---
title: "Commentary on Homer's Odyssey: Book XXIV"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ω"
author: Eustathius of Thessalonica
eul_wid: xpw-bz
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-24-xpw-bz"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
domain: Grammar
genre: Commentary
content_hash: "sha256:a65b799bb06a2e4c5d3e7ab384a35deddc47d951ffa451368a9cecb06d59407b"
content_modified_at: "2026-11-10"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book XXIV

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ω*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-bz` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-24-xpw-bz)

## Text

Part of [Commentary on Homer's Odyssey](/works/eustathius-thessalonica-commentary-odyssey-xpw-ac)

`2–2.310`

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ω. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Τὰς τῶν μνηστήρων ψυχὰς Ἑρμῆς εἰς Ἅιδου κατάγει, καὶ ἀναγνωρισμὸς Ὀδυσσέως γίνεται πρὸς τὸν ἑαυτοῦ πατέρα Λαέρτην, καὶ ταραχὴν τοῖς Ἰθακησίοις γεγενημένην ἐπὶ τῇ τῶν μνηστήρων ἀναιρέσει Ἀθηνᾶ διακωλύει.

ΟΔΥΣΣΕΙΑΣ Ω. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

`2.311–2.334`

Ὅτι τῆς τελευταίας ταύτης ῥαψῳδίας διπλῆ ἐπιγραφή· σπονδαὶ γὰρ ἢ νεκυία ἐπιγράφεται παρὰ τοῖς παλαιοῖς, τὸ μὲν ἐκ τοῦ τέλους ταύτης, ἔνθα σπονδαὶ τοῖς τε Ἰθακησίοις καὶ τοῖς περὶ τὸν Ὀδυσσέα γίνονται, τὸ δὲ ἐκ τῆς ἀρχῆς, καθʼ ἣν Ἑρμῆς τὰς τῶν μνηστήρων ψυχὰς εἰς Ἅιδην κατάγει· ἐφʼ ᾗ καταγωγῇ τερθρεύεται τὰ δοκοῦντα ὁ ποιητὴς κάτω που περὶ τὸν Ἅιδην ἔνθα οἱ νέκυες, ἀφʼ ὧν ἡ νεκυία παράγεται, τουτέστιν ἡ λέγουσα πραγματεία τὰ κατὰ τοὺς νέκυας. ἣν δὴ νεκυίαν τινὲς μὲν κατὰ τὴν μυῖαν γράφουσι, τινὲς δὲ κατὰ τὴν ὀξύαν τὸ φυτόν· ἀφʼ ἧς καὶ βέλη κατά τινας ὀξυόεντα. ἀρχὴ δὲ τῆς ῥαψῳδίας ταύτης τὸ, Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο, τουτέστιν ἔξω τοῦ δώματος ἔφερε προνοούμενός φασι τὰ Ὀδυσσέως οἷα πρόγονος ἐκείνου, εἴ περ Ἑρμοῦ μὲν Ἀρκείσιος, αὐτοῦ δὲ Λαέρτης ὁ τοῦ Ὀδυσσέως πατὴρ, καὶ διατοῦτο τὰς φιλοσωμάτους ψυχὰς ἐκφέρων καὶ τῆς ἐξ ἐκείνων μήνιδος ἐκκαθαίρων τὸν τοῦ ἀπογόνου οἶκον. ἔοικε δʼ ἐξ Ὁμήρου λαβὼν ἀρχὴν ὁ Λιβάνιος εἰπεῖν ἐπὶ τοῦ παρʼ αὐτῷ κατὰ τὸν κολοιὸν μύθου, ὡς τῶν πτερῶν ἐξεκαλεῖτο ὁπόσα οἱ ὥραν οὐκ ἔφερεν. Ἰστέον δὲ ὡς ἐκ τοῦ, Ἑρμῆς δὲ ψυχὰς ἐξεκαλεῖτο, τὸν ψυχοπομπὸν συντιθέντες τινὲς ἐπίθετον αὐτὸ εἶπον Ἑρμοῦ, τόδʼ ἔστιν ἄλλως ἔχον κατὰ ἀλληγορίαν, ὅτι δηλαδὴ ὁ λόγος ἀναψυχὴν πέμπει τοῖς ἐν μετοχῇ αὐτοῦ. Ὅτι δὲ ὁ Ἑρμῆς ἀπὸ κράσεως ἔχει τὸ περισπᾶσθαι, δηλοῖ καὶ Ἡρῳδιανὸς παραδοὺς, ὅτι ὡς Ἀπελλέας Ἀπελλῆς, Θαλέας Θαλῆς ὁ Μιλήσιος, Ποδέας Ποδῆς ὁ παρʼ Ὁμήρῳ, οὕτω καὶ Ἑρμέας Ἑρμῆς. Κυλλήνιος δὲ Ἑρμῆς μυθικῶς μὲν ἀπὸ Κυλλήνης, ἥ τις ὄρος ἐστὶν Ἀρκαδίας σταδίων ἐννέα Ὀλυμπιακῶν παρὰ πόδας ὀγδοήκοντα, καθά φασιν ἱστορεῖν Ἀπολλόδωρον, ὀνομασθὲν ἀπὸ Κυλλήνης ἡρωΐδος τινός. περιᾴδεται δὲ διαφερόντως ἐν τοῖς περὶ τὸ τοιοῦτον ὄρος τιμᾶσθαι τὸν Ἑρμῆν κἀκεῖθεν σχεῖν τὸ λεχθὲν ἐπίθετον. κατὰ μέντοι ἀλληγορίαν Κυλλήνιος ὁ τοῦ ὕπνου δοτὴρ, ὁ τὰς ἡνίας τῶν κύλων ἢ κυλάδων ἔχων, ὃ δηλοῖ τὰ ὑπὸ τοὺς ὀφθαλμούς· ὅθεν καὶ κυλοιδιᾶν παρʼ Ἀττικοῖς τὸ τὰ κύλα τῶν ὀφθαλμῶν οἰδεῖν ἐκ μακροϋπνίας τυχὸν ἢ ἀϋπνίας. οἱ δὲ παλαιοί φασι καὶ ὅτι κύλα κατὰ Εὐθύδημον τὰ ἐν τῷ κάτω βλεφάρῳ μικρὰ ἀνατρέχοντα ἐν τῷ μύειν, τὰ δὲ ἐν τῷ ἄνω ἐπικύλιον. Δίδωσι δὲ κἀνταῦθα τῷ Ἑρμῇ ἡ ποίησις καὶ ῥᾴβδον μετὰ χερσὶ χρυσείην, ᾗ τῶν μὲν ὄμματα θέλγει, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, τοὺς δὲ καὶ ὑπνώοντας ἐγείρει. καὶ λέγει ὡς ταύτῃ κινήσας ἦγε τὰς ψυχὰς, ὡς εἶναι καὶ ταύτην ἐνέργειαν τῆς ἑρμαϊκῆς ῥᾴβδου. Γίνεται δὲ ῥᾴβδος παρὰ τὸ ῥᾳδίως ποιεῖν βαδίζειν, ὡς ἐν ἀρχαίοις ὑπομνήμασι φέρεται· ἔνθα πρόσκειται καὶ ὅτι βέλτιον δὲ ἀπὸ τοῦ ῥαπίζειν, ἵνα τῷ μὲν πρώτῳ λόγῳ προπερισπᾶται ἡ λέξις διὰ τὸ ῥᾷον, τῷ δὲ δευτέρῳ παροξύνηται. Ὅτι φωνήν τινα ταῖς προπεμπομέναις εἰς Ἅιδην ψυχαῖς τῶν μνηστήρων πλάττων ὁ ποιητὴς τρίζειν αὐτάς φησι κατά τινα ὀνοματοποιΐαν τῷ μύθῳ ἀρέσκουσαν, ὡς εἶναι αὐταῖς τοῦτο οἷα τινὰ κλαυθμυρισμόν. καὶ μὴ αἰδισθεὶς τὸ πλάσμα τῆς τοιαύτης ὀνοματοποιΐας στερεοῖ αὐτὸ καὶ διὰ παραβολῆς φράζων οὕτως· αἱ δὲ τρίζουσαι ἕποντο. ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου

