---
title: "Commentary on Homer's Odyssey: Book VII"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Η"
author: Eustathius of Thessalonica
eul_wid: xpw-acg
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-7-xpw-acg"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:69be2cd2c6b743de9d167da2e5e28f33d64df185701974157121d632234ee135"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book VII

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Η*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-acg` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-7-xpw-acg)

## Text

<!-- 1.252 -->Ὅτι χαρὰν ἐπὶ ἐνδημίᾳ ξένου δηλοῖ παρῳδηθὲν τὸ, οὐκ ἀέκητι θεοῦ ὃς Ὄλυμπον ἔχει, ἡμῖν ὅδʼ ἀνὴρ ἐπιμίσγεται. Ὅτι καὶ παρὰ τῷ ποιητῇ ἐπιτραπέζιος λέξις πολλαχοῦ τὸ παραθεῖναι. οἷον. πὰρ δʼ ἂρ Ὀδυσσεῖ θέσσαν βρῶσιν τε πόσιν τε. Ὅτι ἔπινε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς, ἁρπαλέως. δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος. τοῦτο δὲ, παντὶ οὕτω πειναλέῳ ἀνδρὶ προσαρμόζει. Ἰστέον δὲ ὅτι Σικελῶν κατὰ τὴν Ἡρακλείδου παράδοσιν τὸ ε ᾧ ἕπεται τὸ σίγμα, μετατιθέντων εἰς ἰῶτα οἷον ἑστία ἱστίη ὡς καὶ μετʼ ὀλίγα εἰρήσεται, δοκεῖ τὸ ἔσθω ἡμαρτημένον εἶναι. γενόμενον μὲν ἀπὸ τοῦ ἔθω προσλήψει τοῦ σίγμα. μὴ τρέψαν δὲ τὸ ε εἰς ι κατὰ τὸ ἔχω ἴσχω καὶ τὰ ὅμοια. αὐτὸ δὲ τὸ ἔθω οὗ χρῆσις ἐν τῷ, ἔθων Οἰνῆος ἀλωὴν, ἀπὸ τοῦ ἔδω λέγει ὁ Ἡρακλείδης παρῆκται Δωριέων ἔθει. οἳ φησὶ καὶ τὸν μαδὸν, μασθὸν λέγουσι. καὶ τὸ ψεῦδος ψύθος, ἄραντες τὸ ε. Τὸ δὲ ἁρπαλέως πάνυ ἀστείως ἔχον, τὸ πολὺ δηλοῖ τῆς εἰς τὸ ἐσθίειν σπουδῆς. Ὅτι οὐ μόνον ἵπποι κρατερώνυχες οἱ καὶ χαλκόποδες ἐν Ἰλιάδι, ἀλλὰ καὶ ἡμίονοι ἐνταῦθα. φησὶ γοῦν. ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας. Ὅτι δὲ καὶ λύκοι λέγονται κρατερώνυχες, ἀλλαχοῦ δηλοῦται. ἐν τούτοις δὲ, κεῖνται καὶ στεναὶ προαναφωνήσεις τῶν ἐφεξῆς. Ὅτι ἔργα κατʼ ἐξοχὴν ἐνταῦθα, τὰ γεωργικὰ ἐν τῷ, ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων. Καὶ ὅρα καὶ νῦν τὸ ἴομεν συστέλλον τὴν παραλήγουσαν καθʼ ὁμοιότητα τοῦ τίομεν καὶ κυλίομεν καὶ τῶν ὁμοίων. Ὅτι τὸ ἡγεμονεύειν ὅ ἐστι προηγεῖσθαι ὁδοῦ, αἰτιατικῇ συντάξας κἀνταῦθα Ὅμηρος, φησίν. ἔρχεσθον. ἐγώ δʼ ὁδὸν ἡγεμονεύσω. ἤγουν προηγήσομαι εἰς ὁδόν. Ὅτι ἐπιβαλὼν ὁ ποιητὴς ἐκφράσαι διὰ τῆς κόρης τὴν τῶν Φαιάκων πόλιν, περὶ μὲν αὐτῆς ἐκείνης, οὐδέν τι πλέον φησὶν, ἢ ὅτι περὶ αὐτὴν πύργος ὑψηλός. περιηγεῖται δὲ τὰ τοῦ λιμένος μάλιστα, λέγων. καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος. λεπτή δʼ εἰσίθμη. νῆες δʼ ὁδὸν ἀμφιέλισσαι εἰρύαται. πᾶσι γὰρ, ἐπίστιόν ἐστιν ἑκάστῳ. ἔνθα δʼ αὐτοῖς ἀγορὴ καλὸν ποσιδήϊον ἀμφίς. ῥυτοῖσι λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι, σπείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη. ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νηῶν καὶ νῆες ἐΐσαι. ᾗσιν ἀγαλλόμενοι, <!-- 1.253 -->πολιὴν περόωσι θάλασσαν. προαναφωνεῖ δὲ ταῦτα ὁ ποιητὴς, ἵνα πιθανολογηθῇ ὁ διὰ Φαιακικῆς νηὸς εἰς Ἰθάκην σωτήριος τοῦ Ὀδυσσέως πλοῦς. Ἀρετὴ δὲ λιμένος καὶ ἡ λεπτὴ εἰσίθμη, τουτέστι ἡ στενὴ δίοδος εἰς αὐτὸν, παρὰ τὸ εἰσιέναι γινομένη πλεονασμῷ τοῦ θῆτα. οὕτω καὶ τοῦ κατὰ Λαιστρυγόνας λιμένος, ἀραιὴ λεχθήσεται εἴσοδος. Ἐν οἷς ὅρα ὡς τῆς μὲν ἐνταῦθα εἰσίθμης, μετάληψις ἐκεῖ τὸ εἴσοδος. τῆς δὲ ἐκεῖ ἀραιᾶς, ἑρμηνεία ἐνταῦθα ἡ λεπτή. Ἐπίστιον δὲ, τὸ ὡς ἄν τις εἴποι ἐποίκειον. Ἰώνων δὲ ἡ λέξις, διὸ καὶ ψιλοῦται. καθὰ καὶ τὸ Ζεὺς καθάρσιος καὶ ἐπίστιος παρὰ Ἡροδότῳ, ἀντὶ τοῦ ἐφέστιος. καὶ Ἀθηναίων ἐπίστια. γίνεται δὲ ἀπὸ τῆς ἱστίας. ἥτις ὁμοίως τῇ ἑστία δασύνεται. αὐτὴ μὲν, ἀπὸ τοῦ ἵστασθαι. ἀπὸ τοῦ ἑστάναι δὲ, ἡ ἑστία. λέγεται δὲ τὸ ἐπίστιον, καὶ νεώριον. καὶ νεὼν περιεκτικῶς. καὶ νεῶν οἶκοι. καλοῦνται δὲ καὶ οἱ αἰγιαλοὶ, νεῶνες καὶ οἶκοι νεῶν. Αἴλιος δὲ Διονύσιος, λέγει ὅτι Ἴωνες μὲν, νεῶνας φασίν. Ἀττικοὶ δὲ, νεωσοίκους καὶ νεώρια. οἱ δʼ αὐτοὶ, καὶ νεωρεῖν φασι τὸ ναυφυλακεῖν. ὅτι δὲ ψιλωτικοὶ τῶν δασυνομένων οἱ Ἴωνες, δηλοῖ καὶ τὸ, λεύκιππος Περσεφόνη παρὰ Πινδάρῳ. καὶ τὸ αὐτόδιον, ὅ ἐστι κατὰ τὴν ὁδόν. καὶ ὁ ἀντήλιος, ἤγουν παρήλιος. καὶ ὁ ἀπηλιώτης. καὶ ἔπηλις ἡ ἐπὶ τοῦ προσώπου μελανία καὶ τὸ πῶμα τῆς λάρνακος ὥς φασιν οἱ παλαιοὶ κατὰ τὸν Σοφοκλῆν. ἡ δʼ αὐτὴ, καὶ ἔφηλις κοινῶς ὡς ἀπὸ τοῦ ἥλου. λέγονται δὲ Ἰωνικῶς, καὶ ἀντήλια τὰ καὶ παρώπια ἤγουν τὰ περὶ τὰς ὄψεις τῶν ἵππων ὡς φησιν Αἴλιος Διονύσιος. Ἰστέον δὲ ὡς εἰ καὶ Ἰώνων ἐστὶν ἡ ψίλωσις τοῦ ἐπίστιον, ἀλλʼ αὐτὴ ἡ λέξις τοῦ ἱστίου καθὰ καὶ ἡ ἱστία, Σικελῶν εἶναι πρὸ βραχέων ἐῤῥέθη καθʼ Ἡρακλείδην. ὃς εἰπὼν ὡς Σικελοὶ τὸ ἀρκτικὸν ε ᾧ ἕπεται τὸ σίγμα εἰς ι μετατιθέασιν, ἐπάγει ὅτι οὕτω τὴν τοιαύτην ἀκολουθίαν ἐκεῖνοι σώζουσιν, ὥστε κἂν μὴ ἕπηται τὸ σίγμα φύσει ἀλλʼ ἔξωθεν παρεισπέσῃ, ὁμοίως ποιοῦσι. τὸ γοῦν ἔχω, ἴσχω φασί. καὶ τὸ ἕπω, ἵσπω καὶ ἐνίσπω. οὕτω δὲ καὶ τὸ ἕζω ὅθεν τὸ καθέζομαι, ἵζω λέγουσι διὰ τὸ φύσει ἑπόμενον σίγμα τὸ ἀρκτικὸν τῆς συνθέσεως. τὸ γὰρ ζῆτα, ἐκ τοῦ σίγμα καὶ δέλτα σύγκειται. ταύτῃ τοι τὸ ἔσθω γραφόμενον φησὶ διὰ τοῦ ε, ἁμαρτάνεται. ὡς οἷα ὀφεῖλον, ἴσθω εἶναι. καὶ οὕτω μὲν τοῦτο. Ἰστέον δὲ καὶ ὡς εἰ καὶ τὸ ἐπίστιον Ἰωνικόν ἐστι καὶ Σικελικὸν, ἀλλὰ τὸ ἐφέστιον, ἀττικίζεται. Τὸ δὲ ἑκάστῳ, πρὸς λόγου ἀσφάλειαν πρόσκειται. οὐ γὰρ πᾶσι κοινὸν ἦν ἓν μόνον ἐπίστιον, ἀλλʼ ἰδίᾳ ἑκάστῳ. ταυτὸν δὲ, ἑνὶ ἑκάστῳ καὶ πᾶσιν εἰπεῖν. Ποσιδήϊον δὲ, τὸ τοῦ Ποσειδῶνος ἱερόν, οὗ ἡ προπαραλήγουσα, διὰ τοῦ ἰῶτα γράφεται, ὡς ἀποδραμόντος ἐκ τῆς διφθόγγου τοῦ ε, καθὰ ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. ἁπλοῦν δὲ τοῦ ποσιδήϊον παραγώγου ὀνόματος, ἢ τὸ ποσιδεῖον προπερισπωμένως ὡς τὸ Ἰσεῖον καὶ εἰδωλεῖον καὶ Ἡρακλεῖον ἃ δηλοῖ ναὸν Ἴσιδος καὶ εἰδώλων καὶ Ἡρακλέους, ἢ προπαροξυτόνως Ποσείδιον. ὥσπερ φασὶ καὶ Ἀπολλώνιον βραχέως, ἱερὸν Ἀπόλλωνος. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος. καὶ Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς. ἐχρῆν δὲ τοὺς ἐκ Ποσειδῶνος κατάγοντας ὡς ἡ ἐφεξῆς ῥαψῳδίᾳ δηλώσει ἔτι δὲ καὶ ναυτικωτάτους καὶ νησιώτας, ἱερὸν Ποσειδῶνος τιμᾶν κατʼ ἐξαίρετον. Σημείωσαι δὲ ὅτι πολλὰ περιεκτικὰ διφοροῦνται παρὰ τοῖς παλαιοῖς. ὧν καὶ τὸ ῥηθὲν Ἀπολλώνιον διὰ τοῦ ι. κατά τινας δὲ, διὰ διφθόγγου κατὰ τὸ Ἡράκλειον. καθʼ ἑτέρους δὲ, Ἀπολλωνεῖον ὡς Ἰσεῖον. οὕτως οὖν ἴσως ἀδιάκριτον καὶ τὸ Ποσιδεῖον ἢ Ποσίδειον. ἐξ οὗ κατὰ διάλυσιν καὶ ἔκτασιν τὸ ποσιδήϊον. εἰς δὲ τὰ καινὰ περιεκτικὰ, τακτέον καὶ τὸ ἐν τοῖς τοῦ Ἀθηναίου χορηγεῖον τοῦ Διονύσου. ἔτι δὲ καὶ τὸ παρʼ ἄλλοις, ἅλειον. ὅπερ ἦν Ἡλίου ἱερὸν κατὰ ῥοδίους. Δωρικὴ δέ φασιν ἡ τοιαύτη φράσις. Ἰστέον δὲ ὅτι τὸ εἰρημένον ῥοδιακῶς ἅλειον, κοινῶς ἡλιεῖον λέγεται ὡς δηλοῖ ὁ γράψας ὅτι Ἡφαιστεῖον καὶ Ἡλιεῖον, ἱερὸν Ἡφαίστου καὶ Ἡλίου. ἐκεῖνος δὲ καὶ τὸ προῤῥηθὲν Ἀθήναιον ὕποπτον ποιεῖ ἐν τῷ εἰπεῖν Ἥραιος μὲν, κύριον. ἡραῖος δὲ, ναὸς Ἥρας. δόξοι γὰρ ἂν ἴσως οὕτω, καὶ τὸ Ἀθήναιον προπερισπᾶσθαι. οὐ καλὸν μέντοι τοῦτο. ἀλλʼ ὁ μὲν ἡραῖος ναὸς, ἑτέρῳ λόγῳ προπερισπασθήσεται. τὸ δὲ ἀθήναιον, τονώσει ὁμοίως ἑαυτῷ, τὰ ἥραια. καὶ οὕτω μὲν ταῦτα. Ὁμοιότης δὲ ἀπελεύσεως τοῦ ε ψιλοῦ ἐκ τῆς ει διφθόγγου ὁποίαν ἔπαθεν ἡ μετὰ τὴν ἄρχουσαν δευτέρα συλλαβὴ τοῦ ποσιδήϊον, ὡς ἐκ πολλῶν ὀλίγα παραθέσθαι, καὶ ἐν τῷ ἰκόνιον ὡς ἐκ τῆς εἰκόνος. καὶ τῷ χιράδες ἐκ τοῦ χεὶρ χειρός. χιράδες γὰρ, αἱ ἐκ τῶν χειρῶν ῥαγάδες. καὶ τῷ λιμὸς ἀπὸ τοῦ λέλειμμαι, καὶ τῷ χίδρα, ὡς χειρὶ δρεπόμενα καὶ ψωχόμενα. ὁποῖα τὰ ἐκ ληΐων καὶ λοιπῶν σπορίμων. Ἀλκμὰν δέ φασι χίδρα οἶδε, τοὺς ἑφθοὺς πυρούς. Τὸ δὲ ἀμφὶς, ἀντὶ τοῦ κύκλῳ. ἵνα ἡ ἀγορὰ <!-- 1.254 -->εἴη πάντοθεν καλὴ διὰ τὸ ἐσκευάσθαι εἰς ποσιδήϊον. Ῥυτοὶ δὲ λίθοι, οἱ ἑλκυστοὶ διὰ τὸ μέγεθος. Κατωρυχέες δὲ, οἱ κατορωρυγμένοι, ὅ ἐστιν εὖ τεθεμελιωμένοι. ἢ ὧν τὸ μὲν, κατορώρυκται. τὸ δὲ, ὑπερφαίνεται. Τὰ δὲ τῶν νηῶν ὅπλα ἑρμηνεύων, ἔφη πείσματα περὶ ὧν καὶ προεῤῥέθη. καὶ σπεῖρα, ἤγουν ὑφάσματα ἐξ ὧν τὰ ἱστία. ἣ σπεῖρας διʼ ὧν αἱ σπεῖρας διʼ ὧν αἱ νῆες ἕλκονται. ἢ διʼ ὧν οἱ τροχίλοι δεσμοῦνται. Τὸ δὲ καὶ ἀποξύνουσιν ἐρετμὰ, δύναται μὲν ταυτὸν τῷ λεπτύνουσιν ἢ καὶ ἀποξύουσι. σχήματος δὲ ἔχει ἐναλλαγήν. εἶχε γὰρ εἰπεῖν, πείσματα καὶ σπεῖρα καὶ ἐρετμά. ὁ δὲ, ἀνελπίστως ἔφρασε μετὰ καὶ ῥήματος, περιαιρῶν τῆς φράσεως τὸ ὁμοειδές. Ἐν δὲ τῷ, ἀλλʼ ἱστοὶ, ὅρα ὡς ἦν μὲν τῷ ποιητῇ, φράσαι καλῶς ὅτι οὐ μέλλουσι τοῖς Φαίαξιν ὀϊστοὶ ἀλλʼ ἱστοί. ὁ δὲ, τὸ σεμνότερον ἐπιλεξάμενος, εἶπεν ὡς οὐ μέλει αὐτοῖς βιός. ἵνα μὴ κάλλος ἐπιτηδεύσητο ἄκαιρον. Σημείωσαι δὲ καὶ ὡς εἴπερ οὕτως οἱ Φαίακες ἀπόλεμοι, οὐδʼ ἂν ἡ βασιλικὴ παῖς δαΐφρονα τὸν πατέρα καλοίη, ὡς δαΐα φρονοῦντα. ὡς φρόνιμον δὲ ἀπὸ μαθήσεως καὶ συνεθισμοῦ. Τὸ δὲ αἷς ἀγαλλόμενοι, ἀγάλματα καὶ τοῖς Φαίαξι τὰς νῆας ὑποβάλλει κατὰ τὸ Ὁμηρικὸν ἔθος εἰπεῖν. Ὅτι μιμούμενος ὁ ποιητὴς τὸ τοῦ δήμου ἀτάσθαλον βωμολόχον καὶ ὡς αὐτός φησιν ὑπερφίαλον, κωμικεύεται κατὰ τῆς Ναυσικάας. πλάττων αὐτὴν κατὰ ἠθοποιΐαν, λέγουσαν ὡς εἴποι ἄν τις κακώτερος ἤγουν κακὸς δυσγενὴς ἀντιβολήσας. τίς δʼ ὅ δὲ Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε ξεῖνος. ποῦ δέ μιν εὗρε. πόσις νύ οἱ ἔσσεται αὐτῇ. ἢ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν. ἢ τίς οἱ εὐξαμένη πολυάρητος θεὸς ἦλθεν οὐρανόθεν καταβάς. ἕξει δέ μιν ἤματα πάντα. βέλτερον εἴ κʼ αὐτή περ ἐποιχομένη πόσιν εὗρεν ἄλλοθεν. ἦ γὰρ τούς δέ γʼ ἀτιμάζει κατὰ δῆμον Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί. Καὶ ταῦτα εἰποῦσα ἡ κόρη, ἐπάγει. ὣς ἐρέουσιν. ἐμοὶ δʼ ἂν ὀνείδεα ταῦτα γένοιτο. τὰ δὲ τοιαῦτα ὀνείδη, καὶ φῆμιν ἀδευκέα πρὸ τούτων εἶπε καὶ μῶμον. ἔφη γάρ. τῶν ἀλεείνω φῆμιν ἀδευκέα μή τις ὀπίσσω μωμεύῃ. μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον. Καὶ ὅρα ἐν τούτοις τὸ φῆμιν. οὗ καθὰ καὶ ἐν ἄλλοις ἐγράφη, διὰ τοῦ ἰῶτα τὸ τέλος ὡς ἀπὸ εὐθείας τῆς, ἡ φῆμις ὡς ἡ μῆνις. Ἀδευκὴς δὲ καὶ νῦν, ἢ ἡ ἀδόκητος παρὰ δέκω, ἢ ἡ δακνηρὰ τὸ καὶ πικρά. ἵνα λέγηται φῆμις ἀδευκὴς ὡς καὶ καπνὸς ἀδευκής. Τὸ δὲ εὗρεν, ἀστείως ἔχει ῥηθὲν ὡς ἐπὶ ἑρμαίου τινός. εὕρημα γὰρ, τὸ κατὰ τύχην ἀγαθόν. δὶς δὲ τοῦτο ἔφη ἐνταῦθα, διὰ τὸ καίριον. Καὶ ὅρα ὡς ἐντεῦθεν ἡ κόρη ἀρξαμένη, ἀντισεμνύνει τὸν Ὀδυσσέα ἐφʼ οἷς πρὸς ἐκείνου προεπηνέθη. καὶ εἰποῦσα εὐτυχῶς αὐτὸν εὑρεῖν εἰς ἄνδρα. εἶτα καὶ θεῷ αὐτὸν εἰκάζει, ὡς ἐκεῖνος αὐτὴν θεᾷ τῇ Ἀρτέμιδι. καὶ καλὸν καὶ μέγαν τὸν Ὀδυσσέα λέγει, ὡς ἐκεῖνος αὐτὴν τοῦ εἴδους καὶ τοῦ μεγέθους. καὶ τῆς φυῆς ἐθαύμασε. μετʼ ὀλίγα δὲ, καὶ ἥρωα προσφωνεῖ. καὶ οὕτως ὃν ἔρωτα εἶχεν εἰς νοῦν, ἀνεκάλυψε κατὰ θαυμασίαν μέθοδον ὡς ἄλλου τινὸς δῆθεν τοιαῦτα ἐροῦντος. ἄλλως γὰρ, ἀνέκφορος ἦν ἤδη δὲ καὶ ἑαυτὴν πάνυ συνιστᾷ εἰ οὕτως ἐστὶν ἀξιέραστος ὡς μὴ μόνον πολλοὺς αὐτὴν μνηστῆρας Φαίακας ἔχειν ἀλλʼ ἔχειν τι καὶ θεοῦ ἐφολκόν. Τὸ δὲ οὔ τινες ἐγγύθεν εἰσὶ, πρὸς θάμβος καὶ τερατείαν ἐῤῥέθη. ἄλλως γὰρ, ἀντικρὺ τῆς Ἠπείρου κείμενοι, ἐγγυτάτω εἶχον τοὺς Ἠπειρώτας οἱ Φαίακες. Σημείωσαι δὲ καὶ ὡς ἀφόρητον κακὸν τοὺς τοῦ δήμου καὶ ἡ βασιλικὴ αὕτη παῖς οἶδε, μὴ δὲ τῶν μειζόνων φειδομένους ἐν καιρῷ. Ὅτι γνώμη παιδευτικὴ τὸ, καί δʼ ἄλλῃ νεμεσῶ ἥτις τοιαῦτά γε ῥέζοι, τουτέστιν. ἥτʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων, ἀνδράσι μίσγεται ὅ ἐστι σύνεστι, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν. ἤγουν πρὶν φανερῶς ἄνδρα λαβεῖν. ἐπεί τοι μετὰ γάμον, οὐ κεκώλυται καὶ ἑτέροις ἀνδράσι μίσγεσθαι ἐμφανιζομένας, ὃ καὶ ἡ Ἑλένη πρὸ βραχέων ἐποίησε. καὶ ἡ Πηνελόπη δέ. καὶ ἄλλως δὲ, μιχθήσονται ὅ ἐστι παρέσονται καὶ παρθένοι ἀνδράσιν ἐνώπιον γονέων. ὡς ἡ Ναυσικάα ἐν τοῖς ἑξῆς παρέσται καὶ ἐν ἐπηκόῳ προσφωνήσει τὸν Ὀδυσσέα, ἕτερον μέντοι τοῦτο μίσγεσθαι. ὁ δὲ ποιητὴς ἐνταῦθα φησὶν ἀνδράσι μίσγεσθαι οὐκ ἂν τολμήσῃ παρθένος, ὄντων ὅ ἐστι ζώντων τῶν τεκόντων. οὓς φίλους κατʼ ἐξοχὴν καλέσας, ἐπήγαγε πρὸς ἑρμηνείαν τὸ, πατρὸς καὶ μητρός. Τὸ δὲ νεμεσῶ, νῦν μὲν, ἐνεργητικῶς ἐξεφωνήθη. τὰ πλείω δὲ, παθητικῶς λέγεται. Ὅτι ὁ συμβουλευόμενός τινι περὶ τῆς οἴκαδε πομπῆς, ἐρεῖ. ξεῖνε, σύ δʼ ὧδʼ ἐμέθεν ξυνίει ἔπος ὄφρα τάχιστα πομπῆς καὶ νόστοιο τύχῃς. Καὶ ὅρα τὸ, ξυνίει ἔπος, αἰτιατικῇ συνταχθέν. <!-- 1.255 -->δῆλον δʼ ὅτι καὶ γενικῇ συντάσσεταί ποτε Ἀττικῶς. Ὅτι ἀγλαὸν ἄλσος Ἀθηνᾶς ὑπογράφων, οὕτω φησί. δήομεν ἀγλαὸν ἄλσος Ἀθήνης, αἰγείρων. ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών. ἔνθα τεθαλυῖαν ἀλωὴν καὶ τέμενος εἶναι τοῦ Ἀλκινόου ἡ κόρη φησὶν, ἐγγὺς τῆς πόλεως. Ἔστι δὲ τέμενος, ἰδιαίτατος τόπος περιωρισμένος καὶ οὕτως ἀποτετμημένος τῶν ἐγγύς. τέμενος γὰρ ἐπὶ ναοῦ, οἱ μεθʼ Ὅμηρον οἴδασιν. ὁ δὲ ποιητὴς οὐδὲ ἱερὸν ἁπλῶς τόπον λέγει τὸ τέμενος, ἀλλὰ τὸν κατὰ ἀποτομὴν ὄντά τινος. Τὸ δὲ ἄλσος, Αἰολικὴ λέξις ἀπὸ τοῦ ἄλλω ἄλσω. διὸ καὶ ψιλοῦται. ψιλωτικοὶ γὰρ ὥσπερ Ἴωνες, οὕτω καὶ Αἰολεῖς. Ἐν δὲ τῷ, Ἀθήνης, λείπει τὸ ἱερόν. προϊὼν οὖν φησὶν ἐντελῶς, κλειτὸν ἄλσος ἵκοντο ἱρὸν Ἀθηναίης. Αἰγείρων δὲ τὸ ἄλσος, ἐπεὶ κατὰ τοὺς σοφοὺς μεγαλοπρεπέστερον τὸ τῶν ἀειθαλῶν καὶ ἀκάρπων φυτῶν κτῆμα. Τὸ δὲ νάει, πρωτότυπόν ἐστι τῶν Νηΐδων καὶ τοῦ νάματος καὶ τοῦ Νηρέως καὶ τῶν τοιούτων. Ἐν δὲ τῷ, ἀμφὶ δὲ λειμὼν, λείπει τὸ ἐστίν. οὐ γὰρ δήπου τὸ νάειν προσαρμόττει καὶ τῷ λειμῶνι. Ὅτι κεῖται καὶ ἐνταῦθα χρόνος ἐπὶ ὀλιγίστου ἐν τῷ, ἔνθα καθεζόμενος, μεῖναι χρόνον εἰσόκεν ἡμεῖς ἄστυδε ἔλθωμεν, ὃ πάνυ ἦν ἐγγυτάτω. Ὅτι ἐν τῷ, ἐπὰν ἡμᾶς ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι, ἀντὶ τοῦ στοχάζεσθαι κεῖται τὸ ἔλπεσθαι. Ὅτι ἐνδόξου ἀνθρώπου δώματα ὑπογράφει τὸ, ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί. καὶ ἂν πάϊς ἡγήσαιτο νήπιος. οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται τὰ τῶν ἄλλων. τοῦτο δὲ ὡς οἷον προαναφωνητικῶς εἶπε. νεάνιδι γὰρ εἰκασθεῖσα ἡ Ἀθηνᾶ, δείξει τῷ Ὀδυσσεῖ τὰ τοῦ βασιλέως δώματα. οὕτω γὰρ ἐχρῆν, ἵνα μὴ τελείῳ προσώπῳ περιτυχὼν ὁ ξένος καὶ ἀλήτης, λόγους δώσει τῷ ποιητῇ ἔξω καιροῦ. διὸ οὐδὲ ἡμέρας οὔσης εἰσέρχεται τὴν πόλιν Ὀδυσσεὺς, ἀλλὰ μετὰ δύσιν ἡλίου. ὡς ἂν μή τινι περιτυχὼν ἢ θεαθεὶς, πράγματα ἕξει ἐν μὴ δέοντι. κερτομούμενος κατὰ τὸν ποιητὴν ἢ ἐρωτώμενος. Τὸ δὲ καὶ ἂν πάϊς ἡγήσαιτο, Ἀττικὸς ἀνὴρ συναλείψας, κἂν πάϊς ἐρεῖ. καθὰ καὶ Σοφοκλῆς τὸ, καὶ ἂν ἐξέπραξεν εἰ κατημέλησʼ ἐγὼ, κἂν ἐξέπραξεν ἔφη. Ὅτι τὸ ὅτε εἰσέλθῃς περιφράζων, φησίν. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή. ἔστι δὲ τὸ κεκύθωσιν ἤτοι κρύψωσιν, ἢ δεύτερος ἀόριστος ἐκ τοῦ κεύθω ἔκυθον καὶ Ἰωνικῶς κέκυθον, ἢ μέσος παρακείμενος τοῦ αὐτοῦ ῥήματος καθʼ ὁμοιότητα τοῦ ἐληλύθωσιν. Ὅτι ὡς καὶ προεγράφη ἀφελῶς κατὰ ἀρχαϊσμὸν ἡ Ἀρήτη κάθηται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ, ἠλακάτα στρωφῶσα, ὡς καὶ τοῦτο προεδηλώθη, ἁλιπόρφυρα. θαῦμα ἰδέσθαι. κίονι κεκλιμένη. δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν. ἔνθα καὶ ὁ τοῦ Ἀλκινόου θρόνος ποτὶ κέκλιται αὐγῇ ἢ αὐτῇ. τῷ, ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὣς, κατὰ τὸν τῆς κόρης λόγον. ἣ μηδὲν ὑψηλὸν φρονοῦσα, ἀθανάτῳ εἰκάζει τὸν τρυφῶντα πατέρα ὡς δῆθεν θεῖον ὂν τὸ τοιοῦτον. Αὐγὴν δέ φασι πυρὸς λέγει, τὸν φωτιζόμενον τόπον ὑπὸ πυρός. Τὸ δὲ κεκλίσθαι ὅτι οὐ μόνον ἀνάκλισιν ἀλλὰ καὶ περιοχήν τινα δηλοῖ, πολλαχοῦ τῆς ποιήσεως φαίνεται. Περὶ δὲ ἐσχάρας ᾗ παρώνυμος ὁ κοινῶς παρεσχαρίτης λεγόμενος, δηλοῦται μὲν καὶ ἐν ἄλλοις. ἐνταῦθα δὲ, μνηστέον τοῦ εἰπόντος ὅτι βωμὸς μὲν, ὁ προσβάσεις ἔχων. ἐσχάρα δὲ, ἡ πρὸς βιωτικὴν γινομένη χρῆσιν ἐπὶ γῆς. τὰ δὲ πολυτελῆ φησιν, ἑστίαι. μέγαρον δὲ, περιῳκοδομημένον ἐστὶ, καὶ σημαίνει οἶκον. γράφεται δὲ καὶ ἱστία διὰ τοῦ ἰῶτα ὡς ἐν τοῖς ἑξῆς φανεῖται, καὶ διὰ τοῦ ε. ὅθεν ὁ ἄοικος, ἀνέστιος. Ἑστία δέ φησι, καὶ σωματοειδὴς θεὰ, ἡ καὶ διὰ τοῦ ι οἷον. Ἱστίην καὶ Δήμητραν καὶ Ἶριν χρυσοπέδιλον. Νεάνθης δέ φασιν ὁ Κυζικηνὸς, λέγει ὡς βωμοὶ μὲν, δαιμόνων. ἐσχάραι δʼ, ἡρώων. Σοφοκλῆς δὲ, καὶ ἀντὶ βωμοῦ οἶδεν ἐσχάραν. λέγει δὲ καὶ Εὐριπίδης, μηλοσφαγεῖ τε δαιμόνων ἐπʼ ἐσχάραις. ὅτι δὲ καὶ ἕλκους ἐσχάρα τροπικῶς, ἀλλαχοῦ ἐῤῥέθη. καὶ ὅτι αἱ εἰρημέναι προσβάσεις, ἐτυμολογοῦσι τοὺς βωμούς. καὶ ὅτι ἡ πρόσγειος ἐσχάρα, καὶ βαῦνος λέγεται εἰσέτι καὶ νῦν, ἀφʼ ἧς ὁ βάναυσος. εἰ δὲ ἡ θυτικὴ ἐσχάρα παρὰ τὸ ἔχειν ἀρὰς παρῆκται, ζητητέον καὶ αὐτὸ ἑτέρωθι. οἰκονομικῶς δὲ πλάττει ὁ ποιητὴς ἐπʼ ἐσχάρῃ νῦν καθῆσθαι ἀπεριέργως τοὺς βασιλεῖς. ἵνα αὐτόματος ἐπελθὼν Ὀδυσσεὺς, ἐντύχῃ αὐτοῖς καὶ ἱκετεύσῃ. παραμειψάμενος μὲν κατὰ τὴν συμβουλὴν τῆς κόρης, τὸν πατέρα μητρὸς δὲ περὶ γούνασι χεῖρας βαλών. ὅ ἐστι περιφραστικῶς, γουνασάμενος. ἵνα φησὶ, νόστιμον ἦμαρ ἴδηαι χαίρων, καρπαλίμως. εἰ καὶ μάλαπερ τηλόθεν ἐσσί. Καὶ ὅρα ὡς τῇ γυναικί, ἐφʼ οἷς δέον ὁ Ἀλκίνοος εἰς τὰ μάλιστα πείθεται. ὡς δὲ καὶ τιμᾷ ἐκεῖνος τὴν γυναῖκα καὶ ὡς εὐλόγως, ἡ ἐφεξῆς ῥαψῳδία ἐρεῖ. Ὅτι ἐν τῷ, αἱ δὲ, τουτέστιν αἱ ἡμίονοι εὖ <!-- 1.256 -->μὲν τρώχων εὖ δὲ πλίσσοντο πόδεσσι, τὸ μὲν τρώχων, ἀντὶ τοῦ ἔτρεχον, ἀπὸ τοῦ τρωχῷ. οὗ ἡ γραφὴ, ὁμοία τῷ στρωφῶ καὶ τρωπῶ καὶ τοῖς ὁμοίοις. Τὸ δὲ πλίσσοντο, λέξις μέν ἐστιν Ἰωνική. κατὰ δὲ τοὺς πλείονας, Δωρική. δηλοῖ δὲ, τὸ βηματίζειν καὶ μεταφέρειν σκέλος παρὰ σκέλος. ὅθεν καὶ πλὶξ, τὸ βῆμα. τὸ δʼ αὐτὸ, καὶ πλίγμα. καὶ πλίξας, ὁ βηματίσας. καὶ περιπεπλιγμένον, τὸ περιβεβηκός. καὶ ἀπεπλίξατο, τὸ ἀπέβη, παρὰ τῷ κωμικῷ ἐν Ἀχαρνεῦσι. καὶ Ἱπποκράτης δέ φασι πλίγμα λέγει, τὸ μεταξὺ τῶν μηρῶν διάστημα. ὅθεν καὶ διαπεπλίχθαι, τὸ περιπλέκειν τοὺς πόδας. ἔστι δὲ τὸ μὲν τροχάζειν, συντόνου κινήσεως. ἑτεροίας δὲ, τὸ πλίσσεσθαι πόδεσσιν. ἵνα λέγῃ τὰς ἡμιόνους, ἀγαθὰς εἶναι καὶ τρέχειν καὶ ἄλλως δὲ ἁπλῶς βαδίζειν. Ὅτι νόῳ ἐπέβαλλεν ἱμάσθλην ἡ κόρη, τουτέστι, φρονίμως ἡνιόχευεν ὅπως ἅμα ἕποιντο οἱ πεζοί. καὶ ἄλλως δὲ ἡ κόρη νόῳ ἱμάσσει, ὡς μετροῦσα τὴν ὥραν. ἵνα πρὸς ἑσπέραν εἰς τὴν πόλιν ἔλθῃ ὡς καὶ μετʼ ὀλίγα ῥηθήσεται. Ἡ δὲ ἱμάσθλη, γίνεται μὲν παρὰ τὸν ἱμάντα ἐξ οὗ ἴσως κατὰ ἀφαίρεσιν τῆς ἀρχούσης, καὶ ὁ μεμαλαγμένος λῶρος. λέγεται δὲ πολυωνυμίας λόγῳ, καὶ μάστιξ ἡ αὐτὴ, ἔτι δὲ καὶ κέντρον. ἀφʼ οὗ ἵπποι κεντρηνεκέες. ἀνάπαλιν αὐτοὶ ὄντες τοῖς δίχα κέντροιο θέουσι. τοιούτου δὲ κέντρου, σύνθετον καὶ τὸ βούκεντρον, ἑτεροῖον μέντοι παντελῶς αὐτό. πρὸς ὅπερ ὁ ἀντιβαίνων βοῦς, λακτίζειν πρὸς κέντρα λέγεται. δῆλον δʼ ὅτι καὶ ἐπὶ ἀνδρείου μορίου κωμικεύεται τὸ κέντρον, ὡς δηλοῖ τὸ, εἰς οὐχʼ ὁσίην τρυμαλίην τὸ κέντρον ὠθεῖ. Ὅτι πρὸς τὸν δυσωπούμενον ἄρτι γοῦν ἐλεῆσαι εἰ καὶ μὴ πρὸ τούτου ἐπείθετο, εἰκὸς ῥηθῆναι τὸ, κλῦθί μοι ὁ δεῖνα. νῦν δή περ μου ἄκουσον, ἐπεὶ πάρος οὔποτʼ ἄκουσας ῥαιομένου, ὅτε μʼ ἔῤῥαιεν ὁ δεῖνα. δὸς δέ με φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν. ὃ δή τις καὶ ἐν Ἰλιάδι ἱκετεύων εὔξατο, ἐθέλων καὶ φιληθῆναι καὶ ἐλέους τυχεῖν. Ὅτι τὸ, οὔπω φαίνετο ἐναντίη, ἀντὶ τοῦ, οὐ παρίστατο ἐναργὴς, ἀλλὰ πόῤῥωθεν ἐβοήθει. περὶ Ἀθηνᾶς δὲ ὁ λόγος. Ὅτι τὸ ζαφελῶς μενεαίνειν, ἐχρῆν μὲν βαρύνεσθαι ὡς ἀπὸ βαρυτόνου ὀνόματος τοῦ ζάφελος, καθὰ καὶ ἐν Ἰλιάδι γέγραπται. ἐπεκράτησε δὲ ἡ τοῦ Ἀριστάρχου ἐπὶ τῷ περισπασμῷ ἀρέσκεια. διατί δὲ τῷ Ποσειδῶνι ζαφελῶς μενεαίνοντι κατὰ Ὀδυσσέως ἡ Ἀθηνᾶ οὐκ ἀντέστη, Εὐριπίδης ἐξ Ὁμήρου κερδήσας, λύει σαφέστερον ἐν τῷ κατʼ αὐτὸν Ἱππολύτῳ. ἔνθα ἡ Ἄρτεμις ἔθος εἶναι θεοῖς φησι, μὴ ἀντικαθίστασθαι ἀλλήλοις ὅτέ τινα βλάπτουσι, κἂν ὁ φίλτατος ἀνθρώπων εἴη. καθὰ καὶ αὐτὴ οὐκ ἀντέπραξε τῇ Ἀφροδίτῃ ἐφʼ οἷς ἐθανάτου τὸν φίλον Ἱππόλυτον.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Η. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ναυσικάα εἰς τὴν πόλιν ἀφικνεῖται. καὶ μετʼ ὀλίγον ὁ Ὀδυσσεὺς ἱκετεύει Ἀρήτην Ἀλκινόου τοῦ βασιλέως γυναῖκα. καὶ μετὰ τὸ δεῖπνον πυνθανομένης ὁπόθεν τὴν ἐσθῆτα ἔσχεν, ἐγνώρισε γὰρ αὐτὴν, τὰ συμβάντα αὐτῷ κατὰ τὸν πλοῦν ἀπὸ τῆς Ὠγυγίας μέχρι τῆς τῶν Φαιάκων γῆς διηγεῖται.

