---
title: "Commentary on Homer's Odyssey: Book V"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ε"
author: Eustathius of Thessalonica
eul_wid: xpw-ace
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-5-xpw-ace"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:70f2427291f46b8ba64d6b09f92c1e4b88702b1177861153dd2ee331aee8e2d9"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book V

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ε*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-ace` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-5-xpw-ace)

## Text

<!-- 1.193 -->Ὅτι παραμυθίαν θρήνου δηλοῖ τὸ, ὅπως τὸν δεῖνα ὀδυρόμενον γοόωντα, παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος. Ἰστέον δὲ ὅτι τὸ, δακρυόεντος γόου, πρὸς ἀκρίβειαν κεῖται λόγου. ἔστι γάρ ποτε δάκρυον καὶ κλαυθμὸς, οὐ πρὸς γόον ἀλλὰ διάχυσιν χαρμονικήν. τοιοῦτον καὶ μετʼ ὀλίγα τὸ, οὐδὲ ἐῶσι θεοὶ κλαίειν οὐδʼ ἀκάχησθαι. διασαφεῖται γὰρ καὶ ἐκεῖ τὸ λυπηρῶς κλαίειν, διὰ τοῦ, οὐδʼ ἀκάχησθαι. ἔστι γὰρ ἄλλως κλαίειν τινὰ, καὶ μὴ ἀκαχήμενον. Ὅτι παρηγορητικὸν ἐπὶ νόστῳ ἀγαθοῦ υἱοῦ ἀποδήμου τὸ, εὕδεις ὦ δεῖνα φίλον τετιημένη ἢ τετιημένος ἦτορ, οὐ μέν σʼ οὐδʼ ἐᾷ θεὸς ῥεῖα ζώων, κλαίειν, οὐδʼ ἀκάχησθαι. ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι σὸς πάϊς. οὐ μὲν γάρ τι θεὸν ἀλιτήμενός ἐστι. τουτέστιν οὐκ ἐφάμαρτός ἐστιν εἰς τὸ θεῖον. Καὶ ὅρα ὡς παιδεύει ὁ ποιητὴς, οὐδὲ ἀγαθοῦ νόστου τυγχάνειν τοὺς ἀλιτρούς. ὃ δὴ καὶ ὁ Λοκρὸς Αἴας παθεῖν προϊστόρηται. Ῥεῖα δὲ ζώειν, τὸ ἀπόνως, καὶ οὐχʼ ὑποδυσκόλως, ἀλλὰ κατὰ ἔμφρονα ῥᾳστώνην. Ὅτι τὸ ὑπνώττειν βαθὺ, ἡδὺ μάλα κνώσσειν φησὶν ἐν ὀνειρείῃσι πύλῃσιν. ὡς τῶν οὕτω ὑπνωττόντων, καὶ ὀνείροις ὡς εἰκὸς ἐντυγχανόντων. Πύλας δὲ ὀνείρων λέγει ὥσπέρ που καὶ δῆμον ὀνείρων ἐν τοῖς ἑξῆς, ἐγγὺς Αἵδου ἔξω τοῦ Ὠκεανοῦ. ὥστε τὸ ἐν πύλαις ὀνείρων ὑπνοῦν τινα, ταυτόν ἐστι τῷ, ἐοικέναι θανόντι τὸν οὕτως ὑπνοῦντα, καθʼ ὁμοιότητα τοῦ, ὕπνος θανάτῳ ἄγχιστα ἐοικώς. τῷ ἀδελφῷ δηλαδὴ κατὰ τὸν πολλαχοῦ δηλωθέντα μῦθον. Περὶ δὲ πυλῶν ὀνείρων, ἐρεῖ τὰ δοκοῦντα ὁ ποιητὴς ἐν τοῖς ἑξῆς. Ὅτι πρός τινα ξένον παρήγορον ἐν πόνοις, ἐρεῖ τις τὸ, τίπτε δεῦρʼ ἦλθες. οὔτι πάρος γε πωλέαι, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις. καί με κέλῃ παύσασθαι ὀϊζύος ἠδʼ ὀδυνάων πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν. Καὶ ὅρα τὸ ἐρέθουσιν ἀντὶ τοῦ ἐρεθίζουσι. πρωτότυπον γὰρ τὸ ἐρέθειν, ὡς δηλοῖ καὶ τὸ, σχετλίη, μή μʼ ἔρεθε. Τὸ δὲ πωλέαι, ἐκ τοῦ πωλεῖται τρίτου προσώπου γίνεται κατʼ ἔνδειαν τοῦ τ καὶ ἀπέλευσιν καὶ τοῦ ἰῶτα. διὸ καὶ παροξύνεται. καθὰ καὶ ἐν τῇ β ῥαψῳδίᾳ τὸ μυθέαι, εἰ μή τις ἴσως καὶ τοῦτο καὶ ἐκεῖνο προπαροξύνειν ἐθέλει, ὡς ἀναδραμόντα εἰς ὁμοιότητα τοῦ τύπτεται λείβεται καὶ τῶν ὁμοίων. <!-- 1.194 -->Ὅτι δὲ τὸ πωλεῖν οὐκ οἶδε γράφειν Ὅμηρος διὰ τοῦ μικροῦ ο, ἐκδηλότατόν ἐστιν. Ὅτι καὶ κοιμωμένη ἡ Πηνελόπη πενθεῖ τὸν Ὀδυσσέα ἐν ὀνείρῳ, μεμνημένη καὶ λέγουσα ὅσα καὶ πρὸ μικροῦ ἐγρηγορυῖα. Θυμολέοντά τε πόσιν ἀπολέσαι εἰποῦσα παντοίας ἀρετὰς ἔχοντα, καὶ εὐκλεῆ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος, ὅ ἐστι κατὰ Θετταλίαν καὶ Πελοπόννησον. ἔνθα μάλιστα γνωρίζεται ὡς καὶ προδεδήλωται. Εἶτα καὶ τοῦ ἀγαπητοῦ παιδὸς μᾶλλον ὑπερπαθεῖν φησὶν ἤπερ τοῦ ἀνδρός. ἀεὶ γὰρ καὶ αὐτὴν ἡ τοῦ παρόντος ἀχθηδὼν κακοῦ τρύει κατὰ τὸν παρʼ Αἰσχύλῳ Προμηθέα. Σημείωσαι δὲ ὡς καὶ ἡ Πηνελόπη ἐνταῦθα τῶν ποθουμένων μέμνηται καὶ ἐν ὀνείροις. διὸ ἔφη αὐτὴ ἀλλαχοῦ, ὡς εἴπερ τὸ τοῦ Ὀδυσσέως καλὸν δῶμα λείψει, μεμνήσεται αὐτοῦ ἔν περ ὀνείρῳ. Ὅτι περὶ πολεμίαν γῆν ἐκδημοῦντι υἱῷ ἀγαθῷ παναπάλῳ, ἐπιφωνηθήσεται τὸ, παῖς ἀγαπητὸς ἔβη νήπιος, οὔτε πόνων εὖ εἰδὼς, οὔτʼ ἀγοράων. τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι. τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια μή τι πάθῃσι. δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι. Ὅρα δὲ ὡς νήπιος νῦν ὁ Τηλέμαχος, οὔτε παιδικῶς, οὔτε ὡς ἄφρων, ἀλλʼ ὡς τῶν κατʼ ἄνδρα πράξεων ἔτι ἄπειρος. μητρικῆς δὲ ἀφελείας ἡ τοιαύτη λέξις ἐστίν. ἴσως δὲ καὶ ἐνταῦθα τὸ νήπιος, ἰδίᾳ καθʼ ἑαυτὸ ἀναφωνεῖται. ἵνα λέγηται νήπιος ὁ Τηλέμαχος κατά τι σκῶμμα, ὡς οὐκ ἐμφρόνως τὸν πλοῦν στειλάμενος. Ὅτι θάρσους ποιητικὸν τὸ, θάρσει μὴ δέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίαν. τοίη γάρ τοι πομπὸς ἅμʼ ἕσπεται, ἥν τε καὶ ἄλλοι ἀνέρες ἠρήσαντο παρεστάμεναι. δύναται γάρ. Τὸ δὲ μὴ δείδιθι λίαν, πάνυ ἀσφαλῶς ἐῤῥέθη. ἀκολούθως τῷ, μηδὲν ἄγαν. Ὡς δὲ ἀγαθόν ποτε καὶ τὸ δεδιέναι, δηλοῖ ὁ γράψας τὸ, ἀλλʼ ἐστάτω μοι καὶ δέος τι καίριον. Τὸ δὲ ῥηθὲν ἔπος, παρῳδηθήσεται, καὶ εἰς ἄνδρα δυνατὸν ὠφελεῖν. Ὅτι ὁ θέλων θεόθεν γνῶναι περί τινος εἴτε ζῶν ἐστιν εἶτε καὶ μὴ, δύναται εἰπεῖν τὸ, εἰ μὲν δὴ θεοῖο ἔκλυες αὐδῆς, εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀϊζυρὸν κατάλεξον εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος Ἠελίοιο. ἢ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, ἐστὶ δηλαδή. ὁ δέ γε ἀπολογούμενος μὲν πρὸς τοιαύτην ἐρώτησιν οὐ μὴν εἰδὼς ἀκριβῶς, εἴποι ἂν, ὡς οὐ μέντοι κεῖνόν γε διηνεκέως ἀγορεύσω, ζώει ὅγʼ ἢ τέθνηκε, κακὸν δʼ ἀνεμώλια βάζειν. τοῦτο δὲ γνωμικῶς ἐῤῥέθη. Καὶ ὅρα ἐν τούτοις ὅτι τε τρεῖς στίχοι ἐφεξῆς ἀπὸ τοῦ ει ἄρχονται. ὁ εἷς, εἰ μὲν δὴ θεός ἐσσιν. ὁ δεύτερος, εἰ δʼ ἄγε μοι. καὶ ὁ τρίτος, εἴ που ἔτι ζώει. Καὶ ὅτι τὸ, εἴδʼ ἄγε, φανερῶς ἐνταῦθα κεῖται ἀντὶ τοῦ, εἴα δὴ ἄγε κατὰ θέσιν παράλληλον ταυτοδύναμον. τὸ γὰρ εἰπεῖν, εἴδʼ ἄγε ἀντὶ τοῦ εἰ δὲ βούλει ἄγε, ἀδιανόητόν ἐστι. Τὸ δὲ καὶ ὁρᾷ φῶς Ἡλίου, διʼ ὀρθότητα ἐννοίας κεῖται. ὡς δυνατὸν ὂν ζῆν μὲν μὴ βλέπειν δέ. οὕτω δὲ καὶ τὸ, εἰν Ἀΐδαο δόμοισι, πρὸς ἀκρίβειαν λόγου ἐῤῥέθη. κατὰ γὰρ τὸν ἐν τοῖς ἑξῆς δηλωθησόμενον Ἑλληνικὸν μῦθον, οὐ πᾶς τεθνηκὼς, καὶ ἐν Αἵδου γίνεται εἰ μὴ καὶ πυρᾷ δοθῇ καθὰ καὶ ὁ τοῦ Εὐριπίδου ἐμφαίνει Πολύδωρος. ὥστε τὸ, ἢ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, ἀντὶ τοῦ ἢ ἤδη τέθνηκε καὶ τέθαπτε. Τὸ δὲ διηνεκέως, τὴν ἀληθῆ δηλοῖ ἀπόφανσιν, τὴν διʼ ὅλου πράγματός τινος ἥκουσαν. ὡς ἐκ μεταφορᾶς τῆς διηνεκοῦς ὁδοῦ. ἤγουν διʼ ἧς ὀρθῆς οὔσης καὶ ὡς εἰπεῖν ἀτραπιτοῦ, ἔστιν ἀσφαλῶς ἐνεχθῆναί τινα. τὸ γὰρ φάναι ζώει ὅγε ἢ τέθνηκεν, οὐ διηνεκές ἐστιν, ἀλλὰ διακοπήν τινα ἔσχεν. ἦν δʼ ἂν διηνεκὲς, εἰ μόνον ἔφη τὸ ζώει, ἢ μόνον τὸ τέθνηκεν. οἱ μέντοι μεθʼ Ὅμηρον ἄλλως χρῶνται τῷ τοιούτῳ ἐπιῤῥήματι, καὶ τοῖς αὐτοῦ συστοίχοις ὀνόμασιν. Ἰστέον δὲ ὅτι τὸ, ζώει ὅγʼ ἢ τέθνηκεν, ὑπὸ τοῦ ὀνείρου ῥηθὲν, λοξῶς ἔχει ὡς ἐν λόγῳ χρησμοῦ. πλάττει δὲ ὁ ποιητὴς τοῦτο, πάνυ δεξιῶς. εἰ γὰρ ἠλήθευσε τὸ εἴδωλον εἰς διηνεκὲς καὶ εἶπε ζῆν τὸν Ὀδυσσέα, οὐ συνέφερε τῇ ποιήσει ταύτῃ. σύστασις γὰρ αὐτῆς, τὸ ἀγνοεῖσθαι τὸν Ὀδυσσέα ὑπὸ πάντων, καὶ μάλιστα ὑπὸ τῆς γυναικὸς, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται σαφῶς. Τὸ δὲ ἀνεμώλια ὅτι ἐκ τοῦ ἀνεμοόλια κέκραται, ἀλλαχοῦ δηλοῦται. Ὅτι τὸ, τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρὸν ἤγουν ὁ ὄνειρος, δὶς ἐνταῦθα φησὶν ὁ ποιητής. ὅπερ εἴποι τις ἂν, ἐπὶ προσώπῳ ἰσχνῷ τινι καὶ εἰδεχθεῖ. Ὅτι τὸ, ἐλιάσθη ἐς πνοιὰς ἀνέμων, προσώπῳ ἂν ἐπιλεχθείη ἀφαντωθέντι οὐκ ἀξίῳ λόγου. Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ, νυκτὸς ἀμολγῷ, καθὰ καὶ ἐν Ἰλιάδι. καὶ ἁρμόττει καὶ ὧδε τὰ ῥηθέντα ἐκεῖ. ἀσφαλέστερον δὲ ἴσως νοῆσαι ἀμολγὸν νυκτὸς, οὐ τὸν ἀφʼ ἑσπέρας ἀλλὰ μᾶλλον τὸν πρὸς τῇ ἡμέρᾳ, ὅτε καὶ εἰκὸς ἀληθεύειν τὸν ἐνταῦθα <!-- 1.195 -->φανέντα ὄνειρον. ὅτι γὰρ ἀληθεῖς οἱ τοιοῦτοι, καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. Ὅτι διηγεῖται κἀνταῦθα συνήθως ὁ ποιητὴς ἀρχόμενος οὕτως. ἔστι τις νῆσος καὶ τὰ ἑξῆς. σύντομον δὲ αὐτῷ τὸ διήγημα, νῆσον γὰρ ἱστορεῖ τινα λυπρὰν Ἀστερίδα εὐλίμενον. μέσην κειμένην ὡς καὶ προεῤῥέθη, Σάμου τε καὶ Ἰθάκης. εἰπών. ἔστι δέ τις νῆσος μέσση ἁλὶ πετρήεσσα. μεσσηγὺς Ἰθάκης τὲ Σάμοιό τε παιπαλοέσσης, τῆς πρὸς βραχέων ῥηθείσης. Ἀστερίς. οὐ μεγάλη. λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ, ἀμφίδυμοι. Ἔνθα τὸν Τηλέμαχον ἔμενον λοχῶντες Ἀχαιοί. τολμήσαντες τὸ κακόν. κατὰ τὴν παροιμίαν τὴν λέγουσαν πάντα κακοὶ τολμῶσι. Τὸ δὲ μέση ἁλὶ, πρὸς διαστολὴν καὶ αὐτὸ εἴρηται τῶν χεῤῥονήσων, ἢ τῶν ἐγγὺς τῆς γῆς. Τὸ δὲ πετρήεσσα, οὐκ ἂν εἴη πόῤῥω τῆς παιπαλοέσσης. Ἡ δὲ Ἀστερὶς, ἔσχε κατὰ τὸν γεωγράφον καὶ πολίχνην. ἐκλίθη δὲ πρός τινων καὶ Ἀστερία. Λιμένες δὲ ναύλοχοι, ἢ παρὰ τὸ λέχος ἐν αἷς δηλαδὴ εὐνάζονται νῆες ὧν καὶ ἄγκυραι εὐναὶ λέγονται ἢ κατὰ πλεονασμὸν τοῦ λ. ἵνα εἶεν ναύλοχοι, ἐν οἷς ὀχοῦνται νῆες. κατὰ τὸ, καὶ λιμένες νηῶν ὄχοι βαρυτόνως ἢ ὀχοὶ ὀξυτόνως, ὃ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ κεῖται. ἢ καὶ ἄλλως, παρὰ τὸν λόχον. ἐν αἷς ἦν λοχῆσαι. διὸ ἐπήγαγε τὸ, τόν γε μένον λοχόωντες Ἀχαιοί. Τὸ δὲ ἀμφίδυμοι, καθʼ ἱστορίαν εἴρηται καὶ αὐτό. δηλοῖ δὲ, τοὺς οἷον διδύμους διὰ τὸ ἐξ ἑκατέρου μέρους ἔχειν εἰσδύσεις. ταυτόν δʼ εἰπεῖν, καταγωγάς. Ἰστέον δὲ ὅτι λιμὴν παρὰ τὸ λίαν μένειν γίνεται, πρός τε τὸν κυμαίνοντα πόντον διαστελλόμενος, καὶ πρὸς τοὺς ἐγγὺς τῆς γῆς εὐρίπους.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ε. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἐκκλησίαν τῶν θεῶν δευτέραν ποιησάμενος ὁ Ζεὺς, Ἑρμῆν πρὸς Καλυψὼ πέμπει, κελεύων ἀποπέμπειν τὸν Ὀδυσσέα. ἡ δὲ, τὸ κελευσθὲν ποιεῖ. τῇ δὲ ὀκτωκαιδεκάτῃ ἡμέρᾳ ἰδὼν αὐτὸν ὁ Ποσειδῶν καὶ χαλεπῄνας, λύει τὴν σχεδίαν. Ἰνὼ δὲ αὐτῷ δίδωσι κρήδεμνον, ἐντειλαμένη ἐπιβάντι τῆς γῆς, ἀποῤῥίψαι αὐτό. καὶ πολλὰ παθὼν, εἰς τὴν τῶν Φαιάκων χώραν ἔρχεται διασωθείς.