  
θεσπεσίοιο τρίζουσαι ποτέονται, ἐπειδάν τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,  
ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν, ἤτοι ἐπορεύοντο ἀπὸ τοῦ ἐΐω ἐνεστῶτος. ἦρχε δʼ ἄρα σφιν εἰς Ἅιδου Ἑρμείας ἀκάκητα, ὃ καὶ ἐν ἄλλοις κληθεὶς ἐφάνη. οὕτω δὲ καὶ Ὀδυσσεὺς πρὸ ὀλίγων ἦρχεν ὁδοῦ τῆς ἀμφʼ αὐτόν. Καὶ ὅρα ὡς τὸ τρίζειν ἐπὶ ψυχῶν εἰπὼν, κυριολεκτούμενον ἐπὶ νυκτερίδων, παρεμυθήσατο τὴν τροπὴν διὰ τῆς ῥηθείσης παραβολῆς. διὸ καὶ ἐπλεόνασε τῇ λέξει, τρὶς αὐτὴν ἐνταῦθα διὰ τὸ καίριον. Ἰστέον δὲ ὅτι τρύζειν μὲν διὰ τοῦ υ ψιλοῦ ἐπὶ τρυγόνων, αἳ καὶ ἀπὸ τοῦ τοιούτου γίνονται ῥήματος, τρίζειν δὲ κυρίως ἐπὶ νυκτερίδων· ὧν καὶ ἴδιον δοκεῖ ὁ ποιητὴς λέγειν τὸ ἀλλήλαις συνέχεσθαι, ὃ καὶ ἴδιον ὁρμαθοῦ, καὶ τὸ τὰς ἀποπεσούσας ἄνωθεν ἐκ πέτρας, ἐφʼ ἧς εἰσὶ, τρισμὸν ἀποτελεῖν, ὃς δὴ καὶ ἐπὶ μυῶν λέγεται. ὁμοίως δὲ τρίζειν καὶ ἐπὶ χιόνος, ὅθεν καὶ χιὼν τετριγυῖα. Ἰστέον δὲ ὅτι τε μυθικῶς ταῖς ψυχαῖς ἐπελέχθη τρισμὸς, οἷα λόγου μὲν ἐνάρθρου ἐστερημέναις ἄλλως δὲ θορυβούσαις, καὶ ὅτι τὰς εἰς νύκτερον τόπον ἀπιούσας προσφυῶς ἐτόλμησεν ὁ ποιητικὸς λῆρος νυκτερίσι παραβαλεῖν, καὶ ὅτι τὸ τῆς νυκτερίδος ἄγρυπνον παρασίτῳ ἐπεσκώφθη ἐγρηγορότι κολακικῶς· παράσιτος γὰρ ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ ἑαυτὸν σεμνύνων ἄλλα τέ τινα γλυκέως λέγει περὶ ἑαυτοῦ κατὰ εἰκασμὸν ἀστεῖον, καὶ ὅτι ἀναβῆναι πρὸς κλιμάκιον, Καππανεύς εἰμι. ὑπομένειν πληγὰς, ἄκμων. ὕδωρ δὲ πίνειν, βάτραχος. ἀπολαῦσαι θύμων λαχάνων τε, κάμπη. πρὸς τὸ μὴ λοῦσθαι ἤγουν μὴ λούεσθαι, ῥύπος. ὑπαίθριος χειμῶνα διάγειν, κόψιχος, ὅ πέρ ἐστι κόσσυφος. πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν, τέττιξ. ἐλαίῳ μὴ χρῆσθαι, κονιορτός. ἀνυπόδητος ὄρθρου περιπατεῖν, γέρανος. καθεύδειν μηδὲ μικρὸν, νυκτερίς. εἰς τοῦτο δὲ χρήσιμον καὶ λαγωός. τούτοις προσθετέον ἐκεῖθεν καὶ τὸ, τύπτεσθαι, μύδρος εἰμί. τύπτειν, κεραυνός. τυφλοῦν τινὰ, ἀστραπή. φέρειν τινʼ ἄραντʼ, ἄνεμος. ἀποπνῖξαι, βρόχος. θύρας μοχλεύειν, σεισμός. εἰσπηδᾶν, ἀκρίς. δειπνεῖν ἀκλήτως, μυῖα. μὴ ἐξελθεῖν, φρέαρ. Καὶ οὕτω μὲν ἡδέος ἀστεϊσμοῦ τοῦδε ἡ νυκτερὶς ἀφορμή. Θεσπέσιον δὲ ἄντρον οὐχʼ ἁπλῶς οὕτω παρέῤῥιπται, ἀλλʼ ὅτι θεῖα τὰ ἄντρα ἐνομίζοντο οἷα σύμβολα κόσμου κατὰ Πορφύριον, ὡς καὶ ἐν τοῖς περὶ τοῦ Ἰθακησίου ἄντρου εἴρηται, ὃ καὶ ἐπήρατον ἐῤῥέθη ἐκεῖ. Ὅτι Λευκάδα τινὰ πέτραν καὶ Ἡλίου πύλας καὶ δῆμον Ὀνείρων καὶ ἀσφοδελὸν λειμῶνα κἀνταῦθα πλάττει τόπον ταῖς ψυχαῖς ἐκεῖθεν τοῦ Ὠκεανοῦ. φησὶ γοῦν ὅτι παρῆλθον αἱ τῶν μνηστήρων ψυχαὶ Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον Ὀνείρων· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα, ἔνθα τε ναίουσι ψυχαὶ εἴδωλα καμόντων ἤτοι τεθνεώτων, ὡς καὶ ἡ πρώτη νεκυία δηλοῖ, ἔνθα καὶ περὶ ἀσφοδελοῦ λειμῶνος εἴρηται. Ἰστέον δὲ ὅτι Λευκάδα μὲν πέτραν ὁ μῦθος πρὸς τῷ Ἅιδῃ πλάττει ἢ κατὰ ἀντίφρασιν, μέλας γὰρ ἐκεῖ σκότος, ἢ καὶ διὰ τοὺς ἐσχάτους τῆς ἐκεῖ γῆς τόπους, οὓς εἰκὸς τὸν ἥλιον ἔτι διαλευκαίνειν δυόμενον. ὅτι δὲ καθʼ ἱστορίαν Λευκὰς τόπος Ἠπειρωτικὸς, ἧς οἱ ἐγχώριοι Λευκάδιοι, δῆλον ἐστί· καὶ ἔσται τις αὐτῆς μνεία καὶ ἐν τοῖς ἑξῆς. Πύλας δὲ Ἡλίου λέγει τὰς οἷον συγκλειούσας ἐκεῖνον κρύψεις, γενόμενον πρὸς δυσμαῖς· ἃς δὴ πύλας εἰσδυόμενος ὡς ὑπὸ κευθμῶνας τινὰς γίνεται ἀφανής. Τὸ δὲ, δῆμον Ὀνείρων, ὡς ἐπὶ ἐμψύχων καὶ σωματοειδῶν εἶπε, νύκτωρ ἡμῖν ἐκεῖθεν δῆθεν ἐπιφοιτώντων. οἰκεῖον δὲ καὶ αὐτοῖς αἱ δυσμαὶ, οὐ μὴν ἡ ἀνατολή· τοῖς γὰρ νυκτὸς καὶ ἁπλῶς ἐν ὕπνῳ φαινομένοις προσφυὲς καὶ τὸ νυκτῶδες τοῦ τόπου. Δοκεῖ δὲ ὁ μῦθος εὐτάκτως τοπογραφεῖν, τάττων μετὰ τὸν Ὠκεανὸν τὴν Λευκάδα, μεθʼ ἣν τὰς Ἡλίου πύλας, εἶτα τοὺς Ὀνείρους καὶ μετʼ αὐτοὺς τὸν ἀσφοδελὸν λειμῶνα, περὶ ὃν αἱ ψυχαὶ, ὁμοιότητά πως κατὰ τὸν μῦθον σώζουσαι τοῖς ὀνείροις κατὰ τὸ, ψυχὴ δʼ ἀποπταμένη ἠΰτʼ ὄνειρος πεπότηται. Ἰστέον δὲ καὶ ὅτι πιθανεύεται ὁ μῦθος Ὀνείροις τόπον εἶναι περί που τὰ κατὰ τὸν Ἅιδην οὗ οἱ τεθνεῶτες, ἐπεὶ καὶ ἀδελφοὶ θάνατος καὶ ὕπνος εἶναι λέγονται. Ὅτι πρός τε πλατυσμὸν πρός τε παραδοξοποιΐαν πρός τε ποικιλίαν ποιήσεως τεχνᾶταί τι κἀνταῦθα Ὅμηρος, ὧν καὶ ἐν τῇ πρώτῃ νεκυίᾳ πεποίηκε, καὶ πλάττει ὡς ἐν ἠθοποιΐᾳ εἰδωλοποιητικῇ Ἀχιλλέα τε τὸν αὐτῷ φίλον, ἔτι δὲ καὶ τὸν εὐρυκρείοντα Ἀγαμέμνονα, διομιλουμένους ἀλλήλοις τὰ εἰκότα βιωτικώτερον. ἐν οἷς ἄλλα τε κατορθοῖ ὁ ποιητὴς καὶ Τρωϊκαῖς ἱστορίαις ἀρτύει συνήθως τὴν ποίησιν καὶ μύθοις χρᾶται, ὧν στερουμένη ποίησις οὐκ ἂν εἴη ἔτι ποίησις. καὶ τέως μὲν λέγει ὡς αἱ ψυχαὶ τῶν μνηστήρων κάτω ἐλθοῦσαι εὗρον τὴν τοῦ Ἀχιλλέως, τὴν τοῦ Πατρόκλου, τὴν τοῦ ἀμύμονος Ἀντιλόχου, Αἴαντός τε ὃς ἄριστος ἔην, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλείωνα. καὶ αὐτοὶ μὲν περὶ τὸν Ἀχιλλέα ὡμίλουν· ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος ἀχνυμένη· περὶ δὲ αὐτὸν οἱ σὺν ἐκείνῳ θανόντες οἴκῳ ἐν Αἰγίσθου, καθὰ καὶ ἡ πρώτη νεκυία δηλοῖ. καὶ τὸ ἐντεῦθεν ἄρχεται διαλογική τις ἠθοποιΐα ἔχουσα οὕτως ὡς ἀπὸ τοῦ Ἀχιλλέως· Ἀτρείδη, περὶ μέν σε φάμεν Διῒ ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, οὕνεκα πολλοῖσί τε καὶ ἰφθίμοισιν ἄνασσες δήμῳ ἐνὶ Τρώων ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί. ἦ τʼ ἄρα καὶ σοὶ πρῶτα, ἤγουν πρὸ καιροῦ κατὰ τοὺς Ἀττικοὺς, παραστήσεσθαι ἔμελλε Μοῖρʼ ὀλοὴ, ἣν οὔ τις ἀλεύεται ὅς κε γένηται, τουτέστιν ἣν ὀλοὴν μοῖραν οὐδεὶς ἐκφεύγει τῶν ἐν γενέσει κἂν εὐδαιμονοίη, ὡς καὶ ἡ Ἰλιὰς λαλεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ περὶ τῶν δύο πίθων, οἳ Διὸς ἐν οὔδει κατάκεινται. εἶτα ἐπάγει, ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες, δήμῳ ἐνὶ Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν· τῷ κέν τοι, ἤγουν οὕτως ἄν σοι, τύμβον μὲν ἐποίησαν Παναχαιοὶ, καὶ σῷ δὲ ἂν παιδὶ μέγα κλέος ἤραο ὀπίσω· νῦν δʼ ἄρα σε οἰκτίστῳ θανάτῳ ἐχρῆν ἁλῶναι. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ἀχιλλέως. ἐν οἷς ἔπαινός τέ τις κεῖται βασιλικὸς καὶ ἱστορία τοῦ εὐρυκρείοντα κατά γε τὰ Τρωϊκὰ μόνα εἶναι τὸν Ἀγαμέμνονα, ὡς δηλοῖ τὸ, πολλοῖσιν ἄνασσες δήμῳ ἐνὶ Τρώων. ἔτι δὲ καὶ φιλοσοφία τοῦ ἀπαθῆ κακομοιρίας εἶναι τὰ μὴ ὑπὸ γένεσιν καὶ ἠθικὴ διδασκαλία τοῦ αἱρετώτερον εἶναι καὶ γενναῖον ἄνδρα ἐν πολέμῳ θνήσκειν ἐνδόξως ἑαυτῷ τὸν τοῖς αὐτοῦ ἤ περ ὕστερον ἀκλεῶς. ἐν οἷς καὶ τὸ, τιμῆς ἀπονήμενος ἧς περ ἄνασσες, εἴρηται ἀντὶ τοῦ κερδήσας καὶ ὄνησίν τινα σχὼν τῆς βασιλείας, διʼ ἧς ἄνασσες ἢ ἧς ἕνεκεν ἄνασσες. οὐ γὰρ τιμῆς ἀνάσσει τις ἀλλὰ χάριν ἢ ἕνεκεν τιμῆς. ἐν οἷς καὶ τὸ μὲν, πολλοῖς ἄνασσες, πρὸς διαστολὴν μικροβασιλείας εἴρηται, τὸ δὲ, καὶ ἰφθίμοις, πρὸς ἔνδειξιν τῆς Ἑλληνικῆς γενναιότητος. καὶ τοιαύτη μὲν ἡ τοῦ Ἀχιλλέως εἰδωλοποιΐα. ἡ δέ γε τοῦ βασιλέως ἐπὶ τῷ Ἀχιλλεῖ ἀντισεμνύνει μὲν τὸν Ἀχιλλέα μάλιστα διὰ μακροῦ λόγου. ἑαυτῷ δὲ ἀκερδὲς τὸ τοῦ Τρωϊκοῦ πολέμου δείκνυσι τέλος ἐν πάνυ ὀλιγίστῳ λόγῳ· ἔφθη γὰρ ἤδη ὁ Ἀχιλλεὺς ἐν τοῖς ῥηθεῖσι περὶ τῆς τοιαύτης πλατύτερον δυσπραγίας εἰπεῖν. ἔχει δὲ ὧδέ πως καὶ ἅ περ ἠθοποιεῖται κατὰ τὸν βασιλέα· ὄλβιε Πηλέος υἱὲ θεῷ ἐπιείκελʼ Ἀχιλλεῦ, ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος, τοῦ Θετταλικοῦ δηλαδή· ἀμφὶ δέ σʼ ἄλλοι κτείνοντο Τρώων καὶ Ἀχαιῶν ἄριστοι μαρνάμενοι περὶ σοῦ, σὺ δὲ στροφάλιγγι κονίης κεῖσο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων. ὃς δὴ ὁλοδάκτυλος στίχος κεῖταί που καὶ ἐν Ἰλιάδι. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθα, οὐδʼ ἂν πάμπαν παυσάμεθα πολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν, ἢ δηλαδὴ τὸν ἀέρα στροφάλιγγι κονίης συγχέας ἢ καὶ ἄλλως ἐκφοβήσας κατά τι πάθος αἰγίδος τῆς πολλαχοῦ δηλουμένης. αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, κάτθεμεν ἐν λεχέεσσι καθήραντες χρόα καλὸν ὕδατί τε λιαρῷ καὶ ἀλείφατι, πολλὰ δέ σε ἀμφὶς δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας. ἅ περ εἴωθεν ἐπὶ νεκροῖς γίνεσθαι, ὡς καὶ ἐν τοῖς κατὰ τὸν Πάτροκλον φαίνεται. εἶτα λέγει ἡ εἰδωλοποιΐα καὶ ὡς ἡ μήτηρ Θέτις μαθοῦσα ἐξ ἁλὸς ἦλθε σύν γε ταῖς Νηρηΐσιν, βοὴ δʼ ἐπὶ πόντον ὀρώρει θεσπεσίη, ἡ ἐξ ἐκείνων, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς. διʼ ὧν φόβος θαλάττιος φράζεται. καὶ δή, φησιν, ἀναΐξαντες ἔβησαν ἂν οἱ Ἀχαιοὶ πεφοβημένοι, ὅ ἐστι πεφευγότες, ἐπὶ νῆας, εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδὼς, Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλὴ, δηλώσας μὴ χρῆναι φεύγειν διὰ τὸ τὴν μητέρα Θέτιν ἐξ ἁλὸς ἔρχεσθαι οὗ παιδὸς ἀντιόωσαν. καὶ οἱ μὲν οὕτως ἔσχοντο φόβου ἤγουν φυγῆς, ἀμφὶ δέ σε, φησὶν, ἔστησαν αἱ Νηρηΐδες οἰκτρὰ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν, τουτέστιν ἐνέδυσαν. Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γε νοήσας Ἀργείων· τοῖον γὰρ ἐπώρορεν, ἢ ἐπόρνυε, Μοῦσα λίγεια. ἑπτακαίδεκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ κλαίομεν, ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι, ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρὶ, πολλὰ δέ σε ἀμφὶς μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς. καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ καὶ μέλιτι γλυκερῷ, πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ τεύχεσιν ἐῤῥώσαντο πυρὴν περικαιομένοιο πεζοί θʼ ἱππῆές τε, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο, ἠῶθεν δή τοι λέγομεν, τουτέστι συνήγομεν, λευκὰ ὀστέα, Ἀχιλλεῦ, οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ χρύσεον ἀμφιφορῆα, Διονύσοιο δὲ δῶρον φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο. τοῦτο μὲν διὰ τὸ ἐν πυρὶ τεχνικῶς κατειργάσθαι, ἐκεῖνο δὲ διὰ τὸ ἐπιτετηδεῦθαι ὑποδέχεσθαι οἶνον, εἰς ὃν ἀλληγορεῖται Διόνυσος. ἐν τούτῳ σοι κεῖται λευκὰ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ, μίγδα δὲ Πατρόκλοιο, χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα. διὸ καὶ ἀναμὶξ μὲν ἔκειτο τὰ Πατρόκλου καὶ Ἀχιλλέως ὀστέα συγκεχυμένα, ἰδίᾳ δὲ συμπαρέκειντο τὰ τοῦ Ἀντιλόχου. ἀμφʼ αὐτοῖσι δὲ μέγαν καὶ ἀμύμονα τύμβον χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων ἀκτῇ ἐπὶ προὐχούσῃ ἐπὶ πλατεῖ Ἑλλησπόντῳ, τῷ δηλουμένῳ ἐν Ἰλιάδι, ὡς ἂν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴης διὰ τοῦ τάφου, οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται. μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν. ὃν δὴ ἀγῶνα ἐξαίρων ἐπαινετικῶς ἐπάγει· ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας ἡρώων, ὅτε ἄν ποτε ἀποφθιμένου βασιλῆος ζώνυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα, ἤγουν εἰς ἀγῶνας ὁπλίζονται. ἀλλά γε κεῖνα μάλιστα ἰδὼν θυμῷ ἐτεθήπεα ἢ ἐτεθήπεας, οἷα ἐπὶ σοὶ κατέθηκε μήτηρ περικαλλέʼ ἄεθλα, μάλα γὰρ φίλος ἦσθα θεῷ. ὡς σὺ μὲν οὐδὲ θανὼν ὄνομα ὤλεσας, ἀλλά τοι αἰεὶ πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλὸν, Ἀχιλλεῦ. αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἤγουν ἡδονὴ καὶ ὄνησις, ἐπεὶ πόλεμον τολύπευσα, τουτέστι κατειργασάμην ὡς καὶ ἀλλαχοῦ κεῖται. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο, καθὰ καὶ προϊστόρηται. τοιαῦτα καὶ τὰ περὶ Ἀχιλλέως ἀφελῶς προηγμένα, ἤδη δὲ καὶ εὐτελῶς, καὶ τῆς μὲν Ὁμηρικῆς μεγαλονοίας οὐκ ἄξια, προσώπων δὲ ποιότητι πρέποντα, οὔτε χαιρόντων καὶ ἐν σκιαῖς εἰδώλων σωζόντων τὴν λογικότητα. ἔχει δὲ ὅμως ὁ λόγος ἱστορίας φίλας τῷ ποιητῇ καὶ λαλεῖ τι ὧν ἐνέλειψεν ἡ Ἰλιὰς, τὰ κατὰ τὸν θάνατον δηλαδὴ τοῦ Ἀχιλλέως, εἰ καὶ ἀτόνως γέγραπται καὶ ἐπελευστικῶς καὶ ὡς οὐκ ἂν ἐν Ἰλιάδι πεποίηκεν Ὅμηρος. μεγαλοπρεπῆ γὰρ ἐκεῖ τὰ πάντα καὶ ὄντως ἡρωϊκά. καὶ ἴσως πάνυ φιλοτιμησάμενος κατὰ τὸν ἐκεῖ ἐπιτάφιον ὁ ποιητὴς ὤκνησεν ἐνταῦθα ἐγχειρῆσαι ποιῆσαί τι ὅμοιον, ἴσως μὲν ἵνα μὴ καὶ ἄκων εἰς ἀκαίρους ταυτολογίας ἐμπέσῃ, ἴσως δὲ καὶ διὰ τὸ μὴ ἔχειν ἐνταῦθα κρειττόνως φράσαι τὰ πράγματα ἤ περ ἐκεῖ. ὁ δὲ τοῦ Νέστορος ἔπαινος καὶ ἡ τῆς Θέτιδος καὶ τῶν Νηρηΐδων ἔλευσις καὶ αἱ τῶν ζῴων σφαγαὶ καὶ τὸ περὶ ἀλείφατος καὶ μέλιτος καὶ τὸ πολλοὺς περὶ τὴν τοῦ Ἀχιλλέως πυρὰν Ἀχαιοὺς ἥρωας τεύχεσι ῥώσασθαι ἤτοι ἐῤῥωμένως κινηθῆναι καὶ τὰ κατὰ τὸν χρύσεον ἀμφιφορῆα καὶ ἡ περίοπτος τοῦ Ἀχιλλέως τύμβευσις ἐκ τῶν κατὰ τὴν Ἰλιάδα σποράδην κειμένων ἐνταῦθα εἰς ἓν εἵλκυσται. δοκεῖ δὲ ἡ πᾶσα κατὰ τὸν Ἀγαμέμνονα ἠθοποιΐα ὑποκινηθῆναι ἐκ τῆς κατὰ τὸν Ἀχιλλέα, οὗ περ οἰκτισαμένου τὸν βασιλέα ἐφʼ οἷς μηδὲν ἀπονήμενος ὧν περὶ Τροίαν ἔκαμε δεινότατα τέθνηκεν ἐν τῇ πατρίδι, λαβὼν ἐκεῖθεν ἀρχὴν μακαρίζει ὁ βασιλεὺς τὸν Ἀχιλλέα ὡς ἐκ τοῦ ἐναντίου αὐτὸν ἀπονήμενον ἧς εἶχε τιμῆς καὶ θανόντα ἐκεῖ εὐκλεῶς ἐν Τροίῃ ἑκὰς Ἄργεος. Ὅρα δʼ ἐν τούτοις καὶ ὅτι τὰς Μούσας εἰς ἐννεάδα ὁρίσας ὁ ποιητὴς ὅμως χαίρει καὶ οὕτω τῇ συνήθει ἑνικῇ προσηγορίᾳ ἐπαγὼν τὸ, τοῖον γὰρ ἐπώρορε Μοῦσα, ὡς ταυτὸν ὂν ἑνικῶς τε Μοῦσαν λόγῳ προσηγορικῷ καὶ Μούσας πληθυντικῶς εἰπεῖν. ἔνθα καὶ τοὺς ἐπιταφίους οἴκτους καὶ μονῳδικοὺς διὰ τῶν Μουσῶν αἰνίττεται ὁ ποιητὴς, αἳ κοσμοῦσι τὴν τοῦ Ἀχιλλέως ταφὴν ὡς καὶ ἐν Ἰλιάδι τὴν τοῦ Τρωϊκοῦ στρατηγοῦ ἀοιδοῦ θρήνων ἔξαρχοι. οὕτω γάρ πως θρηνῳδοὶ καὶ νῦν αἱ Μοῦσαι, ὡς δηλοῖ καὶ τὸ, ὀπὶ καλῇ, εἴτουν ἀοιδῇ, θρήνεον· διʼ ἧς ἐρεθιζόμενοι ἄνθρωποι οὐ δύνανται μένειν ἀδάκρυτοι. Ἰστέον δὲ ὅτι ἐν τῷ, ὄλβιε Πηλέος υἱὲ, Ἰωνικῶς ἐκλίθη τὸ Πηλέος· διὸ συστέλλει τὴν λήγουσαν ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων. Στροφάλιγγα δὲ κονίης καὶ ἀέλλης εἰπεῖν ταυτόν ἐστιν, ἐπεὶ καὶ τὸ στρέφειν καὶ τὸ εἰλεῖν ὅμοια, ὧν τὸ μὲν τὴν στροφάλιγγα παράγει, τὸ δὲ τὴν ἄελλαν. Χρόα δὲ καλὸν λέγει τὸν τοῦ νέκυος Ἀχιλλέως ἢ ὡς ποτὲ τοιοῦτον ὅτε δηλαδὴ ἔζη ἢ καὶ ὡς μετὰ θάνατον. τερατεύεται γὰρ καὶ τοιαῦτα ἡ ποίησις ὡς δηλοῖ καὶ ἐπὶ τοῦ νεκροῦ Πατρόκλου τὸ, ἔμπεδος αὐτῷ ἔσται χρὼς ἢ καὶ ἀρείων. Ἐν δὲ τῷ, ὕδατι λιαρῷ καὶ ἀλείφατι, ἄλειφαρ ἢ τὸ ἔλαιόν φησιν ἢ καὶ εἶδός τι ἀλείμματος εὐώδους ἕτερον. Ὁ δὲ τοῦ Νέστορος ἐνταῦθα ἔπαινος παντὶ ἁρμόζει γέροντι συνετῷ. Τὸ δὲ, ἴσχεσθʼ Ἀργεῖοι μὴ φεύγετε κοῦροι Ἀχαιῶν, ἐξ Ἰλιάδος παρείλκυσται καὶ αὐτό. Τὰς δὲ Νηρηΐδας παραφράζων ἀθανάτας τε ἁλίας λέγει καὶ κούρας ἁλίοιο γέροντος τοῦ Νηρέως δηλαδή. Ἐνταῦθα δὲ ἰστέον ὅτι κοινῶς μὲν Νηρηΐδες πᾶσαι αἱ τοῦ Νηρέως θυγατέρες. παραδέδοται δὲ ἄλλως ὅτι ἐν ὑπομνήματι Βακχυλίδου τοῦ λυρικοῦ διαφορὰ Νηρεΐδων φέρεται καὶ Νηρέως θυγατέρων οὕτως· εἰσὶν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν τοῦ Νηρέως θυγατέρων, καὶ τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων κοινότερον Νηρεΐδας καλεῖσθαι. πιθανὸν οὖν τὰς μὲν ἐκ μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγατέρας λέγεσθαι, Νηρεΐδας δὲ τὰς συνεισάκτους. Καὶ ὅρα ἐν τούτοις τὸ Νηρεΐδας κοινὸν ὂν ἢ καὶ Ἀττικόν· τὸ γὰρ Νηρηΐδας Ἰωνικώτερον ἐκ τῆς Νηρῆος Ἰώνων γενικῆς. καὶ τοιάδε μὲν ταῦτα. Ἐν δὲ τῷ, παιδὸς ἀντιόωσαν, σημείωσαι τὴν λέξιν ὡς φανερῶς τὸ μετέχειν ἁπλῶς δηλοῦσαν καὶ ἄντην γίνεσθαι. Περὶ δὲ τοῦ ἑπτακαίδεκα καὶ τοῦ, νύκτας τε καὶ ἦμαρ οὐ μὴν ἤματα, προδεδήλωται. Τὸ δὲ, ἔδομεν πυρὶ, περίφρασίς ἐστι τοῦ ἐκαύσαμεν. ἔχει δέ τι καινὸν ἐνταῦθα τὸ πυρὶ οὐδέτερον ὡς λεχθὲν κοινότερον· ἄλλως γὰρ ἐπὶ τῶν τοιούτων ἡ πυρὰ κυριολεκτεῖται, ὡς δηλοῖ καὶ τὸ, ἐῤῥώσαντο πυρὴν πέρι καιομένοιο. Ἐσθῆτα δὲ θεῶν λέγει τὰ μυθικῶς ἄμβροτα εἵματα τὰ ἀνωτέρω ῥηθέντα, καλά τινα ὡς εἰκὸς ὄντα καὶ βασιλικὰ καὶ διατοῦτο ἐπικηρυσσόμενα θείᾳ κλήσει. Ὅτι δὲ τὸ μέλι καὶ νεκρικὸν ἐδόκει μείλιγμα εἶναι, δηλοῦσι πολλοί. Τὸ δὲ, ἤνυσε φλὸξ, ἀντὶ τοῦ ἔκαυσεν, ἐτελείωσε. λέξις δὲ αὕτη οὐ ποιητικὴ μὲν, καιριωτάτη δέ. Τὸ δὲ Ἀχιλλεῦ, τρὶς ῥηθὲν ἐν τέλει στίχων, ἢ πρὸς θαῦμα κεῖται ἢ πρὸς στιχικὴν ἁπλῶς ἀναπλήρωσιν. Τὸ δὲ ἐν ἀκράτῳ οἴνῳ καὶ ἀλείφατι τουτέστιν ἐλαίῳ ἢ ἄλλως ἀλοιφῇ τινὶ λίπους τὰ ὀστᾶ τῶν τεθνεώτων τίθεσθαι σόφισμα ἦν τοῦ παραμένειν αὐτὰ εἰς μακρόν. Τὸν δὲ ῥηθέντα χρύσεον ἀμφιφορῆα συλλογιστέον οἷος ἂν ἦν τὸ μέγεθος εἰ τριῶν ἀριστέων ὀστᾶ ἐδέξατο. Τὸ δὲ μίγδα ἐκ τοῦ μίγδην μεταπέπλασται, ὡς ἐκ τοῦ κρύβδην καὶ κύβδην τὸ κρύβδα καὶ κύβδα παρὰ τῷ κωμικῷ. Ἱερὸν δὲ στρατὸν λέγει τὸν Ἑλληνικὸν, ὡς ὑπὲρ ἀρετῆς τολυπεύσαντα τὸν δεκαετῆ ἐκεῖνον πόλεμον. Ἀκτὴ δὲ προὔχουσα ἡ αὐτὴ ἂν εἴη τῇ προβλῆτι ἀκτῇ, περὶ ἧς εἴρηται ἀλλαχοῦ. Τὸ δὲ ζώνυνται ὡς ἀπὸ μέρους τοῦ πλείονος εἴληπται· ἡνιόχοι μὲν γὰρ καὶ τοξόται καὶ ἀκοντισταὶ καὶ δισκοβόλοι ζώνυνται, δρομεῖς δὲ καὶ παλαισταὶ γυμνοὶ ἀθλοῦσι. Τὸ δὲ, ἐτεθήπεα ἤγουν ἐθαύμασα θυμῷ, δηλοῖ μὲν τὸ κατὰ ψυχὴν θάμβος, οὐ μὴν τὸ κατὰ λόγον προφορικόν. γράφεται δὲ καὶ ἐτεθήπεας ἐν δευτέρῳ προσώπῳ, ὥς περ καὶ ἀνωτέρω αὐτοῦ τὸ ἀντεβόλησας, ἵνα λέγῃ ὁ βασιλεὺς τῷ Ἀχιλλεῖ, ὅτι πολλοῖς μὲν τάφοις περιέτυχες καὶ ἀγῶσιν, ἰδὼν δʼ ἂν ἐκεῖνα τὰ κατὰ σὲ μάλιστα ἐθαύμασας ἄν. ἔτι γράφεται τὸ αὐτὸ καὶ ἐτεθήπεο καὶ σημαίνει τὸ αὐτὸ ἤγουν τὸ ἐθαύμασας. καὶ ἔστιν ἡ τοιαύτη γραφὴ Δωρικὴ Συρακουσία, ἔνθα σύνηθες τὸν παρακείμενον μετάγειν εἰς ἐνεστῶτα· ἐκ τοῦ πέπληγα γοῦν καὶ πέφυκα, πεπλήγω καὶ πεφύκω φασὶν οἱ ἐκεῖ, ὥστε οὕτω καὶ ἐκ τοῦ τέθηπα τεθήπω γίνεται Δωρικῶς, οὗ παθητικὸς ἐτεθηπόμην ἐτεθήπου καὶ Ἰωνικῇ διαλύσει ἐτεθήπεο. τὸ μέντοι ἐτεθήπεα καὶ ἐτεθήπεας κοινοῦ ὑπερσυντελίκου μεταποίησίς ἐστιν Ἰωνική· ὡς γὰρ τὸ ἐτετύφειν ἐτετύφεις, ἐτετύφεα καὶ ἐτετύφεας οἱ Ἴωνες λέγουσιν, οὕτω καὶ τὸ ἐτεθήπειν ἐτεθήπεις, ἐτεθήπεα ἐτεθήπεας. Τὸ δὲ, ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομα ὤλεσας καὶ ἑξῆς, φράσις ἐστὶν εὐκλείας τῆς μετὰ θάνατον. Ὅτι παρεισοδιάζων εὐμεθόδως ὁ ποιητὴς τῇ ἐνταῦθα μικρᾷ δευτέρᾳ νεκυίᾳ ἱστορίαν παλαιοτέραν τῶν Τρωϊκῶν, πῶς δηλαδὴ Ὀδυσσεὺς εἰς Τροίαν ἔπλευσε, καὶ ἅμα καὶ μνήμην ἐπιτηδείως καὶ ἀνακεφαλαίωσιν τῶν κατὰ τοὺς μνηστῆρας ποιούμενος, ἤγουν ὧν ἐποίησαν καὶ ὧν ἔπαθον, πλάττει ὡς Ἀμφιμέδων Ἰθακήσιος μνηστὴρ ξένος ἦν Ἀγαμέμνονι, γνωρισθεὶς ὅτε εἰς Ἰθάκην κατῆλθε καὶ ἐπεξενώθη τοῖς τοῦ Ἀμφιμέδοντος ὀτρυνέων Ὀδυσῆα σὺν Μενελάῳ εἰς Ἴλιον ἕπεσθαι, ὅτε φησὶ μηνὶ οὔλῳ τουτέστιν ὅλῳ καὶ ἀκεραίῳ σπουδῇ παραπείσαντες Ὀδυσσέα, τουτέστι μόλις ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. ὤκνει γὰρ τὸν πόλεμον διὰ τὸ μέγεθός φασι τοῦ κινδύνου καὶ τὸ τῆς μάχης δυσκατόρθωτον· καθὰ καὶ ὁ λαμπρὸς Ἀμφιάραος μόλις ἐπείσθη ταῖς Θήβαις ἐπιστρατεῦσαι, καὶ Ἀχιλλεὺς δὲ ὁμοίως τῇ Τροίᾳ ὁ καὶ ἀνδρεῖος καὶ καλός. οὕτω τοίνυν μηνὶ οὔλῳ τὸν Ὀδυσσέα πείσαντές, φησιν, ἐπερήσαμεν πόντον. τοῦτον οὖν τὸν Ἀμφιμέδοντα ἰδὼν ἐν Ἅιδου καταχθέντα νῦν ὁ Ἀγαμέμνων ἐρωτᾷ πλασματικῶς ὡς ἐν ἠθοποιΐᾳ καὶ τοῦτο· τί παθόντες ἐρέμνην γαῖαν ἔδυτε πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδʼ ἂν ἄλλος κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους. ἔπαινος δὲ ταῦτα ἐκκρίτων καὶ ἐπιλέκτων νέων. εἶτα ἐρωτήσας πέντε στίχους καθεξῆς ἀπαραποιήτως οὓς ἐν τῇ πρώτῃ νεκυίᾳ τὸν Ὀδυσσέα ἠρώτησε περὶ τοῦ ἢ κατὰ τὴν θάλασσαν ἔπαθεν ἢ περὶ χέρσον ληϊζόμενος. καὶ εἰπὼν, ἢ οὐ μέμνῃ ὅτε ἐκεῖσε, ἤγουν εἰς Ἰθάκην, κατῆλθον, ὡς ἐῤῥέθη, καὶ ἀπαιτήσας ἀπόκρισιν ἀκούει ἐκ τοῦ Ἀμφιμέδοντος ἱστορικῶς, ὅτι τε μέμνημαι τάδε πάντα, συνταχθέντος νῦν ἀρχαϊκῶς τοῦ μέμνημαι μετὰ αἰτιατικῆς, καὶ μετὰ τοῦτο ἀφήγησιν μανθάνει δηλοῦσαν τί παθόντες οἱ τηλικοῦτοι ἦλθον πρὸ ὥρας ὑπὸ γῆν. καὶ πρῶτος ἀφηγεῖται τὰ κατὰ τὸν ἱστὸν, καὶ ὡς τρίετες μὲν ἔληθε δόλῳ ἡ Πηνελόπη καὶ ἔπειθε τοὺς Ἀχαιούς· εἰς δὲ τὸ ἑξῆς ἐφευρέθη τεχνωμένη δόλον. καὶ ὡς τὸ μὲν ἐξετέλεσεν ὑπʼ ἀνάγκης. ἐπεὶ δὲ φᾶρος ἔδειξεν ὑφῄνασα μέγαν ἱστὸν πλύνασα, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ, καὶ τότε Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων ἀγροῦ ἐπʼ ἐσχατιὴν, ὅθι δώματα ναῖε συβώτης. ἔνθα ἦλθε φίλος υἱὸς Ὀδυσῆος θείοιο ἐκ Πύλου διεκφυγὼν μνηστῆρας θάνατον κακὸν ἀρτύνοντας, τουτέστιν ἀρτύοντας, εὐτρεπίζοντας. καὶ Τηλέμαχος μὲν πρόσθεν ἡγεμόνευε, συβώτης δὲ ὕστερον ἦγε κακὰ χροῒ εἵματα ἔχοντα, καὶ ἑξῆς ὥς που προεγράφη. καὶ ἡμῶν μέν, φησιν, οὐδεὶς ἐδύνατο γνῶναι αὐτὸν ἐξαπίνης προφανέντα, οὐδʼ οἳ προγενέστεροι ἦσαν, ἀλλʼ ἔπεσί τε κακοῖσιν ἐνίσσομεν, τουτέστιν ἐκακολογοῦμεν, ἠδὲ βολῇσιν, τουτέστι βολαῖς ταῖς διὰ ὀστῶν καὶ ξύλων. ὁ δὲ τέως μὲν ἐτόλμα βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ· ἀλλʼ ὅτε δή μιν ἔγειρε θεοῦ νόος, σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσσεν ὀχῆας, τουτέστι μοχλοὺς τούς τε τῆς γυναικωνίτιδος καὶ τοὺς περὶ τὴν αὐλήν. ὁ δὲ πολυκερδείῃσι, τουτέστι κερδαλεότητι καὶ δόλοις, ἄνωγε τὴν γυναῖκα τόξον μνηστῆρσι θεῖναι πολιόν τε σίδηρον, τὸν προῤῥηθέντα τοὺς δώδεκα δηλαδὴ πελέκεας, ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν. ἔνθα ὁ τἄλλα πρὸς ἀλήθειαν εἰπὼν Ἀμφιμέδων ὑποψεύδεται· οὐ γὰρ καθὰ τὸ εἴδωλον τὴν τοῦ τόξου θέσιν οἴεται πολυκερδείαις Ὀδυσσέως γενέσθαι, οὕτω καὶ τἀληθὲς εἰς τὸ πᾶν ἔχει, ἀλλʼ ἐβουλεύσατο μὲν αὐτὸ ἡ Πηνελόπη πρώτη, ἐπέκρινε δὲ Ὀδυσσεύς. ὁ δʼ Ἀμφιμέδων ἀνακεφαλαιούμενος καὶ τὰ ἑξῆς φησίν· οὐδέ τις ἡμῶν δύνατο κρατεροῖο βιοῖο νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν, ἤγουν ὕστεροι ἀπὸ τοῦ δεύω, ἐξ οὗ ὁ δεύτερος καὶ ὁ δεύτατος. ἐν ἄλλοις δὲ καὶ τὸν ἐπιδεῆ, ὅ ἐστι χρῄζοντα, ἡ λέξις δηλοῖ, ὡς καὶ ἐν τῷ, τά τʼ ἔλδεται ὅς κεν ἐπιδεύης. ἀλλʼ ὅτε, φησὶ, χεῖρας ἐκείνου ἵκανε τόξον, ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι κωλύοντες τὴν διʼ Εὐμαίου δόσιν τοῦ τόξου. Τηλέμαχος δὲ μόνος ἐποτρύνων ἐκέλευσεν. ὁ δὲ δεξάμενος ῥηϊδίως ἐτάνυσε βιόν· στῆ δʼ ἂρ ἐπʼ οὐδὸν ἰὼν, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα. αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα, τοὶ δʼ ἀγχηστῖνοι ἔπιπτον. γνωτὸν δʼ ἦν ὅτι θεὸς αὐτοῖς ἐπιτάῤῥοθος ἦεν, ὃ δὴ θείαν ἐπικουρίαν δηλοῖ. αὐτίκα γάρ, φησι, κατὰ δώματα οἱ ἀμφὶ τὸν Ὀδυσσέα ἐπισπόμενοι, ἤγουν ἐπακολουθοῦντες, μένεϊ σφῷ, ἤγουν ἰδίᾳ δυνάμει, κτεῖνον ἐπιστροφάδην καὶ ἑξῆς ὡς πρὸ τούτων διεσκεύασται. καὶ οὕτω μὲν ὁ τῆς ἠθοποιΐας Ἀμφιμέδων, προσθεὶς καὶ ὅτι ὣς ἡμεῖς ἀπωλόμεθα, ὧν ἔτι καὶ νῦν σώματʼ ἀκηδέα κεῖται ἐκεῖ· οὐ γάρ πω ἴσασι φίλοι, οἱ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων καταθέμενοι γοάοιεν· τὸ γὰρ γέρας ἐστὶ θανόντων, τὸ ἀπονιφθῆναι δηλαδὴ καὶ κλαυθῆναι, ἀκολούθως δὲ πάντως καὶ ταφῆναι. χαίρει δὴ ἐπὶ τούτοις ἡ τοῦ Ἀτρείδου ψυχὴ καὶ φησὶν ἠθοποιητικῶς· ὄλβιε Λαέρταο πάϊ πολυμηχανʼ Ὀδυσσεῦ, ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ, τουτέστιν εὐτυχίᾳ, εὐδαιμονίᾳ, ἐκτήσω ἄκοιτιν. ὃ σαφέστερον ἑρμηνεύων ἐπάγει· ὡς ἀγαθαὶ φρένες ἦσαν ἐχέφρονι Πηνελοπείῃ· ὡς εὖ μέμνηται ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται ἧς ἀρετῆς, τῆς φρονήσεως καὶ σωφροσύνης δηλονότι. τεύξει δʼ ἐπιχθονίοισιν ἀοιδὴν αὐτῇ θεὸς χαρίεσσαν. οὐχʼ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα κουρίδιον κτείνασα πόσιν· στυγερὴ δὲ ἀοιδὴ ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὄπασσε θηλυτέρῃσι γυναιξὶ καὶ ἥ περ ἂν εὐεργὸς ἔῃσιν, ἤγουν εἰς παράδειγμα κεῖται ψόγου, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον τοῖς ψέγουσι τὰς ἐπʼ ἀληθείᾳ φαύλας γυναῖκας, ἀλλὰ καὶ εἴ τις φιλαπεχθημόνως ἀγαθὴν γυναῖκα ψέξαι βούλοιτο. Ὁμήρου δὲ καὶ ταῦτα δεξιότης, τόπους τινὰς πολλαχοῦ παραδιδόντος τεχνικῶς ψόγων τε καὶ ἐπαίνων τοῖς ὁμιληταῖς. καὶ οὕτω μὲν εἰς ἔπαινον Πηνελόπης ἐνταῦθα τὰ τῆς νεκυίας ταύτης περαίνεται διὰ μέσου τοῦ βασιλέως, ὃς καὶ ἐν τῇ πρώτῃ καὶ μεγάλῃ νεκυίᾳ τὸν Ὀδυσσέα ἐθάῤῥυνεν ὡς μηδὲν πεισόμενον κακὸν ἐκ τῆς Πηνελόπης ὡς ἀγαθῆς γυναικός. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν οὐκ ἀναγκαστὸν τῷ Ὀδυσσεῖ γενέσθαι ἱστορεῖ τὸν εἰς Ἴλιον πλοῦν, εἰς ὃν ἄμφω οἱ βασιλεῖς ἥκουσιν οὐ βιασόμενοι, ἀλλʼ ὀτρύνοντες καὶ σπουδῇ παραπείσοντες συμπλεῦσαι εἰς Ἴλιον· μηνὶ γὰρ οὔλῳ κατειργάσαντο διὰ πειθοῦς ἐκεῖνον, οἷα κατὰ σύνεσιν ἢ καὶ ἐκ μαντείας εἰδότα τὸ τῆς Τρωϊκῆς μάχης δυσαποτέλεστον. εἰ δὲ καὶ οἱ μεταγενέστεροι δειλίαν κατηγοροῦσι τοῦ ἥρωος καὶ προσποίητον μανίαν θρυλοῦσι καὶ τὴν ἀνομοειδῆ συζυγίαν τῶν ζῴων προσιστοροῦσιν, ἣν ζεύξας μετεχειρίσθη τὸ ἄροτρον, καὶ τὸν ὑπὸ Παλαμήδους προφέρουσιν ἔλεγχον διὰ τοῦ βρεφυλλίου παιδὸς Τηλεμάχου καὶ ἄκοντά φασιν εἰς Τροίαν στρατεύσασθαι, λεγέτωσαν ἃ βούλονται· οἵ περ οὐ μόνον τοῦ Ὀδυσσέως τοιαῦτα καταγράφουσιν, ἀλλὰ καὶ τὸν Ἀχιλλέα τῇ γυναικωνίτιδι παραβύουσι, καὶ κερκίδα χειρίσαντες πρὸς ἱστουργίαν τὰς χεῖρας γυμνάζουσι, καὶ διὰ Παλαμήδους ἐκφήναντες καὶ αὐτὸν ἄγουσιν εἰς Τροίαν ἐλέγχιστον· ὧν οὐδὲν Ὅμηρος ἱστορεῖ, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, ἔνθα οὐ φαίνεται οὐδὲ τῷ Ἀχιλλεῖ κατʼ ἀνάγκην γενέσθαι ὁ εἰς τὴν Ἴλιον πλοῦς. καὶ Σοφοκλῆς δὲ διὰ τοῦ Τεύκρου τὸν Αἴαντα ἑαυτοῦ φησὶν ἄρχειν καὶ οὐχʼ ὑπὸ τὴν ἀνάγκην τοῦ σκήπτρου κεῖσθαι τῶν βασιλέων. Ἰστέον δὲ καὶ ὅτι ταυτὸν μέλαιναν γῆν εἰπεῖν καὶ ἐρεμνὴν γαῖαν, ὡς ἐν τοῖς ῥηθεῖσι κεῖται. Κεκριμένοι δὲ οἱ ἐπιλελεγμένοι· διὸ καὶ ἐπήγαγε παραθείς· οὐδʼ ἂν ἄλλως κρινάμενος λέξαιτο, ἤγουν διακρίνας ἐπιλέξαιτο. λείπει δὲ ἐν τῷ διακρίνας εὐθεῖα, ἵνα λέγῃ ὅτι οὐδʼ ἂν ἄλλως τις διακρίνας λέξαιτο, ἢ καὶ ἑτέρως εἰπεῖν, οὐδʼ ἂν ἄλλως λέξαιτο εἴ τις κρίνοι, εἰ μὴ ἄρα τὸ ἄλλος εἴη ἀντωνυμία· τότε γὰρ ἀνελλιπῶς ἔχει ὁ λόγος. δῆλον δὲ ὡς ταυτὸν κρῖναι καὶ λέξασθαι· ἀφʼ ὧν τοῦ μὲν ὁ ἔκκριτος, τοῦ δὲ οἱ παρʼ Εὐριπίδῃ λεκτοὶ νεανίαι, καὶ ὁ ἐπίλεκτος καὶ ὁ λογὰς καὶ ἐπιλέγδην ἐπίῤῥημα. Τὸ δὲ, ἐκεῖσε κατῆλθον, ἢ ἀντὶ τοῦ ἐνελιμενίσθην, ὡς πολλαχοῦ ἐῤῥέθη, ἢ ἀντὶ τοῦ ἁπλῶς ἦλθον. Ἀττικοὶ μέντοι καὶ τὸ τὸν φυγάδα εἰς τὴν πατρίδα νοστῆσαι κατελθεῖν λέγουσιν, ἐπεὶ καὶ ἡ πατρὶς ἑκάστοις οἷά τις λιμήν ἐστι. Τὸ δὲ, σὺν Μενελάῳ, σχῆμά τι ἀμφιβολίας ἐμφαῖνον λέγει ὅμως οὐχʼ ὅτι καὶ τὸν Μενέλαον ὤτρυνεν εἰς μάχην ὁ βασιλεὺς, ἀλλʼ ὅτι κατῆλθεν εἰς Ἰθάκην σὺν Μενελάῳ, ἢ καὶ ὅτι καὶ αὐτὸς καὶ ὁ Μενέλαος τὸν Ὀδυσσέα ὤτρυνον. Τὸ δὲ, φᾶρος ἔδειξεν, ἀντὶ τοῦ, ἡλίῳ ἔφηνεν, εἰς φῶς ἤγαγεν. Ἱστὸς δὲ κυρίως μὲν ἐργαλεῖον ὑφαντικὸν ὁμώνυμον τῷ τοῦ πλοίου ἱστῷ παρὰ τὸ ἵστασθαι. νῦν δὲ ἐπὶ ὑφάσματος ἡ λέξις κεῖσθαι δοκεῖ, ὡς δηλοῖ τὸ, ὑφήνασα μέγαν ἱστὸν, οὗ μέρος τὸ φᾶρος, εἰ μὴ ἄρα ταυτὸν ἐνταῦθα φᾶρος καὶ μέγας ἱστός. Τὸ δὲ πλύνειν, ὃ νῦν ἐπὶ λινέου φάρους ἐῤῥέθη, γναφεύειν ἢ κναφεύειν ἐπὶ τῶν ἐριωδῶν λέγεται. Τὸ δὲ ῥηθὲν φᾶρος καὶ σπεῖρον ἐν τοῖς πρὸ τούτων ὠνόμασται. Ὅρα δὲ ὅτι καὶ νῦν ἐν τῷ τοῦ φάρους ἐπαίνῳ προηγεῖται ὁ πρὸς ἥλιον εἰκασμὸς τοῦ πρὸς τὴν σελήνην· ἠελίῳ γάρ φησιν ἐναλίγκιον ἠὲ σελήνῃ, καθʼ ὁμοιότητα τοῦ, ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης. Τὸ δὲ, ὅθι δώματα ναῖε συβώτης, παρῳδήθη ἐκ τοῦ, ὅθι δώματα ναῖε Θυέστης. Τὸ δὲ ἐνίσσειν ὡς ταπολλὰ ἐνίπτειν λέγεται, ἐξ οὗ καὶ ἐνίψω μέλλων καὶ τὸ ἠνίπαπε καὶ ἡ ἐνιπή. Ὅρα δʼ ἐνταῦθα καὶ ὅτι διχῶς τὸ ἐνίσσειν, λόγοις τε καὶ πληγαῖς, εἰ μὴ ἄρα ἐν τῷ βολῇσι προσυπακουστέον ἀνάλογον ῥῆμα, οἷον τὸ ἐβάλλομεν ἢ ἐπλήττομεν ἤ τι τοιοῦτον, ὁποῖα καὶ ἄλλα ποιεῖν εἴωθεν Ὅμηρος. Τὸ δὲ, ἐτόλμα τετληότι θυμῷ, ταυτὸν τῷ ἐκαρτέρει καὶ ὑπέμενε. παρὰ δὲ τοῖς ὕστερον ἡ τόλμα εἶδός τι θαρσαλεότητος. Ἡ δὲ πολυκερδείη ὁμοίως τῷ ἐλεγχείη καὶ ἐγχείη τὴν διὰ διφθόγγου ἔχει παραλήγουσαν ὡς ἀπὸ τοῦ κέρδεος. Τὸ δὲ, οὐδέ τις ἡμῶν, ταυτόν ἐστι τῷ, ἡμῶν οὐδεὶς, ὃ ἀνωτέρω εἴρηται. Ἐπιστοφάδην δὲ ὡς ἐν Ἰλιάδι καὶ πρὸ ὀλίγων τὸ ἐπιστρεπτικῶς, ἤγουν ὧδε καὶ ἐκεῖ, καὶ ὡς εἰπεῖν, κύκλωθεν ἢ πάντοθεν. Ἐν δὲ τῷ, σώματα ἀκηδέα, σώματα μὲν τὰ νεκριμαῖα συνήθως φησὶν, ἀκηδέα δὲ τὰ ἀτημέλητα· πρὸς ὅ περ ὁμοιότητά τινα ἔχει καὶ τὰ δυσκηδέα, ἢ καὶ ἄλλως ἀκηδέα τὰ ἀκήδευτα. Μέλανα δὲ βρότον λέγει ὡς εἴ περ εἶπε μέλαν αἷμα· βρότος γὰρ κυρίως ὁ ἐξ αἵματος μολυσμὸς, οὐχʼ ἁπλῶς μέντοι αἵματος ἀλλὰ βροτέου, ὅ ἐστιν ἀνθρωπίνου· ὃς δὴ βρότος καὶ βαρύνεται πρὸς διαστολὴν τοῦ βροτὸς τοῦ κατʼ ἄνθρωπον. οὕτω καὶ κακὸς μὲν τὸ ἐπίθετον ὀξυτόνως, Κάκος δὲ ἐν βαρυτονήσει λῃστὴς Λατῖνος, ὃν ἀνεῖλεν Ἡρακλῆς. πολλὰ δὲ τοιαῦτα καὶ ἕτερα. Ἐν δὲ τῷ, ἐξ ὠτειλέων, γενικώτερον εἴρηται ἡ ὠτειλὴ, τάς τε πόῤῥωθεν δηλοῦσα βολὰς καὶ τὰς ἐγγύθεν πληγάς. Σημείωσαι δʼ ἐν τούτοις καὶ τὸ, ὡς εὖ μέμνητʼ Ὀδυσῆος· μετὰ γενικῆς γὰρ συντέτακται τὸ μέμνηται, οὐ μὴν κατὰ τὸ, μέμνημαι τάδε πάντα, ὃ ἀνωτέρω κεῖται. Ἐν δὲ τῷ, τεύξει ἐπιχθονίοισιν ἀοιδὴν, ἐπὶ ἀγαθοῦ νοητέον τὴν ἀοιδὴν, ὡς δηλοῖ ἐπαχθὲν τὸ χαρίεσσαν· δῆλον δὲ καὶ ἐκ τῶν ἐφεξῆς, ἐν οἷς ἐξ ἐναντίου ἔφη ὡς ἡ Κλυταιμνήστρα στυγερὴ ἀοιδὴ τοῖς μετὰ ταῦτα ἔσσεται, ὥστε καὶ τὸ ἐκ τούτων ὁ ἀοίδιμος μέση λέξις κυρίως ἐστίν. Ὁ δὲ Τυνδάρεος εἰ καὶ παρὰ τοῖς ὕστερον ἐκτείνει τὴν λήγουσαν Ἀττικῶς, ἀλλὰ παρὰ τῷ ποιητῇ κοινῶς κλίνεται ὡς δηλοῖ τὸ, Τυνδαρέου κούρη. οὕτω καὶ ἐν Ἰλιάδι Πηνελέοιο φησὶν ἄνακτος, ὃν Πηνέλεων ἐν ἐκτάσει τῆς ληγούσης φασὶν οἱ Ἀττικοί. Ἐν δὲ τῷ, χαλεπὴν φῆμιν ὄπασσε, φανερῶς ἡ φῆμις ἐστὶν Ἰωνικῶς καθὰ καὶ ἀλλαχοῦ· δακτύλου γὰρ νῦν ἐστὶ παραλήγουσα ἡ τῆς αἰτιατικῆς ταύτης λήγουσα. ταυτὸν δὲ πάντως ἐνταῦθα ἡ στυγερὴ ἀοιδὴ καὶ ἡ χαλεπὴ φῆμις, ὥς περ ἀνωτέρω ταυτά εἰσι τὸ, κλέος ἀρετῆς, καὶ τὸ, ἀοιδὴ χαρίεσσα. Τούτων δὲ οὕτω προεκτιθεμένων καὶ ἐγνωσμένων ἤγουν τοῦ ψυχοπομπὸν ἐνταῦθα τὸν Ἑρμῆν πεπλάσθαι, τῆς Λευκάδος πέτρας, τῆς νεκυίας καὶ τῶν περὶ αὐτὴν, χρὴ μνησθῆναι τοῦ λοιποῦ καὶ ὧν εἰς τὴν νεκυίαν ταύτην ἐπεχείρησαν οἱ παλαιοὶ, ἣν οἱ μὲν ἐκμοχλεύοντες τῆς ποιήσεως ταύτης, οἱ δὲ συνιστῶντες τοιαῦτα εἶπον· Τίς, φασι, χρεία τοῦ δευτέρου τῆς νεκυίας ἐπεισοδίου; ἡ λύσις, ὅτι αἴτιον ἡ τῆς ποιήσεως πολύφωνος ποικιλία, καὶ ὅτι καὶ ἕτερα παρὰ τῷ ποιητῇ πολλὰ κεῖνται ὁμοειδῆ· οἷον, μονομαχίαι κατὰ πρόκλησιν καὶ σφαγαὶ κατὰ τύχην ὅμοιαι καὶ προσώπων μεγαλαυχίαι ταυτότητα ἔχουσαι. Ἔτι πῶς, φασὶ, χθόνιόν τε καὶ ψυχοστόλον ἀσυνήθως καλεῖ τὸν Ἑρμῆν; ἡ λύσις, ὅτι συνῳδὰ ταῦτα τοῖς Ἰλιακοῖς, ἔνθα ἐριούνιον αὐτὸν καλεῖ καθὰ καὶ ἐν τοῖς πρὸ τούτων· ὁ δὲ ἐριούνιος ἐκ τῆς ἔρας παραφωνεῖται. καὶ τὸν Ἡρακλῆν δὲ εἰς Ἅιδου Ἑρμείας πέμπει σὺν Ἀθηνᾷ, ὅτε τὸν Κέρβερον ἀνήγαγε. Πῶς δέ, φασι, καὶ πέτρα Λευκὰς πρὸς τοῖς τοῦ Ἅιδου ἀφεγγέσι τόποις; ἡ λύσις, ὅτι πρὸς τοῖς ἔτι πεφωτισμένοις μέρεσι κεῖσθαι δεῖ νοεῖν αὐτὴν, ὡς καὶ προείρηται. Ἔτι γελοῖον φασὶ μεθʼ οὕτω πολὺν χρόνον ἄχνυσθαι τὴν Ἀγαμέμνονος ψυχὴν ὡς προσφάτως θανοῦσαν καὶ τοῖς ἑταίροις συνολοφύρεσθαι· ἡ λύσις, ὅτι πρὸς αὐτῷ τῷ θανάτῳ τοιοῦτος ὢν ὁ Ἀγαμέμνων φυλάσσει διὰ τέλους τὸ οὕτω φαίνεσθαι· ταῖς γὰρ ψυχαῖς κατὰ τὸν ποιητὴν τὰ τῶν ἄνω παθημάτων εἴδωλα καὶ κάτω διηνεκῶς ἐμφαντάζονται, καθὰ καὶ ἡ πρώτη νεκυία ἐδήλωσεν. Ἔτι μέμφονται τὸ τὰς Μούσας αὐτὰς παρεῖναι τῷ θρήνῳ τοῦ Ἀχιλλέως, ὡς πρὸ ὀλίγων δεδήλωται· οὐχʼ Ἑλληνικὸν γάρ φασι τοῦτό γε, ἀλλὰ βαρβαρικόν. διὸ Ἕκτορι μὲν παρακάθηνται θρήνων ἀοιδοὶ, οὐ μὴν καὶ Πατρόκλῳ τῷ πάνυ κλαυσθέντι τοῖς Ἀχαιοῖς. καὶ τὸ λέγειν δὲ περὶ ὀκτωκαιδεκάτην ἡμέραν πυρκαϊᾷ τὸν Ἀχιλλέα δοθῆναι ἀγνοοῦντος ἐστί, φασι, τὴν Ὁμήρου περὶ ταφὰς δόξαν· παρʼ ᾧ, θάπτε με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω, φησὶ Πάτροκλος. πῶς δέ, φασι, καὶ ἐπιμίγνυνται τοῖς νεκροῖς οἱ μνηστῆρες, ὅπου Πάτροκλον οὐκ ἐῶσι μίσγεσθαι ἄταφον ὄντα; καὶ τοιαῦτα τινὰ παίξαντες οἱ ταῦτα φιλοκρινοῦντες καὶ ἀπορίας διασπαράξαντες, εἶτα καὶ λύσεσιν οἷον συνουλώσαντες, προσίενται ὅμως καὶ τὴν νεκυίαν ταύτην, ἀποδεχόμενοι αὐτῆς καὶ ὅτι τὰ κατὰ τὸν θάνατον τοῦ Ἀχιλλέως διέξεισι τὸν ἐν Ἰλιάδι σεσιγημένον, καὶ ὅτι ἐπαναλαμβάνει ὁπόσα τῆς ποιήσεως ταύτης οὐκ ἔφθη ὁ ποιητὴς ἀνακεφαλαιώσασθαι, τὰ κατὰ τὴν Πηνελόπην δηλαδὴ, ὡς ἐῤῥέθη, καὶ τὴν τοῦ Ὀδυσσέως λαθραίαν ἐπάνοδον. Ὅτι περιφράζων τὸν Ἅιδην Ἀΐδαο δόμους λέγει καὶ κεύθεα γαίης. ταυτὸν δὲ γῆς κευθμῶνας εἰπεῖν. Ὅτι ἐν τῷ, ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο καλὸν Λαέρταο τετυγμένον, ἐφʼ ὑψηλοῦ τινὸς τόπου κεῖσθαι τὴν Ἰθάκην φαίνεται, ὡς δηλοῖ τὸ κατέβαν. τοῦτο δὲ δῆλον καὶ ἐκ τοῦ ὑπὲρ πόλιος Ἑρμαίου λόφου, ὃς πρὸ τούτων εἴρηται. Τὸ δὲ καλὸν ἢ πρὸς τὸ ἀγρὸν κολλητέον, ἵνα εἴη καλὸς οὗτος ἀγρὸς ὁ τοῦ Λαέρτου, ἢ πρὸς τὸ τετυγμένον, ἵνα λέγῃ, καλὸν τετυγμένον, πρὸς ὁμοιότητα τοῦ, εὖ τετυγμένον, εἴτουν εὔτυκτον. ὃν καὶ ἠρέμα ὑπεκφράζων ἐνταῦθα κατά γε μόνην τὴν κατοίκησιν ὁ ποιητὴς λέγει· ὃν δή ποτε αὐτὸς Λαέρτης κτεάτισσε, τουτέστιν ἐκτήσατο οὐ κατὰ λόγον ὤνου, ἀλλʼ ἐπειδή, φησι, μάλα πόλλʼ ἐμόγησε κατὰ βίον ἁπλοῦν ἡρωϊκόν. τὸ δὲ τοιοῦτον μόγημα καὶ πολυδένδρεον κατέστησε τὸν τοιοῦτον ἀγρὸν, ὡς πρὸ ὀλίγων εἶπεν Ὀδυσσεύς. ἔνθα οἱ, φησὶν, οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντῃ, ὁποῖά τι χαράκωμα τῶν ἐντὸς ἢ καὶ ἑρκίον ἐπαύλεως. ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο. ἐν δὲ γυνὴ Σικελὴ γρηῦς πέλεν, ἣ δὴ γέροντα ἐνδυκέως κομέεσκεν ἐκεῖ ἐπʼ ἀγροῦ. πρωτότυπον δὲ τὸ κομέεσκε καὶ τὸ κομεῖν τοῦ κομίζειν· ὅθεν κομιδὴ ἡ ἐπιμέλεια. Ἐν δὲ τῷ, περὶ δὲ κλίσιον θέε πάντῃ, τουτέστι περιέθεε καὶ κύκλῳ ἦν, σημείωσαι ὡς οὐκ ἐξ ἀνάγκης τὰ διαλελυμένα ταυτὰ τοῖς συνθέτοις εἰσὶν, ὡς μυριαχοῦ φαίνεται. ἰδοὺ γὰρ περιθέει μὲν πάντῃ κλίσιον ἐνταῦθα, οὐκ ἂν δὲ λεχθείη θόλος κατὰ τὸν ἐν τῷ οἴκῳ τοῦ Ὀδυσσέως, ὃς καὶ αὐτὸς ἐκ τοῦ θέειν καὶ τοῦ ὅλον σύγκειται, ὃ ταυτόν πώς ἐστι τῷ περιθέειν πάντῃ. κλίσιον δὲ οἰκετικὸς οἶκος ἐστὶν εὐτελὴς καὶ οἷόν τις κλισία, περὶ ἣν δμῶες ἴαυον. παρὰ μέντοι Ἀττικοῖς τὸ κλίσιον ἁμαξῶν καὶ ζευγῶν ἐστὶ δεκτικὸν, ὃ λέγεται τοὺς Ῥωμαίους παρὰ τὴν στάσιν σταῦλον καλεῖν. Δίωνι μέντοι τῷ καλῷ τὴν γλῶσσαν δοκεῖ κλίσιον εἶναι τὸν σταθμὸν τῶν προβάτων, ὁποία ἡ κοινῶς λεγομένη σκεπαστή. ἐν δὲ ῥητορικοῖς λεξικοῖς, παρʼ οἷς καὶ διὰ διφθόγγου καὶ διὰ μόνου δὲ διχρόνου ἡ τῆς λέξεως ἄρχουσα εὕρηται, κεῖνται καὶ ταῦτα· κλείσιον, θυρεὼν ἐν ᾧ καὶ ζεύγη ἵσταται. καὶ κλεισίαι, αὔλειοι πυλῶνες, πλατεῖαι θύραι διʼ ὧν καὶ ζεύγη εἰσέρχονται. Αἴλιος δὲ Διονύσιος κλεισίον φησὶν ὡς κλειδίον, καὶ ὅτι θυρὼν τοῦτο μέγας, καὶ κλεισίαι αἱ τούτου θύραι πλατεῖαι καὶ εἰς τὸ ἐκτὸς ἀνοιγόμεναι. ἐν ἑτέρῳ δὲ γράφει, ὅτι κλίσιον Ἀμερίας τὸ πρόστῳον ἴσως παρὰ Ἴωσιν, ὡς καὶ Ὅμηρος, περὶ δὲ κλείσιον θέε πάντῃ· παρὰ δὲ Ἀττικοῖς κλείσιον ὁ μέγας θυρών. καὶ μή ποτέ, φησι, τοῦτο μὲν ἐκτείνεται καὶ παροξύνεται, ἐκεῖνο δὲ συστέλλεται καὶ προπαροξύνεται. καὶ τοιαῦτα μὲν τὰ τῶν ὕστερον. Ὅμηρος δὲ δουλικὸν σαφῶς οἶκον ἐμφαίνει, τὸ παρʼ αὐτῷ κλείσιον ἑρμηνεύων οὕτως· ἐν τῷ σιτέκοντο καὶ ἑξῆς. Τὸ δὲ ἴαυον κἀνταῦθα γενικῶς τὴν περί τι διατριβὴν δηλοῖ. δόξειε δʼ ἂν καὶ τοῦ κοιμᾶσθαι νῦν ὡς ἐκ μέρους εἶναι δηλωτικόν. Δμῶες δὲ ἀναγκαῖοι οἱ κατὰ τὴν Ὁμηρικὴν ἑρμηνείαν φίλα ἐργαζόμενοι. ἐν μέντοι τοῖς ἑξῆς ἀναγκαῖοι πολεμισταὶ Λαέρτης καὶ Δολίος, οἳ καὶ πόλιοί περ ἐόντες τεύχεα ἔδυναν, οὐ μόνον οἱ χρειώδεις ὡς νῦν, ἀλλὰ καὶ οἱ κατʼ ἀνάγκην πολεμοῦντες. Ἡ δὲ ῥηθεῖσα Σικελικὴ γραῦς κεῖται καὶ λούουσα τὸν δεσπότην ἐν τοῖς ἑξῆς. τίς δὲ διαφορὰ Σικελοῦ καὶ Σικελιώτου, προδεδήλωται ὅπου καὶ τῆς Σικελῆς ταύτης γραὸς μνεία τις γέγονεν. Ὅτι καθάπαξ ὁ Ὀδυσσεὺς γλυκανθεὶς τῇ τῶν οἰκείων ἀποπείρᾳ οὐδὲ τῷ πατρὶ αὐτόθεν ἐθέλει ἀπεριέργως γνωρισθῆναι, μεθοδεύσας δὲ διάπειραν σχεῖν καὶ αὐτοῦ τοὺς μὲν ἀμφʼ αὑτὸν στέλλει δεῖπνον τάχυ συῶν ἱερεῦσαι ὅ τις ἄριστος· αὐτὸς δὲ πειρήσομαί, φησι, πατρὸς ἡμετέροιο, εἴ με ἔτι γνοίη καὶ φράσσεται ὀφθαλμοῖσιν, ἢ ἀγνοίησι πολὺν χρόνον ἀμφὶς ἐόντα. καὶ δίδωσιν αὐτοῖς εὐθὺς καὶ τὰ πολεμικὰ τεύχεα, καὶ αὐτοὶ μὲν ἔρχονται δόμονδε ποιήσοντες ὡς ἐκέλευεν Ὀδυσσεύς. ὁ δὲ ἐγγὺς ἔρχεται πολυκάρπου ἀλωῆς πειρητίζων, τουτέστι πειρασόμενος, ἀντὶ μέλλοντος γὰρ ὁ ἐνεστὼς καὶ νῦν κεῖται. καὶ Δολίος μὲν καὶ οἱ αὐτοῦ παῖδες αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος ᾤχοντο, ἡγεμονεύοντος αὐτοῖς τοῦ γέροντος Δολίου, τουτέστιν ἐπιστατοῦντος τοῖς υἱοῖς εἰς τὸ ἔργον. τὸν δʼ οἶον πατέρα εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ, ὃν καὶ ἐμφράζων ὡς οἷα τινὰ ἐπιμελητὴν ἀγροῦ ἐπάγει· λιστρεύοντα φυτὸν, ῥυπόωντα δὲ ἕστο χιτῶνα ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας κνημῖδας ῥαπτὰς δέδετο γραπτῦς ἀλεείνων, χειρίδας τʼ ἐπὶ χερσὶ βάτων ἕνεκα, αὐτὰρ ὕπερθεν αἰγείην κυνέην κεφαλῇ ἔχε πένθος ἀέξων. τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα, οὐκέτι κἀνταῦθα πολύτλας ἦν, ἀλλὰ στὰς ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε καὶ μερμήριξε μὲν κῦσαι καὶ περιφῦναι ἑὸν πατέρα καὶ ἕκαστα εἰπεῖν. ἔδοξε δʼ ὅμως αὐτῷ κέρδιον εἶναι, πρῶτα κερτομίοις ἐπέεσσι πειρηθῆναι. τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ· καὶ ὁ μὲν κάτω ἔχων κεφαλὴν φυτὸν ἀμφελάχαινεν, ὁ δὲ παριστάμενος, ὦ γέρον, ἔφη, οὐκ ἀδαημονίη σε ἔχει ἀμφιπολεύειν ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, ἡ τοῦ κήπου δηλαδὴ, οὐδέ τι πάμπαν οὐ φυτὸν οὐ συκῆ οὐκ ἄμπελος οὐ μὲν ἐλαίη οὐκ ὄγχνη οὐ πρασίη τοι ἄνευ κομιδῆς κατὰ κῆπον. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ· αὐτόν σε οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι, τουτέστιν ἐνδέδυσαι. εἶτα ἐπιπλέκων πάλιν ἔπαινον λέγει· οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκεν οὔ σε κομίζει, οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι εἶδος καὶ μέγεθος, ἤγουν κατʼ ὄψιν οὐ δοῦλος φαίνῃ, βασιλῆϊ γάρ, φησιν, ἀνδρὶ ἔοικας. τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων. ἐπὶ δὲ τούτοις ἐρωτᾷ, τίνος δμώς ἐστιν ἀνδρῶν, τίνος δὲ ὄρχατον ἀμφιπολεύει, καὶ ἔτι, εἴ περ οὗτος ὁ ἐρωτῶν αὐτὸν δηλαδὴ ξένος μὴ ἀλλαχοῦ γῆς ἀλλʼ ἐν Ἰθάκῃ ἐστὶν, ὥς μοι, φησὶν, ἔειπεν οὗτος ἀνὴρ νῦν δὴ ξυμβλημένος, οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα εἰπεῖν καὶ ἐπακοῦσαι ἀμφὶ ξείνῳ ἐμῷ, εἴ που ζώει τε καὶ ἐστὶν, ἢ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, ἐστὶ δηλαδή. ὃν ξένον αὐτοῦ καὶ ἐφερμηνεύων, ὡς ἐξ Ἰθάκης Ὀδυσσεὺς ἦν, λέγει, ὃς ἔφασκε Λαέρτην Ἀρκεισιάδην πατέρα εἶναι αὐτῷ. ἀφηγεῖται δὲ καὶ δῶρα ἐκείνῳ αὐτός ποτε δοῦναι, χρυσοῦ εὐεργέος ἑπτὰ τάλαντα καὶ κρητῆρα πανάργυρον ἀνθεμόεντα, δώδεκα δὲ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα καλὰ, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας· χωρὶς δʼ αὖ γυναῖκας ἀμύμονας ἔργα εἰδυίας τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι. πολλὰ ταῦτα· διὸ καὶ μυρία ὁ Λαέρτης ἐρεῖ αὐτά· ἐξ ὧν καὶ παροιμιάσαιτʼ ἄν τις ἐπὶ τῶν ψευδῶς χαριζομένων ἄχρι καὶ μόνου λόγου τὰ δῶρα τοῦ ἐξ Ἀλύβαντος ξένου ἢ τὰ τοῦ Ἀλυβαντίνου ἑταίρου ξένια. τοιοῦτον γὰρ ἑαυτὸν Ὀδυσσεὺς πλάσει ἐξ Ἀλύβαντος ὁρμᾶσθαι εἰπὼν, ὡς μετʼ ὀλίγα ῥηθήσεται, ἵνα ὥς περ ἡ τοῦ Φανίου θύρα τὰ μηδαμοῦ ὄντα χρήματα ἐπαροιμιάζετο στέγειν ἐντὸς διὰ τὸ τὸν Φανίαν ψευδῶς ἑαυτῷ κειμηλιοῦσθαι πλοῦτον, οὕτω καὶ ὁ Ἀλυβάντιος ξένος δῶρα τῇ παροιμίᾳ χαρήσηται, ἅ περ ὁ ἀὴρ ἔχει λαβὼν ἐκ στόματος. καὶ τοιαύτη μὲν τέως ἡ τοῦ σοφοῦ Ὀδυσσέως ἀπόπειρα· ᾗ περ ἐπιμεμενηκὼς καὶ εἰσέτι μετὰ βραχέα καὶ ἰδὼν τὸν πατέρα γέροντα κατάκρας ἀδινὰ στενάχοντα οὐκέτι κρατεῖν ἑαυτοῦ ἔχει, ἀλλὰ περιφὺς ὁμολογεῖ Ὀδυσσεὺς εἶναι, καὶ ἀναγνωρισθεὶς καὶ αὐτῷ, καθὰ καὶ τοῖς πρὸ αὐτοῦ, ποιεῖ τὰ ἐφεξῆς, οὐ μάτην ἀποπειρασάμενος ἀλλʼ ἐπʼ ἀγαθῷ· προμηθέστατα γὰρ Ὀδυσσεὺς οὐκ εὐθὺς ἑαυτὸν ἀναγνωρίζει τῷ πατρὶ, μή ποτε τῷ αἰφνιδίῳ τῆς χαρᾶς ἀποσβῇ ὁ γέρων· σμικρὰ γὰρ, τραγικῶς εἰπεῖν, παλαιὰ σώματʼ εὐνάζει ῥοπὴ, τουτέστι βραχεῖά τις ἀφορμὴ, λύπης τυχὸν ἢ χαρᾶς ἢ φοβοῦ, ἐκλείπειν ποιεῖ, ἐπεί τοι καὶ ἐν τοῖς ἑξῆς τοῦ Ὀδυσσέως ἀναγνωρισθέντος λύτο αὐτόθι γούνατα καὶ φίλον ἦτορ τῷ γέροντι, σήματʼ ἀναγνόντι τά οἱ ἔμπεδα πέφραδεν Ὀδυσσεὺς, καὶ μικροῦ ἀπέψυξεν ἄν. οὕτω καὶ ὁ Ἄργος κύων ἐπὶ σμικρᾶς ῥοπῆς ὢν ἱστορήθη ἐκψύξαι τῷ τοῦ Ὀδυσσέως ἀναγνωρισμῷ. διὰ ταῦτα τοίνυν ἀφίησι τὸν πατέρα τῇ ἀναμνήσει συγχεθῆναι τοσοῦτον, ὥστε αὐτὸν ἄχεος, φησὶν, νεφέλη ἐκάλυψε μέλαινα, ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς πολιῆς ἀδινὰ στενάχων. καὶ τότε δὴ ἐπάλμενος καὶ περιφὺς ἔκυσέ τε καὶ ἔφη· κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγὼ, πάτερ, ὃν σὺ μεταλλᾷς, ἤλυθον καὶ ἑξῆς. καὶ οὕτως ὁ τοῦ παιδὸς ἀναγνωρισμὸς πάνυ διαχυτικὸς ὢν καὶ πολλὴν ῥοπὴν τῷ παλαιῷ σώματι δοὺς, ὅμως οὐκ ἔσχε καὶ εὐνάσαι αὐτὸν κατεργασάμενος, ἀλλʼ ἐπαναγαγὼν ἐκ τῆς ἄγαν λύπης οὐκ ἐξίσχυσε καὶ κακόν τι τῷ σφοδρῷ τῆς ἡδονῆς συνεργάσασθαι, ἀλλʼ ἐξ ἀκροτήτων ἤγαγεν εἰς μεσότητα, καὶ συγκεράσας μετρίως εἰς τὸ ἐξ ἀρχῆς κατὰ φύσιν ἀποκατέστησε. προμηθέστατα οὖν, ὡς εἴρηται, ποιεῖ Ὀδυσσεὺς τὸν ἀναγνωρισμόν, διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο, ὡς κέρδιον εἶναι τῷ Ὀδυσσεῖ ἐκρίθη κερτομίοις ἐπέεσσι πειρηθῆναι. καὶ ἐν τῷ τέλει δὲ τοῦ λόγου ὅτε τὸν τεράστιον ὄλεθρον τῶν μνηστήρων καταλέγει, σὲ δὲ χρή, φησι, τετλάμεν ἔμπης ἵνα μή τι πάθῃς, τῇ ἐκτὸς δηλαδὴ καὶ παρʼ ἐλπίδας χαρᾷ. τοῦτο δὴ τὸ Σοφόκλειον. καὶ τοιάδε μὲν ταῦτα. Ἐν δὲ τοῖς καθέκαστα τοῦ ῥηθέντος χωρίου τὸ μὲν, δεῖπνον ἱερεύσατε, ἀντὶ τοῦ, διὰ δεῖπνον σφάζετε· οὐ γὰρ ἄλλως ἐνταῦθα ἱερεύεται κατὰ θυσίαν ὁ σῦς. Ἐν δὲ τῷ, εἴ με ἔτι γνοίη, ἀργὸν ἐκ περισσοῦ κεῖται τὸ ἔτι ἐπίῤῥημα· ὁποῖα καὶ ἄλλα ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθησαν, ἐν οἷς καὶ τὸ τὶ, πολλαχοῦ κατὰ παρολκὴν κείμενον, οἷον ἐν τῷ σχεδόν τι καὶ οὔ τι καὶ οὕτω τι καὶ, ναῦς χαλκεμβόλους ὁμοῦ τι διακοσίας. Ἰστέον δὲ ὅτι τῶν χαλκεμβόλων νεῶν τὰ ἔμπροσθεν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, καθὰ μηροὶ καὶ μηρὰ καὶ ἄλλα δὲ ὁμοίως μεταπεπλασμένα, οὕτω καὶ ἔμβολοι λέγονται ἀρσενικῶς καὶ ἔμβολα οὐδετέρως· οἷον, δίπρωρος δʼ ἐγεγόνει καὶ δίπρυμνος καὶ ἔμβολα εἶχεν ἑπτά. Τὸ δὲ ἀγνοίησι λέξις μὲν μετρικοῖς ἴσως ἀγαπητὴ, πάντῃ δὲ ἀσυνήθης καὶ μάλιστα διὰ τὸν τόνον· εἴτε γὰρ ἐκ τοῦ ἀγνοῶ εἴτε ἐκ τοῦ ἀγνοιῶ, οὐκ εὔλογος ἡ παροξυτόνησις. μάλιστα οὖν δοκεῖ ἐκ τοῦ ἀγνοίημι εἶναι τὸ τρίτον ἀγνοίησιν ὡς τίθησι, τὸ δὲ ἀγνοίημι ἐκ τοῦ ἀγνοιῶ, ὡς αἰνῶ αἴνημι· οἷον, οὔ μιν ἔγω γε αἴνημι, καὶ διζῶ δίζημι, ὅθεν καὶ διζήμενος. Αἱμασιὰ δὲ κατὰ τὴν τοῦ ποιητοῦ ἑρμηνείαν, ἀλωῆς ἕρκος, ἴσως μὲν, ὡς προεδηλώθη, ἐξ ἀκανθῶν οὖσα ποτὲ, ὧν εἶδος καὶ αἱ βάτοι ἃς ὁ γέρων διαχειρίζεται, καὶ κληθεῖσα παρὰ τὸ αἱμάσσειν τοὺς κατεπιχειροῦντας. οἱ μέντοι παλαιοὶ αἱμασίας φασὶ τὰ ἐκ λεπτῶν λίθων ἐκτισμένα τοιχίδια. διὸ καὶ ὁ ποιητὴς τὴν ἀλωὴν, εἰς ἣν αὐταὶ συνήγοντο, εὐκτιμένην ἔφη, καθά που καὶ πόλεις εὐκτιμένας λέγει. περὶ δὲ αἱμασιῶν πλατύτερον ἤδη προείρηται. Οἶον δὲ, τουτέστι μόνον, εὑρεῖν τὸν πατέρα πλάττεται Ὀδυσσεὺς, ἵνα καὶ αὐτόθι κοινότερον ὕστερον ἀναγνωρισθῇ τοῖς ἀμφὶ τὸν γέροντα. Λιστρεύειν δὲ τὸ περιξύειν παρὰ τὸ λίστρον, ὅ ἐστι ξύστρον, περὶ οὗ καὶ αὐτοῦ προγέγραπται. αὐτὸ δὲ τὸ, λιστρεύειν φυτὸν, ὅμοιόν ἐστι τῷ, φυτὸν ἀμφιλαχαίνειν· καὶ γὰρ ὁ λιστρεύων φυτὸν ὀρύττει καὶ ὁ λαχαίνων φυτὸν, ἐπεὶ λαχαίνειν ταυτόν ἐστι τῷ διασκάπτειν, ἀφʼ οὗ καὶ λάχανον. καὶ γίνεται ἡ λέξις παρὰ τὸ ποιεῖν λίαν χαίνειν τὴν γῆν, ἐξ οὗ καὶ σήραγγας ἐπενοήθη λέγεσθαι γῆς παρὰ τὸ σεσηρέναι, ὃ ταυτόν πως τῷ διαχάσκειν ἐστί. Τὸ δὲ, ῥαπτὸν ἀεικέλιον, ὑφὲν ἀναγνωστέον, ἵνα δηλοῖ τὸν ἀεικελίως ῥαπτόν. τοιοῦτον καὶ ἐν Ἰλιάδι σὺν ἄλλοις τὸ, τοξότα λωβητήρ. ὅμοιον δὲ καὶ ἡ ἐν Ἀρκαδίᾳ Μεγάλη πόλις, ὡς προδεδήλωται, καὶ ἕτερα πολλά. Κνημῖδας δὲ νῦν οὐ πολεμικὰς λέγει, ἀλλὰ βύρσας διʼ ὧν κνῆμαι τοῖς ἀγρόταις καλύπτονται. οὕτω δὲ καὶ κυνέην αἰγείην οὐ τὴν ἐν μάχῃ χρηστὴν, ἀλλὰ τὸ ἁπλῶς ἐξ αἰγὸς κάλυμμα τῆς κεφαλῆς. καὶ σημείωσαι τὰς λέξεις εἰς χρείαν ὁμωνυμίας καὶ εἰς γραφῆς χρησιμότητα. Ῥαπτὰς δὲ κνημῖδας λέγει ἢ προσυπακουομένου καὶ ἐνταῦθα τοῦ ἀεικελίως αὐτὰς ἐῤῥάφθαι, ἢ καὶ μᾶλλον εἰς δεῖξιν τοῦ περίβλημα εἶναι ταῖς κνήμαις αὐτὰς καὶ μὴ ἁπλῶς ᾐωρημένας τετυλίχθαι περὶ τὰς κνήμας, ἴσως δὲ καὶ εἰς διαστολὴν τῶν ἐκ σιδήρου ὧν ἄπεστι τὸ ἐῤῥάφθαι. Τὸ δὲ περιδέδετο οἰκεῖον ἐπὶ κνημίδων, ὡς ἐπὶ πεδίλων τὸ ὑποδεδέσθαι. Γραπτύας δὲ καὶ ἐν συναιρέσει γραπτῦς λέγει τὰς ἐξ ἀκανθῶν ἢ ἀκανθωδῶν τινῶν γραφὰς ἤγουν, ὡς καὶ προεῤῥέθη που, ξέσεις καὶ ἀμυχὰς, ἀπὸ τοῦ γράφω τὸ ξέω, ὃ καὶ ἀμύσσειν λέγεται, ὅθεν ἡ ἀμυχή. πολλῶν δὲ παρηγμένων ἐκ τοῦ γράφειν, ὡς καὶ ἡ Ἰλιὰς ἀκριβῶς δηλοῖ, δῆλον ἐκεῖθεν καὶ τὸ γράμμα, ὃ καὶ στοιχεῖον σημαίνει συνήθως, ἔτι δὲ καὶ σύγγραμμα· ἐξ οὗ καὶ πολλὰ γράμματα εἰδέναι φαμὲν καὶ γραμματικὸν εἶναι τὸν πολλῶν συγγραμμάτων ἔμπειρον. κεῖται δʼ αὐτὸ καὶ παρὰ Καλλιμάχῳ ἐν τῷ, γράμματα δʼ οὐκ εἴλισσεν ἀπόκρυφα. καὶ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμα ἀναλεξάμενος. καὶ τοῦτο μὲν οὕτως. Ἰστέον δὲ καὶ ὅτι τὰς μὲν τῶν κνημῶν γραπτῦς αἱ κνημῖδες κωλύουσι, τὰς δὲ τῶν χειρῶν αἱ χειρίδες, ἤγουν τὰ τῶν χειρῶν καλύμματα ἐκ δερμάτων δηλαδὴ καὶ αὐτὰ ὄντα. ὧν ἡ παραγωγὴ ὥς περ κνήμη κυνημὶς, οὕτω καὶ χεὶρ χειρίς· ἐξ ἧς καὶ ἐγχειρίδιον οὐ μόνον τὸ ξιφίδιον καὶ τὸ μαχαίριον καὶ τὸ βιβλίδιον ὡς τὸ Ἐπικτήτου ἐγχειρίδιον, ἀλλʼ, ὡς ὁ Ἀθήναιος δηλοῖ, καὶ τὸ τῆς θαλασσίας κώπης κράτημα. Ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ ἀκανθῶν χειρίδες ἐπινενόηνται, ἀλλὰ καὶ ἐπὶ ἔργων εὐχερείᾳ. καὶ τοξεύοντες γοῦν τινὲς χειρίσι χρῶνται, εἰ καὶ μὴ δακτυλωταῖς, καὶ πλύνοντες δὲ καὶ ζυμοῦντες. παρὰ γοῦν τῷ Δειπνοσοφιστῇ εὕρηται τὸ, σιτοποιὸς χειρίδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιῤῥέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπαίοι ἢ ἐμπίπτοι. ἔνθα σημείωσαι τὸν κημὸν ἐκδηλοτάτην διαφορὰν ἔχοντα πρὸς τὸν χαλινόν· ὁ μὲν γὰρ ἐπὶ ἵππων, ὁ δὲ κημὸς ἰδοὺ καὶ ἐπὶ ἀνθρώπου, ἔξω δηλαδὴ περὶ τὰ χείλη κείμενος· ὁποῖός τις καὶ ὁ τὰ τῆς ἄρκτου κατασφαλιζόμενος ὥστε μὴ δάκνειν τοὺς παρατυγχάνοντας. εἰ δὲ καὶ σιδηροῦς ἢ χαλκοῦς ἐκεῖνος, ἀλλʼ ὁ κατʼ ἄνθρωπον οὐκ ἂν εἴη τοιοῦτος, ἀλλὰ κόμμα τι λίνεον προβέβληται τῶν τε χειλέων καὶ τῆς ῥινὸς, ἵνα μή τι φορτικὸν ἔξωθεν εἰσπνέοιτο, λεπτὸν ὂν καὶ ῥᾷον ἐπιβουλεῦον τοῖς τοιούτοις μέρεσιν. Ἔτι ἰστέον καὶ ὅτι χειρὸς πολλῶν ὄντων παραγώγων, ἐκεῖθεν ἐστὶ καὶ τὸ διαχειρίσασθαι, ἀφʼ οὗ καινότερον κατὰ συγκοπὴν καὶ τὸ διαχρήσασθαι, καὶ μὴν καὶ τὸ ἀπεχειρίσθη τὴν δεξιάν. τούτων δὲ πολὺ διαφέρει τὸ μεταχειρίζεσθαι. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ γράφειν, ὅ πέρ ἐστι ξέειν ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα σαφῶς δεδήλωται, τό τε γράμμα γίνεται, ὡς καὶ αὐτὸ ἐῤῥέθη, καὶ τὸ ἐξ αὐτοῦ παρώνυμον γραμματικὸν ἔκπωμα, ἤγουν, ὡς Ἄλεξις ἂν εἴποι, τὸ ἔχον κύκλῳ τὰ γράμματα· ἔτι δὲ καὶ ἡ κατὰ τόπον περιγραφὴ διὰ τῆς κύκλῳ ξέσεως τοῦ ὑποκειμένου χωρίου, καὶ ἡ παρὰ τοῖς ῥήτορσι δὲ παραγραφὴ, ξέσις οὖσά τις καὶ ἀπάλειψις δικαιολογίας, καὶ μὴν καὶ ἡ γραφὴ τουτέστιν ἡ στίξις, ἣν περόναι φασὶ ποικίλλουσιν ἐν σώμασιν. ἣν δὴ γραφὴν παθοῦσαι Θρᾳκικαί τινες γυναῖκες ἐφʼ ὕβρει ἐξηλείψαντό, φασι, τὴν συμφορὰν ταύτην, προσαναγραψάμεναι ἤγουν στίξασαι καὶ τὰ λοιπὰ τοῦ χρωτὸς, ἵνα ὁ τῆς ὕβρεως χαρακτὴρ εἰς ποικιλίαν ἀριθμηθεὶς κόσμου προσηγορία τοὔνομα ἐξαλείψῃ, ᾧ δηλαδὴ ὀνομάζονται αἱ στιγματίαι. ἔτι ἐκ τοῦ γράειν καὶ γράφειν γίνεται καὶ ἡ τεχνικὴ περίγρα, ἡ πέριξ δηλαδὴ γράουσα ἤγουν ἐσθίουσα, ὡς καὶ ἀλλαχοῦ κεῖται, ἢ γράφουσα, ὅ ἐστι ξέουσα καὶ οὕτως ἀπορθοῦσα τὰ ξύλα, οἷς ἐπισύρεται περιαγομένη, καὶ οὕτως ἐξακριβοῦσα σχημάτων ἰσότητα κατὰ τὸ, καὶ ἐκ περίγρας τετράγωνος, ἤγουν ἶσος πάντῃ καὶ στερεὸς ὡς εἰ καὶ ἐτετραγωνίσθη διά τινος περίγρας. Ἰστέον δὲ καὶ ὅτι τῆς γραπτύος ἀρσενικὸν ὁ γραπτός· ὅθεν καὶ ἰχθύες νωτόγραπτοι παρὰ τοῖς παλαιοῖς οἱ ἔχοντες τὰ περὶ νῶτα γραμμάς τινας. Τὸ δὲ, βάτων ἕνεκα, διπλόην ἔχει τοῦ ἕνεκα· καὶ νῦν μὲν βάτων ἕνεκα χειρίδες, ἵνα τις ἐκφύγῃ βάτους, ὧν πάνυ μείζονες οἱ κυνόσβατοι· ὥς περ καὶ πῖλος ὑετοῦ ἕνεκα ἐπὶ κωλύσει ὑετοῦ, καὶ οἶκος καύσωνος ἕνεκεν, ἵνα τις ἐκκλίνῃ καύσωνα. καὶ οὕτω μὲν ἄρτι βάτων ἕνεκα χειρίδες ἐπὶ ἐκκλίσει. ἄλλως μέντοι ποτὲ σπουδὴ γεωργῷ ἕνεκα βάτων, ὥς περ καὶ δεξαμενὴ ἕνεκεν ὑετοῦ· καὶ οἶκος ἀναπαύσεως ἕνεκεν, οὐκ ἐπὶ φυγῇ ἀλλʼ ἐπιτυχίᾳ, ἵνα δηλαδὴ βάτους ἕξει τις καὶ ὑετὸν καὶ ἀνάπαυσιν. οὕτως οἱ περὶ τὸν Δολίον ἕνεκα βάτων, ὡς εἰκὸς, πονοῦνται διʼ αἱμασιάς. εἰσὶ δὲ καὶ ἄλλοι τρόποι τοῦ ἕνεκά τινος· θανατοῦται γάρ τις ἕνεκα φίλου ἤγουν διὰ φίλον, καὶ αὖ πάλιν ἕνεκα ἐχθροῦ ἤγουν διʼ ἐχθροῦ. ἀντιπέφρασται δὲ ἡ βάτος τῇ βάσει αὐτὴ ἄβατος οὖσα κατὰ τὸ, γένοιτʼ ἂν τόπος ἄβατος βάτου περικειμένης, ὃ κεῖται ψεκτικῶς παρὰ Ἀγαθαρχίδῃ σκώπτοντι. ὁμοίως καὶ τὸ, τίς ἂν δύναιτο τὴν Κύρου δόσιν ἄκυρον ποιῆσαι; καὶ τὸ, εἰκός ἐστι τὴν Ἀθηνᾶν ἐκ τῆς τοῦ Διὸς κεφαλῆς γεννηθεῖσαν τῶν ἀγαθῶν ἔχειν τὸ κεφάλαιον. δῆλον δʼ ὅτι πρὸς διαστολὴν τοῦ βατὸς ὀξυτόνου ἡ βάτος ἢ ὁ βάτος βεβαρυτόνηται, αὐτῆς δὲ διέσταλται διπλασμῷ τοῦ τ Βάττος βασιλεὺς Λίβυς, οἷ καὶ τὰ Πινδαρικὰ ὡς περιωνύμου μέμνηνται· ὃς δοκεῖ παροιμίαν δοῦναι τὴν τοῦ βαττολογεῖν. Ἡ δὲ αἰγείη κυνέη λόγον ἔχει ὁποῖον καὶ ἡ ἰκτιδέη κυνέη· καὶ γέγραπται περὶ τούτων ἐν τοῖς εἰς τὴν Ἰλιάδα τὸ ἀρκοῦν. Τὸ δὲ, πένθος ἀέξων, ἐπιφωνηματικῶς εἰπὼν, ὑποκαταβὰς ἡρμήνευσεν ἐν τῷ, μέγα δὲ φρεσὶ πένθος ἔχοντα. Βλωθρὴ δὲ ἐνταῦθα μὲν ὄγχνη, ἐν Ἰλιάδι δὲ πίτυς. καὶ ἐῤῥέθη ἱκανῶς ἐκεῖ περὶ τῆς τοιαύτης λέξεως. Κερτόμια δὲ νῦν ἔπη οὐ τὰ ὑβριστικὰ καὶ ὀνειδιστικὰ, ὅ ἐστι μεμπτικὰ, τέμνοντα δὲ ἄλλως κέαρ διὰ τὸ ἐρεθιστικὰ εἶναι εἰς χόλον κατὰ τὸ, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ. ἐξ οὗ δὴ τόπου καὶ ἄρχεται τὰ κερτόμια ἐνταῦθα ἔπη, τὸ ἀκόμιστον δηλαδὴ τὸν γέροντα εἶναι, τὸ γῆρας λυγρὸν ἔχειν, τὸ κακῶς αὐχμεῖν, τὸ ἀεικέα φορεῖν· ἃ δὴ κομματικῶς κεῖνται ὡς ἐν σκώμμασι πρέπει. ἔτι δὲ καὶ τὸ δμῶα εἶναι. δῆλον δὲ ὅτι παράγωγόν ἐστιν ἐκ τοῦ κέρτομος τρισυλλάβου ὀνόματος τὸ κερτόμιον ἔπος. Τὸ δὲ, κάτω ἔχων κεφαλὴν, οὐ ταυτόν ἐστι τῷ ὕστερον παρʼ Ἀττικοῖς, κάτω κάρα, ἢ συνθέτως κατώκαρα· ἐκεῖνο γὰρ ἐπὶ τῶν κατὰ κεφαλὴν κρεμαμένων ἢ βυθιζομένων λέγεται. Τὸ δὲ, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν ὄρχατον, περίφρασις τοῦ, δαήμων εἶς τῆς κηπευτικῆς. τούτου δὲ κομματικὴ ἐπιτομὴ τὸ, ἀλλʼ εὖ κομιδὴ ἔχει, τουτέστιν ἐπιμεμέληται ὁ ὄρχατος, περὶ οὗ προείρηται ἀλλαχοῦ. Ἀμφιπολεύειν δὲ οὐχʼ ἁπλῶς τὸ περιοδεύειν, ἀλλʼ ἔχει τι καὶ δουλικῆς σημασίας, ἀφʼ ἧς αἱ ἀμφίπολοι. Ἐν δὲ τῷ, οὐ φυτὸν οὐ συκῆ καὶ ἑξῆς, τῷ καθόλου ἤγουν τῷ φυτῷ ἐπῆκται τὰ ὑπʼ αὐτὸ μερικὰ δένδρα τε καὶ λοιπά· φυτὰ γὰρ πάντως καὶ τὰ περὶ πρασιὰν, περὶ ἧς καὶ αὐτῆς ὁμοίως προεῤῥέθη, καὶ ἡ συκῆ καὶ τὰ ἐφεξῆς δένδρα. Ὅρα δʼ ἐνταῦθα καὶ τὴν ἐπιμονὴν τοῦ ἀποφατικοῦ εὐειδοῦς καὶ λαμπροῦ σχήματος καὶ τὴν γοργότητα ἐν τῷ, οὐ φυτὸν οὐ συκῆ οὐ τόδε οὐ τόδε. ἐκτείνει δὲ καὶ νῦν τὴν ἄρχουσαν ἡ συκῆ. Τὸ δὲ, οὐκ ἄνευ κομιδῆς κατὰ κῆπον, σαφήνειά ἐστι τοῦ, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει ἡ τοῦ ὀρχάτου. Τὸ δὲ, οὐκ ἀγαθή σε κομιδὴ ἔχει, ἀστεῖον ἐστὶ ῥητορικὸν ἀντίθετον· λέγει γὰρ ὡς ὁ μὲν κῆπος ἔχει κομιδὴν ὑπὸ σοῦ, σὺ δὲ οὐκ ἔχεις τὴν δέουσαν κομιδήν. ὅμοιον δέ τι μετʼ ὀλίγα καὶ τὸ, οὔ σε κομιδὴ ἀγαθὴ ἔχει, ἀλλὰ γῆρας λυγρὸν ἔχεις. Τὸ δὲ, αὐχμεῖς κακῶς, ἐχρησίμευσε καὶ τῷ κωμικῷ εἰς σκῶμμα ἐν ταῖς Νεφέλαις. αὐχμεῖ δὲ κακῶς ὁ καὶ ῥύπον ἔχων κατὰ τὸν Λαέρτην καὶ ἀλουτῶν. γίνεται δὲ τὸ αὐχμεῖν, ὥς περ καὶ ὁ αὐχμὸς, παρὰ τὸ αὔω τὸ ξηραίνω πλεονασμῷ δασέος, ὡς καὶ ἐν τῷ βρυχηθμὸς γίνεται καὶ τοῖς ὁμοίοις. δῆλον δὲ ὅτι ῥύπος ξηρανθεὶς γῇ ἔοικεν αὐχμώσῃ καὶ μὴ τεγγομένῃ ὕδατι. Ἀεργίαν δὲ οὐ μόνον τὴν κοινῶς λεγομένην ἀργίαν λέγει τὴν ἐκ τῆς ἀεργίας κεκραμένην, ἀλλὰ καὶ τὴν εἰς ἔργον ἀτεχνίαν, διαφέρουσαν τῆς κακοεργίας, ὅτι ἐκείνη μὲν κακίαν δηλοῖ ψυχῆς ὡς ἐν τῷ, κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων, τοῦτο δὲ ἀνεπιστημοσύνην. Τὸ δὲ δούλειον εἶδος καὶ μέγεθος ὁμογραφοῦνται τῇ ἐκ τοῦ δουλεύω γινομένῃ δουλείᾳ, οὐ μὴν καὶ τὸ δούλιον ἦμαρ· ἐκεῖνο γὰρ τῷ ἰῶτα μόνῳ παραλήγεται, καθὰ καὶ ἡ δουλία ἡμέρα ὥς φασιν οἱ παλαιοί. Τὸ δὲ, οὔ σε κομίζει, ῥῆμα ἔχει τὸ πρωτότυπον τῆς κατʼ ἐπιμέλειαν κομιδῆς. Τὸ δὲ, τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, εὕδειν μαλακῶς, διττὴν ἔχει ἔννοιαν· ἢ γὰρ ὅτι τοιοῦτος εἶ οἷος λούεσθαι καὶ μετὰ τὸ ἐμφαγεῖν κοιμᾶσθαι οὐ μὴν καὶ ἔργοις ἐπιπρέπεις ἀνδρικοῖς, ἢ ὅτι τοιούτῳ ἤγουν βασιλεῖ ἔοικας, οὐ νῦν οὕτως ὡς ἔχεις, ἀλλʼ ὅτε ὁ τοιοῦτος λούσαιτο καὶ φάγοι, ὥστε καὶ ἀναπεσεῖν εἰς ὕπνον. τηνικαῦτα γὰρ τὸ ἄρτι ῥυπαρὸν ἀποπλυνάμενος ὁ κατὰ σὲ φανείη ἂν τῇ ἀλλοιώσει ὡς βασιλεύς· ὃ δὴ σύμφωνόν ἐστι τῇ περὶ λοετροῦ καὶ λοιπῆς κατὰ σῶμα τημελείας δόξῃ, ὡς καὶ ἀλδαινόντων τὰ μέλη καὶ καλλίω αὐτὰ ποιούντων εἰ θεραπεύοιτο. καὶ ἔστι μὲν καλὴ καὶ ἡ τοιαύτη ἔννοια, σαφεστέρα δὲ καὶ ἀβιαστοτέρα ἡ πρώτη. Τὸ δὲ, βασιλῆϊ ἀνδρὶ ἔοικας. τοιούτῳ δὲ ἔοικας καὶ ἑξῆς, περικαλλές ἐστι καὶ αὐτὸ σχῆμα ἐπαναστροφῆς, ὁποῖόν τι ἐν Ἰλιάδι καὶ τὸ, εἰ πυρὶ χεῖρας ἔοικεν. εἰ πυρὶ χεῖρας ἔοικεν, μένος δʼ αἴθωνι σιδήρῳ. ὧν τὸ μὲν συμπληροῖ στίχον, τὸ δʼ αὖ κατάρχει τοῦ ἐφεξῆς στίχου. δῆλον δὲ ὡς ἔχει τι κερτομίας καὶ τὸ πῇ μὲν βασιλῆϊ ἐοικέναι λέγειν τὸν γέροντα, πῇ δὲ ἐρωτᾶν κατὰ ἐναντίαν ἔννοιαν, τίνος δμὼς εἶ. καὶ αὐτὸς οὐ τῶν ἄλλως θεραπόντων, ἀλλὰ τῶν κηπευόντων. ὁμοίως δὲ δῆλον ἐκ τοῦ ποιητοῦ καὶ ὡς ἔχαιρεν αὐτουργῶν κατὰ γεωργίαν ὁ Λαέρτης, ὥς που καὶ Ὀδυσσεὺς φθάσας ἐνηβρύνατο πρὸς τοὺς μνηστῆρας τῇ γεωργικῇ τέχνῃ, καὶ ὅτι διὰ τὸ ἐπὶ τῷ υἱῷ πένθος ὁ γέρων τοῖς ἀγροῖς ἐκδέδωκεν ἑαυτόν. Τὸ δὲ, ἡ γὰρ δίκη ἐστὶ γερόντων, ἀπόφανσίς ἐστι σεμνὴ γνωμικὴ κατὰ τὸ, τὸ γὰρ γέρας ἐστὶ θανόντων, καὶ, αὕτη τοι δίκη ἐστὶ θεοῦ, καὶ ὅσα τοιαῦτα. Τὸ δὲ, οὗτος ἀνὴρ ξυμβλήμενος οὔ τι μάλʼ ἀρτίφρων καὶ ἑξῆς, ψόγος ἐστὶ τοῦ μὴ ἐντελῶς διατεθέντος ἐφʼ ἠρώτηται. ἀναφορικὸν δὲ ἐνταῦθα τὸ, οὗτος ἀνήρ· οὐ γὰρ πάρεστιν ἐκεῖνος ὡς καὶ δείκνυσθαι. Τὸ δὲ, οὐ τόλμησεν ἕκαστα εἰπεῖν, ἀντὶ τοῦ οὐκ ἐκαρτέρησε καὶ νῦν κεῖται, καθὰ καὶ πρὸ ὀλίγων. Τὸ δὲ, ἀμφὶ ξείνῳ ἐμῷ, ταυτόν ἐστι τῷ, περὶ φίλου ἐμοῦ. Τὸ δὲ, καὶ εἰν Ἀΐδαο δόμοισι, σαφήνειά ἐστι τοῦ τέθνηκεν· ἔστι γάρ τινα οὐ μόνον τροπικῶς κακῶν ὕπο κατὰ τὴν τραγῳδίαν θανεῖν, ἀλλὰ καὶ λόγοις μόνοις κατά τε φήμην ἁπλῶς καὶ μὴν κατʼ ἐπιτήδευσιν, ὅτε τις προτίθεται λόγοις θανὼν, ἔργοισι σωθῆναι τραγῳδικῶς εἰπεῖν κἀξενέγκασθαι κλέος. ὃ καὶ Ζάλευκος καὶ Πυθαγόρας ἐπραγματεύσαντο. λέγει οὖν τὸ τέθνηκεν ἐνταῦθα οὐχʼ οὕτω πως, ἀλλʼ ὅτε τις κατὰ φύσιν θανὼν ἐν Ἅιδου γένηται. Ἀρκεισιάδης δὲ Λαέρτης ὡς υἱὸς Ἀρκεισίου, ὃς ἢ παρὰ τὸ ἀρκέω ἀρκέσω ἐῤῥέθη ὡς οἷα ἐπαρκεῖν ἁπλῶς δυνάμενος, ὅθεν καὶ ὁ ποδάρκης, ἢ διότι ἄρκος αὐτὸν ἤτοι ἄρκτος θηλάσοι, καθὰ καὶ ἕτερόν τινα ἵππος ἢ αἲξ, καὶ ἄλλους τινὰς λύκαινα· ἐν οἷς καὶ οἱ τῶν Ῥωμαίων ἔξαρχοι κατὰ Δίωνα, Ῥῶμος δηλαδὴ καὶ Ῥωμύλος, οὓς ἐθήλασε λύκαινα ἡ παρὰ Ἰταλιώταις λούπα. ὃ δὴ ὄνομα μετῆκται ἀστείως εἰς ἑταιρίδων προσηγορίαν· τὸ ζῷόν τε γὰρ ἁρπακτικὸν ἡ λούπα εἴτουν λύκαινα καὶ αἱ ἑταιρίδες δὲ ὁμοιότροποι. εἰ δὲ καὶ μῦθος τερατεύεται ὡς ἄρα τέκοι αὐτὸν ἄρκτος, ἡ ἱστορία θεραπεύει τὸ τοιοῦτον βρέφος ἀνθρωπίνως μαιεύουσα· φασὶ γὰρ Κέφαλον τὸν Δηϊονέως ἢ Δηΐονος ἐξ ἄρκτου γυναικὸς τεκεῖν τὸν Ἀρκείσιον. Ἀνθεμόεις δὲ κρατὴρ ὡς καὶ ἐν ἄλλοις λέβητες καὶ τρίποδες ἐῤῥέθησαν ἀνθεμόεντες οἱ ἀναθηματικοὶ διὰ κειμηλίωσιν ἢ ἀνθηροὶ διὰ τὰ δαιδάλματα. ἐν δὲ τῇ Ἰλιάδι καὶ τοπικὸν ἐπίθετον τὸ ἀνθεμόεν κεῖται· λειμῶνα γὰρ Ὅμηρος ἐκεῖ φησὶν ἀνθεμόεντα. Αἱ δὲ ἁπλοΐδες χλαῖναι πρὸς διαστολὴν ἑτέρων μὴ τοιούτων ἐῤῥέθησαν, ὁποῖαι πάντως αἱ διπλοΐδες. Περὶ δὲ φαρέων καὶ ταπήτων καὶ χιτώνων πολλαχοῦ δηλοῦται. Ὁ δὲ περὶ γυναικῶν ἐνταῦθα λόγος χρήσιμος ἐν τοῖς πρὸ τούτων εἰς τὸ, οὐκ ἄορας οὐδὲ λέβητας. ἔνθα ἐφαίνετο καὶ ὅτι ἄορας τὰς γυναῖκας ἐκεῖ ὁ ποιητὴς λέγει, καὶ ὅτι ἐδίδοντό ποτε καὶ γυναῖκες τοῖς ἐπιξενουμένοις. Εἰδαλίμας δὲ ἢ τὰς εὐειδεῖς λέγει ἢ καὶ ἄλλως τὰς ἐπιστήμονας παρὰ τὸ εἰδέναι, ἵνα εἴη ταυτὸν τῷ, ἔργα εἰδυίας, καὶ τὸ εἰδαλίμας. τὸ μέντοι ἰδάλιμον καῦμα διὰ τοῦ ἰῶτα ἔχει τὴν ἄρχουσαν παρὰ τὸ ἰδίειν καὶ τὸ ἴδος, ὃ δηλοῖ τὸν ἱδρῶτα. Ὅτι ἀγαθοῦ ξενοῦ δηλωτικὸν τὸ, ἄνδρα ποτʼ ἐξείνισσα ἡμέτερόνδʼ ἐλθόντα, οἶκον δηλαδή· καὶ οὔ πώ τις βροτὸς ἄλλος ξείνων τηλεδαπῶν φιλίων, τουτέστι φίλτερος, ἐμὸν ἵκετο δῶμα. ἐκ τοῦ φίλος δὲ ὁ φιλίων γίνεται, ἀπʼ αὐτοῦ δὲ, ὡς καὶ προεδηλώθη, ὁ φίλιστος, οὗ χρῆσις καὶ παρὰ Σοφοκλεῖ. Ἔτι ὁμοίας ξενίας φραστικὸν καὶ τὸ, τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων εὖ ἐξείνισσα ἐνδυκέως φιλέων πολλῶν κατὰ οἶκον ἐόντων, καί οἱ δῶρα πόρον ξεινήϊα οἷα ἐῴκει. Ψόγον δὲ φράζει χώρας τὸ, ξεῖνε γαῖαν μὲν ἱκάνεις ἣν ἐρεείνεις, ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν. Ἐπὶ δέ τινος μάτην δωρησαμένου ἁρμόζει τὸ, δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο μυρία ὀπάζων. Μνήμην δὲ εὐεργετικοῦ ποτὲ ἀνδρὸς ἀγαθὴν ἔχει τὸ, εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις ἤτοι κατέλαβες, εὗρες, δώροις ἄν σε ἀμειψάμενος ἀπέπεμψε καὶ ξενίῃ ἀγαθῇ· ἡ γὰρ θέμις ὅς τις ὑπάρξει. καὶ ἔστι καὶ τοῦτο γνωμικὸς ἀφορισμὸς ὅμοιος τῷ, ἡ γὰρ δίκη ἐστὶ γερόντων, καὶ τοῖς τοιούτοις ὡς πρὸ βραχέων ἐῤῥέθη. Ὅρα δὲ τὸ ὑπάρξει ἀντὶ τοῦ προκατάρξει, οὕτω καλῶς καὶ πρωτοθέτως λεγόμενον παρὰ τῶν παλαιῶν, ὅ περ οἱ μεθʼ Ὅμηρον καὶ κατάρχειν φασίν· ἀφʼ ὧν καὶ ἡ καταρχὴ τῶν ἔργων καὶ ἡ ὑπαρχὴ, ὡς δηλοῖ καὶ τὸ ἐξ ὑπαρχῆς. λέγει δὲ ἡ ῥηθεῖσα γνώμη, ὅτι θέμις τουτέστι δίκαιον ἀντιξενίζειν τὸν ὑπάρξαντα κατὰ τὸ, δόμεν, ἤγουν δὸς, ὅς κεν δῶ, τὸ Ἡσιόδειον, καὶ ἵνα καὶ χάρις χάριν εἴη τίκτουσα κατὰ τὸ ἐν ἄλλοις ῥηθὲν τῶν χαρίτων ἴδιον. Τὸ δὲ ἐκίχεις ἢ ἐκ τοῦ κιχῶ γίνεται ἢ ἐκ τοῦ κίχημι, ἐξ οὗ τὸ κιχήμεναι. Ὅτι συχνὰ νοήματα ἐνταῦθα τὰ τοῦ Λαέρτου περὶ Ὀδυσσέως ταῦτα· σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδα εἴ ποτʼ ἔην γε δύσμορον, ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης ἢ ἐν πόντῳ φάγον ἰχθύες ἢ ἐπὶ χέρσου θηρσὶ καὶ οἰωνοῖς ἕλωρ γένετο. λυπεῖ δὲ τὸν γέροντα καὶ ὅτι οὐκ ἔκλαυσεν ἐκεῖνον περιστείλας μήτηρ, οὐδʼ ἄλοχος πολύδωρος ἐχέφρων Πηνελόπεια κώκυσεν ἐν λεχέεσσιν, ὡς ἐπεῴκει, ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων, τὸ καὶ ἀλλαχοῦ ῥηθέν. μονῳδικὰ δὲ ταῦτα τοῦ γέροντος ἐπὶ τῷ υἱῷ. Ὅρα δʼ ἐν τούτοις τὸ, ἢ ἐπὶ χέρσου ἕλωρ ἐγένετο, ἀσυνήθως φρασθέν· τὸ μὲν γὰρ ἀκόλουθον τοιοῦτον ἂν ἦν· ὅν που ἔφαγον ἰχθύες ἢ ἐπὶ χέρσου θῆρες καὶ οἰωνοὶ ἕλωρ ἔθηκαν. ὁ μέντοι γέρων, ὡς οἷον ὑπὸ λύπης ἐκλαθόμενος τῆς συνήθους φράσεως, ἐνήλλαξεν αὐτὴν, καὶ χρὴ νοεῖν ἐκ τοῦ, ὅν που τῆλε, ἀπὸ κοινοῦ τὸ ὃς, ὡς εἰ ἔλεγεν, ὃς ἐπὶ χέρσου ἕλωρ ἐγένετο. Ὅρα δὲ καὶ τὸ θηρσίν· εἰ γὰρ ἄλλως θηρία πάντα τὰ ἄλογα, ὡς προδεδήλωται, ἀλλʼ ὁ ποιητὴς ἐνταῦθα θῆρας ἰδιαζόντως τοὺς περὶ χέρσον ὠμηστὰς λέγει, ὥς περ καὶ οἰωνοὺς οὐ πάντας ἀλλὰ τοὺς σαρκοβόρους. Τὸ δὲ περιστείλασα καιριωτάτη λέξις ἐστὶν, εὐκοσμίαν δηλοῦσα νῦν μὲν ἐπὶ νεκροῦ, παρʼ ἄλλοις δὲ καὶ ἐπὶ ζώντων. τοιαύτης δὲ δυνάμεως καὶ ἡ περιστολή. Ἄλοχος δὲ πολύδωρος καὶ νῦν, ὥς περ καὶ ἐν Ἰλιάδι ἡ Ἀνδρομάχη καὶ εἴ τίς που ἄλλη. Καθελεῖν δὲ ὀφθαλμοὺς τὸ νεκρικῶς καλύψαι ὡς ἀπὸ τοῦ παρακολουθοῦντος· παρέπεται γὰρ ἐν τοῖς τοιούτοις καθαιρεῖν ἐπὶ συμμύσει τὰ βλέφαρα. Ὅτι καὶ ἐνταῦθα ἔμπορος κεῖται ὁ ἀλλοτρίας νηὸς ἐπιβάτης, φησὶ γάρ· ποῦ δὲ ναῦς ἕστηκε, ἥ σε ἤγαγεν; ἢ ἔμπορος εἰλήλουθας νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν. Ἔνθα ὅρα καὶ τὸ, οἱ δὲ, ἀντὶ τοῦ, οἱ ναῦται, νοηθέντες Ἀττικῶς ἐκ τῆς νηός. Καὶ ὅτι βῆναι μὲν τὸ ἀποβῆναι, τὸ ἀποπλεῦσαι, ἐκβῆσαι δὲ τὸ ἐξαγαγεῖν τῆς νηός. Ἐν δὲ τῷ, ἢ ἔμπορος εἰλήλουθας, λυτικὸς ὁ ἢ σύνδεσμος· ὃ ζηλώσαντες οἱ μεθʼ Ὅμηρον κατάρχουσι διʼ αὐτοῦ τῶν παρʼ αὐτοῖς λύσεων. Ὅτι Ὀδυσσεὺς ἐν τῷ τοῦ πατρὸς ἀποπειρᾶσθαι ἐπικρύπτων ἑαυτὸν πλάττει εἶναι μὲν ἐξ Ἀλύβαντος, υἱὸς δὲ Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος. ἐμοὶ δέ, φησιν, ὄνομά ἐστιν Ἐπήριτος· ἀλλά με δαίμων πλάγξεν ἀπὸ Σικανίης, ἐκεῖθεν δηλαδὴ ἐρχόμενον. Ἰστέον δὲ ὅτι Ἀλύβη μὲν ἢ Ἀλύβας πόλις Ἰταλίας ἡ κληθεῖσα ὕστερόν, φασι, Μεταπόντιον. ἕτεροι δὲ πόλιν Θρᾳκίαν ταύτην εἶπον. Ὅμηρος δὲ ταύτην ἐπίτηδες ἐπελέξατο οἷα παρωνυμουμένην τῇ ἄλῃ τουτέστι τῇ πλάνῃ τοῦ Ὀδυσσέως. Ἀφείδαντος δὲ υἱὸς εἶναι λέγει, ἐμφαίνων τὸ ἑαυτοῦ ἐλευθέριον καὶ μεγαλόδωρον· ὃ συνιστῶν καὶ ὁ Λαέρτης ἔφη πρὸ ὀλίγων, ὅτι δώροις ἄν σε Ὀδυσσεὺς ἀμειψάμενος ἀπέπεμπε. Πολυπήμων δὲ αὐτῷ καταψεύδεται πάππος πρὸς αἴνιγμα τῶν πολλῶν πημάτων ὧν ἔπαθε. Τὸ δὲ Ἐπήριτος ταυτόν πώς ἐστι τῷ περιμάχητος ἀπὸ τοῦ ἐρίζω, ἐπεὶ πᾶσιν ἔμελλε καὶ ἐπίστροφος ἦν ἀνθρώπων Ὀδυσσεὺς, ἢ καὶ ὅτι τὴν ἀγαθὴν ὑπέτρεφεν ἔριν. Ἰστέον δὲ ὅτι κατὰ ἀναλογίαν ἐπήριστος ὤφειλεν εἶναι ὁμοίως τῷ ἀμφήριστος, ἀπήγαγε δὲ τὸ σίγμα διὰ χρείαν δακτύλου. ὃ γίνεται καὶ ἐν τῷ, νήρθιτον ὄρος, καὶ εὔκτιτον καὶ εὐκτιμένην καὶ ἐν ἄλλοις. καὶ τοιοῦτος μὲν ὁ πλαστὸς οὗτος Ἐπήριτος. ὁ μέντοι γε παρὰ τοῖς ὕστερον ἐπίῤῥητος διὰ προπαραλήγοντος ἰῶτα καὶ παραλήγοντος η καὶ διπλασμοῦ τοῦ ἀμεταβόλου ψόγον δηλοῖ προσώπου, λαμβανόμενος ἀντὶ τοῦ πολύψεκτος. καθʼ οὗ πολλὰ ῥητὰ δηλαδὴ, ὡς τῆς ἐπι προθέσεως κἀνταῦθα τὴν κατα δηλούσης, ἵνα ᾖ ἐπίῤῥητος ὁ κατάῤῥητος. Σικανίαν δὲ τὴν Σικελίαν φασί τινες, περὶ ἣν ἡ πλείων τοῦ Ὀδυσσέως προπέφηνε πλάνη γενέσθαι. διὸ καὶ Ὀδυσσεὺς ἄρτι οὐκ ἀφυῶς αὐτῆς μέμνηται. ἣν δὴ Σικανίαν οἰκίσαι καὶ καλέσαι λέγεται Ἴβηρες ἐλθόντες ἀπὸ Σικανοῦ ποταμοῦ. Διόδωρος δέ που τῶν δεκάτων βιβλίων εἰπὼν περί τε Σικελῶν καὶ Σικανῶν, διαφορὰν οἶδεν, ὡς καὶ προεῤῥέθη, Σικελοῦ καὶ Σικανοῦ. οἱ δὲ μεθʼ Ὅμηρον καὶ Σικελοῦ καὶ Σικελιώτου διαφορὰν οἴδασι· Σικελὸς μὲν γάρ, φασιν, ὁ ἐν Σικελίᾳ βάρβαρος, οὗ θηλυκὸν ἡ Σικελὴ γραῦς· Σικελιώτης δὲ ὁ ἀπὸ Ἑλληνίδων πόλεων μετοικίσας ἐκεῖ. οὕτω δὲ καὶ Ἰταλοὶ μὲν οἱ ἐξ ἀρχῆς τὴν χώραν οἰκήσαντες, Ἰταλιῶται δὲ ὅσοι τῶν Ἑλλήνων ἀπῳκίσθησαν μετὰ ταῦτα ἐκεῖ. Ὅτι ἀγαθὴν πομπὴν ξένου δηλοῖ τὸ, ἐσθλοὶ ἦσαν ὄρνιθες ἰόντι δεξιοὶ, οἷς χαίρων ἐγὼν ἀπέπεμπον ἐκεῖνον, χαῖρε δὲ κεῖνος ἰὼν, θυμὸς δέ τι ἡμῖν ἐώλπει μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν, ἤγουν δοῦναι ἀπὸ τοῦ διδῶ διδώσω πρωτοτύπου, ἐξ οὗ τὸ δίδωμι. Ὄρνιθες δὲ καὶ νῦν, τουτέστιν οἰωνοὶ, οἳ τὸ μέλλον δηλοῦντες. δεξιοὶ δὲ ὄρνιθες εἰπεῖν καὶ ἐσθλοὶ ταυτόν ἐστι. Τοῦ δὲ ἀποπέμπειν οὐκ ἔστι καιριωτέραν λέξιν ἐπὶ τῶν τοιούτων εἰπεῖν. Τοῦ δὲ ἧμιν ἡ προπερίσπασις ἤδη σαφῶς προδεδήλωται. Τὸ δὲ, μίξεσθαι ξενίῃ, πρὸς διαστολὴν μὲν κεῖται τοῦ φιλότητι μίξεσθαι καὶ τῶν τοιούτων· περίφρασις δέ ἐστι τοῦ ξενισθῆναι. Ὅτι λύπης καὶ ἀγωνίας ἐνδεικτικὸν τὸ, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα καὶ ἑξῆς, ὡς προγέγραπται. ἔνθα καὶ κόνιν αἰθαλόεσσαν λέγει τὴν ξηρὰν καὶ ὁποία τις ἐκ τῶν αἰθομένων σωμάτων γένοιτʼ ἄν. τοῦτο δέ, φησιν, ὠρίνετο θυμὸς ἀνὰ ῥῖνα δέ οἱ ἤδη δριμὺ μένος προὔτυψεν, ἤγουν προενέπεσε ταῖς ῥισίν. ὃ δὴ προπάσχει ὡς ταπολλὰ ὁ μέλλων δακρύειν. ἡ δὲ λέξις τοῦ προτύπτειν καὶ ἐν Ἰλιάδι, πλὴν πολεμικὴ, ὡς δηλοῖ τὸ, Τρῶες δὲ προὔτυψαν. καὶ ἄλλως δὲ νῦν προτύψαι τὸ μὴ ἐντός που τύψαι, ἀλλὰ πρὸ τοῦ ἀκρωτηρίου τῆς ῥινός. Ὅτι ὁ ψηλαφηθεὶς καὶ εὑρεθεὶς ὑπὸ παλαιοτέρου τινὸς ἐρεῖ ἂν τὸ τοῦ Ὀδυσσέως πρὸς τὸν πατέρα· ἐκεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγὼ, πάτερ, ἤλυθον. Παράκλησις δὲ τοῦ μὴ κλαίειν τὸ, ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος. Ὅτι δεικνὺς ὁ ποιητὴς, ὡς ἐν καιρῷ κατεπείγοντι βραχυλογεῖν χρὴ, δυσὶ στίχοις ἐνταῦθα περιλαμβάνει τὰ κατὰ τοὺς μνηστῆρας· ἔνθα πλάσας εἰπόντα τὸν Ὀδυσσέα, ὅτι μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα, προστίθησι καὶ τὴν τῆς ἄγαν συντομίας αἰτίαν φάμενος· ἐκ γάρ τοι ἐρέω, μάλα δὲ χρὴ σπευδέμεν. τοῦτο δὲ ἢ διὰ τὸ καραδοκεῖσθαι πόλεμον ἐκ τῶν Ἰθακησίων αὐτίκα νῦν ἢ καὶ διότι αὐτὸς ὁ ποιητὴς σπεύδει τελευτὴν ἤδη ἐπιθεῖναι οἷς ἐνταῦθα ποιεῖ. Ὅτι Λαέρτου ζητήσαντος ἐξ Ὀδυσσέως σῆμά τι ἀριφραδὲς ὄφρα, φησὶ, πεποίθω, πρῶτον μὲν τὴν οὐλὴν τὸ μέγα παράσημον ἀπεγύμνωσεν, ἐπιτεμὼν τὸ κατʼ αὐτὴν προῤῥηθὲν μακρὸν διήγημα ἐν στίχοις ἐνταῦθα τέτταρσιν. εἶτα καθάπερ τῇ γυναικὶ οὕτω καὶ τῷ πατρὶ ἰδιαίτατόν τι γνώρισμα παραδεικνὺς οἰκεῖον τῷ τόπῳ, περὶ ὃν ἄρτι εὕρηται, ἀπαριθμεῖται καὶ δένδρα τῷ Λαέρτῃ, ἅ μοί ποτέ, φησιν, ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα, ὡς εἰκὸς, παιδνὸς ἐὼν κατὰ κῆπον ἐπισπόμενος, διὰ δʼ αὐτῶν ἱκνεύμεσθα, ἤγουν διὰ τῶν τοιούτων δένδρων ἐπορευόμεθα ὡς καὶ ἰδεῖν με αὐτὰ καὶ οὕτω μεμνῆσθαι αὐτῶν. σὺ δʼ ὠνόμασάς, φησι, καὶ ἔειπες ἕκαστα. ὄγχνας μοι δῶκας τρεισκαίδεκα καὶ δέκα μηλέας, συκέας τεσσαράκοντα, ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος ἤην, τουτέστιν ἦν πλεονασμῷ καὶ νῦν τοῦ ἑνὸς ἦτα. ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν, ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθε. καὶ οὕτω μὲν Ὀδυσσεύς. τοῦ δὲ γέροντος αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς καὶ προεγράφη, σήματα ἀναγνόντος, ἤγουν ἀναγνωρίσαντος, ἀναμνησθέντος. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε, ὅ περ ἐπὶ τῆς γυναικὸς ἔφη· ἀμφὶ δὲ χεῖρας δειρῇ βάλλε. τὸν δὲ προτὶ οἷ, ἤγουν πρὸς ἑαυτῷ, εἷλεν ἀποψύχοντα, ὡς εἰκὸς, Ὀδυσσεύς. ἐπεὶ δὲ ἄμπνυτο ἤγουν ἐς φρένας θυμὸς ἀγέρθη, ὃ δὴ θυμηγερέειν ἀλλαχοῦ πέφρασται, τότε δὴ ὁ γέρων ἀναφωνεῖ πάνυ ἐνδιαθέτως ἐν θαύματι τὸ, ἦ ῥα ἔτι ἔστι θεὸς κατὰ τὸν μακρὸν Ὄλυμπον, εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλοι ὕβριν ἔτισαν, τουτέστι, ἔστι θεὸς εἴ περ οἱ κακοὶ ἀπώλοντο. ἀποφθεγματικὸν δὲ τοῦτο καὶ πάνυ παιδευτικόν. Ἰστέον δὲ ὅτι παιδνὸς μὲν ὁ πάνυ νέος παρὰ τὸ παίζειν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. Τὸ δὲ ὀνομάσαι καὶ τὸ ὀνομῆναι εἰς ταυτὸν ἐν τοῖς ῥηθεῖσιν ἦκται. Ὄγχναι δὲ κυρίως αἱ καὶ ἀχράδες, ἤγουν δένδρα γεννῶντα τοὺς ἀγρίους ἀπίους. γίνεται δὲ παρὰ τὸ ἄγχειν· ἄγχουσι γάρ πως οἱ ἐκεῖθεν καρποὶ διὰ τὸ ἄγαν στύφον. Τὸ δὲ εἰπεῖν τρισκαίδεκα καὶ ἐπισυνάψαι τὸ, καὶ δέκα, κάλλους ἐστὶν ἐπαναφορικοῦ κατὰ τὸ, Πάτροκλον πρόφασιν ὅ φασιν, ἔτι δὲ καὶ τὰ ὅμοια. Τὸ δὲ τρεισκαίδεκα διὰ διφθόγγου γράφουσι τὰ τῶν ἀντιγράφων ἀκριβέστερα πάνυ ἀναλόγως, ἐπεὶ πῶς ἄν τις διὰ διχρόνου γράψοι τὸ, ὄγχνας τρεισκαίδεκα, ὃ διαλυθὲν οὕτως ἂν φράζοιτο· ὄγχνας τρεῖς καὶ δέκα. τὸ δὲ τοιοῦτον τρεῖς οὐκ ἂν ἀμφιβάλοι τις διὰ διφθόγγου γράφεσθαι. Αἱ δὲ μηλέαι πολύν τινα ζητοῦσι λόγον ἐπὶ τοῖς κατʼ αὐτάς. ἐπεὶ δὲ μὴ καὶ ἔστι τούτου καιρὸς, ῥητέον γοῦν ὅτι τε συναιρεῖται ἡ μηλέα εἰς μηλῆν κατὰ τὴν συκῆν, καὶ ὅτι ὁ καρπὸς αὐτῶν τὰ μῆλα καὶ ἦλα λέγεται, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθη. καὶ τοῦτο λέγειν ἱστορεῖται Σέλευκος ἐν γλώσσαις, παρʼ ᾧ φέρεται καὶ ταῦτα· βράβηλα ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτά ἐστι, μάδρυα μὲν λεγόμενα ὡς οἷον μαλόδρυα, βράβηλα δὲ κατὰ ἐτυμολογίαν φασὶ καὶ αὐτὸ Δημητρίου τοῦ Ἰξίονος ὡς εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ ὡς οἷον μῆλα. Καὶ ὅρα ἐν τούτοις τὸ μαλόδρυα, ἤγουν Δωρικῶς μηλόδρυα, πρὸς ὁμοιότητα τοῦ ἀκρόδρυα. ἔτι ἐκ τῆς μηλέας καὶ Μηλίδες αἱ κατὰ Δωριεῖς Μαλίδες νύμφαι, αἳ καὶ τετρασυλλάβως Μαλιάδες κατὰ τὸ, φίττα Μαλιάδες, φίττα Ῥοιαὶ, φίττα Μελίαι, ἐν οἷς νυμφῶν μέν εἰσιν ὀνόματα τὰ θηλυκὰ, τὸ δὲ φίττα ἐπίῤῥημα τάχους δηλωτικὸν, καθὰ καὶ παρὰ Θεοκρίτῳ τὸ σίττα. Τὸ δὲ συκέας πρωτότυπόν ἐστι τοῦ συκᾶς εἰπεῖν κατὰ συναίρεσιν. ἔστι δὲ ὥς περ ἀμυγδαλέα ἀμυγδαλῆ κτητικῶς, φασὶ, παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος, οὕτω καὶ συκέα συκῆ διὰ τὸν κατʼ αὐτὰς καρπὸν τὰ σῦκα. οὕτω δέ φασι καὶ ῥοδῆ περισπωμένως παρʼ Ἀρχιλόχῳ· παρʼ ᾧ κεῖται καὶ τὸ, ῥοδῆς καλὸν ἄνθος. ὡς δὲ συκέα μηλέα, οὕτω φασὶ καὶ μορέα ἡ τὰ εἰρημένα ἐν ἄλλοις μόρα φέρουσα· οὐ συναιρεῖται μέντοι κατὰ τὴν συκέαν ἡ μορέα, ὥς περ οὐδὲ ἡ μηλέα. Ἰστέον δὲ καὶ ὅτι τῶν ἰσχάδων κοινῶς καὶ συνήθως ἐπιλεγομένων τοῖς ξηροῖς τῶν σύκων, ὡς ἀπὸ τοῦ ἰσχνάνθαι, οἱ παλαιοὶ τὴν λέξιν καὶ ἐπὶ ἐλαιῶν τιθέασι, φάμενοι ὅτι τὰς, ὡς ἀλλαχοῦ ἐγράφη, δρυπεπεῖς καὶ γεργιρίμους ἐλάας καὶ ἰσχάδας οἱ παλαιοὶ ἔλεγον, ὡς οἷα σεμνύνοντες αὐτὰς ὀνόματι γλυκερῷ. αἱ δὲ τοιαῦται καὶ τῶν βοτρύων παρέλκουσί τι· τριβεῖσαι γάρ, φασιν, ἐλαῖαι στέμφυλα παρʼ Ἀθηναίοις ἐκαλοῦντο, εἴτουν βρύτεα. γέγονε δέ, φασιν, ἡ φωνὴ αὕτη παρὰ τοὺς βότρυς τῶν σταφυλῶν, ὧν εἰσὶ τὰ τοιαῦτα ἐκπιέσματα. εἰ δὲ ἡ συκέα, ὥς περ τὰ σῦκα οὕτω καὶ τὸ συκοφαντεῖν παράγει τὸ χείριστον καὶ φυτὸν καὶ κάρπιμον, ἔτι δὲ καὶ τὸ συκάζειν ἤγουν ἐπηριαστικῶς πιέζειν ἢ τοὺς ὑπευθύνους κατὰ τὸν κωμικὸν ἡ ἑτεροίους τινάς· καὶ παροιμίαν δὲ γεννᾷ τὴν, ὁμοιότερος σύκου, ἐπὶ τῶν πάντῃ παρεοικότων κατʼ ὄψιν. φύει δὲ καὶ τὸ, συκίνη ἐπικουρία, ἐπὶ τῶν ἀχρείων βοηθεῖν. παιδεύει δὲ καὶ διὰ τοῦ ἐρινεασμοῦ, ὡς ἔστι καὶ ἐκ τῶν σμικροτάτων καλόν τι καρποῦσθαι· καθὰ καὶ τῇ συκῇ τὸν γόνον οἱ ἀμυδροὶ ψῆνες περιποιοῦνται, παγιοῦντες τὸν καρπὸν ὡς μὴ καταῤῥέειν. καὶ ὅτι τῷ ζωϊκῷ ἥπατι καὶ μάλιστα τῷ τῶν σιάλων ἐκεῖθεν ἐπῆλθε τὸ συκωτὸν κατὰ παλαιὰν καὶ τέχνην καὶ ἱστορίαν. καὶ ὅτι ἀγλευκεῖ πάθει τῷ κατὰ τοὺς ὀφθαλμοὺς τὸ σύκωμα ἐπισκώπτεται διὰ τὸ κατὰ τοὺς τοιούτους ὑπέρυθρον. καὶ ὅτι τῶν σύκων ὅσα τὸ πέπον ψεύδονται, φήληκες λέγεται, ὅ πέρ ἐστιν ἀπατεῶνες καρποὶ, οὐκ ἂν εἴη καίριον εἰς πλέον περιλαλῆσαι. ὡς δὲ πολλὰ εἴδη σύκων, δηλοῦσιν οἱ παλαιοί· ἐν οἷς καὶ αἱμώνια τὰ ἐν τῇ νήσῳ Πάρῳ, κληθέντα οὕτω διὰ τὸ ἐρυθρῶδες. Φιλήμων δέ, φασι, βασίλεια οἶδε σῦκα, ἐξ ὧν αἱ βασιλίδες ἰσχάδες, προσιστορῶν καὶ ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. ἦν δέ τις καὶ γλυκυσίδη, ὡς καὶ αὐτὸ Ἀθήναιος λέγει, σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖα, ἣν ἐφυλάσσοντο γυναῖκες ἐσθίειν διὰ τὸ ποιεῖν ματαϊσμούς. ἦσαν δὲ καὶ χειμερινὰ κωδωναῖα ὑπὸ Ἀχαιῶν καλούμενα. ἡγεμὼν δέ, φησι, καθαρείου βίου ἀνθρώποις ἡ συκῆ· διὸ Ἀθήνῃσιν ὁ τόπος, ἐν ᾧ πρῶτον εὑρέθη, ἱερὰ συκῆ ἐκλήθη, καὶ ὁ καρπὸς αὐτῆς ἡγητρίας διὰ τὸ προευρεθῆναι τῆς ἡμέρου τροφῆς. φέρεται δέ, φησι, μῦθος Συκέαν τινὰ Τιτᾶνα διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί· ἀφʼ οὗ καὶ Συκέα πόλις ἐν Κιλικίᾳ. ἕτερος δὲ μῦθος λέγει Ὄξυλον Ἁμαδρύαδι τῇ ἀδελφῇ μιγέντα γεννῆσαι Καρύαν, Βάλανον, Κράνιον, Αἴγειρον, Ἄμπελον, Συκῆν· ἐξ ὧν τὰ παρώνυμα δένδρα. ὅθεν Ἱππώναξ ἔφη τὸ, συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην· εὕρημα δέ, φασι, Διονύσου ἡ συκῆ· διὸ καὶ συκίτης Διόνυσος ἐν Λάκωσιν. ἐν δὲ Νάξῳ τὸ μὲν τοῦ Βακχέως Διονύσου πρόσωπον ἀμπέλινον ἦν, τὸ δὲ τοῦ Μειλιχίου σύκινον, καὶ τὰ σῦκα μείλιχα ἐκαλοῦντο. πάντων δέ, φησι, τῶν ξυλίνων καρπῶν ὠφελιμώτερα ἀνθρώποις τὰ σῦκα. Ἡρόδοτος δέ φησιν ὁ θαυμασιώτατος καὶ μελίγηρις χώραν τινὰ ψέγων οὔτε οἶνον αὐτὴν ἔχειν ἔφη, οὐ σῦκα, οὐκ ἄλλο οὐδὲν ἀγαθόν. παροιμιῶν δὲ ἡ μὲν λέγουσα, σῦκον μετʼ ἰχθὺν, ὄσπριον μετὰ κρέα ταπεινοῖ τὸ σῦκον· ἡ δὲ εἰποῦσα, σῦκα φίλʼ ὀρνίθεσι φυτεύειν δʼ οὐκ ἐθέλουσιν, ἀγρίαν ἀδικητικὴν σκώπτει. λέγεται δὲ Φιλίππου ἄρχοντος περὶ Βισαλτίαν καὶ Ἀμφίπολιν ἔαρος μέσου ὄντος τὰς μὲν συκᾶς σῦκα, τὰς δʼ ἀμπέλους βότρυς, τὰς δὲ ἐλαίας ἐν ᾧ χρόνῳ βρύειν αὐτὰς εἰκὸς ἦν ἐλαίας ἐνεγκεῖν καὶ εὐτυχῆσαι πάντῃ τὸν Φίλιππον. ὡς δὲ συκῆ ἐκ τοῦ σύειν καὶ κίειν γίνεται ὡς ὁρμητικὴ, δῆλον ἐκ τῶν παλαιῶν· οἵ φασι καὶ ὡς παρώνυμός ἐστι σύκων τὸ ὀρνίθιον ἡ συκαλὶς, ἐν σύκων ἁλισκομένη καιρῷ, ἣν Ἐπίχαρμος διὰ μέτρον ἐν δυσὶ λάμβδα ἔγραψεν. Ὄρχους δὲ, οἳ τῶν ὀρχάτων πρωτότυποί εἰσιν ὡς προεφάνη, τοὺς τῶν ἀμπέλων ἄρτι λέγει. Τὸ δὲ διατρύγιος ἅπαξ μὲν καὶ αὐτὸ εἴρηται τῷ ποιητῇ, σημαίνει δὲ ἄμπελον ἧς οἱ καρποὶ ἐν διαφόροις καιροῖς πεπαίνονται. διὸ καὶ ἔφη· ἔνθα σταφυλαὶ παντοῖαι. ἕτεροι δὲ διατρυγίους, φασὶν, ὄρχους οὐ μόνον οἰνικοὺς, ἀλλὰ καὶ δενδρικοὺς τοὺς μὴ πάνυ πυκνοὺς, ἀλλὰ τοιούτους ὡς μεταξὺ τῶν κατὰ τὰ φυτὰ στοίχων παρεσπάρθαι τι τῶν σπορίμων καὶ οἵων τρυγᾶσθαι. Διὸς δὲ ὧραι αἱ τοῦ ἀέρος ἢ τοῦ αἰθέρος ἢ τοῦ οὐρανοῦ ἢ τοῦ ἡλίου. Τὸ δὲ ἐπιβρίσειαν ἀντὶ τοῦ ἐπιβαρίσειαν τοὺς καρποὺς ὡς ἤδη πεπληρωμένους καὶ οὕτω βάρος ἔχοντας. Ἀποψύχειν δὲ τὸ ἄπο ψυχῆς γίνεσθαι ἢ καὶ ἄλλως εἰπεῖν, ἀποπνέειν· οὗ τὸ ἀνάπαλιν ἄμπνυσθαι καὶ ἀναπνέειν ἤγουν ἐπανέρχεσθαι εἰς πνοήν. Ἡσίοδος μέντοι ἐπί τινος τὸ ἐναποψύχειν σεμνῶς τίθησι, δῆλον ἐστίν. Ἐν δὲ τῷ, ἐς φρένας θυμὸς ἀγέρθη, ὡς οἷα τινὰ τόπον καὶ ἑστίαν ψυχῆς καὶ τὰς φρένας εἶναι δοξάζει. Ὅτι ἐξ αὐτῶν ὅ φασι βαλβίδων ὁ Λαέρτης δεικνὺς Ὀδυσσέως εἶναι πατὴρ τοῦ βαθυγνώμονος προαναφωνεῖ φόβον κινδύνου, εἰπὼν δεδοικέναι κατὰ φρένα μὴ τάχα πάντες ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ πάντῃ ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι. καὶ ἔστι μὲν ὁ φόβος τοῦ γέροντος πάνυ εὔλογος, καί τι τούτου μέρος εὐθὺς γίνεται· ἀνασείσας γὰρ Εὐπείθης ὁ τοῦ Ἀντινόου πατὴρ τοὺς Ἰθακησίους ἐπεγερεῖ αὐτίκα τῷ Ὀδυσσεῖ. καὶ οὕτω μὲν ὁ γέρων δέδιεν. Ὀδυσσεὺς δὲ μὴ κακὸν ἐπὶ κακῷ τῷ τῆς λύπης θεῖναι τῷ πατρὶ ἐθέλων, θάρσει, φησὶ, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων ἤγουν μελέτωσαν. καὶ ἀναλαβόμενος ἄπεισιν εἰς δόμους· ἔνθα εὗρε τοὺς περὶ αὑτὸν ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον, τουτέστιν ἐμβάλλοντας εἰς κρατῆρας· οὔ πω γὰρ ἄλλως ἦν οὐδεὶς ὁ πίνων, ὡς νοηθῆναι νῦν κερᾶν τὸ διδόναι πιεῖν. Πολυωνυμία δὲ καὶ ἐνταῦθα καὶ πρὸ τούτων οἴκου καὶ δόμου καὶ δώματος. Ὅτι καὶ Λαέρτῃ ἐνταῦθα λουσαμένῳ καὶ χλαῖναν καλὴν ἀμφιβαλομένῳ Ἀθήνη ἄγχι παρισταμένη μέλεα ἤλδανε, μείζονά τε ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι· οἷα μὴ μόνον τῆς χαρᾶς ἀνορθούσης αὐτὸν ἑρπύζοντα πρῴην ἀνὰ γουνὸν ἀλωῆς καὶ τὰς σωματικὰς διαστάσεις ἀνευρυνούσης καὶ οἷον μεταπλαττούσης θαυμασιώτερον, ἀλλά τι καὶ τοῦ λούματος συμβαλομένου, καθὰ καὶ προδεδήλωται. καὶ Ὀδυσσεὺς θαμβεῖται ὡς οἷα θεῷ τινὰ ἐναλίγκιον ἄντην ἰδὼν καὶ, ὦ πάτερ, φησὶν, ἦ μάλα σε θεὸς εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι, ὁμολογῶν ἐκεῖνος οὕτω τὸ τοῦ πατρὸς ἐν ἑαυτῷ θαῦμα. ὁ δὲ γέρων κατὰ σχῆμα τοῦ ἐν Ἰλιάδι Νέστορος εὔχεται, τοιοῦτος ὢν χθιζὸς τεύχεα ἔχων ὤμοισιν ἐφεστάναι καὶ ἀμύνειν ἄνδρας μνηστῆρας, οἷος ποτὲ Νήρικόν φησιν εἷλον ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν Ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων· οὕτως ἂν γούνατʼ ἔλυσα πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἰάνθης. ταῦτα δὲ προοικονομία τίς ἐστιν ἀναφωνητικὴ τοῦ καὶ μετʼ ὀλίγα ἐν τοῖς ἑξῆς χρησιμεῦσαί τι τῷ υἱῷ τὸν γέροντα ὡς εἰκός. Νήρικον δέ, φασί, τινες λέγεσθαι παρὰ τῷ ποιητῇ τὴν ὕστερον Λευκάδα, ἣν καὶ ὁ γεωγράφος ἀκτὴν Ἠπείρου λέγει, τῶν Καρνάνων οὖσαν ὡς καὶ τὸ Ἀμφιλοχικὸν Ἄργος. καὶ χερόννησόν φησί ποτε εἶναι, ἧς μέρος ἦν καὶ ἡ Νήρικος. διορυγέντος δὲ ὕστερον τοῦ κατὰ τὴν χερόννησον ταύτην ἰσθμοῦ Κορινθίων διακοψάντων ἐγένετό, φησι, νῆσος ἡ Λευκὰς, ἀπὸ Λευκαδίου κληθεῖσα υἱοῦ Ἰκαρίου πατρὸς Πηνελόπης. Ὅτι δὲ Ἤπειρος ἐλέγετο ἡ περαία τῆς Ἰθάκης καὶ τῆς ὑπὸ τῷ Ὀδυσσεῖ Κεφαλληνίας, ὡμολόγηται. Κεῖται δʼ ἐν τοῖς ῥηθεῖσι καὶ εὐχὴ συνήθης Ὁμήρῳ κατὰ ἀπόδοσιν ἀπαρεμφάτου τὸ, αἲ γὰρ θεὲ τοῖος ἐὼν ἐφεστάναι καὶ ἀμύνειν. λείπει δὲ πάντως ῥῆμα καὶ νῦν τὸ εἶχον ἤ τι τοιοῦτον, ἵνα λέγῃ, εἴθε εἶχον χθὲς ἀμύνειν, ἢ εἴθε ἐξεχωρήθην ἀμύνειν. αἰτιατικῇ δὲ νῦν συντάσσεται τὸ ἀμύνειν οἷα ληφθὲν ἀντὶ τοῦ ἀποσοβεῖν· ἀμύνειν γὰρ ἔφη ἄνδρας μνηστῆρας. Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ ὁ Λαέρτης οὐδὲν, ὅ φασι, πρὸς ἔπος λαλεῖν τῷ υἱῷ οἷα μὴ λέγων πρὸς ἅ περ ἤκουσεν, ἀλλʼ ὅμως ἔστιν αὐτῷ συμβιβάσαι οὕτω τὸν λόγον· ἐθαύμασεν Ὀδυσσεὺς πατέρα νῦν τοῦ αἴφνης ἐπιφανέντος εἴδους τε καὶ μεγέθους. ὁ δὲ μᾶλλον ἂν φρένας ἔνδον ἰανθῆναι φησὶν αὐτὸν, εἴ περ ἦν δυνατὸν ἀνακάμψαι τὸν πατέρα εἰς ἡλικίαν καὶ ἰσχὺν καθʼ ἣν εἷλε τὸ Νήρικον. Ὅτι τὸ ἄρξασθαι δειπνεῖν, δείπνῳ ἐπιχειρεῖν λέγει, περιφραστικῶς εἰπών· ἔνθα οἱ μὲν δείπνῳ ἐπεχείρεον, καὶ μετʼ ὀλίγα, σίτῳ ἐπιχειρήσειν μεμαῶτες. καὶ ἔστιν ἐνταῦθα ἐπιχειρεῖν τὸ χεῖρας ἐπιβάλλειν κατὰ τὸ, ἐπὶ χεῖρας ἴηλαν. Ὅτι τὸ, κομέεσκεν ἐπεὶ κατὰ γῆρας ἔμαρπτεν, ἤγουν ἐπιμελείας ἠξίου τὸν Δολίον ἢ τὸν Λαέρτην ἡ Σικελὴ γραῦς ἐπεὶ ἐγήρασε, τὴν ὕστερον γηρωκομίαν συνέθετο· δῆλον γὰρ ὡς γηρωκομεῖν ἐστὶ τὸ κομεέσκειν κατὰ γῆρας ἤγουν κομεῖν τοὺς γηρῶντας. Ὅτι καὶ ἐνταῦθα κεῖται τὸ, μειλιχίοις ἐπέεσσι καθαπτόμενος Ὀδυσσεὺς, πρὸς διαστολὴν τοῦ ἄλλως καθάπτεσθαι. Ὅτι μετὰ ἐνδημίαν τὴν ἐξ ἀλλοτρίας γῆς παύων μὲν τὸ ἔκ τινων θάμβος, προκαλούμενος δὲ αὐτοὺς εἰς βρῶσιν εἴποι ἂν τὸ, ὦ δεῖνα, ἷζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς ἤτοι θάμβους· δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες μίμνομεν ἐν μεγάροισιν, ὑμέας ποτιδέγμενοι αἰεί. Ὀδυσσεὺς δὲ τοῦτο πρὸς τὸν γέροντα Δολίον φησὶ, μαθόντα περὶ Ὀδυσσέως καὶ ἑστῶτα καὶ θαυμάζοντα σὺν καὶ τοῖς υἱοῖς, οὓς καὶ αὐτοὺς ἐπίτηδες ὁ ποιητὴς προεκτίθεται διὰ τὸ εἰσέπειτα χρήσιμον· χρείαν γὰρ ἔχει καὶ αὐτῶν διὰ πληθυσμὸν εἰς τὴν ἐφεξῆς τῶν πολιτῶν ἐπέλευσιν. Ὅρα δὲ ὡς δυνάμενος εἰπεῖν καὶ ἐκλελάθεσθε θάμβους, ὅμως εἵλετο θάμβευς εἰπεῖν ποιητικώτερον. Ὅτι Δολίος ὁ ἀλλαχοῦ προδηλωθεὶς δοῦλος ἀγρότης τῆς Πηνελόπης, γνοὺς τὸν δεσπότην, ἰθὺς κίε χεῖρε πετάσσας, ἤγουν ἐξαπλώσας, ἀμφοτέρας. Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ καὶ, ὦ φίλε, φησὶν, ἐπεὶ νοστήσας ἐελδομένοισι μάλα ἡμῖν οὐδὲ ὀϊομένοις, θεὸς δέ σε ἤγαγεν αὐτὸς, οὖλέ τε καὶ μάλα ἢ μέγα χαῖρε, θεὸς δέ τοι ὄλβια δοίη. καὶ ἐρωτᾷ εἰ ἔμαθεν αὐτὸν ἡ γυνὴ ἐπανελθεῖν, ἵνα, εἰ μὴ ἔγνω, σταλείη τις ἄγγελος. ὁ δὲ, ὦ γέρον, φησὶν, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι; ὅ περ ἀγγελίας ἐστὶ κώλυμα τῆς ἐπὶ γνωρίμῳ πράγματι. Ἰστέον δὲ ὅτι τὸ, χεῖρε πετάσας, ἐκ μεταφορᾶς εἴρηται τῆς τῶν ζωϊκῶν πτερύγων ἐκπετάσεως. Τὸ δὲ, Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρα, οὐ μακράν ἐστιν αἰνίγματος κατὰ τὸ Ὀδυσσεῦς· δόξοι μὲν γὰρ ἂν τῷ ἀπεριέργως ἀκούοντι, ὅτι ὁ Ὀδυσσεὺς ἔκυσε τὴν τοῦ δούλου χεῖρα. ἔστι δὲ οὐχʼ οὕτως ἔχον, ἀλλὰ ἐν γενικῇ Αἰολικῇ ἢ Δωρικῇ εἴρηται κατὰ κρᾶσιν μετὰ περισπωμένου τόνου τὸ Ὀδυσσεῦς, καὶ δηλοῖ ὅτι ὁ Δολίος τὴν τοῦ Ὀδυσσέως λαβὼν ἐφίλησε χεῖρα. ὡς γὰρ πρὸ ὀλίγων τὸ, ἐκλελάθεσθε θάμβεος, θάμβευς εἶπεν, οὕτω καὶ ἐνταῦθα τὸ Ὀδυσσέος Ἰωνικὸν συνεῖλεν εἰς τὸ Ὀδυσσεῦς. οὕτω γὰρ τὸ ἕο ἀντὶ τοῦ αὐτοῦ, εὗ ἐν τῇ Ἰλιάδι κεῖται, πολλὰ δὲ καὶ ἄλλα δείγματα τῆς τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον κράσεως. Τὸ δὲ οὖλε καὶ νῦν ἀντὶ τοῦ ὑγίαινε, τουτέστιν ὅλος καὶ ὑγιὴς ἔσο. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ ἡ τοῦ τραύματος οὐλὴ, ὁλότης οὖσα καὶ αὐτὴ σώματος. ἅπαξ δὲ εἴρηται καὶ τὸ οὖλε. Ὅτι τὸ ἐν ἄλλοις ὑπερβατῶς φραζόμενον, ἔν τʼ ἄρα οἱ φῦ χειρὶ, ἐνταῦθα κατʼ εὐθὺ κεῖται ἐν τῷ, ἐδεξιοῦντο καὶ ἐν χείρεσσι φύοντο. ἔστι δὲ οὐδὲ νῦν ἡ φράσις συνήθης· τὸ γὰρ κοινότερον, ἐνεφύοντο χείρεσσιν. Ὅτι τὴν Ὄσσαν, ἣν ἐν ἄλλοις ἄγγελον Διὸς ἤγουν ἀέρος ἢ νοὸς εἶναι φησὶν, ἀγγεῖλαι νῦν λέγει τοῖς ἐν Ἰθάκῃ τὰ κατὰ τὸν Ὀδυσσέα καὶ τοὺς μνηστῆρας· διεδόθη γὰρ ὡς εἰκὸς τῇ φήμῃ τὰ κατʼ αὐτούς. φησὶ γοῦν· Ὄσσα δὲ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ, μνηστήρων στυγερὸν θάνατον καὶ Κῆρα ἐνέπουσα, ἤγουν φημίζουσα. ἔνθα πάλιν φυσικῶς τὸ ἐνέπειν διʼ ἑνὸς ἐκφέρεται ν καὶ οὐ διπλάζει αὐτὸ, ὡς ἐν τῷ, ἔννεπε Μοῦσα. οἱ δέ, φησι, μαθόντες ἐφοίτων ἄλλοθεν ἄλλος μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθεν Ὀδυσῆος· ἐκ δὲ νέκυς φόρεον, τουτέστιν ἐξέφερον, καὶ θάπτον ἕκαστον. δῆλον δʼ ὅτι ἐκ τοῦ τοιούτου ἐκφορέειν καὶ ἐκφορὰ λέγεται ἡ ταφή· διὸ καὶ ὁ ποιητὴς ἐπήγαγε τὸ, καὶ ἔθαπτον. καὶ οὕτω μὲν ταφῆς ἐτύγχανον οἱ πολῖται. τοὺς δʼ ἐκ τῶν ἄλλων πόλεων ἔπεμπον ἄγειν ἁλιεῦσιν ἐπὶ νηυσὶ τιθέντες, ἵνα οἵ τε Σαμαῖοι ταφῶσιν ἐν τοῖς ἑαυτῶν καὶ οἱ Ζακύνθιοι ὁμοίως, οὕτω δὲ καὶ οἱ Δουλιχιεῖς καὶ εἴ τινές που ἄλλοθεν. τοῦτο δὲ κατὰ λόγον φιλανθρωπίας οἱ Ἰθακήσιοι ὁσιούμενοι τυχὸν καὶ προσηρέθιζον τοὺς ἐγγὺς νησιώτας διʼ ἀγγελίας κατὰ τοῦ Ὀδυσσέως. Ἁλιεῖς δὲ τοὺς πορθμένας δοκεῖ λέγειν, ὧν μάλιστα χρεία ἦν εἰς τὸ νεκραγωγεῖν, ὅ πέρ ἐστι νεκροὺς ἄγειν ἐκφορηθέντας δηλαδή. λέγονται δὲ καὶ ἄλλως ἁλιεῖς οἱ ἁπλῶς περὶ ἅλα πονούμενοι, οὐ μὴν ἐξ ἀνάγκης οἱ ἰχθυβόλοι. Μυχμὸν δὲ λέγει τὸ διὰ τῶν μυκτήρων ἆσθμα καὶ τὸν ἐντεῦθεν ἦχον παρὰ τὸ μύζειν, ἐξ οὗ καὶ ὁ μυκτὴρ καὶ τὸ μυχθίζειν παρὰ Αἰσχύλῳ. Ἰστέον δὲ ὅτι καὶ ἐν τοῖς νῦν ῥηθεῖσι θεῖόν τι τὴν Ὄσσαν ὑπεμφαίνει ὁ ποιητής· οὐ γὰρ ὑπὸ ἀνθρώπων ὁρίζει λαληθῆναι τὰ κατὰ τοὺς μνηστῆρας, ἀλλʼ αὐτὴ ἡ Ὄσσα τὸ πραχθὲν ἤγγειλεν. ὕστερον δὲ ἐπεβεβαιώθη ἐκ τοῦ κήρυκος Μέδοντος. Ἐνταῦθα δὲ ἐνθυμητέον καὶ τὴν ἐν τῷ τέλει τῆς ψι ῥαψῳδίας προεκθετικὴν οἰκονομίαν τοῦ ποιητοῦ· ἐν ᾗ πέπλασται Ὀδυσσεὺς παραγγείλας τῇ γυναικὶ, ἀναβῆναι εἰς ὑπερῷα καὶ μηδένα προβλέπειν μήτε προσφωνεῖν. ἰδοὺ γὰρ νῦν, εἰ μὴ οὕτω γέγονεν ἀλλὰ παρέπεσέ τις ἀντιβαίνων ἢ ἀντιλέγων ἢ σκώπτων τοὺς πολίτας, οὐκ ἂν ἐξέφυγε τὸ μὴ ἀπολωλέναι, οἵ γε καὶ κατʼ ἀγρὸν ἔνοπλοι ἐπῆλθον κακὰ βουλευσάμενοι. προμηθέστατα οὖν καὶ ἀνέῳγεν ὁ τοῦ Ὀδυσσέως οἶκος τοῖς ἐθέλουσιν ἐκφορεῖν τοὺς νεκροὺς, καὶ οὐδεὶς αὐτοῖς ἐπιφαίνεται μὴ ὅτι γε κωλύων ἀλλʼ οὐδὲ ὁμιλῶν ἁπλῶς. Ὅτι Εὐπείθης ὁ Ἀντινόου πατὴρ, ὃν δὴ Ἀντίνοον πρῶτον, φησὶν, ἐνήρατο δῖος Ὀδυσσεὺς, ἀνεσόβησε κατὰ τοῦ Ὀδυσσέως τοὺς Ἰθακησίους οἷα εἰκὸς εἰπὼν τοιαῦτα πάνυ δυνατῶς καὶ δεινῶς καὶ οἰκτρῶς, ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδε μήσατʼ Ἀχαιοῖς· τοὺς μὲν ἐν νήεσσιν ἄγων πολέας τε καὶ

