---
title: "Commentary on Homer's Odyssey: Book V"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ε"
author: Eustathius of Thessalonica
eul_wid: xpw-bg
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-5-xpw-bg"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
domain: Grammar
genre: Commentary
content_hash: "sha256:666b8a5dcbb21e72e7e8e27d092e40d55cc9abf151424d92a7b78e34b8b5a841"
content_modified_at: "2026-11-10"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book V

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ε*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-bg` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-5-xpw-bg)

## Text

Part of [Commentary on Homer's Odyssey](/works/eustathius-thessalonica-commentary-odyssey-xpw-ac)

`1–1.195`

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ε. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἐκκλησίαν τῶν θεῶν δευτέραν ποιησάμενος ὁ Ζεὺς, Ἑρμῆν πρὸς Καλυψὼ πέμπει, κελεύων ἀποπέμπειν τὸν Ὀδυσσέα. ἡ δὲ, τὸ κελευσθὲν ποιεῖ. τῇ δὲ ὀκτωκαιδεκάτῃ ἡμέρᾳ ἰδὼν αὐτὸν ὁ Ποσειδῶν καὶ χαλεπῄνας, λύει τὴν σχεδίαν. Ἰνὼ δὲ αὐτῷ δίδωσι κρήδεμνον, ἐντειλαμένη ἐπιβάντι τῆς γῆς, ἀποῤῥίψαι αὐτό. καὶ πολλὰ παθὼν, εἰς τὴν τῶν Φαιάκων χώραν ἔρχεται διασωθείς.

ΟΔΥΣΣΕΙΑΣ Ε. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

`1.196–1.208`

Ὅτι ἡ ἐπιγραφὴ τῆς ῥαψῳδίας ταύτης, αὕτη. ἀπόπλους Ὀδυσσέως παρὰ Καλυψοῦς. ἄρχεται δὲ ἀπὸ συνήθους τῷ ποιητῇ περιφράσεως. ὅτι δηλαδὴ Ἠὼς ἐκ λεχέων παρὰ Τιθωνοῦ ὄρνυτο ἀθανάτοις φόως φέρουσα καὶ βροτοῖς. περὶ οὗ ἱκανῶς μὲν ἐῤῥέθη ἐν Ἰλιάδι. νῦν δὲ ἀρκέσει εἰπεῖν, ὡς ἡ μὲν ἔννοια τοῦ ῥητοῦ, δηλοῖ τὸ, ἐγένετο ἡμέρα. Τιθωνὸς δὲ, καθʼ ἱστορίαν μὲν, ἀδελφὸς Λαομέδοντος, ᾧ φασι τὴν ἡμέραν συνοικεῖν διὰ κάλλος, ἀλληγορικῶς δὲ, ὁ ἥλιος ὁ πανταχοῦ γῆς τιταίνων τὰς ἀκτῖνας. Ἀθάνατος δὲ, τὰ στοιχεῖα τοιαῦτα νομιζόμενα τοῖς Ἕλλησιν, ἃ καὶ αὐτὰ, τῇ ἡμέρᾳ φωτίζεται. Διὰ δὲ τῶν ἀνθρώπων ὡς ἐκ μέρους καιριωτάτου, πάντα δηλοῦται τὰ ἔμψυχα, οἷς ὁ Ἥλιος ἐπιλάμπει. Ὅτι ἐν μὲν τῇ α ῥαψῳδίᾳ, ἐκκλησία ἦν τοῖς Ὁμηρικοῖς θεοῖς, περὶ τοῦ σώζεσθαι τὸν Ὀδυσσέα. ἐνταῦθα δὲ περὶ τοῦ πῶς. καὶ ἐκεῖ μὲν, Ζεὺς ἐδίδου ἀρχὰς λόγου τῇ Ἀθηνᾷ προλογίσας αὐτός. ὧδε δὲ, αὐτὴ κατάρχει δημηγορίας κήδεα πόλλʼ Ὀδυσσῆος. καὶ λαλοῦσα κατὰ τῶν πολιτῶν τῆς Ἰθάκης, ὅσα καὶ πρὸ τούτων ὁ Μέντωρ. ἐν οἷς ἐκεῖνος ἔλεγε κατὰ ἦθος βαρύτητος, μηκέτι χρῆναι βασιλέα ἤπιον εἶναι ἀλλὰ χαλεπὸν καὶ ἑξῆς. σεμνολογῶν δὲ καὶ τὸν τοῦ μύθου Δία, φησί. Ζεὺς ὑψιβρεμέτης οὗ τε κράτος ἐστὶ μέγιστον. Λέγει δὲ καὶ τὸ ἐκκλησιάζειν, θῶκονδε καθιζάνειν. καθʼ ὁμοιότητα τοῦ, οὐδέ ποθʼ ἡμετέρη ἀγορὴ γένετο οὐδὲ θόωκος. Ὅτι ὡς ἐν Ἰλιάδι τὸν Ἀχιλλέα μηνίοντα καὶ ἀπρακτοῦντα κεῖσθαι εἶπεν ὡς τοῦ ἀπρακτεῖν μικρόν τι ἀπεοικότος τοῦ κεῖσθαι, οὕτω καὶ τὸν Ὀδυσσέα ἡ Ἀθηνᾶ κεῖσθαι φησὶν ἐν τῇ τῆς Καλυψοῦς νήσῳ. φησὶ γάρ. ἀλλʼ ὁ μὲν, ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων, καὶ ἑξῆς στίχους ἑπτά. διττολογοῦντας διὰ τὸ ἐκ τῶν φθασάντων ἐνταῦθα παρειλκύσθαι. Ὅτι πρός τινα ἀξιοῦντα περί τινος ἅπερ αὐτὸς δύναται ποιῆσαι, ῥηθήσεται ἐρωτηματικῶς τὸ, οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτὸς ὡς ἤτοι κεῖνος ἐλθὼν ποιήσει τό δέ τι; πρὸς δέ τινα δυνάμενον σῶσαι, ῥηθήσεται τὸ, τὸν δεῖνα δὲ σὺ πέμψον ἐπισταμένως. δύνασαι γὰρ, ὥς κε μάλʼ ἀσκηθὴς ἵκεται. Πόθεν δὲ γίνεται ὁ ἀσκηθὴς, πολλαχοῦ ἐδηλώθη. Ὅτι ὥσπερ ἐρέτας που ἔφη ἐπιτηδὲς ἀντὶ τοῦ ἐπιτηδεῖς ἀποβολῇ τοῦ ἰῶτα ἢ καὶ συγκοπῇ ἀπὸ τοῦ ἐπιτηδέας. ὁμοίως δὲ καὶ ἀκλεὲς ἀντὶ τοῦ ἀκλεεῖς, οὕτω καὶ νῦν τὸ, μνηστῆρες ἐν νηῒ παλιμπετὲς ἀπονέωνται, ἀντὶ τοῦ παλιμπετεῖς. ἤγουν πεσόντες ἀνάπαλιν τοῦ σκοποῦ. καὶ ἔστιν ἐκ πεσσῶν ἡ μεταφορὰ πιπτόντων ὅπως ἂν τύχῃ. δύναται δὲ καὶ ἐπίῤῥημα τοῦτο εἶναι, καλῶς ὀξυνόμενον. τὰ μὲν γὰρ ἐκ τοῦ πέτεσθαι γινόμενα, βαρύνονται. οἷον ἀετὸς ὑψιπέτης. καὶ τὰ τοιαῦτα. τὰ δὲ ἀπὸ τοῦ πεσεῖν, ὀξύνονται. οἷον, παλλάδιον ὑψιπετές. Ὅτι πρὸς ἄγγελον ἔργον αὐτὸ τοῦτο ἔχοντα, ῥηθήσεται τὸ, ὦ δεῖνα σὺ γὰρ αὖτε τάτʼ ἄλλα περ ἄγγελός ἐσσι εἰπεῖν τῷ δεῖνι ὅ ἐστιν εἰπὲ νημερτέα βουλήν. οἷον, νόστον ὥσκε νέηται. Ἵνα ᾖ ἑρμηνεία βουλῆς μὲν, ὁ νόστος. νόστου δὲ, τὸ ὥς κε νέηται. Ὅτι Ἑρμῆς ἄγγελος νύμφῃ εὐπλοκάμῳ τῇ Καλυψοῖ στέλλεται διὰ τὴν Ὀδυσσέως ἐπάνοδον. ἧς ἡ ἀλληγορία ἱκανῶς ἐν τῇ α ῥαψῳδίᾳ προεκτέθειται. Ἰστέον δὲ ὅτι Ἑρμῆς μὲν, ἅπαξ ἐνταῦθα ὁμοίως δὲ καὶ ἐν Ἰλιάδι, διακονεῖ. ἡ δὲ Ἶρις, ἐν Ὀδυσσείᾳ μὲν οὐδόλως. ἐν δὲ τῇ Ἰλιάδι, πολλάκις. εἰ δὲ ψυχὰς Ἑρμῆς ἐν τοῖς ἑξῆς ἐκκαλεῖται, ἀλλʼ ἐκεῖνο, οὐ στελλόμενος ποιεῖ. ἀλλʼ ὡς οἰκεῖον ἔργον αὐτόνομος ἀποτελεῖ. Ἔτι ἰστέον καὶ ὡς δοκεῖ πλάσαι οὐ τὴν Ἶριν ἀλλὰ τὸν Ἑρμῆν ἐνταῦθα σταλῆναι, διὰ τὸ τῆς ῥηθείσης ἀλληγορίας εὐυπονόητον καὶ πιθανόν. Ἑρμῆς γὰρ λόγος, λύσει τὸν Ὀδυσσέα ἐκ τῆς κατεχούσης Καλυψοῦς. εἰς τοῦτο δὲ, οὐκ εὐοδοῦται ἡ τῆς Ἴριδος ἀποστολή. Ἔτι ἰστέον καὶ ὅτι σχῆμα ἐνταῦθα κεῖται προαναφωνήσεως ἤτοι προεκθέσεως τῶν μετὰ πολλοὺς λόγους ἐκβησομένων. ἤγουν ὡς ὁ ταλασίφρων Ὀδυσσεὺς νοστήσει οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων ὡς ὁ Ζεὺς λέγει τουτέστι τὸ πεπρωμένον, ἀλλʼ ὅγʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων, ἤματι εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν. οἵ μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσι. πέμψουσι δʼ ἐν νηῒ φίλην ἐς πατρίδα γαῖαν. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες. πόλλʼ ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεὺς, εἴπερ ἀπήμων ἦλθε λαχὼν ἤτοι κληρωσάμενος ἀπὸ ληῖδος αἶσαν. εἶτα δεικνὺς ὁ ποιητὴς ἀλληγορικῶς τίνα Δία ἐνταῦθα εἶπε, καὶ ὅτι ἀκολούθως τοῖς πεπρωμένοις ἐξετέθη καὶ ἡ ῥηθεῖσα ἔκθεσις, ἐπάγει. ὣς γὰρ οἱ μοῖρα ἐστὶν ἐλθεῖν εἰς τὰ ἑαυτοῦ. καὶ ἔστιν ἡ ῥηθεῖσα προέκθεσις, ὀκτὼ ῥαψῳδιῶν συγκεφαλαιωτική. ἐν αἷς τὰ ῥηθέντα συμβήσεται, ὡς ἐν τοῖς ἑξῆς ἔσται δῆλον. Ὅρα δʼ ἐν τούτοις τὸ, οὔτε θεῶν πομπῇ οὐτʼ ἀνθρώπων, περὶ μόνου τοῦ πλόου λεχθέν. ἀπὸ γὰρ τῆς κατὰ τὴν Καλυψὼ νήσου ἕως καὶ εἰς Φαίακας, οὐδεὶς τὸν Ὀδυσσέα ἔπεμψεν. εἰ καὶ ἄλλως αὐτὸν ἡ Λευκοθέα ἐν τῷ μέσῳ περιεποιήσατο. ἐκ μέντοι τῆς τῶν Φαιάκων γῆς εἰς Ἰθάκην, πομπὴ ἀνθρώπων τὸν Ὀδυσσέα ἤγαγε. Σχεδία δὲ κυρίως μὲν, ἡ μονόξυλος ἢ ἡ ὀλιγόξυλος οὕτω καλουμένη, διὰ τὸ σχεδὸν ἤγουν ἐγγὺς καὶ οἷον αὐθωρὸν συμπεπῆχθαι αὐτοσχεδίως καὶ μὴ ἀναβεβλημένως. ἡ δὲ ῥηθεῖσα τοῦ Ὀδυσσέως σχεδία ἡ πολύδεσμος, οὐκ ἦν φασι σχεδία κυρίως. ἡ μὲν γὰρ σχεδία, πηδάλιον οὐκ ἔχει. αὐτὴ δὲ, ἕξει. πλὴν σημειωτέον ἐνταῦθα ὡς οὐκ ἤδη διατοῦτο καὶ αἱ καθʼ Ὅμηρον Φαιακικαὶ νῆες, σχεδίαι ἂν λεχθεῖεν οἷα μὴ διοικούμεναι πηδαλίοις ὡς ἐν τοῖς ἑξῆς φανήσεται. ἐκεῖναι γὰρ, τερατώδεις εἰσί τινες ὡς ἐκεῖ λεχθήσεται. Ἰστέον δὲ καὶ ὅτι λείπει τὸ ναῦς ἐν τῷ σχεδία, ἵνα λέγῃ ὁ ποιητὴς, ἐπὶ σχεδίης νηός. γίνεται δὲ ἡ σχεδία ὡς ἐῤῥέθη, ἐκ τοῦ σχεδόν. καθὰ καὶ ἐκ τοῦ ἀμφαδὸν ἀμφάδιος καὶ ἀμφαδία. Πολύδεσμος δὲ, ἡ πολλοῖς ἐνδεδεμένη γόμφοις. ὅπερ οὐδʼ αὐτὸ ἡ κυρίως σχεδία ἔχει. Τὸ δὲ πήματα πάσχων, ἀντίκειται πρὸς τὸ, ἀπήμων ἦλθε. Σχερία δὲ πάλαι ποτε, ἡ τῶν Φαιάκων νῆσος. τὸ δὲ ἀρχαιότατον, Δρεπάνη φασὶν ἐκαλεῖτο. ὕστερον δὲ, ἐκλήθη Κέρκυρα. περὶ ἧς ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. κεῖται δὲ ἡ Σχερία πρὸς τῷ Ἰονίῳ κόλπῳ. φέρεται δὲ μῦθος περὶ αὐτῆς, τοιοῦτος. Δήμητρα φοβουμένη μή ποτε οἱ ἐκ τῆς ἠπείρου ἀντικρὺ τῆς νήσου ταύτης ῥέοντες ποταμοὶ, προχώσαντες αὐτὴν χεῤῥονησιάσωσιν, ἐδεήθη Ποσειδῶνος ἀποστρέψαι καὶ ἐπισχεῖν τὰ τῶν τοιούτων ποταμῶν ῥεύματα. ὧν καὶ ἐπισχεθέντων, ἀντὶ Δρεπάνης Σχερία ἐκλήθη παρὰ τὴν τῶν ῥευμάτων ἐπίσχεσιν. Ὅτι δὲ ἐρίβωλος καὶ ἄλλως δὲ εὐδαίμων ἡ τῶν Φαιάκων, αἱ ἱστορίαι λέγουσιν. Ἡ δὲ κλῆσις τῶν Φαιάκων, ἀπό τινος ἐνδόξου Φαίακος. Κέρκυραν γάρ φασι τὴν Ἀσωπίδα Ποσειδῶν ἀγαγὼν εἰς Σχερίαν καὶ μιγεὶς, ἴσχει παῖδα Φαίακα, ἐξ οὗ οἱ Φαίακες. οὓς ἀγχιθέους ἡ ποίησις λέγει, ἢ κατὰ γένος. ἐκ Ποσειδῶνος γὰρ ὡς ἐῤῥέθη ὁ πρόγονος αὐτῶν Φαίαξ, διὸ καὶ συνδιάγουσιν αὐτοῖς θεοὶ ὡς ἐν τοῖς ἑξῆς μυθεύεται. ἢ διὰ τὴν εὐδαιμονίαν τῆς κατʼ αὐτοὺς γῆς. ἢ διὰ τὸ φιλόξενον καὶ τὴν λοιπὴν ἀρετήν. ὃ καὶ κρεῖττον εἶναι δοκεῖ. ἐρεῖ γὰρ ὁ Φαίαξ Ἀλκίνοος, ὡς ἐγγὺς ἐσμὲν τῶν θεῶν καθάπερ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων. ἤγουν οὕτως ἐσμὲν φίλοι θεοῖς, ὡς ᾠκείωνται ἀλλήλοις οἱ Κύκλωπες καὶ οἱ Γίγαντες οἱ λῃστρικοί. λαβὼν ἐκεῖνος τὴν ὁμοιότητα, ἐκ τῶν ἐναντίων μὲν, ὁμοίων δὲ ὅμως κατὰ σχέσιν ποιότητος. ὡς καὶ εἴ τις εἴποι, τόσον ἡδὺ τὸ μέλι, ὅσον ἀηδὲς τὸ ἀψίνθιον. τοιοῦτον σχῆμα καὶ παρὰ Σοφοκλεῖ, ἐν τῷ, ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς. Ἰστέον δὲ ὡς οἱ ὕστερον Φαίακες εἰ καὶ ναυτικοὶ, ἀλλʼ οὐ κατὰ τοὺς Ὁμηρικοὺς ἀγαθοὶ καὶ ὀρθοὶ τὴν φιλίαν. οἳ ἐν τοῖς Περσικοῖς ἑξήκοντα νῆας πληρώσαντες, μόγις τε ἀνήχθησαν ὡς ἡ ἱστορία φησὶ, καὶ σκῆψιν δὲ ὕστερον ἐποιήσαντο ὑπὸ ἐτησίων ἀνέμων κωλυθῆναι. καὶ οὕτω διεκρούσαντο τοὺς Ἕλληνας. μελετήσαντες, καὶ τὸν Πέρσην ἄλλως πως παρακρούσασθαι. Ἰστέον δὲ καὶ ὡς ἐν τοῖς ἑξῆς καὶ ἀνθρώπους διοτρεφεῖς τοὺς Φαίακας ἐρεῖ. καὶ ἔστι καὶ αὐτὸ ἑρμηνεία τις τοῦ ἀγχίθεοι. Ὅρα δὲ κάλλος παρισωτικὸν ἐν τῷ, γεγάασι. τιμήσουσι. πέμψουσι. Τὸ δὲ ἐσθῆτα, προσηγορικῶς ἐῤῥέθη; ἀντὶ τοῦ, ἐσθῆτας. ἄλλως γὰρ οὐκ ἦν ἡ λέξις εἰς δάκτυλον χρήσιμος. Τὸ δὲ πολλὰ, ὡς ἐπὶ κτημάτων εἶπε. κτήματα γὰρ ὁ χαλκὸς καὶ τὰ ἑξῆς ὅσα ἐκ τῆς λείας ἔλαχεν ἂν Ὀδυσσεύς. ἤγουν ἐκτήσατο διὰ συνήθους λαχμοῦ. Τὸ δὲ ἐξήρατο, ἢ ἀντὶ τοῦ ἐξαίρετο ἔλαβεν. ἢ ἐξ Ἄρεος ἤτοι πολέμου ἔσχε. κατὰ τὸ, ἐμόγησε καὶ ἤρατο. ἢ καὶ ἁπλῶς ἀντὶ τοῦ, ἦρε. Καὶ σημείωσαι δύο τούτους ἥρωας ἐν πλάνῃ πλουτήσαντας ἄλλως μέντοι καὶ ἄλλως, τὸν Ὀδυσσέα δηλαδὴ καὶ τὸν Μενέλαον. Ὅτι καὶ τῷ Ἑρμῇ καθὰ καὶ τῇ Ἀθηνᾷ πρὸ τούτων, καλὰ πέδιλα ὁ μῦθος δίδωσιν. ἀμβρόσια. χρύσεια. ἅπερ αὐτὸν ἔφερον ἐπί τε ὑγρὰν ἐπί τε ἀπείρονα γαῖαν, ὁμοίως ἀνέμου πνοαῖς. οὐ μὴν ὁμοίως πτεροῖς ἐξ ὧν οἱ κατὰ τὸν Ἑρμῆν λόγοι παρωνυμοῦνται. πτεροῦ γὰρ ταχύτερον ἄνεμος. προϊὼν μέντοι, καὶ πέτεσθαι αὐτὸν ὁ ποιητὴς ἐρεῖ ῥάβδον μετὰ χερσὶν ἔχοντα. ὅπερ οἰκειότερον Ἑρμῇ διὰ τοὺς πτερόεντας λόγους. δῆλον δὲ ὅτι ὥσπερ τοὺς κατὰ σπουδὴν τρέχοντας οἱ πόδες φέρειν λέγονται, οὕτω καὶ ὧδε τὸν Ἑρμῆν τερατωδέστερον ὡς καὶ ἀλλαχοῦ τὴν Ἀθηνᾶν, τὰ χρυσᾶ φέρει πέδιλα. ὡς δὲ ἐκ τοῦ περὶ πέδον εἰλεῖσθαι γίνεται τὸ πέδιλον καὶ ὡς διὰ τῆς ει διφθόγγου τὴν αὐτοῦ παραλήγουσαν οἱ παλαιοὶ ἔγραφον, δεδήλωται καὶ ἀλλαχοῦ. εἰς δὲ σύμβολον τοῦ κατὰ τὸν Ἑρμῆν τάχους, καὶ ὁ περὶ τὴν αὐτοῦ κεφαλὴν πλαττόμενος πέτασος εἴληπται. κατὰ τὸν εἰπόντα ὡς Ἑρμῆς πέδιλα εἶχε καὶ κηρύκειον ἐν χειρὶ, καὶ πέτασος αὐτῷ ἦν περὶ τὴν κεφαλήν. γενικὴ δὲ λέξις τὰ πέδιλα, λεγόμενα καὶ ἐπὶ γυναικῶν. εἴδη δὲ αὐτῶν μυρία ἐπί τε ἀνδρῶν ἐπί τε γυναικῶν. οἷον διάβαθρον. γυναικεῖον δὲ αὐτὸ φόρημα. ὡς τὸ, διάβαθρον λεπτὸν φορεῖ. βαυκίδες. ὡς τὸ, φελλὸς ἐν τοῖς βαυκίσιν ἐγκεκάττυται. ἀρβύλαι αἱ καὶ ἀρβυλίδες. ἀσκέραι. περσικαί. ὧν χρῆσις καὶ παρὰ τῷ κωμικῷ. Ὅτι ἴδια φορήματα παρὰ τῷ ποιητῇ, Ἀθηνᾶς μὲν, δόρυ. Ποσειδῶνος δὲ, τρίαινα. ἣν φέρει καὶ εἰς Αἰθίοπας ἀπιών. διʼ ἧς ποιεῖ τὰ εἰς τὸν Ὀδυσσέα κακά. Ἑρμοῦ δὲ φόρημα, ῥάβδος. φησὶ γοῦν Ὅμηρος. εἵλετο δὲ ῥάβδον τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει. τούς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει. τὴν, μετὰ χερσὶν ἔχων, πέτετο κρατὺς ἀργειφόντης. ὅ ἐστι κραταιός. Ἰστέον δὲ ὅτι τὴν τοῦ Ἑρμοῦ ῥάβδον χρυσῆν ἐνταῦθα μὴ εἰπὼν, ὅμως ἐν τοῖς ἑξῆς χρυσόῤῥαπιν αὐτὸν προσειπὼν, ἐμφαίνει τὸ τῆς ῥάβδου χρύσεον. ῥάπις γάρ φασιν, ἡ ῥάβδος. ἀφʼ ἧς Ἑρμῆς χρυσόῤῥαπις. ὃν ἐχρῆν ἔχοντα χρυσᾶ πέδιλα, καὶ χρυσόῤῥαπιν εἶναι. ἀλληγορία δὲ τῆς τοιαύτης Ἑρμαϊκῆς ῥάβδου ἐνεργημάτων, τὸ τοὺς μὲν νήφοντας, κηλεῖν. τοὺς δὲ καθῃρημένους διʼ ἔκλυσιν, διεργείρειν. ἢ καὶ ἄλλως ὡς θέμις λόγῳ, τοὺς μὲν ὀρθίους πλέον ἢ δεῖ καὶ ἀγήνορας, πραΰνειν διὰ πειθοῦς. τοὺς δὲ χαλίφρονας, μεριμνητὰς ποιεῖν ὡς τοῦ λόγου τοιαῦτα δυναμένου ἐν οἷς πῇ μὲν ἐπιεικεύεται καὶ παραμυθεῖται καὶ μειοῖ τὰ ἐγκλήματα ἢ καὶ τέλεον ἐξαιρεῖ αὐτά. πῇ δὲ, ἐκτραχύνει καὶ σφοδρύνει καὶ ἐρεθίζει καὶ αὔξει. ταῦτα δὴ τὰ τῆς Ἑρμαικῆς ῥάβδου τῆς ῥητορικῆς δηλονότι πειθοῦς. εἴρηται δὲ περὶ τῆς τοιαύτης ῥάβδου, καὶ ἐν Ἰλιάδι. Τὸ δὲ θέλγειν νῦν ἀντὶ τοῦ κοιμίζειν λέγεται ὥς φασιν οἱ παλαιοί. καὶ οὐδὲ νῦν ἡ λέξις ἐπʼ ἀγαθῷ κεῖται, ἀλλὰ στέρησιν δηλοῖ τοῦ νήφειν. οὗ ἀνάπαλιν, τὸ ὑπνώοντας ἐγείρειν. Τοῦ δὲ κρατὺς, οὔτε κλίσις παρὰ τῷ ποιητῇ κεῖται, οὔτέ τις ἑτεροία παραγωγὴ ἀπʼ αὐτοῦ. Ὅτι Ὁμήρου εἰπόντος ὡς Πιερίην ἐπιβὰς ὁ Ἑρμῆς, ἐξ αἰθέρος ἔμπεσε πόντῳ, οὐκ ἂν ἀπεικότως Ἡσίοδος δοκοίη ἐκ Πιερίας τὰς Μούσας ἐπικαλέσασθαι διὰ τὸ κατʼ ἀλληγορίαν ἐπίηρον τοῦ λόγου τοῦ κατὰ τὰς Μούσας. ἄλλως δὲ καθʼ ἱστορίαν, ὄρος παρώνυμον Πίερός τινος ἥρωος ἡ Πιερία, Μακεδονικόν. ἱερὸν Μουσῶν. περὶ οὗ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Ὅρα δὲ τὸ μὲν Πιερίην ἐπιβὰς, ἐπὶ γῆς οἰκείως ῥηθέν. Τὸ δὲ ἔμπεσεν, ἐπὶ πόντου καιρίως καὶ αὐτό. Σημείωσαι δὲ τὸ ἐπιβὰς αἰτιατικῇ συνταχθέν. ἕτερον ὂν παρὰ τὸ, ἐπιβὰς ἵππου ἢ ἅρματος. Ὅτι τὸν Ἑρμῆν ὁ ποιητὴς ἐς Καλυψὼ Ἀτλαντίδα ὡς εἰς συγγενῆ σταλέντα, λάρῳ εἰκάζει. ποιητικῶς μὲν, διὰ τὸ κατὰ θυμὸν εὔπλαστον. τοιούτῳ γὰρ ἔδει ὄρνιθι παραβαλεῖν τὸν τῇ θαλάσσῃ ἑαυτὸν ἐπαφέντα, οὐ μὴν ἀετῷ ἤ τινι τοιούτῳ. ταῦτα γὰρ εἰ καὶ εὐγενῆ, ἀλλὰ οὐ πυκνόπτερα καὶ οἷα νήχεσθαι. ἀλληγορικῶς μέντοι, λάρῳ εἴκασται ὁ Ἑρμῆς, διά τε τὸ λευκὸν καὶ ὡς εἰπεῖν ἐναργὲς ἀφʼ οὗ καὶ Ἀργειφόντης καλεῖται ὡς λόγος ἐναργῶς φαίνων τὰ κατὰ ψυχὴν, καὶ διότι δὲ ὁ λάρος παρηχεῖταί πως τῷ λαρῷ τουτέστι τῷ γλυκεῖ, ὡς καὶ ἐν Ἰλιάδι ἔκκειται. τοιοῦτος γὰρ ὁ Ἑρμῆς λόγος, πολὺ ἔχων τὸ λαρόν. Ἰστέον δὲ, ὅτι τὸν λάρον, τῇ εὐηθείᾳ ἡ ὕστερον προσοχὴ παροιμιακῶς ἀποκληροῖ. ὅθεν, καὶ λάρους τοὺς εὐήθεις φαμέν. οὕτω δὲ καὶ Κέπφους, ἀπὸ κούφου ὥς φασιν οἱ παλαιοὶ ὀρνιθαρίου καὶ εὐμεταχειρίστου καθὰ καὶ παρὰ τῷ κωμικῷ ἔστιν εὑρεῖν. καὶ ὦτοι δὲ οἱ αὐτοὶ, ἀπὸ ὀρνέου μιμηλοῦ καὶ εὐεξαπατήτου. ὡς ἀλλαχοῦ σαφῶς δηλοῦται. διὸ καὶ ἡ κωμῳδία σκώπτουσα τοὺς Ἀθηναίους, ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων, ἔφη. λοιδοροῦσα ἐκείνους, ὡς ῥᾷον ἀπατωμένους οἷς ἀκούουσιν. ἔστι δὲ ἡ περὶ τοῦ καθʼ Ἑρμῆν λάρου φράσις, αὕτη. σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα, λάρῳ ὄρνιθι ἐοικώς. ὥστε κατὰ δεινοὺς κόλπους ἁλὸς, ἰχθῦς ἀγρώσσων, πυκινὰ πτερὰ δεύεται ἅλμῃ. τοῦτο δὲ, ἴδιον τῶν ἐναλίων ὀρνίθων. οἷα τῆς φύσεως ὥς φησι Πίος, τὴν πύκνωσιν παρεσχημένης τοῖς ἐξ ὑγρῶν ποριζομένοις τὸ ζῆν, ἵνα μὴ ῥᾳδίως πρὸς τὴν σάρκα διϊκνούμενον τὸ ὑγρὸν, πημαίνῃ αὐτήν. Εἶτα τὴν παραβολὴν ἀποδιδοὺς, φησί. τῷ, ἴκελος, πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς. τοῦτον δὲ, παρένθετον οἴονταί τινες τὸν στίχον καὶ ὀβελίζουσιν ἤτοι ἀθετοῦσιν, ὡς ἐπεβληθέντα, καὶ τὸ τῆς πτήσεως ἀχρειοῦντα τάχος. βραδύτερον γάρ φασι πορεύσεται Ἑρμῆς κύμασιν ἐποχούμενος καὶ μὴ ὑπερφερόμενος αὐτῶν καὶ οὕτω κατὰ τὴν ποιητικὴν λέξιν πετόμενος ἢ ἅμα πνοιαῖς ἀνέμων φερόμενος. οἱ δὲ τοῦτο ποιοῦντες, τί ἂν ἐροῦσι πρὸς τὸ, ἐξ αἰθέρος ἔμπεσε πόντῳ. εἰ γὰρ πέτεται, πῶς ἔμπεσε πόντῳ; ἢ δηλονότι, ὡς ὁ παραβολικὸς λάρος, οὕτω δὲ καὶ τοσόνδε διαδραμεῖν ἁλμυρὸν ὕδωρ ὁ Ἑρμῆς ἐρεῖ. εἰ δὲ καὶ ἴσως δόξει διὰ τὰ εἰρημένα, ὁ λάρος Ἑρμῇ ἀνακεῖσθαι, ἀλλὰ μάλιστα Ἡρακλεῖ ᾠκείωται ἢ ὁ ἁπλῶς, ἢ ὁ λεγόμενος βουφάγος, ἐπεὶ τοιοῦτος καὶ ὁ Ἡρακλῆς. Λεπρεὺς γάρ φασιν Ἡρακλεῖ ἐρίσας δίσκῳ, καὶ ὕδατος ἀντλῆσαι, καὶ ὅς τις ἀναλώσει θᾶττον ταῦρον, λείπεται πάντα. ἤγουν ἡττᾶται ὑφʼ Ἡρακλέος εἰς τὰ εἰρημένα πάντα. εἶτα θωρηχθεὶς, προκαλεῖται Ἡρακλέα, καὶ θνήσκει ἐν τῇ μάχῃ. οὕτω γράφει μὲν Ἀθήναιος. πρὸ αὐτοῦ δὲ, ἱστοροῦσι καὶ ἕτεροι. ὡς δὲ οὐ μόνος Ἡρακλῆς βουθοίνας ἦν ἀλλὰ καὶ ἄλλοι, ἐκ τῶν ἱστοριῶν δῆλον ἐστί. Θεαγένης γοῦν φασιν ὁ Θάσιος αὐλητὴς, ταῦρον κατέφαγε μόνος. ὃς καὶ φησὶ παρά τινι ποιητῇ, ὡς ἔφαγον Μῃόνιον βοῦν ἥγουν Λυδόν. πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος. περὶ δὲ Μίλωνος τοῦ Κροτωνιάτου φησὶ Δωριεὺς, ὅτι ὃν ἐπόμπευσε βοῦν εἰς κρέα τόνδε κόψας, πάντα κατʼ οὖν μοῦνος δαίσατό νιν. καὶ Τίτορμος δέ φασιν ὁ Ἰταλὸς διηριστήσατο ἑαυτῷ βοῦν ὡς καὶ αὐτὸ γράφει Ἀθήναιος. ὅτι δὲ ῥωμαλεώτερος Μίλωνος ὁ Τίτορμος, ἐξ ἄλλων ἔστι γνῶναι. καὶ τοιαῦτα μὲν ταῦτα. Δεινοὺς δὲ κόλπους λέγει ὁ ποιητὴς, τοὺς κατὰ τὸ προῤῥηθὲν μέγα καὶ δεινὸν πέλαγος. Τὸ δὲ ὀχήσατο, ὡς ἐπὶ ὄχου ὅ ἐστιν ἅρματος, ἐῤῥέθη. ἐπὶ γὰρ τοιούτων κυριολεκτεῖται τὸ ὀχεῖσθαι. Ὅτι ὥσπερ μέγα δῶμα ἐπὶ ἀνθρώπων, οὕτω μέγα σπέος λέγει τὸ τῆς Καλυψοῦς. ἣν πολλαχοῦ νύμφην συνήθως καλεῖ. ἐρεῖ δὲ μετʼ ὀλίγα, καὶ εὐρὺ τὸ τοιοῦτον σπέος. εἶτα καὶ πληθυνεῖ αὐτὸ ἐν τῷ, ἐν σπέσι γλαφυροῖσιν. εἶτα διασκευάζων τὰ κατʼ αὐτὴν ἤγουν τί εὗρεν αὐτὴν ποιοῦσαν ὁ Ἑρμῆς, καὶ οἷα τὰ τοῦ σπηλαίου πέριξ, οὐ γὰρ ἤρκει πρὸς σεμνότητα μόνον τὸ μέγα εἶναι αὐτὸ εἰ μὴ καὶ ἔκφρασις τῶν ἐκεῖ καλῶν ἐπακολουθήσει, ἃ δὴ τηλαυγὲς ὡς εἰπεῖν τὸ τοῦ σπηλαίου ἐτίθετο πρόσωπον, φησί. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο. τηλόθι δʼ ὀδμὴ κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει δαιομένων. ἥδʼ ἔνδοθεν ἀοιδιάουσα ὀπὶ καλῇ, ἱστὸν ἐποιχομένη, χρυσείῃ κερκίδʼ ὕφαινεν. εἶτα ἐκφράζων, φησίν. ὕλη δὲ σπέος ἀμφιπεφύκει τηλεθόωσα. καὶ ἑρμηνεύων τίς ἡ ὕλη, ἐπάγει. κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος. ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο. σκῶπες τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι εἰνάλιαι. τῇσι τε θαλάσσια ἔργα μέμηλεν. ἥδʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο, ἡμερὶς ἡβώωσα. τεθήλει δὲ σταφυλῇσι. κρῆναι δʼ ἑξείης πίσυρες, ῥέον ὕδατι λευκῷ πλησίαι ἀλλήλων. τετραμμέναι ἄλλυδις ἄλλη. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου, θήλεον. Τούτοις δὲ ὁ ποιητὴς ἐπάγων ἐπιφωνηματικὴν αὔξησιν, φησίν. ἔνθα καὶ ἀθάνατός περ ἐπελθὼν θηήσαιτο ἰδὼν καὶ τελεφθείη φρεσίν. ὅπερ ἔπαθε καὶ ὁ Ἑρμῆς, οὐ μόνον θαυμάσας ἀλλὰ καὶ τερφθείς. ὃ δὴ οὐκ ἀεὶ συμβαίνει, ἔστι γὰρ θηήσασθαι, καὶ οὐ πρὸς τέρψιν ἀλλὰ πρὸς μόνον θάμβος. Καὶ ὅρα ἐνταῦθα ἐπιμονὴν ῥήματος διὰ τὸ καίριον. θηήσαιτο γὰρ εἰπὼν, ἐπιφέρει. ἔνθα στὰς, θηεῖτο. καὶ, πάντα θηήσατο θυμῷ. Ἰστέον δὲ ὅτι οὐχʼ οἷον ἀληθῶς ἐστι τὸ τῆς Καλυψοῦς σπήλαιον, ἱστορεῖ ὁ ποιητής. ἀλλʼ οἷον ἂν ὡς εἰκὸς εἴη τὸ καλῶς ἔχον εἰς ἐνδιαίτημα ἐνδόξου προσώπου. Ἰστέον δὲ καὶ ὅτι παρὰ μὲν τῷ ποιητῇ, ἐσχάρα, τόπος ἐστὶν ἐφεστίου πυρὸς ὡς καὶ ἐν τοῖς ἑξῆς φαίνεται ὅπου Ὀδυσσεὺς ἕζεται ἐπʼ ἐσχάρῃ ἐν κονίῃσι πὰρ πυρί. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ἐσχάριον, θυμιατήριον κοῖλον. δῆλον δʼ ὅτι ἐσχάραν καὶ τὸ γυναικεῖον ἐκάλουν μόριον. ὡς δὲ καὶ ἕλκους ἐσχάρα λέγεται, δῆλόν ἐστι. Τὸ δὲ πῦρ καίετο, τὴν πυρκαιὰν συντίθησιν. ἀρχαῖον δὲ ἡ τοῦ πυρὸς χρῆσις παρὰ τοῖς ἐνδόξοις. ἣν καὶ ὁ τῆς τραγῳδίας Φιλοκτήτης ἐπαινῶν, φησὶν ὅτι οἰκουμένη στέγη πυρὸς μέτα, πάντʼ ἐκπορίζει αὐτῷ ἃ ἐκεῖνος νοεῖ. Τὸ δὲ τὴν κέδρον καὶ τὸ θύον καὶ τὴν κυπάρισσον εὐώδη εἶναι, ἱστορία ἐστὶ περὶ φυτῶν. μάλιστα δὲ ἡ κυπάρισσος εὐώδης. δάφνης δὲ τοιαύτης καὶ αὐτῆς οὔσης, οὐκ ἠθέλησε μνησθῆναι. Ὀππιανὸς δέ που, εὐώδη καὶ αὐτὴν καλεῖ. πρὸς διαστολὴν δὲ τῶν προσεχῶν κλήθρου τε καὶ αἰγείρου, εὐώδη κυπάρισσον εἶπε. Τὸ δὲ εὐκέατον, ἐτυμολογία κέδρου. ὡς οὕτω λεγομένης, παρὰ τὸ κεάσαι ῥᾷον. ὅ ἐστι κλάσαι. σχίσαι. ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἵνα πλεονάζῃ καὶ ἐπὶ τῆς κέδρου τὸ δ. Ὅρα δὲ τὸ θύον, δένδρον ὂν ἐνταῦθα ἀναντιῤῥήτως. εἰ δὲ ὁ καρπὸς αὐτοῦ εὐώδης ἐστὶ κατὰ τὸ θύον ἢ θύος ὅθεν σύνθετον μὲν ὁ θυοσκόος, παράγωγον δὲ τὸ θυόεν νέφος, ζητητέον ἑτέρωθεν. Τοῦ δὲ ὀδώδει μέσου ὑπερσυντελίκου τὸ κανόνισμα, τοιοῦτον. ὀζῶ ὀζήσω παρὰ τῷ κωμικῷ ἐν Σφηξίν. οὗ καὶ ἄλλως, ὀζέσω χρῆσις κοινῆ πρὸς ὁμοιότητα τοῦ, αἰνῶ αἰνήσω καὶ αἰνέσω καὶ τῶν ὁμοίων. ὀζῶ οὖν ὀζήσω. ὁ παρακείμενος ὤζηκα, ἐνεργητικὸς καὶ μέσος, ὦζα δισυλλάβως. ἐν γὰρ τοῖς περισπωμένοις ῥήμασι, μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ παρακειμένου ὁ μέσος, οἷον. ὀλῶ ὀλέσω ὤλεκα, ὦλα. ὅθεν Ἀττικὸν ὄλωλα. ὤζηκα τοίνυν, ὁ μέσος ὦζα. καὶ Ἀττικῶς, ὄζωζα. καὶ τροπῇ Δωρικῇ τῶν δύο ζῆτα εἰς δύο δέλτα ὡς καὶ ἑτέρωθι δηλοῦται, ὄδωδα. ὑπερσυντέλικος ὠζώζει καὶ ὠδώδει μετὰ δύο Ἀττικῶς αὐξήσεων. καὶ Ἰωνικῶς ὀδώδει συστολῇ τῆς ἀρχούσης. τοιοῦτον δὲ καὶ μετʼ ὀλίγα, τὸ ὀρώρει. ὀρῶ γὰρ τὸ διεγείρω. μέλλων, ὀρήσω. ἐξ οὗ ὤρηκα. μέσος, ὦρα καὶ Ἀττικῶς ὄρωρα. ὃς ὑπερθέσει χρονικῇ, γίνεται ὤρορα, ὑπερσυντέλικος κοινὸς, ὠρώρειν. καὶ Ἰωνικῶς ὀρώρειν. οὗ τρίτον, ὀρώρει δʼ οὐρανόθεν νύξ. δῆλον δʼ ὅτι οὐ μόνον ταπεινοῦνται μυριαχοῦ χρονικαὶ αὐξήσεις Ἰωνικῶς, ἀλλὰ καὶ ἐκ βραχέων μηκύνονται Ἀττικῶς. ὡς ἐν τῷ, ἠβουλόμην. ἠδυνάμην. ἤμελλον. ἤδη δὲ καὶ ἐν τῷ διηκόνουν, εἰ καὶ ἄλλως αὐτὸ ἐκ τοῦ διαεκόνουν κεκράσθαι δοκεῖ. Τὸ δὲ ἱστὸν ἐποίχεσθαι καὶ ᾄδειν, οὐκ ἀγεννὲς ἐνδόξοις γυναιξίν. ὡς καὶ ἡ Κίρκη δηλώσει ἐν τοῖς ἑξῆς. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ, ἱστὸν ἐποίχεσθαι. σύνηθες ὂν οὕτω φράζειν τῷ ποιητῇ. καὶ ὅτι πολυτελὴς ἡ κερκὶς τῇ Καλυψοῖ. ἀπὸ χρυσοῦ γάρ. καὶ ὅτι οὐκ εὐτελὴς ὁ ἱστός. οὐ γὰρ ἂν ἐποιχομένη οὕτως ἐκέρκιζεν. ὠνοματοπεποίηται δὲ ἡ κερκὶς ὥσπερ καὶ τὸ κρέκειν. ἐξ οὗ καὶ αὐτὴ καὶ ὄρνεόν τι ἡ κρὲξ, παράγονται. Ἡ δὲ κλήθρη, φυλάσσει μέχρι καὶ νῦν τοὔνομα, ὑποβαρβαριζομένη διὰ προσθήκης τοῦ σ. Αἴγειρος δὲ, ταπολλὰ μὲν, ἐρημάζει. φυλάττουσα μέχρι καὶ νῦν πολλαχοῦ τὸ ὄνομα. ἡ δὲ ἱστορία, ἔχει καὶ ἐν Ἀθήναις αἴγειρον ἐπιμεληθεῖσαν. ὃ πάσχει παρὰ τοῖς φιλοκάλοις καὶ ἡ κυπάριττος. ἦν γοῦν φασιν αἴγειρος Ἀθήνῃσιν ἐπάνω τοῦ θεάτρου ἀφʼ ἧς ἐθεώρουν οἱ μὴ ἔχοντες τόπον. ὅθεν καὶ ἡ ἀπʼ αἰγείρου θέα ἐλέγετο. καὶ παρʼ αἴγειρον θέα, ἡ ἀπὸ τῶν ἐσχάτων. καὶ ἦν φασιν εὐωνοτέρα ἡ παρʼ αἴγειρον θέα. Τὸ δὲ τανυσίπτεροι κοινὸν ἐπίθετον πτηνῶν ἃ πετόμενα, τανύουσι τὰ πτερά. Σκῶπες δὲ, ἢ παρὰ τὸ σκαιὰν ὄπα ἔχειν, κακόφωνοι γάρ. ἢ παρὰ τὸ ἐν σκιᾷ ὅ ἐστι νυκτὶ, ἀφιέναι ὄπα. ἢ ἄλλως, παρὰ τὸ ἐν τοιαύτῃ σκιᾷ ὦπα ἔχειν ἐνεργὸν, νυκτὸς γὰρ μάλιστα βλέπουσι. καὶ δοκοῦσι σκῶπες εἶναι, ἃς κουκούβας οἱ Ῥωμαῖοι φασίν. ἕτεροι δὲ, παρὰ τὸ ἐοικέναι οἷον σκώπτουσι διὰ τὸ διάφορον τῶν σχηματισμῶν, οἷς τὸ ζῷον φυσικῶς διατίθεται. τινὲς δὲ κῶπας γράφουσι δίχα τοῦ σίγμα. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται, ὅτι καθὰ οἱ ὦτοι τὸ ὄρνεον ὧν μνεία καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται, οὕτω καὶ οἱ σκῶπες, ὀρχήσει ἁλίσκονται. καὶ ὅτι καὶ γένος ὀρχήσεως ἀπʼ αὐτῶν καλεῖται σκώψ, λαβὼν τοὔνομα, ἐκ τῆς περὶ τὸ ζῷον ἐν τῇ κινήσει ποικιλίας. καὶ ὅτι χαίρουσιν οἱ σκῶπες καὶ ὁμοιότητι. καὶ ἀπʼ αὐτῶν, σκώπτειν φαμὲν τὸ συνεικάζειν καὶ καταστοχάζεσθαι τῶν σκωπτομένων, διὰ τὸ τὴν ἐκείνων ἐπιτηδεύειν προαίρεσιν. ἴσως δὲ τούτων παρώνυμοι καὶ οἱ παρὰ τῷ Τίμωνι σκωπαῖοι, παρὰ Λάκωσιν ἐπιχωριάζοντες. ἀνθρωπάρια ἐκεῖνοι μικρά. καλούμενά φασι παρά τισι, στίλπωνες. οὓς οὐκ ἄν τις πάνυ ἀπεοικέναι εἴποι τοῦ Πινδαρικοῦ πίθωνος. ὃν καλὸν ἐκεῖνος ἐπονομάζει κατά τινα ὁμοιότητα στίλπωνος. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου, φαίνεται καὶ ὅτι σκὼψ, ἴσως δὲ καὶ σκώπευμα, σχῆμα ἦν ὀρχήσεως ὡς καὶ ἐδηλώθη. σκὼψ γάρ φησι, σχῆμά τε τῶν ἀποσκοπούντων, ἄκραν τὴν χεῖρα ὑπὲρ τοῦ μετώπου κεκυρτωκότων. λέγεται δέ φησιν ὁ σκὼψ, μικρότερος εἶναι γλαυκὸς, καὶ ἐπὶ μολιβδοφανεῖ χρώματι, ἔχειν ὑπόλευκα στίγματα. δύο τὲ ἐκ τῶν ὀφρύων παρʼ ἑκάτερον κρόταφον ἀναφέρειν πτερά. ἕτεροι δὲ, δύο φασὶ γένη σκωπῶν. καὶ οἱ μὲν, φθέγγονται οἱ δὲ οὔ. καὶ καλοῦνται οἱ μὲν, σκῶπες. οἱ δʼ ἀείσκωπες. ἄλλοι δέ φησι τοὺς παρʼ Ὁμήρῳ, κῶπας ὡς καὶ ἀνωτέρω κεῖται χωρὶς τοῦ σίγμα φασί. Τὸ δὲ σχῆμα τοῦ, σκῶπες ἴρηκές τε, σώφρων παρίσωσις, Ὁμήρῳ πρέπουσα. ὃς ἀεὶ μετρίως καὶ ἡρωϊκῶς καλλωπίζει, οὐ μὴ κατὰ τοὺς ὕστερον μὴ ζηλοῦντας αὐτόν. ὧν καὶ οἱ κωμικοί. πρὸς γέλωτα τὴν γραφὴν ὡραΐζοντες. ὁποῖος καὶ ὁ γράψας τὸ, πᾶς δὲ κατʼ οἴκους, μάττει. πέττει. τίλλει. κόπτει. εὕει. χαίρει. παίζει. πηδᾷ. δειπνεῖ. πίνει. σκιρτᾷ. λορδοῖ. κεντεῖ. βινεῖ. οἷς ἐπάγει ἐκεῖνος καὶ τὸ, μολπά. κλαγγά. ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ, λιβάνου. σμύρνης. καλάμου. στύρακος. λίνδου. κίνδου. μίνθου. ἐν οἷς τὸ μὲν λορδοῦν, σχηματισμὸν δηλοῖ σώματος, οὐ σεμνόν. λίνδος δὲ, ἀνθηρόν τι εὐῶδες ὁμώνυμον Λίνδῳ τῇ Ῥοδίᾳ πόλει. μίνθος δὲ, οὐ πάντως κόπρος ἡ παρὰ τῇ κωμῳδίᾳ, παρʼ ὑπόνοιαν. ἀλλʼ ἡ λεγομένη διαλελυμένως μὲν, καλὰ μίνθη. συνθέτως δὲ καλαμίνθη. περὶ δὲ κίνδου, ζητητέον. ὁμοιοκαταληξία δὲ παιγνιώδης καὶ τὸ τυρὸς χλωρός. τυρὸς ξηρός. τυρὸς κοπτός. τυρὸς ξυστός. τυρὸς τμητός. Ἔτι δὲ καὶ τὸ, αἲξ οὐρανία, κριὸς τομίας. κάπρος ἐκτομίας. ὗς οὐ τομίας. καὶ οὕτω μὲν καὶ ταῦτα. Τὸ δὲ ἴρηκες, Ἰωνικῶς ψιλοῦται, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. οὐ μὲν οὕτω πνευματισθήσεται καὶ ὁ ἱέραξ. Κορῶναι δὲ εἰνάλιαι κατὰ τοὺς παλαιοὺς, αἱ αἴθυιαι. ἃς καὶ τανυγλώσσους λέγει, κατά τι ζωϊκὸν ἴδιον. Τοῦ δὲ εἰνάλιαι, περίφρασις τὸ, αἷς θαλάσσια ἔργα μέμηλεν. οὐ πρὸς σαφήνειαν ῥηθὲν τοῦ εἰνάλιαι, ἀλλὰ πρὸς ἔνδειξιν πλείω τοῦ, κορώνας τὰς αἰθυίας εἰπεῖν. Ἡμερὶς δὲ κατὰ μὲν πολλοὺς, ἡ ἥμερος ἄμπελος πρὸς διαστολὴν τῆς ἀγριάδος. ἣν καὶ τεθηλέναι φησὶ σταφυλαῖς, ὡς οἷα τοῦ καιροῦ ἐκείνου μετοπωρινοῦ ὄντος. διὸ καὶ Νότος ἐτηρήθη τῷ Ὀδυσσεῖ τηνικαῦτα ὡς φιλοσόφῳ πολυήμερος καθὰ ἐν τοῖς ἑξῆς δηλωθήσεται. ὃς δὴ Νότος, πολὺς τηνικάδε πνέει καιροῦ ὡς καὶ Ἡσιόδῳ δοκεῖ. Τετάνυστο δὲ ἡ τοιαύτη ἡμερὶς, διὰ τὸ μὴ δὲ κλαδᾶσθαι ὡς εἰκός. διὸ καὶ σπαργῶσα ἦν καὶ διατοῦτο πλατυνομένη. ὅθεν καὶ Ἀνάχαρσις ἐν Σκύθαις τὰ ἑλλαδικὰ διηγούμενος, φησὶ φυτὸν καθʼ Ἑλλάδα εἶναι, ὃ παραταθῆναι ἂν, ἕως καὶ εἰς Σκύθας εἰ μὴ κατʼ ἔτος ἐτέμνετο. τὴν ἄμπελον ἐκεῖνος αἰνιττόμενος οὕτω. καὶ ὧδε μὲν περὶ τῆς ἡμερίδος οἱ πλείους. ἐν δὲ ὑπομνήμασι παλαιοῖς τοῖς εἰς τὸ ξ τῆς Ἰλιάδος, εἶδος λεπτοφλοίου δρυὸς ἡ ἡμερὶς λέγεται. καὶ ὁ καρπὸς αὐτῆς, σταφυλή. φασὶ γὰρ ὡς αἱ μὲν ἄκαρποι καὶ πλαττύφυλλοι δρύες, ἐρίφλοιοι καλοῦνται παρὰ Περγαμηνοῖς. αἱ δὲ λεπτόφυλλοι καὶ καρποφόροι, ἡμερίδες. καὶ τοὺς ἐπʼ αὐτῶν εὐθηνοῦντας βότρυς, σταφυλὰς καλοῦσιν. ἐξ ὧν καὶ ὁ ἰξὸς γίνεται. ἡ γὰρ ἄκαρπος, κηκιδοφόρος ἐστὶ διὸ καὶ τὸ, δρυσὶν ὑψικόμοισιν ἐν τῇ Ἰλιάδι, ἰξοφόροις γράφει Ἀγαθοκλῆς. καὶ ταῦτα μὲν οἱ παλαιοί. λέγονται δὲ μέχρι καὶ εἰς ἡμᾶς ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, δρύες τινές, ἡμερίδες περί που τὴν Θρᾴκην. Ἰστέον δὲ καὶ ὅτι καθʼ ὁμοιότητα τῆς κατὰ τὴν ἄμπελον σταφυλῆς, σταφυλὴ λέγεται καὶ ὁ ἐν τῷ στόματι κίων. ὅτι δὲ τὸ βαρύτονον ἡ σταφύλη τεκτονικὸν ἐργαλεῖον ἐστὶν, ἡ Ἰλιὰς δηλοῖ. Ἰστέον δὲ καὶ ὅτι εἴπερ ἄμπελός ἐστιν ἡ ῥηθεῖσα ἡμερὶς, εἰκὸς αὐτὴν καὶ αὐτόματον εἶναι κατὰ τὰ ἐν τῇ γῇ τῶν Κυκλώπων. ἔτι δὲ καὶ ἀναδενδράδα. οὐ γὰρ χαμαὶ εἷρπε ταῖς ὄσχαις ὅ ἐστι τοῖς βοτρυηφόροις κλήμασιν, ἀλλὰ τετάνυστο περὶ σπείους. καὶ εἴη ἂν καὶ αὐτὴ, ἁμάμαξυς. κατὰ τὸν εἰπόντα, ἁμάμαξυς, σταφυλῆς γένος. οἱ δὲ, ἀναδενδράδα φασίν. ὅτι δὲ καὶ διάφορα εἴδη ἀμπέλων, οἱ παλαιοὶ δηλοῦσιν. ἐν αἷς καὶ ἡ ξυστὰς, εἰκῇ φασι πεφυτευμένη ἄμπελος. καὶ ἡ σταχὰς, ἡ κατὰ στοίχους δηλαδή. Τὸ δὲ ἡβώωσα, μετήνεκται ὅθεν καὶ τὸ, ἡβηδὸν ἀνελεῖν, ἀντὶ τοῦ κατὰ ἥβην ὅ ἐστι πάντας τοὺς ἡβῶντας. Αἱ δὲ κρῆναι προϋπόκεινται, ἵνα πιθανεύσηται τοὺς λειμῶνας ὁ ποιητής. οἷς χρεία ὕδατος τοιούτου. Λευκὸν δὲ ὕδωρ τὸ κρηναῖον τοῦτο, διὰ τὸ ἀβαθές. τὸ γὰρ βαθὺ μέλαν φαίνεται. ὡς δὲ τοῦ λευκοῖ παράγωγον τὸ λευκαίνειν, αὐτοῦ δὲ ἡ λεκάνη, ἐς τοσοῦτον εἰρήσθω. Τὸ δὲ πλησίαι, ὡς ἀπὸ ἀρσενικοῦ εἴρηται, ὁ πλησίος. ὃ καὶ ἀλλαχοῦ φαίνεται. οὗ ἡ αἰτιατικὴ παρήγαγε τὸ πλησίον ἐπίῤῥημα. Λειμῶνες δὲ μαλακοὶ, ἐν οἷς ἐστι μαλακῶς ἐνεύδειν. ἀφʼ ἧς ἐννοίας καὶ λεχεποίης που λέγεται ποταμός. ἅμα δὲ καὶ πρὸς διαστολὴν τῆς κραναῆς γῆς. ἐκείνη γὰρ οὐ μαλακή. Τὸ δὲ ἴου, σίου τινὲς γράφουσιν, ὃ καὶ κρεῖττον. ὡς καὶ πολλοῖς ἀρέσκει τῶν παλαιῶν. ἴα γὰρ ἐν λειμῶσιν οὐκ εἰσὶν, ἀλλὰ σία, ὡς μέχρι νῦν φαίνεται. οἷς καθὰ καὶ τοῖς σελίνοις, χρεία δαψιλοῦς ὕδατος. θάλλουσι γὰρ πλέον ἐν αὐτῷ. διὸ καὶ πηγὰς προανέῤῥηξεν ὑδάτων ὡς ἐῤῥέθη ὧν χωρὶς οὐκ ἔστι θάλλειν αὐτά. εἰ δʼ ἔστιν ἐνταῦθα ἴου μνεία, ἰστέον ὅτι τὲ εἰ καὶ μὴ ἐν μέσοις ὕδασιν, ἀλλʼ οὖν, ἔνθεν που καὶ ἐκεῖθεν εἰκὸς ἦν παραπεφυκέναι ἴα. ὧν χροὰ, οὐ μόνον πορφυρέα καὶ κιῤῥὰ, ἀλλὰ καὶ λευκὴ διʼ ἣν λευκόϊα τὰ τοιαῦτα καλοῦνται. καὶ ὅτι τὸ ἴον, ἔκ τινων Ἰάδων νυμφῶν ἔσχε τὴν κλῆσιν, χαρισαμένων αὐτὸ Ἴωνι πρώτῳ, καὶ ἐκλήθη ἐντεῦθεν ἴον, παρωνύμως ταῖς τε Ἰάσι καὶ τῷ λαβόντι τὴν χάριν Ἴωνι. καὶ ὅτι καὶ τὸ κρίνον τὸ καὶ λείριον κατά τινας ἴον ὑπʼ ἐνίων ἐκαλεῖτο, καὶ ταῦτα μὲν, περὶ ἴου. Περὶ δὲ σελίνου, ἐῤῥέθη μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἐν τοῖς προκειμένοις δὲ, εἰπεῖν ἀρκέσει ὅτι τὸ μὴ βραχὺ ἀλλʼ εὐγενὲς ἢ καὶ εὐμέγεθες ἢ παχὺ σέλινον, ἱπποσέλινον ἐλέγετο. οἷα τοῦ ἵππου πρὸς ἔνδειξιν μεγέθους κειμένου καθὰ καὶ ἐν τῷ ἱππομανὴς Αἴας ἤγουν ὁ πάνυ μανιώδης. τοῦτο δὲ, πρὸς ὁμοιότητα τοῦ βοῦς ἐπενοήθη, ἐπὶ καὶ ὁ βοῦς ἐπιτείνει ἐν τῷ βου ἐπιτατικῷ μορίῳ. εἴρηται γὰρ καὶ ἐν τοῖς κατὰ τὴν Ἰλιάδα, ἐκ βοὸς εἰλῆφθαι τὸ τοιοῦτον ἐπίῤῥημα, διὰ τὸ τοῦ ζῴου μέγεθος. οὗ περ ἅπτεται καὶ ὁ εἰπὼν τὸ, μέγας δὲ πλευρὰ βοῦς. ὅτι δὲ Πτολεμαῖος Αἰγύπτου βασιλεὺς ὁ εὐεργέτης, ἠξίωσε γραφῆναι παρʼ Ὁμήρῳ τὸ, λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου, οὐ μὴν ἴου, ἴα γὰρ μετὰ σελίνων μὴ φύεσθαι ἀλλὰ σία, ὁ Ἀθήναιος ἱστορεῖ. λέγων καὶ ὅτι τὰ σία, φυτὸν σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. Τοῦ δὲ θήλεον, μέλλων θηλήσω, ἀπὸ περισπωμένου γὰρ κέκλιται ῥήματος, καὶ οὐκ ἀπʼ αὐτοῦ δὴ τοῦ θάλλειν βαρυτόνου. Ἐν δὲ τῷ, καὶ ἀθάνατος ἰδὼν θηήσαιτο καὶ ἑξῆς, περιαυτολογεῖ ὁ ποιητὴς ἀποδεξάμενος ἑαυτὸν τῆς ἐκφράσεως. καὶ ἐκφράσει μὲν ἐν τοῖς ἑξῆς Ὅμηρος, καὶ τὰ τοῦ Ἀλκινόου σεμνὰ ἔνθα στὰς ὁ Ὀδυσσεὺς πάντα θηεῖται. οὐ μὴν ἐρεῖ καὶ θεοῖς εἶναι θηητὰ ἐκεῖνα. Ὅτι πιθανὸς ὅτι μάλιστα ὢν ἐν τοῖς πλάσμασιν ὁ ποιητὴς, ἐν μὲν θνητοῖς προσώποις παρʼ οἷς καὶ ἄγνοια, οἶδεν ἐρωτᾶν τίς πόθεν εἶς ἀνδρῶν. καὶ πορίζεσθαι οὕτω λόγων λαβάς. παρὰ δὲ ἀθανάτοις, οὐκ ἔχει οὕτω ποιεῖν. διὸ φησὶν ἐνταῦθα ὡς ἡ Καλυψὼ οὐκ ἠγνοίησεν ἰδοῦσα τὸν Ἑρμῆν. οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται ἀθάνατοι. οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει. τοῦτο δὲ δύναται παρῳδηθῆναι καὶ εἰς ἄνδρας ἐνδόξους οἳ τῇ φήμῃ γνωρίζονται καὶ εἰ μακράν που οἰκοῦντες τυγχάνουσιν. Ὅτι δεινῶς μεθοδεύει ὁ ποιητὴς, μὴ εἶναι τὸν Ὀδυσσέα ἔνδον παρὰ τῇ Καλυψοῖ ὅτε εἰς αὐτὴν ἦλθεν Ἑρμῆς. ποιεῖ δὲ τοῦτο, ἵνα πρόφρασσα κατὰ τὸν ποιητὴν δόξῃ χαρίσασθαι αὐτῷ ἡ Καλυψὼ τὸν πλοῦν ἀφʼ ἑαυτῆς, καὶ ὀφλήσῃ ἐκεῖνος χάριν αὐτῇ. φησὶ γοῦν ὅτι ἐπʼ ἀκτῆς κλαῖε καθήμενος ἔνθα πάρος γε. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων. ὅ ἐστι διατέμνων. διασχίζων. ἐξ οὗ καὶ τὸ ἐρείκειν. καὶ φυτὸν ἐρείκη. καὶ ὄσπρια ἐρεικτά. ἢ, ἐρέθων, ἀντὶ τοῦ ἐρεθίζων. πλεονασμῷ τοῦ χ. προϊὼν δὲ, περὶ Ὀδυσσέως ἐρεῖ καὶ ὡς οὐδέ ποτʼ ὄσσε δακρυόφιν τέρσοντο. κατείβετο δὲ γλυκὺς αἰὼν, νόστον ὀδυρομένῳ ἐπεὶ οὐκέτι αὐτῷ ἥνδανε νύμφη. καὶ ὅτι νύκτας μὲν, ἴαυε καὶ ἀνάγκῃ ἐν σπέσι γλαφυροῖς παρʼ οὐκ ἐθέλων ἐθελούσῃ τῇ Καλυψοῖ. ἤματα δʼ ἐν πέτραις καθίζων ἐπʼ ἀκτῇ, δάκρυα ἔλειβε πόντον ἐπʼ ἀτρύγετον δερκόμενος. εἰ γὰρ καὶ αἰψηρὸς ὁ τοῦ γόου κόρος, ἀλλὰ τῷ Ὀδυσσεῖ οὐδέποτε ὄσσε δακρυόφιν τέρσοντο διὰ τὸν τῆς πατρίδος πόθον. Βλέπει δὲ ἐπὶ πόντον Ὀδυσσεὺς καθὰ καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι, ὡς διʼ αὐτοῦ τε καταπλεύσας, καὶ διʼ αὐτοῦ ἐθέλων ἀναχθήσεσθαι. καὶ φιλῶν μὲν αὐτὸν, μισῶν δὲ τὴν ἐφʼ ἧς διάγει. Τὸ δὲ δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι, κάλλος μὲν ἔχει διὰ τὰ πάρισα. ἐντελῶς δὲ φράζει λύπην μεγάλην. ἐν ᾗ καὶ δακρύει τις καὶ στενάζει καὶ ἀλγεῖ παθαινόμενος τὴν ψυχήν. Ἰστέον δὲ ὅτι κοινοῦ μὲν ὄντος τοῦ λείβειν Ἰωνικοῦ δὲ τοῦ εἴβειν περιαιρέσει τῆς ἀρχῆς ὃ δὴ θεωρεῖται καὶ ἐν τῷ, σῦς καὶ ὗς καθʼ Ἡρῳδιανόν, ἀμφοῖν κεῖται χρῆσις ἐν τοῖς εἰρημένοις, τὸ μὲν γὰρ δάκρυα λείβων, κοινόν ἐστιν. Ἰωνικὸν δὲ, τὸ, κατείβετο αἰών. Περὶ δὲ τοῦ ἁνδάνειν, εἴρηται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ῥητέον δὲ καὶ ἐνταῦθα τὰ τοῦ Ἡρακλείδου. ᾧ δοκεῖ, ἀπὸ τοῦ ἅδω γενέσθαι αὐτὸ καθʼ ὁμοιότητα τοῦ λάβω λαμβάνω καὶ τῶν ὁμοίων. οὗ δὴ ἅδω, χρῆσις καὶ παρʼ Ὁμήρῳ ἐν τῷ, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, ἤγουν ἤρεσκεν. εἰπὼν γὰρ ὅτι τὸ δάκνω συγκοπήν τινές φασιν εἶναι τοῦ δαγκάνω, ἐπάγει ὡς τὸ, δάκω μάθω λάχω ἅδω φύγω καὶ ὅσα τοιαῦτα ὑποτακτικὰ, τρισὶ γράμμασιν ὑστερεῖ καὶ μιᾷ συλλαβῇ, τῶν ἐξ αὐτῶν ὁριστικῶν ὧν τὸ ἄλφα παρατέλευτον. τοιοῦτον γὰρ τὸ φύγω ὑποτακτικὸν πρὸς τὸ φυγγάνω. καὶ ἐρύγω πρὸς τὸ ἐρυγγάνω. καὶ τὸ δάκω μάθω λάχω ἅδω, πρὸς τὸ δαγκάνω μανθάνω λαγχάνω ἁνδάνω. ταύτῃ τοι καὶ τοῦ ἁμαρτάνω, ὑποτακτικόν φησιν εἶναι φαμὲν, ἁμάτω δίχα τοῦ ρ, ὅπως καὶ αὐτὸ τρισὶ γράμμασιν ἐκείνου λείπηται. διὸ ἀναλογώτερον, τὸ κιγχάνω καὶ ἱγκάνω, τοῦ κιχάνω καὶ ἱκάνω. ἵνα καὶ αὐτὰ λείπωνται τρισὶ γράμμασι, τοῦ κίχω καὶ ἵκω. Ὅτι χρυσόῤῥαπιν ὅ ἐστι χρυσεόῤῥαβδον Ὁμήρου ὡς καὶ προεῤῥέθη πλασαμένου τὸν Ἑρμῆν, ἐντεῦθεν οἱ ὕστερον ὁρμηθέντες, κηρύκειον αὐτῷ διδόασιν, ὁποίῳ καὶ τὸ θεῖον γένος οἱ ἐξ Ἑρμοῦ κήρυκες ἐχρῶντο εἰς παράσημον. Ὅτι ἔνθα μὲν ἡνία λέγει καὶ εἵματα σιγαλόεντα, ἔστιν ἐκεῖ νοῆσαι τοιαῦτα, καὶ τὰ εὐαφῆ καὶ ἁπαλά. νῦν δὲ ἐν τῷ, ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι, οὔκουν τοιοῦτος ὁ σιγαλόεις θρόνος, ἀλλʼ ἢ ὁ ποικίλος διὰ τὸ κατεστιγμένος εἶναι. ἢ ὁ σιγὴν ἐμποιῶν διὰ τὸ ἀξιοθέατον. Ὅτι φιλοξένου καὶ φιλόφρονος ἐρωτήσεως τε καὶ ὑποσχέσεως τὸ, τίπτε μοι εἰλήλουθας αἰδοῖός τε φίλος τε; αὔδα ὅ, τι φρονέεις. τελέσαι δέ με θυμὸς ἄνωγεν. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τελεσμένον ἐστί. περὶ οὗ ὅτι πρωθύστερόν ἐστι, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. πρῶτον γὰρ ἐξεταστέον εἰ τετελεσμένα ζητούμεθα, εἶτα καὶ εἰ τελέσαι δυνάμεθα. οἰκεῖον δὲ ἐν ὑπερθέσει τοιαύτῃ, ἐπαγαγεῖν καὶ τὸ, ἀλλʼ ἕπεο προτέρω, ἤτοι πρὸ καὶ ἐπὶ τὰ ἔμπροσθεν ἢ καὶ προσωτέρω, ἵνα τοι πὰρ ξείνια θείω. Ὅρα δὲ ὅτι τετελεσμένον, οὐ τὸ ἤδη τελεσθὲν φησὶν, ἀλλὰ τὸ τελεσθῆναι πεφυκὸς καὶ δυνάμενον. Ὅτι παρέθηκε τράπεζαν ἡ Καλυψὼ τῷ μυθικῷ Ἑρμῇ, ἀμβροσίης πλήσασα. κέρασε δὲ νέκταρ ἐρυθρόν. αὐτὰρ ὃ πῖνε καὶ ἦσθεν. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, καὶ τότε δὴ προσεῖπε τὴν Καλυψὼ ἀφελῶς οὕτως. ἐρωτᾷς μʼ ἐλθόντα θεὰ θεὸν; αὐτὰρ ἐγώ τοι νημερτέως τὸν μῦθον ἐνισπήσω. κέλεαι γάρ. εἴπομεν δὲ ἀφελῶς, ἀκολούθως τοῖς παλαιοῖς. οἵ φασιν ὅτι εὐτελεῖς οἱ δύο στίχοι οὗτοι καὶ κατὰ συνθήκην καὶ κατὰ διάνοιαν. Σημείωσαι δὲ ὅτι τὸ ἐπιτραπέζιον τοῦτο νέκταρ καὶ ἡ ἀμβροσία, τὴν φιλοτήσιον αἰνίττεσθαι δύνανται ὁμιλίαν τὴν συμποτικήν. ἣ ἀμβροσίας ἂν εἴη καὶ νέκταρος ἀποῤῥώξ. Τὸ δὲ κέρασε νέκταρ, οὐ δηλοῖ κράμά τι, ἀλλʼ ἀντὶ τοῦ ἐνέχεε κεῖται ὡς ἀπὸ παλαιᾶς χρήσεως. καθʼ ἣν ὡς καὶ ἀλλαχοῦ σαφῶς ἐδηλώθη, κέρασι ζῴων ἐγχέοντες ἔπινον. Ἐρυθρὸν δὲ νέκταρ καθʼ ὁμοιότητα τοῦ, οἶνος ἐρυθρός. ἴσως δὲ σκεύασμά τι καὶ τὸ νέκταρ ἦν καθὰ καὶ ἡ ἀμβροσία. καὶ γὰρ οὐδʼ αὐτὴ κατὰ μόνην ἀλληγορίαν ὑφίσταται, ἀλλὰ καὶ ἄνθος τι ἀμβροσία ἐλέγετο κατὰ Παυσανίαν. ὃς λέγει καὶ ὅτι ἀμβροσία, γένος τι συνθέσεως ἐξ ὕδατος ἀκραιφνοῦς καὶ μέλιτος καὶ ἐλαίου παγκαρπίας. Τὸ δὲ ἤραρε θυμὸν ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, τὸ θυμῆρες ἐμφαίνει. καὶ ἄλλως δὲ κατὰ τὸ, ἄγγεσιν ἄρσεν ἅπαντα, λέγεται καὶ τὸ, ἤραρε θυμὸν ἐδωδῇ. ἵνα καὶ αὐτὴν ἄρσῃ ὁ ἐσθίων ὥσπερ ἄγγει τινὶ, τῷ σώματι. Τὸ δὲ θεὰ θεὸν, ἐντρεπτικῶς εἰρῆσθαι δοκεῖ. εἴγε θεὰ θεῷ λαλοῦσα προσποιεῖται ἀγνοεῖν. Τὸ δὲ ἐνισπήσω, καινότερον ἐκ τοῦ ἐνισπῶ. τὸ μέντοι κοινότερον, ἐνίπτω ἐνίψω. πλὴν, τοῦτο μὲν ἔχει τι καὶ σφοδρότητος. τὸ δὲ ἐνισπήσω, ἀντὶ τοῦ, ἁπλῶς εἴπω. Ἰστέον δὲ ὅτι ἀκολούθως Ὁμήρῳ εἰπόντι τὸ, παρέθηκε τράπεζαν, ἔλεγον καὶ οἱ μετʼ αὐτὸν, παραθέσθαι τραπέζας ἐν καταρχῇ δαιτός. τὸ μέντοι αἴρειν αὐτὰς, βαστάζεσθαι ἔφασκον. ἐβαστάζοντο δέ φασι τράπεζαι, δοθείσης κράσεως ἀγαθοῦ δαίμονος. ἤγουν μετὰ τὸ δοθῆναι κράμα τὸ οὕτω καλούμενον ἀγαθοῦ δαίμονος, ἤτοι ἀγαθῆς τύχης. πρὸς ὃ παίξας Διονύσιος ὁ Σικελιώτης ἀσεβῶς καθὰ ὁ δειπνοσοφιστὴς ἱστορεῖ, ἀνακειμένης Ἀσκληπιῷ χρυσῆς τραπέζης ἐν Συρακούσαις, προπιὼν αὐτῷ ἄκρατον ἀγαθοῦ δαίμονος, ἐκέλευσε βασταχθῆναι τὴν τράπεζαν. Ὅτι χρήσιμον εἰς πλοῦν μακρὸν ῥηθῆναι τὸ, τίς ἂν ἑκὼν τοσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις. λέγει δὲ ταῦτα ὁ Ὁμηρικὸς Ἑρμῆς ἐκτετοπίσθαι δηλῶν τὴν νῆσον τῆς Καλυψοῦς. Ἁλμυρὸν δὲ ὕδωρ ἄσπετον, τὴν θάλασσαν λέγει περιφράσας. ἄλλως γὰρ, οὐκ ἂν οὔτε τὸ ἁπλῶς ὕδωρ εἴη ἂν θάλασσα, οὔτε τὸ ἁλμυρὸν ὕδωρ. εἰ γὰρ καὶ ὁ Λοκρὸς Αἴας ὕδωρ ἁλμυρὸν πιὼν ἀπόλωλεν, ἀλλʼ οὐ θάλασσαν ἐξέπιε, βραχὺ δέ τι αὐτῆς. ὁμοῦ τοίνυν τὸ, ἄσπετον ἁλμυρὸν ὕδωρ, εἴη ἂν θάλασσα. Τὸ δὲ βροτῶν πόλις, ἢ παρέλκον ἔχει τὸ βροτῶν, ἢ τὴν κατοικουμένην δηλοῖ καὶ μὴ ἁπλῶς οὕτω καὶ ὁμωνύμως πόλιν. Ὅτι τὸ περὶ Διὸς ἐνταῦθα ῥηθὲν ὑπὸ τοῦ Ἑρμοῦ, ἔστι παρῳδηθὲν οὕτως ὀρθῶς ῥηθῆναι. ἀλλὰ μάλʼ οὔπως ἐστὶ θεοῦ νόον οὔτε παρὲξ ἐλθεῖν τινα, οὔθʼ ἁλιῶσαι. ἔστι δὲ παρὲξ ἐλθεῖν μὲν, τὸ μερικῶς παραβῆναι. καὶ Ὁμηρικώτερον εἰπεῖν, παρὲκ Διὸς νόον ἐλθεῖν, ἁλιῶσαι δὲ, τὸ παντελῶς ματαιῶσαι καὶ ἀφεῖναι διεκπεσεῖν ἄπρακτον. Ὅτι τὸ μὲν ὀϊζυρὸς ἐκτείνει κοινῶς τὸ παραλῆγον δίχρονον, οἷον, ἐπεί μιν ὀϊζυρὸν τέκε μήτηρ. ἐνταῦθα δὲ τὸ ὀϊζυρότατος, δοκεῖ μὴ ἐκτείνειν τὴν ζυ συλλαβήν. ὡς δηλοῖ τὸ ἄνδρα παρεῖναι ὀϊζυρώτατον ἄλλων. ὅπερ ἐκτείνει τὴν ἀπὸ τέλους τρίτην συλλαβὴν κατὰ τὸ ὀχυρώτατος. εἰ δὲ καὶ νῦν ἐκτείνεται τὸ υ συνήθως ὥσπερ δὴ καὶ ἐκτέταται, καὶ διʼ αὐτὸ συστέλλεται ἡ προπαραλήγουσα τοῦ ὀϊζυρότατος ὡς ἰσχυρότατος, ζήτει πάθος ὅμοιον καὶ ἐν τῷ λαρώτατος, καὶ ἐν τῷ κακοξεινώτερος. περὶ ὧν ἐν τῇ β ῥαψῳδίᾳ προδεδήλωται. Ὅτι πάνυ γοργῶς ὁ ποιητὴς συντεμὼν τὰ τοῦ Τρωϊκοῦ πολέμου ἕως τῶν κατὰ τὸν Ὀδυσσέα καὶ τὴν Καλυψὼ, φησίν. ἀνδρῶν, οἳ ἄστυ περὶ Πριάμοιο μάχοντο εἰνάετες. δεκάτῳ δὲ, πόλιν πέρσαντες, ἔβησαν οἴκαδε. ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο. ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν, καὶ κύματα μακρά. ὅτε οἱ μὲν ἑταῖροι τοῦ Ὀδυσσέως, ἀπέφθιθον. τὸν δὲ, ἄνεμός τε φέρων καὶ κῦμα, ἐπέλασεν ἐκεῖ. Ὅρα δὲ ὡς καὶ νῦν σεμνῶς ἐῤῥέθη τὸ, Ἀθηναίην ἀλίτοντο. σεσίγηται γὰρ ἡ τοῦ Λοκροῦ ἀσέλγεια καθὰ καὶ ἐχρῆν. Τοῦ δὲ ἔφθιθον πρωτότυπον ἐν χρήσεσι κείμενον, τὸ φθίω. ἐξ οὗ κατὰ πλεονασμὸν, οὐ μόνον τὸ φθίθω, ἀλλὰ καὶ τὸ φθίνω. οὗ περ αὖθις, τὸ φθινύθω παράγωγον. Ὅτι ἐλπίδος ἀγαθῆς ἐπὶ ἀποδήμῳ τὸ, οὐ γάρ οἱ αἶσα φίλων ἀπὸ νόσφιν ὀλέσθαι. ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν. πρωθύστερον δὲ καὶ τοῦτο. πρῶτον γάρ τις εἰς πατρίδα εἶτα καὶ εἰς οἶκον ἱκνεῖται. Ὅρα δὲ ὅτι Ὁμήρου ταυτὰ ἔχοντος τὴν αἶσαν καὶ τὴν μοῖραν ἐπὶ τοῦ πεπρωμένου, ἐκεῖθεν δὲ τὰς αὐτὰς λέξεις τιθεμένου καὶ ἐπὶ καθήκοντος, ὡς δηλοῖ τὸ αἴσιον καὶ τὸ κατὰ μοῖραν, μεταλαβόντες οἱ ὕστερον, καὶ ἐπί τινος τάξεως αὐτὰ τιθέασι. λέγοντες ἐν μοίρᾳ ἢ αἴσῃ τοιᾷδε, τετάχθαί τινας. Ὅτι ἀκούσασα Καλυψὼ ἃ εἶπεν Ἑρμῆς, ἐῤῥίγησε μή ποτέ φασι κληθεὶς ἀνὴρ αὐτῆς ἀναιρεθείη πρὸς Διὸς καὶ θάνατον τοῦ γάμου ἀλλάξηται ὡς καὶ ἄλλοι ἔπαθον οὓς καὶ ἀπαριθμήσεται. λέγει δὲ ἡ αὐτὴ πρὸς τὸν Ἑρμῆν, καὶ ὡς εὐεργέτησε περισωσαμένη τὸν Ὀδυσσέα, οὐκ ὀνειδίζουσα ἐφʼ οἷς εὖ πεποίηκε. χρὴ γὰρ ὡς τὰ πολλὰ τὸν μὲν εὐεργετοῦντα ἐπιλελῆσθαι. τὸν δὲ ὠφεληθέντα, μεμνῆσθαι. καὶ μὴ ἀποῤῥεῖν αὐτοῦ τὴν μνήμην τοῦ εὖ παθεῖν, ἀλλʼ ἀποδεικνῦσα δίκαιον εἶναι, τὸν εὖ παθόντα συνεῖναι αὐτῇ. καὶ συνάγουσα ὡς ὁ ἀποσπῶν αὐτῆς τὸν εὖ πάσχοντα, οὐ κήδεται αὐτοῦ. Ὀδυσσεὺς δέ γε ἐν τοῖς ἑξῆς μαθὼν τὰ ἐκ τῆς Καλυψοῦς ἐῤῥίγησε, διά τε τὸ δύσελπι τῆς πορείας, καὶ διὰ τὸ τῆς ὥρας κατάστημα ὡς ἢ χειμέριον ἢ οὐ μακρὰν χειμῶνος ὄν. παρά τε γὰρ τῇ Καλυψοῖ πῦρ ἐπὶ τῆς ἐσχάρας καίεται, καὶ παρὰ τοῖς Φαίαξι δὲ καὶ τῷ δούλῳ Εὐμαίῳ. καὶ παρὰ τῇ Πηνελόπῃ δὲ πυρὸς ὁ Ὀδυσσεὺς δέεται διὰ τὸ ἐν τῷ περιέχοντι ψύχος. οὗ δηλωτικὰ ἐν τοῖς ἑξῆς, καὶ ἡ ἑώα στίβη. καὶ αἱ ἀθέσφατοι νύκτες. εἰ δὲ ἀπείθανον, ἄμπελον ἡμερίδα τηνικαῦτα τεθηλέναι σταφυλαῖς, ἀλλʼ ἐγράφη ἑτέρα ἔννοια, ἡ περὶ τῆς ἰξοφόρου ἡμερίδος. ὅτι δὲ Καλυψὼ διὰ τὸ περὶ τῷ Ὀδυσσεῖ δέος ἐῤῥίγησε θάνατον αὐτοῦ πρὸς Διὸς ὑποπτεύουσα, δηλώσει μετʼ ὀλίγα εἰποῦσα καὶ αὐτὴ ὡς ἐπεὶ οὐκ ἔστι τὸν τοῦ Διὸς νοῦν παρὲξ ἐλθεῖν οὔθʼ ἁλιῶσαι, ἐῤῥέτω εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει. τουτέστιν, ὀλλύσθω. φθειρέσθω κατὰ τὸ βούλημα τοῦ Διός. Ὅτι δὲ τὸ ἔῤῥειν ἐκ τῆς εν προθέσεως γίνεται καὶ τοῦ ῥεῖν διὸ καὶ ἐν δυσὶ ῥῶ γράφεται τραπέντος τοῦ ν εἰς ρ, δῆλόν ἐστι. καὶ ὅτι τὴν Καλυψὼ καθὰ καὶ τὴν Ἰὼ, Καλυψοῦν καὶ Ἰοῦν οἱ πλείονες Ἴωνες γράφουσι. τὴν Καλυψὼ δὲ εἰπεῖν, καὶ τὴν Ἰὼ Ἀττικόν ἐστιν. ἐν δὲ τοῖς ἑξῆς που ἑτεροία σκευωρία δηλωθήσεται τῆς τοῦ ἔῤῥειν παραγωγῆς. Ὅτι δεινῶς πιθανολογῶν ὁ ποιητὴς τὸ κατὰ τὴν Καλυψὼ καὶ τὸν Ὀδυσσέα μυθικὸν πλάσμα ὡς δηλαδὴ οὐκ αὐτὸς μόνος τοιοῦτον ἐπλάσατο, παράγει ὁμοίως ἔρωτας τὸν τῆς Ἠοῦς καὶ τοῦ Ὠρίωνος καὶ τὸν τοῦ Ἰασίωνος καὶ τῆς Δήμητρος. οὕτω καὶ ἐν Ἰλιάδι τὸν περὶ Ἀφροδίτης καὶ Ἄρεος μῦθον ὅτε ἐτρώθησαν, παραμυθεῖται ὁμοιότητι μύθων πεπλασμένων πρὸ τῆς Ὁμηρικῆς ποιήσεως. ἔτι δὲ καὶ ἄλλως τὸ τῆς Καλυψοῦς δέος ὡς εὔλογον συνιστῶν, δηλοῖ ἐν τούτοις καὶ ὅτι οὐκ ἂν ἔξω λόγου πτοοῖτο, εὖ εἰδεῖα ὡς Ὠρίων μὲν διὰ τὴν Ἠῶ ἀνήρηται, Ἰασίων δὲ διὰ τὴν Δήμητραν. ὡς μηδὲν λοιπὸν ἀπεικὸς εἶναι, καὶ τὸν Ὀδυσσέα οὕτω παθεῖν ὑπὸ Διὸς διὰ τὴν Καλυψώ. ἐπεὶ καὶ τὸν Ἰασίωνα, Ζεὺς ἐκεραύνωσεν. ἔχει δὲ ἡ Ὁμηρικὴ ἐν τούτοις φράσις, οὕτω. σχέτλιοί ἐστε θεοὶ ζηλήμονες ἔξοχον ἄλλων οἵτε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι ἀμφαδίην. ἥτις τε φίλον ποιήσετʼ ἀκοίτην. ὡς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠὼς, τόφρά οἱ ἠγάασθε ἕως μιν ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ, οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν. ὡς δʼ ὁπότʼ Ἰασίωνι ἐϋπλόκαμος Δημήτηρ ᾧ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ νειῷ ἐνὶ τριπόλῳ, οὐδὲ δὴν ἦεν ἄπυστος Ζεύς. ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ. τουτέστι ταχυτάτῳ ἢ φαιδρῷ. ὡς δʼ αὖ νῦν μοι ἄγασθε θεοὶ, βροτὸν ἄνδρα παρεῖναι. εἶτα καὶ ὡς εὖ πεποίηκε τὸν Ὀδυσσέα καθὰ καὶ πρὸ βραχέων ἐῤῥέθη ἐκτιθεμένη, φησί. τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα οἶον. ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ Ζεὺς ἔλσας, ἐκέασσε μέσω ἐνὶ οἴνοπι πόντῳ. καὶ τὰ ἑξῆς. ἐν οἷς ἡ Καλυψὼ παραλαλεῖ, ὡς οὐκ ἂν ὁ Ζεὺς ἐπʼ εὐνοίᾳ τὸν Ὀδυσσέα τῆς Καλυψοῦς ἀπάγοι τῆς οὕτω περιποιησαμένης. καὶ μὴ τοῦτο μόνον, ἀλλὰ καὶ μελετώσης ἀπαθανατίσαι αὐτόν. φησὶ γάρ. τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα. ὅπερ δύναται παρῳδηθῆναι περί τινος ὅτε λίαν πάνυ φιλεῖται πρός τινος. καὶ μάλιστα εἰ καὶ λογίως ἀνατρέφοιτό τις. ἡ δὲ ἀλληγορία, καὶ τὸν τοιοῦτον λόγον τῆς Καλυψοῦς εὖ συμβιβάζουσα πρὸς ἀκολουθίαν τῶν ἐν τῇ πρώτῃ ῥαψῳδία ἀλληγορημένων, ὑπονοεῖ ἐν τούτοις τὴν κατὰ σῶμα κολακείαν. ὑφʼ ἧς δελεαζόμενος ὁ φιλοσοφῶν πείθεται προστετηκέναι τοῖς σωματικοῖς. ὑφορώμενος μὲν τὸ καματηρὸν καὶ ἐπίμοχθον διὰ τὸ φιλοσώματον, τρεφόμενος δὲ περιεργότερον ἐπὶ πραγματείᾳ ὑγείας, ὡς μὴ ἐξὸν συνεστάναι ἄλλως καὶ φιλοσοφεῖν. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Τὸ δὲ ζηλήμονες, γράφεται μὲν καὶ δηλήμονες ὅ ἐστι βλαπτικοὶ γίνεται δὲ ἀπὸ τοῦ ζηλῶ ζηλήσω, ὅπέρ ἐστιν εἶδος οὐκ ἐλλόγου θυμοῦ. τὸ δέ γε ζηλώσειν, οὐκ οἶδεν ὁ ποιητής. ὡς δὲ καὶ ἄλλα εἰσὶ ῥήματα πρὸς διαφόρους σημασίας ὑπαγόμενα διαφόροις συζυγίαις, ἱκανῶς ἐν τῇ Ἰλιάδι δεδήλωται ὧν ἐστι καὶ τὸ κηλῶ κηλώσω. ἐξ οὗ καὶ τὰ παρὰ Λυκόφρονι κηλωστά. καὶ τὸ κηλῶ κηλήσω. ἀφʼ οὗ ὁ ἐν τοῖς ἑξῆς κηληθμός. Σημείωσαι δὲ ὅτι ἑρμηνεύων ὁ ποιητὴς τὸ ζηλῆσαι, ἐπήγαγε δὶς τὸ ἀγάασθε. τουτέστι, φθονεῖτε. μέμφεσθε. ὥστε καὶ ζηλήμονες, οἱ φθονεροί. καὶ ὡς μὲν ὁ χυδαῖος φησὶν ἄνθρωπος, οἱ ζηλευταί. ὡς δὲ ὁ λόγιος, οἱ ζηλότυποι. λέξις αὕτη, οὐκ ἐπαινετή. ὡς δηλοῖ καὶ ὁ παραδοὺς διαφορὰν ζήλου καὶ ζηλοτυπίας. ὃς λέγει ὅτι ζηλοτυπία μὲν, ἐπὶ μίσους. ζηλοτυπεῖ γοῦν Ἥρα κατὰ Σεμέλης. ζῆλος δὲ, μίμησις καλοῦ. οἷον. ζηλοῖ δέ τε γείτονα γείτων. Τὸ δὲ ἀγάασθαι, φασὶν οἱ παλαιοὶ τρία σημαίνειν. τὸ θαυμάζειν. τὸ φθονεῖν. τὸ μισεῖν. Ὅμηρος δὲ τὸ ἄγασθε, καὶ ἀγάασθε εἶπεν, ὡς ταυτὰ ὄντα. ἔστι δὲ τὸ ἀγάω πρωτότυπον τοῦ ἀγαίω, ὅπερ ἀλλαχοῦ κεῖται. Τὸ δὲ ἀμφαδίην, ἢ ἐπίῤῥημά ἐστιν ὀνοματικὸν, ἢ ἄντικρυς ὄνομα ἐλλειπτικὸν, λείπει γὰρ τὸ εὐνὴν, ληφθὲν κατὰ κοινοῦ ἐκ τοῦ εὐνάζεσθαι. φησὶ γάρ. εὐνάζεσθαι ἀμφαδίην. ἤγουν εὐνὴν φανεράν. Τὸ δὲ ἥτις ποιήσεται ἀκοίτην, πρὸς ἀκρίβειαν ἐῤῥέθη. οὐ γὰρ πᾶσαι ζηλοῦνται, ἀλλʼ ἡ ποιησαμένη ἀκοίτην θνητόν τινα. τοῦτο δὲ καὶ ἀπορίαν λύει. τί γὰρ δή ποτε οὐ πάντας ὁ μῦθος τιμωρεῖ ὅσοι θνητοὶ θεαῖς εὐνήθησαν; ἢ πάντως, ὅτι οὐκ ἔσχον αὐταὶ ἀκοίτας ἐκείνους. Ὅρα δὲ τὸ, ποιήσεται ἀκοίτην. δοθεὶς μὲν γὰρ θνητὸς θεᾷ εἰς ἄνδρα ὡς Πηλεὺς Θέτιδι, οὐ πείσεται κακὸν, ζηλωθείς. ποιηθεὶς δὲ εἰς ἄνδρα, τιμωρηθήσεται. καὶ ἔστιν ὁ ποιητὸς οὗτος ἀκοίτης, θετός. καθʼ ὁμοιότητα τοῦ, εἰσποίητος παῖς. Τὸ δὲ ὡς μὲν, καὶ ὡς δὲ, καὶ ὡς δʼ αὖ, ταυτόν ἐστι τῷ ὡσαύτως. Περὶ δὲ Ὠρίωνος ὅτι τε κυνηγέτης ἄριστος ἦν, καὶ ὡς οὐκ ἐκ τοῦ ὡραῖος εἶναι ἀλλʼ ἐξ οὔρου ἢ ὤρας ἤτοι φροντίδος παρῆκται διὸ καὶ ψιλοῦται ὡς δηλοῖ καὶ τὸ, ὅτʼ Ὀρίωνα, καὶ ὡς ὑπὸ σκορπίου πληγεὶς τέθνηκεν, ἄλλοι τε δηλοῦσι, καὶ οἱ τοῦ Ἀράτου ὑπομνηματισταί. Ὅμηρος δὲ, θάνατον αἰφνίδιον αὐτοῦ ἱστορεῖ. τοιοῦτον γάρ τοι δηλοῖ τὰ τῆς Ἀρτέμιδος ἀγανὰ βέλη οἷς αὐτὸν κατέπεφνεν ὡς πλημελοῦντά τι φασὶν εἰς αὐτήν. ἄλλως γὰρ οὐκ ἀναιρεῖ Ἄρτεμις ἄῤῥενας ὡς καὶ προσεσημείωται. διὸ καὶ ἠθέτησάν τινες τὸν Ὁμηρικὸν τοῦτον τόπον διὰ τὸ τῆς πράξεως ἄηθες. ἦν δὲ κάλλιστος ἀνδρῶν κατὰ τὴν ἱστορίαν ὁ Ὠρίων καθὰ καὶ ὁ Τιθωνός. δοκεῖ δὲ καὶ πρὸ ὥρας ἁρπαγῆναι τοῦ βίου κατʼ ἐκεῖνον. διὸ καὶ ἐπʼ αὐτῷ ἐφημίσθη ὃ καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς κατʼ αὐτόν. φασὶ γὰρ ὅτι τοὺς τοιούτους νέους ἅμα ἡμέρᾳ ἐξωσίουν ταφῇ οἱ προσήκοντες ὡς μὴ ἀνεκτὸν ὂν, ἡλίῳ θεαθῆναι τοιοῦτον κακόν. διὸ καὶ ἐλέγετο ἁρπάζειν αὐτοὺς ἡ ἡμέρα. ἣν ῥοδοδάκτυλον λέγει, σωματικώτερον, εἰ μὴ ἄρα κἀνταῦθα Ἠὼς ἡ πρωΐα νοηθῇ κατὰ τὴν ῥηθεῖσαν ἱστορίαν. τότε γὰρ οὐ πρὸς σῶμα ἀλλὰ πρὸς ἀλληγορίαν προσαρμόσει αὐτῇ τὸ ῥοδοδάκτυλον ὡς καὶ προδεδήλωται. εἰ γὰρ καὶ ἡ ἀλληγορία εἰς ταυτὸν ἄγει τὴν ἡμέραν καὶ τὴν ἠῶ, ἀλλʼ ἡ ποίησις, διαφόρους αὐτὰς λαλεῖ. Ἡσίοδος γοῦν τὴν μὲν ἡμέραν, νυκτὸς μητρὸς γενεαλογεῖ ἐν τῷ, νυκτός δʼ αὖτʼ αἰθήρ τε καὶ ἡμέρη. τὴν δὲ Ἠῶ, Θείας ὑποτίθεται θυγατέρα. εἰπὼν. Θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θʼ ἣ πάντεσσιν ἐπιχθονίοισιν φαείνει, γείνατο. περὶ δὲ Ἠοῦς ὡς σωματοειδοῦς, λαλεῖ καὶ τὸ, ἀλλʼ ἤτοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς. Ἰστέον δὲ ὡς οὐ μόνον τὸ ἄνθος τὸ ῥόδον ᾠκείωται τῷ Ἡλίῳ οὗ ἔργον ἡ ῥοδοδάκτυλος Ἠὼς, ἀλλὰ καὶ ἡ Ῥόδος ἡ νῆσος, διὰ τὴν πρὸς τὸ ἄνθος ὁμωνυμίαν. Ἡλίου γὰρ ἱερὰν τὴν Ῥόδον ἄλλοι τέ φασι καὶ ὁ Πίνδαρος. εἰ δὲ ἐκ τοῦ ῥόδου καὶ ἡ ῥοδάνη γίνεται, οὐκ ἔστιν εἰπεῖν σταθερῶς. ἧς ἡ χρῆσις ἐν λέξεσιν εὕρηται ῥητορικαῖς, οὕτω, κρόκην λεκτέον οὐχὶ ῥοδάνην. ἐξ οὗ καὶ τὸ ῥοδανίζειν κοινότερον. δοκεῖ δέ τι συμβάλλεσθαι εἰς τὸ γνῶναι τὴν τοιαύτην λέξιν τὸ, ῥοδανονδονακῆα, ὅπερ ἐν τῇ Ἰλιάδι κεῖται. περὶ δὲ Ὠρίωνος, καὶ ἐν τοῖς κατὰ τὴν νεκυίαν δηλωθήσεται ὡς ἐγχωρεῖ. Τιθωνοῦ δὲ εἰ καὶ μὴ ἐμνήσθη ὁ ποιητὴς ἐνταῦθα, ὅμως ἱστόρησεν ἐν τῇ Ἰλιάδι ἐπιτροχάδην αὐτὸν καθὰ. καὶ ἔδει περὶ οὗ ἰστέον, ὅτι ἐξ αὐτοῦ ὡς ὑπεργηράσαντος, οἱ λίαν πρεσβύται, Τιθωνοὶ ἐσκώπτοντο. ὡς καὶ ἀπὸ τοῦ Ἰαπετοῦ καὶ Κρόνου, οἱ αὐτοὶ, Κρόνοι τε καὶ Ἰαπετοί. ληροῖ δὲ ὁ μῦθος περὶ Τιθωνοῦ, καὶ ὅτι διὰ γῆρας, ἐν ταλάρῳ ἢ καρτάλῳ τῷ δηλουμένῳ ἐν τοῖς τοῦ κωμικοῦ, ἐκρεμάσθη. ὡς ἂν δηλαδὴ μὴ φαίνοιτο τοῖς πολλοῖς. ἢ εἰς τέττιγα μετεβλήθη. Τὸ δὲ ἕλετο, ταυτὸν τῷ, ἐξείλετο, προέκρινεν. Ὀρτυγία δὲ κατὰ τοὺς πλείονας, ἡ Δῆλος, μία τῶν Κυκλάδων περὶ ἧς φασὶ καὶ οἱ τοῦ Λυκόφρονος σχολιασταὶ ὡς παρωνυμουμένης ὄρτυγι δαιμονίᾳ τινί. ἢ καὶ παρὰ τοὺς ἐκ πελάγους εἰς τὴν Δῆλον καταίροντας ὄρτυγας ὡς ἐν τοῖς ἑξῆς που φανεῖται. Ἁγνὴν δὲ τὴν Ἄρτεμιν ὡς παρθένον καλεῖ. ὅπερ ἡ Ἀφροδίτη οὐκ ἂν ἔχοι. Τὸν δὲ Ἰασίωνα, γεωργὸν ἡ κατὰ τὸν Ἑλλάνικον ἱστορία ἔχει Κρῆτα τὸ γένος. Διὸς υἱὸν καὶ Ἡμέρας, παρʼ ᾧ μετὰ κατακλυσμὸν εὑρέθη φασὶ σπέρματα. ὅθεν καὶ ἡ Δημήτηρ κατὰ τὸν μῦθον ἐφίλει αὐτὸν ὡς καὶ Ἡσιόδῳ δοκεῖ. καὶ μίγνυται, οὐκ ἐν θαλάμῳ ἀλλʼ ἐν νειῷ τριπόλῳ. ἣν ὁ αὐτὸς Ἡσίοδος ἐξαίρει ἀλεξιάρην καλέσας καὶ παίδων εὐκηλήτειραν, καὶ ἐκ τῆς τοιαύτης μίξεως ὁ πλοῦτος γεννᾶται. ὁ ὡραῖος δηλαδή. ὃν γαῖα φέρει Δημήτερος ἀκτήν. ὁ δὲ τῷ Ἰασίωνι τούτῳ ἐνσκήψας κεραυνὸς, εἰς πολὺν αὐχμὸν νοεῖται, ὃς οἷα ὀλέθριος ἀπεναντίας ἥκει τοῖς γεωργοῖς ὅτε γένηται. Τὸ δὲ ὅλον εἰπεῖν, ἐπεὶ γεωργικώτατος ὁ Ἰασίων, δόξαν ἔσχε, Δήμητρι συνῳκηκέναι καὶ τὸν πλοῦτον τεκεῖν καθʼ Ἡσίοδον. δοκεῖ δὲ καὶ προσφυῶς κληθῆναι Ἰασίων, ὡς παρὰ τὸ ἵημι διὰ τὴν τῶν σπορίμων ἕσιν ὅ ἐστι πέμψιν κατὰ τῆς γῆς. ὁ δὲ Ἀῤῥιανὸς ἱστορεῖ καὶ ὅτι Ἰασίων, ἀδελφὸς Ἀετίωνος καὶ Δαρδάνου πρόγονος Πριάμου, ἐκ Δήμητρος καὶ Κόρης κάτοχος γενόμενος, εἴς τε Σικελίαν ἦλθε, καὶ ἐπὶ πολλὴν ἄλλην γῆν ἐπλανήθη τὰ ἐκείνης ὄργια δεικνύων. διὸ λόγον ἔσχεν, ὡς Δημήτηρ αὐτῷ μίσγεται. τούτου φησὶν υἱὸς, Πάριος. ᾧ ἐπώνυμον, τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ. ὅτι δὲ ἡ Δημήτηρ εἰς γῆν ἀλληγορεῖται ὡς οἵα τις γῆ μήτηρ, τεθρύληται. εἴη δὲ ἂν ἡ τοιαύτη εὐπλόκαμος, διὰ τοὺς ἐξ ἀνθέων στεφάνους οἷς κόμη καλλύνεται. Σημείωσαι δὲ ὅτι εἰ καὶ ταυτόν ποτε πλόκαμος καὶ πλοκαμὶς, ἀλλʼ οἱ παλαιοὶ, καὶ κόσμον γυναικεῖον τὴν πλοκαμῖδα εἶναι δηλοῦσιν. ἣν καὶ κορυφαίαν φασὶν, ἤγουν κορυφήν. τὴν δʼ αὐτὴν, καὶ σκόλλυν καὶ κρέκαν μετὰ τοῦ ν ἢ καὶ χωρὶς τοῦ ν. κεῖται γοῦν ἐν ῥητορικῷ λεξικῷ, ταῦτα. κρέκαν καὶ κορυφαίαν, τὸ αὐτό. καὶ σκόλλυν. μάλιστα δὲ Ἀττικοὶ πλοκαμῖδα. καὶ ἴσως ἐντεῦθεν καὶ εὐπλοκαμῖδες Ἀχαιαὶ, ὡς εὐκόσμητοι. Ἰστέον δὲ καὶ ὡς ἐκ τοῦ πλέκω μὲν, αἱ εἰρημέναι λέξεις παρήχθησαν. ἐκ δὲ τοῦ πέπλεχα, οὐ μόνον οἱ ἐν τῇ Ἰλιάδι πλοχμοὶ, ἀλλὰ καὶ τὸ πλόχανον. ἔστι δὲ αὐτὸ, πλέγμα τι κατὰ τοὺς παλαιοὺς, ᾧ καθαίρεται σῖτος. καὶ δοκεῖ κοσκινοειδές τι ἐκεῖνο εἶναι. οὗ ἀναλογία κατὰ τὸ, ὄχανον. κόπανον. ξόανον. ἕδρανον. ἤρανον. ἐξ οὗ πληθυντικὸν κατὰ συγκοπὴν, ἦρα καὶ ἐπίηρα. Πλοχμῷ δὲ ἀνάλογον, ὀχμός. οὗ ὄνομα παράγωγον ἀνάττικον μὲν τὸ νεοχμός. Ἀττικὸν δὲ, ὁ συνεοχμὸς οὗ καὶ παρʼ Ὁμήρῳ χρῆσις. ὧν θέμα, τὸ ἔχω. ἀφʼ οὗ λόγῳ μὲν παρακειμένου ἐνεργητικοῦ ἀῤῥήτου τὸ, πέτρης ἔχμα, Ὁμηρικῶς. ἤγουν κράτημα. συνοχή. μέσου δὲ παρακειμένου τολμήσαντος οὐδʼ αὐτοῦ ἐκφωνηθῆναι, τὸ πρόεγμα διὰ τοῦ γάμμα στοιχείου, καθʼ ὁμοιότητά τινα τοῦ, βρεχμὸς καὶ βρέγμα. ἔστι δὲ πρόεγμα ὡς δηλοῖ ὁ Σουΐδας, στήριγμα. ὥστε εἶναι ἀπὸ τοῦ ἔχω, τὸ ἔχμα τὸ πρόεγμα. τὸν ὀχμόν. οὗ ῥῆμα ὀχμάζειν παρʼ Εὐριπίδῃ. καὶ τὸν συνεοχμόν. καὶ τὸν νεοχμόν. τοῦ ἔχειν δὲ πάντως ἐξέχονται, καὶ ἡ ἐν ἄλλοις ῥηθεῖσα ὄχη τὸ ὄρος. καὶ τὸ ὄχα καὶ ἔξοχα. καὶ τὸ ὀχεῖν καὶ ὀχεύειν. καὶ τὸ ὀχεῖον. καὶ ἄλλα. καὶ ταῦτα μὲν οὕτω λελέχθω καὶ ἐς τοσοῦτον. Τὸ δὲ ᾧ θυμῷ εἴξασα τουτέστι τῇ οἰκείᾳ ἐπιθυμίᾳ, παντελῶς ἑτεροῖόν ἐστι τοῦ, ᾧ θυμῷ μεγαλήτορι εἴξας. ἐκεῖνο γὰρ ἐπὶ θυμοῦ ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ μίγη φιλότητι, πρὸς διαστολὴν ἑτέρων φησὶ μίξεων. μίγνυνται γὰρ καὶ ὑγρὰ πρὸς ἄλληλα. καὶ στρατεύματα δὲ ἐν μάχῃ. Τὸ δὲ καὶ εὐνῇ, ἐφερμηνευτικόν ἐστι τῆς ἐνταῦθα φιλότητος. ἵνα μὴ ἡ ἁπλῶς φιλία νοηθείη. Τρίπολος δὲ νειὸς, ἡ τρίτον ἐστραμμένη. πωλεῖν γάρ φασι τὸ ἀναστρέφειν. Καὶ ὅρα ὅτι τὸ μὲν πωλεῖν, διὰ τοῦ ω μεγάλου παρὰ τῷ ποιητῇ ὥσπερ καὶ τὸ πωλέσκω, καὶ ἡ εὔπωλος γῇ. ἡ δὲ τρίπολος, διὰ τοῦ ο μικροῦ. Τὸ δὲ περιτρόπιος βεβαῶτα, ἀντὶ τοῦ περιβάδην ἐποχούμενον τῇ τρόπει δίκην κέλητος. ὡς ἐν ἄλλοις ἐρεῖ ὁ ποιητής. Ἀργὴς δὲ κεραυνὸς ὀξυτόνως πρὸς διαστολὴν βαρυτόνου κυρίου μυθικοῦ, τοῦ Ἄργης. ᾧπερ ἀδελφὸς ἦν, Βρόντης καθʼ Ἡσίοδον. ἐσκεύαζον δέ φασι αὐτοὶ τῷ Διῒ ὁ μὲν κεραυνοὺς ὁ δὲ βροντάς. βέλη ταῦτα δίϊα. οἷς ὁ βλαβεὶς, διόβλητος ἦν. εἰκὸς δὲ μηχανικοὺς ἀνθρώπους αὐτοὺς εἶναι. τεχνωμένους ὁμοίως Ἀρχιμήδει, τὰς διʼ ἐνόπτρων ὡς οἷον ἀστραπαίας καύσεις οὗ μιμητὴς καὶ Ἀνθέμιος ὁ παρὰ τῷ Ἀγαθίᾳ. Ἔτι δέ, τεχνικῶς κτυποῦντας βροντῶδες. ὁποῖος ὑπονοεῖται καὶ ὁ Σαλμωνεύς. Κεραυνὸς δὲ γίνεται, παρὰ τὸ κείρειν καὶ αὔειν. ὁ φθείρων δηλαδὴ ἐν τῷ καίειν. Τὸ δὲ νῆα ἔλσας, ἀντὶ τοῦ ἐλάσας. κρούσας. πλήξας. Τὸ δὲ ἐκέασεν, ἀντὶ τοῦ διέσχισεν ὡς καὶ πρὸ ὀλίγων ἐγράφη. ἴσως δὲ καὶ τὸ ἐκέδασεν ἐκ τούτου γίνεται πλεονασμῷ τοῦ δ. ἵνα πως εἴη ταυτὸν τὸ ἐκέασε καὶ τὸ ἐκέδασεν, ἤδη δὲ καὶ τὸ ἐξετίναξε. διὸ ἐν τοῖς ἑξῆς, τὴν αὐτὴν σχεδίαν τὸ κῦμα διατινάξει. οὐ μὴν δὲ, ἀλλὰ καὶ δούρατα μακρὰ διασκεδάσει. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ κεάσαι, εὕρηνται καὶ ἀκέανοι, σπορίμου εἶδος. περὶ οὗ φησὶν Αἴλιος Διονύσιος, ὅτι ἀκέανοι, τὰ ἐν φακοῖς στρογγύλα καὶ δυσκάτακτα ὄσπρια. φέρων καὶ χρῆσιν Φερεκράτους, ταύτην. κυάμους. φακῆν. ζείας. αἴρας. ἀκεάνους. Ὅτι ὁ διὰ φόβον μεγάλου προσώπου καταφρονῶν τοῦ σῶσαί τινα, εἴποι ἂν ὣς ἐπεὶ οὔπως ἐστὶ τὸν τοῦ δεῖνος νόον οὔτε παρὲξ ἐλθεῖν οὔθʼ ἁλιῶσαι. ἐῤῥέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει. τί δὲ τὸ παρὲξ ἐλθεῖν καὶ τὸ ἁλιῶσαι, πρὸ ὀλίγων εἴρηται. Συμβούλου δὲ ἀγαθοῦ τὸ, αὐτάρ οἱ πρόφρων ὑποθήσομαι οὐδʼ ἐπικεύσω, ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται. Προθυμοποιὸν δὲ εἰς τοιαύτην βουλὴν τὸ, οὕτω νῦν ἀπόπεμπε. θεοῦ δʼ ἐποπίζεο μῆνιν μήπως τοι μετόπισθε κοτεσσάμενος χαλεπῄνῃ. ἐν τούτοις δὲ καὶ τὴν ὄπιν ἐτυμολογεῖ, ἥτις ἐστὶ τῶν μετόπισθεν ἤτοι τῶν μελλόντων θεία ἐπιστροφή. Τὸ δὲ, κάμμορε μή μοι ἔτʼ ἐνθάδε ὀδύρεο μὴ δέ τοι αἰὼν φθινέτω, παραμυθητικοῦ λόγου ἐστίν. αἰῶνα δὲ λέγει, τὴν ζωήν. ἣ φθίνει τοῖς μακροῖς θρήνοις. οὕτω καὶ ἀνωτέρω τούτων τὸ, κατείβετο γλυκὺς αἰὼν. ὅ ἐστιν ἐν δάκρυσι λειβόμενος κατετήκετο. Ἐν τούτοις δὲ καθὰ καὶ ἀλλαχοῦ, καὶ ἐρημία δηλοῦται τῆς κατὰ τὴν Καλυψὼ νήσου ἐν τῷ, μήτε νῆας παρεῖναι μήτε τοὺς τὸν Ὀδυσσέα πέμψοντας ἑταίρους. ἐν οἷς πιθανολογεῖται τὸ τὸν Ὀδυσσέα μονήρη πλεῦσαι. Ὅτι λέξις ναυπηγικὴ, τὸ ἁρμόζεσθαι. φησὶ γοῦν ἡ Καλυψὼ πρὸς Ὀδυσσέα. ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν, ἁρμόζεο χαλκῷ εὐρείην σχεδίην. ἐκ τοιαύτης δὲ ἐννοίας, καὶ Ἁρμονίδης Φερέκλου πατὴρ τοῦ τὰς ἀρχεκάκους νηῖας τῷ Πάριδι τεκτήναντος. Ὅρα δὲ τὸ, εὐρείην σχεδίην. διʼ οὗ δηλοῦται, ὡς οὐ κυρίως αὕτη σχεδία εἴπερ εὐρεῖα. οὐ γὰρ αἱ κυρίως σχεδίαι τοιαῦταί εἰσιν. ὅτι μὴ δὲ πολύδεσμοι ἐκεῖναι. ἐπιφέρει δὲ ἡ Καλυψὼ καὶ τὸ, αὐτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον. λέγει δὲ ἴκρια νῦν, ὀρθὰ ξύλα τὰ καὶ ἐγκοίλια. ὧν ἄνω, τὰ καταστρώματα τῆς νηός. Τὸ δὲ πῆξαι ἐπʼ αὐτῆς ὃ ἐστὶν ἐπὶ τῆς σχεδίας νηός, οὐ παραλόγως ἂν ῥηθείη ἀγαγεῖν εἰς νοῦν ὕστερον τὸ καθʼ ἱστορίαν τῆς ναυπάκτου ὄνομα. Τὸ δὲ ὑψοῦ, ἢ τοῖς ὄπισθε συντακτέον ἵνα ᾖ πῆξαι ἐπʼ αὐτῆς ἴκρια ὑψοῦ. ἢ τοῖς μετʼ αὐτό. ἵνα λέγῃ, ὥς σε φέρῃσιν ὑψοῦ. τουτέστιν, ἐπʼ ἠεροειδέα πόντον. πρὸς ὁμοιότητα τοῦ, ὑψοῦ ἐν νοτίῳ. Ὅτι φιλοξένου ἀνδρὸς λόγος τὸ, αὐτὰρ ἐγὼ σῖτόν τε καὶ οἶνον ἐρυθρὸν ἐνθήσω μενοεικέα, ἃ κέν τοι λιμὸν ἐρύκοι, εἵματά τʼ ἀμφιέσω, καὶ τὰ ἑξῆς δὲ, χρησιμεύσει ἐὰν παρῳδηθῇ, οἷον. ὡς ἂν ἀσκηθὴς οἴκαδε ἵκοιο αἴκε θεὸς ἐθέλῃ ὃς οὐρανὸν εὐρὺν ἔχει. ὅς μευ φέρτερός ἐστι νοῆσαί τε. ἤγουν κρᾶναι καὶ τελειῶσαι τὸ νοηθέν. ὃ πλείονός ἐστι δυνάμεως. πολλοὶ γὰρ, νοοῦσι μὲν οὐ κραίνουσι δὲ, ὡς μὴ ἰσχύοντες. δῆλον δὲ ὅτι καὶ πᾶς ὁ καὶ εἰπεῖν καὶ πρᾶξαι δεινὸς, φέρτερος ἂν λεχθείη νοῆσαί τε κρῆναί τε. Ἐν τούτοις δὲ, ἡ μυθικὴ Καλυψὼ, κρείττους ἑαυτῆς εἶναι ὁμολογεῖ τοὺς οὐρανίωνας. Τὸ δὲ ἃ λιμὸν ἐρύκοι, ἐφερμηνευτικόν ἐστι τοῦ μενοεικέα. ἐπεὶ, καὶ ταυτόν ἐστι βρῶμα τὸ ἐπαρκοῦν μένει καὶ τὸ ἐρύκον λιμόν. Ὅτι ὁ μὴ πιστεύων ὑπισχνουμένῳ τινὶ, ἐρεῖ ἄν. ἄλλό τι δὴ σὺ τόδε μήδεαι. καὶ εἴτι δὲ ἄλλο χρήσιμον τῶν ἐφεξῆς. Ὅτι τὸ, κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης, εἴ ποι ἄν τις παροιμιακῶς, ὅτε μικρῷ λόγῳ, μεγάλα τινὰ διελθεῖν βούλεται. Ὅτι τὸ κατὰ τὴν νῆσον τῆς Καλυψοῦς πέλαγος, ὁ Ὀδυσσεὺς δεινόν τʼ ἀργαλέον τε λέγει. τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐΐσαι ὠκύποροι περόωσιν ἀγαλλόμεναι Διὸς οὔρῳ. Καὶ ὅρα τὸ ἀγαλλόμεναι ὡς ἐπὶ ἐμψύχων τῶν νηῶν λεχθέν. ἵνα καὶ αὐταῖς ἄγαλμα εἴη ὁ τοῦ ἀέρος οὖρος. Τὸ δὲ ὠκύποροι περόωσι, κατὰ τρόπον ἐτυμολογίας πέφρασται. Τὸ δὲ οὐδὲ νῆες, διαστέλλει τῶν νηῶν τὰς σχεδίας. νῆες μὲν γὰρ, ἁπλῶς καὶ ἀσυνθέτως. σχεδίαι δὲ, νῆες σχέδιοι. καὶ ναῦς μὲν, οὐκ ἂν λεχθείη σχεδία. τῇ σχεδίᾳ δὲ, προσυπακούεται καὶ ἡ ναῦς. Ὅτι Ὀδυσσεὺς μὲν οὐκ ἔχων πιστεῦσαι εἴπερ ἀληθὴς ἡ τῆς Καλυψοῦς πομπὴ, ἐθέλει τλῆναι αὐτὴν μέγαν ὅρκον ὀμόσσαι, μήτι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, οἷα ὀδυρομένῳ καὶ ἀπαναινομένῳ αὐτήν. ἡ δὲ, μείδησέ τε χειρί τέ μιν κατέρεξε. ταῦτα δὴ τὰ πολλαχοῦ ῥηθέντα. Καὶ εἰποῦσα. ἦ δὴ ἀλιτρός ἐσσι καὶ οὐκ ἀποφώλια εἰδώς, καὶ, οἷον δὴ τόνδε μῦθον ἐπεφράσθης ἀγορεῦσαι, ὄμνυσι γῆν καὶ οὐρανὸν καὶ τὸ τῇ, στυγὸς ὕδωρ, μηδέν τι πῆμα κακὸν βουλευσέμεν ἄλλο καὶ τὰ ἑξῆς. Καὶ ὅρα τὸ ἄλλο, δηλοῦν τὴν ἑτερότητα τοῦ κακοῦ πρὸς τὸ ἀγαθόν. Ὁ δὲ ὅρκος τῇ Καλυψοῖ ὡς καὶ ἀλλαχοῦ, τοιοῦτος. ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε. καὶ τὸ κατειβόμενον στυγὸς ὕδωρ, ὅστε μέγιστος ὅρκος δεινότατός τε πέλει θεοῖς. Ὅτι δὲ τοιοῦτος ὁ τῆς στυγὸς ὅρκος, καὶ ὡς ἐκ πέτρας ἐν ᾄδου κατείβεται, καὶ ὡς καθʼ ἱστορίαν, πηγή ἐστιν ἡ Στὺξ ἐν τῇ Ἀρκαδικῇ φενεῷ, καὶ ὡς ἐξ αὐτῆς τὸ στυγεῖν καὶ τὸ στυγητὸν καὶ τὸ στυγνὸν, ἀλλαχοῦ δηλοῦται ἱκανῶς. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς ἑξῆς περὶ αὐτῆς. Τοῦ δὲ ἀλιτρὸς, προϋπόκειται ἐνεστὼς ἀλείτω τῇ ει διφθόγγῳ παραληγόμενος. οὗ δεύτερος ἀόριστος, ἤλιτον. ὅθεν ἀλιτηρός. ἴσως δὲ, καὶ ἀλιτήριος. καὶ συγκοπῇ, ἀλιτρός. ἐκεῖθεν δὲ καὶ ὁ Ὁμηρικὸς ἠλιτόμηνος, ὁ παρʼ ἑτέροις διὰ τοῦ κατʼ ἀρχὴν ἄλφα, ἀλιτόμηνος. καὶ ἀλιταίνω τὸ ἁμαρτάνω. καὶ ἀλιτεύω δέ φασιν ὁμοίως. καὶ ἀλίτρια ἡ ἁμαρτία. καὶ ἀλιτήμων ὁ ἐφάμαρτος. καὶ ἀλίτημα, ἁμάρτημα. καὶ ἀλιτήμωρος ὁ παράφρων. καὶ ταῦτα μὲν ἐκ τοῦ ἤλιτον καὶ ἀλιτῶ. ἤγουν ἐκ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος. ἐκ δὲ τοῦ ἀλείτω ἐνεστῶτος, ἀλείτης ὁ ἁμαρτωλός. οὗ ἀναλογώτερον παρὰ Λυκόφρονι, ὁ ἀλοιτός. Τὸ δὲ ἀλιτρός ἐσσι καὶ οὐκ ἀποφώλια εἰδὼς, ἀντὶ τοῦ ἤλιτες καὶ οὐκ εἶπας τὸ ἀληθὲς καὶ ταῦτα μὴ ἀπαίδευτος ὤν. ἀποφώλιος γὰρ, ὁ ἀπαίδευτος καὶ ἀδίδακτος ἐπειδὴ φωλεοὶ παρὰ τοῖς ἀρχαίοις ἐλέγοντο τὰ παιδευτήρια. ἢ καὶ ἄλλως, ὁ ἀπεῤῥιμμένος καὶ μὴ ἄξιος λόγου, ὡς ἀπὸ τῶν ὀρνέων ἃ τῶν φωλεῶν ἀποβάλλεται. Τὸ δὲ ἴστω, καινότερον κατὰ τριῶν ὀνομάτων κεῖται, τοῦ γαῖα, τοῦ οὐρανὸς, καὶ τοῦ στύξ. Τὸ δὲ ὅς τε μέγιστος ὅρκος, Ἀττικῶς ἐῤῥέθη. τὸ γὰρ κοινὸν, ὃ μέγιστος ὅρκος πέλει. Ὅτι ἀληθοῦς φιλίας τὸ, ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι. ἅσσʼ ἂν ἐμοί περ μηδοίμην ὅτε με χρειὼ τόσον ἵκοι. τουτέστιν ἃ νοῶ ἐκεῖνα καὶ συμβουλεύσομαι, ἃ καὶ ἐμοὶ φρασαίμην ἂν ὅτε εἰς τοσοῦτον χρείας ἔλθω. Προσώπου δὲ συστατικὸν τὸ, καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος. οὐδέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι σιδήρεος ἀλλʼ ἐλεήμων. Φιλοξενίας δὲ ἔνδειξις τὸ, ἐτίθει παρὰ πᾶσαν ἐδωδὴν ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν. Ἐν τούτοις δὲ κεῖται καὶ ὡς ἔνθα καθέζετʼ ἐπὶ θρόνου Ὀδυσσεὺς, ἔνθεν ἀνέστη Ἑρμείας. διʼ οὗ ἔστιν ὑπονοῆσαι ἀλληγορικῶς, περὶ τὸ αὐτοῦ ὑποκείμενον ἱδρύσθαι τόν τε λόγον καὶ τὸν αὐτοῦ μετέχοντα φιλόσοφον ἄνδρα ὁποῖος καὶ Ὀδυσσεύς. ἔχοι δʼ ἄν τις τὸ τοιοῦτον εἰπεῖν ῥητὸν, καὶ ὅτε λογίου ἀνδρὸς σχολὴν, ἕτερος ὅμοιος αὐτῷ διαδέξεται. Τὸ δὲ τὴν Καλυψὼ ἐνταῦθα τῷ μὲν Ὀδυσσεῖ παραθεῖναι οἷα βροτοὶ ἔδουσιν αὐτὴν δὲ ἄλλως τρυφᾶν, λαβὰς δίδωσι κατὰ γυναικὸς τρυφώσης ὑπὲρ τὸν ἄνδρα. φησὶ γάρ. τῇ, δὲ παρʼ ἀμβροσίην δμωαὶ καὶ νέκταρ ἔθηκαν. ὧν δηλαδὴ ἐὰν μετελάμβανε καὶ Ὀδυσσεὺς, ἀθάνατος ἦν ἂν κατὰ τὴν Καλυψὼ, τὴν καὶ βουλομένην αὐτὸ καθὰ ἐκείνη πρὸ ὀλίγων ἔφη. δῆλον δὲ ὡς ἀρέσκει τῷ μύθῳ, ἀθανατίζεσθαι τὸν γευσάμενον ἀμβροσίας καὶ νέκταρος. ἔχει δέ τι καὶ κολακείας ὁ τοιοῦτος τόπος ἐν ᾧ ἡ μὲν Καλυψὼ παρατίθησι τῷ Ὀδυσσεῖ, αἱ δὲ δμωαὶ τῇ Καλυψοῖ. Ὅτι πρὸς φίλον ἐπικινδύνως οἴκαδε ἀπιόντα, εἰκὸς ῥηθῆναι τὸ, οὕτω νῦν οἶκονδε φίλην ἐς πατρίδα γαῖαν αὐτίκα νῦν ἐθέλεις ἰέναι, σὺ δὲ χαῖρε καὶ ἔμπης. εἴγε μὲν εἰδείης σῇσι φρεσὶν ἅσσα τοι αἶσα κήδεʼ ἀναπλῆσαι ἐνθάδε αὖθι μένων παρʼ ἐμοὶ, τόδε δῶμα φυλάσσοις. Πρὸς ταῦτα δὲ ὁ φιλοπάτρις εἴποι ἂν, οἶδα καὶ αὐτὸς πάντα μάλα. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. εἰ δʼ αὖ ῥαίῃσι θεὸς, τλήσομαι ἐνὶ στήθεσσιν ἔχων ταλαπενθέα θυμόν. εἰ δὲ καὶ πολύτλας ὁ τοιοῦτος ἐστὶ, προσθήσει καὶ τὰ ἐφεξῆς. ἤδη γὰρ μάλα πολλʼ ἔπαθον καὶ πόλλʼ ἐμόγησα κύμασι καὶ πολέμῳ, μετὰ καὶ τόδε τοῖσι γενέσθω. Ὀδυσσέως δὲ ταῦτα λέγοι. ὃς καὶ ἐκ τούτων τλήμων συνάγεται, ὁ καὶ συντεμὼν ῥητορικῶς ἐν δυσὶ λέξεσι τὰ κατʼ αὐτὸν μυρία πάθη. Τὸ γὰρ κύμασι καὶ πολέμῳ, τὸ μὲν τὰ περὶ Τροῖαν δηλοῖ, τὸ δὲ, τὰ κατὰ θάλασσαν. Ὅρα δὲ τὸ αὐτίκα νῦν, παραλλήλως δηλοῦντα τὸ αὐθωρόν. ἔστι δὲ ταυτόνοια καὶ ἐν τῷ, ἐνθάδε αὖθι. ὁ αὐτὸς γὰρ νοῦς ἐν ἀμφοῖν. ὅμοιον δὲ καὶ τὸ, ἐθέλω καὶ ἐέλδομαι. καὶ τὸ, οἴκαδε ἐλθεῖν καὶ νόστιμον ἦμαρ ἰδέσθαι. εἰκὸς δὲ ἀγωνιῶσαν τὴν Καλυψὼ μὴ ἐνευκαιρεῖν ἐπιχύσει νοημάτων, ἀλλὰ συχνὰ ταυτολογεῖν. ὁ μέντοι ῥήτωρ Ὀδυσσεὺς τοσοῦτον ἀπέχει τοῦ οὕτω πολυλογεῖν. ὥστε καὶ τὰς ἀμυθήτους πράξεις τε καὶ πάθας, δυσὶν ἐμφῆναι ὀνόμασι τῷ, κύματα, καὶ τῷ, πολέμους. Τὸ δὲ εἰδείης, ἐκ τοῦ εἴδω εἴδοιμι γίνεται, κατὰ μεταπλασμόν. ὁμοίως τῷ περιπατοῖμι περιπατοίην, καὶ τοῖς ὁμοίοις. Τὸ δὲ τόδε δῶμα φυλάσσοις, ἀστείως ἐῤῥέθη ἀντὶ τοῦ ἐπιμελῶς αὐτὸ κατέχοις καὶ κατὰ σπουδὴν δίκην φύλακος. Τοῦ δὲ ῥαίειν ὅ ἐστι φθείρειν, πρωτότυπον τὸ ῥῶ. ὡς καὶ τοῦ κλαίειν καὶ καίειν, τὸ κλῶ καὶ κῶ.

