---
title: "Commentary on Homer's Odyssey: Book XXIV"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ω"
author: Eustathius of Thessalonica
eul_wid: xpw-acx
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-24-xpw-acx"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:38cd0ca3e1681c62df17119f2c87be9ad4c3f7e6025445c4a4ad41ed12cf4f9c"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book XXIV

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ω*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-acx` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-24-xpw-acx)

## Text

<!-- 2.292 -->Ὅτι ἐν τῇ παρούσῃ ῥαψῳδίᾳ Ὀδυσσεὺς ἀναγνωρίζεται τῇ γυναικί. διὸ καὶ Ὀδυσσέως ὑπὸ Πηνελόπης ἀναγνωρισμὸς ἐπιγράφεται. κατάρχει δὲ ταύτης ἡ γραῦς Εὐρύκλεια τὰ κατὰ τὸν Ὀδυσσέα τῇ γυναικὶ ἀγγέλλουσα. φησὶ γάρ· γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσατο καγχαλόωσα, ὡς εἰκὸς, δεσποίνῃ ἐρέουσα τὰ κατὰ τὸν Ὀδυσσέα· γούνατα δʼ ἐῤῥώσαντο, τουτέστιν ἐῤῥωμένως ἐκινήθησαν, πόδες δʼ ὑπερικταίνοντο. τοιοῦτον γὰρ ἡ παρʼ ἐλπίδα τέρψις, ἀνανεοῦσα τὸ γῆρας καὶ τὰς φυσικὰς δυνάμεις ἠτονηκυίας ῥωνύουσα ὡς τὰ πολλὰ, εἰ καὶ ἔστιν ὅτε πολλοὶ τῇ ὑπερβολῇ τῆς χαρᾶς ἀπέβησαν. διὸ καὶ Λαέρτης ἐν τοῖς ἑξῆς τὸ γῆρας οἷον ἀποθέμενος διὰ τὴν ἐπὶ τῷ Ὀδυσσεῖ χαρὰν νεοτήσιον μένος ἐπαναλήψεται. Ἰστέον δὲ ὅτι τὸ γρηῦς ταυτὸν μέν ἐστι τῷ νηῦς κατὰ τὴν προφορὰν καὶ τὴν κλίσιν, οὐ πάντα δὲ ἔχει ὡς ἐκεῖνο. τοῦτο μὲν γὰρ διαλύεται, ὡς καὶ ἐνταῦθα, γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσατο· ἡ δὲ νηῦς οὐ διαλύεται. καὶ ἡ ναῦς μὲν ἔχει καὶ Ἀττικὸν, τῆς νεὼς γάρ· ἡ δὲ γρηῦς οὔ. τὰ δὲ λοιπὰ ὡμοίωνται. ναῦς γὰρ ναὸς καὶ νηὸς, ὡς γραῦς γραὸς καὶ γρηός. Τὸ δὲ, ἐπεῤῥώσαντο πόδες, ἀγαθὴν ἔχει τροπὴν, οὐ μὴν ὁποίαν ἐν Ἰλιάδι τὸ, χαῖται ἐπεῤῥώσαντο. Τὸ δὲ ὑπερικταίνοντο ἀντὶ τοῦ ἀνεπάλλοντο κατὰ Ἀρίσταρχον, ἢ ὑπερεξετείνοντο, ἄγαν ἱκνοῦντο· παρὰ τὸ ἵκταρ, ὅ ἐστιν ἐγγύς· ὡς ἡ παροιμία· οὐδʼ ἵκταρ βάλλει, ἀντὶ τοῦ οὐδʼ ἐγγὺς τοῦ σκοποῦ γίνεται. καὶ τὸ μὲν τοιοῦτον ἵκταρ εὐλόγως τε δασύνεται καὶ ἐπίῤῥημά ἐστι ὡς τὸ ὕπαρ. τὸ δὲ παρὰ Καλλιμάχῳ ἐν ἐθνικαῖς ὀνομασίαις, ὥς φησιν Ἀθήναιος, οἷον, ἐγκρασίχολοι τριχίδια χαλκὶς ἵκταρ ἀθερίνη, ὄνομα μὲν ἰχθύος ἐξ ὀρθοῦ δηλοῖ· ζητητέον δὲ τὸ γένος αὐτοῦ εἴτε ἄῤῥεν ἐστὶ κατὰ τὸ μάκαρ εἴτε θῆλυ κατὰ τὸ δάμαρ εἴτε οὐδέτερον κατὰ τὸ νέκταρ, ἔτι δὲ καὶ εἰ δασύνεται, ὃ καὶ εἰκός ἐστιν ὡς ἀπὸ τοῦ ἷκται, ἀφʼ οἷ κατʼ ἐναλλαγὴν τῶν ψιλῶν εἰς δασέα καὶ ὁ ἰχθὺς, ὡς προδεδήλωται. εὐτελέστατον δέ ἐστιν ἰχθύδιον, οὗ περ ἡ κλῆσις ἵκταρ. ἐμφαίνει δὲ τοῦτο ἡ Βυζάντιος παραφθορὰ κτάρας τὰ τοιαῦτα λέγουσα. Ὅτι στᾶσα ὑπὲρ κεφαλῆς ἡ γραῦς μαῖα, ἔγρεο Πηνελόπεια φίλον τέκος, φησὶν, ὄφρα ἴδηαι ὀφθαλμοῖσι τεοῖσιν ἃ ἔλδεαι ἤματα πάντα, ἤγουν ἀεί. ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται ὀψέ περ ἐλθών· μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ τέ οἱ οἶκον κήδεσκον, ἤγουν ἔβλαπτον καὶ κτήματʼ ἔδον, βιόωντό τε παῖδα. καὶ οὕτω μὲν ἡ γραῦς. ἡ δὲ Πηνελόπη τῷ καινῷ τοῦ ἀκούσματος ἀπιστοῦσα· τίς γὰρ ἂν καὶ ἄλλος ῥᾳδίως οἴοιτο τοιοῦτον μέγα ἔργον ἐν ἀκαρεῖ καιροῦ καταπραχθῆναι; καὶ παίζεσθαι νομίσασα, μαῖα φίλη, φησὶ, μάργην σε θεὸς ἔθετο, ὅς τε δύναται ἄφρονα ποιῆσαι τινὰ καὶ <!-- 2.293 -->ἐπίφρονά περ μάλʼ ἐόντα καί τε χαλινοφρονέοντα σαοφροσύνης ἐπέβησε, τουτέστιν ἐπεβίβασεν. ὃς, τουτέστιν οὗτος, σὲ παρέβλαψε· πρὶν δὲ φρένας αἰσίμη ἦσθα. τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας; οὐ γάρ πω τοιόνδε, ἤγουν οὕτως ἢ τοιοῦτον, ὕπνον κατέδραθον, τουτέστιν ἐκοιμήθην, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε, ἤγουν εἰς τὴν γυναικωνίτην. εἰ γάρ τίς με ἄλλη γυναικῶν, αἵ μοι ἔασι, ταῦτʼ ἐλθοῦσα ἤγγειλε καὶ ἐξ ὕπνου μʼ ἀνέγειρε, στυγερῶς ἂν αὐτὴν ἀπέπεμψα νέεσθαι αὖτις ἔσω μέγαρον, τουτέστιν ἐς τὸ μέγαρον ἢ ἔσω μεγάρων, σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει, τουτέστιν ὅσον εἰς τὸ μὴ στυγερῶς ἀποπεμφθῆναι, ὀνήσει σε τὸ γῆρας, εἰ καὶ ἄλλως μεμπτέα ἔσῃ. Ἰστέον δὲ ὅτι ὁ βαθύτατος ὕπνος τῆς γυναικὸς, ὃν αὐτῇ ἐπὶ βλεφάροις Ἀθηνᾶ ἔβαλε, λύει καὶ ἀπορίαν τὴν, πῶς δή ποτε τοσούτου θορύβου ἐν τῇ μάχῃ γενομένου ἐκείνη οὐκ ᾔσθετο. δηλοῖ δὲ καὶ ὡς, ἐὰν ἐκείνη οὐδὲν ἔγνω, τῷ παντὶ πλέον οὐδὲ οἱ ἔξω τοῦ οἴκου Ἰθακήσιοι. Τῶν δὲ ῥηθέντων τὸ μὲν, φίλον τέκος, ἄκραν εὔνοιαν τῆς γραὸς πρὸς τὴν δέσποιναν ἐνδείκνυται καὶ ἐκείνης αὖθις αἰδῶ πρὸς ταύτην οἷα φίλην μαῖαν τοῦ ἀνδρός. οὕτω δὲ καὶ μετʼ ὀλίγα, οὔ τί σε λωβεύω, φίλον τέκος, φησί. Τὸ δὲ, ὀφθαλμοῖσι τεοῖσιν, ἀκριβέστατα εἴωθε λέγεσθαι πρὸς διαστολὴν τῶν τε φανταζομένων τινὰς ὡς τὸ, ὀσσόμενος πατὲρ ἐσθλὸν, καὶ τῶν ἀλλοτρίοις ὁρώντων ὀφθαλμοῖς, ὁποῖοι οὐ μόνον οἱ ἐν τυφλότητι πρὸς τῶν βλεπόντων ὁδηγούμενοι, ἀλλὰ καὶ οἱ ἀπὸ τῶν αὐτοψεὶ βλεπόντων μανθάνοντες τὸ θεαθέν· ὧν πάντων διαφέρει ὁ ἰδών τι ὀφθαλμοῖς ἰδίοις. Τὸ δὲ, ἦλθεν Ὀδυσσεὺς, ἁπλοϊκῶς εἴρηται. Τὸ δὲ, καὶ οἶκον ἱκάνεται, πρὸς σαφήνειαν ἐπῆκται· οὐ γὰρ πᾶς ὁ ἐλθὼν ἐξ ἀλλοδαπῆς εἰς πατρίδα ἤδη καὶ οἴκαδε αὐτίκα ἐστί. καὶ δηλοῖ τοῦτο Ἀγαμέμνων ἐπιβὰς μὲν τῆς πατρίδος γῆς, τὸν οἶκον δὲ οὐκ ἰδὼν, ἐπεὶ καὶ ταυτολογία εἶναι δοκεῖ τὸ ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται. Ἰστέον καὶ ὅτι ἡδὺ τὰ ἡδέα ταυτολογεῖσθαι. διὸ καὶ τὸ ὀψέ περ ἐλθὼν τῇ τοιαύτῃ ταυτολογίᾳ συμβάλλεταί τι. Τὸ δὲ, μνηστῆρας δʼ ἔκτεινεν, ἐπίτασις τοῦ καλοῦ, εἰ ἐλθὼν καὶ οἶκον ἱκόμενος καὶ ὀψὲ ἐλθὼν ἔκτεινε καὶ τοὺς κακούς. Τὸ δὲ ἀγήνορας φανερῶς ἐπὶ ψόγου κεῖται, ὡς δηλοῖ τὸ, οἵ περ οἶκον κήδεσκον καὶ τὰ ἑξῆς. Σημείωσαι δὲ ὅπως ἡ γραῦς, ὡς ἐχρῆν, οὐ μακρολογεῖ πρὸς τὴν δέσποιναν ἔξω καιροῦ, ἀλλὰ γοργῶς αὐτὸ ἀφηγεῖται τὸ ἀναγκαῖον, ἤγουν τὸ μὲν τὸν Ὀδυσσέα ἐλθεῖν ἐν στίχῳ ἑνὶ, ἐν δὲ ἑτέρῳ τὸ τοὺς μνηστῆρας ὀλέσθαι, ὁ δὲ τρίτος ἐκ περισσοῦ μὲν, θυμικῶς δὲ κατάῤῥησιν τῶν μνηστήρων ἔχει διὰ τὸ κακῶς περὶ ἐκείνους διατεθεῖσθαι τὴν γραῦν. Τὸ δὲ βιᾶσθαι πρωτότυπόν ἐστι τοῦ βιάζεσθαι. δῆλον δὲ ὡς οἱ μεθʼ Ὅμηρον καὶ ἐπὶ γυναικείας πείρας τὴν λέξιν ἐτίθεντο. Μάργη δὲ ἡ μαινομένη, καὶ μάργος ὁ τοιοῦτος, ὅθεν καὶ μαργαίνειν ῥῆμα καὶ λέμαργος καὶ γαστρίμαργος. Τὸ δὲ, ὃς δύναται ἄφρονα ποιῆσαι καὶ ἑξῆς, θείαν γνωμικῶς δηλοῖ ἐνέργειαν, ὁποίαν τινὰ ἔχει καὶ Ἑρμῆς τοὺς μὲν ὑπνόωντας ἐγείρων, τοὺς δὲ καὶ ἀνάπαλιν διατιθέμενος. Χαλίφρων δὲ καὶ χαλιφρονῶν ὁ τὰς φρένας παρῃωρημένος παρὰ τὸ χαλῶ, ἐξ οὗ καὶ τὸ καγχαλόω καὶ χάλιξ οἶνος ὁ χαλῶν καὶ ἀνιεὶς ἡμᾶς, καὶ ἀκροχάλιξ οἴνῳ ὁ μεθύων. καὶ Ἐπίχαρμος δέ, φασι, χαλικάζειν λέγει τὸ περὶ συνουσίαν ὑφʼ ἡδονῆς ἀνίεσθαι καὶ ὑποστένειν. Σαοφροσύνη δὲ, τουτέστι σωφροσύνη, παρὰ μὲν τοῖς ὕστερον ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας. Ὅμηρος δὲ σώαν φρόνησιν οἶδεν αὐτήν. διὸ καὶ ἐναντία τῇ χαλιφροσύνῃ ἐστὶν, ὥστε καὶ ὁ σαόφρων ἐναντίος τῷ χαλίφρονι, καθὰ καὶ ὁ περίφρων, ὡς τὸ, ἀλλὰ σαόφρων ἐστὶ, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ καὶ ἑξῆς. κεῖται δὲ καὶ μετʼ ὀλίγα ἡ τοιαύτη σωφροσύνη ἐν τῷ, ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθε. Τὸ δὲ, σαοφροσύνης ἐπέβησαν, ὅμοιον τῷ, ἀναιδείης ἐπέβησαν, ὃ πρὸ ὀλίγου εἴρηται, καὶ τῷ, ὄφρα εὐφροσύνης ἐπιβῆτον, ὃ μετʼ ὀλίγα κεῖται. Τὸ δὲ παρέβλαψε κατὰ φρένας νοεῖται νῦν, ὅθεν ὁ βλαψίφρων σύγκειται. διὸ ἐπάγει· πρὶν δὲ φρένας αἰσίμη ἦσθα, κατὰ τὸ, γῆρας δʼ ἐναίσιμον ἄνδρα τίθησιν. ἔστι δὲ αἰσίμη ἡ τηροῦσα τὸ αἴσιον ἤτοι καθῆκον καὶ δίκαιον, καὶ γίνεται ἐκ τοῦ αἴσιμος ὁμοίως τῷ, ἔρημος ἐρήμη, χρήσιμος χρησίμη, καὶ τοῖς τοιούτοις. Τοῦ δὲ λωβεύειν πρωτότυπον τὸ λωβῶ, ἐξ οὗ καὶ ὁ λωβητήρ. λαμβάνεται δὲ ἡ λέξις ἐπί τε χλεύης καὶ ὕβρεως ὡς τὰ πολλὰ, καὶ ἐπὶ τῆς ἁπλῶς δὲ βλάβης, ὡς καὶ ἐν τῷ, οἷς ἐλωβᾶθʼ οἱ ξένοι. παράγεται δὲ παρὰ τὸ ἐπὶ λαοῦ συμβαίνειν, ἵνα ᾖ λαόβη καὶ ἐν συναιρέσει λώβη. <!-- 2.294 -->καιρία δὲ ἡ λέξις καὶ δυσμετάληπτος. διὸ καὶ ἡ γραῦς τῇ αὐτῇ προϊοῦσα λέξει χρᾶται. Τὸ δὲ, παρὲξ ἐρέουσα, ἀντὶ τοῦ ἀγγέλλουσα ἔξω μὲν τοῦ ἀληθοῦς, ἐγγὺς δὲ τοῦ ἐφετοῦ, ἵνα καὶ ἐνταῦθα τὸ παρὲξ δηλοῖ τό τε ἐγγὺς τό τε ἐκτός. Ὅτι δὲ τὸ ἐρέουσα ἀντὶ τοῦ ἀγγέλλουσα κεῖται, δηλοῖ τὸ, εἰ γάρ τις ἄλλη ταῦτʼ ἐλθοῦσα ἤγγειλεν. ὅτι δὲ τὸ εἴρειν καὶ ἀντὶ τοῦ ἀγγέλλειν λέγεται, πολλαχόθεν δῆλον. ἐξ οὗ καὶ Ἶρις ἡ τῶν θεῶν ἄγγελος, καὶ Ἶρος, ὃς ἀγγέλλεσκε κιὼν ἔνθα ἐστέλλετο. Ἡδέος δὲ ὕπνου δηλωτικὸν τὸ, οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ τόδε γέγονεν. ἰσχὺν δὲ βαθέος ὕπνου δηλοῖ τὸ, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας. Τὸ δὲ κατάβηθι ὡς πρὸς τὰ ὑπερῷα ἐῤῥέθη ἔνθα ἡ γραῦς ἀνεβήσατο. Τὸ δὲ, γυναικῶν αἵ μοι ἔασιν, ἀντὶ τοῦ δμωΐδων αἳ εἰσὶν ὑπʼ ἐμοὶ ἢ ὑπὲρ ἐμοῦ· τοῦτο δὲ πρὸς διαστολὴν ἑτέρων γυναικῶν· ἄλλη μὲν γάρ τις ἐπελώβευσεν ἂν ἴσως, τῶν δὲ ἐμῶν οὐκ ἂν οὐδεμία. Τὸ δὲ, στυγερῶς ἀπέπεμψα, ἀντὶ τοῦ φρικτῶς, κρυερῶς, παρὰ τὴν πολλαχοῦ μυθευομένην Στύγα ψυχρὰν ἐν Ἅιδου πηγήν· ἀφʼ ἧς τὸ, στυγέειν, ὡς τὸ, στυγέει δὲ καὶ ἄλλος· οὗ ὁ μέλλων στυγήσω· ἐξ ὧν τοῦ στυγέω μὲν τὸ στυγερὸν, τοῦ στυγήσω δὲ τὸ στυγητόν. Ὅτι τῆς Πηνελόπης λωβεύεσθαι οἰομένης ἐφʼ οἷς ἡ γραῦς περὶ τοῦ δεσπότου ἤγγειλε, φησὶν ἡ μαῖα· οὔ τί σε λωβεύω, τέκνον φίλον· ἀλλʼ ἔτυμόν τοι ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω. εἶτα σαφέστερον τὸ πρᾶγμα φράζουσα ἐπάγει· ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισιν, ἵνα λέγῃ ὅτι ἐκεῖνος ἐστὶν Ὀδυσσεὺς ὁ χθιζὸς ἄτιμος ξένος. Τηλέμαχος δʼ ἄρα, φησὶ, πάλαι ᾔδεεν αὐτὸν ἔνδον ἐόντα, ἀλλὰ σαοφροσύνῃσιν ἤτοι, ὡς προεδηλώθη, φρονήσεσι νοήματα πατρὸς ἔκευθεν, ὄφρʼ ἀνδρῶν τίσαιτο βίας ὑπερηνορεόντων, ὃ δὴ ἐπὶ μυστηριασμῷ οἰκεῖον ἐστὶ λέγεσθαι. ὣς ἔφατο ἡ γραῦς· ἡ δὲ Πηνελόπη, οὔτε γὰρ ἐχρῆν ἀπραγμόνως οὕτω συγκαταθέσθαι τοῖς ὑπὲρ τοῦ Ὀδυσσέως οὔτʼ αὖ πάλιν διαπαντὸς ἀπιστεῖν τῇ περίφρονι μαίᾳ, ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκε, καὶ, εἰ δʼ ἄγε μοι, μαῖα φίλη, φησὶν, εἰ ἐτεὸν ἦλθεν, ὅπως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε μοῦνος ἐὼν, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον. τοῦτο δὴ τὸ ἐν τοῖς πρὸ τούτων καὶ ἀπορηθὲν Ὁμηρικῶς καὶ λυθέν. καὶ ἡ γραῦς μηδὲν εἰδυῖα τοῦ ἐρωτηθέντος τὸν τρόπον μὲν οὐκ εἰδέναι φησίν· οὔτε γὰρ ἰδεῖν οὔτε μαθεῖν· ἐκ τοῦ τέλους δὲ γνῶναι τὸ πραχθὲν ἀγαθόν. φησὶ γοῦν· οὐκ ἴδον, οὐ πυθόμην· ὅ περ ἔστι λέγεσθαι ἐφʼ ὧν ἀγνοεῖ τις· ἀλλὰς στόνον οἶον ἄκουον κτεινομένων. ἡμεῖς δὲ μυχῷ θαλάμων ἐϋπήκτων ἥμεθα ἀτιζόμεναι, τουτέστι ταρασσόμεναι, ὃ πολλαχοῦ κεῖται, σανίδες δʼ ἔχον τουτέστι θύραι εὖ ἀραρυῖαι, κατὰ δεσποτικὴν κέλευσιν. Τηλεμάχου δὲ καλέσαντος εὗρον ἔπειτα Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν ἑσταότα. οἱ δέ μιν ἀμφὶ κραταίπεδον οὖδας ἔχοντες κείατο ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης, τουτέστιν εὐφράνθης ἂν κατὰ ψυχήν· ὃ καὶ ἡ γραῦς δηλαδὴ παθοῦσα ὀλολύζειν ἤθελεν, εἰ μὴ ἐκώλυσεν Ὀδυσσεύς. νῦν δέ, φησιν, οἱ μὲν πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν ἀθρόοι ὡς ἐπʼ ἀλλήλοις κείμενοι· ὁ δὲ, ὡς καὶ προδεδήλωται, δῶμα θεειοῦται περικαλλὲς πῦρ μέγα κειάμενος, σὲ δέ με προέηκε καλέσσαι· ὅτε δηλαδὴ εἰπὼν Ὀδυσσεὺς μή πω τήνδʼ ἐπέγειρε, ἐνέδωκεν αὐτῇ μετὰ τὸν φόνον τῶν δμωΐδων καλέσαι τὴν δέσποιναν. εἶτα καὶ προτρεπομένη ἀκολουθεῖν φησίν· ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν εὐφροσύνης ἐπιβῆτον ἀμφοτέρω φίλον ἦτορ, τουτέστιν, ἵνα ἄμφω κατὰ τὸ ἦτορ ὑμῶν εὐφροσύνης ἐπιβαίητε· ὃ περιφραστικῶς δηλοῖ τὸ, ἵνα χαρείητε, ἐπεὶ κακὰ πολλὰ πέποσθε, ἤγουν ἐπεὶ κακὰ πολλὰ πεπόνησθε. νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται· ὅ περ ἐν ἐκπληρώσει ἐπιθυμίας οἰκεῖον λέγεσθαι· ἐφʼ οἷς ἑρμηνεύουσα ἡ γραῦς τὸ μακρὸν ἐέλδωρ φησίν· ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον, πάντας ἐτίσατο. καὶ οὕτω τὴν δέσποιναν ἀποροῦσαν μὲν πείθει δʼ ὅμως ἕπεσθαι. Ὅρα δὲ καὶ νῦν τὸ, τέκνον φίλον, ῥηθὲν πρὸς τὴν δέσποιναν ὑπὸ γραὸς δούλης· ἐπεὶ καὶ ἐκείνη μαῖαν φίλην προσεῖπεν αὐτήν. Τὸ δὲ, οἶκον ἱκάνεται, χρήσιμον μὲν εἰς τὸ, ἦλθεν ἐφέστιος· ταυτὸν γὰρ ὁ εἰς οἶκον ἐλθὼν καὶ ὁ ἐφέστιος· ἔχει δέ τι ψευδοπαρηχήσεως κατὰ τὸ, φίλησε δὲ φῦλον ἀοιδῶν. Τὸ δὲ, ἀτίμων, ὡς τὸ ἐβόων· ἐξ οὗ καὶ ὁ ἐν Ἰλιάδι ἀτίμητος, ὡς καὶ προεδηλώθη. Εὔπηκτοι δὲ θάλαμοι οἱ εὐπαγεῖς καὶ στερεοὶ κατὰ τὸ, εὐσταθέος μεγάροιο, ἢ τεχνικῶς ἐσκευασμένοι ἢ εὔκλειστοι. διὸ ἐπήγαγε, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι. καὶ ἴσως ἐκ τούτου καὶ τὸ συγκλεῖσαι πακτῶσαι παρʼ Ἀττικοῖς, ὡς καὶ Σοφοκλῆς δηλοῖ ἐν τῷ, καὶ δῶμα πάκτου, καὶ ὁ κωμικὸς ἐν τῷ, καὶ ἐπακτώσαμέν γε. Κραταίπεδον δὲ τὸ στερεὸν <!-- 2.295 -->πέδον ὡς λιθόστρωτον, ἢ μᾶλλον, ὡς πεπιλημένον καὶ νεναγμένον. ἤδη γάρ που παρεσημειώθη μὴ εἶναι λιθόστρωτον, ὡς δοκεῖν παθεῖν τὴν ἐκπιλήσεως στεῤῥότητα διὰ τὸ ῥαίνεσθαι κατὰ τὸ, ῥάνατε δʼ ὕδωρ. Ἰστέον δὲ ὅτι κατὰ τὴν τεχνικὴν παράδοσιν ἀναλογεῖ τῇ συνθέσει τοῦ κραταιπέδου καὶ τὸ, κραταίβιος, κραταίπιλος, κραταίτονος. Τὸ δὲ, ἰδοῦσά κε θυμὸν ἰάνθης, ἐπιφωνηματικὸν καὶ αὐτό· καὶ ἔχει τι τόλμης, εἰ ἐφʼ οὕτω δεινῷ πράγματι ἰανθήσεσθαί φησι τὴν περίφρονα. Αὐλείας δὲ θύρας λέγει τὰς περὶ τὴν αἴθουσαν, ἤγουν τὰς ἔξω τοῦ προδόμου πρὸς αὐτῇ τῇ αὐλῇ· ὅθεν καὶ αὔλειαι πρὸς διαστολὴν τῶν ἐνδοτέρω θυρῶν. Τὸ δὲ κειάμενος διὰ διφθόγγου ἔχει τὴν ἄρχουσαν ὡς ἀπὸ τοῦ κέω, οὐ τοῦ κοινῶς γραφομένου διὰ διφθόγγου, ἐξ οὗ τὸ καῦσαι καὶ τὸ κῆαι καὶ ὅσα τοιαῦτα, ἀλλʼ ἐκ τοῦ ἑτέρου τοῦ διὰ τοῦ ε ψιλοῦ, περὶ οὗ ἱκανῶς προδεδήλωται. Τὸ δὲ, εὐφροσύνης ἐπιβῆτον, ὅμοιον μὲν, ὡς ἐῤῥέθη, πρὸς τὸ, σαοφροσύνης ἐπέβησαν· ἐγγὺς δέ ἐστι τοῦ, εὐνῆς ἐπιβῆτον, σωφρόνως ῥηθέν. λέγει δὲ εὐφροσύνην συνήθως τὴν φιλόφρονα ἡδονήν. Τὸ δὲ, νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται καὶ ἑξῆς, χαρμόσυνον ἔργου ἢ ὁδοῦ τέλος φράζει· ἔστι δὲ περίφρασις τοῦ, τετέλεστο δὲ ἔργον. Ὅτι σεμνύνων ὁ ποιητὴς τὸ τοῦ Ὀδυσσέως ἐπὶ τοῖς μνηστῆρσιν ἔργον ὡς μὴ ἁπλῶς μέγα ὂν, ἀλλʼ ἤδη καὶ θεῖον διὰ τὸ μὴ ῥᾳδίως ἂν ἔχειν τινὰ νοῆσαι ἀνθρωπίνως τελεσθῆναι αὐτὸ πλάττει τὴν Πηνελόπην ἑπομένην μὲν τῇ μαίᾳ καλούσῃ ἐς τὸν ἄνδρα, λέγουσαν δὲ οὕτω· μαῖα φίλη, μή πω μέγα ἐπεύχεο, τουτέστι μὴ μεγαλαύχει, καγχαλόωσα, ἤγουν χαίρουσα καὶ χαλωμένη καὶ ὡς οἷον χαλίφρων ὑφʼ ἡδονῆς γινομένη. οἶσθα γὰρ ὡς ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα, τουτέστιν ὃν οὐ θετὸν ἔσχομεν, ἀλλʼ ἐκ τοῦ κατὰ φύσιν τοκετοῦ· καὶ οὕτω μὲν φανείη ἂν ἡμῖν ἀσπαστός. ἀλλʼ οὐκ ἔστʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις· ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυοὺς, ὕβριν ἀγασσάμενος, ἤγουν μεμψάμενος, θυμαλγέα καὶ κακὰ ἔργα· οὔ τινα γὰρ τίεσκον καὶ ἑξῆς δύο στίχους, οὓς φθάσας ἔφη καὶ Ὀδυσσεύς. τῷ ἤγουν διὸ διʼ ἀτασθαλίας ἔπαθον κακόν. ὃ παράφρασίς ἐστι τοῦ, ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. αὐτὰρ Ὀδυσσεὺς ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός. τοῦτο δὲ ἀκριβῶς πέφρασται. πολλοὶ γὰρ νόστον ὀλέσαντες ὅμως ἐπʼ ἀλλοτρίας ζῶσιν· Ὀδυσσεὺς δὲ οὐχʼ οὕτως, ἀλλʼ ἀποπλανηθεὶς τῆς πατρίδος οὐδὲ ζῇ. καὶ οὕτω μὲν ἡ Πηνελόπη ἐλθοῦσά πως εἰς ταυτὸν τῷ ἀνδρὶ νόημα. καὶ ἐκεῖνος γὰρ προσεχῶς θεόθεν δαμασθῆναι τοὺς κειμένους ἔφη καὶ ὑπὸ τῶν κακῶν ἔργων, πλὴν ὅσον Ὀδυσσεὺς μὲν οἶδεν αὐτὸς ἐνεργῆσαι κατὰ τῶν μνηστήρων, εἰ καὶ θεόθεν, Πηνελόπη δὲ οὐδόλως ἐλθεῖν τὸν Ὀδυσσέα πείθεται. καὶ ἡ γραῦς ἐξονειδίζει αὐτὴν, ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ, φησὶν, οὔ ποτε φῆσθα οἴκαδʼ ἐλεύσεσθαι. θυμὸς δέ τοι αἰὲν ἄπιστος. εἶτα ἐκτίθεται ἡ γραῦς καὶ σῆμα ἀριφραδὲς, τὴν προϊστορηθεῖσαν οὐλὴν, καὶ ὡς ἐφράσατο αὐτὴν ἀπονίζουσα. καὶ αὐτὴ μὲν ἤθελεν εἰπέμεν, ἀλλʼ ἐκεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν οὐκ εἴα εἰπεῖν πολυϊδρείῃσι νόοιο. ἐφʼ οἷς ἑαυτὴν ὑποτιθεῖσα εἰς θάνατον, εἴ περ ἐπὶ ἀπάτῃ λαλεῖ, φησίν· ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς αἴ κέν σʼ ἐξαπάφω κτεῖναί με οἰκτίστῳ ὀλέθρῳ. οὕτω τῆς γραὸς βεβαιωσαμένης ἡ Πηνελόπη ἐπιμένουσα οἷς ἐνόησεν, ἀναδραμοῦσα εἰς θείαν ἐνάργειαν καὶ ἀθανάτῳ τινὶ ἀναθεῖσα τὸν τῶν μνηστήρων φόνον ἀντεπιφέρει γνωμικῶς· μαῖα φίλη, χαλεπόν σε θεοῦ αἰὲν ἐόντος δήνεα εἴρυσθαι μάλα περ πολυΐδριν ἐοῦσαν. καὶ ἔστι βαθὺς ὁ λόγος οὗτος καὶ πολὺν κρύπτουσα νοῦν ἐν ὀλίγῳ σώματι προφορᾶς. μονονουχὶ γάρ, φησιν, ὅτι σὺ μὲν αἰσθήσει πιστεύεις ἀριφραδὲς ἔχουσα σῆμα τὴν οὐλὴν καὶ τὸ ἐν τῷ νίπτειν κωλύεσθαι ἐκφῆναι τὸν φαινόμενον Ὀδυσσέα, κἀκ τούτων συνάγεις, Ὀδυσσέα εἶναι τὸν φονεύσαντα τοὺς μνηστῆρας. λέληθε δέ σε ὡς καὶ τοῖς ἀθανάτοις ἔνεστιν οὕτως ἐπιφαίνεσθαι καὶ τοιαῦτα ποιεῖν. καὶ τούτοις οὐκ ἔχει τι ἀντειπεῖν ἡ γραῦς. ἐφʼ οἷς ἡ Πηνελόπη, ὡς ἤδη συναγοῦσα μὴ Ὀδυσσέα εἶναι τὸν φανέντα, φησίν· ἀλλʼ ἔμπης ἴω μετὰ παῖδα ἐμὸν, ὅπως τούς τε κειμένους ἴδω, καὶ ὃς ἔπεφνεν, εἴτε δηλαδὴ καὶ Ὀδυσσεὺς ἐκεῖνος, ὃ καὶ εὐκταῖον ἔστιν αὐτῇ, εἴτε καί τις ἀθάνατος, ὅ περ οὐδʼ αὐτὸ ἀπεύξαιτο ἄν. καὶ οὕτω κατέβαινεν ὑπερώϊα. Ἰστέον δὲ ὅτι ἐκ τῶν ῥηθέντων ἐπὶ ἀναποτελέστου μὲν χαρᾶς ῥηθείη ἂν τὸ, μή πω μέγα ἐπεύχεο καγχαλόωσα. ἐπὶ δὲ τῶν ἡδέως ἀκουόντων ἀνέλπιστά τινα ἀγαθὰ καλὸν ῥηθῆναι τὸ, οἶσθα ὡς ἀσπαστὸν φανείη πᾶσι μάλιστα δʼ ἐμοί· ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος ὡς ἀγορεύεις. ὁ μέντοι μὴ πιστεύων οἷς μανθάνει, <!-- 2.296 -->ἀκούσοι ἂν τὸ, θυμὸς δέ τοι αἰὲν ἄπιστος. Ἐσχάρα δὲ καὶ νῦν, ὡς καὶ πολλαχοῦ ἐν τοῖς πρὸ τούτων, τόπος κατὰ τοὺς παλαιοὺς ἔνθα πῦρ καίεται, βωμὸς ἰσόπεδος οὐκ ἐκ λίθων ὑψούμενος. Ἡ δὲ πολυϊδρεία διὰ διφθόγγου ἀεὶ ἔχει τὴν παραλήγουσαν ὡς καὶ ἡ ἀϊδρεία διὰ τὸ ἀναφέρεσθαι τὸ ε κατὰ κλίσιν τοῦ ἴδρις ἴδρεως, ὁποῖόν τι κατὰ κλίσιν οὐδετέρου γένους ἔχει καὶ ἡ ἐλεγχείη καὶ ἡ ἐγχείη, ἃ ἐκ τοῦ ἐλέγχεος καὶ τοῦ ἔγχεος τὴν δίφθογγον ἔχουσι. Τὸ δὲ, περιδώσομαι αὐτῆς, ἀντὶ τοῦ συνθήσομαι, βεβαιώσομαι, καὶ τὸ δημοκοπούμενον στοίχημα θήσω ὑπὲρ ἐμοῦ αὐτῆς, οὗ διασαφητικὸν τὸ, κτεῖναί με οἰκτίστῳ ὀλέθρῳ. ἔστι δὲ περιδώσεσθαι καὶ ἑτέρου τινὸς, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ ἐν τῷ, τρίποδος περιδώμεθον ἠὲ λέβητος. ἐλλειπτικῶς δὲ ἡ τοιαύτη φράσις ἔχει, τὸ γὰρ ἐντελὲς περί τινος δώσειν λόγον ἢ συνθήκην. Τὸ δὲ, θεοῦ δήνεα εἴρυσθαι, ἢ ἀντὶ τοῦ φυλάξασθαι ἤτοι γνῶναι ἀπὸ τοῦ εἰρύω τὸ φυλάσσω, ἢ καὶ ἀντὶ τοῦ ἑλκύσαι, ὡς καὶ τοῦτο φασὶν οἱ παλαιοὶ, ἵνα λέγῃ ὅτι χαλεπὸν ἑλκύσαι εἰς νοῦν ἢ καὶ ἄλλως μεθελκύσαι εἰς ὃ βούλεταί τις τὴν θείαν βουλήν· τοῦτο δὲ ὡς ἀπὸ τοῦ εἰρύω τὸ ἑλκύω. Τὸ δὲ, κατέβαινεν ὑπερῷα, κοινότερον ἐφράσθη ἀντὶ τοῦ ὑπερῴων κατὰ ἀντίπτωσιν. ὀκνηρίαν δέ τινα δηλοῖ τὸ κατέβαινε παρατατικῶς φρασθέν. Εὐρύκλεια μὲν γὰρ πιστεύσασα ἔνδον εἶναι τὸ φίλον αὐτῇ τέκος ἐῤῥωμένως ἀνέβαινεν, ἡ δὲ γυνὴ ἐνδοιάζουσα σχολαίως κάτεισιν. Ὅτι ἀπιστεῖν φανεῖσα τῇ μαίᾳ ἡ Πηνελόπη ἐφʼ οἷς ὡς ἐῤῥέθη ἤκουσεν, ὅμως παλαίειν ἄρχεται λογισμοῖς. ὁρμαίνει γὰρ ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι ἢ παραστᾶσα κύσειε κάρη καὶ χεῖρα λαβοῦσα, ὅ ἐστι δεξιωσαμένη. εὐλαβεῖται γὰρ, ὡς εἰκὸς, καὶ τοῦτο κἀκεῖνο οἷα μὴ πρέπον αὐτῇ. καὶ ποιήσει μὲν οὐδέτερον αὐτίκα· αὐτοσχέδιος γὰρ ἡ βουλὴ καὶ οὔ πω ἔγνω τὸ ποιητέον ἡ γυνή· προϊὼν δὲ ὁ ποιητὴς καταστήσει καὶ αὐτὸ πιθανῶς. Ὅτι Πηνελόπη μὲν Ὀδυσσέως ἐναντίον ἕζετο ἐν πυρὸς αὐγῇ τοίχου τοῦ ἑτέρου, ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν ἧστο κάτω ὁρόων κατὰ ἦθος ἀφελὲς δῆθεν ἢ καὶ σύνηθες αὐτῷ, κατὰ τὸ, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, ὅ περ ἐν Ἰλιάδι περὶ αὐτοῦ εἴρηται· καὶ ἄλλως δὲ, ὡς ἐπὶ πείρᾳ, ποτιδέγμενος, εἴ τι μιν εἴποι ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. εἰ δὲ Ὀδυσσεὺς οὕτω διετέθη, πολλῷ πλέον ἡ γυνὴ ἀντιφιλοτιμουμένη πρός γε τὸ σῶφρον. φησὶ γοῦν· ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν. ὄψει δʼ ἄλλοτε μὲν αὐτὸν ἐνωπιδίως ἐσίδεσκε, τολμῶσα τοῦτο διὰ τὸ ἐκεῖνον κάτω βλέπειν, ἄλλοτε δʼ ἀγνώσσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα. Καὶ ὅρα ὅπως εἰσέτι καὶ νῦν τὰ ῥάκη ἐμποδὼν ἦσαν καὶ αὐτῇ τῇ γυναικὶ εἰς ἀναγνωρισμόν· καὶ Ὀδυσσεὺς δὲ μετʼ οὐ πολλὰ ἐρεῖ ἀτιμάζεσθαι ὑπὸ τῆς γυναικὸς ὡς καὶ ῥύπον ἔχων καὶ κακὰ ἐνδεδυμένος. Τὸ δὲ, ἐν πυρὸς αὐγῇ, ἀντὶ τοῦ ἔνθα σέλας ἀφίει τὸ πῦρ· οὐ μὴν πρὸς αὐτῷ τῷ κατὰ τὴν ἐσχάραν πυρὶ, ἔνθα ὡς εἰκὸς ὁ πτωχικὸς Ὀδυσσεὺς ἕζετο. Τὸ δὲ, τοίχου τοῦ ἑτέρου, ἑρμηνεία ἐστὶ τοῦ, ἕζετο ἐναντίον. Τὸ δὲ, κάτω ὁρόων, ἢ διὰ προσποίητον εὐλάβειαν ἢ καὶ μᾶλλον, ἵνα μὴ ἐκ τῶν ὀφθαλμῶν ῥᾷον γνωρισθῇ, ἐξ ὧν καὶ ἡ μαῖα φθάσασα ἔσχε γνώρισμα ὡς ἐκείνη ἐνέφηνεν ἐν τῷ, οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι, ὡς σὺ δέμας ἐκείνῳ ἔοικας καὶ ἑξῆς. Ἰφθίμη δὲ παράκοιτις ταυτὸν ἂν εἴη τῷ, δαΐφρων Πηνελόπη, ὅ ἐστιν ἀνδρεία. Τὸ δὲ ἄνεω σημειῶδες ἐστὶν ἐπίῤῥημα ὄν· καὶ δίδωσιν ὑπόνοιαν καὶ τὸ, οἱ δʼ ἄνεω ἦσαν, τοιοῦτον εἶναι, καθὰ καὶ τὸ, Ἀθηνᾶ δʼ ἀκέων ἦν, δοκεῖ ἐπίῤῥημα εἶναι διὰ τὸ ἀκέων δαίνυσθε. Τὸ δὲ ἐνωπιδίως ἀντὶ τοῦ κατʼ ὄψιν, ἵνα λέγῃ ὅτι ἄλλοτε μὲν περιεργότερον ἐντρανίζουσα καὶ κατασκοποῦσα ἐπεγίνωσκεν, ἄλλοτε δὲ ἠγνόει. Τὸ δὲ ἐνωπιδίως γράφεται μάλιστα ἐνωπαδίως καὶ γίνεται ἐκ τοῦ ἐνῶπα, ἐξ οὗ καὶ τὸ κατενῶπα ἐν Ἰλιάδι. Τὸ δὲ, ἐνωπαδίως ἐσιδεῖν, μετʼ ὀλίγα καὶ εἰς ὦπα ἰδέσθαι ἐναντίον φησί. Τὸ δὲ ἀγνώσσασκε λέξις καὶ αὐτὸ ἰδία ποιήσεως γινομένη ἐκ τοῦ γνῶ γνώσω, ἐξ οὗ ἐνεστὼς γνώσσω, ὡς τὸ κνώσσω καὶ τὰ τοιαῦτα, καὶ παραγώγως γνωσσάσκω, ἐξ οὗ κατὰ στέρησιν τὸ ἀγνώσσασκεν. Ὅτι μεθοδεύσας ὁ ποιητὴς τὴν κατʼ ὄψιν ἐντυχίαν τοῦ Ὀδυσσέως καὶ τῆς γυναικὸς καινότερον φυλάττει κἀνταῦθα τὸν Ὀδυσσέα τλήμονα καὶ λαλοῦντα μηδὲν, καὶ θέλει μὲν ἡ γυνὴ φανῆναι τοιαύτη, ἐπεὶ δὲ οὐκ ἦν, οὕτω πεφυλαγμένης ἀμφοῖν τῆς ἐνστάσεως, ὁμιλῆσαι αὐτοὺς ἀλλήλοις, πλάττει μεσιτεύοντα τῇ ὁμιλίᾳ τὸν παῖδα καὶ λαλοῦντα τῇ μητρὶ καὶ αὐτὴν αὖθις τῷ παιδὶ καὶ τρίτον ἐπʼ αὐτοῖς ἀναγκαίως τὸν Ὀδυσσέα. καὶ οὕτω προβαίνει πιθανῶς καὶ εὐμεθόδως τὰ ἐφεξῆς. οὐκ ἄλλως μέντοι <!