ΟΔΥΣΣΕΙΑΣ Ε. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

Ὅτι ἡ ἐπιγραφὴ τῆς ῥαψῳδίας ταύτης, αὕτη. ἀπόπλους Ὀδυσσέως παρὰ Καλυψοῦς. ἄρχεται δὲ ἀπὸ συνήθους τῷ ποιητῇ περιφράσεως. ὅτι δηλαδὴ Ἠὼς ἐκ λεχέων παρὰ Τιθωνοῦ ὄρνυτο ἀθανάτοις φόως φέρουσα καὶ βροτοῖς. περὶ οὗ ἱκανῶς μὲν ἐῤῥέθη ἐν Ἰλιάδι. νῦν δὲ ἀρκέσει εἰπεῖν, ὡς ἡ μὲν ἔννοια τοῦ ῥητοῦ, δηλοῖ τὸ, ἐγένετο ἡμέρα. Τιθωνὸς δὲ, καθʼ ἱστορίαν μὲν, ἀδελφὸς Λαομέδοντος, ᾧ φασι τὴν ἡμέραν συνοικεῖν διὰ κάλλος, ἀλληγορικῶς δὲ, ὁ ἥλιος ὁ πανταχοῦ γῆς τιταίνων τὰς ἀκτῖνας. Ἀθάνατος δὲ, τὰ στοιχεῖα τοιαῦτα νομιζόμενα τοῖς Ἕλλησιν, ἃ καὶ αὐτὰ, τῇ ἡμέρᾳ φωτίζεται. Διὰ δὲ τῶν ἀνθρώπων ὡς ἐκ μέρους καιριωτάτου, πάντα δηλοῦται τὰ ἔμψυχα, οἷς ὁ Ἥλιος ἐπιλάμπει. Ὅτι ἐν μὲν τῇ α ῥαψῳδίᾳ, ἐκκλησία ἦν τοῖς Ὁμηρικοῖς θεοῖς, περὶ τοῦ σώζεσθαι τὸν Ὀδυσσέα. ἐνταῦθα δὲ περὶ τοῦ πῶς. καὶ ἐκεῖ μὲν, Ζεὺς ἐδίδου ἀρχὰς λόγου τῇ Ἀθηνᾷ προλογίσας αὐτός. ὧδε δὲ, αὐτὴ κατάρχει δημηγορίας κήδεα πόλλʼ Ὀδυσσῆος. καὶ λαλοῦσα κατὰ τῶν πολιτῶν τῆς Ἰθάκης, ὅσα καὶ πρὸ τούτων ὁ Μέντωρ. ἐν οἷς ἐκεῖνος ἔλεγε κατὰ ἦθος βαρύτητος, μηκέτι χρῆναι βασιλέα ἤπιον εἶναι ἀλλὰ χαλεπὸν καὶ ἑξῆς. σεμνολογῶν δὲ καὶ τὸν τοῦ μύθου Δία, φησί. Ζεὺς ὑψιβρεμέτης οὗ τε κράτος ἐστὶ μέγιστον. Λέγει δὲ καὶ τὸ ἐκκλησιάζειν, θῶκονδε καθιζάνειν. καθʼ ὁμοιότητα τοῦ, οὐδέ ποθʼ ἡμετέρη ἀγορὴ γένετο οὐδὲ θόωκος. Ὅτι ὡς ἐν Ἰλιάδι τὸν Ἀχιλλέα μηνίοντα καὶ ἀπρακτοῦντα κεῖσθαι εἶπεν ὡς τοῦ ἀπρακτεῖν μικρόν τι ἀπεοικότος τοῦ κεῖσθαι, οὕτω καὶ τὸν Ὀδυσσέα ἡ Ἀθηνᾶ κεῖσθαι φησὶν ἐν τῇ τῆς Καλυψοῦς νήσῳ. φησὶ γάρ. ἀλλʼ ὁ μὲν, ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων, καὶ ἑξῆς στίχους ἑπτά. διττολογοῦντας διὰ τὸ ἐκ τῶν φθασάντων ἐνταῦθα παρειλκύσθαι. Ὅτι πρός τινα ἀξιοῦντα περί τινος ἅπερ αὐτὸς δύναται ποιῆσαι, <!-- 1.196 -->ῥηθήσεται ἐρωτηματικῶς τὸ, οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτὸς ὡς ἤτοι κεῖνος ἐλθὼν ποιήσει τό δέ τι; πρὸς δέ τινα δυνάμενον σῶσαι, ῥηθήσεται τὸ, τὸν δεῖνα δὲ σὺ πέμψον ἐπισταμένως. δύνασαι γὰρ, ὥς κε μάλʼ ἀσκηθὴς ἵκεται. Πόθεν δὲ γίνεται ὁ ἀσκηθὴς, πολλαχοῦ ἐδηλώθη. Ὅτι ὥσπερ ἐρέτας που ἔφη ἐπιτηδὲς ἀντὶ τοῦ ἐπιτηδεῖς ἀποβολῇ τοῦ ἰῶτα ἢ καὶ συγκοπῇ ἀπὸ τοῦ ἐπιτηδέας. ὁμοίως δὲ καὶ ἀκλεὲς ἀντὶ τοῦ ἀκλεεῖς, οὕτω καὶ νῦν τὸ, μνηστῆρες ἐν νηῒ παλιμπετὲς ἀπονέωνται, ἀντὶ τοῦ παλιμπετεῖς. ἤγουν πεσόντες ἀνάπαλιν τοῦ σκοποῦ. καὶ ἔστιν ἐκ πεσσῶν ἡ μεταφορὰ πιπτόντων ὅπως ἂν τύχῃ. δύναται δὲ καὶ ἐπίῤῥημα τοῦτο εἶναι, καλῶς ὀξυνόμενον. τὰ μὲν γὰρ ἐκ τοῦ πέτεσθαι γινόμενα, βαρύνονται. οἷον ἀετὸς ὑψιπέτης. καὶ τὰ τοιαῦτα. τὰ δὲ ἀπὸ τοῦ πεσεῖν, ὀξύνονται. οἷον, παλλάδιον ὑψιπετές. Ὅτι πρὸς ἄγγελον ἔργον αὐτὸ τοῦτο ἔχοντα, ῥηθήσεται τὸ, ὦ δεῖνα σὺ γὰρ αὖτε τάτʼ ἄλλα περ ἄγγελός ἐσσι εἰπεῖν τῷ δεῖνι ὅ ἐστιν εἰπὲ νημερτέα βουλήν. οἷον, νόστον ὥσκε νέηται. Ἵνα ᾖ ἑρμηνεία βουλῆς μὲν, ὁ νόστος. νόστου δὲ, τὸ ὥς κε νέηται. Ὅτι Ἑρμῆς ἄγγελος νύμφῃ εὐπλοκάμῳ τῇ Καλυψοῖ στέλλεται διὰ τὴν Ὀδυσσέως ἐπάνοδον. ἧς ἡ ἀλληγορία ἱκανῶς ἐν τῇ α ῥαψῳδίᾳ προεκτέθειται. Ἰστέον δὲ ὅτι Ἑρμῆς μὲν, ἅπαξ ἐνταῦθα ὁμοίως δὲ καὶ ἐν Ἰλιάδι, διακονεῖ. ἡ δὲ Ἶρις, ἐν Ὀδυσσείᾳ μὲν οὐδόλως. ἐν δὲ τῇ Ἰλιάδι, πολλάκις. εἰ δὲ ψυχὰς Ἑρμῆς ἐν τοῖς ἑξῆς ἐκκαλεῖται, ἀλλʼ ἐκεῖνο, οὐ στελλόμενος ποιεῖ. ἀλλʼ ὡς οἰκεῖον ἔργον αὐτόνομος ἀποτελεῖ. Ἔτι ἰστέον καὶ ὡς δοκεῖ πλάσαι οὐ τὴν Ἶριν ἀλλὰ τὸν Ἑρμῆν ἐνταῦθα σταλῆναι, διὰ τὸ τῆς ῥηθείσης ἀλληγορίας εὐυπονόητον καὶ πιθανόν. Ἑρμῆς γὰρ λόγος, λύσει τὸν Ὀδυσσέα ἐκ τῆς κατεχούσης Καλυψοῦς. εἰς τοῦτο δὲ, οὐκ εὐοδοῦται ἡ τῆς Ἴριδος ἀποστολή. Ἔτι ἰστέον καὶ ὅτι σχῆμα ἐνταῦθα κεῖται προαναφωνήσεως ἤτοι προεκθέσεως τῶν μετὰ πολλοὺς λόγους ἐκβησομένων. ἤγουν ὡς ὁ ταλασίφρων Ὀδυσσεὺς νοστήσει οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων ὡς ὁ Ζεὺς λέγει τουτέστι τὸ πεπρωμένον, ἀλλʼ ὅγʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων, ἤματι εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν. οἵ μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσι. πέμψουσι δʼ ἐν νηῒ φίλην ἐς πατρίδα γαῖαν. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες. πόλλʼ ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεὺς, εἴπερ ἀπήμων ἦλθε λαχὼν ἤτοι κληρωσάμενος ἀπὸ ληῖδος αἶσαν. εἶτα δεικνὺς ὁ ποιητὴς ἀλληγορικῶς τίνα Δία ἐνταῦθα εἶπε, καὶ ὅτι ἀκολούθως τοῖς πεπρωμένοις ἐξετέθη καὶ ἡ ῥηθεῖσα ἔκθεσις, ἐπάγει. ὣς γὰρ οἱ μοῖρα ἐστὶν ἐλθεῖν εἰς τὰ ἑαυτοῦ. καὶ ἔστιν ἡ ῥηθεῖσα προέκθεσις, ὀκτὼ ῥαψῳδιῶν συγκεφαλαιωτική. ἐν αἷς τὰ ῥηθέντα συμβήσεται, ὡς ἐν τοῖς ἑξῆς ἔσται δῆλον. Ὅρα δʼ ἐν τούτοις τὸ, οὔτε θεῶν πομπῇ οὐτʼ ἀνθρώπων, περὶ μόνου τοῦ πλόου λεχθέν. ἀπὸ γὰρ τῆς κατὰ τὴν Καλυψὼ νήσου ἕως καὶ εἰς Φαίακας, οὐδεὶς τὸν Ὀδυσσέα ἔπεμψεν. εἰ καὶ ἄλλως αὐτὸν ἡ Λευκοθέα ἐν τῷ μέσῳ περιεποιήσατο. ἐκ μέντοι τῆς τῶν Φαιάκων γῆς εἰς Ἰθάκην, πομπὴ ἀνθρώπων τὸν Ὀδυσσέα ἤγαγε. Σχεδία δὲ κυρίως μὲν, ἡ μονόξυλος ἢ ἡ ὀλιγόξυλος οὕτω καλουμένη, διὰ τὸ σχεδὸν ἤγουν ἐγγὺς καὶ οἷον αὐθωρὸν συμπεπῆχθαι αὐτοσχεδίως καὶ μὴ ἀναβεβλημένως. ἡ δὲ ῥηθεῖσα τοῦ Ὀδυσσέως σχεδία ἡ πολύδεσμος, οὐκ ἦν φασι σχεδία κυρίως. ἡ μὲν γὰρ σχεδία, πηδάλιον οὐκ ἔχει. αὐτὴ δὲ, ἕξει. πλὴν σημειωτέον ἐνταῦθα ὡς οὐκ ἤδη διατοῦτο καὶ αἱ καθʼ Ὅμηρον Φαιακικαὶ νῆες, σχεδίαι ἂν λεχθεῖεν οἷα μὴ διοικούμεναι πηδαλίοις ὡς ἐν τοῖς ἑξῆς φανήσεται. ἐκεῖναι γὰρ, τερατώδεις εἰσί τινες ὡς ἐκεῖ λεχθήσεται. Ἰστέον δὲ καὶ ὅτι λείπει τὸ ναῦς ἐν τῷ σχεδία, ἵνα λέγῃ ὁ ποιητὴς, ἐπὶ σχεδίης νηός. γίνεται δὲ ἡ σχεδία ὡς ἐῤῥέθη, ἐκ τοῦ σχεδόν. καθὰ καὶ ἐκ τοῦ ἀμφαδὸν ἀμφάδιος καὶ ἀμφαδία. Πολύδεσμος δὲ, ἡ πολλοῖς ἐνδεδεμένη γόμφοις. ὅπερ οὐδʼ αὐτὸ ἡ κυρίως σχεδία ἔχει. Τὸ δὲ πήματα πάσχων, ἀντίκειται πρὸς τὸ, ἀπήμων ἦλθε. Σχερία δὲ πάλαι ποτε, ἡ τῶν Φαιάκων νῆσος. τὸ δὲ ἀρχαιότατον, Δρεπάνη φασὶν ἐκαλεῖτο. ὕστερον δὲ, ἐκλήθη Κέρκυρα. περὶ ἧς ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. κεῖται δὲ ἡ Σχερία πρὸς τῷ Ἰονίῳ κόλπῳ. φέρεται δὲ μῦθος περὶ αὐτῆς, τοιοῦτος. Δήμητρα φοβουμένη μή ποτε οἱ ἐκ τῆς ἠπείρου ἀντικρὺ τῆς νήσου ταύτης ῥέοντες ποταμοὶ, προχώσαντες αὐτὴν χεῤῥονησιάσωσιν, ἐδεήθη Ποσειδῶνος ἀποστρέψαι καὶ ἐπισχεῖν τὰ τῶν τοιούτων ποταμῶν ῥεύματα. ὧν καὶ ἐπισχεθέντων, ἀντὶ Δρεπάνης Σχερία ἐκλήθη παρὰ τὴν τῶν ῥευμάτων ἐπίσχεσιν. Ὅτι δὲ ἐρίβωλος καὶ ἄλλως δὲ εὐδαίμων ἡ τῶν Φαιάκων, αἱ ἱστορίαι λέγουσιν. Ἡ δὲ κλῆσις τῶν Φαιάκων, ἀπό τινος ἐνδόξου Φαίακος. Κέρκυραν γάρ φασι τὴν <!-- 1.197 -->Ἀσωπίδα Ποσειδῶν ἀγαγὼν εἰς Σχερίαν καὶ μιγεὶς, ἴσχει παῖδα Φαίακα, ἐξ οὗ οἱ Φαίακες. οὓς ἀγχιθέους ἡ ποίησις λέγει, ἢ κατὰ γένος. ἐκ Ποσειδῶνος γὰρ ὡς ἐῤῥέθη ὁ πρόγονος αὐτῶν Φαίαξ, διὸ καὶ συνδιάγουσιν αὐτοῖς θεοὶ ὡς ἐν τοῖς ἑξῆς μυθεύεται. ἢ διὰ τὴν εὐδαιμονίαν τῆς κατʼ αὐτοὺς γῆς. ἢ διὰ τὸ φιλόξενον καὶ τὴν λοιπὴν ἀρετήν. ὃ καὶ κρεῖττον εἶναι δοκεῖ. ἐρεῖ γὰρ ὁ Φαίαξ Ἀλκίνοος, ὡς ἐγγὺς ἐσμὲν τῶν θεῶν καθάπερ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων. ἤγουν οὕτως ἐσμὲν φίλοι θεοῖς, ὡς ᾠκείωνται ἀλλήλοις οἱ Κύκλωπες καὶ οἱ Γίγαντες οἱ λῃστρικοί. λαβὼν ἐκεῖνος τὴν ὁμοιότητα, ἐκ τῶν ἐναντίων μὲν, ὁμοίων δὲ ὅμως κατὰ σχέσιν ποιότητος. ὡς καὶ εἴ τις εἴποι, τόσον ἡδὺ τὸ μέλι, ὅσον ἀηδὲς τὸ ἀψίνθιον. τοιοῦτον σχῆμα καὶ παρὰ Σοφοκλεῖ, ἐν τῷ, ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς. Ἰστέον δὲ ὡς οἱ ὕστερον Φαίακες εἰ καὶ ναυτικοὶ, ἀλλʼ οὐ κατὰ τοὺς Ὁμηρικοὺς ἀγαθοὶ καὶ ὀρθοὶ τὴν φιλίαν. οἳ ἐν τοῖς Περσικοῖς ἑξήκοντα νῆας πληρώσαντες, μόγις τε ἀνήχθησαν ὡς ἡ ἱστορία φησὶ, καὶ σκῆψιν δὲ ὕστερον ἐποιήσαντο ὑπὸ ἐτησίων ἀνέμων κωλυθῆναι. καὶ οὕτω διεκρούσαντο τοὺς Ἕλληνας. μελετήσαντες, καὶ τὸν Πέρσην ἄλλως πως παρακρούσασθαι. Ἰστέον δὲ καὶ ὡς ἐν τοῖς ἑξῆς καὶ ἀνθρώπους διοτρεφεῖς τοὺς Φαίακας ἐρεῖ. καὶ ἔστι καὶ αὐτὸ ἑρμηνεία τις τοῦ ἀγχίθεοι. Ὅρα δὲ κάλλος παρισωτικὸν ἐν τῷ, γεγάασι. τιμήσουσι. πέμψουσι. Τὸ δὲ ἐσθῆτα, προσηγορικῶς ἐῤῥέθη; ἀντὶ τοῦ, ἐσθῆτας. ἄλλως γὰρ οὐκ ἦν ἡ λέξις εἰς δάκτυλον χρήσιμος. Τὸ δὲ πολλὰ, ὡς ἐπὶ κτημάτων εἶπε. κτήματα γὰρ ὁ χαλκὸς καὶ τὰ ἑξῆς ὅσα ἐκ τῆς λείας ἔλαχεν ἂν Ὀδυσσεύς. ἤγουν ἐκτήσατο διὰ συνήθους λαχμοῦ. Τὸ δὲ ἐξήρατο, ἢ ἀντὶ τοῦ ἐξαίρετο ἔλαβεν. ἢ ἐξ Ἄρεος ἤτοι πολέμου ἔσχε. κατὰ τὸ, ἐμόγησε καὶ ἤρατο. ἢ καὶ ἁπλῶς ἀντὶ τοῦ, ἦρε. Καὶ σημείωσαι δύο τούτους ἥρωας ἐν πλάνῃ πλουτήσαντας ἄλλως μέντοι καὶ ἄλλως, τὸν Ὀδυσσέα δηλαδὴ καὶ τὸν Μενέλαον. Ὅτι καὶ τῷ Ἑρμῇ καθὰ καὶ τῇ Ἀθηνᾷ πρὸ τούτων, καλὰ πέδιλα ὁ μῦθος δίδωσιν. ἀμβρόσια. χρύσεια. ἅπερ αὐτὸν ἔφερον ἐπί τε ὑγρὰν ἐπί τε ἀπείρονα γαῖαν, ὁμοίως ἀνέμου πνοαῖς. οὐ μὴν ὁμοίως πτεροῖς ἐξ ὧν οἱ κατὰ τὸν Ἑρμῆν λόγοι παρωνυμοῦνται. πτεροῦ γὰρ ταχύτερον ἄνεμος. προϊὼν μέντοι, καὶ πέτεσθαι αὐτὸν ὁ ποιητὴς ἐρεῖ ῥάβδον μετὰ χερσὶν ἔχοντα. ὅπερ οἰκειότερον Ἑρμῇ διὰ τοὺς πτερόεντας λόγους. δῆλον δὲ ὅτι ὥσπερ τοὺς κατὰ σπουδὴν τρέχοντας οἱ πόδες φέρειν λέγονται, οὕτω καὶ ὧδε τὸν Ἑρμῆν τερατωδέστερον ὡς καὶ ἀλλαχοῦ τὴν Ἀθηνᾶν, τὰ χρυσᾶ φέρει πέδιλα. ὡς δὲ ἐκ τοῦ περὶ πέδον εἰλεῖσθαι γίνεται τὸ πέδιλον καὶ ὡς διὰ τῆς ει διφθόγγου τὴν αὐτοῦ παραλήγουσαν οἱ παλαιοὶ ἔγραφον, δεδήλωται καὶ ἀλλαχοῦ. εἰς δὲ σύμβολον τοῦ κατὰ τὸν Ἑρμῆν τάχους, καὶ ὁ περὶ τὴν αὐτοῦ κεφαλὴν πλαττόμενος πέτασος εἴληπται. κατὰ τὸν εἰπόντα ὡς Ἑρμῆς πέδιλα εἶχε καὶ κηρύκειον ἐν χειρὶ, καὶ πέτασος αὐτῷ ἦν περὶ τὴν κεφαλήν. γενικὴ δὲ λέξις τὰ πέδιλα, λεγόμενα καὶ ἐπὶ γυναικῶν. εἴδη δὲ αὐτῶν μυρία ἐπί τε ἀνδρῶν ἐπί τε γυναικῶν. οἷον διάβαθρον. γυναικεῖον δὲ αὐτὸ φόρημα. ὡς τὸ, διάβαθρον λεπτὸν φορεῖ. βαυκίδες. ὡς τὸ, φελλὸς ἐν τοῖς βαυκίσιν ἐγκεκάττυται. ἀρβύλαι αἱ καὶ ἀρβυλίδες. ἀσκέραι. περσικαί. ὧν χρῆσις καὶ παρὰ τῷ κωμικῷ. Ὅτι ἴδια φορήματα παρὰ τῷ ποιητῇ, Ἀθηνᾶς μὲν, δόρυ. Ποσειδῶνος δὲ, τρίαινα. ἣν φέρει καὶ εἰς Αἰθίοπας ἀπιών. διʼ ἧς ποιεῖ τὰ εἰς τὸν Ὀδυσσέα κακά. Ἑρμοῦ δὲ φόρημα, ῥάβδος. φησὶ γοῦν Ὅμηρος. εἵλετο δὲ ῥάβδον τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει. τούς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει. τὴν, μετὰ χερσὶν ἔχων, πέτετο κρατὺς ἀργειφόντης. ὅ ἐστι κραταιός. Ἰστέον δὲ ὅτι τὴν τοῦ Ἑρμοῦ ῥάβδον χρυσῆν ἐνταῦθα μὴ εἰπὼν, ὅμως ἐν τοῖς ἑξῆς χρυσόῤῥαπιν αὐτὸν προσειπὼν, ἐμφαίνει τὸ τῆς ῥάβδου χρύσεον. ῥάπις γάρ φασιν, ἡ ῥάβδος. ἀφʼ ἧς Ἑρμῆς χρυσόῤῥαπις. ὃν ἐχρῆν ἔχοντα χρυσᾶ πέδιλα, καὶ χρυσόῤῥαπιν εἶναι. ἀλληγορία δὲ τῆς τοιαύτης Ἑρμαϊκῆς ῥάβδου ἐνεργημάτων, τὸ τοὺς μὲν νήφοντας, κηλεῖν. τοὺς δὲ καθῃρημένους διʼ ἔκλυσιν, διεργείρειν. ἢ καὶ ἄλλως ὡς θέμις λόγῳ, τοὺς μὲν ὀρθίους πλέον ἢ δεῖ καὶ ἀγήνορας, πραΰνειν διὰ πειθοῦς. τοὺς δὲ χαλίφρονας, μεριμνητὰς ποιεῖν ὡς τοῦ λόγου τοιαῦτα δυναμένου ἐν οἷς πῇ μὲν ἐπιεικεύεται καὶ παραμυθεῖται καὶ μειοῖ τὰ ἐγκλήματα ἢ καὶ τέλεον ἐξαιρεῖ αὐτά. πῇ δὲ, ἐκτραχύνει καὶ σφοδρύνει καὶ ἐρεθίζει καὶ αὔξει. ταῦτα δὴ τὰ τῆς Ἑρμαικῆς ῥάβδου τῆς ῥητορικῆς δηλονότι πειθοῦς. εἴρηται δὲ περὶ τῆς τοιαύτης ῥάβδου, καὶ ἐν Ἰλιάδι. Τὸ δὲ θέλγειν νῦν ἀντὶ τοῦ κοιμίζειν λέγεται ὥς φασιν οἱ παλαιοί. καὶ οὐδὲ νῦν ἡ λέξις ἐπʼ ἀγαθῷ κεῖται, ἀλλὰ στέρησιν δηλοῖ τοῦ νήφειν. οὗ ἀνάπαλιν, <!-- 1.198 -->τὸ ὑπνώοντας ἐγείρειν. Τοῦ δὲ κρατὺς, οὔτε κλίσις παρὰ τῷ ποιητῇ κεῖται, οὔτέ τις ἑτεροία παραγωγὴ ἀπʼ αὐτοῦ. Ὅτι Ὁμήρου εἰπόντος ὡς Πιερίην ἐπιβὰς ὁ Ἑρμῆς, ἐξ αἰθέρος ἔμπεσε πόντῳ, οὐκ ἂν ἀπεικότως Ἡσίοδος δοκοίη ἐκ Πιερίας τὰς Μούσας ἐπικαλέσασθαι διὰ τὸ κατʼ ἀλληγορίαν ἐπίηρον τοῦ λόγου τοῦ κατὰ τὰς Μούσας. ἄλλως δὲ καθʼ ἱστορίαν, ὄρος παρώνυμον Πίερός τινος ἥρωος ἡ Πιερία, Μακεδονικόν. ἱερὸν Μουσῶν. περὶ οὗ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Ὅρα δὲ τὸ μὲν Πιερίην ἐπιβὰς, ἐπὶ γῆς οἰκείως ῥηθέν. Τὸ δὲ ἔμπεσεν, ἐπὶ πόντου καιρίως καὶ αὐτό. Σημείωσαι δὲ τὸ ἐπιβὰς αἰτιατικῇ συνταχθέν. ἕτερον ὂν παρὰ τὸ, ἐπιβὰς ἵππου ἢ ἅρματος. Ὅτι τὸν Ἑρμῆν ὁ ποιητὴς ἐς Καλυψὼ Ἀτλαντίδα ὡς εἰς συγγενῆ σταλέντα, λάρῳ εἰκάζει. ποιητικῶς μὲν, διὰ τὸ κατὰ θυμὸν εὔπλαστον. τοιούτῳ γὰρ ἔδει ὄρνιθι παραβαλεῖν τὸν τῇ θαλάσσῃ ἑαυτὸν ἐπαφέντα, οὐ μὴν ἀετῷ ἤ τινι τοιούτῳ. ταῦτα γὰρ εἰ καὶ εὐγενῆ, ἀλλὰ οὐ πυκνόπτερα καὶ οἷα νήχεσθαι. ἀλληγορικῶς μέντοι, λάρῳ εἴκασται ὁ Ἑρμῆς, διά τε τὸ λευκὸν καὶ ὡς εἰπεῖν ἐναργὲς ἀφʼ οὗ καὶ Ἀργειφόντης καλεῖται ὡς λόγος ἐναργῶς φαίνων τὰ κατὰ ψυχὴν, καὶ διότι δὲ ὁ λάρος παρηχεῖταί πως τῷ λαρῷ τουτέστι τῷ γλυκεῖ, ὡς καὶ ἐν Ἰλιάδι ἔκκειται. τοιοῦτος γὰρ ὁ Ἑρμῆς λόγος, πολὺ ἔχων τὸ λαρόν. Ἰστέον δὲ, ὅτι τὸν λάρον, τῇ εὐηθείᾳ ἡ ὕστερον προσοχὴ παροιμιακῶς ἀποκληροῖ. ὅθεν, καὶ λάρους τοὺς εὐήθεις φαμέν. οὕτω δὲ καὶ Κέπφους, ἀπὸ κούφου ὥς φασιν οἱ παλαιοὶ ὀρνιθαρίου καὶ εὐμεταχειρίστου καθὰ καὶ παρὰ τῷ κωμικῷ ἔστιν εὑρεῖν. καὶ ὦτοι δὲ οἱ αὐτοὶ, ἀπὸ ὀρνέου μιμηλοῦ καὶ εὐεξαπατήτου. ὡς ἀλλαχοῦ σαφῶς δηλοῦται. διὸ καὶ ἡ κωμῳδία σκώπτουσα τοὺς Ἀθηναίους, ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων, ἔφη. λοιδοροῦσα ἐκείνους, ὡς ῥᾷον ἀπατωμένους οἷς ἀκούουσιν. ἔστι δὲ ἡ περὶ τοῦ καθʼ Ἑρμῆν λάρου φράσις, αὕτη. σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα, λάρῳ ὄρνιθι ἐοικώς. ὥστε κατὰ δεινοὺς κόλπους ἁλὸς, ἰχθῦς ἀγρώσσων, πυκινὰ πτερὰ δεύεται ἅλμῃ. τοῦτο δὲ, ἴδιον τῶν ἐναλίων ὀρνίθων. οἷα τῆς φύσεως ὥς φησι Πίος, τὴν πύκνωσιν παρεσχημένης τοῖς ἐξ ὑγρῶν ποριζομένοις τὸ ζῆν, ἵνα μὴ ῥᾳδίως πρὸς τὴν σάρκα διϊκνούμενον τὸ ὑγρὸν, πημαίνῃ αὐτήν. Εἶτα τὴν παραβολὴν ἀποδιδοὺς, φησί. τῷ, ἴκελος, πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς. τοῦτον δὲ, παρένθετον οἴονταί τινες τὸν στίχον καὶ ὀβελίζουσιν ἤτοι ἀθετοῦσιν, ὡς ἐπεβληθέντα, καὶ τὸ τῆς πτήσεως ἀχρειοῦντα τάχος. βραδύτερον γάρ φασι πορεύσεται Ἑρμῆς κύμασιν ἐποχούμενος καὶ μὴ ὑπερφερόμενος αὐτῶν καὶ οὕτω κατὰ τὴν ποιητικὴν λέξιν πετόμενος ἢ ἅμα πνοιαῖς ἀνέμων φερόμενος. οἱ δὲ τοῦτο ποιοῦντες, τί ἂν ἐροῦσι πρὸς τὸ, ἐξ αἰθέρος ἔμπεσε πόντῳ. εἰ γὰρ πέτεται, πῶς ἔμπεσε πόντῳ; ἢ δηλονότι, ὡς ὁ παραβολικὸς λάρος, οὕτω δὲ καὶ τοσόνδε διαδραμεῖν ἁλμυρὸν ὕδωρ ὁ Ἑρμῆς ἐρεῖ. εἰ δὲ καὶ ἴσως δόξει διὰ τὰ εἰρημένα, ὁ λάρος Ἑρμῇ ἀνακεῖσθαι, ἀλλὰ μάλιστα Ἡρακλεῖ ᾠκείωται ἢ ὁ ἁπλῶς, ἢ ὁ λεγόμενος βουφάγος, ἐπεὶ τοιοῦτος καὶ ὁ Ἡρακλῆς. Λεπρεὺς γάρ φασιν Ἡρακλεῖ ἐρίσας δίσκῳ, καὶ ὕδατος ἀντλῆσαι, καὶ ὅς τις ἀναλώσει θᾶττον ταῦρον, λείπεται πάντα. ἤγουν ἡττᾶται ὑφʼ Ἡρακλέος εἰς τὰ εἰρημένα πάντα. εἶτα θωρηχθεὶς, προκαλεῖται Ἡρακλέα, καὶ θνήσκει ἐν τῇ μάχῃ. οὕτω γράφει μὲν Ἀθήναιος. πρὸ αὐτοῦ δὲ, ἱστοροῦσι καὶ ἕτεροι. ὡς δὲ οὐ μόνος Ἡρακλῆς βουθοίνας ἦν ἀλλὰ καὶ ἄλλοι, ἐκ τῶν ἱστοριῶν δῆλον ἐστί. Θεαγένης γοῦν φασιν ὁ Θάσιος αὐλητὴς, ταῦρον κατέφαγε μόνος. ὃς καὶ φησὶ παρά τινι ποιητῇ, ὡς ἔφαγον Μῃόνιον βοῦν ἥγουν Λυδόν. πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος. περὶ δὲ Μίλωνος τοῦ Κροτωνιάτου φησὶ Δωριεὺς, ὅτι ὃν ἐπόμπευσε βοῦν εἰς κρέα τόνδε κόψας, πάντα κατʼ οὖν μοῦνος δαίσατό νιν. καὶ Τίτορμος δέ φασιν ὁ Ἰταλὸς διηριστήσατο ἑαυτῷ βοῦν ὡς καὶ αὐτὸ γράφει Ἀθήναιος. ὅτι δὲ ῥωμαλεώτερος Μίλωνος ὁ Τίτορμος, ἐξ ἄλλων ἔστι γνῶναι. καὶ τοιαῦτα μὲν ταῦτα. Δεινοὺς δὲ κόλπους λέγει ὁ ποιητὴς, τοὺς κατὰ τὸ προῤῥηθὲν μέγα καὶ δεινὸν πέλαγος. Τὸ δὲ ὀχήσατο, ὡς ἐπὶ ὄχου ὅ ἐστιν ἅρματος, ἐῤῥέθη. ἐπὶ γὰρ τοιούτων κυριολεκτεῖται τὸ ὀχεῖσθαι. Ὅτι ὥσπερ μέγα δῶμα ἐπὶ ἀνθρώπων, οὕτω μέγα σπέος λέγει τὸ τῆς Καλυψοῦς. ἣν πολλαχοῦ νύμφην συνήθως καλεῖ. ἐρεῖ δὲ μετʼ ὀλίγα, καὶ εὐρὺ τὸ τοιοῦτον σπέος. εἶτα καὶ πληθυνεῖ αὐτὸ ἐν τῷ, ἐν σπέσι γλαφυροῖσιν. εἶτα διασκευάζων τὰ κατʼ αὐτὴν ἤγουν τί εὗρεν αὐτὴν ποιοῦσαν ὁ Ἑρμῆς, καὶ οἷα τὰ τοῦ σπηλαίου πέριξ, οὐ γὰρ ἤρκει πρὸς σεμνότητα μόνον τὸ μέγα εἶναι αὐτὸ εἰ μὴ καὶ ἔκφρασις τῶν ἐκεῖ καλῶν ἐπακολουθήσει, ἃ δὴ τηλαυγὲς ὡς εἰπεῖν τὸ τοῦ σπηλαίου ἐτίθετο πρόσωπον, φησί. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο. τηλόθι δʼ ὀδμὴ κέδρου τʼ <!-- 1.199 -->εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει δαιομένων. ἥδʼ ἔνδοθεν ἀοιδιάουσα ὀπὶ καλῇ, ἱστὸν ἐποιχομένη, χρυσείῃ κερκίδʼ ὕφαινεν. εἶτα ἐκφράζων, φησίν. ὕλη δὲ σπέος ἀμφιπεφύκει τηλεθόωσα. καὶ ἑρμηνεύων τίς ἡ ὕλη, ἐπάγει. κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος. ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο. σκῶπες τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι εἰνάλιαι. τῇσι τε θαλάσσια ἔργα μέμηλεν. ἥδʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο, ἡμερὶς ἡβώωσα. τεθήλει δὲ σταφυλῇσι. κρῆναι δʼ ἑξείης πίσυρες, ῥέον ὕδατι λευκῷ πλησίαι ἀλλήλων. τετραμμέναι ἄλλυδις ἄλλη. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου, θήλεον. Τούτοις δὲ ὁ ποιητὴς ἐπάγων ἐπιφωνηματικὴν αὔξησιν, φησίν. ἔνθα καὶ ἀθάνατός περ ἐπελθὼν θηήσαιτο ἰδὼν καὶ τελεφθείη φρεσίν. ὅπερ ἔπαθε καὶ ὁ Ἑρμῆς, οὐ μόνον θαυμάσας ἀλλὰ καὶ τερφθείς. ὃ δὴ οὐκ ἀεὶ συμβαίνει, ἔστι γὰρ θηήσασθαι, καὶ οὐ πρὸς τέρψιν ἀλλὰ πρὸς μόνον θάμβος. Καὶ ὅρα ἐνταῦθα ἐπιμονὴν ῥήματος διὰ τὸ καίριον. θηήσαιτο γὰρ εἰπὼν, ἐπιφέρει. ἔνθα στὰς, θηεῖτο. καὶ, πάντα θηήσατο θυμῷ. Ἰστέον δὲ ὅτι οὐχʼ οἷον ἀληθῶς ἐστι τὸ τῆς Καλυψοῦς σπήλαιον, ἱστορεῖ ὁ ποιητής. ἀλλʼ οἷον ἂν ὡς εἰκὸς εἴη τὸ καλῶς ἔχον εἰς ἐνδιαίτημα ἐνδόξου προσώπου. Ἰστέον δὲ καὶ ὅτι παρὰ μὲν τῷ ποιητῇ, ἐσχάρα, τόπος ἐστὶν ἐφεστίου πυρὸς ὡς καὶ ἐν τοῖς ἑξῆς φαίνεται ὅπου Ὀδυσσεὺς ἕζεται ἐπʼ ἐσχάρῃ ἐν κονίῃσι πὰρ πυρί. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ἐσχάριον, θυμιατήριον κοῖλον. δῆλον δʼ ὅτι ἐσχάραν καὶ τὸ γυναικεῖον ἐκάλουν μόριον. ὡς δὲ καὶ ἕλκους ἐσχάρα λέγεται, δῆλόν ἐστι. Τὸ δὲ πῦρ καίετο, τὴν πυρκαιὰν συντίθησιν. ἀρχαῖον δὲ ἡ τοῦ πυρὸς χρῆσις παρὰ τοῖς ἐνδόξοις. ἣν καὶ ὁ τῆς τραγῳδίας Φιλοκτήτης ἐπαινῶν, φησὶν ὅτι οἰκουμένη στέγη πυρὸς μέτα, πάντʼ ἐκπορίζει αὐτῷ ἃ ἐκεῖνος νοεῖ. Τὸ δὲ τὴν κέδρον καὶ τὸ θύον καὶ τὴν κυπάρισσον εὐώδη εἶναι, ἱστορία ἐστὶ περὶ φυτῶν. μάλιστα δὲ ἡ κυπάρισσος εὐώδης. δάφνης δὲ τοιαύτης καὶ αὐτῆς οὔσης, οὐκ ἠθέλησε μνησθῆναι. Ὀππιανὸς δέ που, εὐώδη καὶ αὐτὴν καλεῖ. πρὸς διαστολὴν δὲ τῶν προσεχῶν κλήθρου τε καὶ αἰγείρου, εὐώδη κυπάρισσον εἶπε. Τὸ δὲ εὐκέατον, ἐτυμολογία κέδρου. ὡς οὕτω λεγομένης, παρὰ τὸ κεάσαι ῥᾷον. ὅ ἐστι κλάσαι. σχίσαι. ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἵνα πλεονάζῃ καὶ ἐπὶ τῆς κέδρου τὸ δ. Ὅρα δὲ τὸ θύον, δένδρον ὂν ἐνταῦθα ἀναντιῤῥήτως. εἰ δὲ ὁ καρπὸς αὐτοῦ εὐώδης ἐστὶ κατὰ τὸ θύον ἢ θύος ὅθεν σύνθετον μὲν ὁ θυοσκόος, παράγωγον δὲ τὸ θυόεν νέφος, ζητητέον ἑτέρωθεν. Τοῦ δὲ ὀδώδει μέσου ὑπερσυντελίκου τὸ κανόνισμα, τοιοῦτον. ὀζῶ ὀζήσω παρὰ τῷ κωμικῷ ἐν Σφηξίν. οὗ καὶ ἄλλως, ὀζέσω χρῆσις κοινῆ πρὸς ὁμοιότητα τοῦ, αἰνῶ αἰνήσω καὶ αἰνέσω καὶ τῶν ὁμοίων. ὀζῶ οὖν ὀζήσω. ὁ παρακείμενος ὤζηκα, ἐνεργητικὸς καὶ μέσος, ὦζα δισυλλάβως. ἐν γὰρ τοῖς περισπωμένοις ῥήμασι, μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ παρακειμένου ὁ μέσος, οἷον. ὀλῶ ὀλέσω ὤλεκα, ὦλα. ὅθεν Ἀττικὸν ὄλωλα. ὤζηκα τοίνυν, ὁ μέσος ὦζα. καὶ Ἀττικῶς, ὄζωζα. καὶ τροπῇ Δωρικῇ τῶν δύο ζῆτα εἰς δύο δέλτα ὡς καὶ ἑτέρωθι δηλοῦται, ὄδωδα. ὑπερσυντέλικος ὠζώζει καὶ ὠδώδει μετὰ δύο Ἀττικῶς αὐξήσεων. καὶ Ἰωνικῶς ὀδώδει συστολῇ τῆς ἀρχούσης. τοιοῦτον δὲ καὶ μετʼ ὀλίγα, τὸ ὀρώρει. ὀρῶ γὰρ τὸ διεγείρω. μέλλων, ὀρήσω. ἐξ οὗ ὤρηκα. μέσος, ὦρα καὶ Ἀττικῶς ὄρωρα. ὃς ὑπερθέσει χρονικῇ, γίνεται ὤρορα, ὑπερσυντέλικος κοινὸς, ὠρώρειν. καὶ Ἰωνικῶς ὀρώρειν. οὗ τρίτον, ὀρώρει δʼ οὐρανόθεν νύξ. δῆλον δʼ ὅτι οὐ μόνον ταπεινοῦνται μυριαχοῦ χρονικαὶ αὐξήσεις Ἰωνικῶς, ἀλλὰ καὶ ἐκ βραχέων μηκύνονται Ἀττικῶς. ὡς ἐν τῷ, ἠβουλόμην. ἠδυνάμην. ἤμελλον. ἤδη δὲ καὶ ἐν τῷ διηκόνουν, εἰ καὶ ἄλλως αὐτὸ ἐκ τοῦ διαεκόνουν κεκράσθαι δοκεῖ. Τὸ δὲ ἱστὸν ἐποίχεσθαι καὶ ᾄδειν, οὐκ ἀγεννὲς ἐνδόξοις γυναιξίν. ὡς καὶ ἡ Κίρκη δηλώσει ἐν τοῖς ἑξῆς. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ, ἱστὸν ἐποίχεσθαι. σύνηθες ὂν οὕτω φράζειν τῷ ποιητῇ. καὶ ὅτι πολυτελὴς ἡ κερκὶς τῇ Καλυψοῖ. ἀπὸ χρυσοῦ γάρ. καὶ ὅτι οὐκ εὐτελὴς ὁ ἱστός. οὐ γὰρ ἂν ἐποιχομένη οὕτως ἐκέρκιζεν. ὠνοματοπεποίηται δὲ ἡ κερκὶς ὥσπερ καὶ τὸ κρέκειν. ἐξ οὗ καὶ αὐτὴ καὶ ὄρνεόν τι ἡ κρὲξ, παράγονται. Ἡ δὲ κλήθρη, φυλάσσει μέχρι καὶ νῦν τοὔνομα, ὑποβαρβαριζομένη διὰ προσθήκης τοῦ σ. Αἴγειρος δὲ, ταπολλὰ μὲν, ἐρημάζει. φυλάττουσα μέχρι καὶ νῦν πολλαχοῦ τὸ ὄνομα. ἡ δὲ ἱστορία, ἔχει καὶ ἐν Ἀθήναις αἴγειρον ἐπιμεληθεῖσαν. ὃ πάσχει παρὰ τοῖς φιλοκάλοις καὶ ἡ κυπάριττος. ἦν γοῦν φασιν αἴγειρος Ἀθήνῃσιν ἐπάνω τοῦ θεάτρου ἀφʼ ἧς ἐθεώρουν οἱ μὴ ἔχοντες τόπον. ὅθεν καὶ ἡ ἀπʼ αἰγείρου θέα ἐλέγετο. καὶ παρʼ αἴγειρον θέα, ἡ ἀπὸ τῶν ἐσχάτων. καὶ ἦν φασιν εὐωνοτέρα ἡ παρʼ αἴγειρον θέα. Τὸ δὲ τανυσίπτεροι κοινὸν ἐπίθετον πτηνῶν ἃ <!-- 1.200 -->πετόμενα, τανύουσι τὰ πτερά. Σκῶπες δὲ, ἢ παρὰ τὸ σκαιὰν ὄπα ἔχειν, κακόφωνοι γάρ. ἢ παρὰ τὸ ἐν σκιᾷ ὅ ἐστι νυκτὶ, ἀφιέναι ὄπα. ἢ ἄλλως, παρὰ τὸ ἐν τοιαύτῃ σκιᾷ ὦπα ἔχειν ἐνεργὸν, νυκτὸς γὰρ μάλιστα βλέπουσι. καὶ δοκοῦσι σκῶπες εἶναι, ἃς κουκούβας οἱ Ῥωμαῖοι φασίν. ἕτεροι δὲ, παρὰ τὸ ἐοικέναι οἷον σκώπτουσι διὰ τὸ διάφορον τῶν σχηματισμῶν, οἷς τὸ ζῷον φυσικῶς διατίθεται. τινὲς δὲ κῶπας γράφουσι δίχα τοῦ σίγμα. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται, ὅτι καθὰ οἱ ὦτοι τὸ ὄρνεον ὧν μνεία καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται, οὕτω καὶ οἱ σκῶπες, ὀρχήσει ἁλίσκονται. καὶ ὅτι καὶ γένος ὀρχήσεως ἀπʼ αὐτῶν καλεῖται σκώψ, λαβὼν τοὔνομα, ἐκ τῆς περὶ τὸ ζῷον ἐν τῇ κινήσει ποικιλίας. καὶ ὅτι χαίρουσιν οἱ σκῶπες καὶ ὁμοιότητι. καὶ ἀπʼ αὐτῶν, σκώπτειν φαμὲν τὸ συνεικάζειν καὶ καταστοχάζεσθαι τῶν σκωπτομένων, διὰ τὸ τὴν ἐκείνων ἐπιτηδεύειν προαίρεσιν. ἴσως δὲ τούτων παρώνυμοι καὶ οἱ παρὰ τῷ Τίμωνι σκωπαῖοι, παρὰ Λάκωσιν ἐπιχωριάζοντες. ἀνθρωπάρια ἐκεῖνοι μικρά. καλούμενά φασι παρά τισι, στίλπωνες. οὓς οὐκ ἄν τις πάνυ ἀπεοικέναι εἴποι τοῦ Πινδαρικοῦ πίθωνος. ὃν καλὸν ἐκεῖνος ἐπονομάζει κατά τινα ὁμοιότητα στίλπωνος. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου, φαίνεται καὶ ὅτι σκὼψ, ἴσως δὲ καὶ σκώπευμα, σχῆμα ἦν ὀρχήσεως ὡς καὶ ἐδηλώθη. σκὼψ γάρ φησι, σχῆμά τε τῶν ἀποσκοπούντων, ἄκραν τὴν χεῖρα ὑπὲρ τοῦ μετώπου κεκυρτωκότων. λέγεται δέ φησιν ὁ σκὼψ, μικρότερος εἶναι γλαυκὸς, καὶ ἐπὶ μολιβδοφανεῖ χρώματι, ἔχειν ὑπόλευκα στίγματα. δύο τὲ ἐκ τῶν ὀφρύων παρʼ ἑκάτερον κρόταφον ἀναφέρειν πτερά. ἕτεροι δὲ, δύο φασὶ γένη σκωπῶν. καὶ οἱ μὲν, φθέγγονται οἱ δὲ οὔ. καὶ καλοῦνται οἱ μὲν, σκῶπες. οἱ δʼ ἀείσκωπες. ἄλλοι δέ φησι τοὺς παρʼ Ὁμήρῳ, κῶπας ὡς καὶ ἀνωτέρω κεῖται χωρὶς τοῦ σίγμα φασί. Τὸ δὲ σχῆμα τοῦ, σκῶπες ἴρηκές τε, σώφρων παρίσωσις, Ὁμήρῳ πρέπουσα. ὃς ἀεὶ μετρίως καὶ ἡρωϊκῶς καλλωπίζει, οὐ μὴ κατὰ τοὺς ὕστερον μὴ ζηλοῦντας αὐτόν. ὧν καὶ οἱ κωμικοί. πρὸς γέλωτα τὴν γραφὴν ὡραΐζοντες. ὁποῖος καὶ ὁ γράψας τὸ, πᾶς δὲ κατʼ οἴκους, μάττει. πέττει. τίλλει. κόπτει. εὕει. χαίρει. παίζει. πηδᾷ. δειπνεῖ. πίνει. σκιρτᾷ. λορδοῖ. κεντεῖ. βινεῖ. οἷς ἐπάγει ἐκεῖνος καὶ τὸ, μολπά. κλαγγά. ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ, λιβάνου. σμύρνης. καλάμου. στύρακος. λίνδου. κίνδου. μίνθου. ἐν οἷς τὸ μὲν λορδοῦν, σχηματισμὸν δηλοῖ σώματος, οὐ σεμνόν. λίνδος δὲ, ἀνθηρόν τι εὐῶδες ὁμώνυμον Λίνδῳ τῇ Ῥοδίᾳ πόλει. μίνθος δὲ, οὐ πάντως κόπρος ἡ παρὰ τῇ κωμῳδίᾳ, παρʼ ὑπόνοιαν. ἀλλʼ ἡ λεγομένη διαλελυμένως μὲν, καλὰ μίνθη. συνθέτως δὲ καλαμίνθη. περὶ δὲ κίνδου, ζητητέον. ὁμοιοκαταληξία δὲ παιγνιώδης καὶ τὸ τυρὸς χλωρός. τυρὸς ξηρός. τυρὸς κοπτός. τυρὸς ξυστός. τυρὸς τμητός. Ἔτι δὲ καὶ τὸ, αἲξ οὐρανία, κριὸς τομίας. κάπρος ἐκτομίας. ὗς οὐ τομίας. καὶ οὕτω μὲν καὶ ταῦτα. Τὸ δὲ ἴρηκες, Ἰωνικῶς ψιλοῦται, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. οὐ μὲν οὕτω πνευματισθήσεται καὶ ὁ ἱέραξ. Κορῶναι δὲ εἰνάλιαι κατὰ τοὺς παλαιοὺς, αἱ αἴθυιαι. ἃς καὶ τανυγλώσσους λέγει, κατά τι ζωϊκὸν ἴδιον. Τοῦ δὲ εἰνάλιαι, περίφρασις τὸ, αἷς θαλάσσια ἔργα μέμηλεν. οὐ πρὸς σαφήνειαν ῥηθὲν τοῦ εἰνάλιαι, ἀλλὰ πρὸς ἔνδειξιν πλείω τοῦ, κορώνας τὰς αἰθυίας εἰπεῖν. Ἡμερὶς δὲ κατὰ μὲν πολλοὺς, ἡ ἥμερος ἄμπελος πρὸς διαστολὴν τῆς ἀγριάδος. ἣν καὶ τεθηλέναι φησὶ σταφυλαῖς, ὡς οἷα τοῦ καιροῦ ἐκείνου μετοπωρινοῦ ὄντος. διὸ καὶ Νότος ἐτηρήθη τῷ Ὀδυσσεῖ τηνικαῦτα ὡς φιλοσόφῳ πολυήμερος καθὰ ἐν τοῖς ἑξῆς δηλωθήσεται. ὃς δὴ Νότος, πολὺς τηνικάδε πνέει καιροῦ ὡς καὶ Ἡσιόδῳ δοκεῖ. Τετάνυστο δὲ ἡ τοιαύτη ἡμερὶς, διὰ τὸ μὴ δὲ κλαδᾶσθαι ὡς εἰκός. διὸ καὶ σπαργῶσα ἦν καὶ διατοῦτο πλατυνομένη. ὅθεν καὶ Ἀνάχαρσις ἐν Σκύθαις τὰ ἑλλαδικὰ διηγούμενος, φησὶ φυτὸν καθʼ Ἑλλάδα εἶναι, ὃ παραταθῆναι ἂν, ἕως καὶ εἰς Σκύθας εἰ μὴ κατʼ ἔτος ἐτέμνετο. τὴν ἄμπελον ἐκεῖνος αἰνιττόμενος οὕτω. καὶ ὧδε μὲν περὶ τῆς ἡμερίδος οἱ πλείους. ἐν δὲ ὑπομνήμασι παλαιοῖς τοῖς εἰς τὸ ξ τῆς Ἰλιάδος, εἶδος λεπτοφλοίου δρυὸς ἡ ἡμερὶς λέγεται. καὶ ὁ καρπὸς αὐτῆς, σταφυλή. φασὶ γὰρ ὡς αἱ μὲν ἄκαρποι καὶ πλαττύφυλλοι δρύες, ἐρίφλοιοι καλοῦνται παρὰ Περγαμηνοῖς. αἱ δὲ λεπτόφυλλοι καὶ καρποφόροι, ἡμερίδες. καὶ τοὺς ἐπʼ αὐτῶν εὐθηνοῦντας βότρυς, σταφυλὰς καλοῦσιν. ἐξ ὧν καὶ ὁ ἰξὸς γίνεται. ἡ γὰρ ἄκαρπος, κηκιδοφόρος ἐστὶ διὸ καὶ τὸ, δρυσὶν ὑψικόμοισιν ἐν τῇ Ἰλιάδι, ἰξοφόροις γράφει Ἀγαθοκλῆς. καὶ ταῦτα μὲν οἱ παλαιοί. λέγονται δὲ μέχρι καὶ εἰς ἡμᾶς ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, δρύες τινές, ἡμερίδες περί που τὴν Θρᾴκην. Ἰστέον δὲ καὶ ὅτι καθʼ ὁμοιότητα τῆς κατὰ τὴν ἄμπελον σταφυλῆς, σταφυλὴ λέγεται καὶ ὁ ἐν τῷ στόματι κίων. ὅτι δὲ τὸ βαρύτονον ἡ σταφύλη τεκτονικὸν ἐργαλεῖον ἐστὶν, ἡ Ἰλιὰς δηλοῖ. Ἰστέον δὲ καὶ <!