  
ἐσθλοὺς, ὤλεσε μὲν νῆας ἀπὸ δʼ ὤλεσε λαούς· τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους. ἀλλʼ  
  
ἄγετε πρὶν τοῦτον ἢ ἐς Πύλον ἱκέσθαι ἢ ἐς τὴν τῶν Ἐπειῶν Ἤλιδα, ἴομεν κατʼ αὐτοῦ δηλαδή. ἢ καὶ  
  
ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί· λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. εἰ δὴ μὴ παίδων τε  
  
κασιγνήτων τε φονῆας τισόμεθʼ, οὐκ ἂν ἔμοιγε μετὰ φρεσὶ γένοιτο ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι  
μετείην. ἀλλʼ ἴομεν μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι, εἰς Πύλον δηλαδὴ ἢ καὶ ἐς Ἤλιδα. ἐφʼ οἷς πλείονα οἶκτον ἀνακινῶν δακρυχέει, οἶκτος δʼ ἕλε πάντας Ἀχαιοὺς ἔλεον εἰσδεδεγμένους. καὶ οὕτω μὲν ὁ Εὐπείθης. ἐπὶ δὲ τούτοις, ὁποῖα πολλὰ γίνεται, ἀναφύεταί ποθεν ὁ κῆρυξ Μέδων καὶ ὁ θεῖος ἀοιδὸς, ἀγχίμολον ἐλθόντες ἐκ μεγάρων Ὀδυσσέως, ἐπεί περ αὐτοὺς ὕπνος ἀνῆκε. καὶ ὁ Φήμιος μὲν λαλεῖ οὐδὲν, Μέδων δὲ πεπνυμένα εἰδὼς ἀποδίδωσιν οἷον λύτρα τῷ Ὀδυσσεῖ· καὶ ὑπερηγορῶν ἐκείνου λαλεῖ τι ἐκφοβητικὸν περὶ θείας ἐναργείας, εἰπὼν, οὐκ ἀέκητι θεοῦ τὸν Ὀδυσσέα τάδε μήσασθαι ἔργα· αὐτὸς γάρ, φησιν, ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὃς Ὀδυσῆι ἐγγύθεν εἱστήκει καὶ Μέντορι πάντα ἐῴκει. ἀθάνατος δὲ θεὸς τότε μὲν, ἢ μᾶλλον τοτὲ μὲν, προπάροιθεν Ὀδυσῆος φαίνετο θρασύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων θῦνε κατὰ μέγαρον, τοὶ δʼ ἀχρηστῖνοι ἔπιπτον. καὶ οὕτω θροεῖ Ἰθακησίους, καὶ τὸν αὐτοῖς ἐντεθέντα οἶκτον ὑπὸ τῆς τοῦ Εὐπείθους δημηγορίας ἐκκρούεται τῷ φόβῳ οἷς οὐκ ἀθεεὶ μαρτυρεῖται Ὀδυσσεὺς ποιῆσαι τὸ μέγα ἔργον. φησὶ γάρ· τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλε, δεδιότας μὴ καὶ θεομαχήσωσιν. εἶτα καὶ ὁ γέρων ἐκεῖνος Ἁλιθέρσης, ὃς οἶος ἤγουν μόνος ὅρα πρόσσω καὶ ὀπίσσω οἷα μαντικὸς, ἀντιδημηγορήσας τῷ Ἀντινόῳ διασχίζει τὸν ὄχλον, καὶ τέως ἀνύεται τὸ μὴ πάντας τοὺς πολίτας τῷ Ὀδυσσεῖ ἐπελθεῖν μὴ καὶ γένηταί τι ἄλλως ἀνήκεστον κακόν· καὶ ἐντεῦθεν ἡ ἐφεξῆς ἱστορία λαμβάνει τὸ πιθανόν· καὶ οἱ μὲν ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ κατὰ τοῦ Ὀδυσσέως ἡμίσεων οἱ πλείους, μάλιστα μὲν οὖν ἡμισέων· οὐ γὰρ Ἀττικῶς ὁ ἥμισυς κλίνεται, ἵνα καὶ προπαροξύνωνται αἱ μετὰ τὴν εὐθεῖαν πλάγιοι κατὰ τὸ πῆχυς πήχεως πήχεων καὶ πέλεκυς πελέκεως πελέκεων. καὶ οὕτω μὲν οἱ πλείους ἀνήϊξαν, ὡς ἂν εἴη τὸ ἔργον τῷ Ὀδυσσεῖ ἐναγώνιον· οἱ δὲ λοιποὶ ἀθρόοι αὐτόθι μίμνον. οὐ γάρ σφιν ἤρεσκε μῦθος ἐνὶ φρεσὶν ὁ τοῦ Ἁλιθέρσου, τοῖς ἀναΐξουσι δηλαδή· καθυπέρβατον γὰρ ὁ λόγος· ἀλλʼ Εὐπείθει πείθοντο, ὃς καὶ πίπτει πρῶτος βληθεὶς καθὰ καὶ ὁ υἱὸς Ἀντίνοος· ὃν καὶ ἐπίτηδες ὁ ποιητὴς διατοῦτο ἀνωτέρω παρεσημειώσατο ἐν τῷ, ὃν πρῶτον ἐνήρατο Ὀδυσσεὺς, ὡς καὶ τοῦ πατρὸς οὕτω πεσουμένου. ἔστι δὲ ἡ τοῦ μαντικοῦ Ἁλιθέρσου δημηγορία τοιαύτη τις κατὰ ἀντιπαράστασιν προϊοῦσα. δέχεται μὲν γὰρ ὁ γέρων τὸν τοῦ Εὐπείθους λόγον ὡς ἀληθῆ, ὅτι δηλαδὴ τοὺς τῶν Κεφαλλήνων ἀρίστους Ὀδυσσεὺς ἀνεῖλεν· ἀντιπαριστάμενος δὲ λέγει ὅτι καλῶς ἐκείνους ἐφόνευσε. φησὶ γάρ· ἡμετέρῃ κακότητι, φίλοι, τάδε