ΟΔΥΣΣΕΙΑΣ Η. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

Ὅτι Ὀδυσσέως εἴσοδος πρὸς Ἀλκίνοον, ἡ παροῦσα ἐπιγράφεται ῥαψῳδίᾳ. πεζεύει δὲ ἡ ταύτης καταρχὴ τὴν Ναυσικάαν ἐκ τῆς ἡμιονείας ἀπήνης. καὶ οἱ κασίγνητοι ἀμφίστανται αὐτὴν, ἀθανάτοις ἐναλίγκιοι, ὅτι καὶ ἀγχίθεοι ὡς προγέγραπται. ὑπʼ ἀπήνης δὲ ἡμιόνους λύουσιν ἐσθῆτά τε εἰσφέρουσιν ἔσω, τουτέστι τὰ πλυθέντα εἵματα. αὐτὴ δʼ ἐς θάλαμον ἤϊε. δαῖε δέ οἱ πῦρ φωτὸς χάριν γρῆυς ἀπειραίη θαλαμηπόλος Εὐρυμέδουσα. ἥν ποτε ἀπείρηθεν νέες ἤγαγον, ἢ μάχης νόμῳ, ἢ κατὰ ἐμπορίαν. Ἀλκινόῳ δὲ γέρας ἔξελον, οὕνεκα πᾶσι Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν. ἣ τρέφε Ναυσικάαν, καὶ ἑξῆς. Καὶ ὅρα ὡς φανερῶς ἄνακτα Φαιάκων λέγει τὸν Ἀλκίνοον, εἰ καὶ ἄλλως ἀριστοκρατεῖσθαι ὡς καὶ προελέχθη, φαίνονται οἱ Φαίακες. καὶ ὅτι ἀγαθὸς βασιλεὺς ὁ Ἀλκίνοος εἴγε ὡς θεοῦ αὐτοῦ ἤκουον οἱ τοῦ δήμου. Τὸ δὲ ἐσφέρειν, διαφέρει πάντως <!-- 1.257 -->τοῦ ἐκφορεῖν. ὡς γοῦν ἐσφόρεον πρὸ τούτων μέλαν ὕδωρ εἰς τὰς πλυνοὺς αἱ ἀμφίπολοι, οὕτως ἐσφέρουσι καὶ οἱ βασιλικοὶ παῖδες ἐσθῆτα ἔσω. ἐκφορεῖται δὲ ναῦς. καὶ ἐκφέρεται λόγος, ὁ καὶ ἔκφορος διατοῦτο λεγόμενος. Ἐν δὲ τῷ, Ἀπειραίη γραῦς οὗ ἑρμηνευτικὸν τὸ Ἀπείρηθεν, σημείωσαι ὅτι ὁ πολλαχοῦ τὴν Φαιακίαν ἐκτοπίζειν ἐθέλων διὰ τὸ τερατωδέστερον, ἐνταῦθα ἐνέφῃνε τὴν ἀληθῆ θέσιν αὐτῆς. πλάσας τὴν βασιλικὴν θαλαμηπόλον γραῦν, ἐκεῖθέν ποθεν αἰχμαλωτισθεῖσαν ἐκ τῆς ἀντιπέραν γῆς, ἰδίως οὕτω καλουμένης Ἠπείρου ὡς καὶ ἐν ἄλλοις ἐγράφη, ὁμωνύμως τῇ ὅλῃ γῇ. Καὶ ὅρα ὡς οὐ διὰ τοῦ ἦτα Ἤπειρον κατὰ τοὺς ὕστερον ἀλλὰ διὰ ἄλφα ἔφη Ἄπειρον τὴν ἰδίως οὕτω καλουμένην χώραν. καὶ τὴν ἐξ Ἠπείρου γραῦν, Ἀπείρηθεν ὁμοίως τῷ ἀθήνηθεν Θήβηθεν. σεμνότερον δὲ τοὔνομα τῇ γραῒ, τοῦ δε σποινικοῦ. τοιοῦτον γὰρ τὸ Εὐρυμέδουσα πρὸς τὸ Ναυσικάα. Τὸ δὲ πῦρ ἔδαιε, πῦρ ἀνέκαιε κατωτέρω λέγει ἐν τῷ, πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει. τουτέστιν, εὐπρεπῶς ἔταττεν. οὗ ἡ παῦλα, ἀποκοσμεῖν λέγεται, ὡς δηλοῖ τὸ, ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός. Τὸ δὲ ἐξελεῖν ὅτι ἀντὶ τοῦ δοῦναί τι ὡς ἐξαίρετον νοεῖται ὡς ἐπὶ πολὺ, ἡ Ἰλιὰς πολλαχοῦ ἐδήλωσε. Φανερὸν δὲ, καὶ ὡς πᾶν γέρας, κατά τι ἐξαίρετον δίδοται. Καὶ ὅτι Ὅμηρος μὲν, Ἄπειρον πρὸς διαστολὴν τῆς ὅλης γῆς, οἱ δὲ μεθʼ Ὅμηρον, Ἤπειρον, τὴν χώραν φασίν. ἀφʼ ἧς καὶ ὁ περιᾳδόμενος Ἠπειρώτης Πύῤῥος. καὶ βόες αἱ Ἠπειρώτιδες. Ὅτι Ὀδυσσέως ἰόντος εἰς τὴν Φαιάκων πόλιν, Ἀθήνη πολλὴν ἠέρα χεῦεν, οὐκ ἐπὶ κακῷ μέντοι, ἀλλὰ φίλα φρονέουσʼ Ὀδυσσῆϊ. ἔστι δὲ τοῦτο ἀλληγορικῶς, ἡ προῤῥηθεῖσα φρόνησις. διʼ ἧς περὶ δύναντα ἥλιον γέγονεν ἡ εἰς τὴν πόλιν εἴσοδος τῷ Ὀδυσσεῖ. ὡς ἂν μή τέ τις Φαιήκων ἀντιβολήσας ἐρωτῴη καὶ κερτομέοι ὡς εἰκὸς ἐπέεσσιν οἷα νεάνιδι ἀκολουθοῦντα, καὶ ἵνα αἴφνης ἐπιφανεὶς τοῖς βασιλεῦσι, θαυμασθείη. εἰ δέ τις ἀποροίη πρὸς τὸ Φαιακικὸν φιλόξενον ἀφορῶν, εἰ κέρτομοι οἱ κατὰ Φαιακίαν, λύσει μετʼ ὀλίγα τὸ ἄπορον ὁ ποιητὴς, κατειπὼν τοῦ δήμου κακοξενίαν ὡς τῶν ἀρίστων μόνων φιλοξένων ὄντων οὐ μὴν καὶ τῶν λοιπῶν. ἐοίκασι γὰρ κατὰ τὴν Ὁμηρικὴν πλάσιν, εὐλαβεῖσθαι εἰ παραβάλλοντές τινες καὶ τὸ ἐν αὐτοῖς εὔδαιμον μαθόντες, ἐπιβουλεύσουσι. διὸ καὶ ἐπέκρυπτον ἑαυτοὺς καὶ ἐξετόπιζον καὶ πάντα ἐποίουν διʼ ὧν ἂν ἀγνοοῖντο τοῖς παραβάλλουσιν. ὅθεν καὶ τὸν Ὀδυσσέα, νυκτὸς ἐπανεσώσαντο οἴκοι, φόβῳ ἐπιβουλῆς. ὡς ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. Ἠέρα δὲ καὶ ἐνταῦθα, τὴν ἀορασίαν φησί. θηλυκῶς σχηματίζων κατὰ ἔθος Ἰωνικόν. Ὅτι τὸ εἰσελθεῖν εἰς πόλιν, δύσεσθαι πόλιν φησί. πρὸ δὲ τούτων, καὶ πόλιν κατέδυ Τρώων Ὀδυσσεύς. ὡς πολέμιος μέντοι ἐκεῖ. Ὅτι παρθενικῇ εἰκυῖα νεήνιδι κάλπιν ἐχούσῃ, ἡγεῖτο Ἀθηνᾶ τῷ Ὀδυσσεῖ δόμον Ἀλκινόου ἤγουν εἰς δόμον ὡς καὶ προεδηλώθη. τοιοῦτον καὶ μετʼ ὀλίγα τὸ ἐγώ δʼ ὁδὸν ἡγεμονεύσω. σαφέστερον δὲ τούτων τὸ, δόμον ὅν μοι κελεύεις, δείξω. Παρθενικὴ δὲ, ἡ παρθένος κατὰ τύπον ὡς κτητικὸν οὐ μὴν αὐτόχρημα κτητικόν. καθά που καὶ ὀρφανικοὶ παῖδες, οἱ ὀρφανοί. Ἡ δὲ κάλπις, οὕτω φασὶ λέγεται, ὡς καλοῦσα πιεῖν. Ὅτι ἀλλοδαποῦ ξένου λόγος τὸ, καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω τηλόθεν ἐξ ἀπίης γαίης. τῷ οὔ τινα οἶδα ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ ἔργα νέμονται. ὁ δὲ τοιοῦτον ἄνδρα ὁδηγῶν εἰς ὃν ἐκεῖνος οἶκον ζητεῖ, εἴποι ἂν τὸ, τοιγὰρ, ἐγώ τοι ξεῖνε πάτερ δόμον ὅν μοι κελεύεις δείξω. ὥσπερ καὶ τὸ, οὗτος δή τι ξεῖνε πάτερ δόμος ὅν μοι κελεύεις πεφραδέμεν. ἴσως δέ ποτε προσαρμόσει καὶ τὸ, ἀλλʼ ἴθι σιγῇ τοῖον, ἀντὶ τοῦ, οὕτως ὡς νῦν ἔρχῃ σιγῶν. ἢ θαυμαστικῶς ἀντὶ τοῦ λίαν, κατὰ τὸ, τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. ἐγὼ δʼ ὁδόν φησιν ἡγεμονεύσω. μὴ δέ τινʼ ἀνθρώπων προτιόσσεο πρόσβλεπε μὴ δʼ ἐρέεινε. καλῶς δὲ τὸ, μηδέ τινʼ ἀνθρώπων. ὁ γὰρ ταῦτα παραγγελλόμενος Ὀδυσσεὺς, ἀνθρώπους μὲν οὔ, λιμένας δὲ καὶ νῆας καὶ τοιαῦτα ὁρῶν, θαυμάσεται. εἰ δὲ καὶ κακόξενοί εἰσιν οἱ τοιοῦτοι ἄνθρωποι, προσφυῆ αὐτοῖς καὶ τὰ ἐφεξῆς. οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται ἤτοι ἀνέχουσι καὶ τιμῶσιν. οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ, ὅς κʼ ἄλλοθεν ἔλθοι. εἰ δὲ καὶ ναυτικὸν τὸ τοιοῦτον φῦλον, οὐκ ἀπᾷδόν ἐστιν εἰπεῖν ἐπʼ αὐτοῖς καὶ τὸ, νηυσὶ θοῇσι τοίγε πεποιθότες ὠκείῃσι, λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκε θεός. τῶν, νέες ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα. πρὸς Ὀδυσσέα δέ φησι καὶ ταῦτα ἡ Ἀθηνᾶ, θαῤῥύνουσα ἐπὶ τῷ νόστῳ οἷα ταχυναυτούντων τῶν Φαιάκων. μᾶλλον μὲν οὖν, Ὁμηρικῆς ταῦτα Μούσης μέθοδοι. πιθανολογούσης τὸν ἄπονον οἴκαδε τοῦ Ὀδυσσέως πλοῦν καὶ ταχὺν ἐκ τῆς τῶν <!-- 1.258 -->ναυτικωτάτων Φαιάκων πομπῆς. εἰ γὰρ καὶ πάνυ ἐκτετόπισται ἡ τῶν Φαιάκων γῆ, ὅμως οὐδέν τι τέρας οὐδʼ ἀπίθανον, ἐν μιᾷ νυκτὶ κατᾶραι τὸν Ὀδυσσέα εἰς Ἰθάκην νηῒ ταχείᾳ κατὰ πτερὸν ἠὲ νόημα. Καὶ ὅρα ὅτι οὐχʼ ὡς ἐν τῷ, ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης, ἐκ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον κατέβη, οὕτω καὶ ἐνταῦθα ποιεῖ. ἀλλὰ προσθεὶς τὸ ἧττον ἤτοι τὸ πτερὸν, ἐπήγαγε τὸ κατὰ πολὺ μεῖζον εἰς τάχος, δηλαδὴ τὸ νόημα. ὃ θείας ἐστὶ ταχυτῆτος ἔνδειξις. διὰ δὲ τοῦ πτεροῦ, ὄρνιν πάντως δηλοῖ. καὶ αὐτὸν, ταχύτατόν τινα ὡς εἰκὸς, καὶ ὡς εἰπεῖν, ὠκυπέτην. Ταλαπείριος δὲ τίς λέγεται, προεγράφη. τὸ δὲ ταλαπείριος καὶ τὸ τηλόθεν ἐξ ἀπίης γῆς, ἐτυμολογικῶς εἰρῆσθαι δοκεῖ. ἐκ τοῦ τῆλε γὰρ ὡς προεῤῥέθη, καὶ ὁ ταλαπείριος. ἡ δὲ Ἰλιὰς ἐδήλωσε τὴν ἀπίαν γῆν, ἐν τῇ α ῥαψῳδίᾳ. Τὸ δὲ οἳ τήνδε πόλιν νέμονται, σημείωσαι ὡς χρήσιμον εἰς τὰς ἀγρονόμους νύμφας. οὐδὲν γὰρ ἀπεικὸς εἴπερ ἐκεῖ ἀγρόνομοι προπαροξυτόνως νύμφαι λέγονται, ὡς οὕτω καὶ αὐταὶ νέμονται ἀγρούς. Τὸ δὲ οὐκ ἀνέχονται ξείνους οὐδʼ ἀγαπαζόμενοι φιλέουσι, περὶ τοῦ κατὰ Φαίακας ναυτικοῦ ὄχλου λέγεται, ἤγουν τοῦ δήμου, ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη. εἰ γὰρ καὶ ἀγχίθεοι γεγάασιν οἱ Φαίακες, ἀλλʼ οὐ πάντων τοῦτό ἐστι τὸ σεμνόν. μόνου δὲ τοῦ βασιλικοῦ γένους. διὸ καὶ ἡ μυθικὴ νεάνις ἡ τοῦ Διὸς Ἀθηνᾶ, ἐνταῦθα τῷ Ὀδυσσεῖ ἀστείως λέγει ὅτι Ἀλκίνοος πατρός μοι ἀμύμονος ἐγγύθι ναίει, οὐ μόνον διὰ τὸ εὐγενὲς καὶ βασιλικὸν, ἐπεὶ καὶ διοτρεφέες καὶ διογενεῖς οἱ βασιλεῖς, ἀλλὰ καὶ διὰ τὸ κατὰ φιλοξενίαν ἀγχίθεον. πρὸς γὰρ Διός εἰσι καὶ οἱ ξεῖνοι. καὶ ἔστιν οἷον ἀνδρείκελον Διὸς Ἀλκίνοος καὶ οἱ κατʼ αὐτὸν ἀγαθοὶ ἐκεῖσε ἄνδρες. ἴσως δὲ καὶ ἐπίτηδες κατʼ ἐκφόβησιν ἡ Ἀθηνᾶ τῷ Ὀδυσσεῖ λαλοῦσα, καταψεύδεται τῶν Φαιάκων. Τὸ δὲ ὡσεὶ πτερὸν ἠὲ νόημα περὶ οὗ γέγραπται προσεχῶς, ὑπερβολῆς χρὴ ἔχειν παράδειγμα. ὅτε δὲ καὶ οἷον ἐμψύχους καὶ λογικὰς τὰς αὐτῶν πλάσονται νῆας οἱ Φαίακες, οὐκέθʼ ὑπερβολικὸς ὁ τοιοῦτος λόγος, ἀλλʼ ἤδη τερατώδης ἄντικρυς. ὅθεν οὐδὲ ψεκτέος Ὀδυσσεὺς, ἀντιφιλοτιμούμενος παρὰ τοιούτοις ἀνδράσι τερατολογεῖν ἐν οἷς διηγεῖται πρὸς τὸν Ἀλκίνοον. στοχασάμενος γὰρ οἷα εἰκὸς καὶ ἀφʼ ὧν ἔλεγον ἐγνωκὼς τοιούτοις χαίροντας, ἀντιψεύδεται καὶ αὐτὸς ἐν τοῖς καθʼ ἑαυτόν. Σημείωσαι δὲ καὶ ὅτι παραῤῥίψας ἐνταῦθα ὁ ποιητὴς διὰ τῆς Ἀθηνᾶς τὸ, ὡσεὶ πτερὸν ἠὲ νόημα, καὶ δελεάσας τῷ ἀστείῳ τοῦ νοήματος τὸν ἁπλούστερον ἀκροατὴν, ἤδη δὲ καὶ διὰ τὴν συντομίαν λαθὼν, οὕτω τερατεύσεσθαι τολμᾷ ἐν τοῖς ἑξῆς διὰ τοῦ Ἀλκινόου, καὶ ἐχέφρονας εἶναι τὰς ἐκεῖ νῆας ὡς φανήσεται. καὶ δοκεῖ σχεῖν τὸ ἀσφαλὲς ἐκεῖνος ὁ λόγος, διὰ τοῦ καὶ ἐνταῦθα εἰπεῖν αὐτὰς ὠκείας εἶναι ὡσεὶ νόημα. ἐντεῦθεν δέ τινες ὁρμηθέντες, καὶ τὴν παρὰ τῷ Ἡσιόδῳ Αὐτονόην, εἰς νῆα μετέλαβον ἀλληγορικῶς, ἀκολούθως τῇ Φαιακικῇ ταύτῃ τερατείᾳ. Τὸ δὲ νηυσὶ θοῇσι τοίγε πεποιθότες λαῖτμα ἐκπερόωσιν, ἀσυνδέτως ἔφη, ἐξιστῶν ὥσπερ τῷ νοήματι, οὕτω καὶ τῷ σχήματι τὸν ἀκροατήν. Ὅτι λαθραίου εἴσοδον δηλοῖ τὸ, τὸν δʼ ἄρα οἱ δεῖνα οὐκ ἐνόησαν ἐρχόμενον κατὰ ἄστυ ἢ τυχὸν κατὰ δῶμα, διὰ σφέας. οὐ γὰρ θεὸς εἴασεν ὃς ῥά οἱ ἀχλὺν θεσπεσίαν κατέχευε φίλα φρονέων αὐτῷ. ἣν δὴ ἀχλὺν ἠέρα πρὸ ὀλίγων ἐκάλεσεν. Ὅτι ἐν τῷ, Φαίακες ναυσικλυτοὶ, ὀξύνεται τὸ ναυσικλυτοὶ, κατὰ τοὺς παλαιούς. καὶ οὐδὲν ἀπώνατο τῆς συνθέσεως εἰς τὸ παροξύνεσθαι. δῆλον δὲ καθὰ καὶ προεγράφη, ὅτι τὸ ναυσὶν ἰδίᾳ κείμενον, διὰ τοῦ η προφέρεται οἷον. οἱ μὲν, παρὰ νηυσὶ θοῇσι πεποιθότες, ὅτε δὲ συντεθῇ, διὰ τοῦ α λέγεται. Τὸ δὲ ἀχλὺν θεσπεσίην κατέχευε, παρῳδηθέν που, ἐποίησε τὸ, τῷ δʼ ἄρα θεσπεσίην χάριν κατέχευεν. Ὅτι διδάσκαλος ὁ ποιητὴς καὶ τοῦ ἐκφράζειν γενόμενος τοῖς μετʼ αὐτὸν, περιηγήσεται μὲν προϊὼν ἐκφραστικῶς, τὰ κατὰ τὸν βασιλικὸν οἶκον. τέως δὲ, ἀρξάμενος ἐκ τοῦ περιέχοντος κατὰ τὸν ἐκ φραστικὸν κανόνα, ποιεῖ τὸν Ὀδυσσέα θαυμάζοντα τὰ πρὸ τῆς πόλεως πρινὴ εἰσελθεῖν ἐκεῖ. φησὶ γοῦν. θαύμαζεν δʼ Ὀδυσσεὺς λιμένας καὶ νῆας ἐΐσας. αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ, ὑψηλά. σκολόπεσσιν ἀρηρότα. ὅ ἐστι, κατησφαλισμένα. θαῦμα ἰδέσθαι. Καὶ ὅρα τὸ ἡρώων, ἀδιαφόρως κἀνταῦθα ῥηθὲν ἐπὶ τοῦ κοινοῦ λαοῦ, ὡς καὶ ἐν Ἰλιάδι πολλαχοῦ γίνεται. Σκόλοπες δὲ καὶ νῦν, ξύλα ὀρθά. οἳ καὶ σταυροί. εἰ δὲ ὑψηλὰ οὕτω τὰ τείχη καὶ σκολόπεσσι δὲ ἥρμοσται, σκοπητέον εἰ ἀπάνευθεν ἀνδρῶν οἰκοῦσιν οἱ Φαίακες, καὶ εἰ μηδεὶς εἰς Φαίακας ἵκηται δηϊοτῆτα φέρων. εἰ γὰρ ταῦθʼ οὕτως, τίς χρεία τοιούτων τειχέων τοῖς Φαίαξι. τερατεύονται ἄρα τὰ περὶ τῶν κατʼ αὐτούς. Ὅτι εἰποῦσα ἡ μυθικὴ Ἀθηνᾶ πρὸς Ὀδυσσέα, σὺ δʼ ἔσω κίε μὴ δέ τι θυμῷ <!-- 1.259 -->τάρβει, ἐπάγει γνωμικόν. θαρσαλέος γὰρ ἀνὴρ, ἐν πᾶσιν ἀμείνων ἔργοισι τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. τουτέστιν εἰ καὶ ἀλλοδαπὸς εἴη ξένος. τοῦτο δὲ εἴρηται, πρὸς τὸ μὴ χρῆναι παρὰ τὸ δέον αἰδεῖσθαι. ἐπεί περ ἔστι ποτὲ αἰδὼς μὲν, πρὸς ἀνολβίῃ θάρσος δὲ, πρὸς ὄλβῳ. καὶ τοῦτο μὲν, θαῤῥυντικόν ἐστι τῷ Ὀδυσσεῖ ἐκ τῆς μυθικῆς Ἀθηνᾶς. ἐφεξῆς δὲ, καὶ τὸ ποιητέον ὑποθήσεται αὐτῷ, καὶ τοὺς βασιλεῖς αὐτὴ γενεαλογήσει. καὶ τὴν Ἀρήτην ἐπαινέσει ὡς ὁμοίαν τῇ Ἀθηνᾷ κατά γε τὸ ἀνενδεὲς νόου ἐσθλοῦ. ἅπερ οὐκ ἦν ἄλλως γνώριμα εἶναι τῷ Ὀδυσσεῖ περὶ Φαιάκων τῶν ἐκτετοπισμένων, εἰ μὴ Ἀθηνᾶ τὰ τοιαῦτα ὡς εὖ εἰδυῖα ἱστόρησε. καὶ οὕτω γίνεται σεμνὸν τὸ τῆς Ἀθηνᾶς ἐπεισόδιον καὶ μεγαλοπρεπὲς καὶ ὠφέλιμον τῷ Λαερτιάδῃ. ὡς εἴγε διὰ μόνον τὸ γνωρίσαι τὰ βασιλικὰ δώματα παρεισωδιάσθη, πάνυ ἂν ἦν τὸ Ὁμηρικὸν τοῦτο πλάσμα, σμικροπρεπὲς καὶ ποιητικῆς μεγαλονοίας οὐκ ἄξιον. Ὅτι κιχήσεσθαι ἐνταῦθα, ὡς καὶ ἀλλαχοῦ ἱκέσθαι, οὐ τὸ καταλαβεῖν ἁπλῶς ἀλλὰ τὸ ἐπὶ ἱκεσίᾳ. φησὶ γάρ. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισι. περὶ Ἀρήτης δὲ ὁ λόγος. ἣν καὶ γενεαλογῶν εὐθὺς, ἐπάγει. Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον. ἐκ δὲ τοκήων τῶν αὐτῶν, οἵπερ τέκον Ἀλκίνοον βασιλέα. Ναυσίθοον μὲν πρῶτα Ποσειδάων γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη. ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος. ὅς ποθʼ ὑπερθύμοισι γιγάντεσσι βασίλευεν. ἀλλʼ ὁ μὲν, ὤλεσε λαὸν ἀτάσθαλον. ὤλετο δʼ αὐτός. τῇ δὲ, Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε. Ναυσίθοος δʼ ἔτεκε Ῥηξήνορά τε Ἀλκίνοόν τε. τὸν μὲν, ἄκουρον ἐόντα, βάλʼ ἀργυρότοξος Ἀπόλλων νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα, Ἀρήτην. ἣν Ἀλκίνοος ἐποιήσατο ἄκοιτιν. Καὶ ὅρα τὸ ἐποιήσατο. λεχθὲν ἀντὶ τοῦ, ἔσχεν ἢ ἔθετο. Γοργότητα δὲ πεποίηκεν Ὅμηρος καὶ τὸ τῆς γραφῆς περιεῖλεν ὕπτιον, γενεαλογίαν ταύτην ἐπεμβαλὼν οὐκ ἄκομψον ὡς τὰ κατὰ μέρος δηλώσει. αὐτίκα γοῦν τὸ, Ἀρήτη δʼ ὄνομʼ ἔστιν ἐπώνυμον, ἱστορίαν τε ὑπολαλεῖ, καὶ τρόπον ἐτυμολογικόν. ὡς τῆς Ἀρήτης παρὰ τὸ ἀράσασθαι κληθείσης. ἵνα ὥσπερ φαιδρὸς ἐπίθετον ἐξ οὗ Φαῖδρος κύριον καὶ γυνὴ Φαῖδρα, οὕτω καὶ ἀρητὸς ἐπίθετον, ὡς τὸ, πένθος ἀρητόν. ἐξ οὗ, Ἄρητος κύριον. ὅθεν ὁ παρὰ τοῖς ὕστερον Ἄρατος. καὶ θηλυκὸν Ἀρήτη. ὡς εἴτις εἴποι εὐκταία τοῖς γονεῦσιν. ὥσπερ καὶ Δημάρατος ὁ Λάκων, ὡς πολύευκτος οὕτως ἐκλήθη. εὐξαμένων γὰρ καθʼ Ἡρόδοτον πανδημεὶ Σπαρτιατῶν, ἐγένετο ἐκεῖνος τῷ πατρὶ Ἀρίστωνι. Ἐπώνυμον δὲ παρὰ τοῖς ἀρχαίοις, τὸ παρὰ τοῖς ὕστερον φερώνυμον, ἤγουν ἔνθα τὸ ὄνομα ἐμφερὲς τοῖς πράγμασι. διττῶς δὲ ὡς ἐπὶ πολὺ τὸ ῥηθὲν ἐπώνυμον. ἢ τὸ αὐτομάτως τεθὲν τὴν ἀρχὴν ὕστερον δὲ ἐπαληθεῦσαν ὡς εἴπερ ἐκ προνοίας ἐτέθη. οἷον. ὁ ῥήτωρ Δημοσθένης ἐπωνύμως ἐκλήθη, ἐπεὶ σθένος τοῦ τῶν Ἀθηναίων δήμου γέγονεν ὕστερον. καὶ τῷ Αἴαντι δὲ τὸ ὄνομα ἐπώνυμον ἐξηνέχθη τοῖς αὐτοῦ κακοῖς κατὰ τὴν τραγῳδίαν, διὰ τὸ αἲ, ὡς ἄξια αἰαγμάτων παθόντος αὐτοῦ. ἢ γοῦν οὕτως ἐπώνυμον τὸ ἀπὸ γενέσεως ἁπλῶς οὕτω τεθὲν, ἢ τὸ ἐκ μελέτης εἴτουν προνοίας, ὡς τὸ Ὀδυσσεύς. περὶ οὗ ὁ πάππος φησί. τῷ δʼ Ὀδυσσεὺς ἔστω ὄνομα οὕνεκά μοι πολλοὶ ὀδύσαντο. τοιοῦτον ἐπώνυμον καὶ τὸ Ἀρήτη ὡς ἐῤῥέθη. καὶ τὸ Δημάρατος ὁ καὶ Δημάρητος. καὶ ἡ Δημαρέτη δέ που. ἀφʼ ἧς τὸ δημαρέτειον νόμισμα. Τὸ δὲ ἐκ τοκήων τῶν αὐτῶν οἳ τέκον Ἀλκίνοον, ἔπεισέ φασι τὸν Ἡσίοδον, ἀδελφὴν Ἀλκινόου τὴν Ἀρήτην ὑπολαβεῖν. Ὅμηρος δὲ τὸ, τῶν αὐτῶν τοκήων, ἀντὶ προγόνων ἔλαβεν. Ὅρα δὲ τὸ γείνατο καὶ τὸ ἔτεκεν ἐν τῷ ῥηθέντι χωρίῳ, ἐπὶ πατέρων κείμενα. εἰ καὶ τῶν τινες μεθʼ Ὅμηρον, διώρισαν τὸ μὲν, ἐπὶ πατρὸς τὸ δʼ ἐπὶ μητρός. ὡς πατρὸς μέν φασι γεννῶντος, μητρὸς δὲ τικτούσης. ὅπερ οὐκ ἂν οὕτως ἔχον εἴη συνήθως. γεννῶσι μὲν γὰρ ἄμφω ἐπεὶ καὶ γεννήτορες. καὶ τίκτουσιν, ἐπεὶ καὶ τοκῆες. κύουσι δέ γε, οὔ. ἀλλὰ μητρὸς μόνης τοῦτο κυρίως, τῆς καὶ ἐγκυμονούσης. καὶ ἥτις οὐ σπείρασα, ὑποκυσαμένη δὲ, τέκε τέκνα. ἐκ τοῦ κύειν γὰρ, καὶ τὸ ἐγκυμονεῖν καὶ τὸ ὑποκύσασθαι. Ἐν δὲ τῷ, μεγαλήτορος Εὐρυμέδοντος, σκοπητέον τὴν ἐν τοῖς παλαιοῖς ἁπλότητα. ἰδοῦ γὰρ, οἱ Φαίακες βασιλεῖς οὐκ ὤκνησαν τὴν ὡς προδεδήλωται γραῦν Ἀπειραίην θαλαμηπόλον, Εὐρυμέδουσαν ὀνομάσαι παρωνύμως τῷ αὐτῶν προγόνῳ βασιλεῖ Εὐρυμέδοντι. Ἐν δέ γε τῷ, ὑπερθύμοισι γιγάντεσσιν, ὅρα τὸ τοῦ Ὁμήρου καὶ τῆς κατʼ αὐτὸν Ἀθηνᾶς ἀβλάσφημον. ὡς γὰρ τὸν ἐν αὐτοῖς βασιλέα Εὐρυμέδοντα, μεγαλήτορα εἶπεν οὐδὲν σκώψας, οὕτω καὶ αὐτοὺς ὑπερθύμους, ὡς εἴπερ εἶπεν ἀγήνορας. ὅπερ οὐ πάνυ τραχύ. καὶ ἄλλως γὰρ εἴη ἂν τὸ ὑπέρθυμον ταυτὸν τῷ μεγάθυμον ὃ περὶ <!