---
title: "Commentary on Homer's Odyssey: Book VI"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ζ"
author: Eustathius of Thessalonica
eul_wid: xpw-acf
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-6-xpw-acf"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:fc2fce5a32c013654e6858025ce9a0564ab450fd0814eba7a0dea540057e138d"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book VI

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ζ*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-acf` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-6-xpw-acf)

## Text

<!-- 1.208 -->Ὅτι βαρυνομένη ἡ Καλυψὼ ἐφʼ οἷς ἱμείρεται Ὀδυσσεὺς ἰδέσθαι τὴν αὐτοῦ ἄλοχον ἧς αἰὲν ἐέλδεται ἤματα πάντα, φησί. οὐ μέν θην ἤγουν οὐ μὴν δὴ, κείνης γε χερείων εὔχομαι εἶναι, οὐ δέμας οὐδὲ φυήν. ἔπαινος δὲ γυναικὸς ἀγαθῆς ταῦτα ὡς καὶ ἐν Ἰλιάδι κεῖται. Εἶτα ἐπάγει πρὸς λόγου κατασκευὴν τὸ, ἐπεὶ οὔπως οὐδὲ ἔοικε θνητὰς, ἀθανάταις δέμας καὶ εἶδος ἐρίζειν. διὸ καὶ μέγας ἔπαινος γυναικὸς τὸ, θεαῖς εἰς ὦπα ἐῴκει. Ὅρα δʼ ἐνταῦθα τὸ, δέμας καὶ εἶδος ταυτὸν ἴσως ὂν ὡς εἴπερ ἔφη δέμας καὶ φυήν. καὶ οὕτω μὲν ἡ Καλυψὼ μετριώτερον. Ὀδυσσεὺς δὲ παραιτησάμενος συγγνώμην ἐφʼ οἷς προαιρεῖται οἴκαδε νοστῆσαι, φησί. πότνα θεά. μή μοι τόδε χώεο. οἶδα καὶ αὐτὸς πάντα μάλʼ οὕνεκα σεῖο περίφρων Πηνελόπεια εἶδος ἀκιδνοτέρη μέγεθός τε εἰς ὦπα τʼ ἰδέσθαι. ἡ μὲν γὰρ βροτός ἐστι. σὺ δʼ ἀθάνατος καὶ ἀγήρως. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι καὶ τὰ ἑξῆς ὡς προσεχῶς ἀνωτέρω ἐγράφη. Καὶ ὅρα τὴν διὰ παντὸς τοῦ λόγου δεινότητα. τὸ τραχύ τε γὰρ τοῦ λόγου ἐλέανε ζητήσας ὡς ἐῤῥέθη συγνώμην, καὶ τῷ καταρτικῷ ἐπιθέτῳ ἐκολάκευσε. πότναν θεὰν προσειπὼν τὴν Καλυψώ. καὶ τῇ συντόμῳ συγκρίσει <!-- 1.209 -->ἐταπείνωσε τὴν Πηνελόπην. ὅμως μέντοι ἄλλως λεληθότως ἐσέμνυνεν ἐκείνην, παραῤῥίψας ἔπαινον τὸ, περίφρων Πηνελόπεια. οὗ ἕνεκεν δοκεῖ ἐκείνην φιλεῖν. μονοννουχὶ φάμενος, ὡς εἰ καὶ τὰ ἄλλα σοῦ ἀκιδνοτέρα, τὰ γοῦν κατὰ νοῦν περιττή ἐστι. Σημείωσαι δὲ καὶ ὡς ἐπὶ πλέον θεραπεύων τὴν Καλυψὼ, οὐδὲ λέγει ὡς ἐθέλω καὶ ἐέλδομαι εἰς τὴν γυναῖκα ἐλθεῖν, ἀλλʼ οἴκαδε ἁπλῶς νοστῆσαι. Τὸ δὲ χερείων, τῇ ει διφθόγγῳ παραληγόμενον ἐν τῇ συγκρίσει, τῷ ἰῶτα μόνῳ παραλήγεται ὡς τρισύλλαβον ὁμοίως τῷ ἀρείων ἄριστος, ἐν τῇ ὑπερθέσει. τὸ γὰρ φυλάσσειν αὐτὴν καὶ ἐν τοῖς ὑπερθετικοῖς, τῶν δισυλλάβων ἐστίν. ὁποῖον τὸ, πλείων πλεῖστος μείων μεῖστος. Φυῆς δὲ ὅτι παράγωγον εὐφυὴς πτελέα καὶ μηροὶ εὐφυεῖς, ἡ Ἰλιὰς δηλοῖ. οἱ δὲ ὕστερον, εὐφυῆ καὶ τὸν κατὰ νοῦν δεξιὸν εἶπον. Ἀττικοὶ δὲ, τὸν σκωπτικὸν εὐφυῆ ἐκάλουν κατά τινας. Τὸ δὲ εἶδος μέγεθός τε, οὐκ ἂν εἴη ἑτεροῖον τῶν προειρημένων. τοῦ, δέμας καὶ εἶδος. καὶ δέμας καὶ φυήν. Ἀκιδνοτέρα δὲ κατὰ τοὺς γλωσσογράφους, ἡ ἀσθενεστέρα ἢ εὐτελεστέρα. περὶ οὗ ἐν τοῖς ἑξῆς που κρεῖττον ῥηθήσεται. Τὸ δὲ εἰς ὦπα ἰδέσθαι, δοκεῖ σφοδρότητός τι ἔχειν. ὡς τὰ μὲν εἰς ὄψιν, ἀκιδνοτέρας οὔσης τῆς Πηνελόπης οὐ μὴν καὶ τάγε εἰς τὸ περίφρονα εἶναι. Ὅρα δὲ καὶ ὅτι τὸ βροτὸς ἀντέθηκε πρὸς τὸ ἀθάνατος. ἐπειδὴ καὶ κυρίως βροτὸς ὁ ἐν ῥοῇ καὶ ῥευστὸς, ἤτοι φθαρτός. ᾧ ἀντίθετον τὸ ἄφθαρτον. Τὸ δὲ ἐθέλω καὶ ἐέλδομαι, τῇ παραλλήλῳ θέσει, τὸ πολὺ δηλοῖ τῆς ἐφέσεως. τάχα δὲ καὶ ἐπίτασις τοῦ ἐθέλειν τὸ ἐέλδεσθαι. Ὅτι τὸ, τερπέσθην φιλότητι παρʼ ἀλλήλοισι μένοντες, σεμνῶς πέφρασται ἐπὶ τῆς νύκτωρ συγκαθευδήσεως τῆς Καλυψοῦς καὶ τοῦ Ὀδυσσέως. μεθʼ ἣν διασκευάζων τὰ τῆς ἐξεγέρσεως, φησὶν ὡς ἅμα πρῳΐα, ὁ μὲν, χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς. αὐτή δʼ ἀργύφεον ἤτοι λευκοϋφὲς φᾶρος μέγα ἕννυτο νύμφη. λεπτὸν καὶ χαρίεν. περὶ δὲ ζώνην βάλε τʼ ἰξύϊ καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην. ταὐτὸν δὲ εἰπεῖν, κρήδεμνον. Καὶ ὅρα ὅτι δὶς ἔφη τὸ ἕννυτο διὰ τὸ καίριον. οἱ δὲ ὕστερον, μετὰ προθέσεως ἀμφιέννυσθαι τὸ τοιοῦτον ῥῆμα φασί. Τὸ δὲ μέγα φᾶρος, εὐμεγέθη συλλογιστικῶς ἐμφαίνει τὴν Καλυψώ. ἧς ἀκιδνοτέρη τὸ μέγεθος ἡ Πηνελόπη προσεχῶς εἴρηται. Εἰς δὲ τὸ ἰξύϊ, γράφουσιν οἱ παλαιοὶ τοιαῦτα. ῥάχις καλεῖται τὸ ὅλον. ἡ σύμπηξις τῶν λ δ σφονδύλων. ὧν οἱ πρῶτοι ἑπτὰ συμπληροῦσιν ἄνω τὸν τράχηλον. οἱ δὲ τελευταῖοι δέκα καὶ πέντε, τὴν ὀσφῦν. οἱ δὲ μέσοι δώδεκα, τὸν νῶτον. ὃν ἰξὺν ὁ ποιητής φασι λέγει, ἐπεὶ ἔστιν ἀνθρώποις ξύσαι αὐτὸν καὶ κνήσασθαι. ἐπὶ μέντοι ἀλόγων, κυρίως ἄκνηστις λέγεται. ὡς τὸ, κατʼ ἄκνηστιν μέσα νῶτα. εἰ δὲ τοῦτό ἐστιν ἰξὺς, ὅρα ὅπως ἱστορεῖ ὁ ποιητὴς οὐ συνήθως περὶ τὴν ὀσφῦν ζώνυσθαι τὴν Καλυψώ. καὶ ὅτι οὐκ ἠρκέσθη φᾶρος ἁπλῶς καὶ ζώνην εἰπεῖν, εἰ μὴ καὶ ἐπιθέτοις αὐτὰ ἐκόσμησε. τὴν δέ γε καλύπτραν, οὕτω δόξαν αὐτῷ, δίχα ἐπιθέτου προήγαγεν. Ὅτι ἐν τῷ, δῶκε μέν οἱ πέλεκυν μέγαν ἄρμενον ἐν παλάμῃσι χάλκεον ἀμφοτέρωθεν ἀκαχμένον. αὐτὰρ ἐν αὐτῷ, στειλειὸν περικαλλὲς ἐλάϊνον εὖ ἐναρηρός. δῶκε δʼ ἔπειτα σκέπαρνον ἐΰξοον. Καὶ πάλιν μετʼ ὀλίγα. τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ. Καὶ αὖθις μετʼ οὐ πολλά. τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψὼ, φασὶν οἱ παλαιοὶ ὅτι ἐνῆν μὲν ἅπαντα ὑφὲν κομίσαι. ἡ δὲ, ἀλλὰς πολλὰς εὑρίσκει ἀφορμὰς τοῦ συχνὰ ἐντυγχάνειν τῷ Ὀδυσσεῖ οἷα κατακόρως αὐτοῦ ἐθέλουσα σχεῖν ἤδη μέλλοντος ἀποπλεῖν. Ὅρα δὲ ὡς προέθετο καὶ νῦν καθὰ καὶ ἀλλαχοῦ, ἐργαλεῖα τεχνικὰ εἰπεῖν. πέλεκυν. σκέπαρνον. στάθμην τὲ καὶ τέρετρα. διʼ ὧν καὶ πολυπειρίαν τῷ ἀκροατῇ ἐργάζεται, καὶ πλατύνει ἀφελῶς τὴν ποίησιν. οὐ διασαφεῖ δὲ καὶ ποῦ εὗρεν ἡ Καλυψὼ τὰ ναυπηγικὰ ἐργαλεῖα καὶ τὰ λοιπὰ, οἷα μὴ θέλων περὶ τοιοῦτόν τι κακοζήλως καὶ μικρολογικῶς ἀπασχολῆσαι τὴν ποίησιν. Ἀρετὴν δὲ τεχνίτου ἐμφαίνει, πέλεκυς ἄρμενος παλάμαις. ὁ γὰρ μὴ τοιοῦτος, ἀχρειοῖ ἐκεῖνον. οὕτω δὲ χρὴ καὶ τὸ στειλειὸν ἐναρηρέναι τῷ πελέκει διὰ τὸ εὔχρηστον. ἵνα θάτερον μὲν ἄκρον τοῦ στειλειοῦ ἐναρήρῃ τῷ πελέκει. τὸ δὲ ἕτερον, τῇ τοῦ τεχνίτου παλάμῃ. Τὸ δὲ ἀμφοτέρωθεν ἀκαχμένον ἤτοι θλίβον τῇ τομῇ, τὸ ἀμφίστομον δηλοῖ. ὃ καὶ ἀμφίκοπον λέγεται. Στειλειὸν δὲ οὐδετέρως τὸ ἐνιέμενον ξύλον εἰς τὴν θηλυκῶς λεγομένην στειλειὰν ἤγουν εἰς τὴν ὀπὴν τοῦ σιδήρου. καὶ φυλάσσεται μέχρι τοῦ νῦν ἡ λέξις, στειλειάριον λεγομένη παρὰ τοῖς πολλοῖς. ἣν στειλὰν ἤγουν ὀπὴν, οἱ μὲν παλαιοὶ, καὶ τρῆμα ἑρμηνεύουσι. τρητὸν δὲ μέχρι καὶ νῦν, οἱ περὶ Λυκίαν. Τὸ δὲ περικαλλὲς, ἢ <!-- 1.210 -->ἁπλοϊκῶς παρέῤῥιπται, ἢ καὶ ὅτι εἰκὸς περί που τὸ ἄκρον ἔχειν τινὰ γλυφῆς ὡραϊσμόν. Τὸ δὲ ἐλάϊνον, παρατηρήσας ἔφη. ὡς ἔθος ὂν, τοιοῦτον εἶναι. Σκέπαρνον δὲ ἐΰξοον, δύναται καὶ κατὰ ἐνεργητικὴν σημασίαν εἶναι τὸ εὖ ξέον. ὥς που καὶ βέλος ὠκύμορον, τὸ ὠκὺ θανατοῦν. διὸ καὶ τὴν ἐνέργειαν αὐτοῦ φράζων καὶ τὴν τοῦ πελέκεως, φησί. πελέκκησε δʼ ἄρα χαλκῷ, ξέσσε δʼ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνε. δῆλον δὲ ὡς οἱ μεθʼ Ὅμηρον διθυραμβογραφοῦντες, σκέπαρνον δριμέως φράζοντες, ἄλλως ἐπὶ ἐρίου τίθενται ὃ σκέπει ἄρνα. Τὸ δὲ πελέκκησε, διὰ μέτρον διπλάζει τὸ κάππα. ὡς καὶ ἀλλαχοῦ τὰ ἡμιπέλεκκα. ὅτι δὲ πελεκῶ μὲν, ἐπὶ ξύλων, πελεκίζω δὲ ἐπὶ προβάτων καὶ βοῶν καὶ ὅλως ζῴων, καθωμίληται τοῖς γραμματικοῖς. Ὅτι δὲ καὶ ἡ πέλλα οὐ τοπικὸν ἀλλὰ τὸ σκυφοειδὲς ἀγγεῖον ὃ πυθμένα ἔχει πλατύτερον εἰς ὃ ἤμελγον γάλα, ἐκ τοῦ πελεκῶ γέγονεν ὡς ξύλινον, οἱ παλαιοὶ δηλοῦσι. χρῆσις δὲ αὐτῆς, καὶ ἐν τῷ, περιγλαγέας κατὰ πέλλας. ὅθεν καὶ πελλὶς καθʼ ὑποκορισμόν. Ἱππώναξ. ἐκ πελλίδος πίνοντες· οὐ γὰρ ἦν αὐτοῖς κύλιξ. ὁ παῖς γὰρ ἐμπεσὼν, κατήραξεν. εἰ δέ τις Φοῖνιξ πελλίδα φησὶ χρυσῆν ἤτοι φιάλην, σημείωσαι τὸ, πελλίδα χρυσῆν, χρήσιμον ὂν καὶ αὐτὸ καθὰ καὶ τὸ πίνειν ἐξ ἀργυρίδων χρυσῶν, εἰς τὸ, ἵπποι ἐβουκολοῦντο. καὶ εἰς τὸ, νέκταρ ἐωνοχόει. καὶ εἰς τὸ, ἐχειρονόμησε σκέλεσι. καὶ ὅσα δὲ ἄλλα τοιαῦτα ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρασεσημείωται. Περὶ δὲ στάθμης, ἐγράφη ἀκριβῶς ἀλλαχοῦ. ἥτις ἐνταῦθα, κανών ἐστι τεκτονικός. ἤτοι σχοινίον μεμιλτωμένον ὡς τὰ πολλά. οὗ ἔργον, τὸ ἰθύνειν. οὐκ ἀεὶ δὲ μιλτοῦται ἡ σχοῖνος ἀλλὰ καὶ μελαίνεται. σπάνιον δὲ ἡ λευκὴ, διὰ τὸ κατʼ αὐτὴν ἐν τοῖς ὑπολεύκοις τῶν σωμάτων ἄσημον καὶ οὐκ εὐδιάρθρωτον εἰς ἀπόρθωσιν γνώσεως. ὅθεν καὶ παροιμία τὸ, λευκὴ στάθμη. φησὶ γὰρ Αἴλιος Διονύσιος, οὕτω. λευκὴ στάθμη, ὁ μηδὲν διακρίνων μηδὲ διαγινώσκων. περὶ ἧς καὶ ἑτέρωθι ἐγράφη. Τὸ δὲ τέρετρον ὃ δέλετρον καὶ τέλετρον ἀσιανή τις γλῶσσα φησὶ παραφθείρουσα, ὠνοματοπεποίηται παρὰ τὸν ἦχον τὸν ἐν τῷ τρυπᾶν ἀποτελούμενον. γίνεται δὲ ἀπὸ τοῦ τερῶ τερέσω τὸ τρυπῶ. ὃ καὶ αὐτὸ, μίμησιν ἔχει ἤχου. καθὰ καὶ τὸ τρῶ. οὗ παράγωγον ὥσπερ τὸ τρύχω, οὕτω καὶ τὸ τρύω ἐξ οὗ καὶ τρύμη ἡ παρὰ τῷ κωμικῷ. καὶ τρυμαλιὰ ἢ ὀπὴ τῆς βελόνης. καὶ ζυγοῦ τρυτάνη καὶ Ἀτρυτώνη Ἀθηνᾶ. καὶ τὸ τρυπᾶν καὶ τὰ ἐξ αὐτοῦ. ἐν οἷς, καὶ ἐκτρυπῆσαι κατὰ Παυσανίαν, τὸ μετὰ βίας ἐξελθεῖν. Αἴλιος δὲ Διονύσιος, εἰστρυπᾶν καὶ ἐκτρυπᾶν φησὶ, τὸ παρεισελθεῖν καὶ λάθρα μετὰ βίας ἐξελθεῖν. ἐκ δὲ τοῦ τοιούτου τρῶ, καὶ τὸ τρίβω. ὡς θλῶ θλίβω. καὶ τὸ τετραίνω, ὃ ἔργον ἐστὶ τῶν τερέτρων. φησὶ γάρ. τέτρηνε δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοις. ἔστι γὰρ τρῶ ὡς ἐῤῥέθη, ἐξ οὗ τραίνω τὸ παράγωγον τοῦ τρανὸς καὶ τρανές. καὶ κατὰ ἀναδιπλασιασμὸν, τετραίνω. ὡς τρέμω τρεμαίνω τετρεμαίνω. ἔοικε δὲ γίνεσθαι τὸ τρῶ, ἐκ τοῦ τείρω κατὰ συγκοπήν. ἢ ἐκ τοῦ τορῶ. ἀπὸ δὲ τοῦ τοιούτου τρῶ, καὶ τὸ τρώγειν. ὅθεν ὁ τράγος. μίμημα ὂν καὶ αὐτὸ τοιούτου ἤχου. ἔτι δὲ, καὶ ἡ γρώνη τετρυπημένη οὖσα πέτρα καὶ ὡς οἱ παλαιοί φασι, τρώνη τίς. εἰ δὲ καὶ τὸ τρῶσαι ὅπερ Ἰωνικῶς τὸ βλάψαι δηλοῖ, σύστοιχον τοῖς τοιούτοις ἐρεῖ τις, οὐκ ἂν ἀπεικότως εἴποι. ἐκ δὲ τοῦ τορῶ ἐξ οὗ καὶ αὐτοῦ ὡς ἐῤῥέθη, δοκεῖ συγκεκόφθαι τὸ τρῶ, καὶ ὁ τορὸς λόγος καὶ ὁ τεκτονικὸς τόρος καὶ τὸ τορεύειν καὶ ὁ τόρνος, γίνεται. ἐκεῖθεν δὲ κεκίνηται καὶ τὸ ἀντετόρησεν. ὅπερ ἐν Ἰλιάδι κεῖται, ὡς δὲ τοῦ τείρειν αὖθις ἴδιαί τινες εἰσὶ κινήσεις, δῆλον ἔκ τε ἄλλων, καὶ ἐκ τοῦ Τειρεσίου. ἀπὸ τοῦ τείρω γάρ τινες ἐτυμολογοῦσι καὶ αὐτόν. καθὰ καὶ τὰ τείρεα, ὅπέρ ἐστιν ἄστρα. ἐκεῖθεν δὲ, καὶ τὰ κατʼ οἴκους τέραμνα. ὡς τειρόμενα εἰς γλυφὴν, καθὰ δηλοῖ τὰ τρίγλυφα. καὶ ἡ τερηδὼν τὸ ζωΰφιον ὃ καὶ ξύλοις ἐμφύεται καὶ ὀστοῖς. καὶ ὁ τέρην. οὗ περ οὐδέτερον μὲν, τέρεν ἢ δάκρυον ἢ εἴτι ἄλλο. θηλυκὸν δὲ, τέρεινα. οἷον. πάρεισι μόσχων τέρειναι σάρκες. ἤγουν ἁπαλαί. τοῦ δὲ τείρειν στέρησις ὥσπερ ὁ ἀτειρὴς, οὕτω καὶ τὸ ἀτέραμνον ἤγουν δυσέψητον ὄσπριον. ἐξ οὗ καὶ ἦθος ἀτέραμνον, τὸ ὠμὸν καὶ ἀνύπεικτον. καὶ ὕδατα δὲ ἀτέραμνα, τὰ πυκνοῦντα καὶ οὕτω σκληρύνοντα. Φάρεα δὲ, εἰ καὶ ἐν ἄλλοις κοινότερον τὰ συνεῤῥαμένα εἰς ἔνδυσιν, ἀλλὰ νῦν τὰ σπεῖρα ἔφη. ταυτόν δʼ εἰπεῖν τὰ λίνα ὧν χρεία τοῖς πλέουσι. Τοῦ δὲ τόφρα, σημασίαι φασὶ πέντε. τὸ εὐθέως. τὸ ἕως. τὸ ἡνίκα. τὸ ὄφρα. καὶ τὸ ἐν τοσούτῳ ὡς ἐνταῦθα. Ὅτι τὰ τῆς ναυπηγίας τοῦ Ὀδυσσέως ἐργαλεῖα ὡς προεῤῥέθη φθάσας ὁ ποιητὴς, χορηγεῖ ἐκείνῳ καὶ ξύλα, λέγων οὕτως. ἦρχε δʼ ὁδοῖο ἡ Καλυψὼ νήσου ἐπʼ ἐσχατιῆς ὅθι δένδρεα μακρὰ πεφύκει. κλήθρη τʼ αἴγειρός τε περὶ ὧν καὶ προεγράφη. ἐλάτη τʼ ἦν οὐρανομήκης. αὖα πάλαι, <!-- 1.211 -->περίκηλα. τά οἱ πλώοιεν ἐλαφρῶς. Εἶτα τὴν τῆς σχεδίας κατασκευὴν φράζων ἣν καὶ πολύδεσμον οἶδε καὶ εὐρεῖαν, φησίν. αὐτὰρ ὁ τάμνετο δοῦρα. θοῶς δέ οἱ ἤνυτο ἔργον. εἴκοσι δʼ ἔκβαλε πάντα. πελέκκησέ τε ὡς προσεχῶς ἐῤῥέθη. καὶ ἔξεσε. καὶ πρὸς στάθμην ἴθυνε. καὶ τερέτροις τέτρηνε πάντα ὡς καὶ αὐτὸ ἐγράφη. καὶ ἥρμοσεν ἀλλήλοις. ὃ καὶ διασαφῶν, ἐπάγει. γόμφοισι δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρῃρεν. οἷς ἐπαγαγὼν κατὰ τρόπον ἐπεμβολῆς τὸν κοαρὸν διʼ οὗ ἀπηρτίσθη τὸ ἔργον οἷα ἑρμηνεῦσαι θέλων οὕτω τὸ, θοῶς δέ οἱ ἤνυτο ἔργον. καὶ εἰπὼν ὅτι ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ φορτίδος εὐρείης εὖ εἰδὼς τεκτοσυνάων, τόσσον ἐπʼ εὐρείην σχεδίην ποιήσατʼ Ὀδυσσεὺς, ἐπιφέρει τὰ ἑξῆς τῆς κατασκευῆς ὡς ἐξ ὑπαρχῆς, καὶ φησίν. ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι, ποίει. ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα, ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ. πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο ὄφρʼ ἰθύνῃ. φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι. κύματος εἶλαρ ἔμεν. πολλήν δʼ ἐπεχεύατο ὕλην, τόφρα δὲ φάρεα ἔνεικεν ἤγουν ἤνεγκε Καλυψὼ ἱστία ποιήσασθαι. ὅδʼ εὖ τεχνήσατο καὶ τὰ, οἷα δηλαδὴ πολυμήχανος. ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ. ἃ δηλαδὴ καὶ αὐτὰ ἡ Καλυψὼ ἤγαγε σιωπηρῶς. μοχλοῖσι δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν. ἐξ οὗ καὶ μηχανικὸν σοφὸν σημειωτέον πλάττεσθαι τὸν Ὀδυσσέα παρὰ τῷ ποιητῇ. τοιαύτης γὰρ ἐπιστήμης εὕρημα τὰ μοχλευτικά. καὶ οὕτω μὲν ἡ σχεδία ἐκπεπόνηται τῷ σοφῷ ἀρχιτέκτονι ποιητῇ. ὃς καὶ τὸν καιρὸν σαφέστατα φράζων τῆς τοῦ ἔργου ἀπαρτίσεως, φησί. τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα. τῷ δʼ ἄρα πέμπτῳ, πέμπεν ἀπὸ νήσου αὐτὸν ἡ Καλυψώ. τὰ δέ γε πρὸς μέρος τοῦ χωρίου τούτου, ἔχουσιν οὕτω. Ἐπʼ ἐσχατιᾶς μὲν ὅ ἐστιν ἐπὶ ἐσχάτων μερῶν τῆς νήσου εἰσὶ τὰ τμηθησόμενα ξηρὰ δένδρα, διὰ τὸ τὰ ἐγγὺς τοῦ σπηλαίου ἐπιλιπεῖν τῇ συχνῇ πρὸς τὸ πῦρ χρήσει. Τὸ δὲ μακρὰ δένδρεα, τεχνικῶς κεῖται. τὰ τοιαῦτα γὰρ εἰς ναυπηγίαν χρήσιμα. προϊὼν δὲ, δοῦρα ταῦτα φησίν. ἐν δὲ τοῖς ἑξῆς, δούρατα μακρά. Ἐνταῦθα δὲ παρασημειοῦνται οἱ παλαιοὶ, ὅτι τὰ μὲν καρποφόρα δένδρα οἷον ὄχνας καὶ ῥοιὰς καὶ μηλέας, καλὰ προσαγορεύει ὁ ποιητής. μακρὰ δέ, τὰ εἰς ξυλείαν εὔθετα, τοῖς ἐπιθέτοις τὰς χρήσεις διαστέλλων. Τὴν δὲ ἐλάτην οὐρανομήκη φησὶν, ὑπερβολικῶς διὰ τὸ πάνυ πολὺ τοῦ ὕψους, συντερατευόμενος τῷ μύθῳ. ὃς τὴν μηκίστην ἐλάτην ἐκείνην, εἰς τὸ φυτὸν τοῦτο μεταβάλλει τὴν τῶν ἀλοειδῶν ἀδελφὴν, πενθοῦσαν ἐπὶ τῷ ῥηθησομένῳ ἐν τοῖς ἑξῆς ὀλέθρῳ τῶν ἀδελφῶν. Ἰστέον δὲ ὅτι ταυτὸν τὸ, ἐλάτη οὐρανομήκης, καὶ ἐπίτυς βλωθρὴ, ὅ ἐστι μολοῦσα εἰς αἰθέρα. διὸ ἐλάτας βλωθρὰς λέγει Ὀππιανὸς, ὡς ταυτὸν ὂν τῷ, οὐρανομήκης. Τὸ δὲ αὖα πάλαι περίκηλα, ταυτὸν μὲν ἐκ παραλλήλου δηλοῦσι. τὸ δὲ χρήσιμον αὐτῶν, ἵνα κατὰ τὸν ποιητὴν πλώοιεν ἐλαφρῶς. ὃ πρὸς ὁμοιότητα ἐῤῥέθη τοῦ τρέχειν ἐλαφρῶς. ἐπὶ ἐμψύχων γὰρ κυρίως τὸ ἐλαφρόν. ἐπεὶ καὶ ἀπὸ τῆς ἐλάφου παραχθὲν συγκέκοπται. Τὸ δὲ πάλαι, τὴν πολλὴν δηλοῖ ξηρότητα διὰ τὸ πολυχρόνιον. διὸ οὐδʼ ἠρκέσθη αὖα εἰπὼν ἀλλὰ προσέθηκε καὶ τὸ περίκηλα. ὅ ἐστι περισσῶς κατεσκληκότα. ἢ ἄγαν ἐπιτήδεια εἰς τὸ κῆαι, καὶ εἰσὶ ταυτὰ τὸ αὖα πάλαι, καὶ τὸ περίκηλα. Ὅρα δʼ ἐν τούτοις καὶ ὅτι μυριαχοῦ ἐν καιρίῳ ταυτολογῶν ὁ ποιητής, παρέθετο καὶ ἐνταῦθα δὶς τὸ ὅθι δένδρεα μακρὰ πεφύκει. Τὸ δὲ θοῶς ἀνυσθῆναι τὸ ἔργον, ἐν δυσὶν ἡρμήνευσε τόποις. ἑνὶ μὲν ἀορίστως. ἔνθα ὡς ἐῤῥέθη ἔφη ἐπὶ τοσοῦτον τὴν σχεδίαν ποιηθῆναι ὅλην, ἐφʼ ὅσον ἔδαφός τις τορνώσεται φορτίδος εὐρείας. ἑτέρῳ δὲ ὡρισμένως, ἐν ᾧ ἔφη, τετάρτῳ ἤματι τελεσθῆναι αὐτήν. Τὸ δὲ εἴκοσιν ἔκβαλεν, ἀντὶ τοῦ, ἔῤῥιψεν. ἢ τῆς οἰκείας στάσεως ἔξω ἔθετο. ὁ δὲ τοιοῦτος ἀριθμὸς τῶν ξύλων, βεβαιοῖ τὸ τὴν σχεδίαν τοῦ Ὀδυσσέως, καὶ εὐρεῖαν εἶναι καὶ πολύδεσμον. Τὸ δὲ ἰθύνειν, οὐ μόνον στάθμης, ἀλλὰ καὶ πηδαλίου. ὡς δηλοῖ τὸ, πηδάλιον ποιήσατο ὄφρʼ ἰθύνῃ. τουτέστιν εἰς ὀρθὸν πλοῦν ἀπευθύνῃ. Τὸ δὲ τέρετρα καὶ τὸ τέτρηνεν, ἐτυμολογικὸν ἔχει τρόπον. τύπου δέ ἐστι τὸ τέρετρα, ὁποίου καὶ τὸ θύρετρα. Ἁρμονίαι δὲ, ἄδηλον οἷαι τῇ σχεδίᾳ πεποίηνται. εἰκὸς δὲ ἀπὸ φυτῶν τινων γενέσθαι, διʼ ὧν ἦν ἀναπληροῦσθαι τὴν τῶν στυππείων χρῆσιν. ἐπεὶ καὶ τοιούτοις τὸ παλαιὸν αἱ νῆες ἡρμόττοντο. καθὰ δηλοῖ καὶ Ἡρόδοτος ἐν τῷ, πακτοῦσι τὰς ἁρμονίας, βύβλῳ. τουτέστι κατασφαλίζονται. ὡς δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ, δῶμα πάκτου. καὶ ὁ κωμικὸς ἐν τῷ, κἀπακτώσαμέν γε τὰς θύρας ἀντὶ τοῦ, καὶ <!-- 1.212 -->ἐπακτώσαμεν. Ἐτυμολογίας δὲ τρόπος καὶ τὸ, ἁρμονίῃσιν ἄρηρεν. Ἔδαφος δὲ νηὸς, τὸ κατωτάτω περὶ αὐτὴν γῆν. ὅπερ ἰδιωτικῶς πλέουσα λέγεται καὶ γάστρα. περὶ ἣν καὶ τὸ ἄντλον συῤῥέει. ἔοικε δʼ ἐντεῦθεν λαβεῖν ἀφορμὴν, ὁ τὴν νῆα εἰπὼν μεταφορητὸν οἶκον. εἰ γὰρ καὶ μὴ ἔνθα ἔδαφος ἐκεῖ καὶ οἶκος, ἀλλʼ ἔνθα γοῦν οἶκος, ἐκεῖ καὶ ἔδαφος ὑπόκειται. παράγεται δὲ ἀπὸ τοῦ ἔδος, τὸ ἔδαφος. ὡς ἀπὸ τοῦ κροτεῖν κατά τινας ἢ τοῦ κρότου, ὁ κρόταφος. καὶ ἔστιν αὐτοῦ ὑποκοριστικὸν, τὸ ἐδάφιον. καθʼ ὁμοιότητα τοῦ, ξυλάφιον ξυλήφιον καὶ χρυσάφιον καὶ ξυράφιον. τῇ δὲ Ὁμηρικῇ εὐρείᾳ ἐνταῦθα σχεδίᾳ προσεπινοητέον καὶ βάθος. εἰ γὰρ καὶ μὴ πλοῖον αὕτη, ἀλλʼ οὖν πλοιοειδής ἐστιν. εἰ καὶ ὕστερον ἀβαθεῖς ἐπενοήθησαν σχεδίαι μόνῃ πλατύτητι διοικούμεναι. γινόμεναι ἀμφότεραι πάντως, ἐκ τοῦ σχέδην. ἤγουν ἐκ τοῦ σχεδὸν καὶ ἐγγὺς κατὰ χρόνον. καὶ ὡς εἰπεῖν αὐθωρόν. ὅτι δὲ διαφορά ἐστι πλοίου καὶ σχεδίας, δηλοῖ ὁ γράψας, ὡς λόγος Ἴανον διπρόσωπον γεγονέναι. τὸ μὲν, ὀπίσω τό δʼ ἔμπροσθεν ἔχοντα πρόσωπον. οὗτος εὗρε πρῶτος, στέφανον καὶ σχεδίας καὶ πλοῖα. καὶ νόμισμα χαλκοῦν πρῶτος ἐχάραξε. διὸ τῶν καθʼ Ἑλλάδα καὶ Ἰταλίαν καὶ Σικελίαν πολλαὶ πόλεις, ἐπὶ τῷ νομίσματι ἐνεχάραττον πρόσωπον δικέφαλον. καὶ ἐκ θατέρου μέρους, ἢ σχεδίαν ἢ στέφανον ἢ πλοῖον. Πάνυ δὲ δεξιῶς ὁ ποιητὴς, οὐ πλοίου ἀλλὰ σχεδίας ποιήσει τὸν λόγον ἐναπησχόλησε, πρός τε πιθανότητα, καὶ ἵνα μὴ πολυλογῇ ἐφʼ οἷς οὐκ ἐχρῆν. πλοίου δὲ αὖθις καὶ νηὸς διαφορὰ, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. Τὸ δὲ τορνώσεται, ἀντὶ τοῦ, περιγράψει, μᾶλλον μὲν οὖν, κατασκευάσει τορνοειδὲς ἤτοι στρογγύλον καὶ οὐ κατὰ τὰς ἰδίως λεγομένας μακρὰς ναῦς. Ἰστέον δὲ ὡς οἱ πλείους μὲν, ταυτὸν οἴδασι τόρνον καὶ τόρον. εὕρηται δὲ παρὰ τοῖς παλαιοῖς ὁ τόρος, καὶ ἐργαλεῖον φρεωρυχικόν. ἢ λιθοκοπικόν φασι σκεῦος. καὶ προάγουσι καὶ χρῆσιν Φιλυλλίου τινὸς ταύτην. προέδωκεν αὐτὸν ὁ τόρος, ἦν γὰρ ἀσθενὴς. ἐξ ὀνοματοποιΐας δὲ καὶ ὁ τόρος καθὰ καὶ προείρηται. καὶ ὁ τόρνος δὲ. ἐκ τοῦ τόρος ὢν πλεονασμῷ τοῦ ν, ὁμοίως τῷ, πόρνος καὶ τοῖς τοιούτοις. Τὸ δὲ φορτίδος, ἐλλιπτικῶς καὶ αὐτὸ ἔχει. λείπει γὰρ τὸ νηός. λέγεται δὲ φορτὶς, ἡ πρὸς ἐμπορικὸν φόρτον ναυπηγηθεῖσα. Τὸ δὲ εὐρείης καὶ τὸ εὖ εἰδὼς τεκτοσυνάων, πρὸς διαστολὴν κεῖνται φορτίδων, αἳ μικραὶ μὲν οὖσαι, οὐκ ἂν εὐρεῖαι κληθεῖεν. παρὰ δὲ ἀτέχνου τέκτονος συμπαγεῖσαι, οὐκ ἂν οὐδὲ ταχὺ κατὰ τὴν τοῦ Ὀδυσσέως ναυπηγηθεῖεν εὐρεῖαν σχεδίαν. Ὅρα δὲ καὶ ὅτι τὴν ναυπηγικὴν, γενικώτερον τεκτοσύνην ἔφη. ἐπεὶ καὶ τέκτων ὁ ναυπηγὸς ὀνόματι γενικῷ. δύναται δέ ποτε τὸ εὖ εἰδὼς τεκτοσυνάων, καὶ ῥᾳδιουργῷ τινι ἐπιλεχθῆναι ἀνδρὶ κακῶν τέκτονι. Τὸ δὲ σχεδίην ποιήσατο καὶ πηδάλιον ποιήσατο καὶ ἱστία ποιήσασθαι, δύναται καὶ ἐνεργητικῶς ῥηθῆναι ὡς δηλοῖ τὸ, ἀραρὼν σταμίνεσσι, ποίει. καὶ τὸ, ἐν δʼ ἱστὸν ποίει. οὕτω καὶ δούρατα ἁρμόζεο χαλκῷ καὶ ἥρμοσεν ἀλλήλοισι, παθητικῶς καὶ ἐνεργητικῶς. Ἴκριον δὲ ὡς καὶ προεῤῥέθη, τό, τε ἐπὶ πρύμνης κατάστρωμα ἐφʼ οὗ ὁ κυβερνήτης ἱκνεῖται ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, καὶ τὸ ἐφεξῆς δὲ κατάστρωμα τῆς νηός. περὶ ὃ οἱ ναῦται καὶ ἱκνοῦνται καὶ κοιμῶνται κατὰ καιρόν. δοκεῖ γὰρ οὐ μόνον ἀπὸ τοῦ ἄκρον ἀλλὰ καὶ παρὰ τὸ ἱκνεῖσθαι γίνεσθαι τὸ ἴκριον. ἐνταῦθα δὲ, ἴκρια δοκεῖ τὰ ἐγκοίλια λέγεσθαι. ὡς δηλοῖ τὸ, ἴκρια στήσας. αὐτὰ γάρ εἰσιν ὀρθὰ οὐ μὴν τὰ καταστρώματα. Δῆλον δὲ ὅτι τοῖς ὀρθοῖς ἰκρίοις οἷα καί τισι κρόκαις, περιτιθέμεναι πυκναὶ σταμῖνες ἐκτὸς δίκην στημόνων, ἁρμόττουσι τὴν ναῦν. δοκοῦσι γὰρ αἱ σταμῖνες, παρὰ τὴν στάσιν καὶ σύστασιν γίνεσθαι ἀφʼ ἧς καὶ οἱ στήμονες. ἀπὸ δὲ τῶν Ὁμηρικῶν τούτων σταμίνων, καὶ τὰ τεκτονικὰ φαίνεται παρῆκται στημονάρια. ὡς εἴ τις εἴποι σταμινάρια. δῆλον δὲ ὅτι δικατάληκτον ἡ σταμίν. καὶ ὅτι οἱ παλαιοὶ ἑρμηνεύοντες, ἐπιμήκη ξύλα τὰς σταμῖνας φασίν. ἃ στήμονος τρόπον ἔχοντα, παρατιθέμενα τοῖς ἰκρίοις ἑκατέρωθεν, ἑστάναι ποιοῦσιν αὐτά. τινὲς δὲ, καὶ ὀρθὰ ξύλα τὰς σταμῖνας εἶπον, οἷς φασι τὰ πηδάλια προσεμπήσσεται. οἱ δέ φασιν, ὅτι σταμῖνες, τὰ ἐν τῷ χείλει τοῦ πλοίου ἐξέχοντα ὀρθὰ ξύλα τοῦ κατὰ τὸ περίτονον τόπου, καὶ φέρεται ἡ λέξις μέχρι καὶ νῦν ἐν Λυκίᾳ, ἔνθα σταμινάρια τὰ τοιαῦτα λέγονται. καὶ ταῦτα μὲν περὶ σταμίνων. οἷς προσθετέον, ὅτι καὶ πεζολογικῶς εὕρηνται σταμῖνες παρὰ τῷ Ἀθηναίῳ, ἐν τῷ, γόμφους τε ἡτοιμάσατο καὶ ἐγκοίλια καὶ σταμῖνας. ὅτι δέ τινες ὑπώπτευσαν ἴκριον λέγεσθαί ποτε καὶ τὸν ἱστὸν, προϋπεδηλώθη καὶ αὐτό. συντελεῖ δέ πως εἰς τὸν τοιοῦτον νοῦν, καὶ τὸ, ἴκρια πῆξεν ἐπʼ αὐτῆς ὑψοῦ. τὸ γὰρ τοιοῦτον ὑψοῦ, πρὸς διαστολὴν κεῖσθαι δοκεῖ τῶν μὴ ὑψοῦ ὄντων ἰκρίων. τῶν δὲ δηλωθέντων ἰκρίων καινότερόν τι κεῖται παρὰ τῷ <!-- 1.213 -->δειπνοσοφιστῇ. ἔνθα φησὶν ὅτι Δημήτριος ὁ τοῦ Φαληρέως ἀπόγονος, τὴν Κορινθίαν ἑταίραν Ἀρισταγόραν ἔχων καὶ πάνυ φιληδῶν αὐτῇ ὡς καλλίστῃ, ἐν Παναθηναίοις ἵππαρχος ὢν, ἴκριον ἔστησε τῆς Ἀρισταγόρας πρὸς τοῖς ἑρμαῖς, μετεωρότερον τῶν ἑρμῶν. ἔστι δὲ τὸ τοιοῦτον ἴκριον, σκηνικὸν ὄρθωμα καὶ πανηγυρικόν. χρήσιμον ἐν θεάτρῳ, τοῖς ἀπʼ αὐτοῦ θεωμένοις. ὁποῖα ἴσως ὕστερον τὰ ἰδιωτικῶς λεγόμενα σκαλωσίαι. Χρῆσις δὲ τοιούτων ἰκρίων, καὶ παρʼ ἄλλοις ῥήτορσιν. ἐξ ὧν ἰκρίων, καὶ τὰ καλούμενα θεωρικὰ συνήγοντα χρήματα. Τοῦ δὲ θαμέσι, δοκεῖ εὐθεῖα εἶναι ὁ θαμὴς διὰ τοῦ η. ἢ διὰ διχρόνου, ἡ θαμίς. Ἐπηγκενίδες δὲ, σανίδες ἐκ πρώρας εἰς πρύμναν τεταμέναι καὶ ἐπενηνεγμέναι. ὅθεν καὶ ἐτυμολογεῖται. παρὰ γὰρ τὸ ἐπενεγκεῖν, ἐπενεγκὶς γίνεται. καὶ κατὰ μετάθεσιν, ἐπεγκενὶς καὶ κατὰ ἔκτασιν, ἐπηγκενίς. ἔστι δὲ ἐπηγκενὶς ἢ καθʼ ἣν οἱ σκαλμοὶ πήγνυνται, ἢ ὅπερ κοινῶς περίτονον λέγεται παρὰ τὸ διόλου τείνεσθαι. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται, καὶ ὅτι ἐπηγκενίδες, μακρὰ ξύλα τῆς σχεδίας. ἢ τὰ παραθέματα. Ἐπίκριον δὲ ἄρμενον τῷ ἱστῷ, τὸ κέρας λέγει καθὰ καὶ προεῤῥέθη, ὡς ἐπὶ τῷ ἰκρίῳ ὄν. δηλαδὴ τῷ προδεδηλωμένῳ ἱστῷ. σκοπητέον δὲ καὶ μή ποτε ἡ Ὁμηρικὴ αὕτη κλῆσις τοῦ ἀρμένου τῷ ἱστῷ ἐπικρίου, παρήγαγε τοὺς πολλοὺς, ἄρμενα ἰδιωτικώτερον μὲν ὅμως δὲ οὐκ ἀλόγως, τὰ ἱστία καλεῖν. Τὸ δὲ πηδάλιον ὅτι καὶ ἐφόλκιον λέγεται, δηλοῦσιν οἱ παλαιοί. τὸ αὐτὸ δὲ παρά τισι καὶ αὐχὴν, ὡς δηλοῖ τὸ καθωμηλημένον αὐχένιον. ἔτι δὲ καὶ οἴαξ. κεῖται γοῦν ἐν ῥητορικῷ λεξικῷ, ταῦτα. οἴαξ, πηδάλιον. αὐχήν. Διογενιανὸς δέ φησιν, οἴακας λέγει, οἷς τὰ πηδάλια ἐπιστρέφουσιν. ἤγουν κανόνας καὶ κρίκους διʼ ὧν ἱμάντες διείρονται. καὶ φέρεται μέχρι καὶ νῦν ἡ τῶν οἰάκων λέξις, οὐκ ἐπὶ ὅλου τοῦ πηδαλίου. λέγεται γὰρ τοῖς ναυτικοῖς οἰάκια, ξυλήφιά τινα διʼ ὧν στρέφουσι τεχνικῶς τὸ πηδάλιον. Τὸ δὲ φράξε, πάνυ προσφυῶς εἶπε. κατάφρακτος γὰρ ἡ σχεδία τρόπον τινὰ, ὑπὸ τῶν ῥιπῶν γίνεται. ἢ καὶ οἷόν τινα φραγμὸν αὐτὰς ἔχει. Ῥῖπες δὲ, πλέγμα φασὶ καλάμου πλατὺ ὡς ψίαθος. καὶ ἔοικεν ἐντεῦθεν τοῖς ναυτικοῖς καλαμωτὴ λέγεσθαι ὁ ἑκατέρωθεν περὶ τὰ χείλη τῶν πλοίων φραγμός. ἐτυμολογεῖται δὲ ὥσπερ παρὰ τὸ ῥέπω ῥωπήϊον καὶ ῥῶπες, οὕτω καὶ παρὰ τὸ ῥέπω ῥίπτω, ἡ ῥίψ. εὐρίπιστος οὖσα καὶ εὐλύγιστος καὶ οἷα ῥέπειν τὲ καθὰ καὶ αἱ ῥῶπες, καὶ ῥίπτεσθαι δὲ ῥᾷον. καὶ ψιαθῶδες δέ τι καθʼ ὁμοιότητα πλέγμα, αἱ ῥῖπες. ἐξ οὗ καὶ πείρινθα μέρος ἁμάξης ὡς ἐν Ἰλιάδι εἴρηται. ὕλη δὲ τῶν ἐνταῦθα Ὁμηρικῶν ῥιπῶν ἐξ ὧν καὶ τὸ ῥιπίζειν, ἡ οἰσύα. ὅθεν κατὰ τοὺς παλαιοὺς, καὶ κόφινος μέγας οἰσύϊνος, καλούμενος τάρπη. ὅθεν ἴσως καὶ τὸ περιφερόμενον ταρπίον παράγεται. μέμνηται δὲ οἰσύας ἧς ἡ ἀναλογία κατὰ τὴν ὀξύαν, καὶ Ἀθήναιος ἐν τῷ, ἐκ τῶν καλάμων τῶν τε οἰσυΐνων, ἐπεβάλλετο σκηνὰς χωρούσας ἀνὰ τετρακοσίους ἄνδρας. Αἴλιος δὲ Διονύσιος, οἶσον φαίνεται λέγειν τὸ τοιοῦτον φυτόν, γράψας ὅτι ἀπὸ οἴσου, κόφινοι ἄῤῥιχοι καλούμενοι, οὓς Ἴωνες μὲν, ἀρσενικῶς προφέρουσιν. Ἀττικοὶ δὲ, θηλυκῶς. Παυσανίας δὲ ἱστορεῖ καὶ ὡς τούτοις τοῖς ἀῤῥίχοις σταφυλαὶ συνεκομίζοντο ἐξ ὧν δοκεῖ γίνεσθαι καὶ τὸ ἀναῤῥιχᾶσθαι. ἐν δὲ ῥητορικῷ λεξικῷ φέρεται, καὶ ὅτι οἰσύα, ἀκανθώδης βοτάνη ἐξ ἧς πλέκονται σχοινία. ἀφʼ ἧς ἀσπὶς οἰσυΐνη. εἰ δʼ ἐκ τοιαύτης οἰσύας καὶ οἰσύϊνον ὡς εἰκὸς δόρυ, οὐκ ἂν εἴη ἀπισχυρίσασθαι, ἐν δὲ τοῖς σχολιασταῖς γράφεται καὶ ὅτι ῥῖπες οἰσύϊνοι, οἱ ἀπὸ κλάδων ἰτέας. καὶ ὅτι φυτὸν ἱμαντῶδες ἡ οἰσύα. Τὸ δὲ κύματος εἶλαρ, ἀντὶ τοῦ πρὸς ἀσφάλειαν καὶ πρὸς τὸ ἀπείργειν τὸ κῦμα λυόμενον ἐκεῖσε εἰς ἀφρόν. ἐκ δὲ τοῦ τοιούτου εἶλαρ καὶ τοῦ κατʼ αὐτὸ ῥήματος, καὶ ἡ ἐξούλης δίκη παρʼ Ἀττικοῖς. γινομένη ὅτε τις ἐκκλείεται καὶ ἀπείργεται ὧν νέμεται. ἡ δὲ πολλὴ ὕλη ἣν τῇ σχεδίᾳ Ὀδυσσεὺς ἐνεχεύατο, συρφετὸς ἦν ἐκ ψάμμου τυχὸν ἢ καχλήκων καί τινων τοιούτων εἰς ἕρμα τῇ νηΐ. ὡς ἂν βαρουμένη μὴ εἴη εὐρίπιστος καὶ ἀνέμοις εὐπερίτρεπτος. καὶ ἡ μὴ ἔχουσα τὰ τοιαῦτα ναῦς, ἀνερμάτιστος λέγεται. Φάρεα δὲ καὶ νῦν ἁπλῶς τὰ ὑφάσματα ἐξ ὧν ἀπαρτισθείη ἂν ἱστίον. τὰ δʼ αὐτὰ καὶ σπεῖρα ἐρεῖ ἐν τῷ, τηλοῦ δὲ σπεῖρον τε καὶ ἐπίκριον ἔμπεσε πόντῳ. Ὑπέρας δὲ λέγει, σχοινία οἷς τὸ κέρας μετάγεται. ἢ μᾶλλον σαφέστερον, τὰ ἄνω εἰς ἄκρον τοῦ κέρατος ἑκατέρωθεν δύο σχοινία οἷς οἱ ναῦται τὸ κέρας μετάγουσιν. οἱ δὲ παλαιοὶ τὴν ὑπέραν σχοινίον ἑρμηνεύσαντες κέρατος τοῦ κατὰ τὸν ἱστὸν ᾧ ἀνίεται καὶ διατείνεται, προφέρουσι καὶ παροιμίαν ἐπὶ τῶν ἃ μὲν δεῖ ἔχειν ἀφιέντων, ἃ δὲ μὴ δεῖ κρατούντων, τὸ, ἀφέντες τὴν ὑπέραν, τὸν πόδα διώκουσιν. ἤγουν ἀφιᾶσι μὲν τὰ ἀναγκαῖα, προτιμῶνται δὲ τὰ μὴ προέργου. οἱ δʼ αὐτοὶ καὶ ἄλλως, ὑπέρας φασὶν, ἢ τὰ <!