-- 2.297 -->προσφθέγξεται τὸν ἄνδρα εἰ μὴ προλογίσει ἐκεῖνος πρὸς αὐτὴν, εὐλαβουμένη μὴ καὶ ἁλῷ θρασύτητος. οὐ μὴν δὲ πλησιάσει, μὴ καὶ αὐτὴ σῆμά τι ἐξ ἐκείνου γνοῦσα, ὅ περ αὐτὴ καὶ Ὀδυσσεὺς καὶ μία μόνη ἀμφίπολος Ἀκτορὶς ἐγίνωσκον, τὸ κατὰ τὴν ῥηθησομένην κλίνην δηλαδὴ, ἐξαίρετόν τι ἔχουσαν, ὡς δηλωθήσεται, ἵνα καθά περ ἡ μαῖα καὶ οἱ ἄνδρες δοῦλοι ἐκ τῆς οὐλῆς τὸν δεσπότην ἀνεγνώρισαν, οὕτω καὶ αὐτὴ τὸν ἄνδρα ἐκ τῆς παρασήμου κλίνης, ἣν οὐ πολλοὶ ἐγίνωσκον. Ἔνθα σημείωσαι ὅτι ἔσονται ὥς περ τοῖς ἄλλοις ἑταίροις καὶ φίλοις καὶ φιλτάτοις, οὕτω καὶ γυναικὶ καὶ ἀνδρὶ μυστηριώδη τινὰ, ὧν οὐκ ἀπεικὸς ἐπιστήμην ἔχειν καὶ δοῦλον ἢ δούλην, πεῖραν δεδωκότας πίστεως ἀκριβοῦς, ὁποία τις καὶ ἡ δεδηλωμένη Ἀκτορὶς, εἰδυῖα μόνη, ὃ μήτε ἡ μαῖα μήτε ἡ Εὐρυνόμη, αἱ τῶν ἄλλων ἐνταῦθα τοῖς δεσπόταις πιστότεραι. εἰσὶ δὲ ἃ Τηλέμαχος πρὸς τὴν μητέρα λέγει, τοιαῦτα· μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν ἑζομένη μύθοισιν ἀνείρεαι, οὐδὲ μεταλλᾷς; οὐκ ἂν ἄλλη γε ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο. τοῦτο δὴ τὸ παροιμιῶδες ἐπὶ τῶν σκληροκαρδίων. καὶ οὕτω μὲν οἱονεὶ προαγωγεύει τῷ πατρὶ τὴν μητέρα ὁ παῖς. ἡ δὲ, τέκνον ἐμόν, φησι, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν, οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι, οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον, ὡς καὶ προεγράφη. εἰ δʼ ἐτεὸν δὴ ἔστʼ Ὀδυσσεὺς, γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον. ἔστι γὰρ ἡμῖν σήματα ἃ καὶ ἡμεῖς κεκριμένα ἴδμεν ἀπʼ ἄλλων. καὶ ἴσως μὲν καὶ ἄλλα εἶεν ἂν, ἃ καὶ σιωπᾷ συνήθως ὁ ποιητής· πρὸς δὲ τὰ φαινόμενα τὴν κλίνην λέγει, διʼ ἣν τῷ Ὀδυσσεῖ ἐρεῖ μετʼ ὀλίγα ἡ Πηνελόπη· πείθεις δή μευ θυμὸν ἀπηνέα περ μάλʼ ἐόντα, ἐπεὶ σήματʼ ἀριφραδέα κατέλεξας εὐνῆς ἡμετέρης. Ὅρα δὲ ὡς εἰ τῷ ἀνδρὶ οὕτω ἡ Πηνελόπη δυσκατέργαστος, ὁποίαν ἔστιν αὐτὴν συλλογίσασθαι τοῖς μνηστῆρσιν εἶναι; ἔστιν οὖν ἀστεῖον εἰπεῖν, ὡς μικροῦ δεῖν συντομώτερον ἔσχε τὴν μνηστηροκτονίαν κατεργάσασθαι Ὀδυσσεὺς ἢ τὸν ἀναγνωρισμὸν τῆς γυναικός· οὕτω περίφρων ἡ γυνὴ καὶ στερεὰ καὶ εἰπεῖν καὶ πρᾶξαι, ἧς ὁ νοῦς τοιοῦτον, ὡς ἐδηλώθη, ἐγέννησεν ἐπιχείρημα, ὡς διὰ τέλους ἂν παραμεῖναι αὐτὴν ἀπροσκόλλητον τῷ ἀνδρὶ καὶ μὴ ἂν πελάσαι αὐτῷ, εἰ μὴ τυχὸν ἐλογίσατο μή ποτέ τις τῶν κρειττόνων εἴη ὁ καὶ τοὺς μνηστῆρας ῥίψας καὶ νῦν αὐτῇ ὁμιλῶν. ἔστι γὰρ αὐτῇ τὸ ἄπορον ἀληθῶς ἄλυτον. ὡς γὰρ οὐδὲν καινὸν, εἰ καὶ οὐλὴν δείξει ὁ τῷ Ὀδυσσεῖ εἰκασθεὶς δαίμων, οὕτως οὐδʼ εἴ περ τὸ τῆς κλίνης ἐξείπῃ μυστήριον. οὐ γὰρ ἀδύνατον τὸν τἄλλα εἰδότα θεὸν εἰδέναι καὶ αὐτό. καὶ τοίνυν, εἰ καὶ ὕστερον ὀψέ ποτε συμπεισθῇ καὶ ἀναγνοῦσα τὰ ἐκ τοῦ ἀνδρὸς σήματα δακρύσασα ἀμφὶ χεῖρας δειρῇ βάλῃ τῷ Ὀδυσσεῖ, οὐδʼ οὕτως εὖ συνεπείσθη. καὶ γὰρ ὁ δαίμων, ὃν ὑπόπτευε, καὶ τὰ σήματα πάντως εὖ ᾔδει. καὶ ἴσως διὰ τοιοῦτόν τι συμπείθεται, ὡς καὶ προλελάληται. ἢ γὰρ Ὀδυσσεὺς ἐστὶν ὁ παρὼν, καὶ ἰδοὺ ἔχει ὃ ἤθελεν, ἢ τῶν τις κρειττόνων, καὶ οὐδʼ οὕτω κακῶς τὸ πρᾶγμα συνέπεσε. χείρονος γὰρ ἀπηύχετο ἀνδρὸς εὐφραίνειν νόημα, οὐ μὴν καὶ τὸ τοῦ κρείττονος. ἃ δὴ συναισθόμενος ἴσως καὶ ὁ πολύτλας Ὀδυσσεὺς νοεῖν τὴν γυναῖκα μείδησε, καὶ ἀναβαλόμενος λαλῆσαί τι πρὸς αὐτὴν, Τηλέμαχε, φησὶν, ἤτοι μητέρα ἔασον πειράζειν ἐμέθεν. τάχα δὲ φράσεται καὶ ἄρειον ἐκ τῶν, ὡς εἰκὸς, ἐφεξῆς δηλαδὴ σημείων. νῦν δʼ ὅττι ῥυπόω κακὰ χροῒ εἵματα εἷμαι, ὡς καὶ προεδηλώθη ἀνωτέρω, τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πώ φησι τὸν εἶναι, ὅπως ἀστείως ἔχει καὶ γοργῶς. λέγει γὰρ ὡς οὔ φησιν ἐμὲ τὸν εἶναι, οἱονεὶ ἀποστεροῦσά με καὶ αὐτοῦ τοῦ εἶναι ἐμέ. καὶ ἐπὶ τούτοις ὁ ἥρως ὡς οἷα μεθέμενος τῆς γυναικὸς βουλεύεται περί τινος τῶν ἀναγκαιοτέρων, πολύτλας κἀνταῦθα ὢν, καθὰ καὶ ἡ γυνὴ τετληότος θυμοῦ, οἳ τλῆναι θέλουσι τὸ μὴ εὐθὺς ἀλλήλοις πελάσαι. καὶ τῶν πρὸ ἔργου γίνεται. Τὸ δὲ δύσμητερ οὐ κατὰ τὸ Δύσπαρις καὶ τὸ Κακοΐλιον ἐῤῥέθη, ἀλλὰ θυμικώτερον, ἀπεναντίας τῷ, φίλη μήτηρ. ἄχθεται γὰρ ὁ υἱὸς ἐφʼ οἷς ἡ μήτηρ ἀπηνὴς ἐπὶ τοῖς κατὰ τὸν πατέρα ἐστὶν, ὡς καὶ αὐτὴ μετʼ ὀλίγα φησί· πείθεις μοι θυμὸν ἀπηνέα περ μάλʼ ἐόντα. διὸ εἰπὼν, δύσμητερ, ἡρμήνευσεν ἐπαγαγὼν, ἀπηνέα θυμὸν ἔχουσα. Τὸ δὲ νοσφίζεαι καὶ νῦν ἀντὶ τοῦ νόσφι γίνῃ, χωρίζῃ, οὗ ἑρμηνευτικὸν τὸ, οὐδὲ παρʼ αὐτὸν ἑζομένη, τουτέστιν ἐγγὺς αὐτοῦ, ὅ περ ἐναντίον ἐστὶ πρὸς τὸ νόσφι. Τὸ δὲ ἀφεσταίη καινότερον ἐσχημάτισται. καὶ ἔστι μὲν κοινὸν καὶ σύνηθες ἀντʼ αὐτοῦ τὸ ἀποσταίη· τὸ μέντοι ἀφεσταίη φίλτερον Ὁμήρῳ οἷα ποιητικώτερον. Ἰστέον δὲ ὅτι, ὥς περ τὸ τέτλαθι καὶ τὸ τετλαίη σύστοιχα, ὡς τὸ, <!-- 2.298 -->οὐδʼ ἂν ἔμοιγε τετλαίη καὶ κύνεός περ ἐὼν καὶ εἰς ὦπα ἰδέσθαι, οὕτω καὶ ἕσταθι καὶ ἑσταίη καὶ ἐφεσταίη· ὧν τοῦ μὲν ἕσταθι χρῆσις πρὸ ὀλίγων κεῖται, τοῦ δὲ ἀφεσταίη ἐνταῦθα. Τὸ δὲ, στερεωτέρη λίθοιο, ἑτεροῖον ἐστὶ παρὰ τὸ ἐκ πέτρης, ὃ καὶ κεῖται ἐν τῷ, οὐκ ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης. καὶ ἡ ἑτερότης δηλοῦται ἐκεῖ. Σημείωσαι δὲ καὶ ὡς, εἴ περ ἡ μήτηρ ὁμολογεῖ θυμὸν ἔχειν ἀπηνέα, οὐκ ἂν ἀπεικότως ὁ παῖς ῥηθείη τολμῆσαι εἰπεῖν αὐτὴν κραδίην ἔχειν στερεωτέρην λίθοιο. Ὀδυσσεὺς δέ γε μετʼ ὀλίγα οὗ περ ἐν τοῖς πρὸ τούτων οἱ ὀφθαλμοὶ ὡσεὶ κέρα ἕστασαν ἠὲ σίδηρος, μεταλαβὼν τὸ τοῦ υἱοῦ νόημα ἐρεῖ ὡς τῇ γυναικὶ σιδήρεος ἐν φρεσὶ θυμὸς, εἰπὼν πρότερον ὅτι Κῆρ αὐτῇ ἐστὶν ἀτέραμνον, ὡς ῥηθήσεται. Σημείωσαι δὲ ὅτι τὰ ἠθικὰ ταῦτα Ὁμηρικὰ ἡ παροιμία βαρύτερον μεταλαβοῦσα ἔφη τὸ, ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος. ὅτι δὲ καὶ θρασύτητος λάλημά ἐστιν ὁ σίδηρος, δηλοῖ Ἀριστοτέλης ἐν τῇ κατʼ αὐτὸν ῥητορικῇ, φάμενος γυναῖκα θρασεῖαν τὴν Σιδηρὼ τὸ οἰκεῖον φορεῖν ὄνομα. Σημείωσαι δὲ καὶ ὅτι Αἰσχύλος ἐκ τῶν Ὁμηρικῶς εἰρημένων μίξας ἔφη ἐπὶ σκληροῦ καὶ ἀτέγκτου ἤθους τὸ, σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος, ὃ δηλαδὴ οὐ συνασχάλλειν ἤθελεν ἀνεσκολοπισμένῳ τῷ Προμηθεῖ. δῆλον γὰρ ὡς τὸ μὲν σιδηρόφρων πρὸς τὸ σιδήρειον ἦτορ ἀφορᾷ, τὸ δὲ κἀκ πέτρας πρὸς τὴν στερεωτέραν λίθου καρδίαν. Ὅρα δὲ καὶ τὸ, γνωσόμεθα ἀλλήλων, γενικῇ συνταχθὲν, ὡς καὶ πρὸ ὀλίγων εἶχε τὸ, οὐδὲ τραπέζῃ γνώτην ἀλλήλων. Τὸ δὲ πειράζειν γενικὴν καὶ αὐτὸ ἔχει σύνταξιν ἐνταῦθα ἐν τῷ, πειράζειν ἐμέθεν, κατὰ τὸ, πειρᾷ ἐμεῖο, γεραιέ. ἔστι δʼ ὅτε καὶ ἀπολύτως κεῖται χωρὶς οἱασοῦν συντάξεως. Τὸ δὲ ῥυπόω ὅμοιον τῷ ὁρόω καὶ βοόω, ὡς δηλοῖ τὸ, ῥυπόωντα καθῇραι, γραφὲν κατὰ τὸ ὁρόωντα καὶ βοόωντα. Σημείωσαι δʼ ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι τραγῳδικῶς τὰ περὶ τὸν Ὀδυσσέα νῦν ἐσχημάτισται. καὶ γάρ τοι παρὰ Αἰσχύλῳ κάθηνταί που πρόσωπα σιωπῶντα ἐφʼ ἱκανὸν κατὰ σχῆμα ἢ πένθους ἢ θαυμασμοῦ ἤ τινος ἑτεροίου πάθους· καὶ ἔοικεν ἡ τραγῳδία ἐντεῦθεν λαβοῦσα τὰ τοιαῦτα σοφίζεσθαι. Ὅτι Ὀδυσσεὺς μετὰ τὸν ῥηθέντα τῆς γυναικὸς ἀκκισμὸν εἴτε καὶ τὴν εὐλάβειαν βουλευόμενος περὶ τῶν ἑξῆς φησὶ τῷ υἱῷ· ἡμεῖς δὲ φραζώμεθα ὅπως ὄχʼ ἄριστα γένηται. καὶ γάρ τις ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ, ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω, φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν· ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι κούρων ἐν Ἰθάκῃ· τάδε σε φράζεσθαι ἄνωγα, δηλονότι εἴτε φευξόμεθα εἴτε καὶ μή. καὶ ἔστιν ἀπὸ τοῦ ἐλάσσονος τὸ ἐπιχείρημα, δηλοῦν ὡς, εἴ περ φεύγει ὁ ἁπλῶς ἕνα κτείνας ἐν δήμῳ ἤγουν δημότην ἄνδρα, πολλῷ πλέον ἂν φύγῃ τὴν πατρίδα κατά τι ἔθος ἀρχαῖον ὁ καὶ πολλοὺς καὶ ἀρίστους ἀνελών. καὶ οὕτω μὲν Ὀδυσσεύς. Τηλέμαχος δὲ ἐπαινῶν τὸν πατέρα ἐπὶ συνέσει ἀμείβεται ὧδε· αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην μῆτιν ἐπʼ ἀνθρώπους φασὶν εἶναι, οὐδʼ ἄν τίς σοι ἄλλος ἀνὴρ ἐρίσειε κατὰ θνητῶν ἀνθρώπων. εἶτα ἐκείνῳ μᾶλλον αὐτὸς καθηγητῇ χρῆσθαι θέλων τῷ ἐπὶ πείρᾳ καὶ γυμνασίᾳ ἐρωτήσαντι φησίν· ἡμεῖς δὲ ἅμα ἑψόμεθα, οὐδέ τί φημι ἀλκῆς δευήσεσθαι ὅση δύναμίς γε πάρεστιν. ὃ καὶ ἐν ἄλλοις εἰπὼν ὁ ποιητὴς ἐπιφέρει ἐκεῖ τὸ, πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν. Καὶ σημείωσαι ὡς ὁ μὲν πολυμήχανος πατὴρ ἤδη πεπειραμένος ἀγαθοῦ τοῦ παιδὸς ἀπαιτεῖ συμβουλὴν ἐξ αὐτοῦ πειράζων ἢ καὶ παιδαγωγῶν. ὁ δὲ παῖς εὖ ποιῶν τῷ πατρὶ ἀποκαθιστᾷ τὴν βουλήν. ἀμέλει καὶ Ὀδυσσεὺς ἐξευρήσει τὸ πρακτέον ἐν τοῖς ἑξῆς καὶ τῇ γυναικὶ αὔριον τὰ κατὰ τὸν οἶκον ἐπιτρέψας, αὐτὸς ἐς τὸν ἀγρὸν ἀπελεύσεται καραδοκήσων τὸ μέλλον. τῷ τέως δὲ τὸ γενόμενον ἐπικρύψαι θέλων, πολὺς γὰρ ὁ ἐντεῦθεν κίνδυνος εἴ περ εὐθὺς ἄρτι τοῖς Ἰθακησίοις τὸ πρᾶγμα γνωσθήσεται, ἄλλα τέ τινα ἐπιτάσσει γενέσθαι καὶ ἀοιδὰς ἐξακούστους καὶ ὀρχήσεις φιλοπαίγμονας, ἵνα φαντασία γάμου παραχθέντες οἱ ἔξωθεν ἀκούοντες, ὡς τῆς δεσποίνης ἐπιλεξαμένης ἄνδρα, μήτε θαυμάσωσιν εἴ περ μὴ συνήθως οἱ μνηστῆρες ἕκαστος εἰς τὰ ἑαυτῶν ἐσκεδάσθησαν, μήτε ψηλαφήσωσιν ἐκείνους καὶ οὕτως αὐτίκα γένηται μέγα κακόν. οὗ ἕνεκα καὶ ἔφθη πρὸ τούτων συχνὰ ἐκλαλεῖσθαι, μέλλειν γαμηθῆναι τὴν Πηνελόπην, ἵνα δηλαδὴ πιθανολογηθῇ τὰ νῦν γραφόμενα. εἰσὶ δὲ ἃ λέγει Ὀδυσσεὺς ταῦτα, ὡς αὐτῷ δοκεῖ εἶναι ἄριστα· πρῶτα μέν, φησι, λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας, δμωὰς δὲ ἀνώγετε εἵματα ἑλέσθαι. καλὰ τὰ πάντα καὶ ἄξια τοῦ φθάσαντος θειώματος. αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο. τρυφώντων δὲ ταῦτα ἴδια. Ὀδυσσεὺς δὲ καὶ αἰτίαν τὴν προῤῥηθεῖσαν <!-- 2.299 -->προστιθεὶς φησίν· ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων, ἢ ἀνʼ ὁδὸν στείχων ἢ οἳ περιναιετάουσι· μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται ἀνδρῶν μνηστήρων, πρὶν ἡμᾶς ἐλθεῖν ἔξω ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα φρασσόμεθʼ ὅ περ ἂν κέρδος θεὸς ἐγγυαλίξῃ τουτέστι δώσει, ὡς καὶ ἐν ἄλλοις κεῖται. γίνεται τοίνυν οὕτω. καὶ, ἃ δὴ καὶ αὐτὰ τρυφὴν φράζει, λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας, ὅπλισθεν δὲ γυναῖκες ὡς εἰς δαῖτα ἢ καὶ χορὸν καὶ ὄρχησιν. ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς φόρμιγγα γλαφυρὴν, ἐν δέ σφισιν ἵμερον ὦρσε μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο, τοῦ καὶ ἄλλως ἐν δέοντι φιλοπαίγμονος. οἷς τὸ ἐνδόσιμον καὶ ὁ ἐπʼ αὐτοῖς ἵμερος ἐκ τῆς ἀοιδῆς. διὸ καὶ μολπὴ κατά τινας ἡ τῶν παιζόντων, ἐπειδὴ τοιαῦτα τῷ μέλει ἕπεται. τοῖς δέ, φησι, μέγα δῶμα περιστοναχίζετο ποσσὶν ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν. εἰς τοσοῦτον δὲ ἦν πολὺς ὁ ἦχος, ὥστε καὶ τοῖς ἔξω ἀκουσθῆναι καθὰ ἤθελεν Ὀδυσσεύς. φησὶ γοῦν ὁ ποιητής· ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων· ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν. σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο εἴρυσθαι μέγα δῶμα διαμπερὲς ἕως ἵκοιτο. εἶτα ὁ ποιητὴς κατακλείων τὸ νόημα συμπληρωτικῷ σχήματι φησίν· ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. Ἐν οἷς σημείωσαι καὶ ὡς ἡ λοξὴ τῆς Πηνελόπης εὐχὴ τετέλεσται νῦν· εἶπε γὰρ ἐκείνη, ὡς νὺξ ἔσται ὅτε στυγερὸς γάμος ἀντιβολήσει. καὶ ἰδοὺ νὺξ ἄρτι ἐστὶ, καθʼ ἣν γάμος συντελεῖται στυγερὸς τοῖς μνηστῆρσι καὶ τοῖς ἐκείνων. Ἀοσσητὴρ δὲ καὶ ἐν τοῖς ῥηθεῖσι, καθὰ καὶ ἐν ἄλλοις, ὁ δίχα ὄσσης βοηθῶν, τουτέστιν ὁ ἕτοιμος καὶ ἀπροφάσιστος ἐπίκουρος. Τὸ δὲ φεύγεσθαι τὰς πατρίδας ὑπὸ τῶν φονευσάντων καθωμίληται, εἰ μή τι ἄρα ποινὴν τίσει ὁ φονεὺς τὴν συνδόξασαν· τότε γὰρ ἐᾶται μένειν ἐν δήμῳ, καθὰ ἐδήλωσε καὶ ἡ Ἰλιάς. Ἐν δὲ τῷ, πηοὺς προλιπὼν, τῷ τῶν πηῶν ἤτοι ἀγχιστέων ὀνόματι τὴν πᾶσαν ὡς ἐκ μέρους δηλοῖ συγγένειαν. ἔφθη δὲ ὁ ποιητὴς καὶ τοὺς πηοὺς κηδίστους εἰπεῖν τοῖς ἀνθρώποις μεθʼ αἷμα καὶ γένος αὐτῶν. Ἕρματα δὲ πόλεως ἢ τὸν οἱονεὶ κόσμον, ὡς εἴ περ ἡ πόλις καθὰ καί τις γυνὴ ἐκαλλωπίζετο ὑπʼ αὐτῶν οἷα τινῶν ἑρμάτων, ἃ δὴ κόσμου γυναικικοῦ εἶδος εἶναι προείρηται, ἢ τὰ στηρίγματα ὡς ἀπὸ τῶν κατὰ τὰς νῆας ἑρμάτων, ἅ περ αἱ μὴ ἔχουσαι ἀνερμάτιστοι λέγονται, ἢ καὶ ἄλλως τὰ κατὰ τοὺς στύλους ἢ κίονας ἑδράσματα. ὅθεν λαβὼν Λυκόφρων κίονα Τροίας λέγει τὸν Ἕκτορα ἐν τῷ· οἷον, κίονʼ ἀϊστώσεις δόμων. Ὅτι δὲ καὶ ἔρεισμα τὰ τοιαῦτα εἰσὶ, δηλοῖ ἐκεῖνος ἐπαγαγών· ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας. δῆλον δὲ ὡς ἀπὸ τοῦ ἔρεισμα κατὰ συγκοπὴν τὸ ἕρμα γίνεται, δασυνθὲν αὐτὸ διὰ τὸ μετὰ ρ εὐθὺς κεῖσθαι τὸ μ ὁμοίως τῷ Ἑρμῆς. ἑρμηνεία δὲ παρὰ τῷ ποιητῇ τοῦ, ἕρματα πόληος, ἐπαχθὲν εὐθὺς τὸ, οἳ μέγʼ ἄριστοι. Τὸ δὲ, ταῦτά γε λεῦσσε πάτερ φίλε, μεταλαβὼν Αἰσχύλος ἔφη τὸ, τάδε μὲν λεύσσεις φαίδιμʼ Ἀχιλλεῦ, ὃ κεῖται παρὰ τῷ κωμικῷ. Τοῦ δὲ, ἀρίστην μῆτιν, ἑρμηνεία τὸ, οὐδέ κέ τίς σοι ἄλλος ἀνὴρ ἐρίσειεν, ἵνα εἴη ἀρίστη βουλὴ πρὸς ἣν οὐκ ἄν τις ἐρίσειε. Τὸ δὲ, ἐπʼ ἀνθρώπους, ἀντὶ τοῦ κατʼ ἀνθρώπους· ἄλλως γὰρ ἐπʼ ἀνθρώποις ὤφειλεν εἶναι. Ἐν δὲ τῷ, ἀμφιέσασθε χιτῶνας, διὰ τῶν χιτώνων καὶ τὰ λοιπὰ εἵματα δηλοῖ. Ἡ δὲ τοῦ Ὁμηρικοῦ θείου ἀοιδοῦ ἐνταῦθα ᾠδὴ ἐχρώζετο μὲν ὡς εἰκὸς τηνικαῦτα γαμηλίῳ νόμῳ. ἔστι δὲ κατὰ τὴν νεωτέραν χρῆσιν καί τις ἱλαρῳδία, εἰ καὶ τρόπον ἄλλον τὸ ἱλαρῳδεῖν τραγῳδοῖς ᾠκείωται. ὅτι δὲ ᾠδῆς πολλαὶ συνθέσεις καὶ διάφοροι, δηλοῖ καὶ Ἀθήναιος· οὐ γὰρ μόνον ῥαψῳδοὶ οἱ πολλαχοῦ δηλούμενοι, ἔτι δὲ καὶ τραγῳδοὶ ὧν δήλη καὶ ἡ τῆς κλήσεως ἐτυμότης καὶ ἡ τῆς τέχνης μεταχείρισις, ἀλλʼ εἰσί τινες καὶ σημῳδοὶ διὰ τὸν Μάγνητα Σῆμον, ὃς μελῳδίαις βιβλιακαῖς ἐνδιέπρεψεν. ἔτι καλεῖτο δέ τις μελικὸς καὶ μαγῳδὸς, ἀνδρεῖα, φησὶ, καὶ γυναικεῖα πρόσωπα ὑποκρινόμενος. καί τις ἄλλος λυσιῳδὸς, ἐν ἀνδρείοις πρωσώποις γυναικεῖα φασὶν ὑποκρινάμενος. λέγει δὲ καὶ ὡς ἡ μὲν ἱλαρῳδία περὶ τὴν τραγῳδίαν ἦν σεμνὴ οὖσα, ἡ δὲ μαγῳδία περὶ τὴν κωμῳδίαν, κληθεῖσα φησὶν οὕτω παρὰ τὸ οἱονεὶ μαγικά τινα προφέρεσθαι καὶ φαρμάκων ἐμφανίζειν δυνάμεις. Τοῦ δὲ, ἐκτὸς ἀκούων, ἑρμηνεία ἐστὶ τὸ, ἢ ἀνʼ ὁδὸν στείχων ἢ οἳ περιναιετάουσιν, ὅ περ καὶ ἐξαλλαγὴν ἐποίησε σχήματος· τὸ γὰρ ἁπλοῦν οὕτως· ἢ ἀνʼ ὁδὸν στείχων ἢ περιναιετάων ἄμφω δὲ περιπέφρασται· τὸ γὰρ ἀπερίφραστον ἦν, ἢ ὁδίτης ἢ γείτων. Ἐν δὲ τῷ, κλέος εὐρὺ φόνου, κλέος φανερῶς τὴν φήμην λέγει, οὐ μὴν τὴν τιμήν. σαφηνίζων δὲ καὶ τὸ, κλέος εὐρὺ, ἐπάγει τὸ, κατὰ ἄστυ, πρὸς <!-- 2.300 -->διαφορὰν τῆς κατʼ οἶκον· αὐτὴ γὰρ οὐκ εὐρὺ κλέος ἐστί. καὶ τὸ κατʼ ἄστυ δὲ διαστολὴν φήμης δηλοῖ τῆς κατὰ χώραν ὅλην ἢ κατὰ χώρας· ἐκείνη γὰρ οὐ κατʼ ἄστυ ἀλλʼ ἐπὶ πλέον. Ἐνταῦθα δὲ σχῆμα ἐστὶ προαναφωνητικὸν τῶν ἐφεξῆς, ὅτι δηλαδὴ αὔριον οἱ ἀμφὶ τὸν Ὀδυσσέα κατὰ τὸν ἀγρὸν γενόμενοι φράσονται τὰ ποιητέα. Ἐν δὲ τῷ, καλλιζώνων τε γυναικῶν, ἀπὸ κοινοῦ νοεῖται τὸ παιζουσῶν. αὗται δὲ καὶ ὁπλισθῆναι ἐλέχθησαν οὐ πάντως ἀρεϊκῶς, ἀλλʼ εἰς ἑτοιμασίαν, ὡς ἐῤῥέθη, χοροῦ καὶ ἀμύμονος ὀρχηθμοῦ, ὁποῖος ὁ ἐν γάμοις καὶ ὁ ἐν ἑορταῖς καὶ ὁ ἐνόπλιος. Ὅρα δὲ ὅτι τε κἀνταῦθα, ὡς καὶ ἐν τοῖς κατὰ τὸν Δημόδοκον, πρὸς φόρμιγγα ἡ μολπὴ καὶ ἡ ὄρχησις, ὡς καὶ ἐν τῷ, οἱ δʼ εἰς ὀρχηστὺν τρέψαντο καὶ ἱμερόεσσαν ἀοιδὴν, καὶ ὅτι καὶ γυναῖκες ἀψόγως ὠρχοῦντο ἐν καιρῷ. Ἰστέον δὲ καὶ ὅτι, ἐπεὶ τὸ ὀρχεῖσθαι οἱ παλαιοὶ ἔταττον καὶ ἐπὶ τοῦ κινεῖσθαι καὶ φέρονται εἰς τοῦτο καὶ χρήσεις, Ἴωνος μὲν τὸ, ἐκ τῶν ἀέλπτων μᾶλλον ὤρχησε φρένας, Ἀνακρέοντος δὲ τὸ, καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντʼ ἐλαφρῶς, γίνοιτʼ ἂν ὄρχησις ἐκ τοῦ ὀρέγω ὀρέξω ὤρεχα κατὰ συγκοπὴν, ὃ δὴ κίνησίν τινα δηλοῖ χειρῶν καὶ ποδῶν μυριαχοῦ. ὡς δὲ παρὰ τοῖς ὕστερον διάφορα εἴδη ὀρχήσεων εὕρηται, δῆλον ἐστίν· ἦν γοῦν καὶ τραγικὴ ὄρχησις ἡ καὶ ἐμμέλεια, καθʼ ἣν Βάθυλλός, φασιν, Ἀλεξανδρεὺς νομίμως ὠρχήσατο, καὶ κωμικὴ δὲ, ἡ καὶ κόρδαξ καὶ σίκιννις, ἧς εὑρετὴς Σικιννός τις βάρβαρος ἢ Κρὴς, ἡ καὶ σατυρικὴ, ἐπεὶ καὶ οἱ Σάτυροι σικιννισταί. Τὸ δὲ σχετλίη κἀνταῦθα ἐτυμολογῶν ὁ ποιητὴς ἐπήγαγε τὸ, οὐδʼ ἔτλη τὸ τοῦ ἀνδρὸς φυλάσσειν δῶμα, δηλῶν ὅτι κυρίως σχέτλιος ὁ ὀφείλων σχέσθαι καὶ τλῆναι, ὅ ἐστιν ἐπιμεῖναι, ἵνα οὕτως ᾖ σχέτλιος ὁ μὴ τλὰς ἤτοι καρτερήσας. ἀσυνδέτως δὲ καὶ καθʼ αὑτὸ εἴρηται τὸ σχετλίη εὐθείᾳ πτώσει κατὰ σχῆμα θυμοῦ ἢ θαύματος, ἵνα λέγῃ ἐλλειπτικῶς, ὅτι σχετλία ἐστὶν αὕτη· ἄλλως γὰρ κατὰ αἰτιατικὴν πτῶσιν ἐξενεχθῆναι ὤφειλεν, οἷον· ἔγημέ τις πολυμνήστην βασίλειαν σχετλίην. Τοῦ δὲ, διαμπερὲς εἴρυσθαι, ἑρμηνεία τὸ, ἕως ἵκοιτο, ὡς χρεὼν ὂν φυλάττεσθαι διαμπερὲς τὸ τοῦ ἀνδρὸς δῶμα ἤγουν ἕως ἂν ἐπανέλθῃ ἐκεῖνος. ἔνθα καὶ ὅρα τὸ, ἕως ἵκοιτο, δηλοῦν ὡς ὑπῆν ἐλπὶς τοῖς ἐν Ἰθάκῃ νοστῆσαι τὸν Ὀδυσσέα, ὅθεν ἄδικοι τὸ τῶν μνηστήρων φῦλον μνώμενοι γυναῖκα τοῦ ἐλπιζομένου ἐπανελθεῖν. Ὅτι Εὐρυνόμη ταμίη λοῦσε καὶ χρῖσεν ἐλαίῳ τὸν Ὀδυσσέα ὡς ἔθος, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα. αὐτὰρ κὰκ κεφαλῆς χεῦε πολὺ κάλλος Ἀθήνη, ὅ περ ἐν τοῖς πρὸ τούτων χάριν ἔφη, εἰπών· κατέχευε δὴ χάριν κεφαλῇ τε καὶ ὤμοις. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα καὶ ἑξῆς τὰ ἓξ ἔπη, ἅ περ ἐγράφη καὶ ὅτε Ὀδυσσεὺς ἐν τῷ Φαίακι ποταμῷ λουσάμενος ἐξηλλάγη εἰς κάλλος ἀργύρου δίκην, ὃς φύσει καλὸς ὢν καλλίων γίνεται διʼ ἐπιχρώσεως χρυσοῦ. Σημείωσαι δὲ καὶ ὅτι ἐκεῖ μὲν τὸ, μείζονά τε εἰσιδέειν καὶ πάσσονα, εἶχε καὶ ῥῆμα τὸ θῆκε, καὶ ἔλεγεν ὅτι ἔθηκεν αὐτὸν ἡ Ἀθηνᾶ καὶ μείζονα ἰδέσθαι καὶ παχύτερον· ἐνταῦθα δὲ οὐ κεῖται ὅλως ῥῆμα προκλητικὸν τοῦ, μείζονα καὶ πάσσονα, καὶ ἔστιν ἡ σύνταξις κατʼ ἔλλειψιν, ἵνα νοῆται οὕτω πως, ὥστε εἶναι τὸν Ὀδυσσέα μείζονά τε καὶ πάσσονα. καὶ ἄλλως δέ· εἰπὼν κατέχευε χάριν, διασαφεῖ αὐτὴν ἐπαγαγὼν τὸ, μείζονά τε εἰσιδέειν καὶ ἑξῆς, ἵνα λέγῃ χάριν εἶναι τὸ μέγεθος τῷ Ὀδυσσεῖ καὶ τὸ εὐλιπὲς καὶ τὸ περικαλλὲς, ἐξ ὧν γέγονεν ἀριπρεπής. Ἰστέον δὲ ὅτι λουτροῦ καὶ νῦν ἔπαινος τὰ ἐνταῦθα κείμενα περί τε κάλλους καὶ μεγέθους καὶ πάχους, ὡς τοιούτων δῆθεν γινομένων τῶν λουομένων. λέγει δὲ καὶ ἐνταῦθα ὑακινθίνῳ ἄνθει ὁμοίας τὰς τοῦ Ὀδυσσέως τρίχας, ὡς καὶ ἐν ἐκείνῳ τῷ κατὰ τοὺς Φαίακας αὐτοσχεδίῳ λουτρῷ. Ὅτι καθὰ πρὸ ὀλίγων ὁ Τηλέμαχος, οὕτω καὶ νῦν ὁ μεμφόμενος τὴν Πηνελόπην ἐπὶ σκληρότητι ψυχῆς φησί· δαιμονίη, περὶ σοί γε γυναικῶν θηλυτεράων κῆρ ἀτέραμνον ἔθηκε θεός. οὐκ ἂν ἄλλη γε ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸς ἀφεσταίη, τουτέστιν ἀποσταίη ὡς προείρηται, ὃς κακὰ πολλὰ μογήσας εἰκοστῷ ἔτει ἐπανέλθοι. εἶτα ὡς οἷον ἀπογνοὺς τὸ ἐκ τῆς γυναικὸς μειλίχιον ἢ καὶ ὡς μηκέτι ἐθέλων τὴν ἐξ αὐτῆς ὁμιλίαν ἢ καὶ ἠρέμα ἐν τῷ, στόρεσον λέχος, ὑποκινῶν μνήμην ἀριφραδέος σήματος, ὡς εὐθὺς φανεῖται, φησίν· ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς λέξωμαι· ἦ γὰρ αὐτῇ γε σιδήρεος, ὡς καὶ προεγράφη, θυμός. κἀνταῦθα ἡ Πηνελόπη οὐκέτι κατέχειν ἑαυτὴν ἔχουσα καὶ ἀναβάλλεσθαι τὴν πειθὼ, δαιμόνιε, φησὶν, οὔ τι μεγαλίζομαι οὐδʼ ἀθερίζομαι οὐδὲ λίην ἄγαμαι· μάλα δʼ εὖ οἶδα οἷος ἔησθα ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν, οἷος δηλαδὴ καὶ νῦν φαίνῃ· ὃ σεμνύνει τὸν Ὀδυσσέα ἐπὶ πολὺ, εἴ περ οἱ τοσοῦτοι χρόνοι οὐδὲν αὐτὸν ἐνήλλαξαν. <!-- 2.301 -->ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρυκλεία, ἐκτὸς εὐσταθέος θαλάμου ὃ δὴ αὐτὸς ἐποίει, ὡς εἰρήσεται, ἢ τὸν αὐτὸς ἐποίει. ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἔμβαλέ τʼ εὐνὴν, κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα. καὶ Ὀδυσσεὺς ἀκούσας τὸ, στόρεσον λέχος ἐκτὸς θαλάμου, καὶ τὸ, ἐκθεῖσαι τουτέστιν ἔξω θέμεναι πυκινὸν λέχος, ἀνακινεῖ τῇ μνήμῃ τὴν ἐῤῥιζωμένην κλίνην καὶ ἀμετακίνητον, ἣν ἐντὸς τοῦ θαλάμου αὐτὸς ἐκεῖνος ἔτευξε, καὶ ἀπορεῖ πῶς ποτὲ ἂν ἐκείνη ἐκτὸς εἴη τοῦ θαλάμου κειμένη ἡ τοιῶσδε καὶ τοιῶσδε τευχθεῖσα ποτὲ ὑπʼ ἐμοῦ. καὶ οὕτως εὐαμόρφως λέγει τῇ γυναικὶ σῆμα τοῦτο ἕτερον παρὰ τὴν πολύγνωστον οὐλὴν, ὅ περ, ὡς καὶ προδεδήλωται, αὐτὸς οἶδε καὶ ἡ γυνὴ καὶ μία μόνη δούλη πιστὴ ἡ Ἀκτορίς. ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι ἄρσεις μὲν ἔφη ἡ γυνὴ τὸ, οὐ μεγαλίζομαι οὐκ ἀθερίζω οὐκ ἄγαμαι, θέσιν δὲ οὐκ ἐπήγαγεν ὡς οἷα σπεύδουσα εἰς ἔργον, ὅ περ ἦν τὸ πειράσασθαι τοῦ δῆθεν ξείνου εἴ τί που οἶδε τῶν κατʼ οἶκον κρυφιοδεστέρων. ὡς δὲ ἔγνω αὐτὸν τὸ περὶ τῆς κλίνης ἀκριβῶς ἀφηγησάμενον, τότε δὴ αἰτήσεται συγγνώμην τοῦ μὴ εὐθὺς ἅμα ἰδεῖν καὶ ἀγαπῆσαι τὸν Ὀδυσσέα καὶ προβαλεῖται δέος εὔλογον ἵνα μὴ ἀπατηθῇ. Ἰστέον δὲ ὅτι κῆρ ἀτέραμνον συνήθως τὸ ἀτειρὲς καὶ σκληρὸν καὶ μὴ τέρεν· ὅθεν καὶ ἀτέραμνα σπέρματα τὰ κερασβόλα, περὶ ὧν λόγος ὡς, ἐὰν σπέρμα ἐν τῷ καταῤῥίπτεσθαι εἰς γῆν καιρῷ σπόρου πελάσῃ κέρατι ἀροῦντος βοὸς, σκληρὸν γίνεται καὶ δυσέψητον. καὶ λέγει Πλούταρχος ἐν τοῖς αὐτοῦ συμποσιακοῖς καὶ αἰτίαν τούτου τὴν ἐκείνῳ δοκοῦσαν. Κερασβόλα δὲ τὰ ῥηθέντα λέγονται διὰ τὸ κατὰ κεράτων βληθῆναι. ἐνταῦθα δὲ σημείωσαι ὅτι συνθέτως μὲν ἀτέραμνον τὸ μὴ τέρεν, ἀλλὰ δηλαδὴ ἀπεσκληρουμένον. οὐ μὴν καὶ τέραμνον ἀσυνθέτως τὸ τέρεν καὶ ἁπαλὸν, ἀλλʼ ἡ τοῦ οἴκου στέγη, καθὰ σὺν ἄλλοις καὶ ὁ Λυκόφρων δηλοῖ. Ἐν δὲ τῷ, σιδήρεος ἐν φρεσὶ θυμὸς, φανερῶς ἕτερον αἱ φρένες ψυχῆς, καθὸ καὶ σῶμα εἰσί. Μεγαλίζεσθαι δὲ τὸ ἐπαίρεσθαι, ὡς καὶ ἐν Ἰλιάδι, μηδὲ μεγαλίζεο θυμῷ. Τὸ δὲ, οὐδὲ λίην ἄγαμαι, ἀντὶ τοῦ, οὐκέτι λίαν ἐκπλήττομαι ὡς ἤδη ἐκ τῶν φθασάντων πιστουμένη τὰ κατὰ σέ. ὅτε δὲ καὶ περὶ τῆς κλίνης ἀκούσει, τότε εἴποι ἂν οὐχʼ ὅτι οὐ λίην ἄγαμαι, ἀλλʼ ὅτι οὐδόλως ἄγαμαι. Σημείωσαι δὲ καὶ ὅτι τρεῖς αἰτίας ἐμφαίνει ἀποστροφῆς ἐνταῦθα τῆς πρός τινα οἰκειοῦσθαι θέλοντα τὸ μεγαλίζεσθαι, τὸ ἀθερίζειν καὶ τὸ ἄγασθαι· ἢ γὰρ ἐξαθερίζει τις τὸν οἰκειούμενον, τουτέστιν ἐξουθενοῖ ὡς μὴ ἄξιον οἰκειώσεως, ἢ μεγαλίζεται ὡς μείζων ὢν ἐκείνου, ἢ ἄγαται τὴν αἰτίαν ἐννοούμενος τῆς ζητουμένης οἰκειώσεως. Περὶ δὲ τοῦ ἀθερίζω ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. Ἐν δὲ τῷ, πυκινὸν λέχος, καὶ, ἔμβαλέ τʼ εὐνὴν, δῆλον ὡς διαφέρει λέχος τε καὶ εὐνή. καὶ ἔστι λέχος μὲν ἡ κλίνη, πυκινὴ οὖσα ἵνα φέρειν ἔχει στεῤῥῶς τὰ ἐπικείμενα. διὸ ὑποκαταβὰς Ὀδυσσεὺς ἐρεῖ· λέχος ἔξεον ὄφρʼ ἐτέλεσα. εὐνὴ δὲ τὸ παρʼ ἡμῖν στρῶμα. διὸ ἑρμηνεύων ἐπάγει, κώεα καὶ χλαίνας καὶ ῥήγεα. Ὅτι τὰ περὶ τῆς ῥηθείσης κλίνης Ὁμηρικὰ ἔπη τοιαῦτα εἰσίν· αὐτὰρ Ὀδυσσεὺς ὀχθήσας ἐφʼ οἷς ἡ γυνὴ ἔφη ἐκτὸς θαλάμου τὸ λέχος εἶναι, ὅ περ αὐτὸς Ὀδυσσεὺς ἐποίησεν, ἔφη· ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες. τίς δέ μοι ἄλλοσε θῆκε λέχος, τουτέστι μετέθετο; χαλεπὸν δέ κεν εἴη καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ· ἀνδρῶν δʼ οὐκ ἄν τις ζωὸς βροτὸς οὐδὲ μάλʼ

  
ἡβῶν ῥεῖα μετοχλίσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον, οὐδέ τις ἄλλος.  
εἶτα ἱστορῶν ἐνδιασκεύως, οἷόν τε τὸ λέχος καὶ ὅπως αὐτὸ ἤσκησεν Ὀδυσσεὺς, ἐπάγει ἀφηγηματικῶς· θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντὸς, ἀκμημὸς θαλέθων, πάχετος δʼ ἦν

  
ἠΰτε κίων· τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσα πυκινῇς λιθάδεσσι καὶ εὖ καθύπερθεν  
  
ἔρεψα, κολλητὰς δʼ ἐπέθηκα θύρας πυκινῶς ἀραρυίας. καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου  
  
ἐλαίης, κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ εὖ καὶ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνα ἑρμῖνʼ  
ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ, τὰ δεόμενα δηλαδὴ τρυπήματα. ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον,

  
ὄφρʼ ἐτέλεσσα, δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ καὶ ἐλέφαντι, ἐν δʼ ἐτάνυσα ἱμάντα βοὸς φοίνικι φαεινόν.  
ἐφʼ οἷς συμπληρῶν εὐκρινῶς τὸ διήγημα καί τι καὶ ὑπολαλῶν κατʼ ἔμφασιν ἐνδοιαστικῶς περὶ τῆς κατὰ τὴν γυναῖκα ἕως νῦν σωφροσύνης φησίν· οὕτω τοι τόδε σῆμα πιφαύσκομαι, οὐδέ τι οἶδα εἴ μοι ἔτι ἔμπεδόν ἐστι γύναι λέχος, ἠέ τις ἤδη ἀνδρῶν ἄλλοσʼ ἔθηκε ταμὼν ὑπὸ πυθμένα ἐλαίης. οὕτως εἶπεν ὁ ἀνήρ· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, σήματʼ ἀναγνούσῃ ἅ οἱ ἔμπεδα πέφραδʼ <!-- 2.302 -->Ὀδυσσεύς. οὐδὲ γὰρ εἶχεν ὑποπτεῦσαι ὡς ξένος ὢν ἐξ ἀκοῆς δὲ μαθὼν οἶδε τὰ περὶ τῆς κλίνης, ἣν αὐτὸς καὶ ἡ γυνὴ καὶ μία μόνη ἀμφίπολος ἐγίνωσκε. διὸ καὶ ἡ Πηνελόπη ἐρεῖ· νῦν δʼ ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας εὐνῆς ἡμετέρης, τὴν οὐ βροτὸς ἄλλος ὀπώπει, ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε

  
καὶ ἀμφίπολος μία μόνη Ἀκτορὶς, ἥν μοι δῶκε πατὴρ, ἣ νῶϊν εἴρυτο θύρας, πείθεις δή μευ θυμὸν  
ἀπηνέα περ μάλʼ ἐόντα. ὃ καὶ πρὸ ὀλίγων εἴρηται. Καὶ ὅρα ὡς οὐ πάντα πᾶσι πιστευτέον τοὺς οἰκοδεσποτοῦντας· ἰδοὺ γὰρ ἀνδρῶν μὲν οὐδεὶς ἕτερος οἶδε τὰ τῆς κλίνης, οὐδὲ μὴν Εὐρύκλεια ἢ Εὐρυνόμη αἱ οἰκειόταται, μόνη δὲ ἡ Ἀκτορὶς θυρωρὸς αὕτη οὖσα θαλάμου, ὡς δηλοῖ τὸ, εἴρυτο θύρας τουτέστιν ἐφύλασσεν, ὥς περ ἡ Εὐρυνόμη ταμιεύειν ἐτάχθη. ταυτὸν δʼ εἰπεῖν θαλαμηπολεῖν, ἐπεὶ καὶ θάλαμος πολλαχοῦ τὸ ταμιεῖον καλεῖται. Εὐρύκλεια δὲ αὖ πάλιν ἐπίσκοπος ἀφώριστο γυναικῶν εἶναι. Ἰστέον δὲ ὅτι καὶ ἡ Ἀκτορὶς θαλαμηπόλος τίς ἐστιν, εἰ καὶ μὴ τοῦ κατὰ τὸ ταμιεῖον, ἀλλὰ τοῦ βασιλικοῦ κοιτῶνος κατὰ τὸ, ἣ νῶϊν εἴρυτο θύρας θαλάμοιο. εἰ δὲ ἐν τοῖς ἑξῆς Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευε τοῖς δεσπόταις ἐρχομένοις λέχοσδε, ἀλλʼ ἐκείνη μὲν εἰς θάλαμον ἀγαγοῦσα πάλιν κίεν ἤγουν ὀπίσω ἦλθεν· ἡ δὲ Ἀκτορὶς παραμένει κατὰ τοὺς παλαιούς. διὸ οἶδε τὸ τῆς κλίνης μυστήριον κατευνάστρια τῶν βασιλέων οὖσα. ἧς καὶ σημειωτέον τὴν πίστιν καὶ εὔνοιαν, εἰ μηδέ ποτε μηδενὶ ἐξεῖπε τὸ τῆς κλίνης ἀπόῤῥητον, ἀλλʼ ἕως ἄρτι αὐτὴ μόνη οἶδε τὸ κρύφιον. εἰ δὲ καὶ Εὐρυνόμη ἠδὲ τροφὸς Εὐρύκλεια ἔντυον εὐνὴν, ὡς ὁ ποιητὴς ἐρεῖ, ἀλλὰ τὸ τῆς κλίνης μυστήριον ἀπεκέκρυπτο αὐταῖς, ἢ τὸ ὅλον ἤγουν ἀλλʼ ὅπως ἐσκεύαστο. Ὅρα δʼ ἐν τούτοις καὶ μίαν τῶν τοῦ πολυμηχάνου Ὀδυσσέως τεχνῶν τὴν τεκτονικὴν, καθʼ ἣν τὴν κλίνην ἔτευξεν ὁ ἐν τοῖς φθάσασι καὶ ναυπηγεῖν ἐπιστάμενος. φαίνεται δὲ δεξιὸς εἶναι καὶ οἰκοδομεῖν, ὡς δηλοῖ τὸ, θάλαμον ἔδεμον λίθοις καὶ ἑξῆς, εἰ μὴ ἄρα ἴσως τοῦτο οὐχʼ ὡς αὐτὸς χειρουργῶν εἶπεν, ἀλλʼ ἐπὶ τῷ ἔργῳ ἀρχιτεκτονῶν· καὶ ἔστιν οὐδὲ τοῦτο μακρὰν τέχνης οἰκοδομικῆς. Ἔτι σημείωσαι καὶ ὅτι ἡ ῥηθεῖσα στεῤῥότης τοῦ ἡρωϊκοῦ κοιτῶνος αἰνίττεται συμβολικῶς, ἀδιάλυτον δεῖν εἶναι καὶ ἀμετάθετον τὴν γαμικὴν εὐνὴν καὶ ἀσφαλεστάτην καὶ ἔμπεδον ἤτοι βεβαίαν, ὁποίαν καὶ ἡ Πηνελόπη αὐτὴν διετήρησε, καὶ μηδενὶ δὲ ἑτέρῳ γινωσκομένην, ἀλλὰ μονάζουσαν κατὰ τὸ, εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει, ἀλλʼ ἡμεῖς μόνοι. ἔστι δὲ ἐννοήσασθαι καὶ ὡς διὰ τὴν Ἀθηνᾶν χαίρει Ὀδυσσεὺς τῷ φυτῷ τῆς ἐλαίας, ὃ πολλαχοῦ φαίνεται ἀνεῖσθαι αὐτῇ. ἐθέλει δὲ συμβολικῶς Ὀδυσσεὺς διὰ τοῦ τοιούτου τηλεθόωντος καὶ λιπαροῦ φυτοῦ εὐχὴν ἔχειν, θαλέθειν κατὰ τὸν βίον καὶ εἰς γῆρας ἐλθεῖν λιπαρόν· ἄλλως γὰρ εἶχεν ὁ ποιητὴς ἑτέραν τινὰ κατασκευὴν κλίνης πλάσασθαι, εἰ μὴ τοιαῦτα τινὰ ᾐνίττετο. ἔοικε δὲ καὶ ἵμερος εἶναι ἡ τοιαύτη ἐλαία ἐντὸς οὖσα οἴκου· καὶ ἦν καὶ αὐτὸ σύμβολον τῆς κατὰ τὸν βίον εὐνοίας, ἔνθα σημειωτέον καὶ ὅτι ἡ μὲν τοιαύτη θηλυκῶς ἐλαία ἐλέγετο, ἡ μέντοι ἀγρία ἔλαιος κατὰ Αἴλιον Διονύσιον καὶ οὐκ ἀγριέλαιος. λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ἐλαίας καὶ ἐλάας Ἀττικοὶ τὸν καρπὸν ἔλεγον καὶ ἐλᾶς δισυλλάβως καὶ ἐλαολογεῖν τὸ συλλέγειν ἐλαίας. ἦν δέ, φησι, καὶ Ἐλαία πόλις ἐν Ἰταλίᾳ· ἐν μέντοι ἑτέρῳ ῥητορικῷ λεξικῷ γράφει, ὅτι Ἐλαία Αἰολὶς πόλις, Ἐλέα δὲ ἐν Ἰταλίᾳ· καὶ ζητητέον ποία γραφὴ ἀκριβεστέρα ἐστίν. ὅτι μέντοι Ἐλαία διὰ διφθόγγου ἐστὶν ἡ Αἰολὶς, ἐμφαίνεται παρὰ Στράβωνι εἰπόντι οὕτως· Κάνη ἀκρωτήριον ἀνταῖρον τῷ λεκτῷ καὶ ποιοῦν τὸν Ἀδραμυτινὸν κόλπον, οὗ μέρος ὁ Ἐλαϊτικὸς καλούμενος ἀπὸ Ἐλαίας πόλεως Αἰολικῆς, ἥ τις Περγαμηνῶν μέν ἐστιν ἐπίνειον ἑκατὸν σταδίους διέχουσα τοῦ Περγάμου, δώδεκα δὲ τοῦ Καΐκου ποταμοῦ· οὗ ἐν τοῖς τόποις φαίνεται βασιλεύειν ὁ Ὁμηρικὸς Εὐρύπυλος. καὶ οὕτω μὲν ὁ Στράβων. ἐν δὲ ῥητορικῷ λεξικῷ φέρεται καὶ ὅτι ἔλαιον τὴν ἄῤῥενα καὶ ἀγρίαν ἐλαίαν φασὶν Ἴωνες. Ἐν δὲ τῷ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν θείη ἀλλαχοῦ, σεισίχθονά τινα ἐκεῖνον ὑπαινίττεται, ὃς ῥεῖα μετοχλίσας θήσει τὸ λέχος ἄλλῃ ἐνὶ χώρῃ. αὐτὸ δὲ τὸ, ὅτε μὴ θεὸς αὐτὸς, ὅμοιόν ἐστι τῷ, εἰ μὴ θεὸς αὐτὸς, καὶ τῷ, ὅτι μὴ θεὸς αὐτός, τριχῶς γὰρ τὸ τοιοῦτον οἱ ῥήτορες φράζουσιν. ἔστι δὲ κοινότερον μὲν τὸ, εἰ μὴ τόδε γένηται, Ἀττικώτερον δὲ τὸ, ὅτι μὴ τόδε καὶ ὅτε μὴ τόδε. Λέχος δὲ δῆλον ὅτι τὴν κλίνην λέγει, ἣν οἱ ὕστερον καὶ ἀσκάντην καὶ σκίμποδα ἔλεγον, ὡς δηλοῖ ὁ γράψας οὕτως· ἀσκάντης Ἀττικῶς, συνηθέστερον δὲ ὁ σκίμπους, ὁ δὲ κράββατός φησι παρʼ οὐδενί. Τὸ δὲ, οὐ μάλʼ ἡβῶν, γράφεται καὶ, οὐδὲ γυναικῶν, ἵνα λέγῃ ὅτι τὸ τοιοῦτον λέχος οὔτε ἀνδράσιν οὔτε γυναιξὶ μεταθέσθαι δυνατόν. <!-- 2.303 -->Τοῦ δὲ μετοχλίσειε πρωτότυπον τὸ ὀχλεῖν, οὗ παράγωγον τὸ ὀχλίζειν ὁμοίως τῷ πολεμῶ πολεμίζω. δοκεῖ δὲ γίνεσθαι τό τε ὀχλεῖν καὶ τὸ ὀχλίζειν ἀπὸ τοῦ τῆς ὀχῆς, ὅ ἐστι συνοχῆς, λιάζειν ἢ λύειν· τὸ γὰρ ὀχλιζόμενον ἤτοι μετακινούμενον ἐκκλίνει τὴν ἔνθα ἔκειτο συνοχήν. ἐκ δὲ τοῦ ὀχλίζειν γίνεται καὶ ἀνοχλίζειν τὸ ἀνακινεῖν· δοκεῖ δὲ ἐκ τοῦ τοιούτου ὀχλεῖν καὶ ὀχλίζειν καὶ ὁ μοχλὸς γίνεσθαι· διὸ καὶ τὸ μοχλεύειν καὶ ἐκμοχλεύειν καὶ ἀναμοχλεύειν ταῖς ἐκ τοῦ ὀχλίζειν σημασίαις ἐοίκασιν. ἔστι δὲ μοχλὸς οὐ μόνον μηχανῆς ξύλον τι, ἀλλὰ καὶ θύρας ὀχεὺς, ὁ καὶ ἐπιβλὴς ἐν Ἰλιάδι. τροπικῶς δὲ καὶ ὁ φύλαξ παρὰ Σοφοκλεῖ, οἷον· θάρσει, μέγας σοι τοῦδʼ ἐγὼ φόβου μοχλός. ἐκ τοῦ εἰρημένου δὲ ὀχλεῖν καὶ ὁ ἐποχλεύς· φασὶ δὲ ἐποχλέα τὸ διαβαλλόμενον ξύλον διὰ τῶν τροχῶν, ὅτε κατάντεις τόπους ἔρχοιντο, καὶ κωλύον αὐτοὺς ἐκτρέχειν κατὰ πρανοῦς ἐπὶ βλάβῃ τοῦ ζεύγους. Μέγα δὲ σῆμα ἐν τῷ ῥηθέντι λέχει λέγει διά τε τὸ μάλιστα σημαντικὸν εἶναι ἄρτι αὐτὸ τῇ γυναικὶ τῆς τοῦ φίλου ἀνδρὸς ἐνδημίας καὶ μάλιστα διὰ τὸ σύμβολον εἶναι τοῦ χρῆναι, ὡς ἐῤῥέθη, τὴν κατὰ γάμον εὐνὴν ἀμετάβατον εἶναι, καὶ ἄλλως δὲ διὰ τὸ χρῆναι παρασημειωθῆναι τοῖς φιληκόοις αὐτὸ ὡς καινόν. Λέχος δὲ ἀσκητὸν τὸ μὴ αὐτοσχέδιον καὶ εἰκαῖον, ὁποῖα καὶ τὰ τῶν σκευῶν αὐτοκάβδαλα, ἀλλʼ ἐπιμεμελημένον καὶ πολυδαίδαλον. οὕτω δέ που καὶ νῆμα φθάσας εἶπεν ἀσκητὸν τὸ ἐπιμεληθὲν, ὃ γυνὴ ἀσκήσειεν ἂν ἔριθος κατὰ τὸ, ἤσκειν εἴρια καλά. ἔχοι δʼ ἂν οἰκείως τούτοις καὶ ὁ παρὰ τῷ ῥήτορι ἠσκημένος ἐχθρός· ἔτι δὲ καὶ ἡ ἁπλῶς ἄσκησις, ἧς μέρος καὶ τὸ φωνασκεῖν. Τὸ δὲ, οὐδέ τις ἄλλος, ἑρμηνεία ἐστὶ τοῦ, τὸ δʼ ἐγὼ κάμον, ἵνα μὴ ἀρχιτεκτονεῖν δόξῃ τῷ τοῦ λέχους καμάτῳ, ἀλλʼ αὐτὸς καμεῖν αὐτόχειρ περὶ αὐτό. Θάμνος δὲ νῦν οὐ κατὰ τὴν συνήθειαν εἴρηται· ἡ μὲν γὰρ ἐλαία νῦν παχύκορμος ἠΰτε κίων, θάμνοι δὲ κυρίως τὰ ἐξ αὐτῆς ἀναφύσεως πολύκλαδα καὶ πυκνὰ, παρὰ τὸ θαμὸν ὅ ἐστι πυκνὸν, ὁποῖα ἡ πρὸ τούτων φυλία ἡ ἐν τῇ τῶν Φαιάκων νήσῳ, καὶ ὅσα τοιαῦτα. Τὸ δὲ τανύφυλλον παρατετηρημένως ἔφη, ὡς τῶν τῆς ἐλαίας φύλλων μεμηκυσμένων οὐκ ἀναλόγως τῷ πλάτει. Ἀκμηνὸς δὲ νῦν ὀξύνεται· φασὶ γὰρ ὅτι Ἀρίσταρχος ἐνταῦθα μὲν ἐπὶ τοῦ, θάμνος ἀκμηνὸς, ὅ ἐστιν ἀκμὴν ἔχων τοῦ νεάζειν, ὠξυτόνησεν, ἐν δὲ Ἰλιάδι ἐπὶ τοῦ δηλοῦντος τὸν νῆστιν ἐβαρυτόνησεν. ἕτεροι δέ, φασι, καὶ τὰ δύο προπαρωξυτόνησαν. ἑρμηνεία δὲ τῆς τοιαύτης λέξεως εὐθὺς κεῖται τὸ θαλέθων, ἵνα μὴ ἄλλως νοοῖτο. Τὸ δὲ, ἠΰτε κίων, συντομωτάτη παραβολὴ μὴ ἀναγκαία ὅλως δέξασθαι διασκευήν· οὐ πάνυ δὲ διασαφεῖ τὸ τοῦ κορμοῦ πάχος ἡ παραβολὴ διὰ τὸ τοῦ κίονος ἀόριστον. Τὸ δὲ ἀμφιβαλὼν ἀντὶ τοῦ ἔσω περιλαβὼν, περικλείσας. Τὸ δὲ, ὄφρʼ ἐτέλεσσα, δὶς ἐν τούτοις ἔφη, οἷα μηδαμοῦ τὴν καίριον ταυτολογίαν αἰδούμενος. Τὸ δὲ λιθάδεσσι δηλοῖ ὡς οὐκ ἐξ ἀνάγκης ὑποκοριστικὴ λέξις ἡ λιθάς· οὐ γὰρ ἂν εἴη οὕτω σεμνὸς βασιλικὸς θάλαμος ὁ ἐκ λιθιδίων οἰκοδομηθεὶς, οἷα καί τις αἱμασιὰ ἡ προδεδηλωμένη. Τὸ δὲ, κολλητὰς θύρας, νῦν ἐῤῥέθη συνηθέστερον· ὅτε γὰρ κολλητὰς ἔλεγε σανίδας, ἀήθως ἔφραζεν. Ἐν δὲ τῷ, κόμην τανυφύλλου ἐλαίης, ἐπίτηδες ἔφη τὸ κόμην, ἵνα μὴ ἄλλως εἰπὼν, φύλλα τανυφύλλου ἐλαίης, ἐμπέσῃ εἰς ταυτολογίαν δεομένην λόγου πλείονος, ὁποῖον τὸ, βοῶν ἐπιβουκόλος, καὶ τὰ τοιαῦτα. Λέγεται δὲ κόμη δένδρων τὰ φύλλα τε καὶ οἱ λεπτοὶ δὲ κλαδίσκοι διὰ τὸ εἰς κόσμον ἀπαιωρεῖσθαι καὶ αὐτὰ τοῖς φυτοῖς ὁμοίως τῇ κυρίως κόμῃ· οἱ δὲ τραγικοὶ καὶ φόβην αὐτὴν εἶπον, οἷον· πᾶσαν αἰκίζων φόβην ὕλης πεδιάδος. Τὸ δὲ, κορμὸν ἐκ ῥίζης προταμὼν, οὐ δηλοῖ κάτωθεν τὸν κορμὸν ἐκτμηθῆναι, τοῦτο γὰρ ἀπὸ πυθμένος ἐστὶ τμηθῆναι, οὐ μὴν κορμὸν προταμεῖν· διὸ καὶ ἐῤῥέθη κατωτέρω τὸ, ταμὼν ὑπὸ πυθμένʼ ἐλαίης, ἵνα ὑποταμεῖν μὲν νοοῖτο τὸ κάτωθεν ἐκκόψαι τὸ παχὺ τοῦ πυθμένος, προταμεῖν δὲ τὸ ἄνωθέν ποθεν ἐκ κορμοῦ. καὶ οὐδὲ ἐξ ἀνάγκης τὸ προταμεῖν τὴν τοῦ ὅλου δηλοῖ ἐκκοπὴν, ἀλλὰ μέρους τινὸς, ὡς δῆλον ἐκ τοῦ, νώτου ἀποπροταμὼν, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο· ὥστε οὐχʼ ὑπέτεμε μὲν Ὀδυσσεὺς κορμὸν ἀπὸ ῥίζης ἤτοι πυθμένος, ἀλλὰ προέτεμεν κορμὸν ἤγουν πρὸ τῆς ῥίζης ἔκοψεν, ὡς τὸ μὲν αὐτοῦ τμηθῆναι τὸ δὲ λιπέσθαι. ἀπὸ τοῦ κείρω δὲ ὁ κορμὸς, ὡς καὶ ἀλλαχοῦ που εἴρηται. Τὸ δὲ, εὖ καὶ ἐπισταμένως, τῆς αὐτῆς ἐννοίας εἰσίν· ὅθεν οἱ μεθʼ Ὅμηρον λαβόντες τὸ εὖ ἑκάστου ἔργου φασὶν, ὅτε κατʼ ἐπιστήμην γένηται. Τὸ δὲ ἐπισταμένως καὶ, ἐπὶ στάθμην ἴθυνεν, ἔχει τι παρηχήσεως. Ἑρμῖνα δὲ καὶ νῦν τὸν κλινόποδα λέγει, καθὰ καὶ ἐν τοῖς περὶ Ἄρεος καὶ Ἀφροδίτης ὃς γίνεταί, φασιν, οὐ μόνον παρὰ τὸ ἕρμα <!-- 2.304 -->ἢ τὸν Ἑρμῆν, ὡς ἐκεῖ ἐλέχθη, ἀλλὰ καὶ παρὰ τὸ ἐνείρεσθαι τρήμασι κλίνης. Περὶ δὲ τερέτρου καὶ τοῦ τετραίνειν ἱκανῶς ἐῤῥέθη ὅπου ἐναυπήγησεν Ὀδυσσεύς. Ὅρα δὲ καὶ ὅτι κατὰ χρῆσιν παλαιὰν ἱμάντα βοὸς ἀντὶ σχοίνου Ὀδυσσεὺς τείνει τῷ ὑπʼ αὐτοῦ ἠσκημένῳ λέχει, βασιλικὸν μέντοι, φοινικῷ βάμματι φαεινόν· ὁποῖος ἔπρεπε λέχει πολυτελεῖ, ὃ χρυσὸς καὶ ἄργυρος καὶ ἐλέφας κοσμεῖ. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἱμάντος, ὃς εἰς πολλὰς ὑπουργίας χρηστὸς ἦν τοῖς παλαιοῖς, ἐλέχθη καὶ ἱμονιὰ τὸ ἀντλητήριον, στρεπτός τις βοεὺς εἰπεῖν καθʼ Ὅμηρον οὖσα καὶ αὐτή. ἐκεῖθεν δὲ καὶ ἀνιμᾶσθαι κυρίως τὸ διὰ ταύτης ὕδωρ ἀντλεῖν. Ἔμπεδον δὲ λέχος ἐνταῦθα πάνυ κυριολεκτεῖται, τὸ ἀκατάσειστον δηλαδὴ καὶ ἐπὶ τῆς παλαιᾶς ἕδρας ἑστώς. Ἐν δὲ τῷ, εἴ μοι ἔτʼ ἔμπεδόν ἐστι γύναι λέχος, ἐμφαντικῶς κεῖται τὸ γύναι καὶ ἐνδιαθέτως, ὡς δέον ὂν τὴν Πηνελόπην ἔμπεδον αὐτὸ φυλάττειν, εἴ περ Ὀδυσσέως ἔστι γυνή. Πυθμὴν δὲ ἡ ῥίζα ἢ παρὰ τὸ φύω οἱονεὶ φυτμὴν, ὅθεν καὶ ἡ ἀνάφυσις τοῦ φυτοῦ, ἢ καὶ παρὰ τὴν οἱονεὶ σῆψιν, ἣν ζωογόνον πάσχει τὸ κατὰ γῆς τεθὲν σπέρμα πρὸ τῆς ἀναφύσεως, ὡς ἀπὸ τοῦ πύθω τὸ σήπω. Σημείωσαι δὲ καὶ τὸ, τῆς δʼ αὐτοῦ λύτο γούνατα σήματʼ ἀναγνούσῃ, καινότερον φρασθέν· τὸ γὰρ κοινὸν ἢ τῆς δὲ ἀναγνούσης ἢ τῇ δʼ ἀναγνούσῃ. ὁ δὲ γενικὴν δοτικῇ παρέθηκεν διά τε τὸ μυριαχοῦ φανὲν φύσει ἀσολοίκιστον τοῦ πλαγιασμοῦ καὶ τὴν συγγένειαν τῶν δύο τούτων πτώσεων. Ὅτι εὐλόγῳ, καθὰ καὶ προεῤῥέθη, λογισμῷ ἡ Πηνελόπη συμπείσασα ἑαυτὴν ἐφʼ οἷς ὁ Ὀδυσσεὺς περὶ τοῦ κατὰ τὴν κλίνην σήματος εἶπε, παντοία γίνεται τὰ εἰς τὸν ἄνδρα χαρεῖσα, περιπλακεῖσα, αἰτησαμένη συγγνώμην ἐγκατασκεύως ἐφʼ οἷς οὐκ ἐπείσθη ῥᾳδίως, ἐπὶ δὲ τούτοις καὶ ἐπαινέσασα εἰς βραχὺ, καθάπερ ἐδίδου ἡ ὥρα, ἔτι δὲ οἰκτισαμένη τῆς ἐν τῇ πλάνῃ ὀϊζύος καὶ ἐπὶ πᾶσιν ὡς εἰκὸς ἐρωτήσασα καὶ μαθοῦσα, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὴ ἀφηγησαμένη τὰ καθʼ ἑαυτήν· ἅ περ οὐδὲ ἐκτίθεται εἰς πλάτος ὁ ποιητὴς ὡς οἷα φθάσας ἤδη πολλαχοῦ περὶ αὐτῶν εἰπεῖν· οὐδὲ γὰρ ἠθέλησεν οὐδʼ ἐνταῦθα διττολογῆσαι τὰ ἀριζήλως ἤδη πολλαχοῦ πεφρασμένα. φράζει δὲ τὰ κατὰ τὴν Πηνελόπην ὁ ποιητὴς οὕτω· δακρύσασα δὲ, ὑφʼ ἡδονῆς δηλαδὴ, ἰθὺς δράμεν ἢ κίεν, ἀμφὶ δὲ χεῖρας δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσε καὶ προσέφη· μή μοι Ὀδυσσεῦ σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα ἀνθρώπων πέπνυσο, θεὸς δʼ ὤπαζεν ὀϊζὺν, ὃς νῶϊν ἀγάσατο παρʼ ἀλλήλοισι μένοντε ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα οὕνεκά σε οὐ τὸ πρῶτον ἐπεὶ ἴδον ὧδʼ ἀγάπησα, ὡς νῦν δηλαδή. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἐῤῥίγει, μή τίς με βροτῶν ἀπάφοιτο τουτέστιν ἀπατήσῃ ἐπέεσσιν ἐλθών. εἶτα εἰπὼν γνωμικὸν τὸ, πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσι, πιστοῦται τὸν λόγον συγγενικῷ παραδείγματι, φαμένη ὡς οὐδʼ ἂν Ἀργείη Ἑλένη Διὸς ἐκγεγαυῖα ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ, εἰ ᾔδη ὅ μιν αὖτις Ἀχαιοὶ ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδα ἔμελλον. ἐφʼ οἷς καὶ ὑπεραπολογουμένη τῆς ἡρωΐδος φησὶν ὅτι αὐτὴν ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές· τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ λυγρὴν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος. οὕτω καὶ τὸν Ὀδυσσέα ἡ γυνὴ πάνυ πεπνυμένον ὄντα θεόθεν ὅμως ἔφη δυστυχεῖν. Τῶν δὲ τοῦ ῥηθέντος χωρίου τμημάτων τὸ μὲν, ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας δειρῇ βάλε, κάρη δʼ ἔκυσε, περιπλοκὴν φράζει φιλικὴν ὅτε τις ἐξ ἀποδήμων ἥκοι, ὡς καὶ μετʼ ὀλίγα τὸ, δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ. Τὸ δὲ, μή μοι σκύζευ, καὶ τὸ, αὐτὰρ μὴ νῦν μοι τόδε χώεο καὶ τὸ ἑξῆς, παραίτησίς ἐστι μέμψεως ὅτε τις ἐλλόγως μὴ προαρπάζει τὴν δεξίωσιν. δῆλον δὲ ὅτι πολλὴ διαφορὰ τοῦ χώεσθαι καὶ τοῦ νεμεσᾶν· ἐκεῖνο μὲν γὰρ εἰκὸς καὶ μὴ δικαίως γίνεσθαι, ἡ δὲ νέμεσις ἀεὶ σὺν τῷ δικαίῳ ἐστί. Τὸ δὲ, ἐπεὶ τά περ ἄλλα μάλιστα ἀνθρώπων πέπνυσο καὶ ἑξῆς, ἔπαινος ἀνθρώπου συνετοῦ μὲν, δυστυχοῦς δέ. Περὶ δὲ τοῦ σκύζεσθαι προγέγραπται· ἀφʼ οὗ καὶ τὸ ἐπισκύνιον. Τὸ δὲ ἀγάσατο οὐ μακρὰν ἐνταῦθα ἐστὶ τοῦ ἐφθόνησεν ἢ ἐμέμψατο. καινὸν δʼ ἐνταῦθα σχῆμα ἡ ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἀνακόλουθος μετάβασις ἐν τῷ, ὃς νῶϊν ἀγάσσατο καὶ ἑξῆς· ἦν μὲν γὰρ ἀκόλουθον εἰπεῖν, ὃς ἡμῖν ἐφθόνησε παρʼ ἀλλήλοισι μένουσι τέρπεσθαι, ἵνα ἦν ὁμοιόπτωτον τὸ ἡμῖν καὶ τὸ μένουσιν· ἡ δὲ Ὁμηρικὴ γυνὴ τὸ σχῆμα ἤλλαξε καινότερον μὲν, ἀσολοίκως δὲ, καθὰ πολλαχοῦ γίνεται, εἰποῦσα ὅτι θεοὶ ἡμῖν ἐφθόνησαν τοῦ τέρπεσθαι, δηλαδὴ ἡμᾶς, μένοντας παρʼ ἀλλήλοις, ὡς καὶ εἴ τις εἴποι, παραινῶ σοι ζῶντα σπουδαίως διάγειν τὸν βίον· καλὸν μὲν γὰρ καὶ τὸ, παραινῶ σοι ζῶντι σπουδαίως ποιεῖν <!-- 2.305 -->τόδε. ἀσόλοικον ὁμοίως καὶ τὸ, παραινῶ σοι διάγειν σε τὸν βίον ζῶντα σπουδαίως. αἴτιον δὲ τῆς τοιαύτης ἀσφάλτου ἐναλλαγῆς τὸ μετὰ τὴν δοτικὴν ῥῆμα, ὃ προκαλεῖται τὴν ἐπαγομένην αἰτιατικήν. τοιοῦτον καὶ τὸ, χαίρω τῷ λόγῳ ᾧ εἶπας καὶ ὃν εἶπας, καὶ ἄλλα δὲ μυρία. παραδείγματα δὲ οὐκ ὀλίγα καὶ ἐν Ἰλιάδι κεῖται τοῦ τοιούτου σχήματος. Τὸ δὲ ταρπῆναι συνήθως καὶ νῦν γενικῇ συνέταξεν ἢ κατʼ ἔλλειψιν τῆς δια προθέσεως ἢ διὰ τὸ ληφθῆναι τὸ ταρπῆναι ἀντὶ τοῦ κορεσθῆναι. δῆλον δὲ ὅτι ταυτὰ ἐν τοῖς ῥηθεῖσι τὸ σκύζεσθαι καὶ τὸ χώεσθαι, ἤδη δέ πως καὶ τὸ νεμεσᾶν, ὃ καὶ αὐτὸ οὐδὲν ἄλλο ἐστὶν ἢ σκύζεσθαι καὶ χώεσθαι, δικαίως μέντοι. Τὸ δὲ ἀγάπησα ἀντὶ τοῦ ἐφιλοφρονησάμην, καὶ ἔστιν ὅμοιον τῷ ἀμφαγαπάζειν. Τὸ δὲ ἐῤῥίγει ἐπίτασίς ἐστι προσοχῆς· οὐ γὰρ ἁπλῶς εὐλαβεῖτο τὴν ἐξ ἀνδρὸς ἀπάτην ἡ σώφρων Πηνελόπη, ἀλλὰ ἐῤῥίγει καὶ οὐ κατὰ τὴν ἄλλως ῥιγεδανὴν Ἑλένην ἀπεριμερίμνως διέκειτο. παρακείμενος δὲ μέσος τοῦ ἐῤῥίγει τὸ ἔῤῥιγα. Τὸ δὲ, οὐδʼ ἂν Ἀργείη Ἑλένη ἀνδρὶ ἀλλοδαπῷ ἐμίγη, εἰ ᾔδη, ὅ μιν αὖτις Ἀχαιοὶ ἐπαναγαγεῖν ἔμελλον οἴκαδε, τοιοῦτον ἔχει νοῦν τελείας τιθεμένης στιγμῆς ἐν τῷ εἰ ᾔδη· οὐκ ἄν φησιν οὐδὲ ἡ Ἑλένη παρʼ ἀνδρὶ ἀλλοδαπῷ ἐγένετο, εἴ περ ἠπίστατο αὐτὸ δὴ τοῦτο τὸ παρʼ ἐμοῦ λεχθὲν γνωμικὸν τὸ, πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν ἤτοι βουλεύονται ἀπατητικῶς. διό φησιν ἔμελλον οἱ Ἀχαιοὶ ἄξειν αὐτὴν οἴκαδε ὡς ἀπατηθεῖσαν καὶ μεταμελομένην καθὰ δηλοῖ τὸ, τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε, κείμενον ἐν Ἰλιάδι. καὶ φασὶν οἱ παλαιοὶ περὶ τῆς ῥηθείσης ἀπάτης, ἣν ἔπαθεν ἡ Ἑλένη, ὅτι Ἀφροδίτη Μενελάῳ τὸν Ἀλέξανδρον εἰκάσασα παρήγαγεν ἤτοι ἠπάτησε τὴν Ἑλένην, παραλογισαμένη τῇ ὁμοιότητι, ὡς εὐλόγως λοιπὸν καὶ τὴν Πηνελόπην δεδοικέναι μὴ πάθοι τι ὅμοιον. καὶ οὕτω μέν τινες καλῶς τὸ ῥηθὲν ἡρμήνευσαν νόημα. Ἕτεροι δὲ τὴν ῥηθεῖσαν στιγμὴν ἀπάγοντες καὶ συνάπτοντες τὸ ὅλον εἰς νόημα ἓν, λέγουσι μὲν ὅτι οὐκ ἂν ἡ Ἑλένη ἐμίγη ἀλλοδαπῷ, εἴ περ ᾔδη ὅτι αὐτὴν ἐπανάξειν οἱ Ἀχαιοὶ ἔμελλον. κρίνονται δὲ μεμπτέοι τοῖς παλαιοῖς διὰ τὸ κακοσυμβίβαστον τῆς ἐννοίας· ἀδιανόητον γὰρ τὸ λέγειν τὴν Πηνελόπην ὡς ἐδεδίειν μή πως ἀπατηθῶ· οὐδὲ γὰρ ἡ Ἑλένη συναπῆλθεν ἂν τῷ ἐκ Τροίας μείρακι, ἐὰν ἐγίνωσκεν ὅτι ἐπανακομισθήσεται εἰς τὴν πατρίδα· λέγοι γὰρ ἂν, ὅτι οὐ πόθῳ τοῦ ἀνδρὸς ἀλλὰ φόβῳ τοῦ ἐπανακάμψαι εἰς αὐτὸν ἐπεῖχον τὸν γάμον. ἴσως δὲ καὶ οὕτω πως καθίσταται τὰ τῆς ἐννοίας ταύτης· ἐδεδίειν, φησὶ, τὴν ἀπάτην, μεθʼ ἣν ἀνάγκη πάντως ἦν ἐπανασωθῆναί με ζῶντι τῷ κουριδίῳ ἀνδρί. ὃ δὴ νόημα εἴ περ ἔσχε καὶ ἡ Ἑλένη, οὐκ ἂν ἡρπάγη. ἐπαινεῖ δὲ ἡ Πηνελόπη τὴν Ἑλένην ἢ διὰ συγγένειαν ἢ καὶ ἵνα μὴ δόξῃ φιλοσκώμμων εἶναι, εἰς ὃ δὴ μάλιστα τὸ γυναικεῖον φῦλον ῥέπει, ἢ καὶ χάριν ἑαυτῆς εἰς οἰκεῖον ἔπαινον· εἰ γὰρ ἐκείνη εὐλογεῖται τοιαύτη τῷ ἀνδρὶ γενομένη, πολλῷ πλέον αὕτη ἡ οὕτω σώφρων. Περὶ δὲ τοῦ ᾔδη, ὅ πέρ ἐστιν ἠπίστατο, εἴρηται μὲν καὶ ἐν τῇ ἄλφα τῆς Ἰλιάδος. διαρθρωτέον δὲ μᾶλλον ἐνταῦθα, ὅτι οὐχʼ ἁπλῶς τὸ ᾔδειν καὶ ἐνενοήκειν καὶ ἐπεποιήκειν διαλύει τὸ ᾔδεα καὶ ἐνενοήκεα καὶ ἐπεποιήκεα, ἀλλὰ τὰ ἐξ αὐτῶν Ἀττικὰ τὰ διὰ τοῦ ἦτα. παραδίδωσι γὰρ Ἡρακλείδης, ὅτι Ἀττικοὶ τοὺς τοιούτους ὑπερσυντελίκους ἐν τῷ ἦτα μόνῳ περατοῦσιν, ᾔδη λέγοντες καὶ ἐνενοήκη καὶ ἐπεποιήκη. καὶ οὕτω φησὶ Παναίτιος ἔχειν τὰς γραφὰς παρὰ Πλάτωνι. καὶ Θουκυδίδης δὲ κέχρηται τῷ τοιούτῳ Ἀττικῷ ἔθει. καὶ τὰς τμήσεις ἐκ τούτων, φησὶν, Ἴωνες οἰκείως προφέρονται, ἤδεα λέγοντες ἀναλύσει τοῦ ἦτα εἰς ε καὶ ἄλφα ἀντὶ τοῦ ᾔδη ἤγουν ἠπιστάμην, οἷον· εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσί. καὶ Καλλίμαχος· ᾔδεα μᾶλλον ἐγώ κοτε. οὕτω δὲ καὶ ἐνενοήκη ἐνενοήκεα ὁμοίᾳ Ἰωνικῇ τμήσει ἤτοι διαλύσει, καὶ ἐπεποιήκη ἐπεποιήκεα. πολλοὶ δέ φησι καὶ σὺν τῷ ν προφέρουσι τὴν εἰρημένην διὰ τοῦ ἦτα Ἰωνικὴν γραφὴν τῶν ὑπερσυντελίκων, ᾔδην λέγοντες καὶ ἐνενοήκην καὶ ἐπεποιήκην· ἀφʼ ὧν καὶ αὐτῶν αἱ τμήσεις γένοιντʼ ἄν φησιν ᾔδεα καὶ ἐνενοήκεα καὶ ἐπεποιήκεα κατὰ τὸ, Ἀστυάγην Ἀστυάγεα παρὰ Ἡροδότῳ, καὶ κατὰ τὸ, ἧνται ἔαται, καὶ ἦν ἔα, ὥστε κατὰ τοῦτον τὸν λόγον οὐκ ἐκ τοῦ ᾔδεα κέκραται τὸ ᾔδη, ἀλλʼ ἐκ τοῦ ᾔδη πρώτου προσώπου ἀναλέλυται τὸ ᾔδεα. Τὸ δὲ ὤρορε καὶ ἐνταῦθα μετάθεσιν τῆς αὐξήσεως ἔπαθεν, ἐξ Ἀττικοῦ μεταπεσὸν ὡς εἰς κοινὸν παρακείμενον. Τὸ δὲ, ἄτην λυγρὴν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος, εἴποι ἂν ὁ ἀμετόχως ἑτέρῳ τινὶ συμβλαβείς. Ὅτι ὁ μετὰ φανερὰ σημεῖα μόλις πεισθεὶς εἴποι ἂν τῷ πείσαντι, νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας, πείθεις δή μευ θυμὸν ἀπηνέα περ μάλʼ ἐόντα. <!-- 2.306 -->Ὅτι ἔκλαιεν Ὀδυσσεὺς ἔχων ἄλοχον θυμαρέα· νῦν γὰρ ἔτι μᾶλλον αὐτῷ ὑφʼ ἵμερον ὦρσε γόοιο ἡ γυνὴ λαλήσασα τὰ, ὡς ἐῤῥέθη, ὑπὲρ αὐτῆς. Καὶ ὅρα τὸ θυμαρέα ἤγουν θυμήρη ὡς ἀπὸ εὐθείας τῆς ἡ θυμαρής. καὶ σημείωσαι ὅτι μετὰ τοῦ η μὲν βαρύνεται ἡ τοιαύτη λέξις, ὡς δῆλον ἐκ τοῦ, θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων, διὰ δὲ τοῦ α ὀξύνεται κανόνι ὁποίῳ καὶ ἡ εὐμαρής. εἶτα τὴν ἑκατέρων διάθεσιν παραβολικῶς ὑποδεικνὺς ἐπάγει· ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος ἢ ἀσπασίως γῆ νηχομένοισι φανείη, ὧν τε Ποσειδάων εὐεργέα νῆα ἐνὶ πόντῳ ῥαίσει ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ· παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη, ἀσπάσιοι δʼ ἐπέβαν γαίης κακότητα φυγόντες, ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ. καὶ ἔστιν ἡ παραβολὴ ἐχομένη πως ὧν κατὰ θάλασσαν ἔπαθεν Ὀδυσσεύς· διὸ καὶ κατὰ τοὺς ναυαγοὺς χαίρει καὶ ἐκεῖνος τὴν πατρίδα γαῖαν ἰδὼν, καὶ ἔτι ἐπέκεινα, ὅτι καὶ τὰ φίλτατα ἔχει. τέως μέντοι οὐκ ἔχει σφοδροτέραν ὁ ποιητὴς ἡδονὴν ἐξευρεῖν τῆς ῥηθείσης, ᾗ παραβάλοι ἂν τὴν τῆς γυναικὸς ἄρτι χαρὰν ἐπὶ τῷ ἀνδρί· πάνυ γὰρ λίαν ἡ γυνὴ χαίρει, ὥς περ καὶ οἱ νηχόμενοι οὐχʼ ἁπλῶς ἀλλʼ ἐν κινδύνῳ μεγάλῳ, καθʼ ὃν πλείους μὲν ὤλοντο, αὐτοὶ δὲ παῦροι ἐξέφυγον δηλονότι, καὶ πόνῳ πολλῷ, τοιοῦτον γὰρ τὸ ἐν κινδυνώδει καιρῷ νήχεσθαι, χαίροιεν ἂν γῆς ἐπιβάντες. Τὸ δὲ, ἀσπάσιος γῆ, Ἀττικόν ἐστι· τὸ γὰρ κοινὸν ἀσπασία, ἐξ οὗ καὶ κύριον ἡ παρὰ ταῖς ἱστορίαις σοφὴ γυνὴ Ἀσπασία. καιρία δὲ λέξις ἡ ῥηθεῖσα, διὸ καὶ νῦν ἐπιμονὴν ποιεῖ ἐν τῷ ἀσπάσιοι καὶ ἀσπαστὸς ἔην πόσις. Τί δὲ τὸ πηγὸν κῦμα, δεδήλωται ἀλλαχοῦ· ὡσαύτως καὶ περὶ τοῦ τέτροφεν ἅλμη, ὅ ἐστι πέπηγεν. Ἰστέον δὲ ὅτι τὸ μὲν τέτροφα ὀρθῶς καὶ τῷ ο παραλήγεται καὶ τὸ φ σύμφωνον ἔχει ὡς μέσος παρακείμενος ἐκ τοῦ τρέφω γινόμενος. τὸ μέντοι κέκλοφα τῷ μὲν ο εὐλόγως παραλήγεται ὡς ἀπὸ δισυλλάβου μέλλοντος τοῦ κλέψω, οὗ τὸ τῆς παραληγούσης ε ὀφείλει τρέψειν αὐτὸς εἰς ο. τὸ δὲ φ οὐκ ἀναλόγως ἔχει· ὤφειλε γὰρ κέκλοπα εἶναι κατὰ τὸ σύμφωνον τοῦ ἐνεστῶτος. ἔοικε δὲ συνεκδραμεῖν καὶ αὐτὸ πρὸς τὸ τέτροφα καὶ τὸ κέκοφα, ὃ ἀμφοτέρως λέγεται ὡς δηλοῖ τὸ κεκοπώς· καὶ γὰρ κέκοφά ἐστι καὶ κέκοπα. Τὸ δὲ, πολλὴ δὲ περιτέτροφεν ἅλμη, πρὸς ἐντέλειαν μόνην κεῖται παραβολικὴν, ὁποῖα πολλὰ ποιεῖ ἐν ταῖς παραβολαῖς Ὅμηρος· ἄλλως γὰρ οὐ συντελεῖ τι ἐνταῦθα εἰς τὸ πολὺ τῆς κατὰ τὴν Πηνελόπην χαρᾶς. Ὅτι ἐπὶ μὲν τῶν νύκτωρ πάνυ κλαιόντων οἰκεῖον τὸ, καὶ δὴ ἂν ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς, ὅ περ καὶ ἐνταῦθα κεῖται. ἐπὶ δέ γε τῶν ἐν ἡμέρᾳ κλαιόντων τὸ, καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, ὃ κεῖται καὶ ἀλλαχοῦ. Ὅτι ὥς περ ἐπὶ τῆς τοῦ Ἡρακλέος γενέσεως καὶ αὖ πάλιν ἐπὶ τῆς τῶν Μουσῶν παρεκτείνει ὁ μῦθος τὴν νύκτα εἰς τριέσπερον μῆκος καὶ εἰς ἐννεάνυκτον, οὕτω κἀνταῦθα ἡ ποιητικὴ Μοῦσα τολμᾷ εἰπεῖν ὡς ἡ Ἀθηνᾶ προθυμουμένη τοῦ τὸν Ὀδυσσέα καὶ τὴν Πηνελόπην ὕπνῳ ὑπὸ γλυκερῷ τερφθῆναι κοιμηθέντας καὶ μύθοις τοῖς πρὸς ἀλλήλους ἐφʼ οἷς ἔπαθόν τε καὶ ἐποίησαν μηκύνει καὶ αὐτὴ πλέον τοῦ συνήθους τὴν νύκτα, ὡς οἷα δυναμένη τι καὶ εἰς τοῦτο καθότι ἀλληγορεῖται καὶ εἰς ἀέρα, ὡς ἐν ἄλλοις δηλοῦται. φησὶ γοῦν ὁ ποιητὴς, ὅτι νύκτα ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους ζεύγνυσθαι ὠκύποδας Λάμπον καὶ Φαέθοντα, οἵ περ Ἠῶ πῶλοι ἄγουσιν. οὐ τολμᾷ μέντοι ὁ ποιητὴς ἀναιδῶς μετρῆσαι καὶ μῆκος νυκτὸς κατὰ τὸν ἐπὶ Ἡρακλεῖ καὶ Μούσαις μῦθον, ἀλλʼ ἀρκεῖται ἀορίστως εἰπὼν δολιχὴν τοιαύτην νύκτα δόξασαν μακροτέραν ὡς εἰκὸς τῶν συνήθων εἶναι, οὐ μὴν καὶ τοιαύτην γενομένην. ἦλθε δὲ ἡ δόκησις τοῦ δολιχοῦ τῆς νυκτὸς ταύτης μήκους ἐκ τοῦ ἐξαρκέσαι αὐτὴν καὶ εἰς ὕπνον ἀρκοῦντα σώφροσι καὶ εἰς ἀφήγησιν μακρῶν οὕτω καμάτων καὶ τληπαθειῶν τοῦ τε ἀνδρὸς τῆς τε γυναικός. Δῆλον δὲ πάντως ὡς οὐκ ἂν καὶ εἰς ἄμφω ἤρκεσεν ἡ μετὰ δαῖτα καὶ μολπὴν καὶ χοροὺς καὶ πλατὺν ἀναγνωρισμὸν καὶ εἰς ὕπνον ἀνάκλισιν περιλειφθεῖσα νὺξ, εἰ μὴ κατʼ ἐπιτομὴν καὶ ἐπιδρομάδην ἐκεῖνοι ἀλλήλοις ἀφηγοῦντο τὰ καθʼ ἑαυτοὺς, ὡς καὶ ὁ ποιητὴς ἐμφαίνει ἐν οἷς μετʼ ὀλίγα ἐπιτροχάδην αὐτοῖς ἐπέξεισιν· ἔοικε γὰρ ὁ σοφὸς Ὀδυσσεὺς μετρεῖν πρὸς τὸ ἐπίλοιπον τῆς νυκτὸς τοὺς λόγους· διὸ καὶ ἅμα συμπληροῖ τὰ τῆς πλάνης καὶ εὐθὺς ὑπνοῖ καὶ ὄρθρος ἐκφαίνεται. Σημείωσαι δὲ ὅτι ἐν Ἰλιάδι ἄλλως ἤ περ ἐνταῦθα πλάττει τὴν Ἥραν ὁ ποιητὴς πέμπουσαν τὸν ἥλιον εἰς δύσιν ἐπὶ βοηθείᾳ τῶν Ἀχαιῶν, ἐν οἷς φησίν· ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη ἔπεμψε καὶ τὰ ἑξῆς. δηλοῖ δέ φασιν ἐκεῖ ὁ ποιητὴς πρὸ καιροῦ νομισθῆναι νύκτα διά τινα χαλεπὴν ὁμίχλην· δοκεῖ γὰρ <!