  
ἔργα γένοντο· οὐ γὰρ ἐμοὶ πείθεσθε, οὐ Μέντορι ποιμένι λαῶν, ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων·  
  
οἳ μέγα ἔργον ἔρεζον ἀτασθαλίαις, κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν ἀνδρὸς ἀριστῆος.  
καὶ οὕτω δείξας ἐν τῷ, ἡμετέρῃ κακότητι, ὡς ὑπεύθυνοι τῷ Ὀδυσσεῖ καὶ οἱ ζῶντες εἰσὶν, ὅθεν καὶ εὐλόγως ὁ Ὀδυσσεὺς εἶπε δώσειν τοὺς Ἀχαιοὺς πολλὰ μῆλα, διʼ ὧν πάντας ἐνιπλήσει ἐπαύλους. αὐξήσας δὲ καὶ τὸ κακὸν τῶν μνηστήρων ἐν ὀλιγίστῳ μὲν, πάνυ δὲ δυνατῶς διὰ τὸ μὴ ἁπλῶς αὐτοὺς μνᾶσθαι διʼ ἕδνων, ἀλλʼ ἀτιμάζειν τε ἀνδρὸς ἀριστέως γυναῖκα καὶ κτήματα δαπανᾶν, συμβουλεύει ἐπὶ τούτοις τὸ ποιητέον, εἰπών· καὶ νῦν ὧδε γένοιτο· πίθεσθέ μοι ὡς ἀγορεύω, μὴ ἴομεν, καθὰ ὁ Εὐπείθης ἐθέλει, μή πού τις ἐπισπαστὸν κακὸν εὕρῃ, τουτέστιν αὐθαίρετον ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. καὶ ἔχει τι ἀστειότητος τὸ εὕρῃ, ὡς μὴ ἀγαθοῦ τούτου ἑρμαίου εὑρεθησομένου τοῖς μὴ πεισθεῖσιν αὐτῷ. Σημείωσαι δʼ ἐν τοῖς τοῦ Εὐπείθους λόγοις, ὡς ἐπιδεξίως αὐτὸν ὁ ποιητὴς ἔπλασεν εἰπόντα, οὐκ ἂν ἔμοιγε μετὰ φρεσὶ γένοιτο ζῆν, ἀλλὰ τάχιστα θάνοιμι· ἔστι γὰρ τοῦτο κακὸν οἰώνισμα τῷ κακῷ. γίνεται γοῦν αὐτῷ τὰ τῆς τύχης. οὕτω φέρεται καὶ ἐν ταῖς ἱστορίαις πρὸς ἄλλοις καὶ τοιοῦτόν τι· στρατηγὸς διὰ ζεύγματος ποταμὸν περαιωθεὶς, εἶτα λῦσαι τὸ ζεῦγμα κελεύσας εἶπεν αἰτίαν τούτου, ἵνα μή τις ὑποστρέψῃ. καὶ ὁ μὲν ἐβουλεύετο λέγειν, ἵνα μή τις τῶν αὐτοῦ στρατιωτῶν δειλανδρήσας ἀναχωρήσῃ διὰ τοῦ γεφυρώματος. τὸ δʼ ἄλλως ἀπέβη κατὰ οἰωνὸν ἀπαίσιον· ἡττηθέντων γὰρ οὐδεὶς ἐστράφη. Ὅρα δʼ ἐν τοῖς αὐτοῖς καὶ τὸ, ἦ μέγα ἔργον, πληθυνθὲν μετʼ ὀλίγα ὑπὸ τοῦ Μέδοντος ὁμολογητικῶς ἐν τῷ, τάδε μήσατο ἔργα, ὡς ταυτὸν ὂν μέγα ἔργον εἰπεῖν καὶ τάδε ἔργα. οὕτω δὲ καὶ ὁ Ἁλιθέρσης μετʼ ὀλίγα ἔφη. Τὸ δὲ, ἐν νήεσσιν ἄγων, νῦν μὲν κυριολεκτεῖται· ζῶντας γὰρ Ὀδυσσεὺς ἐπὶ νηῶν ἄγει· πρὸ δέ γε βραχέων οὐχʼ οὕτως οἱ ἁλιεῖς ἦγον ἐπὶ νηυσὶ νέκυας. Εὐπορίας δὲ αὐξητικῆς τὸ τοὺς μὲν εἰς Τροίαν πλεύσαντας πολέας τε εἰπεῖν καὶ ἐσθλοὺς, τοὺς δὲ μνηστῆρας Κεφαλλήνων ὄχʼ ἀρίστους. δοκεῖ δὲ πλέον τούτους σεμνύνειν διὰ τοῦ μὴ μόνον ἀρίστους ἀλλὰ καὶ ὄχʼ ἀρίστους εἰπεῖν. Ἐν δὲ τῷ ἴομεν καὶ ἀλλʼ ἴομεν καὶ μὴ ἴομεν ἀδιαφορία διχρόνων συνήθης φαίνεται· τὸ μὲν γὰρ ἴομεν ἐκτείνει τὴν ἄρχουσαν, τὰ δὲ λοιπὰ συστέλλει αὐτήν. Τὸ δὲ, ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθα καὶ τὰ ἑξῆς, παρῳδηθήσεταί ποτε προσφυῶς ἐπιτροπῇ τῇ εἰς ἄμυναν. Τὸ δὲ, ἀγχίμολον ἦλθεν, ἐπιῤῥηματικῶς κεῖται, ὡς καὶ μετʼ ὀλίγα ἐν τῷ, ἀγχίμολον ἦλθεν Ἀθήνη. Τὸ δὲ, Μέδων πεπνυμένα εἰδὼς, αὐχηματικὴ σύστασίς ἐστιν, ὡς τοῦ ποιητοῦ πάνυ πεπνυμένως ἐνταῦθα μησαμένου ἤτοι βουλευτικῶς μεταχειρισαμένου τοὺς λόγους. πρῶτα μὲν γὰρ ἐκφοβεῖ διὰ τοῦ κήρυκος, εἶτα καὶ διὰ τοῦ Ἁλιθέρσου παραινεῖ· καὶ οὕτως ἀνύει ἀγαθὸν οὐ μικρόν. καὶ ἀντεπάγει πιθανῶς τῷ Ὀδυσσεῖ ἐχθροὺς, ὅσοις εἶχεν ἐκεῖνος ἀντιστῆναι ἀσφαλῶς μετὰ τῶν ἀμφʼ αὐτόν. εὐτυχῶς ἄρα τῷ Ὀδυσσεῖ ἀφείθει ζῶν ὁ Μέδων, ἰδοὺ γὰρ τὰ μέγιστα τῷ περισωσαμένῳ συντελεῖ. ὁ μέντοι Φήμιος λαλεῖ οὐδὲν, ὅτι τε μὴ ἔχει κρεῖττόν τι ἐπινοήσασθαι εἰπεῖν, καὶ ἅμα τοῦ ποιητοῦ ἐκκλίνοντος οὕτω τὸ τῆς πλάσεως ὁμοειδὲς ἐν τῷ τὸν μὲν λαλεῖν, τὸν δὲ σιωπᾶν. Τὸ δὲ, αὐτὸς ἐγὼν εἶδον θεὸν, παραφρασθήσεταί ποτε δεξιῶς ἐπὶ συνάρσει θείᾳ. Ἐν δὲ τῷ, πρόσω καὶ ὀπίσσω, ἤγουν τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, σιωπήσας ὁ ποιητὴς τὸν ἐνεστῶτα δίδωσιν ἀφορμὴν, μὴ δοξάζειν ἐνεστῶτα χρόνον. ἄλλως μέντοι ἑτέρωθι καὶ τῶν τριῶν μέμνηται, ὡς καὶ ἐν τῷ, τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα. Ποιμὴν δὲ λαῶν ὁ Μέντωρ ὡς ἔνδοξος ἐν Ἰθάκῃ, καθὰ καὶ Εὐρύμαχος καὶ Ἀντίνοος βασιλεῖς ἐῤῥέθησαν ἀλλαχοῦ τε καὶ ἐν τῷ, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες. Τὸ δὲ, ἀλλʼ Εὐπείθει πείθοντο, φανερῶς παρηχεῖ. δῆλον δὲ ὅτι βαρύνεται ὁ Εὐπείθης πρὸς διαστολὴν ἐπιθέτου τοῦ εὐπειθής· ὥς περ καὶ πολυφειδὴς μὲν ἐπιθετικῶς ὁ πολλὰ φειδόμενος, Πολυφείδης δὲ κύριον, ὡς ἐν τοῖς πρὸ τούτων εἴρηται. οὕτω δὲ κατὰ τοὺς παλαιοὺς καὶ Εὐμάθης μὲν κύριον, εὐμαθὴς δὲ τὸ ἐπίθετον· καὶ Εὐσθένης μὲν κύριον, εὐσθενὴς δὲ ὁ ῥωμαλέος· καὶ Ἄστηρ μὲν πόλις, ἀστὴρ δὲ ὁ κατʼ οὐρανόν· καὶ Ἀφέτη μὲν νῆσος, ἀφετὴ δὲ ὀξυτόνως ἡ ἀπόλυτος· καὶ Βαῖος μὲν κύριον, οὗ χρῆσις προφέρεται ἀπὸ τοῦ τὴν Ἀλεξάνδραν γράψαντος ἤγουν τοῦ Λυκόφρονος· βαιὸς δὲ ὁ μικρός. καὶ γελοῖος μὲν ὁ καταγέλαστος, γελοιὸς δὲ ὁ γελωτοποιός· καὶ Δείρη μὲν πόλις Αἰθιόπων, δειρὴ δὲ ὁ τράχηλος· καὶ δόκος μὲν δόκησις καὶ ἀγχόνη, δοκὸς δὲ ὁ τῆς στέγης· καὶ Εὐάνθης μὲν κύριον, εὐανθὴς δὲ ὁ εὐθαλής. καὶ Ἔλπις μὲν κύριον, ἐλπὶς δὲ τὸ κοινὸν θηλυκόν· καὶ Ἴσχυς μὲν κύριον, ἰσχὺς δὲ τὸ προσηγορικόν. καὶ λωτὸς μὲν φυτὸν, Λῶτος δὲ κύριον· καὶ Μάκρον μὲν ἀκρωτήριον Σικελικὸν, μακρὸν δὲ τὸ ἐπίθετον· καὶ μηδίκη μὲν χόρτος, ὃ καὶ σημείωσαι, Μηδικὴ δὲ ἡ Περσική. καὶ Ὄρθος μὲν κύριον καὶ κύων, ὃν ἀνεῖλεν Ἡρακλῆς, ὀρθὸς δὲ τὸ ἐπίθετον· καὶ ὅρμος μὲν λιμὴν, ὁρμὸς δὲ περιτραχήλιος κόσμος· καὶ Πρασία μὲν πόλις Πελοποννήσου, πρασιὰ δὲ γεωργικὸν σχῆμα· καὶ παρθενικὴ μὲν ἡ παρθένος, Παρθενίκη δὲ κύριον βαρυτόνως, ᾗ συγγενόμενός, φασιν, Ὠκεανὸς γεννᾷ Εὐρώπην καὶ Θρᾷκα· καὶ Ῥίπη μὲν πόλις, καὶ ὄρος Ῥίπαι, ῥιπὴ δὲ ἡ πνοὴ ὀξυτόνως· καὶ Ῥύμος μὲν ποταμὸς Σκυθίας, ῥυμὸς δὲ ἅρματος· καὶ πονῆρος μὲν ὁ μοχθηρὸς, ὃ καὶ σημείωσαι, πονηρὸς δὲ ὁ κακός· καὶ σύνεργος μὲν ὁ συγκάμνων τεχνίτης, συνεργὸς δὲ ὁ βοηθός· καὶ σταφυλὴ μὲν κιονὶς καὶ καρπὸς, σταφύλη δὲ τεκτονικὸν σκεῦος· καὶ σπάθη μὲν ξίφος, σπαθὴ δὲ ναυτικὸν ξυλόν· καὶ Σίγηλος μὲν κύριον ὄνομα ναρκίσσου, σιγηλὸς δὲ ὁ σιωπηλός· καὶ Τεῦκρος μὲν κύριον, Τευκρὸς δὲ ἐθνικόν· καὶ φιλήτης μὲν κλέπτης, φιλητὴς δὲ ὁ ἐραστής· καὶ Χρῆστος μὲν κύριον, χρηστὸς δὲ ὁ ἐπιεικής· καὶ ψυχρὸς μὲν ὁ ἐψυγμένος, Ψύχρος δὲ ποταμὸς Σαρματίας. Ὅτι νηπιέας καὶ ἐνταῦθα τὰς ἀφροσύνας λέγει ἐλλειπτικῶς, φησὶ γάρ· Εὐπείθης ἡγήσατο νηπιέῃσιν, ἤτοι νηπιείαις φρεσίν. Ὅτι προαναφωνητικὸν ἤτοι προεκθετικὸν σχῆμα καὶ νῦν περὶ Εὐπείθους τὸ, φῆ μὲν παιδὸς τίσεσθαι φόνον, ἤγουν ἐκδικήσειν τὸν τοῦ παιδὸς Ἀντινόου θάνατον, οὐδʼ ἂρ ἔμελλεν ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν, ὅ ἐστι καταλαβεῖν, ἀπὸ τοῦ ἕπω ἕψω· τὸ δὲ ἐφέψειν καὶ σπέσθαι λέγεται καὶ σπεῖν, ὅθεν τὸ, πότμον ἐπισπεῖν. Ὅτι ἐρώτησις πρός τινα δυνατὸν καὶ τίμιον περὶ μάχης εἰ ἔσται ἢ μὴ τὸ, εἰπέ μοι τί δή τοι νόος ἔνδοθι κεύθει, ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν τεύξεις, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα; ὁ δὲ οὕτως ἐρωτηθεὶς ὑπό τινος δυναμένου καὶ αὐτοῦ τι ἐν τοῖς τοιούτοις εἴποι ἂν τὸ, τέκνον ἐμὸν, τί με δὴ ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς; οὐ γὰρ δὴ τοῦτον ἐβούλευσας νόον αὐτή; ἔρξον ὅπως ἐθέλεις. Ζεὺς δὲ ὁ τοῦ μύθου ταῦτα λαλοῦσι καὶ Ἀθηνᾶ προεκθετικῶς ἐπὶ τοῖς ἐφεξῆς γενησομένοις, ἔνθα τυποῦται ὡς ἐπέοικε, τουτέστιν ὡς εἰκὸς, ὅρκια πιστὰ γενέσθαι, διʼ ὧν λήθη μὲν ἔσται τῶν γενομένων φόνων, φιλία δʼ ἐπὶ τοῖς ἑξῆς. καὶ καταπράττεται τοῦτο ἡ Ἀθηνᾶ, ἡ ἡρωϊκὴ δηλαδὴ φρόνησις. καὶ πεσόντων Εὐπείθεός τε καί τινων ἑτέρων, καὶ τῆς Ἀθηνᾶς τὰ μὲν χλωρὸν δέος τοῖς πολίταις ἐμβαλούσης, τὰ δὲ ἐπισχούσης τοῦ μάχεσθαι διὰ συμβουλῆς ὁμοίως τῷ Ἁλιθέρσῃ καὶ τῷ Μέδοντι, ῥιπτοῦνται τὰ ὅπλα εἰς γῆν· καὶ Ὀδυσσεὺς ἐπισχεθεὶς καὶ αὐτὸς τῆς ἄγαν ὁρμῆς σπένδεται. καὶ οὕτω λύεται τὸ πᾶν δρᾶμα τῆς ποιήσεως ἀναγκαίως διὰ τὸ ἄλλως κινδυνῶδες τοῦ ἔργου καὶ οὐδὲ εὔπλαστον. Ὀδυσσεὺς μὲν γὰρ οὐ πεσεῖται, ὅτι μηδὲ παρείληφεν ὁ ποιητὴς αὐτὸ ἐξ ἱστορίας· πεσοῦνται ἄρα τούτῳ οἱ πολῖται, καὶ οὕτω ζημιοῦται αὐτὸς τοῖς καιριωτάτοις· μικροβασιλεὺς γὰρ τοῦ λοιποῦ ἔσται καὶ εἰς πανωλεθρίαν αὐτῷ ἐγγράψεται ἡ βασιλεία, ἐκκενώσαντι τὴν Ἰθάκην μικροῦ κατά τε τὸν εἰς Τροίαν πλοῦν καὶ νῦν δὲ ἐν τῷ ἐπανελθεῖν. ἔστι δὲ ὁ τοῦ Διὸς πρὸς τὴν Ἀθηνᾶν λόγος τοιοῦτος· ἐπειδὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεὺς, ὅρκια πιστὰ ταμόντες, τουτέστι διὰ θυσιῶν ποιήσαντες ὡς πολλαχοῦ καὶ τῆς Ἰλιάδος φράζεται, ὁ μὲν βασιλευέτω αἰεί· ἡμεῖς δὲ φόνοιο ἔκλησιν, τουτέστι λήθην, θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων ἤτοι φιλείτωσαν ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω. ἀγάπης δὲ τῆς κατὰ σπουδὴν ταῦτα φραστικά. καινὸν δέ τι σχῆμα τὸ, ὅρκια πιστὰ ταμόντες, ὁ μὲν βασιλευέτω αἰεὶ, ἡμεῖς δὲ ποιήσομεν τόδε καὶ ἑξῆς· καὶ ἔστι πως ὅμοιον καὶ αὐτὸ τῷ, οἱ δὲ δύο σκόπελοι, ὁ μὲν τοιόσδε ὁ δὲ τοιόσδε. καὶ ἔστι μὲν τοιαῦτα πολλὰ παρὰ τῷ ποιητῇ· τοῦτο δὲ τῶν ἄλλων εἶναι δοκεῖ καινότερον. τὸ μὲν γὰρ, ὅρκια πιστὰ ταμόντες, περὶ Ὀδυσσέως εἴρηται καὶ περὶ Ἰθακησίων, ἡ δὲ ἀπόδοσις αὐτοῦ ἄλλως ἔχει· Ὀδυσσέως γὰρ αὐτὴ μέμνηται καὶ θεῶν, οὐ μὴν Ἰθακησίων· ἔφη γὰρ, ὅρκια πιστὰ ταμόντες ἐκεῖνοι, ὁ μὲν βασιλευέτω, ἡμεῖς δὲ θήσομεν φόνου ἔκλησιν. καινοτάτη γοῦν ἡ ἀπόδοσις τοῦ ὁ μὲν καὶ τοῦ ἡμεῖς· ὤφειλε γὰρ εἰπεῖν οὕτω πως· ὅρκια πιστὰ ταμόντες, ὁ μὲν Ὀδυσσεὺς βασιλευέτω, οἱ δὲ Ἰθακήσιοι βασιλευέσθωσαν εὐπειθῶς. ἔστιν οὖν εἰπεῖν, ὅτι κἀνταῦθα οὕτω γίνεται, πλὴν οὐ κατʼ ὀρθὴν φράσιν, ἀλλʼ ἐν ὑπερβατῷ σχήματι. φησὶ γὰρ οὕτως· ὁ μὲν βασιλευέτω αἰεὶ, οἱ δʼ ἀλλήλους φιλείτωσαν. μέσον δέ γε τῶν δύο τούτων ἐννοιῶν κεῖται περιττῶς κατὰ σχῆμα περιβλητικὸν τὸ, ἡμεῖς δὲ παίδων τε κασιγνήτων τε φόνοιο ἔκλησιν θήσομεν. ὃ δὴ μάλιστα εἰρήνης αἴτιον, θεῖον ὂν ἀγαθὸν κατὰ τὸ, ὦ πότνια λήθη τῶν κακῶν ὡς εἶ σοφή. Ἔκλησις δὲ ἡ ἄγαν λήθη κατʼ ἐπίτασιν προθέσεως, καθὰ καὶ ἐκσίγησις Πυθαγορικῶς ἡ ἄρκα σιγή. Τὸ δὲ θέωμεν ἀντὶ τοῦ θῶμεν πλεονασμῷ τοῦ ε, ὡς καὶ πρὸ ὀλίγων ὅμοιος πλεονασμὸς ἦν ἐν τῷ, μὴ φθέωσιν ἤτοι φθῶσι περαιωθέντες. δύναται δὲ καὶ ἐνεργητικὸς ἐνεστὼς διὰ τοῦ ο μικροῦ εἶναι τὸ θέομεν, ἐξ οὗ τὸ θείομεν. Τὸ δὲ, πλοῦτος καὶ εἰρήνη ἅλις ἔστω, δεικτικὸν μὲν εὐδαιμονίας πολιτικῆς. δηλοῖ δὲ νῦν δυνατὸν μὲν εἶναι πλάσασθαι μάχην γενέσθαι, κρεῖττον δὲ ὅμως κριθῆναι καὶ πιθανώτερον ἐπὶ τῇ θεόθεν εἰρήνῃ τὸν ἔριν λυθῆναι. ἀπίθανον γὰρ τὸ, ὡς ἐῤῥέθη, τὸν συνετὸν Ὀδυσσέα ἑαυτὸν βλάπτειν, ἀναιροῦντα τὴν οἰκεῖον λαόν. Ὅτι ἐν τῷ, σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο, σῶφρον δεῖπνον δηλοῖ· διὸ οὐδὲ πόσεως ἐν αὐτῷ μνείαν ποιεῖται, καὶ ταῦτα οἴνου κιρναμένου ὡς δεδήλωται. αἴτιον δὲ, ὅτι πόλεμος ἐνταῦθα καραδοκεῖται, ἐν ᾧ ἀσυντελὴς ὁ πολὺς οἶνος· ὁ γάρ τοι σύμμετρος, ὃς ἐνταῦθα συνεξακούοιτο ἂν τοῖς σιτίοις, χρήσιμος ὡς μάλιστα. Ὅτι καραδοκίαν ἐπελεύσεως ἐχθρῶν φράζει τὸ, ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες. ὁ δὲ κελευσθεὶς κατάσκοπος εἴποι ἄν ποτε τὸ, οἵδε δὴ ἐγγὺς ἔασιν, ἀλλʼ ὁπλιζώμεθα θᾶσσον. Ἔνθα ὅρα ὅτι ἐπὶ πολεμικῆς εἶπε σκευῆς τὸ ὁπλίζεσθαι. Παρασκευὴν δὲ πολέμου δηλοῖ τὸ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσι δύοντο. ἔνθα καὶ ἕνδεκα τοὺς περὶ τὸν Ὀδυσσέα μετρεῖ, σὺν δὲ αὐτῷ δώδεκα, εἰπών· τέσσαρες ἀμφʼ Ὀδυσῆα, ἓξ δʼ υἱοὶ Δολίου καὶ Λαέρτης καὶ Δολίος, οἳ ἐς τεύχεα ἔδυνον, ὃ ταυτόν ἐστι τῷ, ἐν τεύχεσιν ἐδύοντο καὶ πολιοί περ ἐόντες ἀναγκαῖοι πολεμισταὶ, τουτέστιν, ὡς καὶ προεδηλώθη, κατʼ ἀνάγκην μαχηταί. οὗ ἑρμηνευτικὸν τὸ, καὶ πολιοί περ ἐόντες· οἱ τοιοῦτοι γὰρ πάντως πολεμισταὶ εἶεν ἄν ποτε ἀναγκαῖοι, τουτέστι βιαστοί. ἐνταῦθα δὲ ἰστέον ὅτι τε παρὰ τοῖς παλαιοῖς ὁ πολιὸς εὕρηται ἀλωπόχρους καλούμενος, καὶ ὅτι ἀναγκαῖον δίχα τῶν ἄλλων αὐτοῦ σημαινομένων εὑρίσκεται καὶ τὸ αἰδοῖον καλούμενον ὥς τινος ἀνάγκης σύμβολον. ἀλλαχοῦ δὲ καὶ οὐρὰ τὸ αὐτὸ ἐφάνη λέγεσθαι· δηλοῖ δʼ αὐτὸ καὶ ὁ εἰπὼν, ὡς τῶν γερόντων οὐραὶ μὲν ἀπήβλυνται, θυμὸς δὲ μενοινᾷ. ὡς δὲ καὶ ἀνδρία τὸ τοιοῦτον λέγεται, οἶδεν ἀρχαία χρῆσις· ἧς καὶ ὅτι ἀνδροσάθων ὁ μεγάλα ἔχων αἰδοῖα· ἐξ οὗ ὑπεμφαίνεται καὶ τί δή ποτέ ἐστι τὸ κατὰ τὸν σάθωνα σκῶμμα, οὐ πάνυ ὂν ἄλλως ἀρίδηλον. δοκεῖ δὲ ἀλωπόχρους ὁ ῥηθεὶς εἶναι ὁ καὶ ὠμογέρων· ὁ γὰρ πάλλευκον ἔχων κάρα πῶς ἂν ἀλωπόχρους εἴη, κύκνῳ ἄλλως ἐοικὼς ἤ τινι τοιούτῳ, εἴ τι ἐπιστῆσαι χρὴ τῷ ἱστορικῷ Κύκνῳ τῷ ἐκ γενετῆς λεγομένῳ πεπολιῶσθαι· εἰ μὴ ἄρα ὑποθετέον καθὰ λαγωούς τινας καὶ μύας, οὕτω καὶ ἀλώπεκας ὁλολεύκους, ὁποῖαι πολλαὶ φαίνονται· ἀφʼ ὧν εἰκὸς ῥηθῆναι ἀλωπόχρουν τὸν ἀκριβῶς πολιόν. Ὅτι κατοικιδίου ὁπλίσεως φράσις τὸ, ἕσσαντο περὶ χροῒ νώροπα, τουτέστι λαμπρὸν, χαλκὸν, ὃ πολλαχοῦ κεῖται, ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον, ἤγουν ἐξώρμων, ἦρχε δὲ ὁ δεῖνα. Τὸ δὲ, περὶ χροῒ, δῆλον ὅτι ἀντὶ τοῦ ἐπὶ χροῒ εἴληπται καὶ νῦν. Ὅτι παραίνεσις ἐπὶ ἀνδραγαθίᾳ πρὸς νέον εὐγενῆ τὸ, ἦ δὴ τόδε γε εἴσεαι αὐτὸς, τουτέστιν αὐτὸς γνώσῃ καὶ νοήσεις, ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι, τουτέστιν ἔνθα διακρίνονται οἱ ἀριστεῖς, μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ ἀλκῇ τε ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν. Ὅ περ ἐφερμηνευτικόν ἐστιν εὐρυτάτου κλέους· ταυτὸν γὰρ τὸ ἀλκῇ καὶ ἠνορέῃ κεκοσμῆσθαι πᾶσαν ἐπὶ γῆν καὶ τὸ εὐρὺ κλέος ἔχειν. μάλιστα μὲν οὖν ἐνδοξότερον αὐτὸ τοῦ εὐρέος κλέους, καί τι ἐπὶ πλέον τοῦ εὐρυμέδοντος καὶ εὐρυκρείοντος διὰ τὸ παγκόσμιον, οὗ τὸ, πᾶσαν ἐπʼ αἶαν, ἐστὶ δηλωτικόν. καὶ οὕτω μὲν ἐρεῖ ὁ ὑπαλείφων εἰς ἔργον εὐγενῆ νεανίαν, ὡς εἴρηται. αὐτὸς, εἴ περ ἀποκρίνεταί τι γηραιῷ οἰκείῳ, εἴποι ἂν τὸ, ὄψεαι εἴ περ ἐθέλησθα, πάτερ φίλε, τῷδʼ ἐνὶ θυμῷ οὔ τι καταισχύνοντα τεὸν γένος ἤτοι τὸ σὸν, οἷʼ ἀγορεύεις, ἤγουν εἰς ἃ λέγεις, ἢ μᾶλλον λυπηρῶς κατὰ θυμικὸν ἀποστατικὸν σχῆμα, οἷα δὴ λαλεῖς, τουτέστι, πῶς ποτὲ τοιαῦτα λέγεις; ὃ καὶ μᾶλλον κρεῖττον ὡς Ὁμηρικόν. διὸ καὶ ὁ γέρων Λαέρτης τοιαῦτα λαλούντων πρὸς ἔριν ἀγαθὴν ἀκούσας τοῦ τε υἱοῦ Ὀδυσσέως καὶ τοῦ ἐγγόνου Τηλεμάχου ἐχάρη καὶ μῦθον εἶπεν, ὁποῖον ἂν ἐρεῖ τις χαίρων μάλα ἐπὶ τοιαύτῃ ἔριδι· τίς νύ μοι ἡμέρη ἥδε, θεὲ φίλε; ἦ μάλα χαίρω· υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσι. πατρικῆς δὲ θερμῆς διαθέσεως ὁ λόγος ἐνδεικτικὸς, χαίροντός τινος τῇ τῶν ἐπιγόνων ἀρετῇ καὶ τῇ κατʼ αὐτῶν ἐπαινετῇ ἔριδι. τρεῖς δʼ ἐνταῦθα ἔννοιαι ἀσύνδετοι γοργαὶ ἐνδιάθετοι· τὸ, τίς δή μοι αὕτη ἡμέρα καὶ ἑξῆς. δῆλον δʼ ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι καταισχύνει τις γένος, ὅτε κατʼ ἀρετὴν ἀνόμοιος τοῖς προγόνοις ἐκβαίνει. ἐντεῦθεν τὸ τραγικὸν ἐῤῥέθη ἀντιστρόφως κατά τι σκῶμμα τὸ, εἰ γὰρ πέφυκα τῶνδε τῶν κακῶν ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. ὡς γὰρ παῖς ἐκβὰς ἀγαθὸς οὐ καταισχύνει ἀγαθοὺς γονεῖς, οὕτως οὐδὲ τοὺς φαύλους παῖς κακῶν ἴδρις κατʼ ἐκείνους γενόμενος. Ὅτι παραδόξου ἰσχύος δηλωτικὸν τὸ, ἔμπνευσε μένος μέγα θεὸς, παρῳδηθὲν ἐκ τοῦ, ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη. Ὅτι ἐνεργεστάτην κἀνταῦθα δεικνὺς ὁ ποιητὴς τὴν δικαίαν εὐχὴν φησὶν, ὡς εὐξάμενος Λαέρτης, αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, τὸ πολλαχοῦ τῆς Ἰλιάδος κείμενον, καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου· ἡ δʼ οὐκ ἔγχος ἔρυτο, τουτέστιν ἐκώλυσεν, ἀλλὰ διὰ πρὸ ἦλθε χαλκός· δούπησε δὲ πεσὼν, ἀράβησε δὲ τεύχεα ἐπʼ αὐτῷ. ἦν δὲ τὸ μὲν θάῤῥος τῆς χαρᾶς, ἡ δὲ εὐστοχία τῆς εὐχῆς. καὶ ὅρα θαυμασίαν περιπέτειαν, βάλλονται γὰρ καὶ πίπτουσι κακοῦργοι χείριστοι, ἔνδον μὲν τῆς πόλεως Ἀντίνοος, ἔξω δὲ Εὐπείθης· ἐκεῖνος μὲν ὑπὸ τοῦ υἱοῦ, οὗτος δὲ ὑπὸ τοῦ πατρός· υἱοῦ μὲν υἱὸν ἀνελόντος, πατρὸς δὲ πατέρα τὸν Εὐπείθεα. Παρειὰν δὲ κἀνταῦθα ἐπὶ κόρυθος λέγει τὸ περὶ τὰς παρειὰς κείμενον μέρος αὐτῆς· τοῦτο γὰρ ἡ χαλκοπάρῃος κόρυς δηλοῖ. Ἀμπεπαλὼν δὲ καὶ νῦν, ὡς καὶ ἐν Ἰλιάδι, ἀντὶ τοῦ ἀνακινήσας. οὔτε γὰρ κάτω που ἐχρῆν ἔχειν τὴν χεῖρα δόρυ πέμποντα οὔτε μὴ διατινάξαι· οὐ γὰρ ἂν οὕτω γενναία καὶ δραστικὴ γένοιτο βολή. γίνεται δὲ ἡ λέξις ἀπὸ τοῦ ἔπαλον δευτέρου ἀορίστου, οὗ μετοχὴ παλὼν καὶ Ἰωνικῷ διπλασμῷ πεπαλὼν καὶ μετὰ προθέσεως κατὰ συγκοπὴν ἀμπεπαλών. Τὸ δὲ προΐει νῦν μὲν χρόνου ἐστὶ παρατατικοῦ, πρὸ δὲ ὀλίγων προστακτικῶς εἶχε τῆς Ἀθηνᾶς ἐπιταττούσης τῷ Λαέρτῃ, ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, ἀντὶ τοῦ πρόπεμπε. μετʼ ὀλίγα δʼ ἐν τούτοις κεῖται καὶ τὸ εἴσατο ἀντὶ τοῦ ἐπορεύθη, ἀπὸ τοῦ πολλαχοῦ δηλωθέντος εἴω ῥήματος. φησὶ γάρ· διὰ πρὸ δὲ εἴσατο χαλκός. Ὅτι πολεμικὴν δραστηριότητα δηλοῖ τὸ, ἐν δʼ ἔπεσον προμάχοις ὁ δεῖνα καὶ δεῖνα, τύπτον δὲ ξίφεσί τε καὶ ἔγχεσιν ἀμφιγύοισι, περὶ ὧν πολλαχοῦ δηλοῦται. καὶ δὴ ἂν πάντας τʼ ὄλεσαν καὶ θῆκαν ἀνόστους, εἰ μὴ ὁ δεῖνα φώνησε, κατὰ δʼ ἔσχεθε

  
λαὸν ἅπαντα· ἴσχεσθε πολέμου ἀργαλέοιο, ὥς κεν ἀναιμωτί γε διακριθεῖτε τάχιστα. εἰ δὲ οἱ  
τοιοῦτοι πτοηθέντες τῷ οὕτως εἰπόντι, ἁρμόσει αὐτοῖς τὰ ἐφεξῆς· τοὺς δὲ χλωρὸν δέος εἷλε·

  
τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα· πάντα δʼ ἐπὶ χθονὶ πίπτε τοῦ δεῖνος φωνήσαντος·  
οἱ δὲ τρωπῶντο, τουτέστιν εἰς φυγὴν ἐτρέποντο, λιλαιόμενοι βιότοιο. σμερδαλέον δʼ ἐβόησεν ὁ δεῖνα, οἴμησε δὲ ἀλεὶς, ὅ ἐστι συστραφεὶς, ὥς τʼ αἰετὸς ὑψιπετήεις, ὃ καὶ ἐν Ἰλιάδι ἀπαραλλάκτως κεῖται. Ὀδυσσεὺς δὲ ὁ τοιοῦτος ἀετὸς, οἱ δὲ, ὡς ἐῤῥέθη, δείσαντες οἱ τῆς Ἰθάκης πολῖται, οὓς αὐτὸς ἐξεφόβησεν. Ἰστέον δὲ ὅτι τὸ, ἐν δʼ ἔπεσον, ταυτόν ἐστι τῷ ἐπέπεσον ὡς οἷα μετά τινος βάρους. ὅθεν καὶ ζαχρηεῖς πολεμισταὶ οἱ ἄγαν βαρεῖς ἐπιπίπτοντες. οὕτω χρᾶται τῇ λέξει καὶ ὁ κωμικὸς ἐν τῷ, ὁ Τιμοθέου δὲ πύργος ἐμπέσοι γέ σοι. Τὸ δὲ ὄλεσαν καὶ τὸ, θῆκαν ἀνόστους, τὴν αὐτὴν σημασίαν ἔχουσι. Τὸ δὲ διακρινθεῖτε συγκέκοπται ἀπὸ τοῦ διακρινθείητε, οὗ διακρινθεῖεν τὸ τρίτον πρόσωπον· ὥρμηται δὲ ὅλον τὸ, ἀναιμωτί γε διακρινθεῖτε, ἐκ τοῦ, οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι ὀΐω. Τὸ δὲ, ἐκ χειρῶν ἔπτατο τεύχεα, παρῴδηται ἀπὸ τοῦ, ἐκ χειρῶν ἔπτατο ἐρετμά. ταῦτα δὲ ἀμφότερα μεταφορικῶς ἐῤῥέθη ὡς ἀπὸ πτηνῶν, ἅ περ ἐν τῷ κρατεῖσθαι ἀφίπταται τῶν χειρῶν ἀκουσίως ἐκπετασθέντα. Τὸ δὲ, πάντα δʼ ἐπὶ χθονὶ πίπτεν, ἑρμηνευτικὸν μέν ἐστι τοῦ, ἐκ χειρῶν δʼ ἔπτατο τεύχεα· ἵνα λέγῃ ἀστείως ὅτι ἄλλως μὲν ἔπτατο ἐκ χειρῶν, εἶχε δὲ ὅμως αὐτὰ ἡ γῆ. δηλοῖ δὲ ὁ λόγος ἄκραν δειλίαν, ὁποίαν καὶ οἱ ῥιψάσπιδες πάσχουσιν· ἣν ὁρῶντες οἱ νικῶντες μαλθάσσονταί ποτε πρὸς ἔλεον καὶ σπένδονται. Ὅτι βραχύτατόν τι τῶν κατὰ τὴν Ἰλιάδα ἴνδαλμα σεμνῶς ἐμφαίνων ἐνταῦθα ὁ ποιητὴς πλάττει τὸν Ὀδυσσέα οὕτω σφοδρὸν ἐμπεσόντα τοῖς προμάχοις ἐπικουρούσης Ἀθηνᾶς, ὡς μὴ ἂν ἄλλως ἐκεῖνον παύσασθαι, εἰ μὴ Διὸς τὴν Ἀθηνᾶν ἐκφοβήσαντος ἐπεσχέθη αὐτὸς ὑπʼ ἐκείνης τοῦ πολεμεῖν. φησὶ γοῦν· καὶ τότε δὴ Ζεὺς ἀφίει ψολόεντα κεραυνὸν, τὸν καὶ πρὸ τούτων ῥηθέντα, κὰδ δʼ ἔπεσε πρόσθεν Ἀθηνᾶς. ἡ δὲ τῷ Ὀδυσσεῖ, ἴσχεο, φησὶ, παῦε δὲ νεῖκος ὁμοιΐου ἤγουν χαλεποῦ πολέμου, τοῦ ἐν Ἰλιάδι πολλαχοῦ ῥηθέντος, μή πώς τοι θεὸς κεχολώσεται. ὁ δὲ πείθεται Ἀθηνᾷ τῇ παρʼ αὐτῷ φρονήσει, χαῖρε δὲ θυμῷ, ὅτι δηλαδὴ νικῶν, εἶτα καὶ ἐνηὴς εἶναι φανεῖται ὡς φειδόμενος τῶν πολιτῶν. καὶ ὅρκια κατόπισθεν ἤγουν εἰς τὸ μέλλον ἡ τοιαύτη Ἀθηνᾶ τίθησι Μέντορι εἰδομένη· ἔοικε γὰρ ὁ Ἰθακήσιος Μέντωρ παρὼν μεσολαβῆσαι τοῖς ὅρκοις καὶ σπεῦσαι τὰ εἰρηνικά. καὶ ἐστὶ ταυτὸν ὅρκια θεῖναι καὶ ὅρκια πιστὰ ταμεῖν, τουτέστι θῦσαι ὡς ἡ Ἰλιὰς ἀριδήλως διασαφεῖ. Σημείωσαι δὲ ὅτι καθά που τῷ Διομήδει ἐν Ἰλιάδι ἐπισυνέβη, οὕτω καὶ νῦν Ὀδυσσεὺς τοῖς Ἰθακησίοις διωκομένοις ἐπιτρέχων ἐπέχεται κατενεχθέντι κεραυνῷ. καὶ οὕτω τὸ τῆς περιπετείας δύσλυτον τῷ τοῦ Ὀδυσσέως φόβῳ λύεται. Ἔτι σημείωσαι καὶ ὅτι ὥς περ τῶν πολλῶν ἐν Ἰλιάδι συμπτωμάτων μῆνις αἰτία ἡ τοῦ Ἀχιλλέως, οὕτω καὶ τὴν Ὀδύσσειαν μῆνις ἡ κατὰ τὸν Ποσειδῶνα συνίστησι· καὶ ἔτι ὥς περ τὴν Ἰλιάδα συνθεσίαι τινὲς καταπαύουσιν αἱ τοῦ Πριάμου πρὸς Ἀχιλλέα, οὕτω κἀνταῦθα εἰς εἰρηνικὰς ἀπιδόντες Ὀδυσσεύς τε καὶ οἱ Ἰθακήσιοι περατοῦσι τὴν ποίησιν, πλὴν ὅσον ἐκεῖ μὲν ὀλιγοήμεροι αἱ τοιαῦται σπονδαὶ, ἐνταῦθα δὲ διηνεκεῖς.

Τέλος τῷ Θεῷ δόξα καὶ τιμή.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-bz`.