`1.209–1.234`

Ὅτι βαρυνομένη ἡ Καλυψὼ ἐφʼ οἷς ἱμείρεται Ὀδυσσεὺς ἰδέσθαι τὴν αὐτοῦ ἄλοχον ἧς αἰὲν ἐέλδεται ἤματα πάντα, φησί. οὐ μέν θην ἤγουν οὐ μὴν δὴ, κείνης γε χερείων εὔχομαι εἶναι, οὐ δέμας οὐδὲ φυήν. ἔπαινος δὲ γυναικὸς ἀγαθῆς ταῦτα ὡς καὶ ἐν Ἰλιάδι κεῖται. Εἶτα ἐπάγει πρὸς λόγου κατασκευὴν τὸ, ἐπεὶ οὔπως οὐδὲ ἔοικε θνητὰς, ἀθανάταις δέμας καὶ εἶδος ἐρίζειν. διὸ καὶ μέγας ἔπαινος γυναικὸς τὸ, θεαῖς εἰς ὦπα ἐῴκει. Ὅρα δʼ ἐνταῦθα τὸ, δέμας καὶ εἶδος ταυτὸν ἴσως ὂν ὡς εἴπερ ἔφη δέμας καὶ φυήν. καὶ οὕτω μὲν ἡ Καλυψὼ μετριώτερον. Ὀδυσσεὺς δὲ παραιτησάμενος συγγνώμην ἐφʼ οἷς προαιρεῖται οἴκαδε νοστῆσαι, φησί. πότνα θεά. μή μοι τόδε χώεο. οἶδα καὶ αὐτὸς πάντα μάλʼ οὕνεκα σεῖο περίφρων Πηνελόπεια εἶδος ἀκιδνοτέρη μέγεθός τε εἰς ὦπα τʼ ἰδέσθαι. ἡ μὲν γὰρ βροτός ἐστι. σὺ δʼ ἀθάνατος καὶ ἀγήρως. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι καὶ τὰ ἑξῆς ὡς προσεχῶς ἀνωτέρω ἐγράφη. Καὶ ὅρα τὴν διὰ παντὸς τοῦ λόγου δεινότητα. τὸ τραχύ τε γὰρ τοῦ λόγου ἐλέανε ζητήσας ὡς ἐῤῥέθη συγνώμην, καὶ τῷ καταρτικῷ ἐπιθέτῳ ἐκολάκευσε. πότναν θεὰν προσειπὼν τὴν Καλυψώ. καὶ τῇ συντόμῳ συγκρίσει ἐταπείνωσε τὴν Πηνελόπην. ὅμως μέντοι ἄλλως λεληθότως ἐσέμνυνεν ἐκείνην, παραῤῥίψας ἔπαινον τὸ, περίφρων Πηνελόπεια. οὗ ἕνεκεν δοκεῖ ἐκείνην φιλεῖν. μονοννουχὶ φάμενος, ὡς εἰ καὶ τὰ ἄλλα σοῦ ἀκιδνοτέρα, τὰ γοῦν κατὰ νοῦν περιττή ἐστι. Σημείωσαι δὲ καὶ ὡς ἐπὶ πλέον θεραπεύων τὴν Καλυψὼ, οὐδὲ λέγει ὡς ἐθέλω καὶ ἐέλδομαι εἰς τὴν γυναῖκα ἐλθεῖν, ἀλλʼ οἴκαδε ἁπλῶς νοστῆσαι. Τὸ δὲ χερείων, τῇ ει διφθόγγῳ παραληγόμενον ἐν τῇ συγκρίσει, τῷ ἰῶτα μόνῳ παραλήγεται ὡς τρισύλλαβον ὁμοίως τῷ ἀρείων ἄριστος, ἐν τῇ ὑπερθέσει. τὸ γὰρ φυλάσσειν αὐτὴν καὶ ἐν τοῖς ὑπερθετικοῖς, τῶν δισυλλάβων ἐστίν. ὁποῖον τὸ, πλείων πλεῖστος μείων μεῖστος. Φυῆς δὲ ὅτι παράγωγον εὐφυὴς πτελέα καὶ μηροὶ εὐφυεῖς, ἡ Ἰλιὰς δηλοῖ. οἱ δὲ ὕστερον, εὐφυῆ καὶ τὸν κατὰ νοῦν δεξιὸν εἶπον. Ἀττικοὶ δὲ, τὸν σκωπτικὸν εὐφυῆ ἐκάλουν κατά τινας. Τὸ δὲ εἶδος μέγεθός τε, οὐκ ἂν εἴη ἑτεροῖον τῶν προειρημένων. τοῦ, δέμας καὶ εἶδος. καὶ δέμας καὶ φυήν. Ἀκιδνοτέρα δὲ κατὰ τοὺς γλωσσογράφους, ἡ ἀσθενεστέρα ἢ εὐτελεστέρα. περὶ οὗ ἐν τοῖς ἑξῆς που κρεῖττον ῥηθήσεται. Τὸ δὲ εἰς ὦπα ἰδέσθαι, δοκεῖ σφοδρότητός τι ἔχειν. ὡς τὰ μὲν εἰς ὄψιν, ἀκιδνοτέρας οὔσης τῆς Πηνελόπης οὐ μὴν καὶ τάγε εἰς τὸ περίφρονα εἶναι. Ὅρα δὲ καὶ ὅτι τὸ βροτὸς ἀντέθηκε πρὸς τὸ ἀθάνατος. ἐπειδὴ καὶ κυρίως βροτὸς ὁ ἐν ῥοῇ καὶ ῥευστὸς, ἤτοι φθαρτός. ᾧ ἀντίθετον τὸ ἄφθαρτον. Τὸ δὲ ἐθέλω καὶ ἐέλδομαι, τῇ παραλλήλῳ θέσει, τὸ πολὺ δηλοῖ τῆς ἐφέσεως. τάχα δὲ καὶ ἐπίτασις τοῦ ἐθέλειν τὸ ἐέλδεσθαι. Ὅτι τὸ, τερπέσθην φιλότητι παρʼ ἀλλήλοισι μένοντες, σεμνῶς πέφρασται ἐπὶ τῆς νύκτωρ συγκαθευδήσεως τῆς Καλυψοῦς καὶ τοῦ Ὀδυσσέως. μεθʼ ἣν διασκευάζων τὰ τῆς ἐξεγέρσεως, φησὶν ὡς ἅμα πρῳΐα, ὁ μὲν, χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς. αὐτή δʼ ἀργύφεον ἤτοι λευκοϋφὲς φᾶρος μέγα ἕννυτο νύμφη. λεπτὸν καὶ χαρίεν. περὶ δὲ ζώνην βάλε τʼ ἰξύϊ καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην. ταὐτὸν δὲ εἰπεῖν, κρήδεμνον. Καὶ ὅρα ὅτι δὶς ἔφη τὸ ἕννυτο διὰ τὸ καίριον. οἱ δὲ ὕστερον, μετὰ προθέσεως ἀμφιέννυσθαι τὸ τοιοῦτον ῥῆμα φασί. Τὸ δὲ μέγα φᾶρος, εὐμεγέθη συλλογιστικῶς ἐμφαίνει τὴν Καλυψώ. ἧς ἀκιδνοτέρη τὸ μέγεθος ἡ Πηνελόπη προσεχῶς εἴρηται. Εἰς δὲ τὸ ἰξύϊ, γράφουσιν οἱ παλαιοὶ τοιαῦτα. ῥάχις καλεῖται τὸ ὅλον. ἡ σύμπηξις τῶν λ δ σφονδύλων. ὧν οἱ πρῶτοι ἑπτὰ συμπληροῦσιν ἄνω τὸν τράχηλον. οἱ δὲ τελευταῖοι δέκα καὶ πέντε, τὴν ὀσφῦν. οἱ δὲ μέσοι δώδεκα, τὸν νῶτον. ὃν ἰξὺν ὁ ποιητής φασι λέγει, ἐπεὶ ἔστιν ἀνθρώποις ξύσαι αὐτὸν καὶ κνήσασθαι. ἐπὶ μέντοι ἀλόγων, κυρίως ἄκνηστις λέγεται. ὡς τὸ, κατʼ ἄκνηστιν μέσα νῶτα. εἰ δὲ τοῦτό ἐστιν ἰξὺς, ὅρα ὅπως ἱστορεῖ ὁ ποιητὴς οὐ συνήθως περὶ τὴν ὀσφῦν ζώνυσθαι τὴν Καλυψώ. καὶ ὅτι οὐκ ἠρκέσθη φᾶρος ἁπλῶς καὶ ζώνην εἰπεῖν, εἰ μὴ καὶ ἐπιθέτοις αὐτὰ ἐκόσμησε. τὴν δέ γε καλύπτραν, οὕτω δόξαν αὐτῷ, δίχα ἐπιθέτου προήγαγεν. Ὅτι ἐν τῷ, δῶκε μέν οἱ πέλεκυν μέγαν ἄρμενον ἐν παλάμῃσι χάλκεον ἀμφοτέρωθεν ἀκαχμένον. αὐτὰρ ἐν αὐτῷ, στειλειὸν περικαλλὲς ἐλάϊνον εὖ ἐναρηρός. δῶκε δʼ ἔπειτα σκέπαρνον ἐΰξοον. Καὶ πάλιν μετʼ ὀλίγα. τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ. Καὶ αὖθις μετʼ οὐ πολλά. τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψὼ, φασὶν οἱ παλαιοὶ ὅτι ἐνῆν μὲν ἅπαντα ὑφὲν κομίσαι. ἡ δὲ, ἀλλὰς πολλὰς εὑρίσκει ἀφορμὰς τοῦ συχνὰ ἐντυγχάνειν τῷ Ὀδυσσεῖ οἷα κατακόρως αὐτοῦ ἐθέλουσα σχεῖν ἤδη μέλλοντος ἀποπλεῖν. Ὅρα δὲ ὡς προέθετο καὶ νῦν καθὰ καὶ ἀλλαχοῦ, ἐργαλεῖα τεχνικὰ εἰπεῖν. πέλεκυν. σκέπαρνον. στάθμην τὲ καὶ τέρετρα. διʼ ὧν καὶ πολυπειρίαν τῷ ἀκροατῇ ἐργάζεται, καὶ πλατύνει ἀφελῶς τὴν ποίησιν. οὐ διασαφεῖ δὲ καὶ ποῦ εὗρεν ἡ Καλυψὼ τὰ ναυπηγικὰ ἐργαλεῖα καὶ τὰ λοιπὰ, οἷα μὴ θέλων περὶ τοιοῦτόν τι κακοζήλως καὶ μικρολογικῶς ἀπασχολῆσαι τὴν ποίησιν. Ἀρετὴν δὲ τεχνίτου ἐμφαίνει, πέλεκυς ἄρμενος παλάμαις. ὁ γὰρ μὴ τοιοῦτος, ἀχρειοῖ ἐκεῖνον. οὕτω δὲ χρὴ καὶ τὸ στειλειὸν ἐναρηρέναι τῷ πελέκει διὰ τὸ εὔχρηστον. ἵνα θάτερον μὲν ἄκρον τοῦ στειλειοῦ ἐναρήρῃ τῷ πελέκει. τὸ δὲ ἕτερον, τῇ τοῦ τεχνίτου παλάμῃ. Τὸ δὲ ἀμφοτέρωθεν ἀκαχμένον ἤτοι θλίβον τῇ τομῇ, τὸ ἀμφίστομον δηλοῖ. ὃ καὶ ἀμφίκοπον λέγεται. Στειλειὸν δὲ οὐδετέρως τὸ ἐνιέμενον ξύλον εἰς τὴν θηλυκῶς λεγομένην στειλειὰν ἤγουν εἰς τὴν ὀπὴν τοῦ σιδήρου. καὶ φυλάσσεται μέχρι τοῦ νῦν ἡ λέξις, στειλειάριον λεγομένη παρὰ τοῖς πολλοῖς. ἣν στειλὰν ἤγουν ὀπὴν, οἱ μὲν παλαιοὶ, καὶ τρῆμα ἑρμηνεύουσι. τρητὸν δὲ μέχρι καὶ νῦν, οἱ περὶ Λυκίαν. Τὸ δὲ περικαλλὲς, ἢ ἁπλοϊκῶς παρέῤῥιπται, ἢ καὶ ὅτι εἰκὸς περί που τὸ ἄκρον ἔχειν τινὰ γλυφῆς ὡραϊσμόν. Τὸ δὲ ἐλάϊνον, παρατηρήσας ἔφη. ὡς ἔθος ὂν, τοιοῦτον εἶναι. Σκέπαρνον δὲ ἐΰξοον, δύναται καὶ κατὰ ἐνεργητικὴν σημασίαν εἶναι τὸ εὖ ξέον. ὥς που καὶ βέλος ὠκύμορον, τὸ ὠκὺ θανατοῦν. διὸ καὶ τὴν ἐνέργειαν αὐτοῦ φράζων καὶ τὴν τοῦ πελέκεως, φησί. πελέκκησε δʼ ἄρα χαλκῷ, ξέσσε δʼ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνε. δῆλον δὲ ὡς οἱ μεθʼ Ὅμηρον διθυραμβογραφοῦντες, σκέπαρνον δριμέως φράζοντες, ἄλλως ἐπὶ ἐρίου τίθενται ὃ σκέπει ἄρνα. Τὸ δὲ πελέκκησε, διὰ μέτρον διπλάζει τὸ κάππα. ὡς καὶ ἀλλαχοῦ τὰ ἡμιπέλεκκα. ὅτι δὲ πελεκῶ μὲν, ἐπὶ ξύλων, πελεκίζω δὲ ἐπὶ προβάτων καὶ βοῶν καὶ ὅλως ζῴων, καθωμίληται τοῖς γραμματικοῖς. Ὅτι δὲ καὶ ἡ πέλλα οὐ τοπικὸν ἀλλὰ τὸ σκυφοειδὲς ἀγγεῖον ὃ πυθμένα ἔχει πλατύτερον εἰς ὃ ἤμελγον γάλα, ἐκ τοῦ πελεκῶ γέγονεν ὡς ξύλινον, οἱ παλαιοὶ δηλοῦσι. χρῆσις δὲ αὐτῆς, καὶ ἐν τῷ, περιγλαγέας κατὰ πέλλας. ὅθεν καὶ πελλὶς καθʼ ὑποκορισμόν. Ἱππώναξ. ἐκ πελλίδος πίνοντες· οὐ γὰρ ἦν αὐτοῖς κύλιξ. ὁ παῖς γὰρ ἐμπεσὼν, κατήραξεν. εἰ δέ τις Φοῖνιξ πελλίδα φησὶ χρυσῆν ἤτοι φιάλην, σημείωσαι τὸ, πελλίδα χρυσῆν, χρήσιμον ὂν καὶ αὐτὸ καθὰ καὶ τὸ πίνειν ἐξ ἀργυρίδων χρυσῶν, εἰς τὸ, ἵπποι ἐβουκολοῦντο. καὶ εἰς τὸ, νέκταρ ἐωνοχόει. καὶ εἰς τὸ, ἐχειρονόμησε σκέλεσι. καὶ ὅσα δὲ ἄλλα τοιαῦτα ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρασεσημείωται. Περὶ δὲ στάθμης, ἐγράφη ἀκριβῶς ἀλλαχοῦ. ἥτις ἐνταῦθα, κανών ἐστι τεκτονικός. ἤτοι σχοινίον μεμιλτωμένον ὡς τὰ πολλά. οὗ ἔργον, τὸ ἰθύνειν. οὐκ ἀεὶ δὲ μιλτοῦται ἡ σχοῖνος ἀλλὰ καὶ μελαίνεται. σπάνιον δὲ ἡ λευκὴ, διὰ τὸ κατʼ αὐτὴν ἐν τοῖς ὑπολεύκοις τῶν σωμάτων ἄσημον καὶ οὐκ εὐδιάρθρωτον εἰς ἀπόρθωσιν γνώσεως. ὅθεν καὶ παροιμία τὸ, λευκὴ στάθμη. φησὶ γὰρ Αἴλιος Διονύσιος, οὕτω. λευκὴ στάθμη, ὁ μηδὲν διακρίνων μηδὲ διαγινώσκων. περὶ ἧς καὶ ἑτέρωθι ἐγράφη. Τὸ δὲ τέρετρον ὃ δέλετρον καὶ τέλετρον ἀσιανή τις γλῶσσα φησὶ παραφθείρουσα, ὠνοματοπεποίηται παρὰ τὸν ἦχον τὸν ἐν τῷ τρυπᾶν ἀποτελούμενον. γίνεται δὲ ἀπὸ τοῦ τερῶ τερέσω τὸ τρυπῶ. ὃ καὶ αὐτὸ, μίμησιν ἔχει ἤχου. καθὰ καὶ τὸ τρῶ. οὗ παράγωγον ὥσπερ τὸ τρύχω, οὕτω καὶ τὸ τρύω ἐξ οὗ καὶ τρύμη ἡ παρὰ τῷ κωμικῷ. καὶ τρυμαλιὰ ἢ ὀπὴ τῆς βελόνης. καὶ ζυγοῦ τρυτάνη καὶ Ἀτρυτώνη Ἀθηνᾶ. καὶ τὸ τρυπᾶν καὶ τὰ ἐξ αὐτοῦ. ἐν οἷς, καὶ ἐκτρυπῆσαι κατὰ Παυσανίαν, τὸ μετὰ βίας ἐξελθεῖν. Αἴλιος δὲ Διονύσιος, εἰστρυπᾶν καὶ ἐκτρυπᾶν φησὶ, τὸ παρεισελθεῖν καὶ λάθρα μετὰ βίας ἐξελθεῖν. ἐκ δὲ τοῦ τοιούτου τρῶ, καὶ τὸ τρίβω. ὡς θλῶ θλίβω. καὶ τὸ τετραίνω, ὃ ἔργον ἐστὶ τῶν τερέτρων. φησὶ γάρ. τέτρηνε δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοις. ἔστι γὰρ τρῶ ὡς ἐῤῥέθη, ἐξ οὗ τραίνω τὸ παράγωγον τοῦ τρανὸς καὶ τρανές. καὶ κατὰ ἀναδιπλασιασμὸν, τετραίνω. ὡς τρέμω τρεμαίνω τετρεμαίνω. ἔοικε δὲ γίνεσθαι τὸ τρῶ, ἐκ τοῦ τείρω κατὰ συγκοπήν. ἢ ἐκ τοῦ τορῶ. ἀπὸ δὲ τοῦ τοιούτου τρῶ, καὶ τὸ τρώγειν. ὅθεν ὁ τράγος. μίμημα ὂν καὶ αὐτὸ τοιούτου ἤχου. ἔτι δὲ, καὶ ἡ γρώνη τετρυπημένη οὖσα πέτρα καὶ ὡς οἱ παλαιοί φασι, τρώνη τίς. εἰ δὲ καὶ τὸ τρῶσαι ὅπερ Ἰωνικῶς τὸ βλάψαι δηλοῖ, σύστοιχον τοῖς τοιούτοις ἐρεῖ τις, οὐκ ἂν ἀπεικότως εἴποι. ἐκ δὲ τοῦ τορῶ ἐξ οὗ καὶ αὐτοῦ ὡς ἐῤῥέθη, δοκεῖ συγκεκόφθαι τὸ τρῶ, καὶ ὁ τορὸς λόγος καὶ ὁ τεκτονικὸς τόρος καὶ τὸ τορεύειν καὶ ὁ τόρνος, γίνεται. ἐκεῖθεν δὲ κεκίνηται καὶ τὸ ἀντετόρησεν. ὅπερ ἐν Ἰλιάδι κεῖται, ὡς δὲ τοῦ τείρειν αὖθις ἴδιαί τινες εἰσὶ κινήσεις, δῆλον ἔκ τε ἄλλων, καὶ ἐκ τοῦ Τειρεσίου. ἀπὸ τοῦ τείρω γάρ τινες ἐτυμολογοῦσι καὶ αὐτόν. καθὰ καὶ τὰ τείρεα, ὅπέρ ἐστιν ἄστρα. ἐκεῖθεν δὲ, καὶ τὰ κατʼ οἴκους τέραμνα. ὡς τειρόμενα εἰς γλυφὴν, καθὰ δηλοῖ τὰ τρίγλυφα. καὶ ἡ τερηδὼν τὸ ζωΰφιον ὃ καὶ ξύλοις ἐμφύεται καὶ ὀστοῖς. καὶ ὁ τέρην. οὗ περ οὐδέτερον μὲν, τέρεν ἢ δάκρυον ἢ εἴτι ἄλλο. θηλυκὸν δὲ, τέρεινα. οἷον. πάρεισι μόσχων τέρειναι σάρκες. ἤγουν ἁπαλαί. τοῦ δὲ τείρειν στέρησις ὥσπερ ὁ ἀτειρὴς, οὕτω καὶ τὸ ἀτέραμνον ἤγουν δυσέψητον ὄσπριον. ἐξ οὗ καὶ ἦθος ἀτέραμνον, τὸ ὠμὸν καὶ ἀνύπεικτον. καὶ ὕδατα δὲ ἀτέραμνα, τὰ πυκνοῦντα καὶ οὕτω σκληρύνοντα. Φάρεα δὲ, εἰ καὶ ἐν ἄλλοις κοινότερον τὰ συνεῤῥαμένα εἰς ἔνδυσιν, ἀλλὰ νῦν τὰ σπεῖρα ἔφη. ταυτόν δʼ εἰπεῖν τὰ λίνα ὧν χρεία τοῖς πλέουσι. Τοῦ δὲ τόφρα, σημασίαι φασὶ πέντε. τὸ εὐθέως. τὸ ἕως. τὸ ἡνίκα. τὸ ὄφρα. καὶ τὸ ἐν τοσούτῳ ὡς ἐνταῦθα. Ὅτι τὰ τῆς ναυπηγίας τοῦ Ὀδυσσέως ἐργαλεῖα ὡς προεῤῥέθη φθάσας ὁ ποιητὴς, χορηγεῖ ἐκείνῳ καὶ ξύλα, λέγων οὕτως. ἦρχε δʼ ὁδοῖο ἡ Καλυψὼ νήσου ἐπʼ ἐσχατιῆς ὅθι δένδρεα μακρὰ πεφύκει. κλήθρη τʼ αἴγειρός τε περὶ ὧν καὶ προεγράφη. ἐλάτη τʼ ἦν οὐρανομήκης. αὖα πάλαι, περίκηλα. τά οἱ πλώοιεν ἐλαφρῶς. Εἶτα τὴν τῆς σχεδίας κατασκευὴν φράζων ἣν καὶ πολύδεσμον οἶδε καὶ εὐρεῖαν, φησίν. αὐτὰρ ὁ τάμνετο δοῦρα. θοῶς δέ οἱ ἤνυτο ἔργον. εἴκοσι δʼ ἔκβαλε πάντα. πελέκκησέ τε ὡς προσεχῶς ἐῤῥέθη. καὶ ἔξεσε. καὶ πρὸς στάθμην ἴθυνε. καὶ τερέτροις τέτρηνε πάντα ὡς καὶ αὐτὸ ἐγράφη. καὶ ἥρμοσεν ἀλλήλοις. ὃ καὶ διασαφῶν, ἐπάγει. γόμφοισι δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρῃρεν. οἷς ἐπαγαγὼν κατὰ τρόπον ἐπεμβολῆς τὸν κοαρὸν διʼ οὗ ἀπηρτίσθη τὸ ἔργον οἷα ἑρμηνεῦσαι θέλων οὕτω τὸ, θοῶς δέ οἱ ἤνυτο ἔργον. καὶ εἰπὼν ὅτι ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ φορτίδος εὐρείης εὖ εἰδὼς τεκτοσυνάων, τόσσον ἐπʼ εὐρείην σχεδίην ποιήσατʼ Ὀδυσσεὺς, ἐπιφέρει τὰ ἑξῆς τῆς κατασκευῆς ὡς ἐξ ὑπαρχῆς, καὶ φησίν. ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι, ποίει. ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα, ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ. πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο ὄφρʼ ἰθύνῃ. φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι. κύματος εἶλαρ ἔμεν. πολλήν δʼ ἐπεχεύατο ὕλην, τόφρα δὲ φάρεα ἔνεικεν ἤγουν ἤνεγκε Καλυψὼ ἱστία ποιήσασθαι. ὅδʼ εὖ τεχνήσατο καὶ τὰ, οἷα δηλαδὴ πολυμήχανος. ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ. ἃ δηλαδὴ καὶ αὐτὰ ἡ Καλυψὼ ἤγαγε σιωπηρῶς. μοχλοῖσι δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν. ἐξ οὗ καὶ μηχανικὸν σοφὸν σημειωτέον πλάττεσθαι τὸν Ὀδυσσέα παρὰ τῷ ποιητῇ. τοιαύτης γὰρ ἐπιστήμης εὕρημα τὰ μοχλευτικά. καὶ οὕτω μὲν ἡ σχεδία ἐκπεπόνηται τῷ σοφῷ ἀρχιτέκτονι ποιητῇ. ὃς καὶ τὸν καιρὸν σαφέστατα φράζων τῆς τοῦ ἔργου ἀπαρτίσεως, φησί. τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα. τῷ δʼ ἄρα πέμπτῳ, πέμπεν ἀπὸ νήσου αὐτὸν ἡ Καλυψώ. τὰ δέ γε πρὸς μέρος τοῦ χωρίου τούτου, ἔχουσιν οὕτω. Ἐπʼ ἐσχατιᾶς μὲν ὅ ἐστιν ἐπὶ ἐσχάτων μερῶν τῆς νήσου εἰσὶ τὰ τμηθησόμενα ξηρὰ δένδρα, διὰ τὸ τὰ ἐγγὺς τοῦ σπηλαίου ἐπιλιπεῖν τῇ συχνῇ πρὸς τὸ πῦρ χρήσει. Τὸ δὲ μακρὰ δένδρεα, τεχνικῶς κεῖται. τὰ τοιαῦτα γὰρ εἰς ναυπηγίαν χρήσιμα. προϊὼν δὲ, δοῦρα ταῦτα φησίν. ἐν δὲ τοῖς ἑξῆς, δούρατα μακρά. Ἐνταῦθα δὲ παρασημειοῦνται οἱ παλαιοὶ, ὅτι τὰ μὲν καρποφόρα δένδρα οἷον ὄχνας καὶ ῥοιὰς καὶ μηλέας, καλὰ προσαγορεύει ὁ ποιητής. μακρὰ δέ, τὰ εἰς ξυλείαν εὔθετα, τοῖς ἐπιθέτοις τὰς χρήσεις διαστέλλων. Τὴν δὲ ἐλάτην οὐρανομήκη φησὶν, ὑπερβολικῶς διὰ τὸ πάνυ πολὺ τοῦ ὕψους, συντερατευόμενος τῷ μύθῳ. ὃς τὴν μηκίστην ἐλάτην ἐκείνην, εἰς τὸ φυτὸν τοῦτο μεταβάλλει τὴν τῶν ἀλοειδῶν ἀδελφὴν, πενθοῦσαν ἐπὶ τῷ ῥηθησομένῳ ἐν τοῖς ἑξῆς ὀλέθρῳ τῶν ἀδελφῶν. Ἰστέον δὲ ὅτι ταυτὸν τὸ, ἐλάτη οὐρανομήκης, καὶ ἐπίτυς βλωθρὴ, ὅ ἐστι μολοῦσα εἰς αἰθέρα. διὸ ἐλάτας βλωθρὰς λέγει Ὀππιανὸς, ὡς ταυτὸν ὂν τῷ, οὐρανομήκης. Τὸ δὲ αὖα πάλαι περίκηλα, ταυτὸν μὲν ἐκ παραλλήλου δηλοῦσι. τὸ δὲ χρήσιμον αὐτῶν, ἵνα κατὰ τὸν ποιητὴν πλώοιεν ἐλαφρῶς. ὃ πρὸς ὁμοιότητα ἐῤῥέθη τοῦ τρέχειν ἐλαφρῶς. ἐπὶ ἐμψύχων γὰρ κυρίως τὸ ἐλαφρόν. ἐπεὶ καὶ ἀπὸ τῆς ἐλάφου παραχθὲν συγκέκοπται. Τὸ δὲ πάλαι, τὴν πολλὴν δηλοῖ ξηρότητα διὰ τὸ πολυχρόνιον. διὸ οὐδʼ ἠρκέσθη αὖα εἰπὼν ἀλλὰ προσέθηκε καὶ τὸ περίκηλα. ὅ ἐστι περισσῶς κατεσκληκότα. ἢ ἄγαν ἐπιτήδεια εἰς τὸ κῆαι, καὶ εἰσὶ ταυτὰ τὸ αὖα πάλαι, καὶ τὸ περίκηλα. Ὅρα δʼ ἐν τούτοις καὶ ὅτι μυριαχοῦ ἐν καιρίῳ ταυτολογῶν ὁ ποιητής, παρέθετο καὶ ἐνταῦθα δὶς τὸ ὅθι δένδρεα μακρὰ πεφύκει. Τὸ δὲ θοῶς ἀνυσθῆναι τὸ ἔργον, ἐν δυσὶν ἡρμήνευσε τόποις. ἑνὶ μὲν ἀορίστως. ἔνθα ὡς ἐῤῥέθη ἔφη ἐπὶ τοσοῦτον τὴν σχεδίαν ποιηθῆναι ὅλην, ἐφʼ ὅσον ἔδαφός τις τορνώσεται φορτίδος εὐρείας. ἑτέρῳ δὲ ὡρισμένως, ἐν ᾧ ἔφη, τετάρτῳ ἤματι τελεσθῆναι αὐτήν. Τὸ δὲ εἴκοσιν ἔκβαλεν, ἀντὶ τοῦ, ἔῤῥιψεν. ἢ τῆς οἰκείας στάσεως ἔξω ἔθετο. ὁ δὲ τοιοῦτος ἀριθμὸς τῶν ξύλων, βεβαιοῖ τὸ τὴν σχεδίαν τοῦ Ὀδυσσέως, καὶ εὐρεῖαν εἶναι καὶ πολύδεσμον. Τὸ δὲ ἰθύνειν, οὐ μόνον στάθμης, ἀλλὰ καὶ πηδαλίου. ὡς δηλοῖ τὸ, πηδάλιον ποιήσατο ὄφρʼ ἰθύνῃ. τουτέστιν εἰς ὀρθὸν πλοῦν ἀπευθύνῃ. Τὸ δὲ τέρετρα καὶ τὸ τέτρηνεν, ἐτυμολογικὸν ἔχει τρόπον. τύπου δέ ἐστι τὸ τέρετρα, ὁποίου καὶ τὸ θύρετρα. Ἁρμονίαι δὲ, ἄδηλον οἷαι τῇ σχεδίᾳ πεποίηνται. εἰκὸς δὲ ἀπὸ φυτῶν τινων γενέσθαι, διʼ ὧν ἦν ἀναπληροῦσθαι τὴν τῶν στυππείων χρῆσιν. ἐπεὶ καὶ τοιούτοις τὸ παλαιὸν αἱ νῆες ἡρμόττοντο. καθὰ δηλοῖ καὶ Ἡρόδοτος ἐν τῷ, πακτοῦσι τὰς ἁρμονίας, βύβλῳ. τουτέστι κατασφαλίζονται. ὡς δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ, δῶμα πάκτου. καὶ ὁ κωμικὸς ἐν τῷ, κἀπακτώσαμέν γε τὰς θύρας ἀντὶ τοῦ, καὶ ἐπακτώσαμεν. Ἐτυμολογίας δὲ τρόπος καὶ τὸ, ἁρμονίῃσιν ἄρηρεν. Ἔδαφος δὲ νηὸς, τὸ κατωτάτω περὶ αὐτὴν γῆν. ὅπερ ἰδιωτικῶς πλέουσα λέγεται καὶ γάστρα. περὶ ἣν καὶ τὸ ἄντλον συῤῥέει. ἔοικε δʼ ἐντεῦθεν λαβεῖν ἀφορμὴν, ὁ τὴν νῆα εἰπὼν μεταφορητὸν οἶκον. εἰ γὰρ καὶ μὴ ἔνθα ἔδαφος ἐκεῖ καὶ οἶκος, ἀλλʼ ἔνθα γοῦν οἶκος, ἐκεῖ καὶ ἔδαφος ὑπόκειται. παράγεται δὲ ἀπὸ τοῦ ἔδος, τὸ ἔδαφος. ὡς ἀπὸ τοῦ κροτεῖν κατά τινας ἢ τοῦ κρότου, ὁ κρόταφος. καὶ ἔστιν αὐτοῦ ὑποκοριστικὸν, τὸ ἐδάφιον. καθʼ ὁμοιότητα τοῦ, ξυλάφιον ξυλήφιον καὶ χρυσάφιον καὶ ξυράφιον. τῇ δὲ Ὁμηρικῇ εὐρείᾳ ἐνταῦθα σχεδίᾳ προσεπινοητέον καὶ βάθος. εἰ γὰρ καὶ μὴ πλοῖον αὕτη, ἀλλʼ οὖν πλοιοειδής ἐστιν. εἰ καὶ ὕστερον ἀβαθεῖς ἐπενοήθησαν σχεδίαι μόνῃ πλατύτητι διοικούμεναι. γινόμεναι ἀμφότεραι πάντως, ἐκ τοῦ σχέδην. ἤγουν ἐκ τοῦ σχεδὸν καὶ ἐγγὺς κατὰ χρόνον. καὶ ὡς εἰπεῖν αὐθωρόν. ὅτι δὲ διαφορά ἐστι πλοίου καὶ σχεδίας, δηλοῖ ὁ γράψας, ὡς λόγος Ἴανον διπρόσωπον γεγονέναι. τὸ μὲν, ὀπίσω τό δʼ ἔμπροσθεν ἔχοντα πρόσωπον. οὗτος εὗρε πρῶτος, στέφανον καὶ σχεδίας καὶ πλοῖα. καὶ νόμισμα χαλκοῦν πρῶτος ἐχάραξε. διὸ τῶν καθʼ Ἑλλάδα καὶ Ἰταλίαν καὶ Σικελίαν πολλαὶ πόλεις, ἐπὶ τῷ νομίσματι ἐνεχάραττον πρόσωπον δικέφαλον. καὶ ἐκ θατέρου μέρους, ἢ σχεδίαν ἢ στέφανον ἢ πλοῖον. Πάνυ δὲ δεξιῶς ὁ ποιητὴς, οὐ πλοίου ἀλλὰ σχεδίας ποιήσει τὸν λόγον ἐναπησχόλησε, πρός τε πιθανότητα, καὶ ἵνα μὴ πολυλογῇ ἐφʼ οἷς οὐκ ἐχρῆν. πλοίου δὲ αὖθις καὶ νηὸς διαφορὰ, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. Τὸ δὲ τορνώσεται, ἀντὶ τοῦ, περιγράψει, μᾶλλον μὲν οὖν, κατασκευάσει τορνοειδὲς ἤτοι στρογγύλον καὶ οὐ κατὰ τὰς ἰδίως λεγομένας μακρὰς ναῦς. Ἰστέον δὲ ὡς οἱ πλείους μὲν, ταυτὸν οἴδασι τόρνον καὶ τόρον. εὕρηται δὲ παρὰ τοῖς παλαιοῖς ὁ τόρος, καὶ ἐργαλεῖον φρεωρυχικόν. ἢ λιθοκοπικόν φασι σκεῦος. καὶ προάγουσι καὶ χρῆσιν Φιλυλλίου τινὸς ταύτην. προέδωκεν αὐτὸν ὁ τόρος, ἦν γὰρ ἀσθενὴς. ἐξ ὀνοματοποιΐας δὲ καὶ ὁ τόρος καθὰ καὶ προείρηται. καὶ ὁ τόρνος δὲ. ἐκ τοῦ τόρος ὢν πλεονασμῷ τοῦ ν, ὁμοίως τῷ, πόρνος καὶ τοῖς τοιούτοις. Τὸ δὲ φορτίδος, ἐλλιπτικῶς καὶ αὐτὸ ἔχει. λείπει γὰρ τὸ νηός. λέγεται δὲ φορτὶς, ἡ πρὸς ἐμπορικὸν φόρτον ναυπηγηθεῖσα. Τὸ δὲ εὐρείης καὶ τὸ εὖ εἰδὼς τεκτοσυνάων, πρὸς διαστολὴν κεῖνται φορτίδων, αἳ μικραὶ μὲν οὖσαι, οὐκ ἂν εὐρεῖαι κληθεῖεν. παρὰ δὲ ἀτέχνου τέκτονος συμπαγεῖσαι, οὐκ ἂν οὐδὲ ταχὺ κατὰ τὴν τοῦ Ὀδυσσέως ναυπηγηθεῖεν εὐρεῖαν σχεδίαν. Ὅρα δὲ καὶ ὅτι τὴν ναυπηγικὴν, γενικώτερον τεκτοσύνην ἔφη. ἐπεὶ καὶ τέκτων ὁ ναυπηγὸς ὀνόματι γενικῷ. δύναται δέ ποτε τὸ εὖ εἰδὼς τεκτοσυνάων, καὶ ῥᾳδιουργῷ τινι ἐπιλεχθῆναι ἀνδρὶ κακῶν τέκτονι. Τὸ δὲ σχεδίην ποιήσατο καὶ πηδάλιον ποιήσατο καὶ ἱστία ποιήσασθαι, δύναται καὶ ἐνεργητικῶς ῥηθῆναι ὡς δηλοῖ τὸ, ἀραρὼν σταμίνεσσι, ποίει. καὶ τὸ, ἐν δʼ ἱστὸν ποίει. οὕτω καὶ δούρατα ἁρμόζεο χαλκῷ καὶ ἥρμοσεν ἀλλήλοισι, παθητικῶς καὶ ἐνεργητικῶς. Ἴκριον δὲ ὡς καὶ προεῤῥέθη, τό, τε ἐπὶ πρύμνης κατάστρωμα ἐφʼ οὗ ὁ κυβερνήτης ἱκνεῖται ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, καὶ τὸ ἐφεξῆς δὲ κατάστρωμα τῆς νηός. περὶ ὃ οἱ ναῦται καὶ ἱκνοῦνται καὶ κοιμῶνται κατὰ καιρόν. δοκεῖ γὰρ οὐ μόνον ἀπὸ τοῦ ἄκρον ἀλλὰ καὶ παρὰ τὸ ἱκνεῖσθαι γίνεσθαι τὸ ἴκριον. ἐνταῦθα δὲ, ἴκρια δοκεῖ τὰ ἐγκοίλια λέγεσθαι. ὡς δηλοῖ τὸ, ἴκρια στήσας. αὐτὰ γάρ εἰσιν ὀρθὰ οὐ μὴν τὰ καταστρώματα. Δῆλον δὲ ὅτι τοῖς ὀρθοῖς ἰκρίοις οἷα καί τισι κρόκαις, περιτιθέμεναι πυκναὶ σταμῖνες ἐκτὸς δίκην στημόνων, ἁρμόττουσι τὴν ναῦν. δοκοῦσι γὰρ αἱ σταμῖνες, παρὰ τὴν στάσιν καὶ σύστασιν γίνεσθαι ἀφʼ ἧς καὶ οἱ στήμονες. ἀπὸ δὲ τῶν Ὁμηρικῶν τούτων σταμίνων, καὶ τὰ τεκτονικὰ φαίνεται παρῆκται στημονάρια. ὡς εἴ τις εἴποι σταμινάρια. δῆλον δὲ ὅτι δικατάληκτον ἡ σταμίν. καὶ ὅτι οἱ παλαιοὶ ἑρμηνεύοντες, ἐπιμήκη ξύλα τὰς σταμῖνας φασίν. ἃ στήμονος τρόπον ἔχοντα, παρατιθέμενα τοῖς ἰκρίοις ἑκατέρωθεν, ἑστάναι ποιοῦσιν αὐτά. τινὲς δὲ, καὶ ὀρθὰ ξύλα τὰς σταμῖνας εἶπον, οἷς φασι τὰ πηδάλια προσεμπήσσεται. οἱ δέ φασιν, ὅτι σταμῖνες, τὰ ἐν τῷ χείλει τοῦ πλοίου ἐξέχοντα ὀρθὰ ξύλα τοῦ κατὰ τὸ περίτονον τόπου, καὶ φέρεται ἡ λέξις μέχρι καὶ νῦν ἐν Λυκίᾳ, ἔνθα σταμινάρια τὰ τοιαῦτα λέγονται. καὶ ταῦτα μὲν περὶ σταμίνων. οἷς προσθετέον, ὅτι καὶ πεζολογικῶς εὕρηνται σταμῖνες παρὰ τῷ Ἀθηναίῳ, ἐν τῷ, γόμφους τε ἡτοιμάσατο καὶ ἐγκοίλια καὶ σταμῖνας. ὅτι δέ τινες ὑπώπτευσαν ἴκριον λέγεσθαί ποτε καὶ τὸν ἱστὸν, προϋπεδηλώθη καὶ αὐτό. συντελεῖ δέ πως εἰς τὸν τοιοῦτον νοῦν, καὶ τὸ, ἴκρια πῆξεν ἐπʼ αὐτῆς ὑψοῦ. τὸ γὰρ τοιοῦτον ὑψοῦ, πρὸς διαστολὴν κεῖσθαι δοκεῖ τῶν μὴ ὑψοῦ ὄντων ἰκρίων. τῶν δὲ δηλωθέντων ἰκρίων καινότερόν τι κεῖται παρὰ τῷ δειπνοσοφιστῇ. ἔνθα φησὶν ὅτι Δημήτριος ὁ τοῦ Φαληρέως ἀπόγονος, τὴν Κορινθίαν ἑταίραν Ἀρισταγόραν ἔχων καὶ πάνυ φιληδῶν αὐτῇ ὡς καλλίστῃ, ἐν Παναθηναίοις ἵππαρχος ὢν, ἴκριον ἔστησε τῆς Ἀρισταγόρας πρὸς τοῖς ἑρμαῖς, μετεωρότερον τῶν ἑρμῶν. ἔστι δὲ τὸ τοιοῦτον ἴκριον, σκηνικὸν ὄρθωμα καὶ πανηγυρικόν. χρήσιμον ἐν θεάτρῳ, τοῖς ἀπʼ αὐτοῦ θεωμένοις. ὁποῖα ἴσως ὕστερον τὰ ἰδιωτικῶς λεγόμενα σκαλωσίαι. Χρῆσις δὲ τοιούτων ἰκρίων, καὶ παρʼ ἄλλοις ῥήτορσιν. ἐξ ὧν ἰκρίων, καὶ τὰ καλούμενα θεωρικὰ συνήγοντα χρήματα. Τοῦ δὲ θαμέσι, δοκεῖ εὐθεῖα εἶναι ὁ θαμὴς διὰ τοῦ η. ἢ διὰ διχρόνου, ἡ θαμίς. Ἐπηγκενίδες δὲ, σανίδες ἐκ πρώρας εἰς πρύμναν τεταμέναι καὶ ἐπενηνεγμέναι. ὅθεν καὶ ἐτυμολογεῖται. παρὰ γὰρ τὸ ἐπενεγκεῖν, ἐπενεγκὶς γίνεται. καὶ κατὰ μετάθεσιν, ἐπεγκενὶς καὶ κατὰ ἔκτασιν, ἐπηγκενίς. ἔστι δὲ ἐπηγκενὶς ἢ καθʼ ἣν οἱ σκαλμοὶ πήγνυνται, ἢ ὅπερ κοινῶς περίτονον λέγεται παρὰ τὸ διόλου τείνεσθαι. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται, καὶ ὅτι ἐπηγκενίδες, μακρὰ ξύλα τῆς σχεδίας. ἢ τὰ παραθέματα. Ἐπίκριον δὲ ἄρμενον τῷ ἱστῷ, τὸ κέρας λέγει καθὰ καὶ προεῤῥέθη, ὡς ἐπὶ τῷ ἰκρίῳ ὄν. δηλαδὴ τῷ προδεδηλωμένῳ ἱστῷ. σκοπητέον δὲ καὶ μή ποτε ἡ Ὁμηρικὴ αὕτη κλῆσις τοῦ ἀρμένου τῷ ἱστῷ ἐπικρίου, παρήγαγε τοὺς πολλοὺς, ἄρμενα ἰδιωτικώτερον μὲν ὅμως δὲ οὐκ ἀλόγως, τὰ ἱστία καλεῖν. Τὸ δὲ πηδάλιον ὅτι καὶ ἐφόλκιον λέγεται, δηλοῦσιν οἱ παλαιοί. τὸ αὐτὸ δὲ παρά τισι καὶ αὐχὴν, ὡς δηλοῖ τὸ καθωμηλημένον αὐχένιον. ἔτι δὲ καὶ οἴαξ. κεῖται γοῦν ἐν ῥητορικῷ λεξικῷ, ταῦτα. οἴαξ, πηδάλιον. αὐχήν. Διογενιανὸς δέ φησιν, οἴακας λέγει, οἷς τὰ πηδάλια ἐπιστρέφουσιν. ἤγουν κανόνας καὶ κρίκους διʼ ὧν ἱμάντες διείρονται. καὶ φέρεται μέχρι καὶ νῦν ἡ τῶν οἰάκων λέξις, οὐκ ἐπὶ ὅλου τοῦ πηδαλίου. λέγεται γὰρ τοῖς ναυτικοῖς οἰάκια, ξυλήφιά τινα διʼ ὧν στρέφουσι τεχνικῶς τὸ πηδάλιον. Τὸ δὲ φράξε, πάνυ προσφυῶς εἶπε. κατάφρακτος γὰρ ἡ σχεδία τρόπον τινὰ, ὑπὸ τῶν ῥιπῶν γίνεται. ἢ καὶ οἷόν τινα φραγμὸν αὐτὰς ἔχει. Ῥῖπες δὲ, πλέγμα φασὶ καλάμου πλατὺ ὡς ψίαθος. καὶ ἔοικεν ἐντεῦθεν τοῖς ναυτικοῖς καλαμωτὴ λέγεσθαι ὁ ἑκατέρωθεν περὶ τὰ χείλη τῶν πλοίων φραγμός. ἐτυμολογεῖται δὲ ὥσπερ παρὰ τὸ ῥέπω ῥωπήϊον καὶ ῥῶπες, οὕτω καὶ παρὰ τὸ ῥέπω ῥίπτω, ἡ ῥίψ. εὐρίπιστος οὖσα καὶ εὐλύγιστος καὶ οἷα ῥέπειν τὲ καθὰ καὶ αἱ ῥῶπες, καὶ ῥίπτεσθαι δὲ ῥᾷον. καὶ ψιαθῶδες δέ τι καθʼ ὁμοιότητα πλέγμα, αἱ ῥῖπες. ἐξ οὗ καὶ πείρινθα μέρος ἁμάξης ὡς ἐν Ἰλιάδι εἴρηται. ὕλη δὲ τῶν ἐνταῦθα Ὁμηρικῶν ῥιπῶν ἐξ ὧν καὶ τὸ ῥιπίζειν, ἡ οἰσύα. ὅθεν κατὰ τοὺς παλαιοὺς, καὶ κόφινος μέγας οἰσύϊνος, καλούμενος τάρπη. ὅθεν ἴσως καὶ τὸ περιφερόμενον ταρπίον παράγεται. μέμνηται δὲ οἰσύας ἧς ἡ ἀναλογία κατὰ τὴν ὀξύαν, καὶ Ἀθήναιος ἐν τῷ, ἐκ τῶν καλάμων τῶν τε οἰσυΐνων, ἐπεβάλλετο σκηνὰς χωρούσας ἀνὰ τετρακοσίους ἄνδρας. Αἴλιος δὲ Διονύσιος, οἶσον φαίνεται λέγειν τὸ τοιοῦτον φυτόν, γράψας ὅτι ἀπὸ οἴσου, κόφινοι ἄῤῥιχοι καλούμενοι, οὓς Ἴωνες μὲν, ἀρσενικῶς προφέρουσιν. Ἀττικοὶ δὲ, θηλυκῶς. Παυσανίας δὲ ἱστορεῖ καὶ ὡς τούτοις τοῖς ἀῤῥίχοις σταφυλαὶ συνεκομίζοντο ἐξ ὧν δοκεῖ γίνεσθαι καὶ τὸ ἀναῤῥιχᾶσθαι. ἐν δὲ ῥητορικῷ λεξικῷ φέρεται, καὶ ὅτι οἰσύα, ἀκανθώδης βοτάνη ἐξ ἧς πλέκονται σχοινία. ἀφʼ ἧς ἀσπὶς οἰσυΐνη. εἰ δʼ ἐκ τοιαύτης οἰσύας καὶ οἰσύϊνον ὡς εἰκὸς δόρυ, οὐκ ἂν εἴη ἀπισχυρίσασθαι, ἐν δὲ τοῖς σχολιασταῖς γράφεται καὶ ὅτι ῥῖπες οἰσύϊνοι, οἱ ἀπὸ κλάδων ἰτέας. καὶ ὅτι φυτὸν ἱμαντῶδες ἡ οἰσύα. Τὸ δὲ κύματος εἶλαρ, ἀντὶ τοῦ πρὸς ἀσφάλειαν καὶ πρὸς τὸ ἀπείργειν τὸ κῦμα λυόμενον ἐκεῖσε εἰς ἀφρόν. ἐκ δὲ τοῦ τοιούτου εἶλαρ καὶ τοῦ κατʼ αὐτὸ ῥήματος, καὶ ἡ ἐξούλης δίκη παρʼ Ἀττικοῖς. γινομένη ὅτε τις ἐκκλείεται καὶ ἀπείργεται ὧν νέμεται. ἡ δὲ πολλὴ ὕλη ἣν τῇ σχεδίᾳ Ὀδυσσεὺς ἐνεχεύατο, συρφετὸς ἦν ἐκ ψάμμου τυχὸν ἢ καχλήκων καί τινων τοιούτων εἰς ἕρμα τῇ νηΐ. ὡς ἂν βαρουμένη μὴ εἴη εὐρίπιστος καὶ ἀνέμοις εὐπερίτρεπτος. καὶ ἡ μὴ ἔχουσα τὰ τοιαῦτα ναῦς, ἀνερμάτιστος λέγεται. Φάρεα δὲ καὶ νῦν ἁπλῶς τὰ ὑφάσματα ἐξ ὧν ἀπαρτισθείη ἂν ἱστίον. τὰ δʼ αὐτὰ καὶ σπεῖρα ἐρεῖ ἐν τῷ, τηλοῦ δὲ σπεῖρον τε καὶ ἐπίκριον ἔμπεσε πόντῳ. Ὑπέρας δὲ λέγει, σχοινία οἷς τὸ κέρας μετάγεται. ἢ μᾶλλον σαφέστερον, τὰ ἄνω εἰς ἄκρον τοῦ κέρατος ἑκατέρωθεν δύο σχοινία οἷς οἱ ναῦται τὸ κέρας μετάγουσιν. οἱ δὲ παλαιοὶ τὴν ὑπέραν σχοινίον ἑρμηνεύσαντες κέρατος τοῦ κατὰ τὸν ἱστὸν ᾧ ἀνίεται καὶ διατείνεται, προφέρουσι καὶ παροιμίαν ἐπὶ τῶν ἃ μὲν δεῖ ἔχειν ἀφιέντων, ἃ δὲ μὴ δεῖ κρατούντων, τὸ, ἀφέντες τὴν ὑπέραν, τὸν πόδα διώκουσιν. ἤγουν ἀφιᾶσι μὲν τὰ ἀναγκαῖα, προτιμῶνται δὲ τὰ μὴ προέργου. οἱ δʼ αὐτοὶ καὶ ἄλλως, ὑπέρας φασὶν, ἢ τὰ ἐκ τοῦ ἄκρου τῆς ὀθόνης ἐξημμένα σχοινία, ἢ τοὺς τροχίλους. Κάλους δὲ, οἷς τὸ ἱστίον συσπᾶται καὶ ἀνίεται. τὸ δὲ σαφέστερον, οὕτω. κάλοι, τὰ ἐν μέσῳ τοῦ κέρατος ἀνάγοντα καὶ χαλῶντα τὸ ἱστίον. κληθέντα οὕτω, παρὰ τὸ χαλᾶν. Καὶ ὅρα ὅτι ὁ κάλος, οὐκ ἐκτείνει τὴν λήγουσαν παρὰ τοῖς παλαιοῖς εἰ καὶ ὕστερον Ἀττικῶς μεγεθύνεται καὶ περιττοσυλλάβως δὲ ὡσταπολλὰ κλίνεται. οὕτω δὲ σὺν ἄλλοις, καὶ ὁ λαγὼς τεθεώρηται διφορούμενος ὡς ἑτέρωθι ἐγράφη, ἔτι δὲ καὶ ὁ πλέως. εἰ καὶ οἱ ὕστερον Ἀττικοὶ μόνον ἐξογκοῦσιν αὐτὰ τῇ διὰ τοῦ ω μεγάλου γραφῇ. ὁμοίως δὲ καὶ τὰ παρὰ τὸ χρέως. ὡς δηλοῖ καὶ Πολύβιος ἐν τῷ, κατάχρεοι ἐγένοντο. ἔστι δέ φασιν Ἰωνικὸν μὲν, ὁ λαγὸς ὡς ναός. Ἀττικὸν δὲ λαγὼς διὰ τοῦ ω μεγάλου ὡς νεώς. ἐκτίθεται δὲ ὁ δειπνοσοφιστὴς καὶ πληθυντικὸν Σοφόκλειον τὸ, λαγοί. οἷον. γλαῦκες. ἰκτῖνες. λαγοὶ, τὸ Ἰωνικόν. καὶ ἄλλως, οἱ λαγὼ κατὰ Εὔπολιν. οἷον. βατίδες καὶ λαγὼ καὶ γυναῖκες εἰλίποδες, τὸ Ἀττικὸν. λέγει δὲ καὶ ὅτι τὸν Ἰωνικὸν λαγὸν, Ξενοφῶν ἐκτείνων ἐν κυνηγετικοῖς, χωρὶς τοῦ ν προάγει περισπωμένως. ἀλόγως μέντοι. δεῖ γὰρ ὀξύνειν τὴν λέξιν φησὶν ἀκολούθως δηλαδὴ τῇ Ἰωνικῇ εὐθείᾳ. τὰ γὰρ εἰς ος λήγοντα ὀνόματα, ὁμότονά εἰσι κἂν μεταληφθῇ εἰς ω μέγα. ἵνα ᾖ ὡς ναὸς νεὼς καὶ τὰ λοιπὰ, οὕτω καὶ λαγὸς, λαγώς. ὅθεν λαγὼν, ὡς νεών. λέγουσι δὲ καὶ τὸ λαγωὸς εἰ μὲν ἐκ τοῦ Ἰωνικοῦ ἐστι, πλεονασμὸν ἔχειν τοῦ ω μεγάλου ἐν τῷ μέσῳ. εἰ δὲ ἐκ τοῦ Ἀττικοῦ, πλεονάσαι τῷ ο μικρῷ ἐν τῇ ληγούσῃ. ὅτι δὲ κάλος διὰ τοῦ ο μικροῦ βαρυτόνως ἐλέγετο κατὰ διάλεκτον καὶ τὸ κοινὸν ἐπίθετον ὁ καλὸς, δηλοῦσιν οἱ παλαιοί. λέγοντες ὅτι Αἰολεῖς, τὸ καλὸς καὶ σοφὸς καὶ δεινὸς καὶ δυνατὸς, κάλος φασὶ καὶ σόφος καὶ δεῖνος καὶ δύνατος. οὕτω δὲ καὶ τὰ κατʼ αὐτά. βαρυντικοὶ γὰρ εἰσί. διὸ καὶ τὰ εἰς ευς ἀρσενικὰ δίχα τοῦ Ζεὺς μονοσυλλάβου ὄντος, ἐβάρυνον. βασίλευς καὶ Πήλευς λέγοντες, καὶ τὰ λοιπὰ ὁμοίως. Πόδες δὲ, τὰ κάτω δύο σχοινία. οἷς πρὸς πρώραν καὶ πρύμναν δεσμεῖται τὸ ἱστίον. καλοῦνται δὲ πόδες, διὰ τὸ κάτω εἶναι. ἀπεναντίας ταῖς προῤῥηθείσαις ὑπέραις ὡς οἷον ὕπερθεν κεφαλαῖς τοιούτων ποδῶν. ἐξ ὧν ῥῆμα ποδῶ ποδώσω. ὡς δηλοῖ καὶ ὁ Λυκόφρων ἔνθα ποδωτὰ λίνα τὰ ἱστία φησίν. οἱ δὲ παλαιοὶ φράζουσι καὶ οὕτω. πόδες πλοίου, σχοῖνοι κάτωθεν συνέχοντες τὴν ὀθόνην. ἢ οἱ μεταγωγοὶ τοῦ κέρατος. ἢ κατὰ ἄλλους, οἷς συνέχεται ἀπὸ πρώρας καὶ ἀπὸ πρύμνης ὁ ἱστός. ἢ τὰ ἑκατέρωθέν φασι προσδεδεμένα τοῖς ἀρμένοις σχοινία. ἐν τούτοις δὲ, σημειωτέον τὴν Ὁμηρικὴν συντομίαν. οὔτε γὰρ ὕλην ὑπέθετο ἀφʼ ἧς αἱ ὑπέραι καὶ τὰ ἐφεξῆς αὐταῖς, οὔτε εἶπεν ὡς καὶ αὐτὰ ἡ Καλυψὼ ἤνεγκεν. ἀλλὰ τοῦτο μὲν, ἐσίγησεν ὡς ἤδη φανερόν. τὴν δὲ ὕλην αὐτῶν οὐκ εἶπεν ὥσπερ οὐδὲ τὴν τῶν φαρέων διὰ τὸ μὴ ἀναγκαῖον. Τὸ δὲ πόδας ἐνέδησεν, ἔχει τι ἀστεῖον, ὡς εἰ καὶ εἶπε πόδας ἐπέδησεν ἤγουν ἔδησε. Τὸ δὲ τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου, ἔχει τι σώφρονος παρηχήσεως. Τὸ δὲ σημειώσασθαι ἡμᾶς νῦν ἐπὶ Ὀδυσσέως τὸ τέταρτον ἦμαρ ὡς ἐνδεικτικὸν τῆς ἐκείνου φερεπονίας καὶ τοῦ κατʼ αὐτὸ κινδυνώδους, εἴη ἂν, ἢ περίεργον ἢ ἀπειρόκαλον. δοκεῖ γὰρ ἡ τετρὰς, ἔχειν τι βαρύτητος. ὡς ἡ κατὰ τὸν Ἡρακλέα ἱστορία δηλοῖ. ὃς ἡμέρᾳ τετάρτῃ γεννηθεὶς, δυστυχὴς ἀπέβη. ὅθεν καὶ παροιμία τὸ, τετράδι γέγονα. ἤγουν ἑτέροις πονῶ. οἱ γὰρ ἐν ταύτῃ φασὶ τῇ ἡμέρᾳ γεγονότες ὡς Ἡρακλῆς ἱστορεῖται, ἄλλοις δοκοῦσι ταλαιπωρεῖν. ὡς καὶ νῦν Ὀδυσσεὺς θαλάσσῃ καὶ ἀνέμοις, οἳ τὴν σχεδίαν ἀπήγαγον ὕστερον. Ὅτι τὸν Ὀδυσσέα ἔπεμψε Καλυψὼ, εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα. ἐν δέ οἱ ἀσκὸν ἔθηκε μέλανος οἴνοιο, τὸν ἕτερον. ἕτερον δʼ ὕδατος μέγαν. ἐν δὲ καὶ ἤϊα κωρύκῳ. ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά. καὶ ταῦτα μὲν ἀνθρωπίνως. τό δʼ ἐφεξῆς, οὐ τοιοῦτον. φησὶ γάρ. οὖρον δὲ προέηκε ἀπήμονά τε λιαρόν τε. Καὶ ὅρα τὸ λιαρὸν οὖρον συντελοῦν εἰς τὸ, οὐδέ ποτʼ οὖρος ἔσβη. περὶ οὗ προγέγραπται. Ὅρα δὲ ὅτι οὐ μόνον οἶκος θυώδης ὡς προδεδήλωται, ἀλλʼ ἰδοὺ καὶ εἵματα θυώδεα. Τὸ δὲ ἀμφιέσασα καὶ λούσασα καὶ ὧδε πρωθύστερόν ἐστι, πρῶτον γάρ τις λουσάμενος, εἶτα ἀμφιέννυται. Τὸ δὲ ἀσκὸν οἴνου τὸν ἕτερον, ἕτερον δʼ ὕδατος, φανερῶς δηλοῖ, ἐπὶ δύο τὸ ἕτερον λέγεσθαι ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται. ὅθεν καὶ ἑτερόφθαλμος, ὁ δυεῖν ὀφθαλμῶν ἔχων τὸν ἕτερον. Τὸ δὲ ἕτερον δʼ ὕδατος μέγαν, παιδευτικῶς ἐῤῥέθη. ὡς δέον ὂν, πλεῖον ὕδατος ἤπερ οἴνου μετέχειν. μέγας γὰρ οὐχʼ ὁ τοῦ οἴνου ἀλλʼ ὁ τοῦ ὕδατος ἀσκός. Τὸν δὲ ἐνταῦθα μέλανα οἶνον, πρὸ ὀλίγου ἐρυθρὸν ἡ Καλυψὼ εἶπε. καὶ εἴη ἂν, ἄμφω ταυτά. καθὰ καὶ τὸ μέλαν αἷμα εἰπεῖν, ταυτόν ἐστιν ὡς εἰ καὶ ἐρυθρὸν εἴπῃ τις. Ἤϊα δὲ ὅτι τὰ ἐφόδια λέγεται, καὶ πρὸ τούτων δεδήλωται. ἔοικε δὲ, ἄλφιτα μόνα λέγειν ἄρτι, οὐ μὲν πάντα κοινῶς τὰ ἐφόδια. τὰ γοῦν ὄψα ἰδίᾳ ἔθηκε κατά τινα ἴσως ἐν ἐφοδίοις ἐξοχήν. Κώρυκον δὲ, τὸν θύλακον λέγει ὃν καὶ δέρματα πυκινὰ φθάσας ἔφη. καὶ εὐραφέα δὲ, ἐν τῷ ἐϋῤῥαφέεσσι δοροῖσιν. οἱ δὲ παλαιοί, καὶ κωρυκίδα τὸ τοιοῦτον σκεῦος καλοῦσι. παράγοντες καὶ Ἀριστοφάνους χρῆσιν ταύτην. σπυρὶς οὐ μικρὰ καὶ κωρυκὶς ἣ καὶ τοὺς μάττοντας ἐγείρει. τὸν δὲ θύλακον, καὶ θυλάκιον ὑποκοριστικῶς φασιν οἱ ἀρχαῖοι. καὶ μάρσιππον. οὐ μὴν δὲ, ἀλλὰ καὶ κυνοῦχον. ὡς δηλοῖ ὁ γράψας ὅτι κυνοῦχος, θυλάκιον. μάρσιππον. Παυσανίας δὲ, καὶ φάσκολον ἑρμηνεύει τὸν θύλακον. εἰπὼν ὅτι θύλακος, ῥαπτὸς φάσκωλος. περὶ οὗ καὶ προγέγραπται. ὁ δὲ τοιοῦτος ῥαπτὸς φάσκωλος, χρήσιμος εἰς τὸ, ἐϋῤῥαφέεσσι δοροῖσι. δῆλον δὲ ὅτι τὲ παρὰ τὸ χωρεῖν Ἰωνικῶς ὁ κώρυκος γίνεται, καὶ ὅτι οὐδέν τι κοινὸν τῷ τοιούτῳ κωρύκῳ, πρὸς τὸ κωρύκιον ἄντρον, ἢ πρὸς τὴν κώρυκον, ἐξ ἧς παροιμία τὸ, τοῦ δʼ ἂρ ὁ κωρύκιος ἠκροάζετο. περὶ ἧς ἐν τοῖς τοῦ περιηγητοῦ δεδήλωται. Τὸ δὲ οὖρον προέηκεν ἀπήμονά τε λιαρόν τε, πλοῦν δηλοῖ οὔριον μετὰ τῶν ἐφεξῆς. ἐπάγει γάρ. γηθόσυνος δʼ οὔρῳ πέτασεν ἱστία Ὀδυσσεύς. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως ἥμενος. οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν. ἐκ τούτου δὲ λαβὼν ὁ Λυκόφρων, ἄϋπνον τέχνην λέγει τὴν κυβερνητικήν. Λιαρὸν δέ φασιν οἱ παλαιοὶ ἄνεμον ἐνταῦθα, τὸν νότον λέγεσθαι. τοιούτου γὰρ ἔδει ἀνέμου τῷ Ὀδυσσεῖ ἐκ τῶν νοτίων εἰς τὴν Ἑλλάδα πλέοντι. ὅθεν καὶ σημειωτέον, ὡς πρὸς διαστολὴν τοῦ χλιαροῦ τούτου ἀνέμου, αἰθρηγενέτην τὸν Βορέαν ἐν τοῖς ἑξῆς ἐρεῖ. ἤγουν αἶθρον ποιοῦντα κατὰ τοὺς παλαιούς. τουτέστι, ψύχος. παγετόν. ὃς καὶ νύκτα ἐπάγει πηγυλίδα ὡς ἐν τοῖς μετὰ ταῦτά που ἐρεῖ ὁ ποιητής. Τὸ δὲ ἐπέτασεν ἱστία, μετενεχθὲν ἀπὸ ὀρνέων, δηλοῖ, οὐκ ἔξω λόγου πτίλα νηὸς τὰ ἱστία λέγεσθαι. διὸ καὶ ὁ ποιητὴς τὰς κῶπας, πτερὰ νηὸς καλέσει ἐν τοῖς ἑξῆς προσφυέστερον. Τὸ δὲ ἰθύνετο, ἀντὶ τοῦ ἴθυνεν εἴληπται, Ἀττικῶς ῥηθέν. Τὸ γὰρ ἐπὶ στάθμην ἴθυνε, καὶ ὄφρʼ ἰθύνῃ, κοινότερον πρὸ ὀλίγων ἐῤῥέθη. Ὅτι δὲ τὰ βλέφαρα γλέφαρα φασὶν οἱ Δωριεῖς, δηλοῖ καὶ Πίνδαρος. Αἰτίαν δὲ Ὅμηρος ἀποδιδοὺς, τοῦ μὴ πίπτειν ὕπνον ἐπὶ τοῖς βλεφάροις τοῦ ἥρωος, ἐπάγει. Πληϊάδας τʼ ἐσορῶντι καὶ τὰ ἑξῆς ὡς αὐτίκα εἰρήσεται. Τὸ δὲ μὴ ἐπιπίπτειν βλεφάροις ὕπνον, τὸ βαρέως ὑπνοῦν ἀποφάσκει. βάρους γὰρ τὸ ἐπιπίπτειν. τοιοῦτον δὲ καὶ τὸ, ὕπνον ἐπὶ βλεφάροις ἱζάνειν, ὃ τὸν ἀναπαύσιμον ὕπνον δηλοῖ. Ὅτι τὸν Ὀδυσσέα ἐνταῦθα ὁ ποιητὴς καὶ κυβερνήτην ἄριστον ἱστορεῖ καὶ τλήμονα καὶ ἐπὶ πολὺ ἄϋπνον καὶ περὶ ἀστέρων δὲ θεωρίαν καταγινόμενον. πολλὰς γὰρ ἡμέρας ἄγρυπνος διατελῶν, Πληϊάδας τὲ εἰσορᾷ, καὶ ὀψὲ δύοντα Βοώτην. καὶ Ἄρκτον τὴν καὶ ὡς ἐν Ἰλιάδι περιφραστικῶς ἐῤῥέθη, ἄλουτον Ὠκεανῷ, ἤγουν ἄδυτον. καὶ αὐτοῦ στρεφομένην, ἤγουν εἰλουμένην, καὶ δοκεύουσαν τὸν Ὠρίωνα. περὶ οὗ καὶ αὐτοῦ καθὰ καὶ περὶ Πληϊάδων καὶ Ἄρκτου, ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. οὐχʼ ἧττον δὲ καὶ ἐν τοῖς τοῦ Ἀράτου. διὸ νῦν περὶ μὲν Ἄρκτου ἣ καὶ ἅμαξα καλεῖται, εἰς τοσοῦτον ῥητέον. ὅτι ἄρκτος μὲν, κατὰ ζωϊκὸν δοκεῖ μυθικῶς ἀστροθέτημα λέγεσθαι. ἅμαξα δὲ, οὐχʼ οὕτως. ἀλλʼ ἀπὸ τῆς κατὰ τοὺς γεωργούς. ἐπεί φασιν ἐξ ἑπτὰ σύγκειται ἄστρων. ὧν τέσσαρες μὲν ἐν πλινθίου κεῖνται σχήματι, οἱ δʼ ἐφεξῆς τρεῖς ὥσπέρ τι ῥυμοῦ ἀποτελοῦσι σχῆμα. τοῦτο δὲ, τοῖς πλείουσιν οὐκ εὐαραστεῖται παρὰ τῷ ποιητῇ. τοιαύτη μὲν γὰρ, ἡ μικρὰ ἄρκτος ἡ Κυνόσουρα. ἣν οὐκ εἰκὸς ἐπὶ Ὁμήρου ἠστροθετῆσθαι, ἀλλʼ ἀφʼ οὗ οἱ Φοίνικες σημειωσάμενοι ἐχρῶντο αὐτῇ, ἔκτοτε παρελθεῖν εἰς Ἕλληνας τὴν τῆς τοιαύτης ἁμάξης δόκησιν. πρὸ δὲ αὐτῆς, ἡ ἑλίκη ἔγνωσται ἡ μεγάλη ἄρκτος ἐξ ἧς καὶ Ἀχαιοὶ ἑλίκωπες, ὡς καὶ ἐν Ἰλιάδι δηλοῦται. καὶ ταύτην φασὶν ἐνταῦθα λέγεσθαι ἄρκτον ὑπὸ τοῦ ποιητοῦ, ἐκ πλειόνων ἀστέρων συγκειμένην καὶ οὐκ ἐξ ἑπτὰ μόνων κατὰ τὴν Κυνόσουραν. Ὅτι δὲ καὶ οὐ μόνον ἄρκτος τὸ ζῷον λέγεται σὺν τ ἀλλὰ καὶ ἄρκος διὰ μόνου τοῦ κ, διείληπται καὶ ἀλλαχοῦ. καὶ ὡς τὰ ἀπʼ αὐτῆς, δίχα τοῦ τ ἐν πολλοῖς εὕρηται διʼ εὐφωνίαν. ὅθεν, καὶ ἄρκιλοι τὰ τῶν ἄρκτων εἴτουν ἄρκων νεογνὰ ὡς ἐν τοῖς περὶ Κύκλωπος φανεῖται. καὶ ἀρκὰς, τό, τε ἐθνικὸν καὶ τὸ κύριον. καὶ ἀπαρκίας ἄνεμος ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. καὶ ἡ αὐτοῦ πνοὴ, ἄρκιος. καὶ ἄρκυες, λίνα περιτιθέμενα θηρίοις. οὗ τὸ πρωτόθετον ὡς ὁ Παυσανίας φησὶν, ἀπὸ τῶν ἄρκων. ὅτι δὲ καὶ ἐδασύνοντο Ἀττικῶς αἱ ἅρκυες, οὐκ ἄδηλον. καὶ φέρεται χρῆσις Εὐπόλιδος εἰς τοῦτο, τοιαύτη. σὺ δὲ τὰ καλώδια ταῦθʼ ἁρκυώρει. ὅ ἐστι, φύλασσε. ἐπεὶ καὶ ἁρκυωρὸς, ὁ τῶν ἁρκύων φύλαξ. ἀφʼ οὗ τὸ ἁρκυωρεῖν, ὁμοίως τῷ ἡμερωρεῖν ὅ ἐστιν ἡμεροφυλακεῖν. καὶ ταῦτα μὲν, εἰς τοσοῦτον. ἀλλαχοῦ γὰρ καὶ ἕτερα γέγραπται. εἰ δὲ τοῦ ἄρκτου ὑπεξαιρεθέντος τοῦ τ ὡς εἴρηται, οὐ γέγονε σημασίας ἐναλλαγὴ οὐ μὲν οὐ δὲ γελοιασμὸς, ἀλλʼ ὁ κωμικὸς τὸ κάππα ἐξελὼν, γέλωτα ἐκίνησεν, εἰπὼν οὕτω. ψελλόν ἐστι. καὶ καλεῖ τὴν ἄρκτον, ἄρτον. τὴν δὲ Τυρὼ, τροφαλλίδα. τὸ δʼ ἄστυ, σῦκα. ταῦτα δὲ τί δηλοῖ, περιττόν ἐστι φράσαι. ἀρκεῖ δὲ μόνον ἐπισημῄνασθαι, ὡς οὐ ψελλὰ τὰ εἰρημένα, κυρίως. εἰ μή τις πᾶν παιδίον μὴ σαφῶς διαλεγόμενον, ψελλίζεσθαι λέγει, ὁποῖόν τι καὶ Αἰσχύλος φαίνεται δηλοῦν ἐν τῷ, ψελλόντι καὶ δυσεύρετον. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Περὶ δὲ Πλειάδων ἃς ἡ Ἰλιὰς ἐδήλωσε, λεχθήσεταί τι καὶ ἐν τῷ περὶ πλαγκτῶν πετρῶν Ὁμηρικῷ λόγῳ. αἷς δὴ Πλειάσιν ἐξ ἀστέρων ἑπτὰ οὔσαις, δύο ὕστερον ὁμώνυμοι Πλειάδες συνεξέλαμψαν. τραγικοί τε γάρ τινες ἑπτὰ λόγου πολλοῦ ἄξιοι, Πλειὰς ἐλέγοντο. καὶ ἕτεροι δέ τινες ἄλλως σοφοὶ, περιώνυμοι οὐχήκιστα καὶ αὐτοί. καὶ ὡς εἰπεῖν, τηλεφανεῖς. ὁ δὲ Βοώτης καλούμενος καὶ Ἀρκτοῦρος ὅ ἐστιν ἀρκτοφύλαξ, λέγεται διὰ τὴν ἄρκτον τὴν καὶ ἅμαξαν διώνυμος εἶναι. ἀρκτοῦρος μὲν δηλαδὴ διὰ τὴν ἄρκτον. βοώτης δὲ, διὰ τὴν ἅμαξαν. οὕτω γὰρ καλεῖται ὁ ἁμαξηγός. καὶ λαλοῦσι καὶ εἰς τοῦτο πολλά τινα οἱ ἐξηγηταὶ τοῦ Ἀράτου. ὃς ἑρμηνεύει καὶ πῶς ὀψὲ δύων ἐστὶν ὁ βοώτης τὸ ἄστρον, ἐν οἷς λέγει ὡς τέτρασι μοίραις ἄμυδις κατιόντα βοώτην Ὠκεανὸς δέχεται. συγκαταφέρεται γάρ φασι τέτρασι ζωδίοις. σκορπίῳ, ἀφʼ οὗ ἄρχεται δύεσθαι. τοξότῃ. αἰγοκέρωτι. ὑδροχόῳ, ἀφʼ οὗ λήγει. καὶ ἐξαρκεῖ αὐτὸς εἷς, ἕως τὰ τέσσαρα ταῦτα δύνωσι ζώδια. καὶ λέγεται ὀψὲ δύων, τουτέστι μετὰ πολὺν χρόνον φασὶ τῶν συνανατειλάντων. καὶ ἔστιν ὥσπερ χρήσιμος τοῖς πλευστικοῖς ἡ ἄδυτος ἅμαξα, οὕτω καὶ βοώτης ὁ ὀψὲ δύων. τινὲς δὲ ἄλλως ταπεινότερον καὶ ὡς οἷον αἰνιγματικῶς νοοῦντες τὸ, ὀψὲ δύων βοώτης, φασὶν ὅτι ὁ ὀψὲ ὑποδυόμενος τὴν οἰκίαν. τουτέστι πρὸς ἑσπέραν καὶ ὅ φασι περὶ βουλυτὸν, ἀφιεὶς τὸ περὶ τοὺς βόας πονεῖσθαι. μεταβιβάζοντες οἱ τοιοῦτοι τὸ τοῦ γηΐνου βοηλάτου, ἀστείως ἐπὶ τὸν ἐν οὐρανῷ. ἕτεροι δὲ, ὀψὲ δύοντα βοώτην φασὶν, ἐπειδὴ τότε μάλιστα τοῦ ἔργου ἀπολύονται οἱ βόες. οὗτοι δὲ, οὐδὲν εὐδιανόητον φράζουσι. δοκεῖ δέ φασιν ὁ Βοώτης οὗτος, ὁ Ἰκάριος εἶναι. καὶ λέγεσθαι Βοώτης, διότι ἐπὶ ἁμαξῶν παρεκόμιζε τὸν οἶνον. ἄλλως δὲ Βοώτης τὸ κατʼ οὐρανὸν ἄστρον. καὶ ὅτι κατὰ τὴν ἐπιτολήν φασιν αὐτοῦ, βοηλατοῦσιν ἀροτριῶντες. ταῦτα καὶ περὶ Βοώτου ἐνταῦθα. Δοκεύει δὲ ἄρκτος Ὠρίωνα, ὡς θηρίον κυνηγέτην μυθικῶς κατά τι δέος. εἴθισται δὲ μᾶλλον ἄλλως κυνηγέτης δοκεύειν θῆρας. ἔσται δὲ Ὁμήρῳ καὶ ἐν τῇ ἑξῆς που νεκυίᾳ, μνεία Ὠρίωνος, ὃς κεῖται καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. οὗ τὴν ἐτυμολογίαν ὡς καὶ ἐν ἄλλοις ἐγράφη, μῦθος μὲν ληρεῖ, ὡς ἀπὸ τοῦ οὐρῆσαι. τοιαύτη γὰρ γένεσις τῷ ἥρωϊ προσπλάττεται. μὴ ὀκνούντων τῶν μυθογράφων ἀνεμώλια βάζειν. οἱ δὲ ἀνθρωπίνως ἐτυμολογοῦντες, τὴν μὲν βύρσαν καὶ τὸ δαιμόνιον οὔρημα ἐξ ὧν ὅσα καὶ γαστρὸς καὶ σπέρματος μυθικὴ ἐρεσχελία τὸν Ὠρίωνα ἐβρέφωσε, μυσάττονται ὡς ἐχρῆν. ἵνα μὴ τὸν κάλλιστον ὡς ἡ Ὁμηρική φησιν ἱστορία, αἰσχύνωσι τῇ γενεθλιαλογίᾳ. λέγουσι δὲ οἱ μὲν, αὐτὸν κληθῆναι Ὠρίωνα παρὰ τὸ ὥρα ὅπέρ ἐστιν ἡ εὐμορφία, ἡ παρὰ μὲν Ἀθηναίοις δασυνομένη, ἄλλως δὲ ἀναλόγως ψιλοῦσθαι καὶ αὐτὴ ὀφείλουσα ὁμοίως τῇ ὤρᾳ ἤγουν τῇ φροντίδι ὅθεν καὶ ὠρακιᾶν τὸ φροντίζειν. καὶ ὠρεῖν τὸ φυλάσσειν. ἀφʼ οὗ πολλὰ ῥήματα σύνθετα. ἔστι γὰρ ὁρῶ τὸ βλέπω μετὰ δασέος πνεύματος. καὶ Ἰωνικῇ ἐπενθέσει τοῦ υ, οὐρῶ ἄχρηστον, μετὰ ψιλῆς. κατὰ τὸ, ὁ ὅρος ὁ οὖρος ἐπὶ περιόρου γῆς. εἶτα ὥσπερ κόρος κοινὸν καὶ κοῦρος Ἰωνικῶς καὶ κῶρος Αἰολικῶς ἅμα καὶ Δωρικῶς ὁ νέος, οὕτω καὶ ἐκ τῶν προλαβόντων τοῦ, ὁρῶ οὐρῶ, γίνεται ὠρῶ τὸ προκατάρχον τοῦ Ὠρίωνος. Πίνδαρος δὲ ἐν τῷ, ὀρίαν ἢ ὀριᾶν Πελειάδων μὴ τηλόθι Ὀαρίωνα νεῖσθαι ἢ κεῖσθαι, ἐμφαίνει ὡς ὁ Ὠρίων, παρὰ τὸ ὀαρίζειν γίνεται κράσει τοῦ α καὶ ο εἰς ω μέγα. ἵνα ᾖ ὥσπερ ὁ Μίνως ὀαριστὴς Διὸς ἤγουν ὁμιλητὴς ἐκ τοῦ ὀαρίζω τὸ ὁμιλῶ περὶ οὗ πολλαχοῦ δηλοῦται, οὕτω καὶ Ὠρίων εἴτουν Ὀαρίων, ὁ ἄξιος ὁμιλίας τῆς ἐκ τῶν σπουδαίων. ἐπεὶ δὲ τὰς Πελειάδας ἤγουν τὰς ὡς καὶ ἐν τοῖς ἑξῆς που φανεῖται, Πλειάδας ὧν καὶ πρὸ βραχέων ἦν λόγος, ὀρίας ἔφη ὁ Πίνδαρος, ἰστέον ὡς οὐκ ἄλλοθέν ποθεν αὐτὸ ἐποίησεν, ἀλλὰ παρωνύμως τῇ οὐρᾷ κατὰ παράλειψιν τοῦ υ. σύνεγγυς γὰρ ὁ Ὠρίων τῆς ἀστροθεσίας τῶν Πλειάδων ὥς φησιν Ἀθήναιος. ἵνα ᾖ φασι τὸ ὀρίας, ἐν ἴσῳ τῷ οὐρίας. Ἔνθα σημείωσαι ὅτι οὐρία, οὐ μόνον πνοὴ ἀνέμου, ἀλλʼ ἰδοὺ καί τι ἕτερον ἐξ οὗ καινότερον ἡ ὀρία πελειὰς ἡ ῥηθεῖσα. Περὶ δὲ τῆς ῥηθείσης ἄρκτου, λέγει ὁ ποιητὴς ὡς ταύτην ἄνωγε Καλυψὼ τὸν Ὀδυσσέα ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ ἔχοντα, ὃ καὶ ἐποίει ἐκεῖνος. Ὅτι δὲ οὐχʼ οἱ ποντοποροῦντες μόνον ἀλλὰ καὶ οἱ πεζῇ βαδίζοντες, πρὸς ἄστρα τοῦτο ἐποίουν, δηλοῖ καὶ Σοφοκλῆς. οὐ μὴν ἀλλὰ καὶ ἡ παροιμία τὸ, ἄστροις σημειοῦσθαι ὁδόν. ἤγουν μακρὰν ὁδὸν βαδίζειν καὶ ἐρήμην, ὡς ἀπὸ τῶν πλεόντων. ἐνταῦθα δὲ παραπηκτέον εἰς πίστωσιν τῆς ἡρωϊκῆς μονοπλοίας, καί τι τῶν τῆς ὕστερον γενεᾶς. ἡ γὰρ Παμφύλιος τῶν Ἀτταλέων πόλις, οἰκίαν περιέχει ἐπικαλουμένην ἐξ ὁμοίου τρόπου, μονοναυτικήν. ἀπήχθη μὲν γὰρ τῶν τις ἐκεῖθεν αἰχμάλωτος εἰς τὴν Αἰγυπτίαν ταμίαθιν, καὶ ἔτριψεν ἐνιαυτούς τινας ἐκεῖ. ὡς δὲ τὸ τῆς πατρίδος φίλτρον ὤχλει πρὸς τὸν οἴκαδε νόστον, προσποιεῖται θαλαττεὺς ἐκεῖνος εἶναι. καὶ πιστεύεται ἁλιάδα. καὶ γίνεται δοῦλος ἁλιεύς. καὶ θεραπεύων τοὺς δεσπότας, ἀφίεται ἐναλύειν τῷ ἔργῳ πρὸς ἄδειαν. καὶ δὴ συσκευασάμενος τοῖς τε ἄλλοις καὶ ἱστίῳ συμμέτρῳ, δράττεται καιροῦ ἐνδαψιλευσαμένου πόμπιμόν τε καὶ διαρκῆ οὖρον. καὶ θάρσος ἀναλαβὼν καὶ ἀναπετάσας ἱστίον εὐτυχῶς, καὶ διακυβερνῶν ἑαυτῷ, τέμνει μακρὰ ἐκεῖνος πελάγη. καὶ εἰς τὰ οἰκεῖα ἐπανασώζεται καινὴ θέα καὶ οἵα μὴ ἂν ἐλπισθῆναι. κἀντεῦθεν ὑπαλλάξας τὸ παλαιὸν ἐπίθετον, εἰς μονοναύτην ἀμείβεται. καὶ ἔχει τὸ ἐκείνου γένος, ἕως καὶ ἐσάρτι τὸ τοιοῦτον ἐπώνυμον εἰς εὐτυχίας παράσημον. Ὅτι ἐν τῷ, ἑπταδεκαίδεκα μὲν πλέεν ἤματα πονποπορεύων ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλε τῷ Ὀδυσσεῖ, ἐμφαίνει ὁ ποιητὴς ἐκτοπισμὸν τῆς νήσου τῆς Καλυψοῦς εἴγε τοσαῦτα νυχθήμερα πλέων ὁ Ὀδυσσεὺς ἐλαφρῶς καὶ φορῷ κεχρημένος ἀνέμῳ, μόλις ἤγγισε τῇ τῶν Φαιάκων νήσῳ, καὶ εἰς τοσοῦτον, ὥς τε φαίνεσθαι αὐτὴν τῷ Ὀδυσσεῖ κατά τι σμικρότατον. φησὶ γάρ. εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέει πόντῳ. Τὸ δὲ εἴσατο, ἢ ἀντὶ τοῦ ἐφάνη, ἵνα ᾖ εὐθεῖα πτῶσις οὐδετέρα τὸ ἐπαγόμενον, ἢ ἀντὶ τοῦ ἔδοξε καὶ ἐνόμισεν ὁ Ὀδυσσεύς. ἵνα τὸ ἐφεξῆς, εἴη πτώσεως αἰτιατικῆς. συνηγορεῖ δὲ τῇ πρώτῃ συντάξει τὸ, εἴσατο γάρ οἱ πόντον ἐπιπλείων. μετʼ ὀλίγα κείμενον εὐθύς. Ἐνταῦθα δὲ οἱ μὲν, ῥινὸν εἶπον, ὅ ἐστι βύρσαν. ὡς τὸ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοός. ἵνα λέγῃ ὅτι ἔδοξε βλέπειν ὡς ῥινὸν Ὀδυσσεὺς ἤγουν ἀσπίδα ἢ βύρσαν ἁπλῶς, περὶ μέσην τὴν θάλασσαν ἐφηπλωμένην. ἕτεροι δὲ, γράφουσιν ἐρινόν. ὅ ἐστι καρπὸν ἀγρίας συκῆς. τοῦτο δὲ, ἐγγύς ἐστι γελοίου. τά τε ἄλλα, καὶ διὰ τὴν βραχύτητα τοῦ καρποῦ. Ἀρίσταρχος δὲ, ἐρινὸν γράφει, αὐτὴν τὴν συκῆν. ἵνα φαίνηται τηλόθεν ἡ νῆσος, ὠσεὶ καὶ τοιαύτη τις συκῆ. φασὶ δὲ οἱ παλαιοὶ καὶ ὅτι ἀρσενικῶς μὲν, ἐρινὸς λέγεται τὸ δένδρον. οὐδετέρως δὲ, ὁ καρπός. οἳ καὶ ἡ κέδρός φασι θηλυκῶς, τὸ φυτόν. τὸ κέδρον δὲ, ὁ καρπός. οἱ δʼ αὐτοὶ, φασὶ καὶ ὅτι ῥινὸν Ἰλλυριοὶ λέγουσι, τὴν ἀχλύν. ἐφάνη γοῦν τῷ Ὀδυσσεῖ, ὡς ἀχλὺς ἡ γῆ. εἰ δὲ προϋπάρχει ὁ ἐρινὸς τοῦ ἐρινεοῦ ὡς ὁ παρὰ Λυκόφρονι συφὸς τοῦ συφεοῦ, οὐκ ἔστι σταθερῶς φάναι. μνεία δὲ ἐρινεοῦ, καὶ ἐν τῇ Ἰλιάδι. μνηστέον δʼ ἐνταῦθα καὶ τοῦ εἰπόντος παλαιοῦ, ἦν δʼ αὐτὸς ὁ Φιλόπονος, ὅτι ἐρινεὸς μὲν, τὸ δένδρον. ἐρίνεος δὲ προπαροξυτόνως, καρπός. Ἐν δὲ τῷ, ἑπταδεκαίδεκα, τὸ δὲ, ἀντὶ τοῦ δὴ ἐπλεόνασεν ἵνα δάκτυλος γένηται καὶ μὴ χωλεύσῃ τῷ ἐξ ἀρχῆς τροχαίῳ τὸ μέτρον. Ὅρα δὲ καὶ τὸ ποντοπορεύειν δὶς λεχθὲν κατὰ συνέχειαν, διὰ τὸ ὡς ἐν ποιήσει καίριον τῆς λέξεως. καὶ τὸ, ὄρεα σκιόεντα. μέτρου γὰρ μὴ χρῄζοντος, οὐκ ἐῤῥέθη Ἰωνικῶς οὔρεα σκιόεντα. Ὅτι ἐκ Σολύμων ὀρέων ὁ Ποσειδῶν εἶδε τὸν Ὀδυσσέα πλέοντα ἐν τῷ ἐξ Αἰθιόπων ἀνιέναι. τῶν ἀνατολικῶν δηλαδὴ ὡς ἐν τῇ α ῥαψῳδίᾳ ἐγράφη. ὁ γὰρ ἐκ τοιούτων Αἰθιόπων ἐρχόμενος, διὰ Σολύμων ἔρχεται, ὀρέων ἀνατολικῶν ὁμωνύμων τῷ τῶν Σολύμων ἔθνει. ὁ δὲ γεωγράφος, λέγει ὅτι τὸ, ἐξ Αἰθιόπων ἀνιὼν ἐκ Σολύμων ὀρέων, ἶσόν ἐστι τῷ, ἐκ τῶν μεσημβρινῶν τόπων. Σολύμους δέ φησιν, οὐ τοὺς ἐν Πισιδίᾳ λέγει ὁ ποιητὴς, ἀλλὰ πλάττει τινὰς ὁμωνύμους ἐκείνοις. ὁ δʼ αὐτὸς γεωγράφος καὶ ἐν τῷ, εἰς Αἰθίοπας χθιζὸς ἔβη ὁ Ζεὺς εἰς Ὠκεανὸν, λέγει, ὡς κοινότερον Ὠκεανὸς λέγεται ὁ καθʼ ὅλον τὸ μεσημβρινὸν κλίμα τεταγμένος. καὶ οὕτω μὲν ὁ γεωγράφος περὶ τῶν Ὁμηρικῶν Αἰθιόπων καὶ τῶν ἐνταῦθα Σολύμων. κυρίως δὲ οἱ Σόλυμοι ὡς καὶ τοῦτο ὁ αὐτὸς ἱστορικὸς λέγει, οἱ περὶ τὰ ἄκρα τοῦ ταύρου τὰ περὶ Λυκίαν ἕως Πισιδίας εἰ καὶ Ὅμηρος ἐξωκεανίζει φησὶν αὐτούς. διελήφθη δὲ περὶ τούτων καὶ ἐν Ἰλιάδι. ὅτι δὲ διὰ τερατείαν, καὶ τὴν τῶν Φαιάκων γῆν ἐκτοπίσει ὡς ἄλλο τι νοεῖν τοὺς πολλοὺς περὶ αὐτῆς παρὰ τὰ ἱστορούμενα, ἐν τοῖς ἑξῆς δηλωθήσεται. Ὅρα δὲ ὅπως ἔπλασε τὸν Ποσειδῶνα βραδύναντα παρʼ Αἰθίοψι μέχρι τῆς νῦν ῥαψῳδίας, ἵνα εὐαφόρμως πιθανολογηθῇ ὁ τοῦ Ὀδυσσέως κίνδυνος. ὥσπερ πρὸ αὐτοῦ, καὶ ὁ ἀπόπλους. Ὅτι θυμοῦ ἔνδειξις τὸ, κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν. Ἔνθα σημείωσαι ὅτι τὸ κινῆσαι κάρη καὶ τὸ σεῖσαι κάρα, διαφέροι ἂν, εἴτι προσεκτέον τῷ Σοφοκλεῖ ἐν τῷ, κάρα σείοντες οὐδʼ ὑπὸ ζυγῷ νῶτον εὐλόφως εἶχον. ζυγομαχίαν γὰρ ἡ φράσις ἐκεῖ δηλοῖ. Καινὸν δὲ μετάμελον φράζει τὸ, ὦ πόποι ἦ μάλα δὴ μετεβούλευσαν ἄλλως. ἐνεργητικῶς δὲ εἴωθε λέγειν Ὅμηρος τὸ βουλεύειν καὶ τὰς ἀπʼ αὐτοῦ κινήσεις. Ἀπειλὴν δὲ ἐκφαίνει μελλούσης κακώσεως. τὸ, ἀλλʼ ἔτι μέν μιν φημὶ ἄδην ἐλάαν κακότητος. ἤγουν λέγω κατακόρως αὐτὸν κακῶσαι. ὃ συντάσσεται καθʼ ὁμοιότητα τοῦ, ἅλις ἔχειν κακότητος. δῆλον δὲ, ὅτι ἐλάαν καὶ νῦν, τὸ πλήττειν λέγει. Ὅρα δὲ καὶ τὸ ἄδην διʼ ἑνὸς δ, καὶ συστολῆς τῆς ἀρχούσης. ὅτι δὲ καὶ ἐδασύνετο, οἱ παλαιοί φασι. Σημείωσαι δὲ ὅτι προαναφωνήσας νῦν ὁ ποιητὴς διὰ τοῦ Ποσειδῶνος ὡς ἄδην Ὀδυσσεὺς κακωθήσεται, ἐπαγωνίσεται τοιοῦτον ἐπὶ τῷ Ὀδυσσεῖ φιλοτίμως φράσαι κίνδυνον, ἵνα μὴ ταπεινώσῃ τῇ φράσει τὴν θεομηνίαν. διὸ καὶ μέγα πλάσει τὸ ἐπὶ τῷ Ὀδυσσεῖ κακόν. διαλύσει μὲν γὰρ τὴν σχεδίαν, κῦμα δεινὸν καὶ ἀργαλέον καθάπερ ἄνεμος σφοδρὸς ἀχύρων θημῶνα τινάξει. καὶ Ὀδυσσεὺς μόλις ἰσχύσει κἂν γοῦν ἀποδῦναι τὰ βαρύνοντα ἱμάτια. εἶτα κινδυνεύσει, νηχόμενος δύο νυχθήμερα καὶ ἐγγίσας δὲ ὀψέ ποτε τῇ ξηρᾷ, παραβραχὺ παντελῶς ἐλεύσεται τοῦ κακῶς παθεῖν. ὅτε καὶ κήτους φόβος αὐτὸν ὑπελεύσεται. καὶ περισωθεὶς δὲ, πτοήσεται εἰ μὲν ἐν ποταμῷ τὴν νύκτα φυλάξει, τά δέ τινα παθεῖν δεινά. εἰ δὲ καὶ εἰς τὴν παρακειμένην ὕλην ἀναβῇ, μὴ τάδε τὰ κακὰ ἐπισυμβαίη αὐτῷ. καὶ οὕτω φοβερὸν ὅλον τὸ τοῦ κινδύνου χωρίον. καὶ ἡ ἐκ Ποσειδῶνος κάκωσις, παθεῖν τὲ ἀφόρητος καὶ εἰπεῖν δυσμίμητος. ὅθεν εἰδὼς ὁ ποιητὴς ὡς πάνυ μεγαλοφώνως τὸν λόγον ὕψωσε καὶ εἰς ὅσον ἐνεχώρει προήγαγε τὴν κινδυνώδη περιπέτειαν, πλάσει τὸν Ποσειδῶνα εἰπόντα πρὸς Ὀδυσσέα. ὡς οὔ σε ἔολπα ὀνόσεσθαι κακότητος. οἱονεὶ λέγων πλαγίως, ὡς οὐδείς μοι ἐπιμέμψεται οἷα κακῶς καὶ μικροπρεπῶς πλάσαντι καὶ φράσαντι κολασθῆναι τὸν Ὀδυσσέα. τῆς δὲ τοιαύτης κακώσεως τοῦ Ὀδυσσέως τὰ μὲν αὐτὸς λέγει ὁ ποιητής. τὰ πλείω δηλαδή. τινὰ δὲ, καὶ τὸν Ὀδυσσέα ποιεῖ ὡς ἐν ἠθοποιΐᾳ λέγοντα. εἰ δὲ χρὴ τὰ τοιαῦτα πάντα ὁμοῦ ἐκ τῶν σποράδην κειμένων συναγαγόντα εἰπεῖν, ἔστιν ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις τοιαύτη. Ὡς εἰπὼν ὁ Ποσειδῶν δηλαδὴ, σύναγε νεφέλας. ἐτάραξε δὲ πόντον; χερσὶ τρίαιναν ἑλών. ἣν φόρημα φασὶν εἶχεν ἀχώριστον. πάσας δʼ ὀρόθυνεν ἀέλλας παντοίων ἀνέμων. σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον. ὀρώρει δʼ οὐρανόθεν νύξ. σὺν δʼ Εὖρός τε Νότος ἔπεσε Ζέφυρός τε δυσαής, καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων. εἶτα φησὶν ἀκολούθως Ὀδυσσεύς. ᾤμοι ἐγώ. οἵοισι νέφεσσι περιστέφει οὐρανὸν εὐρὺν Ζεύς. ἐτάραξε δὲ πόντον. ἐπισπέρχουσι δʼ ἄελλαι παντοίων ἀνέμων. καὶ μετʼ ὀλίγα πάλιν ὁ ποιητής. ὣς ἄρα μιν εἰπόντʼ ἔλασε μέγα κῦμα κατʼ ἄκρης, δεινὸν ἐπεσσύμενον. περὶ δὲ σχεδίην ἐλέλιξε, τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε. πηδάλιον δὲ ἐκ χειρῶν προέηκε. μέσον δέ οἱ ἱστὸν ἔαξε δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα. τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ. τὸν δʼ ἂρ ὑπόβρυχα θῆκε πολὺν χρόνον. οὐδὲ δυνάσθη αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς. εἵματα γάρ ῥʼ ἐβάρυνεν. ὀψὲ δὲ δὴ ἀνέδυ. στόματος δʼ ἐξέπτυσεν ἅλμην πικρήν. ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν. ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο τειρόμενός περ. ἀλλὰ μεθορμηθεὶς ἐν κύμασιν ἐλλάβετʼ αὐτῆς. ἐν μέσσῃ δὲ κάθιζε. τήν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα. ὡς δʼ ὅτʼ ὠπορινὸς Βορέης φορέησιν ἀκάνθας ἂν πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται, ὣς τὴν, ἂν πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα. ἄλλοτε μέν τε, Νότος ἀντιπνέοντι Βορέῃ προβάλεσκε φέρεσθαι. ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκεν ἤγουν παρεχώρει, διώκειν. ἐξ ὧν πολυκυμία ἠγείρετο. καὶ ὡς ἄν τις καιρίως εἴποι, τετρακυμία. οἷα τεσσάρων ἀνέμων τῶν ῥηθέντων, ταρασσόντων τὴν θάλασσαν. εἶτα μετὰ στίχους οὐκ ὀλίγους, φησίν. ὦρσεν ἐπὶ μέγα κῦμα Ποσειδῶν δεινόν τʼ ἀργαλέον τε. κατηρεφές. ἤλασε δʼ αὐτόν. ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει καρφαλέων. τὰ μὲν, ἄρτε διεσκέδασεν ἄλλυδις ἄλλα, ὣς τῆς, δούρατα μακρὰ διεσκέδασε τὸ μέγα δηλαδὴ κῦμα. ῥᾷον διασκεδασθείσης οἷς δεινὸν μέγα κῦμα φθάσαν ἐλέλιξεν αὐτήν. Ὀδυσσεὺς δὲ, ἀμφʼ ἑνὶ δούρατι βαῖνε κέληθʼ ὡς ἵππον ἐλαύνων. ὡς ἂν οὕτω ἰσχύσῃ ἐκδύσασθαι. εἵματα δʼ ἐξαπέδυνεν. αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε χεῖρε πετάσσας, νηχέμεναι μεμαώς. ὑποκατιὼν δέ, τοὺς μὲν ἄλλους ἀνέμους παύσασθαι λέγει κελευσάσης τῆς τοῦ Διὸς Ἀθηνᾶς, καὶ εὐνηθῆναι ἅπαντας, μόνον δέ φησιν ὦρσε κραιπνὸν βορέην. εἶτα ἐπάγει. ἔνθα δύω νύκτας δύο τʼ ἤματα, κύματι πηγῷ πλάζετο. πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσʼ ἠὼς, καὶ τότʼ ἄνεμος μὲν ἐπαύσατο, ἠδὲ γαλήνη ἔπλετο νηνεμίη. ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν, ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς. νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι. ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσόν τε γέγωνε βοήσας, καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης. ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο δεινὸν ἐρευγόμενον. εἴλυτο δὲ πάντʼ ἁλὸς ἄχνη. οὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοὶ, οὐδʼ ἐπιωγαί. ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν, σπιλάδες τε, πάγοι τε. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ. καὶ ἦν ἀληθῶς τὸ τοιοῦτον τῶν φθασάντων ἐπικινδυνότερον. ἐπεὶ γὰρ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι θεὸς, ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε. ἔκτοσθεν μὲν γὰρ, πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα βέβρυχε ῥόθιον. λισσή δʼ ἀναδέδρομε πέτρη. ἀγχιβαθής τε θάλασσα. καὶ οὔπως ἐστὶ πόδεσσι στῆναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα. διὸ καὶ δεδοικέναι φησὶν ὁ Ὀδυσσεὺς, μήπως μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ, κῦμα μέ γʼ ἁρπάξαν, μελέη δέ μοι ἔσσεται ὁρμή. εἶτα καὶ ἄλλος αὐτὸν ἐξεθρόει φόβος, τοιοῦτος. εἰ γὰρ ἔτι προτέρω φησὶ παρανήξομαι ἤν που ἐφεύρω ἠϊόνας τε παραπλῆγας λιμένας τε θαλάσσης, δείδω μήμʼ ἐξαῦτις ἀναρπάξασα θύελλα πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα. ἢ ἔτι μοι καὶ κῆτος ἐπεσσεύῃ τουτέστιν ἐφορμήσῃ ἐπιπέμψῃ μέγα, δαίμων ἐξ ἁλός. οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη. ἐν τοσούτῳ δὲ αὐτὸν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν. ἐνθά κʼ ἀπὸ ῥινούς τε δρύφθη σὺν δʼ ὀστέʼ ἀράχθη, εἰ μὴ φρονήσεως Ἀθηνᾶς ἐν φρεσὶ θεμένης, ἀμφοτέραις χερσὶν ἐπεσσύμενος λάβε πέτρης. τῆς ἔχετο στενάχων, εἵως μέγα κῦμα παρῆλθε. καὶ τὸ μὲν, ὣς ὑπάλυξε. παλιῤῥόθιον δέ μιν αὖτις πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο, πρὸς κοτυλυδονόφιν πυκιναὶ λάϊγγες ἔχονται. ὣς τοῦ, πρὸς πέτρῃσι θρασειάων ἐπὶ χειρῶν ῥινοὶ ἀπέδρυφθεν. τὸν δὲ, μέγα κῦμʼ ἐκάλυψε. καὶ τότε δή φησι δύστηνος ὑπὲρ μόρον ἂν ὤλετο, εἰ μὴ ἐπὶ φρεσὶν ἔθηκεν Ἀθηνᾶ. τί δὲ ἔθηκε; κύματος ἐξαναδὺς τά τʼ ἐρεύγεται ἤπειρόνδε, νῆχε παρέξ. ἐς γαῖαν ὁρώμενος, εἴπου ἐφεύροι ἠϊόνας παραπλῆγας, λιμένας τε. καὶ μόλις ἐν ποταμῷ σωθεὶς, οὐδʼ οὕτω διήγαγε τὸ ἐφεξῆς τοῦ ζῆν, ἀέθλων δίχα ὡς ἡ ἱστορία δηλοῖ. πολλὰ γὰρ καὶ πάλιν παθὼν, πλανήσεται φέρων τὸν δηλωθησόμενον ἐν τοῖς ἑξῆς ἀθηροιλοιγόν. καὶ οὐδὲ καθʼ ἡσυχίαν θανεῖται ὕστερον ὡς ἱστοροῦσιν οἱ μεθʼ Ὅμηρον. Καὶ τοῦτο μὲν οὕτως. ὁ δὲ ποιητὴς τῇ τοῦ Ὀδυσσέως δυσπραγίᾳ προσυφαίνων καί τινα ἔκφρασιν ναυαγοῦ ζῶντος, φησὶν ὅτι ἐπεὶ ἐς ποταμὸν ἐσώθη, ὅμως ἔτι ἁλὶ δέδμητο φίλον κῆρ ὤδεε δὲ χρόα πάντα. θάλασσα δὲ κήκιε πολλὴ, ἂν στόμα τε ῥῖνας τε. ὅ δʼ ἂρ ἄπνευστος καὶ ἄναυδος κεῖτʼ ὀλιγηπελέων. κάματος δέ μιν αἰνὸς ἵκανεν. ἀλλʼ ὅτε δήρʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, τότε εἶχε ψύχους τὲ δέος καὶ μὴ θήρεσσι περιπέση ὡς προεδηλώθη. καὶ τοιαύτη μὲν ἡ τοῦ κατὰ τὸν Ὀδυσσέα κινδύνου φράσις ἐκ διαφόρων τόπων Ὁμηρικῶν ἀθροισθεῖσα καὶ συμφρασθεῖσα εἰς ἓν πρὸς ἔνδειξιν τοῦ, φοβερὰ εἶναι καὶ ἐν τῷ πεῖραν ἔχειν καὶ ἐν τῷ φράζεσθαι οἷα πάνυ δεινῶς καὶ μεγαλοφώνως διεσκευασμένων τοῦ τε ἐνταῦθα χειμῶνος καὶ τῶν ἐπʼ αὐτῷ ἐφʼ οἷς ἤθλησεν Ὀδυσσεύς. ὅθεν οὐκ ἄν τις μωμήσαιτο τὰ Ὁμηρικῶς πεφρασμένα, καθὰ Δωρίων ὕστερον ἐπί τινι ἔπαιξεν. ὃς καταγελῶν χειμῶνος ὃν διεσκεύασέ τις Τιμόθεος ἔν τινι ποιήματι αὐτοῦ ἐπιλεγομένῳ ναυτίλῳ, ἔφη. ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. Ἐν δὲ τοῖς κατὰ μέρος θεωρητέον ὅτι τὸ σύναγε νεφέλας, νεφεληγερέτην καὶ τὸν Ποσειδῶνα εἶναι ὑποδηλοῖ. ἐπειδήπερ ὕδωρ ὕλη τοῖς νέφεσιν, εἰς ὃ μεταλαμβάνεται ὁ Ποσειδῶν. ὀκνεῖ δὲ ὅμως ὁ ποιητὴς τὸν τὰς νεφέλας συνάγοντα Ποσειδῶνα, καὶ νεφεληγερέτην συνθέτως εἰπεῖν. ἀπεκληρώθη γὰρ τοῦτο Διῒ τῷ ποιητικῷ τῶν νεφελῶν αἰτίῳ. Ἰστέον δὲ ὅτι τὸ συνάγεσθαι νεφέλας ἄνω διὰ Ποσειδῶνος τοῦ εἰς ὑγρότητα μεταλαμβανομένου, σκυθρωπότητα δηλοῖ ἀερίαν. καὶ συμβάλλεταί τι ἐς τὴν ἐν Ἰλιάδι κατάνευσιν τοῦ Διὸς διὰ κυανέων ὀφρύων. δῆλον γὰρ ὡς αἱ ἄνωθεν διοσημίαι, ἐν καταστάσεσι τοιαύταις καὶ νεφῶν πυκνότητι καὶ συναγωγαῖς, διεκφαίνονται. ἃς ὁ μῦθος κυανέαις Διὸς ὀφρύσι κατανευούσαις ἀστείως εἴκασεν. ἐπεί τοι καὶ κατʼ ἀνθρώπους, ἐξ ὀφρύων καὶ γαλήνη προσώπων ἀναφαίνεται καὶ τὸ ἀνάπαλιν. τοξοποιεῖ γοῦν τὰς ὀφρῦς καὶ δεσμεῖ καὶ συνάγει, ὁ σκυθρωπάζων. λέγει δέ που καὶ Σοφοκλῆς τὸ, τηροῦντα τοὺς λέγοντας καὶ συνάγοντα τὰς ὀφρῦς καὶ τὰς ἀκάνθας ἐπεγείροντα. εἰπὼν τοῦτο ἐκεῖνος, ὡς ἀπὸ ἰχθύων οἳ τὰς ἀκάνθας ὀρθοῦσι καιρῷ θυμοῦ, ὡς οἱ σαργοὶ παρὰ τῷ Ὀππιανῷ. καὶ οὕτω μὲν αἱ ὀφρύες τοξοποιούμεναι καὶ συναγόμεναι, χειμῶνα δηλοῦσι ψυχῆς. ἄλλως δὲ περίδρομοι στεφανούμεναι, ἀταραξίαν διεκφαίνουσι ψυχικὴν, κἂν ὦσιν ἠερόεσσαι καὶ οὕτω πως κυάνεαι. Τὸ δὲ ὀροθύνη ὅτι ἐκ τοῦ ὄρω καὶ θύνω γίνεται καὶ ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. Τρίαινα δὲ διατὶ τῷ Ποσειδῶνι φορεῖται, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ ὀρώρει δʼ οὐρανόθεν νὺξ, γέγονε μὲν ἀφορμὴ τοῦ, μέλαιναν ἡμέραν λέγεσθαι, τὴν δυστυχῆ καὶ θανάσιμον. ἣ καὶ ἀποφρὰς ἐῤῥέθη, ὡς μὴ οἵα τε οὖσα φράζεσθαι. εἴρηται δὲ, ἀντὶ τοῦ κατεσπεύσθη ἐξ ἀέρος ὡς οἷά τις νύξ, ἤγουν ἀορασία καὶ σκότωσις οὐ διὰ τοὺς ἀνέμους ἁπλῶς ἀλλὰ διὰ τὰς τῶν ἀνέμων πάντων ἀέλλας. καὶ ἔστιν ὑποτομή τις φωτὸς ἡ τοιαύτη νὺξ καθὰ καὶ ἡ ἐκ πυκνότητος βελῶν γινομένη σκιά ποτε καὶ σκότωσις, ὡς ὑποβάλλει νοεῖν ὁ εἰπὼν ὅτι ἐκ συνθήματος ἀφιεμένων τῶν βελῶν, τὸ φῶς ὑπετέμνετο. Τὸ δὲ συμπεσεῖν, οὐκ ἐπὶ μόνων ἀνέμων, ἀλλὰ καὶ στρατευμάτων λέγεται. λαμβάνεται δὲ ἡ λέξις ἔστιν ὅτε καὶ ἐπὶ συμπτώσεως τυχηρᾶς. Δυσαὴς δὲ Ζέφυρος, ἢ ὁ δύσπνους, ἢ ὁ ἐκ δύσεως πνέων. ἢ καὶ διπλοῦς φασι κατὰ τὸ πνεῖν. καὶ γὰρ καρποτροφῶν, ἀναψύχει καὶ τοὺς ἀνθρώπους. οἱ δὲ οὕτως ἑρμηνεύσαντες τὸ δυσαὴς, ἐοίκασι διὰ τοῦ ἰῶτα γράφειν τὴν προπαραλήγουσαν ὡς ἀπὸ τοῦ δὶς ἐπιῤῥήματος. Τὸ δὲ Νότος ἔπεσεν ἢ μᾶλλον συνέπεσεν ἤγουν εἰς ἓν ἦλθεν ἑτέρῳ ἀνέμῳ, φανερῶς διαφέρει τοῦ ἁπλῶς πεσεῖν ἄνεμον ὅ ἐστι παύσασθαι. Βορέης δὲ, ὀρθῶς γέγραπται διʼ ἑνὸς ρ παρὰ τὴν βορὰν ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. τοῦτο δὲ, διχῶς. ἢ γὰρ διότι ἁδρύνων τοὺς ἀστάχυας, τὰ πρὸς τὸ ζῆν φέρει ὅθεν καὶ ὁ Ζέφυρος παρά τισι καὶ οὕτω βορᾶς αἴτιος γίνεται, ἢ καὶ ἄλλως διὰ τὸ εἰς βορὰν ἐρεθίζειν τῇ κατʼ αὐτὸν ψυχρότητι. ὥσπερ καὶ ὕδωρ βορὸν παρὰ Ἀσκληπιάδῃ τὸ βοροποιὸν διὰ ψυχρότητα καὶ τὴν ἐντεῦθεν συμπίληψιν τοῦ αἵματος, καὶ τὴν ἐκεῖθεν κενεαγγίαν. καὶ οὕτω μὲν ἄῤῥοιζον κοινότερον τὸ τρισύλλαβον ὁ βορέης. ὁ δὲ Βοῤῥᾶς, ἑτέρῳ λόγῳ ἐδίπλασε τὸ ἀμετάβολον, σεμνότερον. τοιοῦτόν τι καὶ τὸ στερεὸς, διπλάζων τὸ ρ ἐν τῷ στεῤῥός. Ἰωνικὸν δὲ τὸ Βορέης καθὰ καὶ τὸ κυματίης ποταμὸς παρὰ Ἡροδότῳ. κοινὰ δέ γε, ὁ Βορέας καὶ ὁ κυματίας. Τὸ μέντοι ποδέας Ποδῆς σωσέας Σωσῆς, οὐκ ἂν ἴσως εἶεν Ἰωνικὰ ὡς οὐδὲ τὸ ἑρμέας Ἑρμῆς. ἀλλὰ κρᾶσιν ἔπαθον τοῦ ε καὶ α εἰς η. ἦν δʼ ἂν τοιοῦτον καὶ τὸ βορῆς εἴπου ἐν χρήσει εὕρητο. Αἰθρηγενέτης δὲ, οὐ μόνον ὁ αἶθρον ὅ ἐστι ψύχος ποιῶν ὡς καὶ προεῤῥέθη, ἀλλὰ καὶ ὅς ἐστιν εὐδίας αἴτιος. ἢ καὶ ἄλλως, ὁ ἐξ αἰθέρος γινόμενος ὅ ἐστιν ὑψόθεν πνέων. διὸ καὶ κῦμα κυλίνδειν λέγεται. ἵνα ᾖ αἰθρηγενέτης Βοῤῥᾶς, ὁ εὐδίαν ἢ ψύχος ποιῶν ἢ ἐξ ὕψους καταπνέων. Ἰστέον δὲ ὅτι τε πασίδηλον, οἰκεῖον εἶναι ἀνέμῳ Βοῤῥᾷ τὸ κυλίειν κῦμα καθὰ Νότῳ τὸ ὠθεῖν ὡς πολλαχοῦ φαίνεται. καὶ ὅτι πρωτότυπον τοῦ κυλίνδειν, τὸ κυλίειν. καὶ ὅτι ἐκ τοῦ κυλίειν ἀποβολῇ τοῦ κάππα καὶ τροπῇ τοῦ υ εἰς α γίνεται τὸ ἀλίω ἐξ οὗ τὸ, ἄπαγε τὸν ἵππον ἐξαλίσας, οἴκαδε. οὕτω δὲ καὶ ἐκ τοῦ κυλίνδω, γίνεται ἀλινδῶ ὅθεν ἀλινδήθρα ἡ κονίστρα, ἀπὸ δὲ τοῦ πρωτοτύπου κυλίειν, γίνεται καὶ ἡ κύλιξ. παρὰ τὸ κυλίεσθαι τῷ τροχῷ εἴτε τῷ κεραμεικῷ εἴτε τῷ χαλκευτικῷ. διό φασι καὶ τὴν ἰατρικὴν πυξίδα, κυλικίδα ἐκάλουν οἱ Ἀθηναῖοι διὰ τὸ κεκυλίσθαι τόρνῳ. ὡς δὲ ἐκ τοῦ κυλίω καὶ στέφανοί τινες ἐλέγοντο κυλιστοὶ, δηλοῖ φασὶν ὁ κωμικὸς Εὔβουλος ἐν τῷ, κυκλούμενος ὥσπέρ τις κυλιστὸς στέφανος. Νίκανδρος δὲ, ἐκκυλίσιοι φησὶ στέφανοι, καὶ μάλιστα οἱ ἐκ ῥόδων. εἶεν δʼ ἂν ἴσως οὗτοι, οἱ διὰ μέγεθος καὶ ἁδρότητα οἷοί τε ὄντες κυλίεσθαι στρεφόμενοι. Τὸ δὲ ᾤμοι ἐγὼ, σύνηθες Ὁμήρῳ θρηνῴδημα. πολλῶν δὲ καὶ ἄλλων τοιούτων ὄντων, οἶδεν ὁ Σουΐδας καὶ τὸ ὄϊ, κοινότερον μὲν ὂν τοῦ ὠή. ἐπιφθεγγόμενον δὲ ὑπὸ δυσχεραινόντων καὶ φοβουμένων καὶ ὀδυρομένων. Τὸ δὲ νεφέεσσι περιστέφει οὐρανὸν, σφαιροειδῆ αἰνίττεται εἶναι τὸν οὐρανόν. σφαῖραν γὰρ ποιεῖ περιελιχθεὶς ὁ κατὰ στέφανον κύκλος. Τὸ δὲ ἤλασε κατʼ ἄκρης, ἀντὶ τοῦ ἔπληξε κατὰ κεφαλῆς, οὕτω καὶ ἐν Ἰλιάδι τὸ, ὤλετο πᾶσα πόλις κατʼ ἄκρης, ἀντὶ τοῦ, κατὰ κεφαλῆς. κεφαλὴ δὲ πόλεως, ἡ ἀκρόπολις. Ὅτι δὲ ὁμώνυμον τὸ ἤλασε, δηλοῖ καὶ ἡ Ἰλιάς. ἔνθα, ὡς ἐπὶ πολὺ, λέξις ἱππικὴ τὸ ἐλάσειν. ὅθεν ἀνήλατός φησι παρὰ Ἀνακρέοντι, ὁ ἀπειθής. ἀπὸ ὑποζυγίων. ὥσπερ καὶ στόμις παρʼ Αἰσχύλῳ, ὁ ὥσπερ στόματι ἀντερείδων χαλινοῖς. εἰκὸς δὲ τοὺς τοιούτους καλεῖσθαι οὕτω, καὶ διὰ σκληρότητα, ὡς ἀπὸ στομάτων ἤγουν στομωμάτων δυσχερῶς ἐλαυνομένων ἐν τῷ χαλκεύεσθαι. Τὸ δὲ ἔαξεν, οὐ μόνον ἐπὶ ἱστοῦ ἐν τῷ, μέσον ἱστὸν ἔαξεν, ἀλλὰ καὶ ἐπὶ κύματος ὡς τὸ, πρὸ δὲ κύματʼ ἔαξεν. Οἱ δὲ μισγόμενοι ἄνεμοι, καὶ συμπίπτειν ἂν λέγοιντο κατὰ τὸ, σὺν δʼ Εὖρος τε Νότος τʼ ἔπεσε. Σπεῖρον δὲ καὶ ἐπίκριον ὅτι τὸ κατὰ τὸ ἱστίον φᾶρος καὶ τὸ κέρας λέγει, προδεδήλωται. Τὸ δὲ ὑπόβρυχα, ἢ ἐκ τοῦ ὑπόβρυξ ὑπόβρυχος γίνεται, ἢ ἐκ τοῦ, ὁ ὑπόβρυχος. οὗ αἰτιατικὴ τὸν ὑπόβρυχον. καὶ κατὰ μεταπλασμὸν, ὑπόβρυχα. ὡς ἐκ τοῦ οἶκον γίνεται τὸ οἴκαδε. ἴσως δὲ καὶ ἐπιῤῥηματικόν ἐστιν ὄνομα. ἵνα λέγῃ ὅτι ἔθηκεν αὐτὸν κατὰ τὰ ὑπόβρυχα. ὠνοματοπεποίηται δὲ ἡ λέξις ὡς δηλοῖ καὶ τὸ, ἀμφὶ δὲ κῦμα βέβρυχε. Τοῦ δὲ δυνάσθη ὁ ἐνεστὼς, δυνάζω ἄχρηστος μὲν πάντως. ποιητικώτερος δέ. γενόμενος ἐκ τοῦ δύνω ἀφʼ οὗ καὶ τὸ δύνημι. οὗ παθητικὸν, τὸ δύναμαι. οὗ ὄνομα, δύναμις. καθὰ καὶ ἐκ τοῦ πέτω ἢ πετῶ, τὸ πετάζω ὅθεν ὁ πέτασος, καὶ τὸ πέτημι ἐξ οὗ τὸ πέτανται. πάντως δὲ τῆς ἐκ τοῦ δυνάζειν συστοιχίας εἰσὶ, καὶ ὁ δυνάστης καὶ τὸ δυναστεύειν καὶ ἡ δυναστεία. Τὸ δὲ ἀνσχεθέειν, ἢ ἀντὶ τοῦ ἀνασχεῖν ἤτοι ἀναδῦναι ἀνελθεῖν καὶ ὡς εἰπεῖν ἀνατεῖλαι, ὅπερ ὅμοιόν ἐστι τῷ ἀνέδυ, καὶ κύματος ἐξαναδὺς, ἢ ἀντισχεῖν, κατὰ συγκοπήν. ὡς καὶ ἄντιτα ἐν Ἰλιάδι ἔργα, τὰ ἀντίτιτα. Τὸ δὲ ἅλμην πικρὴν, κοινῶς ἐῤῥέθη καὶ οὐ κατὰ τὸ, πικρὸν ἀποπνείουσαι ὀδμὴν, ὃ ἐπὶ τῶν φωκῶν ἐλέχθη. ἐκεῖνο γὰρ Ἰωνικὸν καὶ Ἀττικόν. ὡς καὶ τὸ, οἷα τρέφει κλυτὸς Ἀμφιτρίτη. Τὸ δὲ κελαρύζειν, ὠνοματοπεποίηται, ἦχον δηλοῦν ὑγροῦ ἠρέμα ῥοιζοῦντος ἐν τῷ καταῤῥέειν. καθʼ ὅμοιον δέ τι ὠνοματοπεποίηται καὶ ἡ τοῦ Ἡσιόδου λακέρυζα. Τὸ δὲ τειρόμενός περ, τὸ στεῤῥὸν τοῦ Ὀδυσσέως δηλοῖ. ὃς καὶ οὕτω διαταραχθεὶς οὐκ ἔσχε λήθην τοῦ συμφέροντος. Τὸ δὲ ἐλάβετο, καὶ ἔλαβεν εἰπὼν, ὅμως καὶ αὐτὸ γενικῇ συντάσσει. ἔφη γὰρ, ἐλάβετʼ αὐτῆς, ἤγουν τῆς σχεδίας, καὶ λάβε πέτρης, τουτέστιν ἥψατο. Τὸ δὲ μέσῃ ἐκάθιζεν, αὐτοπαθῶς ἐῤῥέθη. ὥστε οὐκ ἀεὶ καθίζει τις ἄλλον, ἀλλὰ καὶ αὐτὸς καθίζει. ὃ ταυτόν ἐστι τῷ ἕζεται. Τὸ δὲ φορεῖν, ταυτὸν τῷ φέρειν. διὸ εἰπὼν τήν δʼ ἐφόρει μέγα κῦμα. καὶ Βορέης φορέῃσιν ἀκάνθας, ἐπιφέρει. ἄνεμοι φέρον. καὶ προβάλεσκε φέρεσθαι. τὸ μέντοι κατὰ τάχος φέρειν, καὶ διώκειν λέγει. οἷον. Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν. Τὸ δὲ κατὰ ῥόον, παροιμίαν ποιεῖ τὴν λέγουσαν φέρεσθαί τι κατὰ ῥοῦν ἤγουν εὐτυχῶς πλέειν ἢ ὅποι τύχῃ. τοιοῦτον γάρ τοι καὶ τὸ, ἔνθα καὶ ἔνθα κατὰ ῥοῦν φέρεσθαι. ᾧ ὅμοιον καὶ τὸ, ἀνὰ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα. Ὀπωρινὸς δὲ Βορέης, ὁ ἐτησίας κατὰ τοὺς παλαιούς. Πάνυ δὲ ἀσφαλῶς τὰς ξηρὰς σανίδας τῆς σχεδίας καὶ διατοῦτο ἐλαφρὰς οὐ μὴν δὲ ἀλλὰ καὶ εὖ ἀραρυίας, ἀκάνθαις εἰκάζει θεριναῖς αἳ πρὸς ἀλλήλαις ἔχονται ὅτε ἄνεμος αὐτὰς ἐπείγει κατʼ ἀλλήλων, ὡς ἡ κατὰ θέαν πεῖρα δηλοῖ κατὰ ὅμοιον δὲ λόγον καὶ ἡ ἐφεξῆς ταύτῃ παραβολὴ, καρφαλέων ἀχύρων θημῶνι εἰκάζει τὴν τῶν αὔων καὶ περικήλων ξύλων παράθεσιν. ἃς ὁμοίως τοιούτοις ἀχύροις διασκεδάζει ὁ σφοδρὸς ἄνεμος. Ἔνθα σημείωσαι ὅτι δοκεῖ ταυτὸν εἶναι θημὼν καὶ θωμός. φησὶ γάρ τις παλαιὸς, ὅτι θωμοὶ ἐν τῷ ω οὐχὶ θημοὶ, οἱ τῶν σπερμάτων σωροί. ἴσως δὲ καθʼ ὁμοιότητα θωμοῦ, καὶ θώμιγξ τὸ σχοινίον λέγεται. Τὸ δὲ πρὸς ἀλλήλαις ἔχονται, ἀντὶ τοῦ, ἀλλήλαις συνέχονται. Τὸ δὲ Νότος Βορέῃ προβάλεσκε φέρεσθαι, ἀντὶ τοῦ, προεβάλλετο. παρέῤῥιπται. Κῦμα δὲ κατηρεφὲς, οὐ μόνον τὸ ὑψηλὸν ἁπλῶς, ἀλλὰ καὶ τὸ καλύπτον δίκην ὀρόφου, ἤτοι ἐοικὸς ὀρόφῳ. Ζαὴς δὲ ὅτι ὁ πολύπνους ἄνεμος καὶ ὅτι ἤϊα τὰ ἄχυρα, καὶ ὅτι ὁ θημὼν καὶ θημωνία λέγεται, καὶ ὅτι καρφαλέον τὸ κατάξηρον ὡς ἀπὸ τοῦ κάρφους ὅ ἐστι ξηρὸν ξυλήφιον, πολλαχοῦ δηλοῦται νῦν δὲ ὅρα ὅτι καὶ ἐπὶ ἀχύρων λέγεται θημών, καὶ οὐ μόνον ἐπὶ σπερμάτων. Τὸ δὲ τινάσσειν, καιρία λέξις ἐπὶ τοῦ ἀνασαλεύειν. διὸ καὶ δὶς αὐτὸ κεῖται διὰ τὸ καίριον. ὥσπερ καὶ τὸ διεσκέδασεν ἀντὶ τοῦ διεσκόρπισε. συναπτῶς γὰρ αὐτοῦ ἐν δυσὶ στίχοις κεῖται. Κέλητα δὲ ἵππον λέγει, τὸν ἄζυγα, τὸν καταμόνας ἐλαυνόμενον. Ἔνθα ὅρα τὸ καὶ ἀστεῖον καὶ συντομώτατον τῆς παραβολῆς. κέλητι γὰρ ἱππότῃ παρεικάζει, τὸν μιᾷ σανίδι ἐν θαλάσσῃ ἐποχούμενον. εἴληφε δὲ ἴσως ἀφορμὴν ἡ παραβολὴ αὕτη ἐκ τοῦ καὶ τὰς νῆας ἁλὸς ἵππους πρὸ τούτων ῥηθῆναι. ἀλλʼ ἐκείνας μὲν, διὰ τὸ πολυσύνθετον, τετρώρου ποιοῦσι παραβολὴν, καὶ ἅρμασιν εἰκάζονται, τὸ δὲ ῥηθὲν ἓν ξύλον, κέλητα οἷον ποιεῖ τὸν ἐπʼ αὐτοῦ ὀχούμενον. ὅτι δὲ καὶ πλοίου εἶδός τι ὁ κέλης, δηλοῖ ὁ εἰπὼν πέντε κέλητας πεντασκάλμους. ἔνθα ὅρα καὶ ὅτι σκαλμὸς διὰ τοῦ λ. ἔτι δὲ δηλοῖ. τὸ αὐτὸ, καὶ ὁ γράψας οὕτως. ἐπακρίδες, αἱ ἁλιάδες. ἐπακτρεῖς γὰρ οἱ κυνηγοί. ἐπακτροκέλης δὲ, πλοῖον λῃστρικὸν μεταξὺ ἐπακτρίδος καὶ κέλητος. ἃ καὶ αὐτὰ, πλοιάρια ἐστί. Παυσανίας δέ φησι καί τινας ἵππους, ἁμίππους. εἰπὼν ὅτι ἅμιπποι, ἵπποι ἐζευγμένοι χωρὶς δίφρου. κληθέντες οὕτως ἐπεί φησιν ἐπὶ δύο κέλητας ἀνέβαινον ὁ μὲν, ἡνιοχῶν. ὁ δὲ, ὁπλίτης. ἀπὸ τοίνυν τοῦ ἅμα ἀμφοτέρους καθίζεσθαι εἰ καὶ ἰδίᾳ φησὶν ἑκατέρους, ἅμιπποι οἱ τοιοῦτοι ἐλέγοντο. ἡ δὲ χρῆσις τοῦ ἅμιππος, καὶ παρὰ Σοφοκλεῖ ἐν Ἀντιγόνῃ. ἀλλʼ οἱ μὲν ἅμιπποι, ἑτερεῖοι πρὸς τὸν κέλητα. ὁ δὲ μόνιππος ἀνὴρ, ὅμοιος τῷ κελητίζοντι. φησὶ γὰρ ὁ αὐτὸς Παυσανίας, οὕτω. μόνιππος, ὁ ἐπὶ ἑνὸς ἵππου ἀγωνιζόμενος δρόμῳ. Ἰστέον δὲ ὡς οἶδε μὲν Ὅμηρος τὸν κέλητα καθὰ καὶ ἐν τοῖς ἑξῆς τὸ τέθριππον οὗ χρῆσις ἐν τῷ, ἕξιππα καὶ τέθριππα καὶ ξυνωρίδας. οὐ ποιεῖ δὲ ἥρωας χρωμένους αὐτῷ, εἰ μὴ ἄρα κατʼ ἀνάγκην τινὰ ὡς ἐν τῷ δολωνείᾳ ὁ Διομήδης δοκεῖ ποιεῖν. κελητίζει γὰρ ἐκεῖνος ἐκεῖ. ὅτι δὲ πολυώνυμον ὂν τὸ γυναικεῖον αἰδοῖον ἄμβων τε γὰρ λέγεται καὶ χοῖρος καὶ ἐσχάρα καὶ δέλτα, τὸ αὐτὸ καὶ κέλης καλεῖται παρὰ τοῖς κωμικοῖς, οὐκ ἄδηλόν ἐστι. Τὸ δὲ χεῖρε πετάσας, προσφυῶς ἐῤῥέθη. ὁποῖα γάρ τι πτηνὸν τανυσίπτερον, καὶ ὁ νηχόμενος διαπεταννύει τὰς χεῖρας. Τὸ δὲ νηχέμεναι, ἐνεργητικῶς, καθὰ καὶ τὸ, νῆχε δʼ ἐπειγόμενος. καὶ νῆχε παρέξ. λέγεται δὲ τὸ αὐτὸ καὶ παθητικῶς ὡς δηλοῖ τὸ, προτέρω παρανήξομαι. Ἀθηνᾶ δὲ Διὸς θυγάτηρ ἀνέμους τοὺς μὲν παύει, τοὺς δὲ ἐγείρει, διὰ τὸ καὶ αὐτὴ ἀλληγορεῖσθαι εἰς ἀέρα περὶ ὃν οἱ ἄνεμοι ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. Ὁ δὲ Βοῤῥᾶς ὅπως συντελεῖ τῷ Ὀδυσσεῖ καταστῆναι εἰς τὴν τῶν Φαιάκων γῆν, οὐκ εὔπορον καταλαβέσθαι εἴπερ ἐκεῖνος ἐκ τῶν νοτίων ἐπάνεισιν. ἴσως οὖν πλαγιάσας ὁ ἥρως ἐξ ἀνέμων ἀντιπνοίας, δέεται Βορέου εἰς τὸν κατʼ εὐθὺ πλοῦν. Κῦμα δὲ πηγὸν, ἢ τὸ εὐτραφὲς καὶ ὡς προεῤῥέθη τροφόεν ἢ τροφέον, ἢ τὸ εὐπαγὲς καθʼ ὁμοιότητα ὀρεινοῦ πάγου. ὥς που καὶ ἵπποι πηγοὶ, οἱ στεροί. πῶς γὰρ οὐκ εὐπαγὲς κῦμα, τὸ, ὡς ὁ ποιητὴς ἔφη, κατηρεφές. ἢ καὶ ἄλλως κῦμα πηγὸν, τὸ μέλαν κατά τινα γλῶσσαν. ὅθεν καὶ κριὸς ἐν Ἰλιάδι πηγεσίμαλλος. Ἐν δὲ τῷ δύο καὶ μᾶλλον ὅτε διὰ τοῦ ω μεγάλου γράφεται, ἀπορία ὕπεστιν οὐκ ἀνεύλογος καθὰ καὶ ἐπὶ τοῦ ἄμφω, διότι μὴ ἀναλόγως βαρύνονται αἱ ἐξ αὐτῶν γενικαὶ ἵνα ἦσαν δύοιν καὶ ἄμφοιν, ἀλλὰ περισπῶνται. δυοῖν γάρ φαμεν καὶ ἀμφοῖν. ἔτι δὲ, καὶ διατὶ τὸ δυοῖν, οὐ παραλήγεται τῇ οι διφθόγγῳ ὡς ἀπὸ τοῦ δοιώ. οἷον δοιώ δʼ οὐ δύναμαι ἰδέειν. Ἰστέον δὲ καὶ ὡς εἰ δύο νύκτας καὶ ἤματα ἐπλάζετο κύματι Ὀδυσσεὺς μετὰ τὰς ἑπτακαίδεκα ἡμέρας τῷ δὲ τρίτῳ γαλήνη γέγονεν, ὀρθῶς ἄρα ἐρεῖ ἐν τοῖς ἑξῆς Ὀδυσσεὺς, εἰκοστῷ ἤματι τὸν πόντον ἐκφυγεῖν. Ἐν δὲ τῷ, τρίτον ἦμαρ ἐτέλεσεν ἠὼς, σωματικῶς ἡ ἠὼς ἐλέχθη. ἧς ἀποτέλεσμα τὸ ἦμαρ, οἷα θεᾶς τινος μυθικῆς ῥηθήσεται δέ που τοῦτο καὶ ἐν τοῖς ἑξῆς. Τοῦ δὲ εὐπλόκαμος ἠὼς καὶ τοῦ κατʼ αὐτὴν πλοκάμου, προϋπάρχει ὁ πλόκος οὗ χρῆσις παρὰ Λυκόφρονι. Τὸ δὲ γαλήνη ἔπλετο νηνεμίη, οὐχʼ ἁπλῶς φράζεται, ἀλλὰ πρὸς ἀκρίβειαν· διττὴ γὰρ ἡ γαλήνη. ἡ μὲν, τὸ καταστορεσθῆναι τὰ κύματα τέλεον, ὅπερ οὔπω γέγονεν. ἡ δὲ, τὸ παύσασθαι τὸν ἄνεμον, ὃ νῦν γέγονε. κύματα γὰρ ἔτι αἴρονται. διὸ φησὶν ὅτι μεγάλου ὑπὸ κύματος ἀρθεὶς Ὀδυσσεὺς, ὀξὺ μάλα προεῖδε τὴν τῶν Φαιάκων. καὶ ἔστι τὸ τοιοῦτον κῦμα, κωφόν. καὶ ὡς ὁ κωμικὸς λέγει, κολόκυμα. ὅ ἐστι, κολοβὸν κῦμα. ὃ διχῶς γίνεται. ὁπηνίκα τὲ ἀνέμου λήξαντος, αὐτὸ ἔτι αἴρεται. καὶ ὅτε δὲ ἀνέμων πνευσόντων ὄσσεται κέλευθα. ὅτι δὲ ταυτὸν κολόκυμα καὶ κωφὸν κῦμα, δηλοῖ ὁ γράψας. κολόκυμα, κωφὸν κῦμα καὶ ἐπικαχλάζον. ἑρμηνεύουσι δὲ κωφὸν ἐνταῦθα οἱ παλαιοὶ, τὸ ἄψοφον καὶ διατοῦτο μὴ δὲ ἐξακουομένην ἔχον τὴν ἠχὴν ᾗ παρῳνυμεῖται ἡ ἠχήεσσα θάλασσα. οὕτω καὶ βέλος ἐν Ἰλιάδι κωφὸν, τὸ ἄῤῥοιζον. κοινῶς μέντοι κωφὸς, ὁ μὴ φθεγγόμενος. ὁ καὶ ἐνεός. οὗ πρὸς ὁμοιότητα, καὶ κῦμα ἐῤῥέθη κωφόν. καὶ βέλος κωφόν. διὸ ἡ Πυθία χρήσασα τὸ, καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω, παραλληλίσασα διεσάφησε. παρὰ δέ γε τοῖς ὕστερον κοινότερον, κωφὸς ὁ τὴν ἀκοὴν βεβλαμμένος. οὗ ῥῆμα ἔγνωσται οὐ μόνον κωφῶ κωφήσω ὡς τὸ, πρὸς κάλλος ἐκκεκώφηνται ξίφη, ἀλλὰ καὶ κωφώσω κατὰ κοινὴν διάλεκτον. Ἡ δὲ ὑπὸ κύματος ἄρσις, ὡς οἷον σκοπιά τις γίνεται τῷ Ὀδυσσεῖ. οὐ γὰρ εἶχεν ἐξ ἐπιπέδου γαλήνης τὴν τῶν Φαιάκων πόῤῥωθεν καθορᾶν. δῆλον δὲ ὡς ἀπὸ τοῦ γάλατος ἡ γαλήνη. ὅθεν καὶ γαλερὸν κατὰ Παυσανίαν, τὸ γαληνὸν καὶ ἥσυχον καὶ προσηνές. Τὸ δὲ ὀξὺ μάλα προϊδὼν, ὀξυωπίαν προσμαρτυρεῖ τῷ Ὀδυσσεῖ. Τὸ δὲ γέγωνε βοήσας, ἀντὶ τοῦ, ἐξάκουστον ἐβόησεν. ἵνα λέγῃ ὅτι βοήσας ἐγνώσθη ἄν. οὐ γὰρ τὸ γεγωνέναι καὶ τὸ γεγωνεῖν καὶ γεγωνίσκειν καὶ τὰ τούτοις σύστοιχα, βοὴν ἁπλῶς δηλοῖ, ἀλλὰ τὸ ἀκουσθῆναι. καὶ ἄλλως δὲ εἰπεῖν, τὸ γέγωνεν, οὐκ αὐτὸ μόνον διʼ ἑαυτοῦ δηλοῖ τὸ ἠκούσθη, ἀλλʼ ὁμοῦ μετὰ τοῦ βοήσας. καὶ βοῆσαι μέν ἐστι, τὸ κραυγάσαι. γεγωνέναι δὲ, τὸ καὶ γνωστῶς κραυγάσαι. ἔστι γὰρ παρακείμενος μέσος τὸ γέγνωα. ἐξ οὗ κατὰ μετάθεσιν τοῦ ω, γέγωνα κατὰ τοὺς παλαιούς. πολλαχοῦ δὲ τῆς Ὁμηρικῆς ποιήσεως κεῖται τὸ, γέγωνε βοήσας. ἐκ τούτου δὲ, οὐ μόνον ἐπίῤῥημα τὸ γεγωνὸς ἀντὶ τοῦ μέγα, ἀλλὰ καὶ λόγος γεγωνὸς παρὰ Φίλωνι, ὁ προφορικός. ὃν καὶ κλίνας ἐκεῖνος εἰς γενικὴν, τοῦ γεγωνοῦ λόγου φησὶν, ὅ ἐστι τοῦ τρανοῦς ἤδη δὲ καὶ μεγάλου πρὸς διαστολὴν τοῦ ἐνδιαθέτου. καὶ πάντως ἐκ τοῦ τοιούτου γίνεται καὶ τὸ γεγωνότερον, οὐ μὲν ἐκ τοῦ οὐδετέρου τῆς μετοχῆς. Τὸ δὲ ῥοχθεῖν, ὠνοματοπεποίηται. καθὰ καὶ τὸ ξερόν. καὶ τὸ ἐρευγόμενον. καὶ τὸ παλιῤῥόθιον. καὶ τὸ βέβρυχε. καὶ ὁ δοῦπος. ἐχρῆν γὰρ ἐπίτηδες πρᾶγμα δύσηχον τὴν τῶν κυμάτων εἰς τὰ ἔξω πρόῤῥηξιν, συχναῖς τραχείαις ἐξαγγεῖλαι φωναῖς. τραχυφωνότερον δὲ τὸ ῥοχθεῖν τοῦ τε ῥοθίου καὶ τοῦ παλιῤῥοθίου. ἔτι δὲ καὶ τοῦ μυθικοῦ Ἁλιῤῥοθίου. ποιεῖ δὲ τὴν πλείω τραχύτητα ἡ τῶν δασέων ἐπαλληλία. Τὸ δὲ ξερὸν ἠπείροιο, καὶ τρηχεῖαν ἔφη ἀκτήν. συνέσταλται δὲ ἐκ τοῦ ξηροῦ τὸ ξερόν. τοιοῦτον δὲ καὶ τὸ νοσηρὸν νοσερόν. εὕρηται γὰρ διχῶς. συνηγοροῖτο δʼ ἂν, ἢ καθʼ Ἡρακλείδην εἰπεῖν, παρηγοροῖτο τὸ ξερὸν, καὶ ἀπὸ τοῦ ξέω. εὐφυῶς γὰρ ἔχει πρὸς ξέσιν λείαν τὰ ξηρά. μυριαχοῦ δὲ τὸ ἦτα εἰς ε μεταπίπτει σὺν λόγῳ, καθὰ καὶ ἐν τῷ ῥῶ ῥήσω ἔῤῥημαι ἐῤῥέθην. διὰ μὲν γὰρ τὸ ῥῶ ῥήσω, καλῶς ἔχει τὸ ἔῤῥημαι καὶ τὸ ἐξ αὐτοῦ εἴρημαι. διὰ δὲ τὸ ῥέω θέμα, εὖ ἔχει καὶ τὸ ἐῤῥέθην. τὸ δʼ αὐτὸ νοητέον καὶ ἐπὶ τοῦ σχῶ σχήσω ἔσχηκα ἔσχημαι ἐσχέθην. καὶ τὸ νοσηρὸν δὲ καὶ νοσερὸν, οὐδʼ αὐτὸ ἀλόγως ἔχει. ἀλλὰ τὸ μὲν, τῷ ἦτα παραλήγεται, ὡς ἀπὸ τοῦ νοσῶ νοσήσω μέλλοντος. τὸ δὲ, τῷ ε παρασπίζεται, ὡς ἀπὸ ὁλοκλήρου ἤγουν ἐντελοῦς ῥήματος τοῦ νοσέω. καὶ οὕτω μὲν ἔλλογον συλλαβικὴν συστολὴν ἢ ἔκτασιν τὰ τοιαῦτα πάσχει. ἄλογον μέντοι συστολὴν χρονικὴν καὶ ἔκτασιν παραδιδόασιν οἱ παλαιοὶ, ἐν τῷ, φίλε κασίγνητε. καὶ, ἀνέρες ἐστὲ φίλοι. καὶ ἐν τῷ, Ἆρες Ἄρες βροτολοιγέ. καὶ ἐν τῷ, δαὴρ αὖτʼ ἐμός. καὶ, Ἕκτορ ἐμῷ θυμῷ δαέρων φίλτατε, καὶ οὕτω μὲν ταῦτα ὡς ἐξ ἀφορμῆς τοῦ ξερὸν κατὰ συστολήν. ἴσως δὲ καὶ ἄλλως τὸ ξερὸν ἐκταθὲν ἐποίησε τὸ ξηρόν. Τὸ δὲ εἴλυτο, ἢ ἐκ τοῦ εἴλυμι γίνεται, ἢ ἐκ τοῦ εἰλύω ἐξ οὗ τὸ ἐπειλύω. καὶ εἰλυὸς ὁ φωλεός. ἵνα ᾖ συγκοπὲν ἐκ τοῦ εἰλύετο. ἐκ δὲ τοῦ ῥηθέντος εἰλύω ἢ εἴλυμι, γίνεται καὶ εἴλυμα τὸ κάλυμμα. οἷον. εἴλυμα σπείρων, ὃ ἐν τοῖς ἑξῆς που κεῖται. Ἁλὸς δὲ ἄχνη πόθεν γίνεται, ἡ Ἰλιὰς ἱκανῶς ἐδήλωσε. δηλοῖ δὲ τὸ λεπτὸν καὶ ἀφρῶδες τοῦ ἔξω προσρηγνυμένου κύματος. Λιμένες δὲ νηῶν ὄχοι βαρυτόνως ἢ ὀχοὶ ὀξυτόνως, οἱ φυλακτικοὶ τῶν νηῶν, ὡς συνέχοντες αὐτάς. ἢ ἐφʼ ὧν νῆες ὀχοῦνται καὶ ἀναπαύονται. δοκοῦσι δὲ καὶ οἱ ναύλοχοι λιμένες ὡς προδεδήλωται ἐκ τοῦ νηῶν ὄχοι λέγεσθαι συνθέτως πλεονασμῷ τοῦ λ. Ἐπιωγαὶ δὲ, ἐξοχαὶ κατὰ τοὺς παλαιοὺς καὶ πλατεῖς αἰγιαλοί. μάλιστα δὲ, τόποι ἀνέμου σκέπην ἔχοντες, ἔνθα καὶ ἰωὴ τουτέστι πνοὴ ἄγνυται μὴ δυναμένη δηλαδὴ προϊέναι. καθʼ ὁμοιότητα δὲ τούτου, καὶ κυματωγὴ παρʼ Ἡροδότῳ ἡ ἀκτὴ ἔνθα δηλαδὴ τὰ κύματα ἄγνυνται. Τὰς δὲ ἀκτὰς, καὶ ῥαχίας οἱ Ἀττικοὶ καλοῦσι. καὶ τὸν τόπον δὲ ᾧ προσαράττει τὸ κῦμα, ῥαχίαν λέγουσιν ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. καὶ ῥάχοι δὲ καὶ ῥαχίαι, παρατείνουσα καὶ τραχεῖα ἠϊών. εὕρηνται δὲ καὶ ῥάχοι, καὶ ἀκανθώδεις καὶ τραχεῖαι ῥάβδοι. Προβλῆτες δὲ ἀκταὶ, ἁπλῶς μὲν, αἱ προβεβλημέναι καὶ μὴ κρυπτόμεναι. τοῦτο δὲ πρὸς διαστολὴν τῶν λιμένων καὶ τῶν ἐπιωγῶν. ἐκεῖ γὰρ οὐ προβέβληται εἰς ἐμφανὲς ἡ ἀκτὴ. καὶ ἔστι μὲν οὐδὲ ἡ ἁπλῶς προβλὴς ἀκτὴ ἀγαθὸν ὡς πρὸς λιμένος σύγκρισιν. εἰ δὲ καὶ σπιλάδες εἰσὶ περὶ αὐτὴν καὶ πάγοι, ἀλλὰ τοῦτο χείριστον. καὶ εἰσὶν αἱ τοιαῦται προβλῆτες ἀκταὶ, τόποι πετρώδεις, προνεύοντες εἰς θάλασσαν. Περὶ δὲ σπιλάδων προεγράφη. λέγουσι δὲ τὰ σχόλια, καὶ ὅτι σπιλάδες πέτραι εἰσὶ κοῖλαι διεσχισμέναι τῇ συνεχεῖ τῶν κυμάτων πλήξει. Πάγοι δὲ, πετρώδεις ἐξοχαί. ἢ εἰς ὕψος ἀνέχουσαι ὀξεῖαι πέτραι. ὡς δηλοῖ ἐπαχθὲν τὸ, πάγοι ὀξέες. Τοῦ δὲ ἀελπέα ἡ ὀρθὴ, ἀελπής. καὶ ἔστι σημειῶδες εἴγε τὸ μὲν ἁπλοῦν, ἐλπὶς ἐλπίδος. τὸ δὲ σύνθετον, ἀελπὴς ἀελπέος. ἔστι δὲ περὶ αὐτοῦ εἰπεῖν ὅτι ἐκ μὲν τοῦ ἐλπὶς, ὁ εὔελπις γίνεται καὶ ὁ δύσελπις. ἐκ δὲ τοῦ ἔλπω ῥήματος, ὁ ἄελπος καὶ ὁ ἀελπής. ὡς ἐκ τοῦ τέρπω, ἡ παρʼ Ὁμήρῳ ἄτερπος ὀϊζὺς καὶ ὁ ἀτερπὴς χῶρος. καὶ τοῦτο μὲν, τοιοῦτο. Λέγει δʼ ἐνταῦθα ὁ ποιητὴς καὶ τὸ πλεῦσαι καὶ διανήξασθαι, διατμῆξαι κῦμα. εἰπών. καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα. Τὸ δὲ ἁλὸς πολιοῖο, τῆς παλαιᾶς καὶ αὐτὸ Ἀτθίδος. καθὰ καὶ τό, κλυτὸς Ἀμφιτρίτη. Ἀλλαχοῦ δὲ, πολιὴν ἅλα φησὶν Ἰωνικῶς. δηλοῖ δὲ ὡς καὶ ἐκεῖ ἐῤῥέθη, ἢ τὴν ἔντιμον. ἢ τὴν λευκὴν διά τε τοὺς ἀφροὺς καὶ πρὸς ὁμοιότητα τοῦ, λευκὸν ὕδωρ. Τὸ δὲ ἁλὸς θύραζε, ἀντὶ τοῦ ἁπλῶς ἔξω, πολλαχοῦ φησιν ὁ ποιητής. λέγει δὲ αὐτὸ, ὡς ἐπὶ οἴκου. ἐπεὶ καὶ οἴκησις Ποσειδῶνος καὶ θαλαττίων δαιμόνων ἡ θάλασσα. Τὸ δὲ ῥόθιον, ἐπίθετον κύματος ῥοθοῦντος κατὰ ὀνοματοποιΐαν. οἱ δὲ μεθʼ Ὅμηρον, τὸ ῥεῦμα οὕτω καλοῦσιν. οἱ δὲ ὕστερον Ἀττικοὶ, τὴν σύντονον εἰρεσίαν οὕτω φασί. καὶ ῥοθιάζειν τὸ ἐρέσσειν εὐτόνως. ἐλέγετο δὲ ῥοθιάζειν, καὶ ὅτε οἱ ναῦται ἐπὶ κώπαις δέκα τυχὸν ἢ καὶ πλείοσι παίοντες, εἶτα ἅμα παυσάμενοι, ὡς ἐκ συνθήματος ἅπαξ ἀνεφώνουν, ὡς καὶ νῦν ποτε γίνεται. καὶ ἔστι τοιοῦτον παρὰ Ἀριστοφάνει τὸ, αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον. παραπέμψατʼ ἐφʼ ἕνδεκα κώπαις. τουτέστι, εὐφημήσατε τὸν δεῖνα ῥοθιάζοντες ναυτικῶς. Τὸ δὲ ἀναδέδρομεν, ὑψιλοὺς εἶναι ὡς καὶ ἐῤῥέθη, τοὺς ῥηθέντας πάγους δηλοῖ. ἵνα οἱ αὐτοὶ, καὶ πάγοι ὀξέες εἶεν καὶ πέτραι ἀνατρέχουσαι. Γλυκέως δὲ ὡς ἐπὶ ἐμψύχων ἀναβαινόντων, λέγεται τὸ ἀνατρέχειν ἐπὶ πετρῶν ὑψηλῶν. καθὰ καὶ τὸ, ἀναδέδρομε πέτρη. μέσος δὲ παρακείμενος τὸ ἀναδέδρομεν, ὡς ἀπὸ ἀῤῥήτου ἐνεστῶτος τοῦ δρέμω ἀφʼ οὗ καὶ ὁ δρόμος. Ἀγχιβαθὴς δὲ θάλασσα, ὁ βαθὺς αἰγιαλός. καὶ μὴ ἄντικρυς λιμὴν ἢ ἀκτὴ ἀλλὰ ἄγχι βάθους ὢν ὡς μὴ δύνασθαί τινα ἐν κινδύνῳ πόδεσσι στῆναι ἀμφοτέροις καὶ σωθῆναι. καὶ νῦν μὲν, οὐκ ἐπαινετὸν τὸ ἀχιβαθές. ὁ μέντοι ἀγχιβαθὴς λιμὴν, ἐπαινεῖται. Τὸ δὲ βάλῃ λίθακι ποτὶ πέτρῃ, ἀντὶ τοῦ, προσρίψει πέτρᾳ τινὶ ἐχούσῃ προβολὰς ὀξείας πολλὰς, τοιαύτη γὰρ ἡ λίθαξ πέτρα. εἰ δέ τις τὰς οὕτω λίθακας, καὶ πάγους ὀξέας εἴποι, οὐ φαύλως ἐρεῖ. Καὶ σημείωσαι ὅτι εἰ καὶ παρατετήρηται μὴ εἶναι ὑποκόρισμα παρὰ τῷ ποιητῇ, ἀλλὰ τὸ λίθαξ τοιοῦτον εἶναι δοκεῖ. ὡς γὰρ νέος νέαξ νέακος, καὶ ὥσπερ σκύλαξ σκύλακος, οὕτω καὶ λίθαξ ἡ καὶ λάϊξ. ἔστι γὰρ πέτρα λίθαξ, ἥτις αὐτὴ μὲν μεγάλη ἀνέστηκεν. ἔχει δὲ περὶ αὐτὴν λιθιδίων ἐκφύματα. Παραπλῆγες δὲ ἠϊόνες κατὰ τοὺς παλαιοὺς, πάραλοι, πλησσόμεναι ὑπὸ ἁλός. μάλιστα δὲ, αἱ μὴ ἀπεναντίας ἀλλʼ ἐκ πλαγίων πλησσόμεναι κύμασιν. αἳ καὶ ποιοῦσι τόπον εὐλίμενον πλαγιαζόμενον τοῖς κύμασι. διὸ καὶ ἐπάγει, λιμένας τε θαλάσσης. ὡς τῆς παραπλῆγος ἠϊόνος, ἀγαθῆς οὔσης ἐλλιμενίσαι. καὶ οὕτω μὲν ὁ ποιητής. οἱ δὲ ὕστερον, παραπλῆγα φασὶ, τὸν ἀπαίδευτον καὶ ἄμουσον καὶ ὡς εἰπεῖν, ἀπῳδὸν, ἐξ ὁμοιότητος τῶν ἀτεχνῶς πληττομένων χορδῶν. ἡ χρῆσις παρὰ τῷ κωμικῷ. τοιούτῳ δὲ παραπλῆγι σύστοιχον, καὶ τὸ παραπλῆγα λύτταν λόγου. Ἐν δὲ τῷ, δείδω μή με ἡ θύελλα τό δέ τι βλάψῃ, ἀνελλιποῦς οὔσης τῆς φράσεως, δῆλον ὅτι πρὸ ταύτης τὸ, μή πως μʼ ἐκβαίνοντα βάλῃ ποτὶ πέτρῃ, ἐλλιπές ἐστι ῥήματος τοιούτου. ἵνα λέγῃ ὅτι δέδοικα μὴ προσκρουσθῶ τῇ ῥαχίᾳ. καὶ εἰσὶ καὶ ἐν Ἰλιάδι πολλὰ τοιαῦτα σχήματα. ὅμοιον δὲ καὶ παρʼ Αἰσχύλῳ τὸ, ὅπως μὴ σαυτὸν οἰκτοῖς ποτε. ἤγουν δέδιθι μὴ πάθῃς οἴκτου ἄξια. Τὸ δὲ ἀναρπάξασα θύελλα, οὐ πάνυ πόῤῥω φράζεται τοῦ, ἀνηρείψαντο ἅρπυιαι. εἰ καὶ ἄλλως μὲν ἐκεῖνο, ἑτέρως δὲ τοῦτο νοεῖται. Ὁ δὲ τοῦ μεγάλου κήτους φόβος καὶ ὁ τῶν ἐν ὄρει θηρῶν, οὐχʼ ἱστορικῶς ἀλλὰ κατὰ τὸ εἰκὸς ἔπεισι τῷ Ὀδυσσεῖ, τὰ μὲν τῶν κακῶν πάσχοντι, τὰ δὲ, ὑποπτεύοντι. Τὸ δὲ δρύπτεσθαι καὶ ἀράσσεσθαι ὡς τὸ μὲν ἀπὸ τοῦ δόρυ, τὸ δὲ ἀπὸ τοῦ Ἄρης γίνεται, ἀλλαχοῦ δηλοῦται. εἰσὶ δὲ οἳ καὶ ταῦτα ὠνοματοπεποιῆσθαι φασί. τραχύφωνα δὲ οἰκείως τῷ παρόντι τόπῳ, καὶ τὸ ἐδρύφθη, καὶ τὸ ἐδρύφθη, καὶ τὸ ἀράχθη. Παλιῤῥόθιον δὲ κῦμα, τὸ ῥοθοῦν καὶ κατὰ τὴν παλίῤῥοιαν. ἦν μὲν γὰρ ἐκεῖνο ῥόθιον, καὶ ὅτε ἐπιδραμὸν παρῆλθε τὸν Ὀδυσσέα. γέγονε δὲ παλιῤῥόθιον, ὅτε διαύλου τρόπον εἰς θάλασσαν αὖθις ἐκ τοῦ αἰγιαλοῦ ἀποκαθίστατο. οὕτω δὲ σφοδρὸν ἦν, ὥστε τῆς πέτρας ἀποσπάσαν τὸν Ὀδυσσέα οὐχʼ ἁπλῶς ἔφερεν ἔσω θαλάσσης, ἀλλὰ τηλοῦ ἔβαλε πόντῳ. τοῦτο δὲ πρὸς ἀγαθοῦ γέγονε τῷ Ὀδυσσεῖ. ἐκεῖθεν γὰρ πλαγίως νηχόμενος εὗρε τόπον ἀκίνδυνον τὸν πρὸς τῷ ποταμῷ. Ὁ δὲ πολύπους, μεμέτρηται μὲν τοὺς πόδας εἴπερ ὀκτάπους καλεῖται κοινότερον, δόξαν δὲ οὕτω τοῖς ὀνοματοθέταις, πολύπους λέγεται. καθὰ καὶ ἡ τρίαινα, πολυγλώχιν. ἐν ἄλλοις δὲ, τὸ ἀνάπαλιν γίνεται. ἤγουν ἀντὶ τῆς κατὰ τὸ πολὺ ἀοριστίας, ὡρισμένος τις ἐκφωνεῖται ἀριθμός. Κρήτη γοῦν ἑκατόμπολις ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἀντὶ τοῦ πολύπολις καθά τινές φασιν. οὕτω δὲ καὶ τῇ τῆς Ἀθηνᾶς αἰγίδι, ἑκατὸν θύσανοι προσυφαίνονται, ἤγουν πολλοί. ὁμοίως καὶ ἑκατὸν δούρατʼ ἀμάξης Ἡσίοδος ἔφη. καὶ ἑκατὸν ἔτεα παῖδα παρὰ μητρὶ ἀτιτάλλεσθαι. σὺν ἄλλοις δὲ, καὶ ὁ Ὁμηρικὸς ἑκατόγχειρ τοιαύτην ἔννοιαν ὑποβάλλει. ἵνα ᾖ ἑκατόγχειρ, ὁ πολύχειρ. Ἡ δὲ κατὰ τὸν πολύποδα παραβολὴ, ἐναντιότητα δοκεῖ ἔχειν πρὸς τὸ προκείμενον πρᾶγμα. ὁ μὲν γὰρ πολύπους τῆς θαλάσσης ἐξελκόμενος, ἀνασπᾷ λάϊγγας ὅ ἐστι λιθίδια πρὸς ταῖς κοτυληδόσιν ἐχόμενα. Ὀδυσσεὺς δὲ ἀφῆκέ τι τοῦ σώματος πρὸς ταῖς πέτραις. φασὶ γοῦν οἱ παλαιοὶ, ὅτι ἡ παραβολικὴ ἐνταῦθα ὁμοίωσις πρὸς μόνον γίνεται τὸ στεῤῥὸν τῆς ἀντοχῆς. ὡς γὰρ ὁ πολύπους αἴρει τι τῶν λίθων ἀντεχόμενος, οὕτως Ὀδυσσεὺς ἀφίησί τι τοῦ κατὰ τὰς χεῖρας ῥινοῦ πρὸς τῇ πέτρᾳ. καὶ μία αἰτία ἀμφοῖν τοῦ τε ἀφεῖναί τι πρὸς ταῖς πέτραις, καὶ τοῦ ἀποσπασαί τι ἀπʼ αὐτῶν, ἡ βιαία δηλαδὴ ἀντοχὴ τῶν κοτυληδόνων καὶ τῶν χειρῶν. δῆλον δʼ ἐκ τῶν παλαιῶν, καὶ ὡς δύσριγον ὁ πολύπους. καὶ ὡς ἀντέχεται τῆς οἰκείας θαλάμης, ἵνα θερμαίνων, ἀντιθάλπηται ὑπʼ αὐτῆς κατά τινα φερωνυμίαν. ἐπειδὴ ἀπὸ τοῦ θάλπειν δοκεῖ γίνεσθαι ἡ θαλάμη καθὰ καὶ ὁ θάλαμος. Ὅρα δὲ ὡς ἐν τοῖς κατὰ τὸν Ὀδυσσέα ἐφιλοτιμήσατο διʼ ἐνέργειαν ταῖς παραβολαῖς ὁ ποιητής. τέσσαρες γὰρ ἐν τοῖς εἰρημένοις κεῖνται παραβολαί. Τὸν δὲ πολύποδα, πούλυπον μὲν Ἀττικοί φασιν ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, καὶ πολύπουν. Ἴωνες δὲ καὶ Δωριεῖς καὶ Αἰολεῖς, πώλυπον. ὅτι δὲ καὶ πώλυψ ὁ αὐτὸς παρὰ τοῖς τοιούτοις, ἐδηλώθη καὶ ἀλλαχοῦ. ὅτι δὲ καὶ ἀμφίβιος ὁ πολύπους, καὶ ὅτι καὶ τῇ ἐλαίᾳ χαίρει, καὶ συκέαις δὲ φιληδεῖ προσπεφυκυίαις θαλάσσῃ, καὶ ὡς ἐφωράθησαν πολύποδες καὶ τῶν σύκων ἐσθίοντες, δῆλον ἐκ τῶν παλαιῶν. παρʼ οἷς κεῖται, καὶ ὅτι νόμος παρὰ Τροιζῆνα, οὔτε τὸν ἱερὸν καλούμενον πολύπουν οὔτε τὸν κωπηλάτην πολύπουν θηρεύειν. ἀπεῖπον γάρ φασι, τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσθαι. πολλῶν δὲ ὄντων ἃ φέρεται περὶ πολύποδος, ἐκεῖνα ἐπιτμητέον, ὅτι ὁ ποὺς μὲν, οὐκ ἔχει μονοσύλλαβον αἰτιατικὴν κατὰ τὸν βοῦν καὶ τὸν νοῦν, τὸ δὲ σύνθετον ἔχει, τὸν πολύπουν γάρ φαμεν, καὶ τὸν Οἰδίπουν καὶ τὸν τρίπουν λέβητα παρʼ Αἰσχύλῳ. καὶ ὅτι τὸν ὡς ἐῤῥέθη Αἰολικὸν καὶ Δωρικὸν διὰ τοῦ ω μεγάλου πώλυπον, παρὰ Ἐπιχάρμῳ ἔστιν εὑρεῖν. ἔστι γάρ φασι παρʼ ἐκείνῳ παθητικὸν πώλυποι. παρὰ δὲ Σιμωνίδῃ τὸ, πώλυπον διζήμενος. καὶ ὅτι τὰ μὲν ἄλλα μαλάκια, εὔθετα πρὸς ἡδονὴν ἁπλῶς καὶ ἀφροδίσια, μάλιστα δὲ οἱ πολύποδες. καὶ ὅτι θολὸν καὶ ὁ πολύπους ἔχει ἐν τῷ λεγομένῳ μήκωνι, οὐ μέλανα κατὰ τὴν σηπίαν, ἀλλʼ ὑπένυθρον. καὶ ὅτι ὁ ῥηθεὶς μήκων ὃν καὶ σηπία, ἔχει. ὅρα δὲ τὸ, ὁ μήκων ἀρσενικὸν, κεῖται ἐπάνω τῆς κοιλίας, οἱονεὶ κύστις. καὶ ὅτι λέγεται ἂν ἀπορήσῃ τροφῆς, αὐτὸν κατεσθίειν. ὅθεν εἴρηται τὸ, ἔδωδʼ ἐμαυτὸν ὡς πολύπους. καὶ ὅτι τοῦτο φασί τινες ψεῦδος εἶναι. ὑπὸ γὰρ τῶν γόγγρων διωκόμενον, ἀδικεῖσθαι τοὺς πόδας. καὶ ὅτι λέγεται ὡς εἴ τις ταῖς θαλάμαις αὐτοῦ ἅλας σπείρῃ, εὐθέως ἔξεισι. καὶ ὅτι φεύγων, μεταβάλλει φόβῳ τὰς χρόας, ἐξομοιούμενος τοῖς τόποις ἐν οἷς κρύπτεται. διὸ Κλέαρχός τις ἔφη. πουλύποδός μοι τέκνον ἔχων νόον Ἀμφίλοχʼ ἥρως, τοῖσιν ἐφαρμόζου ὧν κεδῆμον ἵκηαι. ὁ δὲ τοιοῦτος νοῦς τὸν πολύτροπον πολύποδα σκώπτει. καὶ ὅτι εἴπερ ἱστορεῖται ὁ πολύπους λίαν ἀνόητος εἶναι, διωκόμενος τε γὰρ ἔστιν ὅτε οὐ φεύγει, καὶ πρὸς τὴν χεῖρα δὲ τῶν διωκόντων βαδίζει. ὅθεν εἴρηται τὸ εἶναί τινα ἠλίθιον νοῦν τε πολύποδος ἔχοντα, οὐκ ἄρα τὴν συνεξομοίωσιν τὴν πρὸς τοὺς τόπους φρονίμως αὐτὸς ποιεῖ, ἀλλʼ ὁ φόβος ἀληθῶς αὐτὸν ἀλλοιοῖ. καὶ ὅτι λέγεται μηδὲ γίνεσθαι πολύποδας περὶ Ἑλλήσποντον. κατὰ δέ τινας, μηδὲ περὶ τὸν Εὔξεινον. ψυχρὰ γάρ φασιν ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά. ταῦτα δʼ ἄμφω, πολέμια πολύποδι. καὶ ὅτι ὁ τραγικὸς Ἴων μεμφόμενος τὸ τοῦ πολύποδος εὐμετάβλητον, ἀκολούθως δʼ αὐτῷ καὶ τὸν παλίμβολον ἄνθρωπον, λέγει. τὸν πετραῖον πλεκτάναις ἀναίμονα στυγῶ μεταλλακτῆρα πολύπουν, χροός. Ὅρα δὲ τὸ, θαλάμης ἐξελκομένου, τότε γὰρ ἀντέχεται ὁ πολύπους μάλιστα. ὡς εἰ καί τις πατρίδος βιαίως ἀπάγοιτο ἢ οἴκου. δῆλον δὲ, ὡς θάλαμος μὲν, ἐπὶ λογικῶν. θαλάμη δὲ, ἐπὶ ἀλόγων. ὅτι δὲ θαλάμη μὲν, ἀεὶ βαρυτόνως ὡς παλάμη, τὸ δὲ πληθυντικὸν αὐτῆς πρὸς διάφορον σημασίαν ὠξυτονήθη, δηλοῖ ὁ ἱστορήσας θαλαμὰς ἐν ὀξείᾳ τάσει. καὶ εἰπὼν ὅτι θαλαμὰς ὡς ἀγαθὰς, Διοσκούρων ἱερὸν σημαίνει. θαλάμας δὲ βαρυτόνως ὡς μεγάλας, καταδύσεις μηνύει. Μνηστέον δʼ ἐνταῦθα καὶ ὅτι θαλάμη οὐ τῷ πάλαι καὶ Ὁμηρικῷ ἀλλὰ τῷ παρὰ τοῖς ὕστερον νυμφικῷ, παρωνόμασται ὁ ἐπιθαλάμιος λόγος. περὶ οὗ γράφεται ὅτι ἐπιθαλάμιον μὲν, τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφέν. γαμήλιον δὲ, ὃ οὐ περιώρισται χρόνῳ. τάττεται δὲ ἡ λέξις φασὶ, καὶ ἐπὶ δωρεᾶς ἐν γάμῳ διδομένης. ὅτι δὲ θαλάμου παρώνυμος καὶ ὁ τριηρικὸς θαλάμαξ, οἶδεν ὁ μαθών. Κοτυληδόνες δὲ αἱ τοῦ πολύποδος πλεκτάναι, ἀπὸ μέρους τουτέστιν ἀπὸ τῶν βραχυτάτων κοτυληδόνων αἳ πρανεῖς ταῖς πλεκτάναις ὑπόκεινται, ὅμοιαι οὖσαι κοτυλιδίοις κοίλοις ἀφʼ ὧν καὶ παρονομάζονται. δῆλον δʼ ὅτι ταύταις ὁ πολύπους ἀντέχεται τῶν πετρῶν κρατερῶς. ὧν ἑκάστη συσπῶσα ἑαυτὴν καὶ προσφυομένη τῇ τῆς πέτρας ἐπιφανείᾳ κολλητικῶς, ἔχεσθαι ποιεῖ τὸν πολύποδα τοῦ ὑποκειμένου, ὅσα καὶ κισσὸν δρυὸς ἤ τινος ἄλλου. Θρασείας δὲ χεῖρας νῦν τὰς τοῦ Ὀδυσσέως ἔφη, διὰ τὸ οὕτω τλῆμον καὶ θαῤῥαλέον αὐτοῦ. Τὸ δὲ κύματος ἐξαναδὺς ἃ ἐρεύγεται εἰς ἤπειρον, καινῶς μὲν ἐσχημάτισται, ἐχρῆν γὰρ εἰπεῖν, ὃ ἐρεύγεται. πλὴν οὐκ ἦν ἄλλως εἰπεῖν. εἰ γὰρ καὶ ἑνὸς κύματος ἐξανέδυ Ὀδυσσεὺς, ἀλλʼ οὐχʼ ἓν κῦμα ἔξω ἠρεύγετο. ἔχει γοῦν τὸ σχῆμα ἐλλιπῶς. τὸ δὲ τέλειον, οὕτως. κύματος ἐξαναδὺς ἐκείνου ἑνὸς τῶν πολλῶν ἃ ἐρεύγεται ἤπειρόν δέ. Τὸ δὲ νῆχε παρὲξ, ἀντὶ τοῦ, οὔτε πάνυ πόῤῥω τῆς γῆς, δέδιε γὰρ μήπως αὐτὸν αὖθις ἀναρπάξῃ θύελλα. οὔτε αὖθις ἐν χρῷ τῆς γῆς, ἵνα μὴ ταῖς πέτραις προσαραχθῇ. καὶ δηλοῖ συνήθως κἀνταῦθα ἡ μὲν παρα, ἐγγύτητα τὴν πρὸς τῇ γῇ. ἡ δὲ εξ ἄπωσιν τὴν ἐν θαλάσσῃ. Ὅρα δὲ ὅτι παρὲξ ἔφη, μὴ συντάξας τὸ ἐπίῤῥημα πτώσει τινὶ ὡς ἐν ἄλλοις ἐποίει. οἷον παρὲξ ἅλα. καὶ, παρὲκ νόον. Τὸ δὲ ᾤδεε χρόα, ἀντὶ τοῦ, ἐξώγκωτο. ἐκ τοῦ οἰδέω οἰδῶ. εὕρηται δὲ ἐν παλαιοῖς βιβλίοις καὶ ἀντὶ τοῦ ὤζεεν, ὡς ἀπὸ τοῦ ὀζῶ τροπῷ συνήθει τοῦ ζ εἰς δ. τοῦ δὲ ὀζῶ κοινῶς μὲν, ὁ μέλλων διὰ τοῦ ε, ὀζέσω γάρ. ὁ δὲ κωμικὸς ἐν ταῖς σφηξὶν, ὀζήσω φησὶ διὰ τοῦ η. Τὸ δὲ θάλασσα κήκιεν, ἀντὶ τοῦ, ὕδωρ θαλάσσιον κατέῤῥεν. ὥσπερ καὶ ἐν Ἰλιάδι, ἱδρὼς κήκιε. Τοῦ δὲ ὀλιγηπελέων, ἔστι καὶ ὄνομα ἐν τοῖς ἑξῆς ἡ ὀλιγηπελία, ὅ ἐστιν ὀλιγοψυχία. ἔστι γὰρ ὀλιγηπελέειν, τὸ ὀλίγον τινὰ πέλειν. ἢ ὀλιγοῦσθαι τὸ εἶναι διά τι πάθος φθοροποιόν. ὁποῖον καὶ ὁ αἰνὸς κάματος. Ὅτι καταποικίλλων πανταχοῦ πολυειδῶς καὶ τὴν ποίησιν ταύτην Ὅμηρος παραπλέκει τῷ τοῦ Ὀδυσσέως κινδύνῳ καὶ ἠθοποιΐας τινάς. φησὶ γοῦν ἐν προοιμίοις τοῦ κακοῦ, ὅτι ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν. ᾤμοι ἐγὼ δειλός. τί νύ μοι μήκιστα γένηται. λέγει δὲ καὶ δεδιέναι μὴ νημερτέα ἡ Καλυψὼ εἴπῃ, φαμένη ἐν πόντῳ αὐτὸν πρὶν εἰς τὴν πατρίδα ἐλθεῖν, ἄλγεʼ ἀναπλήσειν. ἐκφοβεῖ δὲ αὐτὸν καὶ τὸ νέφεσι περιστέφεσθαι τὸν οὐρανὸν ἤτοι τὸν ἀέρα ὡς προγέγραπται. καὶ τὸ ταράσσεσθαι τὸν πόντον. καὶ τὰς ἀέλλας τῶν ἀνέμων ἐπισπέρχειν. καὶ φησί. νῦν μοι σῶς αἰπὺς ὄλεθρος. ὃ κεῖταί που καὶ ἐν Ἰλιάδι. καὶ ὅτι τρισμάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρείδῃσι φέροντες. καὶ δὴ ἔγωγʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν ἤματι τῷ, ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα Τρῶες ἐπέῤῥιψαν περὶ Πηλείωνι θανόντι. ὅτε δηλαδὴ Ὀδυσσεὺς, μὲν, ἐβάστασε τὸν Ἀχιλλέα νεκρὸν, Αἴας δὲ ὑπερήσπιζεν. οὕτως ἂν ἔλαχόν φησι κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί. νῦν δέ με λευγαλέῳ θανάτῳ ὅ ἐστιν ὀλεθρίῳ παρὰ τὸν λοιγὸν ἢ θανασίμῳ παρὰ τὸ λέγω τὸ κοιμίζω εἵμαρτο ἁλῶναι. ὁποῖος δηλαδὴ σὺν ἄλλοις καὶ ὁ ἐν θαλάσσῃ. Ὅρα δὲ τὸ, πρὸς ὃν μεγαλήτορα θυμόν. τὸ γὰρ ἐναγώνιον, οὐκ ἐδίδου καὶ ἐκλαλεῖσθαι τὰ κατὰ θυμόν. ἡ μέντοι Ὁμηρικὴ Μοῦσα οἶδεν αὐτὰ κἂν εἰ μὴ ἐξεβοῶντο. ἐν δὲ τοῖς ἑξῆς τὸ, εὔξατο ὃν κατὰ θυμὸν, ἄλλον ἔχει λόγον. ἐκεῖ γὰρ καὶ τὸ ὕδωρ προσπελάζον τοῖς χείλεσιν, οὐκ ἀφίησι προφορικῶς εὔχεσθαι. πρὸ δὲ τούτων ὁ Ποσειδῶν μυθικῶς κινήσας τὴν κεφαλὴν προστί ὃν μυθήσατο θυμὸν; διὰ τὸ μόνος εἶναι καὶ μὴ ἔχειν τινὰ ᾧ ἂν μυθήσεται. Τὸ δὲ ᾤμοι ἐγὼ δειλὸς, καινότερον ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ οὐδὲ ἔμψυχον, ᾤμοι τῷ δειλῷ. Τὸ δὲ τί νύ μοι μήκιστα γένηται, ἀντὶ τοῦ, τίνα μοι κακὰ μείζω γενήσεται. εἰ δὲ γράφεται μήχιστα, ἐρωτᾷ τί ἄν μοι γένοιτο μῆχος ἤτοι μηχανή. Τὸ δὲ ἄλγεʼ ἀναπλήσειν, ἀντὶ τοῦ ἐντελῶς παθεῖν καὶ πληρέστατα. γράφεται δὲ καὶ ἀνατλήσειν. Τὸ δὲ καὶ τετράκις, ἀφελῶς εἴρηται καὶ πρὸς οὐδὲν μέγα. ἐν γὰρ τῷ τρισμάκαρες, καὶ τὸ τετράκις καὶ τὰ ἐφεξῆς νοοῦνται. οὐ γὰρ ὥρισται τὸ τρισμάκαρες, ἀλλʼ ἀντὶ τοῦ πολυμάκαρες λέγεται. εἰ μὴ ἄρα κατὰ Πινδαρικὴν ἔννοιαν οἱ ἐξηγηταὶ δηλοῦσιν ἐκεῖ, τὸ τρισμάκαρες καθὰ καὶ τὸ τρισάθλιοι, τριαδικὸν αὐτὸ δὴ τοῦτο μόνον δηλοῦσιν ἀριθμόν. εἰ δὲ καὶ τοῦτο, ἀφελῶς πάλιν εἴρηται τὸ τετράκις καὶ οὐδέν τι μεγαλεῖον ἔχει, οἷα ἐν κινδύνῳ ἀσκέπτως ῥηθέν. μεῖζον γὰρ ἦν, πεντάκις ἢ δεκάκις ἢ τοιοῦτόν τι εἰπεῖν. Σημείωσαι δὲ καὶ ὅτι ἀπὸ συνθέτου τοῦ, τρισμάκαρες, ἰδίᾳ λαβὼν ἔθετο τὸ, καὶ τετράκις. ὡς εἴπερ καὶ ἐκεῖ τὸ τρὶς μὲν ἰδίᾳ ἔκειτο ἰδίᾳ δὲ αὖθις τὸ μάκαρες. ὅμοιόν τι καὶ ἐν τοῖς ἑξῆς τὸ διοθανέες ὅτε ἅπαξ θνήσκουσʼ ἄνθρωποι. Σημείωσαι δʼ ἐν τῷ τρισμάκαρες, οὕτω δὲ καὶ ἐν τῷ, νῆσοι μακάρων, καὶ τῷ, μακάρεσι θεοῖσιν, ὅτι τὸ μάκαρ, οὐκ ἔσχεν ἀποκοπὴν ἐκ τοῦ μακάριος. οὐ γὰρ ἂν ἀποκοπὲν ἐκλίνετο. τὰ γὰρ οὕτω παθόντα μένουσι τοῦ λοιποῦ ἀμετάβατα εἰς κλίσιν, ὡς οἷα ποδῶν ἐκοπέντα τῶν ἐν αὐτοῖς τελευταίων συλλαβῶν αἷς αἱ μεταβάσεις τῶν κλίσεων γίνονται. τὸ γοῦν δῶ καὶ τὸ κρῖ καὶ ὁ παρὰ τῷ γεογράφῳ ἧλ δαιμόνιος ἀποκεκομμένα ἐκ τοῦ δῶμα καὶ κρίμνον καὶ ἧλος, οὐκέτι κινοῦνται. οὕτω δὲ καὶ τὸ νίφα καὶ σκέπα τὰ τοῦ Ἡσιόδου καὶ τἄλλα. οὔκουν ὁ μάκαρ ἀπεκόπη ἐκ τοῦ μακάριος, ἀλλὰ πρωτότυπον αὐτὸ ἐκείνου ἐστί. διὸ ὡς Καίσαρ καίσαρος καισάριος, οὕτω μάκαρ μάκαρος μακάριος. ἐξ οὗ κατὰ συγκοπὴν ὁ μάκαρς, πρὸς ὁμοιότητα τοῦ ἃλς ὁ ἐκ θαλαττίου ὕδατος συμπαγεὶς, οὗ προϋπάρχει ὁ ἅλιος. διὸ καὶ κλίνεται ὥσπερ ὁ ἃλς τοῦ ἁλτὸς, καὶ ἐξωθήσει τοῦ τ ἁλὸς διὰ κανόνα γραμματικὸν, οὕτω καὶ μάκαρς μάκαρος. ἀφʼ οὗ μακάρτατος μακαριώτατος. εἰ μή τι ἄρα καὶ αὐτὸ ἐκ τοῦ μακαριώτατος συγκέκοπται. Τὸ δὲ οἳ τότʼ ὄλοντο, πολὺν μὲν ἔχει νοῦν. γοργότατα δὲ εἴρηται. πότε γὰρ τότε; ὅτε πάντως Ἑλένη μὲν ἡρπάγη. Ἀχαιοὶ δὲ ἔπλευσαν. καὶ τὰ, καὶ τὰ ἐγένετο. ἐν οἷς καὶ τὸ τοῦ Ἀχιλλέως πτῶμα καὶ τὰ ἐπʼ αὐτῷ. αἴτιον δὲ καὶ τῆς γοργότητος ταύτης ὁ κινδυνώδης καιρὸς, οὐκ ἐφιεὶς πολυλογεῖν. Σημείωσαι δὲ ὁποῖόν τι ὁ ἄνθρωπος ἐν τοῖς κατὰ τὸν βίον. καὶ ὡς πρὸς τὰς τύχας, τὰς φρένας κέκτηται. Ὀδυσσεὺς γὰρ ὁ ἐν Τροίᾳ ἐξ ἅπαντος τρόπου ζωὴν ἑαυτῷ περιποιούμενος, μακαρίους ἐνταῦθα ἡγεῖται τοὺς ἐκεῖ θανόντας ὅθεν αὐτὸς ἐῤῥύσθη. μυρία δὲ καὶ ἄλλα ὁσημέραι τοιαῦτα παλίντροπα ἤθη παραφαίνονται κατὰ τὸ πάντῃ ἀναγκαῖον. οὕτω καὶ Πτολεμαίου τοῦ βασιλέως περιᾴδεται τὸ, ὦ τάλας ἐγὼ τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι με. εἶπε δὲ τοῦτο ἐκεῖνος, ὅτε ποδαγρῶν καὶ ἰδὼν Αἰγυπτίους περὶ τὸν ποταμὸν ἐπὶ τῆς ἄμμου ἐῤῥιμμένους ἀριστοποιουμένους ὥς φησιν Ἀθήναιος καὶ τὰ τυχόντα προσφερομένους, ἐπαθήνατο. Καὶ σημείωσαι τὸ σχῆμα τοῦ βασιλικοῦ λόγου. ὅπερ ἐστι, τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι. ἤγουν ὅτι μὴ δὲ τούτων εἷς ἐγενόμην. ληφθὲν ἐκ τοῦ κωμικοῦ εἰπόντος ἐν νεφέλαις. τὸ δὲ μὴ κυνῆν ἐλθεῖν ἐμὲ τὸν ταπεινὸν ἔχοντα. ἤγουν ὅτι μὴ ἦλθον ἔχων οἴκοθεν σκέπασμα κεφαλῆς. καὶ ἔστιν ἐλλειπτικόν. οἷον λέγῃ ὁ μὲν βασιλεὺς, ὡς δυστυχὲς γέγονέ μοι τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι. ὁ δὲ τῆς κωμῳδίας ἄνθρωπος, ὅτι ἀπρομήθευτόν μοι συνέβη τὸ μὴ φέρειν κατακάλυμμα κεφαλῆς ἐπὶ ὑετῷ. Ἰστέον δὲ ὅτι αἱ συνθέσεις τοῦ τρὶς ἐπιῤῥήματος, ποτὲ μὲν ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, αὐτόχρημα τριάδα δηλοῦσιν, ὡς ἐν τῷ τρισμάκαρες καὶ τετράκις καθὰ εἴρηται. ποτὲ δὲ, πλῆθος σημαίνουσιν. ὡς ἐν τῷ, τρισγαρμύριοί εἰσι παρʼ Ἡσιόδῳ. καὶ ἐν τῷ, ἀλλʼ ὦ τρισκεκορημένε Σμερδίῃ παρὰ Ἀνακρέοντι. ἤγουν πολλάκις ἐκσεσαρωμένε. καὶ Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν παρὰ Ἀρχιλόχῳ. ἤτοι τὴν λίαν ὀϊζυράν. οὕτω δὲ καὶ ὁ γράψας ὅτι στίχων καὶ πέδων δοῦλος ὁ στιγματίας. καὶ πεδήτης παρὰ Ἀριστοφάνει. μετʼ ὀλίγα λέγει ὅτι τριπαίδων, ὁ τρίδουλος. καὶ ὥς που προεγράφη, τρίπρατος. Ἱππώναξ δὲ ὑπεραναβὰς τοῦτο, φησὶν ἀφέω τοῦτον τὸν ἑπτάδουλον. τοῖς δὲ ἀνωτέρω ῥηθεῖσιν, ὅμοιον καὶ τὸ τρισεξώλης. ὅτι δὲ τὸ αὐτὸ τρὶς, οὐκ ἀεὶ φυλάσσει τὸ σίγμα συντεθὲν ἀλλʼ ἀποβάλλει αὐτὸ, δῆλον ἐκ τοῦ τρίπαλαι. καὶ τρίπους. καὶ τρίδουλος. καὶ ἄλλων μυρίων. Τὸ δὲ χάριν φέροντες εἶπεν ἐν τῇ γ ῥαψῳδίᾳ. Τοῦ δὲ δοῦρα ἐπέῤῥιψαν, οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν. κρεῖττον γάρ ἐστι καὶ τοῦ ἀφῆκαν. ἐπὶ μέντοι ὀϊστῶν, οὐκ ἂν εἴη καίριον. ἀλλὰ μᾶλλον οἰκεῖον ἐκεῖ τὸ ἀφῆκαν. ἐπεὶ καὶ ἀπὸ τοῦ ἵημι γίνεται ὁ τοιοῦτος ἰός. τὸ δέ γε βάλλειν, ἕτερόν ἐστι τοῦ ἐπιῤῥίπτειν καὶ ἀφιέναι. αὐτὸ γὰρ, ἀντὶ τοῦ, ἐπιτυχεῖν λέγεται. Τὸ δὲ περὶ Πηλείωνι, ὅμοιον τῷ, ἀμφʼ Ὀδυσσῆϊ ὅπερ ἀνωτέρω κεῖται. Τὸ δὲ ἔλαχον κτερέων, ἀντὶ τοῦ, ἔτυχον ὡς καὶ ἐν ἄλλοις πολλαχοῦ κεῖται. οἱ δὲ μεθʼ Ὅμηρον, αἰτιατικῇ συντάσσουσι τὸ λαχεῖν. Ὅτι ἐθὰς ὢν ὁ ποιητὴς τοῦ ἐν μεγάλοις καὶ μάλιστα ἐπικινδύνοις πράγμασι θεῖα εἰσάγειν πρόσωπα, καὶ συγκιρνᾶν ἀγαθῷ τινι τὸ ἄκρατον τοῦ κακοῦ ἢ καὶ παντελῶς ἀπάγειν αὐτὸ, ποιεῖ τοῦτο καὶ νῦν. καὶ ἐπεὶ μέγα τὸ τοῦ κινδύνου κακὸν ἦν τῷ Ὀδυσσεῖ καὶ πάντῃ ἄφυκτον, πλάττει τὴν Λευκοθέαν ἀναφανεῖσαν ἐκ μέσων τῶν κυμάτων καὶ τὰ δυνατὰ πιθανῶς βοηθήσασαν. ὡς μή τε τῷ Ποσειδῶνι παντελῶς ἀντιπεσεῖν, μή τε τὸν Ὀδυσσέα προλιπεῖν ἀβοήθητον. βοηθεῖ δὲ, διὰ τοῦ κατʼ αὐτὴν κρηδέμνου ὡς ἐφεξῆς ῥηθήσεται. ἀστεῖον δὲ τὸ Λευκοθέας ἐπεισόδιον. ἱστορίαν τε γὰρ ξενικὴν ἐπεισάγει, καὶ Ὁμηρικὸν ἔθος πληροῖ, θεῖον ἐν κινδύνῳ εἰσαγομένη πρόσωπον. καὶ τὸ ἄπορον λύει τοῦ, πῶς Ὀδυσσεὺς οὐκ ἔπαθέ τι δεινὸν πέτραις προσαραχθείς. ἔστι δὲ ὁ περὶ τῆς Λευκοθέας λόγος τῷ ποιητῇ, οὗτος. τόν δʼ εἶδε Κάδμου θυγάτηρ καλλίσφυρος Ἰνώ. Λευκοθέη. ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα. νῦν δʼ ἁλὸς ἐν πελάγεσσι, θεῶν ἐξέμμορε τιμῆς. αὕτη τὸν Ὀδυσσέα ἐλέησεν ἀλώμενον ἄλγεʼ ἔχοντα. αἰθυίῃ δʼ εἰκυῖα ποτὴ, ἀνεδύσατο λίμνης. ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου, εἶπέ τε μῦθον. κάμμορε. τίπτέ τοι ὧδε Ποσειδάων ὠδύσατʼ ἐκπάγλως, ὅτι σοι κακὰ πολλὰ φυτεύει. καὶ ἑξῆς. τοῦτο δέ ἐστι παρῳδῆσαι, ὅτέ τις μνησικάκως πάσχει πρός τινος. ἡ δὲ κατὰ τὴν Ἰνὼ ἤτοι Λευκοθέαν ἱστορία, διώνυμως γὰρ ἡ γυνὴ, τοιαύτη τίς ἐστιν. Ἰνὼ Ἀθάμαντι συνοικήσασα ἔσχε παῖδας Μελικέρτην καὶ Λέαρχον ἢ Κλέαρχον. Ἀθάμας δὲ κατὰ μῆνιν Ἥρας τὰς φρένας ληφθεὶς, ἐπεὶ ἔθρεψε τὸν Διόνυσον, ἀναιρεῖ τὸν Λέαρχον. ἐπεὶ δὲ καὶ τὸν λοιπὸν ἔμελλε παῖδα διαχειρίσασθαι, βαστάζει αὐτὸν ἡ μήτηρ Ἰνώ. καὶ διὰ τοῦ λευκοῦ πεδίου τῆς Μεγαρίδος θεύσασα ὅ ἐστι δραμοῦσα, ὅθεν καὶ Λευκοθέα ἐκλήθη, συγκατέῤῥιψεν ἑαυτὴν τῷ βασταζομένῳ παιδὶ ἐς θάλασσαν. καὶ ἰσόθεον ἔλαχε τιμὴν σὺν αὐτῷ, κληθέντι Παλαίμονι διὰ τὸ κατὰ τὸν μῦθον συλλαμβάνεσθαί τι τοῖς ἁπλῶς παλαίουσι ἢ τοῖς κατὰ θάλασσαν παλαίουσιν, ὅ ἐστι πονουμένοις περὶ τὰ ναυτικά. ἐπεὶ καὶ ἡ παλαισμοσύνη, παλαιμοσύνη γραφομένη εὑρίσκεται παρὰ τοῖς παλαιοῖς. θυγάτηρ δὲ ἡ Ἰνὼ τοῦ Κάδμου, ὃς περὶ τὰς θυγατέρας ἐδυστύχησε. Σεμέλη μὲν γὰρ, ἐφλέχθη κεραυνῷ. Ἀγαυὴ δὲ μανεῖσα, διεσπάσατο τὸν υἱὸν Ἀκταίωνα. Λευκοθέα δὲ, εἰς θάλασσαν ἥλατο. οἰκτίζεται δέ φασιν αὕτη τὸν Ὀδυσσέα, ἢ ὡς ἄνθρωπος γενομένη ποτέ. ἢ καὶ ὡς φιλογύνην ὄντα. ἢ καὶ ὡς ὁμοιοπαθῇ. θαλάσσῃ γὰρ καὶ αὐτὸς εἰ καὶ μὴ ἑκὼν ἐμπέπτωκεν ὡς ἐκείνη, ἀλλʼ οὖν δυστυχῶς ἐγκυβιστᾷ. οὐκ ἐμορφώθη δέ φασιν εἰς αὐτὸ τοῦτο αἴθυιαν. πῶς γὰρ λαλεῖ, πῶς δὲ καὶ φορεῖ ἢ καὶ χειρίζει τὸ κρήδεμνον; ἀλλὰ τῷ τρόπῳ τῆς ἀναδύσεως, ἔοικεν εἰς αἴθυιαν. οὐκ ἐναντιοῦται δέ φασι τῷ Ποσειδῶνι, ἐπεὶ κἀκεῖνον οἶδεν εἰδότα ὡς χρὴ σωθῆναι τὸν Ὀδυσσέα. διὸ καὶ προαναφωνεῖ διʼ αὐτῆς ὁ ποιητὴς ὡς οὐ καταφθίσει τὸν Ὀδυσσέα ὁ Ποσειδῶν. Αὐδήεσσα δὲ, ἢ ἡ διαβόητος κατὰ τοὺς παλαιοὺς ὅ ἐστιν ἀοίδιμος διὰ τὰ ἐπʼ αὐτῇ συμβάντα. ἢ ἡ ἔνδοξος, εὐγενὴς γάρ. ἢ κατὰ Ἀριστοφάνην, ἡ χρωμένη ἀνθρωπίνῃ φωνῇ. οὕτω γὰρ αὐδήεντες οἱ ἄνθρωποι πρὸς διαστολὴν τῶν λοιπῶν ζῴων. γράφεται δὲ καὶ οὐδήεσσα τουτέστιν ἐπίγειος. νύμφη γὰρ ἦν καὶ οὐκ ἐκ τῶν οὐρανιώνων. Ἀριστοτέλους δέ φασι καὶ Χαμαιλέοντος ἡ τοιαύτη γραφή. Τὸ δὲ ποτῇ, ἢ κατὰ δοτικὴν, ἵνα λέγῃ ὅτι πετομένῃ αἰθυίῃ ἐοικυῖα. ἢ κατὰ εὐθεῖαν πτῶσιν, ἵνα ᾖ ποτὴ ἀνεδύσατο λίμνης, ἤγουν πετασθεῖσα ἐκ θαλάσσης ἀνέδυ. γράφεται δὲ καὶ σὺν τῷ νῦ, ποτήν. ὃ δηλοῖ τὴν πτῆσιν. ὡς ἂν λέγῃ, ὅτι ἐοικυῖα αἰθυίῃ κατὰ τὴν πτῆσιν ἤγουν κατὰ τὴν ὁρμήν. καὶ ἀπαλλαττομένη δὲ ἡ μυθικὴ αὕτη Λευκοθέα, αἰθυίᾳ εἰκάσθη. ὡς καὶ ἡ Ἀθηνᾶ, ὄρνις ὡς ἀνόπαια διέπτατο. καὶ φήνῃ εἰδομένη. Τὸ δὲ ὠδύσατο, ἐνθύμιον δίδωσι τοῦ ἐτυμολογεῖσθαι τὸν Ὀδυσσέα ἐκ τοῦ τοιούτου ῥήματος ὡς καὶ προγέγραπται. διὸ καὶ αὐτὸς ἐν τοῖς ἑξῆς, λέγει ὅτι οἶδα ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος, ὃ ταυτόν ἐστι τῷ, κλυτὸς Ἀμφιτρίτη. Ἀττικὸς δὲ παρακείμενος τὸ ὀδώδυσται κατά τι ὅμοιον τοῦ ὀρώρυκται. Τὸ δὲ κακὰ πολλὰ φυτεύειν, τὸ δολιεύεσθαι καὶ νῦν δηλοῖ. καθὰ καὶ τὸ ὑφαίνειν δόλον ἐν τοῖς ἐφεξῆς. Ὅτι παραμυθία ἐπὶ βουλῆς τὸ, οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων. παραινετικὸν δὲ τὸ, ἀλλὰ μάλʼ ὧδʼ ἔρξον. δοκέεις δέ μοι οὐκ ἀπινύσσειν. ὅ ἐστιν ἀφραίνειν καὶ ἐστερῆσθαι τοῦ πινυτὸς εἶναι. παίδευσις δὲ τοῦ μὴ ἑτέροις θαῤῥεῖν ἀλλὰ τοῖς οἰκείοις ἔργοις τὸ, σχεδίην μὲν ἀνέμοισι φέρεσθαι κάλλιπʼ. ἀτὰρ χείρεσσι νέων, ἐπιμαίεο νόστου. ἤτοι ἐπιθύμει. ἐπιμελοῦ, ἐκ τοῦ μῶ μαίω τὸ ζητῶ. Τὸ δὲ νέων, κεῖται μὲν καὶ ἐν τῷ, ποταμοῦ κατὰ στόμα ἷξε νέων. ἔχει δὲ ἐνεστῶτα τὸ νέω νῶ. ἐξ οὗ τὸ νήχω παράγωγον. Ὅτι κρήδεμνον ἡ Λευκοθέα δίδωσι τῷ Ὀδυσσεῖ ὡς ἂν ὑπὸ στέρνοιο τανύσας αὐτὸ ὃ καὶ ἄβροτον λέγει, μηκέτι παθεῖν δέος ἔχῃ μὴ δʼ ἀπολέσθαι. ἔοικε δὲ τὸ τοιοῦτον κρήδεμνον, περίαπτόν τι ποθὲν περιγενέσθαι τῷ Ὀδυσσεῖ, φυλακτήριον θαλαττίου κακοῦ καθά που καὶ τὸ μῶλυ πρὸς ἀποτροπὴν φέρει κακοπιοῦ ἀλογίας. ἔοικε γὰρ εἰδέναι καὶ τὴν φύσιν τῶν περιάπτων ὁ ποιητὴς ὡς δηλοῖ καὶ τὸ φόρημα τοῦ κεστοῦ. καὶ ἄλλως δὲ τὸ ῥηθὲν, αἴνιγμά τι ἐστὶ τοῦ εἶναι τὸν Ὀδυσσέα τλημονέστατον, διά τε τὸ φύσει ἀγχίνουν, καὶ τὸ τλησικάρδιον. διὸ κρήδεμνον μὲν, τὸ φυλακτήριον. καὶ διατοῦτο φρονήσεως σύμβολον. περὶ τὰ στέρνα δὲ τίθεται, κατὰ τὸ, τέτλαθι κραδίη. ὃ καὶ ἀλλαχοῦ λέγει αὐτός. καὶ ἄλλως δὲ τὸ αὐτὸ εἰπεῖν, τὸ οὐδέ τι σοι παθεῖν δέος, τοῦτό ἐστι τὸ περὶ τὰ στέρνα θεῖν κρήδεμνον, ἤγουν τὸ μὴ τὴν καρδίαν δέος παθεῖν διὰ τὸ ἀχανὲς τοῦ πελάγους. ἀλλὰ θαῤῥαλέως ἔχειν διὰ τὸ φύσει καὶ ἐξ ἀρετῆς δὲ τλησίπονον. Ἐν τούτοις δὲ καθὰ καὶ ἀλλαχοῦ ἐν πολλοῖς, ἡ δευτέρα φροντὶς, κρείττων τῆς προτέρας ἀπεκβαίνει. πρῶτα μὲν γὰρ ὡς εἰκὸς, βουλεύεται Ὀδυσσεὺς ἀφεὶς τὴν σχεδίαν, χερσὶ νήχεσθαι. εἶτα μεταβουλεύεται, παραμεῖναι τῇ νηῒ, ἕως ἂν αὐτὴν τὸ κῦμα διατινάξῃ. σεμνύνει δʼ ἐν τούτοις τὸν Ὀδυσσέα ἐπὶ πλέον ὁ μύθος, εἴπερ ἡ μὲν Λευκοθέα ὑποτίθησιν αὐτῷ ἀμελῆσαι μὲν τῆς σχεδίας, ἐπιτρέψαι δὲ τὴν σωτηρίαν τῷ νήχεσθαι. ὁ δὲ, ἄλλως ἐπικρίνει φρονῶν κρεῖττον αὐτῆς. συμβουλεύει δʼ ἐνταῦθα ἡ μυθικὴ Λευκοθέα τῷ Ὀδυσσεῖ, καὶ ἐπειδὰν αὐτὸς χερσὶν ἐφάψηται ἠπείρου ἀποδύσασθαι τὸ κρήδεμνον καὶ βαλεῖν εἰς πόντον πολλὸν ἀπʼ ἠπείρου. αὐτὸν ἄπο νόσφι τραπέντα. ὅ ἐστιν, ἔμπαλιν βλέποντα. ὃ καὶ ποιήσει ἐκεῖνος κατά τι παρατήρημα ἐν τοῖς ἑξῆς. τί γὰρ καὶ ἐχρῆν πλάσασθαι φορεῖν αὐτὸν τὸ μηκέτι ἐσόμενον χρήσιμον; ἔστι δὲ τὸ ἠπείρου χείρεσιν ἐφάψασθαι, ταυτὸν τῷ, ἐπὶ χέρσου γενέσθαι, κολυμβῶντα δηλαδή. τοῦ γὰρ νηχομένου, αἱ χεῖρες πρῶται ἅπτονται γῆς. Ὅτι παραμυθικὸν τὸ, οὐδέ τι τοι παθεῖν δέος οὐδʼ ἀπολέσθαι. Ὅτι δύσελπιν ἐπάνοδον δηλοῖ τὸ, ἐπεὶ ἑκὰς γαῖα ὅθι μοι φάτο φύξιμον εἶναι. Βουλευτικοῦ δὲ ἀνδρὸς τὸ, ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον. Ὅτι ὁ τέως μὲν μεταχειριζόμενός τι λυσιτελὲς μελετῶν δὲ κατʼ ἀνάγκην καί τι ἕτερον δυσχερὲς ποιήσειν εἰ ἔλθοι καιρὸς, ἔχει πρὸς παράδειγμα τὸν Ὁμηρικὸν Ὀδυσσέα λέγοντα. Ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ, τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων. αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ, νήξομαι. ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον. δῆλον γὰρ ὡς ὅτε καιρὸς, ἐγχειρητέον καὶ τοῖς μὴ καλοῖς. καὶ ἄλλως δὲ εἰπεῖν, παράδειγμά ἐστι τὸ τοιοῦτον, τῷ μετὰ ἀπορίαν μεγάλης βοηθείας πεποιθότι ἐπὶ μικροῖς. Τὸ δὲ ἀρήρῃ, διὰ τοῦ η ἔχει τὴν λήγουσαν ὡς ὑποτακτικὸς παρακείμενος τοῦ ἄρηρα. ὁποῖον καὶ τὸ ὀλώλῃ ἐκ τοῦ ὄλωλα ἐν τῷ, ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος. Τὸ δὲ σχεδίαν διατινάξῃ, παραβολῆς ἤρτηται τῆς εἰπούσης, ἠΐων θημῶνα τινάξει. Ὅτι ὁ χαίρων ἐφʼ οἷς προήγαγέ τινα εἰς κάκωσιν πολλὴν, ἐρεῖ ἂν τὸ, κινήσας δὲ κάρη, ἔφη. οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω εἰσόκεν γένηται τό δέ τι. ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος. ἔστι δὲ ὀνόσσεσθαι κακότητος, τὸ ἐξευτελίσαι τὴν κάκωσιν ὡς καὶ προείρηται, ὅπερ εἰώθασι πολλοὶ ποιεῖν, βαρυνόμενοι ἐπὶ τοῖς βραχέα κακύνουσιν. οἱονεὶ μεμφόμενοι ὅτι ἀτεχνῶς καὶ οὐ βαρέως ἐκακοποίησαν καὶ οὐχʼ ὡς ἐπεθύμουν. Ὅτι τὰς Αἰγὰς περὶ ὧν προεῤῥέθη, τόπον ἱερὸν τῷ Ποσειδῶνι εἶναι λέγει ὁ ποιητής. εἰπών. ἵκετο δʼ εἰς Αἰγὰς ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν. Ὅτι δʼ ἐκ τῶν τοιούτων ὡς ἐπισήμων καὶ τὸ Αἰγαῖον ἐκλήθη πέλαγος, διείληπται ἀλλαχοῦ. Καὶ ὅτι διὰ τὸ ἐκεῖσε πολὺ βάθος, ἱερῶσθαι τῷ Ποσειδῶνι ὁ τόπος δοκεῖ ὡς οἷόν τι ἄδυτον. Ὅτι εὐδίας φράσις τὸ, ἤτοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους, παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας. ὦρσε δʼ ἐπὶ κραιπνὸν βορέην, πρὸ δὲ κύματʼ ἔαξε. Καὶ ὅρα τὸ, κατέδησε κελεύθους. ὅθεν ἡ κοινὴ γλῶσσα, ὁδοῦ δέματα λέγει, ἔνθα ὕλη τεθεῖσα, κωλύει τοὺς ὁδεύοντας. Τοῦ δὲ εὐνηθῆναι ὁ ἐνεστὼς, εὐνῶ. ἐξ οὗ τὸ εὐνάζειν παράγεται. Τὸ δὲ δὲ κύματʼ ἔαξε τὰ τῶν ἄλλων δηλοῖ ἀνέμων. ἐπεί τοι καὶ ὁ βοῤῥᾶς ἐγείρει κύματα. Ὅτι ἐθέλων ὁ ποιητὴς δηλώσειν ὅπως Ὀδυσσεὺς διετέθη ὁπηνίκα μεγάλου ὑπὸ κύματος ἀρθεὶς εἶδε τὴν τῶν Φαιάκων, φησίν. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανείη πατρὸς, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων δηρὸν τηκόμενος. τηκεδόνος γὰρ αἰτία ἡ νόσος. στυγερὸς δέ οἱ ἔχραε δαίμων, ἀσπάσιον δʼ ἄρα τόν γε θεὸς κακότητος ἔλυσεν, ὣς Ὀδυσσῆʼ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη. καὶ ἔστιν ἡ παραβολὴ, πρὸς μόνον τὸ πολὺ τῆς ἡδονῆς. ἄλλως γὰρ, ἀνομοίως ἔχει τῷ πράγματι. ἐκεῖ μὲν γὰρ, οἱ μηδὲν παθόντες παῖδες, χαίρουσιν ἐπὶ τῷ πεπονθότι πολλά. ἐνταῦθα δὲ, ὁ πολυπαθὴς Ὀδυσσεὺς χαίρει γῆν ἰδὼν τὴν ἐπʼ αὐτῷ ἀπαθῆ. οὐκοῦν πρὸς μόνην τὴν πολλὴν χαρὰν ἡ παραβολή. Καιρία δὲ λέξις ἐπὶ τοιούτου πράγματος τὸ ἀσπάσιος. ᾗ ἰσοδύναμον τὸ ἀσπαστόν. διὸ καὶ ἐπέμεινεν αὐτῇ. Ἔχει δέ τι ἀστεῖον ἡ παραβολὴ καὶ ἐν τῷ, μὴ πατέρα ἐπὶ παισὶν ἀλλʼ αὐτοὺς ποιῆσαι χαίροντας ἐπὶ πατρὶ ἀπαλλαγέν τι ὀλεθρίας νόσου. καὶ Ὀδυσσεὺς γὰρ τὴν πατρίδα γῆν ἀναπολήσας ἣν ὡς ἐξ αὐτοῦ ἀπολωλυῖαν ἐλογίζετο, ἐχάρη διʼ αὐτὸ, ἰδὼν τὴν γῆν. Τὸ δὲ φανείη, τινὰ τῶν ἀντιγράφων ἐν δυσὶν ἦτα γράφουσιν. ἵνα ᾖ φανῇ, καὶ κατὰ πλεονασμὸν φανήη. ἢ ἐκ τοῦ φανείη κατὰ τροπὴν τῆς παραληγούσης ει διφθόγγου εἰς τὴν ῃ δίφθογγον. ὃ γέγονε καὶ ἐπὶ τοῦ καλλιπάρῃος ἐκ τοῦ παρειά. Τὸ δὲ στυγερὸς ἔχραε δαίμων, ἀντὶ τοῦ φρικτὴ ἢ θανάσιμος ἐπεβάρησε τύχη. Τὸ δὲ Ὀδυσσῆʼ ἀσπαστὸν, φίλον ἂν φανείη τοῖς νοηματίζουσι σχεδιακῶς. ἐξὸν γὰρ Ὀδυσσεῖ γράψαι διὰ διφθόγγου, συνείληπται ὅμως, ἐκ τῆς Ὀδυσσῆϊ δοτικῆς Ἰωνικῆς. Τὸ δὲ ἀσπαστὸν ἐφάνη γαῖα καὶ ὕλη, δυνάμενος εἰπεῖν ἀσπασταὶ ἢ ἀσπαστὰ, ὅμως ὡς ἐπὶ ἁπλῶς ἑνὸς πράγματος ἠρέσθη οὕτως εἰπεῖν. Ὅτι ποταμοῦ στόμα καλλιρόου φησὶ μεταφορικῶς. ἐντεῦθεν δὲ, καὶ στόμια ποταμῶν λέγονται. οἷς ἀκόλουθον, καὶ τὸ λέγειν ἐρεύγεσθαι ποταμοὺς εἰς θάλασσαν. λέγονται δὲ καὶ ἐκβολαὶ ποταμῶν τὰ τοιαῦτα στόματα, διὰ τὴν ῥηθεῖσαν ἐρυγήν. ἄλλως γὰρ, εἰσβολὰς ἔδει λέγεσθαι διὰ τὸ εἰσβάλλειν εἰς θάλασσαν. Τὸ δὲ καλλίροον, οὐ διπλάζει τὸ ρ. διά τε τὸ μέτρον, καὶ φυσικῶς δέ. οὕτω καὶ μετʼ ὀλίγα ἐν τῷ, ἔγνω δὲ προρέοντα ἤγουν ἐπὶ τὰ ἔμπροσθεν ῥέοντα, οὐ διπλάζεται μετὰ τὴν πρόθεσιν συνήθως τὸ ῥῶ. Ὅτι λιμένος δηλοῖ ἀγαθοῦ κατάστημα τὸ, ἔνθα χῶρος ἄριστος. λεῖος πετράων. καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο. τοῦτο δὲ ἀλλαχοῦ ἰωγὴν ἔφη, ὡς πρὸ ὀλίγων ἐδηλώθη. Τὸ δὲ λεῖος πετράων, πρὸς διαστολὴν κεῖται τῆς τρηχείας ἀκτῆς. ἐναντία γὰρ λειότης καὶ τραχύτης. Ὅτι ἱκετευτικὸν τὸ, κλῦθι ἄναξ ὅς τις ἐσσί. πολύλλιστος δέ σʼ ἱκάνω, φεύγων τὰς τοῦ δεῖνος ἐνιπάς. δύναται δὲ καὶ τὰ ἐφεξῆς εἰς τοιοῦτον παρῳδηθῆναι νοῦν, οὕτως. αἰδοῖος μέν τʼ ἐστὶ πᾶσιν ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος. ὡς καὶ ἐγὼ νῦν σὰ γούναθʼ ἱκάνω πολλὰ μογήσας. ἀλλʼ ἐλέαιρε ἄναξ. ἱκέτης δέ τοι εὔχομαι εἶναι. Ὀδυσσεὺς δὲ ταῦτα λέγει πρὸς τὸν Φαίακα ποταμόν. εὐχόμενος οὔτε βαρεῖαν εὐχὴν, ἀλλὰ καὶ δικαίαν. διὸ καὶ ἀκούσας δῆθεν ἐκεῖνος τὸ, σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω, παῦσεν ἑὸν ῥόον. ἔσχε δὲ κῦμα. πρόσθε δέ οἱ ποίησε γαλήνην. τρία ταῦτα κῶλα ἰσοδύναμα. τόν δʼ ἐσάωσεν ἐς ποταμοῦ προχοάς. ταῦτα δὲ χρήσιμά ποτε καὶ εἰς ναυαγὸν σωθέντα ἐκ κινδύνου. Ἰστέον δὲ ὅτι τὸ πολύλιστος, γράφεται καὶ, πολύλιστον δέ σʼ ἱκάνω. ὅθεν μεταλαβὼν ὁ περιηγητής, τριλίστους Ἴβηρας φησί. Τὸ δὲ ἱκάνω καὶ τὸ ἵκηται, ἐπὶ ἱκεσίας ἐλήφθη ὡς ἐδήλωσεν ὁ ποιητὴς διὰ τοῦ, ἱκέτης δέ τοι εὔχομαι εἶναι. Τὸ δὲ ἐς ποταμοῦ προχοὰς, ἢ ἀντὶ τοῦ εἰς τὰς ἑαυτοῦ προχοάς. ἢ εἰς τὸ σῶμα τοῦ ποταμοῦ. ὡς αὐτὸς ἄλλος ὢν ὁ ἱκετευόμενος καὶ μὴ τὸ ποτάμιον ὕδωρ. οὕτω καὶ Ὠκεανὸς, τό, τε ὕδωρ αὐτὸ, καὶ ὁ μυθευόμενος ὡς θεός. ὃν ὁ τραγικὸς Αἰσχύλος ἐπὶ γρυπὸς καθίζων, ἐξάγει πρὸς θέατρον. ἐνταῦθα δὲ, χρήσιμον καὶ τὸ, ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν. ὃ δὴ Χαιρήμονος λέγεται εἶναι τοῦ τραγικοῦ. Ὅτι μετὰ τὴν μακρὰν νῆξιν εἰς γῆν περισωθεὶς Ὀδυσσεὺς, ἔκαμψε τὰς χεῖρας καὶ τοὺς πόδας, φιλοσόφῳ λόγῳ. ἵνα μὴ τῇ πολυημέρῳ τάσει τῶν νεύρων ἀπολέσωσι τὰ μέλη τὸ εἶναι γναμπτὰ καὶ οὕτως εἰς ἀχρηστίαν ἐλάσωσι. διὸ περιάγων αὐτὰ καὶ τῇ ἀνέσει καὶ αὖθις κάμψει εἰς τὸ κατὰ φύσιν ἀποκαθιστῶν, γναμπτὰ ὡς ἐξ ὑπαρχῆς ποιεῖ, ὅπέρ ἐστιν ἀρετὴ μελῶν. ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις, αὕτη. ὅ δʼ ἂρ ἄμφω γούνατʼ ἔκαμψε. χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ. Ὅτι ἁλιμυρήεντα ὡς καὶ ἐν Ἰλιάδι ποταμὸν λέγει, τὸν εἰς ἅλα μυρόμενον. ἤγουν κατά τινα ποιὸν ἦχον ῥέοντα. ἐκ δὲ τοῦ τοιούτου μύρεσθαι, καὶ τὸ μορμύρειν γίνεται. ὡς καὶ ἐκ τοῦ μαίρειν, τὸ μαρμαίρειν παράγεται. δοκεῖ δʼ ἐκ τοῦ αὐτοῦ γίνεσθαι καὶ τὸ λαμυρόν. εἴγε λαμυρόν φασιν οἱ παλαιοὶ, εὔλαλον. εὐτράπελον. καὶ ὕστερον δέ, μύρεσθαι τὸ κλαίειν ἐῤῥέθη παρὰ τὸ αὐτὸ αἴτιον. ἵνα ᾖ μύρεσθαι, τὸ κατὰ ῥοῦν τινα προχέειν δάκρυα. ἢ καὶ ἄλλως, ὑπηχεῖν κατὰ ἤχου τινὸς ὁμοίου ποιότητα. Ὅτι ἐκ ποταμοῦ λιασθεὶς Ὀδυσσεὺς, σχοίνῳ ὑπεκλίνθη, τῇ αὐτοφυῶς ἐν ὑδρηλοῖς φυομένῃ τόποις. κύσε δὲ ζείδωρον ἄρουραν. ὅ ἐστιν, ἐφίλησε τὴν γῆν ὡς καὶ Ἀγαμέμνων πρὸ τούτου ποιῆσαι δεδήλωται. Ἰστέον δὲ ὅτι τὸ κύειν καὶ κύσαι καθὰ καὶ τὸ φιλεῖν, ταπολλὰ μὲν, συμβολὴν χειλέων δηλοῖ ὡς καὶ ἐνταῦθα καὶ ἑτέρωθι πολλαχοῦ. καὶ διάθεσιν δὲ ψυχικὴν ὅθεν ὁ κύων τὸ ζῷον παρῆκται καὶ τὸ κυνεῖν καὶ προσκυνεῖν. λαμβάνεται δὲ ἀποτελέσματός τινος λόγῳ καταχρηστικῶς, καὶ ἐπὶ γεννήσεως. μετὰ μέντοι τῆς εν προθέσεως καὶ τῆς ὑπο, σύλληψιν βρέφους ἡ λέξις δηλοῖ. τοιοῦτον γὰρ ἡ ἔγκυος. καὶ τὸ ἐγκυμονεῖν. καὶ τὸ, ἥδʼ ὑποκυσσαμένη τέκε. καὶ ἄλλως δέ ποτε δίχα προθέσεως, κύειν λέγεται τὸ κατὰ γαστρὸς ἔχειν. ὅτι δὲ καὶ κυῶ κυήσω περισπωμένως λέγεται τὸ γεννῶ, οἱ κυήτορες δηλοῦσι καὶ τὸ ἐκύει ἤγουν ἐγέννησε, καὶ ἡ κύησις. Ὅτι καὶ σωθέντι τῷ Ὀδυσσεῖ, ἀμηχανεῖν ἔπεισιν ὡς εἰ μὲν ἐν ποταμῷ δυσκηδέα φησὶ νύκτα φυλάξω, μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἑέρση ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν. αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πέλεται ἠῶθι πρό. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην, θάμνοισι πυκινοῖσι καταδραθῶ, εἴ με μεθίει ῥῖγος καὶ κάματος γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ, δείδω μὴ θήρεσσιν ἕλωρ καὶ κῦρμα γένωμαι. οὕτω δὲ αὐτῷ φρονοῦντι, δοάσατο τουτέστιν ἐδόκησε κέρδιον εἶναι, βῆναι εἰς τὴν ὕλην, κἀκεῖ καταδραθεῖν. τοῦτο γὰρ εὐπλαστότερον πιθανῶς ἔδοξε τῷ ποιητῇ. ἐπεὶ καὶ κρεῖττον τοῦ ὁμολογουμένου κακοῦ, τὸ ἄδηλον. τὸ ῥῖγος μὲν γὰρ καὶ ὁ ἐκεῖθεν κάματος, ἐκδηλότατα. τὸ δʼ ἐκ τῶν θηρίων κακὸν, οὐχʼ οὕτως. εὗρε δὲ τὴν τοιαύτην ὕλην, σχεδὸν ὕδατος, ἐν περιφαινομένῳ ἤγουν ἐν περιόπτῳ τόπῳ. οὔτε γὰρ ἔδει ἐρευνᾶν ποῦ ἂν εὕρῃ τοιοῦτον τόπον, οὔτε μακρὰν ἀπελθεῖν γυμνόν τε ὄντα καὶ ὀλιγηπελέοντα ὡς ἐῤῥέθη καὶ ἐκπεπνευκότα μικροῦ τὴν ψυχήν. τοῦτο γὰρ δηλοῖ ὡς καὶ ἀλλαχοῦ ἐλέχθη, τὸ, κεκαφηότα θυμόν. καφῶ γὰρ καφήσω, τὸ ἐκπνέω. ἐκ τοῦ κάμπτω κάψω κέκαφα. ὅθεν καὶ κάπη ὡς προεῤῥέθη, ἡ φάτνη. καὶ κάφος, τὸ πνεῦμα. ἐξ οὗ καὶ κῆπος, ὁ ὑπὸ ἀνέμων φασὶ καταπνεόμενος. Δυσκηδέα δὲ νύκτα λέγει, τὴν δυσφύλακτον καὶ δυσφρόντιδα. πρὸς διαστολὴν τῆς ἀναπαυσίμου. Τὸ δὲ μή μʼ ἄμυδις στίβη καὶ ἑέρση δαμάσῃ, ἐλλειπτικῶς εἴρηται. λείπει γὰρ τὸ δείδω ἤ τι τοιοῦτον. διὸ ἐντελῶς ἔχει τὸ, εἰ δὲ ἐς κλιτὺν ἀναβὰς καταδράθω, δείδω μὴ θήρεσσιν ἕλωρ καὶ κῦρμα γένωμαι. ἅπερ κεῖται καὶ ἐν τῇ γ ῥαψῳδίᾳ. ἔνθα ὁ σώφρων ἀοιδὸς ἐν νήσῳ ἐρήμῃ κατελείφθη οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι. Στίβη δὲ ὥς που καὶ ἐν τοῖς ἑξῆς, ἡ ἑωθινὴ πάχνη. παρὰ τὸ στείβω τὸ καταπατῶ καὶ πυκνοποιῶ. ὅθεν καὶ στίβος ἡ ἐν τῷ καταπατεῖσθαι πυκνουμένη ὁδός. πυκνοῦται γὰρ ἡ δρόσος παχνουμένη. Ἑέρση δὲ μετὰ δασέος πνεύματος Ἀττικῶς, ἡ δρόσος. ὡς ἐν τῇ Ἰλιάδι δεδήλωται ἱκανῶς. ἡ λεγομένη καὶ δισυλλάβως ἔρση, ὡς δηλοῖ τὸ, λωτόν θʼ ἱρσήεντα. Θῆλυς δὲ, ἡ θρεπτικὴ τῶν φυτῶν. ἐκ μεταφορᾶς τῶν ζῴων ἐν οἷς τὰ θήλεα θρεπτικά εἰσι τῶν νεογνῶν, μᾶλλον ἤπερ τὰ ἄῤῥενα. ποιητικῶς δὲ εἶπε τὸ θῆλυς ὁμοίως τῷ, πουλὺν ἐφʼ ὑγρήν. τοιοῦτον καὶ τὸ, θῆλυν τε μέλαιναν. καὶ τὸ, θῆλυς ἀϋτμή. Τὸ δὲ ἠῶθι πρὸ, ἀντὶ τοῦ πρὸ ἠοῦς ὅ ἐστι πρωΐας. Τὸ δὲ ἐς κλιτὺν ἀναβὰς, ὑψηλὴν πρόσβασιν ὄρους δηλοῖ τὴν κλιτὺν εἶναι, διὰ τοῦ ἀναβάς. κοινῶς δὲ, τὰ παρὰ τὸ κλίνω, ὕψός τι δηλοῖ. οἷον. ἡ ἐπὶ θρόνου κλισία. καὶ ὁ κλισμός. καὶ ἡ κλίνη. καὶ τὸ ἀνάκλιντρον. καὶ ἡ κλίμαξ. ἴσως δὲ καὶ τὸ κλίτος. Ἡ δὲ δάσκιος ὕλη, ἐπίτηδες ἐξεφωνήθη. τοιαύτη γὰρ περισώσεται τὸν Ὀδυσσέα. Τὸ δὲ ῥῖγος, πρωτότυπόν ἐστι τοῦ ῥίγιστος. ὡς καὶ τὸ κάλλος καὶ τὸ κράτος, τοῦ κάλλιστος καὶ τοῦ κράτιστος. Ὅτι δὲ ἡ δάσκιος ὕλη ἐχρησίμευσε τῷ Ὀδυσσεῖ, δηλοῖ ὁ ποιητὴς γράψας οὕτω δοίους δʼ ἂρ ὑπήλυθε θάμνους ἐξομόθεν πεφυῶτας. ὁ μὲν, φυλίης. ὅ δʼ ἐλαίης. ἀγρίας δηλαδή. τοὺς μὲν ἂρ, οὔτʼ ὄμβρος περάασκε διαμπερές. ὣς ἄρα πυκνοὶ ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδύς. καὶ οὐκ ἐψεύδοντο οὔτε τὸ δάσκιον εἴγε ἀνήλιοι ἦσαν, οὔτε τὸ θάμνοι εἶναι διὰ τὸ θαμὰ πεφυκέναι. οὓς ὑπʼ Ὀδυσσεὺς δύσετο. ὃ ταυτόν ἐστι τῷ, ὑπήλυθεν. ἄφαρ δὲ, ὕλην ἢ μάλιστα εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν. εὐρεῖαν. φύλλων γὰρ ἔην χύσις ἤλυθα πολλή. εἶτα ἑρμηνεύων τὸ πολλὴ, φησίν. ὅσσοντʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι ὥρη χειμερίη εἰ καὶ μάλαπερ χαλεπαίνει. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς. ἐν δʼ ἄρα μέσσῃ λέκτο. χύσιν δʼ ἐπεχεύατο φύλλων. στιβάδα ταύτην ἁπαλὴν εὐτυχῶς εὑρηκὼς καὶ τεχνησάμενος ἑαυτῷ. ἣν στιβάδα, ἡ μὲν κοινὴ χρῆσις καὶ εἴδησις, ἄλλως παραδίδωσιν. ὁ δὲ γράψας ὅτι κατέκειτο ἐν σπηλαίῳ στιβάδας ἐντετμημένας ἔχοντι κατὰ τὴν πέτραν, ἢ τὰ κοινότερον λεγόμενα πεσσούλια, στιβάδας εἶπεν. ἢ συνεκδοχικῶς, καὶ τὰς ἐπʼ αὐτῶν στιβάδας. αἵτινες ἢ φύλλων χύσις πολλὴ, ἢ ῥῶπες δασεῖαι εἰσὶν ἀπὸ λύγων ἤ τινων τοιούτων. Ὅρα δὲ καινὸν σχῆμα ἐν τῷ, δύο ὑπῆλθε θάμνους. ὁ μέν, φυλίης. ὃς δʼ ἐλαίης. ἐχρῆν μὲν γὰρ εἰπεῖν, τὸν μὲν, φυλίης. τόν δʼ ἐλαίης. ὁ δὲ στίξας τελείαν ἐν τῷ, ἐξομόθεν πεφυῶτας. εἶτα ὡς ἐξ ὑπαρχῆς, ἐπάγει κατὰ ἔλλειψιν ὑπαρκτικοῦ ῥήματος τὸ, ὁ μέν. ὁ δέ. ἵνα λέγῃ ὡς ὁ μὲν ἦν φυλίης, ὁ δὲ ἦν ἐλαίης. τοιοῦτον καὶ ἐν Ἰλιάδι ἐφάνη τὸ, φημὶ κατανεῦσαι Δία, ἀστράπτων ἐπιδέξια, καὶ ἕτερα δὲ πολλά. Τὸ δὲ ὑπήλυθε, νῦν μὲν ἀντὶ τοῦ ὑπέδυ ὡς ἀνωτέρω ἐδηλώθη. παρὰ δὲ τοῖς ὕστερον, καὶ ἐπὶ ἀπάτης καὶ δόλου ἡ λέξις τίθεται. οἷον. ὑπῆλθεν ὁ δεῖνα τὸν δεῖνα. τουτέστιν, ἠπάτησεν. Ἐν δὲ τῷ ἐξομόθεν, ἢ πλεονάζει ἡ πρόθεσις καθʼ ὁμοιότητα τοῦ, ἀπουρανόθεν καὶ τῶν τοιούτων. ἢ καὶ προσνέμεται τῷ πεφυῶτας, ἵνα ᾖ, ὁμόθεν ἐκπεφυῶτας. ἤγουν φυέντας ἐκ γῆς. Ἡ δὲ φυλία, εἶδος καὶ αὐτὴ ἀγρίας ἐλαίας ἐχούσης φύλλα ὅμοια μυῤῥίνῃ. φυλάττουσα μέχρι καὶ νῦν παρὰ πολλοῖς τοὔνομα. Τὸ δὲ μήτε ἀνέμους διαπνέειν τοὺς τοιούτους θάμνους μήτε ἡλίου αὐτοὺς ἀκτῖσι βάλλεσθαι μή τε ὄμβρῳ διαπερᾶσθαι, τὸ λίαν πυκνὸν τῆς ἐκεῖσε ὕλης δηλοῖ, ἔτι καὶ τὴν πολλὴν χύσιν τῶν φύλλων. εἰ μὲν γὰρ οὐκ ἀνέμων διάει μένος αὐτοὺς, ἄρα τὰ φύλλα ἔσω ἔμενε πίπτοντα. εἰ δὲ καὶ ὄμβρῳ ἦσαν ἀνεπιβούλευτοι, οὐκ ἄρα ἐσήποντο. εἰ δὲ καὶ ἡλίῳ ἄβλητοι, οὐκ ἄρα ἐφρύττοντο. δαψιλῶς ἄρα εἶχε τοῦ στρώματος τῆς εὐνῆς ὁ Ὀδυσσεύς. καὶ μάλιστα εἰ μὴ ἑνὶ μόνῳ ἄρκιος ἦν ἡ ὕλη ἀλλὰ καὶ δυσὶν ἀνδράσι καὶ τρισίν. Ἰστέον δὲ ὡς κατά τινα μίμησιν Ὁμηρικὴν τὴν τῶν ἐνταῦθα, κεῖται Σοφοκλεῖ τὸ, φυλλάδα μυριόκαρπον ἀνήλιον ἀνήνεμόν τε πάντων χειμώνων. Τὸ δὲ ἀνέμων ὑγρὸν ἀέντων, ἐτυμολογικῶς ἐγράφη. ἐκ τοῦ ἄω γὰρ ὁ ἄνεμος ἐπενθέσει τοῦ ν. καιρία δὲ αὕτη λέξις πολλὰ ποιοῦσα. ἐν οἷς καὶ Ζήτης καὶ Κάλαϊς οἱ τοῦ Βορέου παῖδες. ὁ μὲν, οἱονεὶ ζαήτης ὅ ἐστι σφοδρὸς ἀήτης Βοῤῥᾶς. ὁ δὲ, καλὸν ἢ ἀκαλὸν ἤγουν ἥσυχον ἄημα Βορέου δηλαδή. Ὅτι δὲ ὑγρόν εἰσιν οἱ ἄνεμοι ἀέντες ἤτοι πνέοντες, πολλαχοῦ φαίνεται καὶ λέλεκται. Τοῦ δὲ ἀέντων πρωτότυπον, τὸ ἄημι. οὗ παρατατικὸς μὲν, τὸ ἄην. ὡς τὸ, τίθημι ἐτίθην. καὶ τρίτον, ἄει καὶ διάζει. ὡς ἐτίθει καὶ διετίθει. καὶ ἡ μετοχὴ, ἀεὶς ἀέντος ἀέντων ὡς τιθέντων. Τοῦ δὲ ἄημι πρωτότυπον τὸ ἄω. ἀφʼ οὗ οὐ μόνον ἀήτης ἡ πνοὴ τοῦ ἀνέμου καὶ ὁ ἄνεμος, ἀλλὰ καὶ ἀΐτης ὁ ἐρώμενος κατὰ τοὺς παλαιοὺς, διὰ τοῦ ἰῶτα. ὁ εἰσπνέων ὡς καὶ προεγράφη, τῷ ἔρωτι τὸν ἐραστήν. εἰσπνεῖται γάρ φασι τῆς μορφῆς τι καὶ τῆς ὥρας. ὅθεν καὶ εἰσπνῆλαι διὰ διχρόνου ἢ ἐν τῷ η, παρὰ Λάκωσιν οἱ ἐρασταί. ὅτι δὲ ἀΐτης ὁ ἐρώμενος καὶ διὰ διφθόγγου γράφεται, οὐκ ἔστιν ἀμφιβαλεῖν. ἐκ δὲ τοῦ ῥηθέντος ἄω, καὶ ἀήσυρον τὸ κοῦφον. ὅθεν καὶ παρʼ Αἰσχύλῳ μύρμηκες ἀήσυροι. Τὸ δὲ φαέθων, καιρίως πρόσκειται. βάλλει μὲν γὰρ καὶ τοὺς τοιούτους θάμνους ἥλιος, πλὴν οὐ φαέθων. ὥσπερ καὶ ὄμβρος, περᾷ μὲν οὐ διαμπερὲς δέ. Τὸ δὲ ἀλλήλοις ἐπαμοιβαδὶς, πιθανεύεται τὴν τῶν θάμνων πυκνότητα. ἐπιπεπλεγμένοι γὰρ ἀλλήλοις, ἐπιμᾶλλον πυκνοῦνται. αἴτιον δὲ τῆς τοιαύτης ἐπιπλοκῆς, τὸ ἐξομόθεν πεφυκέναι ὡς εἴρηται. Ἰστέον δὲ ὅτι τὲ ποιητικὸν μὲν, τὸ ἀμοιβαδὶς καθὰ καὶ τὰ ἐπαμοιβὰ ἱμάτια. κοινὸν δὲ, τὸ ἀμοιβαδόν. καὶ ὅτι οὐ ταυτὸν, ἀλλήλοις εἰπεῖν καὶ ἑαυτοῖς. τὸ μὲν γὰρ ἑαυτοὺς ὥς φασιν οἱ παλαιοὶ, ἐπὶ τῶν καθʼ αὑτὰ λεγομένων τέθειται. οἷον. Αἴας καὶ Μενοικεύς φασιν ὁ Κρέοντος, ἑαυτοὺς ἀνεῖλον. ἤγουν ἑκάτερος ἑαυτόν. τὸ δὲ ἀλλήλους, ἐπί τινων συμπεπλεγμένων κεῖται. οἷον. οἱ τοῦ Οἰδίποδος παῖδες ἀλλήλους ἀπέκτειναν. ἤτοι ἕτερος τὸν ἕτερον. Μένανδρος οὖν φασιν ἁμαρτάνει λέγων, οὐκ ἠρκέσαμεν ἑαυτοῖς. ἐχρῆν γὰρ, ἀλλήλοις εἰπεῖν. Τὸ δὲ ἐπαμήσατο χερσὶ φίλῃσιν, ἀντὶ τοῦ συνέλεξεν. ἐκ μεταφορᾶς τῶν ἀμώντων. οὕτω καὶ κόνιν τις ἐπαμᾶται χερσὶ καὶ τέφραν. κεῖται δὲ καὶ ἐν Ἰλιάδι ἡ λέξις. φέρεται δὲ αὐτῆς χρῆσις καὶ ἐν τῷ συμβολικῷ τοῦ Ἱπποκράτους, τοιαύτη. δοκὸς ἐπὶ στέγει τεθησομένη, κακόν. τεθεῖσα γὰρ γῆν ἐπαμᾶται. ὅ ἐστι συνάγει. τοιαῦτα γὰρ τὰ λεγόμενα δώματα ὡς καὶ νῦν φαίνεται. δηλοῖ δὲ τὸ ἐκτεθειμένον ἱπποκράτειον ῥητὸν, ὡς ἰατρῷ ἀπιόντι ἔς τινα δεινῶς ἀῤῥωστοῦντα, κακοῦ σύμβολόν ἐστι τὸ ἅμα ἰδεῖν δοκὸν ἐπιτιθεμένην κατασκευῆ δώματος. σημαίνει γὰρ ἡ θέα, ὅτι ταφήσεται ὅσον οὐκ ἤδη ὁ ἐπισκεφθησόμενος. καὶ οὕτω καλυφθήσεται χώματι, καθὰ μικρὸν ὅσον καὶ ἡ εἰρημένη δοκός. τὸ δὲ χερσὶ φίλῃσι καὶ τὸ, φύλλων γὰρ ἔην χύσις, δοκεῖ παρηχεῖν κατὰ τό, Φυλέα φίλον μακάρεσσι θεοῖς. ὁποῖα τοιαῦτα ἐν τοῖς ἑξῆς που ἐκτεθήσεται. μάλιστα δὲ τοῦτο ἐμφανὲς ἐν τῷ, εὗδον ἐν φύλλοισι φίλον τετιημένος ἦτορ. Τὸ δὲ χαλεπαίνειν, ἀφελῶς καὶ γλυκέως ἐῤῥέθη ἐπὶ χειμερίας ὥρας ὡς εἴπερ καὶ αὐτὴ ἔμψυχος ἦν. Τὸ δὲ χύσιν ἐπεχεύατο, ἐτυμολογικῶς ἐστι τρόπος. δὶς δὲ εἶπε τὸ, φύλλων χύσις, διὰ τὸ καίριον τῶν λέξεων. Ὅτι τὴν ἐν τοῖς ῥηθεῖσι φύλλοις κατάκρυψιν τοῦ Ὀδυσσέως διὰ παραβολικῆς ἐνεργείας ὁ ποιητὴς διαζωγραφῶν, φησίν. ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι, σπέρμα πυρὸς σώζων ἵνα μή ποθεν ἄλλοθεν αὔοι, ὣς Ὀδυσσεὺς φύλλοισι καλύψατο. καὶ ἔστιν ἀστεία ἡ παραβολή. τὸν γὰρ ἤδη λειποψυχοῦντα καὶ βραχὺ ἔχοντα τὸ ζωτικὸν καὶ οἷον σβεννύμενον, ζωπύρῳ εἰκάζει καὶ σπινθῆρι τῷ κατὰ σποδίαν. ἐξ οὗ οἷα καὶ σπέρματος, πολὺ καρπούμεθα πῦρ. Αἰσχύλος δὲ Προμηθεῖ, τὸ τοιοῦτον καὶ πυρὸς εἶπε πηγήν. ὡς οἷον ἀρχήν. καλῶς δὲ οὐ σπινθῆρα ἤ τι τοιοῦτον εἶπεν ὁ ποιητὴς τὸ ἐν τῇ σποδιᾷ κρυπτόμενον ἀλλὰ δαλὸν, διὰ τὸ σεμνότερον, ἵνα μὴ τοιαύτῃ τινὶ λέξει κατασμικρύνῃ τὸν ἐν τοῖς φύλλοις ἥρωα. Περιεκτικὴ δέ τις λέξις ἡ σποδιὰ καθὰ καὶ ἀχυρμιά. εἰ δὲ μὴ κατακόρως βαθὺ τὸ τῆς σποδιᾶς μέλαν, ὅμως δοκεῖ καὶ τὰ τεφρώδη καὶ τὰ φαιὰ, ὑπὸ τὸ μέλαν ἀνάγεσθαι. οὕτω δὲ γενικῶς καὶ γῆ μέλαινα λέγεται, καὶ αἷμα μέλαν τὸ καὶ ἐρυθρόν. ὁμοίως δὲ καὶ οἶνος μέλας. καὶ ὕδωρ δὲ μέλαν τὸ κατʼ ἄλλον λόγον, λευκόν. Τὸ δὲ ᾧ μὴ πάρα γείτονες ἄλλοι, πρὸς πιθανότητα παραβολικὴν κεῖται. οἱ γὰρ τοιοῦτοι ζωπυροῦσιν ἀναγκαίως τὴν κρύψιν τοῦ δαλοῦ. ἴσως δὲ διὰ τοὺς τοιούτους, καὶ σπέρμα ἔφη πυρὸς τὸ ζώπυρον. ἀγροτικὸν γὰρ ἡ τῶν σπερμάτων σύγκρυψις. Τὸ δὲ σπέρμα πυρὸς σώζων ἵνα μή ποθεν ἄλλοθεν αὔοι, ἐχρησίμευσέ τινι τῶν καθʼ ἡμᾶς διδασκάλων, εἰς εὐχὴν τὴν περὶ τοῦ μαθητοῦ ἰθαγενοῦς. εὐξαμένῳ συντηρεῖσθαι αὐτῷ οἰκείους μαθητὰς ἵνα μὴ ἀλλοτρίων χρῄζοι ποθέν. Ἰστέον δὲ ὅτι ὥσπερ ἐνταῦθα τροπικῶς ἐῤῥέθη σπέρμα πυρὸς, οὕτω τέτραπται καὶ τὸ σπερμολογεῖν, ἐπὶ τῶν ἀλοζονευομένων ἀμεθόδως ἐπὶ μαθήμασιν ἔκ τινων παρακουσμάτων. καθὰ ἐμφαίνειν Εὔπολις λέγεται τὸν φυσικὸν Πρωταγόραν διακωμῳδῶν ἐν τῷ, ὃς ἀλαζονεύεται μὲν ἀλιτήριος περὶ τῶν μετεώρων, τὰ δὲ χθαμᾶθεν ἐσθίει. ὁ δὲ κυρίως φασὶ σπερμολόγος καὶ σπερμονόμος, εἶδός ἐστιν ὀρνέου λωβώμενον τὰ σπέρματα. ἐξ οὗ οἱ Ἀττικοὶ σπερμολόγους ἐκάλουν τοὺς περὶ ἐμπόρια καὶ ἀγορὰς διατρίβοντας, διὰ τὸ ἀναλέγεσθαι τὰ ἐκ τῶν φορτίων φασὶν ἀποῤῥέοντα καὶ διαζῆν. ἐκ τούτων δὲ, τὴν αὐτὴν ἐλάγχανον κλῆσιν, καὶ οἱ οὐδενὸς λόγου ἄξιοι. Αὔειν δὲ κυρίως, τὸ καίειν. ὅθεν καὶ βάναυσος ὁ αὔων τὸν ἐν ἄλλοις ῥηθέντα βαῦνον. ἐξ οὗ καὶ ὁ κρίβανος. ἵνα ᾖ βαύνασος, καὶ διʼ εὐφωνίαν, βάναυσος. ἐκ δὲ τοῦ τοιούτου αὔειν, καὶ αὖον φασὶ, τὸ καὲν καὶ ἀφθὲν ξύλον. καὶ τὸ ὀπτῆσαι. ἐξαῦσαι. Πλάτων ἑορταῖς. ὁ δὲ, τὸν ἐγκέφαλόν τις ἐξαύσας, καταπίνει. ἐκεῖθεν δὲ καὶ αὐστηρὸν, τὸ ξηρὸν καὶ αὐχμηρόν, λέγει δὲ καὶ Ἀλκμάν. τὰν μοῦσαν καταύσεις. ἀντὶ τοῦ ἀφανίσεις. εἰ δὲ τὸ μὲν αὗσαι δασύνεται φασὶ τὸ δὲ καταῦσαι ψιλῶς προφέρεται, πολλὰ καὶ οὕτως ἐκφέρουσιν οἱ Ἀττικοί. Ὅτι δὲ τὸ αὕειν δασύνεται, προδεδήλωται. ὡς δηλοῖ καὶ τὸ ἀπαφαυαίνειν παρὰ τῷ κωμικῷ. δῆλον δὲ ὅτι αὖσαι κατὰ τοὺς παλαιοὺς, καὶ τὸ θιγεῖν καὶ ἅψασθαι. ὅθεν καὶ χραῦσαι τὸ τοῦ χροὸς αὖσαι. ἀπὸ δὲ τοῦ ἑτέρου αὔειν, καὶ πυραύστης. ζωύφιον πτηνὸν ἐναλλόμενον τῷ φωτὶ καὶ ῥᾷον κατακαιόμενον. ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἑκοντὶ καὶ ῥᾳδίως θνησκόντων, τὸ, πυραύστου μόρος. ἐκεῖθεν δὲ καὶ πύραυνος κατὰ τοὺς παλαιοὺς, ὁ πῦρ ἐναυόμενος. Τὸ δὲ ἐγκρύπτειν δαλὸν σποδιᾷ καὶ τὸ, Ὀδυσσέα φύλλοις καλύψασθαι, ταυτὸν εἶναι δηλοῖ τὸ κρύψαι καὶ τὸ καλύψαι. δῆλον δὲ καὶ ὡς ἐκ τοῦ Ὁμηρικοῦ ἐγκρύπτειν, ὁ ἐγκρυφίας ἄρτος παρῆκται. Ὅτι ἔπαινος ὕπνου τὸ, ὕπνον ἐπʼ ὄμμασι χεῦεν ἵνα μιν παύσειε τάχιστα δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας. σωματικῶς δὲ ἐπὶ ὕπνου ἐτέθη τὸ, ἀμφικαλύψας βλέφαρα. ὀφθαλμὸς μὲν γὰρ βλεφάροις καλύπτεται. βλέφαρα δὲ ὕπνῳ ἐπιπεπτωκότι αὐτοῖς, σωματοειδῶς μυθικώτερον. δύναται δὲ τὸ, βλέφαρα ἀμφικαλύψας, νοηθῆναι καὶ ἀντὶ τοῦ, κάλυμμα τοῖς ὀφθαλμοῖς τὰ βλέφαρα θέμενος. Εἰ δὲ δυσπονέος καμάτοιο παύει ὁ ὕπνος, εὐφυῶς ἄρα ἐτυμολογοῦσιν αὐτὸν τινὲς, παρὰ τὸ λύειν πόνους ἵνα ᾖ λύπονός τις καὶ ἀφαιρέσει καὶ συγκοπῇ, ὕπνος. εὐθεῖα δὲ τοῦ δυσπονέος ἀσυνήθης, ὁ δυσπονής. ὡμοίωται δὲ πρὸς τὸ ἀτερπής. ὡς γὰρ ἄτερπος ἀτερπὴς, οὕτω καὶ δύσπονος δυσπονής. τοιοῦτον δὲ καὶ τὸ πρὸ ὀλίγων ἄελπος ἀελπής.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-bg`.