-- 2.307 -->δύνασθαι τὰ τοιαῦτα ἡ Ἥρα, ἐπεὶ καὶ ἀλλαχοῦ ἡ αὐτὴ, ἠέρα πίτνα βαθεῖαν, ἤγουν ἀορασίαν ὁμιχλώδη ἐπιπίπτειν ἐποίει πολλήν· καὶ τοίνυν ὥς περ ἐκεῖ πρὸ καιροῦ ἐνομίσθη νύξ, ὡς τῆς ἡμέρας κατά τι σμικρυνθείσης, οὕτως ἐνταῦθα δόκησις ἦλθεν, ὡς ἐῤῥέθη, τοῦ δολιχὴν πλέον τοῦ συνήθως τὴν νύκτα γενέσθαι. Περάτην δὲ ἅπαξ ἐνταῦθα φησὶν ὁ ποιητὴς κατὰ γένος θηλυκόν· καὶ δηλοῖ ἡ λέξις τὸ πέρας τοῦ Ὠκεανοῦ νῦν οὐ τὸ ἀνατολικὸν, ἀλλὰ μᾶλλον τὸ δυτικὸν, διʼ οὗ ἔμελλεν ἡ νὺξ δῆθεν σωματικῶς κατελθεῖν, ὡς ἂν ἑτέρωθεν ἀνέλθῃ ἡ Ἠώς· διὸ καὶ ὁ ποιητὴς εἶπε· νύκτα μὲν ἐν περάτῃ σχέθε, τῇ κατὰ δύσιν δηλαδὴ, Ἠῶ δʼ αὖτε ἐπʼ Ὠκεανῷ τῷ κατὰ ἀνατολὴν, ὥστε μήτε ταύτην ἀναδῦναι μήτε ἐκείνην καταδῦναι, ἵνα οὕτω μένῃ κατὰ χώραν τὸ σκίασμα τῆς γῆς. καὶ ἔστι πρὸς ταύτην τὴν ἔννοιαν ταυτὸν ἡ περάτη καὶ τὸ πέρας τοῦ Ὠκεανοῦ κατά τε δύσιν κατά τε ἀνατολὴν, εἰ καὶ νῦν ὁ ποιητὴς δυτικὴν περάτην φησί. Σημειοῦνται δὲ οἱ παλαιοὶ τὸν ποιητὴν ἐξ ἰδίου προσώπου λέγειν ἀεὶ ἀπʼ Ὠκεανοῦ τὴν Ἠῶ ἀνατέλλειν δίχα γε τόπου ἑνὸς, ἔνθα ἐπικερτομῶν Εὔμαιος τῷ Μελανθίῳ κρεμαμένῳ ἔφη· οὐδέ σε ἠριγένεια παρʼ Ὠκεανοῦ λήσει ἐπερχομένη. ἐκεῖ γὰρ οὐ καθʼ ἑαυτὸν ὁ ποιητὴς τοῦτο φησὶν, ἀλλʼ Εὐμαίῳ τὸν λόγον ἀνατίθησι. Τὸ δὲ, ῥύσατο ἐπʼ Ὠκεανῷ, οὐ κατὰ τὸ ῥύσατο καὶ ἐσάωσεν εἴρηται, ἀλλὰ κώλυσίν τινα δηλοῖ· διὸ καὶ ἐδέησεν ἑρμηνευθῆναι τὴν λέξιν ἐν τῷ, οὐδὲ ἔα ἵππους ζεύγνυσθαι ὠκύποδας. Ὁ δὲ Λάμπος καὶ ὁ Φαέθων εὐφυῶς πλάττονται εἰς ξυνωρίδα τῆς Ἠοῦς διὰ τὸ κατʼ ἐκείνην λαμπρόν. οὕτω καὶ τῷ Ἡλίῳ βουκολοῦσιν ἐν Θρινακίᾳ νύμφαι ἐϋπλόκαμοι Φαέθουσά τε Λαμπετίη τε. ὁ τοιοῦτος δὲ νοῦς καὶ Φαέθοντα οὐ μόνον Ἥλιον λέγει ἐπιθετικῶς, ἀλλὰ καὶ Ἡλίου υἱὸν κατὰ κυριωνυμίαν. καὶ Ὅμηρος μὲν οὕτω ξυνωρίδα ὑποζεύγνυσι τῇ Ἠοῖ, Λυκόφρων δὲ καὶ ἕτεροι μονόπωλον τὴν Ἠῶ πλάττοντες πηγάσῳ αὐτὴν ἐποχοῦσι πτερωτῷ ἵππῳ, ὃν ἔσχεν ἐκείνη μεθὸ τὸν Βελλεροφόντην αὐτὸς εἰς τὸ ἀλήϊον πεδίον ἀπεσείσατο. πῶλοι δὲ ἄγουσι τὴν Ἠῶ πρὸς ἔμφασιν τοῦ νεάζειν καὶ μάλιστα τὰ κατὰ τὸν ὄρθρον αὐτῆς ἀρχὴν ὄντα ἡμέρας· διὸ καὶ ἔαρος ἀκμῇ ἀναλογεῖ ὁ τοιοῦτος καιρὸς, ὅθεν καὶ ἦρ λέγεται, ὥς περ αὖ πάλιν φθινοπωρινῷ γήρᾳ ἢ καὶ χειμερίῳ τὰ πρὸς ἑσπέραν εἰκάζοιτʼ ἄν. Ὅτι ἐπὶ τῶν πρὸς τοῖς φθάσασι κακοῖς καὶ ἄλλα καραδοκούντων ῥηθήσεται τὸ, οὔ πω πάντων ἐπὶ πείρατα ἀέθλων ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἐστὶ πολλὸς καὶ χαλεπὸς, τὸν ἐμὲ χρὴ πάντα τελέσαι. Ὀδυσσεὺς δὲ τοῦτο λέγει διὰ τὸν ἐφεξῆς πόνον, ὃν ἀεθλεύσει κατὰ τὴν ἐν Ἅιδου μαντείαν τοῦ Τειρεσίου χάριν τιμῆς τοῦ Ποσειδῶνος, ὡς καὶ τῇ γυναικὶ ἀφηγήσεται. Πόνος δὲ ἀμέτρητος, ὃν οὐκ ἔστι μετρῆσαι, μᾶλλον δʼ εἰπεῖν ἀναμετρῆσαι κατὰ τὸ, ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. Ἰστέον δὲ ὡς καὶ ἐνταῦθα ὁ ποιητὴς ἀρχὴν λόγου θέμενος τὸν γαρ σύνδεσμον, ἀποδίδωσιν αὐτὸν συνήθως διὰ τοῦ ἀλλα εἰπών· ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατα καὶ ἑξῆς, εἶτα μετὰ στίχους ἓξ ἐπαγαγών· ἀλλʼ ἔρχευ λέκτρονδε καὶ ἑξῆς. δῆλον δὲ ὅτι σεμνῶς φράζει ὁ ποιητὴς τὸ, ἀλλʼ ἔρχευ λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες. ὡσαύτως καὶ τὸ, εὐνὴ μὲν δὴ σοί γε τότʼ ἔσσεται, ὁππότε θυμῷ σῷ ἐθέλεις, ἐπεὶ ἄρ σε θεὸς ποίησεν ἱκέσθαι. ὁμοίως καὶ τὸ, ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς, τερπέσθην μύθοισι πρὸς ἀλλήλους ἐνέποντες τὰ καὶ τά. οὕτω δὲ καὶ τὸ, ἐπεὶ ἀμφότεροι πολυήρατον ἱκόμεθα εὐνήν. καὶ τὸ, ἀσπάσιοι λέκτρου παλαιοῦ θεσμὸν ἵκοντο. ἐν δὲ τούτοις κεῖται καὶ τὸ ἐνέποντες διʼ ἑνὸς φυσικῶς ν κατὰ στίχου ἄρχουσαν. Ὅρα δὲ καὶ ὅτι τὸ ταρπῆναι γενικῇ πρὸ ὀλίγων συνταχθὲν ἐνταῦθα καὶ ἄλλως φράζεται ἐν τῷ, ταρπώμεθα ὕπνῳ ὑπὸ γλυκερῷ. καὶ ὅτι ἁπλοϊκῶς καὶ κοινότερον κεῖται τὸ ἐποίησεν ἐν τῷ, ἐπεὶ ἄρ σε θεὸς ποίησεν ἱκέσθαι. Ὅτι φίλος ζητῶν μαθεῖν ἔκ τινος ἃ μέλλει κακοπαθεῖν ἐρωτήσοι ἂν οὕτω κατὰ τὴν Πηνελόπην· εἰπὲ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν ὀΐω πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον. ὁ δὲ ἐρωτηθεὶς ἐρεῖ ἂν τὸ τοῦ Ὀδυσσέως· δαιμονίη, τί δή με μάλʼ ὀτρύνουσα κελεύεις εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι, οὐδʼ ἐπικεύσω. οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς χαίρω, ἐπεὶ μάλα πολλὰ καὶ ἑξῆς τὰ χρησιμεύοντα. Ὅρα δʼ ἐνταῦθα τὸ κεχαρήσεται παραχθὲν ἐκ τοῦ χαίρω, οὗ ὁ μέλλων χαρῶ κοινότερον. ὃς δὴ μέλλων ἀναδραμὼν εἰς περισπώμενον ἐνεστῶτα τὸν, χαρῶ χαρήσω, ποιεῖ τὸ κεχαρήσομαι, ὃ χρόνου ἐστὶ μετʼ ὀλίγον μέλλοντος. <!-- 2.308 -->ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ τὸ, κεχαρηότα νίκῃ, καὶ ὅσα τοιαῦτα. ἔτι ὅρα ὅτι τε φιλομαθὴς κἀνταῦθα ἡ Πηνελόπη φαίνεται καθότι καὶ φιλοπευθὴς, καὶ ὅτι οὐκ ἂν ὤχλησε τὸν ἄνδρα πολυλογεῖν λυπηρῶς, εἰ μὴ ἐκεῖνος φθάσας ἐμνήσθη ἀέθλου μέλλοντος. διὸ καὶ παρασημειοῦται ὅτι, ἐπεὶ ἐφράσθης τουτέστιν ἐνεθυμήθης καί τοι θεὸς ἔμβαλε θυμῷ, ζητῶ μαθεῖν τὸν ἄεθλον ὡς οἷα ὑπερπαθοῦσά σου. λέγει δὲ ἄεθλον ἐνταῦθα τὴν ἐπὶ τιμῇ τοῦ Ποσειδῶνος περιπλάνησιν κατὰ τὴν τοῦ Τειρεσίου παραγγελίαν, ὡς εὐθὺς δηλωθήσεται. Ὅτι Ὀδυσσέως αὐτὰ δὴ ἐκεῖνα εἰπόντος τῇ γυναικὶ ξηρὰ καὶ ἀμεταποίητα, ὅσα ἐκ τοῦ Τειρεσίου ἔμαθεν, ἤγουν τὴν ἀνὰ φαιδίμῳ ὤμῳ θέσιν τοῦ ἐρετμοῦ καὶ τὴν ἐς ἀνθρώπους πλάνην, οἳ οὐκ ἴσασι θάλασσαν, καὶ τὴν τοῦ ἐρετμοῦ εἰς ἀθηρηλοιγὸν εἰκασίαν καὶ τὴν θυτικὴν τριττύαν καὶ τὸν ἀβληχρὸν ἔξαλον ἢ ἐξ ἁλὸς θάνατον ὑπὸ γήρᾳ λιπαρῷ, ἐντεῦθεν ἀρχὴν λαλιᾶς τινὸς ἡ σοφὴ λαβοῦσα γυνὴ ἀσκεῖν ἐθέλει τὸν ἄνδρα εἰς φερεπονίαν, εἰποῦσα ὃ δὴ παντὶ ἁρμόζει παραμυθουμένῳ ἑαυτὸν εἰς τὰ μετέπειτα. φησὶ γάρ· εἰ μὲν δὴ γῆράς γε θεὸς τελέῃσιν ἄρειον, ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι. καὶ οὕτω περιγίνεταί πως ἡ γυνὴ τῆς τοῦ Ὀδυσσέως συννοίας. ὁ μὲν γὰρ φιλοπευστοῦσαν πολυμαθείας χάριν καὶ ἀναβαλλομένην μὲν τέως τὴν εὐνὴν καὶ ταῦτα τοῦ Ὀδυσσέως εἰς λέκτρον ἐλθεῖν προκαλουμένου αὐτὴν, ἐθέλουσαν δὲ μαθεῖν ὃν ἐκεῖνος ἔφη ὄπισθε τελέσαι ἀμέτρητον πόνον μὴ ἂν κεχαρήσεσθαι αὐτὴν ἔφη· ἡ δὲ χαρῆναι μὲν οὐκ ἂν δύναιτο ἐπὶ τῇ ἐσαῦθις ἀποδημίᾳ τοῦ ἀνδρὸς, οὐ μὴν οὐδὲ κλαυθμὸν πάσχει, παραμυθεῖται δὲ τὸν ἄνδρα ἐπὶ ὑπαλύξει κακῶν ἐξ αὐτοῦ ἐκείνου λαβοῦσα, ὡς ἐῤῥέθη, τὴν τῆς ἐννοίας ταύτης ἀρχὴν, φιλοσόφως μεταχειρισαμένη τὸ νόημα· εἰ γὰρ λιπαρόν, φησιν, ἔσται γῆρας, οὐκ ἄρα προηγήσεται καὶ εἰσέτι χρονία κάκωσις· ποῦ γὰρ λιπαρὸν γῆρας, οὗ προηγεῖται ἡ ἐκθλίψεως πολλὴ τηκεδών; σημείωσαι δὲ ὡς ἡρμήνευσεν ὁ ποιητὴς ἐν τούτοις ταυτὸν εἶναι γῆρας εἰπεῖν λιπαρὸν καὶ ἄρειον, καὶ ὅτι καταμόνας καὶ τὰ τοιαῦτα ἡ γυνὴ αὕτη καὶ ὁ ἀνὴρ διομιλοῦνται ἀλλήλοις τῶν σπουδαιοτέρων αὐτοῖς γινόμενοι. Τηλέμαχος μέντοι καὶ οἱ λοιποὶ περὶ μολπὴν ἔτι καὶ ὄρχησιν ἔχουσιν· ὅτε δὲ ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκωνται οἱ δεσπόται, τότε δὴ παύσαντες ὀρχηθμοῖο πόδας εὐνάζοντο καὶ αὐτοί. Ἰστέον δὲ ὅτι κατὰ τὴν τῶν παλαιῶν ἱστορίαν Ἀρίσταρχος καὶ Ἀριστοφάνης, οἱ κορυφαῖοι τῶν τότε γραμματικῶν, εἰς τὸ, ὡς ἐῤῥέθη, ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο, περατοῦσι τὴν Ὀδύσσειαν, τὰ ἐφεξῆς ἕως τέλους τοῦ βιβλίου νοθεύοντες. οἱ δὲ τοιοῦτοι πολλὰ τῶν καιριωτάτων περικόπτουσιν, ὥς φασιν οἱ αὐτοῖς ἀντιπίπτοντες, οἷον τὴν εὐθὺς ἐφεξῆς τῶν φθασάντων ῥητορικὴν ἀνακεφαλαίωσιν καὶ τὴν τῆς ὅλης ὡς εἰπεῖν Ὀδυσσείας ἐπιτομὴν, εἶτα καὶ τὸν ὕστερον ἀναγνωρισμὸν Ὀδυσσέως τὸν πρὸς τὸν Λαέρτην καὶ τὰ ἐκεῖ θαυμασίως πλαττόμενα καὶ ἄλλα οὐκ ὀλίγα. εἰ δὲ διότι πολλὰ εὐανασκεύαστα ἐν τῇ ἀρχῇ τῆς ἐφεξῆς ῥαψῳδίας πεποίηνται, διατοῦτο ἐνταῦθα τὴν Ὀδύσσειαν ἀποτερματίζουσιν, ἔστιν αὐτοῖς στενῶσαι καὶ συσφίγξαι καὶ οἷον σφηκῶσαι τὴν ὅλην ποίησιν ταύτην ἀφελομένους ἐκ μέσου τοῦ βιβλίου καὶ ὅσα ὁμοίως μυθικὰ καὶ οὐ πιθανὰ ἐν Φαιακίᾳ ἐλαλήθησαν. εἴποι ἂν οὖν τις, ὅτι Ἀρίσταρχος καὶ Ἀριστοφάνης οἱ ῥηθέντες οὐ τὸ βιβλίον τῆς Ὀδυσσείας, ἀλλὰ ἴσως τὰ καίρια ταύτης ἐνταῦθα συντετελέσθαι φασίν. Ὅτι ἀνακεφαλαιώσεως ἐν τῇ εὐνῇ γινομένης τῶν τε κατὰ τὸν Ὀδυσσέα καὶ τῶν κατὰ τὴν γυναῖκα, εἰς αὐτὴν μὲν τρεῖς μόνους δαπανᾷ στίχους ὁ ποιητὴς εἰπὼν, ὡς εἶπεν ἡ γυνὴ ὅσα ἐν μεγάροις ἀνέσχετο ἀνδρῶν μνηστήρων ἐσορῶσα ἀΐδηλον ὅμιλον, οἳ αὐτῆς εἵνεκα πολλὰ βόας καὶ ἴφια μῆλα ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος. ἅ περ φραστικὰ δαπάνης ἀκαίρου εἰσίν. εἰς μέντοι τὸν πολυπαθῆ Ὀδυσσέα πλείους προφέρει στίχους· ὁ μὲν γὰρ ἔλεγεν ὅσα κήδεα ἔθηκεν ἀνθρώποις, ὅσα τε αὐτὸς ἐμόγησε μετὰ τὸν ἐκ Τροίας ἀπόπλουν· τῶν γὰρ περὶ Τροίαν οὐδεὶς οὐδόλως αὐτῷ λόγος. ἡ γυνὴ δὲ ἄρα τέρπετʼ ἀκούσασα, οὐδέ οἱ ὕπνος πίπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα. ἐξέκρουε γὰρ ἡ ἐν λόγοις μελιχρότης τὸ τοῦ ὕπνου γλυκύ. ἀρξάμενος οὖν ἐκ τῶν Κικόνων, ἀφʼ ὧν καὶ ἡ κατὰ φύσιν τῆς Ὀδυσσείας ἀρχὴ, ἀνακεφαλαιοῦται τὴν ὅλην πλάνην ἐν ἔπεσιν ἑνὶ πρὸς τοῖς τριάκοντα κατὰ φύσιν διηγησάμενος καὶ ἐκ τῶν πρώτων εὐτάκτως ἐλθὼν πρὸς τὰ ἔσχατα καὶ δείξας κἀνταῦθα, ὡς ἄρα καὶ μετατάσσειν οἶδε πράγματα καὶ περιβλητικῶς τῷ πρωθυστέρῳ τῶν διηγημάτων ἐνευδοκιμεῖν, ὡς πολλαχοῦ ἐποίει, καὶ αὖ πάλιν κατὰ τάξιν αὐτὰ τιθέναι μεθόδῳ σαφηνείας ὅτε καιρὸς, καθὰ καὶ ἐνταῦθα ποιεῖ· πάντα <!-- 2.309 -->γὰρ νῦν εὐτάκτως ἐπιτρέχει, ὡς πρῶτον Κίκονας δάμασεν, ὡς ἦλθε Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν· τοιαύτη γὰρ ἡ χώρα. καὶ ὅσα Κύκλωψ ἔρξεν, εἰς τοὺς αὐτοῦ δηλαδὴ ἑταίρους, καὶ ὡς ἀπετίσατο ποινὴν ἰφθίμων ἑτάρων, οὓς ἤσθιε οὐδʼ ἐλέαιρε, καὶ ὡς Αἴολον ἵκετο, ἔνθα ὑπὸ θυέλλης ἀνέμων ἐδυστύχησε, καὶ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκοντο, οἳ νῆας ὤλεσαν καὶ ἑταίρους. Ἔνθα ὅρα τὸ, οἳ νῆας ὤλεσαν, τουτέστιν οἱ Λαιστρυγόνες, ὡς ταυτὸν ὂν Λαιστρυγονίην καὶ Λαιστρυγόνας εἰπεῖν. καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε, οὗ ἐναντίον ἡ ἀμηχανία, ὃ δὴ δόλῳ καὶ πολυμηχανίᾳ καὶ Ὀδυσσεὺς κεκόσμηται. προσεπεῖπε δὲ καὶ ὡς Ἅιδου δόμον ἦλθε τὸν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, εὐρώεντα, ἔνθα εἴσιδε πάντας ἑταίρους καὶ μητέρα, εἰ καὶ ἐν τοῖς φθάσασιν ἐσιγήθη τὸ πάντας αὐτὸν τοὺς ἑταίρους ἰδεῖν. ἔτι δὲ κατέλεξε καὶ ὡς Σειρήνων ἀδινάων φθόγγον ἄκουσεν. ἔνθα φασὶν οἱ παλαιοὶ τὸ ἀδινάων ἀντὶ τοῦ ἡδυφώνων, ᾠδικῶν, παρὰ τὸ ᾄδειν ἢ μᾶλλον παρὰ τὸ ἡδύ· πέντε γάρ φασι τὸ ἀδινὸν σημαίνει· ἀθρόον, ὡς ἐν τῷ, μελισσάων ἀδινάων· οἰκτρὸν, ὡς ἐν τῷ, ἀδινὸν στοναχῆσαι· ἥδιον ἤγουν ἡδὺ, γλυκὺ, ὡς ἐν τῷ, Σειρήνων ἀδινάων· πυκνὸν καὶ ἰσχνὸν, οἷον, ἀμφʼ ἀδινὸν κῆρ· καὶ ἠρέμα, ὡς ἐν τῷ, ἀδινῶς ἀνενείκατο φώνησέν τε. Λογιστέον δὲ ὅτι ὁ τὸν Ἄδωνιν δασύνας πολλῷ πλέον ἐθρασύνατο ἂν τὰς ἁδινὰς δασύναι Σειρῆνας ὡς ἀπὸ τοῦ ἥδω. Ἰστέον γὰρ ὅτι ὁ περὶ βαρβαρισμοῦ γράψας ὡς ἁμάρτημά ἐστι προφορᾶς ἐν λέξει παρὰ τόνον ἢ παρὰ χρόνον ἢ παρὰ διάλεκτον, ἐν λέγει βαρβαρισμὸν εἶναι καὶ παρὰ πνεῦμα, ὡς εἴ τίς φησι τὸν Ἄδωνιν ψιλῶς λέγει, ἢ τὸν ὄνον μετὰ δασείας πνεύσεως, ἢ εἴπῃ, ἐφʼ ἐννέα κεῖτο