφίλησε φῦλον ἀοιδῶν ὡς ἔχει τι παρηχήσεως, οὐκ ἄδηλόν ἐστιν. ὥσπερ καὶ μετʼ ὀλίγα τὸ, Ἐποιὸς ἐποίησε σὺν Ἀθήνῃ. Σημείωσαι δὲ ὅτι δεξίωσίς τις ἐνταῦθα πρὸς τὸν Δημόδοκον ἡ δόσις τοῦ κρέατος, ὡς ἐν τοῖς ἑξῆς πρὸς Ἀρήτην ἡ δόσις τοῦ ποτηρίου. Τὸ δὲ αἰνίζομαι καὶ ὁ ἥμισυς τῶν ἐνταῦθα στίχος οὗτος κεῖται καὶ ἐν Ἰλιάδι. Τὸ δὲ ἢ Μοῦσα ἐδίδαξεν ἢ Ἀπόλλων, οὐ διὰ μόνην ποιητικὴν ἄλλως σοφίαν ἐῤῥέθη, ἀλλὰ καὶ διὰ τὸ κατʼ Ἀπόλλωνα μαντικόν. τοιοῦτοι γὰρ οἱ ποιηταὶ ὡς ἐδηλώθη πολλαχοῦ, οἳ καὶ τοῖς μέλλουσι μαντικῶς ἐπιβάλλουσι. καὶ τὰ πρὸ αὐτῶν δὲ καὶ τὰ κατʼ αὐτοὺς οἴδασι μήτε παρόντες αὐτοὶ μήτε ἀκούσαντες. καὶ οἴκοθεν εἰδότες ᾄδουσι, θεόθεν μαθόντες. ὡς δηλοῖ καὶ τὸ, ὅ δʼ ὁρμηθεὶς θεοῦ, ἤρχετο. ἤγουν ὑπὸ θεοῦ κινηθείς. θυμόσοφος γὰρ καὶ αὐτοδίδακτος, ἢ θεόσοφος κατὰ τοὺς τοιούτους καὶ ὁ Δημόδοκος πλάττεται. ἃ δὴ πᾶσιν ἐνθεωρεῖσθαι τοῖς σοφοῖς ἀοιδοῖς ἀριδήλως ἐν τοῖς ἑξῆς που καὶ πάνυ σαφῶς ἅμα καὶ σεμνῶς δηλώσει ὁ Ἰθακήσιος Φήμιος. Καὶ σημείωσαι κἀνταῦθα τὸν τερατευόμενον ἐκτοπισμὸν τῆς τῶν Φαιάκων γῆς. αὐτοῦ γὰρ προσυποκειμένου, καλῶς ἂν νομίζοιτο Δημόδοκος πρὸς μηδενὸς μαθεῖν ἢ ἀκοῦσαι τὰ κατὰ τὸν Ὀδυσσέα. ὡς εἴγε μὴ ἐκτετόπισται κατὰ τὸ πλάσμα τῆς ποιήσεως ἡ τῶν Φαιάκων νῆσος ἀλλὰ πρὸς τῇ Ἠπείρῳ ἐστὶ καὶ αὐτὴ κατὰ τὴν ἄρτι φαινομένην Κέρκυραν, πῶς ἂν πιθανῶς ἔχοι νομίσαι τὸν σοφὸν Ὀδυσσέα ὡς ἀδίδακτος ὁ Δημόδοκος καὶ οὐδʼ ἐξ ἀκοῆς ποθὲν παρέλαβε τὰ λεγόμενα, εἰκὸς ὂν, ἐκ τῶν πέριξ καὶ ἐγγυτάτω εἰδέναι αὐτά, καὶ ἄλλως οὐδὲ μακρὰν τῶν καθʼ ἱστορίαν Φαιάκων τῆς Ἰθάκης οὔσης; τέως γε μὴν, λέγει ἐν τούτοις Ὅμηρος, ὡς οἱ κυρίως ἀοιδοὶ ἐν οἷς καὶ αὐτὸς, οὐδὲν εἰδότες ἐξ ἀνθρώπων ᾄδουσι. διὸ Μοῦσαν ἐπικαλούμενοι ἐνέπουσιν. ὡς ἐντεῦθεν, καὶ μάντεις αὐτόθεν εἶναι, λαλοῦντας ἐξ ἐπιπνοίας Μουσῶν. ὅθεν Μοῦσα μὲν αὐτοὺς διδάσκει, ὡς σοφούς. Ἀπόλλων δὲ ὡς μαντικούς τε καὶ ὡς ᾠδικούς. Τὸ δὲ κατὰ κόσμον, τὸ εὔτακτον καὶ εὐμέθοδον τῆς ἱστορίας λέγει. οὐ γὰρ ἄνω κάτω τὰ πράγματα φύρει ἀλλὰ κοσμεῖ τὴν γραφὴν ὁ κατὰ τέχνην ἢ ἀείδων ἢ γράφων ἢ καὶ λέγων. Οἶτον δὲ, οὐ θάνατον ἀλλὰ κακοπάθειαν ἐνταῦθα λέγει. διὸ ἑρμηνεύων ἐπάγει. ὅσσʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν. ὅ πέρ ἐστιν οἶτος. οὐ γὰρ ἐμνήσθη ἐνταῦθα θανάτου. Τὸ δὲ ἔρξαντʼ ἔπαθόν τε πρὸς ἀλήθειαν ἱστορίας ἐγράφη. ἄμφω γὰρ ἐπισυνέβη τοῖς Ἀχαιοῖς. Τὸ δὲ καὶ ἵππου κόσμον ἄεισον, παρῳδήσας τῶν τις μεγάλων σοφῶν ἔγραψεν. ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἄλλον κόσμον ἄεισον. ὃ δὴ παροιμιωδῶς λέγεται ἐπὶ τῶν εὖ ἐξαλλασσόντων τὰ διηγήματα. Καὶ ὅρα τὸ, κόσμον, τὸ κόσμιον καὶ πάλιν δηλοῦν καὶ εὔτακτον τῆς ἀοιδῆς. καὶ ἄλλως δὲ ἵππου κόσμος, ἡ εὔκοσμος ἐπίνοια καὶ μέθοδος καὶ ἡ ἔνδον αὐτοῦ ἡρωϊκὴ διάταξις, καὶ ὡς εἰπεῖν στρατηγιτική. ὁποίαν κοσμήτορες ἂν ἀνδρῶν τεχνάσαιντο εἴγε διʼ αὐτῆς Ἴλιον Ἀργεῖοι ἐξαλάπαξαν. Δουράτεον δὲ ἵππον τὸν ξύλινον λέγει, τὸν κοινότερον δούρειον. γίνεται δὲ ὁ δούρειος μὲν ἐκ τοῦ δουρός, ἐκ τοῦ δούρατος δὲ ὁ δουράτειος. καὶ ἀπελεύσει τοῦ ι, δουράτεος διὰ μέτρου χρησιμότητα. τοῦτον δὲ, καὶ κοῖλον δόρυ τουτέστι ξύλον, μετʼ ὀλίγα φησὶν, ἐπεὶ καὶ δούρειος ἐντεῦθεν καλεῖται καὶ δουράτεος. τὸν δʼ αὐτὸν, καὶ δόλον. καὶ κοῖλον λόχον. κρείττω δὲ τἄλλα τοῦ κοῖλον δόρυ. αὐτὸ γὰρ καὶ σκάφην καὶ πλοῖον δηλώσοι ἄν. Ὅτι δὲ τοῦ τοιούτου δόλου τέκτων ὁ Ἐπειὸς ὁ δειλὸς μὲν, ἄριστος δὲ τήν τε πυγμικὴν καὶ τὴν τεκτονικὴν, αἱ ἱστορίαι δηλοῦσιν. ἐν αἷς καὶ ὑδροφόρος τῶν βασιλέων ὁ Ἐπειὸς εἶναι λέγεται. ἐξ οὗ καὶ αἴνιγμα ὁ Σιμωνίδης ἐποίησεν εἰς ὄνον ὑδροφοροῦντα ὃν ἐπειὸν ὠνόμασεν ὡς ὁ Ἀθήναιος ἱστορεῖ. Δῆλον δʼ ὅτι δουρὸς μὲν, προϋπάρχει τὸ δόρυ. ὡς γὰρ γόνυ γόνυος καὶ μεταθέσει γουνὸς, οὕτω καὶ δόρυ δόρυος δουρός. τοῦ δὲ δούρατος, εὐθεῖα σεσιγημένη τὸ δοῦρας. ὥσπερ καὶ τοῦ γόνατος, τὸ γοῦνας. τοιαῦτα δὲ πάντως καὶ τὸ, ὕδατος ἐκ τοῦ ὕδας. καὶ τὸ, φρέατος ἐκ τοῦ φρέας. ὃ μέχρι καὶ νῦν παραλαλεῖται τοῖς Ἀττικοῖς. Τὸ δὲ ἐμπλήσας, Ὅμηρος μὲν, ἀσφαλῶς καὶ σωφρόνως εἶπε διὰ τὴν πολλὴν ἔνδον τοῦ ἵππου κενότητα. ἕτερος δέ τις οὐκ ἂν εἰπεῖν φείσαιτο τὴν λέξιν ὡς ἐπὶ δῆθεν οἷον ἐγκυμονοῦντος τοῦ τοιούτου ἵππου τεθῆναι. κατὰ τὸ, πλήσας δὲ νηδὺν, ὅπερ Εὐριπίδης ἐν Κερκυόνι φησὶν, ἀντὶ τοῦ ἐγκύμονα ποιήσας. Τὸ δὲ κατὰ μοῖραν, ταυτόν ἐστι τῷ, κατὰ κόσμον ὅπερ ἀνωτέρω αὐτοῦ εἴρηται. Τὸ δὲ <!-- 1.312 -->πᾶσι μυθήσομαι, ὑπερβολικῶς εἴρηται. οὐ γὰρ δήπου δύναται πᾶσι ἀνθρώποις ὁ Ὀδυσσεὺς δηλῶσαι τὰ κατὰ τὸν Δημόδοκον. ὥσπερ οὐδὲ οἱ κατὰ τὴν μῆνιν τοῦ Ἀχιλλέως ἐν Τροίᾳ πεσόντες ἑλώρια οἰωνοῖς ἅπασι γένοιντʼ ἄν. ἄλλως δὲ μαντικῶς εἴρηται τῷ ποιητῇ τὸ, πᾶσι μυθήσομαι, ὡς τῆς αὐτοῦ ποιήσεως παγκοίνου ἐσομένης διὰ τὴν κατʼ αὐτὸν ἔμμουσον ᾠδικήν. πολλαχόθεν δὲ δῆλον, ὡς ἐχρῆν καὶ μαντικοὺς εἶναι τοὺς ποιητάς. Τὸ δὲ ὁρμηθεὶς θεοῦ, ἀντὶ τοῦ, κινηθεὶς ὑπὸ Μούσης. κάτοχοι γὰρ Μούσαις ἐδόκουν οἱ ἀοιδοί. καθὰ καὶ οἱ μαχόμενοι Ἄρει κάτοχοι. καὶ οἱ μάντεις, Ἀπόλλωνι. ἀμέλει κἄν τις τὸν μάντιν παυσάμενον τοῦ λέγειν ἤρετο τί ἐλάλει, ὁ δὲ, οὐδέν τι εἶχεν εἰπεῖν. διὸ καὶ οἱ ταχυγραφοῦντες καὶ τὰ μαντικὰ ἔπη μεταλαμβάνοντες, εἴ που ἐνελείφθη τι τοῦ ἔπους εἶτα ἑαυτοῦ γεγονότα τὸν μάντιν ἀνηρώτων ἐθέλοντες ἀποδοῦναι τὸ τοῦ στίχου πλῆρες, οὐκ εἶχεν ἐκεῖνος ἄρτιον ποιῆσαι τὸ ἔπος, οἷα μὴ μεμνημένος τῶν τοῦ θεοῦ. Τὸ δὲ θεοῦ ἄρχεσθαι καὶ ἐφερμηνευτικὸν ἔστι πως τοῦ, θέσπιν ἀοιδήν. ἣν δηλαδὴ ἐκ θεοῦ τις ἔπει ὅ ἐστι λαλεῖ. ἢ, ἣν θεὸς ὀπάζει. κατὰ τὸ, θεὸς ὤπασε θέσπιν ἀοιδήν. ἵνα εἴη καὶ τοῦτο ἐτυμολογικὸς τρόπος. Τὸ δὲ φαῖνε δʼ ἀοιδὴν, ἀντὶ τοῦ, ἐξ ἐνδιαθέτου καὶ κρυπτοῦ εἰς προφορὰν ἐξέφαινε. σκεψάμενος πρῶτα εἶτα ἐκφῄνας. ἢ καὶ ἄλλως, ἔφαινεν ἀοιδὴν, ἀντὶ τοῦ σαφῶς ᾖδεν, ἀπὸ τοῦ φαίνω τὸ λάμπω. φῶς γὰρ λόγου ἡ σαφήνεια. ὅτι δὲ οἱ ὕστερον Ἀττικοὶ οὐκ ἀγαθὴν λέξιν εἶχον τὸ φαίνειν, δηλοῖ καὶ ὁ συκοφάντης. καὶ ὁ παρὰ τῷ κωμικῷ Φανὸς ὑπογραφεὺς δικῶν. ἐν τοῖς τοιούτοις δὲ χωρίοις κεῖται καὶ τὸ ἥρῳ κατὰ δοτικήν. φησὶ γάρ. ἐν χερσὶν ἔθηκεν ἥρῳ Δημοδόκῳ. ὅπερ ἢ ἀποκοπὴν ἔπαθεν ἐκ τοῦ ἥρωϊ, ἢ ἀπὸ κλίσεως ἰσοσυλλάβου ἐστὶν, ὁ ἥρως τοῦ ἥρω. τοιούτου λόγου καὶ τὸ, γέλω ἔθανον. καὶ μετʼ ὀλίγα δὲ ἐν τῷ, οἷος δόμος Ἀλκινόοιο ἥρως, δοκεῖ τισὶ τὸ ἥρως μὴ κλητικὴν ἀλλὰ γενικὴν εἶναι, συγκοπεῖσαν ἐκ τοῦ ἥρωος. Ὅτι Δημόδοκος θεοῦ ἀρξάμενος ἔφαινεν ὡς ἐῤῥέθη ἀοιδήν. ἔνθεν ἑλὼν, ὡς οἱ μὲν ἐϋσσέλμων ἐπὶ νηῶν βάντες ἀπέπλειον πῦρ ἐν κλισίῃσι βαλόντες Ἀργεῖοι. τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσσῆα εἵατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο, ὣς ὁ μὲν εἱστήκει. τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον, ἥμενοι ἀμφʼ αὐτόν. τρίχα δέ σφισιν ἥνδανε βουλή. ἠὲ διατμῆξαι κοῖλον δόρυ νηλέϊ χαλκῷ. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρας. ἠὲ ἐᾶν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν. αἶσα γὰρ ἦν, ἀπολέσθαι ἐπὴν πόλις ἀμφικαλύψῃ δουράτεον μέγαν ἵππον ὅθι εἵατο πάντες ἄριστοι Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες. ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν. αὐτὰρ Ὀδυσσῆα ποτὶ δώματα Δηϊφόβοιο βήμεναι ἠΰ τʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα νικῆσαι διʼ Ἀθήνην. ἔοικε γὰρ φρονήσει κατορθῶσαι καὶ τὴν τοιαύτην σὺν Μενελάῳ μάχην ὁ Ὀδυσσεύς. Καὶ ὅρα ὡς οὐδὲ ἡ κατὰ δόλον ἅλωσις αὕτη ἔξω ἀγῶνος ἦν τοῖς Ἀχαιοῖς εἰς τὸ παράπαν, εἴγε πόλεμος αἰνότατος ἐν τοῖς τοῦ Δηϊφόβου γέγονε δώμασιν, ἀνδρείου τε ὡς εἰκὸς ὄντος, καὶ κινδυνεύοντος διὰ τὴν Ἑλένην. ἣν αὐτῷ φασὶν ἔχεσθαι θανόντος τοῦ Πάριδος. Σημείωσαι δὲ καὶ ὅτι τὸ συνοπτικὸν τῆς γραφῆς εἶδος καὶ τὸ ὡς εἰπεῖν παρεκβολικὸν πρῶτος Ὅμηρος ἐνταῦθα ὑπέδειξε. Δημόδοκος μὲν γὰρ πλατεῖαν ἐκθέσθαι δοκεῖ ἀοιδήν, Ὅμηρος δὲ, ὡς ἐν τύπῳ παρεκβολῆς τὴν μακρὰν ῥῆσιν εἰς βραχυτέραν συνελεῖν, ὡς δῆλον ἐκ τοῦ, ἤειδεν ὡς ἄστυ διέπραθον. ἤγουν τὸν τρόπον τῆς Τρωϊκῆς ἁλώσεως ὅπερ ἐνταῦθα οὐκ ἐκπεφώνηται. καὶ ἐκ τοῦ, ἄλλον ἄλλῃ ἄειδε κεραΐζειν τὴν πόλιν. ὅπερ οὐδʼ αὐτὸ ἐνταῦθα κεῖται. οὐ γὰρ λέγει τίνες που ἐκεράϊζον, ἐνέφῃνε γοῦν ὁ ποιητὴς ἔχειν ἐκ τούτων ὕλην πολλὴν ποιήσεως. διʼ ἧς καὶ ὅλον ἂν ἀπαρτισθείη βιβλίον, ὁποῖα ἐπραγματεύσαντο οἱ τὴν Τρωϊκὴν ἅλωσιν γράψαι πραγματευσάμενοι. ὧν καὶ ὁ Τρυφιόδωρος. ἐπὶ δὲ τοῖς ῥηθεῖσιν ἐπάγει ὁ ποιητὴς ἕνα στίχον συμπληρωτικῷ σχήματι, τοιοῦτον. ταῦτʼ ἂρ ἀοιδὸς ἄειδε περικλυτός. ἐτυμολογικὸν τρόπον ποιήσας ἐν τῷ, ἀοιδὸς ἄειδεν. Ὅτι δὲ ἀπέπλευσαν Ἕλληνες δόλῳ ἐκ Τροίας καὶ ὡς πῦρ ἐν κλησίῃσιν ἔβαλον, καὶ τὰ κατὰ τὸν δούρειον ἵππον, καὶ ὡς ἐπορθήθη ἡ Τροία ἐλεεινῶς τά τε ἄλλα καὶ διὰ τὸν τηνικαῦτα ἐμπρησμὸν, καὶ ὅσα δὲ ἐπὶ τούτοις γέγονε, δηλοῖ ἐνδιασκεύως καὶ ἡ τοῦ Κοΐντου ποίησις. Σημείωσαι δὲ καὶ ὅτι τὸ ἔνθεν ἑλὼν ἄλλο πλάτος γραφῆς εἶναι δηλοῖ πρὸ τῆς ἀοιδῆς τοῦ Δημοδόκου. ὅπερ ὀφείλων αὐτὸς <!-- 1.313 -->δηλῶσαι, ὅμως παραδραμὼν αὐτὸ, ᾄδει ὅπερ ἀπῄτησεν Ὀδυσσεὺς, ἔνθεν ἑλών. τουτέστιν ἐάσας μὲν τἆλλα. μνησθεὶς δὲ τῶν κατὰ τὸν δούρειον ἵππον, ἐξ ὅτου μετὰ πολλὰ τὰ φθάσαντα εἰς Τροίαν ἀνειλκύσθη. Καταστατικὴ δὲ ἔννοια τὸ ἔνθεν ἑλὼν, ᾗ χρῶνται καὶ οἱ μεθʼ Ὅμηρον ὁπηνίκα λόγου ἀφηγηματικοῦ κατάρχονται. Τὸ δὲ πῦρ βαλόντες, ἀντὶ τοῦ, πῦρ θέντες ῥίψαντες. ταῦτα δὲ, ἀντὶ τοῦ ἐμπρήσαντες. Τὸ δὲ οἱ ἀμφʼ Ὀδυσσῆα, λοχαγὸν ὑποβάλλει νοεῖν τὸν Ὀδυσσέα τοῖς ἐντὸς τοῦ δουρείου. Ἀγορὰν δὲ Τρώων λέγει τὴν ἐντὸς τῆς Ἰλίου ἄθροισιν τῶν πολιτῶν, Τὸ δὲ ἐς ἀκρόπολιν ἐρύσαντο, ἀντὶ τοῦ διὰ μηχανῆς εἵλκυσαν. ὅθεν καὶ ῥυτοὶ λίθοι οἱ μὴ φορητοὶ ἀλλὰ ἑλκυστοί. τοιοῦτον δὲ καὶ τὸ, ἐρύσαντας ἐπʼ ἄκρας. Τὴν δὲ ἀκρόπολιν, ἄκρην πόλιν Ἰωνικώτερον ἐν Ἰλιάδι διαλύσας λέγει ὁ ποιητής. ὁποῖα καὶ ἄλλα αὐτός τε ποιεῖ, καὶ οἱ μιμούμενοι αὐτόν. ὁποῖον καὶ τὸ, ζῷα γραψάμενος ἀντὶ τοῦ ζωγραφήσας. καὶ ἕτερα μυρία. Τὸ δὲ ὣς ὁ μὲν εἱστήκει ἢ ἑστήκει, γράφεται γὰρ διχῶς, καταστατικῶς καὶ αὐτὸ κεῖται. οὐ μὴν κατὰ τὸ, ὣς οἱ μὲν, ἀπέπλεον. ἐκεῖνο γὰρ καταρκτικὴ τοῦ διηγήματος ἔννοιά ἐστι. Τὸ δὲ ἄκριτα πόλλʼ ἀγόρευον, ποσότητα μὲν δηλοῖ διὰ τοῦ πολλά. ποιότητα δὲ, διὰ τοῦ ἄκριτα. οὐ γὰρ ἦν διακρῖναι οἷον ἦν τὸ κρεῖττον ἐκ τῶν πολλῶν. τρία δὲ ἦσαν τὰ πολλὰ ταῦτα, τὸ ἢ διατμῆξαι ἢ κατὰ ἄλλην γραφὴν διαπλῆξαι πελέκεσι τὸν ἵππον ἵνα φανείη τί ἔνδον κρύπτει, ἢ ῥῖψαι κατὰ πετρῶν ἑλκύσαντας ἐπί τινος ἄκρους τοῦ τείχους, ἢ ἐάσαι εἰς ἱλαστήριόν φασι τοῖς θεοῖς. Ἰστέον δὲ ὅτι τὸ ἄκριτα πολλὰ ἀγορεύειν ταυτὸν ὂν τῷ, ἄκριτα πολλὰ μυθεῖσθαι, διασαφητικόν ἐστι τοῦ, Θερσίτʼ ἀκριτόμυθε. ἔστι γὰρ ἀκριτόμυθος, ὁ ἄκριτα μυθούμενος ἤτοι ἀγορεύων. Τὸ δὲ ἥμενοι ἀμφʼ αὐτὸν, ἀντὶ τοῦ, κύκλωθεν τοῦ ἵππου. περὶ Τρώων γὰρ ὁ λόγος. Τὸ δὲ ἥνδανε βουλὴ, δύναται καὶ κατʼ εὐθεῖαν καὶ κατὰ δοτικὴν συντάσσεσθαι. καθὰ καὶ ἐν Ἰλιάδι τὸ, Διός δʼ ἐτελείετο βουλή. Ἄγαλμα δὲ συνήθως τῷ ποιητῇ καὶ νῦν τὸ ἥδυσμα καὶ ἀγαλλίαμα, καὶ ὡς ὁ ποιητὴς ἐπάγει θελκτήριον, ὡς ταυτὸν ὂν ἀγαλλιᾶσθαι εἰπεῖν καὶ θέλγεσθαι. Μνηστέον δʼ ἐνταῦθα καὶ τοῦ φαμένου τοὺς ἀστέρας, ἀγάλματα νυκτός. οὕτω δὲ καὶ ὄρνισιν ἄγαλμα ἦεν ἂν τὰ πτερὰ οἷς πέτονται. κατὰ τὸ, ἀγαλλόμεναι πτερύγεσσι. Τὸ δὲ θελκτήριον, ἢ συντακτέον μετὰ τοῦ θεῶν, ἢ καὶ ἁπλῶς ῥητέον θελκτήριον. ἵνα ᾖ ἐκστατικὸν τῶν θεωμένων διὰ τὸ ἐπʼ αὐτῷ θαῦμα. οὐ γὰρ ἁπλῶς οὕτω θελκτήριον οὐδʼ ἐνταῦθα τὸ εὐφραῖνον, ἀλλὰ τὸ μετά τινος θαύματος καὶ ἐκπλήξεως. Τὸ δὲ τῇ περ δὴ τελευτήσεσθαι ἔμελλεν, ἀντὶ τοῦ ὅπου δὴ καὶ ἔμελλε στῆναι αὐτοῖς τὰ τῆς βουλῆς, κατὰ θεομηνίαν δηλαδή. ἀγαθαὶ μὲν γὰρ αἱ πρῶται δύο βουλαὶ τὸ διατμῆξαι τὸν ἵππον καὶ τὸ κατὰ πετρῶν βαλεῖν. ἐνίκησε δὲ κἀνταῦθα τὸ χέρειον. Ἐν δὲ τῷ, αἶσα γὰρ ἦν ἀπολέσθαι, εἰ δὲ καὶ ἀσαφῶς αὐτὸ ἔχει, οὐ γὰρ δηλοῖ τίνας αἶσα ἦν ἀπολέσθαι, ἀλλὰ τὰ ἐφεξῆς δηλοῦσι, τὸ Τρώεσσι δηλαδὴ κῆρα φέρεσθαι, καὶ τὸ κεραϊσθῆναι τὴν πόλιν, καὶ τὰ τοιαῦτα. Τὸ δὲ πόλις ἀμφικαλύψει, ἀντὶ τοῦ, ἐντὸς περιέξει. καὶ ἔστιν ὅμοιον τῷ, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε. Τοιοῦτόν τι καὶ ἀνωτέρω τὸ, κεκαλυμμένοι ἵππῳ. αὐτὸ μέντοι κρυπτικὴν ἐδήλου περιοχήν. Τὸ δὲ μέγαν ἵππον, πιθανὸν ποιεῖ τὸν ἐντὸς αὐτοῦ λόχον ὑπὸ τῶν ἀρίστων. Τὸ δὲ φόνον καὶ κῆρα