-- 1.260 -->Ναυσιθόου εἶπεν. ἐπεὶ δὲ ἔδει καὶ σφοδρότερον τῶν τοιούτων καθάψασθαι οἳ καὶ τῷ Διῒ ἀνταίρειν κατὰ τὸν μῦθον προηνέχθησαν, λέγει καὶ ἀτασθάλους αὐτοὺς ἐν τῷ, ἀλλʼ ὁ μὲν, ὤλεσε λαὸν ἀτάσθαλον. ὤλετο δʼ αὐτός. περὶ οὗ ὡς βασιλέως φείδεται βαρύ τε εἰπεῖν ὡς ἴσως καὶ φιλοφαίαξ οὖσα, διὰ τὸν Ὀδυσσέα τε καὶ διὰ τὸ κοινῶς τῶν Φαιάκων φιλόξενον. Ἐν τούτοις δὲ ὅρα καὶ ὡς οὐκ ἀδύνατον φαύλων γονέων ἀγαθὸν ἀποτεχθῆναι γόνον. Ἀρήτη γὰρ ἐκ τοιούτων κατάγουσα θαυμαστὴ ἀπέβη, ὡς δηλώσει τὰ ἐφεξῆς. Σημείωσαι δὲ καὶ ὅτι τὸ, ὁ μὲν, ὤλεσε λαὸν ἀτάσθαλον, ὅμοιόν ἐστι τῷ, Κροῖσος μεγάλην ἀρχὴν καταλύσει. ἔστιν οὖν ἀστείως εἰπεῖν, ὡς εἴγε τὸ Ὁμηρικὸν τοῦτο ἀνηνέχθη ποθὲν τῷ Κροίσῳ, οὐκ ἂν ἐκεῖνος ἐδυστύχησε νοήσας πρὸς ἑαυτοῦ τὸ, μεγάλην ἀρχὴν καταλύσει τὴν τῶν Πέρσων. ἀλλʼ ἔγνω ἂν τὴν ἑαυτοῦ καταλυθησομένην. Τὸ δὲ Ῥηξήνωρ, ἐξ ἀνδρικοῦ ἐπιθέτου μετήνεκται νῦν εἰς κύριον. ἔστι δʼ εἰπεῖν ὅτι ἐκ τοῦ Ῥηξήνωρ ἐπινενόηται καὶ ἡ τοῦ Λυσάνδρου σύνθεσις. ῥῆξας γὰρ ἐν ἠνορέῃ καὶ λύσαι ἐν ἀνδρίᾳ φάλαγγας, ταυτόν ἐστι. Τὸ δὲ ἄκουρον, ἀντὶ τοῦ ἄπαιδα κούρου ὅ ἐστιν ἄῤῥενος. θυγατέρα γὰρ ἔσχε τὴν Ἀρήτην. αἴφνης δὲ δοκεῖ θανεῖν ὁ Ῥηξήνωρ. τοῦτο γὰρ ἡ τοῦ Ἀπόλλωνος αἰνίττεται βολὴ, ὡς φαίνεται πολλαχοῦ. Νυμφίον δὲ νῦν λέγει, τὸν οὐ πολὺ ἐπιβιόντα μετὰ τὸν γάμον. οὐ μὴν τὸν ἐπʼ αὐτῷ τῷ νυμφῶνι θανόντα, εἴγε παῖς ἐξ αὐτοῦ γέγονε. τρίτος δὲ κατὰ τὴν ῥηθεῖσαν γενεαλογίαν ἐκ Ποσειδῶνος ὁ Ἀλκίνοος. τετάρτη δὲ ἡ Ἀρήτη. Ὅτι ἀποσεμνύνων τὴν δέσποιναν Ἀρήτην ὁ ποιητὴς, ἄρχεται οὕτως. τὴν δʼ Ἀλκίνοος ποιησάμενος ἄκοιτιν, ἔτισεν ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη, ὅσσαι νῦν τε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν, ὡς κείνη περὶ Κῆρι τετίμηταί τε καὶ ἐστὶν, ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο καὶ λαῶν, οἵ μιν θεὸν ὣς εἰσορόωντες, δειδέχαται ὅ ἐστι δεξιοῦνται μύθοισιν ὅτε στείχῃσιν ἀνὰ ἄστυ. εἶτα καὶ αἰτίαν λέγων τῆς τοσαύτης τιμῆς ἐπάγει. οὐ μὲν γάρ τι νόου καὶ αὐτὴ δεύεται ἐσθλοῦ, οἷσι τʼ εὖ φρονέησι καὶ ἀνδράσι νείκεα λύει. τουτέστιν οἷς ἂν ἀνδράσιν εὖ φρονοίη, λύει τὰ νείκεα. ἵνα ᾖ τοῦτο, δεῖγμα τοῦ μὴ δεύεσθαι αὐτὴν νόου ἐσθλοῦ. τινὲς δὲ, χαριέστερον γράφουσι κατὰ γένος θηλυκὸν, ᾗσι τʼ εὖ φρονέουσι καὶ ἀνδράσιν. ἤγουν αἷς γυναιξὶ φιληδεῖ καὶ οἷς ἀνδράσι προσέχει, λύει τὰ νείκεα. φέρεται δὲ καὶ τρίτη γραφὴ αὕτη. ᾗσιν εὐφροσύνῃσιν, ἤγουν ἰδίαις φρονήσεσι, λύει δικαστικῶς τὰ νείκεα. ἔπαινοι δὲ ταῦτα βασιλίδι πρέποντες. ὧν τὸ ἐξαίρετον, τὸ δικαστικὴν εἶναι τὰ νείκεα λύουσαν. Ὁμήρου καὶ ταῦτα πλάττοντος, ἵνα σεμνύνῃ τὴν Ἀρήτην ὡς περισωσαμένην τὸν Ὀδυσσέα, ὑπὲρ οὗ τὴν τοῦ βιβλίου τούτου πραγματείαν ἐνίστησιν Ὅμηρος. Ἰστέον δὲ ὅτι τὸ, γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσι, τὰς μεθʼ Ὅμηρον ὑπάνδρους συνέθετο. Τὸ δὲ δειδέχαται, τοῦ δέδεκται παθητικοῦ παρακειμένου ἔστι τρίτον Ἰωνικὸν πληθυντικὸν κατʼ ἐπένθεσιν τοῦ ἰῶτα ἀναγκαίαν τῷ μέτρῳ. δέχεσθαι δὲ μύθοις, ταυτὸν πάντως, τῷ εὐφημεῖν καὶ εὐλογεῖν. Τὸ δὲ οὐ μὲν νόου γε καὶ αὐτὴ ἐπιδεύεται ἐσθλοῦ, δηλοῖ μὲν τὸ, οὐδʼ αὐτὴ δέεται φρονήσεως. ἔστι δὲ περίφρασις τοῦ περίφρων, ἵνα λέγῃ ὅτι περίφρων ἐστὶν ἡ βασιλὶς καθὰ καὶ ὁ βασιλεὺς, ᾧ καὶ τοὔνομα ἐκ τοῦ νόου σύγκειται. Ἀλκίνοος γὰρ καλεῖται, ὡς ἄν τις εἴποι δαΐφρων. ἐπεὶ καὶ συγγενὲς ἀλκὴ καὶ δαΐς. καὶ πάλιν, νόος καὶ φρόνησις. Ὅτι σύστασις προσώπου πρὸς ξένον ἱκέτην, τὸ, εἰ μέντοι κείνη γε φίλα φρονέῃσιν ἐνὶ θυμῷ, ἐλπωρή τοι ἔπειτα τό δέ τι ποιῆσαι. οἷον, φίλους τʼ ἰδέειν καὶ ἐς πατρίδα ἱκέσθαι. Ὅτι τὰς Ἀθήνας φίλην χώραν Ὅμηρος ἐμφαίνων εἶναι τῇ Ἀθηνᾷ, φησίν. ἔλιπε μὲν γλαυκῶπις Ἀθήνη Σχερίην ἐρίβωλον ἢ ἐρατεινὴν, ὅ ἐστι τὴν Φαιακίαν ὡς καὶ προγέγραπται. ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην. δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. ἔστι δὲ Μαραθὼν, δῆμος ὕστερον τῆς Λεοντίδος φυλῆς. διγενὴς δὲ ἡ λέξις, καὶ ἡ Μαραθὼν γὰρ λέγεται καὶ ὁ Μαραθών. ἔνθα καὶ τὸν λεγόμενον Μαραθώνιον ταῦρον Θησεὺς κατεπάλαισεν. Εὐρυάγυιαν δὲ Ἀθήνην ἑνικῶς τὰς Ἀθήνας λέγει, πρὸς διαστολὴν τῆς ὁμωνύμου Ἀθηνᾶς, ἐξ ἧς καὶ καλεῖται. ἐκείνη γὰρ γλαυκῶπις Ἀθήνη. καὶ ἔχει τι γλυκὺ τὸ εἰπεῖν ὡς Ἀθήνη ἵκετο Ἀθήνην, διὰ τὸ ἐξ ὁμωνυμίας ἀστεῖον. Ἰστέον δὲ ὅτι ὃν τρόπον Ἄρεος τέμενος τὰ κατὰ Θρᾴκην. καὶ Κύπρος, Ἀφροδίτης ἱερά. καὶ Δῆλος, ἀνεῖται Ἀπόλλωνι. οὕτω καὶ τῇ Ἀθηνᾷ ἡ πόλις Ἀθηνῶν, ἧς ἐβασίλευσέ ποτε Ἐρεχθεύς. περὶ οὗ καὶ ἡ Ἰλιὰς δηλοῖ. ἐξ οὗ καὶ οἱ Ἀττικοὶ Ἐρεχθεῖδαι, καὶ δόμος Ἐρεχθέως ἡ Ἀττική. ἐπεὶ κατὰ τὴν τραγῳδίαν τοῦ κρατοῦντος ἡ πόλις νομίζεται. Τὸ δὲ δῦνε δόμον Ἐρεχθέως, ὅμοιον τῷ, πόλιν δύσεσθαι. Ὅτι τὸ τοῦ Μενελάου δῶμα εἰπὼν ἐοικέναι Ἡλίου ἢ Σελήνης αἴγλῃ, <!-- 1.261 -->λέγει καὶ νῦν ἐπὶ Ἀλκινόου ἀπαραλλάκτως τὸ αὐτό. ὑπαλλάξας μόνον τὸ κύριον ὄνομα καὶ τὸ αὐτοῦ ἐπίθετον. ἀντὶ γὰρ τοῦ, Μενελάου κυδαλίμοιο, λέγει ἐνταῦθα μεγαλήτορος Ἀλκινόοιο. διδάσκων ὅπως χρὴ παρῳδεῖν. πλὴν ἐκεῖ μὲν, οὐκ ἐπεξειργάσατο ἐπὶ πλέον τὸ νόημα. ἐνταῦθα δὲ καὶ ἔκφρασιν ἐπάγων, φησί. χάλκεοι μὲν γὰρ τοίχοι ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα, ἐς μυχὸν ἐξ οὐδοῦ. περὶ δὲ θριγκὸς κυάνοιο. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον, ὅ ἐστι συνέκλειον. καθὰ καὶ ὁ δόμος ἐντὸς καλύπτει τινά. κατὰ τὸ, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε. καὶ, οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει. ἀργύρεοι δὲ σταθμοὶ ἐν χαλκέῳ ἔστασαν οὐδῷ. ἀργύρεον δʼ ἐφυπερθύριον. χρυσέη δὲ κορώνη. χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν, οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι, δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο, ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα ἐς μυχὸν ἐξ οὐδοῦ διαμπερές. ἔνθʼ ἐνὶ πέπλοι λεπτοὶ ἐΰννητοι βεβλήατο ἔργα γυναικῶν. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο, πίνοντες καὶ ἔδοντες. ἐπηετανὸν γὰρ ἔχεσκον. χρύσειοι δʼ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, φαίνοντες νύκτας κατὰ δῶμα δαιτυμόνεσσι. πεντήκοντα δʼ ἔσαν δμωαὶ κατὰ δῶμα γυναῖκες. αἱ μὲν, ἀλετρεύουσαι μύλης ἔπι, μήλοπα καρπόν. αἵδʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν, ἥμεναι οἷά τε φύλλα μακεδνῆς αἰγείροιο. καιροσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον. τόσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν. ὡς δὲ, γυναῖκες ἱστὸν τεχνῆσαι. περὶ γάρ σφισι δῶκεν Ἀθήνη ἔργα τʼ ἐπίστασθαι περικαλλέα, καὶ φρένας ἐσθλάς. ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων τετράγυος. περὶ δʼ ἕρκος ἐλήλαται ἀφοτέρωθεν. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκει τηλεθόωντα, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι. συκαῖ τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. τῶν, οὔ ποτε καρπὸς ἀπόλλυται, οὐδʼ ἀπολείπει χείματος οὐδὲ θέρευς ἐπετήσιος. ἀλλὰ μάλʼ αἰεὶ Ζεφυρίη πνείουσα, τὰ μὲν, φύει. ἄλλα δὲ, πέσσει. ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει. μῆλον δʼ ἐπὶ μήλῳ. αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή. σῦκον δʼ ἐπὶ σύκῳ. Ἔνθα ὅρα τὸ ὀπωροφόρον τοῦ τόπου περὶ ὃ ἡ τοῦ Ἀλκινόου νῆσος εὐδοκιμεῖν ᾄδεται. ὃ δὴ καὶ μέχρι νῦν καθιστορεῖται μάλιστα ἐπὶ τὰ ἔξω αὐτῆς. καὶ ἔστι καὶ τοῦτο μέθοδος ἐξ Ὁμήρου ἐνδεδομένη τοῖς μετʼ αὐτὸν ἱστορικοῖς. οἳ μυρία παραδιδόασι χωρικὰ ἰδιώματα πρὸς ἐξοχήν τινα, ἢ φυόμενα γῆθεν, ἢ ἄλλως γινόμενα. ὁποῖον τὸ, πολλὴ κυπάριττος ἐν τῇ Κρήτῃ. καὶ τὸ, Ῥόδος, ἀσταφίδας. παρέχει δηλαδή. καὶ ἰσχάδας ἡδυονείρους. καὶ τὸ, αὐτὰρ ἀπʼ Εὐβοίης, ἀπίους καὶ ἴφια μῆλα. περὶ ὧν ἀλλαχοῦ ἐῤῥέθη. καὶ τὸ, Ἀρκαδία, ἐπικούρους. Φοινίκη δʼ αὖ, καρπὸν φοίνικος καὶ σεμίδαλιν. Καρχηθὼν, δάπιδας καὶ ποικίλα προσκεφάλαια. οὕτω δὲ καὶ Σκύριαι ἐς ἄμελξιν γλάγους αἶγες ἐξοχώταται λέγεται εἶναι. ὅπλα δʼ ἀπʼ Ἄργεος. ἅρμα Θηβαῖον. τέως μέντοι, Ὅμηρος προσιστορεῖ καὶ τάδε, ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐῤῥίζωται. τῆς, ἕτερον μὲν, θειλόπεδον λευρῷ ἐνὶ χώρῳ τέρσεται ἠελίῳ. ἤγουν ἕτερον μέν τι μέρος τῶν κατʼ αὐτὴν σταφυλῶν, ἐν θειλοπέδῳ εἰληθερεῖται. ἑτέρας δʼ ἄρα τε, τρυγόωσιν. ἄλλας δὲ τραπέουσι. πάροιθε δέ τʼ ὄμφακές εἰσιν ἄνθος ἀφιεῖσαι. ἕτεραι δʼ ὑποπερκάζουσιν. ἔνθα δὲ κοσμηταὶ ἤτοι εὔτακτοι πρασιαὶ παρὰ νείατον ὄρχον παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι. ἐν δὲ δύω κρῆναι. ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα σκίδναται. ἥδʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι πρὸς δόμον ὑψηλὸν, ὅθεν ὑδρεύονται πολῖται. εἶτα συμπεραίνων τὴν ἔκφρασιν, φησίν. τοῖʼ ἂρ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα. ἔνθα στὰς, θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς. προσήκων αὐτὸς ὢν τῷ θαυμάζειν, μᾶλλον, ἤπερ ὅτε τὸ τῆς Καλυψοῦς σπήλαιον ἐθαύμαζεν ὁ Ἑρμῆς. Ὅρα δὲ ὅσα καλὰ τῇ τῶν Φαιάκων πόλει ἐπιμαρτύρηται ἡ ῥηθεῖσα ἔκφρασις. πλοῦτόν τε γὰρ πολὺν ἱστορεῖ τὸν ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ. καὶ τέχνην τὴν περὶ τὰς τοιαύτας ὕλας. καὶ ἐπιστήμην ταλασιουργικήν. καὶ καρπῶν εὐθηνίαν. καὶ γεωργικὴν ἐμπειρίαν. καὶ γῆς εὐδαιμονίαν. καὶ ἀέρα εὔκρατον. καὶ τοιαῦτά τινα ἕτερα ὁποίοις οὐκ εἶχεν ἀγλαΐσαι τὴν ἡρωϊκὴν Ἰλιάδα, διὰ τὸ ἐκεῖ ἐμβριθὲς καὶ ἀπανηγύριστον. εἰπεῖν δὲ καὶ αἱμοχαρές. ὅτι δὲ συναγλαΐζει κἀνταῦθα τὴν φράσιν τοῖς πράγμασι καὶ γλυκέως φράζει τὰ καλὰ, δῆλόν ἐστιν. ἃ δέ τις εἴποι, τὰ κατὰ μέρος τῆς ἐκφράσεως περιϊὼν τοιαῦτά ἐστι. Χάλκεοι μὲν οἱ τοῖχοι, πρὸς ἀσφάλειαν. ἐς μυχὸν ἐξ οὐδοῦ ἡρμοσμένοι. τουτέστιν οὐκ ἐπιπολῆς ἔχοντες πέταλα περίθετά τινα ἐκ χαλκοῦ, ἀλλὰ ὅλῳ τῷ πάχει κεχαλκωμένοι. Τὸ δὲ ἐρηρέδαται, <!-- 1.262 -->ἔστι μὲν Ἰωνικόν. γίνεται δὲ ἀπὸ τρίτου ἑνικοῦ τοῦ ἐρήρεισται, ἀποβολῇ τοῦ σίγμα τῆς ληγούσης καὶ πλεονασμῷ τῆς δα συλλαβῆς, ὁμοίως τῷ, ὠνόμασται ὠνομάδαται. καὶ συστολῇ τῆς προπαραληγούσης. τοιαῦτα δὲ, καὶ τὸ πέφρασται πεφράδαται. καὶ ἐσκεύασται ἐσκευάδαται παρὰ Ἡροδότῳ. οἷον. τὰ προπύλαια ἐσκευάδαται. εἰ δὲ γράφεται ἐληλέδαται, οὕτω γὰρ ἔχουσι τῶν ἀντιγράφων τινὰ, καὶ λέγεται καὶ ἐπὶ τοιούτου σημαινομένου ἡ λέξις ὡς τὸ, καὶ ἕρκος ἐλήλαται, καὶ ἀμφὶ δὲ τεῖχος ἤλασε πόλει, ἐκ τοῦ ἐλήλαται τηνικαῦτα γίνεται παθητικοῦ παρακειμένου τὸ ἐληλέδαται, ἐπεντεθέντων πρὸ τοῦ α τῆς παραληγούσης, τοῦ ε καὶ τοῦ δ ὁμοίως τῷ ἀκηχέδαται ἤγουν λελύπηνται, καὶ τοῖς τοιούτοις. περὶ ὧν καὶ ἐν τῇ Ἰλιάδι γέγραπται. Ἐνταῦθα δὲ σημειωτέον κείμενον παρὰ τῷ Ἀθηναίῳ τὸ, τὰ σώματα ἐκέχριντο μίλτῳ καὶ χρώμασιν ἑτέροις. δοκεῖ γὰρ αὐτὸ καινότερον διὰ τοῦ ν προφέρεσθαι. ὡς ἀναλογώτερον ὂν, ἢ ἐκέχριστο εἶναι, ἢ κεχρίδατο Ἰωνικῶς. Ἰστέον δὲ ὅτι ἐρείδειν, οὐ μόνον κοινότερον ἐπὶ τοῦ ἑδραιοῦν, ἔτι δὲ καὶ ἐπὶ τοῦ ἀντιβαίνειν, ὡς ἐν τῷ, ἔπος πρὸς ἔπος ἤρειδον, ἀλλὰ καὶ σκωπτικόν. ὡς δηλοῖ Ἀριστοφάνης ἐν τῷ, ὅς τις ἐν ἡδυόσμοις στρώμασι παννυχίζων, τὴν δέσποιναν ἐρείδεις. τοῦτο δὲ σεμνῶς πάντως πέφρασται ὡς ἑξῆς. καθὰ καὶ τὸ ἐνεργεῖν ἐν τῷ, οἷός τε ἦν, τὴν ψάλτριαν ἐν ὀφθαλμοῖς πάντων ὡρώντων ἐνεργεῖν. ἐν δὲ τούτοις, ἰστέον καὶ ὅτι τὸ μὲν ἐρηρέδαται, θεματικὸν ἔχει τὸ δέλτα ἐκ τοῦ ἐρείδω. ἑξῆς δὲ τὸ, ὠνομάδαται πεφράδαται ἐσκευάδαται, ἀπὸ συγγενείας ὥρμηνται τῆς τοῦ ζῆτα πρὸς τὸ δέλτα ὡς ἀπὸ τοῦ ὀνομάζω φράζω σκευάζω. τῆς δὲ τοῦ ζῆτα καὶ δέλτα πρὸς ἄλληλα μεταχωρήσεως παραδείγματα μυρία. ὧν κατὰ τοὺς παλαιοὺς καὶ τὸ ὀζμὴ ὀδμή. ἴζμεν ἴδμεν Δωρικῶς. φράζω ἀφραδής. ἀναλόγως δὲ, ἀριφραδὴς τὸ ἐπίθετον. καὶ Ἀριφράδης βαρυτόνως πρὸς διαστολὴν, τὸ κύριον. ἔτι δὲ καὶ ἐρίζω ἐρίδω ἄχρηστον. ἀφʼ οὗ ἐν χρήσει, τὸ ἐριδμαίνω καὶ τὸ ἐριδαίνω. καὶ γυμνάζω γυμνάδω. καὶ διπλασιασμῷ Αἰολικῷ καὶ Δωρικῷ γυμνάδδω. ὡς τὸ, γυμνάδδομαί τε καὶ ποτὶ πυγὰν ἅλλομαι. Ὁ δὲ θριγκὸς ἤγουν ἡ τῶν τοίχων κόμη ἢ στεφάνη ἢ στεφάνωσις, παρὰ τὴν τρίχα γίνεται, τριχός. καὶ ἐπενθέσει τοῦ ν πρός τε καλλιφωνίαν καὶ διαφορὰν τῆς τριχός, γίνεται τριγχός. ἀλλαγέντων δὲ τῶν ἀφώνων εἰς τὰ ἀντίστοιχα τούτοις, γίνεται θριγκός. ἤγουν φραγμὸς ὑπερκείμενος καὶ οἱονεὶ τριχῶν δίκην κοσμῶν. ἔχει δὲ ἡ λέξις καὶ ἀναδρομὴν γενικῆς τῆς τριχὸς, εἰς εὐθείαν τὴν, ὁ τριγχός. ἐξ οὗ ὁ θριγκός. ἔχει δέ τι καὶ ἀστειότητος. ἵνα εἴη ὅπερ τῇ κεφαλῇ αἱ κυάνεαι τρίχες, τοῦτο τῷ ἕρκει ὁ κυάνεος τριγχός. καὶ ἤθελον μέν τινες, τριγχὸν γράφειν ὀρθότερον. οἱ δὲ παλαιοὶ οὐκ ἐθέλουσιν οὕτως. ὅτι δὲ πολλαὶ τοιαῦται ἀφώνων τροπαὶ γίνονται Ἰωνικῶς, δηλοῖ πρὸς ἄλλοις καὶ τὸ ἐνθεῦτεν, καὶ ὁ βάθρακος, τὰ περὶ τῷ Ἴωνι Ἡροδότῳ. ὅλως δὲ, πολλὴ μεταλλαγὴ δασέων καὶ ψιλῶν συμφώνων πρὸς ἄλληλα διʼ ἀποφυγὴν δυσφωνίας. ἀπὸ τοίνυν τοῦ φρίσσω, παρακείμενος οὐκ ἀναλόγως φέφριχα ἀλλὰ πέφρικα. ὅθεν καὶ ἡ φρίκη. τοιοῦτον καὶ τὸ κεχραμμένον ἐκ τοῦ χραίνω. καὶ τὸ πεφρασμένον ἐκ τοῦ φράζω. καὶ ἄλλα μυρία. τοιαύτης δὲ ἐφόδου καὶ τὸ, θρὶξ τριχός. ἐπεὶ δὲ καὶ τὰ ψιλὰ καθὰ καὶ τὰ δασέα δυσφωνεῖ καὶ αὐτὰ κατά τινα ἐπαλληλίαν, γίνεται καὶ ἐν αὐτοῖς ἐξώθησις, καλλιφωνίας χάριν καὶ εὐαρμοστίας λεκτικῆς ἣν φιλοῦμεν ἄνθρωποι τοιοῦτον τὸ πέφθακε καὶ τὸ κεχάλκευται. ἅπερ Ἀττικοὶ ἔφθακε φασὶ καὶ ἐχάλκευται. καθὰ καὶ ὁ ποιητὴς, ἐκτῆσθαι λέγει τὸ κεκτῆσθαι. ὅμοιον δὲ τούτοις, καὶ τὸ βεβούλευκεν, ὅτε λεχθῇ ἐβούλευκεν. ἀποσκευάζονται δὲ ὁμοίως γλυκείας ἀπηχήσεως χάριν τὸ τῆς αὐξήσεως κατάρχον σύμφωνον, καὶ τὸ εἰλημμένος ἐκ τοῦ λήβω. καὶ τὸ εἰρημένος, ἐκ τοῦ ῥῶ ῥήσω. καὶ τὸ ἐῤῥυπωμένοι, ἐκ τοῦ ῥυπῶ ῥυπώσω. καὶ οὕτω χαρίζονται τοῖς φωνήεσι, περιᾴδειν ἀκωλύτως ὡς μὴ ἀχρειοῦσθαι αὐτοῖς τὸ τῆς ἐκφωνήσεως εὐγενές. εἰσὶ δὲ οἳ τὸν θριγκὸν, περίβολον οἰκίας κοσμητὸν, ἡρμήνευσαν. Ὁ δὲ κύανος, χρῶμά τι μέλαν ἐξ οὗ τὸ κυάνειον μετουσιαστικῶς. ἀφʼ οὗ κυάνεον καὶ κυανοῦν. κυάνεος δὲ νῦν ὁ θριγκὸς τῷ τείχει, ὡς ἂν οὕτως ἀεροειδὲς τὸ μετέωρον φαίνοιτο. αἱ μέντοι προφαινόμεναι θύραι, καὶ οἱ περὶ αὐτὰς σταθμοὶ ὅ ἐστιν αἱ παραστάδες, καὶ τὸ ὑπερθύριον ἤγουν τὸ ἐπικείμενον ταῖς θύραις εἰς ὅ φασιν αἱ ἄνω στρόφιγγες ἁρμόζονται, ἔτι δὲ καὶ ἡ κορώνη τὸ κρικίον δηλαδὴ ᾧ ἐπισπᾶταί τις θύραν ὡς καὶ ἐν τῇ α ῥαψῳδίᾳ ἐγράφη, καί τινες κύνες, ἀπὸ χρυσοῦ εἰσὶν, ἵνα ἡ πολυτελὴς ὕλη, πρώτη προσπίπτῃ τῇ ὄψει καὶ ἔχῃ ἐξαλλαγὴν πρὸς τὸν θριγκὸν ὡς καὶ οἱ ἀργύρεοι κύνες πρὸς τὰ χρυσᾶ. καὶ οὕτω ποικιλία ἐν τῷ τηλαυγεῖ τοῦ ἔργου προσώπῳ εἴη πρὸς πανήγυριν ὀφθαλμοῦ <!