-- 1.214 -->ἐκ τοῦ ἄκρου τῆς ὀθόνης ἐξημμένα σχοινία, ἢ τοὺς τροχίλους. Κάλους δὲ, οἷς τὸ ἱστίον συσπᾶται καὶ ἀνίεται. τὸ δὲ σαφέστερον, οὕτω. κάλοι, τὰ ἐν μέσῳ τοῦ κέρατος ἀνάγοντα καὶ χαλῶντα τὸ ἱστίον. κληθέντα οὕτω, παρὰ τὸ χαλᾶν. Καὶ ὅρα ὅτι ὁ κάλος, οὐκ ἐκτείνει τὴν λήγουσαν παρὰ τοῖς παλαιοῖς εἰ καὶ ὕστερον Ἀττικῶς μεγεθύνεται καὶ περιττοσυλλάβως δὲ ὡσταπολλὰ κλίνεται. οὕτω δὲ σὺν ἄλλοις, καὶ ὁ λαγὼς τεθεώρηται διφορούμενος ὡς ἑτέρωθι ἐγράφη, ἔτι δὲ καὶ ὁ πλέως. εἰ καὶ οἱ ὕστερον Ἀττικοὶ μόνον ἐξογκοῦσιν αὐτὰ τῇ διὰ τοῦ ω μεγάλου γραφῇ. ὁμοίως δὲ καὶ τὰ παρὰ τὸ χρέως. ὡς δηλοῖ καὶ Πολύβιος ἐν τῷ, κατάχρεοι ἐγένοντο. ἔστι δέ φασιν Ἰωνικὸν μὲν, ὁ λαγὸς ὡς ναός. Ἀττικὸν δὲ λαγὼς διὰ τοῦ ω μεγάλου ὡς νεώς. ἐκτίθεται δὲ ὁ δειπνοσοφιστὴς καὶ πληθυντικὸν Σοφόκλειον τὸ, λαγοί. οἷον. γλαῦκες. ἰκτῖνες. λαγοὶ, τὸ Ἰωνικόν. καὶ ἄλλως, οἱ λαγὼ κατὰ Εὔπολιν. οἷον. βατίδες καὶ λαγὼ καὶ γυναῖκες εἰλίποδες, τὸ Ἀττικὸν. λέγει δὲ καὶ ὅτι τὸν Ἰωνικὸν λαγὸν, Ξενοφῶν ἐκτείνων ἐν κυνηγετικοῖς, χωρὶς τοῦ ν προάγει περισπωμένως. ἀλόγως μέντοι. δεῖ γὰρ ὀξύνειν τὴν λέξιν φησὶν ἀκολούθως δηλαδὴ τῇ Ἰωνικῇ εὐθείᾳ. τὰ γὰρ εἰς ος λήγοντα ὀνόματα, ὁμότονά εἰσι κἂν μεταληφθῇ εἰς ω μέγα. ἵνα ᾖ ὡς ναὸς νεὼς καὶ τὰ λοιπὰ, οὕτω καὶ λαγὸς, λαγώς. ὅθεν λαγὼν, ὡς νεών. λέγουσι δὲ καὶ τὸ λαγωὸς εἰ μὲν ἐκ τοῦ Ἰωνικοῦ ἐστι, πλεονασμὸν ἔχειν τοῦ ω μεγάλου ἐν τῷ μέσῳ. εἰ δὲ ἐκ τοῦ Ἀττικοῦ, πλεονάσαι τῷ ο μικρῷ ἐν τῇ ληγούσῃ. ὅτι δὲ κάλος διὰ τοῦ ο μικροῦ βαρυτόνως ἐλέγετο κατὰ διάλεκτον καὶ τὸ κοινὸν ἐπίθετον ὁ καλὸς, δηλοῦσιν οἱ παλαιοί. λέγοντες ὅτι Αἰολεῖς, τὸ καλὸς καὶ σοφὸς καὶ δεινὸς καὶ δυνατὸς, κάλος φασὶ καὶ σόφος καὶ δεῖνος καὶ δύνατος. οὕτω δὲ καὶ τὰ κατʼ αὐτά. βαρυντικοὶ γὰρ εἰσί. διὸ καὶ τὰ εἰς ευς ἀρσενικὰ δίχα τοῦ Ζεὺς μονοσυλλάβου ὄντος, ἐβάρυνον. βασίλευς καὶ Πήλευς λέγοντες, καὶ τὰ λοιπὰ ὁμοίως. Πόδες δὲ, τὰ κάτω δύο σχοινία. οἷς πρὸς πρώραν καὶ πρύμναν δεσμεῖται τὸ ἱστίον. καλοῦνται δὲ πόδες, διὰ τὸ κάτω εἶναι. ἀπεναντίας ταῖς προῤῥηθείσαις ὑπέραις ὡς οἷον ὕπερθεν κεφαλαῖς τοιούτων ποδῶν. ἐξ ὧν ῥῆμα ποδῶ ποδώσω. ὡς δηλοῖ καὶ ὁ Λυκόφρων ἔνθα ποδωτὰ λίνα τὰ ἱστία φησίν. οἱ δὲ παλαιοὶ φράζουσι καὶ οὕτω. πόδες πλοίου, σχοῖνοι κάτωθεν συνέχοντες τὴν ὀθόνην. ἢ οἱ μεταγωγοὶ τοῦ κέρατος. ἢ κατὰ ἄλλους, οἷς συνέχεται ἀπὸ πρώρας καὶ ἀπὸ πρύμνης ὁ ἱστός. ἢ τὰ ἑκατέρωθέν φασι προσδεδεμένα τοῖς ἀρμένοις σχοινία. ἐν τούτοις δὲ, σημειωτέον τὴν Ὁμηρικὴν συντομίαν. οὔτε γὰρ ὕλην ὑπέθετο ἀφʼ ἧς αἱ ὑπέραι καὶ τὰ ἐφεξῆς αὐταῖς, οὔτε εἶπεν ὡς καὶ αὐτὰ ἡ Καλυψὼ ἤνεγκεν. ἀλλὰ τοῦτο μὲν, ἐσίγησεν ὡς ἤδη φανερόν. τὴν δὲ ὕλην αὐτῶν οὐκ εἶπεν ὥσπερ οὐδὲ τὴν τῶν φαρέων διὰ τὸ μὴ ἀναγκαῖον. Τὸ δὲ πόδας ἐνέδησεν, ἔχει τι ἀστεῖον, ὡς εἰ καὶ εἶπε πόδας ἐπέδησεν ἤγουν ἔδησε. Τὸ δὲ τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου, ἔχει τι σώφρονος παρηχήσεως. Τὸ δὲ σημειώσασθαι ἡμᾶς νῦν ἐπὶ Ὀδυσσέως τὸ τέταρτον ἦμαρ ὡς ἐνδεικτικὸν τῆς ἐκείνου φερεπονίας καὶ τοῦ κατʼ αὐτὸ κινδυνώδους, εἴη ἂν, ἢ περίεργον ἢ ἀπειρόκαλον. δοκεῖ γὰρ ἡ τετρὰς, ἔχειν τι βαρύτητος. ὡς ἡ κατὰ τὸν Ἡρακλέα ἱστορία δηλοῖ. ὃς ἡμέρᾳ τετάρτῃ γεννηθεὶς, δυστυχὴς ἀπέβη. ὅθεν καὶ παροιμία τὸ, τετράδι γέγονα. ἤγουν ἑτέροις πονῶ. οἱ γὰρ ἐν ταύτῃ φασὶ τῇ ἡμέρᾳ γεγονότες ὡς Ἡρακλῆς ἱστορεῖται, ἄλλοις δοκοῦσι ταλαιπωρεῖν. ὡς καὶ νῦν Ὀδυσσεὺς θαλάσσῃ καὶ ἀνέμοις, οἳ τὴν σχεδίαν ἀπήγαγον ὕστερον. Ὅτι τὸν Ὀδυσσέα ἔπεμψε Καλυψὼ, εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα. ἐν δέ οἱ ἀσκὸν ἔθηκε μέλανος οἴνοιο, τὸν ἕτερον. ἕτερον δʼ ὕδατος μέγαν. ἐν δὲ καὶ ἤϊα κωρύκῳ. ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά. καὶ ταῦτα μὲν ἀνθρωπίνως. τό δʼ ἐφεξῆς, οὐ τοιοῦτον. φησὶ γάρ. οὖρον δὲ προέηκε ἀπήμονά τε λιαρόν τε. Καὶ ὅρα τὸ λιαρὸν οὖρον συντελοῦν εἰς τὸ, οὐδέ ποτʼ οὖρος ἔσβη. περὶ οὗ προγέγραπται. Ὅρα δὲ ὅτι οὐ μόνον οἶκος θυώδης ὡς προδεδήλωται, ἀλλʼ ἰδοὺ καὶ εἵματα θυώδεα. Τὸ δὲ ἀμφιέσασα καὶ λούσασα καὶ ὧδε πρωθύστερόν ἐστι, πρῶτον γάρ τις λουσάμενος, εἶτα ἀμφιέννυται. Τὸ δὲ ἀσκὸν οἴνου τὸν ἕτερον, ἕτερον δʼ ὕδατος, φανερῶς δηλοῖ, ἐπὶ δύο τὸ ἕτερον λέγεσθαι ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται. ὅθεν καὶ ἑτερόφθαλμος, ὁ δυεῖν ὀφθαλμῶν ἔχων τὸν ἕτερον. Τὸ δὲ ἕτερον δʼ ὕδατος μέγαν, παιδευτικῶς ἐῤῥέθη. ὡς δέον ὂν, πλεῖον ὕδατος ἤπερ οἴνου μετέχειν. μέγας γὰρ οὐχʼ ὁ τοῦ οἴνου ἀλλʼ ὁ τοῦ ὕδατος ἀσκός. Τὸν δὲ ἐνταῦθα μέλανα οἶνον, πρὸ ὀλίγου ἐρυθρὸν ἡ Καλυψὼ εἶπε. καὶ εἴη ἂν, ἄμφω ταυτά. καθὰ καὶ τὸ μέλαν αἷμα εἰπεῖν, ταυτόν ἐστιν ὡς εἰ καὶ ἐρυθρὸν εἴπῃ τις. Ἤϊα δὲ ὅτι <!-- 1.215 -->τὰ ἐφόδια λέγεται, καὶ πρὸ τούτων δεδήλωται. ἔοικε δὲ, ἄλφιτα μόνα λέγειν ἄρτι, οὐ μὲν πάντα κοινῶς τὰ ἐφόδια. τὰ γοῦν ὄψα ἰδίᾳ ἔθηκε κατά τινα ἴσως ἐν ἐφοδίοις ἐξοχήν. Κώρυκον δὲ, τὸν θύλακον λέγει ὃν καὶ δέρματα πυκινὰ φθάσας ἔφη. καὶ εὐραφέα δὲ, ἐν τῷ ἐϋῤῥαφέεσσι δοροῖσιν. οἱ δὲ παλαιοί, καὶ κωρυκίδα τὸ τοιοῦτον σκεῦος καλοῦσι. παράγοντες καὶ Ἀριστοφάνους χρῆσιν ταύτην. σπυρὶς οὐ μικρὰ καὶ κωρυκὶς ἣ καὶ τοὺς μάττοντας ἐγείρει. τὸν δὲ θύλακον, καὶ θυλάκιον ὑποκοριστικῶς φασιν οἱ ἀρχαῖοι. καὶ μάρσιππον. οὐ μὴν δὲ, ἀλλὰ καὶ κυνοῦχον. ὡς δηλοῖ ὁ γράψας ὅτι κυνοῦχος, θυλάκιον. μάρσιππον. Παυσανίας δὲ, καὶ φάσκολον ἑρμηνεύει τὸν θύλακον. εἰπὼν ὅτι θύλακος, ῥαπτὸς φάσκωλος. περὶ οὗ καὶ προγέγραπται. ὁ δὲ τοιοῦτος ῥαπτὸς φάσκωλος, χρήσιμος εἰς τὸ, ἐϋῤῥαφέεσσι δοροῖσι. δῆλον δὲ ὅτι τὲ παρὰ τὸ χωρεῖν Ἰωνικῶς ὁ κώρυκος γίνεται, καὶ ὅτι οὐδέν τι κοινὸν τῷ τοιούτῳ κωρύκῳ, πρὸς τὸ κωρύκιον ἄντρον, ἢ πρὸς τὴν κώρυκον, ἐξ ἧς παροιμία τὸ, τοῦ δʼ ἂρ ὁ κωρύκιος ἠκροάζετο. περὶ ἧς ἐν τοῖς τοῦ περιηγητοῦ δεδήλωται. Τὸ δὲ οὖρον προέηκεν ἀπήμονά τε λιαρόν τε, πλοῦν δηλοῖ οὔριον μετὰ τῶν ἐφεξῆς. ἐπάγει γάρ. γηθόσυνος δʼ οὔρῳ πέτασεν ἱστία Ὀδυσσεύς. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως ἥμενος. οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν. ἐκ τούτου δὲ λαβὼν ὁ Λυκόφρων, ἄϋπνον τέχνην λέγει τὴν κυβερνητικήν. Λιαρὸν δέ φασιν οἱ παλαιοὶ ἄνεμον ἐνταῦθα, τὸν νότον λέγεσθαι. τοιούτου γὰρ ἔδει ἀνέμου τῷ Ὀδυσσεῖ ἐκ τῶν νοτίων εἰς τὴν Ἑλλάδα πλέοντι. ὅθεν καὶ σημειωτέον, ὡς πρὸς διαστολὴν τοῦ χλιαροῦ τούτου ἀνέμου, αἰθρηγενέτην τὸν Βορέαν ἐν τοῖς ἑξῆς ἐρεῖ. ἤγουν αἶθρον ποιοῦντα κατὰ τοὺς παλαιούς. τουτέστι, ψύχος. παγετόν. ὃς καὶ νύκτα ἐπάγει πηγυλίδα ὡς ἐν τοῖς μετὰ ταῦτά που ἐρεῖ ὁ ποιητής. Τὸ δὲ ἐπέτασεν ἱστία, μετενεχθὲν ἀπὸ ὀρνέων, δηλοῖ, οὐκ ἔξω λόγου πτίλα νηὸς τὰ ἱστία λέγεσθαι. διὸ καὶ ὁ ποιητὴς τὰς κῶπας, πτερὰ νηὸς καλέσει ἐν τοῖς ἑξῆς προσφυέστερον. Τὸ δὲ ἰθύνετο, ἀντὶ τοῦ ἴθυνεν εἴληπται, Ἀττικῶς ῥηθέν. Τὸ γὰρ ἐπὶ στάθμην ἴθυνε, καὶ ὄφρʼ ἰθύνῃ, κοινότερον πρὸ ὀλίγων ἐῤῥέθη. Ὅτι δὲ τὰ βλέφαρα γλέφαρα φασὶν οἱ Δωριεῖς, δηλοῖ καὶ Πίνδαρος. Αἰτίαν δὲ Ὅμηρος ἀποδιδοὺς, τοῦ μὴ πίπτειν ὕπνον ἐπὶ τοῖς βλεφάροις τοῦ ἥρωος, ἐπάγει. Πληϊάδας τʼ ἐσορῶντι καὶ τὰ ἑξῆς ὡς αὐτίκα εἰρήσεται. Τὸ δὲ μὴ ἐπιπίπτειν βλεφάροις ὕπνον, τὸ βαρέως ὑπνοῦν ἀποφάσκει. βάρους γὰρ τὸ ἐπιπίπτειν. τοιοῦτον δὲ καὶ τὸ, ὕπνον ἐπὶ βλεφάροις ἱζάνειν, ὃ τὸν ἀναπαύσιμον ὕπνον δηλοῖ. Ὅτι τὸν Ὀδυσσέα ἐνταῦθα ὁ ποιητὴς καὶ κυβερνήτην ἄριστον ἱστορεῖ καὶ τλήμονα καὶ ἐπὶ πολὺ ἄϋπνον καὶ περὶ ἀστέρων δὲ θεωρίαν καταγινόμενον. πολλὰς γὰρ ἡμέρας ἄγρυπνος διατελῶν, Πληϊάδας τὲ εἰσορᾷ, καὶ ὀψὲ δύοντα Βοώτην. καὶ Ἄρκτον τὴν καὶ ὡς ἐν Ἰλιάδι περιφραστικῶς ἐῤῥέθη, ἄλουτον Ὠκεανῷ, ἤγουν ἄδυτον. καὶ αὐτοῦ στρεφομένην, ἤγουν εἰλουμένην, καὶ δοκεύουσαν τὸν Ὠρίωνα. περὶ οὗ καὶ αὐτοῦ καθὰ καὶ περὶ Πληϊάδων καὶ Ἄρκτου, ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. οὐχʼ ἧττον δὲ καὶ ἐν τοῖς τοῦ Ἀράτου. διὸ νῦν περὶ μὲν Ἄρκτου ἣ καὶ ἅμαξα καλεῖται, εἰς τοσοῦτον ῥητέον. ὅτι ἄρκτος μὲν, κατὰ ζωϊκὸν δοκεῖ μυθικῶς ἀστροθέτημα λέγεσθαι. ἅμαξα δὲ, οὐχʼ οὕτως. ἀλλʼ ἀπὸ τῆς κατὰ τοὺς γεωργούς. ἐπεί φασιν ἐξ ἑπτὰ σύγκειται ἄστρων. ὧν τέσσαρες μὲν ἐν πλινθίου κεῖνται σχήματι, οἱ δʼ ἐφεξῆς τρεῖς ὥσπέρ τι ῥυμοῦ ἀποτελοῦσι σχῆμα. τοῦτο δὲ, τοῖς πλείουσιν οὐκ εὐαραστεῖται παρὰ τῷ ποιητῇ. τοιαύτη μὲν γὰρ, ἡ μικρὰ ἄρκτος ἡ Κυνόσουρα. ἣν οὐκ εἰκὸς ἐπὶ Ὁμήρου ἠστροθετῆσθαι, ἀλλʼ ἀφʼ οὗ οἱ Φοίνικες σημειωσάμενοι ἐχρῶντο αὐτῇ, ἔκτοτε παρελθεῖν εἰς Ἕλληνας τὴν τῆς τοιαύτης ἁμάξης δόκησιν. πρὸ δὲ αὐτῆς, ἡ ἑλίκη ἔγνωσται ἡ μεγάλη ἄρκτος ἐξ ἧς καὶ Ἀχαιοὶ ἑλίκωπες, ὡς καὶ ἐν Ἰλιάδι δηλοῦται. καὶ ταύτην φασὶν ἐνταῦθα λέγεσθαι ἄρκτον ὑπὸ τοῦ ποιητοῦ, ἐκ πλειόνων ἀστέρων συγκειμένην καὶ οὐκ ἐξ ἑπτὰ μόνων κατὰ τὴν Κυνόσουραν. Ὅτι δὲ καὶ οὐ μόνον ἄρκτος τὸ ζῷον λέγεται σὺν τ ἀλλὰ καὶ ἄρκος διὰ μόνου τοῦ κ, διείληπται καὶ ἀλλαχοῦ. καὶ ὡς τὰ ἀπʼ αὐτῆς, δίχα τοῦ τ ἐν πολλοῖς εὕρηται διʼ εὐφωνίαν. ὅθεν, καὶ ἄρκιλοι τὰ τῶν ἄρκτων εἴτουν ἄρκων νεογνὰ ὡς ἐν τοῖς περὶ Κύκλωπος φανεῖται. καὶ ἀρκὰς, τό, τε ἐθνικὸν καὶ τὸ κύριον. καὶ ἀπαρκίας ἄνεμος ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. καὶ ἡ αὐτοῦ πνοὴ, ἄρκιος. καὶ ἄρκυες, λίνα περιτιθέμενα θηρίοις. οὗ τὸ πρωτόθετον ὡς ὁ Παυσανίας φησὶν, ἀπὸ τῶν ἄρκων. ὅτι δὲ καὶ ἐδασύνοντο Ἀττικῶς αἱ ἅρκυες, οὐκ ἄδηλον. καὶ φέρεται χρῆσις Εὐπόλιδος εἰς τοῦτο, τοιαύτη. σὺ δὲ τὰ καλώδια ταῦθʼ ἁρκυώρει. ὅ ἐστι, φύλασσε. ἐπεὶ καὶ ἁρκυωρὸς, ὁ τῶν ἁρκύων <!-- 1.216 -->φύλαξ. ἀφʼ οὗ τὸ ἁρκυωρεῖν, ὁμοίως τῷ ἡμερωρεῖν ὅ ἐστιν ἡμεροφυλακεῖν. καὶ ταῦτα μὲν, εἰς τοσοῦτον. ἀλλαχοῦ γὰρ καὶ ἕτερα γέγραπται. εἰ δὲ τοῦ ἄρκτου ὑπεξαιρεθέντος τοῦ τ ὡς εἴρηται, οὐ γέγονε σημασίας ἐναλλαγὴ οὐ μὲν οὐ δὲ γελοιασμὸς, ἀλλʼ ὁ κωμικὸς τὸ κάππα ἐξελὼν, γέλωτα ἐκίνησεν, εἰπὼν οὕτω. ψελλόν ἐστι. καὶ καλεῖ τὴν ἄρκτον, ἄρτον. τὴν δὲ Τυρὼ, τροφαλλίδα. τὸ δʼ ἄστυ, σῦκα. ταῦτα δὲ τί δηλοῖ, περιττόν ἐστι φράσαι. ἀρκεῖ δὲ μόνον ἐπισημῄνασθαι, ὡς οὐ ψελλὰ τὰ εἰρημένα, κυρίως. εἰ μή τις πᾶν παιδίον μὴ σαφῶς διαλεγόμενον, ψελλίζεσθαι λέγει, ὁποῖόν τι καὶ Αἰσχύλος φαίνεται δηλοῦν ἐν τῷ, ψελλόντι καὶ δυσεύρετον. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Περὶ δὲ Πλειάδων ἃς ἡ Ἰλιὰς ἐδήλωσε, λεχθήσεταί τι καὶ ἐν τῷ περὶ πλαγκτῶν πετρῶν Ὁμηρικῷ λόγῳ. αἷς δὴ Πλειάσιν ἐξ ἀστέρων ἑπτὰ οὔσαις, δύο ὕστερον ὁμώνυμοι Πλειάδες συνεξέλαμψαν. τραγικοί τε γάρ τινες ἑπτὰ λόγου πολλοῦ ἄξιοι, Πλειὰς ἐλέγοντο. καὶ ἕτεροι δέ τινες ἄλλως σοφοὶ, περιώνυμοι οὐχήκιστα καὶ αὐτοί. καὶ ὡς εἰπεῖν, τηλεφανεῖς. ὁ δὲ Βοώτης καλούμενος καὶ Ἀρκτοῦρος ὅ ἐστιν ἀρκτοφύλαξ, λέγεται διὰ τὴν ἄρκτον τὴν καὶ ἅμαξαν διώνυμος εἶναι. ἀρκτοῦρος μὲν δηλαδὴ διὰ τὴν ἄρκτον. βοώτης δὲ, διὰ τὴν ἅμαξαν. οὕτω γὰρ καλεῖται ὁ ἁμαξηγός. καὶ λαλοῦσι καὶ εἰς τοῦτο πολλά τινα οἱ ἐξηγηταὶ τοῦ Ἀράτου. ὃς ἑρμηνεύει καὶ πῶς ὀψὲ δύων ἐστὶν ὁ βοώτης τὸ ἄστρον, ἐν οἷς λέγει ὡς τέτρασι μοίραις ἄμυδις κατιόντα βοώτην Ὠκεανὸς δέχεται. συγκαταφέρεται γάρ φασι τέτρασι ζωδίοις. σκορπίῳ, ἀφʼ οὗ ἄρχεται δύεσθαι. τοξότῃ. αἰγοκέρωτι. ὑδροχόῳ, ἀφʼ οὗ λήγει. καὶ ἐξαρκεῖ αὐτὸς εἷς, ἕως τὰ τέσσαρα ταῦτα δύνωσι ζώδια. καὶ λέγεται ὀψὲ δύων, τουτέστι μετὰ πολὺν χρόνον φασὶ τῶν συνανατειλάντων. καὶ ἔστιν ὥσπερ χρήσιμος τοῖς πλευστικοῖς ἡ ἄδυτος ἅμαξα, οὕτω καὶ βοώτης ὁ ὀψὲ δύων. τινὲς δὲ ἄλλως ταπεινότερον καὶ ὡς οἷον αἰνιγματικῶς νοοῦντες τὸ, ὀψὲ δύων βοώτης, φασὶν ὅτι ὁ ὀψὲ ὑποδυόμενος τὴν οἰκίαν. τουτέστι πρὸς ἑσπέραν καὶ ὅ φασι περὶ βουλυτὸν, ἀφιεὶς τὸ περὶ τοὺς βόας πονεῖσθαι. μεταβιβάζοντες οἱ τοιοῦτοι τὸ τοῦ γηΐνου βοηλάτου, ἀστείως ἐπὶ τὸν ἐν οὐρανῷ. ἕτεροι δὲ, ὀψὲ δύοντα βοώτην φασὶν, ἐπειδὴ τότε μάλιστα τοῦ ἔργου ἀπολύονται οἱ βόες. οὗτοι δὲ, οὐδὲν εὐδιανόητον φράζουσι. δοκεῖ δέ φασιν ὁ Βοώτης οὗτος, ὁ Ἰκάριος εἶναι. καὶ λέγεσθαι Βοώτης, διότι ἐπὶ ἁμαξῶν παρεκόμιζε τὸν οἶνον. ἄλλως δὲ Βοώτης τὸ κατʼ οὐρανὸν ἄστρον. καὶ ὅτι κατὰ τὴν ἐπιτολήν φασιν αὐτοῦ, βοηλατοῦσιν ἀροτριῶντες. ταῦτα καὶ περὶ Βοώτου ἐνταῦθα. Δοκεύει δὲ ἄρκτος Ὠρίωνα, ὡς θηρίον κυνηγέτην μυθικῶς κατά τι δέος. εἴθισται δὲ μᾶλλον ἄλλως κυνηγέτης δοκεύειν θῆρας. ἔσται δὲ Ὁμήρῳ καὶ ἐν τῇ ἑξῆς που νεκυίᾳ, μνεία Ὠρίωνος, ὃς κεῖται καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. οὗ τὴν ἐτυμολογίαν ὡς καὶ ἐν ἄλλοις ἐγράφη, μῦθος μὲν ληρεῖ, ὡς ἀπὸ τοῦ οὐρῆσαι. τοιαύτη γὰρ γένεσις τῷ ἥρωϊ προσπλάττεται. μὴ ὀκνούντων τῶν μυθογράφων ἀνεμώλια βάζειν. οἱ δὲ ἀνθρωπίνως ἐτυμολογοῦντες, τὴν μὲν βύρσαν καὶ τὸ δαιμόνιον οὔρημα ἐξ ὧν ὅσα καὶ γαστρὸς καὶ σπέρματος μυθικὴ ἐρεσχελία τὸν Ὠρίωνα ἐβρέφωσε, μυσάττονται ὡς ἐχρῆν. ἵνα μὴ τὸν κάλλιστον ὡς ἡ Ὁμηρική φησιν ἱστορία, αἰσχύνωσι τῇ γενεθλιαλογίᾳ. λέγουσι δὲ οἱ μὲν, αὐτὸν κληθῆναι Ὠρίωνα παρὰ τὸ ὥρα ὅπέρ ἐστιν ἡ εὐμορφία, ἡ παρὰ μὲν Ἀθηναίοις δασυνομένη, ἄλλως δὲ ἀναλόγως ψιλοῦσθαι καὶ αὐτὴ ὀφείλουσα ὁμοίως τῇ ὤρᾳ ἤγουν τῇ φροντίδι ὅθεν καὶ ὠρακιᾶν τὸ φροντίζειν. καὶ ὠρεῖν τὸ φυλάσσειν. ἀφʼ οὗ πολλὰ ῥήματα σύνθετα. ἔστι γὰρ ὁρῶ τὸ βλέπω μετὰ δασέος πνεύματος. καὶ Ἰωνικῇ ἐπενθέσει τοῦ υ, οὐρῶ ἄχρηστον, μετὰ ψιλῆς. κατὰ τὸ, ὁ ὅρος ὁ οὖρος ἐπὶ περιόρου γῆς. εἶτα ὥσπερ κόρος κοινὸν καὶ κοῦρος Ἰωνικῶς καὶ κῶρος Αἰολικῶς ἅμα καὶ Δωρικῶς ὁ νέος, οὕτω καὶ ἐκ τῶν προλαβόντων τοῦ, ὁρῶ οὐρῶ, γίνεται ὠρῶ τὸ προκατάρχον τοῦ Ὠρίωνος. Πίνδαρος δὲ ἐν τῷ, ὀρίαν ἢ ὀριᾶν Πελειάδων μὴ τηλόθι Ὀαρίωνα νεῖσθαι ἢ κεῖσθαι, ἐμφαίνει ὡς ὁ Ὠρίων, παρὰ τὸ ὀαρίζειν γίνεται κράσει τοῦ α καὶ ο εἰς ω μέγα. ἵνα ᾖ ὥσπερ ὁ Μίνως ὀαριστὴς Διὸς ἤγουν ὁμιλητὴς ἐκ τοῦ ὀαρίζω τὸ ὁμιλῶ περὶ οὗ πολλαχοῦ δηλοῦται, οὕτω καὶ Ὠρίων εἴτουν Ὀαρίων, ὁ ἄξιος ὁμιλίας τῆς ἐκ τῶν σπουδαίων. ἐπεὶ δὲ τὰς Πελειάδας ἤγουν τὰς ὡς καὶ ἐν τοῖς ἑξῆς που φανεῖται, Πλειάδας ὧν καὶ πρὸ βραχέων ἦν λόγος, ὀρίας ἔφη ὁ Πίνδαρος, ἰστέον ὡς οὐκ ἄλλοθέν ποθεν αὐτὸ ἐποίησεν, ἀλλὰ παρωνύμως τῇ οὐρᾷ κατὰ παράλειψιν τοῦ υ. σύνεγγυς γὰρ ὁ Ὠρίων τῆς ἀστροθεσίας τῶν Πλειάδων ὥς φησιν Ἀθήναιος. ἵνα ᾖ φασι τὸ ὀρίας, ἐν ἴσῳ τῷ οὐρίας. Ἔνθα σημείωσαι ὅτι οὐρία, οὐ μόνον πνοὴ ἀνέμου, ἀλλʼ ἰδοὺ καί τι ἕτερον ἐξ οὗ καινότερον ἡ ὀρία πελειὰς ἡ ῥηθεῖσα. Περὶ <!-- 1.217 -->δὲ τῆς ῥηθείσης ἄρκτου, λέγει ὁ ποιητὴς ὡς ταύτην ἄνωγε Καλυψὼ τὸν Ὀδυσσέα ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ ἔχοντα, ὃ καὶ ἐποίει ἐκεῖνος. Ὅτι δὲ οὐχʼ οἱ ποντοποροῦντες μόνον ἀλλὰ καὶ οἱ πεζῇ βαδίζοντες, πρὸς ἄστρα τοῦτο ἐποίουν, δηλοῖ καὶ Σοφοκλῆς. οὐ μὴν ἀλλὰ καὶ ἡ παροιμία τὸ, ἄστροις σημειοῦσθαι ὁδόν. ἤγουν μακρὰν ὁδὸν βαδίζειν καὶ ἐρήμην, ὡς ἀπὸ τῶν πλεόντων. ἐνταῦθα δὲ παραπηκτέον εἰς πίστωσιν τῆς ἡρωϊκῆς μονοπλοίας, καί τι τῶν τῆς ὕστερον γενεᾶς. ἡ γὰρ Παμφύλιος τῶν Ἀτταλέων πόλις, οἰκίαν περιέχει ἐπικαλουμένην ἐξ ὁμοίου τρόπου, μονοναυτικήν. ἀπήχθη μὲν γὰρ τῶν τις ἐκεῖθεν αἰχμάλωτος εἰς τὴν Αἰγυπτίαν ταμίαθιν, καὶ ἔτριψεν ἐνιαυτούς τινας ἐκεῖ. ὡς δὲ τὸ τῆς πατρίδος φίλτρον ὤχλει πρὸς τὸν οἴκαδε νόστον, προσποιεῖται θαλαττεὺς ἐκεῖνος εἶναι. καὶ πιστεύεται ἁλιάδα. καὶ γίνεται δοῦλος ἁλιεύς. καὶ θεραπεύων τοὺς δεσπότας, ἀφίεται ἐναλύειν τῷ ἔργῳ πρὸς ἄδειαν. καὶ δὴ συσκευασάμενος τοῖς τε ἄλλοις καὶ ἱστίῳ συμμέτρῳ, δράττεται καιροῦ ἐνδαψιλευσαμένου πόμπιμόν τε καὶ διαρκῆ οὖρον. καὶ θάρσος ἀναλαβὼν καὶ ἀναπετάσας ἱστίον εὐτυχῶς, καὶ διακυβερνῶν ἑαυτῷ, τέμνει μακρὰ ἐκεῖνος πελάγη. καὶ εἰς τὰ οἰκεῖα ἐπανασώζεται καινὴ θέα καὶ οἵα μὴ ἂν ἐλπισθῆναι. κἀντεῦθεν ὑπαλλάξας τὸ παλαιὸν ἐπίθετον, εἰς μονοναύτην ἀμείβεται. καὶ ἔχει τὸ ἐκείνου γένος, ἕως καὶ ἐσάρτι τὸ τοιοῦτον ἐπώνυμον εἰς εὐτυχίας παράσημον. Ὅτι ἐν τῷ, ἑπταδεκαίδεκα μὲν πλέεν ἤματα πονποπορεύων ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλε τῷ Ὀδυσσεῖ, ἐμφαίνει ὁ ποιητὴς ἐκτοπισμὸν τῆς νήσου τῆς Καλυψοῦς εἴγε τοσαῦτα νυχθήμερα πλέων ὁ Ὀδυσσεὺς ἐλαφρῶς καὶ φορῷ κεχρημένος ἀνέμῳ, μόλις ἤγγισε τῇ τῶν Φαιάκων νήσῳ, καὶ εἰς τοσοῦτον, ὥς τε φαίνεσθαι αὐτὴν τῷ Ὀδυσσεῖ κατά τι σμικρότατον. φησὶ γάρ. εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέει πόντῳ. Τὸ δὲ εἴσατο, ἢ ἀντὶ τοῦ ἐφάνη, ἵνα ᾖ εὐθεῖα πτῶσις οὐδετέρα τὸ ἐπαγόμενον, ἢ ἀντὶ τοῦ ἔδοξε καὶ ἐνόμισεν ὁ Ὀδυσσεύς. ἵνα τὸ ἐφεξῆς, εἴη πτώσεως αἰτιατικῆς. συνηγορεῖ δὲ τῇ πρώτῃ συντάξει τὸ, εἴσατο γάρ οἱ πόντον ἐπιπλείων. μετʼ ὀλίγα κείμενον εὐθύς. Ἐνταῦθα δὲ οἱ μὲν, ῥινὸν εἶπον, ὅ ἐστι βύρσαν. ὡς τὸ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοός. ἵνα λέγῃ ὅτι ἔδοξε βλέπειν ὡς ῥινὸν Ὀδυσσεὺς ἤγουν ἀσπίδα ἢ βύρσαν ἁπλῶς, περὶ μέσην τὴν θάλασσαν ἐφηπλωμένην. ἕτεροι δὲ, γράφουσιν ἐρινόν. ὅ ἐστι καρπὸν ἀγρίας συκῆς. τοῦτο δὲ, ἐγγύς ἐστι γελοίου. τά τε ἄλλα, καὶ διὰ τὴν βραχύτητα τοῦ καρποῦ. Ἀρίσταρχος δὲ, ἐρινὸν γράφει, αὐτὴν τὴν συκῆν. ἵνα φαίνηται τηλόθεν ἡ νῆσος, ὠσεὶ καὶ τοιαύτη τις συκῆ. φασὶ δὲ οἱ παλαιοὶ καὶ ὅτι ἀρσενικῶς μὲν, ἐρινὸς λέγεται τὸ δένδρον. οὐδετέρως δὲ, ὁ καρπός. οἳ καὶ ἡ κέδρός φασι θηλυκῶς, τὸ φυτόν. τὸ κέδρον δὲ, ὁ καρπός. οἱ δʼ αὐτοὶ, φασὶ καὶ ὅτι ῥινὸν Ἰλλυριοὶ λέγουσι, τὴν ἀχλύν. ἐφάνη γοῦν τῷ Ὀδυσσεῖ, ὡς ἀχλὺς ἡ γῆ. εἰ δὲ προϋπάρχει ὁ ἐρινὸς τοῦ ἐρινεοῦ ὡς ὁ παρὰ Λυκόφρονι συφὸς τοῦ συφεοῦ, οὐκ ἔστι σταθερῶς φάναι. μνεία δὲ ἐρινεοῦ, καὶ ἐν τῇ Ἰλιάδι. μνηστέον δʼ ἐνταῦθα καὶ τοῦ εἰπόντος παλαιοῦ, ἦν δʼ αὐτὸς ὁ Φιλόπονος, ὅτι ἐρινεὸς μὲν, τὸ δένδρον. ἐρίνεος δὲ προπαροξυτόνως, καρπός. Ἐν δὲ τῷ, ἑπταδεκαίδεκα, τὸ δὲ, ἀντὶ τοῦ δὴ ἐπλεόνασεν ἵνα δάκτυλος γένηται καὶ μὴ χωλεύσῃ τῷ ἐξ ἀρχῆς τροχαίῳ τὸ μέτρον. Ὅρα δὲ καὶ τὸ ποντοπορεύειν δὶς λεχθὲν κατὰ συνέχειαν, διὰ τὸ ὡς ἐν ποιήσει καίριον τῆς λέξεως. καὶ τὸ, ὄρεα σκιόεντα. μέτρου γὰρ μὴ χρῄζοντος, οὐκ ἐῤῥέθη Ἰωνικῶς οὔρεα σκιόεντα. Ὅτι ἐκ Σολύμων ὀρέων ὁ Ποσειδῶν εἶδε τὸν Ὀδυσσέα πλέοντα ἐν τῷ ἐξ Αἰθιόπων ἀνιέναι. τῶν ἀνατολικῶν δηλαδὴ ὡς ἐν τῇ α ῥαψῳδίᾳ ἐγράφη. ὁ γὰρ ἐκ τοιούτων Αἰθιόπων ἐρχόμενος, διὰ Σολύμων ἔρχεται, ὀρέων ἀνατολικῶν ὁμωνύμων τῷ τῶν Σολύμων ἔθνει. ὁ δὲ γεωγράφος, λέγει ὅτι τὸ, ἐξ Αἰθιόπων ἀνιὼν ἐκ Σολύμων ὀρέων, ἶσόν ἐστι τῷ, ἐκ τῶν μεσημβρινῶν τόπων. Σολύμους δέ φησιν, οὐ τοὺς ἐν Πισιδίᾳ λέγει ὁ ποιητὴς, ἀλλὰ πλάττει τινὰς ὁμωνύμους ἐκείνοις. ὁ δʼ αὐτὸς γεωγράφος καὶ ἐν τῷ, εἰς Αἰθίοπας χθιζὸς ἔβη ὁ Ζεὺς εἰς Ὠκεανὸν, λέγει, ὡς κοινότερον Ὠκεανὸς λέγεται ὁ καθʼ ὅλον τὸ μεσημβρινὸν κλίμα τεταγμένος. καὶ οὕτω μὲν ὁ γεωγράφος περὶ τῶν Ὁμηρικῶν Αἰθιόπων καὶ τῶν ἐνταῦθα Σολύμων. κυρίως δὲ οἱ Σόλυμοι ὡς καὶ τοῦτο ὁ αὐτὸς ἱστορικὸς λέγει, οἱ περὶ τὰ ἄκρα τοῦ ταύρου τὰ περὶ Λυκίαν ἕως Πισιδίας εἰ καὶ Ὅμηρος ἐξωκεανίζει φησὶν αὐτούς. διελήφθη δὲ περὶ τούτων καὶ ἐν Ἰλιάδι. ὅτι δὲ διὰ τερατείαν, καὶ τὴν τῶν Φαιάκων γῆν ἐκτοπίσει ὡς ἄλλο τι νοεῖν τοὺς πολλοὺς περὶ αὐτῆς παρὰ τὰ ἱστορούμενα, ἐν τοῖς ἑξῆς δηλωθήσεται. Ὅρα δὲ ὅπως <!-- 1.218 -->ἔπλασε τὸν Ποσειδῶνα βραδύναντα παρʼ Αἰθίοψι μέχρι τῆς νῦν ῥαψῳδίας, ἵνα εὐαφόρμως πιθανολογηθῇ ὁ τοῦ Ὀδυσσέως κίνδυνος. ὥσπερ πρὸ αὐτοῦ, καὶ ὁ ἀπόπλους. Ὅτι θυμοῦ ἔνδειξις τὸ, κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν. Ἔνθα σημείωσαι ὅτι τὸ κινῆσαι κάρη καὶ τὸ σεῖσαι κάρα, διαφέροι ἂν, εἴτι προσεκτέον τῷ Σοφοκλεῖ ἐν τῷ, κάρα σείοντες οὐδʼ ὑπὸ ζυγῷ νῶτον εὐλόφως εἶχον. ζυγομαχίαν γὰρ ἡ φράσις ἐκεῖ δηλοῖ. Καινὸν δὲ μετάμελον φράζει τὸ, ὦ πόποι ἦ μάλα δὴ μετεβούλευσαν ἄλλως. ἐνεργητικῶς δὲ εἴωθε λέγειν Ὅμηρος τὸ βουλεύειν καὶ τὰς ἀπʼ αὐτοῦ κινήσεις. Ἀπειλὴν δὲ ἐκφαίνει μελλούσης κακώσεως. τὸ, ἀλλʼ ἔτι μέν μιν φημὶ ἄδην ἐλάαν κακότητος. ἤγουν λέγω κατακόρως αὐτὸν κακῶσαι. ὃ συντάσσεται καθʼ ὁμοιότητα τοῦ, ἅλις ἔχειν κακότητος. δῆλον δὲ, ὅτι ἐλάαν καὶ νῦν, τὸ πλήττειν λέγει. Ὅρα δὲ καὶ τὸ ἄδην διʼ ἑνὸς δ, καὶ συστολῆς τῆς ἀρχούσης. ὅτι δὲ καὶ ἐδασύνετο, οἱ παλαιοί φασι. Σημείωσαι δὲ ὅτι προαναφωνήσας νῦν ὁ ποιητὴς διὰ τοῦ Ποσειδῶνος ὡς ἄδην Ὀδυσσεὺς κακωθήσεται, ἐπαγωνίσεται τοιοῦτον ἐπὶ τῷ Ὀδυσσεῖ φιλοτίμως φράσαι κίνδυνον, ἵνα μὴ ταπεινώσῃ τῇ φράσει τὴν θεομηνίαν. διὸ καὶ μέγα πλάσει τὸ ἐπὶ τῷ Ὀδυσσεῖ κακόν. διαλύσει μὲν γὰρ τὴν σχεδίαν, κῦμα δεινὸν καὶ ἀργαλέον καθάπερ ἄνεμος σφοδρὸς ἀχύρων θημῶνα τινάξει. καὶ Ὀδυσσεὺς μόλις ἰσχύσει κἂν γοῦν ἀποδῦναι τὰ βαρύνοντα ἱμάτια. εἶτα κινδυνεύσει, νηχόμενος δύο νυχθήμερα καὶ ἐγγίσας δὲ ὀψέ ποτε τῇ ξηρᾷ, παραβραχὺ παντελῶς ἐλεύσεται τοῦ κακῶς παθεῖν. ὅτε καὶ κήτους φόβος αὐτὸν ὑπελεύσεται. καὶ περισωθεὶς δὲ, πτοήσεται εἰ μὲν ἐν ποταμῷ τὴν νύκτα φυλάξει, τά δέ τινα παθεῖν δεινά. εἰ δὲ καὶ εἰς τὴν παρακειμένην ὕλην ἀναβῇ, μὴ τάδε τὰ κακὰ ἐπισυμβαίη αὐτῷ. καὶ οὕτω φοβερὸν ὅλον τὸ τοῦ κινδύνου χωρίον. καὶ ἡ ἐκ Ποσειδῶνος κάκωσις, παθεῖν τὲ ἀφόρητος καὶ εἰπεῖν δυσμίμητος. ὅθεν εἰδὼς ὁ ποιητὴς ὡς πάνυ μεγαλοφώνως τὸν λόγον ὕψωσε καὶ εἰς ὅσον ἐνεχώρει προήγαγε τὴν κινδυνώδη περιπέτειαν, πλάσει τὸν Ποσειδῶνα εἰπόντα πρὸς Ὀδυσσέα. ὡς οὔ σε ἔολπα ὀνόσεσθαι κακότητος. οἱονεὶ λέγων πλαγίως, ὡς οὐδείς μοι ἐπιμέμψεται οἷα κακῶς καὶ μικροπρεπῶς πλάσαντι καὶ φράσαντι κολασθῆναι τὸν Ὀδυσσέα. τῆς δὲ τοιαύτης κακώσεως τοῦ Ὀδυσσέως τὰ μὲν αὐτὸς λέγει ὁ ποιητής. τὰ πλείω δηλαδή. τινὰ δὲ, καὶ τὸν Ὀδυσσέα ποιεῖ ὡς ἐν ἠθοποιΐᾳ λέγοντα. εἰ δὲ χρὴ τὰ τοιαῦτα πάντα ὁμοῦ ἐκ τῶν σποράδην κειμένων συναγαγόντα εἰπεῖν, ἔστιν ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις τοιαύτη. Ὡς εἰπὼν ὁ Ποσειδῶν δηλαδὴ, σύναγε νεφέλας. ἐτάραξε δὲ πόντον; χερσὶ τρίαιναν ἑλών. ἣν φόρημα φασὶν εἶχεν ἀχώριστον. πάσας δʼ ὀρόθυνεν ἀέλλας παντοίων ἀνέμων. σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον. ὀρώρει δʼ οὐρανόθεν νύξ. σὺν δʼ Εὖρός τε Νότος ἔπεσε Ζέφυρός τε δυσαής, καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων. εἶτα φησὶν ἀκολούθως Ὀδυσσεύς. ᾤμοι ἐγώ. οἵοισι νέφεσσι περιστέφει οὐρανὸν εὐρὺν Ζεύς. ἐτάραξε δὲ πόντον. ἐπισπέρχουσι δʼ ἄελλαι παντοίων ἀνέμων. καὶ μετʼ ὀλίγα πάλιν ὁ ποιητής. ὣς ἄρα μιν εἰπόντʼ ἔλασε μέγα κῦμα κατʼ ἄκρης, δεινὸν ἐπεσσύμενον. περὶ δὲ σχεδίην ἐλέλιξε, τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε. πηδάλιον δὲ ἐκ χειρῶν προέηκε. μέσον δέ οἱ ἱστὸν ἔαξε δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα. τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ. τὸν δʼ ἂρ ὑπόβρυχα θῆκε πολὺν χρόνον. οὐδὲ δυνάσθη αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς. εἵματα γάρ ῥʼ ἐβάρυνεν. ὀψὲ δὲ δὴ ἀνέδυ. στόματος δʼ ἐξέπτυσεν ἅλμην πικρήν. ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν. ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο τειρόμενός περ. ἀλλὰ μεθορμηθεὶς ἐν κύμασιν ἐλλάβετʼ αὐτῆς. ἐν μέσσῃ δὲ κάθιζε. τήν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα. ὡς δʼ ὅτʼ ὠπορινὸς Βορέης φορέησιν ἀκάνθας ἂν πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται, ὣς τὴν, ἂν πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα. ἄλλοτε μέν τε, Νότος ἀντιπνέοντι Βορέῃ προβάλεσκε φέρεσθαι. ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκεν ἤγουν παρεχώρει, διώκειν. ἐξ ὧν πολυκυμία ἠγείρετο. καὶ ὡς ἄν τις καιρίως εἴποι, τετρακυμία. οἷα τεσσάρων ἀνέμων τῶν ῥηθέντων, ταρασσόντων τὴν θάλασσαν. εἶτα μετὰ στίχους οὐκ ὀλίγους, φησίν. ὦρσεν ἐπὶ μέγα κῦμα Ποσειδῶν δεινόν τʼ ἀργαλέον τε. κατηρεφές. ἤλασε δʼ αὐτόν. ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει καρφαλέων. τὰ μὲν, ἄρτε διεσκέδασεν ἄλλυδις ἄλλα, ὣς τῆς, δούρατα μακρὰ διεσκέδασε τὸ μέγα δηλαδὴ κῦμα. ῥᾷον διασκεδασθείσης οἷς δεινὸν μέγα κῦμα φθάσαν ἐλέλιξεν αὐτήν. Ὀδυσσεὺς δὲ, ἀμφʼ ἑνὶ δούρατι βαῖνε κέληθʼ ὡς ἵππον ἐλαύνων. ὡς ἂν οὕτω ἰσχύσῃ ἐκδύσασθαι. εἵματα δʼ ἐξαπέδυνεν. αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε χεῖρε πετάσσας, <!-- 1.219 -->νηχέμεναι μεμαώς. ὑποκατιὼν δέ, τοὺς μὲν ἄλλους ἀνέμους παύσασθαι λέγει κελευσάσης τῆς τοῦ Διὸς Ἀθηνᾶς, καὶ εὐνηθῆναι ἅπαντας, μόνον δέ φησιν ὦρσε κραιπνὸν βορέην. εἶτα ἐπάγει. ἔνθα δύω νύκτας δύο τʼ ἤματα, κύματι πηγῷ πλάζετο. πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσʼ ἠὼς, καὶ τότʼ ἄνεμος μὲν ἐπαύσατο, ἠδὲ γαλήνη ἔπλετο νηνεμίη. ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν, ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς. νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι. ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσόν τε γέγωνε βοήσας, καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης. ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο δεινὸν ἐρευγόμενον. εἴλυτο δὲ πάντʼ ἁλὸς ἄχνη. οὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοὶ, οὐδʼ ἐπιωγαί. ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν, σπιλάδες τε, πάγοι τε. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ. καὶ ἦν ἀληθῶς τὸ τοιοῦτον τῶν φθασάντων ἐπικινδυνότερον. ἐπεὶ γὰρ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι θεὸς, ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε. ἔκτοσθεν μὲν γὰρ, πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα βέβρυχε ῥόθιον. λισσή δʼ ἀναδέδρομε πέτρη. ἀγχιβαθής τε θάλασσα. καὶ οὔπως ἐστὶ πόδεσσι στῆναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα. διὸ καὶ δεδοικέναι φησὶν ὁ Ὀδυσσεὺς, μήπως μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ, κῦμα μέ γʼ ἁρπάξαν, μελέη δέ μοι ἔσσεται ὁρμή. εἶτα καὶ ἄλλος αὐτὸν ἐξεθρόει φόβος, τοιοῦτος. εἰ γὰρ ἔτι προτέρω φησὶ παρανήξομαι ἤν που ἐφεύρω ἠϊόνας τε παραπλῆγας λιμένας τε θαλάσσης, δείδω μήμʼ ἐξαῦτις ἀναρπάξασα θύελλα πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα. ἢ ἔτι μοι καὶ κῆτος ἐπεσσεύῃ τουτέστιν ἐφορμήσῃ ἐπιπέμψῃ μέγα, δαίμων ἐξ ἁλός. οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη. ἐν τοσούτῳ δὲ αὐτὸν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν. ἐνθά κʼ ἀπὸ ῥινούς τε δρύφθη σὺν δʼ ὀστέʼ ἀράχθη, εἰ μὴ φρονήσεως Ἀθηνᾶς ἐν φρεσὶ θεμένης, ἀμφοτέραις χερσὶν ἐπεσσύμενος λάβε πέτρης. τῆς ἔχετο στενάχων, εἵως μέγα κῦμα παρῆλθε. καὶ τὸ μὲν, ὣς ὑπάλυξε. παλιῤῥόθιον δέ μιν αὖτις πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο, πρὸς κοτυλυδονόφιν πυκιναὶ λάϊγγες ἔχονται. ὣς τοῦ, πρὸς πέτρῃσι θρασειάων ἐπὶ χειρῶν ῥινοὶ ἀπέδρυφθεν. τὸν δὲ, μέγα κῦμʼ ἐκάλυψε. καὶ τότε δή φησι δύστηνος ὑπὲρ μόρον ἂν ὤλετο, εἰ μὴ ἐπὶ φρεσὶν ἔθηκεν Ἀθηνᾶ. τί δὲ ἔθηκε; κύματος ἐξαναδὺς τά τʼ ἐρεύγεται ἤπειρόνδε, νῆχε παρέξ. ἐς γαῖαν ὁρώμενος, εἴπου ἐφεύροι ἠϊόνας παραπλῆγας, λιμένας τε. καὶ μόλις ἐν ποταμῷ σωθεὶς, οὐδʼ οὕτω διήγαγε τὸ ἐφεξῆς τοῦ ζῆν, ἀέθλων δίχα ὡς ἡ ἱστορία δηλοῖ. πολλὰ γὰρ καὶ πάλιν παθὼν, πλανήσεται φέρων τὸν δηλωθησόμενον ἐν τοῖς ἑξῆς ἀθηροιλοιγόν. καὶ οὐδὲ καθʼ ἡσυχίαν θανεῖται ὕστερον ὡς ἱστοροῦσιν οἱ μεθʼ Ὅμηρον. Καὶ τοῦτο μὲν οὕτως. ὁ δὲ ποιητὴς τῇ τοῦ Ὀδυσσέως δυσπραγίᾳ προσυφαίνων καί τινα ἔκφρασιν ναυαγοῦ ζῶντος, φησὶν ὅτι ἐπεὶ ἐς ποταμὸν ἐσώθη, ὅμως ἔτι ἁλὶ δέδμητο φίλον κῆρ ὤδεε δὲ χρόα πάντα. θάλασσα δὲ κήκιε πολλὴ, ἂν στόμα τε ῥῖνας τε. ὅ δʼ ἂρ ἄπνευστος καὶ ἄναυδος κεῖτʼ ὀλιγηπελέων. κάματος δέ μιν αἰνὸς ἵκανεν. ἀλλʼ ὅτε δήρʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, τότε εἶχε ψύχους τὲ δέος καὶ μὴ θήρεσσι περιπέση ὡς προεδηλώθη. καὶ τοιαύτη μὲν ἡ τοῦ κατὰ τὸν Ὀδυσσέα κινδύνου φράσις ἐκ διαφόρων τόπων Ὁμηρικῶν ἀθροισθεῖσα καὶ συμφρασθεῖσα εἰς ἓν πρὸς ἔνδειξιν τοῦ, φοβερὰ εἶναι καὶ ἐν τῷ πεῖραν ἔχειν καὶ ἐν τῷ φράζεσθαι οἷα πάνυ δεινῶς καὶ μεγαλοφώνως διεσκευασμένων τοῦ τε ἐνταῦθα χειμῶνος καὶ τῶν ἐπʼ αὐτῷ ἐφʼ οἷς ἤθλησεν Ὀδυσσεύς. ὅθεν οὐκ ἄν τις μωμήσαιτο τὰ Ὁμηρικῶς πεφρασμένα, καθὰ Δωρίων ὕστερον ἐπί τινι ἔπαιξεν. ὃς καταγελῶν χειμῶνος ὃν διεσκεύασέ τις Τιμόθεος ἔν τινι ποιήματι αὐτοῦ ἐπιλεγομένῳ ναυτίλῳ, ἔφη. ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. Ἐν δὲ τοῖς κατὰ μέρος θεωρητέον ὅτι τὸ σύναγε νεφέλας, νεφεληγερέτην καὶ τὸν Ποσειδῶνα εἶναι ὑποδηλοῖ. ἐπειδήπερ ὕδωρ ὕλη τοῖς νέφεσιν, εἰς ὃ μεταλαμβάνεται ὁ Ποσειδῶν. ὀκνεῖ δὲ ὅμως ὁ ποιητὴς τὸν τὰς νεφέλας συνάγοντα Ποσειδῶνα, καὶ νεφεληγερέτην συνθέτως εἰπεῖν. ἀπεκληρώθη γὰρ τοῦτο Διῒ τῷ ποιητικῷ τῶν νεφελῶν αἰτίῳ. Ἰστέον δὲ ὅτι τὸ συνάγεσθαι νεφέλας ἄνω διὰ Ποσειδῶνος τοῦ εἰς ὑγρότητα μεταλαμβανομένου, σκυθρωπότητα δηλοῖ ἀερίαν. καὶ συμβάλλεταί τι ἐς τὴν ἐν Ἰλιάδι κατάνευσιν τοῦ Διὸς διὰ κυανέων ὀφρύων. δῆλον γὰρ ὡς αἱ ἄνωθεν διοσημίαι, ἐν καταστάσεσι τοιαύταις καὶ νεφῶν πυκνότητι καὶ συναγωγαῖς, διεκφαίνονται. ἃς ὁ μῦθος κυανέαις Διὸς ὀφρύσι κατανευούσαις ἀστείως εἴκασεν. ἐπεί τοι καὶ κατʼ ἀνθρώπους, ἐξ ὀφρύων καὶ γαλήνη προσώπων ἀναφαίνεται καὶ τὸ ἀνάπαλιν. τοξοποιεῖ γοῦν τὰς ὀφρῦς <!-- 1.220 -->καὶ δεσμεῖ καὶ συνάγει, ὁ σκυθρωπάζων. λέγει δέ που καὶ Σοφοκλῆς τὸ, τηροῦντα τοὺς λέγοντας καὶ συνάγοντα τὰς ὀφρῦς καὶ τὰς ἀκάνθας ἐπεγείροντα. εἰπὼν τοῦτο ἐκεῖνος, ὡς ἀπὸ ἰχθύων οἳ τὰς ἀκάνθας ὀρθοῦσι καιρῷ θυμοῦ, ὡς οἱ σαργοὶ παρὰ τῷ Ὀππιανῷ. καὶ οὕτω μὲν αἱ ὀφρύες τοξοποιούμεναι καὶ συναγόμεναι, χειμῶνα δηλοῦσι ψυχῆς. ἄλλως δὲ περίδρομοι στεφανούμεναι, ἀταραξίαν διεκφαίνουσι ψυχικὴν, κἂν ὦσιν ἠερόεσσαι καὶ οὕτω πως κυάνεαι. Τὸ δὲ ὀροθύνη ὅτι ἐκ τοῦ ὄρω καὶ θύνω γίνεται καὶ ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. Τρίαινα δὲ διατὶ τῷ Ποσειδῶνι φορεῖται, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ ὀρώρει δʼ οὐρανόθεν νὺξ, γέγονε μὲν ἀφορμὴ τοῦ, μέλαιναν ἡμέραν λέγεσθαι, τὴν δυστυχῆ καὶ θανάσιμον. ἣ καὶ ἀποφρὰς ἐῤῥέθη, ὡς μὴ οἵα τε οὖσα φράζεσθαι. εἴρηται δὲ, ἀντὶ τοῦ κατεσπεύσθη ἐξ ἀέρος ὡς οἷά τις νύξ, ἤγουν ἀορασία καὶ σκότωσις οὐ διὰ τοὺς ἀνέμους ἁπλῶς ἀλλὰ διὰ τὰς τῶν ἀνέμων πάντων ἀέλλας. καὶ ἔστιν ὑποτομή τις φωτὸς ἡ τοιαύτη νὺξ καθὰ καὶ ἡ ἐκ πυκνότητος βελῶν γινομένη σκιά ποτε καὶ σκότωσις, ὡς ὑποβάλλει νοεῖν ὁ εἰπὼν ὅτι ἐκ συνθήματος ἀφιεμένων τῶν βελῶν, τὸ φῶς ὑπετέμνετο. Τὸ δὲ συμπεσεῖν, οὐκ ἐπὶ μόνων ἀνέμων, ἀλλὰ καὶ στρατευμάτων λέγεται. λαμβάνεται δὲ ἡ λέξις ἔστιν ὅτε καὶ ἐπὶ συμπτώσεως τυχηρᾶς. Δυσαὴς δὲ Ζέφυρος, ἢ ὁ δύσπνους, ἢ ὁ ἐκ δύσεως πνέων. ἢ καὶ διπλοῦς φασι κατὰ τὸ πνεῖν. καὶ γὰρ καρποτροφῶν, ἀναψύχει καὶ τοὺς ἀνθρώπους. οἱ δὲ οὕτως ἑρμηνεύσαντες τὸ δυσαὴς, ἐοίκασι διὰ τοῦ ἰῶτα γράφειν τὴν προπαραλήγουσαν ὡς ἀπὸ τοῦ δὶς ἐπιῤῥήματος. Τὸ δὲ Νότος ἔπεσεν ἢ μᾶλλον συνέπεσεν ἤγουν εἰς ἓν ἦλθεν ἑτέρῳ ἀνέμῳ, φανερῶς διαφέρει τοῦ ἁπλῶς πεσεῖν ἄνεμον ὅ ἐστι παύσασθαι. Βορέης δὲ, ὀρθῶς γέγραπται διʼ ἑνὸς ρ παρὰ τὴν βορὰν ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. τοῦτο δὲ, διχῶς. ἢ γὰρ διότι ἁδρύνων τοὺς ἀστάχυας, τὰ πρὸς τὸ ζῆν φέρει ὅθεν καὶ ὁ Ζέφυρος παρά τισι καὶ οὕτω βορᾶς αἴτιος γίνεται, ἢ καὶ ἄλλως διὰ τὸ εἰς βορὰν ἐρεθίζειν τῇ κατʼ αὐτὸν ψυχρότητι. ὥσπερ καὶ ὕδωρ βορὸν παρὰ Ἀσκληπιάδῃ τὸ βοροποιὸν διὰ ψυχρότητα καὶ τὴν ἐντεῦθεν συμπίληψιν τοῦ αἵματος, καὶ τὴν ἐκεῖθεν κενεαγγίαν. καὶ οὕτω μὲν ἄῤῥοιζον κοινότερον τὸ τρισύλλαβον ὁ βορέης. ὁ δὲ Βοῤῥᾶς, ἑτέρῳ λόγῳ ἐδίπλασε τὸ ἀμετάβολον, σεμνότερον. τοιοῦτόν τι καὶ τὸ στερεὸς, διπλάζων τὸ ρ ἐν τῷ στεῤῥός. Ἰωνικὸν δὲ τὸ Βορέης καθὰ καὶ τὸ κυματίης ποταμὸς παρὰ Ἡροδότῳ. κοινὰ δέ γε, ὁ Βορέας καὶ ὁ κυματίας. Τὸ μέντοι ποδέας Ποδῆς σωσέας Σωσῆς, οὐκ ἂν ἴσως εἶεν Ἰωνικὰ ὡς οὐδὲ τὸ ἑρμέας Ἑρμῆς. ἀλλὰ κρᾶσιν ἔπαθον τοῦ ε καὶ α εἰς η. ἦν δʼ ἂν τοιοῦτον καὶ τὸ βορῆς εἴπου ἐν χρήσει εὕρητο. Αἰθρηγενέτης δὲ, οὐ μόνον ὁ αἶθρον ὅ ἐστι ψύχος ποιῶν ὡς καὶ προεῤῥέθη, ἀλλὰ καὶ ὅς ἐστιν εὐδίας αἴτιος. ἢ καὶ ἄλλως, ὁ ἐξ αἰθέρος γινόμενος ὅ ἐστιν ὑψόθεν πνέων. διὸ καὶ κῦμα κυλίνδειν λέγεται. ἵνα ᾖ αἰθρηγενέτης Βοῤῥᾶς, ὁ εὐδίαν ἢ ψύχος ποιῶν ἢ ἐξ ὕψους καταπνέων. Ἰστέον δὲ ὅτι τε πασίδηλον, οἰκεῖον εἶναι ἀνέμῳ Βοῤῥᾷ τὸ κυλίειν κῦμα καθὰ Νότῳ τὸ ὠθεῖν ὡς πολλαχοῦ φαίνεται. καὶ ὅτι πρωτότυπον τοῦ κυλίνδειν, τὸ κυλίειν. καὶ ὅτι ἐκ τοῦ κυλίειν ἀποβολῇ τοῦ κάππα καὶ τροπῇ τοῦ υ εἰς α γίνεται τὸ ἀλίω ἐξ οὗ τὸ, ἄπαγε τὸν ἵππον ἐξαλίσας, οἴκαδε. οὕτω δὲ καὶ ἐκ τοῦ κυλίνδω, γίνεται ἀλινδῶ ὅθεν ἀλινδήθρα ἡ κονίστρα, ἀπὸ δὲ τοῦ πρωτοτύπου κυλίειν, γίνεται καὶ ἡ κύλιξ. παρὰ τὸ κυλίεσθαι τῷ τροχῷ εἴτε τῷ κεραμεικῷ εἴτε τῷ χαλκευτικῷ. διό φασι καὶ τὴν ἰατρικὴν πυξίδα, κυλικίδα ἐκάλουν οἱ Ἀθηναῖοι διὰ τὸ κεκυλίσθαι τόρνῳ. ὡς δὲ ἐκ τοῦ κυλίω καὶ στέφανοί τινες ἐλέγοντο κυλιστοὶ, δηλοῖ φασὶν ὁ κωμικὸς Εὔβουλος ἐν τῷ, κυκλούμενος ὥσπέρ τις κυλιστὸς στέφανος. Νίκανδρος δὲ, ἐκκυλίσιοι φησὶ στέφανοι, καὶ μάλιστα οἱ ἐκ ῥόδων. εἶεν δʼ ἂν ἴσως οὗτοι, οἱ διὰ μέγεθος καὶ ἁδρότητα οἷοί τε ὄντες κυλίεσθαι στρεφόμενοι. Τὸ δὲ ᾤμοι ἐγὼ, σύνηθες Ὁμήρῳ θρηνῴδημα. πολλῶν δὲ καὶ ἄλλων τοιούτων ὄντων, οἶδεν ὁ Σουΐδας καὶ τὸ ὄϊ, κοινότερον μὲν ὂν τοῦ ὠή. ἐπιφθεγγόμενον δὲ ὑπὸ δυσχεραινόντων καὶ φοβουμένων καὶ ὀδυρομένων. Τὸ δὲ νεφέεσσι περιστέφει οὐρανὸν, σφαιροειδῆ αἰνίττεται εἶναι τὸν οὐρανόν. σφαῖραν γὰρ ποιεῖ περιελιχθεὶς ὁ κατὰ στέφανον κύκλος. Τὸ δὲ ἤλασε κατʼ ἄκρης, ἀντὶ τοῦ ἔπληξε κατὰ κεφαλῆς, οὕτω καὶ ἐν Ἰλιάδι τὸ, ὤλετο πᾶσα πόλις κατʼ ἄκρης, ἀντὶ τοῦ, κατὰ κεφαλῆς. κεφαλὴ δὲ πόλεως, ἡ ἀκρόπολις. Ὅτι δὲ ὁμώνυμον τὸ ἤλασε, δηλοῖ καὶ ἡ Ἰλιάς. ἔνθα, ὡς ἐπὶ πολὺ, λέξις ἱππικὴ τὸ ἐλάσειν. ὅθεν ἀνήλατός φησι παρὰ Ἀνακρέοντι, ὁ ἀπειθής. ἀπὸ ὑποζυγίων. ὥσπερ καὶ στόμις παρʼ Αἰσχύλῳ, ὁ ὥσπερ στόματι ἀντερείδων χαλινοῖς. εἰκὸς δὲ τοὺς τοιούτους καλεῖσθαι οὕτω, καὶ διὰ <!-- 1.221 -->σκληρότητα, ὡς ἀπὸ στομάτων ἤγουν στομωμάτων δυσχερῶς ἐλαυνομένων ἐν τῷ χαλκεύεσθαι. Τὸ δὲ ἔαξεν, οὐ μόνον ἐπὶ ἱστοῦ ἐν τῷ, μέσον ἱστὸν ἔαξεν, ἀλλὰ καὶ ἐπὶ κύματος ὡς τὸ, πρὸ δὲ κύματʼ ἔαξεν. Οἱ δὲ μισγόμενοι ἄνεμοι, καὶ συμπίπτειν ἂν λέγοιντο κατὰ τὸ, σὺν δʼ Εὖρος τε Νότος τʼ ἔπεσε. Σπεῖρον δὲ καὶ ἐπίκριον ὅτι τὸ κατὰ τὸ ἱστίον φᾶρος καὶ τὸ κέρας λέγει, προδεδήλωται. Τὸ δὲ ὑπόβρυχα, ἢ ἐκ τοῦ ὑπόβρυξ ὑπόβρυχος γίνεται, ἢ ἐκ τοῦ, ὁ ὑπόβρυχος. οὗ αἰτιατικὴ τὸν ὑπόβρυχον. καὶ κατὰ μεταπλασμὸν, ὑπόβρυχα. ὡς ἐκ τοῦ οἶκον γίνεται τὸ οἴκαδε. ἴσως δὲ καὶ ἐπιῤῥηματικόν ἐστιν ὄνομα. ἵνα λέγῃ ὅτι ἔθηκεν αὐτὸν κατὰ τὰ ὑπόβρυχα. ὠνοματοπεποίηται δὲ ἡ λέξις ὡς δηλοῖ καὶ τὸ, ἀμφὶ δὲ κῦμα βέβρυχε. Τοῦ δὲ δυνάσθη ὁ ἐνεστὼς, δυνάζω ἄχρηστος μὲν πάντως. ποιητικώτερος δέ. γενόμενος ἐκ τοῦ δύνω ἀφʼ οὗ καὶ τὸ δύνημι. οὗ παθητικὸν, τὸ δύναμαι. οὗ ὄνομα, δύναμις. καθὰ καὶ ἐκ τοῦ πέτω ἢ πετῶ, τὸ πετάζω ὅθεν ὁ πέτασος, καὶ τὸ πέτημι ἐξ οὗ τὸ πέτανται. πάντως δὲ τῆς ἐκ τοῦ δυνάζειν συστοιχίας εἰσὶ, καὶ ὁ δυνάστης καὶ τὸ δυναστεύειν καὶ ἡ δυναστεία. Τὸ δὲ ἀνσχεθέειν, ἢ ἀντὶ τοῦ ἀνασχεῖν ἤτοι ἀναδῦναι ἀνελθεῖν καὶ ὡς εἰπεῖν ἀνατεῖλαι, ὅπερ ὅμοιόν ἐστι τῷ ἀνέδυ, καὶ κύματος ἐξαναδὺς, ἢ ἀντισχεῖν, κατὰ συγκοπήν. ὡς καὶ ἄντιτα ἐν Ἰλιάδι ἔργα, τὰ ἀντίτιτα. Τὸ δὲ ἅλμην πικρὴν, κοινῶς ἐῤῥέθη καὶ οὐ κατὰ τὸ, πικρὸν ἀποπνείουσαι ὀδμὴν, ὃ ἐπὶ τῶν φωκῶν ἐλέχθη. ἐκεῖνο γὰρ Ἰωνικὸν καὶ Ἀττικόν. ὡς καὶ τὸ, οἷα τρέφει κλυτὸς Ἀμφιτρίτη. Τὸ δὲ κελαρύζειν, ὠνοματοπεποίηται, ἦχον δηλοῦν ὑγροῦ ἠρέμα ῥοιζοῦντος ἐν τῷ καταῤῥέειν. καθʼ ὅμοιον δέ τι ὠνοματοπεποίηται καὶ ἡ τοῦ Ἡσιόδου λακέρυζα. Τὸ δὲ τειρόμενός περ, τὸ στεῤῥὸν τοῦ Ὀδυσσέως δηλοῖ. ὃς καὶ οὕτω διαταραχθεὶς οὐκ ἔσχε λήθην τοῦ συμφέροντος. Τὸ δὲ ἐλάβετο, καὶ ἔλαβεν εἰπὼν, ὅμως καὶ αὐτὸ γενικῇ συντάσσει. ἔφη γὰρ, ἐλάβετʼ αὐτῆς, ἤγουν τῆς σχεδίας, καὶ λάβε πέτρης, τουτέστιν ἥψατο. Τὸ δὲ μέσῃ ἐκάθιζεν, αὐτοπαθῶς ἐῤῥέθη. ὥστε οὐκ ἀεὶ καθίζει τις ἄλλον, ἀλλὰ καὶ αὐτὸς καθίζει. ὃ ταυτόν ἐστι τῷ ἕζεται. Τὸ δὲ φορεῖν, ταυτὸν τῷ φέρειν. διὸ εἰπὼν τήν δʼ ἐφόρει μέγα κῦμα. καὶ Βορέης φορέῃσιν ἀκάνθας, ἐπιφέρει. ἄνεμοι φέρον. καὶ προβάλεσκε φέρεσθαι. τὸ μέντοι κατὰ τάχος φέρειν, καὶ διώκειν λέγει. οἷον. Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν. Τὸ δὲ κατὰ ῥόον, παροιμίαν ποιεῖ τὴν λέγουσαν φέρεσθαί τι κατὰ ῥοῦν ἤγουν εὐτυχῶς πλέειν ἢ ὅποι τύχῃ. τοιοῦτον γάρ τοι καὶ τὸ, ἔνθα καὶ ἔνθα κατὰ ῥοῦν φέρεσθαι. ᾧ ὅμοιον καὶ τὸ, ἀνὰ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα. Ὀπωρινὸς δὲ Βορέης, ὁ ἐτησίας κατὰ τοὺς παλαιούς. Πάνυ δὲ ἀσφαλῶς τὰς ξηρὰς σανίδας τῆς σχεδίας καὶ διατοῦτο ἐλαφρὰς οὐ μὴν δὲ ἀλλὰ καὶ εὖ ἀραρυίας, ἀκάνθαις εἰκάζει θεριναῖς αἳ πρὸς ἀλλήλαις ἔχονται ὅτε ἄνεμος αὐτὰς ἐπείγει κατʼ ἀλλήλων, ὡς ἡ κατὰ θέαν πεῖρα δηλοῖ κατὰ ὅμοιον δὲ λόγον καὶ ἡ ἐφεξῆς ταύτῃ παραβολὴ, καρφαλέων ἀχύρων θημῶνι εἰκάζει τὴν τῶν αὔων καὶ περικήλων ξύλων παράθεσιν. ἃς ὁμοίως τοιούτοις ἀχύροις διασκεδάζει ὁ σφοδρὸς ἄνεμος. Ἔνθα σημείωσαι ὅτι δοκεῖ ταυτὸν εἶναι θημὼν καὶ θωμός. φησὶ γάρ τις παλαιὸς, ὅτι θωμοὶ ἐν τῷ ω οὐχὶ θημοὶ, οἱ τῶν σπερμάτων σωροί. ἴσως δὲ καθʼ ὁμοιότητα θωμοῦ, καὶ θώμιγξ τὸ σχοινίον λέγεται. Τὸ δὲ πρὸς ἀλλήλαις ἔχονται, ἀντὶ τοῦ, ἀλλήλαις συνέχονται. Τὸ δὲ Νότος Βορέῃ προβάλεσκε φέρεσθαι, ἀντὶ τοῦ, προεβάλλετο. παρέῤῥιπται. Κῦμα δὲ κατηρεφὲς, οὐ μόνον τὸ ὑψηλὸν ἁπλῶς, ἀλλὰ καὶ τὸ καλύπτον δίκην ὀρόφου, ἤτοι ἐοικὸς ὀρόφῳ. Ζαὴς δὲ ὅτι ὁ πολύπνους ἄνεμος καὶ ὅτι ἤϊα τὰ ἄχυρα, καὶ ὅτι ὁ θημὼν καὶ θημωνία λέγεται, καὶ ὅτι καρφαλέον τὸ κατάξηρον ὡς ἀπὸ τοῦ κάρφους ὅ ἐστι ξηρὸν ξυλήφιον, πολλαχοῦ δηλοῦται νῦν δὲ ὅρα ὅτι καὶ ἐπὶ ἀχύρων λέγεται θημών, καὶ οὐ μόνον ἐπὶ σπερμάτων. Τὸ δὲ τινάσσειν, καιρία λέξις ἐπὶ τοῦ ἀνασαλεύειν. διὸ καὶ δὶς αὐτὸ κεῖται διὰ τὸ καίριον. ὥσπερ καὶ τὸ διεσκέδασεν ἀντὶ τοῦ διεσκόρπισε. συναπτῶς γὰρ αὐτοῦ ἐν δυσὶ στίχοις κεῖται. Κέλητα δὲ ἵππον λέγει, τὸν ἄζυγα, τὸν καταμόνας ἐλαυνόμενον. Ἔνθα ὅρα τὸ καὶ ἀστεῖον καὶ συντομώτατον τῆς παραβολῆς. κέλητι γὰρ ἱππότῃ παρεικάζει, τὸν μιᾷ σανίδι ἐν θαλάσσῃ ἐποχούμενον. εἴληφε δὲ ἴσως ἀφορμὴν ἡ παραβολὴ αὕτη ἐκ τοῦ καὶ τὰς νῆας ἁλὸς ἵππους πρὸ τούτων ῥηθῆναι. ἀλλʼ ἐκείνας μὲν, διὰ τὸ πολυσύνθετον, τετρώρου ποιοῦσι παραβολὴν, καὶ ἅρμασιν εἰκάζονται, τὸ δὲ <!-- 1.222 -->ῥηθὲν ἓν ξύλον, κέλητα οἷον ποιεῖ τὸν ἐπʼ αὐτοῦ ὀχούμενον. ὅτι δὲ καὶ πλοίου εἶδός τι ὁ κέλης, δηλοῖ ὁ εἰπὼν πέντε κέλητας πεντασκάλμους. ἔνθα ὅρα καὶ ὅτι σκαλμὸς διὰ τοῦ λ. ἔτι δὲ δηλοῖ. τὸ αὐτὸ, καὶ ὁ γράψας οὕτως. ἐπακρίδες, αἱ ἁλιάδες. ἐπακτρεῖς γὰρ οἱ κυνηγοί. ἐπακτροκέλης δὲ, πλοῖον λῃστρικὸν μεταξὺ ἐπακτρίδος καὶ κέλητος. ἃ καὶ αὐτὰ, πλοιάρια ἐστί. Παυσανίας δέ φησι καί τινας ἵππους, ἁμίππους. εἰπὼν ὅτι ἅμιπποι, ἵπποι ἐζευγμένοι χωρὶς δίφρου. κληθέντες οὕτως ἐπεί φησιν ἐπὶ δύο κέλητας ἀνέβαινον ὁ μὲν, ἡνιοχῶν. ὁ δὲ, ὁπλίτης. ἀπὸ τοίνυν τοῦ ἅμα ἀμφοτέρους καθίζεσθαι εἰ καὶ ἰδίᾳ φησὶν ἑκατέρους, ἅμιπποι οἱ τοιοῦτοι ἐλέγοντο. ἡ δὲ χρῆσις τοῦ ἅμιππος, καὶ παρὰ Σοφοκλεῖ ἐν Ἀντιγόνῃ. ἀλλʼ οἱ μὲν ἅμιπποι, ἑτερεῖοι πρὸς τὸν κέλητα. ὁ δὲ μόνιππος ἀνὴρ, ὅμοιος τῷ κελητίζοντι. φησὶ γὰρ ὁ αὐτὸς Παυσανίας, οὕτω. μόνιππος, ὁ ἐπὶ ἑνὸς ἵππου ἀγωνιζόμενος δρόμῳ. Ἰστέον δὲ ὡς οἶδε μὲν Ὅμηρος τὸν κέλητα καθὰ καὶ ἐν τοῖς ἑξῆς τὸ τέθριππον οὗ χρῆσις ἐν τῷ, ἕξιππα καὶ τέθριππα καὶ ξυνωρίδας. οὐ ποιεῖ δὲ ἥρωας χρωμένους αὐτῷ, εἰ μὴ ἄρα κατʼ ἀνάγκην τινὰ ὡς ἐν τῷ δολωνείᾳ ὁ Διομήδης δοκεῖ ποιεῖν. κελητίζει γὰρ ἐκεῖνος ἐκεῖ. ὅτι δὲ πολυώνυμον ὂν τὸ γυναικεῖον αἰδοῖον ἄμβων τε γὰρ λέγεται καὶ χοῖρος καὶ ἐσχάρα καὶ δέλτα, τὸ αὐτὸ καὶ κέλης καλεῖται παρὰ τοῖς κωμικοῖς, οὐκ ἄδηλόν ἐστι. Τὸ δὲ χεῖρε πετάσας, προσφυῶς ἐῤῥέθη. ὁποῖα γάρ τι πτηνὸν τανυσίπτερον, καὶ ὁ νηχόμενος διαπεταννύει τὰς χεῖρας. Τὸ δὲ νηχέμεναι, ἐνεργητικῶς, καθὰ καὶ τὸ, νῆχε δʼ ἐπειγόμενος. καὶ νῆχε παρέξ. λέγεται δὲ τὸ αὐτὸ καὶ παθητικῶς ὡς δηλοῖ τὸ, προτέρω παρανήξομαι. Ἀθηνᾶ δὲ Διὸς θυγάτηρ ἀνέμους τοὺς μὲν παύει, τοὺς δὲ ἐγείρει, διὰ τὸ καὶ αὐτὴ ἀλληγορεῖσθαι εἰς ἀέρα περὶ ὃν οἱ ἄνεμοι ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. Ὁ δὲ Βοῤῥᾶς ὅπως συντελεῖ τῷ Ὀδυσσεῖ καταστῆναι εἰς τὴν τῶν Φαιάκων γῆν, οὐκ εὔπορον καταλαβέσθαι εἴπερ ἐκεῖνος ἐκ τῶν νοτίων ἐπάνεισιν. ἴσως οὖν πλαγιάσας ὁ ἥρως ἐξ ἀνέμων ἀντιπνοίας, δέεται Βορέου εἰς τὸν κατʼ εὐθὺ πλοῦν. Κῦμα δὲ πηγὸν, ἢ τὸ εὐτραφὲς καὶ ὡς προεῤῥέθη τροφόεν ἢ τροφέον, ἢ τὸ εὐπαγὲς καθʼ ὁμοιότητα ὀρεινοῦ πάγου. ὥς που καὶ ἵπποι πηγοὶ, οἱ στεροί. πῶς γὰρ οὐκ εὐπαγὲς κῦμα, τὸ, ὡς ὁ ποιητὴς ἔφη, κατηρεφές. ἢ καὶ ἄλλως κῦμα πηγὸν, τὸ μέλαν κατά τινα γλῶσσαν. ὅθεν καὶ κριὸς ἐν Ἰλιάδι πηγεσίμαλλος. Ἐν δὲ τῷ δύο καὶ μᾶλλον ὅτε διὰ τοῦ ω μεγάλου γράφεται, ἀπορία ὕπεστιν οὐκ ἀνεύλογος καθὰ καὶ ἐπὶ τοῦ ἄμφω, διότι μὴ ἀναλόγως βαρύνονται αἱ ἐξ αὐτῶν γενικαὶ ἵνα ἦσαν δύοιν καὶ ἄμφοιν, ἀλλὰ περισπῶνται. δυοῖν γάρ φαμεν καὶ ἀμφοῖν. ἔτι δὲ, καὶ διατὶ τὸ δυοῖν, οὐ παραλήγεται τῇ οι διφθόγγῳ ὡς ἀπὸ τοῦ δοιώ. οἷον δοιώ δʼ οὐ δύναμαι ἰδέειν. Ἰστέον δὲ καὶ ὡς εἰ δύο νύκτας καὶ ἤματα ἐπλάζετο κύματι Ὀδυσσεὺς μετὰ τὰς ἑπτακαίδεκα ἡμέρας τῷ δὲ τρίτῳ γαλήνη γέγονεν, ὀρθῶς ἄρα ἐρεῖ ἐν τοῖς ἑξῆς Ὀδυσσεὺς, εἰκοστῷ ἤματι τὸν πόντον ἐκφυγεῖν. Ἐν δὲ τῷ, τρίτον ἦμαρ ἐτέλεσεν ἠὼς, σωματικῶς ἡ ἠὼς ἐλέχθη. ἧς ἀποτέλεσμα τὸ ἦμαρ, οἷα θεᾶς τινος μυθικῆς ῥηθήσεται δέ που τοῦτο καὶ ἐν τοῖς ἑξῆς. Τοῦ δὲ εὐπλόκαμος ἠὼς καὶ τοῦ κατʼ αὐτὴν πλοκάμου, προϋπάρχει ὁ πλόκος οὗ χρῆσις παρὰ Λυκόφρονι. Τὸ δὲ γαλήνη ἔπλετο νηνεμίη, οὐχʼ ἁπλῶς φράζεται, ἀλλὰ πρὸς ἀκρίβειαν· διττὴ γὰρ ἡ γαλήνη. ἡ μὲν, τὸ καταστορεσθῆναι τὰ κύματα τέλεον, ὅπερ οὔπω γέγονεν. ἡ δὲ, τὸ παύσασθαι τὸν ἄνεμον, ὃ νῦν γέγονε. κύματα γὰρ ἔτι αἴρονται. διὸ φησὶν ὅτι μεγάλου ὑπὸ κύματος ἀρθεὶς Ὀδυσσεὺς, ὀξὺ μάλα προεῖδε τὴν τῶν Φαιάκων. καὶ ἔστι τὸ τοιοῦτον κῦμα, κωφόν. καὶ ὡς ὁ κωμικὸς λέγει, κολόκυμα. ὅ ἐστι, κολοβὸν κῦμα. ὃ διχῶς γίνεται. ὁπηνίκα τὲ ἀνέμου λήξαντος, αὐτὸ ἔτι αἴρεται. καὶ ὅτε δὲ ἀνέμων πνευσόντων ὄσσεται κέλευθα. ὅτι δὲ ταυτὸν κολόκυμα καὶ κωφὸν κῦμα, δηλοῖ ὁ γράψας. κολόκυμα, κωφὸν κῦμα καὶ ἐπικαχλάζον. ἑρμηνεύουσι δὲ κωφὸν ἐνταῦθα οἱ παλαιοὶ, τὸ ἄψοφον καὶ διατοῦτο μὴ δὲ ἐξακουομένην ἔχον τὴν ἠχὴν ᾗ παρῳνυμεῖται ἡ ἠχήεσσα θάλασσα. οὕτω καὶ βέλος ἐν Ἰλιάδι κωφὸν, τὸ ἄῤῥοιζον. κοινῶς μέντοι κωφὸς, ὁ μὴ φθεγγόμενος. ὁ καὶ ἐνεός. οὗ πρὸς ὁμοιότητα, καὶ κῦμα ἐῤῥέθη κωφόν. καὶ βέλος κωφόν. διὸ ἡ Πυθία χρήσασα τὸ, καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω, παραλληλίσασα διεσάφησε. παρὰ δέ γε τοῖς ὕστερον κοινότερον, κωφὸς ὁ τὴν ἀκοὴν βεβλαμμένος. οὗ ῥῆμα ἔγνωσται οὐ μόνον κωφῶ κωφήσω ὡς τὸ, πρὸς κάλλος ἐκκεκώφηνται ξίφη, ἀλλὰ καὶ κωφώσω κατὰ κοινὴν διάλεκτον. Ἡ δὲ ὑπὸ κύματος ἄρσις, ὡς οἷον σκοπιά τις γίνεται τῷ Ὀδυσσεῖ. οὐ γὰρ εἶχεν ἐξ ἐπιπέδου γαλήνης <!-- 1.223 -->τὴν τῶν Φαιάκων πόῤῥωθεν καθορᾶν. δῆλον δὲ ὡς ἀπὸ τοῦ γάλατος ἡ γαλήνη. ὅθεν καὶ γαλερὸν κατὰ Παυσανίαν, τὸ γαληνὸν καὶ ἥσυχον καὶ προσηνές. Τὸ δὲ ὀξὺ μάλα προϊδὼν, ὀξυωπίαν προσμαρτυρεῖ τῷ Ὀδυσσεῖ. Τὸ δὲ γέγωνε βοήσας, ἀντὶ τοῦ, ἐξάκουστον ἐβόησεν. ἵνα λέγῃ ὅτι βοήσας ἐγνώσθη ἄν. οὐ γὰρ τὸ γεγωνέναι καὶ τὸ γεγωνεῖν καὶ γεγωνίσκειν καὶ τὰ τούτοις σύστοιχα, βοὴν ἁπλῶς δηλοῖ, ἀλλὰ τὸ ἀκουσθῆναι. καὶ ἄλλως δὲ εἰπεῖν, τὸ γέγωνεν, οὐκ αὐτὸ μόνον διʼ ἑαυτοῦ δηλοῖ τὸ ἠκούσθη, ἀλλʼ ὁμοῦ μετὰ τοῦ βοήσας. καὶ βοῆσαι μέν ἐστι, τὸ κραυγάσαι. γεγωνέναι δὲ, τὸ καὶ γνωστῶς κραυγάσαι. ἔστι γὰρ παρακείμενος μέσος τὸ γέγνωα. ἐξ οὗ κατὰ μετάθεσιν τοῦ ω, γέγωνα κατὰ τοὺς παλαιούς. πολλαχοῦ δὲ τῆς Ὁμηρικῆς ποιήσεως κεῖται τὸ, γέγωνε βοήσας. ἐκ τούτου δὲ, οὐ μόνον ἐπίῤῥημα τὸ γεγωνὸς ἀντὶ τοῦ μέγα, ἀλλὰ καὶ λόγος γεγωνὸς παρὰ Φίλωνι, ὁ προφορικός. ὃν καὶ κλίνας ἐκεῖνος εἰς γενικὴν, τοῦ γεγωνοῦ λόγου φησὶν, ὅ ἐστι τοῦ τρανοῦς ἤδη δὲ καὶ μεγάλου πρὸς διαστολὴν τοῦ ἐνδιαθέτου. καὶ πάντως ἐκ τοῦ τοιούτου γίνεται καὶ τὸ γεγωνότερον, οὐ μὲν ἐκ τοῦ οὐδετέρου τῆς μετοχῆς. Τὸ δὲ ῥοχθεῖν, ὠνοματοπεποίηται. καθὰ καὶ τὸ ξερόν. καὶ τὸ ἐρευγόμενον. καὶ τὸ παλιῤῥόθιον. καὶ τὸ βέβρυχε. καὶ ὁ δοῦπος. ἐχρῆν γὰρ ἐπίτηδες πρᾶγμα δύσηχον τὴν τῶν κυμάτων εἰς τὰ ἔξω πρόῤῥηξιν, συχναῖς τραχείαις ἐξαγγεῖλαι φωναῖς. τραχυφωνότερον δὲ τὸ ῥοχθεῖν τοῦ τε ῥοθίου καὶ τοῦ παλιῤῥοθίου. ἔτι δὲ καὶ τοῦ μυθικοῦ Ἁλιῤῥοθίου. ποιεῖ δὲ τὴν πλείω τραχύτητα ἡ τῶν δασέων ἐπαλληλία. Τὸ δὲ ξερὸν ἠπείροιο, καὶ τρηχεῖαν ἔφη ἀκτήν. συνέσταλται δὲ ἐκ τοῦ ξηροῦ τὸ ξερόν. τοιοῦτον δὲ καὶ τὸ νοσηρὸν νοσερόν. εὕρηται γὰρ διχῶς. συνηγοροῖτο δʼ ἂν, ἢ καθʼ Ἡρακλείδην εἰπεῖν, παρηγοροῖτο τὸ ξερὸν, καὶ ἀπὸ τοῦ ξέω. εὐφυῶς γὰρ ἔχει πρὸς ξέσιν λείαν τὰ ξηρά. μυριαχοῦ δὲ τὸ ἦτα εἰς ε μεταπίπτει σὺν λόγῳ, καθὰ καὶ ἐν τῷ ῥῶ ῥήσω ἔῤῥημαι ἐῤῥέθην. διὰ μὲν γὰρ τὸ ῥῶ ῥήσω, καλῶς ἔχει τὸ ἔῤῥημαι καὶ τὸ ἐξ αὐτοῦ εἴρημαι. διὰ δὲ τὸ ῥέω θέμα, εὖ ἔχει καὶ τὸ ἐῤῥέθην. τὸ δʼ αὐτὸ νοητέον καὶ ἐπὶ τοῦ σχῶ σχήσω ἔσχηκα ἔσχημαι ἐσχέθην. καὶ τὸ νοσηρὸν δὲ καὶ νοσερὸν, οὐδʼ αὐτὸ ἀλόγως ἔχει. ἀλλὰ τὸ μὲν, τῷ ἦτα παραλήγεται, ὡς ἀπὸ τοῦ νοσῶ νοσήσω μέλλοντος. τὸ δὲ, τῷ ε παρασπίζεται, ὡς ἀπὸ ὁλοκλήρου ἤγουν ἐντελοῦς ῥήματος τοῦ νοσέω. καὶ οὕτω μὲν ἔλλογον συλλαβικὴν συστολὴν ἢ ἔκτασιν τὰ τοιαῦτα πάσχει. ἄλογον μέντοι συστολὴν χρονικὴν καὶ ἔκτασιν παραδιδόασιν οἱ παλαιοὶ, ἐν τῷ, φίλε κασίγνητε. καὶ, ἀνέρες ἐστὲ φίλοι. καὶ ἐν τῷ, Ἆρες Ἄρες βροτολοιγέ. καὶ ἐν τῷ, δαὴρ αὖτʼ ἐμός. καὶ, Ἕκτορ ἐμῷ θυμῷ δαέρων φίλτατε, καὶ οὕτω μὲν ταῦτα ὡς ἐξ ἀφορμῆς τοῦ ξερὸν κατὰ συστολήν. ἴσως δὲ καὶ ἄλλως τὸ ξερὸν ἐκταθὲν ἐποίησε τὸ ξηρόν. Τὸ δὲ εἴλυτο, ἢ ἐκ τοῦ εἴλυμι γίνεται, ἢ ἐκ τοῦ εἰλύω ἐξ οὗ τὸ ἐπειλύω. καὶ εἰλυὸς ὁ φωλεός. ἵνα ᾖ συγκοπὲν ἐκ τοῦ εἰλύετο. ἐκ δὲ τοῦ ῥηθέντος εἰλύω ἢ εἴλυμι, γίνεται καὶ εἴλυμα τὸ κάλυμμα. οἷον. εἴλυμα σπείρων, ὃ ἐν τοῖς ἑξῆς που κεῖται. Ἁλὸς δὲ ἄχνη πόθεν γίνεται, ἡ Ἰλιὰς ἱκανῶς ἐδήλωσε. δηλοῖ δὲ τὸ λεπτὸν καὶ ἀφρῶδες τοῦ ἔξω προσρηγνυμένου κύματος. Λιμένες δὲ νηῶν ὄχοι βαρυτόνως ἢ ὀχοὶ ὀξυτόνως, οἱ φυλακτικοὶ τῶν νηῶν, ὡς συνέχοντες αὐτάς. ἢ ἐφʼ ὧν νῆες ὀχοῦνται καὶ ἀναπαύονται. δοκοῦσι δὲ καὶ οἱ ναύλοχοι λιμένες ὡς προδεδήλωται ἐκ τοῦ νηῶν ὄχοι λέγεσθαι συνθέτως πλεονασμῷ τοῦ λ. Ἐπιωγαὶ δὲ, ἐξοχαὶ κατὰ τοὺς παλαιοὺς καὶ πλατεῖς αἰγιαλοί. μάλιστα δὲ, τόποι ἀνέμου σκέπην ἔχοντες, ἔνθα καὶ ἰωὴ τουτέστι πνοὴ ἄγνυται μὴ δυναμένη δηλαδὴ προϊέναι. καθʼ ὁμοιότητα δὲ τούτου, καὶ κυματωγὴ παρʼ Ἡροδότῳ ἡ ἀκτὴ ἔνθα δηλαδὴ τὰ κύματα ἄγνυνται. Τὰς δὲ ἀκτὰς, καὶ ῥαχίας οἱ Ἀττικοὶ καλοῦσι. καὶ τὸν τόπον δὲ ᾧ προσαράττει τὸ κῦμα, ῥαχίαν λέγουσιν ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. καὶ ῥάχοι δὲ καὶ ῥαχίαι, παρατείνουσα καὶ τραχεῖα ἠϊών. εὕρηνται δὲ καὶ ῥάχοι, καὶ ἀκανθώδεις καὶ τραχεῖαι ῥάβδοι. Προβλῆτες δὲ ἀκταὶ, ἁπλῶς μὲν, αἱ προβεβλημέναι καὶ μὴ κρυπτόμεναι. τοῦτο δὲ πρὸς διαστολὴν τῶν λιμένων καὶ τῶν ἐπιωγῶν. ἐκεῖ γὰρ οὐ προβέβληται εἰς ἐμφανὲς ἡ ἀκτὴ. καὶ ἔστι μὲν οὐδὲ ἡ ἁπλῶς προβλὴς ἀκτὴ ἀγαθὸν ὡς πρὸς λιμένος σύγκρισιν. εἰ δὲ καὶ σπιλάδες εἰσὶ περὶ αὐτὴν καὶ πάγοι, ἀλλὰ τοῦτο χείριστον. καὶ εἰσὶν αἱ τοιαῦται προβλῆτες ἀκταὶ, τόποι πετρώδεις, προνεύοντες εἰς θάλασσαν. Περὶ δὲ σπιλάδων προεγράφη. λέγουσι δὲ τὰ σχόλια, καὶ ὅτι σπιλάδες πέτραι εἰσὶ κοῖλαι διεσχισμέναι τῇ συνεχεῖ τῶν κυμάτων πλήξει. Πάγοι δὲ, πετρώδεις ἐξοχαί. ἢ εἰς ὕψος ἀνέχουσαι ὀξεῖαι πέτραι. ὡς δηλοῖ ἐπαχθὲν τὸ, πάγοι ὀξέες. Τοῦ δὲ ἀελπέα ἡ ὀρθὴ, ἀελπής. καὶ ἔστι σημειῶδες <!-- 1.224 -->εἴγε τὸ μὲν ἁπλοῦν, ἐλπὶς ἐλπίδος. τὸ δὲ σύνθετον, ἀελπὴς ἀελπέος. ἔστι δὲ περὶ αὐτοῦ εἰπεῖν ὅτι ἐκ μὲν τοῦ ἐλπὶς, ὁ εὔελπις γίνεται καὶ ὁ δύσελπις. ἐκ δὲ τοῦ ἔλπω ῥήματος, ὁ ἄελπος καὶ ὁ ἀελπής. ὡς ἐκ τοῦ τέρπω, ἡ παρʼ Ὁμήρῳ ἄτερπος ὀϊζὺς καὶ ὁ ἀτερπὴς χῶρος. καὶ τοῦτο μὲν, τοιοῦτο. Λέγει δʼ ἐνταῦθα ὁ ποιητὴς καὶ τὸ πλεῦσαι καὶ διανήξασθαι, διατμῆξαι κῦμα. εἰπών. καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα. Τὸ δὲ ἁλὸς πολιοῖο, τῆς παλαιᾶς καὶ αὐτὸ Ἀτθίδος. καθὰ καὶ τό, κλυτὸς Ἀμφιτρίτη. Ἀλλαχοῦ δὲ, πολιὴν ἅλα φησὶν Ἰωνικῶς. δηλοῖ δὲ ὡς καὶ ἐκεῖ ἐῤῥέθη, ἢ τὴν ἔντιμον. ἢ τὴν λευκὴν διά τε τοὺς ἀφροὺς καὶ πρὸς ὁμοιότητα τοῦ, λευκὸν ὕδωρ. Τὸ δὲ ἁλὸς θύραζε, ἀντὶ τοῦ ἁπλῶς ἔξω, πολλαχοῦ φησιν ὁ ποιητής. λέγει δὲ αὐτὸ, ὡς ἐπὶ οἴκου. ἐπεὶ καὶ οἴκησις Ποσειδῶνος καὶ θαλαττίων δαιμόνων ἡ θάλασσα. Τὸ δὲ ῥόθιον, ἐπίθετον κύματος ῥοθοῦντος κατὰ ὀνοματοποιΐαν. οἱ δὲ μεθʼ Ὅμηρον, τὸ ῥεῦμα οὕτω καλοῦσιν. οἱ δὲ ὕστερον Ἀττικοὶ, τὴν σύντονον εἰρεσίαν οὕτω φασί. καὶ ῥοθιάζειν τὸ ἐρέσσειν εὐτόνως. ἐλέγετο δὲ ῥοθιάζειν, καὶ ὅτε οἱ ναῦται ἐπὶ κώπαις δέκα τυχὸν ἢ καὶ πλείοσι παίοντες, εἶτα ἅμα παυσάμενοι, ὡς ἐκ συνθήματος ἅπαξ ἀνεφώνουν, ὡς καὶ νῦν ποτε γίνεται. καὶ ἔστι τοιοῦτον παρὰ Ἀριστοφάνει τὸ, αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον. παραπέμψατʼ ἐφʼ ἕνδεκα κώπαις. τουτέστι, εὐφημήσατε τὸν δεῖνα ῥοθιάζοντες ναυτικῶς. Τὸ δὲ ἀναδέδρομεν, ὑψιλοὺς εἶναι ὡς καὶ ἐῤῥέθη, τοὺς ῥηθέντας πάγους δηλοῖ. ἵνα οἱ αὐτοὶ, καὶ πάγοι ὀξέες εἶεν καὶ πέτραι ἀνατρέχουσαι. Γλυκέως δὲ ὡς ἐπὶ ἐμψύχων ἀναβαινόντων, λέγεται τὸ ἀνατρέχειν ἐπὶ πετρῶν ὑψηλῶν. καθὰ καὶ τὸ, ἀναδέδρομε πέτρη. μέσος δὲ παρακείμενος τὸ ἀναδέδρομεν, ὡς ἀπὸ ἀῤῥήτου ἐνεστῶτος τοῦ δρέμω ἀφʼ οὗ καὶ ὁ δρόμος. Ἀγχιβαθὴς δὲ θάλασσα, ὁ βαθὺς αἰγιαλός. καὶ μὴ ἄντικρυς λιμὴν ἢ ἀκτὴ ἀλλὰ ἄγχι βάθους ὢν ὡς μὴ δύνασθαί τινα ἐν κινδύνῳ πόδεσσι στῆναι ἀμφοτέροις καὶ σωθῆναι. καὶ νῦν μὲν, οὐκ ἐπαινετὸν τὸ ἀχιβαθές. ὁ μέντοι ἀγχιβαθὴς λιμὴν, ἐπαινεῖται. Τὸ δὲ βάλῃ λίθακι ποτὶ πέτρῃ, ἀντὶ τοῦ, προσρίψει πέτρᾳ τινὶ ἐχούσῃ προβολὰς ὀξείας πολλὰς, τοιαύτη γὰρ ἡ λίθαξ πέτρα. εἰ δέ τις τὰς οὕτω λίθακας, καὶ πάγους ὀξέας εἴποι, οὐ φαύλως ἐρεῖ. Καὶ σημείωσαι ὅτι εἰ καὶ παρατετήρηται μὴ εἶναι ὑποκόρισμα παρὰ τῷ ποιητῇ, ἀλλὰ τὸ λίθαξ τοιοῦτον εἶναι δοκεῖ. ὡς γὰρ νέος νέαξ νέακος, καὶ ὥσπερ σκύλαξ σκύλακος, οὕτω καὶ λίθαξ ἡ καὶ λάϊξ. ἔστι γὰρ πέτρα λίθαξ, ἥτις αὐτὴ μὲν μεγάλη ἀνέστηκεν. ἔχει δὲ περὶ αὐτὴν λιθιδίων ἐκφύματα. Παραπλῆγες δὲ ἠϊόνες κατὰ τοὺς παλαιοὺς, πάραλοι, πλησσόμεναι ὑπὸ ἁλός. μάλιστα δὲ, αἱ μὴ ἀπεναντίας ἀλλʼ ἐκ πλαγίων πλησσόμεναι κύμασιν. αἳ καὶ ποιοῦσι τόπον εὐλίμενον πλαγιαζόμενον τοῖς κύμασι. διὸ καὶ ἐπάγει, λιμένας τε θαλάσσης. ὡς τῆς παραπλῆγος ἠϊόνος, ἀγαθῆς οὔσης ἐλλιμενίσαι. καὶ οὕτω μὲν ὁ ποιητής. οἱ δὲ ὕστερον, παραπλῆγα φασὶ, τὸν ἀπαίδευτον καὶ ἄμουσον καὶ ὡς εἰπεῖν, ἀπῳδὸν, ἐξ ὁμοιότητος τῶν ἀτεχνῶς πληττομένων χορδῶν. ἡ χρῆσις παρὰ τῷ κωμικῷ. τοιούτῳ δὲ παραπλῆγι σύστοιχον, καὶ τὸ παραπλῆγα λύτταν λόγου. Ἐν δὲ τῷ, δείδω μή με ἡ θύελλα τό δέ τι βλάψῃ, ἀνελλιποῦς οὔσης τῆς φράσεως, δῆλον ὅτι πρὸ ταύτης τὸ, μή πως μʼ ἐκβαίνοντα βάλῃ ποτὶ πέτρῃ, ἐλλιπές ἐστι ῥήματος τοιούτου. ἵνα λέγῃ ὅτι δέδοικα μὴ προσκρουσθῶ τῇ ῥαχίᾳ. καὶ εἰσὶ καὶ ἐν Ἰλιάδι πολλὰ τοιαῦτα σχήματα. ὅμοιον δὲ καὶ παρʼ Αἰσχύλῳ τὸ, ὅπως μὴ σαυτὸν οἰκτοῖς ποτε. ἤγουν δέδιθι μὴ πάθῃς οἴκτου ἄξια. Τὸ δὲ ἀναρπάξασα θύελλα, οὐ πάνυ πόῤῥω φράζεται τοῦ, ἀνηρείψαντο ἅρπυιαι. εἰ καὶ ἄλλως μὲν ἐκεῖνο, ἑτέρως δὲ τοῦτο νοεῖται. Ὁ δὲ τοῦ μεγάλου κήτους φόβος καὶ ὁ τῶν ἐν ὄρει θηρῶν, οὐχʼ ἱστορικῶς ἀλλὰ κατὰ τὸ εἰκὸς ἔπεισι τῷ Ὀδυσσεῖ, τὰ μὲν τῶν κακῶν πάσχοντι, τὰ δὲ, ὑποπτεύοντι. Τὸ δὲ δρύπτεσθαι καὶ ἀράσσεσθαι ὡς τὸ μὲν ἀπὸ τοῦ δόρυ, τὸ δὲ ἀπὸ τοῦ Ἄρης γίνεται, ἀλλαχοῦ δηλοῦται. εἰσὶ δὲ οἳ καὶ ταῦτα ὠνοματοπεποιῆσθαι φασί. τραχύφωνα δὲ οἰκείως τῷ παρόντι τόπῳ, καὶ τὸ ἐδρύφθη, καὶ τὸ ἐδρύφθη, καὶ τὸ ἀράχθη. Παλιῤῥόθιον δὲ κῦμα, τὸ ῥοθοῦν καὶ κατὰ τὴν παλίῤῥοιαν. ἦν μὲν γὰρ ἐκεῖνο ῥόθιον, καὶ ὅτε ἐπιδραμὸν παρῆλθε τὸν Ὀδυσσέα. γέγονε δὲ παλιῤῥόθιον, ὅτε διαύλου τρόπον εἰς θάλασσαν αὖθις ἐκ τοῦ αἰγιαλοῦ ἀποκαθίστατο. οὕτω δὲ σφοδρὸν ἦν, ὥστε τῆς πέτρας ἀποσπάσαν τὸν Ὀδυσσέα οὐχʼ ἁπλῶς ἔφερεν ἔσω θαλάσσης, ἀλλὰ τηλοῦ ἔβαλε πόντῳ. τοῦτο δὲ πρὸς ἀγαθοῦ γέγονε τῷ Ὀδυσσεῖ. ἐκεῖθεν γὰρ πλαγίως νηχόμενος εὗρε τόπον ἀκίνδυνον τὸν πρὸς τῷ ποταμῷ. Ὁ δὲ πολύπους, <!-- 1.225 -->μεμέτρηται μὲν τοὺς πόδας εἴπερ ὀκτάπους καλεῖται κοινότερον, δόξαν δὲ οὕτω τοῖς ὀνοματοθέταις, πολύπους λέγεται. καθὰ καὶ ἡ τρίαινα, πολυγλώχιν. ἐν ἄλλοις δὲ, τὸ ἀνάπαλιν γίνεται. ἤγουν ἀντὶ τῆς κατὰ τὸ πολὺ ἀοριστίας, ὡρισμένος τις ἐκφωνεῖται ἀριθμός. Κρήτη γοῦν ἑκατόμπολις ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἀντὶ τοῦ πολύπολις καθά τινές φασιν. οὕτω δὲ καὶ τῇ τῆς Ἀθηνᾶς αἰγίδι, ἑκατὸν θύσανοι προσυφαίνονται, ἤγουν πολλοί. ὁμοίως καὶ ἑκατὸν δούρατʼ ἀμάξης Ἡσίοδος ἔφη. καὶ ἑκατὸν ἔτεα παῖδα παρὰ μητρὶ ἀτιτάλλεσθαι. σὺν ἄλλοις δὲ, καὶ ὁ Ὁμηρικὸς ἑκατόγχειρ τοιαύτην ἔννοιαν ὑποβάλλει. ἵνα ᾖ ἑκατόγχειρ, ὁ πολύχειρ. Ἡ δὲ κατὰ τὸν πολύποδα παραβολὴ, ἐναντιότητα δοκεῖ ἔχειν πρὸς τὸ προκείμενον πρᾶγμα. ὁ μὲν γὰρ πολύπους τῆς θαλάσσης ἐξελκόμενος, ἀνασπᾷ λάϊγγας ὅ ἐστι λιθίδια πρὸς ταῖς κοτυληδόσιν ἐχόμενα. Ὀδυσσεὺς δὲ ἀφῆκέ τι τοῦ σώματος πρὸς ταῖς πέτραις. φασὶ γοῦν οἱ παλαιοὶ, ὅτι ἡ παραβολικὴ ἐνταῦθα ὁμοίωσις πρὸς μόνον γίνεται τὸ στεῤῥὸν τῆς ἀντοχῆς. ὡς γὰρ ὁ πολύπους αἴρει τι τῶν λίθων ἀντεχόμενος, οὕτως Ὀδυσσεὺς ἀφίησί τι τοῦ κατὰ τὰς χεῖρας ῥινοῦ πρὸς τῇ πέτρᾳ. καὶ μία αἰτία ἀμφοῖν τοῦ τε ἀφεῖναί τι πρὸς ταῖς πέτραις, καὶ τοῦ ἀποσπασαί τι ἀπʼ αὐτῶν, ἡ βιαία δηλαδὴ ἀντοχὴ τῶν κοτυληδόνων καὶ τῶν χειρῶν. δῆλον δʼ ἐκ τῶν παλαιῶν, καὶ ὡς δύσριγον ὁ πολύπους. καὶ ὡς ἀντέχεται τῆς οἰκείας θαλάμης, ἵνα θερμαίνων, ἀντιθάλπηται ὑπʼ αὐτῆς κατά τινα φερωνυμίαν. ἐπειδὴ ἀπὸ τοῦ θάλπειν δοκεῖ γίνεσθαι ἡ θαλάμη καθὰ καὶ ὁ θάλαμος. Ὅρα δὲ ὡς ἐν τοῖς κατὰ τὸν Ὀδυσσέα ἐφιλοτιμήσατο διʼ ἐνέργειαν ταῖς παραβολαῖς ὁ ποιητής. τέσσαρες γὰρ ἐν τοῖς εἰρημένοις κεῖνται παραβολαί. Τὸν δὲ πολύποδα, πούλυπον μὲν Ἀττικοί φασιν ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, καὶ πολύπουν. Ἴωνες δὲ καὶ Δωριεῖς καὶ Αἰολεῖς, πώλυπον. ὅτι δὲ καὶ πώλυψ ὁ αὐτὸς παρὰ τοῖς τοιούτοις, ἐδηλώθη καὶ ἀλλαχοῦ. ὅτι δὲ καὶ ἀμφίβιος ὁ πολύπους, καὶ ὅτι καὶ τῇ ἐλαίᾳ χαίρει, καὶ συκέαις δὲ φιληδεῖ προσπεφυκυίαις θαλάσσῃ, καὶ ὡς ἐφωράθησαν πολύποδες καὶ τῶν σύκων ἐσθίοντες, δῆλον ἐκ τῶν παλαιῶν. παρʼ οἷς κεῖται, καὶ ὅτι νόμος παρὰ Τροιζῆνα, οὔτε τὸν ἱερὸν καλούμενον πολύπουν οὔτε τὸν κωπηλάτην πολύπουν θηρεύειν. ἀπεῖπον γάρ φασι, τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσθαι. πολλῶν δὲ ὄντων ἃ φέρεται περὶ πολύποδος, ἐκεῖνα ἐπιτμητέον, ὅτι ὁ ποὺς μὲν, οὐκ ἔχει μονοσύλλαβον αἰτιατικὴν κατὰ τὸν βοῦν καὶ τὸν νοῦν, τὸ δὲ σύνθετον ἔχει, τὸν πολύπουν γάρ φαμεν, καὶ τὸν Οἰδίπουν καὶ τὸν τρίπουν λέβητα παρʼ Αἰσχύλῳ. καὶ ὅτι τὸν ὡς ἐῤῥέθη Αἰολικὸν καὶ Δωρικὸν διὰ τοῦ ω μεγάλου πώλυπον, παρὰ Ἐπιχάρμῳ ἔστιν εὑρεῖν. ἔστι γάρ φασι παρʼ ἐκείνῳ παθητικὸν πώλυποι. παρὰ δὲ Σιμωνίδῃ τὸ, πώλυπον διζήμενος. καὶ ὅτι τὰ μὲν ἄλλα μαλάκια, εὔθετα πρὸς ἡδονὴν ἁπλῶς καὶ ἀφροδίσια, μάλιστα δὲ οἱ πολύποδες. καὶ ὅτι θολὸν καὶ ὁ πολύπους ἔχει ἐν τῷ λεγομένῳ μήκωνι, οὐ μέλανα κατὰ τὴν σηπίαν, ἀλλʼ ὑπένυθρον. καὶ ὅτι ὁ ῥηθεὶς μήκων ὃν καὶ σηπία, ἔχει. ὅρα δὲ τὸ, ὁ μήκων ἀρσενικὸν, κεῖται ἐπάνω τῆς κοιλίας, οἱονεὶ κύστις. καὶ ὅτι λέγεται ἂν ἀπορήσῃ τροφῆς, αὐτὸν κατεσθίειν. ὅθεν εἴρηται τὸ, ἔδωδʼ ἐμαυτὸν ὡς πολύπους. καὶ ὅτι τοῦτο φασί τινες ψεῦδος εἶναι. ὑπὸ γὰρ τῶν γόγγρων διωκόμενον, ἀδικεῖσθαι τοὺς πόδας. καὶ ὅτι λέγεται ὡς εἴ τις ταῖς θαλάμαις αὐτοῦ ἅλας σπείρῃ, εὐθέως ἔξεισι. καὶ ὅτι φεύγων, μεταβάλλει φόβῳ τὰς χρόας, ἐξομοιούμενος τοῖς τόποις ἐν οἷς κρύπτεται. διὸ Κλέαρχός τις ἔφη. πουλύποδός μοι τέκνον ἔχων νόον Ἀμφίλοχʼ ἥρως, τοῖσιν ἐφαρμόζου ὧν κεδῆμον ἵκηαι. ὁ δὲ τοιοῦτος νοῦς τὸν πολύτροπον πολύποδα σκώπτει. καὶ ὅτι εἴπερ ἱστορεῖται ὁ πολύπους λίαν ἀνόητος εἶναι, διωκόμενος τε γὰρ ἔστιν ὅτε οὐ φεύγει, καὶ πρὸς τὴν χεῖρα δὲ τῶν διωκόντων βαδίζει. ὅθεν εἴρηται τὸ εἶναί τινα ἠλίθιον νοῦν τε πολύποδος ἔχοντα, οὐκ ἄρα τὴν συνεξομοίωσιν τὴν πρὸς τοὺς τόπους φρονίμως αὐτὸς ποιεῖ, ἀλλʼ ὁ φόβος ἀληθῶς αὐτὸν ἀλλοιοῖ. καὶ ὅτι λέγεται μηδὲ γίνεσθαι πολύποδας περὶ Ἑλλήσποντον. κατὰ δέ τινας, μηδὲ περὶ τὸν Εὔξεινον. ψυχρὰ γάρ φασιν ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά. ταῦτα δʼ ἄμφω, πολέμια πολύποδι. καὶ ὅτι ὁ τραγικὸς Ἴων μεμφόμενος τὸ τοῦ πολύποδος εὐμετάβλητον, ἀκολούθως δʼ αὐτῷ καὶ τὸν παλίμβολον ἄνθρωπον, λέγει. τὸν πετραῖον πλεκτάναις ἀναίμονα στυγῶ μεταλλακτῆρα πολύπουν, χροός. Ὅρα δὲ τὸ, θαλάμης ἐξελκομένου, τότε γὰρ ἀντέχεται ὁ πολύπους μάλιστα. ὡς εἰ καί τις πατρίδος βιαίως ἀπάγοιτο ἢ οἴκου. δῆλον δὲ, ὡς θάλαμος μὲν, ἐπὶ λογικῶν. θαλάμη δὲ, ἐπὶ ἀλόγων. ὅτι δὲ θαλάμη μὲν, ἀεὶ βαρυτόνως ὡς παλάμη, τὸ δὲ πληθυντικὸν αὐτῆς πρὸς διάφορον σημασίαν ὠξυτονήθη, δηλοῖ ὁ ἱστορήσας θαλαμὰς ἐν ὀξείᾳ τάσει. καὶ εἰπὼν ὅτι <!-- 1.226 -->θαλαμὰς ὡς ἀγαθὰς, Διοσκούρων ἱερὸν σημαίνει. θαλάμας δὲ βαρυτόνως ὡς μεγάλας, καταδύσεις μηνύει. Μνηστέον δʼ ἐνταῦθα καὶ ὅτι θαλάμη οὐ τῷ πάλαι καὶ Ὁμηρικῷ ἀλλὰ τῷ παρὰ τοῖς ὕστερον νυμφικῷ, παρωνόμασται ὁ ἐπιθαλάμιος λόγος. περὶ οὗ γράφεται ὅτι ἐπιθαλάμιον μὲν, τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφέν. γαμήλιον δὲ, ὃ οὐ περιώρισται χρόνῳ. τάττεται δὲ ἡ λέξις φασὶ, καὶ ἐπὶ δωρεᾶς ἐν γάμῳ διδομένης. ὅτι δὲ θαλάμου παρώνυμος καὶ ὁ τριηρικὸς θαλάμαξ, οἶδεν ὁ μαθών. Κοτυληδόνες δὲ αἱ τοῦ πολύποδος πλεκτάναι, ἀπὸ μέρους τουτέστιν ἀπὸ τῶν βραχυτάτων κοτυληδόνων αἳ πρανεῖς ταῖς πλεκτάναις ὑπόκεινται, ὅμοιαι οὖσαι κοτυλιδίοις κοίλοις ἀφʼ ὧν καὶ παρονομάζονται. δῆλον δʼ ὅτι ταύταις ὁ πολύπους ἀντέχεται τῶν πετρῶν κρατερῶς. ὧν ἑκάστη συσπῶσα ἑαυτὴν καὶ προσφυομένη τῇ τῆς πέτρας ἐπιφανείᾳ κολλητικῶς, ἔχεσθαι ποιεῖ τὸν πολύποδα τοῦ ὑποκειμένου, ὅσα καὶ κισσὸν δρυὸς ἤ τινος ἄλλου. Θρασείας δὲ χεῖρας νῦν τὰς τοῦ Ὀδυσσέως ἔφη, διὰ τὸ οὕτω τλῆμον καὶ θαῤῥαλέον αὐτοῦ. Τὸ δὲ κύματος ἐξαναδὺς ἃ ἐρεύγεται εἰς ἤπειρον, καινῶς μὲν ἐσχημάτισται, ἐχρῆν γὰρ εἰπεῖν, ὃ ἐρεύγεται. πλὴν οὐκ ἦν ἄλλως εἰπεῖν. εἰ γὰρ καὶ ἑνὸς κύματος ἐξανέδυ Ὀδυσσεὺς, ἀλλʼ οὐχʼ ἓν κῦμα ἔξω ἠρεύγετο. ἔχει γοῦν τὸ σχῆμα ἐλλιπῶς. τὸ δὲ τέλειον, οὕτως. κύματος ἐξαναδὺς ἐκείνου ἑνὸς τῶν πολλῶν ἃ ἐρεύγεται ἤπειρόν δέ. Τὸ δὲ νῆχε παρὲξ, ἀντὶ τοῦ, οὔτε πάνυ πόῤῥω τῆς γῆς, δέδιε γὰρ μήπως αὐτὸν αὖθις ἀναρπάξῃ θύελλα. οὔτε αὖθις ἐν χρῷ τῆς γῆς, ἵνα μὴ ταῖς πέτραις προσαραχθῇ. καὶ δηλοῖ συνήθως κἀνταῦθα ἡ μὲν παρα, ἐγγύτητα τὴν πρὸς τῇ γῇ. ἡ δὲ εξ ἄπωσιν τὴν ἐν θαλάσσῃ. Ὅρα δὲ ὅτι παρὲξ ἔφη, μὴ συντάξας τὸ ἐπίῤῥημα πτώσει τινὶ ὡς ἐν ἄλλοις ἐποίει. οἷον παρὲξ ἅλα. καὶ, παρὲκ νόον. Τὸ δὲ ᾤδεε χρόα, ἀντὶ τοῦ, ἐξώγκωτο. ἐκ τοῦ οἰδέω οἰδῶ. εὕρηται δὲ ἐν παλαιοῖς βιβλίοις καὶ ἀντὶ τοῦ ὤζεεν, ὡς ἀπὸ τοῦ ὀζῶ τροπῷ συνήθει τοῦ ζ εἰς δ. τοῦ δὲ ὀζῶ κοινῶς μὲν, ὁ μέλλων διὰ τοῦ ε, ὀζέσω γάρ. ὁ δὲ κωμικὸς ἐν ταῖς σφηξὶν, ὀζήσω φησὶ διὰ τοῦ η. Τὸ δὲ θάλασσα κήκιεν, ἀντὶ τοῦ, ὕδωρ θαλάσσιον κατέῤῥεν. ὥσπερ καὶ ἐν Ἰλιάδι, ἱδρὼς κήκιε. Τοῦ δὲ ὀλιγηπελέων, ἔστι καὶ ὄνομα ἐν τοῖς ἑξῆς ἡ ὀλιγηπελία, ὅ ἐστιν ὀλιγοψυχία. ἔστι γὰρ ὀλιγηπελέειν, τὸ ὀλίγον τινὰ πέλειν. ἢ ὀλιγοῦσθαι τὸ εἶναι διά τι πάθος φθοροποιόν. ὁποῖον καὶ ὁ αἰνὸς κάματος. Ὅτι καταποικίλλων πανταχοῦ πολυειδῶς καὶ τὴν ποίησιν ταύτην Ὅμηρος παραπλέκει τῷ τοῦ Ὀδυσσέως κινδύνῳ καὶ ἠθοποιΐας τινάς. φησὶ γοῦν ἐν προοιμίοις τοῦ κακοῦ, ὅτι ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν. ᾤμοι ἐγὼ δειλός. τί νύ μοι μήκιστα γένηται. λέγει δὲ καὶ δεδιέναι μὴ νημερτέα ἡ Καλυψὼ εἴπῃ, φαμένη ἐν πόντῳ αὐτὸν πρὶν εἰς τὴν πατρίδα ἐλθεῖν, ἄλγεʼ ἀναπλήσειν. ἐκφοβεῖ δὲ αὐτὸν καὶ τὸ νέφεσι περιστέφεσθαι τὸν οὐρανὸν ἤτοι τὸν ἀέρα ὡς προγέγραπται. καὶ τὸ ταράσσεσθαι τὸν πόντον. καὶ τὰς ἀέλλας τῶν ἀνέμων ἐπισπέρχειν. καὶ φησί. νῦν μοι σῶς αἰπὺς ὄλεθρος. ὃ κεῖταί που καὶ ἐν Ἰλιάδι. καὶ ὅτι τρισμάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρείδῃσι φέροντες. καὶ δὴ ἔγωγʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν ἤματι τῷ, ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα Τρῶες ἐπέῤῥιψαν περὶ Πηλείωνι θανόντι. ὅτε δηλαδὴ Ὀδυσσεὺς, μὲν, ἐβάστασε τὸν Ἀχιλλέα νεκρὸν, Αἴας δὲ ὑπερήσπιζεν. οὕτως ἂν ἔλαχόν φησι κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί. νῦν δέ με λευγαλέῳ θανάτῳ ὅ ἐστιν ὀλεθρίῳ παρὰ τὸν λοιγὸν ἢ θανασίμῳ παρὰ τὸ λέγω τὸ κοιμίζω εἵμαρτο ἁλῶναι. ὁποῖος δηλαδὴ σὺν ἄλλοις καὶ ὁ ἐν θαλάσσῃ. Ὅρα δὲ τὸ, πρὸς ὃν μεγαλήτορα θυμόν. τὸ γὰρ ἐναγώνιον, οὐκ ἐδίδου καὶ ἐκλαλεῖσθαι τὰ κατὰ θυμόν. ἡ μέντοι Ὁμηρικὴ Μοῦσα οἶδεν αὐτὰ κἂν εἰ μὴ ἐξεβοῶντο. ἐν δὲ τοῖς ἑξῆς τὸ, εὔξατο ὃν κατὰ θυμὸν, ἄλλον ἔχει λόγον. ἐκεῖ γὰρ καὶ τὸ ὕδωρ προσπελάζον τοῖς χείλεσιν, οὐκ ἀφίησι προφορικῶς εὔχεσθαι. πρὸ δὲ τούτων ὁ Ποσειδῶν μυθικῶς κινήσας τὴν κεφαλὴν προστί ὃν μυθήσατο θυμὸν; διὰ τὸ μόνος εἶναι καὶ μὴ ἔχειν τινὰ ᾧ ἂν μυθήσεται. Τὸ δὲ ᾤμοι ἐγὼ δειλὸς, καινότερον ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ οὐδὲ ἔμψυχον, ᾤμοι τῷ δειλῷ. Τὸ δὲ τί νύ μοι μήκιστα γένηται, ἀντὶ τοῦ, τίνα μοι κακὰ μείζω γενήσεται. εἰ δὲ γράφεται μήχιστα, ἐρωτᾷ τί ἄν μοι γένοιτο μῆχος ἤτοι μηχανή. Τὸ δὲ ἄλγεʼ ἀναπλήσειν, ἀντὶ τοῦ ἐντελῶς παθεῖν καὶ πληρέστατα. γράφεται δὲ καὶ ἀνατλήσειν. Τὸ δὲ καὶ τετράκις, ἀφελῶς εἴρηται καὶ πρὸς οὐδὲν μέγα. ἐν γὰρ τῷ τρισμάκαρες, καὶ τὸ τετράκις καὶ τὰ ἐφεξῆς νοοῦνται. οὐ γὰρ <!-- 1.227 -->ὥρισται τὸ τρισμάκαρες, ἀλλʼ ἀντὶ τοῦ πολυμάκαρες λέγεται. εἰ μὴ ἄρα κατὰ Πινδαρικὴν ἔννοιαν οἱ ἐξηγηταὶ δηλοῦσιν ἐκεῖ, τὸ τρισμάκαρες καθὰ καὶ τὸ τρισάθλιοι, τριαδικὸν αὐτὸ δὴ τοῦτο μόνον δηλοῦσιν ἀριθμόν. εἰ δὲ καὶ τοῦτο, ἀφελῶς πάλιν εἴρηται τὸ τετράκις καὶ οὐδέν τι μεγαλεῖον ἔχει, οἷα ἐν κινδύνῳ ἀσκέπτως ῥηθέν. μεῖζον γὰρ ἦν, πεντάκις ἢ δεκάκις ἢ τοιοῦτόν τι εἰπεῖν. Σημείωσαι δὲ καὶ ὅτι ἀπὸ συνθέτου τοῦ, τρισμάκαρες, ἰδίᾳ λαβὼν ἔθετο τὸ, καὶ τετράκις. ὡς εἴπερ καὶ ἐκεῖ τὸ τρὶς μὲν ἰδίᾳ ἔκειτο ἰδίᾳ δὲ αὖθις τὸ μάκαρες. ὅμοιόν τι καὶ ἐν τοῖς ἑξῆς τὸ διοθανέες ὅτε ἅπαξ θνήσκουσʼ ἄνθρωποι. Σημείωσαι δʼ ἐν τῷ τρισμάκαρες, οὕτω δὲ καὶ ἐν τῷ, νῆσοι μακάρων, καὶ τῷ, μακάρεσι θεοῖσιν, ὅτι τὸ μάκαρ, οὐκ ἔσχεν ἀποκοπὴν ἐκ τοῦ μακάριος. οὐ γὰρ ἂν ἀποκοπὲν ἐκλίνετο. τὰ γὰρ οὕτω παθόντα μένουσι τοῦ λοιποῦ ἀμετάβατα εἰς κλίσιν, ὡς οἷα ποδῶν ἐκοπέντα τῶν ἐν αὐτοῖς τελευταίων συλλαβῶν αἷς αἱ μεταβάσεις τῶν κλίσεων γίνονται. τὸ γοῦν δῶ καὶ τὸ κρῖ καὶ ὁ παρὰ τῷ γεογράφῳ ἧλ δαιμόνιος ἀποκεκομμένα ἐκ τοῦ δῶμα καὶ κρίμνον καὶ ἧλος, οὐκέτι κινοῦνται. οὕτω δὲ καὶ τὸ νίφα καὶ σκέπα τὰ τοῦ Ἡσιόδου καὶ τἄλλα. οὔκουν ὁ μάκαρ ἀπεκόπη ἐκ τοῦ μακάριος, ἀλλὰ πρωτότυπον αὐτὸ ἐκείνου ἐστί. διὸ ὡς Καίσαρ καίσαρος καισάριος, οὕτω μάκαρ μάκαρος μακάριος. ἐξ οὗ κατὰ συγκοπὴν ὁ μάκαρς, πρὸς ὁμοιότητα τοῦ ἃλς ὁ ἐκ θαλαττίου ὕδατος συμπαγεὶς, οὗ προϋπάρχει ὁ ἅλιος. διὸ καὶ κλίνεται ὥσπερ ὁ ἃλς τοῦ ἁλτὸς, καὶ ἐξωθήσει τοῦ τ ἁλὸς διὰ κανόνα γραμματικὸν, οὕτω καὶ μάκαρς μάκαρος. ἀφʼ οὗ μακάρτατος μακαριώτατος. εἰ μή τι ἄρα καὶ αὐτὸ ἐκ τοῦ μακαριώτατος συγκέκοπται. Τὸ δὲ οἳ τότʼ ὄλοντο, πολὺν μὲν ἔχει νοῦν. γοργότατα δὲ εἴρηται. πότε γὰρ τότε; ὅτε πάντως Ἑλένη μὲν ἡρπάγη. Ἀχαιοὶ δὲ ἔπλευσαν. καὶ τὰ, καὶ τὰ ἐγένετο. ἐν οἷς καὶ τὸ τοῦ Ἀχιλλέως πτῶμα καὶ τὰ ἐπʼ αὐτῷ. αἴτιον δὲ καὶ τῆς γοργότητος ταύτης ὁ κινδυνώδης καιρὸς, οὐκ ἐφιεὶς πολυλογεῖν. Σημείωσαι δὲ ὁποῖόν τι ὁ ἄνθρωπος ἐν τοῖς κατὰ τὸν βίον. καὶ ὡς πρὸς τὰς τύχας, τὰς φρένας κέκτηται. Ὀδυσσεὺς γὰρ ὁ ἐν Τροίᾳ ἐξ ἅπαντος τρόπου ζωὴν ἑαυτῷ περιποιούμενος, μακαρίους ἐνταῦθα ἡγεῖται τοὺς ἐκεῖ θανόντας ὅθεν αὐτὸς ἐῤῥύσθη. μυρία δὲ καὶ ἄλλα ὁσημέραι τοιαῦτα παλίντροπα ἤθη παραφαίνονται κατὰ τὸ πάντῃ ἀναγκαῖον. οὕτω καὶ Πτολεμαίου τοῦ βασιλέως περιᾴδεται τὸ, ὦ τάλας ἐγὼ τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι με. εἶπε δὲ τοῦτο ἐκεῖνος, ὅτε ποδαγρῶν καὶ ἰδὼν Αἰγυπτίους περὶ τὸν ποταμὸν ἐπὶ τῆς ἄμμου ἐῤῥιμμένους ἀριστοποιουμένους ὥς φησιν Ἀθήναιος καὶ τὰ τυχόντα προσφερομένους, ἐπαθήνατο. Καὶ σημείωσαι τὸ σχῆμα τοῦ βασιλικοῦ λόγου. ὅπερ ἐστι, τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι. ἤγουν ὅτι μὴ δὲ τούτων εἷς ἐγενόμην. ληφθὲν ἐκ τοῦ κωμικοῦ εἰπόντος ἐν νεφέλαις. τὸ δὲ μὴ κυνῆν ἐλθεῖν ἐμὲ τὸν ταπεινὸν ἔχοντα. ἤγουν ὅτι μὴ ἦλθον ἔχων οἴκοθεν σκέπασμα κεφαλῆς. καὶ ἔστιν ἐλλειπτικόν. οἷον λέγῃ ὁ μὲν βασιλεὺς, ὡς δυστυχὲς γέγονέ μοι τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι. ὁ δὲ τῆς κωμῳδίας ἄνθρωπος, ὅτι ἀπρομήθευτόν μοι συνέβη τὸ μὴ φέρειν κατακάλυμμα κεφαλῆς ἐπὶ ὑετῷ. Ἰστέον δὲ ὅτι αἱ συνθέσεις τοῦ τρὶς ἐπιῤῥήματος, ποτὲ μὲν ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, αὐτόχρημα τριάδα δηλοῦσιν, ὡς ἐν τῷ τρισμάκαρες καὶ τετράκις καθὰ εἴρηται. ποτὲ δὲ, πλῆθος σημαίνουσιν. ὡς ἐν τῷ, τρισγαρμύριοί εἰσι παρʼ Ἡσιόδῳ. καὶ ἐν τῷ, ἀλλʼ ὦ τρισκεκορημένε Σμερδίῃ παρὰ Ἀνακρέοντι. ἤγουν πολλάκις ἐκσεσαρωμένε. καὶ Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν παρὰ Ἀρχιλόχῳ. ἤτοι τὴν λίαν ὀϊζυράν. οὕτω δὲ καὶ ὁ γράψας ὅτι στίχων καὶ πέδων δοῦλος ὁ στιγματίας. καὶ πεδήτης παρὰ Ἀριστοφάνει. μετʼ ὀλίγα λέγει ὅτι τριπαίδων, ὁ τρίδουλος. καὶ ὥς που προεγράφη, τρίπρατος. Ἱππώναξ δὲ ὑπεραναβὰς τοῦτο, φησὶν ἀφέω τοῦτον τὸν ἑπτάδουλον. τοῖς δὲ ἀνωτέρω ῥηθεῖσιν, ὅμοιον καὶ τὸ τρισεξώλης. ὅτι δὲ τὸ αὐτὸ τρὶς, οὐκ ἀεὶ φυλάσσει τὸ σίγμα συντεθὲν ἀλλʼ ἀποβάλλει αὐτὸ, δῆλον ἐκ τοῦ τρίπαλαι. καὶ τρίπους. καὶ τρίδουλος. καὶ ἄλλων μυρίων. Τὸ δὲ χάριν φέροντες εἶπεν ἐν τῇ γ ῥαψῳδίᾳ. Τοῦ δὲ δοῦρα ἐπέῤῥιψαν, οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν. κρεῖττον γάρ ἐστι καὶ τοῦ ἀφῆκαν. ἐπὶ μέντοι ὀϊστῶν, οὐκ ἂν εἴη καίριον. ἀλλὰ μᾶλλον οἰκεῖον ἐκεῖ τὸ ἀφῆκαν. ἐπεὶ καὶ ἀπὸ τοῦ ἵημι γίνεται ὁ τοιοῦτος ἰός. τὸ δέ γε βάλλειν, ἕτερόν ἐστι τοῦ ἐπιῤῥίπτειν καὶ ἀφιέναι. αὐτὸ γὰρ, ἀντὶ τοῦ, ἐπιτυχεῖν λέγεται. Τὸ δὲ περὶ Πηλείωνι, ὅμοιον τῷ, ἀμφʼ Ὀδυσσῆϊ ὅπερ ἀνωτέρω κεῖται. Τὸ δὲ ἔλαχον κτερέων, ἀντὶ τοῦ, ἔτυχον ὡς καὶ ἐν ἄλλοις πολλαχοῦ κεῖται. οἱ δὲ μεθʼ Ὅμηρον, αἰτιατικῇ συντάσσουσι τὸ λαχεῖν. Ὅτι ἐθὰς ὢν ὁ ποιητὴς τοῦ ἐν μεγάλοις καὶ μάλιστα ἐπικινδύνοις πράγμασι θεῖα <!-- 1.228 -->εἰσάγειν πρόσωπα, καὶ συγκιρνᾶν ἀγαθῷ τινι τὸ ἄκρατον τοῦ κακοῦ ἢ καὶ παντελῶς ἀπάγειν αὐτὸ, ποιεῖ τοῦτο καὶ νῦν. καὶ ἐπεὶ μέγα τὸ τοῦ κινδύνου κακὸν ἦν τῷ Ὀδυσσεῖ καὶ πάντῃ ἄφυκτον, πλάττει τὴν Λευκοθέαν ἀναφανεῖσαν ἐκ μέσων τῶν κυμάτων καὶ τὰ δυνατὰ πιθανῶς βοηθήσασαν. ὡς μή τε τῷ Ποσειδῶνι παντελῶς ἀντιπεσεῖν, μή τε τὸν Ὀδυσσέα προλιπεῖν ἀβοήθητον. βοηθεῖ δὲ, διὰ τοῦ κατʼ αὐτὴν κρηδέμνου ὡς ἐφεξῆς ῥηθήσεται. ἀστεῖον δὲ τὸ Λευκοθέας ἐπεισόδιον. ἱστορίαν τε γὰρ ξενικὴν ἐπεισάγει, καὶ Ὁμηρικὸν ἔθος πληροῖ, θεῖον ἐν κινδύνῳ εἰσαγομένη πρόσωπον. καὶ τὸ ἄπορον λύει τοῦ, πῶς Ὀδυσσεὺς οὐκ ἔπαθέ τι δεινὸν πέτραις προσαραχθείς. ἔστι δὲ ὁ περὶ τῆς Λευκοθέας λόγος τῷ ποιητῇ, οὗτος. τόν δʼ εἶδε Κάδμου θυγάτηρ καλλίσφυρος Ἰνώ. Λευκοθέη. ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα. νῦν δʼ ἁλὸς ἐν πελάγεσσι, θεῶν ἐξέμμορε τιμῆς. αὕτη τὸν Ὀδυσσέα ἐλέησεν ἀλώμενον ἄλγεʼ ἔχοντα. αἰθυίῃ δʼ εἰκυῖα ποτὴ, ἀνεδύσατο λίμνης. ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου, εἶπέ τε μῦθον. κάμμορε. τίπτέ τοι ὧδε Ποσειδάων ὠδύσατʼ ἐκπάγλως, ὅτι σοι κακὰ πολλὰ φυτεύει. καὶ ἑξῆς. τοῦτο δέ ἐστι παρῳδῆσαι, ὅτέ τις μνησικάκως πάσχει πρός τινος. ἡ δὲ κατὰ τὴν Ἰνὼ ἤτοι Λευκοθέαν ἱστορία, διώνυμως γὰρ ἡ γυνὴ, τοιαύτη τίς ἐστιν. Ἰνὼ Ἀθάμαντι συνοικήσασα ἔσχε παῖδας Μελικέρτην καὶ Λέαρχον ἢ Κλέαρχον. Ἀθάμας δὲ κατὰ μῆνιν Ἥρας τὰς φρένας ληφθεὶς, ἐπεὶ ἔθρεψε τὸν Διόνυσον, ἀναιρεῖ τὸν Λέαρχον. ἐπεὶ δὲ καὶ τὸν λοιπὸν ἔμελλε παῖδα διαχειρίσασθαι, βαστάζει αὐτὸν ἡ μήτηρ Ἰνώ. καὶ διὰ τοῦ λευκοῦ πεδίου τῆς Μεγαρίδος θεύσασα ὅ ἐστι δραμοῦσα, ὅθεν καὶ Λευκοθέα ἐκλήθη, συγκατέῤῥιψεν ἑαυτὴν τῷ βασταζομένῳ παιδὶ ἐς θάλασσαν. καὶ ἰσόθεον ἔλαχε τιμὴν σὺν αὐτῷ, κληθέντι Παλαίμονι διὰ τὸ κατὰ τὸν μῦθον συλλαμβάνεσθαί τι τοῖς ἁπλῶς παλαίουσι ἢ τοῖς κατὰ θάλασσαν παλαίουσιν, ὅ ἐστι πονουμένοις περὶ τὰ ναυτικά. ἐπεὶ καὶ ἡ παλαισμοσύνη, παλαιμοσύνη γραφομένη εὑρίσκεται παρὰ τοῖς παλαιοῖς. θυγάτηρ δὲ ἡ Ἰνὼ τοῦ Κάδμου, ὃς περὶ τὰς θυγατέρας ἐδυστύχησε. Σεμέλη μὲν γὰρ, ἐφλέχθη κεραυνῷ. Ἀγαυὴ δὲ μανεῖσα, διεσπάσατο τὸν υἱὸν Ἀκταίωνα. Λευκοθέα δὲ, εἰς θάλασσαν ἥλατο. οἰκτίζεται δέ φασιν αὕτη τὸν Ὀδυσσέα, ἢ ὡς ἄνθρωπος γενομένη ποτέ. ἢ καὶ ὡς φιλογύνην ὄντα. ἢ καὶ ὡς ὁμοιοπαθῇ. θαλάσσῃ γὰρ καὶ αὐτὸς εἰ καὶ μὴ ἑκὼν ἐμπέπτωκεν ὡς ἐκείνη, ἀλλʼ οὖν δυστυχῶς ἐγκυβιστᾷ. οὐκ ἐμορφώθη δέ φασιν εἰς αὐτὸ τοῦτο αἴθυιαν. πῶς γὰρ λαλεῖ, πῶς δὲ καὶ φορεῖ ἢ καὶ χειρίζει τὸ κρήδεμνον; ἀλλὰ τῷ τρόπῳ τῆς ἀναδύσεως, ἔοικεν εἰς αἴθυιαν. οὐκ ἐναντιοῦται δέ φασι τῷ Ποσειδῶνι, ἐπεὶ κἀκεῖνον οἶδεν εἰδότα ὡς χρὴ σωθῆναι τὸν Ὀδυσσέα. διὸ καὶ προαναφωνεῖ διʼ αὐτῆς ὁ ποιητὴς ὡς οὐ καταφθίσει τὸν Ὀδυσσέα ὁ Ποσειδῶν. Αὐδήεσσα δὲ, ἢ ἡ διαβόητος κατὰ τοὺς παλαιοὺς ὅ ἐστιν ἀοίδιμος διὰ τὰ ἐπʼ αὐτῇ συμβάντα. ἢ ἡ ἔνδοξος, εὐγενὴς γάρ. ἢ κατὰ Ἀριστοφάνην, ἡ χρωμένη ἀνθρωπίνῃ φωνῇ. οὕτω γὰρ αὐδήεντες οἱ ἄνθρωποι πρὸς διαστολὴν τῶν λοιπῶν ζῴων. γράφεται δὲ καὶ οὐδήεσσα τουτέστιν ἐπίγειος. νύμφη γὰρ ἦν καὶ οὐκ ἐκ τῶν οὐρανιώνων. Ἀριστοτέλους δέ φασι καὶ Χαμαιλέοντος ἡ τοιαύτη γραφή. Τὸ δὲ ποτῇ, ἢ κατὰ δοτικὴν, ἵνα λέγῃ ὅτι πετομένῃ αἰθυίῃ ἐοικυῖα. ἢ κατὰ εὐθεῖαν πτῶσιν, ἵνα ᾖ ποτὴ ἀνεδύσατο λίμνης, ἤγουν πετασθεῖσα ἐκ θαλάσσης ἀνέδυ. γράφεται δὲ καὶ σὺν τῷ νῦ, ποτήν. ὃ δηλοῖ τὴν πτῆσιν. ὡς ἂν λέγῃ, ὅτι ἐοικυῖα αἰθυίῃ κατὰ τὴν πτῆσιν ἤγουν κατὰ τὴν ὁρμήν. καὶ ἀπαλλαττομένη δὲ ἡ μυθικὴ αὕτη Λευκοθέα, αἰθυίᾳ εἰκάσθη. ὡς καὶ ἡ Ἀθηνᾶ, ὄρνις ὡς ἀνόπαια διέπτατο. καὶ φήνῃ εἰδομένη. Τὸ δὲ ὠδύσατο, ἐνθύμιον δίδωσι τοῦ ἐτυμολογεῖσθαι τὸν Ὀδυσσέα ἐκ τοῦ τοιούτου ῥήματος ὡς καὶ προγέγραπται. διὸ καὶ αὐτὸς ἐν τοῖς ἑξῆς, λέγει ὅτι οἶδα ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος, ὃ ταυτόν ἐστι τῷ, κλυτὸς Ἀμφιτρίτη. Ἀττικὸς δὲ παρακείμενος τὸ ὀδώδυσται κατά τι ὅμοιον τοῦ ὀρώρυκται. Τὸ δὲ κακὰ πολλὰ φυτεύειν, τὸ δολιεύεσθαι καὶ νῦν δηλοῖ. καθὰ καὶ τὸ ὑφαίνειν δόλον ἐν τοῖς ἐφεξῆς. Ὅτι παραμυθία ἐπὶ βουλῆς τὸ, οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων. παραινετικὸν δὲ τὸ, ἀλλὰ μάλʼ ὧδʼ ἔρξον. δοκέεις δέ μοι οὐκ ἀπινύσσειν. ὅ ἐστιν ἀφραίνειν καὶ ἐστερῆσθαι τοῦ πινυτὸς εἶναι. παίδευσις δὲ τοῦ μὴ ἑτέροις θαῤῥεῖν ἀλλὰ τοῖς οἰκείοις ἔργοις τὸ, σχεδίην μὲν ἀνέμοισι φέρεσθαι κάλλιπʼ. ἀτὰρ χείρεσσι νέων, ἐπιμαίεο νόστου. ἤτοι ἐπιθύμει. ἐπιμελοῦ, ἐκ τοῦ μῶ μαίω τὸ ζητῶ. Τὸ δὲ νέων, κεῖται μὲν καὶ ἐν τῷ, ποταμοῦ κατὰ στόμα ἷξε νέων. ἔχει δὲ ἐνεστῶτα τὸ νέω νῶ. ἐξ οὗ τὸ νήχω παράγωγον. Ὅτι κρήδεμνον ἡ Λευκοθέα δίδωσι τῷ <!-- 1.229 -->Ὀδυσσεῖ ὡς ἂν ὑπὸ στέρνοιο τανύσας αὐτὸ ὃ καὶ ἄβροτον λέγει, μηκέτι παθεῖν δέος ἔχῃ μὴ δʼ ἀπολέσθαι. ἔοικε δὲ τὸ τοιοῦτον κρήδεμνον, περίαπτόν τι ποθὲν περιγενέσθαι τῷ Ὀδυσσεῖ, φυλακτήριον θαλαττίου κακοῦ καθά που καὶ τὸ μῶλυ πρὸς ἀποτροπὴν φέρει κακοπιοῦ ἀλογίας. ἔοικε γὰρ εἰδέναι καὶ τὴν φύσιν τῶν περιάπτων ὁ ποιητὴς ὡς δηλοῖ καὶ τὸ φόρημα τοῦ κεστοῦ. καὶ ἄλλως δὲ τὸ ῥηθὲν, αἴνιγμά τι ἐστὶ τοῦ εἶναι τὸν Ὀδυσσέα τλημονέστατον, διά τε τὸ φύσει ἀγχίνουν, καὶ τὸ τλησικάρδιον. διὸ κρήδεμνον μὲν, τὸ φυλακτήριον. καὶ διατοῦτο φρονήσεως σύμβολον. περὶ τὰ στέρνα δὲ τίθεται, κατὰ τὸ, τέτλαθι κραδίη. ὃ καὶ ἀλλαχοῦ λέγει αὐτός. καὶ ἄλλως δὲ τὸ αὐτὸ εἰπεῖν, τὸ οὐδέ τι σοι παθεῖν δέος, τοῦτό ἐστι τὸ περὶ τὰ στέρνα θεῖν κρήδεμνον, ἤγουν τὸ μὴ τὴν καρδίαν δέος παθεῖν διὰ τὸ ἀχανὲς τοῦ πελάγους. ἀλλὰ θαῤῥαλέως ἔχειν διὰ τὸ φύσει καὶ ἐξ ἀρετῆς δὲ τλησίπονον. Ἐν τούτοις δὲ καθὰ καὶ ἀλλαχοῦ ἐν πολλοῖς, ἡ δευτέρα φροντὶς, κρείττων τῆς προτέρας ἀπεκβαίνει. πρῶτα μὲν γὰρ ὡς εἰκὸς, βουλεύεται Ὀδυσσεὺς ἀφεὶς τὴν σχεδίαν, χερσὶ νήχεσθαι. εἶτα μεταβουλεύεται, παραμεῖναι τῇ νηῒ, ἕως ἂν αὐτὴν τὸ κῦμα διατινάξῃ. σεμνύνει δʼ ἐν τούτοις τὸν Ὀδυσσέα ἐπὶ πλέον ὁ μύθος, εἴπερ ἡ μὲν Λευκοθέα ὑποτίθησιν αὐτῷ ἀμελῆσαι μὲν τῆς σχεδίας, ἐπιτρέψαι δὲ τὴν σωτηρίαν τῷ νήχεσθαι. ὁ δὲ, ἄλλως ἐπικρίνει φρονῶν κρεῖττον αὐτῆς. συμβουλεύει δʼ ἐνταῦθα ἡ μυθικὴ Λευκοθέα τῷ Ὀδυσσεῖ, καὶ ἐπειδὰν αὐτὸς χερσὶν ἐφάψηται ἠπείρου ἀποδύσασθαι τὸ κρήδεμνον καὶ βαλεῖν εἰς πόντον πολλὸν ἀπʼ ἠπείρου. αὐτὸν ἄπο νόσφι τραπέντα. ὅ ἐστιν, ἔμπαλιν βλέποντα. ὃ καὶ ποιήσει ἐκεῖνος κατά τι παρατήρημα ἐν τοῖς ἑξῆς. τί γὰρ καὶ ἐχρῆν πλάσασθαι φορεῖν αὐτὸν τὸ μηκέτι ἐσόμενον χρήσιμον; ἔστι δὲ τὸ ἠπείρου χείρεσιν ἐφάψασθαι, ταυτὸν τῷ, ἐπὶ χέρσου γενέσθαι, κολυμβῶντα δηλαδή. τοῦ γὰρ νηχομένου, αἱ χεῖρες πρῶται ἅπτονται γῆς. Ὅτι παραμυθικὸν τὸ, οὐδέ τι τοι παθεῖν δέος οὐδʼ ἀπολέσθαι. Ὅτι δύσελπιν ἐπάνοδον δηλοῖ τὸ, ἐπεὶ ἑκὰς γαῖα ὅθι μοι φάτο φύξιμον εἶναι. Βουλευτικοῦ δὲ ἀνδρὸς τὸ, ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον. Ὅτι ὁ τέως μὲν μεταχειριζόμενός τι λυσιτελὲς μελετῶν δὲ κατʼ ἀνάγκην καί τι ἕτερον δυσχερὲς ποιήσειν εἰ ἔλθοι καιρὸς, ἔχει πρὸς παράδειγμα τὸν Ὁμηρικὸν Ὀδυσσέα λέγοντα. Ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ, τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων. αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ, νήξομαι. ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον. δῆλον γὰρ ὡς ὅτε καιρὸς, ἐγχειρητέον καὶ τοῖς μὴ καλοῖς. καὶ ἄλλως δὲ εἰπεῖν, παράδειγμά ἐστι τὸ τοιοῦτον, τῷ μετὰ ἀπορίαν μεγάλης βοηθείας πεποιθότι ἐπὶ μικροῖς. Τὸ δὲ ἀρήρῃ, διὰ τοῦ η ἔχει τὴν λήγουσαν ὡς ὑποτακτικὸς παρακείμενος τοῦ ἄρηρα. ὁποῖον καὶ τὸ ὀλώλῃ ἐκ τοῦ ὄλωλα ἐν τῷ, ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος. Τὸ δὲ σχεδίαν διατινάξῃ, παραβολῆς ἤρτηται τῆς εἰπούσης, ἠΐων θημῶνα τινάξει. Ὅτι ὁ χαίρων ἐφʼ οἷς προήγαγέ τινα εἰς κάκωσιν πολλὴν, ἐρεῖ ἂν τὸ, κινήσας δὲ κάρη, ἔφη. οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω εἰσόκεν γένηται τό δέ τι. ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος. ἔστι δὲ ὀνόσσεσθαι κακότητος, τὸ ἐξευτελίσαι τὴν κάκωσιν ὡς καὶ προείρηται, ὅπερ εἰώθασι πολλοὶ ποιεῖν, βαρυνόμενοι ἐπὶ τοῖς βραχέα κακύνουσιν. οἱονεὶ μεμφόμενοι ὅτι ἀτεχνῶς καὶ οὐ βαρέως ἐκακοποίησαν καὶ οὐχʼ ὡς ἐπεθύμουν. Ὅτι τὰς Αἰγὰς περὶ ὧν προεῤῥέθη, τόπον ἱερὸν τῷ Ποσειδῶνι εἶναι λέγει ὁ ποιητής. εἰπών. ἵκετο δʼ εἰς Αἰγὰς ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν. Ὅτι δʼ ἐκ τῶν τοιούτων ὡς ἐπισήμων καὶ τὸ Αἰγαῖον ἐκλήθη πέλαγος, διείληπται ἀλλαχοῦ. Καὶ ὅτι διὰ τὸ ἐκεῖσε πολὺ βάθος, ἱερῶσθαι τῷ Ποσειδῶνι ὁ τόπος δοκεῖ ὡς οἷόν τι ἄδυτον. Ὅτι εὐδίας φράσις τὸ, ἤτοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους, παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας. ὦρσε δʼ ἐπὶ κραιπνὸν βορέην, πρὸ δὲ κύματʼ ἔαξε. Καὶ ὅρα τὸ, κατέδησε κελεύθους. ὅθεν ἡ κοινὴ γλῶσσα, ὁδοῦ δέματα λέγει, ἔνθα ὕλη τεθεῖσα, κωλύει τοὺς ὁδεύοντας. Τοῦ δὲ εὐνηθῆναι ὁ ἐνεστὼς, εὐνῶ. ἐξ οὗ τὸ εὐνάζειν παράγεται. Τὸ δὲ δὲ κύματʼ ἔαξε τὰ τῶν ἄλλων δηλοῖ ἀνέμων. ἐπεί τοι καὶ ὁ βοῤῥᾶς ἐγείρει κύματα. Ὅτι ἐθέλων ὁ ποιητὴς δηλώσειν ὅπως Ὀδυσσεὺς διετέθη ὁπηνίκα μεγάλου ὑπὸ κύματος ἀρθεὶς εἶδε τὴν τῶν Φαιάκων, φησίν. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανείη πατρὸς, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων δηρὸν τηκόμενος. τηκεδόνος γὰρ αἰτία ἡ νόσος. στυγερὸς δέ <!-- 1.230 -->οἱ ἔχραε δαίμων, ἀσπάσιον δʼ ἄρα τόν γε θεὸς κακότητος ἔλυσεν, ὣς Ὀδυσσῆʼ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη. καὶ ἔστιν ἡ παραβολὴ, πρὸς μόνον τὸ πολὺ τῆς ἡδονῆς. ἄλλως γὰρ, ἀνομοίως ἔχει τῷ πράγματι. ἐκεῖ μὲν γὰρ, οἱ μηδὲν παθόντες παῖδες, χαίρουσιν ἐπὶ τῷ πεπονθότι πολλά. ἐνταῦθα δὲ, ὁ πολυπαθὴς Ὀδυσσεὺς χαίρει γῆν ἰδὼν τὴν ἐπʼ αὐτῷ ἀπαθῆ. οὐκοῦν πρὸς μόνην τὴν πολλὴν χαρὰν ἡ παραβολή. Καιρία δὲ λέξις ἐπὶ τοιούτου πράγματος τὸ ἀσπάσιος. ᾗ ἰσοδύναμον τὸ ἀσπαστόν. διὸ καὶ ἐπέμεινεν αὐτῇ. Ἔχει δέ τι ἀστεῖον ἡ παραβολὴ καὶ ἐν τῷ, μὴ πατέρα ἐπὶ παισὶν ἀλλʼ αὐτοὺς ποιῆσαι χαίροντας ἐπὶ πατρὶ ἀπαλλαγέν τι ὀλεθρίας νόσου. καὶ Ὀδυσσεὺς γὰρ τὴν πατρίδα γῆν ἀναπολήσας ἣν ὡς ἐξ αὐτοῦ ἀπολωλυῖαν ἐλογίζετο, ἐχάρη διʼ αὐτὸ, ἰδὼν τὴν γῆν. Τὸ δὲ φανείη, τινὰ τῶν ἀντιγράφων ἐν δυσὶν ἦτα γράφουσιν. ἵνα ᾖ φανῇ, καὶ κατὰ πλεονασμὸν φανήη. ἢ ἐκ τοῦ φανείη κατὰ τροπὴν τῆς παραληγούσης ει διφθόγγου εἰς τὴν ῃ δίφθογγον. ὃ γέγονε καὶ ἐπὶ τοῦ καλλιπάρῃος ἐκ τοῦ παρειά. Τὸ δὲ στυγερὸς ἔχραε δαίμων, ἀντὶ τοῦ φρικτὴ ἢ θανάσιμος ἐπεβάρησε τύχη. Τὸ δὲ Ὀδυσσῆʼ ἀσπαστὸν, φίλον ἂν φανείη τοῖς νοηματίζουσι σχεδιακῶς. ἐξὸν γὰρ Ὀδυσσεῖ γράψαι διὰ διφθόγγου, συνείληπται ὅμως, ἐκ τῆς Ὀδυσσῆϊ δοτικῆς Ἰωνικῆς. Τὸ δὲ ἀσπαστὸν ἐφάνη γαῖα καὶ ὕλη, δυνάμενος εἰπεῖν ἀσπασταὶ ἢ ἀσπαστὰ, ὅμως ὡς ἐπὶ ἁπλῶς ἑνὸς πράγματος ἠρέσθη οὕτως εἰπεῖν. Ὅτι ποταμοῦ στόμα καλλιρόου φησὶ μεταφορικῶς. ἐντεῦθεν δὲ, καὶ στόμια ποταμῶν λέγονται. οἷς ἀκόλουθον, καὶ τὸ λέγειν ἐρεύγεσθαι ποταμοὺς εἰς θάλασσαν. λέγονται δὲ καὶ ἐκβολαὶ ποταμῶν τὰ τοιαῦτα στόματα, διὰ τὴν ῥηθεῖσαν ἐρυγήν. ἄλλως γὰρ, εἰσβολὰς ἔδει λέγεσθαι διὰ τὸ εἰσβάλλειν εἰς θάλασσαν. Τὸ δὲ καλλίροον, οὐ διπλάζει τὸ ρ. διά τε τὸ μέτρον, καὶ φυσικῶς δέ. οὕτω καὶ μετʼ ὀλίγα ἐν τῷ, ἔγνω δὲ προρέοντα ἤγουν ἐπὶ τὰ ἔμπροσθεν ῥέοντα, οὐ διπλάζεται μετὰ τὴν πρόθεσιν συνήθως τὸ ῥῶ. Ὅτι λιμένος δηλοῖ ἀγαθοῦ κατάστημα τὸ, ἔνθα χῶρος ἄριστος. λεῖος πετράων. καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο. τοῦτο δὲ ἀλλαχοῦ ἰωγὴν ἔφη, ὡς πρὸ ὀλίγων ἐδηλώθη. Τὸ δὲ λεῖος πετράων, πρὸς διαστολὴν κεῖται τῆς τρηχείας ἀκτῆς. ἐναντία γὰρ λειότης καὶ τραχύτης. Ὅτι ἱκετευτικὸν τὸ, κλῦθι ἄναξ ὅς τις ἐσσί. πολύλλιστος δέ σʼ ἱκάνω, φεύγων τὰς τοῦ δεῖνος ἐνιπάς. δύναται δὲ καὶ τὰ ἐφεξῆς εἰς τοιοῦτον παρῳδηθῆναι νοῦν, οὕτως. αἰδοῖος μέν τʼ ἐστὶ πᾶσιν ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος. ὡς καὶ ἐγὼ νῦν σὰ γούναθʼ ἱκάνω πολλὰ μογήσας. ἀλλʼ ἐλέαιρε ἄναξ. ἱκέτης δέ τοι εὔχομαι εἶναι. Ὀδυσσεὺς δὲ ταῦτα λέγει πρὸς τὸν Φαίακα ποταμόν. εὐχόμενος οὔτε βαρεῖαν εὐχὴν, ἀλλὰ καὶ δικαίαν. διὸ καὶ ἀκούσας δῆθεν ἐκεῖνος τὸ, σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω, παῦσεν ἑὸν ῥόον. ἔσχε δὲ κῦμα. πρόσθε δέ οἱ ποίησε γαλήνην. τρία ταῦτα κῶλα ἰσοδύναμα. τόν δʼ ἐσάωσεν ἐς ποταμοῦ προχοάς. ταῦτα δὲ χρήσιμά ποτε καὶ εἰς ναυαγὸν σωθέντα ἐκ κινδύνου. Ἰστέον δὲ ὅτι τὸ πολύλιστος, γράφεται καὶ, πολύλιστον δέ σʼ ἱκάνω. ὅθεν μεταλαβὼν ὁ περιηγητής, τριλίστους Ἴβηρας φησί. Τὸ δὲ ἱκάνω καὶ τὸ ἵκηται, ἐπὶ ἱκεσίας ἐλήφθη ὡς ἐδήλωσεν ὁ ποιητὴς διὰ τοῦ, ἱκέτης δέ τοι εὔχομαι εἶναι. Τὸ δὲ ἐς ποταμοῦ προχοὰς, ἢ ἀντὶ τοῦ εἰς τὰς ἑαυτοῦ προχοάς. ἢ εἰς τὸ σῶμα τοῦ ποταμοῦ. ὡς αὐτὸς ἄλλος ὢν ὁ ἱκετευόμενος καὶ μὴ τὸ ποτάμιον ὕδωρ. οὕτω καὶ Ὠκεανὸς, τό, τε ὕδωρ αὐτὸ, καὶ ὁ μυθευόμενος ὡς θεός. ὃν ὁ τραγικὸς Αἰσχύλος ἐπὶ γρυπὸς καθίζων, ἐξάγει πρὸς θέατρον. ἐνταῦθα δὲ, χρήσιμον καὶ τὸ, ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν. ὃ δὴ Χαιρήμονος λέγεται εἶναι τοῦ τραγικοῦ. Ὅτι μετὰ τὴν μακρὰν νῆξιν εἰς γῆν περισωθεὶς Ὀδυσσεὺς, ἔκαμψε τὰς χεῖρας καὶ τοὺς πόδας, φιλοσόφῳ λόγῳ. ἵνα μὴ τῇ πολυημέρῳ τάσει τῶν νεύρων ἀπολέσωσι τὰ μέλη τὸ εἶναι γναμπτὰ καὶ οὕτως εἰς ἀχρηστίαν ἐλάσωσι. διὸ περιάγων αὐτὰ καὶ τῇ ἀνέσει καὶ αὖθις κάμψει εἰς τὸ κατὰ φύσιν ἀποκαθιστῶν, γναμπτὰ ὡς ἐξ ὑπαρχῆς ποιεῖ, ὅπέρ ἐστιν ἀρετὴ μελῶν. ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις, αὕτη. ὅ δʼ ἂρ ἄμφω γούνατʼ ἔκαμψε. χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ. Ὅτι ἁλιμυρήεντα ὡς καὶ ἐν Ἰλιάδι ποταμὸν λέγει, τὸν εἰς ἅλα μυρόμενον. ἤγουν κατά τινα ποιὸν ἦχον ῥέοντα. ἐκ δὲ τοῦ τοιούτου μύρεσθαι, καὶ τὸ μορμύρειν γίνεται. ὡς καὶ ἐκ τοῦ μαίρειν, τὸ μαρμαίρειν παράγεται. δοκεῖ δʼ ἐκ τοῦ αὐτοῦ γίνεσθαι καὶ τὸ λαμυρόν. εἴγε λαμυρόν φασιν οἱ παλαιοὶ, εὔλαλον. εὐτράπελον. καὶ ὕστερον δέ, μύρεσθαι τὸ κλαίειν ἐῤῥέθη παρὰ τὸ αὐτὸ αἴτιον. ἵνα ᾖ μύρεσθαι, τὸ κατὰ ῥοῦν τινα προχέειν <!-- 1.231 -->δάκρυα. ἢ καὶ ἄλλως, ὑπηχεῖν κατὰ ἤχου τινὸς ὁμοίου ποιότητα. Ὅτι ἐκ ποταμοῦ λιασθεὶς Ὀδυσσεὺς, σχοίνῳ ὑπεκλίνθη, τῇ αὐτοφυῶς ἐν ὑδρηλοῖς φυομένῃ τόποις. κύσε δὲ ζείδωρον ἄρουραν. ὅ ἐστιν, ἐφίλησε τὴν γῆν ὡς καὶ Ἀγαμέμνων πρὸ τούτου ποιῆσαι δεδήλωται. Ἰστέον δὲ ὅτι τὸ κύειν καὶ κύσαι καθὰ καὶ τὸ φιλεῖν, ταπολλὰ μὲν, συμβολὴν χειλέων δηλοῖ ὡς καὶ ἐνταῦθα καὶ ἑτέρωθι πολλαχοῦ. καὶ διάθεσιν δὲ ψυχικὴν ὅθεν ὁ κύων τὸ ζῷον παρῆκται καὶ τὸ κυνεῖν καὶ προσκυνεῖν. λαμβάνεται δὲ ἀποτελέσματός τινος λόγῳ καταχρηστικῶς, καὶ ἐπὶ γεννήσεως. μετὰ μέντοι τῆς εν προθέσεως καὶ τῆς ὑπο, σύλληψιν βρέφους ἡ λέξις δηλοῖ. τοιοῦτον γὰρ ἡ ἔγκυος. καὶ τὸ ἐγκυμονεῖν. καὶ τὸ, ἥδʼ ὑποκυσσαμένη τέκε. καὶ ἄλλως δέ ποτε δίχα προθέσεως, κύειν λέγεται τὸ κατὰ γαστρὸς ἔχειν. ὅτι δὲ καὶ κυῶ κυήσω περισπωμένως λέγεται τὸ γεννῶ, οἱ κυήτορες δηλοῦσι καὶ τὸ ἐκύει ἤγουν ἐγέννησε, καὶ ἡ κύησις. Ὅτι καὶ σωθέντι τῷ Ὀδυσσεῖ, ἀμηχανεῖν ἔπεισιν ὡς εἰ μὲν ἐν ποταμῷ δυσκηδέα φησὶ νύκτα φυλάξω, μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἑέρση ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν. αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πέλεται ἠῶθι πρό. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην, θάμνοισι πυκινοῖσι καταδραθῶ, εἴ με μεθίει ῥῖγος καὶ κάματος γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ, δείδω μὴ θήρεσσιν ἕλωρ καὶ κῦρμα γένωμαι. οὕτω δὲ αὐτῷ φρονοῦντι, δοάσατο τουτέστιν ἐδόκησε κέρδιον εἶναι, βῆναι εἰς τὴν ὕλην, κἀκεῖ καταδραθεῖν. τοῦτο γὰρ εὐπλαστότερον πιθανῶς ἔδοξε τῷ ποιητῇ. ἐπεὶ καὶ κρεῖττον τοῦ ὁμολογουμένου κακοῦ, τὸ ἄδηλον. τὸ ῥῖγος μὲν γὰρ καὶ ὁ ἐκεῖθεν κάματος, ἐκδηλότατα. τὸ δʼ ἐκ τῶν θηρίων κακὸν, οὐχʼ οὕτως. εὗρε δὲ τὴν τοιαύτην ὕλην, σχεδὸν ὕδατος, ἐν περιφαινομένῳ ἤγουν ἐν περιόπτῳ τόπῳ. οὔτε γὰρ ἔδει ἐρευνᾶν ποῦ ἂν εὕρῃ τοιοῦτον τόπον, οὔτε μακρὰν ἀπελθεῖν γυμνόν τε ὄντα καὶ ὀλιγηπελέοντα ὡς ἐῤῥέθη καὶ ἐκπεπνευκότα μικροῦ τὴν ψυχήν. τοῦτο γὰρ δηλοῖ ὡς καὶ ἀλλαχοῦ ἐλέχθη, τὸ, κεκαφηότα θυμόν. καφῶ γὰρ καφήσω, τὸ ἐκπνέω. ἐκ τοῦ κάμπτω κάψω κέκαφα. ὅθεν καὶ κάπη ὡς προεῤῥέθη, ἡ φάτνη. καὶ κάφος, τὸ πνεῦμα. ἐξ οὗ καὶ κῆπος, ὁ ὑπὸ ἀνέμων φασὶ καταπνεόμενος. Δυσκηδέα δὲ νύκτα λέγει, τὴν δυσφύλακτον καὶ δυσφρόντιδα. πρὸς διαστολὴν τῆς ἀναπαυσίμου. Τὸ δὲ μή μʼ ἄμυδις στίβη καὶ ἑέρση δαμάσῃ, ἐλλειπτικῶς εἴρηται. λείπει γὰρ τὸ δείδω ἤ τι τοιοῦτον. διὸ ἐντελῶς ἔχει τὸ, εἰ δὲ ἐς κλιτὺν ἀναβὰς καταδράθω, δείδω μὴ θήρεσσιν ἕλωρ καὶ κῦρμα γένωμαι. ἅπερ κεῖται καὶ ἐν τῇ γ ῥαψῳδίᾳ. ἔνθα ὁ σώφρων ἀοιδὸς ἐν νήσῳ ἐρήμῃ κατελείφθη οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι. Στίβη δὲ ὥς που καὶ ἐν τοῖς ἑξῆς, ἡ ἑωθινὴ πάχνη. παρὰ τὸ στείβω τὸ καταπατῶ καὶ πυκνοποιῶ. ὅθεν καὶ στίβος ἡ ἐν τῷ καταπατεῖσθαι πυκνουμένη ὁδός. πυκνοῦται γὰρ ἡ δρόσος παχνουμένη. Ἑέρση δὲ μετὰ δασέος πνεύματος Ἀττικῶς, ἡ δρόσος. ὡς ἐν τῇ Ἰλιάδι δεδήλωται ἱκανῶς. ἡ λεγομένη καὶ δισυλλάβως ἔρση, ὡς δηλοῖ τὸ, λωτόν θʼ ἱρσήεντα. Θῆλυς δὲ, ἡ θρεπτικὴ τῶν φυτῶν. ἐκ μεταφορᾶς τῶν ζῴων ἐν οἷς τὰ θήλεα θρεπτικά εἰσι τῶν νεογνῶν, μᾶλλον ἤπερ τὰ ἄῤῥενα. ποιητικῶς δὲ εἶπε τὸ θῆλυς ὁμοίως τῷ, πουλὺν ἐφʼ ὑγρήν. τοιοῦτον καὶ τὸ, θῆλυν τε μέλαιναν. καὶ τὸ, θῆλυς ἀϋτμή. Τὸ δὲ ἠῶθι πρὸ, ἀντὶ τοῦ πρὸ ἠοῦς ὅ ἐστι πρωΐας. Τὸ δὲ ἐς κλιτὺν ἀναβὰς, ὑψηλὴν πρόσβασιν ὄρους δηλοῖ τὴν κλιτὺν εἶναι, διὰ τοῦ ἀναβάς. κοινῶς δὲ, τὰ παρὰ τὸ κλίνω, ὕψός τι δηλοῖ. οἷον. ἡ ἐπὶ θρόνου κλισία. καὶ ὁ κλισμός. καὶ ἡ κλίνη. καὶ τὸ ἀνάκλιντρον. καὶ ἡ κλίμαξ. ἴσως δὲ καὶ τὸ κλίτος. Ἡ δὲ δάσκιος ὕλη, ἐπίτηδες ἐξεφωνήθη. τοιαύτη γὰρ περισώσεται τὸν Ὀδυσσέα. Τὸ δὲ ῥῖγος, πρωτότυπόν ἐστι τοῦ ῥίγιστος. ὡς καὶ τὸ κάλλος καὶ τὸ κράτος, τοῦ κάλλιστος καὶ τοῦ κράτιστος. Ὅτι δὲ ἡ δάσκιος ὕλη ἐχρησίμευσε τῷ Ὀδυσσεῖ, δηλοῖ ὁ ποιητὴς γράψας οὕτω δοίους δʼ ἂρ ὑπήλυθε θάμνους ἐξομόθεν πεφυῶτας. ὁ μὲν, φυλίης. ὅ δʼ ἐλαίης. ἀγρίας δηλαδή. τοὺς μὲν ἂρ, οὔτʼ ὄμβρος περάασκε διαμπερές. ὣς ἄρα πυκνοὶ ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδύς. καὶ οὐκ ἐψεύδοντο οὔτε τὸ δάσκιον εἴγε ἀνήλιοι ἦσαν, οὔτε τὸ θάμνοι εἶναι διὰ τὸ θαμὰ πεφυκέναι. οὓς ὑπʼ Ὀδυσσεὺς δύσετο. ὃ ταυτόν ἐστι τῷ, ὑπήλυθεν. ἄφαρ δὲ, ὕλην ἢ μάλιστα εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν. εὐρεῖαν. φύλλων γὰρ ἔην χύσις ἤλυθα πολλή. εἶτα ἑρμηνεύων τὸ πολλὴ, φησίν. ὅσσοντʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι ὥρη χειμερίη εἰ καὶ μάλαπερ χαλεπαίνει. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς. ἐν δʼ ἄρα μέσσῃ λέκτο. χύσιν δʼ ἐπεχεύατο φύλλων. στιβάδα ταύτην ἁπαλὴν <!-- 1.232 -->εὐτυχῶς εὑρηκὼς καὶ τεχνησάμενος ἑαυτῷ. ἣν στιβάδα, ἡ μὲν κοινὴ χρῆσις καὶ εἴδησις, ἄλλως παραδίδωσιν. ὁ δὲ γράψας ὅτι κατέκειτο ἐν σπηλαίῳ στιβάδας ἐντετμημένας ἔχοντι κατὰ τὴν πέτραν, ἢ τὰ κοινότερον λεγόμενα πεσσούλια, στιβάδας εἶπεν. ἢ συνεκδοχικῶς, καὶ τὰς ἐπʼ αὐτῶν στιβάδας. αἵτινες ἢ φύλλων χύσις πολλὴ, ἢ ῥῶπες δασεῖαι εἰσὶν ἀπὸ λύγων ἤ τινων τοιούτων. Ὅρα δὲ καινὸν σχῆμα ἐν τῷ, δύο ὑπῆλθε θάμνους. ὁ μέν, φυλίης. ὃς δʼ ἐλαίης. ἐχρῆν μὲν γὰρ εἰπεῖν, τὸν μὲν, φυλίης. τόν δʼ ἐλαίης. ὁ δὲ στίξας τελείαν ἐν τῷ, ἐξομόθεν πεφυῶτας. εἶτα ὡς ἐξ ὑπαρχῆς, ἐπάγει κατὰ ἔλλειψιν ὑπαρκτικοῦ ῥήματος τὸ, ὁ μέν. ὁ δέ. ἵνα λέγῃ ὡς ὁ μὲν ἦν φυλίης, ὁ δὲ ἦν ἐλαίης. τοιοῦτον καὶ ἐν Ἰλιάδι ἐφάνη τὸ, φημὶ κατανεῦσαι Δία, ἀστράπτων ἐπιδέξια, καὶ ἕτερα δὲ πολλά. Τὸ δὲ ὑπήλυθε, νῦν μὲν ἀντὶ τοῦ ὑπέδυ ὡς ἀνωτέρω ἐδηλώθη. παρὰ δὲ τοῖς ὕστερον, καὶ ἐπὶ ἀπάτης καὶ δόλου ἡ λέξις τίθεται. οἷον. ὑπῆλθεν ὁ δεῖνα τὸν δεῖνα. τουτέστιν, ἠπάτησεν. Ἐν δὲ τῷ ἐξομόθεν, ἢ πλεονάζει ἡ πρόθεσις καθʼ ὁμοιότητα τοῦ, ἀπουρανόθεν καὶ τῶν τοιούτων. ἢ καὶ προσνέμεται τῷ πεφυῶτας, ἵνα ᾖ, ὁμόθεν ἐκπεφυῶτας. ἤγουν φυέντας ἐκ γῆς. Ἡ δὲ φυλία, εἶδος καὶ αὐτὴ ἀγρίας ἐλαίας ἐχούσης φύλλα ὅμοια μυῤῥίνῃ. φυλάττουσα μέχρι καὶ νῦν παρὰ πολλοῖς τοὔνομα. Τὸ δὲ μήτε ἀνέμους διαπνέειν τοὺς τοιούτους θάμνους μήτε ἡλίου αὐτοὺς ἀκτῖσι βάλλεσθαι μή τε ὄμβρῳ διαπερᾶσθαι, τὸ λίαν πυκνὸν τῆς ἐκεῖσε ὕλης δηλοῖ, ἔτι καὶ τὴν πολλὴν χύσιν τῶν φύλλων. εἰ μὲν γὰρ οὐκ ἀνέμων διάει μένος αὐτοὺς, ἄρα τὰ φύλλα ἔσω ἔμενε πίπτοντα. εἰ δὲ καὶ ὄμβρῳ ἦσαν ἀνεπιβούλευτοι, οὐκ ἄρα ἐσήποντο. εἰ δὲ καὶ ἡλίῳ ἄβλητοι, οὐκ ἄρα ἐφρύττοντο. δαψιλῶς ἄρα εἶχε τοῦ στρώματος τῆς εὐνῆς ὁ Ὀδυσσεύς. καὶ μάλιστα εἰ μὴ ἑνὶ μόνῳ ἄρκιος ἦν ἡ ὕλη ἀλλὰ καὶ δυσὶν ἀνδράσι καὶ τρισίν. Ἰστέον δὲ ὡς κατά τινα μίμησιν Ὁμηρικὴν τὴν τῶν ἐνταῦθα, κεῖται Σοφοκλεῖ τὸ, φυλλάδα μυριόκαρπον ἀνήλιον ἀνήνεμόν τε πάντων χειμώνων. Τὸ δὲ ἀνέμων ὑγρὸν ἀέντων, ἐτυμολογικῶς ἐγράφη. ἐκ τοῦ ἄω γὰρ ὁ ἄνεμος ἐπενθέσει τοῦ ν. καιρία δὲ αὕτη λέξις πολλὰ ποιοῦσα. ἐν οἷς καὶ Ζήτης καὶ Κάλαϊς οἱ τοῦ Βορέου παῖδες. ὁ μὲν, οἱονεὶ ζαήτης ὅ ἐστι σφοδρὸς ἀήτης Βοῤῥᾶς. ὁ δὲ, καλὸν ἢ ἀκαλὸν ἤγουν ἥσυχον ἄημα Βορέου δηλαδή. Ὅτι δὲ ὑγρόν εἰσιν οἱ ἄνεμοι ἀέντες ἤτοι πνέοντες, πολλαχοῦ φαίνεται καὶ λέλεκται. Τοῦ δὲ ἀέντων πρωτότυπον, τὸ ἄημι. οὗ παρατατικὸς μὲν, τὸ ἄην. ὡς τὸ, τίθημι ἐτίθην. καὶ τρίτον, ἄει καὶ διάζει. ὡς ἐτίθει καὶ διετίθει. καὶ ἡ μετοχὴ, ἀεὶς ἀέντος ἀέντων ὡς τιθέντων. Τοῦ δὲ ἄημι πρωτότυπον τὸ ἄω. ἀφʼ οὗ οὐ μόνον ἀήτης ἡ πνοὴ τοῦ ἀνέμου καὶ ὁ ἄνεμος, ἀλλὰ καὶ ἀΐτης ὁ ἐρώμενος κατὰ τοὺς παλαιοὺς, διὰ τοῦ ἰῶτα. ὁ εἰσπνέων ὡς καὶ προεγράφη, τῷ ἔρωτι τὸν ἐραστήν. εἰσπνεῖται γάρ φασι τῆς μορφῆς τι καὶ τῆς ὥρας. ὅθεν καὶ εἰσπνῆλαι διὰ διχρόνου ἢ ἐν τῷ η, παρὰ Λάκωσιν οἱ ἐρασταί. ὅτι δὲ ἀΐτης ὁ ἐρώμενος καὶ διὰ διφθόγγου γράφεται, οὐκ ἔστιν ἀμφιβαλεῖν. ἐκ δὲ τοῦ ῥηθέντος ἄω, καὶ ἀήσυρον τὸ κοῦφον. ὅθεν καὶ παρʼ Αἰσχύλῳ μύρμηκες ἀήσυροι. Τὸ δὲ φαέθων, καιρίως πρόσκειται. βάλλει μὲν γὰρ καὶ τοὺς τοιούτους θάμνους ἥλιος, πλὴν οὐ φαέθων. ὥσπερ καὶ ὄμβρος, περᾷ μὲν οὐ διαμπερὲς δέ. Τὸ δὲ ἀλλήλοις ἐπαμοιβαδὶς, πιθανεύεται τὴν τῶν θάμνων πυκνότητα. ἐπιπεπλεγμένοι γὰρ ἀλλήλοις, ἐπιμᾶλλον πυκνοῦνται. αἴτιον δὲ τῆς τοιαύτης ἐπιπλοκῆς, τὸ ἐξομόθεν πεφυκέναι ὡς εἴρηται. Ἰστέον δὲ ὅτι τὲ ποιητικὸν μὲν, τὸ ἀμοιβαδὶς καθὰ καὶ τὰ ἐπαμοιβὰ ἱμάτια. κοινὸν δὲ, τὸ ἀμοιβαδόν. καὶ ὅτι οὐ ταυτὸν, ἀλλήλοις εἰπεῖν καὶ ἑαυτοῖς. τὸ μὲν γὰρ ἑαυτοὺς ὥς φασιν οἱ παλαιοὶ, ἐπὶ τῶν καθʼ αὑτὰ λεγομένων τέθειται. οἷον. Αἴας καὶ Μενοικεύς φασιν ὁ Κρέοντος, ἑαυτοὺς ἀνεῖλον. ἤγουν ἑκάτερος ἑαυτόν. τὸ δὲ ἀλλήλους, ἐπί τινων συμπεπλεγμένων κεῖται. οἷον. οἱ τοῦ Οἰδίποδος παῖδες ἀλλήλους ἀπέκτειναν. ἤτοι ἕτερος τὸν ἕτερον. Μένανδρος οὖν φασιν ἁμαρτάνει λέγων, οὐκ ἠρκέσαμεν ἑαυτοῖς. ἐχρῆν γὰρ, ἀλλήλοις εἰπεῖν. Τὸ δὲ ἐπαμήσατο χερσὶ φίλῃσιν, ἀντὶ τοῦ συνέλεξεν. ἐκ μεταφορᾶς τῶν ἀμώντων. οὕτω καὶ κόνιν τις ἐπαμᾶται χερσὶ καὶ τέφραν. κεῖται δὲ καὶ ἐν Ἰλιάδι ἡ λέξις. φέρεται δὲ αὐτῆς χρῆσις καὶ ἐν τῷ συμβολικῷ τοῦ Ἱπποκράτους, τοιαύτη. δοκὸς ἐπὶ στέγει τεθησομένη, κακόν. τεθεῖσα γὰρ γῆν ἐπαμᾶται. ὅ ἐστι συνάγει. τοιαῦτα γὰρ τὰ λεγόμενα δώματα ὡς καὶ νῦν φαίνεται. δηλοῖ δὲ τὸ ἐκτεθειμένον ἱπποκράτειον ῥητὸν, ὡς ἰατρῷ ἀπιόντι ἔς τινα δεινῶς ἀῤῥωστοῦντα, κακοῦ σύμβολόν ἐστι τὸ ἅμα ἰδεῖν δοκὸν ἐπιτιθεμένην κατασκευῆ δώματος. σημαίνει γὰρ ἡ θέα, ὅτι ταφήσεται ὅσον οὐκ ἤδη <!-- 1.233 -->ὁ ἐπισκεφθησόμενος. καὶ οὕτω καλυφθήσεται χώματι, καθὰ μικρὸν ὅσον καὶ ἡ εἰρημένη δοκός. τὸ δὲ χερσὶ φίλῃσι καὶ τὸ, φύλλων γὰρ ἔην χύσις, δοκεῖ παρηχεῖν κατὰ τό, Φυλέα φίλον μακάρεσσι θεοῖς. ὁποῖα τοιαῦτα ἐν τοῖς ἑξῆς που ἐκτεθήσεται. μάλιστα δὲ τοῦτο ἐμφανὲς ἐν τῷ, εὗδον ἐν φύλλοισι φίλον τετιημένος ἦτορ. Τὸ δὲ χαλεπαίνειν, ἀφελῶς καὶ γλυκέως ἐῤῥέθη ἐπὶ χειμερίας ὥρας ὡς εἴπερ καὶ αὐτὴ ἔμψυχος ἦν. Τὸ δὲ χύσιν ἐπεχεύατο, ἐτυμολογικῶς ἐστι τρόπος. δὶς δὲ εἶπε τὸ, φύλλων χύσις, διὰ τὸ καίριον τῶν λέξεων. Ὅτι τὴν ἐν τοῖς ῥηθεῖσι φύλλοις κατάκρυψιν τοῦ Ὀδυσσέως διὰ παραβολικῆς ἐνεργείας ὁ ποιητὴς διαζωγραφῶν, φησίν. ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι, σπέρμα πυρὸς σώζων ἵνα μή ποθεν ἄλλοθεν αὔοι, ὣς Ὀδυσσεὺς φύλλοισι καλύψατο. καὶ ἔστιν ἀστεία ἡ παραβολή. τὸν γὰρ ἤδη λειποψυχοῦντα καὶ βραχὺ ἔχοντα τὸ ζωτικὸν καὶ οἷον σβεννύμενον, ζωπύρῳ εἰκάζει καὶ σπινθῆρι τῷ κατὰ σποδίαν. ἐξ οὗ οἷα καὶ σπέρματος, πολὺ καρπούμεθα πῦρ. Αἰσχύλος δὲ Προμηθεῖ, τὸ τοιοῦτον καὶ πυρὸς εἶπε πηγήν. ὡς οἷον ἀρχήν. καλῶς δὲ οὐ σπινθῆρα ἤ τι τοιοῦτον εἶπεν ὁ ποιητὴς τὸ ἐν τῇ σποδιᾷ κρυπτόμενον ἀλλὰ δαλὸν, διὰ τὸ σεμνότερον, ἵνα μὴ τοιαύτῃ τινὶ λέξει κατασμικρύνῃ τὸν ἐν τοῖς φύλλοις ἥρωα. Περιεκτικὴ δέ τις λέξις ἡ σποδιὰ καθὰ καὶ ἀχυρμιά. εἰ δὲ μὴ κατακόρως βαθὺ τὸ τῆς σποδιᾶς μέλαν, ὅμως δοκεῖ καὶ τὰ τεφρώδη καὶ τὰ φαιὰ, ὑπὸ τὸ μέλαν ἀνάγεσθαι. οὕτω δὲ γενικῶς καὶ γῆ μέλαινα λέγεται, καὶ αἷμα μέλαν τὸ καὶ ἐρυθρόν. ὁμοίως δὲ καὶ οἶνος μέλας. καὶ ὕδωρ δὲ μέλαν τὸ κατʼ ἄλλον λόγον, λευκόν. Τὸ δὲ ᾧ μὴ πάρα γείτονες ἄλλοι, πρὸς πιθανότητα παραβολικὴν κεῖται. οἱ γὰρ τοιοῦτοι ζωπυροῦσιν ἀναγκαίως τὴν κρύψιν τοῦ δαλοῦ. ἴσως δὲ διὰ τοὺς τοιούτους, καὶ σπέρμα ἔφη πυρὸς τὸ ζώπυρον. ἀγροτικὸν γὰρ ἡ τῶν σπερμάτων σύγκρυψις. Τὸ δὲ σπέρμα πυρὸς σώζων ἵνα μή ποθεν ἄλλοθεν αὔοι, ἐχρησίμευσέ τινι τῶν καθʼ ἡμᾶς διδασκάλων, εἰς εὐχὴν τὴν περὶ τοῦ μαθητοῦ ἰθαγενοῦς. εὐξαμένῳ συντηρεῖσθαι αὐτῷ οἰκείους μαθητὰς ἵνα μὴ ἀλλοτρίων χρῄζοι ποθέν. Ἰστέον δὲ ὅτι ὥσπερ ἐνταῦθα τροπικῶς ἐῤῥέθη σπέρμα πυρὸς, οὕτω τέτραπται καὶ τὸ σπερμολογεῖν, ἐπὶ τῶν ἀλοζονευομένων ἀμεθόδως ἐπὶ μαθήμασιν ἔκ τινων παρακουσμάτων. καθὰ ἐμφαίνειν Εὔπολις λέγεται τὸν φυσικὸν Πρωταγόραν διακωμῳδῶν ἐν τῷ, ὃς ἀλαζονεύεται μὲν ἀλιτήριος περὶ τῶν μετεώρων, τὰ δὲ χθαμᾶθεν ἐσθίει. ὁ δὲ κυρίως φασὶ σπερμολόγος καὶ σπερμονόμος, εἶδός ἐστιν ὀρνέου λωβώμενον τὰ σπέρματα. ἐξ οὗ οἱ Ἀττικοὶ σπερμολόγους ἐκάλουν τοὺς περὶ ἐμπόρια καὶ ἀγορὰς διατρίβοντας, διὰ τὸ ἀναλέγεσθαι τὰ ἐκ τῶν φορτίων φασὶν ἀποῤῥέοντα καὶ διαζῆν. ἐκ τούτων δὲ, τὴν αὐτὴν ἐλάγχανον κλῆσιν, καὶ οἱ οὐδενὸς λόγου ἄξιοι. Αὔειν δὲ κυρίως, τὸ καίειν. ὅθεν καὶ βάναυσος ὁ αὔων τὸν ἐν ἄλλοις ῥηθέντα βαῦνον. ἐξ οὗ καὶ ὁ κρίβανος. ἵνα ᾖ βαύνασος, καὶ διʼ εὐφωνίαν, βάναυσος. ἐκ δὲ τοῦ τοιούτου αὔειν, καὶ αὖον φασὶ, τὸ καὲν καὶ ἀφθὲν ξύλον. καὶ τὸ ὀπτῆσαι. ἐξαῦσαι. Πλάτων ἑορταῖς. ὁ δὲ, τὸν ἐγκέφαλόν τις ἐξαύσας, καταπίνει. ἐκεῖθεν δὲ καὶ αὐστηρὸν, τὸ ξηρὸν καὶ αὐχμηρόν, λέγει δὲ καὶ Ἀλκμάν. τὰν μοῦσαν καταύσεις. ἀντὶ τοῦ ἀφανίσεις. εἰ δὲ τὸ μὲν αὗσαι δασύνεται φασὶ τὸ δὲ καταῦσαι ψιλῶς προφέρεται, πολλὰ καὶ οὕτως ἐκφέρουσιν οἱ Ἀττικοί. Ὅτι δὲ τὸ αὕειν δασύνεται, προδεδήλωται. ὡς δηλοῖ καὶ τὸ ἀπαφαυαίνειν παρὰ τῷ κωμικῷ. δῆλον δὲ ὅτι αὖσαι κατὰ τοὺς παλαιοὺς, καὶ τὸ θιγεῖν καὶ ἅψασθαι. ὅθεν καὶ χραῦσαι τὸ τοῦ χροὸς αὖσαι. ἀπὸ δὲ τοῦ ἑτέρου αὔειν, καὶ πυραύστης. ζωύφιον πτηνὸν ἐναλλόμενον τῷ φωτὶ καὶ ῥᾷον κατακαιόμενον. ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἑκοντὶ καὶ ῥᾳδίως θνησκόντων, τὸ, πυραύστου μόρος. ἐκεῖθεν δὲ καὶ πύραυνος κατὰ τοὺς παλαιοὺς, ὁ πῦρ ἐναυόμενος. Τὸ δὲ ἐγκρύπτειν δαλὸν σποδιᾷ καὶ τὸ, Ὀδυσσέα φύλλοις καλύψασθαι, ταυτὸν εἶναι δηλοῖ τὸ κρύψαι καὶ τὸ καλύψαι. δῆλον δὲ καὶ ὡς ἐκ τοῦ Ὁμηρικοῦ ἐγκρύπτειν, ὁ ἐγκρυφίας ἄρτος παρῆκται. Ὅτι ἔπαινος ὕπνου τὸ, ὕπνον ἐπʼ ὄμμασι χεῦεν ἵνα μιν παύσειε τάχιστα δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας. σωματικῶς δὲ ἐπὶ ὕπνου ἐτέθη τὸ, ἀμφικαλύψας βλέφαρα. ὀφθαλμὸς μὲν γὰρ βλεφάροις καλύπτεται. βλέφαρα δὲ ὕπνῳ ἐπιπεπτωκότι αὐτοῖς, σωματοειδῶς μυθικώτερον. δύναται δὲ τὸ, βλέφαρα ἀμφικαλύψας, νοηθῆναι καὶ ἀντὶ τοῦ, κάλυμμα τοῖς ὀφθαλμοῖς τὰ βλέφαρα θέμενος. Εἰ δὲ δυσπονέος καμάτοιο παύει ὁ ὕπνος, εὐφυῶς ἄρα ἐτυμολογοῦσιν αὐτὸν τινὲς, παρὰ τὸ λύειν πόνους ἵνα ᾖ λύπονός τις καὶ ἀφαιρέσει καὶ συγκοπῇ, ὕπνος. εὐθεῖα δὲ τοῦ <!-- 1.234 -->δυσπονέος ἀσυνήθης, ὁ δυσπονής. ὡμοίωται δὲ πρὸς τὸ ἀτερπής. ὡς γὰρ ἄτερπος ἀτερπὴς, οὕτω καὶ δύσπονος δυσπονής. τοιοῦτον δὲ καὶ τὸ πρὸ ὀλίγων ἄελπος ἀελπής.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ζ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἀθηνᾶ ἐπιστᾶσα ὄναρ Ναυσικάᾳ τῇ Ἀλκινόου θυγατρὶ κελεύει αὐτῇ τὴν ἐσθῆτα ἐπὶ ποταμὸν ἀγαγούσῃ πλύνειν, πλησίον γὰρ αὐτῇ εἶναι τὸν γάμον. ἡ δὲ, τὸ κελευσθὲν ποιεῖ. ἔπειτα παίζει μετὰ τῶν θεραπαίνων. ἀκούσας δʼ αὐτῶν ὁ Ὀδυσσεὺς ἐξυπνίζεται, καὶ δεηθεὶς Ναυσικάας ἐσθῆτα καὶ τροφὴν παρʼ αὐτῆς λαβὼν ἕπεται αὐτῇ εἰς τὴν πόλιν.

ΟΔΥΣΣΕΙΑΣ Ζ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

Ὅτι Ὀδυσσέως μὲν ἄφιξις εἰς Φαίακας, ἡ ζῆτα ῥαψῳδία ἐπιγέγραπται. πλάττει δʼ ἐνταῦθα ὁ ποιητὴς τὴν βασιλικὴν θυγατέραν Ναυσικάαν γενομένην ἐπὶ μεγάλῳ ἀγαθῷ τοῦ Ὀδυσσέως, οὐκ ἄνευ Ἀθηνᾶς. καὶ ἔστιν εἰπεῖν οὐκ ἀφυῶς τὸν Ὀδυσσέα ὥσπερ φιλογύναιον διὰ τὴν ἄλοχον Πηνελόπην, οὕτως ἄλλον τρόπον γυναικοφίλαν, ὡς τοιούτοις προσώποις φιλούμενον, καὶ ὑπʼ αὐτῶν ὠφελούμενον. οὐ μόνον γὰρ πρὸς αὐτοῦ ἐστι Κίρκη καὶ Καλυψὼ ἐρωτικῶς, ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τρόπον ἕτερον κηδεμονικῶς, διὰ τὸ χαίρειν τῷ ὁμοίῳ οἷα συνετῷ καὶ σοφῷ. ἔχει δέ τι καὶ τῆς Ἑλένης ἐν Τροίᾳ ἀπονάμενος ὁ Ὀδυσσεύς. καὶ νῦν δὲ, εἰς τὰ μέγιστα συντελέσει αὐτῷ ἡ Ναυσικάα ὡς φανήσεται. ἡ δὲ Πηνελόπη ὅτι ἔπαθλον αὐτῷ κεῖται τῶν μυρίων ἀγώνων, ἐκδηλότατον. Ὅτι συλληπτικὸν ἐνταῦθα σχῆμα τὸ, καθεῦδε πολύτλας Ὀδυσσεὺς, ὕπνῳ καὶ καμάτῳ ἀρημένος, καμάτου γὰρ βλάπτοντος, ὁ δὲ, συνέβαλε καὶ τὸν ὕπνον ὡς τοιοῦτον. τινὲς δὲ, στίξαντες τελείαν ἐν τῷ ὕπνῳ, φασὶν ὡς ἐκάθευδεν ὑπνῶν καί τοι καμάτῳ παρεθείς. ἕτεροι δὲ δασύναντες τὸ ἁρημένος, νοοῦσιν ἀντὶ τοῦ, ὕπνῳ καὶ καμάτῳ κεκρατημένος. Πάνυ δὲ προσφυῶς ἐνταῦθα πολύτλαν ἔφη τὸν τοσαῦτα κακὰ τλάντα προσεχῶς Ὀδυσσέα. ἵνα λέγῃ ὡς ὁ πολλὰ τλὰς, μόλις νῦν ὑπνῶν ἀναπαύεται. Διατί δὲ τὸ καθεῦδε προπερισπᾶται, ἐν ἄλλοις εἴρηται. Ὅτι τῇ φρονήσει Ἀθηνᾷ τὰ κατὰ τὴν ῥηθεῖσαν Ναυσικάαν ὁ ποιητὴς ἀνατίθησιν, ὡς πάνυ σοφῶς αὐτὸς καὶ συνετώτατα τὸ τοιοῦτον πλάσμα μεταχειρισάμενος. ἦν μὲν γὰρ αὐτῷ καὶ ἄλλως πως ἐνδῦσαι τὸν γυμνὸν Ὀδυσσέα ἐν τῇ ἐσχατιᾷ, διὰ ὑλοτόμου τυχὸν ἢ ἀγρότου ἢ ἁλιέως ἢ ὁπωσοῦν ἑτέρως. ὁ δὲ, τὸ ἐνδοξότατον ἐπελέξατο, τὸ διὰ τῆς βασιλικῆς νεάνιδος τοῦτο ποιῆσαι. ὑφʼ ἧς καὶ εἰς τὰ βασίλια δώματα ποδηγηθήσεται. καὶ οὕτω τὸ πλάσμα εὐοδώτερον ἔσται καὶ πιθανώτερον. ἔσται δὲ ἡ τῆς καθʼ Ὅμηρον Ἀθηνᾶς μέθοδος, ὄνειρος ἐρεθίζων εἰς ἔργα τὴν Ναυσικάαν ὡς ἐν τοῖς ἐφεξῆς δηλωθήσεται.