-- 1.201 -->ὅτι εἴπερ ἄμπελός ἐστιν ἡ ῥηθεῖσα ἡμερὶς, εἰκὸς αὐτὴν καὶ αὐτόματον εἶναι κατὰ τὰ ἐν τῇ γῇ τῶν Κυκλώπων. ἔτι δὲ καὶ ἀναδενδράδα. οὐ γὰρ χαμαὶ εἷρπε ταῖς ὄσχαις ὅ ἐστι τοῖς βοτρυηφόροις κλήμασιν, ἀλλὰ τετάνυστο περὶ σπείους. καὶ εἴη ἂν καὶ αὐτὴ, ἁμάμαξυς. κατὰ τὸν εἰπόντα, ἁμάμαξυς, σταφυλῆς γένος. οἱ δὲ, ἀναδενδράδα φασίν. ὅτι δὲ καὶ διάφορα εἴδη ἀμπέλων, οἱ παλαιοὶ δηλοῦσιν. ἐν αἷς καὶ ἡ ξυστὰς, εἰκῇ φασι πεφυτευμένη ἄμπελος. καὶ ἡ σταχὰς, ἡ κατὰ στοίχους δηλαδή. Τὸ δὲ ἡβώωσα, μετήνεκται ὅθεν καὶ τὸ, ἡβηδὸν ἀνελεῖν, ἀντὶ τοῦ κατὰ ἥβην ὅ ἐστι πάντας τοὺς ἡβῶντας. Αἱ δὲ κρῆναι προϋπόκεινται, ἵνα πιθανεύσηται τοὺς λειμῶνας ὁ ποιητής. οἷς χρεία ὕδατος τοιούτου. Λευκὸν δὲ ὕδωρ τὸ κρηναῖον τοῦτο, διὰ τὸ ἀβαθές. τὸ γὰρ βαθὺ μέλαν φαίνεται. ὡς δὲ τοῦ λευκοῖ παράγωγον τὸ λευκαίνειν, αὐτοῦ δὲ ἡ λεκάνη, ἐς τοσοῦτον εἰρήσθω. Τὸ δὲ πλησίαι, ὡς ἀπὸ ἀρσενικοῦ εἴρηται, ὁ πλησίος. ὃ καὶ ἀλλαχοῦ φαίνεται. οὗ ἡ αἰτιατικὴ παρήγαγε τὸ πλησίον ἐπίῤῥημα. Λειμῶνες δὲ μαλακοὶ, ἐν οἷς ἐστι μαλακῶς ἐνεύδειν. ἀφʼ ἧς ἐννοίας καὶ λεχεποίης που λέγεται ποταμός. ἅμα δὲ καὶ πρὸς διαστολὴν τῆς κραναῆς γῆς. ἐκείνη γὰρ οὐ μαλακή. Τὸ δὲ ἴου, σίου τινὲς γράφουσιν, ὃ καὶ κρεῖττον. ὡς καὶ πολλοῖς ἀρέσκει τῶν παλαιῶν. ἴα γὰρ ἐν λειμῶσιν οὐκ εἰσὶν, ἀλλὰ σία, ὡς μέχρι νῦν φαίνεται. οἷς καθὰ καὶ τοῖς σελίνοις, χρεία δαψιλοῦς ὕδατος. θάλλουσι γὰρ πλέον ἐν αὐτῷ. διὸ καὶ πηγὰς προανέῤῥηξεν ὑδάτων ὡς ἐῤῥέθη ὧν χωρὶς οὐκ ἔστι θάλλειν αὐτά. εἰ δʼ ἔστιν ἐνταῦθα ἴου μνεία, ἰστέον ὅτι τὲ εἰ καὶ μὴ ἐν μέσοις ὕδασιν, ἀλλʼ οὖν, ἔνθεν που καὶ ἐκεῖθεν εἰκὸς ἦν παραπεφυκέναι ἴα. ὧν χροὰ, οὐ μόνον πορφυρέα καὶ κιῤῥὰ, ἀλλὰ καὶ λευκὴ διʼ ἣν λευκόϊα τὰ τοιαῦτα καλοῦνται. καὶ ὅτι τὸ ἴον, ἔκ τινων Ἰάδων νυμφῶν ἔσχε τὴν κλῆσιν, χαρισαμένων αὐτὸ Ἴωνι πρώτῳ, καὶ ἐκλήθη ἐντεῦθεν ἴον, παρωνύμως ταῖς τε Ἰάσι καὶ τῷ λαβόντι τὴν χάριν Ἴωνι. καὶ ὅτι καὶ τὸ κρίνον τὸ καὶ λείριον κατά τινας ἴον ὑπʼ ἐνίων ἐκαλεῖτο, καὶ ταῦτα μὲν, περὶ ἴου. Περὶ δὲ σελίνου, ἐῤῥέθη μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἐν τοῖς προκειμένοις δὲ, εἰπεῖν ἀρκέσει ὅτι τὸ μὴ βραχὺ ἀλλʼ εὐγενὲς ἢ καὶ εὐμέγεθες ἢ παχὺ σέλινον, ἱπποσέλινον ἐλέγετο. οἷα τοῦ ἵππου πρὸς ἔνδειξιν μεγέθους κειμένου καθὰ καὶ ἐν τῷ ἱππομανὴς Αἴας ἤγουν ὁ πάνυ μανιώδης. τοῦτο δὲ, πρὸς ὁμοιότητα τοῦ βοῦς ἐπενοήθη, ἐπὶ καὶ ὁ βοῦς ἐπιτείνει ἐν τῷ βου ἐπιτατικῷ μορίῳ. εἴρηται γὰρ καὶ ἐν τοῖς κατὰ τὴν Ἰλιάδα, ἐκ βοὸς εἰλῆφθαι τὸ τοιοῦτον ἐπίῤῥημα, διὰ τὸ τοῦ ζῴου μέγεθος. οὗ περ ἅπτεται καὶ ὁ εἰπὼν τὸ, μέγας δὲ πλευρὰ βοῦς. ὅτι δὲ Πτολεμαῖος Αἰγύπτου βασιλεὺς ὁ εὐεργέτης, ἠξίωσε γραφῆναι παρʼ Ὁμήρῳ τὸ, λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου, οὐ μὴν ἴου, ἴα γὰρ μετὰ σελίνων μὴ φύεσθαι ἀλλὰ σία, ὁ Ἀθήναιος ἱστορεῖ. λέγων καὶ ὅτι τὰ σία, φυτὸν σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. Τοῦ δὲ θήλεον, μέλλων θηλήσω, ἀπὸ περισπωμένου γὰρ κέκλιται ῥήματος, καὶ οὐκ ἀπʼ αὐτοῦ δὴ τοῦ θάλλειν βαρυτόνου. Ἐν δὲ τῷ, καὶ ἀθάνατος ἰδὼν θηήσαιτο καὶ ἑξῆς, περιαυτολογεῖ ὁ ποιητὴς ἀποδεξάμενος ἑαυτὸν τῆς ἐκφράσεως. καὶ ἐκφράσει μὲν ἐν τοῖς ἑξῆς Ὅμηρος, καὶ τὰ τοῦ Ἀλκινόου σεμνὰ ἔνθα στὰς ὁ Ὀδυσσεὺς πάντα θηεῖται. οὐ μὴν ἐρεῖ καὶ θεοῖς εἶναι θηητὰ ἐκεῖνα. Ὅτι πιθανὸς ὅτι μάλιστα ὢν ἐν τοῖς πλάσμασιν ὁ ποιητὴς, ἐν μὲν θνητοῖς προσώποις παρʼ οἷς καὶ ἄγνοια, οἶδεν ἐρωτᾶν τίς πόθεν εἶς ἀνδρῶν. καὶ πορίζεσθαι οὕτω λόγων λαβάς. παρὰ δὲ ἀθανάτοις, οὐκ ἔχει οὕτω ποιεῖν. διὸ φησὶν ἐνταῦθα ὡς ἡ Καλυψὼ οὐκ ἠγνοίησεν ἰδοῦσα τὸν Ἑρμῆν. οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται ἀθάνατοι. οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει. τοῦτο δὲ δύναται παρῳδηθῆναι καὶ εἰς ἄνδρας ἐνδόξους οἳ τῇ φήμῃ γνωρίζονται καὶ εἰ μακράν που οἰκοῦντες τυγχάνουσιν. Ὅτι δεινῶς μεθοδεύει ὁ ποιητὴς, μὴ εἶναι τὸν Ὀδυσσέα ἔνδον παρὰ τῇ Καλυψοῖ ὅτε εἰς αὐτὴν ἦλθεν Ἑρμῆς. ποιεῖ δὲ τοῦτο, ἵνα πρόφρασσα κατὰ τὸν ποιητὴν δόξῃ χαρίσασθαι αὐτῷ ἡ Καλυψὼ τὸν πλοῦν ἀφʼ ἑαυτῆς, καὶ ὀφλήσῃ ἐκεῖνος χάριν αὐτῇ. φησὶ γοῦν ὅτι ἐπʼ ἀκτῆς κλαῖε καθήμενος ἔνθα πάρος γε. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων. ὅ ἐστι διατέμνων. διασχίζων. ἐξ οὗ καὶ τὸ ἐρείκειν. καὶ φυτὸν ἐρείκη. καὶ ὄσπρια ἐρεικτά. ἢ, ἐρέθων, ἀντὶ τοῦ ἐρεθίζων. πλεονασμῷ τοῦ χ. προϊὼν δὲ, περὶ Ὀδυσσέως ἐρεῖ καὶ ὡς οὐδέ ποτʼ ὄσσε δακρυόφιν τέρσοντο. κατείβετο δὲ γλυκὺς αἰὼν, νόστον ὀδυρομένῳ ἐπεὶ οὐκέτι αὐτῷ ἥνδανε νύμφη. καὶ ὅτι νύκτας μὲν, ἴαυε καὶ ἀνάγκῃ ἐν σπέσι γλαφυροῖς παρʼ οὐκ ἐθέλων ἐθελούσῃ τῇ Καλυψοῖ. ἤματα δʼ ἐν πέτραις καθίζων ἐπʼ ἀκτῇ, δάκρυα ἔλειβε πόντον ἐπʼ ἀτρύγετον δερκόμενος. εἰ γὰρ καὶ αἰψηρὸς ὁ τοῦ γόου κόρος, ἀλλὰ <!-- 1.202 -->τῷ Ὀδυσσεῖ οὐδέποτε ὄσσε δακρυόφιν τέρσοντο διὰ τὸν τῆς πατρίδος πόθον. Βλέπει δὲ ἐπὶ πόντον Ὀδυσσεὺς καθὰ καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι, ὡς διʼ αὐτοῦ τε καταπλεύσας, καὶ διʼ αὐτοῦ ἐθέλων ἀναχθήσεσθαι. καὶ φιλῶν μὲν αὐτὸν, μισῶν δὲ τὴν ἐφʼ ἧς διάγει. Τὸ δὲ δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι, κάλλος μὲν ἔχει διὰ τὰ πάρισα. ἐντελῶς δὲ φράζει λύπην μεγάλην. ἐν ᾗ καὶ δακρύει τις καὶ στενάζει καὶ ἀλγεῖ παθαινόμενος τὴν ψυχήν. Ἰστέον δὲ ὅτι κοινοῦ μὲν ὄντος τοῦ λείβειν Ἰωνικοῦ δὲ τοῦ εἴβειν περιαιρέσει τῆς ἀρχῆς ὃ δὴ θεωρεῖται καὶ ἐν τῷ, σῦς καὶ ὗς καθʼ Ἡρῳδιανόν, ἀμφοῖν κεῖται χρῆσις ἐν τοῖς εἰρημένοις, τὸ μὲν γὰρ δάκρυα λείβων, κοινόν ἐστιν. Ἰωνικὸν δὲ, τὸ, κατείβετο αἰών. Περὶ δὲ τοῦ ἁνδάνειν, εἴρηται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ῥητέον δὲ καὶ ἐνταῦθα τὰ τοῦ Ἡρακλείδου. ᾧ δοκεῖ, ἀπὸ τοῦ ἅδω γενέσθαι αὐτὸ καθʼ ὁμοιότητα τοῦ λάβω λαμβάνω καὶ τῶν ὁμοίων. οὗ δὴ ἅδω, χρῆσις καὶ παρʼ Ὁμήρῳ ἐν τῷ, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, ἤγουν ἤρεσκεν. εἰπὼν γὰρ ὅτι τὸ δάκνω συγκοπήν τινές φασιν εἶναι τοῦ δαγκάνω, ἐπάγει ὡς τὸ, δάκω μάθω λάχω ἅδω φύγω καὶ ὅσα τοιαῦτα ὑποτακτικὰ, τρισὶ γράμμασιν ὑστερεῖ καὶ μιᾷ συλλαβῇ, τῶν ἐξ αὐτῶν ὁριστικῶν ὧν τὸ ἄλφα παρατέλευτον. τοιοῦτον γὰρ τὸ φύγω ὑποτακτικὸν πρὸς τὸ φυγγάνω. καὶ ἐρύγω πρὸς τὸ ἐρυγγάνω. καὶ τὸ δάκω μάθω λάχω ἅδω, πρὸς τὸ δαγκάνω μανθάνω λαγχάνω ἁνδάνω. ταύτῃ τοι καὶ τοῦ ἁμαρτάνω, ὑποτακτικόν φησιν εἶναι φαμὲν, ἁμάτω δίχα τοῦ ρ, ὅπως καὶ αὐτὸ τρισὶ γράμμασιν ἐκείνου λείπηται. διὸ ἀναλογώτερον, τὸ κιγχάνω καὶ ἱγκάνω, τοῦ κιχάνω καὶ ἱκάνω. ἵνα καὶ αὐτὰ λείπωνται τρισὶ γράμμασι, τοῦ κίχω καὶ ἵκω. Ὅτι χρυσόῤῥαπιν ὅ ἐστι χρυσεόῤῥαβδον Ὁμήρου ὡς καὶ προεῤῥέθη πλασαμένου τὸν Ἑρμῆν, ἐντεῦθεν οἱ ὕστερον ὁρμηθέντες, κηρύκειον αὐτῷ διδόασιν, ὁποίῳ καὶ τὸ θεῖον γένος οἱ ἐξ Ἑρμοῦ κήρυκες ἐχρῶντο εἰς παράσημον. Ὅτι ἔνθα μὲν ἡνία λέγει καὶ εἵματα σιγαλόεντα, ἔστιν ἐκεῖ νοῆσαι τοιαῦτα, καὶ τὰ εὐαφῆ καὶ ἁπαλά. νῦν δὲ ἐν τῷ, ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι, οὔκουν τοιοῦτος ὁ σιγαλόεις θρόνος, ἀλλʼ ἢ ὁ ποικίλος διὰ τὸ κατεστιγμένος εἶναι. ἢ ὁ σιγὴν ἐμποιῶν διὰ τὸ ἀξιοθέατον. Ὅτι φιλοξένου καὶ φιλόφρονος ἐρωτήσεως τε καὶ ὑποσχέσεως τὸ, τίπτε μοι εἰλήλουθας αἰδοῖός τε φίλος τε; αὔδα ὅ, τι φρονέεις. τελέσαι δέ με θυμὸς ἄνωγεν. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τελεσμένον ἐστί. περὶ οὗ ὅτι πρωθύστερόν ἐστι, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. πρῶτον γὰρ ἐξεταστέον εἰ τετελεσμένα ζητούμεθα, εἶτα καὶ εἰ τελέσαι δυνάμεθα. οἰκεῖον δὲ ἐν ὑπερθέσει τοιαύτῃ, ἐπαγαγεῖν καὶ τὸ, ἀλλʼ ἕπεο προτέρω, ἤτοι πρὸ καὶ ἐπὶ τὰ ἔμπροσθεν ἢ καὶ προσωτέρω, ἵνα τοι πὰρ ξείνια θείω. Ὅρα δὲ ὅτι τετελεσμένον, οὐ τὸ ἤδη τελεσθὲν φησὶν, ἀλλὰ τὸ τελεσθῆναι πεφυκὸς καὶ δυνάμενον. Ὅτι παρέθηκε τράπεζαν ἡ Καλυψὼ τῷ μυθικῷ Ἑρμῇ, ἀμβροσίης πλήσασα. κέρασε δὲ νέκταρ ἐρυθρόν. αὐτὰρ ὃ πῖνε καὶ ἦσθεν. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, καὶ τότε δὴ προσεῖπε τὴν Καλυψὼ ἀφελῶς οὕτως. ἐρωτᾷς μʼ ἐλθόντα θεὰ θεὸν; αὐτὰρ ἐγώ τοι νημερτέως τὸν μῦθον ἐνισπήσω. κέλεαι γάρ. εἴπομεν δὲ ἀφελῶς, ἀκολούθως τοῖς παλαιοῖς. οἵ φασιν ὅτι εὐτελεῖς οἱ δύο στίχοι οὗτοι καὶ κατὰ συνθήκην καὶ κατὰ διάνοιαν. Σημείωσαι δὲ ὅτι τὸ ἐπιτραπέζιον τοῦτο νέκταρ καὶ ἡ ἀμβροσία, τὴν φιλοτήσιον αἰνίττεσθαι δύνανται ὁμιλίαν τὴν συμποτικήν. ἣ ἀμβροσίας ἂν εἴη καὶ νέκταρος ἀποῤῥώξ. Τὸ δὲ κέρασε νέκταρ, οὐ δηλοῖ κράμά τι, ἀλλʼ ἀντὶ τοῦ ἐνέχεε κεῖται ὡς ἀπὸ παλαιᾶς χρήσεως. καθʼ ἣν ὡς καὶ ἀλλαχοῦ σαφῶς ἐδηλώθη, κέρασι ζῴων ἐγχέοντες ἔπινον. Ἐρυθρὸν δὲ νέκταρ καθʼ ὁμοιότητα τοῦ, οἶνος ἐρυθρός. ἴσως δὲ σκεύασμά τι καὶ τὸ νέκταρ ἦν καθὰ καὶ ἡ ἀμβροσία. καὶ γὰρ οὐδʼ αὐτὴ κατὰ μόνην ἀλληγορίαν ὑφίσταται, ἀλλὰ καὶ ἄνθος τι ἀμβροσία ἐλέγετο κατὰ Παυσανίαν. ὃς λέγει καὶ ὅτι ἀμβροσία, γένος τι συνθέσεως ἐξ ὕδατος ἀκραιφνοῦς καὶ μέλιτος καὶ ἐλαίου παγκαρπίας. Τὸ δὲ ἤραρε θυμὸν ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, τὸ θυμῆρες ἐμφαίνει. καὶ ἄλλως δὲ κατὰ τὸ, ἄγγεσιν ἄρσεν ἅπαντα, λέγεται καὶ τὸ, ἤραρε θυμὸν ἐδωδῇ. ἵνα καὶ αὐτὴν ἄρσῃ ὁ ἐσθίων ὥσπερ ἄγγει τινὶ, τῷ σώματι. Τὸ δὲ θεὰ θεὸν, ἐντρεπτικῶς εἰρῆσθαι δοκεῖ. εἴγε θεὰ θεῷ λαλοῦσα προσποιεῖται ἀγνοεῖν. Τὸ δὲ ἐνισπήσω, καινότερον ἐκ τοῦ ἐνισπῶ. τὸ μέντοι κοινότερον, ἐνίπτω ἐνίψω. πλὴν, τοῦτο μὲν ἔχει τι καὶ σφοδρότητος. τὸ δὲ ἐνισπήσω, ἀντὶ τοῦ, ἁπλῶς εἴπω. Ἰστέον δὲ ὅτι ἀκολούθως Ὁμήρῳ εἰπόντι τὸ, παρέθηκε τράπεζαν, ἔλεγον καὶ οἱ μετʼ αὐτὸν, παραθέσθαι τραπέζας ἐν καταρχῇ δαιτός. τὸ μέντοι <!