-- 1.263 -->γοητευομένου οἷς βλέπει καὶ τῇ αὐτῶν ἐντρυφῶντος ποικιλίᾳ. ἐν οἷς οἱ παλαιοί φασιν, ὁ μὲν φιλόπλουτος, τὴν ὕλην θαυμάσεται. ὁ δὲ φιλόκαλος, τὴν τέχνην. ὁ δὲ σπουδαιότερος, τὴν χρείαν. διὸ καὶ Ὀδυσσεὺς, οὐκ ἀπεικότως τὰ τοιαῦτα θαυμάζων ἑστήξεται. Κορώνη δὲ, οὐ μόνον ἐπὶ θύρας ὡς ἀνωτέρω κεῖται, ἀλλὰ καὶ ἐπὶ τόξου ἐν ἄλλοις. καὶ ἐπὶ πλοίου πρύμνης. καὶ μέρος δέ ἐστι σώματος ἐπὶ τοῦ ἀγκῶνος, ὥς φασι Φιλόξενον εἰπεῖν ἐν τοῖς περὶ Ῥωμαίων διαλέκτου. εἴληπται δὲ ταῦτα, ἐκ τοῦ ζῴου τῆς κορώνης λυγίζειν εἰωθυίας τὸν τράχηλον. τὸ δὲ ἰδύῃσιν, εἰ μὲν συναλιφὲν ῥηθείη, ἔτευξʼ εἰδυίῃσι πραπίδεσσιν, ἔχοι ἂν διὰ διφθόγγου τὴν ἄρχουσαν. εἰ δὲ γράφεται ἔτευξεν ἰδυίησι πραπίδεσσι, δῆλον ὅτι διὰ τοῦ ι γράφεται. οὐχʼ ὡς μετοχὴ μέντοι ἀλλʼ ὡς ὄνομα μετοχικόν. ἐξ οὗ καὶ ἰδύους τοὺς ἴδμονας μάρτυρας φασὶν οἱ παλαιοὶ ὡς γέγραπται ἀλλαχοῦ. Τοὺς δὲ χρυσοῦς καὶ ἀργυροῦς κύνας, ἐμψύχους καὶ ἀΰπνους πλάττει, εἴγε φυλάσσουσι τὸ δῶμα. Ἀγήρως δὲ καὶ ἀθανάτους, οὐ μόνον πρὸς ἐγκώμιον χρυσοῦ καὶ ἀκιβδήλου ἀργύρου οἱ οὐκ οἴδασιν ἰῷ φθείρεσθαι, ἀλλʼ ἔστι καί τις μῦθος ὑπὲρ αὐτῶν, ληρῶν ὅμοιά τινα. ὃν περιττόν ἐστιν ἐκθέσθαι. ὃς δὲ οὐ μακρὰ ληρεῖ, τοιοῦτός ἐστι. Κύνες οὗτοι, οὓς Ἥρα δέδωκε Ποσειδῶνι, συλλαβεῖν αὐτῇ πρὸς τὴν ἐν Ἰλιάδι δηλουμένην ἐπίθεσιν κατὰ τοῦ Διός. οἳ περιῆλθόν φησιν εἰς Ἀλκίνοον. ἄλλως δὲ, δοκεῖ τὸ τοιοῦτον ἔμψυχον τῶν κυνῶν καὶ τὸ ἀθάνατον, τὸ μὲν, δηλοῦν τὸ ὡς ἐῤῥέθη ἀνίωτον. τὸ δὲ, τὸ ἔντεχνον καὶ εὐσχημάτιστον ὡς εἰς φυλακὴν οἴκου. διὸ καὶ Ἥφαιστος αὐτοὺς τεῦξαι λέγεται. ὃ δὴ τοῖς πυρὸς τεχνικοῖς ἔργοις εἴωθεν ἐπιλέγεσθαι ὡς ἐν πολλοῖς φαίνεται. τινὲς δὲ τοὺς ῥηθέντας κύνας, οὐ ζῷα νοῦσιν, ἀλλὰ ἥλους. ὅθεν φασὶ καὶ κυνάδας φαμέν. ἢ καὶ ἄλλως φασὶ, τοὺς διπλοῦς ἥλους. τοῦτο δὲ ἴσως, διὰ τὸ ἐν τοῖς ἥλοις δηκτικὸν καὶ οἷον κάρχαρον. Τοὺς δὲ θρόνους, οὐ λέγει μὲν ποίας ὕλης εἰσίν. οἷα χρυσοῦς μὲν ἢ ἀργυροῦς ὀκνῶν εἰπεῖν, διὰ τὸ ἐν τῷ οὕτω πολλῷ τῆς τιμίας ὕλης ἀπίθανον. ἐκ λίθων δὲ, οὐκ ἐθέλων λαξεῦσαι αὐτοὺς, ἵνα μὴ ταῖς πολυτίμοις ὕλαις παραθήσει μὴ τοιαύτην ἧς δαψιλῶς εἶχε καὶ ὁ ἀπέριττος Πύλιος Νέστωρ. μή ποτε δὲ, καὶ αὐτοὺς χαλκοῦς δίδωσι νοεῖν, συνηνωμένους αὐτόθεν τοῖς τοίχοις. διὸ καὶ ὥσπερ ἐκεῖ ἔφη χαλκέους τοίχους ἡρμόσθαι ἔνθα καὶ ἔνθα εἰς μυχὸν ἐξ οὐδοῦ, οὕτω καὶ ἐπὶ τῶν θρόνων φησὶν ὡς θρόνοι περὶ τοῖχον ἐρηρέδατο καὶ ἑξῆς. ὅθεν οὐδὲ ἠθέλησεν εἰς πλέον ἀποσεμνῦναι αὐτούς. ὡς εἴγε ἐκ μαρμάρου λίθου ἦσαν ὤκνησε εἰ κἂν καὶ περὶ αὐτῶν εἰπεῖν τι σεμνὸν, ὡς ἐπὶ τῶν ἐν Πύλῳ λιθίνων τοίχων ἐποίησε. Πέπλους δὲ εἰωθὼς γυναικεῖα λέγειν περιβλήματα, ἐνταῦθα τὸ ἁπλῶς ὕφασμα οὕτω καλεῖ. οὐ γὰρ εἰκὸς γυναικείους πέπλους ὑπεστορέσθαι τοῖς καθημένοις. ἀλλʼ ἁπλῶς ὕφασμά τι λαμπρὸν μὲν καὶ ἐπιπρέπον, ὅθεν ἐτυμολογεῖται ὁ πέπλος, πρέπαλός τις ὢν κατὰ τοὺς παλαιούς. χρησιμεῦον δὲ εἰς τάπητα θρόνου. οὕτω καὶ τὸ φᾶρος καὶ τὸ σπεῖρον εἰωθότα ἐπὶ ἱματίων λέγεσθαι, ὅμως ἔστιν οὗ ὁ ποιητὴς ἐπὶ ἁπλῶς ὑφασμάτων τίθησιν. Εὔνητοι δὲ, οἱ εὖ νενησμένοι κατὰ τοὺς παλαιοὺς, ὅ ἐστιν εὔκλωστοι. διαλυθέντες δὲ, ἐΰννητοι γίνονται διπλωθέντος τοῦ ν. οὕτω δὲ καὶ οἱ εὔδμητοι βωμοὶ, ἐΰδμητοι κατὰ διάλυσιν. Τὸ δὲ ἔργα γυναικῶν, προαναφωνητικῶς οἷον ἐτέθη ἵνα εὐαφόρμως ἐπάγῃ τὸ, πεντήκοντα δʼ ἔσαν δμωαὶ γυναῖκες. Τὸ δὲ ἐδριόωντο πίνοντες καὶ ἔδοντες, ἐπηετανὸν γὰρ ἔχεσκον, ἐπὶ πλουσίων τρυφώντων χρὴ λέγεσθαι. Τὸ δὲ ἔδοντες, σημείωσαι καὶ αὐτὸ εἰς παράδειγμα τῆς τοῦ δέλτα καὶ τοῦ θ φιλίας. ὡς γὰρ οὐδέτερον οὐθέτερον, καὶ χάριδος χάριτος, καὶ ἄλλα ὅσα ἐδηλώθη, οὕτω καὶ ἔδω ἔθω. ὡς τὸ, ἔθων Οἰνῆος ἁλωήν. καὶ πλεονασμῷ τοῦ σίγμα, ἔσθω καὶ ἐσθίω. Βωμοὶ δὲ ἁπλῶς, ἀνάβαθμοι ἐνταῦθα, ἐφʼ ὧν λυχνοφόροι κοῦροι ἵσταντο χρύσεοι καὶ αὐτοί. γέγονε δέ τις μνήμη καὶ ἀλλαχοῦ τῶν τοιούτων βωμῶν. Τὸ δὲ αἰθομένας δαΐδας ἔχοντες καὶ τὸ φαίνοντες, παρακείμενα ἀλλήλοις συναπτῶς, παρήγαγε τὸν φανὸν ὃς καὶ πανὸς ἐλέχθη παρὰ τοῖς ὕστερον ὡς καὶ αὐτὸ ἐν ἄλλοις ἐγράφη. καὶ τὸ φανίον δὲ τὸ ἐκ φανοῦ παράγωγον, οὗ ἡ χρῆσις παρὰ Μενάνδρῳ. οὗ φανίου τὸ ὑποκόρισμα, παράγει καὶ τὸ ἰδιωτικῶς λεγόμενον φανάριον. Φιλυλλίου δὲ κατὰ τὴν παράδοσιν τοῦ δειπνοσοφιστοῦ, τὰς λαμπάδας δᾷδας καλοῦντος ἀκολούθως δηλαδὴ τῷ ποιητῇ, Ἀθηναίων δὲ κατὰ τὸν γλωσσογράφον Σιληνὸν, φανοὺς ὀνομαζόντων τὰς λαμπάδας, ἔστι συναγαγεῖν, ταυτά τινα πολυωνομίας λόγῳ εἶναι, δᾷδας φανοὺς καὶ λαμπάδας. Τιμαχίδας δέ φησι, δέλετρον καλεῖ τὸν φανὸν ὃν οἱ νυκτερευόμενοι τῶν νέων ἔχουσι. Νεάνθης δέ <!-- 1.264 -->φασιν, ἑλάνας τὰς λαμπάδας ἔφη παρὰ τὴν ἕλην ἥτις ἐστὶν εἵλη, ἀφʼ ἧς πολλὰ γίνονται. ὧν καὶ τὸ εἱληθερεῖν. καὶ θειλόπεδον ὡς μετʼ ὀλίγα φανεῖται. παρὰ δὲ Νικάνδρῳ φησὶν ἑλάνη, ὁ ἐκ καλάμων δεσμός. εὕρηται δὲ καὶ λυχνοῦχος καλούμενος ὁ φανός. Ἄλεξις γοῦν φησιν, ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν τῆς νυκτὸς, ἦν τις κηδεμὼν τῶν δακτύλων. ὁ δʼ αὐτὸς ἐν ἄλλοις ἔφη. ποῖός ἐστι φανὸς τοιοῦτος, οἷος ὁ γλυκύτατος ἥλιος; ἔστι δέ φασι φανὸς, ἡ ἐκ ξύλων τετμημένων δέσμη. καὶ δηλοῖ αὐτὸ Φιλιππίδης ἐν τῷ, ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδέν. πρὸς ὃ λέγει ὁ ἀκούσας. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω. Καὶ ὅρα τὸ, ὁ φανὸς οὐκ ἔφαινεν ἐτυμολογικῶς ῥηθέν. Ὁμήρου κατάρξαντος τοιαύτης μεθόδου ὡς εἴρηται. δοκεῖ δὲ τῶν εἰς φανὸν τεμνομένων ξύλων ἓν εἶναι καὶ τὸ καλούμενον γράβιον, πρίνινον αὐτό φασιν ἢ δρύϊνον ξύλον. ὃ ἐθλασμένον ἢ κατεσχισμένον, ἐξάπτεται καὶ φαίνει τοῖς ὁδοιποροῦσι. μή ποτε δὲ ἄρα δᾴδων εἶδός τι καὶ τὸ τοιοῦτον γράβιον εἴγε πίσσαν καταστάζειν ἔχει ὡς δηλοῖ Θεοδωρίδας ὁ Συρακούσιος ἐν τῷ, πίσσα δʼ ὑπὸ γραβίων ἔσταζεν. ὅτι δὲ καὶ πυρσὸς ὁ φανὸς ἐκαλεῖτο, οὐκ ἔστιν ἀμφιβαλεῖν. τὴν δὲ ἐκ ξύλων τετμημένων σύνθεσιν τοῦ, εἴτε φανοῦ εἴτε λύχνου, δηλοῖ φασι καὶ Ἀριστοφάνης ἐν τῷ, τῶν ἀκοντίων συνδοῦντες ὀρθὰ τρία, λυχνίῳ χρώμεθα ἤγουν λυχνίᾳ. τὴν γὰρ νῦν φασι λυχνίαν, λυχνίον ἐκάλουν ὡς Φερεκράτης. πανοῦ δέ φασι χρῆσις τοῦ βραχέων εἰρημένου, καὶ παρὰ Διφίλῳ. οἷον. ἀλλʼ ὁ πανὸς ὕδατός ἐστι μεστός. ἤτοι ὁ φανὸς ξύλα ἔχει χλωρότατα καὶ διατοῦτο ὑδατηρά. ὁ δὲ παρὰ Ἀλέξιδι ξυλολυχνοῦχος, τάχα φασὶν ὅμοιός ἐστι, τῷ παρὰ Θεοπόμπῳ ὀβελισκολύχνῳ. οὐ παλαιὸν δὲ εὕρημα ὁ λύχνος. λέγει δὲ ὁ ῥηθεὶς Ναυκρατίτης ῥήτωρ, καὶ ὅτι λυχνοκαυτίαν ἔφη Κηφισόδωρος. ἣν οἱ πολλοὶ, λυχναψίαν. κεῖται δὲ παρʼ αὐτῷ καὶ κανδήλας χρῆσις. οἷον. ἀσσαρίου κανδήλας πρίω. ἤγουν ἐξώνησαι. λέγει δὲ καὶ τὰ λύχνα οὐδετέρως κατὰ Ἡρόδοτον. δῆλον δὲ καὶ ὅτι αἰθομένας δαΐδας ὁ ποιητὴς ἔφη, τὰς σὺν τῷ καίεσθαι, καὶ ἀναλαμπούσας. ἐξ οὗ περ αἴθειν καὶ αἰθὴρ καὶ ἄστρον καὶ ἀστήρ. πολλῶν δὲ παραγομένων ἐκ τοῦ αἴθειν, παραδέδοται ἀπʼ αὐτοῦ, καὶ ἡ παρὰ τῷ Σουΐδᾳ αἴθρακος. ἡ καὶ ἀνδράχλη ὡς ἐκεῖνος λέγει. δηλοῖ δὲ, τὸ ἰδιωτικῶς γυναικεῖον ποδαρούλιον. ἐνθυμητέον δʼ ἐνταῦθα καὶ τὰς παρὰ τῷ Σουΐδᾳ πυρσουρίδας. φανοὺς δηλαδὴ, βαρβάρων ἔλευσιν προσημαίνοντας. ὧν ἴσως ἡ παραγωγὴ, κατὰ λαμπουρίδας. ἑτεροίας μέντοι παρὰ τὴν ἐν τῷ Λυκόφρονι. Ἰστέον δὲ ὅτι τῶν εἰρημένων δαΐδων ἡ εὐθεῖα, διαλέλυται πρὸς διαστολὴν τοῦ δαὶς ἡ εὐωχία. καὶ ὅμως ὅτε ἡ τοιαύτη δαῒς δᾲς λεχθείη ἐν προσγραφῇ τοῦ ἰῶτα, διφθογγίζεσθαι λογίζεται. Ἡρῳδιανὸς οὖν παραδοὺς τὰ εἰς ας ὀξύτονα διὰ τοῦ δ κλίνεσθαι, οἷον στιβάδος ἰσχάδος πελιάδος, ἓν μόνων ἐκ τούτων εἰς αις φησὶ λέγειν, τὸ, δᾴς. Πεντήκοντα δὲ δμωαὶ τῷ Ἀλκινόῳ, καθὰ καὶ τῷ Ὀδυσσεῖ ἐν Ἰθάκῃ ποτέ. Τὸ δὲ ἀλετρεύουσι ἐπὶ μύλης μήλοπα καρπὸν, ἔχει μὲν ἀσυνήθη παρήχησιν ὁποῖαί τινες καὶ ἄλλαι προεγράφησαν, κατὰ τὸ μύλης καὶ τὸ μήλοπα. νοῦς δὲ αὐτῷ διττός. οἱ μὲν γάρ φασιν, ὅτι στρέφουσαι καὶ τρίβουσαι ἐπὶ τῆς μύλης ἥ ἐστιν ἄκρον μηροῦ τοῦ κατὰ τὴν ἐπιγουνίδα, καρπὸν μήλοπα. ὅ ἐστιν ἐκ προβάτων ἔριον. οἱ δὲ τοιοῦτοι ἀντιλέγονται. οὔτε γάρ φασι ποιεῖ Ὅμηρος γυμνουμένας ἕως μηρῶν γυναῖκας αἳ τῇ χειρὶ τὴν κρόκην ἔνηθον, ὡς Εὔπολις. τῇ χειρὶ νῶσαι μαλθακωτάτην κρόκην. οὐδὲ μύλιν οἶδε τὸ γόνυ ὁ ποιητής. ψυχρὸν δὲ καὶ τὸ, καρπὸν προβάτου εἰπεῖν τὸ ἔριον. καὶ τὸ μήλοπα δὲ, κακοσύνθετον. μήλου γάρ ἐστι δῶρον τὸ ἔριον οὐ μὴν ὄψιν ἔχον μήλου. ἕτεροι δὲ κρειττόνως ἐξηγούμενοι, φασὶ τὰς ῥηθείσας γυναῖκας, ἀλήθειν ἐν μύλωνι σῖτον. καὶ ἀλετρεύειν μὲν, τὸ ἀλήθειν καὶ ἀλετὸν ποιεῖν. ὅθεν καὶ γυναῖκες ἀλετρίδες ὡς ἐν τοῖς μετὰ ταῦτα φανήσεται. αἳ καὶ μυλωθροὶ καὶ μυλωθρίδες, παρὰ τὸ μύλον ἀθρεῖν ἐν συναιρέσει. ἢ περὶ μύλωνα θορεῖν ἐν συγκοπῇ. μύλην δὲ, ἐν ᾗ τρίβονται οἱ πυροί. ὡς τὸ μύλην στήσασα. μήλοπα δὲ καρπὸν, τὸν σῖτον ὡς μηλοειδῆ τὴν χρόαν. ὅ ἐστι κιῤῥὸν καὶ ξανθόχλουν. ὅθεν καὶ Δημήτηρ ξανθὴ λέγεται. καὶ Ὅμηρος μὲν, οὕτω σεμνῶς ἔφρασε παρὰ τὸ μῆλον καὶ τὴν ὀπωπὴν ὅ ἐστι θέαν. οὐ μῆλον ἀγλαὸν τῇ ἐρυθρότητι παραλαβὼν, ἀλλὰ ἐοικὸς ὄψει πέπονος ἀστάχυος. τῶν τις δὲ μεθʼ Ὅμηρον, τὸ μὲν μῆλον δωρίσας εἰς μᾶλον τὴν δὲ ὄψιν εἰς εἶδος μεταλαβὼν καὶ μεταθεὶς τὰς λέξεις, Ἀλκαῖος δὲ ἦν ἐκεῖνος ὁ κωμικὸς, εἰδομαλίδην ἔφη σκωπτικῶς τινα διὰ τὸ καλλωπίζεσθαι τὰ μῆλα τῆς ὄψεως. ἐρευθόμενον δηλαδὴ κομικώτερον. οὗ περ ἀνάπαλιν ἔχοι ἂν ὁ παρὰ τῷ Κρατίνῳ ἀῤῥενώπας. τὰ μὲν ἄλλα, γύνις ὤν. ἔχων δέ τι ἀνδρόμορφον, οἱ δὲ τοιοῦτοι, καὶ ἀνδρόγυνοι λέγονται. <!-- 1.265 -->Φύλλοις δὲ αἰγείρου τὰς δμωὰς εἰκάζει, διὰ τὸ εὐκίνητον καὶ συνεχὲς τῆς αὐτῶν ἐργασίας. εὐκράδαντα γάρ φασι καὶ τὰ τῶν αἰγείρων φύλλα διὰ τὸ ὕψος. μακεδνὴ γὰρ ἡ αἴγειρος. ἤγουν ἐπιμήκης. μακρά. παρὰ τὸ μᾶκος μακεδανὴ καὶ μακεδνή. ὡς θρὶξ ψεδανὴ ψεδνή. ὁμοίου δὲ τύπου καὶ τὸ ἀλαπαδνὸν καὶ ὀλοφυδνὸν καὶ παιδνόν. δῆλον δὲ ὅτι ἐκ τοῦ μᾶκος, καὶ ἡ μακερὰ γίνεται. καὶ ἐν συγκοπῇ μακρά. ἕτεροι δὲ εἰς τὸ, ἥμεναι οἷα φύλλα αἰγείρου, γράφουσιν ὡς ἡλιοτροπίου τάξιν ἐπεῖχον καθήμεναι θεατρικῶς. ἔστι δὲ ἀσαφὴς ὁ τοιοῦτος λόγος. Ἡλιοτρόπιον μὲν γὰρ μανθάνομεν καὶ τὴν τῶν φύλλων τοῦ τοιούτου φυτοῦ τροπὴν πρὸς ἀνίσχοντα καὶ δύοντα ἥλιον. ἐπὶ δὲ αἰγείρου τοιοῦτόν τι νοῆσαι, δοκεῖ δυσχερές. φαίνεται δὲ ὅμως καὶ τὰ φύλλα τῆς αἰγείρου τὰ τῶν ἡλιοτροπίων πάσχειν. ὡς δηλοῖ ὁ γράψας οὕτω φύλλα, ἤτοι διὰ τὸ πλῆθος τῶν δμωΐδων, ἢ διὰ τὸ εὐκίνητον τῶν χειρῶν ἐν τῷ στρέφειν τὴν κρόκην, ὡς καὶ τὰ φύλλα τῆς αἰγείρου ἀντεστραμμένα ἀλλήλοις καὶ εὐκίνητα. εἰσὶ δὲ οἳ τὸ ἥμεναι οἷα φύλλα αἰγείρου εἶπον ἀντὶ τοῦ, καθὰ πεπύκνωται τὸ δένδρον τοῖς φύλλοις. Τὸ δὲ καιροσέων ὀθονέων, ἀντὶ τοῦ, εὐυφῶν. εὖ κεκαιρωμένων. ἤτοι ἀγαθὸν ἐχουσῶν καίρωμα, ὅ ἐστι μίτωμα. καῖρος δέ φασι καὶ καίρωμα, τὸ διάπλεγμα ὃ οὐκ ἐᾷ τοὺς στήμονας συγχέεσθαι. ἐξ οὗ καὶ καιρωστρίδες ἢ καιρωστίδες γυναῖκες παρὰ Καλλιμάχῳ, ἀντὶ τοῦ ὑφάντριαι. οὗ δὴ Καλλιμάχου καὶ τὸ, ὑδάτινον καίρωμα ὑμένεσσιν ὁμοῖον. ὁ δὲ εἰπὼν τὸ καιροσέων ἀντὶ τοῦ, κροσσωτῶν θυσανωτῶν, λέγει καὶ ὅτι καῖρος, σειρὰ διʼ ἧς οἱ στήμονες καθίενται. Καὶ ὅρα ἐν τούτοις τὸ καῖρος βαρυνθὲν πρὸς διαστολὴν χρονικοῦ τοῦ καιρός. ἔτι δὲ κατὰ ἄλλους καὶ ἑτέρως καίρωμα ἡ διαπλοκὴ τοῦ διάσματος ἐν ᾗ οἱ στήμονες καθίενται. καὶ ἄλλως δὲ, τὸ διαπλεκόμενον παρὰ τὸν μίτον ὡς ἂν οἱ στήμονες μὴ συγχέωνται. μίτος δὲ, διʼ οὗ τοὺς στήμονας ἐναλλάσσουσιν εἰς πλοκὴν τῆς κρόκης. οἱ δὲ φασὶν ὅτι καῖρος αὐτὸς ὁ μίτος ἐστὶν ἐξ οὗ παράγωγον, ὁ καιρόεις. οὗ θηλυκὸν, καιρόεσσα. γενικὴ πληθυντικὴ, καιροεσσῶν. καὶ συγκοπῇ, καιροσσῶν. καὶ Ἰωνικῶς καιροσέων. ἢ καὶ ἄλλως, καιροεσσῶν, ὡς εἴρηται, καὶ μεταθέσει, καιροσέων. ὅ ἐστιν εὐμίτων. ἄλλοι δὲ, εὐθεῖαν εἶπον ἡ καίροσα μονήρη λέξιν ὡς ἄτοσσα. ὅθεν γενικὴ πληθυντικὴ, καιροσῶν, καὶ καιροσέων Ἰωνικῶς, ἐπεὶ δὲ φέρεται ἐν ῥητορικῷ λεξικῷ καὶ ὅτι μεσάκμων, τὸ τῷ κανόνι ὑποδεδεμένον ὃ καλεῖται καῖρος, σκοπητέον εἴτι καὶ αὐτὸ εἰς τὸ, καιροσέων ὀθονέων συμβάλλεται. ποιητικὴ δὲ παρίσωσις τὸ, καιροσέων ὀθονέων. Τὸ δὲ ἀπολείβεται ὑγρὸν ἔλαιον, ἢ τὸ τῶν ὑφασμάτων τρυφερὸν κατὰ τοὺς παλαιοὺς δηλοῖ ὡς δοκεῖν ἔλαιον ἀποῤῥεῖν. ἢ τὸ πυκνὸν, ὡς μὴ δὲ ἔλαιον εἶναι διʼ αὐτῶν ἐλθεῖν. ἢ καὶ τὸ στίλβον διὰ λευκότητα. ἴσως δὲ, καὶ ἄλλως στίλβειν αἱ τοιαῦται λέγοιντο ἂν ὀθόναι, ὡς εἴπερ ἔλαιον αὐτῶν ἀπελείβετο διὰ τὸ στιλπνὸν χρῶμα τῶν νεοϋφάντων καὶ ἔτι ἀπλύτων ὑφασμάτων. Ὅτι δὲ καὶ θρόνοι λίθινοι οὕτω στίλβουσιν ἐκ τῆς κατὰ συχνὴν παράτριψιν λειάνσεως, οἱ κατὰ Πύλον μαρμάρεοι θρόνοι ἐδήλωσαν. Πάνυ δὲ ἐπιστήμονας τὰ εἰς ἱστουργίαν ἡ Ὁμηρικὴ σύγκρισις τὰς Φαιακίδας δηλοῖ εἴπερ ὅσον οἱ Φαίακες ναυτικοὶ, τοσοῦτον αἱ γυναῖκες τεχνικαὶ ὑφαίνειν. ἴδριες δὲ ἐκεῖνοι περὶ πάντων ἀνδρῶν, οὕτω δὲ καὶ αὗται πασῶν γυναικῶν. ὡς εἶναι αὐταῖς τρία ταῦτα καλά. ἐπιστήμην περὶ ἔργα. καὶ κάλλος. καὶ φρένας ἐσθλάς. ἅπερ ἐξ Ἀθηνᾶς ἔχειν λέγονται, ὡς ἐφόρου τῶν τοιούτων πρός τε ἀλληγορίαν καὶ μυθικῶς. Τὸ δὲ τεχνῆσαι, ἀλλαχοῦ παθητικῶς κεῖται. ὡς καὶ ἐν τῷ, μὴ τεχνησάμενος μὴ δʼ ἄλλό τι τεχνήσαιτο. Ὄρχατος δὲ, δένδρα ἐπίστιχα κατὰ φυτείαν ἀμπέλου. διὸ ἐπάγει. ἔνθα δὲ δένδρεα μακρά. ὁ δʼ αὐτὸς, καὶ κῆπος ἐν τῷ τέλει τῆς ἐκφράσεως. καὶ ἐν τοῖς μετὰ ταῦτα δὲ κατὰ Ἰθάκην, κῆπον ἐρεῖ πολυδένδρεον. ὃς δὴ κῆπος μεταληφθεὶς ὑπὸ κωμικοῦ σκῶμμα ἐποίησε. γυναῖκα γάρ τις μανιόκηπον εἶπε, τὴν μεμηνυῖαν περὶ μίξεις. κῆπον ἐκεῖνος ὑποθέμενος εἶναι, τὸ παρὰ Λυκόφρονι ἐπείσιον. τῇ δὲ τοιαύτῃ γυναικὶ φίλα φρονεῖν εἶδεν, ὁ εἰς κιναιδίαν σκωπτόμενος. γίνεται δὲ ὄρχατος, ἢ παρὰ τὸ ἔρχω, ὁ εὔτακτος καὶ οἷον ἐρχόμενος ἤτοι στείχων, ἐντεῦθεν γὰρ καὶ ἐπίστιχος φυτεία λέγεται τὰ τοιαῦτα. ἢ παρὰ τὴν ὀρυχὴν τὴν ἐν τῇ φυτείᾳ. ἵνα ᾖ ὀρύχατος καὶ ἐν συγκοπῇ ὄρχατος. ἢ παρὰ τὸν ὤρεχα παρακείμενον, ὁ ἐπὶ πολὺ ὀρεγμένος ὅ ἐστιν ἐκτεινόμενος. ἔστι δὲ ἡ λέξις παράγωγος ἐκ τοῦ ὄρχος. ὁμοίως τῷ, τρίτος τρίτατος καὶ τοῖς τοιούτοις. Τετράγυος δὲ, οὗ ἑκάστη τῶν τεσσάρων πλευρῶν γύην εἶχεν. ἵνα ᾖ, τετράπλεθρός φασι. τετράγωνος. ἰσόπλευρος. γύη δὲ ἢ γύης ἀρσενικὸν, μέτρον γῆς. οἱ δὲ παλαιοὶ, φασὶ <!-- 1.266 -->καὶ ὅτι γύης, καὶ μέτρον γῆς καὶ μέρος ἀρότρου. ὥστε ἀρσενικὸν ὁ γύης. Ἕρκος δὲ καὶ νῦν ὁ φραγμὸς, ὡς καὶ ἐν τῷ, ἕρκος ὀδόντων. ἀλλαχοῦ δὲ ἐγράφη ἕρκη λέγεσθαι παρὰ τοῖς κωμικοῖς, καὶ πλεκτά τινα ἐκ τριχῶν. ὅθεν καὶ ἑρκάνη φασὶν ὁ φραγμός. Τὸ δὲ ἐλήλαται ἀμφοτέρωθεν, ἀντὶ τοῦ πάντοθεν. λαμβάνει γὰρ Ὅμηρος ὡς ἓν μὲν, τὰς δύο παραλλήλους τοῦ τετραγώνου πλευράς. ὡς ἓν δὲ, τὰς λοιπὰς δύο. καὶ οὕτω τὸ ἀμφοτέρωθεν, τετραχόθεν γίνεται. δὶς γὰρ αἱ συζυγίαι τῶν πλευρῶν τοῦ τετραγώνου, τέσσαρές εἰσι πλευραί. καὶ τὸ διχῶς, τετραμερῶς ἐνταῦθα ἐστί. κἀντεῦθεν τό τε τετραχόθεν, οὐδὲν ἄλλο ἐστὶ ἢ τὸ πάντοθεν. τοιούτῳ δὲ λόγῳ καὶ ἀμφίαλος νῆσος, ἡ πανταχόθεν ἅλα ἔχουσα, ὅ ἐστιν ἀμφοτέρωθεν. κατὰ δεξιὸν δηλαδὴ καὶ ἀριστερὸν μέρος καὶ ἔμπροσθεν καὶ ὄπισθεν. ἅπέρ ἐστι, πάντοθεν. Τὸ δὲ ὄγχναι καὶ ῥοαὶ καὶ μηλέαι καὶ τὰ ἑξῆς, κατὰ σχῆμα κάλλους ἐξήνεκται ὁμοιοκατάληκτον. συνεξωραϊζομένης τῆς ἀπαγγελίας τῷ κάλλει τῶν φραζομένων. καλὰ δὲ καὶ τὰ ἐπίθετα. παρατετηρημένως γὰρ ὁ ποιητὴς ἑκάστου δένδρου ἐπίθετον ἐκτίθεται κατὰ φυσικὴν ἰδιότητα. καλὸν μὲν γὰρ, τὸ μῆλον. καὶ ὡς αὐτός φησι, καρπὸς ἀγλαός. διὸ καὶ ἀγλαόκαρπος ἡ μηλέα ὡς αὐτίκα εἰρήσεται. γλυκὺ δὲ ὑπερβαλλόντως τὸ σῦκον ἐν ὀπώραις. ἀειθαλὴς δὲ ἡ ἐλαία. Ὄγχνη δὲ κυρίως κατὰ τοὺς παλαιοὺς, ἡ ἀγρία ἄπιος, ἤτοι ἡ ἀχράς. διὰ τὸ ἄγχειν τὸν προσιέμενον. διὸ καὶ ἄπιος λέγεται ὡς μὴ ἔχουσα πιότητα. καταχρώμεθα δὲ ὅμως τῇ λέξει, καὶ ἐπὶ τῶν ἡμέρων. καθʼ ὁμοιότητα δὲ τοῦ, ἄρχαμος, ὄρχαμος, γίνεται καὶ ἀπὸ τοῦ ἄγχειν ἡ ὄγχνη. Ῥοιὰ δὲ, νῦν μὲν τὸ δένδρον. λέγεται δὲ ὁμωνύμως αὐτῇ ῥοιὰ, καὶ τὸ αὐτῆς καρποφόρημα. ὥσπερ καὶ ἐλαία, αὐτό τε τὸ φυτὸν καὶ ὁ καρπός. αὐτὸς δὲ, μάλιστα δίχα τοῦ ι. ἐλάα γὰρ Ἀττικῶς, ὁ τῆς ἐλαίας καρπός. ὅθεν ἀστεΐζεται τὸ, μάστιξε δʼ ἐλάαν. καὶ, τίς τῆς ἐλάας παρέτραγε; δῆλον δὲ ὅτι καὶ ῥόα λέγεται ὁμοίως τῷ, χροιὰ χρόα. ὅτι δὲ ῥοιαὶ ὁμωνύμως τῷ δένδρῳ καὶ αἱ περὶ αὐτὰς μυθικαὶ νύμφαι, δηλοῦται καὶ ἀλλαχοῦ. Καρπὸς δὲ παρὰ τὸ κάρφω γίνεται Ἰωνικῇ τροπῇ τοῦ δασέος εἰς ψιλόν. ὃς δηλαδὴ πεπανθεὶς ἤδη κάρφεται μηκέτι αὐξόμενος ὑγροῦ ἐπεισροῇ. ὁμώνυμος δὲ ἡ λέξις. καρπὸς γὰρ, καὶ μέρος ἤτοι ἄρθρον χειρὸς μεταξὺ βραχίονος καὶ θέναρος, ἀφʼ οὗ παράγεται τὸ μετακάρπιον. καὶ ὁ κοινῶς λεγόμενος καρπόχειρ. καὶ ἡ παρὰ τοῖς ἰδιώταις ἐξώκαρπος πάλη. Ἰστέον δὲ ὅτι μῆλον οὐ μόνον τὸ συνήθως οὕτω λεγόμενον τὸ καὶ ἀληθῶς ἀγλαὸν οἷς ἐρεύθεται ὡς εἰς ἄγαλμα φύσεως, ἀλλὰ καὶ τὸ τῆς περσέας παρὰ τοῖς ὕστερον. ἔτι γε μὴν, καὶ τὸ κιτρίον. ὃ δὴ κίτρον Ῥωμαῖοι καλοῦσιν ὥς φησι Πάμφιλος ἐν τῷ περὶ γλωσσῶν. λέγων ὅτι τὸ δένδρον αὐτοῦ φέρει τὰ μῆλα πᾶσαν ὥραν. τὰ μὲν γὰρ, ἀφῄρηται, τά δʼ ἀνθεῖ. τά δʼ ἐκπέττει. καλεῖται δέ φασι τὸ κιτρίον παρὰ Λίβυσι, μῆλον ἑσπερικόν. ἀφʼ ὧν Ἡρακλῆς ἐκόμισεν εἰς τὴν Ἑλλάδα σταλεὶς ὑπὸ Εὐρυσθέως τὰ διὰ τὴν ἰδέαν χρύσεα λεγόμενα μῆλα τὰ τῶν Ἑσπερίδων. ἅπερ εἰς ἀστέρας ἀλληγοροῦνται ὅτε ὁ Ἡρακλῆς εἰς ἥλιον μεταλαμβάνεται. παραθετέον δʼ ἐνταῦθα καὶ μῆλα Φιλίππου, ὡς λεγομένου φιλίως περὶ αὐτὰ διακεῖσθαι. ἔτι δὲ καὶ τὰ τοῦ φιλομήρου υἱοῦ αὐτοῦ Ἀλεξάνδρου. ὃς καὶ φιλόμηλος ὡς ἔοικεν ὢν, κάλλιστα μῆλα εὑρὼν περὶ τὴν Βαβυλωνίαν χώραν τούτων τε πληρώσας τὰ σκάφη, μηλομαχίαν ἀπὸ τῶν νεῶν ἐποιήσατο, ὡς τὴν θέαν ἡδίστην γενέσθαι. ὡς δὲ καὶ ἐρωτικὰ τὰ μῆλα, δηλοῖ καὶ ὁ γράψας τὸ, μῆλα ἔρωτες ἰδοὺ τρυγῶσι. καὶ ὁ εἰπὼν τὸ, μήλῳ ὑπὸ πορνιδίου βληθείς. γνωστέον δʼ ἐνταῦθα, καὶ τροπικὰ χρυσᾶ μῆλα. ἐξ ὧν ἡ τῶν μηλοφόρων αὐλὴ παρὰ τῷ δειπνοσοφιστῇ. δορυφόροι δὲ ἦσαν οὗτοι Πέρσαι, πάντες ἔχοντές φασιν ἐπὶ τῶν στυράκων μῆλα χρυσᾶ. Ἡ δὲ συκῆ, περισπᾶται διὰ συναίρεσιν ὡς καὶ τὸ, ἀμυγδαλέα ἀμυγδαλῆ. καὶ ὡς τὸ, φακέα φακῆ τὸ κατά τινα παλαιὸν, ἥδιστον ὄψον. ἧς κτητικὸν, φάκινος. ὡς τὸ, μέγαν κολοσσὸν φάκινον. Ὅτι δὲ καὶ κύριον ὄνομα ἦν Φακῆ, δηλοῖ ὁ γράψας ὅτι ἀδελφὴ Ὀδυσσέως. Καλλιστώ. κατὰ δὲ ἑτέρους, Φακῆ. ὁμώνυμός φησι τῷ ὀσπρίῳ. εἰς ὃ γράψαι λέγεται Ὅμηρος. ἐκθέμενος λεκίθου καὶ φακῆς σύγκρισιν. λεκίθου δὲ, δηλονότι οὐ τοῦ ἐν τοῖς ὠοῖς, ἀλλὰ ὀσπρίου κροκοειδοῦς. ὅπερ ἀρσενικῶς λέγεται ὁ λέκιθος. ὡς δὲ καί τις ὕστερόν ποτε φιληδῶν τῷ ὀσπρίῳ ἐπεκαλεῖτο σκωπτικῶς διʼ αὐτὸ φακῆ, καθωμίληται. ἐκ δὲ τοῦ σύκου, καὶ συκάζειν λέγεται τὸ τρυγᾶν σῦκα. καὶ ἀποσεσυκάσθαι μεταφορικῶς, τὸ ἀποτετρυγῆσθαι. λέγεται δὲ καὶ συκάσιος Ζεὺς παρὰ τοῖς παλαιοῖς, ὁ καθάρσιος. τῇ γὰρ συκῇ ἐχρῶντο φασὶν ἐν καθαρμοῖς. φέρεται δὲ καὶ παροιμία, σῦκον ἐφʼ Ἑρμῇ ἤγουν ἕρμαιον καὶ εὕρημα ἐκκείμενον ἐπʼ ὠφελείᾳ τοῦ ἐντυχόντος. καὶ τὸ μὲν παροιμιακὸν τοῦτο σῦκον, <!