Ὅτι οἱ Φαίακες πρὶν μέν ποτʼ αἴνεον ἐν εὐρυχόρῳ Ὑπερείῃ, ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων. οἵ σφεας σινέσκοντο. βίῃ δὲ φέρτεροι ἦσαν. ἔνθεν ἀναστήσας, ἄγε Ναυσίθοος θεοειδής. εἷσεν δʼ ἐν Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἐδείματο οἴκους. καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας. ἀλλʼ ὁ μὲν, ἤδη Κηρὶ δαμεὶς, Ἄϊδόσδε βεβήκει. Ἀλκίνοος δὲ τότʼ ἦρχε. θεῶν ἄπο μήδεα εἰδώς. ἤγουν θεόσοφος. καὶ νῦν μὲν, ἁπλῶς οὕτω Ναυσιθόου καὶ Ἀλκινόου ἐμνήσθη. προϊὼν δὲ, γενεαλογήσει ἀκριβέστερον. καταμερίσας καὶ τὴν ἱστορίαν ταύτην διὰ ποικιλίαν, τόποις διαφόροις. Ὅρα δὲ ὡς κοιμίσας τὸν Ὀδυσσέα μετὰ τὸν οὕτω πολὺν κίνδυνον εἶτα τῶν ἐφεξῆς γινόμενος, ἱστορίαν παρενέπλεξεν, οὐκ ἀναγκαίαν μὲν ἄλλως, ὅμως δὲ γοργῶς ποικίλλουσαν καὶ ἐξαιροῦσαν τὸ τῆς γραφῆς μονοειδές. ἔστι δὲ καὶ χρήσιμος ἡ ἱστορία καὶ ἀξία μαθεῖν. Τὴν δὲ ῥηθεῖσαν Ὑπέρειαν, πόλιν Σικελίας τινές φασι τὴν ὕστερον Καμαρίναν. οἱ δὲ, νῆσον πλησίον τῆς τῶν Κυκλώπων χώρας. εἰ δὲ καὶ εὐρύχορος αὕτη οἶδεν ἡ Ὁμηρικὴ Μοῦσα. Ἀεὶ δὲ παρʼ Ὁμήρῳ εὐρύχορος, συστέλλει τὴν παραλήγουσαν. ἔνθα δηλαδὴ ἔστιν εὐρὺ χορεύειν. ἵνα ᾖ χώρας εὐδαίμονος <!-- 1.235 -->ἐπίθετον τὸ οὕτως εὐρύχορον. τὸ δέ γε παρὰ τοῖς ὕστερον εὐρύχορον, πλάτος μόνον χώρας δηλοῖ. Σημείωσαι δὲ ὅτι οὐ συντρέχειν δοκοῦσι τῷ ποιητῇ οἱ τὴν Ὑπέρειαν νῆσον λέγοντες. πῶς γὰρ ἂν νησιῶται ὄντες οἱ ἐν αὐτῇ, ὑπὸ Κυκλώπων ἐβλάπτοντο οἷς νῆες οὐκ ἦσαν κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν; ἐν δὲ τῷ, ἀγχοῦ Κυκλώπων, θεωρεῖταί τι ἀστεῖον. τό δέ ἐστιν, ὡς ἀγχίθεοι ὄντες οἱ Φαίακες, καλῶς ἔφυγον τὸ ἀγχοῦ Κυκλώπων εἶναι τῶν ἀθεμίστων. οἳ καὶ ὡς ὑπερήνορες ἦσαν, δηλώσει τὰ ἐφεξῆς. Τὸ δὲ οἳ σφέας σινέσκοντο, ἀσαφὲς μὲν κατὰ τὸ, τίνες τίνας ἐσίνοντο. ἐκ δὲ τοῦ ὑπερηνορεόντων δῆλον ὡς οἱ Κύκλωπες τοὺς Φαίακας ἐλύπουν. ὑπερηνορεόντων γὰρ ἀνδρῶν τὸ οὕτω ποιεῖν. Δῆλον δὲ ἐκ τοῦ σινέσκοντο, ὅτι δύνανται σίντιες καὶ σίνται λέγεσθαι καὶ οἱ Κύκλωπες. ὃ δὴ οὐ λῃστῶν μόνον κλῆσις, ἀλλὰ καὶ κλεπτῶν. ὡς δηλοῖ καὶ Ὀππιανὸς ἐν τῷ, σίντῃσι μέγαν πόνον, ὅ ἐστι τοῖς κλέπταις. Τὸ δὲ βίῃ δὲ φέρτεροι ἦσαν, μαλθακοὺς ἐμφαίνει τοὺς Φαίακας εἶναι τὰ εἰς μάχην, ἐπεὶ καὶ τοιοῦτοι οἱ ἐν τρυφαῖς. Τὸ δὲ ἀναστήσας, νῦν μὲν, ἀντὶ τοῦ ἀπαναστήσας, μετοικίσας. δηλοῖ δέ ποτε καὶ τὸ ἁπλῶς ἀναστατῶσαι. Τὸ δὲ εἷσεν ἐν Σχερίῃ, ἀντὶ τοῦ, ἵδρυσεν. ἀπὸ τοῦ ἕω ἐξ οὗ καὶ τὸ ἕξω καὶ τὸ ἕδος. περὶ δὲ Σχερίης ἐγράφη οὐ πρὸ πολλῶν· ἀλλαχοῦ δὲ, καὶ περὶ ἀλφηστῶν ἀνδρῶν. Τὸ δὲ ἑκὰς ἀνδρῶν ἀλφηστάων, ἐκτοπισμόν τινα τῆς Σχερίας παραλαλεῖ ὡς εἴπερ μὴ ἦν ἡ νῦν Κέρκυρα ἡ γνωριζομένη, ἀλλά τις ἄγνωστος κατὰ τὴν Ὠγυγίαν. Ὅτι δὲ τοιοῦτόν τι βούλεται καὶ περὶ τῆς φαιακικῆς Σχερίας ὁ ποιητὴς, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται σαφέστερον. ὅς γε, φασὶν, οὐδὲ ὠνόμασε Κέρκυραν τὴν Σχερίαν, ἵνα μὴ ἐλέγχοιτο ῥᾳδίως ὅτε τῆς καθʼ ἡμᾶς οἰκουμένης ἔξω πλάττει αὐτήν. Σημείωσαι δὲ καὶ ὅτι ἐν μὲν Ἰλιάδι πόλεως ἀφανισμὸν ἐξέφρασεν ἐν δυσὶν ἔπεσιν. ἐνταῦθα δὲ, τοὐναντίον ἐν διστίχῳ φράσει πόλεως ἐδήλωσε κατασκευὴν ἐντελῆ. εἰπών. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἑξῆς ὡς προσεχῶς γέγραπται. Ἔνθα ὅρα τήν τε ἐν τοῖς ῥήμασι καίριον εὐπορίαν, καὶ τὴν τῶν λέξεων ὁμοιοκαταληξίαν καθʼ ὑπαλλαγὴν, τὸ ἔλασε καὶ ἐποίησε. καὶ τὰ ὑποτεταγμένα τούτοις, τὸ ἐδείματο καὶ ἐδάσσατο. ἔστι δὲ τὸ ἤλασεν, ἀντὶ τοῦ περιέτεινε. μετενεχθὲν ἀπὸ τοῦ ἐλαυνομένου ἵππου ἢ σιδήρου. Τὸ δὲ ἐδάσσατο ἀρούρας, ἀνάδασμον γῆς εἰπεῖν ἐχορήγησε τοῖς ὕστερον. Τὸ δὲ θεοῦ ἄπο μήδεα εἰδὼς ὥσπερ καὶ τὸ θεοειδὴς, θείου τινὸς καὶ σοφοῦ ἀνδρὸς ἔπαινός ἐστιν. Ὅτι κυριολεκτῶν καὶ ἐνταῦθα τὸν θάλαμον ὃς ἦν κοιτὼν ἐνδοτάτω, φησί. βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον ᾧ ἔνι κούρη κοιμᾶτο. ἡ τοῦ Ἀλκινόου δηλαδὴ θυγάτηρ. ἣν καὶ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίαν ἱστορεῖ. ἐπαινῶν καὶ τὰς παρʼ αὐτῇ ἀμφιπόλους, ἐν οἷς φησί. πὰρ δὲ δύʼ ἀμφίπολοι Χαρίτων ἄπο κάλλος ἔχουσαι ὅ ἐστι καλαὶ καὶ οὐ δουλοπρεπεῖς, σταθμοῖϊν ἦσαν ἑκάτερθεν. θύραι δʼ ἐπέκειντο φαειναί. ὅ ἐστι κεκλεισμέναι ἦσαν. ἐφάνη γὰρ ἀλλαχοῦ, ἀνακλίνειν τὸ ἀνοίγειν, ὡς τὸ, ἀνακλῖναι πυκινὸν νέφος. ᾧ ἀκόλουθον ἐπὶ τοῦ κλείειν, τὸ ἐπικεῖσθαι καὶ τὸ ἐπιθεῖναι. διὸ ἔφη ἐκεῖ Ὅμηρος, ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι. Ἰστέον δὲ ὅτι προϊὼν ὁ ποιητὴς ἐπὶ πλέον σεμνυνεῖ καὶ τὴν δέσποιναν καὶ τὰς ἀμφιπόλους. αὐτὰς μὲν, διὰ τοῦ Ὀδυσσέως νύμφαις ἀγρονόμοις εἰκάσας. τὴν δὲ νεᾶνιν, Ἀρτέμιδι κυνηγετούσῃ. Τὸ δὲ ἀμφίπολοι σταθμοῖϊν ἑκάτερθεν ὅ ἐστιν ἑκατέρωθεν τῶν παραστάδων, ἐκ τῆς α ῥαψῳδίας παρείλκυσται. ἔνθα κεῖται τὸ, ἀμφίπολος ἑκάτερθεν παρέστη. Τὸ δὲ σχῆμα τοῦ, Χαρίτων ἄπο κάλλος ἔχουσαι, ὅμοιον τῷ, θεῶν ἄπο μήδεα εἰδώς. Ὅτι τὸ, ἡ δὲ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, στῆ δʼ ἂρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε. λέγεται μὲν περὶ τῆς ὀνειροποιουμένης Ἀθηνᾶς. δύναται δέ ποτε παρῳδηθῆναι καὶ εἴς τινα ταχυτάτην ὁδόν. Ἰστέον δὲ ὡς καὶ τῇ Ναυσικάᾳ ὄνειρος ἐπιφαίνεται ἐναργὴς ὅ ἐστιν αὐτόχρημα ὅραμα, περὶ ὄρθρον, ὅτε μάλιστα οἱ ὄνειροι δοκοῦσιν ἀληθεύειν ὡς καὶ ἀλλαχοῦ φαίνεται. ἐρεῖ γοῦν, ὡς αὐτίκα μετὰ τὸν ὄνειρον ἠὼς ἦλθεν ἐΰθρονος, ἥ μιν ἔγειρεν. ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον. ὁμοιοῦται δὲ ὥσπερ ὁ ἐν Ἰλιάδι βασιλικὸς ὄνειρος φιλουμένῳ προσώπῳ τῷ Νέστορι, καὶ πρὸ τούτων δὲ ὁ τῆς Πηνελόπης, γυναικὶ συγγενεῖ, οὕτω καὶ ὁ παρὼν, κούρῃ τινὶ, ἣ ὁμηλίκη μὲν ἦν τῇ νεάνιδι κεχάριστο δὲ θυμῷ. ἤγουν ἐφιλεῖτο αὐτῇ κατὰ τὸ, Νεστορίδι τῷ μῷ κεχαρισμένε θυμῷ. εἰ δὲ ἐφιλεῖτο ἡ τοιαύτη κόρη τῇ βασιλίδι, πιθανῶς ἄρα καὶ ἀνειδωλοποιεῖτο ἐν ὕπνοις. λέγει δὲ τὸ ῥηθὲν ὅραμα παραινετικῶς, ὅσα ἄν τις ὀνειδίσῃ εὐγενεῖ παρθένῳ μεθήμονι, ὅ ἐστιν ἀμελούσῃ τῶν τοῦ οἴκου. εἰσὶ δὲ ἐκεῖνα τοιαῦτα. τί νύ <!-- 1.236 -->σε ὧδε μεθήμονα γείνατο μήτηρ; εἵματα μέντοι κεῖται ἀκηδέα σιγαλόεντα. σοὶ δὲ γάμος σχεδόν ἐστιν. ἵνα χρὴ καλὰ μὲν αὐτὴν ἕννυσθαι. τὰ δὲ, τοῖσι παρασχεῖν οἵ κε σʼ ἄγωνται, ἔθος γάρ φασιν ἦν, τὰς νύμφας τοῖς τοῦ νυμφίου, ἐσθῆτας ἐν τῷ τοῦ γάμου καιρῷ χαρίζεσθαι. εἶτα καὶ τὸ χρήσιμον τῆς τοιαύτης ἐπιμελείας ὁ ὄνειρος ἐκτιθεὶς, λέγει ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει ἐσθλή. χαίρουσι δὲ πατὴρ καὶ πότνια μήτηρ. εἶτα ἴομεν φησὶ πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένῃφι. καίτοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι. διʼ ἔργου τάχος. ἐπεὶ οὔτοι ἔτι δὴν παρθένος ἔσσεαι. ἤδη γάρ σε, μνῶνται ἀριστῆες κατὰ δῆμον ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ. τοῦτο δὲ, πρὸς εὐγενῆ παρθένον πρέπει ῥηθῆναι. καὶ ποιήσει οὕτως ἡ Ναυσικάα διδοῦσα ἑαυτὴν εἰς ὑπερεσίαν εὐτελῆ κατὰ ἡρωϊκὴν ἀφέλειαν καὶ ἁπλότητα, διʼ ἣν καὶ ψυχρολουτεῖ ἐν τοῖς ἑξῆς. καὶ φέρει ἐκ θαλάμου ἐσθῆτα φαεινήν. καὶ κατατίθησιν ἐπʼ ἀπήνης. καὶ μάστιγα καὶ ἡνίον λαβοῦσα, μαστίζει τὰς ἡμιόνους. καὶ ἐν τῷ ἐκ τοῦ ποταμοῦ ἐπανιέναι ζεύξασα τὰς ἡμιόνους, πτύσσει τὰ εἵματα. καὶ τοιαῦτα μὲν ταῦτα. Σιγαλόεντα δὲ εἵματα εἴπερ λέγει τὰ μὴ σκληρὰ μηδὲ κτυποῦντα διὰ τὸ ἀντιτυπεῖν ἀλλὰ τὰ ἁπαλὰ, γλυκέως λέγει καὶ ἀφελῶς. τὸ γὰρ σιγᾶν, κυρίως ἐπὶ ἐμψύχων. μᾶλλον δὲ, ἐπὶ λογικῶν. Τὸ δὲ ἐκ γάρ τοι τούτων φάτις ἀναβαίνει ἐσθλὴ, γνωμικὸν μὲν οὐκ ἂν εἴη, χρήσιμον δὲ ἄλλως ἐστὶ τοῖς ὀτρύνουσι τινὰ εἴς τι σπουδαῖον. Φάτις δὲ, ἡ φήμη, ἀπὸ τοῦ πέφαται. ὡς ἀπὸ τοῦ πέφασαι ἡ φάσις καὶ ἐκ τοῦ πέφαμαι ἡ φάμα Δωρικῶς καὶ ἡ φήμη κοινῶς. Τὸ δὲ ἀναβαίνει, ἀναστροφὴν δοκεῖ ἔχειν. ἵνα λέγῃ, ὅτι φάτις ἀνὰ τοὺς ἀνθρώπους βαίνει. ἣ καὶ ἄλλως, ὁμοιότητά τινα ἔχει πρὸς τὸ ἀναδέδρομε. Τὸ δὲ ἐσθλὴ, πρὸς ἀκρίβειαν λόγου κεῖται καὶ διαστολήν. ἔστι γὰρ καὶ φάτις ἀναβαίνουσα οὐκ ἐσθλὴ, ὥσπερ καὶ ἀοιδή, τοιαύτη δὲ φάτις, ᾗ χαίρουσιν οἱ οἰκεῖοι. καὶ μάλιστα πατὴρ καὶ πότνια μήτηρ. Συνέριθος δὲ κυρίως ὥσπερ καὶ ἔριθος, ἡ συνεργαζομένη ἔριον. καταχρηστικῶς δὲ, καὶ ἡ ἁπλῶς συνεργαζομένη. Ὅτι ἐπίτηδες ἡ ἐν ὀνείροις μυθικὴ Ἀθηνᾶ πλυνέουσαν τὴν βασιλικὴν παῖδα ἐς ποταμὸν προκαλεῖται, ἵνα οὕτως ἐνδύσῃ διʼ αὐτῆς ὁ ποιητὴς τὸν γεγυμνωμένον ναυαγὸν Ὀδυσσέα. διὸ αὐτὴ μὲν, συμβουλεύει τῇ παιδὶ, ἐποτρύναι Ἀλκίνοον τὸν πατέρα ἠῶθι πρὸ, ἡμιόνους καὶ ἅμαξαν ἐφοπλίσαι. ἣ ἄγοι ἂν, ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα. πολλὸν γάρ φησιν ἄπο πλυνοί εἰσι πόληος. ἡ δὲ παῖς, πείθεται. καὶ λαλεῖ τῷ πατρὶ οὕτω. καὶ ἐκεῖνος ὑπακούει ἐν τοῖς ἑξῆς. καὶ κελεύει ἐφοπλισθῆναι αὐτῇ ἀπήνην ὑψηλὴν εὔκυκλον, ὑπερτερίῃ ἀραρυῖαν. καὶ οἱ κελευσθέντες δμῶες ἐπείθοντο καὶ ἅμαξαν ἐΰτροχον ἡμιονείην ὅπλεον. ἡμιόνους δʼ ὕπαγον. ζεῦξαν δʼ ὑπʼ ἀπήνῃ. ἤγουν ὑπέζευξαν τῇ ἀπήνῃ. ὃ ταυτόν ἐστι τῷ, ἤγαγον ὑπὸ ζυγόν. ἐξ οὗ καὶ ζυγῶσαι τὸ ὑπὸ ζυγὸν ἀγαγεῖν τι τῶν ὑποζυγίων. καὶ ἐκ τούτου ζύγωθρον, μοχλὸς συνέχων τὰς δύο θύρας. ὁ καὶ ὀχεὺς ἐν Ἰλιάδι. Ἰστέον δὲ ὅτι ταυτὸν ἅμαξαν καὶ ἀπήνην εἰπεῖν. καὶ ὅτι οὐχʼ ἁπλῶς ἅμαξα ἡ τῶν ἡμιόνων, ἀλλὰ χρὴ προσκεῖσθαι καὶ τὸ, ἡμιονεία, καὶ ὅτι πλείων ἡ χρῆσις τοῦ ἀπήνη ἐνταῦθα ἤπερ τοῦ ἅμαξα, διὰ τὸ καιριώτατον. ἅμαξαν μὲν γὰρ, δὶς λέγει. ἀπήνην δὲ, πλεονάκις. τὸ μέντοι ἅρμα, ἐπὶ ἵππων μόνων εἴωθε λέγεσθαι. Τοῦ δὲ δὲ ἐφοπλίζειν, ἐφοπλέειν ἐστὶ τὸ πρωτότυπον, καθὰ καὶ τοῦ ἀφρίζειν, τὸ ἀφρέειν, ὡς ἡ Ἰλιὰς δηλοῖ. φησὶ γοῦν. ἅμαξαν ὅπλεον. Τὸ δὲ ἄγειν, οὐ κυρίως μὲν ὅμως δὲ, ἐπὶ ἀψύχων κἀνταῦθα ἔθετο. τοιαῦτα γὰρ τὰ ζῶστρα καὶ οἱ πέπλοι καὶ τὰ ῥήγεα. Ἔφη δὲ ζῶστρα ἐνταῦθα εἰσάπαξ, τὰ πρὸς τὴν ζώνην ἐπιτήδεια οἷς ἔστι ζώσασθαι. Πέπλοι δὲ καὶ νῦν συνήθως, γυναικεῖα περιβλήματα. διὸ καὶ ἐπὶ γυναικῶν μόνων τὸ εὔπεπλον λέγεται. ῥήγεα δὲ, πιθανότητος χάριν παρείληπται, ἵνα ἐξ αὐτῶν ἐνδύσηται ὁ Ὀδυσσεύς. πέπλον γὰρ οὐκ ἂν ἀμφιέσηται γυναικικῶς. Πλυνοὶ δὲ παρὰ μὲν ἄλλοις, σκάφαι τινὲς χρήσιμοι πλύνειν. παρὰ δὲ Ὁμήρῳ, βόθροι ἐν οἷς ἔπλυνον. διὸ προϊὼν φησίν· ἐσφόρεον μέλαν ὕδωρ. στεῖβον δʼ ἐν βόθροισι θοῶς. δεικνὺς, ὡς ταυτόν ἐστι βόθρους εἰπεῖν καὶ πλυνούς. ὧν ἡ χρῆσις καὶ παρὰ τῷ κομικῷ. Εὔκυκλος δὲ ἀπήνη ὡς ὁ ποιητὴς εὐθὺς ἑρμηνεύει, ἡ εὔτροχος ἅμαξα. ἐπεὶ καὶ κύκλα λέγονται οἱ τροχοί. ὅθεν καὶ κυκλήσειν ἐν Ἰλιάδι, τὸ ἐφʼ ἁμαξῶν ἀγαγεῖν. Ὑπερτερία δὲ, τὸ ἐπικείμενον τετράγωνον πλινθίον τῷ ἄξονι, παρὰ τὸ ὑπερκεῖσθαι αὐτοῦ. ἐν δὲ Ἰλιάδι, πείρινθα τοῦτο εἶπεν ὁ ποιητής. Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον ὄνομα φέρεταί πως καὶ ἕως ἄρτι. ἐθνικοὶ γὰρ Ἰταλικοὶ παρακόπτοντες βερτέρην ταύτην φασὶ κατὰ παραφθοράν. <!-- 1.237 -->Τὸ δὲ ὑπερτερίῃ ἀραρυῖαν, βούλεται δηλοῦν, ὡς εὖ ἥρμοσται ἡ ὑπερτερίη τῷ ἄξονι εἴτε καταμόνας οἱ τροχοὶ κινοῦνται, εἴτε συστρέφονται τῷ ἄξονι. Τὸ δὲ ὁπλέειν καὶ τὸ ὁπλίζεσθαι, λέγοιτο ἂν καὶ ἐντύνεσθαι. ὡς δηλοῖ τὸ, συνέριθος ἅμʼ ἕψομαι ὄφρα τάχιστα ἐντύνεαι. ἐπεὶ καὶ ἔντεα, τὰ ὅπλα, ἐξ ὧν τὸ ἐντύνεσθαι. Ὅτι χρήσιμον εἰς προτροπὴν τοῦ πλεῦσαι, ἢ ἐφʼ ἵππου ἢ ἁμάξης ὁδεῦσαι, τὸ, καὶ δὲ σοὶ ὧδε πολὺ κάλλιον ἠὲ πόδεσσιν ἔρχεσθαι. Ἀθηνᾶ δὲ τοῦτο λέγει τῇ βασιλικῇ κόρῃ. ἔνθα ἔστιν ἰδεῖν οὐ μόνον τὸ σεμνὸν τῆς πορείας, ἀλλὰ καὶ τὸ πιθανὸν τοῦ κατὰ τὴν ἀπήνην πλάσματος. μακρᾶς γὰρ οὔσης τῆς ἐς τὰς πλυνοὺς ὁδοῦ πολλῶν δὲ καὶ τῶν πλυθησομένων πέπλων τε καὶ λοιπῶν, χρεία ἦν καὶ ἁμάξης τοιαύτης πρός τε φόρτον καὶ πρὸς ἔντιμον πορείαν τῆς βασιλίδος. διὸ καὶ δουλίδες αὐτῇ ἕπονται. τοῦτο δὲ, καὶ ἄλλου χάριν. ἵνα δηλαδὴ παίζουσαι καὶ ᾄδουσαι, ἀφυπνίσωσι τὸν Ὀδυσσέα οὗ χάριν ταῦτα. καὶ οὕτως, εἰς ἱκετείαν ἐκκαλέσωνται. ὅτι δὲ καὶ νῦν πρώτως ἡ κόρη ἄπεισιν ἐς ποταμὸν πλυνέουσα, δηλώσει αὐτὴ μετʼ ὀλίγα πιθανῶς, εἰποῦσα τὸ, τά δʼ ἐμῇ φρενὶ πάντα μέμηλε. δήλη δὲ ἐν τοῖς τοιούτοις ἡ ἡρωϊκὴ ἀφέλεια καὶ εὐτέλεια. εἵματα γὰρ φοροῦσιν οἱ βασιλεῖς πλυνόμενα καὶ οὐχʼ ἁπλῶς, ἀλλὰ καὶ ἐν ποταμῷ καὶ οὐδαμοῦ χρυσὸς ἐνταῦθα ἤ τι ἕτερον ἀπρόσιτον ὕδατι, ἀλλʼ ἔχαιρον καθαρὰ φοροῦντες νεόπλητα. Ὅτι σεμνολογῶν ὁ ποιητὴς τὰ οὐράνια, φησὶν ὡς ἀπέβη Ἀθήνη Οὔλυμπόνδε. ὅθι φασὶ θεῶν ἔδος ἀσφαλὲς αἰεὶ ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται. οὔτέ ποτʼ ὄμβρῳ δεύεται. οὔτε χιὼν ἐπιπίλναται ἀλλʼ αἴθρη πέπταται ἀννέφελος. λευκή δʼ ἐπιδέδρομεν αἴγλη. τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα. καὶ τοιοῦτος μὲν ὁ Ὄλυμπος τά γε ἄνω. τὰ γάρ τοι κάτω καὶ μετὰ τὰ νέφη, ἀγάννιφός που λέγεται. Τὸ δὲ αἴθριον τοῦ Ὀλύμπου καὶ ἀνέφελον καὶ αἰγλῆεν, εὔλογον. διότι οὐδὲ ἀναθυμίασις ἄνεισιν ἕως τῶν ὑψηλοτάτων. Ἰστέον δὲ ὡς πολλὰ καὶ ἄλλα ὄρη μὴ νεφελοῦσθαι τὰς κορυφὰς ἱστόρηνται, γνωσθέντα ἐκ πείρας θυτικῆς. θύσαντες γὰρ καὶ τῇ σποδῷ ἐντυπώσαντες γράμματα, εἶτα εἰς ἔτος ἀνελθόντες, εὗρον αὐτὰ πάλιν διηρθρωμένα καὶ εἰς τὸ πᾶν ἀσκέδαστα. οἱ δὲ παλαιοὶ φασὶ καὶ ἐπουράνιον καλεῖσθαι τὴν τοῦ Μακεδονικοῦ Ὀλύμπου κορυφήν. σημειούμενοι καὶ ὅτι οὐρανός ἐστι καθʼ Ὅμηρον, τὸ ἀπὸ νεφῶν ἕως τοῦ κατηστερισμένου τόπου διάστημα. συνωνύμως τῷ καταστερισμένῳ. καλούμενον καὶ αὐτὸ οὐρανός. Ὅρα δὲ ὅτι τὸ μὲν εἶναι θεῶν ἔδος τὸν Ὄλυμπον, ἐνδοιαστικῶς εἶπεν. ἔφη γάρ. ὅθι φασὶ θεῶν ἕδος εἶναι. τὰ δὲ ἑξῆς ἤγουν τὸ μὴ ἀνέμους ἔχειν μηδὲ ὄμβρους μηδὲ χιόνα αἴθρην δὲ καὶ αἴγλην, ἀποφαντικῶς προήγαγεν. ἐκεῖνο μὲν γὰρ, μυθικόν. ταῦτα δὲ, ἀληθῆ. ἄλλως δέ γε καὶ τὸ μυθικὸν θεραπεύεται, εἰ θεοὶ ὑπονοηθεῖεν οἱ ἀστέρες καὶ τὰ προσεχῶς ὑπʼ αὐτοὺς καὶ κατʼ αὐτούς. τότε γὰρ τὸ φασὶν, οὐ κατʼ ἐνδοιασμὸν κείσεται, ἀλλὰ κατὰ κοινὴν δόξαν. αἰγλήεντα γὰρ τὰ ἐκεῖ καὶ μεστὰ αἴθρης, καὶ νεφέλαις ἀσκίαστα. Τεχνικῶς δὲ τὸ χωρίον κατὰ γοργότητα προῆκται καὶ κάλλος. ὡράϊσται γὰρ παρίσοις τῷ, τινάσσεται. δεύεται. πίλναται. πέπταται. τούτων δὲ τῶν τεσσάρων τὰ μὲν δύο, ἄλλως παθητικῶς λέγονται, τὸ τινάσσεται καὶ τὸ δεύεται. τὸ δὲ πίλναται καὶ τὸ πέπταται, ἑτέρως κατὰ μόνην φωνὴν παθητικήν. οὐ πελάζει γὰρ περὶ τὸν οὐρανὸν χιὼν, ἀλλὰ αἴθρη ἥπλωται. καὶ εἴρηται τοῦτο μὲν, κατὰ θέσιν. ἐκεῖνα δὲ τὰ τρία, κατὰ ἄρσιν. Γίνεται δὲ τὸ πίλναται, ἀπὸ τοῦ πελῶ μεταβληθέντος τοῦ ε εἰς ι ἅμα τῇ ἐπενθέσει τοῦ ν. ὁμοίως τῷ κεδῶ κιδνῶ. καὶ ἑτέροις πολλοῖς. Αἴθρη δὲ, φανερῶς ἡ εὐδία. ὅθεν δοκεῖ καὶ Βορέας αἰθρηγενέτης γίνεσθαι. Τὸ δὲ πέπταται ἀντὶ τοῦ ἐξήπλωται, ἀπὸ μικροπρεποῦς λέξεως εἰς μέγα πρᾶγμα τέτραπται. κυρίως γὰρ ἐπὶ πτηνῶν ἡ λέξις. ἐνταῦθα δὲ ἁπλῶς τὸ χύμα τῆς ἄνω αἰθρίας δηλοῖ. Τὸ δὲ ἀννέφελος, εἰ καὶ μὴ ἐδίπλαζε τὸ ν, ὅμως εἶχε καὶ ἄλλως ἐκτείνειν τὴν ἄρχουσαν, ὡς τὸ ἀκάματος καὶ ἀθάνατος. Τὸ δὲ ἐπιδέδρομεν, ἀντὶ τοῦ ἐπιτρέχει. ἐπιπολάζει. καὶ ἔχει διαφορὰν πολλὴν πρὸς τὸ ἀναδέδρομεν. ὅπερ οὐκ ἔστιν οἰκεῖον ἐνταῦθα λεχθῆναι. οὐ γὰρ κάτωθεν ἀναδέδρομεν εἰς Ὄλυμπον αἴθρη οὗ νεφελώδη τὰ κάτω, ἀλλʼ ἐπιδέδρομεν ὡς εἴρηται. Ὅτι ἀφελῶς ἡ δέσποινα ἐνταῦθα ἐπʼ ἐσχάρῃ κάθηται, ἴσως διὰ τὸ προῤῥηθὲν ψύχος. οὕτω δὲ καθημένην καὶ ἐν τοῖς ἑξῆς, Ὀδυσσεὺς ἱκετεύσει αὐτήν. κάθηται δὲ νῦν σὺν ἀμφιπόλοισι γυναιξὶ, ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, τουτέστι μέλανα κατὰ τὸ ἰοδνεφὲς εἶρος ὃ πρὸ τούτου εἶχεν ἡ Ἑλένη. καὶ ἄλλως δὲ εἰπεῖν, ἁλιπόρφυρα, τὰ ὅμοια πορφυρούσῃ ἁλί. ἢ τὰ ἐκ <!-- 1.238 -->θαλασσίας πορφύρας. Τὸ δὲ ἀμφιπόλοισι γυναιξὶ, διὰ τὸ σαφὲς οὕτως ἐφράσθη. οὐ μόνον διότι καὶ τύμβοι ἀμφίπολοι λέγονται ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἀλλὰ καὶ ὡς εἰκὸς ὂν, καὶ ἐπὶ ἀνδρῶν νοεῖσθαι τὸ τοὺς δεσπότας ἀμφιπολεῖν. Ἠλάκατα δὲ, ὅτι τὰ ἔρια, πολλαχοῦ δηλοῦται. καὶ ὅτι στρωφᾶν, τὸ στρέφειν ἤτοι κλώθειν, λέγεται. Ὅτι ξυμβαλέσθαι καὶ ξυμβαλεῖν, οὐ μόνον τὸ νοῆσαι καὶ τὸ κατὰ μάχην συμμίξαι, ἀλλὰ καὶ τὸ ἀντιβολῆσαι ἤτοι συναντῆσαι. οἷον. τῷ δὲ θύραζε ἐρχομένῳ ξύμβλητο ἐς βουλὴν, ἵνα μιν κάλεον οἱ δεῖνα. Καὶ ὅρα τὸ κάλεον. ἐξ οὗ ἡ σύγκλητος βουλή. κεῖται δὲ καὶ ἐν Ἰλιάδι τὸ, ξύμβληντο βασιλῆες, ἤγουν συνήντησαν. Ὅτι τὸ παππάζειν ὅπερ ἐν Ἰλιάδι κεῖται, ἐκ τοῦ ἐνταῦθα ῥηθέντος πρὸς τὸν πατέρα Ἀλκίνοον ὑπὸ τῆς θυγατρὸς, παρῆκται. φησὶ γὰρ ἐκείνη οὕτω ἀφελῶς. πάππα φίλε. οὐκ ἂν δή μοι ἐφοπλίσειας ἀπήνην ὑψηλὴν εὔκυκλον ἵνα κλυτὰ εἵματʼ ἄγωμαι ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται; ἔστι δὲ ὁ πάππας, συγγενικὴ λέξις, προσφωνουμένη ἐκ παιδὸς πρὸς πατέρα ὡς ἐν Ἰλιάδι καλῶς γέγραπται. Τὸ δὲ ἐφοπλίσειας, γράφεται καὶ ἐφοπλίσειαν. δμῶες γὰρ μετʼ ὀλίγα κελευσθέντες ὡς καὶ προεγράφη, ὁπλέουσι τὴν ἅμαξαν. ἔστι δὲ ἀστειότερον κατὰ ἀφέλειαν νεωτερικὴν, τὸ ἐφοπλίσειας. ὅθεν ὁ γέρων πατὴρ διορθούμενος τὸ ἀφελὲς, ἐρεῖ ὅτι δμῶες ἐφοπλίσειαν ἀπήνην, οὐ μὴν ἐγὼ δηλαδή. Τὸ δὲ εἵματʼ ἄγεσθαι, ταυτὸν τῷ, ἐσθῆτα φέρειν. ὅπερ καὶ ἐν τῇ ἐφεξῆς ῥαψῳδίᾳ καὶ μετʼ ὀλίγα δὲ, κεῖται. καὶ ἔστιν ὅμοιον ἐσθῆτα ἑνικῶς προσηγορικῷ λόγῳ εἰπεῖν, καὶ εἵματα πληθυντικῶς, ὡς καὶ μετʼ ὀλίγα ῥηθήσεται. Σημείωσαι δὲ ὅτι τε παθητικῶς ἔφη τὸ ἄγωμαι, καὶ ὅτι ἀντὶ τοῦ φέρω δοκεῖ αὐτὸ εἰπεῖν ὡς ἐπὶ ἐμψύχων. πλὴν ὅσον οὐκ αὐτὴ ἀλλʼ ἡ ἅμαξα φέρει τὰ εἵματα. Τὸ δὲ ῥερυπωμένα, κοινότερον ἐῤῥέθη. τὸ γὰρ Ἀττικὸν ἐῤῥυπωμένα. προετιμήθη δὲ τὸ κοινὸν, ἵνα μὴ χωλὸν ἀθεράπευτον διὰ τοῦ Ἀττικισμοῦ τὸ ἔπος γένηται. ὅλως γὰρ, οὐκ ἔστιν ἐν δακτυλικῷ μέτρῳ ἢ τὸ ἐῤῥυπῶσθαι εἰπεῖν, ἢ τὰς ἀπὸ τοῦ τοιούτου παρακειμένου κινήσεις, διὰ τὸ παρασπίζεσθαι τὴν ῥυ βραχεῖαν συλλαβὴν, ἑκατέρωθεν μακραῖς λέξεσι. δῆλον δὲ ὅτι Ἀττικοὶ μὲν, εὐφωνίας στοχάζονται ἐν τῷ, ἐῤῥητορευκὼς καὶ ἐῤῥηγμένος καὶ ἐῤῥυπωμένος. Ὅμηρος δʼ ἐνταῦθα, τῆς καλλιφωνίας τὴν κανονικὴν ὀρθότητα προέκρινε, ῥερυπωμένα εἵματα εἰπών. αἱ γὰρ δύο ἄρχουσαι λέξεις τοῦ ἐῤῥυπωμένα, ποδιζόμεναι μετὰ τῆς μοι ἀντωνυμίας τῆς ὄπισθεν αὐτῶν κειμένης, ἢ ἀμφίβραχυν ἐποίησαν ἂν λόγῳ κοινῆς συλλαβῆς ἄδεκτον Ὁμηρικῷ μέτρῳ, ἢ παλιμβακχεῖον ἀκάθαρτον ὥς φασιν οἱ παλαιοὶ, ὅπέρ ἐστιν ἀθεράπευτον ὡς μὴ οἷόν τε συμβιβασθῆναι μέτρῳ ἡρωϊκῷ. ἔστι δὲ παλιμβακχεῖος ἢ προπαροξυτόνως παλιμβάκχειος, πεντάχρονος ποὺς, ἐκ δύο μακρῶν καὶ βραχείας. οἷον Ἥφαιστος. ἀνάπαλιν ἔχων τῷ βακχείῳ, πενταχρόνῳ ὄντι ἐκ βραχείας καὶ δύο μακρῶν. οἷον νοήμων. ἔχοντι τὴν κλῆσιν, ἀπὸ τοῦ Βάκχου Διονύσου. ᾧ ὕμνους ἐκ τοιούτου μέτρου ᾖδον οἱ διθυραμβοποιοί. Ὅτι κοσμίῳ ἀνδρὶ προσρηθήσεται τὸ, καὶ δέ σοι αὐτῷ ἔοικε, μετὰ πρώτοισιν ἐόντα βουλὰς βουλεύειν, καθαρὰ χροῒ εἵματʼ ἔχοντα. ὅ ἐστι μὴ ῥερυπωμένα. διὸ ἀκολούθως ἀλλαχοῦ κεῖται τὸ, κάθηρε δὲ ῥύπα. ὅ ἐστι τὰ ἐῤῥυπωμένα. ἵνα εἶεν καθαρὰ εἵματα καὶ νεόπλυτα δὲ, ἅτις καθήρειε. Τὸ δὲ μετὰ πρώτοισιν ἐόντα, γράφεται καὶ ἐόντι κατὰ πτῶσιν δοτικήν. καὶ εἰσὶ καὶ ἄμφω ἀσολοίκιστα. τό, τε εἰπεῖν ἔοικέ σοι πρώτῳ ὄντι βουλεύειν. καὶ, ἔοικε βουλεύειν σε πρῶτον ἐόντα. τὸ γὰρ βουλεύειν, εἰσαγωγόν ἐστι πτώσεως αἰτιατικῆς. Τὸ δὲ βουλὰς βουλεύειν, Ἀττικόν ἐστιν ὡς καὶ τὸ ξείνους ξενίζειν. καὶ ἕτερα μυρία. Ὅτι τοὺς ἠϊθέους διαστέλλει καὶ ἐνταῦθα πρὸς τοὺς ὀπυίοντας, εἰπών. οἱ δύο ὀπυίοντες. τρεῖς δʼ ἠΐθεοι θαλέθοντες. ὡς εἶναι ἠΐθεον, τὸν μήπω γάμῳ ἐκδοθέντα. Ὅρα δὲ ὡς θαλέθοντας εἶπε τοὺς ἠϊθέους. οἱ γὰρ ὀπυίοντες, ἤδη που φθίνουσι. διὸ καὶ τῶν τις παλαιῶν, φίλον χθὲς μὲν ἄζυγα σήμερον δὲ γυναικὶ ἐκδοθέντα οἰκτισάμενος, οἴμοι ἔφη, χθὲς ἔζη, ὡς δῆθεν σήμερον τεθνεώς. Ὅτι τρυφῆς δηλωτικὸν τὸ, ἠΐθεοι θαλέθοντες. οἳ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες ἐς χορὸν ἔρχεσθαι. περὶ τῶν Ἀλκινόου δὲ πέντε φίλων υἱῶν ὁ λόγος. Ἔνθα ὅρα ἐν μὲν Ἰλιάδι, τοὺς υἱοὺς ὁ Πρίαμος ἡρωϊκὰ φρονῶν, μέμφεται ὡς χοροιτυπίαις ἀρίστους. ἐνταῦθα δὲ παρὰ τῷ Φαίακι βασιλεῖ ἐπεὶ ἄλλα παρʼ ἄλλοις καλὰ, ἐπαινοῦνται οἱ παῖδες ὡς αἰεὶ χορεύειν ἐθέλοντες. καὶ αὐτὸς ἀκούων ἀνέχεται. τρυφηταὶ γὰρ οἱ Φαίακες καὶ οὐ κατὰ τοὺς Τρῶας ἀρειμάνιοι. Ὅτι σώφρονος παρθένου ἦθος δηλοῖ τὸ, αἴδετο γὰρ θαλερὸν γάμον <!-- 1.239 -->ἐξονομῆναι πατρὶ φίλῳ. Ναυσικάα δὲ ἡ τοῦτο ποιοῦσα. ἣ τὴν μὲν διʼ ὀνείρου ὑποτεθεῖσαν πλύσιν τῶν ἱματίων, ἐξέφῃνε. τὸ δὲ σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἐσίγησε κατὰ λόγον αἰδοῦς. ὁ μέντοι πατὴρ, πάντα ἐνόει φησί. διὸ καὶ πεισθεὶς, λέγει. οὔτε τοι ἡμιόνων φθονέω τέκος, οὔτε τευ ἄλλου. ὥστε δηλαδὴ οὐδὲ γάμου ὃν σὺ αἰδουμένη σεσίγηκας. οὐχʼ ἁπλῶς δὲ οὕτω, τὰ περὶ γάμου παραῤῥιπτεῖ ὁ ποιητὴς, ἀλλὰ πρὸς πιθανότητα τῶν ἐς ὕστερον, ἔνθα καὶ ἡ κόρη εὔξεται, τὸν Ὀδυσσέα σχεῖν ἄνδρα καὶ ὁ πατὴρ δὲ Ἀλκίνοος γαμβρὸν αὐτὸν εὐτυχῆσαι, διὰ τὸ ὡραίαν δηλαδὴ γάμου τὴν παῖδα εἶναι. ταῦτα δὲ, φίλον τὸν Ὀδυσσέα τοῖς βασιλεῦσι ποιεῖ, ὅπερ αὐτὸς εὔξατο. καὶ οὕτω πιθανολογεῖται τὰ εἰς αὐτὸν ἐκ τῶν Φαιάκων ἀγαθά. Ὅτι ἐν τῷ, κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινὴν, ἐσθῆτα λέγει κατὰ τρόπον προσηγορίας τὰ πολλὰ ἱμάτια ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη. καὶ ἔστιν ἡ τούτου χρῆσις πολλὴ ἐν τοῖς κατὰ τὴν Ναυσικάαν. ἔστι δὲ τοιαύτη ἐσθὴς, ὡς μὲν ἓν ἀνθʼ ἑνὸς εἰπεῖν, εἵματα κατὰ τὸν ποιητήν. ἄλλως δὲ κατὰ τὸν αὐτὸν, ζῶστρα καὶ πέπλοι καὶ ῥήγεα. Ἐσθῆτα δέ φασι φαεινὴν λέγει, τὴν φύσει τοιαύτην. ἄλλως γὰρ, ἐῤῥύπωτο. εἰκὸς δὲ, καὶ τὴν λεπτὴν οὕτω λέγεσθαι. ὡς δὲ ἡ ἐσθῆς καὶ τὸ ἔσθος τὰ ψιλούμενα, ἐκ τοῦ δασυνομένου ἕω γίνεται ἀφʼ οὗ καὶ τὰ εἵματα δασυνόμενα λόγῳ ἄλλῳ καὶ αὐτὰ ὁμοίως τῷ θήματι, δῆλον ἐκ τῶν παλαιῶν. Ὅτι ἐφόδια τρυφερὰ ἤτοι δείπνου λαμπροῦ παρασκευὴ φράζεται ἐν τῷ, μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέα ἐδωδὴν παντοίην. ἐν δʼ ὄψα τίθει. ἐν δʼ οἶνον ἔχευεν ἀσκῷ ἐν αἰγείῳ. δῶκε δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, εἵως χυτλώσαιτο σὺν ταῖς δεῖνα. κίστη δὲ παρʼ Ἀττικοῖς, ἐδεσματοθήκη, ὡς ἑρμηνεύουσιν οἱ παλαιοί. καὶ σώζεται μέχρι νῦν ἡ τοιαύτη λέξις παρὰ πολλοῖς. οὐκ ἄποθεν δέ φασιν ἐστὶ τοῦ ἐγκεῖσθαί τι ἐν αὐτῇ, τουτέστιν, ἔοικεν ἡ λέξις ἐτυμολογεῖσθαι παρὰ τὸ κεῖσθαι. Τὸ δὲ ἐδωδὴν παντοίην, ποικιλίαν ἄρτων δηλοῖ καὶ τοιούτων τινῶν. τὰ γὰρ ὄψα, ἰδίᾳ ἐκπεφώνηται. Αἴγειον δὲ ἀσκὸν κἀνταῦθα, παρατετηρημένως εἶπεν. ὡς τοιούτου δεξιοῦ ὄντος εἰς οἴνου ὑποδοχήν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀσκοῦ φέρεται παροιμία τὸ, ἀσκῷ φλαυρίζεις. οἷον. κενῷ σώματι φλυαρεῖς. Λήκυθος δὲ, ἀγγεῖον ἐλαιοδόχον, παρὰ τὸ ἔλαιον κεύθειν. ἵνα ᾖ ἐλαιόκυθός τις. Ὅτι δὲ ἡ λήκυθος καὶ ὄλπη λέγεται, φέρει χρῆσιν Ἀθήναιος ἐξ Ἀχαιοῦ γλαφυροῦ φησι ποιητοῦ. λέγων καὶ ὅτι λήκυθοι καὶ ἐκ τιμίας ἐγένοντο ὕλης. οἷον. στέφανοι καὶ διλήκυθον μύρου χρυσοῦν καὶ ἀργυροῦν. δοκεῖ δὲ ἡ ῥηθεῖσα ὄλπη γίνεσθαι, παρὰ τὸ ἔλαιον πεπάσθαι ἤγουν κεκτῆσθαι. Ἔλαιον δὲ ὑγρὸν οὐ μόνον ὡς χαλαστικὸν καὶ ὑγροποιὸν καὶ διατηροῦν τὸ ἀλιφὲν σῶμα ἐν ὑγρότητι ὡς μὴ σκελετεύεσθαι, ἀλλὰ καὶ ὅτι οὐκ ἀποκρυσταλοῦται τῷ ψύχει διὰ τὴν ἐν αὐτῷ ποιότητα οὐ μὴν ἁπλῶς ὑγρότητα. εἰ δὲ τὸ ἔλαιον ᾧ χρῆται ἡ βασιλικὴ νεᾶνις ἔχει τι ξενίζον, οὐκ ἔστιν ἀποφῄνασθαι σταθερῶς. ἴσως γὰρ ὕστερον τὰ τοιαῦτα ἐπενοήθη. ὧν πολυειδῶν ὄντων, ἐγίνετό τι καὶ ἐξ ἀκάνθης. ὡς δηλοῖ ὁ γράψας τὸ, ἐν Καρμανίᾳ ἱστορεῖ Κτησίας, ἔλαιον γίνεσθαι ἀκάνθινον, ᾧ χρῆσθαι τὸν βασιλέα. Ὅτι δὲ ὥσπερ σπηλαίου καὶ προσκεφαλαίου καὶ τυχαίου ὑποκοριστικὰ σπηλάδιον προσκεφαλάδιον τυχάδιον οὕτω καὶ ἐλαίου ἐλάδιον, δηλοῦσιν οἱ τεχνικοί. κεῖται οὖν παρὰ τῷ δειπνοσοφιστῇ, ἐλαδίου κοτύλη. Τὸ δὲ εἵως χυτλώσαιτο, ἀντὶ τοῦ ὅπως μετὰ λουτρὸν χυλωθείη ἀλειψαμένη. ἐντεῦθεν δὲ καὶ χύτλα ἁπλῶς τὰ λουτρὰ πλεονασμῷ τοῦ τ. κοινῶς γὰρ μέχρι καὶ τῶν ἄρτι, χυλοῦσθαι, τὸ ἐξ ὑετῶν τυχὸν ὑγραίνεσθαι. καὶ ὁλόχυλος, ὁ λίαν τοῦτο παθών. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι χύτλα, τὸ μεθʼ ὕδατος ἔλαιον, ὅθεν τὸ χυτλώσασθαι. Ὅρα δὲ τὸ εἵως κἀνταῦθα, γενόμενον πλεονασμῷ τοῦ ε καὶ ἐπενθέσει τοῦ ι. τὸ γὰρ ἁπλοῦν ἐστιν, ὡς χυτλώσαιτο. Ὅτι τὸν τῶν ἡμιόνων ἐν τῷ συντόνως κινεῖσθαι ἦχον, εἰς καναχὴν ὀνοματοποιεῖ, φησὶ γάρ. μάστιξε δʼ ἐλάαν, καναχὴ δʼ ἦν ἡμιονοῖϊν. αἵ δʼ ἄμοτον τανύοντο. τουτέστιν εὐτόνως ἐκινοῦντο. Ἄμοτον δὲ ὅτι τὸ ἐντελὲς κυρίως καὶ πληρέστατον ἐκ μεταφορᾶς σωμάτων ἢ τραυμάτων μὴ δεομένων μότου, καὶ ἐν ἄλλοις ἐῤῥέθη. Ὅτι τὴν τοῦ πλύνειν διασκευὴν, οὕτω προάγει ὁ ποιητής. αἵ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο. Ἔνθʼ ἤτοι πλυνοὶ ἦσαν ἐπηετανοὶ, πολὺ δʼ ὕδωρ καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι, ἔνθα ἡμιόνους μὲν, ὑπεκπροέλυσαν ἀπήνης. καὶ τοὺς μὲν, σεῦαν ποταμὸν παραδινήεντα, τρώγειν ἄγρωστιν μελιηδέα. αἵ δʼ ἀπʼ ἀπήνης εἵματα χερσὶν ἕλοντο, καὶ ἐσφόρεον μέλαν ὕδωρ. στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα. ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός. ᾗχι μάλιστα λάϊγγας <!-- 1.240 -->ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. τὰ μέντοι ἐφεξῆς στενολεσχῶν, ἐπάγει. αἱ δὲ, λοεσσάμεναι καὶ ἀλειψάμεναι λίπʼ ἐλαίῳ δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσι ποταμοῖο. εἵματα δʼ ἠελΐοιο μένον τερσήμεναι αὐγῇ. τουτέστι ξηρανθῆναι. ἡλίῳ μὲν γάρ φασι, ξηραίνεταί τι καὶ τέρσεται καθʼ Ὅμηρον. ἀνέμῳ δὲ, ψύχεται καὶ ἀναψύχεται. Περικαλλέα δὲ ῥοῦν ποταμοῦ λέγει, ἐπεὶ καὶ τὸ ὕδωρ ὑποκατιὼν, καλὸν ἔφη ἐν τῷ, πολύ δʼ ὕδωρ καλόν. ὅπερ τὸν ποταμὸν περιφραστικῶς δηλοῖ. καθὰ καὶ τὸ πολὺ ἁλμυρὸν ὕδωρ, τὴν θάλασσαν. Τῶν δὲ πλυνῶν ἡ ἐτυμολογία, ἐν τῷ, αὐτὰρ ἐπεὶ ἔπλυναν. βόθροι δὲ, οἱ πλυνοὶ ὥσπερ καὶ προεῤῥέθη, τουτέστιν ὀρύγματα. διὸ ἐπηετανοὺς αὐτοὺς εἶπεν, ὡς διʼ ὅλου ἔτους κοίλους μένοντας, καὶ μὴ ἀναπληρουμένους οἷα εἰκὸς πάσχειν τὰ βεβοθρευμένα διʼ ὀρύξεως. ἕτερος δέ που ποταμὸς, λαΐνους ἔχει πλυνούς. εἰκὸς δὲ, ἀλλαχοῦ καὶ ξυλίνους εἶναι. οὐκ ἐξ ἀνάγκης δὲ πλυνὸς ἔνθα τι πλύνεται, εἴγε λάϊγγας ποτὶ χέρσον ἀποπλύνει θάλασσα. Ἐν δὲ τῷ, πολὺ ὕδωρ καὶ ἐσφόρεον μέλαν ὕδωρ, ἐκτείνεται τὸ υ. ἀλλαχοῦ δὲ, οὐχʼ οὕτως. οἷον ἐν τῷ, γίνετο δʼ ὑγρὸν ὕδωρ. καὶ, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. Ἐν δὲ τῷ ὑπεκπρορέει, καὶ ὑπεκπροέλυσαν ἀπήνης, οὐκ ἀλόγιστος ἡ ὁμοιότης τῆς τῶν ἐπαλλήλων προθέσεων συνθέσεως. ἐν μὲν γὰρ τῷ ὑπεκπρορέειν, ἡ μὲν ὑπο, τὴν κάτωθέν ποθεν ἀνάδοσιν δηλοῖ τοῦ ὕδατος. ἡ δὲ εκ, τὴν ἔξοδον αὐτοῦ. ἡ δὲ προ, τὴν αὐτοῦ πρόοδον, οὕτω δὲ καὶ ἐν τῷ, ὑπεκπροέλυσαν ἀπήνης, λέγει ὅτι τοὺς ἐζευγμένους ἡμιόνους ὑπὸ τῇ ἀπήνῃ, ἔξω ζυγοῦ ἀγαγόντες, προέρχεσθαι ἀφῆκαν εἰς νομήν. Ἐν δὲ τῷ, μάλα περ ῥυπόωντα καθῆραι, ὕδατός φασι μέμνηται ὁ ποιητὴς ῥυπτικοῦ. λέγοντες καὶ ὅτι Πινδάρου τὸ ὕδωρ ἄριστον πάντων εἰπόντος, Ὅμηρος ἄλλως αὐτὸ σεμνύνων, τροφιμώτατόν τε οἶδεν ἐκεῖνο ἐν οἷς αἰγείρων ὑδατοτροφέων ἄλσος λέγει. καὶ τὸ διαυγὲς αὐτοῦ ἐπαινεῖ ἐν τῷ, κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ. καὶ τὸ κοῦφον, ἱμερτὸν καλεῖ, ὡς τὸν Τιταρήσιον ὃς τῷ Πηνειῷ ἐπιτρέχει. τὸ γλυκερόν τε ὕδωρ φιλεῖ. καὶ τὴν τοῦ χλιαροῦ φύσιν ἀγαθὴν οἶδε πρὸς τραύματα. διὸ τὸν Εὐρύπυλον τοιούτῳ καταιονεῖ πρὸς παρηγορίαν ὀδύνης. ὅπου γε εἰ ἐπισχεῖν φασιν ἔδει αἱμοῤῥαγίαν, τὸ ψυχρὸν ἐπιτήδειον ἦν, ὡς συστρέφον καὶ συσφίγγον. Τοῦ δὲ ῥυπόωντα ἡ συζυγία, δευτέρα τῶν περισπωμένων ἐστὶν ὅτε κοινογραφεῖται, ὡς δῆλον ἐκ τοῦ, τί ποτε οἰόμεθα τοὺς πάλαι ποτε Πυθαγοριστὰς ῥυπᾶν. ὁ Ἀθήναιος δὲ οὕτω γράφει, ὅτι δὲ καὶ ῥυπῶ ῥυπώσω ἐστὶν ἐν τρίτῃ συζυγίᾳ, ἐδήλωσεν Ὅμηρος ἐν τῷ, τά μοι ῥερυπωμένα κεῖται. Δινήεις δὲ ποταμὸς, ὁ καὶ αὐτὸς ὡς πολλαχοῦ φαίνεται δινούμενός που καθὰ καὶ ἡ θάλασσα, ἤτοι δίνας ἔχων. διὸ ἐρεῖ. βαθείῃ δʼ ἔμβαλε δίνῃ. Τὸ δὲ τρώγειν, ὠνοματοπεποίηται ἐπὶ ἀλόγων, τραχύτητα ἔχον καὶ ἑτερότητα πολλὴν πρὸς τὸ ἐσθίειν ὅπερ ἐπὶ λογικῶν μάλιστα λέγεται. δῆλον δὲ ὡς ἐκ τοῦ τρώγειν οὗ δεύτερος ἀόριστος τὸ ἔτραγον, καὶ τράγος γίνεται, ζῷον τοῦτο βορώτατον, ὡς ἡ ἐνάργεια δηλοῖ. ἵνα ᾖ τράγος, ὁ ὡς εἰπεῖν φάγος. παράγωγα δὲ τοῦ τρώγειν καὶ τοῦ τραγεῖν, καὶ τὰ τρωγάλια καὶ τὸ τράγημα καὶ τὸ αὐτοῦ ῥῆμα τὸ τραγηματίζω, περὶ ὧν προδεδήλωται. ἀναλογία δὲ τραγήματος. ὡς φαγήματος. ἵνα ᾖ τραγῶ τραγήσω τράγημα. ὡς φαγῶ φαγήσω φάγημα. ᾧ σύστοιχον, καὶ ἡ ἀλλαχοῦ φαγησιποσία. Ἡ δὲ ἄγρωστις βοτάνη ἣν ἀγρίαν ἡ κοινὴ γλῶσσα φησὶν, ὅτι μηλιηδής ἐστιν ὅ ἐστι γλυκεῖα, δῆλον. ἔστι δὲ καὶ διουρητική. καὶ φιλεῖται τοῖς ἀλόγοις ζῴοις. Ἐσφόρεον δὲ ὕδωρ, ἀντὶ τοῦ ἔφερον ἔσω τῶν πλυνῶν. ἐναντίον δὲ πρὸς τοῦτο, τὸ ἐκφορεῖν. Τὸ δὲ στεῖβον, ἀντὶ, τοῦ, ἐπάτουν. ἔτριβον τοῖς ποσίν. ὅθεν καὶ στίβος ἡ ὁδὸς ἡ καὶ τρίβος ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. καὶ στιβὰς, ἡ καταπεπιλημένη στρωμνή. Τὸ δὲ θοῶς ἔριδα προφέρειν, δοκεῖ ἐτυμολογία εἶναι τῆς ἐρίθου καὶ συνερίθου. εἰ γὰρ καὶ παρὰ τὸ ἔριον ἐῤῥέθη γίνεσθαι ἡ ἔριθος, ἀλλʼ οὐκ ἀπίθανον, ἔριθον λέγεσθαι καὶ τὴν προφέρουσαν θοῶς ἔριδα. Τὸ δὲ ῥύπα, μεταπλασμὸν ἔπαθεν. ὡς γὰρ ὁ ζυγὸς τὸ ζυγὸν καὶ τὰ ὅμοια, οὕτω καὶ ὁ ῥύπος τὸ ῥύπον. οὗ ἡ εὐθεῖα παρὰ Θεοκρίτῳ, εἰπόντι, ἅπαν ῥύπον. λέγει δὲ ῥύπα, τὰ ῥύπου μετέχοντα. Τὸ δὲ πέτασαν, δηλοῖ μὲν πάλιν τὸ ἥπλωσαν. ἔστι δὲ ἴσως καιριώτερον τοῦ. αἴθρη πέπταται. ἐκεῖνο γὰρ, ἐπὶ μεγίστου πράγματος τέτραπται. λάϊγγας δὲ λέγει, τὰ σμικρὰ λιθάρια τὰ πρὸ τῶν χειλέων τοῦ ποταμοῦ. Τὸ δὲ ἀλειψάμεναι λίπʼ ἐλαίῳ, ταυτόν ἐστιν ὡς καὶ εἴπερ εἶπε, χυτλωσάμεναι ὑγρῷ ἐλαίῳ, τὸ πρὸ ὀλίγων ῥηθέν. καθὰ καὶ τὸ λίπα ἔλαιον, καθʼ ὁμοιότητα ἐῤῥέθη τοῦ, ὑγρὸν ἔλαιον. Ὅτι <!