οὐκ ἂν ἔχοι διαφορὰν τῶν ὀνομάτων πρὸς ἄλληλα. Τὸ δὲ ἱππόθεν ἐκχύμενοι, ταυτὸν μέν ἐστι τῷ, κοῖλον λόχον ἐκπρολιπόντες. ἀστείως δὲ πέφρασται ὥσπερ ἂν εἰ καὶ ἐξ ἵππου ζῶντος εἴποι τις χυθῆναι τὰ ἐντός. καὶ οὐκ ἂν φράσοι τις τούτου κρεῖττον τὸ πρᾶγμα. ἔχει δὲ καὶ σπουδῆς πολλῆς ἔνδειξιν τὸ, ἐκχύμενοι, ὡς εἰ καὶ διερῷ ποδὶ ἐκδραμεῖν εἶπεν αὐτούς. καὶ ἔχει ἔμφασιν ἡ λέξις καθὰ καὶ τὸ, εἰς ἵππον κατεβαίνομεν, ὡς ἐν τοῖς μετὰ ταῦτα φανεῖται. Τὸ δὲ κεραΐζειν, ὅτι κυρίως μὲν ἐπὶ φθορᾶς τῆς ἐκ τῶν ζῴων κερασφόρων λέγεται καὶ ἄλλως δὲ ἐπὶ πολιορκίας καὶ λείας πολεμικῆς, ἐν Ἰλιάδι δεδήλωται. Ὅτι τοῦ ἀοιδοῦ Δημοδόκου τὰ κατὰ τὸν δούρειον ἵππον ᾄδοντος ἐν οἷς καὶ Ὀδυσσέως ἦν μνήμη, ἀκούων Ὀδυσσεὺς τήκετο. εἶτα ἑρμηνεύων τὸ τήκετο, ἐπάγει. δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς. ἐγκρατέστερον δὲ τοῦτο δάκρυον τοῦ ἀπὸ βλεφάρων χαμάδις βαλλομένου ὅτε Τηλέμαχος ἐν Πύλῳ ἔκλαιεν ἐπὶ τῷ πατρί. ἐχρῆν γὰρ ἑαυτοῦ τὸν φιλόσοφον Ὀδυσσέα κρατεῖν, ὡς καὶ μετρίως δακρύειν. εἶτα παραβολικῶς ἄλλως δεικνύων τὸ πολὺ τοῦ πένθους, φησίν, ὡς δὲ γυνὴ κλαίῃσι <!-- 1.314 -->φίλον πόσιν ἀμφιπεσοῦσα, ὅστε ἑῆς προπάροιθεν πόλιος λαῶν τε πέσῃσιν, ἄστεΐ τε καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ. ἡ μὲν τὸν, θνήσκοντα καὶ ἀσπαίροντʼ ἐσιδοῦσα, ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει. οἱ δέ τʼ ὄπισθεν κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους, εἴρερον εἰσανάγουσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζύν. τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαὶ, ὣς Ὀδυσσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν. οὐ μὴν ἐλεεινότατον μετὰ τὴν κάρτα φίλοικτον γυναῖκα. ἔδει γὰρ ὡς προσεχῶς ἐῤῥέθη, κατʼ ἄνδρα κλαίειν τὸν ἥρωα Ὀδυσσέα, καὶ οὐ γυναικώτερον. Ἴσως δὲ καὶ ἶσον ἐστὶ τὸ, ὣς ἐλεεινὸν δάκρυον εἶβε, πρὸς τὸ ἐλεεινότατον. εἰ γὰρ ἡ γυνὴ μὲν ἐλεεινότατον ἐδάκρυεν, Ὀδυσσεὺς δὲ ὣς ἐλεεινὸν δάκρυον εἶβε, δακρύει ἂν καὶ αὐτὸς ἐλεεινότατον. Ὅρα δὲ ὡς ἡ ῥηθεῖσα πλατεῖα παραβολὴ πρὸς αὐτὸ δὴ τοῦτο καὶ μόνον ἐλήφθη τὸ ἐλεεινὰ κλαίειν τὸν Ὀδυσσέα. ἄλλως δὲ ἀνδρὸς ἀριστίαν ὑποδεικνύει φιλοπατρίδος καὶ φιλοικείου, καὶ γυναικὸς φιλανδρίαν, καὶ πολεμίων ὠμότητα. Δῆλον δὲ ὡς αὔξει τοῖς οἰκείοις τὸ πένθος, ἀνὴρ καὶ φιλόπολις καὶ πεσὼν ἐν τῷ ἀμύνειν τοῖς ἑαυτοῦ. Τὸ δὲ τήκετο, κυρίως ἐπὶ χιόνος. τίθεται δὲ καὶ ἐπὶ κηροῦ καὶ πίσσης καὶ τοιούτων. καὶ νῦν μὲν οὕτω ψιλῶς ἐῤῥέθη. ἐν δὲ τοῖς ἑξῆς που ἐρεῖ τήκεσθαί τινα δακρύοις ὡς ὅτε χιὼν τὸ τοιοῦτον πάσχει πάθος. Τὸ δὲ ἀμφιπεσοῦσα, καιριώτατα ἐῤῥέθη ἐπὶ νεκρῷ. τὸ γὰρ ἀμφιβαλεῖν, ἐπὶ ζῶσι λέγεται. Τὸ δὲ ἀμύνων νηλεὲς ἦμαρ, ἐντελῶς νῦν ἔχει ῥηθὲν, ἀντὶ τοῦ ἀποσοβῶν τὴν κακὴν ἡμέραν. ὅτε μέντοι αὐτὸ κεῖται μόνον τὸ ἀμύνειν, ἐλλειπτικῶς ἔχει τότε καὶ κεῖται ἀντὶ τοῦ βοηθεῖν. Περὶ δὲ τοῦ ἀσπαίρειν ὃ δηλοῖ τὸ σπᾶσθαι καὶ ὡς ἐξ αὐτοῦ καὶ τὸ σπαρίζειν γίνεται, ἐδηλώθη ἀλλαχοῦ. νῦν δὲ οὐ πάρεργον εἰπεῖν καὶ ὅτι καθὰ σπαίρω καὶ κατὰ πλεονασμὸν ἀσπαίρω, οὕτω καὶ στάχυς ἄσταχυς, καὶ σταφὶς ἀσταφὶς, καὶ σφόδλος ἀσφόδελος ὡς ἐν τοῖς ἑξῆς που ῥηθήσεται. ἐν μέντοι τῷ ἀμέργειν καὶ μέργειν, ἄδηλον εἴτε τὸ ἀμέργειν ἐκ τοῦ μέργειν κατὰ πλεονασμὸν, εἴτε καὶ ἀνάπαλιν ἐκεῖθεν τὸ μέργειν κατὰ ἀφαίρεσιν. ἐξ ὧν καὶ ἀμοιργοί φασι, πόλεως ὄλεθροι. οἱ δʼ αὐτοὶ, καὶ μόργοι. οἱ ἀμέλγοντες δηλαδὴ τὸ κοινὸν, καὶ ἐκμυζῶντες οἱονεὶ τὰ ἀλλότρια. ἐν μέντοι τῷ, μαῦρον καὶ ἀμαυρὸν, φανερῶς τὸ μαῦρον ἀφαίρεσιν πέπονθεν ἐκ τοῦ ἀμαυρόν. Τὸ δὲ χυμένη, ὑγρότητα ὅ ἐστι τρυφερότητα σώματος δηλοῖ. ἢ καὶ σπουδαῖον δρόμον κατὰ τὸ, ἱππόθεν ἐκχύμενοι. Τὸ δὲ κόπτοντες, ἀντὶ τοῦ πλήττοντες. κατὰ τὸ, κόψε δὲ δειρήν. καὶ τίς ὁ κόπτων τὴν θύραν; τὸ μέντοι κατακόπτειν, ἐπὶ σφαγῆς, ὡς σὺν ἄλλοις καὶ ὁ κωμικὸς δηλοῖ ἐν τῷ κατεκόπησαν οὑτοιΐ. δῆλον δὲ ὅτι ἐν τῷ, οἱ δὲ, κόπτοντες, τοὺς πολεμίους δηλοῖ ἐλλειπτικῶς. οὐ γὰρ ἐξεφώνησέ που αὐτούς. Τοῦ δὲ δούρεσσι τὸ κοινὸν δούρασιν. ἐπεὶ καὶ ἡ πληθυντικὴ εὐθεῖα, δούρατα. καὶ ἡ γενικὴ, δοράτων. ἔσχε δὲ τροπὴν, ἵνα συνεξομοιωθῇ τῷ στομάτεσσι καὶ κτεάτεσσιν. Εἴρερος δὲ κατὰ τοὺς παλαιοὺς, αἰχμαλωσία. δουλεία. παρὰ τὸ ἐρᾶν εἴρειν. οἱ γὰρ ἐν δουλείᾳ, καὶ τοῦ λέγειν στέρονται μὴ παῤῥησιαζόμενοι. Τὸ δὲ ἀνάγουσι, περιττὴν ἔχει τὴν πρόθεσιν. ὡς καὶ τὸ, τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγεν. Ἰστέον δὲ ὅτι δεινῶς τῷ ποιητῇ πέπλασται τά τε κατὰ τὸν δούρειον ἵππον, καὶ ἀκολούθως ὁ τοῦ Ὀδυσσέως πολὺς κλαυθμὸς, ἵνα ἐρωτηθεὶς τί τὸ τοῦ κλαίειν οὕτως αἴτιον καὶ γνωσθεὶς πολυπραγμονηθῇ καὶ ἀναγκαίως ἐξείπῃ τὰ καθʼ ἑαυτόν. καὶ οὕτω σχῇ παρείσδυσιν τὰ ἐφεξῆς ἱστορηθησόμενα. διὸ καὶ νῦν πλάττει ὁ ποιητὴς, ὡς τοὺς μὲν ἄλλους πάντας ἐλάνθανεν Ὀδυσσεὺς δάκρυα λείβων, Ἀλκίνοος δὲ μόνος ἐπιφρασάμενος καὶ νοήσας, ἤκουσε γὰρ αὐτοῦ καὶ βαρὺ στενάχοντος, τόν τε Δημόδοκον ἐπέχει τοῦ ᾄδειν, καὶ αὐτὸς μὲν λαλεῖ τὰ ἐφεξῆς ὀλίγα. μετʼ αὐτὸν δὲ Ὀδυσσεὺς τὰ πάνυ πολλά. Ὅτι κατάπαυσις ἀοιδῆς γλυκείας μὲν οὐ πᾶσι δὲ φίλης τὸ, ὁ δεῖνα ἤδη σχεθέτω φόρμιγγα λίγειαν, οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει. τοιοῦτον δέ τι καὶ τὸ, ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω ἵνʼ ὁμῶς τερπώμεθα πάντες ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως. Ἀλκίνοος δὲ ταῦτα λέγει ὅτε Ὀδυσσεὺς ἔκλαιεν. εἶτα καὶ αἰτιολογῶν φησίν. εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται πομπὴ καὶ φίλα δῶρα τά οἱ δίδομεν φυσικῶς ῥηθέν. τὸ γὰρ διδόαμεν πλεονασμὸν ἔχει τοῦ α. Περὶ δέ τινος ἐπὶ δόρπια κλαίοντος ῥηθείη ἂν τὸ, ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδὸς, ἐκ τοῦ δʼ οὔπω παύσατʼ ὀϊζυροῖο γόοιο ὁ ξεῖνος. μάλα ποί μιν ἄχος φρένας ἀμφιβέβηκεν. ὅ πέρ ἐστιν ὅμοιον τῷ ἀμφεκάλυψεν, ὡς ἀπὸ νέφους ἢ δικτύου μετενεχθέν. οὐκ ἔστι γὰρ ἐνταῦθα νοῆσαι τὸ ἀμφιβεβηκέναι ἀντὶ τοῦ <!-- 1.315 -->ὑπερμαχεῖν. Τὸ δὲ ὤρορεν ἀοιδὸς, μετάθεσιν παθὸν κἀνταῦθα τῶν φωνηέντων ἀσαφῶς μὲν ἔχει διὰ τὴν ἔλλειψιν, δηλοῖ δὲ τὸ, ὡρμήθη θεοῦ. ὃ πρὸ ὀλίγων ἐγράφη ἔνθα ἐμπνέεσθαι ὑπὸ Μούσης ὁ ἀοιδὸς ἐλέγετο. οὔτε τὴν ἐρωτικὴν ἐκείνην ᾠδὴν καὶ γελωτοποιὸν, ἄνευ Μούσης ἐπιπνεούσης ἐκθέμενος, οὔτε τὴν στρυφνὴν καὶ ἀνδρικὴν τὴν κατὰ τὸν δούρειον ἵππον. ἐν αἷς καὶ τὴν μουσικὴν ἐνεδείξατο δύναμιν. τέρπουσαν μὲν πανταχοῦ, ἄλλως μέντοι καὶ ἄλλως. καὶ οὐδὲ ἀεὶ γέλωτα ὑποκινοῦσαν. ἀλλʼ ἔστιν οὗ καὶ δακρύων ῥοὴν ἀμαρεύουσαν. ἐν μὲν οὖν τοῖς κατὰ τὴν Ἀφροδίτην καὶ τὸν Ἄρην ἅπαντες διεχέοντο, ἐν δὲ τοῖς περὶ τοῦ δουρείου ἵππου οἱ μὲν ἄλλοι τέρπονται τῷ καινῷ τῆς κατὰ τὴν ἀοιδὴν ἱστορίας, Ὀδυσσεὺς δὲ κλαίει ἄμετρα, ὡς εἴρηται. καὶ τοῦτο μὲν τοιοῦτον. ὁ δὲ ὀϊζυρὸς γόος ὁ αὐτός ἐστι τῷ δακρυόεντι γόῳ. Ὅτι σεμνύνων ὁ ποιητὴς τήν τε ξενίαν τήν τε ἱκετείαν φησὶ γνωμικῶς οὕτως. ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται ἀνέρι, ὅστʼ ὀλίγον περ ἐπιψαύει πραπίδεσσιν ὅ ἐστι φρεσί. τοῦτο δὲ ἀντιπτωτικῶς κεῖται, ἵνα λέγῃ ὅτι ἀνδρὶ ὃς ὀλίγον τι ἐπιψαύει φρενῶν, τίμιον ὁ ἱκέτης καὶ ὁ ξένος. πολλῷ δὴ πλέον τῷ βαθυγνώμονι ὁ τοιοῦτος ἀνὴρ τίμιος. περιπέφρασται δὲ τὸ, ἀνέρι ὅστʼ ὀλίγον καὶ ἑξῆς. ἔστι γὰρ ὁ ὁλὸς στίχος ἀντὶ τοῦ ἀνέρι φρονίμῳ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-ach`.