-- 1.267 -->οὕτω καλόν. τὸ δὲ παρονομάζον τὸν συκοφάντην, οὐκ ἂν εἴη καλόν. Ὅτι δὲ τὸ τῆς συκοφαντίας φαυλοτάτου πράγματος ὄνομα χρηστὴ ἐξαρτύει ὀπώρα τὸ σῦκον, οὐδεὶς τῶν περὶ λόγους ἀγνοεῖ. ἐκ δὲ τοῦ σύκου, καὶ ἑτέρα παροιμία τὸ, συκίνη ἐπικουρία, ἐπὶ ἀφαυρῶν βοηθῶν. ἐκτείνει δὲ τὴν ἄρχουσαν καὶ ἡ συκῆ καὶ τὸ σῦκον. διὸ καὶ προπερισπᾷ τὸ σῦκον ὁ ποιητής. ὡς δὲ καὶ ἰσχνανθὲν τὸ σῦκον σπουδαζόμενον ἦν, δηλοῖ ὁ τοῖς τραγήμασιν ἐντάξας καὶ τὴν ἰσχάδα. καὶ εἰπών. τό, τε θειοπαγὲς μητρῷον ἐμοὶ μελέδημʼ ἰσχὰς Φρυγίας εὕρημα συκῆς. Ἐπετήσιος δὲ, ὁ καὶ αὐτὸς ἐπηετανὸς καὶ διηνεκὴς καὶ ἐξαρκῶν εἰς ὅλον ἔτος. καὶ ὡς ὁ ποιητὴς ἡρμήνευσεν, ὃς οὔ ποτε ἀπόλλυται οὐδʼ ἀπολείπει. τουτέστιν οὔθʼ ὑπό τινος πάθους φθείρεται, οὐδὲ μὴν δαπανώμενος ἀπολείπει, ἀλλὰ παραμένει ἐξ ἔτους εἰς ἔτος. διὸ καὶ δένδρεα ἔφη τηλεθόωντα. ὃν τρόπον καὶ ἐλαίας ἔφη τηλεθοώσας. ἄλλως γὰρ, οὐ τηλεθόωσιν ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι καὶ συκαῖ. καὶ τοιοῦτος μὲν ὁ ἐπετήσιος. ὁ μέντοι ἐπέτειος ὅτε ἂν λεχθείη ἐπὶ ἀνθρώπου, ψόγον ἔχει. δηλοῖ γὰρ τὸν εὐμετάβολον καὶ οὐ διηνεκῆ τὰ εἰς φιλίαν. ἀλλʼ ὡς εἰπεῖν, κατʼ ἔτος ἢ ἐξ ἔτους εἰς ἔτος μεταβαλλόμενον. οὗ χείρων πάνυ ὁ ἐφημέριος. Τὸ δὲ οὔ ποτε ἑρμηνεύων, ἔφη. οὐ χείματος οὐ θέρους. ὥστε, ἀεὶ εἰσὶν οἱ καρποὶ διατοῦτο. Ἰστέον δὲ ὅτι ψεῦδος μὲν ἐπὶ τῶν ἀληθινῶν Φαιάκων, τὸ οὕτω παράμονον τῶν καρπῶν. ἄλλως μέντοι ἐπὶ πολὺ τοῦ ἔτους διαρκοῦσι καὶ ἐκεῖ οἱ καρποὶ ὡς οἴδασιν οἱ πείρᾳ μαθόντες. Ὅμηρος δὲ ἐκτοπίζων τὴν Φαιακίαν κατά τινα ὡς καὶ προεδηλώθη ποιητικὴν τερατείαν καὶ ποῤῥωτάτω μετάγων, ὑπερβάλλει τοιαῦτα πλάττων περὶ αὐτῆς, ὡς εἴπερ νῆσος ἦν τις μακάρων τοῖς ἀκούουσιν ἀνεξέλεγκτος. Ἐν δὲ τῷ, Ζεφυρίη πνείουσα, σημείωσαι ὅτι ἀπὸ κοινοῦ εἴληφε τὸ πνοὴ ἐκ τοῦ πνείουσα. καὶ ἔστιν ὅμοιον τῷ, δικάσω, ἰθεῖα δὲ ἔσται. ἡ δίκη δηλαδή. Τὸ δὲ τὰ μὲν, φύει ἄλλα δὲ πέσσει ὅ ἐστι πεπαίνει καὶ πέπειρα ποιεῖ, τὸν τρόπον δηλοῖ καθʼ ὃν ἐπετήσιος τοῖς ἐκεῖ δένδροις ὁ καρπός. ὡς τοῖς προγενομένοις καρποῖς ἑτέρων ἐπιγινομένων. διὸ καὶ ἐπάγει πρὸς τὸ σαφέστερον, ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει. τουτέστι, πέπειρα ὄγχνη, καὶ οἱονεὶ γραῦς, ᾐώρηται τοῦ δένδρου ἐπὶ νεοφυεῖ ἑτέρᾳ ὄγχνῃ. οὕτω δὲ καὶ μῆλον ἐπὶ μήλῳ. καὶ ἐπὶ σταφυλῇ σταφυλή. ἐν οἷς καλὸν σχῆμα τὸ κατʼ ἐπιμονὴν ὁμοιόσχημον. Τὸ δὲ σῦκον δʼ ἐπὶ σύκῳ, ἀπέχρησέ ποτε τῷ σταγειρόθεν σοφῷ εἰς σκῶμμα τῶν Ἀθηναίων ὡς χαιρόντων συκοφαντείᾳ ὅτε Σωκράτην ὑπεξήγαγον κωνείῳ, τοῦ βίου. μελετήσας γὰρ ὑποχωρῆσαι τότε ὁ Σταγειρίτης, εἶπεν ἐξ Ὁμήρου τρυγήσας τὴν ὀπώραν τῆς ἐν λόγῳ χάριτος ὡς οὐκ ἂν μείνῃ παρὰ τοιαύτῃ πόλει ἐν ᾗ γηράσκει σῦκον ἐπὶ σύκῳ. τουτέστιν ὅπου τὰ τῆς συκοφαντίας διηνεκῆ καὶ ἀδιάδοχα καὶ τῷ μακρῷ τοῦ χρόνου συμπαρεκτεινόμενα. οὗ δηλωτικὸν τὸ γηράσκει, τιθέμενον καὶ ἐπὶ ἀψύχων, ὡς δῆλον ἔκ τε τοῦ γερανδρύου καὶ ἐκ τοῦ, γέρον σάκος. Ἰστέον δὲ ὅτι κατὰ τὴν ἱστορικὴν παράδοσιν καθάπερ ἡ Φαιακία, οὕτω καὶ ἡ Αἴγυπτος διὰ τὴν τοῦ περιέχοντος ἀέρος εὐκρασίαν καὶ διὰ τοὺς κηπεύοντας τὰ σπανίως καὶ καθʼ ὥραν ἐνεστηκυῖαν ἐν ἄλλοις φυόμενα τόποις, ἄφθονα γεννᾷ καὶ διαπαντός. καὶ οὔτε ῥόδον οὔτε λευκόϊον οὔτʼ ἄλλῳ ῥᾳδίως ἄνθος ἐκλείπειν οὐδὲν οὐδέ ποτʼ εἴωθεν. Ἀριστοφάνης δὲ ἐν Εἰρήνῃ σεμνύνων καὶ αὐτὸς τὰς Ἀθήνας, μαρτυρεῖ, ὡς διηνεκεῖς ἐκεῖ αἱ ὀπῶραι. Ἀέθλιος δὲ ὁ Σάμιος, ἔφη ὡς ἐν Σάμῳ, σῦκον σταφυλὴ ὁμομηλὶς ἢ ἀμαμηλὶς καὶ μῆλα καὶ ῥόδα, δὶς τοῦ ἐνιαυτοῦ ἐγένετό ποτε. παραμονὴ δὲ σταφυλῶν ἠστεΐσθη κατὰ τὸν Ἀθήναιον ὑπὸ Λυγκέως, οὕτω. βότρυς, ὃς οἷα περ ἀγαθὸς οἰκέτης διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν. Ἀλωὴ δὲ φανερῶς ἐνταῦθα, μόνη ἡ ἀμπελόφυτος, ᾗ καὶ αὐτῇ ἐμπρέπουσα ἡ τῶν Φαιάκων φαίνεται γῇ. ὡς δηλοῖ καὶ ὁ εἰπὼν ὅτι χαριέστατος οἶνος εἰς παλαίωσιν, ὁ Κερκυραῖος. ἤγουν ὁ κατὰ τὴν Φαιακίαν. ὁ δὲ Ζακύνθιος καὶ ὁ Λευκάδιος, διὰ τὸ γύψον λαμβάνειν, ἀδικοῦσι κεφαλήν. δῆλον δὲ ὡς ἡ εἰρημένη ἀλωὴ, καὶ ἀμπελὼν τρισυλλάβως κοινότερον λέγοιτʼ ἂν τύπῳ περιεκτικῷ, καὶ τετρασυλλάβως δὲ, ἀμπελεὼν κατὰ Ἀττικοὺς, ἀναλόγως τῷ ἀκανθεών. οὗ τύπου ἐστὶ καὶ τὸ, χαραδρεών. κυκεών. ἀνθερεών. ἤδη δὲ καὶ ἀπατεών. καὶ τὰ τοιαῦτα. καὶ ἔστι σαφὴς χρῆσις ἀμπελεῶνος. οὗ πρὸς ὁμοιότητα καὶ ὁ κοινὸς λεγόμενος ἀνδρὼν, ἀνδρεὼν κεῖται παρʼ Ἡροδότῳ. οἶκος καὶ αὐτὸς μέγας. ὁ παρʼ ἄλλοις ἀνδρόδομος ἢ τρίκλινος. Θειλόπεδον δὲ, εἵλης βοτρύων τόπος. ψυκτὴρ σταφυλῶν. ὕπαιθρος ἡλίῳ ἐκκείμενος. καὶ ὡς εἰπεῖν, πέδον εἵλης ὅ ἐστι θερμότητος Ἡλίου. ὡς καὶ ὁ ποιητὴς παρετυμολογεῖ ἐν τῷ, τέρσεται ἠελίῳ. ἢ καὶ ἄλλως <!-- 1.268 -->εἰπεῖν καθʼ Ὅμηρον, λευρὸς ὅ ἐστιν ὁμαλὸς τόπος τερσόμενος ἡλίῳ. σύγκειται δὲ ἡ λέξις κατά τινας καθʼ ὁμοιότητά τινα τοῦ στρατοπέδου, παρὰ τὸ το ἄρθρον οὐδέτερον καὶ τὴν εἵλην καὶ τὸ πέδον. οἷς καὶ ἀρέσκει, θειλόπεδον ἀεὶ ἄνευ ἄρθρου προφέρειν, ὡς ἐγκειμένου τοῦ ἄρθρου συνθέτως τῇ λέξει. διὸ καὶ μὴ δεῖν φασι λέγειν τὸ θειλόπεδον. ἵνα μή τις λέγῃ τρόπον τινὰ, τὸ τὸ εἱλόπεδον διπλάζων τὸ ἄρθρον καὶ οὕτω βαρβαρικῶς ἀδολεσχῶν. ὥσπερ φασὶν, οὐδὲ ὁ θάτερος εἴποι τις ἂν, ἵνα μὴ ἀδολεσχοίη. καὶ ἐκεῖ γὰρ, Δωρικὸν ἄρθρον ἀρσενικὸν τὸ το, σύγκειται μετὰ τοῦ ἅτερος. ἐξ ὧν θάτερος. καθʼ ὁμοιότητα τοῦ οὐδετέρου καὶ τοῦ θηλυκοῦ. ἤγουν τοῦ, τὸ ἅτερον θάτερον. καὶ τὴν ἁτέρα θατέρα. καὶ λέγουσι μὲν οἱ τοιοῦτοι, πιθανῶς. τί γὰρ ἂν καὶ βούλοιτο τὸ θῆτα στοιχεῖον προκατάρχειν ἐν τῷ θειλόπεδον, εἰ μὴ ἐξ ἄρθρου ἦν; ἀντιλέγονται δὲ αὐτοὶ διὰ τὸ θειλοπεδεύω. οὐ γὰρ δή που καὶ ἐν τῷ τοιούτῳ ῥήματι, τὸ το ἄρθρον σύγκειται. εἴποιεν δʼ ἂν ἴσως πρὸς τούτοις ἐκεῖνοι, μηδὲν μὴ δὲ τοῦτο αὐτοῖς προσίστασθαι. καθάπαξ γὰρ τὸ το ἄρθρον καθʼ ἕξιν τινὰ συντεθὲν ἐν τῷ θειλόπεδον καὶ κραθέν, ἔμεινεν ἀχώριστον τῆς λέξεως καὶ ἐν τῷ ῥήματι. ὁποῖόν τι γέγονε καὶ ἐν τῷ ταυτόν. κἀνταῦθα γὰρ τὸ το ἄρθρον ἑκτικῶς τῇ αὐτὸς ἀντωνυμίᾳ συντακὲν κατὰ σύνθεσιν, διέβη καὶ εἰς τὸ ταυτίζω ῥῆμα καὶ εἰς τὸ θηλυκὸν τὴν ταυτότητα. εἰσὶ δὲ οἱ ἄλλως λύοντες τὴν ἀπορίαν τῆς τοῦ θῆτα στοιχείου προκατάρξεως ἐν τῷ θειλόπεδον, συνέθεντο τὴν λέξιν ἀπὸ τοῦ θεῖναι καὶ τῆς ἕλης καὶ τοῦ πέδον. Ὅτι δὲ τὴν εἵλην οἱ παλαιοὶ καὶ ἕλην φασὶν, ἐν ῥητορικοῖς δηλοῦται λεξικοῖς. ἔνθα κεῖται καὶ ὅτι εἵλη καὶ ἕλη, ἡ τοῦ ἡλίου αὐγή. καὶ εἱληθερεῖν, τὸ ἡλιάζεσθαι, καὶ εἱλεῖν, τὸ ἐν ἡλίῳ ξηραίνειν. καὶ εὔειλον χωρίον, τὸ εὐήλιον. καὶ πρόσειλον, τὸ πρὸς μεσημβρίαν τετραμμένον. καὶ εἱληθερὲς ὕδωρ, τὸ ὑπὸ ἡλίου τεθερμασμένον. Ἐν δὲ τῷ ἕτερον μὲν θειλόπεδον, ἑτέρας δὲ τρυγῶσιν, ἄλλας δὲ τραπέουσιν, ἕτεραι δʼ ὑποπερκάζουσιν, ἐφʼ ὧν ἐν τρισὶ τόποις κεῖται τὸ ἕτερον εἰωθὸς ἐπὶ δύο λέγεσθαι καὶ δηλοῦν τὸ ἓν ἐξ αὐτῶν, γράφοντες οἱ παλαιοὶ περὶ τοῦ ἕτερος καὶ ἄλλος, λέγεσθαί φασι τὸ ἕτερος καὶ ἐπὶ πολλῶν. Δημοσθένης γοῦν ἐν τῷ κατʼ Ἀριστοκράτους φησί. τρίτον δʼ ἕτερον δικαστήριον πρὸς τούτοις. οὕτω δὲ καὶ τὸ ἄλλος οὐ μόνον ἐπὶ πολλῶν, ἀλλὰ καὶ ἐπὶ δύο. καὶ ὅλως, ἀδιαφόρως Ἀττικοὶ χρῶνται ἀμφοῖν. ὥστε καὶ ἐκ παραλλήλου λέγουσιν ἀμφότερα. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ, καὶ οὕτω φασίν. ἕτερον καὶ ἄλλο, ἀδιαφόρως. Πλάτων οὖν ἐν πολιτείαις, φησίν. ἄλλη μὲν ἡ ἀπωθοῦσα χεὶρ, ἑτέρα δὲ ἡ προσαγομένη. καὶ οὕτω μὲν αὐτοί. ἀφανίζοντες τὴν περὶ τοῦ ἕτερος παλαιὰν παρατήρησιν. ἥτις ἐπὶ δύο τίθεσθαι τὸ ἕτερον παραδιδοῦσα, τὸ ἓν ἐκ τῶν δύο λέγει δηλοῦν. εἰ δέ τις ἀκριβῶς τῇ Ὁμηρικῇ φράσει προσχοίη, εὑρήσει κἀνταῦθα φυλαττόμενον τὸ κοινῶς πάλαι παραδοθέν. εἰ γὰρ καὶ οἱ μεθʼ Ὅμηρον Ἀττικοὶ τὸ ἕτερον καὶ ἐπὶ τρίτου τινὸς καὶ τετάρτου τιθέασιν, ἀλλʼ Ὅμηρος ἐπὶ δύο μόνων τάττει αὐτό. τὸ γοῦν ἕτεραι δʼ ὑποπερκάζουσι, πρὸς μόνας τὰς ἀνωτέρω ῥηθείσας ὄμφακας διέστειλεν. ὥσπερ αὖ πάλιν διαστέλλονται πρὸς τὰς ἐν θειλοπέδῳ, αἱ τρυγώμεναι. ἔφη γάρ. ἧς ἕτερον μὲν, θειλόπεδον. ἑτέρας δὲ, τρυγῶσιν. ὅθεν τρίτας μέλλων εἰπεῖν τὰς πατουμένας, οὐ λέγει ἑτέρας δὲ τραπέουσιν, ἵνα μὴ ἐπὶ τρίτου πράγματος θήσῃ τὸ ἕτερον. ἀλλὰ εἰπὼν ὡς ἕτεραι μὲν θειλοπεδεύονται ἕτεραι δὲ τρυγῶνται, ἐπάγει. ἄλλας δὲ τραπέουσι. τὸ μὲν γὰρ ἕτερος, ἐπὶ δύο μόνων λέγεται. τὸ δὲ ἄλλος, ἐπὶ πλειόνων. Ἰστέον δὲ ὡς κατὰ τοὺς παλαιοὺς, οὐ μόνον ἕτερον καὶ ἕτερα, ἀλλὰ καὶ μετὰ τοῦ θῆτα θάτερον καὶ θάτερα λέγεται τὸ τῶν οὐδετέρων πληθυντικὸν ἑνικόν. Χρύσιππος δὲ λέγων τὸν θάτερον τῶν Διοσκούρων, ἐσχάτως βαρβαρίζει ὥς φησι Παυσανίας. τὸ γὰρ ἀρσενικὸν, κατὰ τὴν ὀρθὴν, ἅτερος λέγεται. κραθὲν ἀπὸ τοῦ, ὁ ἕτερος. ἢ καὶ Δωρικῶς φασι τραπὲν κατὰ τὸ, Ἄρτεμις Ἄρταμις. τρέπω τράπω. τρέχω τράχω. αἴκε αἴκα. πιέζω πιάζω. ἔστι δὲ καὶ θατέρου γενικὴ ἑνική. καὶ θατέρῳ δοτικὴ τῶν ἑνικῶν οὐ θατέροις. σολοικισμὸς γὰρ τοῦτο κατὰ Παυσανίαν. ἐπὶ δὲ αἰτιατικῆς, οὐ κιρνᾶται. τὰ δὲ θηλυκὰ, οὕτω συναλείφεται. ʽἠτέρα. καὶ θητέρα, οὔτε δὲ κατὰ γενικὴν οὐδʼ αὐτὰ, οὔτε κατὰ αἰτιατικὴν κιρνᾶται. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ τραπέουσιν, ἀντὶ τοῦ πατοῦσιν. ὅθεν φασὶ καὶ τραπηταὶ, οἱ πατοῦντες τὰς σταφυλάς. γίνεται δὲ παρὰ τὸ τρέπειν ἡ λέξις, ἐπεὶ πατουμένη τρέπεται εἰς ἄλλό τι ἡ σταφυλή, εἰς οἶνον γάρ. τρεπομένη ἀπὸ πηκτοῦ εἰς ῥυτόν. Ἰστέον δὲ ὅτι τὸ τραπεῖν μὲν σταφυλὰς, ποιητικὴ τραχεῖα λέξις. τὸ δὲ πατεῖν, ἀνάπαλιν. κοινή τε γάρ ἐστι καὶ λεία. καὶ εὕρηται καὶ αὐτοῦ χρῆσις παρὰ τοῖς παλαιοῖς, ἔν τε πεζολογίᾳ. οἷον. ἐπάτουν ἑξήκοντα <!-- 1.269 -->σάτυροι πρὸς αὐλὸν ᾄδοντες μέλος ἐπιλήνιον. ἔτι δὲ καὶ ἐν σκολίῳ. Ὑβρίας γοῦν ὁ Κρὴς κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ ἱστορίαν, γράφει οὕτως. ἔστι μοι πλοῦτος, μέγα δόρυ. καὶ ξίφος. καὶ τὸ καλὸν λαισήϊον πρόβλημα χρωτός. τούτῳ γὰρ ἀρῶ. τούτῳ θερίζω. τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπʼ ἀμπέλου. καὶ ἰδοὺ χρῆσις αὕτη τοῦ πατεῖν ληνοβατικῶς. τὸ δὲ σκόλιον, ἔχει καὶ ταῦτα. τούτῳ δεσπότας κέκλημαι. τοιδὲ μὴ τολμῶντες ἔχειν δόρυ καὶ τὸ καλὸν λαισήϊον, πάντες γόνυ πεπτηῶτες ἐμὸν, κυνέοντι δεσπόταν. καὶ μέγαν βασιλέα φωνέοντι. ἤγουν προσκυνοῦσί με ὡς δεσπότην καὶ προφωνοῦσι μέγαν βασιλέα. σκόλια δὲ τοῦτο τὲ καὶ τὰ κατʼ αὐτὸ λέγεται, τῷ μὲν τόνῳ, πρὸς διαστολὴν τοῦ κοινῶς σκολιοῦ ἢ πράγματος ἢ λόγου. τῇ δὲ ἐννοίᾳ, οὐχʼ ὅτι σκολιά εἰσι λόγῳ ψόγου, ἀλλὰ κατά τινα μελοποιΐας νόμον. ὃς οἷα εἰκὸς, οὐ πρὸς εὐθὺ ἐμέλπετο ἁπλοϊκώτερον, ἀλλὰ ποικίλως ἐσκολιοῦτο. μυρία δὲ τοιαῦτα περιφέρονται. τὰ μὲν, σκωπτικά. τὰ δὲ, πρὸς ἔρωτα. πολλὰ δὲ, καὶ σπουδαῖα. ἐν οἷς καὶ τὸ παιδεῦον ὀρθότητα φιλικὴν, ἔχον οὕτως. ὅ δὲ καρκίνος ὧδʼ ἔφη χαλᾷ τὸν ὄφιν λαβών. εὐθέα χρὴ τὸν ἑταῖρον ἔμεν καὶ μὴ σκολιὰ φρονεῖν. ἤγουν καρκίνος χηλῇ τὸν ὄφιν συσχὼν, εἶπεν ὡς ὀρθὸν χρὴ τὸν φίλον εἶναι καὶ μὴ σκολιόφρονα. παίδευσιν δὲ κἀκεῖνο τὸ σκόλιον ἔχει. εἴθʼ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος τὸ στῆθος διελόντα ἔπειτα τὸν νοῦν ἰδόντα, κλείσαντα πάλιν, ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί. αὐτὸ δὲ χρηστὸν μέν ἐστιν εἰς τὴν Ἀχιλλέως γνώμην ὃς ὁμῶς ἀΐδω πύλῃσιν ἄνδρα ἐχθαίρει ἕτερα μὲν κεύθοντα ἐν φρεσὶν ἄλλα δὲ βάζοντα. ὥρμηται δὲ ἀπὸ Αἰσωπείου μύθου. ἐν ᾧ μέμφεται ὁ Μῶμος τὸν Προμηθέα, ὅτι πλάσας ἄνθρωπον, μὴ προσέπλασε τῷ στήθει καὶ πύλας, ὥστε ἀνοιγομένων αὐτῶν, βλέπεσθαι τὰς φρένας αὐτοῦ. ἀλλʼ ἀφῆκε κρυψίφρονα εἶναι. ἔτι παιδεύει κἀκεῖνο εἰς φιλίαν τὸ, σύν μοι πῖνε. συνήβα. συνέρα. συγκανηφόρει. σύν μοι μαινομένῳ μαίνεο. συσσωφρόνει σώφρονι. οὗ περ ἀρχὴ, ἐξ Ὁμήρου. εἰπόντες ἐν ταῖς λιταῖς, ὡς καλόν τοι σὺν ἐμοὶ τὸν, κήδειν. καὶ ἑξῆς. Τὸ δὲ πάροιθεν ὄμφακες, ἀντὶ τοῦ, πρὸ ὀφθαλμῶν. οἷα βλεπόμεναι καὶ μὴ εἰς τὸ ἐπιὸν ἔτος ἐλπιζόμεναι. Τὸ δὲ ἄνθος ἀφιεῖσαι, ἐφερμηνευτικόν ἐστι τοῦ ὄμφακες. ὄμφακες γάρ εἰσι κατὰ τοὺς παλαιοὺς, αἱ τὸ ἄνθος καὶ τὴν κύπριν μεταβάλλουσαι εἰς σταφυλάς. ἐπετήσιον δέ πως καὶ τὴν σταφυλὴν ἐκεῖ βούλεται εἶναι ὁ ποιητής. εἴπερ τομὲν αὐτῆς, εἱληθερεῖται. τοδὲ, τρυγᾶται. τοδὲ, πατεῖται. ἄλλο δὲ, ἄνθος ἀφίησι. τοδὲ, περκάζει ὅ ἐστι μελαίνεται. δηλοῖ δὲ τὴν τοῦ περκάζειν σημασίαν, καὶ ὁ περκνὸς εἴτε ἀετὸς εἴτε ἄλλό τι. Πρασιαὶ δὲ, τόποι λαχανηφόροι, ἀπὸ μέρους τῶν πράσων κληθέντες. ἀφʼ ὧν καὶ χρῶμα τὸ πράσιον, περιεκτικὴ δὲ ἡ λέξις ὡς καὶ ἡ ἀχυρμιά. Τὸ δὲ γανόωσαι, ἀντὶ τοῦ, γάνος ἐμποιοῦσαι. ὥσπέρ που καὶ χθὼν γελᾶν ἐλέχθη παρὰ τῷ ποιητῇ. καὶ ἐπὶ θαλάσσης δὲ γαληνὰ κλυζούσης τὴν χέρσον, γέλως παρά τισι λέγεται. οὐχʼ ὅτι κῦμα γελᾷ, ἀλλʼ ὅτι διαχέονται οἱ αὐτὰ ὁρῶντες. μεταγομένου τοῦ πάθους, ἀπὸ τῶν πασχόντων ἐπὶ τὰ ποιοῦντα. οὕτω δὲ καὶ θώρηκες ἐν Ἰλιάδι γανόωντες λέγονται. Αἱ δὲ κρῆναι, χρήσιμοι τῇ τε πόλει, καὶ τοῖς περὶ τὸν κῆπον. διὸ καὶ αὐτὰς προσιστόρησεν ὁ ποιητὴς διὰ τὸ ἀναγκαῖον τῆς χρήσεως. Ὅρα δὲ ὅτι τὸν ῥηθέντα τετράγυον κῆπον, εἰς τρία διεῖλεν. εἰς δενδροφόρον. καὶ εἰς ἀμπελόφυτον ἣν ἁλωὴν εἶπε κατʼ ἐξοχήν. καὶ εἰς λαχανηφόρον. Τὸ δὲ ἐν Ἀλκινόου, Ἀττικῶς συντέτακται ὡς καὶ τὸ ἐν ᾅδου καὶ τὸ ἐν Κίρκης καὶ ὅσα τοιαῦτα. Ὅτι καὶ οἱ Φαίακες ὑπνῶσαι μέλλοντες, Ἑρμῇ ἔσπενδον. φησὶ γοῦν περὶ Ὀδυσσέως, ὡς εὗρε τοὺς τῶν Φαιάκων ἡγήτορας, σπένδοντας δεπάεσσιν ἐϋσκόπῳ ἀργειφόντῃ. ᾧ πυμάτῳ σπένδεσκον ὅτε μνησαίατο κοίτου. καὶ ὡς ὀνειροπομπῷ δὲ καὶ ὑπνοδότῃ ἐκείνῳ ἔσπενδον τηνικαῦτα καιροῦ. πλάττει δὲ ὁ ποιητὴς ἐν τοιαύτῃ ὥρᾳ τὸν Ὀδυσσέα ἱκέτην ἐλθεῖν ἐς Ἀλκινόου, καθὰ καὶ τὸν Πρίαμον ἐν Ἰλιάδι μετὰ δόρπον ἤγαγεν ἱκετεύσοντα εἰς Ἀχιλλέα. ἱλαρώτεροι γὰρ ἐν τοιούτῳ καιρῷ μάλιστα οἱ ἱκετευόμενοι. εἰ μὴ ἄρα κατὰ τὸν Πολύφημον ἐξηγρίωνται. οὕτω δὲ καὶ ἐν Πύλῳ θυσίαν εὗρεν εὐτυχῶς ὁ Τηλέμαχος, καὶ γάμον ἐν Λακεδαίμονι. Τὸ δὲ ἡγήτορας, καὶ μέδοντας εἶπε κατὰ παράλληλον νόημα. ἔφη γάρ. Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας. Τὸ δὲ ὅτε μνησαίατο κοίτου, ἑρμηνεία ἐστὶ τοῦ, ᾧ πυμάτῳ σπένδεσκον. ἔσπενδον δὲ τῷ Ἑρμῇ πυμάτῳ, ἁπλῶς. εἰ μή τι παρενέπεσε κωλυτικόν. Ὥσπερ ἐνταῦθα μετʼ ὀλίγα καὶ Διῒ ξενίῳ σπείσουσι διὰ τὸν ἐλθόντα ξένον οἱ Φαίακες. Ὅτι ἀσύνηθες τοῖς μεθʼ Ὅμηρον τὸ, ἔβη διὰ δῶμα ἤτοι κατὰ δῶμα. ἐκεῖνοι γὰρ διὰ δώματος φασὶν ὡς καὶ ἔβη διʼ ἀγορᾶς ἢ διὰ μέσης τῆς <!