-- 1.241 -->παιζούσας πλάττων τὰς περὶ τὴν βασιλικὴν νεάνιδα, φησί. σφαίρῃ ταί τʼ ἂρ ἔπαιζον ἀπὸ κρήδεμνα βαλοῦσαι, ὅ ἐστιν ἀποῤῥίψασαι. καὶ γυμναῖς ἀφελῶς παίζουσαι ταῖς κεφαλαῖς. ταῖς δὲ, Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. εἶτα καὶ ἀποσεμνύνουσα ἡ Ὁμηρικὴ Μοῦσα οἷα εὖ εἰδυῖα τήν τε δέσποιναν καὶ τὰς ἀμφιπόλους, κατὰ σεμνοτέραν παραβολὴν, ἐπάγει. οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεος ἰοχέαιρα ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι. τῇ δὲ, ἅμα νύμφαι κοῦραι Διὸς αἰγιόχοιο ἀγρονόμοι παίζουσι. γέγηθε δέ τε φρένα Λητώ. πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα. ῥεῖα δʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι, ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. ἐπὶ δὲ τούτοις δεικνὺς καὶ διατί παίζειν τὰ γυναικάρια ἔπλασεν, ἐπάγει. ἀλλʼ ὅτε δὴ ἔμελλεν ἡ βασιλικὴ παῖς πάλιν οἶκονδε νέεσθαι ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά. τότε δὴ Ἀθηνᾶ νοήσασα, ὡς Ὀδυσσεὺς ἔγροιτο, ἴδοι τε τὴν βασιλικὴν κόρην ἡγησομένην αὐτῷ εἰς Ἀλκινόου, ἐποίησε τάδε. Σφαῖραν ἔπειτʼ ἔῤῥιψε μετʼ ἀμφίπολον βασίλεια. ἤγουν ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἡ δέσποινα. ἀμφιπόλου μὲν ἅμαρτεν, ἤγουν ἀπέτυχεν, ἠστόχησε, βαθείῃ δʼ ἔμβαλε δίνῃ. δινήεις γὰρ ἤδη πέπλασται ὁ ποταμός. αἵ δʼ ἐπὶ μακρὸν ἄϋσαν. ὃς δὴ νόμος γυναικῶν ἐπὶ τοῖς καινοτέροις. ὅ δʼ ἔγρετο δῖος Ὀδυσσεύς. οὐχʼ οὕτω τῇ μολπῇ ὅσον τῇ μακρᾷ βοῇ, ἀφυπνισθείς. ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν, τὰ αὐτῷ δοκοῦντα. Καὶ σημείωσαι ὅτι διαβεβόηται τοῖς παλαιοῖς τὸ χωρίον τοῦτο ἐπὶ συντομίᾳ ὡς οὕτω τάχιστα καὶ οὐ διὰ περιττολογίας ἀφυπνίζει τὸν Ὀδυσσέα. ἐν οἷς ἐπαινεῖται καὶ τὸ, βαθείῃ δίνῃ. καὶ τὸ, μακρὸν ἄϋσαν ἵνα αἱ μὲν γυναῖκες, θορυβηθῶσι διὰ τὸ μὴ πρὸς ὄχθαις ἀλλʼ εἰς βάθος τὴν σφαῖραν πεσεῖν, καὶ διὰ τοῦτο βοήσωσιν. Ὀδυσσεὺς δὲ, ἀνεγερθῇ διὰ τὸ μακρὸν τῆς βοῆς. Ἐν τούτοις δὲ, πρῶτα μὲν ῥητέον ὡς καὶ πάλαι ποτὲ τὸ σφαιρίζειν διὰ σπουδῆς ἤγετο. οὐχʼ ἁπλοῦν ὂν οὐδὲ αὐτὸ, ἀλλὰ διαφορὰς ἔχον ῥηθησομένας ἐν τοῖς ἑξῆς. μάλιστα δέ φασιν ἐπεμελήθησαν ὕστερον σφαιριστικῆς, πόλεων μὲν, κοινῇ Λακεδαιμόνιοι. βασιλέων δὲ, ὁ μέγας Ἀλέξανδρος. ἰδιωτῶν δὲ, Σοφοκλῆς ὁ τραγικός. ὃς καὶ, ὅτε φασὶ τὰς πλυντρίας ἐδίδασκε, τὸ τῆς Ναυσικάας πρόσωπον σφαίρᾳ παιζούσης ὑποκρινόμενος, ἰσχυρῶς εὐδοκίμησεν. εἶτα ἰστέον καὶ ὅτι παρὰ τὴν σφαῖραν ᾗ παρώνυμον ὁ Ἐμπεδόκλειος σφαῖρος, πέπαικταί τινι παλαιῷ εἰς ἄσωτον βραχυήλικα τὸ, Χαρίδης ὁ μικρὸς, ἐν πένθʼ ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν. οὕτω συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ. Ἰστέον δὲ καὶ ὅτι σφαῖρα μὲν γίνεται, ἢ παρὰ τὸ σπῶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ἡ συνεσπαμένη καὶ εἰς ἑαυτὴν συνεστραμμένη καὶ κυκλοτερῶς, ἢ παρὰ τὸ αἴρω κατὰ τοὶς παλαιοὺς, ἡ εἰς ὕψος ἀειρομένη. ἐξ αὐτῆς δὲ, τὸ σφαιρομαχεῖν καὶ σφαιρίζειν παρὰ Πλάτωνι. Τὸ δὲ Ναυσικάα, σημειῶδες, ἐπεὶ τὸ μὲν ἁπλοῦν, νηυσὶ διὰ τοῦ η παρὰ τῷ ποιητῇ. τὰ δὲ σύνθετα, διὰ τοῦ α. Ναυσικάα. Ναυσίθοος. Ναυσίκλυτος. καὶ τὰ ὅμοια. Τὸ δὲ εἶσι κατʼ οὔρεος, Ἀττικὴν ἔχει σύνταξιν. ὡς καὶ τὸ, κατὰ σπλάγχνων ἔβαψε ξίφος. καὶ τὸ, ὁρᾶν κατὰ γῆς. καὶ τὸ, κατὰ δὲ κεφαλῆς οὔλας ἧκε κόμας. ὅτι δὲ καὶ μετὰ αἰτιατικῆς δύναται ἡ τοιαύτη συνταχθῆναι πρόθεσις, δηλοῖ ἐπαχθὲν εὐθὺς τὸ, ἢ κατὰ Τηΰγετον ἢ Ἐρύμανθον. ὧν τὸ μὲν Τηΰγετον ἤγουν Ταύγετον περὶ οὗ πολλαχοῦ δηλοῦται, ὄρος ἐστὶ Λακωνικόν. περὶ οὗ φησὶν ὁ γεωγράφος, ὅτι τε ὄρος τὸ Ταύγετον, ὑψηλὸν καὶ ὄρθιον, μικρὸν ὑπὲρ τῆς Λακωνικῆς θαλάσσης, συνάπτει δὲ πρὸς ἄρκτον ταῖς Ἀρκαδικαῖς ὑπωρείαις. καὶ ὅτι ὄρος Ταύγετον, ᾧ ὑποπέπτωκε Σπάρτη ἐν μεσογαίῳ καὶ Ἀμύκλαι Ὁ δὲ Ἐρύμανθος, ὄρος τε καὶ ποταμὸς περὶ Ἀρκαδίαν, ἔνθα ὁ Ἐρυμάνθιος κάπρος ὁ κατὰ Ἡρακλέα. φαίνεται δʼ ἐν τούτοις κάπρους μάλιστα τρέφεσθαι καὶ ἐλάφους. περιᾴδεται γοῦν καὶ ὁ Ἐρυμάνθιος κάπρος, ἐξ οὗ ληφθὲν εἴρηται τὸ, Ἐρυμάνθιοι τῷ ὄντι σύαγροι περιεφέροντο, σιβύναις ἀργυρέαις διαπεπερονημένοι. Καὶ ὅρα τὸ σύαγροι, ὅπερ Ἴων ἀνὴρ διαλύσας, σύες ἄγριοι ἐρεῖ. καὶ τὸ, σιβύναις οὐ μὴν ζιβύνες κοινότερον διὰ τοῦ ζῆτα. Ἰοχέαιρα δὲ ὡς καὶ ἐν ἄλλοις δεδήλωται, ἢ ἡ χαίρουσα ἰοῖς, ἢ μᾶλλον ἡ χέουσα ἰούς. κατὰ τὸ, βέλεα στονόεντα χέοντο. τοῦτο δὲ, καὶ ἀσπίδος ἐπίθετον τῆς ἰοφόρου, παρὰ τοῖς ὕστερον. Κοῦραι δὲ Διὸς τουτέστιν ἀέρος, νύμφαι αἱ κατʼ ἀλληγορίαν τὴν πολλαχοῦ ῥηθεῖσαν, διὰ τὸ ἐξ ἀέρος ἐνδίδοσθαι τῇ γῇ τὸ θρεπτικὸν ἐν φυτοῖς καὶ γόνιμον, εἰς ὃ αἱ νύμφαι ἀλληγοροῦνται ὡς καὶ μετʼ ὀλίγα ῥηθήσεται. <!-- 1.242 -->Ἀγρονόμοι δὲ παροξυτόνως μὲν, αἱ τὰ ἄγρια νέμουσαι ἢ ἐν ἀγρῷ νέμουσαι. εἰ δὲ καὶ παροξύνεται ἴσως ἡ λέξις, πάθος ἂν εἴη δηλοῦσα καθʼ ὁμοιότητα τοῦ προτότοκοι καὶ τῶν ὁμοίων. δοκεῖ δὲ ἀπεμφαίνειν ἡ τοιαύτη σημασία. οὐ γὰρ ἂν αἱ νύμφαι νέμεσθαι λεχθεῖεν ἂν, εἰ μὴ ἄρα τὸ νέμεσθαι νοηθείη ἀντὶ τοῦ ἁπλῶς διάγειν καὶ οἰκεῖν. οὗ χρήσεις, ἐν τῇ Ὁμηρικῇ Βοιωτίᾳ ἱκαναί. Τὸ δὲ παίζειν, σεσημείωται ὡς μὴ ἀναλογοῦν. λέγεται γὰρ ὅτι τὰ εἰς ζω εἰ παραλήγονται τῇ αι διφθόγγῳ, ἀνεκφώνητον ἔχουσι τὸ ι. οἷον. σφαδᾴζω. βορᾴζω τὸ ἐσθίω. ματᾴζω τὸ μάταια φρονῶ. τὸ παίζω φασὶν ἐκ τοῦ παῖς παιδὸς παιδίζω συγκέκοπται. Τὸ δὲ γέγηθε δέ τε φρένα Λητὼ, παρῳδίαν ἔχει τοῦ, γέγηθε δέ τε φρένα ποιμήν. Τὸ δὲ πασῶν ὑπερέχειν κάρη καὶ μέτωπα καὶ ἀριγνώτην εἶναι, γυναικὸς καλῆς ἔπαινος. ἰδίᾳ τῶν μετώπων ἐκφωνηθέντων ποιητικῷ τρόπῳ μετὰ τὸ κάρη. Τὸ δὲ καλαὶ δέ τε πᾶσαι, οὐ περιττῶς κεῖται, ἀλλʼ οἷον ἐπιφωνηματικῶς. ἵνα οὕτω σὺν τῇ δεσποίνῃ καὶ τὰς ἀμφιπόλους σεμνύνῃ. Ἀδμὴς δὲ, νῦν μὲν παρθένου ἐπίθετον. πρὸ δὲ τούτων, καὶ βοὸς ἀδαμάστου. ἣν δηλαδὴ οὔπω ταῦρος ἐδάμασε. ὥστε, καλῶς καὶ ἀταύρωτος γυνὴ λέγεται ἡ ἄζυξ καὶ παρθένος. ἣν καὶ ἀταυρώτην λέγει ὁ κωμικός. Τὸ δὲ πτύσσειν εἵματα ὅ ἐστι διπλοῦν, συντελεῖ καὶ εἰς νόησιν τοῦ περιπτύσσεσθαι. καὶ τοῦ, μύθοις προσπτύσσεσθαι ὅπερ πρὸ τούτων ἔφη ὁ ποιητής. Τὸ δὲ σφαῖραν ἔπειτʼ ἔῤῥιψε βασίλεια, Διονυσόδωρος λέγεται γράψαι, πάλλαν ἔπειτʼ ἔῤῥιψεν. ὡς ταυτὸν ὂν εἰπεῖν σφαῖραν καὶ πάλλαν ἀπὸ τοῦ πάλλεσθαι. Ῥωμαῖοι μέντοι, πίλαν τὴν σφαῖραν φασὶν, ὡς ἐν Λατινικῷ εὕρηται λεξικῷ, κατά τινα συγγένειαν τοῦ ι πρὸς τὸ ἄλφα. ἐπεί τοι καὶ πῖλος παρὰ τοῖς ἀρχαίοις ἐκαλεῖτο. Σουΐδας γοῦν ἐν τῷ α, φησίν. ὡς ἡ Λάρισσα σφαιρίζουσα πίλῳ, ὤλισθεν εἰς τὸν Πηνειόν. σκοπητέον δὲ εἴπερ ἡ κατὰ σφαῖραν αὕτη παιδιὰ, ἡ λεγομένη ἐφετίνδα ἐστί. τοιαύτη δὲ λέγεται παρὰ τοῖς παλαιοῖς, ὅταν ἄλλῳ προσδείξαντες τὴν σφαῖραν, ἄλλῳ ἐφῶσιν. ἡ δʼ αὐτὴ καὶ φεννὶς ἐλέγετο. ἔστι γάρ φασι φεννὶς, παιδιὰ διὰ σφαίρας. ὁπηνίκα ἑτέρῳ προδεικνύντες, εἶτα ἄλλῳ ἀφιᾶσι τὴν σφαῖραν, ὥσπερ φενακίζοντες. Ὅτι ἀπορῶν τις ποῦ ἐστι καὶ δεδιὼς, ἐρεῖ ἂν κατὰ τὸν Ὀδυσσέα ᾤμοι ἐγώ. τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; ἦ ῥʼ οἵγε ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι. ἠὲ φιλόξενοι καί σφιν νόος ἐστὶ θεουδής. ὅ ἐστι θεοειδής. ἤτοι προσηνής, ἢ θεοῖς ἁδῶν ὅ ἐστιν ἀρέσκων, εἰ δὲ καὶ λεπτῆς τινος ἐκεῖνος ἀκούσει φωνῆς, οἰκεῖον ἐπενεγκεῖν καὶ τὸ, ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀϋτή. Καὶ ὅρα ὡς ἐπὶ φωνῆς καινότερον τὸ θῆλυς ἔθετο καθὰ καὶ προεμνημονεύθη. Ὅτι αἰνιττόμενος ὁ ποιητὴς νύμφας εἶναι ἀλληγορικῶς τὰς περὶ γῆν φυσικὰς δυνάμεις τὰς τῶν φυτῶν αὐξητικὰς ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, φησί. κουράων νυμφάων αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα, καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. Λέγει δὲ πίσεα ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, τοὺς ὑγροὺς τόπους καὶ δυναμένους πίσαι τουτέστι ποτίσαι. οὗ ἡ χρῆσις παρὰ Πινδάρῳ. οἱ δὲ παλαιοὶ, ἑρμηνεύουσιν οὕτω. πίσεα, ἕλη. πεδία. λειμῶνες. ποτίστραι. οἱ δʼ αὐτοὶ λέγουσιν ὅτι καὶ Εὔπολις ἐν δήμοις, πίσει φησὶν ἀντὶ τοῦ ποτιεῖ. ἐξ οὗ καὶ πίστρα ἡ ποτίστρα. καὶ πιστὸν τὸ πινόμενον. οὗ χρῆσις παρʼ Αἰσχύλῳ, εἰπόντι. φάρμακα, τὰ μὲν χριστὰ τὰ δὲ πιστά. Κοῦραι δὲ κατὰ τὸν ποιητὴν αἱ ῥηθεῖσαι νύμφαι, διὰ τὸ ἀεὶ νεάζειν κατὰ φύσιν καὶ μὴ γηρᾶν. διὸ καὶ νύμφαι αἱ αὐταὶ καλοῦνται, διὰ τὸ ἀεὶ νέον. ἢ κατὰ τὸ νῦν φαίνεσθαι ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. ὃ καὶ συμβιβαστέον πρὸς τὸ, ἀεὶ νέον ἐρχομενάων, τὸ ἐν Ἰλιάδι κείμενον. Ὅτι ὥσπερ ἀλφισταὶ ἄνθρωποι κατὰ ἐπίθετον ἰδικὸν, οὕτω καὶ αὐδήεντες ὡς πολλαχοῦ δεδήλωται. φησὶ γοῦν Ὀδυσσεὺς μετὰ κίνδυνον γνοὺς τὰς γυναικικὰς φωνάς. ἦ δήπου ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων. ὡς εἴπερ εἶπεν, ὅτι οὐκέτι πλανῶμαι, ἀλλʼ οἰκουμένης ἐπέβην. δύναται δὲ εἰπεῖν αὐτὸ καὶ ὁ ἐκ βαρβάρου γῆς εἰς μὴ τοιαύτην ἐλθών. Ὅτι ἐπιβολὴ πείρας ἀκριβοῦς τὸ, ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι καὶ ἴδωμαι. Ὅτι κοινῶς μὲν, τὸ ὑποδύεσθαι, κρύψιν τινὰ δηλοῖ καὶ αἰτιατικῇ συντάσσεται. οἷον. τάφον ὑπέδυ. ἢ θάμνους ὑπέδυ. ὁ δὲ ποιητὴς ἐνταῦθα, θάμνων ὑπεδύσετο φησὶν Ὀδυσσεὺς, ἀντὶ τοῦ, ὑπεξῆλθεν ἐκ τῶν θάμνων. καινότερον τοῦτο φράσας καὶ ἀσυνήθως τοῖς ὕστερον. Ὅτι ἐκ πυκινῆς ὕλης Ὀδυσσεὺς πτόρθον κλάσε χειρὶ παχείῃ, φύλλων ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. αἰδεῖται γὰρ γυμνοῦσθαι κούρῃσιν ἐϋπλοκάμοισιν ἐπελθὼν, ὡς μετʼ ὀλίγα ἐρεῖ. Πυκινὴν δὲ ὕλην λέγει, τὰς προσεχῶς εἰρημένας θάμνους. αἳ <!-- 1.243 -->παρὰ τὸ θαμὰ ὅ ἐστι πυκνῶς, ἐτυμολογοῦνται. ὁ δὲ πτόρθος, ἔοικε κλάδος εἶναι πλατύς τε καὶ ἐπιμήκης. καὶ δοκεῖ οὕτω λεχθῆναι, παρὰ τὸ διαπετάσαι καὶ τὸ ὄρθιον. οἱονεὶ ὁ διαπετασμένος εἰς ὀρθόν. οὐ ψιλὸς δὲ οὗτος, ἀλλὰ πτόρθος φύλλων οἷος συγκρύψαι τὰ μὴ οἷά τε ὁρᾶσθαι. εἰκὸς δὲ καὶ ἐξ ἀειθαλοῦς φυτοῦ εἶναι τὸν πτόρθον. ἄλλως γὰρ, ὑπερβῆναι τὸν φυλλοχόον μῆνα φαίνεται ὁ καιρὸς, ὡς καὶ προεσημειώθη. δύναται δὲ καὶ ἐκ μὴ ἀειθαλῶν δένδρων εὑρεθῆναί τις πολύφυλλος πτόρθος ἐν ὕλῃ πυκνῇ. Τὸ δὲ κλᾶν, ὀνοματοποιεῖται. καθὰ καὶ τὸ θλᾶν καὶ τὸ θραύειν καὶ ὅσα τοιαῦτα. Τὸ δὲ χειρὶ παχείῃ, νῦν μὲν, καὶ ἐν ἄλλοις δὲ ὁμοίοις τόποις, καλῶς κεῖται. ἐπὶ δὲ Πηνελόπης ὅτε ῥηθείη, ἀκύρως τεθὲν παρέλκει. ὅτι δὲ καὶ ἄλλα τινὰ προστίθησιν ἀκύρως ὁ ποιητὴς, ἐν τοῖς εἰς τὴν Ἰλιάδα σεσημείωται. Μήδεα δὲ τὰ αἰδοῖα, παρὰ τὸ μέδειν ὡς καὶ ἑτέρωθι ἐδηλώθη. ἀρχὴ γάρ τις ἐν τοῖς ζῴοις καὶ αὐτά. Ἡσίοδος δὲ καὶ ἄλλοι, μέζεα ταῦτα φασὶ, συστολῇ τῆς ἀρχούσης καὶ τροπῇ συνήθει τοῦ δ εἰς ζῆτα. Ὅτι τὸν Ὀδυσσέα γυμνὸν ὄντα, καὶ δυσπρόσιτον διατοῦτο φανῆναι μετὰ βλοσυρότητος μέλλοντα ταῖς κόραις, λέοντι παραβάλλει. εἰπών. βῆ δʼ ἴμεν ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς. ὅστʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος. ἐν δέ οἱ ὄσσε δαίεται. αὐτὰρ ὁ βουσὶ μετέρχεται ἠὲ ὀΐεσσιν. ἠὲ μετʼ ἀγροτέρας ἐλάφους. κέλεται δέ ἑ γαστὴρ μήλων πειρήσοντα, καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν. ὣς Ὀδυσσεὺς κούρῃσιν ἔμελλε μίξεσθαι γυμνός περ ἐών. χρειὼ γὰρ ἵκανεν. εἶτα δεικνὺς ὡς οὐ πρὸς τὴν Ὀδυσσέως ἀνδρίαν ἡ παραβολὴ ἀλλὰ πρὸς ἔκπληξιν ἣν ἐξ αὐτοῦ αἱ γυναῖκες ἔπαθον, ἐπάγει. σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ. εἰ γὰρ καὶ τὴν ἅλμην ἀποπλυνάμενος κάλλεϊ καὶ χάρισι στίλβει, ἀλλὰ νῦν διὰ τὴν πολυήμερον κάκωσιν, πολὺ τὸ σμερδαλέον ἔχει ἄλουτος ὤν. οὗ δεῖγμα, ὁ τῶν ἀμφιπόλων φόβος. φησὶ γάρ. τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠϊόνας προυχούσας. πλάττει δὲ ταῦτα Ὅμηρος κατὰ τὸ εἰκός. καὶ πᾶσα μὲν γάρ φασι νεότης, διὰ ἀπειρίαν ἔμφοβος. ἡ δὲ θήλεια, μᾶλλον. μάλιστα δὲ, αἳ ἐν τρυφῇ διὰ τὸ ἄηθες καταπλήττονται. ἡ μέντοι Ναυσικάα μόνη ἔμενεν οὐδέν τι ἀγεννὲς παθοῦσα, διὰ σύνεσιν. διὸ λέγει ὁ ποιητὴς ὡς ἡ Ἀθηνᾶ ταύτῃ θάρσος ἐνὶ φρεσὶ θῆκε, καὶ ἐκ δέος εἵλετο γύων. στῆ δʼ ἄντα σχομένη, ἤγουν κρατηθεῖσα ἡ ἐπισχοῦσα ἑαυτὴν τῆς φυγῆς. λογίζεται γὰρ φρονίμως, ὡς οὐδέν τι ἔχει φοβερὸν ἡ νῆσος καθάπερ αὐτὴ κατασκευάσει ἐν τοῖς ἑξῆς. ὥστε οὐδὲ φοβητέον τὸν βλεπόμενον. Ὁμήρου δὲ καὶ τοῦτο δεινότης διὰ τὸ εὐπλαστότερον. εἰ γὰρ ἡ τοῦ βασιλέως θυγάτηρ ἔφυγεν, εἰς κακόζηλον ἐνέπιπτεν ἡ Ὁμηρικὴ πλάσις καὶ οὐκ ἦν καλῶς πιθανεύσασθαι τὰ ἐφεξῆς. ὥστε καὶ τὸ Ὁμηρικὸν εὐμέθοδον εἴη ἂν, ἡ τὴν κόρην ποιοῦσα μένειν Ἀθηνᾶ. εἶχε μὲν γὰρ Ὀδυσσεὺς ἐν τῷ τὰς γυναῖκας φυγεῖν, αὐτὸς λαβὼν ἐνδύσασθαι καὶ γενέσθαι τῆς πόλεως. πολλαὶ δὲ ἂν οὕτω τῶν Ὁμηρικῶν Χαρίτων ἐπέλιπον ἐνταυθοῖ. διὸ κατά τινα Ἀθηνᾶν, τὸ εὐπλαστατότερον φρονίμως ἐπελέξατο. Ὅρα δὲ καὶ ὡς ἐν τῇ ῥηθείσῃ παραβολῇ στρέψας ὁ ποιητὴς τὸ νόημα, τὰς κόρας ἃς φθάσας νύμφαις εἴκασεν ἐρεσιβίοις, τὰς αὐτὰς κατὰ νοῦν ἄλλον, βουσὶ καὶ ἐλάφοις ἐνταῦθα καὶ μήλοις ἐξομοιοῖ αἷς ἐπέρχεται λέων. τοιαῦτα δὲ καὶ ἐν ἄλλοις ποιεῖ. ὡς καὶ ὅτε τὸν Ἀγαμέμνονα πῇ μὲν, τρισὶ θεοῖς εἰκάζει ἐν Ἰλιάδι. πῇ δὲ ταύρῳ ἀγέλης ἐξάρχοντι. κατὰ διαφόρους ἐννοίας τὰ τοιαῦτα ποιῶν. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ ἀλκὶ πεποιθὼς, πολλαχοῦ κεῖται καὶ ἐν Ἰλιάδι παρὰ τῷ ποιητῇ. καὶ δεδήλωται περὶ αὐτοῦ τὸ ἀρκοῦν. Τὸ δὲ ὑόμενος καὶ ἀήμενος, διʼ ὁμοιότητα ἐτέθη πλείω. ἵνα μὴ λέοντι ἁπλῶς ὁ τῇ ἅλμῃ κεκακωμένος εἰκάζηται, ἀλλὰ χειμαζομένῳ καὶ οὕτως ἐπὶ πλέον ἀγριουμένῳ. Τὸ δὲ ὄσσε δαίεται τουτέστι πυρόεν βλέπει, συντομώτατα μὲν ἐῤῥέθη. ἀλλαχοῦ γὰρ, πυρὶ λαμπετόωντι ἐοίκασιν οἱ τοιοῦτοι ὀφθαλμοί. δοκεῖ δὲ καί τι ἀστειότητος ἔχειν ἀντιθετικῆς. ἵνα λέγῃ ὡς αὐτὸς μὲν, πρόεισιν ὑόμενος. οἱ δὲ ὀφθαλμοὶ αὐτῷ, καίονται. ὡς τοῦ πολλοῦ ὑετοῦ ἀνάπτοντος αὐτῷ τὸν θυμόν. Ὅτι δὲ οὐ μόνον λέων καὶ σῦς ἄγριος ὄσσε δαίεται καὶ πῦρ δέδορκεν ἀλλὰ καὶ δράκων, δηλοῖ ὁ γράψας τὸ, δράκοντες πῦρ ὁρῶντες οἷον ὀξύτατον. Τὸ δὲ βουσὶ μετέρχεται, κρεῖττον γράφειν, ἐπέρχεται. Ἀγρότεραι δὲ καὶ ἐνταῦθα ἔλαφοι, οὐ μόνον αἱ ἄγριαι, ἀλλὰ καὶ αἱ ἀγηρότεραι, καὶ κατὰ τὴν ζωϊκὴν ἱστορίαν, πολυχρόνιοι. Τὸ δὲ κέλεται γαστὴρ, συντελεῖ καὶ αὐτὸ πάνυ εἰς τὴν παραβολὴν ὡς γὰρ τὸν λέοντα ἡ γαστὴρ πείθει καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν κατὰ τὸν παρὰ τῷ Ἀράτῳ μονόλυκον, οὕτω καὶ Ὀδυσσεὺς φανεῖται ἀναγκαίως ταῖς κόραις. χρειὼ γὰρ ἵκανεν. Ἐκ δὲ <!-- 1.244 -->τοῦ, κέλεται γαστὴρ λαβόντες οἱ μεθʼ Ὅμηρον, δέσποιναν ἐφίστασθαι τοῖς τὴν ζῴοις γαστέρα εἶπον. Τὸ δὲ κούρῃσι μίξεσθαι, οὐ παιγνιῶδες κατὰ τὸ, μίγη φιλότητι καὶ εὐνῇ. καὶ, ἀνδράσι μίσγεται ἀμφαδίην πρὶν γάμον ἐλθεῖν ἀλλʼ ὥσπερ καὶ Φαίαξιν ἐπιμίσγεται ἀντιθέοισιν ὁ Ὀδυσσεύς, οὕτω καὶ ἐνταῦθα ταῖς κόραις. Τὸ δὲ ἔτρεσαν, ἐπὶ φυγῆς ἐνταῦθα. εἰ καὶ οἱ μεθʼ Ὅμηρον ἄλλως χρῶνται τῇ λέξει. Ἠΐονες δὲ προὔχουσαι, αἱ προκείμεναι. ἵνα καθʼ ὃν λόγον προβλῆτες πέτραι λέγονται, οὕτω καὶ αἰγιαλοὶ προὔχοντες. χρήσιμον δʼ ἐνταῦθα καὶ τὸ, ἀσκοῦ προὔχοντα πόδα. ἐντεῦθεν δέ ποτε μεταφορικῶς καὶ προέχειν τὸ ἀξιωματικῶς ὑπερέχειν. Τὸ δὲ μένειν καὶ θάρσος ἔχειν, οὐ μακράν ἐστι τοῦ μένος καὶ θάρσος σχεῖν. Τὸ δὲ θάρσος ἐνὶ φρεσὶ θῆκε, καὶ τὸ, ἐκ δέος εἵλετο γυίων, ἐκ παραλλήλου δηλοῦσι τὸ αὐτό. ἡ γὰρ τοῦ θάρσους ἔνθεσις, δέους ἐστὶν ἐξαίρεσις. Τὸ δὲ σχομένη, ἐνταῦθα μὲν, μέσως ἐῤῥέθη ὡς ἀνωτέρω ἡρμηνεύθη. ἐν δὲ τῷ, σχομένη λιπαρὰ κρήδεμνα, ἐνέργειαν δηλοῖ ὡς προδεδήλωται. Ὅτι μερμηρίξας Ὀδυσσεὺς ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην ἢ αὔτως ἤγουν οὕτως ὡς ἔχει ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι λίσσοιτο εἰ δείξειε πόλιν καὶ εἵματα δοίη, ἔκρινε κέρδιον εἶναι, λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι. Καὶ ὅρα ὡς παρὰ τρεῖς λέξεις, δὶς τὸν αὐτὸν ἔφη στίχον, τὸ ἐπέεσσιν ἀποσταδὰ μελιχίοισι, διὰ τὸ τῶν λέξεων καίριον καὶ τὸ τῆς συνθήκης εὐάρμοστον. αἰτία δὲ τῆς κερδίονος κρίσεως, αὕτη. μὴ οἱ φησὶ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη, διὰ τὸ ἐνταῦθα ἴσως μὴ τοιοῦτον ἔθος εἶναι. πῶς δὲ τὸ τοιοῦτον σκέμμα κέρδιον τῷ Ὀδυσσεῖ, αὐτίκα μετʼ ὀλίγα δηλωθήσεται. Καὶ ὅρα ὅτι τὸ λαβεῖν καὶ γενικῇ συνέταξεν ἐν τῷ, γούνων λαβὼν, καὶ αἰτιατικῇ ἐν τῷ, γοῦνα λαβόντι. οἱ δὲ μεθʼ Ὅμηρον, λαβέσθαι φασὶ μετὰ γενικῆς. ὅτι δὲ τὸ, γούνων λαβὼν ἀντὶ τοῦ ἁψάμενός ἐστι, δηλοῖ μετʼ ὀλίγα τὸ, δείδια γούνων ἅψασθαι. Τὸ δὲ ἀποσταδὰ ὅ ἐστι πόῤῥω καὶ ἐκ διαστήματος, κατὰ τὸ ἀναφανδὰ ἐσχημάτισται, ὡς γὰρ ἀναφανδὸν ἀναφανδὰ, οὕτως ἀποσταδὸν ἀποσταδά. Πρωτότυπον δὲ μειλιχίου λόγου, ὁ μείλιχος. ᾧ ἀνάλογον ἔχει, ὁ Φρύνιχος. ὁ τάριχος. ὁ κόψιχος ὅπερ ἐστὶ κόσσυφος, ὁ δόλιχος, ὀσπρίου εἶδος. ὁ Θευδέριχος. ὁ Ἰάμβλιχος. Τὸ δὲ εἰ δείξειε πόλιν, ἀντὶ τοῦ εἴπως δείξει, αὐτὸ δὲ, ταυτόν ἐστι τῷ ὅπως, κατὰ μετάληψιν συνδέσμων ὥς φασιν οἱ ῥήτορες. Ὅτι μερμηρίξας Ὀδυσσεὺς ὡς ἐῤῥέθη τὸ κέρδιον, αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον. τὴν βασιλίδα παῖδα κολακεύων λόγοις ἐπαινετηρίοις. ὧν οἱ πλείους, χρήσιμοι ἐγκωμίοις παραπλέκεσθαι γυναικῶν. λέγει δὲ τοιαῦτα ὁ Ὁμηρικὸς πολύμητις ῥήτωρ. γουνοῦμαί σε ἄνασσα, θεὸς νύ τις, ἢ βροτός ἐσσι. εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, Ἀρτέμιδί σε ἔγωγε Διὸς κούρῃ μεγάλοιο εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐΐσκω, τοῦτο δὲ, ἢ διὰ τὸ εὑρεθῆναι ὀρειφοῖτιν καὶ ταύτην, ἢ καὶ ὡς εἰκὸς διὰ τὸ ἀπὸ ζωγραφικῶν ἐκτυπώσεων ἐμφερές. εἰ δέ τις ἐσσὶ βροτῶν οἳ ἐπὶ χθονὶ ναιετάουσι, τρισμάκαρες μὲν σοίγε πατὴρ καὶ πότνια μήτηρ. τρισμάκαρες δὲ κασίγνητοι. μάλα που σφίσι θυμὸς αἰὲν εὐφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν. κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, ὃς κέ σʼ ἑέδνοισι βρίσας, οἶκονδʼ ἀγάγηται. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, τίς ἂν εἴει Ὀδυσσεὺς περιφρονήσας τοιαύτην γυναῖκα; οἵα δὲ καὶ ἡ Πηνελόπη ἣν τῆς τοιαύτης κόρης προτίθησιν; εἶτα ὑψῶν τὸν ἔπαινον συγκριτικῶς, ἐπάγει. οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν οὔτʼ ἄνδρα οὔτε γυναῖκα. σέβας μʼ ἔχει εἰσορόωντα. ὥς τε ἀσυγκρίτου τῆς κήρης οὔσης ὡς πρὸς τοὺς ὁμοειδεῖς ἀνθρώπους, ἐξ ἀνάγκης εἰς τὸν καθά περ Εὐριπίδης φησὶ, πρωτόγονον Δήλιον φοίνικα ἀφορᾷ, ᾧ οὐδὲν φυτὸν ὅμοιον εἰς κάλλος. καὶ ἄλλως δὲ εἰπεῖν, θείῳ μὲν ἤδη προσώπῳ εἰκάσας αὐτὴν, ἀνθρώπῳ δὲ παραβαλεῖν οὐκ ἔχων, ζῴῳ δὲ ἀλόγῳ σμικροπρεπὲς κρίνας ὁμοιῶσαι, παρατίθησιν αὐτὴν ἔρνει εὐγενεῖ. ὃ θάλος ἐνταῦθα εἶπεν ὁ ποιητής. καὶ συγκρίνας ἢ ἐκεῖνον τῇ κόρῃ ἢ ταύτην ἐκείνῳ διὰ τὸ εὐφυὲς καὶ κατὰ σῶμα εὐσταλὲς καὶ ὄρθιον καὶ εὔμηκες. μᾶλλον μὲν οὖν ἀντεξετάσας τὸ ἐπὶ τῷ φοίνικι θαῦμα καὶ τὸ ἐπὶ τῇ κόρῃ, ἄγει αὐτὰ πρὸς ἶσον. καὶ λέγει ἐπίσης ἄμφω θαυμάσαι, ἵνα πιθανῶς δόξῃ καὶ καλῶς ἣν ἀσύγκριτον ἀνθρώποις ἔφη, ἐξισάζειν οὕτω τῷ φοίνικι. θείῳ τινὶ καὶ αὐτῷ εἶναι δοκοῦντι ὡς αὐτίκα ῥηθήσεται ἐν τοῖς ἐφεξῆς. νῦν γοῦν τέως φησί. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ, φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα, ἦλθον γὰρ κἀκεῖσε. πολὺς δέ μοι <!-- 1.245 -->ἕσπετο λαὸς τὴν ὁδὸν, ἣ δὴ ἔμελλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι. ὡς δʼ αὕτως κἀκεῖνο ἰδὼν, ἐτεθήπεα θυμῷ δήν. ἐπεὶ οὔπω. τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης. ὥς σε γύναι ἄγαμαί τε, τέθηπά τε. δείδια δʼ, αἰνῶς γούνων ἅψασθαι. χαλεπὸν δέ με πένθος ἱκάνει. εἶτα εἰπὼν ὡς χθιζὸς ἐεικοστῷ ἔκφυγον ἤματι τὸν πόντον. καὶ εὐλαβεῖσθαι προσεπειπὼν μή που καὶ τῇδε πάθοι κακὸν, ἐπιφέρει τὰ εἰς ἱκετείαν, καὶ φησίν. ἀλλὰ ἄνασσʼ ἐλέαιρε. σὲ γὰρ κακὰ πολλὰ μογήσας, ἐς πρώτην ἱκόμην. τῶν δʼ ἄλλων οὔ τινα οἶδα ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, ἄστυ δέ μοι δεῖξον. δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι εἴτι που εἴλυμα σπείρων ἔσχες ἐνθάδʼ ἰοῦσα. ἐφʼ οἷς ἐπιτείνων Ὀδυσσεὺς τὸ τοῦ λόγου μειλίχιον, καὶ τὴν τοῖς ἀποροῦσιν εὐπόριστον ἀμοιβὴν τὴν εὐχὴν δηλαδὴ, προτείνων τῇ νεάνιδι, φησί. σοὶ δὲ θεὸς τόσα δοίη ὅσα φρεσὶ σῇσι μενοινᾷς. εἶτα ὡς οἷον ὑπειπὼν αὐτὸς ἑαυτῷ τί δὲ ὦ Ὀδυσσεῦ εἴ σοι κακὰ μενοινᾷ ἡ κόρη αὕτη ὥς που καὶ ἡ τοῦ Ἀντιφάτου κορίσκη, περὶ ἧς ἐν τοῖς ἑξῆς δηλοῖ ὁ ποιητὴς ὡς ἐπὶ κακῷ τοῖς τοῦ Ὀδυσσέως ἐκείνη εἰς τὸν τοῦ πατρὸς οἶκον ἡγήσατο, ἐπιφέρει διὰ σαφήνειαν, διάρθρωσιν τῆς εὐχῆς. εἰπών. ἄνδρά τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσειεν ἐσθλήν. ὃ δὴ καὶ ἐξαίρων, γνωματεύει οὕτως. οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν, οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή. πόλλʼ ἄλγεα δυσμενέεσσι. χάρματα δʼ εὐμενέτῃσι. μάλιστα δʼ ἔκλυον αὐτοί. τουτέστιν ἐξάκουστοι ἐγένοντο. καὶ ταῦτα μὲν ὁ Ὀδυσσεύς. ἡ δὲ κόρη, αὐτὸν εὔξεται ἄνδρα σχεῖν. οὐ τῷ Ὀδυσσεῖ ἔκφορον θεμένη τὸν λόγον, οὐδὲ γὰρ ἐχρῆν, ἀλλὰ ταῖς ἡλικιώτῃσιν ἀμφιπόλοις ἠρέμα καθʼ ἑαυτάς. τοῦτο δὲ, ἐπαινεῖ φασιν Ἔφορος, λέγων εὐφυῶς πρὸς ἀρετὴν ψυχῆς εἶναι τὴν παῖδα. καὶ διατοῦτο τοῦ ὁμοίου καταστοχάσασθαι καὶ εὔξασθαι τυχεῖν αὐτοῦ. Ἰστέον δὲ ὅτι μειλίχιοι μὲν οἱ τοῦ Ὀδυσσέως λόγοι, διὰ τὸ ἐγκωμιαστικὸν εἶδος. εἰώθαμεν γὰρ οἱ πολλοὶ, τοῖς εἰς ἡμᾶς αὐτοὺς ἐπαίνοις χαίροντες, μειλίσσεσθαι. κερδαλέοι δὲ, διότι μικρὰ αἰτήσας, δὸς γάρ φησι ῥάκος καὶ ἄστυ δεῖξον, κερδαίνει μεγάλα ἐκ τῆς βασιλικῆς παιδός, ὑπαχθείσης οἷς ἐπαινέθη καὶ διακρινάσης τὸ δέον. ἵνα μὴ δὲ ὁ Ὀδυσσεὺς μίλεον ἐνταῦθα αἶνον ἐρεῖ, ἔνθα διδάσκει ὁ ποιητὴς τοὺς αἰτουμένους, μὴ εἰς τοὺς λόγους τῶν αἰτούντων ἀλλʼ εἰς τὴν χρείαν ἀφορᾶν. ἰδοὺ γὰρ ἡ Ναυσικάα μέτρια ζητηθεῖσα, μεγάλα καλὰ ποιεῖ πρὸς τὴν τοῦ αἰτησαμένου ποιότητα. ὁ τοιοῦτος λογισμὸς, τὸ τοῦ κυνικοῦ Διογένους ἐξέφῃνε σκῶμμα. ὃς δεξιωθεὶς πρὸς βασιλέως ὀστέοις ὡς κύων, κυνῶν μὲν ἔφη τὸ βρῶμα οὐ βασιλικὸν δὲ ὅμως τὸ δῶρον. ὡς χρεὼν ὂν, τοὺς μεγάλους καὶ μεγαλοδώρους εἶναι. ἐντεῦθεν περιᾴδεται βασιλεὺς ὃς ἀνδρὶ ταπεινῷ δούς τινα δωρεὰν καὶ ἀκούσας πολλὴν αὐτὴν εἶναι, εἶπε, τῷ λαβόντι τοιαύτην φανῆναι, αὐτῷ δὲ ὡς βασιλεῖ, μικρὰν εἶναι. ἱστορεῖ δέ που καὶ Πλούταρχος μεγάλην βασιλικὴν δωρεάν. ἣν κωλύοντος τοῦ βασιλικοῦ ταμιούχου, ὁ βασιλεὺς δυσανασχετήσας, ἐπλήθυνεν ἐπιβαλὼν πλέον ἀργύριον. ἐπαινεῖται δὲ καὶ ὁ ἐπὶ ἑρμαίῳ ἤτοι εὑρήματι θησαυροῦ προσενεχθέντι. παραχωρήσας τῷ εὑρηκότι, χρᾶσθαι τῷ τῆς τύχης καλῷ. ὡς δὲ ὁ εὑρὼν ἐπέμενε πλεῖον εἶναι τὸ εὑρημένον ἢ κατὰ τὴν αὐτοῦ ἀξίαν, ἐπιτάξας καὶ παραχρᾶσθαι οἷς εὕρηκεν. Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ, μειλίχιον καὶ κερδαλέον φάτο μῦθον, τὴν τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου ἰδέαν θεωρητικῶς χαρακτηρίζει ὁ ποιητής. μονονουχὶ λέγων, ὡς ἐμβριθὲς οὐδὲν ἔχει κατὰ τὰς ἐν Ἰλιάδι ἐκείνου δημηγορίας. μόνα δὲ λαλεῖ ὅσα πρὸς κέδρους αὐτῷ ἔσται. διὸ καὶ τὸ ἐπὶ τῇ κόρῃ θάμβος, πολύ. καὶ ὁ ἔπαινος, οὐ μέτριος. καὶ ἡ εὐχὴ δὲ, πρὸς ἐπίτασιν. καὶ ἄλλως δὲ φράσαι, ῥητορικῶς θεωρεῖ ὁ ποιητής. ἑρμηνεύων ὡς οἱ ἐνταῦθα τοῦ Ὀδυσσέως λόγοι, δεινῶς μεθοδεύονται κατὰ λόγον γλυκύτητος. τοιοῦτος γὰρ ὁ μειλίχιος λόγος. διὸ καὶ αἱ συγκρίσεις αὐτῷ, ἡ μέν, τολμηρὰ, ἡ πρὸς τὴν Ἄρτεμιν. ἡ δὲ, γλυκέως ἀφελής. ἡ πρὸς τὸν Φοίνικα. ἔχει δὲ καὶ ἐπίδειξιν σοφίας τὸ περὶ ὁμοφροσύνης γνωμικόν. καὶ ὅλως, ἡ λαλιὰ πᾶσα πρὸς τὸ κερδαλέον διεσκεύασται, ἐπεὶ καὶ τοιούτου λόγου ἦν καιρός. Ἰστέον δὲ ὅτι τὸ δριμύτερον τῶν νοημάτων, ἐπίτηδες προέταξε, τὴν πρὸς τὸ θεῖον δηλαδὴ σύγκρισιν. κερδαλεώτατα καὶ τοῦτο ποιήσας. καὶ ἁρπάσας οὕτω τὴν τῆς κόρης γνώμην ὑπὲρ ἑαυτοῦ. καὶ ἔστι μὲν μειλίχιον τὸ, γουνοῦμαί σε ἄνασσα, εἰς πλέον δὲ τὸ, ἀλλʼ ἄνασσʼ ἐλέαιρε. Τὸ δὲ γουνοῦμαι, δῆλον ὡς οὐκ ἐνεργείᾳ ἐνταῦθα, προαιρέσει δὲ μόνῃ. ἄλλως γὰρ ἐρεῖ δεδιέναι γούνων ἅψασθαι. Σημείωσαι δὲ καὶ ὅπως Ὅμηρος τὸν ῥήτορα Ὀδυσσέα, πλάττει ἐκεῖνο εἰπόντα, ὃ καὶ αὐτὸς ἔφη πρὸ μικροῦ. ἐκεῖνός τε γὰρ ἐν παραβολῇ, Ἀρτέμιδι τὴν κόρην <!-- 1.246 -->εἴκασε, καὶ Ὀδυσσεὺς δὲ ὁμοίως λέγει. Φυὴν δὲ καὶ νῦν οἱ παλαιοὶ λέγουσι, τὴν ἐκ πάντων τῶν τῶν μελῶν ἀναλογίαν. ὃ δὴ κάλλους ἐστὶν ἴδιον. Τὸ δὲ ἄγχιστα ἐΐσκω, ἀντὶ τοῦ, σχεδὸν ἤτοι ἐγγὺς, οὐ μὴν αὐτόχρημα. οὐ γὰρ ἦν σύγκρισις. Θάλος δὲ, ὡς ἐπὶ φυτοῦ εἶπε. καὶ ἔστι τοῦτο ἀφορμὴ καὶ ἀρχὴ τῆς ἐφεξῆς πρὸς φοίνικος ἔρνος συγκρίσεως. ἐπεὶ καὶ ταυτὸν ἔρνος καὶ θάλος. ὁ δέ γε παρὰ τοῖς ὕστερον θαλλὸς ἐν δυσὶ λάμβδα καὶ ὀξυτόνως, δηλοῖ μὲν καὶ αὐτὸς πᾶν τὸ θάλλον καθὰ καὶ τὸ θάλος, ἐθέλει δὲ ἔχειν προσθήκην. διὸ κατὰ Αἴλιον Διονύσιον, προστιθέασιν, ἐλάας ἢ ἄλλου τινός. καὶ θαλλοφόροι δέ τινες ἦσαν ἐν Ἀθήναις. τοιοῦτοι δὲ ἔν τισιν ἑορταῖς οἱ γεραίτατοι. Σημείωσαι δὲ καὶ τὸ, σφίσι θυμὸς ἰαίνεται λευσσόντων, δοκοῦν σολοίκως ἔχειν, λεύσσουσι γὰρ ὤφειλεν εἰπεῖν. ἔστι δὲ τοιοῦτον σχῆμα καὶ ἐν τοῖς κατὰ τὸν Κύκλωπα, ὅτε εἴπῃ, ἡμῖν δὲ κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον βαρύν. καινοπρεπὲς γὰρ καὶ αὐτό. σόλοικον δὲ, οὐκ ἄν. Ἰστέον γὰρ ὅτι δυσχερές ἐστι σολοικίσαι τὸν πλαγιάζοντα. χρηστέον δὲ τοιούτοις σχήμασιν, ὅτε τι συγχέει πάθος τὴν ψυχήν. ὡς ἐνταῦθα μὲν τὸν Ὀδυσσέα τὸ πολὺ σέβας ὡς αὐτὸς λέγει, τουτέστιν ἡ ἔκπληξις, ἐκεῖ δὲ, τὸ δέος, ὡς δηλοῖ τὸ, δεισάντων. οὐκ ἔχει γὰρ κρατεῖν τῆς κατʼ ὀρθὸν φράσεως ὁ τε ταραγμένος τὴν ψυχήν. Τὸ δὲ εἰσοιχνεῦσαν, ἄδηλον εἴτε οὐδέτερόν ἐστιν εἴτε θηλυκὴ μετοχὴ ἀντὶ τοῦ, εἰσοιχνέουσαν. δύναται γὰρ καὶ οὕτω κατὰ σχῆμα Ἀττικόν. Ἀττικίζει γὰρ πάντως ὁ εἰπὼν ἐνταῦθα, τοιόνδε θάλος, χορὸν εἰσπορευομένην. ταυτὸν ὂν τῷ, τοιάνδε θαλερὰν κόρην χορεύουσαν. τοιοῦτον δέ τι καὶ τὸ, φίλε τέκνον, ἀντὶ τοῦ, φίλε υἱέ. Ἰστέον δὲ ὡς δυνατὸν ὂν εἰσοιχνοῦσαν εἰπεῖν κοινότερον, ὅμως ὁ ποιητὴς εἵλετο τὸ καινότερον ὡς φίλον αὐτῷ καθὰ καὶ ἄλλοι προαιροῦνται. οὕτω Δωριεῖς ἐν τῷ, λεξεῖται ποιησεῖται ἐσσεῖται, μεταθέντες τὴν παρατέλευτον ει δίφθογγον εἰς τὴν ου, παρενθέσει τοῦ ν, ποιησοῦντι φασὶ καὶ τελεσοῦντι καὶ ἐσσοῦντι. πᾶς γὰρ μέλλων καθʼ Ἡρακλείδην τοιοῦτος ἐπὶ τρίτου πληθυντικοῦ, Δωρικῶς εἰς τὸ τι λήγει τῆς ου διφθόγγου παραληγούσης. οὕτω δὲ καὶ ἐπὶ τοῦ ποιοῦντι ἀντὶ τοῦ ποιοῦσι καὶ ὀρθοῦντι ἀντὶ τοῦ ὀρθοῦσι καὶ τῶν ὁμοίων θεμάτων τῆς πρώτης καὶ τρίτης τῶν περισπωμένων. ἔτι δὲ καὶ τῶν μελλόντων. ποιησοῦντι γὰρ καὶ ὀρθωσοῦντι καὶ τὰ ὅμοια. ἐπὶ μέντοι δευτέρας, διὰ τοῦ α μηκυνομένου καὶ τοῦ ν. γελασοῦντι γὰρ καὶ γελᾶντι. καὶ βοασοῦντι βοᾶντι. ἐπὶ δὲ βαρυτόνων, ἡ ον συλλαβὴ ἐν τούτοις παρατελευτᾷ. οἷον. λέγοντι ἀντὶ τοῦ λέγουσι. καὶ τὰ ὅμοια. τῶν δʼ αὐτῶν Δωριέων, καὶ τὸ φρονοῦσι καὶ νοοῦσι, φρονεῦντι λέγειν καὶ νοεῦντι ἐπὶ περισπωμένων δηλαδή. ἅπερ ἐξάρσει τοῦ ν λεγόμενα, Αἰολικά ἐστιν. οἷον. φρονεῦτι. ἔτι δὲ καὶ εὖτι ἀντὶ τοῦ, εἰσίν. ὅπερ ἄλλως ἐντὶ λέγεται. Δώριον ὁμοῦ ὂν καὶ Αἰολικὸν. Δώριον μὲν φησὶ, διὰ τὸ ν καὶ τὸ τ. Αἰολικὸν δὲ, διὰ τὴν παράληξιν τοῦ ε. τὰ γὰρ εἰς σι περαιούμενα τρίτα πληθυντικὰ θέματα τῇ ει διφθόγγῳ παραληγόμενα, μετατιθέασι τὸ μὲν ἰῶτα εἰς ν Δωρικᾶς, τὸ δὲ σίγμα εἰς τ. τιθεῖσι τιθέντι. ἱεῖσιν ἱέντι. οὕτω δὲ καὶ Αἰολικῶς, οἴκεντι φίλεντι, ἤγουν οἰκοῦσι φιλοῦσι. τοιοῦτον δὲ καὶ τὸ εἰσὶν ὅτε γένοιτο ἐντί. τοιαῦτα ὁ Ἡρακλείδης εἰπών. εἶτα καὶ ὅτι ἔνιοι ἀκέραιον τὸ εἰσὶ δωριζόμενον ἐντὶ γενέσθαι φασὶν, ἐπάγει ὡς αἰολικεύοντές τινες αὐτὸ παρατίθενται εἰς πίστιν τὸ, τιθεῖσι τιθέντι καὶ τὰ ὅμοια. Αἰολικὰ ὄντα ταῦτα δίχα μυρίων ἄλλων. παρὰ τὸ πολλοὺς χαίρειν ταῖς ξενιζούσαις τῶν λέξεων μᾶλλον ἤπερ ταῖς συνήθεσι. Τὸ δὲ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, τρεῖς ἐπιτάσεις ἔχει, τὸ περι, τὸ μακάρτατος. καὶ τὸ ἔξοχον πρὸς ἔνδειξιν πάνυ πολλῆς μακαριότητος. ὁποία ἡ τοῦ τρισμάκαρος. Τὸ δὲ βρίσας, ἀντὶ τοῦ, νικήσας ἕδνων πλήθει τοὺς ἄλλους μνηστῆρας διὰ τὸ τῆς κόρης δηλαδὴ περιμάχητον. καὶ ἔστιν ἡ μεταφορὰ, ἐκ τῶν σταθμιζομένων ῥοπῶν. Εἰς δὲ τὴν Δῆλον ὅτι παρέβαλον οἱ Ἕλληνες εἰς Τροῖαν πλέοντες, καὶ ὁ Λυκόφρων ἱστορεῖ. ὡς δὲ ἱερὰ ἡ Δῆλος Ἀπόλλωνος ὅ ἐστιν Ἡλίου διʼ οὗ δῆλα γίνεται τὰ περὶ γῆν, ἐν ἄλλοις ἐγράφη. ὡς δὲ καὶ πρῶτον ἐκεῖ φοῖνιξ ἐκ γῆς ἀνῆλθεν, ἐῤῥέθη παρʼ Εὐριπίδῃ τε καὶ ἑτέροις. ὡς δὲ καὶ δάφνη πρωτογόνος ἔφυ ἐκεῖ διὰ τὴν Λητὼ καὶ ὡς ἀμφοτέρων ἁψαμένη δάφνης τε ταύτης καὶ φοίνικος τοῦ ῥηθέντος ὅτε ὤδινε, μαῖα γάρ φασιν οὐκ ἦν, ἐγέννησεν Ἄρτεμιν καὶ Ἀπόλλωνα, παλαιὸς καὶ τοῦτο μῦθος φησί. Τὸν δὲ ῥηθέντα βωμὸν, οὐκ ἐν ναῷ ἀλλʼ αἴθριον ὑπονοητέον. οὐ γὰρ εἰκὸς περιῳκοδομῆσθαι τὸν λεχθέντα φοίνικα. τοιοῦτος δὲ ἦν καὶ ἐν Ἰλιάδι βωμὸς περὶ ὃν ἡ καλὴ πλατάνιστος καὶ τὸ ἀγλαὸν ὕδωρ. Τὸ δὲ φοίνικος, βραχὺ ἐν τῇ εὐθείᾳ ἔχον τὸ δίχρονον ἢ γοῦν ἀλλὰ <!