-- 1.203 -->αἴρειν αὐτὰς, βαστάζεσθαι ἔφασκον. ἐβαστάζοντο δέ φασι τράπεζαι, δοθείσης κράσεως ἀγαθοῦ δαίμονος. ἤγουν μετὰ τὸ δοθῆναι κράμα τὸ οὕτω καλούμενον ἀγαθοῦ δαίμονος, ἤτοι ἀγαθῆς τύχης. πρὸς ὃ παίξας Διονύσιος ὁ Σικελιώτης ἀσεβῶς καθὰ ὁ δειπνοσοφιστὴς ἱστορεῖ, ἀνακειμένης Ἀσκληπιῷ χρυσῆς τραπέζης ἐν Συρακούσαις, προπιὼν αὐτῷ ἄκρατον ἀγαθοῦ δαίμονος, ἐκέλευσε βασταχθῆναι τὴν τράπεζαν. Ὅτι χρήσιμον εἰς πλοῦν μακρὸν ῥηθῆναι τὸ, τίς ἂν ἑκὼν τοσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις. λέγει δὲ ταῦτα ὁ Ὁμηρικὸς Ἑρμῆς ἐκτετοπίσθαι δηλῶν τὴν νῆσον τῆς Καλυψοῦς. Ἁλμυρὸν δὲ ὕδωρ ἄσπετον, τὴν θάλασσαν λέγει περιφράσας. ἄλλως γὰρ, οὐκ ἂν οὔτε τὸ ἁπλῶς ὕδωρ εἴη ἂν θάλασσα, οὔτε τὸ ἁλμυρὸν ὕδωρ. εἰ γὰρ καὶ ὁ Λοκρὸς Αἴας ὕδωρ ἁλμυρὸν πιὼν ἀπόλωλεν, ἀλλʼ οὐ θάλασσαν ἐξέπιε, βραχὺ δέ τι αὐτῆς. ὁμοῦ τοίνυν τὸ, ἄσπετον ἁλμυρὸν ὕδωρ, εἴη ἂν θάλασσα. Τὸ δὲ βροτῶν πόλις, ἢ παρέλκον ἔχει τὸ βροτῶν, ἢ τὴν κατοικουμένην δηλοῖ καὶ μὴ ἁπλῶς οὕτω καὶ ὁμωνύμως πόλιν. Ὅτι τὸ περὶ Διὸς ἐνταῦθα ῥηθὲν ὑπὸ τοῦ Ἑρμοῦ, ἔστι παρῳδηθὲν οὕτως ὀρθῶς ῥηθῆναι. ἀλλὰ μάλʼ οὔπως ἐστὶ θεοῦ νόον οὔτε παρὲξ ἐλθεῖν τινα, οὔθʼ ἁλιῶσαι. ἔστι δὲ παρὲξ ἐλθεῖν μὲν, τὸ μερικῶς παραβῆναι. καὶ Ὁμηρικώτερον εἰπεῖν, παρὲκ Διὸς νόον ἐλθεῖν, ἁλιῶσαι δὲ, τὸ παντελῶς ματαιῶσαι καὶ ἀφεῖναι διεκπεσεῖν ἄπρακτον. Ὅτι τὸ μὲν ὀϊζυρὸς ἐκτείνει κοινῶς τὸ παραλῆγον δίχρονον, οἷον, ἐπεί μιν ὀϊζυρὸν τέκε μήτηρ. ἐνταῦθα δὲ τὸ ὀϊζυρότατος, δοκεῖ μὴ ἐκτείνειν τὴν ζυ συλλαβήν. ὡς δηλοῖ τὸ ἄνδρα παρεῖναι ὀϊζυρώτατον ἄλλων. ὅπερ ἐκτείνει τὴν ἀπὸ τέλους τρίτην συλλαβὴν κατὰ τὸ ὀχυρώτατος. εἰ δὲ καὶ νῦν ἐκτείνεται τὸ υ συνήθως ὥσπερ δὴ καὶ ἐκτέταται, καὶ διʼ αὐτὸ συστέλλεται ἡ προπαραλήγουσα τοῦ ὀϊζυρότατος ὡς ἰσχυρότατος, ζήτει πάθος ὅμοιον καὶ ἐν τῷ λαρώτατος, καὶ ἐν τῷ κακοξεινώτερος. περὶ ὧν ἐν τῇ β ῥαψῳδίᾳ προδεδήλωται. Ὅτι πάνυ γοργῶς ὁ ποιητὴς συντεμὼν τὰ τοῦ Τρωϊκοῦ πολέμου ἕως τῶν κατὰ τὸν Ὀδυσσέα καὶ τὴν Καλυψὼ, φησίν. ἀνδρῶν, οἳ ἄστυ περὶ Πριάμοιο μάχοντο εἰνάετες. δεκάτῳ δὲ, πόλιν πέρσαντες, ἔβησαν οἴκαδε. ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο. ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν, καὶ κύματα μακρά. ὅτε οἱ μὲν ἑταῖροι τοῦ Ὀδυσσέως, ἀπέφθιθον. τὸν δὲ, ἄνεμός τε φέρων καὶ κῦμα, ἐπέλασεν ἐκεῖ. Ὅρα δὲ ὡς καὶ νῦν σεμνῶς ἐῤῥέθη τὸ, Ἀθηναίην ἀλίτοντο. σεσίγηται γὰρ ἡ τοῦ Λοκροῦ ἀσέλγεια καθὰ καὶ ἐχρῆν. Τοῦ δὲ ἔφθιθον πρωτότυπον ἐν χρήσεσι κείμενον, τὸ φθίω. ἐξ οὗ κατὰ πλεονασμὸν, οὐ μόνον τὸ φθίθω, ἀλλὰ καὶ τὸ φθίνω. οὗ περ αὖθις, τὸ φθινύθω παράγωγον. Ὅτι ἐλπίδος ἀγαθῆς ἐπὶ ἀποδήμῳ τὸ, οὐ γάρ οἱ αἶσα φίλων ἀπὸ νόσφιν ὀλέσθαι. ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν. πρωθύστερον δὲ καὶ τοῦτο. πρῶτον γάρ τις εἰς πατρίδα εἶτα καὶ εἰς οἶκον ἱκνεῖται. Ὅρα δὲ ὅτι Ὁμήρου ταυτὰ ἔχοντος τὴν αἶσαν καὶ τὴν μοῖραν ἐπὶ τοῦ πεπρωμένου, ἐκεῖθεν δὲ τὰς αὐτὰς λέξεις τιθεμένου καὶ ἐπὶ καθήκοντος, ὡς δηλοῖ τὸ αἴσιον καὶ τὸ κατὰ μοῖραν, μεταλαβόντες οἱ ὕστερον, καὶ ἐπί τινος τάξεως αὐτὰ τιθέασι. λέγοντες ἐν μοίρᾳ ἢ αἴσῃ τοιᾷδε, τετάχθαί τινας. Ὅτι ἀκούσασα Καλυψὼ ἃ εἶπεν Ἑρμῆς, ἐῤῥίγησε μή ποτέ φασι κληθεὶς ἀνὴρ αὐτῆς ἀναιρεθείη πρὸς Διὸς καὶ θάνατον τοῦ γάμου ἀλλάξηται ὡς καὶ ἄλλοι ἔπαθον οὓς καὶ ἀπαριθμήσεται. λέγει δὲ ἡ αὐτὴ πρὸς τὸν Ἑρμῆν, καὶ ὡς εὐεργέτησε περισωσαμένη τὸν Ὀδυσσέα, οὐκ ὀνειδίζουσα ἐφʼ οἷς εὖ πεποίηκε. χρὴ γὰρ ὡς τὰ πολλὰ τὸν μὲν εὐεργετοῦντα ἐπιλελῆσθαι. τὸν δὲ ὠφεληθέντα, μεμνῆσθαι. καὶ μὴ ἀποῤῥεῖν αὐτοῦ τὴν μνήμην τοῦ εὖ παθεῖν, ἀλλʼ ἀποδεικνῦσα δίκαιον εἶναι, τὸν εὖ παθόντα συνεῖναι αὐτῇ. καὶ συνάγουσα ὡς ὁ ἀποσπῶν αὐτῆς τὸν εὖ πάσχοντα, οὐ κήδεται αὐτοῦ. Ὀδυσσεὺς δέ γε ἐν τοῖς ἑξῆς μαθὼν τὰ ἐκ τῆς Καλυψοῦς ἐῤῥίγησε, διά τε τὸ δύσελπι τῆς πορείας, καὶ διὰ τὸ τῆς ὥρας κατάστημα ὡς ἢ χειμέριον ἢ οὐ μακρὰν χειμῶνος ὄν. παρά τε γὰρ τῇ Καλυψοῖ πῦρ ἐπὶ τῆς ἐσχάρας καίεται, καὶ παρὰ τοῖς Φαίαξι δὲ καὶ τῷ δούλῳ Εὐμαίῳ. καὶ παρὰ τῇ Πηνελόπῃ δὲ πυρὸς ὁ Ὀδυσσεὺς δέεται διὰ τὸ ἐν τῷ περιέχοντι ψύχος. οὗ δηλωτικὰ ἐν τοῖς ἑξῆς, καὶ ἡ ἑώα στίβη. καὶ αἱ ἀθέσφατοι νύκτες. εἰ δὲ ἀπείθανον, ἄμπελον ἡμερίδα τηνικαῦτα τεθηλέναι σταφυλαῖς, ἀλλʼ ἐγράφη ἑτέρα ἔννοια, ἡ περὶ τῆς ἰξοφόρου ἡμερίδος. ὅτι δὲ Καλυψὼ διὰ τὸ περὶ τῷ Ὀδυσσεῖ δέος ἐῤῥίγησε θάνατον αὐτοῦ πρὸς Διὸς ὑποπτεύουσα, δηλώσει μετʼ ὀλίγα εἰποῦσα καὶ αὐτὴ ὡς ἐπεὶ οὐκ ἔστι τὸν τοῦ Διὸς νοῦν παρὲξ ἐλθεῖν οὔθʼ ἁλιῶσαι, ἐῤῥέτω εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει. <!-- 1.204 -->τουτέστιν, ὀλλύσθω. φθειρέσθω κατὰ τὸ βούλημα τοῦ Διός. Ὅτι δὲ τὸ ἔῤῥειν ἐκ τῆς εν προθέσεως γίνεται καὶ τοῦ ῥεῖν διὸ καὶ ἐν δυσὶ ῥῶ γράφεται τραπέντος τοῦ ν εἰς ρ, δῆλόν ἐστι. καὶ ὅτι τὴν Καλυψὼ καθὰ καὶ τὴν Ἰὼ, Καλυψοῦν καὶ Ἰοῦν οἱ πλείονες Ἴωνες γράφουσι. τὴν Καλυψὼ δὲ εἰπεῖν, καὶ τὴν Ἰὼ Ἀττικόν ἐστιν. ἐν δὲ τοῖς ἑξῆς που ἑτεροία σκευωρία δηλωθήσεται τῆς τοῦ ἔῤῥειν παραγωγῆς. Ὅτι δεινῶς πιθανολογῶν ὁ ποιητὴς τὸ κατὰ τὴν Καλυψὼ καὶ τὸν Ὀδυσσέα μυθικὸν πλάσμα ὡς δηλαδὴ οὐκ αὐτὸς μόνος τοιοῦτον ἐπλάσατο, παράγει ὁμοίως ἔρωτας τὸν τῆς Ἠοῦς καὶ τοῦ Ὠρίωνος καὶ τὸν τοῦ Ἰασίωνος καὶ τῆς Δήμητρος. οὕτω καὶ ἐν Ἰλιάδι τὸν περὶ Ἀφροδίτης καὶ Ἄρεος μῦθον ὅτε ἐτρώθησαν, παραμυθεῖται ὁμοιότητι μύθων πεπλασμένων πρὸ τῆς Ὁμηρικῆς ποιήσεως. ἔτι δὲ καὶ ἄλλως τὸ τῆς Καλυψοῦς δέος ὡς εὔλογον συνιστῶν, δηλοῖ ἐν τούτοις καὶ ὅτι οὐκ ἂν ἔξω λόγου πτοοῖτο, εὖ εἰδεῖα ὡς Ὠρίων μὲν διὰ τὴν Ἠῶ ἀνήρηται, Ἰασίων δὲ διὰ τὴν Δήμητραν. ὡς μηδὲν λοιπὸν ἀπεικὸς εἶναι, καὶ τὸν Ὀδυσσέα οὕτω παθεῖν ὑπὸ Διὸς διὰ τὴν Καλυψώ. ἐπεὶ καὶ τὸν Ἰασίωνα, Ζεὺς ἐκεραύνωσεν. ἔχει δὲ ἡ Ὁμηρικὴ ἐν τούτοις φράσις, οὕτω. σχέτλιοί ἐστε θεοὶ ζηλήμονες ἔξοχον ἄλλων οἵτε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι ἀμφαδίην. ἥτις τε φίλον ποιήσετʼ ἀκοίτην. ὡς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠὼς, τόφρά οἱ ἠγάασθε ἕως μιν ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ, οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν. ὡς δʼ ὁπότʼ Ἰασίωνι ἐϋπλόκαμος Δημήτηρ ᾧ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ νειῷ ἐνὶ τριπόλῳ, οὐδὲ δὴν ἦεν ἄπυστος Ζεύς. ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ. τουτέστι ταχυτάτῳ ἢ φαιδρῷ. ὡς δʼ αὖ νῦν μοι ἄγασθε θεοὶ, βροτὸν ἄνδρα παρεῖναι. εἶτα καὶ ὡς εὖ πεποίηκε τὸν Ὀδυσσέα καθὰ καὶ πρὸ βραχέων ἐῤῥέθη ἐκτιθεμένη, φησί. τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα οἶον. ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ Ζεὺς ἔλσας, ἐκέασσε μέσω ἐνὶ οἴνοπι πόντῳ. καὶ τὰ ἑξῆς. ἐν οἷς ἡ Καλυψὼ παραλαλεῖ, ὡς οὐκ ἂν ὁ Ζεὺς ἐπʼ εὐνοίᾳ τὸν Ὀδυσσέα τῆς Καλυψοῦς ἀπάγοι τῆς οὕτω περιποιησαμένης. καὶ μὴ τοῦτο μόνον, ἀλλὰ καὶ μελετώσης ἀπαθανατίσαι αὐτόν. φησὶ γάρ. τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα. ὅπερ δύναται παρῳδηθῆναι περί τινος ὅτε λίαν πάνυ φιλεῖται πρός τινος. καὶ μάλιστα εἰ καὶ λογίως ἀνατρέφοιτό τις. ἡ δὲ ἀλληγορία, καὶ τὸν τοιοῦτον λόγον τῆς Καλυψοῦς εὖ συμβιβάζουσα πρὸς ἀκολουθίαν τῶν ἐν τῇ πρώτῃ ῥαψῳδία ἀλληγορημένων, ὑπονοεῖ ἐν τούτοις τὴν κατὰ σῶμα κολακείαν. ὑφʼ ἧς δελεαζόμενος ὁ φιλοσοφῶν πείθεται προστετηκέναι τοῖς σωματικοῖς. ὑφορώμενος μὲν τὸ καματηρὸν καὶ ἐπίμοχθον διὰ τὸ φιλοσώματον, τρεφόμενος δὲ περιεργότερον ἐπὶ πραγματείᾳ ὑγείας, ὡς μὴ ἐξὸν συνεστάναι ἄλλως καὶ φιλοσοφεῖν. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Τὸ δὲ ζηλήμονες, γράφεται μὲν καὶ δηλήμονες ὅ ἐστι βλαπτικοὶ γίνεται δὲ ἀπὸ τοῦ ζηλῶ ζηλήσω, ὅπέρ ἐστιν εἶδος οὐκ ἐλλόγου θυμοῦ. τὸ δέ γε ζηλώσειν, οὐκ οἶδεν ὁ ποιητής. ὡς δὲ καὶ ἄλλα εἰσὶ ῥήματα πρὸς διαφόρους σημασίας ὑπαγόμενα διαφόροις συζυγίαις, ἱκανῶς ἐν τῇ Ἰλιάδι δεδήλωται ὧν ἐστι καὶ τὸ κηλῶ κηλώσω. ἐξ οὗ καὶ τὰ παρὰ Λυκόφρονι κηλωστά. καὶ τὸ κηλῶ κηλήσω. ἀφʼ οὗ ὁ ἐν τοῖς ἑξῆς κηληθμός. Σημείωσαι δὲ ὅτι ἑρμηνεύων ὁ ποιητὴς τὸ ζηλῆσαι, ἐπήγαγε δὶς τὸ ἀγάασθε. τουτέστι, φθονεῖτε. μέμφεσθε. ὥστε καὶ ζηλήμονες, οἱ φθονεροί. καὶ ὡς μὲν ὁ χυδαῖος φησὶν ἄνθρωπος, οἱ ζηλευταί. ὡς δὲ ὁ λόγιος, οἱ ζηλότυποι. λέξις αὕτη, οὐκ ἐπαινετή. ὡς δηλοῖ καὶ ὁ παραδοὺς διαφορὰν ζήλου καὶ ζηλοτυπίας. ὃς λέγει ὅτι ζηλοτυπία μὲν, ἐπὶ μίσους. ζηλοτυπεῖ γοῦν Ἥρα κατὰ Σεμέλης. ζῆλος δὲ, μίμησις καλοῦ. οἷον. ζηλοῖ δέ τε γείτονα γείτων. Τὸ δὲ ἀγάασθαι, φασὶν οἱ παλαιοὶ τρία σημαίνειν. τὸ θαυμάζειν. τὸ φθονεῖν. τὸ μισεῖν. Ὅμηρος δὲ τὸ ἄγασθε, καὶ ἀγάασθε εἶπεν, ὡς ταυτὰ ὄντα. ἔστι δὲ τὸ ἀγάω πρωτότυπον τοῦ ἀγαίω, ὅπερ ἀλλαχοῦ κεῖται. Τὸ δὲ ἀμφαδίην, ἢ ἐπίῤῥημά ἐστιν ὀνοματικὸν, ἢ ἄντικρυς ὄνομα ἐλλειπτικὸν, λείπει γὰρ τὸ εὐνὴν, ληφθὲν κατὰ κοινοῦ ἐκ τοῦ εὐνάζεσθαι. φησὶ γάρ. εὐνάζεσθαι ἀμφαδίην. ἤγουν εὐνὴν φανεράν. Τὸ δὲ ἥτις ποιήσεται ἀκοίτην, πρὸς ἀκρίβειαν ἐῤῥέθη. οὐ γὰρ πᾶσαι ζηλοῦνται, ἀλλʼ ἡ ποιησαμένη ἀκοίτην θνητόν τινα. τοῦτο δὲ καὶ ἀπορίαν λύει. τί γὰρ δή ποτε οὐ πάντας ὁ μῦθος τιμωρεῖ ὅσοι θνητοὶ θεαῖς εὐνήθησαν; ἢ πάντως, ὅτι οὐκ ἔσχον αὐταὶ ἀκοίτας ἐκείνους. Ὅρα δὲ τὸ, ποιήσεται ἀκοίτην. δοθεὶς μὲν γὰρ θνητὸς θεᾷ εἰς ἄνδρα ὡς Πηλεὺς Θέτιδι, οὐ πείσεται κακὸν, ζηλωθείς. ποιηθεὶς δὲ εἰς ἄνδρα, τιμωρηθήσεται. καὶ ἔστιν ὁ ποιητὸς οὗτος ἀκοίτης, θετός. καθʼ <!-- 1.205 -->ὁμοιότητα τοῦ, εἰσποίητος παῖς. Τὸ δὲ ὡς μὲν, καὶ ὡς δὲ, καὶ ὡς δʼ αὖ, ταυτόν ἐστι τῷ ὡσαύτως. Περὶ δὲ Ὠρίωνος ὅτι τε κυνηγέτης ἄριστος ἦν, καὶ ὡς οὐκ ἐκ τοῦ ὡραῖος εἶναι ἀλλʼ ἐξ οὔρου ἢ ὤρας ἤτοι φροντίδος παρῆκται διὸ καὶ ψιλοῦται ὡς δηλοῖ καὶ τὸ, ὅτʼ Ὀρίωνα, καὶ ὡς ὑπὸ σκορπίου πληγεὶς τέθνηκεν, ἄλλοι τε δηλοῦσι, καὶ οἱ τοῦ Ἀράτου ὑπομνηματισταί. Ὅμηρος δὲ, θάνατον αἰφνίδιον αὐτοῦ ἱστορεῖ. τοιοῦτον γάρ τοι δηλοῖ τὰ τῆς Ἀρτέμιδος ἀγανὰ βέλη οἷς αὐτὸν κατέπεφνεν ὡς πλημελοῦντά τι φασὶν εἰς αὐτήν. ἄλλως γὰρ οὐκ ἀναιρεῖ Ἄρτεμις ἄῤῥενας ὡς καὶ προσεσημείωται. διὸ καὶ ἠθέτησάν τινες τὸν Ὁμηρικὸν τοῦτον τόπον διὰ τὸ τῆς πράξεως ἄηθες. ἦν δὲ κάλλιστος ἀνδρῶν κατὰ τὴν ἱστορίαν ὁ Ὠρίων καθὰ καὶ ὁ Τιθωνός. δοκεῖ δὲ καὶ πρὸ ὥρας ἁρπαγῆναι τοῦ βίου κατʼ ἐκεῖνον. διὸ καὶ ἐπʼ αὐτῷ ἐφημίσθη ὃ καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς κατʼ αὐτόν. φασὶ γὰρ ὅτι τοὺς τοιούτους νέους ἅμα ἡμέρᾳ ἐξωσίουν ταφῇ οἱ προσήκοντες ὡς μὴ ἀνεκτὸν ὂν, ἡλίῳ θεαθῆναι τοιοῦτον κακόν. διὸ καὶ ἐλέγετο ἁρπάζειν αὐτοὺς ἡ ἡμέρα. ἣν ῥοδοδάκτυλον λέγει, σωματικώτερον, εἰ μὴ ἄρα κἀνταῦθα Ἠὼς ἡ πρωΐα νοηθῇ κατὰ τὴν ῥηθεῖσαν ἱστορίαν. τότε γὰρ οὐ πρὸς σῶμα ἀλλὰ πρὸς ἀλληγορίαν προσαρμόσει αὐτῇ τὸ ῥοδοδάκτυλον ὡς καὶ προδεδήλωται. εἰ γὰρ καὶ ἡ ἀλληγορία εἰς ταυτὸν ἄγει τὴν ἡμέραν καὶ τὴν ἠῶ, ἀλλʼ ἡ ποίησις, διαφόρους αὐτὰς λαλεῖ. Ἡσίοδος γοῦν τὴν μὲν ἡμέραν, νυκτὸς μητρὸς γενεαλογεῖ ἐν τῷ, νυκτός δʼ αὖτʼ αἰθήρ τε καὶ ἡμέρη. τὴν δὲ Ἠῶ, Θείας ὑποτίθεται θυγατέρα. εἰπὼν. Θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θʼ ἣ πάντεσσιν ἐπιχθονίοισιν φαείνει, γείνατο. περὶ δὲ Ἠοῦς ὡς σωματοειδοῦς, λαλεῖ καὶ τὸ, ἀλλʼ ἤτοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς. Ἰστέον δὲ ὡς οὐ μόνον τὸ ἄνθος τὸ ῥόδον ᾠκείωται τῷ Ἡλίῳ οὗ ἔργον ἡ ῥοδοδάκτυλος Ἠὼς, ἀλλὰ καὶ ἡ Ῥόδος ἡ νῆσος, διὰ τὴν πρὸς τὸ ἄνθος ὁμωνυμίαν. Ἡλίου γὰρ ἱερὰν τὴν Ῥόδον ἄλλοι τέ φασι καὶ ὁ Πίνδαρος. εἰ δὲ ἐκ τοῦ ῥόδου καὶ ἡ ῥοδάνη γίνεται, οὐκ ἔστιν εἰπεῖν σταθερῶς. ἧς ἡ χρῆσις ἐν λέξεσιν εὕρηται ῥητορικαῖς, οὕτω, κρόκην λεκτέον οὐχὶ ῥοδάνην. ἐξ οὗ καὶ τὸ ῥοδανίζειν κοινότερον. δοκεῖ δέ τι συμβάλλεσθαι εἰς τὸ γνῶναι τὴν τοιαύτην λέξιν τὸ, ῥοδανονδονακῆα, ὅπερ ἐν τῇ Ἰλιάδι κεῖται. περὶ δὲ Ὠρίωνος, καὶ ἐν τοῖς κατὰ τὴν νεκυίαν δηλωθήσεται ὡς ἐγχωρεῖ. Τιθωνοῦ δὲ εἰ καὶ μὴ ἐμνήσθη ὁ ποιητὴς ἐνταῦθα, ὅμως ἱστόρησεν ἐν τῇ Ἰλιάδι ἐπιτροχάδην αὐτὸν καθὰ. καὶ ἔδει περὶ οὗ ἰστέον, ὅτι ἐξ αὐτοῦ ὡς ὑπεργηράσαντος, οἱ λίαν πρεσβύται, Τιθωνοὶ ἐσκώπτοντο. ὡς καὶ ἀπὸ τοῦ Ἰαπετοῦ καὶ Κρόνου, οἱ αὐτοὶ, Κρόνοι τε καὶ Ἰαπετοί. ληροῖ δὲ ὁ μῦθος περὶ Τιθωνοῦ, καὶ ὅτι διὰ γῆρας, ἐν ταλάρῳ ἢ καρτάλῳ τῷ δηλουμένῳ ἐν τοῖς τοῦ κωμικοῦ, ἐκρεμάσθη. ὡς ἂν δηλαδὴ μὴ φαίνοιτο τοῖς πολλοῖς. ἢ εἰς τέττιγα μετεβλήθη. Τὸ δὲ ἕλετο, ταυτὸν τῷ, ἐξείλετο, προέκρινεν. Ὀρτυγία δὲ κατὰ τοὺς πλείονας, ἡ Δῆλος, μία τῶν Κυκλάδων περὶ ἧς φασὶ καὶ οἱ τοῦ Λυκόφρονος σχολιασταὶ ὡς παρωνυμουμένης ὄρτυγι δαιμονίᾳ τινί. ἢ καὶ παρὰ τοὺς ἐκ πελάγους εἰς τὴν Δῆλον καταίροντας ὄρτυγας ὡς ἐν τοῖς ἑξῆς που φανεῖται. Ἁγνὴν δὲ τὴν Ἄρτεμιν ὡς παρθένον καλεῖ. ὅπερ ἡ Ἀφροδίτη οὐκ ἂν ἔχοι. Τὸν δὲ Ἰασίωνα, γεωργὸν ἡ κατὰ τὸν Ἑλλάνικον ἱστορία ἔχει Κρῆτα τὸ γένος. Διὸς υἱὸν καὶ Ἡμέρας, παρʼ ᾧ μετὰ κατακλυσμὸν εὑρέθη φασὶ σπέρματα. ὅθεν καὶ ἡ Δημήτηρ κατὰ τὸν μῦθον ἐφίλει αὐτὸν ὡς καὶ Ἡσιόδῳ δοκεῖ. καὶ μίγνυται, οὐκ ἐν θαλάμῳ ἀλλʼ ἐν νειῷ τριπόλῳ. ἣν ὁ αὐτὸς Ἡσίοδος ἐξαίρει ἀλεξιάρην καλέσας καὶ παίδων εὐκηλήτειραν, καὶ ἐκ τῆς τοιαύτης μίξεως ὁ πλοῦτος γεννᾶται. ὁ ὡραῖος δηλαδή. ὃν γαῖα φέρει Δημήτερος ἀκτήν. ὁ δὲ τῷ Ἰασίωνι τούτῳ ἐνσκήψας κεραυνὸς, εἰς πολὺν αὐχμὸν νοεῖται, ὃς οἷα ὀλέθριος ἀπεναντίας ἥκει τοῖς γεωργοῖς ὅτε γένηται. Τὸ δὲ ὅλον εἰπεῖν, ἐπεὶ γεωργικώτατος ὁ Ἰασίων, δόξαν ἔσχε, Δήμητρι συνῳκηκέναι καὶ τὸν πλοῦτον τεκεῖν καθʼ Ἡσίοδον. δοκεῖ δὲ καὶ προσφυῶς κληθῆναι Ἰασίων, ὡς παρὰ τὸ ἵημι διὰ τὴν τῶν σπορίμων ἕσιν ὅ ἐστι πέμψιν κατὰ τῆς γῆς. ὁ δὲ Ἀῤῥιανὸς ἱστορεῖ καὶ ὅτι Ἰασίων, ἀδελφὸς Ἀετίωνος καὶ Δαρδάνου πρόγονος Πριάμου, ἐκ Δήμητρος καὶ Κόρης κάτοχος γενόμενος, εἴς τε Σικελίαν ἦλθε, καὶ ἐπὶ πολλὴν ἄλλην γῆν ἐπλανήθη τὰ ἐκείνης ὄργια δεικνύων. διὸ λόγον ἔσχεν, ὡς Δημήτηρ αὐτῷ μίσγεται. τούτου φησὶν υἱὸς, Πάριος. ᾧ ἐπώνυμον, τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ. ὅτι δὲ ἡ Δημήτηρ εἰς γῆν ἀλληγορεῖται ὡς οἵα τις γῆ μήτηρ, τεθρύληται. εἴη δὲ ἂν ἡ τοιαύτη εὐπλόκαμος, διὰ τοὺς ἐξ ἀνθέων στεφάνους οἷς κόμη καλλύνεται. Σημείωσαι δὲ ὅτι εἰ καὶ ταυτόν ποτε πλόκαμος καὶ πλοκαμὶς, ἀλλʼ οἱ παλαιοὶ, καὶ κόσμον <!-- 1.206 -->γυναικεῖον τὴν πλοκαμῖδα εἶναι δηλοῦσιν. ἣν καὶ κορυφαίαν φασὶν, ἤγουν κορυφήν. τὴν δʼ αὐτὴν, καὶ σκόλλυν καὶ κρέκαν μετὰ τοῦ ν ἢ καὶ χωρὶς τοῦ ν. κεῖται γοῦν ἐν ῥητορικῷ λεξικῷ, ταῦτα. κρέκαν καὶ κορυφαίαν, τὸ αὐτό. καὶ σκόλλυν. μάλιστα δὲ Ἀττικοὶ πλοκαμῖδα. καὶ ἴσως ἐντεῦθεν καὶ εὐπλοκαμῖδες Ἀχαιαὶ, ὡς εὐκόσμητοι. Ἰστέον δὲ καὶ ὡς ἐκ τοῦ πλέκω μὲν, αἱ εἰρημέναι λέξεις παρήχθησαν. ἐκ δὲ τοῦ πέπλεχα, οὐ μόνον οἱ ἐν τῇ Ἰλιάδι πλοχμοὶ, ἀλλὰ καὶ τὸ πλόχανον. ἔστι δὲ αὐτὸ, πλέγμα τι κατὰ τοὺς παλαιοὺς, ᾧ καθαίρεται σῖτος. καὶ δοκεῖ κοσκινοειδές τι ἐκεῖνο εἶναι. οὗ ἀναλογία κατὰ τὸ, ὄχανον. κόπανον. ξόανον. ἕδρανον. ἤρανον. ἐξ οὗ πληθυντικὸν κατὰ συγκοπὴν, ἦρα καὶ ἐπίηρα. Πλοχμῷ δὲ ἀνάλογον, ὀχμός. οὗ ὄνομα παράγωγον ἀνάττικον μὲν τὸ νεοχμός. Ἀττικὸν δὲ, ὁ συνεοχμὸς οὗ καὶ παρʼ Ὁμήρῳ χρῆσις. ὧν θέμα, τὸ ἔχω. ἀφʼ οὗ λόγῳ μὲν παρακειμένου ἐνεργητικοῦ ἀῤῥήτου τὸ, πέτρης ἔχμα, Ὁμηρικῶς. ἤγουν κράτημα. συνοχή. μέσου δὲ παρακειμένου τολμήσαντος οὐδʼ αὐτοῦ ἐκφωνηθῆναι, τὸ πρόεγμα διὰ τοῦ γάμμα στοιχείου, καθʼ ὁμοιότητά τινα τοῦ, βρεχμὸς καὶ βρέγμα. ἔστι δὲ πρόεγμα ὡς δηλοῖ ὁ Σουΐδας, στήριγμα. ὥστε εἶναι ἀπὸ τοῦ ἔχω, τὸ ἔχμα τὸ πρόεγμα. τὸν ὀχμόν. οὗ ῥῆμα ὀχμάζειν παρʼ Εὐριπίδῃ. καὶ τὸν συνεοχμόν. καὶ τὸν νεοχμόν. τοῦ ἔχειν δὲ πάντως ἐξέχονται, καὶ ἡ ἐν ἄλλοις ῥηθεῖσα ὄχη τὸ ὄρος. καὶ τὸ ὄχα καὶ ἔξοχα. καὶ τὸ ὀχεῖν καὶ ὀχεύειν. καὶ τὸ ὀχεῖον. καὶ ἄλλα. καὶ ταῦτα μὲν οὕτω λελέχθω καὶ ἐς τοσοῦτον. Τὸ δὲ ᾧ θυμῷ εἴξασα τουτέστι τῇ οἰκείᾳ ἐπιθυμίᾳ, παντελῶς ἑτεροῖόν ἐστι τοῦ, ᾧ θυμῷ μεγαλήτορι εἴξας. ἐκεῖνο γὰρ ἐπὶ θυμοῦ ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ μίγη φιλότητι, πρὸς διαστολὴν ἑτέρων φησὶ μίξεων. μίγνυνται γὰρ καὶ ὑγρὰ πρὸς ἄλληλα. καὶ στρατεύματα δὲ ἐν μάχῃ. Τὸ δὲ καὶ εὐνῇ, ἐφερμηνευτικόν ἐστι τῆς ἐνταῦθα φιλότητος. ἵνα μὴ ἡ ἁπλῶς φιλία νοηθείη. Τρίπολος δὲ νειὸς, ἡ τρίτον ἐστραμμένη. πωλεῖν γάρ φασι τὸ ἀναστρέφειν. Καὶ ὅρα ὅτι τὸ μὲν πωλεῖν, διὰ τοῦ ω μεγάλου παρὰ τῷ ποιητῇ ὥσπερ καὶ τὸ πωλέσκω, καὶ ἡ εὔπωλος γῇ. ἡ δὲ τρίπολος, διὰ τοῦ ο μικροῦ. Τὸ δὲ περιτρόπιος βεβαῶτα, ἀντὶ τοῦ περιβάδην ἐποχούμενον τῇ τρόπει δίκην κέλητος. ὡς ἐν ἄλλοις ἐρεῖ ὁ ποιητής. Ἀργὴς δὲ κεραυνὸς ὀξυτόνως πρὸς διαστολὴν βαρυτόνου κυρίου μυθικοῦ, τοῦ Ἄργης. ᾧπερ ἀδελφὸς ἦν, Βρόντης καθʼ Ἡσίοδον. ἐσκεύαζον δέ φασι αὐτοὶ τῷ Διῒ ὁ μὲν κεραυνοὺς ὁ δὲ βροντάς. βέλη ταῦτα δίϊα. οἷς ὁ βλαβεὶς, διόβλητος ἦν. εἰκὸς δὲ μηχανικοὺς ἀνθρώπους αὐτοὺς εἶναι. τεχνωμένους ὁμοίως Ἀρχιμήδει, τὰς διʼ ἐνόπτρων ὡς οἷον ἀστραπαίας καύσεις οὗ μιμητὴς καὶ Ἀνθέμιος ὁ παρὰ τῷ Ἀγαθίᾳ. Ἔτι δέ, τεχνικῶς κτυποῦντας βροντῶδες. ὁποῖος ὑπονοεῖται καὶ ὁ Σαλμωνεύς. Κεραυνὸς δὲ γίνεται, παρὰ τὸ κείρειν καὶ αὔειν. ὁ φθείρων δηλαδὴ ἐν τῷ καίειν. Τὸ δὲ νῆα ἔλσας, ἀντὶ τοῦ ἐλάσας. κρούσας. πλήξας. Τὸ δὲ ἐκέασεν, ἀντὶ τοῦ διέσχισεν ὡς καὶ πρὸ ὀλίγων ἐγράφη. ἴσως δὲ καὶ τὸ ἐκέδασεν ἐκ τούτου γίνεται πλεονασμῷ τοῦ δ. ἵνα πως εἴη ταυτὸν τὸ ἐκέασε καὶ τὸ ἐκέδασεν, ἤδη δὲ καὶ τὸ ἐξετίναξε. διὸ ἐν τοῖς ἑξῆς, τὴν αὐτὴν σχεδίαν τὸ κῦμα διατινάξει. οὐ μὴν δὲ, ἀλλὰ καὶ δούρατα μακρὰ διασκεδάσει. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ κεάσαι, εὕρηνται καὶ ἀκέανοι, σπορίμου εἶδος. περὶ οὗ φησὶν Αἴλιος Διονύσιος, ὅτι ἀκέανοι, τὰ ἐν φακοῖς στρογγύλα καὶ δυσκάτακτα ὄσπρια. φέρων καὶ χρῆσιν Φερεκράτους, ταύτην. κυάμους. φακῆν. ζείας. αἴρας. ἀκεάνους. Ὅτι ὁ διὰ φόβον μεγάλου προσώπου καταφρονῶν τοῦ σῶσαί τινα, εἴποι ἂν ὣς ἐπεὶ οὔπως ἐστὶ τὸν τοῦ δεῖνος νόον οὔτε παρὲξ ἐλθεῖν οὔθʼ ἁλιῶσαι. ἐῤῥέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει. τί δὲ τὸ παρὲξ ἐλθεῖν καὶ τὸ ἁλιῶσαι, πρὸ ὀλίγων εἴρηται. Συμβούλου δὲ ἀγαθοῦ τὸ, αὐτάρ οἱ πρόφρων ὑποθήσομαι οὐδʼ ἐπικεύσω, ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται. Προθυμοποιὸν δὲ εἰς τοιαύτην βουλὴν τὸ, οὕτω νῦν ἀπόπεμπε. θεοῦ δʼ ἐποπίζεο μῆνιν μήπως τοι μετόπισθε κοτεσσάμενος χαλεπῄνῃ. ἐν τούτοις δὲ καὶ τὴν ὄπιν ἐτυμολογεῖ, ἥτις ἐστὶ τῶν μετόπισθεν ἤτοι τῶν μελλόντων θεία ἐπιστροφή. Τὸ δὲ, κάμμορε μή μοι ἔτʼ ἐνθάδε ὀδύρεο μὴ δέ τοι αἰὼν φθινέτω, παραμυθητικοῦ λόγου ἐστίν. αἰῶνα δὲ λέγει, τὴν ζωήν. ἣ φθίνει τοῖς μακροῖς θρήνοις. οὕτω καὶ ἀνωτέρω τούτων τὸ, κατείβετο γλυκὺς αἰὼν. ὅ ἐστιν ἐν δάκρυσι λειβόμενος κατετήκετο. Ἐν τούτοις δὲ καθὰ καὶ ἀλλαχοῦ, καὶ ἐρημία δηλοῦται τῆς κατὰ τὴν Καλυψὼ νήσου ἐν τῷ, μήτε νῆας παρεῖναι μήτε τοὺς τὸν Ὀδυσσέα πέμψοντας ἑταίρους. ἐν οἷς πιθανολογεῖται τὸ τὸν Ὀδυσσέα μονήρη πλεῦσαι. Ὅτι λέξις ναυπηγικὴ, τὸ ἁρμόζεσθαι. φησὶ γοῦν ἡ Καλυψὼ πρὸς Ὀδυσσέα. <!-- 1.207 -->ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν, ἁρμόζεο χαλκῷ εὐρείην σχεδίην. ἐκ τοιαύτης δὲ ἐννοίας, καὶ Ἁρμονίδης Φερέκλου πατὴρ τοῦ τὰς ἀρχεκάκους νηῖας τῷ Πάριδι τεκτήναντος. Ὅρα δὲ τὸ, εὐρείην σχεδίην. διʼ οὗ δηλοῦται, ὡς οὐ κυρίως αὕτη σχεδία εἴπερ εὐρεῖα. οὐ γὰρ αἱ κυρίως σχεδίαι τοιαῦταί εἰσιν. ὅτι μὴ δὲ πολύδεσμοι ἐκεῖναι. ἐπιφέρει δὲ ἡ Καλυψὼ καὶ τὸ, αὐτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον. λέγει δὲ ἴκρια νῦν, ὀρθὰ ξύλα τὰ καὶ ἐγκοίλια. ὧν ἄνω, τὰ καταστρώματα τῆς νηός. Τὸ δὲ πῆξαι ἐπʼ αὐτῆς ὃ ἐστὶν ἐπὶ τῆς σχεδίας νηός, οὐ παραλόγως ἂν ῥηθείη ἀγαγεῖν εἰς νοῦν ὕστερον τὸ καθʼ ἱστορίαν τῆς ναυπάκτου ὄνομα. Τὸ δὲ ὑψοῦ, ἢ τοῖς ὄπισθε συντακτέον ἵνα ᾖ πῆξαι ἐπʼ αὐτῆς ἴκρια ὑψοῦ. ἢ τοῖς μετʼ αὐτό. ἵνα λέγῃ, ὥς σε φέρῃσιν ὑψοῦ. τουτέστιν, ἐπʼ ἠεροειδέα πόντον. πρὸς ὁμοιότητα τοῦ, ὑψοῦ ἐν νοτίῳ. Ὅτι φιλοξένου ἀνδρὸς λόγος τὸ, αὐτὰρ ἐγὼ σῖτόν τε καὶ οἶνον ἐρυθρὸν ἐνθήσω μενοεικέα, ἃ κέν τοι λιμὸν ἐρύκοι, εἵματά τʼ ἀμφιέσω, καὶ τὰ ἑξῆς δὲ, χρησιμεύσει ἐὰν παρῳδηθῇ, οἷον. ὡς ἂν ἀσκηθὴς οἴκαδε ἵκοιο αἴκε θεὸς ἐθέλῃ ὃς οὐρανὸν εὐρὺν ἔχει. ὅς μευ φέρτερός ἐστι νοῆσαί τε. ἤγουν κρᾶναι καὶ τελειῶσαι τὸ νοηθέν. ὃ πλείονός ἐστι δυνάμεως. πολλοὶ γὰρ, νοοῦσι μὲν οὐ κραίνουσι δὲ, ὡς μὴ ἰσχύοντες. δῆλον δὲ ὅτι καὶ πᾶς ὁ καὶ εἰπεῖν καὶ πρᾶξαι δεινὸς, φέρτερος ἂν λεχθείη νοῆσαί τε κρῆναί τε. Ἐν τούτοις δὲ, ἡ μυθικὴ Καλυψὼ, κρείττους ἑαυτῆς εἶναι ὁμολογεῖ τοὺς οὐρανίωνας. Τὸ δὲ ἃ λιμὸν ἐρύκοι, ἐφερμηνευτικόν ἐστι τοῦ μενοεικέα. ἐπεὶ, καὶ ταυτόν ἐστι βρῶμα τὸ ἐπαρκοῦν μένει καὶ τὸ ἐρύκον λιμόν. Ὅτι ὁ μὴ πιστεύων ὑπισχνουμένῳ τινὶ, ἐρεῖ ἄν. ἄλλό τι δὴ σὺ τόδε μήδεαι. καὶ εἴτι δὲ ἄλλο χρήσιμον τῶν ἐφεξῆς. Ὅτι τὸ, κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης, εἴ ποι ἄν τις παροιμιακῶς, ὅτε μικρῷ λόγῳ, μεγάλα τινὰ διελθεῖν βούλεται. Ὅτι τὸ κατὰ τὴν νῆσον τῆς Καλυψοῦς πέλαγος, ὁ Ὀδυσσεὺς δεινόν τʼ ἀργαλέον τε λέγει. τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐΐσαι ὠκύποροι περόωσιν ἀγαλλόμεναι Διὸς οὔρῳ. Καὶ ὅρα τὸ ἀγαλλόμεναι ὡς ἐπὶ ἐμψύχων τῶν νηῶν λεχθέν. ἵνα καὶ αὐταῖς ἄγαλμα εἴη ὁ τοῦ ἀέρος οὖρος. Τὸ δὲ ὠκύποροι περόωσι, κατὰ τρόπον ἐτυμολογίας πέφρασται. Τὸ δὲ οὐδὲ νῆες, διαστέλλει τῶν νηῶν τὰς σχεδίας. νῆες μὲν γὰρ, ἁπλῶς καὶ ἀσυνθέτως. σχεδίαι δὲ, νῆες σχέδιοι. καὶ ναῦς μὲν, οὐκ ἂν λεχθείη σχεδία. τῇ σχεδίᾳ δὲ, προσυπακούεται καὶ ἡ ναῦς. Ὅτι Ὀδυσσεὺς μὲν οὐκ ἔχων πιστεῦσαι εἴπερ ἀληθὴς ἡ τῆς Καλυψοῦς πομπὴ, ἐθέλει τλῆναι αὐτὴν μέγαν ὅρκον ὀμόσσαι, μήτι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, οἷα ὀδυρομένῳ καὶ ἀπαναινομένῳ αὐτήν. ἡ δὲ, μείδησέ τε χειρί τέ μιν κατέρεξε. ταῦτα δὴ τὰ πολλαχοῦ ῥηθέντα. Καὶ εἰποῦσα. ἦ δὴ ἀλιτρός ἐσσι καὶ οὐκ ἀποφώλια εἰδώς, καὶ, οἷον δὴ τόνδε μῦθον ἐπεφράσθης ἀγορεῦσαι, ὄμνυσι γῆν καὶ οὐρανὸν καὶ τὸ τῇ, στυγὸς ὕδωρ, μηδέν τι πῆμα κακὸν βουλευσέμεν ἄλλο καὶ τὰ ἑξῆς. Καὶ ὅρα τὸ ἄλλο, δηλοῦν τὴν ἑτερότητα τοῦ κακοῦ πρὸς τὸ ἀγαθόν. Ὁ δὲ ὅρκος τῇ Καλυψοῖ ὡς καὶ ἀλλαχοῦ, τοιοῦτος. ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε. καὶ τὸ κατειβόμενον στυγὸς ὕδωρ, ὅστε μέγιστος ὅρκος δεινότατός τε πέλει θεοῖς. Ὅτι δὲ τοιοῦτος ὁ τῆς στυγὸς ὅρκος, καὶ ὡς ἐκ πέτρας ἐν ᾄδου κατείβεται, καὶ ὡς καθʼ ἱστορίαν, πηγή ἐστιν ἡ Στὺξ ἐν τῇ Ἀρκαδικῇ φενεῷ, καὶ ὡς ἐξ αὐτῆς τὸ στυγεῖν καὶ τὸ στυγητὸν καὶ τὸ στυγνὸν, ἀλλαχοῦ δηλοῦται ἱκανῶς. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς ἑξῆς περὶ αὐτῆς. Τοῦ δὲ ἀλιτρὸς, προϋπόκειται ἐνεστὼς ἀλείτω τῇ ει διφθόγγῳ παραληγόμενος. οὗ δεύτερος ἀόριστος, ἤλιτον. ὅθεν ἀλιτηρός. ἴσως δὲ, καὶ ἀλιτήριος. καὶ συγκοπῇ, ἀλιτρός. ἐκεῖθεν δὲ καὶ ὁ Ὁμηρικὸς ἠλιτόμηνος, ὁ παρʼ ἑτέροις διὰ τοῦ κατʼ ἀρχὴν ἄλφα, ἀλιτόμηνος. καὶ ἀλιταίνω τὸ ἁμαρτάνω. καὶ ἀλιτεύω δέ φασιν ὁμοίως. καὶ ἀλίτρια ἡ ἁμαρτία. καὶ ἀλιτήμων ὁ ἐφάμαρτος. καὶ ἀλίτημα, ἁμάρτημα. καὶ ἀλιτήμωρος ὁ παράφρων. καὶ ταῦτα μὲν ἐκ τοῦ ἤλιτον καὶ ἀλιτῶ. ἤγουν ἐκ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος. ἐκ δὲ τοῦ ἀλείτω ἐνεστῶτος, ἀλείτης ὁ ἁμαρτωλός. οὗ ἀναλογώτερον παρὰ Λυκόφρονι, ὁ ἀλοιτός. Τὸ δὲ ἀλιτρός ἐσσι καὶ οὐκ ἀποφώλια εἰδὼς, ἀντὶ τοῦ ἤλιτες καὶ οὐκ εἶπας τὸ ἀληθὲς καὶ ταῦτα μὴ ἀπαίδευτος ὤν. ἀποφώλιος γὰρ, ὁ ἀπαίδευτος καὶ ἀδίδακτος ἐπειδὴ φωλεοὶ παρὰ τοῖς ἀρχαίοις ἐλέγοντο τὰ παιδευτήρια. ἢ καὶ ἄλλως, ὁ ἀπεῤῥιμμένος καὶ μὴ ἄξιος λόγου, ὡς ἀπὸ τῶν ὀρνέων ἃ τῶν φωλεῶν ἀποβάλλεται. Τὸ δὲ ἴστω, καινότερον κατὰ τριῶν ὀνομάτων κεῖται, τοῦ γαῖα, τοῦ οὐρανὸς, καὶ τοῦ στύξ. Τὸ δὲ ὅς τε <!-- 1.208 -->μέγιστος ὅρκος, Ἀττικῶς ἐῤῥέθη. τὸ γὰρ κοινὸν, ὃ μέγιστος ὅρκος πέλει. Ὅτι ἀληθοῦς φιλίας τὸ, ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι. ἅσσʼ ἂν ἐμοί περ μηδοίμην ὅτε με χρειὼ τόσον ἵκοι. τουτέστιν ἃ νοῶ ἐκεῖνα καὶ συμβουλεύσομαι, ἃ καὶ ἐμοὶ φρασαίμην ἂν ὅτε εἰς τοσοῦτον χρείας ἔλθω. Προσώπου δὲ συστατικὸν τὸ, καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος. οὐδέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι σιδήρεος ἀλλʼ ἐλεήμων. Φιλοξενίας δὲ ἔνδειξις τὸ, ἐτίθει παρὰ πᾶσαν ἐδωδὴν ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν. Ἐν τούτοις δὲ κεῖται καὶ ὡς ἔνθα καθέζετʼ ἐπὶ θρόνου Ὀδυσσεὺς, ἔνθεν ἀνέστη Ἑρμείας. διʼ οὗ ἔστιν ὑπονοῆσαι ἀλληγορικῶς, περὶ τὸ αὐτοῦ ὑποκείμενον ἱδρύσθαι τόν τε λόγον καὶ τὸν αὐτοῦ μετέχοντα φιλόσοφον ἄνδρα ὁποῖος καὶ Ὀδυσσεύς. ἔχοι δʼ ἄν τις τὸ τοιοῦτον εἰπεῖν ῥητὸν, καὶ ὅτε λογίου ἀνδρὸς σχολὴν, ἕτερος ὅμοιος αὐτῷ διαδέξεται. Τὸ δὲ τὴν Καλυψὼ ἐνταῦθα τῷ μὲν Ὀδυσσεῖ παραθεῖναι οἷα βροτοὶ ἔδουσιν αὐτὴν δὲ ἄλλως τρυφᾶν, λαβὰς δίδωσι κατὰ γυναικὸς τρυφώσης ὑπὲρ τὸν ἄνδρα. φησὶ γάρ. τῇ, δὲ παρʼ ἀμβροσίην δμωαὶ καὶ νέκταρ ἔθηκαν. ὧν δηλαδὴ ἐὰν μετελάμβανε καὶ Ὀδυσσεὺς, ἀθάνατος ἦν ἂν κατὰ τὴν Καλυψὼ, τὴν καὶ βουλομένην αὐτὸ καθὰ ἐκείνη πρὸ ὀλίγων ἔφη. δῆλον δὲ ὡς ἀρέσκει τῷ μύθῳ, ἀθανατίζεσθαι τὸν γευσάμενον ἀμβροσίας καὶ νέκταρος. ἔχει δέ τι καὶ κολακείας ὁ τοιοῦτος τόπος ἐν ᾧ ἡ μὲν Καλυψὼ παρατίθησι τῷ Ὀδυσσεῖ, αἱ δὲ δμωαὶ τῇ Καλυψοῖ. Ὅτι πρὸς φίλον ἐπικινδύνως οἴκαδε ἀπιόντα, εἰκὸς ῥηθῆναι τὸ, οὕτω νῦν οἶκονδε φίλην ἐς πατρίδα γαῖαν αὐτίκα νῦν ἐθέλεις ἰέναι, σὺ δὲ χαῖρε καὶ ἔμπης. εἴγε μὲν εἰδείης σῇσι φρεσὶν ἅσσα τοι αἶσα κήδεʼ ἀναπλῆσαι ἐνθάδε αὖθι μένων παρʼ ἐμοὶ, τόδε δῶμα φυλάσσοις. Πρὸς ταῦτα δὲ ὁ φιλοπάτρις εἴποι ἂν, οἶδα καὶ αὐτὸς πάντα μάλα. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. εἰ δʼ αὖ ῥαίῃσι θεὸς, τλήσομαι ἐνὶ στήθεσσιν ἔχων ταλαπενθέα θυμόν. εἰ δὲ καὶ πολύτλας ὁ τοιοῦτος ἐστὶ, προσθήσει καὶ τὰ ἐφεξῆς. ἤδη γὰρ μάλα πολλʼ ἔπαθον καὶ πόλλʼ ἐμόγησα κύμασι καὶ πολέμῳ, μετὰ καὶ τόδε τοῖσι γενέσθω. Ὀδυσσέως δὲ ταῦτα λέγοι. ὃς καὶ ἐκ τούτων τλήμων συνάγεται, ὁ καὶ συντεμὼν ῥητορικῶς ἐν δυσὶ λέξεσι τὰ κατʼ αὐτὸν μυρία πάθη. Τὸ γὰρ κύμασι καὶ πολέμῳ, τὸ μὲν τὰ περὶ Τροῖαν δηλοῖ, τὸ δὲ, τὰ κατὰ θάλασσαν. Ὅρα δὲ τὸ αὐτίκα νῦν, παραλλήλως δηλοῦντα τὸ αὐθωρόν. ἔστι δὲ ταυτόνοια καὶ ἐν τῷ, ἐνθάδε αὖθι. ὁ αὐτὸς γὰρ νοῦς ἐν ἀμφοῖν. ὅμοιον δὲ καὶ τὸ, ἐθέλω καὶ ἐέλδομαι. καὶ τὸ, οἴκαδε ἐλθεῖν καὶ νόστιμον ἦμαρ ἰδέσθαι. εἰκὸς δὲ ἀγωνιῶσαν τὴν Καλυψὼ μὴ ἐνευκαιρεῖν ἐπιχύσει νοημάτων, ἀλλὰ συχνὰ ταυτολογεῖν. ὁ μέντοι ῥήτωρ Ὀδυσσεὺς τοσοῦτον ἀπέχει τοῦ οὕτω πολυλογεῖν. ὥστε καὶ τὰς ἀμυθήτους πράξεις τε καὶ πάθας, δυσὶν ἐμφῆναι ὀνόμασι τῷ, κύματα, καὶ τῷ, πολέμους. Τὸ δὲ εἰδείης, ἐκ τοῦ εἴδω εἴδοιμι γίνεται, κατὰ μεταπλασμόν. ὁμοίως τῷ περιπατοῖμι περιπατοίην, καὶ τοῖς ὁμοίοις. Τὸ δὲ τόδε δῶμα φυλάσσοις, ἀστείως ἐῤῥέθη ἀντὶ τοῦ ἐπιμελῶς αὐτὸ κατέχοις καὶ κατὰ σπουδὴν δίκην φύλακος. Τοῦ δὲ ῥαίειν ὅ ἐστι φθείρειν, πρωτότυπον τὸ ῥῶ. ὡς καὶ τοῦ κλαίειν καὶ καίειν, τὸ κλῶ καὶ κῶ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-ace`.