-- 1.270 -->πόλεως. Ὅτι ἐπέλευσιν δηλοῖ ἀπροόρατον τὸ, ἔβη πολλὴν ἠέρα ἔχων. ὅτε δὲ ὁ ἐλθὼν ἢ ἐπελθὼν ὁραθείη, οἰκεῖον εἰπεῖν τὸ, καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ. ὅ ἐστιν, ἡ ἀορασία. θηλυκὸν δὲ καὶ τοῦτο καθὰ καὶ τὸ, πολλὴν ἠέρα. Ὅτι δὲ διὰ τοῦ ἦτα μὲν αἱ τοῦ ἀέρος πλάγιοι διὰ τοῦ α δὲ ἡ εὐθεῖα μόνη, καὶ ἀλλαχοῦ ἐῤῥέθη. αἰτία δὲ, τὸ μὴ χρῆναι καὶ τὴν εὐθεῖαν διὰ τοῦ η ἔχειν τὴν ἄρχουσαν διὰ τὸ ἐκεῖθεν κακόφωνον ἐκ τοῦ σεσηρέναι τὰ χείλη. διὸ καὶ τοῦ ἀηδίζω καὶ ἀηθέσσω, ἀήδιζον καὶ ἀήθεσσον οἱ παρατατικοὶ ἀεὶ κατὰ τοὺς παλαιούς. Τὸ δὲ πάλιν χύτο, ἀντὶ τοῦ, ὀπίσω τοῦ ἐλθόντος καὶ φανέντος. οἰκεῖον δὲ ἐπὶ ἀέρος τὸ χύειν ὥσπερ καὶ τὸ χέειν διὸ ἔφη. πολλὴν ἠέρα ἣν περίχευεν Ἀθήνη. τουτέστι φρόνησις ἡ προβουλευσαμένη τὸν τοιοῦτον καιρόν. ἢ καὶ ἄλλως, τῶν ἐναντίων ἔχουσα δύναμιν, τοῦ τε φωσφορεῖν, καὶ τοῦ ἠέρα χέειν. Ὅτι τὸ γουνάζεσθαι περιφράζων, ἀμφὶ γούνασι βάλλειν χεῖρας. φησίν. ὅ ἐστι ῥίπτειν ἢ τιθέναι. ὡς καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ ἔφη. προϊὼν δὲ, καὶ λιτανεύειν τὸ γουνάζεσθαι λέγει ἐν τῷ, θαύμαζον δʼ ὁρόωντες, ὁ δὲ λιτάνευε. τὸ δʼ αὐτὸ, καὶ γούνατα ἱκάνειν φησὶν, εἰπών. σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας. Ὅτι εὐχὴ πρέπουσα εἰς ἄρχοντας τὸ οἷς θεὸς ὄλβια δοίη ζωέμεναι. καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος κτήματʼ ἐν μεγάροισι. γέρας θʼ ὅ, τι δῆμος ἔδωκε. Καὶ ὅρα τὸ δῆμος, ὡς ἐπὶ δημοκρατίας ῥηθέν. ἵνα καὶ δημοκρατεῖσθαι δοκοῖεν οἱ Φαίακες σὺν τῷ βασιλικῶς καὶ ἀριστοκρατικῶς διοικεῖσθαι. Ὅρα δὲ καὶ ὅτι τὸ τῶν ἐπιτρόπων ὄνομα, ἐξ Ὁμήρου ἔχει τὴν ἀρχήν. τοιαύτης γὰρ ἐννοίας τὸ, παισὶν ἐπιτρέπειν κτήματα καὶ ὅτι ἔθος παλαιὸν, καὶ ἀξιωμάτων τοὺς παῖδας κληρονομεῖν. ἀξιωματικὸν γὰρ πάντως τὸ γέρας. Ὅτι τὸ, αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε θᾶσσον, ἐπειδὴ δηθὰ φίλων ἄπο πήματα πάσχω. εἴποι ἂν ὁ προπεμπτικῆς που ἐπικουρίας δεόμενος. Ὀδυσσεὺς δὲ νῦν τοῦτο φησὶν οὐ θέλων ὀψέ ποτε χρόνου πεμφθῆναι ὡς ἡ Κίρκη αὐτὸν ἐξέπεμψε καὶ ἡ Καλυψὼ, ἀλλὰ ὀτρυνθῆναι τὴν πομπὴν, διά τε τὸ ἐπὶ μακρὸν ἐκ τῆς πατρίδος ἀπόδημον αὐτοῦ, καὶ μάλιστα ὅτι ἐθέλει ὁ ποιητὴς ταχὺ τῶν παρέργων ἀπαλλαγεὶς γενέσθαι τῶν ἐφεξῆς. Ὅτι ἄλλως μὲν ἐπʼ ἐσχάρῃ προελέχθη καθῆσθαι ἡ δέσποινα Ἀρήτη, ἄλλως δʼ ἐνταῦθα ὁ ξένος Ὀδυσσεύς. ἡ μὲν γὰρ, ὡς εἰκὸς, τρυφερῶς εἶχε τοῦ καθῆσθαι. ὁ δὲ ἕζετο ἐπʼ ἐσχάρῃ ἐν κονίῃσι πὰρ πυρί. ὃ φθάσας ἔφη ἐν πυρὸς αὐγῇ. μετʼ ὀλίγα δὲ, φησὶν ὅτι χαμαὶ ἧστο ἐπʼ ἐσχάρῃ ἐν κονίῃσι, διασαφῶν εἰς πλέον οὕτω τὸ πρᾶγμα διὰ τοῦ χαμαὶ, ὃ δηλοῖ τὸ, χοῒ ἅμα. ἤτοι ὁμοῦ ταῖς κόνεσιν. ὅπερ οὐκ ἦν καὶ τῇ Ἀρήτῃ, διὰ τὸ ὡς εἰκὸς ἐπὶ θρόνου καθῆσθαι. καὶ αὐτοῦ, ἀργυροήλου. ἐφʼ οἵου καὶ Ὀδυσσεὺς καθεσθήσεται ἐν τοῖς ἑξῆς. ἀρχαϊσμοῦ δὲ, τὸ τοὺς ἐπήλυδας ἅμα εἰσόδῳ χαμαὶ καθῆσθαι. ὃ καὶ αὐτὸ παρὰ Λατίνοις φυλάσσεται. γίνοιτο δʼ ἂν ἐσχάρα ἡ κυρίως, παρὰ τὸ ἔχειν ἀρὰς ὅπέρ ἐστιν εὐχὰς τὰς καθημέραν. ἵνα ᾖ ἐχάρα, καὶ πλεονασμῷ τοῦ σίγμα ἐσχάρα. ἢ παρὰ τὸ σχεῖν ἀρὰς, σχάρα καὶ πλεονασμῷ τοῦ ε, ἐσχάρα. κατὰ τὸ, χθὲς ἐχθές. δοκεῖ γὰρ ταυτὰ εἶναι ἑστία καὶ ἱστία καὶ ἐσχάρα. ἐφʼ ὧν ἀραί τε καὶ θυσίαι Διῒ ἑρκείῳ καὶ ἱστιούχῳ ἐγίνοντο. βωμοῦ δὲ διαφέρει ἐσχάρα, καθότι ὁ μὲν, ὑπερέστηκε καὶ ὡς εἰπεῖν ἀναβέβηκεν. ἡ δὲ, πρόσγειός ἐστι. βαῦνος λεγομένη ἕως καὶ νῦν παρὰ τοῖς ἐν Πελοποννήσῳ δωρίζουσιν. Ὅτι δὲ οὐ μόνον κατὰ γῆς ἐσχάραι πυρὸς ἦσαν ἀλλὰ καὶ περιφορηταὶ, δῆλον ἐκ τοῦ, ἐπόμπευσαν καὶ θυμιατήρια χρυσᾶ καὶ ἐσχάραι ἐπίχρυσοι. λέγονται δὲ καὶ τραυμάτων ἐσχάραι. ὅθεν καὶ ἀπεσχαροῦσθαι, τὸ αὐτὰς ἐξαιρεῖν. Ἀθήναιος δὲ, καὶ ἐσχάριον παραγώγως οἶδε διʼ οὗ καθέλκονται νῆες εἰς θάλασσαν ὅθεν ἡ ἀπερίεργος γλῶσσα παραφθείρουσα, τὸ καινὸν πλοῖον ἀπὸ σκαρίου εἶναί φησι. βουλομένη πάντως, ἀπὸ ἐσχαρίου εἰπεῖν. πρὸς ὁμοιότητα δὲ ἴσως ἐσχαρίου τοιούτου, καὶ ἡ κοινότερον λεγομένη μαγειρικὴ ἐσχάρα, καὶ ἐσκεύασται καὶ ὠνόμασται. Ἰστέον δὲ ὅτι τὸ ἐπʼ ἐσχάρῃ, ταυτόν ἐστι τῷ, παρʼ αὐτῇ τῇ ἐσχάρα. διὸ καὶ ὁ ποιητὴς ἐπήγαγε διασαφητικῶς τὸ, πὰρ πυρί. ἡ γὰρ ἐπι πρόθεσις κατὰ τοὺς παλαιοὺς, ποτὲ μὲν, οὕτω δηλοῖ τὴν παρα πρόθεσιν. λαμβάνεται δέ ποτε καὶ ἀντὶ τῆς προς οἷον. τὴν μὲν, ἔπειτʼ ἐπὶ βωμὸν ἄγων. καὶ ἀντὶ τῆς εν. ὡς ἐν τῷ, ἐπουράνιος ὁ ἐν οὐρανῷ καὶ ἀντὶ τοῦ, ἔπεστιν. οἷον. οὔτοι ἔπι δέος, καὶ ἐκ περισσοῦ. ὅθεν ἐπίουρος καὶ ἐπιβουκόλος. βούλεται δὲ καὶ τὴν κατὰ δηλοῦν ἐν τῷ, ἐπίσκοπος ὁ κατάσκοπος. σημαίνει δὲ πάντως καὶ ὑστεροχρονίαν ἐν τῷ, ἐπίλογος. καί τινα δὲ προσθήκην ἐν τῷ, ἐπίκουρος καὶ ἐπιβολή. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσι, τὸ χαμαὶ ἧσθαι <!-- 1.271 -->πάνυ διαφέρον τοῦ χαμαὶ εὐνάζεσθαι. ἐξ οὗ χαμαιευνάδες σύες. Σημείωσαι δὲ ὅτι πρωτότυπον τῆς κονίας ἡ κόνις. αὐτὴ δὲ γίνεται ἀπὸ τοῦ κνῶ κατὰ Ἡρῳδιανόν. ἵνα ᾖ κνίς. καὶ ἐπεὶ οὐδέ ποτε λέξις Ἑλληνικὴ μονοσύλλαβος βραχύνεται δίχα τοῦ τίς, πλεονάζει τὸ ο καὶ γίνεται κόνις, ἀφʼ ἧς ἡ κονία. ὥσπερ δηλαδὴ καὶ ἀπὸ τοῦ θῶ, γίνεται θός, καὶ πλεονασμῷ τοῦ ε διὰ τὴν αὐτὴν αἰτίαν, θεός. οὕτω δὲ καὶ ἐκ τοῦ τλῶ, τλός. καὶ ὄτλος, ἤτοι πόνος. μόχθος. ἡ δὲ χρῆσις τοῦ κνῶ καὶ ἐν Ἰλιάδι ἐν τῷ, κνῆ τυρόν. ὅ ἐστιν ἔκοψεν. ἀφʼ οὗ ὡς ἐῤῥέθη, καὶ ἡ κόνις, ὡς ἐκ παχυτέρου σώματος κνησθεῖσα. καὶ κατὰ Ἡρῳδιανὸν εἰπεῖν, εἰς λεπτομερῆ οὐσίαν χωρήσασα. Ἐνταῦθα δὲ ἐκ βαλβίδων ὅ φασι τὴν ἐπὶ φιλοξενίᾳ σπουδὴν τῶν Φαιάκων δεικνὺς ὁ ποιητὴς, πλάττει τινὰ λέγοντα ὡς οὔτοι τόδε κάλλιον, οὐδὲ ἔοικε, τὸν ξένον οὕτω καθῆσθαι. ἦν δὲ ὁ εἰπὼν, οὐχʼ ὁ τυχών. ἀλλά τις γέρων ἥρως Ἐχένηος. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἧεν. καὶ μύθοις ἐκέκαστο, παλαιά τε πολλά τε εἰδώς. χρήσιμον δὲ τοῦτο, εἰς ἔπαινον σοφοῦ γέροντος. σεμνότερον φρασθὲν ἤπερ τὸ, ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη. Ὅτι δὲ τὰ πλείω τῶν Φαιακικῶν ὀνομάτων ναυτικὰ ἔκ τε νηῶν καὶ θαλάσσης εἰλημμένα, προϊὼν δείξει ὁ ποιητής. νῦν δὲ οἴδαμεν Ἐχένηον τοῦτον. καὶ μετʼ ὀλίγα, κήρυκα Ποντόνοον. εἰ δὲ ἐκ τοῦ Ἐχενήου τούτου ὁ ναυκράτης ἰχθὺς ἐπενοήθη κληθῆναι ἐχενηῒς, οἴδασιν οἱ ὀνομάσαντες. Τὸ δὲ οὔτοι κάλλιον, ἁπλῶς ἐῤῥέθη ἀντὶ τοῦ, οὐ καλόν. Εἰ δὲ μὴ ἀνέστησεν αὐτίκα τὸν Ὀδυσσέα ὁ βασιλεὺς Ἀλκίνοος, ἐπίτηδες αὐτὸ πεποίηκεν. ἵνα μὴ δόξῃ ποιεῖν οἴκοθέν τι εἰς τὸν ξένον. ἀλλʼ ἄρτι ὀνειδισθεὶς προκαλέσηται ὕστερον τοὺς Φαίακας δώροις τοῖς δηλωθησομένοις τὸν φίλον ξένον δεξιώσασθαι. ἔστι δὲ ὄνειδος τοῦ δηλωθέντος Ἐχενήου πρὸς τὸν βασιλέα, τὸ τὸν ξένον μὲν, χαμαὶ ἧσθαι. τοὺς δὲ Φαίακας, τὸν τοῦ βασιλέως μῦθον προσδεδέχθαι. ὅπερ ἐκεῖνος μαθὼν ὦρσεν ἀπʼ ἐσχαρόφι τὸν Ὀδυσσέα καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ, ὃν ἀργυρόηλον ἀνωτέρω εἶπεν, υἱὸν ἀναστήσας Λαοδάμαντα. ὃν ἐπιθετικῶς ἀγαπήνορα λέγει, ὅ ἐστιν ἀνδρεῖον. Καὶ ὅρα ὡς οὐ μόνον ἐν Σπάρτῃ καθʼ Ἡρόδοτον γέρας βασιλεῦσι πρώτους ἵζειν ἐπὶ τῷ δείπνῳ, ἀλλʼ ἰδοὺ καὶ ὁ βασιλεὺς Ἀλκίνοος τοῦτο εἰς τὸν Ὀδυσσέα ποιεῖ. σεμνότερον δὲ αὐτὸ τῶν παρὰ τῷ Νέστορι. ἐκεῖ μὲν γὰρ ὁ τοῦ Ὀδυσσέως Τηλέμαχος, παρὰ τῷ Νεστορίδῃ Θρασυμήδει κάθηται καὶ τῷ ἐκείνου πατρί. ἐνταῦθα δὲ, ὁ βασιλεὺς τὸν υἱὸν ἀναστήσας ὅς οἱ πλησίον ἷζε μάλιστα δέ μιν φιλέεσκεν, ἐκάθιζε τὸν ξένον. Καιρία δὲ λέξις τὸ ἀναστῆναι, διὸ δὶς αὐτῇ ἐνταῦθα κέχρηται. Καὶ ὅρα ὅτι τὲ εὐξάμενος Ὀδυσσεὺς φίλος ἐλθεῖν τοῖς Φαίαξι καὶ ἐλεεινὸς, ἄρχεται ἤδη τυγχάνειν τούτου, καὶ ὅτι ἀπὸ τῶν ἄρτι, μαρτυρία καταβάλλεται τοῦ πρωτεύειν ἐν τοῖς τῶν Φαιάκων ἀρίστοις τὸν Ἀλκίνοον. Ὅτι οἶνον ἐπικρῆσαι φησὶν ἐνταῦθα, ἀντὶ τοῦ ἐπὶ τῷ προκερασθέντι καὶ ἕτερον κεράσαι. ὅπερ καὶ ἀνακεράσαι ἐστὶν ὡς ἐδήλωσεν ὁ ποιητὴς ἐν τῷ, ἀνὰ κρητῆρα κέρασεν. Ὅτι σεμνύνων κἀνταῦθα ὁ ποιητὴς γοργῶς τὴν ἱκεσίαν, ἤτοι τὰς λιτὰς, φησὶν ὅτι θεὸς ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. τοῦτο δὲ καὶ ὑποκαταβὰς, ἀπαραλλάκτως οὕτω φησί. ταυτολογῶν συνήθως εἰς καίριον, ἵνα ὁ λόγος ἐμμείνῃ τῷ ἀκροατῇ. διὰ δὲ τὴν θεόθεν ἐφορείαν ταύτην τῶν ἱκετῶν, καὶ ὁ ἱκέσιος ἐῤῥέθη καὶ ὁ ξένιος θεός. Ἐκ δὲ τοῦ ὀπηδεῖ, γίνεται καὶ ὄνομα ὁ ὀπηδὸς παρʼ Ἀττικοῖς. κοινῶς δέ γε, ὀπαδός. ὃ δηλοῖ τὸν ἀκόλουθον. Ὅτι φιλόφρονες λόγοι τὸ, δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων. ἃ καὶ παρεόντα λέγονται ὡς δηλοῖ τὸ, χαριζομένη παρεόντων. Φιλόξενον δὲ καὶ τὸ, κρητῆρα κερασσάμενος, μέθυ νεῖμον πᾶσιν ἀνὰ μέγαρα. Ἔστι δὲ ἐτυμολογικοῦ τρόπου τὸ, κρητῆρα κερασσάμενος. Τὸ δὲ μέθυ ἑρμηνεύων, ἐπάγει. μελίφρονα οἶνον ἐκίρνα. Ὅρα δὲ τὸ νεῖμον, οὐ γὰρ πάνυ σύνηθες τὸ ῥῆμα ὡς οὐδὲ τὸ ἀνάτειλον καὶ τὰ τοιαῦτα. νεῖμαι γὰρ καὶ ἀνάτειλαι τὸ κοινότερον. Ὅτι δημοτικὸν τὸ, νῦν μὲν δαινύμενοι κατακείετε οἴκαδʼ ἰόντες. ἠῶθεν δὲ, γέροντας ἐπὶ πλέονας καλέσαντες, τό δέ τι ποιήσομεν. οἷον καὶ τὸ, ξεῖνον ἐνὶ μεγάροις ξεινίσομεν. ὃ καὶ αὐτὸ ἐτυμολογία ἐστίν. Ἀλκίνοος δὲ τοῦτο φησίν. οὐ δημοκρατίαν τοσοῦτον δηλῶν ὅσον ἀριστοκρατίαν, εἰ γέροντας τοὺς ἐντίμους νοήσει τις. Ὅτι φιλοξενίας λόγος καὶ τὸ, ἔπειτα δὲ καὶ περὶ πομπῆς μνησόμεθα. ὡς ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης, πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί. μή δέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι, πρίν γε τὸν, ἧς γαίης ἐπιβήμεναι. ἔνθα δʼ ἔπειτα πείσεται ἃ μέλλει παθεῖν. Καὶ ὅρα οἷα <!-- 1.272 -->ἡ Φαιακικὴ πομπὴ τῶν ξένων. ἄνευ δηλαδὴ πόνου καὶ ἀνίας. ἃ εἰ καὶ ἔχουσιν οἱ ἄλλοι ναυτικοὶ, οὐ μὴν καὶ οἱ Φαίακες. Τὸ δὲ κακὸν καὶ πῆμα, ἐν ἄλλοις πολλαχοῦ δίχα συνδέσμου κακὸν πῆμα λέγεται. Ὅτι ἐν τῷ, ἅσσά οἱ αἶσα κατακλῶθές τε βαρεῖαι, γεινομένῳ νήσαντο λίνῳ ὅτε μιν τέκε μήτηρ, τοὺς παρὰ τοῖς ὕστερον γενεθλιακοὺς ἔοικε παραλαλεῖν ὁ ποιητής. Τὸ δὲ κλῶθες ἢ κατακλῶθες, μεταπλασμὸν ἔπαθεν ἐκ τοῦ, αἱ κλωθοί. οὗ εὐθεῖα ἡ κλωθώ. δηλοῖ δὲ τὰς Μοίρας, παρονομασθείσας ἀπὸ μιᾶς αὐτῶν τῆς Κλωθοῦς. καὶ οὕτω μέν τινες. ἴσως δὲ μᾶλλον, οὐχʼ ἁπλῶς Μοῖραι αἱ κατακλῶθες. ἀλλὰ αἶσα μὲν, ἡ ἁπλῶς μοῖρα. κατακλῶθες δὲ, αἱ μὴ εὐτυχεῖς. διὸ καὶ βαρεῖαι λέγονται, οὐ μὴν ὄλβιοι κατὰ τὸ, ὄλβον ἐπικλώσειε γαμέοντί τε γεινομένῳ τε. ἐτυμολογία δὲ τοῦ κατακλῶθες, τὸ, νήσαντο λίνῳ ὅ ἐστιν ἐπέκλωσαν. γράφεται δὲ τὸ, κατακλῶθές τε βαρεῖαι, καὶ κατακλώθησι βαρεῖα, αἶσα δηλαδὴ, κατά τινα τῶν ἀντιγράφων. οὐ μέντοι καλῶς. ἔχει δέ τι καὶ ἀστεῖον κατὰ τροπὴν τὸ βαρεῖαι. οὐ γάρ ἐστι κλωθῆναι ὡς ἐπὶ πολὺ λίνον, μὴ βρίθον κάτω, καὶ μάλιστα τὸ ἐν ἀτράκτοις. Λίνον δὲ μοιρῶν συμβολικῶς, αἱ τῶν πραγμάτων στροφαὶ καὶ τὰ ἐν βίῳ ὑφαινόμενα. Ἰστέον δὲ ὡς εἴπερ μὴ ἐγράφετο κατακλῶθές τε βαρεῖαι ἀλλὰ κατακλώθησι βαρεῖα, ἦν ἂν τὸ ῥῆμα Ῥηγίνων διαλέκτου. οἳ καθʼ Ἡρακλείδην τὰ τρίτα τῶν ὁριστικῶν περισπωμένων τῆς πρώτης συζυγίας καὶ τῶν βαρυτόνων δὲ ῥημάτων, κατὰ τὸ ἑνικὸν εἰς τὴν σι συλλαβὴν περαιοῦσι τοῦ η παραλήγοντος. τὸ γὰρ φιλεῖ καὶ νοεῖ καὶ λέγει καὶ φέρει, φίλησι φησὶ καὶ νόησι καὶ λέγησι καὶ φέρησι. τοιοῦτον δὲ καὶ τὸ λαμπρὸν παμφαίνησι παρʼ Ὁμήρῳ. ἅπαξ φησὶ χρησαμένῳ τῇ διαλέκτῳ ἐπὶ τούτου. καλεῖται δὲ καὶ τὸ σχῆμα Ἰβύκειον ὑπὸ τῶν γραμματικῶν, διὰ τὸν μελοποιὸν δηλαδὴ Ἴβυκον φιληδήσαντα τοιαύτῃ γλώσσῃ. εἰ δή φησι καὶ τὸ ὦ τουτέστιν ὑπάρχω πρώτης ἐστὶ συζυγίας κατὰ τὸ φιλῶ, καὶ ἔστι τρίτον αὐτοῦ εἶ, δωριζόμενον κατὰ Ῥηγίνους, γένοιτʼ ἂν ὁμοίῳ λόγῳ ἐκ τούτου ἦσιν ὁ ἐνεστώς. Ἰστέον δὲ ὅτι οὐ περὶ τρίτων αὐθυποτάκτων ἔστιν ὁ λόγος ὁποῖον τὸ λάβη λάχη ἐξ ὧν λάβησι λάχησιν, αὐτὰ γὰρ καὶ ὅσα τοιαῦτα, οὐ Ῥηγίνων εἰσὶν ἀλλὰ Ἰώνων. Τὸ δὲ ὅτέ μιν τέκε μήτηρ, πρὸς σαφήνειαν ἐῤῥέθη. ἵνα τὸ γεινομένῳ, μὴ νοηθείη ἀντὶ τοῦ γεννῶντι καθά τινες αὐτὸ πρὸ τούτων ἐνόησαν ἐν τῷ, γαμέοντί τε γεινομένῳ τε. ἀλλʼ εἴη ἐνταῦθα γεινόμενος, ὃν τέκε μήτηρ. Ὅτι θεοφιλεῖς τοὺς Φαίακας ἐθέλων ὁ ποιητὴς εἰπεῖν, πλάττει τὸν βασιλέα λέγοντα ὡς εἴπερ τις ἀθάνατος φαντάσας ἑαυτὸν εἰς ξένον ἄρτι μετὰ δόρπον ἐνεφανίσθη, ἄλλο τι τόδε θεοὶ περιμηχανόωνται. διὰ τὸ ἀσύνηθες δηλαδή. αἰεὶ γὰρ τὸ πάροσγε θεοὶ φαίνονται ἐναργεῖς ἡμῖν, εὖτε τουτέστιν ὁπηνίκα ἕρδομεν ἀγακλειτὰς ἑκατόμβας. δαίνυνταί τε πὰρ ἄμμι καθήμενοι, ἔνθά περ ἡμεῖς. εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ἤγουν συναντήσει ὁδίτης, οὔτι κατακρύπτουσιν. ἀλλὰ δηλονότι ἐναργεῖς καὶ αὐτῷ φαίνονται, ὡς καὶ τῷ Ὀδυσσεῖ πρὸ ὀλίγων ἡ Ἀθηνᾶ. εἴτα καὶ τὴν αἰτίαν τῆς τοιαύτης ἐναργείας λέγων, ἐπάγει. ἐπεί σφισιν ἐγγύθεν εἰμὲν τουτέστιν ἐσμὲν, ὥσπερ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων. ὅπερ ὅτι ὁμοιότης ἐστὶ πεπορισμένη ἐξ ἀνομοιότητος, προγέγραπται. ῥητέον δὲ καὶ νῦν ὅτι τοιοῦτός ἐστιν ἐνταῦθα ὁ τῆς ὁμοιόσεως λόγος, ὡς εἴ τις εἴποι τόσον εἶναι Σωκράτην ἐγγύθι τῷ Πλάτωνι κατʼ ἀρετὴν, ὅσον Ἄνυτος καὶ Μέλιτος ἀλλήλοις κατὰ κακίαν. οὕτω καὶ ἐνταῦθα ἐγγύθεν Φαίακες θεοῖς κατὰ δικαιοσύνην, ὡς Κύκλωπες καὶ Γίγαντες ἀλλήλοις κατὰ ἀδικίαν. ἐνταῦθα δὲ καὶ τὸ θεοῖς ἐγγύθεν εἶναι, ὅμοιόν ἐστι τῷ, ἀγχιθέους αὐτοὺς εἶναι. ὡς ἐν τῇ ε ῥαψῳδίᾳ γέγραπται. Ἰστέον δὲ ὅτι παρὰ τὸν καιρὸν ἐνταῦθα τῷ Ἀλκινόῳ ἡ ἀπορία ἐστίν. οὐ γὰρ εἰ ἐπεφάνη θεὸς τεθαύμακεν, ἀλλʼ εἴπερ ἐν τοιούτῳ καιρῷ. Ὅρα δὲ ὡς οὐδὲ ἡ Ναυσικάα ὑπαίτιος εἰ θεὸν τὸν Ὀδυσσέα ὑπώπτευσεν, εἴγε καὶ Ἀλκίνοος τοιοῦτόν τι περὶ αὐτοῦ ὑπονοεῖ. ὁ μέντοι Ὀδυσσεὺς ὑπεξαιρῶν τὴν περὶ ἑαυτοῦ θειοτέραν ὑπόνοιαν ὡς θεοῦ μὲν ὂν τὸ μακάριον αὐτὸς δὲ ἀθλίως πεπραγώς, φησὶν ἃ δὴ ἁρμόττει παντὶ ἄλλως μὲν δυστυχεῖ νομιζομένῳ δὲ εὐπραγεῖν, παρῳδηθέντα οὕτω πως. ἄλλο τί τοι μελέτω φρεσίν. οὐ γὰρ ἔγωγε ἀθανάτῳ ἔοικα ὃς οὐρανὸν εὐρὺν ἔχει, οὐ δέμας οὐδὲ φυὴν, ἀλλὰ θνητοῖσιν, οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀϊζύν, τοῖσί κεν ἐν ἄλγεσιν ἐξισωσαίμην. καὶ μᾶλλον δʼ ἂν, ἐγὼ κακὰ μυθησαίμην ὅσσά γε δὴ ξύμπαντα θεοῦ ἰότητι μόγησα. τοῦτο δὲ προαναφώνησίς ἐστι τῶν ἑξῆς. ὡς πολλὰ τοῦ Ὀδυσσέως μυθησομένου περὶ τῶν καθʼ ἑαυτόν. Ὅρα δὲ ὡς οὐκ εἶπεν ὅτι οὐ γὰρ <!-- 1.273 -->ἔγωγε ἀθάνατός εἰμι, ἀλλʼ ὅτι οὐδὲ ἔοικα οὔτε δέμας οὔτε φυήν. ἀλλʼ οὐδὲ ἀνθρώπων τοῖς μακαριωτέροις, ἀλλὰ τοῖς ἀνάπαλιν. Τὸ δὲ φαίνονται ἐναργεῖς, ἔοικέ πως ἐτυμολογικῷ τρόπῳ. ἐναργὲς γὰρ, τὸ οἱονεὶ λευκὸν καὶ διατοῦτο φανερὸν ἢ φαεινόν. ὧν πρωτότυπον τὸ φαίνειν ἐστί. δῆλον δὲ ὡς ἐξ Ὁμήρου κατῆρξε τὸ, θείας λέγειν ἐναργείας, τὰς θείας ἐπιφανείας. ὡς ταυτὸν ὂν ἐνάργειαν εἰπεῖν καὶ ἐμφάνειαν. συντελεῖ δέ τι πρὸς ταῦτα καὶ τὸ, οὔτι κατακρύπτουσι. τὸ γὰρ μὴ κρυπτόμενον, καὶ ἐναργὲς εἶναι δοκεῖ καὶ φαίνεσθαι λέγεται. Τὸ δὲ ἕρδειν ὅτι δασύνεται ὡς ἀπὸ τοῦ ῥέζω, δῆλον καὶ ἐκ τῆς ἐνταῦθα συναλιφῆς. φησὶ γάρ. εὖθʼ ἕρδομεν ἀγακλειτὰς ἑκατόμβας. Ὀχέειν δὲ ὀϊζὺν, τὸ ὀχεῖν. φέρειν. βαστάζειν. τοιοῦτον καὶ τὸ, οὐδέ τι σὲ χρὴ νηπιάας ὀχέειν. Ἰστέον δὲ ὅτι τε τὸ, ὀχέοντας ὀϊζὺν, περίφρασίς ἐστι τοῦ ὀϊζυρούς. καὶ ὅτι ἐκ μεταφορᾶς ἀχθοφορικῆς εἴρηται. καὶ ὅτι τὸ ὀχεῖν, ὀκχεῖν παρὰ Πινδάρῳ εὕρηται, λόγῳ τοιούτῳ. ἄδεια τοῖς Αἰολεῦσιν ἦν ἤδη δὲ καὶ τοῖς Ἴωσι καὶ ὅλως εἰπεῖν ταῖς γλώσσαις, διπλάζειν σύμφωνα, ὡς δῆλον ἐκ τοῦ ἔδδεισεν. ἔννεπεν. ὅππως. ἡμιπέλεκκα. Περδίκκας τὸ κύριον καὶ ἄλλα μυρία, δίχα γε τῶν δασέων αὐτὰ γὰρ οὐκ ἐξῆν διπλάζεσθαι. οἷα μὴ εὑρισκομένης λέξεως Ἑλληνικῆς ληγούσης εἰς δασύ. διὸ εἴπου καὶ ἐχρῆν ἀναγκαίως τὰ δασέα διπλοῦσθαι, μετέπιπτεν εὐθὺς τὸ δασὺ τῆς διπλώσεως εἰς τὸ ἀντίστοιχον ψιλόν. οἷον. βάζω βάξω βέβαχα βάχος καὶ βάχαι αἱ τροφοὶ αὐτοῦ. διπλουμένου δὲ τοῦ χʼ καὶ οὕτως ἀηδῆ ἐρυγὴν ἐκπέμποντος τρέπεται τὸ διπλωθὲν δασὺ εἰς τὸ αὐτοῦ ἀντίστοιχον καὶ γίνεται Βάκχος καὶ Βάκχαι. τοιοῦτον δὲ καὶ ὁ Ἴακχος. οὐκοῦν, ὅμοιον καὶ τὸ ὀκχῶ Πινδαρικῶς. τὸ δʼ αὐτὸ γίνεται καὶ ἐπὶ τοῦ κὰπ φάλαρα, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται σαφῶς. ἔτι δὲ καὶ ἐπὶ τοῦ κάτθανεν, ὅθεν καὶ οἱ θεραπεύοντες τὸν πυῤῥιχισμὸν τοῦ, Τρῶες δʼ ἐῤῥίγησαν ὅπως ἴδον αἰόλον ὄφιν. καὶ ἀναιδεσάμενοι διπλάσαι τὸ δασὺ φ, οὐκ ἐτόλμησαν οὕτω προαγαγεῖν τὴν Ἑλληνικὴν λέξιν, ἀλλὰ ὄπφιν ἔγραψαν. Τὸ δὲ ἐξισωσαίμην ταυτὸν τῷ ἐρίσαιμι ὅπερ ἐγράφη ἐν τῷ, ἢ κέν τις μοι ἐρίσσεται ἠὲ καὶ οὐκί. καίρια δὲ καὶ ἐπιφανῆ πάρισα ὡς ἐν τέλει στίχων κείμενα, τὸ ἐξισωσαίμην καὶ τὸ μυθησαίμην. Ὅτι πεινῶντος λόγος τὸ, ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ. τουτέστι βλαπτόμενον. ὃ προκλητικὸν εὐθὺς γίνεται γνωμικοῦ λόγου τοιούτου. οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο, ἣ ἐκέλευσεν ἕο τουτέστιν ἑαυτῆς μνήσασθαι ἀνάγκῃ, καὶ μάλα τειρόμενον καὶ ἐν φρεσὶ πένθος ἔχοντα. εἶτα ὥσπερ ὁ Μενέλαος εἰπὼν γνωμικῶς ἀρίγνωτον εἶναι τὸν ὄλβιον ἄνδρα, ἐπήγαγεν ὡς νῦν Νέστορι ἔδωκε θεὸς τὰ καὶ τὰ, οὕτω καὶ ἐνταῦθα Ὀδυσσεὺς ἐκ τοῦ καθόλου καταβὰς ἐπὶ τὸ μερικὸν φησίν. ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν. ἡ δὲ μάλʼ αἰεὶ ἐσθέμεναι κέλεται καὶ πινέμεν. ἐκ δέ με πάντων ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλήσασθαι ἀνώγει. Καὶ ὅρα κἀνταῦθα τὸ κελεύειν ὡς ἐπὶ δεσποίνης τινὸς λεχθὲν τῆς γαστρός. ὅτι καινότερον πέφρασται τὸ, οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον. ἤγουν οὐδὲν γαστρὸς κύντερον τουτέστι κυνεώτερον. ἀναιδέστερον. χεῖρον. Ὅτι δὲ Λάκωνες μὲν τὰς γογγυλίδας Βοιωτοὶ δὲ τὰς κράμβας, γαστέρας ἐκάλουν, ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ δηλοῦται. παρʼ ᾧ καὶ Τίμων γράψας περὶ ἐπικούρου, οὐ στυγερὴν γαστέρα ἔφη Ὁμηρικῶς ἀλλὰ λαμυρόν. οἷον γαστρὶ χαριζόμενος. τῆς, λαμυρώτερον οὐδέν. Τὸ δὲ ἐκληθάνει, πρωτότυπον μέν ἐστι τοῦ ἐκλανθάνει ὡς καὶ ἀλλαχοῦ ἐφάνει. ἔστι δὲ ὅμοιον πρὸς τὸ ψεύδειν. ὥσπερ γὰρ ψεύδειν τὸ ποιεῖν ψεύδεσθαι, οὕτως ἐκληθάνειν, τὸ ποιεῖν λανθάνεσθαι. Ὅτι μυριαχοῦ παραφράζων Ὅμηρος ἑαυτὸν, ποιεῖ τοῦτο κἀνταῦθα. καὶ φθάσας εἰπεῖν τὸ, αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε καὶ ἑξῆς τοὺς προσημειωθέντας δύο στίχους, φησὶν ἐνταῦθα. ὑμεῖς δʼ ὀτρύνεσθε ἅμʼ Ἠοῖ φαινομένῃφι, ὥς κέ με τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης, καί περ πολλὰ παθόντα. ἐπεὶ δὲ ἦν εἰκὸς εἰπεῖν τινα, τί δή ποτε πολλὰ παθὼν εἶτα ἐθέλεις ἐπιβῆναι πάτρης; φησίν. ἰδόντα με καὶ λίποι αἰὼν, κτῆσιν ἐμὴν δμῶας τε καὶ ὑψερεφὲς μέγα δῶμα. ἐνδείκνυται δʼ ἐν τούτοις ὁ ποιητὴς, ὡς τοιαῦτά τις ἔχων ἀγαθὰ, ἐρασθείη ἂν πατρίδος. ἄλλως γὰρ οὐχʼ οὕτω μέγα ἡ πατρίς. εἴγε κατὰ τὴν παροιμίαν, πατρίς ἐστι πᾶσα ἵνα ἂν πράττοι τις εὖ. γυναικὸς δὲ οὐ μέμνηται Ὀδυσσεὺς ἐνταῦθα, οὐ μόνον ἵνα μὴ ἀποκναίσῃ οὕτω τὸν Ἀλκίνοον εἰς τὴν πομπὴν τὴν ἐς Ἰθάκην ὃς εὔξεται γαμβρὸν αὐτοῦ τὸν Ὀδυσσέα κληθῆναι αὖθι μένοντα, ἀλλὰ καὶ διότι οὐ πάνυ μέγα τοῦτο εἰς εὐδαιμονίαν. καὶ οἱ τυχόντες γὰρ ἔχουσι γυναῖκας. Τὸ δὲ λίποι αἰὼν <!-- 1.274 -->ἰδόντα με τὴν Ἰθάκην, οὐ μακράν ἐστι τοῦ εἰπεῖν ὡς ἱέμενος καπνὸν ἀποθρώσκοντα νοῆσαι ἧς γαίης θανέειν ἱμείρεται. Ὅτι φιλοξένων ἀνδρῶν τὸ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον, ἠδʼ ἐκέλευον πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. Ὅτι παρὰ μὲν τοῖς ὕστερον Ἀττικοῖς ὑπολείπεσθαι λέγεται τὸ ἡττηθῆναι κατὰ δρόμον καὶ μεῖναι ὀπίσω τῶν συνάθλων ὡς καὶ ὁ κωμικὸς δηλοῖ. Ὅμηρος δʼ ἐνταῦθα ὑπολείπεσθαι λέγει τὸν Ὀδυσσέα ἐν Ἀλκινόου, ἀντὶ τοῦ ἐκεῖσε μεῖναι τῶν ἄλλων ὑποχωρησάντων. Ὅτι εὐκοσμίαν ἔχει καὶ ἡ σπουδαία τράπεζα. διὸ κοσμεῖ μὲν αὐτὴν ὁ κατὰ νόμον συμποσιακὸν παρατιθείς. ἀποκοσμεῖ δὲ, ὁ καταλύων ὡς καὶ προεγράφη. ἀμφίπολοι γοῦν ἀπεκόσμεον ἐνταῦθα ἔντεα δαιτός. ἤτοι ὅπλα. οἷον τραπέζας. κρητῆρας. κάνεα. καὶ ὅσοις δὲ ἄλλοις ἐξαρτύεται τράπεζα. Ὅτι τὸ φῂς ἐν τῷ ἐνεστῶτι μὲν, κατὰ παράδοσιν ὀξύνεται καὶ σὺν τῷ ἰῶτα γράφεται. οἷον. οὐ δὴ φῂς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι. εἰ δὲ περισπασθῇ, ἄνευ τοῦ ἰῶτα γράφεται καὶ ἀντὶ τοῦ ἔφης λαμβάνεται. ὡς ὁ Ἕκτωρ πρὸς Πάτροκλον ἐν Ἰλιάδι λέγει. φῆς που τὰ καὶ τὰ ποιήσειν, ἤγουν ἔλεγες. Ὅτι πολυπενθοῦς ἀνθρώπου λόγος τὸ, ἀργαλέον διηνεκέως ἀγορεῦσαι κήδεʼ, ἐπεί μοι πολλὰ δῶκε θεός. Ἐνταῦθα δὲ καὶ βασίλεια ἡ δέσποινα κεῖται. Ὀδυσσέως οὕτω τὴν Ἀρήτην προσφωνοῦντος ὅτε τὸ φᾶρος ἐκείνη καὶ τὸν χιτῶνα γνωρίσασα τὰ τῆς θυγατρὸς δῶρα ἠρώτησεν αὐτὸν τίς πόθεν εἶς ἀνδρῶν. τίς τοι τάδε εἵματʼ ἔδωκε. πρὸς ὃ ἀποκρινόμενος Ὀδυσσεὺς, τίς μὲν ἔδωκε τὰ φορούμενα, ἐρεῖ. πόθεν δέ ἐστι, σιωπήσει πρός γε τὸ παρόν. ἐν τοῖς ἑξῆς δὲ παρὰ τοῦ βασιλέως ἐρωτηθεὶς ἐκθήσεται καὶ αὐτό. νῦν γὰρ οὐκ ἀναγκαῖον τοῦτο γενέσθαι. Ὅτι ἀνακεφαλαιώσει χρῆται ὁ ποιητὴς ἐνταῦθα, ὡς ἐν τῇ ε καὶ τῇ ζῆτα ῥαψῳδίᾳ περὶ τοῦ Ὀδυσσέως ἱστόρησεν, ἀρξάμενος ἐκ τῶν πρὸ τούτων. ὅτε δηλαδὴ νῆα ἔτι καὶ ἑταίρους ἔχων, εἶτα ἐξώκειλεν εἰς τὴν τῆς Καλυψοῦς νῆσον. φησὶ γὰρ διὰ τοῦ Ὀδυσσέως οὕτω πως ἀφηγηματικῶς. Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ δολόεσσα Καλυψὼ ναίει. εὐπλόκαμος δεινὴ θεός. οὐδέ τις αὐτῇ μίσγεται, οὔτε θεῶν οὔ τε θνητῶν ἀνθρώπων. ὃ δὴ ἑρμηνευτικόν ἐστι τοῦ ἀπόπροθεν. ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων, οἶον, ἤγουν μεμονωμένον τῶν περὶ ἐμέ. ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ, ὡς μετὰ ταῦτα ἱστορηθήσεται, Ζεὺς ἔλσας ὅ ἐστιν ἐλάσας, ἐκέασε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. εἶτα διηγησάμενος ὡς οἱ μὲν ἄλλοι πάντες ἀπέφθιθον αὐτὸς δὲ τὴν τῆς νηὸς τρόπιν ἀγκὰς ἑλὼν ἐννῆμαρ ἐφέρετο, δεκάτῃ δὲ νυκτὶ ἐς Ὠγυγίην αὐτὸν θεὸς ἐπέλασσε. καὶ ὡς ἡ Καλυψὼ αὐτὸν λαβοῦσα ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν, ἠδὲ ἔφασκε θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα. καὶ ὡς ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν, ἐπάγει. ὡς ἑπτάετες μὲν αὐτόθι ἔμπεδον. εἵματα δʼ αἰεὶ δάκρυσι δεύεσκον ἄμβροτα τὰ ἐκ τῆς Καλυψοῦς. ἀλλʼ ὅτε δὴ ὄγδοον ἐπιπλόμενον ἔτος ἦλθε, καὶ τότε δὴ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι, Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς. πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου. πολλά δʼ ἔδωκε. σῖτον καὶ μέθυ ἡδὺ καὶ ἄμβροτα εἵματα ἕσσε. καὶ ὡς οὐρίῳ πνεύματι ἕως ὀκτωκαιδεκάτης ἡμέρας ἔπλεε. καὶ ὡς μετʼ αὐτὰς ὁ Ποσειδῶν ὀϊζὺν πολλὴν αὐτῷ ἐπῶρσεν, ὃς ἐφορμήσας ἀνέμους κατέδησε κελεύθους, ὤρινε δὲ θάλασσαν ἀθέσφατον. οὐδέ τι κῦμα εἴα, ἐπὶ σχεδίης ἀδινὰ στενάχοντα φέρεσθαι. τὴν μὲν, ἔπειτα θύελλα διεσκέδασεν. ὃ ταυτόν ἐστι τῷ ἐκέασε. αὐτὰρ ἔγωγε φησὶ νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρά με γαίῃ ἡμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. ἔνθά κε μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου πέτρης πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέϊ χώρῳ. ἀλλʼ ἀναχασάμενος νῆχον πάλιν ἕως ἦλθον εἰς ποταμόν. ἔνθα χῶρος ἄριστος. λεῖος πετράων. καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο ἐκ δʼ ἔπεσον θυμηγερέων. λέγει δὲ ἀνακεφαλαιωτικῶς, καὶ ὡς νυκτὸς ἐλθούσης, ἀπάνευθε διϊπετέος ποταμοῖο ἐκβὰς ἐν θάμνοισι κατέδραθον. ἀμφὶ δὲ φύλλα ἠφυσάμην. ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν. ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ. δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκε. καὶ ἐπὶ πᾶσιν ἐκτίθεται ὡς αἱ ἀμφίπολοι ἔπαιζον. καὶ ὡς ἡ τοῦ βασιλέως θυγάτηρ ἐν αὐταῖς ἦν ἐοικυῖα θεοῖς. καὶ ὡς αὐτὸς μὲν ἱκέτευσεν, ἡ δὲ, οὔτι νοήματος ἤμβροτεν ἐσθλοῦ. ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα ἐρξέμεν. αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν, ἐφʼ οἷς τελειοῖ τὸ διήγημα, εἰπών. αὕτη μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον. καὶ λοῦσεν ἐν ποταμῷ, καί μοι τάδε εἵματʼ ἔδωκεν. <!-- 1.275 -->ὃ δὴ ἀπόκρισις μέν ἐστι πρὸς τὸ, τίς τοι τάδε εἵματʼ ἔδωκεν. ἀφορμὴ δὲ τοῦ διηγήσασθαι γέγονεν. εἶτα καθιστῶν τὸ χωρίον, ἐπιφέρει συμπληρωτικῶς. ταῦτά τοι ἀχνύμενός περ, ἀληθείην κατέλεξα. ἤγουν ἀληθῶς ἢ πρὸς ἀλήθειαν. τοῦτο μὲν, ἐλλειπτικῶς. τοῦτο δὲ, ἐπιῤῥηματικῶς. Καὶ ὅρα τὸ ἀληθείην, ἀμφιβόλως ἔχον εἴτε ἀπὸ προπαροξυτόνου τοῦ ἀλήθειαν, εἴτε ἀπὸ παροξυτόνου τοῦ ἀληθείαν, γέγονεν Ἰωνικῶς. οἱ γὰρ παλαιοὶ Ἀττικοὶ κατὰ Αἴλιον Διονύσιον, ἐξέτεινον τὰς τῶν τοιούτων ὀνομάτων ληγούσας. διὸ καὶ παρόξυναν αὐτά. ἡ ἀγνοία γάρ φησιν ἔλεγον καὶ ἡ εὐκλεία. καὶ ἡ ἱερεία. καὶ ἡ ἀναιδεία δέ φησι καὶ ἡ προνοία. ὧν πάντων ἐκτείνεται μὲν ἡ τελευταῖα, ἡ δὲ πρὸ αὐτῆς ὀξύνεται. Ἀριστοφάνης Δαιταλεῦσιν, ὦ προνοία καὶ ἀναιδεία. Ὅρα δὲ ὡς τὸν μακρὸν ἐκεῖνον τοῦ Ὀδυσσέως κίνδυνον ἐν ὀλιγίστῳ φράσας ἐνταῦθα, ὅμως οὐκ ἀπήλλαξεν οὐδὲ τὸ τοιοῦτον χωρίον τοῦ φοβερῶς φρασθῆναι. Τὸ δὲ ἀπόπροθεν ὥσπερ καὶ τὸ οὐδέ τις αὐτῇ θεῶν ἢ ἀνθρώπων μίσγεται, πολὺν ἐκτοπισμὸν τῆς Ὠγυγίας νήσου δηλοῖ. καθὰ καὶ ἡ βασιλικὴ κόρη τὴν πατρίδα ἐξετόπισεν ὅτε εἶπεν, οὐδέ τις ἡμῖν βροτῶν ἐπιμίσγεται. Δολόεσσαν δὲ τὴν Καλυψὼ ἔφη, διὰ τὰς περὶ ἀθανασίας ψευδεῖς ὑποσχέσεις. ἅμα δὲ καὶ ὑπολαλεῖ Ὀδυσσεὺς, ὡς οὐ πείθεται ῥᾷον τοῖς μεγάλα ὑπισχνουμένοις. δεινὴ δὲ θεὸς, ἴσως μὲν, καὶ ἡ φοβερά. μάλιστα δὲ, ἡ δεξιὰ καταφρόνησις. καὶ διατοῦτο δολόεσσα ἐπίτηδες. δῆλον γὰρ ὡς φρονήσεως μήτηρ ἡ δεινότης οὖσα ὑποτίθησιν ἐν καιρῷ καὶ τὸ, λόγοις τε καὶ ἔργοις δολιεύεσθαι. καὶ εἴη ἂν τοῦτό γε, ὁμοία ἡ δολόεσσα Καλυψὼ, τῷ Ὀδυσσεῖ ὃς δόλων ἆτος ὢν, αὐχεῖ που διὰ τοῦτο πᾶσιν ἀνθρώποις μέλεσθαι. Τὸ δὲ μίσγεται καὶ ἐν τούτοις ἀντὶ τοῦ, συνοικεῖ ἁπλῶς εἴρηται. οὐ μὴν ἀντὶ τοῦ νόμῳ γάμου σύνεστιν, ὁποῖον τὸ, γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι. Ἐφέστιος δὲ, ὁ ἐπὶ τῆς αὐτῆς ἑστίας. ὃς καὶ φιλητὸς ἦν διὰ τὸν ἐφέστιον Δία. Καὶ ὅρα ὡς εἰ καὶ ταυτὸν ἱστία καὶ ἑστία, ὅμως διαφέρει ὁ ἐφέστιος καὶ τὸ προλεχθὲν ἐπίστιον. ἐφέστιος μὲν γὰρ, ὁ προῤῥηθείς. ἐπίστιον δὲ οὐδετέρως ὡς προείρηται, νεὼς οἶκος ὁ καὶ νεώσοικος ἐν ἑνὶ μέρει λόγου καὶ νεώριον. ὅτε μέντοι κατὰ γένος ἀρσενικὸν ἐπίστιος λεχθῇ, ὁ αὐτὸς τῷ ἐφεστίῳ ἐστὶν ὡς καὶ τοῦτο προδεδήλωται. ἀπὸ δὲ τῆς ἑστίας καὶ ὁ ἐν Ἰλιάδι ἀνέστιος γίνεται. ἐκ ταύτης δὲ, καὶ παροιμία τὸ, ἑστίᾳ θύομεν, ἐφʼ ὧν οὐκ ἔστι φασὶ μεταδοῦναι οὐδὲ ἐξενεγκεῖν. ἵνα εἴη τὸ, ἑστίᾳ θύομεν, ταυτὸν τῷ, οὐδενὶ μεταδιδόαμεν τῶν τῆς ἑορτῆς. καὶ ἑτέρα παροιμία τὸ, ἀφʼ ἑστίας ἀρχόμενος. ἤγουν ἐκ τῶν κρειττόνων ἢ καὶ ἐκ τῶν οἰκείων. μετῆκται δέ φασιν ὁ λόγος ἐκ τῶν ἱερῶν. ἔθος γὰρ, Ἑστίᾳ πρῶτον ἀπάρχεσθαι. τῆς ἑστίας δὲ γίνεται καὶ τὸ ἑστιᾶν, ὅπερ κατὰ τοὺς παλαιοὺς οἱ Δωριεῖς ἱστιᾶν λέγουσιν ἐν τῷ ἰῶτα. περὶ δὲ ἱστίας καὶ ἑστίας καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. Τὸ δὲ ἐκέασε τί τὲ σημαίνει καὶ ὅπως γίνεται, προγέγραπται. Τὸ δὲ ἀγκὰς ἑλὼν, λειότερον ἐκφωνεῖται τοῦ, ἀγκὰς ἐμάρπτεν ὅπερ ἐν Ἰλιάδι κεῖται. ἐπεὶ καὶ ἕτερόν ἐστι τοῦτο ἐκείνου κατʼ ἔννοιαν. ἐν δὲ τοῖς ἑξῆς, περιπλεχθῆναι ἐρεῖ τὸ, ἀγκὰς ἑλεῖν. Τὸ δὲ ἐνδυκέως, οὐ φιλεῖται μὲν πεζολόγοις ῥήτορσι, δηλοῖ δὲ τὸ ἐπιμελῶς. καὶ γίνεται ἐκ τοῦ δέκω τὸ δεξιοῦμαι τραπέντος τοῦ ε εἰς ο κατὰ κίνησιν ὀνοματικήν. εἶτα, τοῦ ο μεταβληθέντος εἰς υ Αἰολικῶς. Οὐ πείθει δὲ ἡ Καλυψὼ τὸν Ὀδυσσέα ἐφʼ οἷς ὑπισχνεῖται, οὐ μόνον ὅτι οἶδεν οἷα τὰ τῶν γυναικῶν ὅτʼ ἀν εἰς ἔρωτα βακχεύωνται, ἀλλὰ καὶ ὅτι οὐ δύνανται ἀθανασίαν αἱ τοιαῦται χαρίζεσθαι. ἄλλως δὲ ἀλληγορικῶς, ἡ Καλυψὼ ἣν εἰς σῶμα ἐξελαβόμεθα πρὸς ἣν οὐδὲ θαμίζει ὁ Ἑρμῆς ὡς ἐν τῇ ε ῥαψῳδίᾳ λέγεται τουτέστιν ὁ λόγος, οὐ γὰρ τὸ σῶμα λόγου ἂν μετέχοι. ἡ τοίνυν κατὰ σῶμα Καλυψὼ, ὑποβάλλει μὲν ἀθανασίαν τοῖς φιλοσωμάτοις. οἳ ὡς ἀεὶ ζησόμενοι αὐτῇ συνδέδενται, φιλοζωοῦντες. καὶ ὡς ἐπί τινι ἀθανασίᾳ, θεραπείας ὑγιεινὰς ἀναλεγόμενοι, πλανᾷ τοὺς πλείονας. Ὀδυσσεὺς δὲ καὶ εἴπου τινὲς κατʼ αὐτὸν, περιφρονῶν ἅπερ ἂν φάσκοι ἡ δολόεσσα Καλυψὼ, τὸ πλάνον δηλαδὴ σῶμα, οὐκ ἀναμένουσι τὴν τοῦ σώματος αὐτοὺς λύσουσαν φύσιν. ἀλλὰ τὸν φιλοσοφίας μελετήσαντες θάνατον, τῆς τοιαύτης Καλυψοῦς ἀφίστανται. Τὸ δὲ ἔμενον ἔμπεδον, ἀντὶ τοῦ ἐν τῷ αὐτῷ πέδῳ. Τὸ δὲ ἐπιπλόμενον ἔτος οὐκ ἂν εἴη ἑτεροῖον τῶν ὡς προεγράφη περιπλομένων ἐνιαυτῶν. Τὸ δὲ Ζηνὸς ὑπʼ ἀγγελίης ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς, τὴν ἐν ἀνθρώποις δηλοῖ νόησιν. ἣ τὰ πολλὰ, κατὰ εἰκοτολογίαν γίνεται. ἰδοὺ γὰρ ἀληθῶς μὲν κατὰ τὴν Ὁμηρικὴν πλάσιν, Ἑρμοῦ ἀγγείλαντος ἐξεπέμφθη ἐξ Ὠγυγίας ὁ Ὀδυσσεύς, αὐτὸς μέντοι στοχαστικῶς εἰδὼς, <!-- 1.276 -->νοεῖ μὲν καὶ τοῦτο. οἴεται δὲ καὶ τὴν Καλυψὼ αὐτὴν οἴκοθεν ὁρμηθεῖσαν ἐκπέμψαι αὐτόν. καὶ εἴη ἂν καὶ οὕτως ἐκείνη δολόεσσα εἴγε μὴ τὸ ἀληθὲς τῷ Ὀδυσσεῖ ἀνεκάλυψε. Θάλασσα δὲ ἀθέσφατος, καθὰ καὶ πρὸ ὀλίγων ἀθέσφατος ἀήρ. νηχόμενος δὲ παθητικῶς εἰπὼν, ὑποκαταβὰς, ἔνηχον λέγει ἐνεργητικῶς. οὕτω δὲ καὶ ἐν τοῖς προτούτων διχῶς τὸ αὐτὸ ῥῆμα ἐξήνεγκεν ὡς καὶ ἐπὶ ἄλλων πολλῶν ποιεῖ. Ὅτι δὲ τὸ νήχεσθαι παρὰ τὴν νῆσαν γίνεται ὥσπερ καὶ τὸ κολυμβᾶν παρὰ τὴν κολυμβίδα, ὀρνέων δὲ ὀνόματα καὶ ἄμφω, ἐν τοῖς τοῦ Ἀθηναίου δηλοῦται. Τὸ δὲ ἔνθα μʼ ἐκβαίνοντα ἕως τοῦ, καὶ ἀτερπέϊ χώρῳ, ναυαγοῦ ἀνδρὸς δυστυχίαν φράζει. Τὸ δὲ ἀτερπέϊ χώρῳ, πολύνουν ἐστί. δηλοῖ γὰρ τοὺς προῤῥηθέντας πάγους ὀξέας. τὸ περὶ αὐτοὺς βεβρυχὸς ῥόθιον κῦμα. τὴν λισσὴν πέτραν. τὴν ἀγχιβαθῆ θάλασσαν. τὰς προβλῆτας ἀκτάς. Τὸ δὲ ἐκ δʼ ἔπεσον, ἀντὶ τοῦ, ἔξω ἔπεσον τῆς θαλάσσης ἀψύχου τινὸς δίκην. καὶ ὡς οἷον εἰπεῖν, ἐξεβράσθην κατά τι ναυάγιον. Τὸ δὲ θυμηγερέων, σύνθετόν ἐστι τοῦ, ἐς φρένα θυμὸς ἀγέρθη ὃ προγέγραπται. δηλοῖ δὲ τὸ, συνάγων καὶ ἀνακτώμενος ψυχήν. Τὸ δὲ φύλλα ἀφύσσασθαι, ὕλην ἐπαμήσασθαι χερσὶ προέγραψεν ὁ ποιητής. δηλοῖ δὲ τὴν τῶν φύλλων περιβολήν. εἰ δὲ τὸ ἀφύσσασθαι ἐπὶ ὕδατος ἀντλουμένου κυριολεκτεῖται ὡς δηλοῖ τὸ ἀφυσσόμενοι μέλαν ὕδωρ, ἀλλʼ ἡ τροπὴ οὐδʼ ἐνταῦθα ἔξω λόγου. εἴγε ὥσπερ χυτὸν τὸ ὕδωρ, οὕτω καὶ ἔνθα Ὀδυσσεὺς ὕπνωσσε, φύλλων ἦν χύσις ἤλιθα πολλή. Ὕπνον δὲ ἀπείρονα, τὸν βαθὺν λέγει καὶ διατοῦτο πολύν. καὶ ἀσύμμετρον ὡς πρὸς τὸ σύνηθες, εἴπερ νυχθήμερον ὅλον Ὀδυσσεὺς ἐκοιμήθη κατὰ τὸν ποιητήν. Σημείωσαι δὲ τὴν λέξιν, ὡς οὐκ ἐξανάγκης ἀπείρονος λεγομένου τοῦ μηδόλως πέρας ἔχοντος. ὁ δὲ τοιοῦτος τόπος, συντελεῖ τι καὶ εἰς τὸν νήδυμον ὕπνον. πάντως γὰρ ὁ περιχυθεὶς ἀπείρων ὕπνος, εἴη ἂν νήδυμος. ἤγουν ἀνέκδυτος. δῆλον δὲ ὡς ἐφʼ ὑγρῶν καὶ τὸ δύεσθαι καὶ, χέεσθαι δίχα τροπολογίας τινός. Τὸ δὲ ἐν φύλλοις καὶ φίλον ἦτορ ὅτι παρηχεῖν δοκεῖ, προγέγραπται. Ἐν δὲ τῷ, ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ καὶ δείλετό τʼ ἠέλιος, τριμερῇ τὴν ἡμέραν ἔτεμεν ὡς καὶ ἀλλαχοῦ. ἤγουν εἰς πρωΐαν. μεσημβρίαν. καὶ δείλην. Ἐν δὲ τῷ δείλετο, γραφόντων τινῶν δύσετο ἤγουν ἔδυνε, πρὸς ὃ παίζων ἀπορητικῶς φασι Ματρέας ὁ Ἀλεξανδρεὺς, ἔλεγε διατὶ ὁ ἥλιος δύνει μὲν οὐ κολυμβᾷ δὲ; φασὶν οἱ παλαιοὶ, ὡς Ἀρίσταρχος οὐ γράφει δύσετο ἀλλὰ δείλετο. ὅ ἐστιν, εἰς δύσιν ἀπέκλινε. Καὶ σημείωσαι τὴν λέξιν σύστοιχον οὖσαν τῇ δείλῃ. εἰ δὲ τὸ δείλετο ἀσύνηθές ἐστιν, ἀλλὰ τὸ δειελιήσας, ἐν τοῖς μετὰ ταῦτα κεῖται παρὰ τῷ ποιητῇ. δῆλον δὲ ὅτι τε ἡ δείλη παρὰ τὴν ἔνδειαν τῆς εἵλης σύγκειται, ἐνδέει γὰρ τηνικαῦτα ἡ ἐκ τοῦ ἡλίου ἕλη. καὶ ὅτι διττὴ κατὰ τοὺς παλαιοὺς ἡ δείλη. ἡ μὲν γὰρ ὀψία δείλη. τὸ τελευταῖον φασὶ τῆς δείλης μέρος τὸ περὶ ἡλίου δυσμάς. ἑτέρα δὲ δείλη πρωΐα, τὸ πρῶτον φασὶ τῆς δείλης, τὸ εὐθὺς ἐκ μεσημβρίας. Ἐοικέναι δὲ θεαῖς ἄρτι λέγει τὴν κόρην Ὀδυσσεὺς, κολακικώτερον. φθάσας γὰρ, μιᾷ ἐκείνην εἴκασε, τῇ Ἀρτέμιδι. Τὸ δὲ οὔτι νοήματος ἤμβροτεν ἐσθλοῦ καὶ ἑξῆς, ἔπαινος προσώπου νέου συνετοῦ. Ἔνθα ὅρα τὸ, ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα ἔρξειν, ὡς γοργῶς φρασθὲν, πολλὴν ἔννοιαν κρύπτει. ἐχρῆν μὲν γὰρ εἰπεῖν νεωτέρην ἀντιάσασαν. ὁ δὲ, παραβλητικῶς οἷον ἔφη ὡς οὐ μόνον κόρη νέα ἀλλʼ οὐδὲ ἀνὴρ νεώτερος τοίοῦτόν τι ἔδρασεν ἄν. Τὸ δὲ αἰεὶ νεώτεροι ἀφραδέουσι, παράφρασίς ἐστι τοῦ, αἰεὶ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται. Τὸ δὲ σῖτον ἔδωκε καὶ οἶνον καὶ ἔλουσε καὶ τὸ ἑξῆς, φιλοξενίας ἐνδεικτικά. Ἐν τούτοις δὲ, ὅρα ὅτι τε τὴν τῆς κόρης καὶ τῶν ἀμφιπόλων μολπὴν καὶ τὴν διὰ σφαίρας παιδιὰν σιγᾷ Ὀδυσσεὺς ἵνα μὴ καταγορεύειν δοκῇ τῆς παιδός. καὶ ὅτι τοῦ μὲν παίζειν ἐστέρησεν αὐτὴν ὡς θεοείκελον. τὸ δὲ λοῦσαι καὶ θρέψαι καὶ εἵματα δοῦναι, αὐτῇ μόνῃ προσένειμε διὰ τὸ σεμνότερον. Ὅτι Ὀδυσσεὺς μὲν ὡς προσεχῶς ἐδηλοῦτο, ἠρωτήθη πρὸς τῆς βασιλίδος, τίς αὐτὸν ἐνέδυσε τάδε εἵματα δούς. ὁ δὲ, εἰπεῖν ἔχων αὐτὸ τὸ πρᾶγμα ἐν ὀλίστοις, ὅμως ἵνα μὴ κινήσῃ οὐκ ἀγαθὴν ὑποψίαν, ἑλίττει μακρὰν διήγησιν. καὶ οὕτως ἐξισχύει τῇ ῥητορικῇ δυνάμει, ὥστε πεποιηκέναι τὸν βασιλέα μὴ ὅτι γε ἁπλῶς μὴ μέμψασθαι, ἀλλὰ καὶ εἰπεῖν ὡς τοῦτό γʼ αἰνέσιμον οὐκ ἐνόησε παῖς ἐμὴ, οὕνεκά σε οὔτι μετʼ ἀμφιπόλοισι γυναίξιν ἦγεν ἐς ἡμέτερον. σύ δʼ ἄρα πρώτην ἱκέτευσας. ὥστε δηλαδὴ καὶ ἔδει αὐτὴν ἀγαγεῖν σε οἴκοι. καὶ ἔστι τῷ βασιλεῖ μεταληπτική τις αἰτίασις. τὰ μὲν γὰρ ἄλλα τῆς παιδὸς, οὐκ ἔχει μέμψασθαι ἀλλὰ συγχωρεῖ <!