-- 1.247 -->θέσει μακρὸν, ἐνταῦθα φύσει μακρὸν αὐτὸ ἔχει. Ἐνταῦθα δὲ ἰστέον ὅτι τε καθὰ ἐλαία ἔτι δὲ καὶ λωτὸς, λέγεται αὐτὰ τὲ τὰ φυτὰ καὶ ὁ καρπὸς δὲ αὐτῶν, οὕτω καὶ φοῖνιξ, τὸ φυτὸν καὶ τὸ αὐτοῦ τρόφιμον. καὶ ὅτι σημασίαι φοίνικος, οὐ μόνον τὰ εἰρημένα δύο, καὶ κύριον ὄνομα, καὶ ὁ πυῤῥοῦ μετίσχων χρώματος ὡς ἐν Ἰλιάδι φοῖνιξ ἵππος δηλοῖ, ἀλλὰ καὶ ἕτερα ὡς μετʼ ὀλίγα εἰρήσεται. Ἔρνος δὲ, οὐ μόνον τὸ εὐθαλὲς φυτὸν ὡς ἐῤῥέθη, ἀλλά ποτε καὶ τὸ ἄνθος κατὰ τοὺς παλαιούς. Τὸ δὲ ἀνερχόμενον, γλυκέως καὶ αὐτὸ ἐπὶ ἔρνους κεῖται καθὰ καὶ τὸ ἀναδέδρομεν ἐπὶ πέτρας, δηλοῖ δὲ, ταχεῖαν φυτοῦ αὔξησιν. Ἰστέον δὲ ὡς Ὅμηρος μὲν, ἠρέμα Ἡλίου ἀνῆκε τὴν εὐγενῆ βασιλικὴν κορίσκην διὰ μέσου τοῦ κατὰ τὸν Δήλιον φοίνικα ἔρνους. ὅπερ Ἀπόλλωνι ἀνεῖται Ἡλίῳ κατὰ τὸν μῦθον, ὁ δὲ πανηγυρικὸς χορὸς ὃς ᾄδων ποιήματα εἰς τὸν Φαληρέα Δημήτρηον, ἡλιόμορφον ἐκεῖνον ἐξόχως τε εὐγενέταν προσηγόρευσε, θρασύτερον εἰς τὸν ἄνδρα ἐλάλησε τὸ ἡλιόμορφος. Ἰστέον δὲ ὅτι περὶ Ἀπόλλωνος Δηλίου ἤγουν γεννηθέντος ἐν Δήλῳ τῇ νήσῳ, αἴνιγμα φέρεται ἐοικὸς τοῖς τοῦ Θεοκρίτου σκληροῖς, τοιοῦτον. ἐν φανερᾷ γενόμην. πάτρην δέ μου, ἁλμυρὸν ὕδωρ ἀμφὶς ἔχει. μήτηρ δʼ ἔστʼ ἀριθμοῖο πάϊς. ἤγουν ἐν τῇ Δήλῳ ἐγεννήθην. μητέρα δʼ ἔχω, Λητὼ τὴν παῖδα τοῦ Κοίου. ὃς ὁμώνυμός ἐστι τῷ παρὰ Μακεδόσι κοίῳ τουτέστι τῷ ἀριθμῷ. Ἔτι ἰστέον καὶ ὅτι Φοῖνιξ οὐ μόνον κύριον, καὶ ὀρνέου δὲ ὄνομα, καὶ δένδρου, καὶ καρποῦ τοῦ ἐξ αὐτοῦ πρὸς ὁμοιότητα ἐλαίας καὶ ῥοιᾶς, ἀλλὰ καί τις βαφὴ, καὶ ἵππου δὲ ὡς ἐῤῥέθη ἐπίθετον. πρὸς δὲ τούτοις, καὶ ἔθνος. καὶ μουσικόν τι ὄργανον. οἷον. φοίνικες. πηκτίδες. μαγαδίδες. σαμβύκαι. καὶ ἑξῆς παρὰ τῷ Ἀθηναίῳ. ἐν οἷς καὶ σκινδαψοί. Ὅτι δὲ μία τῶν Κυκλάδων ἡ Δῆλος, ἡ ἱστορία διασαφεῖ. λέγουσα καὶ ὡς Ὀρτυγία ἐκλήθη κατά τινας ἐξ ὀρτύγων. ὧν τὰς ἀγέλας φερομένας, ἐκ τοῦ πελάγους, ἱζάνειν εἰς τὴν νῆσον διὰ τὸ αὐτῆς εὔορμον ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. ὁ δέ γε μῦθος, ἄλλα περί τε Δήλου καὶ Ὀρτυγίας, βούλεται. κείμενα καὶ ἐν τοῖς τοῦ Λυκόφρονος. Τὸ δὲ πολὺς δέ μοι ἕσπετο λαὸς, τίμιον τὸν Ὀδυσσέα παριστᾷ. ἵνα μὴ φορτηγός τις εἶναι φασὶν ἢ κωπηλάτης δοκοίη. Ἐν δὲ τῷ, οὔπω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης, τὸ μὲν ἀνῆλθεν, ἀφελῆ γλυκύτητα ἔχει ἐκφύσεως λεχθὲν φυτοῦ. δόρυ δὲ, ἢ ξύλον ἁπλῶς λέγει, ἢ μάλιστα, ξυλῶδες φυτόν. δύναται δὲ τὸ ῥηθὲν, σκωπτικῶς προσαρμόσαι καὶ ἀνδρὶ ἀνοήτῳ καὶ ἀφυεῖ. Εἰς τοὺς δὲ ἐνταῦθα γυναικείους Ὁμηρικοὺς ἐπαίνους, σημείωσαι παλαιὸν ὕστερον οὐδέν τι ἐοικὸς τοῖς Ὁμήρου, τὸ κάλλει καλῆς. μεγέθει μεγάλης. τέχνῃ σοφῆς. καλὸν δὲ ὅμως καὶ αὐτό. ἔτι δὲ, καὶ Φιλοξένου τοῦ Κυθηρίου τὸ, ὦ καλλιπρόσωπε χρυσεοβόστρυχε χαριτόφωνε κάλλος ἐρώτων. ἅπερ ἐκεῖνος εἶπεν ἐπὶ Γαλατείᾳ τῇ Νηρηΐδι, ἐπαινῶν αὐτὴν ὡς ἐρωμένην. ἐφʼ οἷς παίζων τις ὅτι μὴ καὶ ὀφθαλμοὺς ἐκείνης ἐπῄνησε, φησί. τυφλὸς ὁ ἔπαινος, καὶ κατʼ οὐδὲν ὅμοιος Ἰβυκείῳ ἐκείνῳ τῷ, γλαυκέων χαρίτων θάλαμος καλλικόμων μελέδημα. σὲ μὲν, Κύπρις ἅτʼ ἀγανοβλέφαρος Πειθὼ, ῥοδέοισιν ἄνθεσι θρέψαν. οὐ δὲ τῷ, λάμπεις ἐπὶ πορφυραῖς παρειῇσι φῶς ἔρωτος. Σημείωσαι δʼ ἐν τούτοις καὶ ὅτι ὅμοια νοούντων ἀλλήλοις τοῦ ἀνελθεῖν τοῦ ἀνέρχεσθαι τοῦ ἀναδραμεῖν, ὧν χρήσεις τοῦ μὲν ἀνήλυθε καὶ τοῦ ἀνέρχεσθαι, ἐν τῷ προκειμένῳ χωρίῳ, τοῦ δὲ λοιποῦ, ἐν τῷ, ἀνέδραμεν ἔρνεϊ ἶσος, Ἡρόδοτος τὸ ἀναδραμεῖν φαίνεται φιλεῖν. Ὅρα δὲ καὶ τὸ, σέβασμʼ ἔχει, καὶ τὸ ἄγαμαι, καὶ τὸ τέθηπα, ἐπικεχυμένα ἀλλήλοις κατὰ σημασίαν ἰσοδύναμον. Ἐν δὲ τῷ, οἳ τήνδε πόλιν ἔχουσιν, οὐ δεικτικὸν τὸ τήνδε ἀλλʼ ἀναφορικόν. οὐ γὰρ ἔχει δεῖξαι Ὀδυσσεὺς δακτύλῳ τὴν τοιαύτην πόλιν. ὅτι δὲ ταυτὸν πόλιν εἰπεῖν καὶ ἄστυ, δηλοῖ ἐπαγαγὼν εὐθύς. ἄστυ δέ μοι δεῖξον. καὶ ῥάκος δὲ καὶ σπεῖρον ἐνταῦθα εἰς ταυτὸν ἄγει. εἰπών. δὸς ῥάκος εἴτι που εἴλυμα σπείρων ἔχεις. ὅ ἐστι κάλυμμα ῥάκους. Ὁμοφροσύνη δὲ, τὸ τὰ αὐτὰ βουλεύεσθαι. ὁ σπάνιον ἐν ταῖς κατʼ ἀνθρώπους συζυγίαις. οἱ πλείους γὰρ ζυγομαχοῦσι κατὰ τὸν βίον. Τὸ δὲ ἄλγεα δυσμενέεσσι. τοὺς φθονεροὺς διαζωγραφεῖ. οἳ ἀλγοῦσιν ἐπὶ τοῖς ἑτέρων ἀγαθοῖς. ὥσπερ αὖ πάλιν οἱ εὐμενέται, χάρμα ἔχουσιν. Ὅρα δὲ καὶ ὅτι δυνάμενος εἰπεῖν εὐμενέεσι καθʼ ὁμοιότητα τοῦ δυσμενέεσιν, ὅμως οὐκ ἠθέλησεν ἐπιβούλως καλλωπίσαι. ἵνα μὴ ἀχρειώσῃ τὸ τοῦ λόγου πιθανὸν τῇ πρὸς κάλλος ἐπιβουλῇ. πάντως δὲ οὐκ ἐξ ὀνόματος τοῦ μένος, γίνεται ὥσπερ ὁ δυσμενὴς οὕτω καὶ ὁ εὐμενέτης, ἀλλὰ ἀπὸ ῥήματος περισπωμένου μὲν οὐκ ἐν χρήσει δὲ συνήθει κειμένου. ὡς ἔστι νοεῖν καὶ ἐκ τοῦ ὑπομενετέον. οὗ χρῆσις παρὰ τοῖς σοφοῖς. Ὅτι ἔπαινος ἀγαθοῦ ἀνδρὸς <!-- 1.248 -->τὸ, ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι ἀνδρὶ ἔοικας. λέγει δὲ κακὸν ἐνταῦθα, τὸν δυσγενῆ πρὸς Ὀδυσσέα δὲ ὁ τοιοῦτος λόγος ἐκ τῆς κόρης. Ἔνθα σημείωσαι ὡς γυναικεῖον ἦθος μιμεῖται Ὅμηρος, διὸ πολλὰ ἐξ Ὀδυσσέως τοῦ ῥήτορος ἀκούσασα εἰς εἰκασμὸν, οὐκ ἔχει αὐτὴ καλόν τι εἰπεῖν οἷα κορίσκη ἁπαλή. ἀλλʼ ἀρκεῖται, εἰποῦσα τὸν αὐτῆς ἐπαινέτην μὴ ἐοικέναι ἀνδρὶ κακῷ ἢ ἄφρονι, ἀλλὰ φρονίμῳ δηλαδὴ καὶ δεινῶς λαλήσαντι τὰ εἰς συμφέρον αὐτῷ. ἄλλως μέντοι φιλοτιμουμένη καὶ αὐτὴ, γνωματεύει ὅτι θεὸς αἴτιος τοῦ τε ὀλβίους τινὰς εἶναι καὶ τοῦ μὴ τοιούτους. παραμυθομένη οὕτω τὸν Ὀδυσσέα. φησὶ γοῦν. Ζεὺς αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν ἐσθλοῖς ἠδὲ κακοῖσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ. καί που σοὶ τάγʼ ἔδωκε. σὲ δὲ χρὴ τετλάμεν ἔμπης. παραμυθητικὸς δὲ ὁ λόγος πρὸς δυστυχῆ ἄνθρωπον. Ἰστέον δὲ ὅτι τὸ, ἐσθλοῖς ἠδὲ κακοῖς, οἱ μὲν, ἐπὶ ἀνθρώπων νοοῦσι τῶν ὀλβιζομένων. οἱ δὲ, οὐδέτερα ταῦτα ὀνόματα ἐκδέχονται. λέγοντες ὅτι νέμει ὄλβον θεὸς ἔν τε ἐσθλοῖς πράγμασι καὶ ἐν κακοῖς. δοκοῦσι δὲ οὐ πάνυ καλῶς λέγειν. οὐ γὰρ ἂν εἴη τις ὄλβιος ἐν κακοῖς. ὡς τοῦ ὄλβου, ἐπὶ εὐδαιμονίας λεγομένου. εἰ μὴ ἄρα τις βαρυνόμενος ἢ ἀστεϊζόμενος τὸ τοιοῦτον εἴπῃ. ὡς καὶ Οἰδίπους παρὰ Σοφοκλεῖ, κάλλος κακῶν ἑαυτὸν ἀποκαλεῖ. τουτέστιν ἐν κακοῖς κάλλιστον. εἰ δὲ καὶ ὄλβον τὸν ἁπλῶς εἴπῃ τις πλοῦτον ὡς τὸ, ὄλβῳ τε πλούτῳ τε, εἴη ἂν καὶ οὕτω τις ὄλβιος ἐν κακοῖς, τουτέστι πλούσιος. δύναται δὲ καὶ ἄλλως κατὰ τὴν Ὁμηρικὴν δόξαν ὄλβιός τις εἶναι οὐκ ἐν μόνοις ἐσθλοῖς ἀλλʼ ἐν ἐσθλοῖς ὁμοῦ καὶ κακοῖς, ἀναμὶξ χορηγουμένοις ἐκ τῶν παρὰ τῷ Διῒ πίθων οὓς ἡ Ἰλιὰς ἐδήλωσεν. ἐξ ὧν κεράννυται τὸ ἐν ἀνθρώποις εὔδαιμον. ὡς μὴ ἐξὸν ὂν ἄκρατον εἶναί τινι ἀγαθὸν, ἀλλὰ κατά τι κέρασμα θεόσδοτον. Ὅτι ταλαπείριον ἱκέτην λέγει, ἢ τὸν ταλαίπωρον, ἢ τὸν τῆλε περάσαντα. καὶ νῦν μὲν ἡ κόρη οὕτω καλεῖ τὸν Ὀδυσσέα. ἐν τοῖς ἑξῆς δὲ, αὐτὸς ἐρεῖ τὸ, καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος τηλόθεν ἐξ ἀπίης γαίης. ὅ πέρ ἐστιν ἐτυμολογία τοῦ ταλαπείριος. οἱ δὲ παλαιοὶ, γράφουσι καὶ οὕτω. ταλαπείριον, τραγικοὶ τὸν ταλαίπωρον. Ὅμηρος δὲ, τὸν πόῤῥωθεν ἀφιγμένον. Ὅτι διήγημα ἐνταῦθα σύντομον τὸ, Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο. τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε. Ὀδυσσέως δὲ ὥσπερ τὸ γνωματεύσασθαι οὕτω καὶ τὸ γοργῶς διηγήσασθαι ἀπώνατο ἡ κόρη. καὶ ἐκεῖνος γὰρ, τὴν μακρὰν κάκωσιν οὕτως ἐπέτεμε. χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον, τόφρα δέ μʼ αἰεὶ κῦμα φόρει κραιπναί τε θύελλαι νήσου ἀπʼ Ὠγυγίης. τρισὶ γὰρ καὶ αὐτὸς ἔπεσιν ἐμπεριγράψας τὸ κατʼ αὐτὸν διήγημα. εἶτα ἐπήγαγεν ἠθικῶς τὸ. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων, ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν. οὐ γὰρ ὀΐω παύσασθαι. Ἰστέον δὲ ὅτι τὸ εἰπεῖν ὡς ἐξ Ἀλκινόου ἔχεται ἤτοι ἐξέχεται καὶ ἤρτηται τοῦ Ἀλκινόου ἡ τῶν Φαιάκων ἀρχὴ ὃ δὴ καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, βασιλέα ὑποβάλλει Φαιάκων νοεῖν τὸν Ἀλκίνοον. ἐν δὲ τοῖς ἑξῆς, ἀριστοκρατία ἐμφαίνεται παρὰ Φαίαξιν ἔνθα τρισκαίδεκα ἱστορηθήσονται βασιλεῖς. καὶ ἔστιν οἷον συνέλευσις ἐν τούτοις, βασιλείας τε καὶ ἀριστοκρατίας. ὁποῖόν τι καὶ περὶ Λακεδαίμονα ὕστερον τὸ κατὰ τοὺς ἐφόρους καὶ τοὺς βασιλεῖς. εἰ δὲ ὑπερέχει μὲν τῶν ἄλλων ὁ Ἀλκίνοος αὐτὸς δὲ πείθεται ὡς φανεῖται οἷς ἡ γυνὴ Ἀρήτη βούλεται, εἴποι ἄν τις καὶ γυναικοκρατεῖσθαι τὴν γῆν τῶν Φαιάκων. Ὅτι ἐκφαίνων ὁ ποιητὴς πῶς ἡ Ἀθηνᾶ ἐλέχθη θάρσος ἐμβαλεῖν τῇ Ναυσικάᾳ ὥστε μεῖναι φανέντος τοῦ Ὀδυσσέως. καὶ δηλῶν ὡς κατὰ σύνεσιν γενέσθαι τοῦτο φαίνεται καθὰ καὶ ἐλέχθη, πλάττει τὴν κόρην θαῤῥύνουσαν καὶ τὰς ἀμφιπόλους ὡς μηκέτι φεύγειν ἀλογίστως ἀλλὰ στῆναι οἷα μηδέν τι καινὸν ἰδούσας ἀλλὰ ἁπλῶς ἄνθρωπον. καὶ αὐτὸν δύστηνον. ἀλήτην. κομιδῆς ἄξιον. φησὶ γάρ. στῆτέ μοι ἀμφίπολοι. πόσε φεύγετε φῶτα ἰδοῦσαι; ἢ μή που τινὰ δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν. οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται, ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται δηϊοτῆτα φέρων. οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ. ἔσχατοι. οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. εἶτα ἐπὶ πλέον ἐξαιροῦσα τὸ τῶν ἀμφιπόλων δέος, καὶ θάρσος αὐταῖς ἐν φρεσὶ τιθεμένη, ἐπάγει. ἀλλʼ ὅ δέ τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει, ὃν νῦν χρὴ κομέειν. πρὸς γὰρ Διὸς εἰσὶν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δʼ ὀλίγη τε φίλη τε. ἐφʼ οἷς ἐκπληροῦσα καὶ τὴν τοῦ ξένου ἱκετείαν, ἐπιφέρει. ἀλλὰ δότʼ ἀμφίπολοι ξείνῳ βρῶσιν τε πόσιν τε. λούσατέ τʼ ἐν ποταμῷ ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο. Νοητέον δὲ ὅτι κατὰ τὸ σιωπώμενον, καὶ εἵματα ἐκέλευσε παραθεῖναι τῷ Ὀδυσσεῖ. ὅ ἐστι φᾶρος τε χιτῶνα τε, καὶ <!-- 1.249 -->χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον. ὃ καὶ ἐποίησαν ἐκεῖναι. διὸ μετʼ ὀλίγα ἐρεῖ. εἵματα ἅ οἱ πόρε παρθένος ἀδμής. Ὅρα δὲ τὴν σύντομον τῆς κόρης ἀντίθεσιν καὶ τὴν ἐπʼ αὐτῇ λύσιν ἐν τῷ, ἢ μή τινα δυσμενῆ φατὲ εἶναι ἄνδρα. οὐκ ἔσθʼ οὗτος ἀνὴρ, καὶ τὰ ἑξῆς. ἐπεὶ γὰρ εἰκὸς εἰπεῖν ἀντιπαραστατικῶς τὰς ἀμφιπόλους ὡς εἰ καὶ φῶτα βλέπομεν καὶ μή τι ἄγριον, ἀλλὰ δυσμενὴς ὁ ἀνὴρ, θεμένη τοῦτο ἡ κόρη, ἐπιφέρει εὐθὺς λύσιν ὡς οὔτε ἐστὶν οὔτε γενήσεται θνητὸς ὃς ἂν ἵκηται πολεμήσων Φαίαξιν. ὃ μιμησάμενος Ἡρόδοτος, σχηματίζει καὶ αὐτός που ἐν τοῖς κατʼ αὐτὸν, οὕτως. οὐκ ἔστιν οὗτος ἀνὴρ ᾧ ἐστι δύναμις τοσαύτη, ὡς τό δέ τι ποιῆσαι. Ἰστέον δὲ ὅτι ἐκπλαγῆναι μὲν τὰς δμωὰς φῶτα ἰδούσας, οὐ καινόν. ἐπεὶ καὶ Φαίακες ἐν τοῖς ἑξῆς ἄνεῳ γίνονται φῶτα ἰδόντες. τὸν Ὀδυσσέα δηλαδή. τὸ δὲ καὶ τρέσαι ἰδούσας, ἀλλὰ τοῦτο γυναικικὸν καὶ ἀγενές. καὶ τοῦτο μὲν, τοιόνδε. ἡ δὲ κόρη τὴν ῥηθεῖσαν κατασκευάζουσα πρότασιν, φησί. μάλα γὰρ φίλοι ἀθανάτοισιν. οἰκέομεν δʼ ἀπάνευθε. μονονουχὶ λέγουσα ὡς εἰ καὶ μὴ πολεμισταὶ οἱ Φαίακες οἷς οὐ μέλει βιὸς οὐδὲ φαρέτρη ὡς ἐν τοῖς ἑξῆς λεχθήσεται οὐδὲ εἰσὶν ἀπροσπέλαστοι διʼ ἀνδρίαν, ἀλλʼ ὅμως θεοφιλεῖς ὄντες, οὐκ ἄν τι κακὸν ἐκ πολεμίων πάθοιεν. ἄλλως τε καὶ πάνυ ἐκτετοπισμένοι ὄντες, καὶ οὔτινας ἐγγὺς ἔχοντες ὡς ἐν τοῖς ἐφεξῆς που καὶ αὐτὸ εἰρήσεται. καὶ οὕτω μὲν ἡ κόρη ἔλυσε τὴν ἀντίθεσιν. Τὸ δὲ οὐκ ἔστιν οὐδὲ γένηται, ἐπιτείνει τὴν ἄκραν τῶν Φαιάκων ἀσφάλειαν πρὸς ἔκπληξιν δῆθεν τοῦ ναυαγοῦ ξένου. Διερὸς δὲ βροτὸς ὁ ζῶν καὶ ἐῤῥωμένος. τὴν μὲν γὰρ ζωὴν, ὑγρότης καὶ θερμότης συνέχει. τὸν δὲ θάνατον, τὰ ἐναντία ποιεῖ. ὅθεν καὶ νεκροὶ ἀλίβαντες οἱ ζωτικῆς λιβάδος ἄμοιροι. καὶ ὁ κωμικὸς δὲ παίζων, αὐαίνου λίθον ἐν ᾅδου εἶναι πλάττει. ἀπὸ τοῦ αὐαινωθεὶς τοὔνομα. Πλούταρχος δὲ ἐν τοῖς κατʼ αὐτὸν συμποσιακοῖς φησὶν οὕτως. ὑγρότητι καὶ θερμότητι τεθήλασι τὰ ζῷα. ἡ δὲ ψυχρότης καὶ ξηρότης, ὀλέθρια. διὸ χαριέντως Ὅμηρος διερὸν βροτὸν καλεῖ. καὶ τὸ μὲν χαίρειν, ἰαίνεσθαι λέγει. ὡς καὶ χαλκὸς ἰαίνεται πυρί. ῥιγεδανὸν δὲ καὶ κρυερὸν, τὸ λυπηρὸν καὶ φοβερόν. ὁ δὲ ἀλίβας καὶ ὁ σκελετὸς, ἐπὶ νεκρῶν λέγονται. λοιδορουμένων τῶν παλαιῶν, τῷ ὀνόματι τῆς ξηρότητος. καὶ τοιαῦτα μὲν καὶ τὰ τοῦ Πλουτάρχου. ὁ δὲ ἐν τοῖς τοιούτοις διαληφθεὶς ἀλίβας, βαρύνεται καθʼ ὁμοιότητα τοῦ ἁλίκρας. ἔστι δὲ ἁλίκρας κατὰ Αἴλιον Διονύσιον, ὁ θαλάσσῃ μεμιγμένος. καθὰ καὶ χαλκόκρας, ὁ χαλκῷ φησι κεκραμένος. τὰ δὲ ῥηθέντα ἐνταῦθα εἰς τὸ, διερὸς βροτὸς, χρήσιμα καὶ ἐν τοῖς ἑξῆς εἰς τὸ, διερῷ ποδί. ὅτι δὲ ὁ ὑγιὴς καὶ ἡ ὑγίεια ἐκ τοῦ ὑγροῦ παράγεται, ἐν ἄλλοις δεδήλωται. Τὸ δὲ δηϊοτῆτα φέρων, πρὸς διαστολὴν κεῖται. ἄλλως γὰρ, ἔπλεόν τινες ἴσως εἰς Φαίακας. ἐξ ὧν καὶ τὰς ἀμφιπόλους εἶχον ὡς εἰκὸς οἱ ἐν τῇ νήσῳ. Τὸ δὲ μάλα φίλοι ἀθανάτοισι παιδευτικῶς ἔχει. ὡς τῶν θεοφιλῶν, οὐ πειρωμένων δηϊοτῆτος. Τὸ δὲ οἰκέομεν ἐναλλαγὴν ἔχει σχήματος. ὤφειλε γὰρ ἀκολούθως τοῖς ἀνωτέρω εἰπεῖν. οἰκέουσι δʼ ἀπάνευθεν. ὅμως δὲ κοινοῦται τὸν λόγον ἡ κόρη ὡς καὶ αὐτὴ Φαίαξ. Τοῦ δὲ ἀπάνευθεν, ἑρμηνεία εὐθὺς τὸ ἔσχατοι. καὶ τὸ, οὐδέ τις ἡμῖν ἐπιμίσγεται. ἐκτετοπίσθαι γὰρ ὁ ποιητὴς βούλεται τὴν Φαιακίαν ὡς ἐν τοῖς ἑξῆς φανήσεται. καὶ μὴν οἱ Κερκυραῖοι Φαίακες, κατέναντι κεῖνται τῆς Ἠπείρου, ὡς καὶ Ὅμηρος ὕστερον παραδηλοῖ ἐν τοῖς κατὰ τὸν Φείδωνα. οὐδὲν δὲ καινὸν ἐὰν οἱ Κερκυραῖοι ἁπλοϊκώτερον ἑαυτοὺς ἐκτοπίζωσιν οὐκ ἀληθῆ λαλοῦντες, εἰ καὶ τὸν Ἀχελῷον μέγιστόν που εἶπεν ὁ Ἀχιλλεὺς ἐν ποταμοῖς. ἁπλούστερον λέγων, καὶ ταῦτα, ἑτέρων ἐχόντων τὸ τοιοῦτον σεμνολόγημα. οὕτω καὶ Αἰσχύλος φησὶ τερατωδέστερον καὶ τραγικώτερον, τὸ, ἔστι τις πόλις Κάνωβος ἐσχάτη χθονός. τερατευόμενος καὶ αὐτός. οὐ γὰρ ἐσχάτη γῆς ἁπάσης ἡ Κάνωβος, ἀλλʼ ἢ μόνης τῆς ἐκεῖ ὡς ἀγχίαλος. Σημείωσαι δὲ ὅτι οὐκ αὐτὸς ὁ ποιητὴς ἀναιδῶς οὕτω τὴν τῶν Φαιάκων ἐκτοπίζει γῆν, ἀλλʼ ἡ Ὁμηρικὴ κόρη καὶ οἱ λοιποὶ δὲ Φαίακες. οὐχʼ οὕτως οὐδʼ αὐτοὶ εἰδότες, οὐδὲ πρὸς ἀλήθειαν λαλοῦντες, ἀλλʼ ἐθέλοντες τοιοῦτοι δοκεῖν τοῖς πολλοῖς, διὰ τὸ ἀνεπιβούλευτον. ἵνα δηλαδὴ μὴ πολεμοῖντο φθονούμενοι διὰ τὸ τῆς χώρας εὔδαιμον, ὃ πολλαχοῦ γίνεται. Ἰστέον δὲ καὶ ὅτι ἀστείως ἡ κόρη τὸ ψεῦδος σοφίζεται. οἰκοῦσι μὲν γὰρ ἀπάνευθε τῶν κύκλων οἱ Φαίακες πολυκλύστῳ ἐνὶ πόντῳ καθὰ νησιῶται, καὶ ἔσχατοι ἐκεῖ πρὸς τῇ ἠπείρῳ. καὶ οὔτις αὐτοῖς ἐπιμίσγεται ἁπλῶς δίχα τοῦ πλεῦσαι. βούλονται δὲ, ταῦτα καθʼ ὑπερβολὴν νοηθῆναι ὡς ἐπὶ πολλῷ ἐκτοπισμῷ. Ὀδυσσεὺς δὲ, γελῴη ἂν ἐπὶ τούτοις οἷα τὴν κόρην ψευδομένην εἰδώς. Τὸ δὲ ἐνθάδʼ ἱκάνει, τόδʼ ἱκάνει ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητὴς, ὡς ἐκεῖ φανεῖται. Τὸ δὲ κομέειν, λέγεται καὶ κομίζειν. μετʼ ὀλίγα <!-- 1.250 -->γοῦν, πλαχθέντα κομίσσατο ἐρεῖ, παραγώγως. ὅθεν καὶ κομιδὴ ἡ ἐπιμέλεια. καὶ εὐκόμιστος κατὰ τοὺς παλαιοὺς, ὁ ἐπιμελείας τετευχώς. Τὸ δὲ πρὸς θεοῦ εἶναι τοὺς ξένους καὶ τοὺς πτωχοὺς καὶ τὰ ἑξῆς, φιλοξένου ἤθους λόγος ἐστί. ξένοι δὲ καὶ πτωχοὶ, διαφέρουσιν. οὔτε γὰρ ἅπας ξένος, πτωχός ἐστιν. οὔτε ὁ πτωχὸς, ξένος, εἰ μὴ καὶ ἐπιξενωθῆ. Ἡ δὲ πρὸς τοὺς τοιούτους δόσις, ὀλίγη μέν τι τῷ διδόντι, πολλὴ δὲ τῷ λαμβάνοντι. ἀρκεῖται γὰρ ἐνδεὴς εὐγνώμων, καὶ ὀλίγον λαβών. ἑτεροῖον δὲ πάντως τὸ ἐνταῦθα ὀλίγον τε φίλον τε, παρὰ τὸ ἐν Ἰλιάδι. ἐκεῖ μὲν γὰρ, γέρας Ἀχιλλεὺς ἔρχεται ἔχων τὸ τοιοῦτον. ἐνταῦθα δὲ Ὀδυσσεὺς, δῶρον πτωχικόν. παρέξεσται δὲ ὅμως ἡ ὀλίγη τε φίλη τε δόσις ἐκ τῶν ἐκεῖ. Αἱ δὲ ἀμφίπολοι, σεμνὴ λέξις ἤπερ τὸ, δμωαὶ καὶ δμωΐδες καὶ δουλίδες καὶ δοῦλαι. διὸ καὶ Ὀδυσσεὺς θαῤῥεῖ εἰπεῖν, ἀμφίπολοι στῆθʼ οὕτως ἀπόπροθεν. σεμνὸν δὲ οὐδὲν ἧττον καὶ τὸ παῖς καὶ παιδίσκη, ἀντὶ τοῦ, δοῦλος καὶ δούλη. αἴτιον δὲ, ὅτι οὔτε τὸ τοῦ παιδὸς ὄνομα ἐξ ἀνάγκης δοῦλον σημαίνει, οὔτε τὸ τῆς ἀμφιπόλου, ὡς πολλαχοῦ δηλοῦται. οὕτω δὲ οὐδὲ ὁ πρόσπολος δουλικὸν ἀεὶ ὄνομά ἐστιν, οὐδὲ μὴν ὁ πρόσπολος. διόπερ ὁ γράψας τὸ, πίνειν ὁ πόσον κεν ἔχων ἀφίκοιο οἴκαδε ἄνευ προπόλου, ἀσαφῶς ἔγραψε. πρόπολον εἰπὼν, ἢ δοῦλον, ἢ τὸν ἁπλῶς προοδεύοντα εἰς χειραγωγίαν ὁδοῦ. χρῆσις δὲ προπόλου, ἔν τε τῷ τοῦ κωμικοῦ Πλούτῳ, καὶ ἐν τῷ, ἀλλʼ ὦ Δελφῶν πλείστας ἀκονῶν Φοῖβε μαχαίρας καὶ προδιδάσκων τοὺς σοὺς προπόλους. Τὸ δὲ ὑγρὸν ἔλαιον ὃ καὶ λίπα φησὶν ἐλλειπτικῶς, ἔν τε τῷ, ἀλειψάμεναι λίπʼ ἐλαίῳ, καὶ λοέσσατο καὶ λίπʼ ἄλειψε, προϊὼν καὶ ἀλοιφὴν λέγει ἐν τῷ, ἀμφὶ δʼ ἐλαίῳ χρίσομαι, ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή. ὡς εἶναι ταυτὸν κατὰ πολυωνυμίαν, ἔλαιον καὶ ἀλοιφὴν καὶ λίπα. δῆλον δὲ ἐκ τῶν ἐνταῦθα λεγομένων, ὡς καὶ ἐψυχρολούτουν οἱ παλαιοί. ὅτι δὲ καὶ θερμοῖς ἐχρῶντο λοετροῖς, ἐν ἄλλοις δηλοῖ ὁ ποιητής. Ὅτι δὲ οὐχʼ ἁπλῶς ἐλαίῳ πρὸς θεραπείαν ἰατρικώτερον οἱ παλαιοὶ ἐχρίοντο συνήθως καθὰ μυριαχοῦ δείκνυται, ἀλλά τινες καὶ πολυτελεῖ ἐχρῶντο ἐλαίῳ, δηλοῖ ὁ γράψας τὸ, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι δʼ ἐλαίῳ πολυτελεῖ καὶ μύροις. Ἰστέον δὲ καὶ ὡς κοινότερον μὲν τὸ λίπʼ ἐλαίῳ, ἀποκεκόφθαι δοκεῖ ἐκ τοῦ λιπαρῷ. ἵνα ᾖ λιπαρὸν ἔλαιον, οὐ πρὸς διαστολὴν ἑτέρου μὴ τοιούτου, ἀλλὰ τὸ ἁπλῶς φύσει τοιοῦτον ὑγρόν. Ἡρῳδιανὸς μέντοι ἄλλως αὐτὸ σχηματίζων, φησὶν ὅτι τοῦ ἄλειφα καὶ λίπα ἡ κατάληξις, οὐκ ἀήθης. ἀλλὰ τὸ μὲν ἄλειφα, ὥσπερ θένω θέναρ καὶ κείρω κέρας, οὕτω καὶ αὐτὸ ἐκ τοῦ ἀλείφω, ἄλειφαρ ἢ ἄλειφας. καὶ ὑποστολῇ τοῦ ρ ἢ τοῦ σίγμα, ἄλειφα. τὸ δὲ λίπα, ἐξ ἀναλόγου ἀντιπαραθέσεως ἐγένετο. ὡς γὰρ κῶος κῶας, ὕδος ὕδας, γῆρος γῆρας, οὕτω καὶ λίπος λίπας ἐξ οὗ τὸ λίπα, ἵνα ᾖ γένος μὲν τὸ λίπα, εἶδος δὲ τὸ ἔλαιον. Ὅτι τὸ, λοῦσθαι ποταμοῖο ῥοῇσιν ὅ ἐστι ῥείθροις, ἀπὸ τοῦ λόεσθαι γίνεται. ἀφʼ οὗ καὶ λοετρόν. ὅθεν καὶ παρὰ τῷ κωμικῷ τὸ, ψυχρᾷ θαλάττῃ λούμενος. οὕτω γὰρ οἱ Ἀττικοὶ, οὐ μὴν λουόμενος. καὶ προϊὼν δὲ λοέσσομαι λέγει ἐν ἁπλότητι. καὶ ἀπολούσομαι κατὰ συναίρεσιν. ὅτι δὲ καθὰ λόεσθαι λοῦσθαι οὕτω καὶ λοετρὸν καὶ λουτρὸν, δῆλόν ἐστι. λοῦτρον μέντοι μοναχῶς, τὸ ἀπόλουμα βαρυτόνως. ὃ γλίττον ἄλλοι φασὶν, ὡς δηλοῖ ὁ ἐπιμερίσας οὕτω, γλίον τὸ εὔτονον. γλία, ἡ κόλλα. γλιᾶσθαι, τὸ παίζειν ἢ προθυμεῖσθαι. γλίττων ὁ ἐν ταῖς ἐμβάσεσι γινόμενος ῥύπος. καὶ σημείωσαι τὰς ἐμβάσεις. Ὅτι σώφρονος ἀνδρὸς λόγος τὸ, ἄντην οὐκ ἂν ἔγωγε λοέσσομαι αἰδέομαι γὰρ γυμνοῦσθαι, κούρῃσιν ἐϋπλοκάμοισι μετελθών. αὐτὸ δὲ μόνον τὸ αἰδέομαι γὰρ γυμνοῦσθαι. Ὀδυσσεὺς δὲ καὶ ταῦτα φησὶ καὶ ἕτερά τινα ἐν στίχοις πέντε. ἃ μὴ θέλων ὁ ποιητὴς δισσεῦσαι διὰ τῶν δουλίδων πρὸς τὴν Ναυσικάαν, φησὶ κομματικῶς καὶ πάνυ γοργῶς, εἶπον δʼ ἄρα κούρῃ, τουτέστιν ἐξεῖπον τῇ δεσποίνῃ τοὺς τοῦ Ὀδυσσέως λόγους. Ὅτι λούματος φραστικὸν τὸ, αὐτὰρ ὃ χρόα νίζετο ἅλμην ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους. ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο. Ἔστι δὲ τὸ μὲν ἀμπέχειν, ὅμοιον τῷ περιέχειν, ἤτοι ἐνδύειν. καὶ ὡς εἰπεῖν, ἀμφιέχειν. τροπῇ τοῦ φ εἰς τὸ ἀντίστοιχον πι κατὰ Ἴωνας. ὅθεν καὶ τὸ ἀμπίσχειν. καὶ ἡ ἀμπεχόνη. καὶ τὸ ἀμπέχονον. ὅτι δὲ τοῦ ἀμπέχω καὶ μέλλων ἐστὶν ἀμφέξω ἀντὶ τοῦ ἐνδύσομαι, ὁ Ἀθήναιος δηλοῖ. Ἁλὸς δὲ χνόος, ἡ ἀκαθαρσία κατὰ τοὺς παλαιοὺς, ἤγουν ἡ ἐν ἄλλοις, ἁλὸς ἄχνη. Ἰστέον δὲ ὅτι τὸ, χρόα νίζετο ἅλμην, ἀντίπτωσιν πάσχει. ἢ γὰρ, τὸν χρόα ἔσμηχεν ἐκ τῆς ἅλμης. ἢ μᾶλλον, τὴν ἅλμην ἐκ τοῦ χροός, κατὰ τὸ, ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον. καὶ, ἅλμην ὤμοιϊν ἀπολούσομαι. ἔνθα τὸ ἅλμην <!-- 1.251 -->τὴν τὸ σῶμα δηλαδὴ δριμύττουσαν, πρὸς διαστολὴν ἐῤῥέθη τῶν τε διὰ ῥύπου ἀπέλευσιν λουομένων, καὶ τῶν ἄλλως διὰ τημέλειαν σώματος. καὶ τοῦτο μὲν, λοῦμα τῷ τληπαθεῖ Ὀδυσσεῖ, κατʼ ἀνάγκην. ἀλλαχοῦ δὲ γυνή τις θυμῆρες ἐκέρασε κατὰ κρατός τε καὶ ὤμων. καὶ χαίρει μὲν καὶ Ὀδυσσεὺς θερμοῖς λοετροῖς. πλὴν καὶ ἄλλως οἶδεν ὑπομένειν ὥσπερ ἀσιτίαν καὶ ῥύπον καὶ ῥῖγος καὶ γυμνότητα, οὕτω καὶ ἀλουσίαν. φάναι τὸ τοῦ Ἀλέξιδος. ἐντούτοις δὲ κειμένου καὶ τοῦ αὐτὰρ ἐπειδὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν, ἰστέον ὅτι πάντα μὲν, τὸν χρόα ὅλον εἰπεῖν δοκεῖ τὸν προειρημένον. τὸ δὲ λίπα, οὐ σαφῶς φράσαι, διὰ τὴν κατʼ αὐτὸ ἀποκοπήν. ἄδηλον γὰρ, εἴτε λιπαρὸν ἔλαιον ἤλειψε κατὰ πάντα τὸν χρόα εἴτε λιπαρῷ ἐλαίῳ πάντα ἤλοιψεν. Ἔτι ἰστέον καὶ ὅτι ἰσοδυναμούντων κατὰ νοῦν τοῦ τε χρίω καὶ τοῦ ἀλείφω, τὸ μὲν χρίω, παρὰ τὸν χροῦν ἐῤῥέθη ὃς χρίεται. τὸ δὲ ἀλείφω, παρὰ τὸ ἀλέω καὶ τὴν ἐξ αὐτοῦ ἀλέαν ὅ ἐστι θερμασίαν, ἐπενθέσει τοῦ ι. ὅπερ ἐστὶν ὅτε μονάζει ἐκδραμόντος ἐν ταῖς ἐκ τοῦ ἀλείφω παραγωγαῖς τοῦ φυσικοῦ ε. γίνεται δὲ αὐτὸ οὐ μόνον ἐν τῇ συναλιφῇ τῇ δηλούσῃ κράσιν καὶ συναίρεσιν, ἀλλὰ καὶ ἐπὶ ἄλλων. τὰ γάρ φασιν ἐκ τοῦ ἀλείφω ὀνόματα διὰ μὲν τοῦ π τ ὄντα, φυλάττει τὴν δίφθογγον ὡς καὶ ἐν ἄλλοις δηλοῦται. οἷον ἀλειπτόν. ἀνήλειπτον. ἀναπάλειπτον. διὰ δὲ τοῦ φ, μόνον τὸ ἰῶτα ἔχουσιν. οἷον. ἀνηλιφὴς ναῦς ἡ μὴ ἀλιφεῖσα πίσσῃ. καὶ πισσαλιφὴς, ἡ πεπισσωμένη. τὸ ἄλειφαρ ἢ ἄλειφα δίχα τοῦ ρ, οὐ σύνθετον κατὰ ταῦτα καὶ κατὰ τὴν συναλιφὴν, διὸ καὶ φυλάσσει τὴν θεματικὴν δίφθογγον. ὅτι δὲ ἄλλως ἐκ τοῦ ἀλείφω καὶ ἡ ἀλοιφὴ γίνεται καὶ ὁ ἀλοιμὸς, ἑτέρωθι γέγραπται. Ὅτι λουσάμενον τὸν Ὀδυσσέα, ἔθηκεν ἡ Ἀθηνᾶ μείζονά τʼ εἰσιδέειν, καὶ πάσσονα. κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας ὑακινθίνῳ ἄνθει ὁμοίας. ὅ ἐστι μελαίνας κατὰ τὸν ὑάκινθον τὸ ἄνθος, ὁποίας καὶ τοῖς Ἰνδοῖς ὁ περιηγητὴς χρώζει τὰς κόμας. οὐ γὰρ ἔχει πιθανῶς ξανθὰς πλάσαι τρίχας τῷ ὁμογέροντι καθὰ τῷ Μενελάῳ καὶ τῷ Ῥαδαμάνθυϊ. καὶ ἐν τοῖς ἑξῆς δέ που, κυάνεαι γίνονται τῷ Ὀδυσσεῖ γενειάδες πρὸς τῆς Ἀθηνᾶς. καὶ ὅμως, ἐναντιοῦται πρὸς ταῦτα τὸ, ξανθάς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας. ἴσως οὖν, ἐνταῦθα τὸ χρόνιον τῆς κακώσεως τὴν μελανίαν ἐποίησε τῶν τριχῶν. ἢ καὶ ἄλλως, οὐ κατὰ μελανίαν ἡ πρὸς ὑάκινθον τῆς κόμης ὁμοίωσις, ἀλλὰ πρὸς τὸ οὖλον αὐτῆς, ἤγουν πρὸς τὸ οὐλότριχον. εἶτα παραδηλῶν ὡς φύσει καλὸς ὢν ὁ Ὀδυσσεὺς, ἐξηλλάγη πρὸς τὸ κάλλιον. καὶ ὡς τοῦ μὲν καλὸν εἶναι, ἡ φύσις, τοῦ δὲ τοιοῦτον δοκεῖν, ἡ θεόθεν χάρις αἰτία, εἰκάζει αὐτὸν ἀργύρῳ χρυσωθέντι. εἰπών. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ, ἀνὴρ ἴδρις. ὃν Ἥφαιστος δέδαε καὶ Παλλὰς Ἀθήνη τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, ὣς ἄρα τῷ, κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις ἡ Ἀθηνᾶ. τοῦτο δὲ καὶ ἄλλως φράζων, ἐπιφέρει. ἕζετʼ ἔπειτʼ ἀπάνευθε κάλλεϊ καὶ χάρισι στίλβων. θηεῖτο δὲ κούρη. τά δʼ αὐτὰ ῥητῶς περὶ Ὀδυσσέως πλάττει, καὶ ὅτε τῇ Πηνελόπῃ ἀνεγνωρίσθη. ἔνθα μετὰ τὸ περιβαλέσθαι τὸν Ὀδυσσέα φᾶρος καλὸν καὶ χιτῶνα, ἐπάγει ὅτι κατὰ κεφαλῆς χεῦε πολὺ κάλλος Ἀθήνη καὶ τὰ ἑξῆς. δηλοῖ δʼ ἐν τούτοις ὁ ποιητὴς, ὡς τὸ σῶμα λουτροῖς τε τημελούμενον, κάλλιον γίνεται. καὶ ἱματίων δὲ λαμπρῶν περιθέσει, εἰς τὸ καλὸν ἐξαλλάττεται. ὥσπερ αὖ πάλιν αὐχμοῦ πιναρότης καὶ κακὰ σπεῖρα, τὸ λαμπρὸν εἶδος ἀφανίζουσιν. ἀμέλει, καὶ ἡ Ἀθηνᾶ οὕτω τὸν Ὀδυσσέα ἐπικρύψει καὶ ποιήσει πᾶσιν ἄγνωστον. ὑποκατιὼν δὲ ὁ ποιητὴς, εἰς πλέον αὔξει τῇ κόρῃ τὸ ἐπὶ Ὀδυσσεῖ θαῦμα. καὶ Τηλέμαχος μὲν ἐν τοῖς εἰσέπειτα περὶ Ὀδυσσέως μεταβληθέντος εἰς τὸ φαιδρότερον, ἀλλοῖος μοι ξεῖνʼ ἐφάνης ἐρεῖ καὶ τὰ ἑξῆς. ἡ δὲ Φαιακικὴ νεᾶνις ταῖς εὐπλοκάμοις καὶ λευκωλένοις ἀμφιπόλοις ἐκκαλύπτουσα ὡς καὶ προελέχθη τὸν ἔρωτα, λέγει. ὡς πρόσθε μὲν δή μοι ἀεικέλιος ἐδόκει εἶναι, νῦν δὲ θεοῖσιν ἔοικε τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη ἐνθάδε νεαιτάων, καί οἱ ἄδοι τουτέστιν ἀρέσκοι, αὐτόθι μένειν. Καὶ ὅτι τῷ μὲν Ὀδυσσεῖ ἔφη ἡ κόρη αὐτὸ δὴ μόνον ὡς οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικε. ταῖς δʼ ἀμφιπόλοις κατʼ ἰδίαν λαλοῦσα, ἐθάῤῥησεν οὐ θεῷ ἑνί τινι αὐτὸν εἰκάσαι ὡς ἐκεῖνος αὐτὴν τῇ Ἀρτέμιδι, ἀλλὰ θεοῖς. καὶ οὕτως ἐνδιαθετώτερον ἀντέδωκε τὴν σύγκρισιν. οὐδὲ γὰρ ἀκούοντος ἐκείνου ἔφη, ἀλλʼ ἰδίᾳ ὄντος. ὁ δέ γε πολὺς πόθος, ἐν τοῖς ἑξῆς πείσει τὴν κόρην, εἰπεῖν πλαγίως πως καὶ πρὸς τὸν Ὀδυσσέα τοιοῦτόν τι καὶ ἀντεπαινέσαι, ὡς κατὰ τόπον ῥηθήσεται. καὶ τοιόνδε μὲν καὶ τοῦτο. Τοῦ δὲ κάρητος, εὐθεῖα τὸ κάρηαρ, οὗ γενικὴ, καρήατος. καὶ ἐν συγκοπῇ, κάρητος. Οὖλαι δὲ κόμαι <!-- 1.252 -->αἱ συνεστραμμέναι, παρὰ τὸ εἰλεῖν ἢ καὶ εἴλειν βαρυτόνως. ἀμφοτέρως γὰρ λέγεται. Ἰστέον δὲ ὅτι ὡς ἀπὸ τῶν τοιούτων τριχῶν, στρεψίκαλλος ἄνθρωπος κατὰ τοὺς παλαιοὺς, ὁ μὴ ἁπλοῦς ἀλλʼ ὡς εἰπεῖν στρέφις. ὡς ἀπὸ ἐρίων δηλαδὴ ἐχόντων συνεστραμμένους τοὺς μαλλούς. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι οὐ μόνον οὖλαι ἀλλὰ καὶ ἐπιστροφίδες, αἱ συνεστραμμέναι τρίχες. Τὸ δὲ καθῆκε κόμας, ποιεῖ παρὰ τοῖς μεθʼ Ὅμηρον ῥήτορσι. καὶ γένειον καθειμένον, τὸ βαθύ. Τὸ δὲ χρυσὸν περιχεύεται, τὸν χρυσοχόον συντίθησι. Δέδαε δὲ, ἀντὶ τοῦ ἐδίδαξε. διὸ οἱ μεθʼ Ὅμηρον σοφισταὶ λαβόντες οἶμαι ἐντεῦθεν, τὸ ἐκ τοῦ μανθάνειν γράμματα σόφισμα ἔπλεξαν. ὥσπερ γὰρ δέδαεν οὐ μόνον τὸ ἐδιδάχθη ἀλλὰ καὶ τὸ ἐδίδαξεν, οὕτω καὶ τὸ μανθάνειν, ἄμφω ταῦτα δηλοῖ. Ἰστέον δὲ καὶ ὅτι σεμνὸν μὲν τὸ εἰπεῖν ἀνδρὸς ἔργα ὃν Ἥφαιστος καὶ Ἀθηνᾶ ἐδίδαξε τέχνην παντοίην χαλκευτικὴν δηλαδὴ καὶ χρυσοχοϊκήν. Ἥφαιστος μὲν, διὰ τὴν ἐν πυρὶ τῶν τοιούτων ἐργασίαν. Ἀθηνᾶ δὲ, διὰ τὸ ἐπιστατεῖν τοῖς χειρώναξι. τὸ δέ γε εἰπεῖν τι ἔργον Ἡφαίστοιο ἢ Ἀθηνᾶς, πρὸς τῇ σεμνότητι, καὶ ὑπερβολὴν ἔχει ὡς οἱ παλαιοί φασιν. οὕτω γοῦν καθʼ ὑπερβολὴν πέπλασται καὶ ἡ τῶν Ἀχιλλείων ὅπλων παρὰ τοῦ Ἡφαίστου ἐν Ἰλιάδι ποίησις. Τὸ δὲ ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν, ἐκ τοῦ ἐν Ἰλιάδι ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, παρῴδηται. Τὸ δὲ τοιόσδε πόσις ἐνθάδε νεαιτάων, οὐ περὶ Φαίακος τινὸς ἡ κόρη εὔξατο, ἀλλὰ περὶ τοῦ Ὀδυσσέως. ἵνα τοιόσδε μένων καὶ μὴ μεταβληθεὶς καὶ προσμείνας τῇ νήσῳ, εἴη αὐτῇ πόσις. διὸ καὶ ἑρμηνεύων Ὅμηρος τὸ ἐνθάδε νεαιτάων ἵνα μὴ περί τινος τῶν Φαιάκων νοοῖτο, ἐπήγαγε τὸ, καὶ οἱ ἄδοι αὐτόθι μίμνειν. οἱονεὶ λέγων, ἐνθάδε νεαιτάων καὶ ἀρεσκόμενος αὐτόθι μένειν. ἐν τούτοις δὲ καὶ πρὸς θεοῦ πεμφθῆναι τὸν Ὀδυσσέα ἡ κόρη λέγει, ἐν οἷς φησιν ὡς οὐ πάντων ἀέκητι θεῶν Φαίαξιν ἐπιμίσγεται. εἰ γὰρ καὶ Ποσειδῶνι τυχὸν ἀπέχθεται ἢ Νηρηΐσιν, ἀλλʼ εἰσὶν ἕτεροι πρὸς αὐτοῦ. Τὸ δὲ ἄδοι, ἀντὶ τοῦ ἀρέσκοι, ἔοικεν Ἰωνικὸς δεύτερος ἀόριστος εἶναι τοῦ ἥδω. διὸ συστέλλει μὲν ὡς δεύτερος ἀόριστος τὴν παραλήγουσαν, ψιλοῦται δὲ Ἰωνικῶς. κεῖται δʼ ἐν τῷ τόπῳ τούτῳ καὶ τὸ δέατο, ἀντὶ τοῦ ἐδόκει. λέξις ἀχρηστοτάτη τοῖς πεζολόγοις καθὰ καὶ τὸ ῥηθὲν ἄδοι, ᾧ κοινὸν σύστοιχον τὸ ἀδεῖν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-acf`.