-- 1.277 -->εὖ γενέσθαι αὐτά. ἓν δέ τι αἰτιᾶται τὸ μὴ μετʼ αὐτῆς τὸν ξένον εἰς τὴν πόλιν ἀγαγεῖν. Ὅρα δὲ καὶ τὸ, ἐς ἡμέτερον, ἐλλειπτικῶς φρασθέν. λείπει γὰρ τὸ, δῶμα ἢ δόμον ἢ μέγαρον. οὕτω καὶ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ ἐρεῖ. ἡμέτερον δʼ ἐλθόντες. ἔνθα κεῖται καὶ τὸ τέλειον ἐν τῷ, ἵκετʼ ἐμὸν δῶ. Τὸ δὲ ἱκέτευσας, συστέλλει τὴν ἄρχουσαν Ἰωνικῶς. ἄλλως γὰρ, ἐκτείνεσθαι ὤφειλε κατὰ χρονικὴν αὔξησιν. καὶ οὕτω μὲν ὁ βασιλεὺς ἐπετίμησε τῇ θυγατρί. Ὀδυσσεὺς δὲ ὑπεραπολογούμενος τῆς παιδὸς, φησί. μή μοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην. ἡ μὲν γάρ μʼ ἐκέλευε, σὺν ἀμφιπόλοισιν ἕπεσθαι, ἀλλʼ ἐγὼ οὐκ ἔθελον. Καὶ ὅρα ὡς ψεύδεται φανερῶς ὁ Ὀδυσσεύς. ὅπερ ἐν καιρῷ ποιήσει ἂν ὁ σοφός. αἰτίαν δὲ τοῦ μὴ ἐθέλειν ἕπεσθαι τῇ κόρῃ λέγει Ὀδυσσεύς, φόβον καὶ αἰσχύνην. καὶ τὸ μὲν τῆς αἰσχύνης, οὐκ ἐπεξεργάζεται. τὸ δὲ περὶ τοῦ φόβου, ἠρέμα πλατύνει. φησὶ γάρ. δείσας αἰσχυνόμενός τε μή πως καὶ σοὶ θυμὸς ἐπισκύσαιτο ἢ ἐπισκύζοιτο ἰδόντι. δύσζηλοι γάρ τʼ εἰ μὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων. καὶ οὕτω μὲν Ὀδυσσεύς. Ἀλκίνοος δὲ ἀπαρνούμενος δύσζηλος εἶναι, φησί. ξεῖνε, οὔ μοι τοιοῦτον στήθεσσι φίλον κῆρ, μαψιδίως κεχολῶσθαι. ἀμείνω δʼ αἴσιμα πάντα. ἤτοι τὰ καθήκοντα. Καὶ ὅρα τὸ, μαψιδίως κεχολῶσθαι. εἰκῇ μὲν γὰρ καὶ μάτην οὐ χολωθήσεται ὁ σπουδαῖος. αἴσιμον μέντοι χόλον ἀναλήψεταί ποτε. γνωμικὸν δὲ πάντως τὸ, ἀμείνω δʼ αἴσιμα πάντα. Ὅρα δὲ τὸ, καὶ σοὶ θυμός. δῆλον γὰρ ἐντεῦθεν, ὡς καὶ ἑτέρους ἐδεδίει διʼ οὓς οὐκ ἤθελεν ἕπεσθαι τῇ κόρῃ. Τὸ δὲ ἐπισκύσαιτο, δηλοῖ μὲν τὸ ὀργισθείη, παράγει δὲ τὸ ἐπισκύνιον. οὗ ἑρμηνεία παρὰ τοῖς παλαιοῖς, αὕτη. ἐπισκύνιον, τὸ ὑπὲρ τὴν ὀφρῦν ἐποφρύδιον. ἡ περὶ τὰς ὀφρῦς χάρις. εὕρηται δὲ παρὰ τῷ ποιητῇ καὶ σκυδμαίνειν ἐκ παραγωγῆς, τὸ σκύζεσθαι. Δύρζηλοι δὲ, οἱ ἀλλαχοῦ προλεχθέντες ζηλήμονες. εἶδος δὲ χόλου ἄμφω ταῦτα δηλοῖ. διὸ ἀποστερῶν ἑαυτὸν ὡς ἐῤῥέθη ὁ βασιλεὺς τοῦ μὴ δύσζηλος ὅ ἐστι ζηλήμων εἶναι, ἔφη μὴ ἂν μαψιδίως χολοῦσθαι. ὡς ταυτὸν ὂν δύσζηλον εἶναι καὶ μαψιδίως χολούμενον. Τὸ δὲ δύσζηλοι ἐσμὲν, διὰ τῆς πληθυντικῆς κοινότητος, παραιρεῖται τὸ τραχὺ τῆς ἐπιτιμήσεως. ὡς μὴ μόνου τοῦ Ἀλκινόου τοιούτου ὀνομασθέντος, ἀλλὰ γνωμικῶς ἐν κοινῷ τοῦ λόγου λεχθέντος. καὶ ἔστιν ὅμοιον τῷ, ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε. καὶ τοῖς τοιούτοις. Δῆλον δὲ καὶ ὡς Ἀττικῶς ἔφη τὸ, δύσζηλοι ἐσμὲν φῦλʼ ἀνθρώπων, ἀντὶ τοῦ οἱ ἄνθρωποι. τὸ γὰρ κοινὸν ἦν, δύσζηλα φῦλα. Ὅτι οὐ μόνον οὐκ ἂν χολώσεσθαι τῷ Ὀδυσσεῖ λέγει ὁ βασιλεὺς ἐλθόντι μετὰ τῆς θυγατρὸς, ἀλλὰ καὶ χαίρειν ἄν. φησὶ γοῦν εὐχόμενος. αἲ γὰρ Ζεῦ τε πάτερ τοῖος ἐὼν οἷος ἐσσὶ, τά τε φρονέων ἅτʼ ἐγώ περ, παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι αὖθι μένων. οἶκον δὲ ἐγὼ καὶ κτήματα δοίην, εἰ ἐθέλων γε μένοις, ἀέκοντα δέ σε οὔ τις ἐρύξει Φαιήκων. μὴ τοῦτο φίλον Διῒ πατρὶ γένοιτο. ὃ ταυτόν ἐστι τῷ, μὴ τοῦτο θεὸς τελέσειε, κειμένῳ ἀλλαχοῦ. Σημείωσαι δὲ τὴν κατὰ ἀπαρέμφατον ῥῆμα εὐχὴν τὸ, αἲ γὰρ Ζεῦ παῖδα ἐμὴν ἐχέμεν καὶ γαμβρὸς καλέεσθαι, Ἀττικῶς προενεχθεῖσαν, ὡς καὶ ἐπʼ ἄλλων φαίνεται. λείπει δὲ τὸ ἐθέλοις ἤ τι τοιοῦτον ἵνα λέγῃ ὅτι εἴθε ἐθέλοις ἐμὸς γενέσθαι γαμβρός. μετʼ ὀλίγα δὲ, κεῖται καὶ συνήθης εὐχὴ, τὸ Ζεῦ πάτερ αἴθʼ ὅσα εἶπε, τελευτήσειεν ἅπαντα. Καὶ σημείωσαι ἐν τούτοις ὅτι τε ταυτὸν εὐχῆς λόγῳ εἰπεῖν εἰ καὶ αἲ καὶ εἴθε ὡς μυριαχοῦ φαίνεται. καὶ ὅτι οὐ μόνον θρηνητικόν ἐστιν ἐπίῤῥημα τὸ αἲ, ἀλλʼ ἰδοὺ καὶ εὐκτικόν. νοεῖται δέ ποτε καὶ μεμπτικὸν, ὡς παρὰ τῷ κωμικῷ ἐν τῷ, αἲ τάλαν. ἔτι δὲ καὶ δυσφορικὸν κατὰ τοὺς παλαιούς. Τὸ δὲ τοῖος ἐὼν οἷος ἐσσὶ, ὠφέλησε τὸν Πίνδαρον εἰπεῖν πρὸς ἀγαθὸν ἄνδρα τινὰ τὸ καλὸν νόημα ἐκεῖνο, τὸ γένοιο οἷος ἐσσί. ὡς μὴ ἔχων δηλαδὴ κρείττονα πρὸς ὃν ἂν ὅμοιος γένοιο. Τὸ δὲ τὰ φρονέων ἅπερ ἐγὼ, δηλοῖ δεῖν ὁμοφροσύνην εἶναι μὴ μόνον ἀνδρὶ καὶ γυναικὶ, ἀλλὰ καὶ τοῖς κηδεσταῖς πρὸς τοὺς νυμφίους. Τὸ δὲ ἀέκοντα δέ σε οὔ τις ἐρύξει, φιλοξενικοῦ ἔθος ἐστίν. εἴπερ ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ ὁ ποιητὴς, χρῆναι ξεῖνον παρεόντα φιλεῖν ἐθέλοντο δὲ πέμπειν. Φασὶ δὲ οἱ παλαιοὶ τὸν βασιλέα ἐπίτηδες τὸν περὶ γάμου λόγον ἀνακινῆσαι, πειρώμενον τοῦ Ὀδυσσέως εἰ ταῖς ἀληθείαις παρητήσατο τὸν τῆς Καλυψοῦς γάμον. εἰ γὰρ προπετῶς φασι ὑπόσχηται γαμήσειν, παντελῶς ἐλεγχθήσεται κἀκεῖνο ψευδόμενος. ἔθος δὲ ἄλλως ἦν τοῖς ἀρχαίοις, ἐπιλέγεσθαι τοὺς ἀρίστους τῶν ξένων καὶ γαμβροὺς αὐτοὺς ποιεῖσθαι. ὡς καὶ ἐπὶ Βελλεροφόντου καὶ Τυδέως καὶ Πολυνείκους ἐγένετο. ἐπέκρινον δὲ οὐκ εἰς πλοῦτον ἀφορῶντες, ἀλλʼ ὅτι ὁ μὲν, τυχὸν βασιλεῖ ἀνδρὶ ἐῴκει. οἱ δὲ, γενεῇ Διὸς μεγάλοιο <!-- 1.278 -->ἐΐκτην. καὶ παῖδες ἀνάκτων ἦσαν. καὶ ὅλως, τοιοῦτοι οἵους οὐκ ἂν κακοὶ τέκοιεν. Ὅτι ὑπισχνεῖται μὲν ὁ βασιλεὺς αὔριον πέμψαι τὸν Ὀδυσσέα, οὐ γίνεται δὲ τοῦτο διά τινα περιπέτειαν κερδαλόεσσαν τῷ Ὀδυσσεῖ, πεμφθήσεται δὲ τὴν μενὰ τὴν αὔριον. καὶ ἰδοῦ καὶ νῦν σπουδαῖος ἀνὴρ ὁ βασιλεὺς, ἐψεύσατο μὲν, οὐκ ἐπιψόγως δέ. Ὅτι πομπὴν δηλοῖ ἄπονον καὶ ἄλυπον τὸ, σὺ μὲν δεδμημένος ὕπνῳ, λέξεαι. οἵδʼ ἐλόωσι γαλήνην ὄφρʼ ἂν ἵκηαι πατρίδα σὴν καὶ δῶμα καὶ εἴπου τοι φίλον ἐστίν. Ἀλκίνοος δὲ πρὸς Ὀδυσσέα τοῦτο πάνυ πεπαιδευμένως φησί. πατρίδα μὲν γὰρ πάντως ἔχοι ἂν ὁ ξένος καὶ δῶμα, εἰ δὲ καὶ γυναῖκα ἢ τέκνα ἢ γονεῖς, οὐκ οἶδεν ὁ βασιλεύς. περὶ τούτου γὰρ ἐῤῥέθη τὸ, εἴπου τοι φίλον ἐστίν. ἐπὶ γὰρ τοιούτων ἡ τοῦ φίλου λέξις κυριολεκτεῖται. ἃ δὴ καὶ φίλτατα κατʼ ἐξοχὴν λέγονται. Πιθανῶς δὲ πέπλασται τὸ, ὑπνοῦντα τὸν Ὀδυσσέα ἐγκαταστῆναι τῇ πατρίδι πρὸς τῶν Φαιάκων. ἐποίησαν γὰρ ὡς εἰκὸς οὕτως ἐκεῖνοι, δεδιότες μή ποτε ὁ ξένος νήφων ἐν τῷ κατάπλῳ, ἢ κατάσχῃ αὐτοὺς, ἢ καὶ τὴν ὁδὸν σημῃνάμενος, ἐπαναστῇ τοῖς ἐν τῇ νήσῳ οἷς οὐ μέλει βιὸς οὐδὲ φαρέτρη. ἅμα δὲ, καὶ ἵνα μὴ δόξωσιν ἀντίχαριν τῆς ἀνακομιδῆς ἀπαιτεῖν. Τὸ δὲ ὕπνῳ δεδμημένος λέξαι, πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως πως λέγεσθαι. ὃ δὴ πολυσήμαντόν ἐστι. Τὸ δὲ ἐλόωσι, χρόνος ἐστὶν ἐνεστὼς ἀντὶ μέλλοντος τοῦ, ἐλάσουσι. Τὸ δὲ γαλήνην, ἀντὶ τοῦ γαληνῶς. ὡς καὶ πρὸ ὀλίγων ἐπιῤῥηματικῶς ἔφη ἀληθείην ἀντὶ τοῦ ἀληθῶς. Ἐν δὲ τῷ ῥηθέντι χωρίῳ, κεῖται καὶ τὸ τεκμαίρομαι ἀντὶ τοῦ τελειῶ, ἐκ τοῦ τέκμωρ τὸ τέλος. οἷον. πομπὴν τεκμαίρομαι. ἔτι δὲ καὶ τὸ τῆμος, ἐς τῆμοσδε. καὶ δῆλον ὡς εἰπεῖν μὲν ἐς τῆμος, ὅμοιον τῷ ἐσαύριον καὶ τοῖς τοιούτοις. ἡ δὲ ἐν τῷ τέλει ἐπέκτασις περιττὴ καὶ οὐκ ἀντὶ προθέσεως ὡς ἐν τῷ τῆμοσδε. Ὅτι θέλων ὁ βασιλεὺς ἐνδείξεσθαι τὸ τάχος τῶν παρὰ τοῖς Φαίαξι νηῶν, ἱστορεῖ ὡς ἦν καιρὸς ὅτε οἱ Φαίακες τὸν Ῥαδάμανθυν ἦγον εἰς Εὔβοιαν ἐπὶ θέᾳ τοῦ Τιτυοῦ. καὶ κατὰ τὴν αὐτὴν ἡμέραν ἀπήγαγον αὐτὸν οἴκαδε, ἀπονητί. Ἔνθα σημείωσαι ὡς εἴτε ἀντικρὺ τῆς ἰδίως οὕτω καλουμένης Ἠπείρου κατὰ τὴν ἱστορίαν ἡ νῆσος τῶν Φαιάκων ᾤκισται εἴ τε καί που ποῤῥωτάτω ἐν ἀπανθρώπῳ τόπῳ καθὰ φαίνεται δοκεῖν Ὁμήρῳ, ὑπερβολικὸς ὁ ἐνταῦθα λόγος. καὶ ἀδύνατον ἀνυσθῆναι τὸν ἐκ Φαιάκων εἰς Εὔβοιαν πλοῦν καὶ ἐκεῖθεν εἰς Φαίακας, ἤματι τῷ αὐτῷ. ἤγουν ἡμέρᾳ μιᾷ. ἔσται δὲ ὅμως ἡ τοῦ τοιούτου πλοῦ ἱστορία δυνατὴ, εἰ τὸ τάχος τῶν Φαιακικῶν νηῶν εἴη ὡσεὶ πτερὸν ἠὲ νόημα, Ἔστι δʼ ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις, τοιαύτη. ὄφρʼ ἂν ἵκηαι πατρίδα σὴν, εἴπερ καὶ μάλα πολλὸν ἑκατέρω ἔστʼ Εὐβοίης. τήν περ τηλοτάτω φασὶν ἔμμεναι οἵ μιν ἴδοντο λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν ἦγον ἐποψόμενον Τιτυὸν γαιήϊον υἱόν. καὶ μὲν οἳ, ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν ἤματι τῷ αὐτῷ, καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσω. Καὶ ὅρα ὡς ἀφαιρῶν ὁ ποιητὴς τὴν τοῦ λόγου ὑπτιότητα, παρενέβαλε τὴν περὶ τοῦ ἀθεμίστου Τιτυοῦ ἱστορίαν. ὃν Ἐλάρας τῆς Μίνωος ἢ Ὀρχουμένου θυγατρὸς, παραδιδόασι παῖδα. ᾗ συνελθὼν ὁ Ζεὺς, ἔκρυψεν αὐτὴν κατὰ γῆς διὰ ζηλοτυπίαν Ἥρας. ἡ δὲ, ἀνῆκεν υἱὸν ἐξοχώτατον. ὃς ἐκλήθη Τιτυὸς, καθʼ ὁμοιότητα ἴσως τῶν ἀτασθάλων τιτάνων. αὐξηθεὶς δὲ, ἐάλω ἔρωτι Λητοῦς. καὶ ἐτοξεύθη φασὶν ὑπʼ Ἀπόλλωνος. μεγαλοσώματος δὲ δοκεῖ ὁ ἀνὴρ εἶναι. καὶ οὐ μόνον βουγάϊος, ἀλλὰ καὶ εἰς πλέον πολυμήκης, εἴπερ ἐπὶ ἐννέα ἐν τοῖς ἑξῆς που κεῖται πέλεθρα. διὸ καὶ γῆς υἱὸς εἶναι πλάττεται, διὰ τὸ βαρὺ καὶ τὸ ὡς εἰπεῖν, ἐτώσιον ἄχθος τῆς γῆς. ἦν δὲ καὶ ὑβριστὴς κατʼ ἐπιθυμίαν. διὸ καὶ τὸ ἧπαρ ἐν ᾅδου εὑρεθήσεται κειρόμενος. ὅθεν καὶ ὁ Ῥαδάμανθυς ἐπὶ θέαν τοῦ Τιτυοῦ ἐλθεῖν πλάττεται. ἢ διὰ θαῦμα τοῦ μεγέθους. ἢ καὶ ἵνα δίκαιος ὢν κατὰ τὴν ἱστορίαν, σωφρονίσῃ αὐτόν. Ὅρα δʼ ἐν τῷ χωρίῳ τούτῳ, καὶ ὅτι οὐ τηλοῦ ἁπλῶς ἀλλὰ τηλοτάτω ἤτοι ποῤῥωτάτω τῆς τῶν Φαιάκων νήσου τὴν Εὔβοιαν ὁ Ἀλκίνοος εἶναι φησί. καὶ οὐχʼ ἁπλῶς ποῤῥωτάτω, ἀλλά που καὶ πρὸς ταῖς τῶν μακάρων νήσοις ταῖς κατὰ τὸν Ὠκεανόν. ἔνθα ἡ δ ῥαψῳδία διάγειν εἶπε τὸν Ῥαδάμανθυν. ὡς φαίνεσθαι παραλαλεῖν τὸν Ἀλκίνοον, ἐγγίζειν τὴν κατʼ αὐτὸν γῆν τῇ τῶν μακάρων νήσῳ ἔνθα ἦν ὁ Ῥαδάμανθυς. ὅθεν καὶ τὴν προϊστορηθεῖσαν εὐδαιμονίαν εἶναι παρὰ τοῖς Φαίαξιν ὡς εἰ καὶ νῆσον ᾤκουν μακάρων. Ἰστέον δὲ ὅτι τὸ τηλοτάτω, εἶχε μὲν, ὀρθῶς εἶναι τηλετάτω ἀπὸ τοῦ τῆλε. ὅμως ἵνα μὴ ἀπαιτῆται προπαραλήγεσθαι τῇ αι διφθόγγῳ τῷ λόγῳ τῶν διὰ τοῦ αιτατος, γέγονεν ἐκ τοῦ τηλοῦ, ἀπελεύσει υ τοῦ διὰ ἀπαρτισμὸν δακτύλου πρὸς ὁμοιότητα τοῦ, ἀγχοῦ ἀγχοτέρω καὶ ἀγχοτάτω. Τὸ δὲ <!-- 1.279 -->ἑκατέρω, σημαίνει μὲν τὸ ποῤῥωτάτω ὁμοίως τῷ τηλοτάτω. ὅπως δὲ γίνεται, ἐν τῇ Ἰλιάδι δεδήλωται. Περὶ δὲ Εὐβοίας, καὶ ἡ Ὁμηρικὴ Βοιωτία δηλοῖ καὶ τὰ τοῦ περιηγητοῦ. Τὸ δὲ φασὶν ἔμμεναι, ἀσφαλῶς ἐῤῥέθη. ὡς ἂν εἴπου καὶ ἐλέγχεται ὁ βασιλεὺς, εἰς τὴν κοινὴν φήμην ἀνάγοι τὸ αἴτιον. Τὸ δὲ γαιήϊον, κτητικοῦ τύπου ἐστίν. ἔστι γὰρ ἀπὸ τοῦ γαῖα, τὸ κτητικὸν γαίειος. καὶ κατὰ διάλυσιν, γαιήϊος. ὁ κατὰ μῦθον μὲν, γῆς υἱὸς οἷα ἐκεῖθεν ἀναδοθείς. ἄλλως δὲ, πολυπέλεθρος καὶ τὰ εἰς σῶμα περιττός. Τοῦ δὲ ἄτερ ἡ σύνθεσις, εἴη ἂν, ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ τείρειν. τὰ γὰρ ἄτερ εἶναι λεγόμενα, οὐ τείρουσιν ἄλληλα διʼ ἐπιπτώσεως ἢ ἀντερείσεως ἤ τινος ὅλως θίξεως. διὸ καὶ ἑρμηνεία τοῦ ἄτερ ἐπιῤῥήματος, τὸ χωρίς. διὰ τὸ χωρίον ἤτοι χώραν εἶναί τινα μέσον ὁπωσοῦν τῶν ἄτερ ὄντων. τὸ δʼ αὐτὸ ἄτερ, διασαφεῖται καὶ ὑπὸ τοῦ δίχα, διὰ τὸ δεδιχᾶσθαι ἀλλήλων τὰ ἄτερ τεταγμένα. λέγεται δὲ αὐτὸ καὶ νόσφι, διὰ τὸ νενοσφίσθαι ἤτοι διακεκρίσθαι καὶ κεχωρίσθαι τὰ ἄτερ, ἀλλήλων. ἔτι δὲ καὶ ἄνευ ἐκεῖνο φαμὲν καὶ ἄνις, διὰ τὸ ἐν τοῖς οὖσιν ἄτερ, θεωρεῖσθαι τὸ μὴ νεύειν μὴ δὲ νίσσεσθαι ὅ ἐστι πορεύεσθαι πρὸς ἄλληλα, ἀλλὰ ἰδιάζειν. ὅθεν καὶ ἰδίᾳ ἐπιῤῥηματικῶς λέγεται τὸ ἄτερ. οὐκοῦν ταυτὰ πολυωνυμίας λόγῳ, τὸ ἄτερ. χωρίς. νόσφιν. ἄνευ. ἄνις. καὶ ἰδίᾳ. Τὸ δὲ ἄτερ καμάτοιο, ἢ τὸ φερέπονον δηλοῖ τῶν κωπηλατῶν. ἢ τὸ ὡς καὶ προεῤῥέθη, ἔμψυχον τῶν νηῶν. Τὸ δὲ τέλεσσαν, ἐλλειπτικῶς ἔχει. τὸ γὰρ τέλειον ἦν, ὅτι ἐτέλεσαν τὸν πλοῦν ἢ τὸ ἀγαγεῖν τὸν Ῥαδάμανθυν εἰς Εὔβοιαν. ταυτὸν δὲ τὸ ἐτέλεσαν καὶ τὸ ἀπήνυσαν, ἐπεὶ καὶ ἀνύω τὸ τελειῶ λέγεται. Τὸ δὲ ἀπήνυσαν, γράφεται καὶ ἀπήγαγον. Ἰστέον δὲ ὡς εἰ καὶ πάλαί ποτε οἱ Φαίακες σὺν τῷ εἶναι ναυτικοὶ καὶ ἀγαθοὶ ἦσαν, ἀλλʼ ἐν τοῖς ὕστερον ἀλλοῖοι ἐξέπεσον. Ἕρμιππος γοῦν ψέγων αὐτοὺς, ἔγραψεν οὕτω. Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε ναυσὶν ἐπὶ γλαφυραῖς ὅτι δίχα θυμὸν ἔχουσιν. ἔδειξε δὲ τὸ κατʼ αὐτοὺς τοιοῦτον ἦθος, καὶ ὁ κατὰ τὸν Ξέρξην καιρὸς ὡς καὶ Ἡρόδοτος ἱστορεῖ. Ὅτι λόγος ἄρχοντος ἐναβρυνομένου στόλῳ οἰκείῳ τὸ, εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται νῆες ἐμαὶ καὶ κοῦροι ἀναῤῥίπτειν ἅλα πηδῷ, ὅ ἐστι κωπηλατεῖν. ὡς ἀπὸ τοῦ παρακλουθοῦντος. ἀναῤῥίπτεται γὰρ ταῖς κώπαις τὸ ὕδωρ. Τὸ δὲ ἀναῤῥίπτειν, γράφεται καὶ περισπωμένως. Πηδὸν δὲ, οὐ τὸ πηδάλιον λέγει νῦν, οὐ γὰρ ἔχειν δοκοῦσι πηδάλιον αἱ τῶν Φαιάκων νῆες. οἷα κατὰ τὸ ποιητικὸν τέρας, αὐταὶ νοοῦσιν ὅπῃ πλευσοῦνται. κώπη δέ ἐστιν ἄρτι τὸ πηδόν. ἐν δὲ σχολίοις παλαιοῖς εὕρηται καὶ ὅτι εἶδος ξύλου τὸ πηδόν. δῆλον δὲ ὡς ἐκ τοῦ πηδὸν γίνεται πλεονασμῷ τῆς αλ συλλαβῆς, τὸ πηδάλιον. Ὅτι εὐχὴ ξένου πρὸς ξενοδόχον ἀγαθὰ ὑπισχνούμενον τὸ, θεὲ πάτερ αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα ὁ δεῖνα. τοῦ μὲν ἂν ἐπὶ ζείδωρον ἄρουραν ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρί δʼ ἱκοίμην. Ὀδυσσέως δὲ ἡ εὐχὴ, τρέψαντος ἐνδιαθέτως τὸν λόγον ἐκ δευτέρου προσώπου τοῦ Ἀλκινόου εἰς τρίτον πρόσωπον τὸν Δία. Καὶ ὅρα ὡς ἄσβεστον μὲν γέλων εἰπεῖν, καὶ οὐδέ ποτʼ οὖρος ἔσβη, ἔχουσιν ἐν τῇ τροπῇ θεραπείαν διʼ ἐμφαινομένην θερμότητα. καθʼ ὁμοιότητα τοῦ, ἄσβεστον πῦρ καὶ ἀσβέστη φλόξ. τὸ δὲ ἄσβεστον κλέος οὐκ ἂν εἴη μακρὰν κακοζήλου εἰ μή τις ὑπονοήσει τοιοῦτον, τὸ οὐράνιον ἤτοι αἰθέριον. καὶ ἐρεῖ ὅτι καὶ τὸ ὑψηλὸν κλέος, ἄσβεστον εἴη ἂν ὡς διὰ τὸν θερμὸν αἰθέρα, ᾧ παρονομάζεται τὸ αἰθέριον. ἐν τούτοις δὲ καὶ γέρας εἴτε τέλος τοῦ εὐεργετεῖν τὸ κλέος εἰπὼν ὁ ποιητὴς, ἀρχὴν ἐνδίδωσι τοῖς δοξάζουσιν ἐν τιμῇ κεῖσθαι τὸ τέλος τῆς ἀρετῆς. Ὅτι καὶ τῷ Ὀδυσσεῖ ἐνταῦθα ὡς καὶ τοῖς βασιλικοῖς ξένοις ἐν τῇ δ ῥαψῳδίᾳ δέμνια ὑπʼ αἰθούσῃ τίθεται καὶ ῥήγεα καλὰ πορφύρεα ἐμβάλλεται. στορέννυνταί τε ἐφύπερθε τάπητες. χλαῖναι τʼ ἐντίθενται οὖλαι. Τὰ δὲ δέμνια, τρητὰ λέχη προϊὼν λέγει, ἔτι δὲ καὶ πυκινὸν λέχος. εἰ δὲ τὸ τρητὸν οὐκ ἔστι πυκινὸν καθὸ τέτρηται, ἀλλʼ ἐν τούτοις, ἥρμοσται ἄμφω τοῖς δεμνίοις. τὸ μὲν, διὰ τὰς ἐν τῇ κλίνῃ κατατρήσεις. τὸ δὲ, διὰ τὴν τοῦ στρώματος πυκνότητα διʼ ἣν καὶ στιβὰς λέγεται ἀπὸ τοῦ στείβω, ἐξ οὗ καὶ ἡ στίβη ὡς προδεδήλωται. Ὅτι δὲ τὸ στορέσαι ἐπὶ εὐνῆς κυριολεκτεῖται, δηλοῖ ἐνταῦθα καὶ τὸ, ἐστόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι. ὃ καὶ πεποιῆσθαι εὐνὴν λέγεται ἐν τῷ, ὦ ξεῖνε, πεποίηταί τοι εὐνή. Τίς δὲ ἡ αἴθουσα καὶ διατὶ οὕτω καλεῖται, καὶ πῶς ἐρίδουπος λέγεται, ἐν ἄλλοις δὲ καὶ ἐρίγδουπος, πολλαχοῦ δηλοῦται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-acg`.