πέλεθρα. ὁ δʼ αὐτὸς καὶ τὸν παρὰ διάλεκτον κωμικώτερον βαρβαρίζοντα σαρκάζειν λέγει καὶ τὸ πρᾶγμα σαρκασμὸν καλεῖ. ἔτι εἶπε καὶ ὡς ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν, τὴν καὶ δῖαν ἐν ἄλλοις ῥηθεῖσαν, Σκύλλην τε, ἣν οὔ πώ ποτε ἀκήριοι ἄνδρες ἄλυξαν, ὡς καὶ προεῤῥέθη. ἔτι γε μὴν ἐκεφαλαιώσατο καὶ τὸ κατὰ τὰς βόας τοῦ Ἡλίου καὶ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ Ζεὺς τουτέστιν αἶψα ὀλλύντι ἢ ἀσβολοποιῷ· ψόλος γάρ φασιν ἡ ἀσβόλη. ἔφη δὲ καὶ ὡς ἵκετο Ὠγυγίην νῆσον, τὴν πολλαχοῦ ῥηθεῖσαν, νύμφην τε Καλυψῶ, καὶ ὡς ὑπισχνεῖτο ἐκείνη θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα τὸν Ὀδυσσέα, εἰ καὶ οὔ ποτε θυμὸν αὐτοῦ ἐνὶ στήθεσσιν ἔπειθεν, ὃ καὶ σαίνειν πλέον τῶν ἄλλων τὴν Πηνελόπην δόξειεν ἄν. καὶ ἐπὶ πᾶσιν εἶπεν, ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας, καὶ τιμηθεὶς ἐπανῆλθε πλουτῶν. τοῦτʼ ἄρα, φησὶ, δεύτατον ἤγουν πανύστατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος λυσιμελὴς ἐπόρευσε λύων μελεδήματα θυμοῦ. ὃ γέγραπται καὶ ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι ἐν τῷ, πολλὰ βόας καὶ ἴφια μῆλα ἔσφαζον, τὸ πολλὰ ὡς πρὸς πράγματα ἁπλῶς ἀποδέδοται, ὃ πολλαχοῦ εἴωθε κατά τι σχῆμα ἴδιον φράζειν ὁ ποιητής. τῷ δὲ τῶν μήλων ὀνόματι καὶ αἶγες καὶ σύες καὶ νῦν ἐμπεριλαμβάνονται. μετʼ ὀλίγα δὲ καὶ βόας ἡ λέξις ἐμπεριέχει, οἷον· μῆλα, πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσομαι. Τὸ δὲ, ἀπετίσατο ποινὴν ἑτάρων, ἢ ἀντὶ τοῦ, ἀπέτισε ποινὴν ἑτάρων, ἢ ἀντὶ τοῦ, ἀπέτισε ποινὴν ὁ φαγὼν αὐτοὺς Κύκλωψ, τουτέστιν ἀπέδωκεν, ἢ Ὀδυσσεὺς ἐτίσατο ἐκεῖνον ἤγουν ἐτιμώρησεν εἰς ποινὴν τὴν ὑπὲρ τῶν φίλων. Ὅτι ἐν τῷ, αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον Ἠριγένειαν ὦρσεν ἵνʼ ἀνθρώποισι φόως φέρῃ, τὸν ὄρθρον φράζει, ὡς δηλοῖ καὶ τὸ ὦρσεν· οὗ θέμα ὄρω, ἐξ οὗ ὁ ὄρθρος. δοκεῖ δὲ τοιοῦτος εἶναι καιρὸς ὁ μικρόν τι πρὸ ἡλίου φαύσεως, ὡς δηλοῖ ἐφεξῆς τὸ, αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι, ἤγουν ὅτε ἥλιος ἀνατείλῃ, μετὰ τὸν ὄρθρον δηλαδὴ, καθʼ ὃν καὶ ἀνίστανται ὀρθούμενοι ἄνθρωποι, ὡς τὰ πολλὰ οὐκ ἀναμένοντες ἥλιον. Ὅτι διαθηκῷά τις ὑποτύπωσις ἅ περ Ὀδυσσεὺς ἐνταῦθα πρὸς τὴν γυναῖκα φησίν· ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων ἀμφότεροι, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον κλαίουσα, αὐτὰρ ἐμὲ θεὸς ἄλγεσιν ἱέμενον πεδάασκεν, ἤτοι ἐδέσμει, ἐμῆς ἀπὸ πατρίδος αἴης, τουτέστιν ἐγὼ μὲν ἀπὸ τῆς πατρίδος, σὺ δὲ ἐπὶ τῆς πατρίδος ἐπάσχομεν κακά. νῦν δʼ ἐπεὶ ἀμφότεροι πολυήρατον ἱκόμεθʼ εὐνὴν, κτήματα μὲν τά μοί ἐστι κομιζέμεν ἐν μεγάροισιν, ὅ ἐστι κόμιζε καὶ ἐπιμελοῦ· μῆλα δὲ, ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν, πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσομαι, τουτέστιν ἀκόντων ἀφέλωμαι, ἄλλα δʼ Ἀχαιοὶ δώσουσιν, εἰσόκε πάντας ἐνιπλήσωσιν ἐπαύλους, ἤτοι σταθμοὺς, αὐλὰς, ἐπαύλεις. γράφεται δέ φασι καὶ μεσαύλους. οἱ μέντοι ἔναυλοι τί δηλοῦσιν, ἔστιν εὑρεῖν ἐν τῇ Ἰλιάδι. δῆλον δὲ ὅτι καὶ λόγοι ἔναυλοι παρὰ τὸν μουσικὸν αὐλὸν λέγονται οἱ πρόσφατοι <!-- 2.310 -->καὶ ἀκοαῖς ἔτι ἐναυλούμενοι. Ὅρα δὲ ὅτι σχήματός ἐστιν ἐξάλλαξις τὸ, σὺ μὲν ἐνθάδε κλαίουσα, ἐμὲ δὲ θεὸς ἄλγεσι πεδάασκε· τὸ γὰρ σαφὲς καὶ κοινὸν καὶ σύνηθες τοιοῦτον· σὺ μὲν ἐνθάδε κλαίουσα, ἐγὼ δὲ ἀλήτης ἐκ θεοῦ πεδούμενος ἄλγεσι. Κτήματα δὲ φανερῶς πάντα λέγει τὰ ἐν μεγάροις, ὥς περ δὴ καὶ μῆλα, καθὰ καὶ προσεχῶς ἐδηλώθη, πάντα τὰ θρέμματα. Ὅρα δὲ ὅτι τὸ ὑπὸ ἀλγέων κωλύεσθαι ἄλγεσι πεδιεῖσθαι φησὶν ὁ ποιητὴς, καὶ ὅτι τὸ πεδάασκον δευτέρας συζυγίας ἐμφαίνει ῥῆμα εἶναι τὸ πεδῶ, καθά που πρὸ τούτων καὶ τὸ, ὅς τίς μʼ ἀθανάτων πεδάᾳ. καὶ ὅτι τοὺς μὲν Ἰθακησίους Ἀχαιοὺς οὐκ ἂν ἴσως βλάψοι ληϊζόμενος Ὀδυσσεὺς, δώσουσι γὰρ ἀναγκαίως ἑκόντες ἀέκοντες ἅ περ ζητοῦνται, ὑποχείριοι τῷ Ὀδυσσεῖ κείμενοι· Δουλιχίων τῶν δὲ καὶ Σαμίων καὶ Ζακυνθίων ληΐσεται, οὓς εἰκὸς δυσπειθεῖν διὰ τὸ ποῤῥωτέρω τῆς Ἰθάκης εἶναι. Ὅτι προεκτιθέμενος κἀνταῦθα Ὅμηρος τὴν ἐπὶ τοῖς ἐφεξῆς ποιητικὴν οἰκονομίαν πλάττει τὸν Ὀδυσσέα λέγοντα, ὡς αὐτὸς μὲν πολυδένδρεον ἀγρὸν ἔπεισιν ὀψόμενος πατέρα ἐσθλόν· σοὶ δὲ, γύναι, τόδʼ ἐπιτέλλω πινυτῇ περ ἐούσῃ, αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι ἀνδρῶν μνηστήρων οὓς ἔκτανον, εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν, ἧσθαι τουτέστι κάθησο, μηδέ τινα προτιόσσεο ἤγουν πρόβλεπε, μηδʼ ἐρέεινε ἤτοι προσφώνει ὡς ἐκ μέρους εἰπεῖν τὸ πᾶν. διατί δὲ ταῦτα; ἵνα μηδὲν τῶν πεπραγμένων εἰδέναι δοκοῦσα μηδʼ ἀδικηθείη ὑπό τινων. καὶ τοῦτο μὲν οὕτως εὐοικονομήτως ἀναπεφώνηται. Ὅρα δὲ τὸ, ἀγρὸν ἔπειμι, αἰτιατικῇ συνταχθὲν ἀντὶ τοῦ, ἐπὶ τὸν ἀγρὸν εἶμι. οἱ δὲ μεθʼ Ὅμηρον καὶ μάχιμον οἴδασι τὴν λέξιν· ἐπιέναι γοῦν τις καὶ ἐπέρχεσθαί τινι λέγεται κατὰ δοτικὴν σύνταξιν. Σημείωσαι δὲ καὶ τὸ, αὐτίκα γάρ· ἔνθα ὁ γαρ σύνδεσμος κεῖται συνήθως ἐν ἀρχῇ ἀντὶ τοῦ ἐπειδὴ ἢ διὸ, ἀποδιδόμενος εἰς τὸ, εἰς ὑπερῷʼ ἀναβᾶσα. Φάτιν δὲ τὴν πολλαχοῦ δηλωθεῖσαν φήμην φησί· γίνεται δὲ ἐκ τοῦ φατίζω ἡ φάτις. ἡ μέντοι φάσις τῶν μεθʼ Ὅμηρόν ἐστι, φιλοσόφοις τε ἐγνωσμένη καὶ δικανικὴ λέξις οὖσα παρὰ τοῖς παλαιοῖς. Ὅτι τὸν Τηλέμαχον καὶ τὸν βουκόλον καὶ τὸν συβώτην ἐνόπλους Ὀδυσσεὺς ἐπὶ τὸν ἀγρὸν ἀπιὼν συνεξάγει διά τι ἀναγκαῖον, ὡς ῥηθήσεται. καὶ ἔστι καὶ τοῦτο οἷόν τις προέκθεσις. προάγει δὲ αὐτοὺς τῆς πόλεως Ἀθήνη νυκτὶ κατακρύψασα, ἡ τοῦ Ὀδυσσέως δηλαδὴ φρόνησις, οὐ περὶ πλήθουσαν ἀγορὰν ἐκείνους ἐξαγαγοῦσα ὡς ἅπασι βλέπεσθαι, ὄρθρου δὲ ὡς εἰκὸς ἢ μικρόν τι μετὰ τὸν ἀκριβῆ ὄρθρον, καθὰ δηλοῖ καὶ τὸ, ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τὸ ἐνταῦθα μὲν πάνυ γοργῶς λεχθὲν, ἀλλαχοῦ δὲ περιφρασθὲν ἐν τῷ, Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο καὶ ἑξῆς, καὶ ἐν τῷ, ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς. Ἰστέον δὲ ὅτι ἐν τούτοις ὡς καὶ ἐν τοῖς ἑξῆς κεῖται καὶ διασκευὴ περιττὴ καὶ ἀφελὴς τὸ, ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον, ἦρχε δʼ Ὀδυσσεύς. διὸ καὶ γοργῶς ἀπεστένωται διὰ τὸ εὐτελές. ἔχει δέ τι καὶ μεγαλόφρον ὁ τοῦ Ὀδυσσέως ἐνταῦθα λόγος ἐν τῷ, μνηστήρων οὓς ἔκτανον· ἑαυτῷ γὰρ τὸ πᾶν τῆς μνηστηροκτονίας ἐπιγράφεται ἀκροωμένης τῆς γυναικὸς, οἷα τὸν υἱὸν καὶ τοὺς δούλους μὴ προσλογιζόμενος.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ω. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Τὰς τῶν μνηστήρων ψυχὰς Ἑρμῆς εἰς Ἅιδου κατάγει, καὶ ἀναγνωρισμὸς Ὀδυσσέως γίνεται πρὸς τὸν ἑαυτοῦ πατέρα Λαέρτην, καὶ ταραχὴν τοῖς Ἰθακησίοις γεγενημένην ἐπὶ τῇ τῶν μνηστήρων ἀναιρέσει Ἀθηνᾶ διακωλύει.

ΟΔΥΣΣΕΙΑΣ Ω. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

Ὅτι τῆς τελευταίας ταύτης ῥαψῳδίας διπλῆ ἐπιγραφή· σπονδαὶ γὰρ ἢ νεκυία ἐπιγράφεται παρὰ τοῖς παλαιοῖς, τὸ μὲν ἐκ τοῦ τέλους ταύτης, ἔνθα σπονδαὶ τοῖς τε Ἰθακησίοις καὶ τοῖς περὶ τὸν Ὀδυσσέα γίνονται, τὸ δὲ ἐκ τῆς ἀρχῆς, καθʼ ἣν Ἑρμῆς τὰς τῶν μνηστήρων ψυχὰς εἰς Ἅιδην κατάγει· <!-- 2.311 -->ἐφʼ ᾗ καταγωγῇ τερθρεύεται τὰ δοκοῦντα ὁ ποιητὴς κάτω που περὶ τὸν Ἅιδην ἔνθα οἱ νέκυες, ἀφʼ ὧν ἡ νεκυία παράγεται, τουτέστιν ἡ λέγουσα πραγματεία τὰ κατὰ τοὺς νέκυας. ἣν δὴ νεκυίαν τινὲς μὲν κατὰ τὴν μυῖαν γράφουσι, τινὲς δὲ κατὰ τὴν ὀξύαν τὸ φυτόν· ἀφʼ ἧς καὶ βέλη κατά τινας ὀξυόεντα. ἀρχὴ δὲ τῆς ῥαψῳδίας ταύτης τὸ, Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο, τουτέστιν ἔξω τοῦ δώματος ἔφερε προνοούμενός φασι τὰ Ὀδυσσέως οἷα πρόγονος ἐκείνου, εἴ περ Ἑρμοῦ μὲν Ἀρκείσιος, αὐτοῦ δὲ Λαέρτης ὁ τοῦ Ὀδυσσέως πατὴρ, καὶ διατοῦτο τὰς φιλοσωμάτους ψυχὰς ἐκφέρων καὶ τῆς ἐξ ἐκείνων μήνιδος ἐκκαθαίρων τὸν τοῦ ἀπογόνου οἶκον. ἔοικε δʼ ἐξ Ὁμήρου λαβὼν ἀρχὴν ὁ Λιβάνιος εἰπεῖν ἐπὶ τοῦ παρʼ αὐτῷ κατὰ τὸν κολοιὸν μύθου, ὡς τῶν πτερῶν ἐξεκαλεῖτο ὁπόσα οἱ ὥραν οὐκ ἔφερεν. Ἰστέον δὲ ὡς ἐκ τοῦ, Ἑρμῆς δὲ ψυχὰς ἐξεκαλεῖτο, τὸν ψυχοπομπὸν συντιθέντες τινὲς ἐπίθετον αὐτὸ εἶπον Ἑρμοῦ, τόδʼ ἔστιν ἄλλως ἔχον κατὰ ἀλληγορίαν, ὅτι δηλαδὴ ὁ λόγος ἀναψυχὴν πέμπει τοῖς ἐν μετοχῇ αὐτοῦ. Ὅτι δὲ ὁ Ἑρμῆς ἀπὸ κράσεως ἔχει τὸ περισπᾶσθαι, δηλοῖ καὶ Ἡρῳδιανὸς παραδοὺς, ὅτι ὡς Ἀπελλέας Ἀπελλῆς, Θαλέας Θαλῆς ὁ Μιλήσιος, Ποδέας Ποδῆς ὁ παρʼ Ὁμήρῳ, οὕτω καὶ Ἑρμέας Ἑρμῆς. Κυλλήνιος δὲ Ἑρμῆς μυθικῶς μὲν ἀπὸ Κυλλήνης, ἥ τις ὄρος ἐστὶν Ἀρκαδίας σταδίων ἐννέα Ὀλυμπιακῶν παρὰ πόδας ὀγδοήκοντα, καθά φασιν ἱστορεῖν Ἀπολλόδωρον, ὀνομασθὲν ἀπὸ Κυλλήνης ἡρωΐδος τινός. περιᾴδεται δὲ διαφερόντως ἐν τοῖς περὶ τὸ τοιοῦτον ὄρος τιμᾶσθαι τὸν Ἑρμῆν κἀκεῖθεν σχεῖν τὸ λεχθὲν ἐπίθετον. κατὰ μέντοι ἀλληγορίαν Κυλλήνιος ὁ τοῦ ὕπνου δοτὴρ, ὁ τὰς ἡνίας τῶν κύλων ἢ κυλάδων ἔχων, ὃ δηλοῖ τὰ ὑπὸ τοὺς ὀφθαλμούς· ὅθεν καὶ κυλοιδιᾶν παρʼ Ἀττικοῖς τὸ τὰ κύλα τῶν ὀφθαλμῶν οἰδεῖν ἐκ μακροϋπνίας τυχὸν ἢ ἀϋπνίας. οἱ δὲ παλαιοί φασι καὶ ὅτι κύλα κατὰ Εὐθύδημον τὰ ἐν τῷ κάτω βλεφάρῳ μικρὰ ἀνατρέχοντα ἐν τῷ μύειν, τὰ δὲ ἐν τῷ ἄνω ἐπικύλιον. Δίδωσι δὲ κἀνταῦθα τῷ Ἑρμῇ ἡ ποίησις καὶ ῥᾴβδον μετὰ χερσὶ χρυσείην, ᾗ τῶν μὲν ὄμματα θέλγει, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, τοὺς δὲ καὶ ὑπνώοντας ἐγείρει. καὶ λέγει ὡς ταύτῃ κινήσας ἦγε τὰς ψυχὰς, ὡς εἶναι καὶ ταύτην ἐνέργειαν τῆς ἑρμαϊκῆς ῥᾴβδου. Γίνεται δὲ ῥᾴβδος παρὰ τὸ ῥᾳδίως ποιεῖν βαδίζειν, ὡς ἐν ἀρχαίοις ὑπομνήμασι φέρεται· ἔνθα πρόσκειται καὶ ὅτι βέλτιον δὲ ἀπὸ τοῦ ῥαπίζειν, ἵνα τῷ μὲν πρώτῳ λόγῳ προπερισπᾶται ἡ λέξις διὰ τὸ ῥᾷον, τῷ δὲ δευτέρῳ παροξύνηται. Ὅτι φωνήν τινα ταῖς προπεμπομέναις εἰς Ἅιδην ψυχαῖς τῶν μνηστήρων πλάττων ὁ ποιητὴς τρίζειν αὐτάς φησι κατά τινα ὀνοματοποιΐαν τῷ μύθῳ ἀρέσκουσαν, ὡς εἶναι αὐταῖς τοῦτο οἷα τινὰ κλαυθμυρισμόν. καὶ μὴ αἰδισθεὶς τὸ πλάσμα τῆς τοιαύτης ὀνοματοποιΐας στερεοῖ αὐτὸ καὶ διὰ παραβολῆς φράζων οὕτως· αἱ δὲ τρίζουσαι ἕποντο. ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου

  
θεσπεσίοιο τρίζουσαι ποτέονται, ἐπειδάν τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,  
ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν, ἤτοι ἐπορεύοντο ἀπὸ τοῦ ἐΐω ἐνεστῶτος. ἦρχε δʼ ἄρα σφιν εἰς Ἅιδου Ἑρμείας ἀκάκητα, ὃ καὶ ἐν ἄλλοις κληθεὶς ἐφάνη. οὕτω δὲ καὶ Ὀδυσσεὺς πρὸ ὀλίγων ἦρχεν ὁδοῦ τῆς ἀμφʼ αὐτόν. Καὶ ὅρα ὡς τὸ τρίζειν ἐπὶ ψυχῶν εἰπὼν, κυριολεκτούμενον ἐπὶ νυκτερίδων, παρεμυθήσατο τὴν τροπὴν διὰ τῆς ῥηθείσης παραβολῆς. διὸ καὶ ἐπλεόνασε τῇ λέξει, τρὶς αὐτὴν ἐνταῦθα διὰ τὸ καίριον. Ἰστέον δὲ ὅτι τρύζειν μὲν διὰ τοῦ υ ψιλοῦ ἐπὶ τρυγόνων, αἳ καὶ ἀπὸ τοῦ τοιούτου γίνονται ῥήματος, τρίζειν δὲ κυρίως ἐπὶ νυκτερίδων· ὧν καὶ ἴδιον δοκεῖ ὁ ποιητὴς λέγειν τὸ ἀλλήλαις συνέχεσθαι, ὃ καὶ ἴδιον ὁρμαθοῦ, καὶ τὸ τὰς ἀποπεσούσας ἄνωθεν ἐκ πέτρας, ἐφʼ ἧς εἰσὶ, τρισμὸν ἀποτελεῖν, ὃς δὴ καὶ ἐπὶ μυῶν λέγεται. ὁμοίως δὲ τρίζειν καὶ ἐπὶ χιόνος, ὅθεν καὶ χιὼν τετριγυῖα. Ἰστέον δὲ ὅτι τε μυθικῶς ταῖς ψυχαῖς ἐπελέχθη τρισμὸς, οἷα λόγου μὲν ἐνάρθρου ἐστερημέναις ἄλλως δὲ θορυβούσαις, καὶ ὅτι τὰς εἰς νύκτερον τόπον ἀπιούσας προσφυῶς ἐτόλμησεν ὁ ποιητικὸς λῆρος νυκτερίσι παραβαλεῖν, καὶ ὅτι τὸ τῆς νυκτερίδος ἄγρυπνον παρασίτῳ ἐπεσκώφθη ἐγρηγορότι κολακικῶς· παράσιτος γὰρ ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ ἑαυτὸν σεμνύνων ἄλλα τέ τινα γλυκέως λέγει περὶ ἑαυτοῦ κατὰ εἰκασμὸν ἀστεῖον, καὶ ὅτι ἀναβῆναι πρὸς κλιμάκιον, Καππανεύς εἰμι. ὑπομένειν πληγὰς, ἄκμων. ὕδωρ δὲ πίνειν, βάτραχος. ἀπολαῦσαι θύμων λαχάνων τε, κάμπη. πρὸς τὸ μὴ λοῦσθαι ἤγουν μὴ λούεσθαι, ῥύπος. ὑπαίθριος χειμῶνα διάγειν, κόψιχος, ὅ πέρ ἐστι κόσσυφος. πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν, τέττιξ. ἐλαίῳ μὴ χρῆσθαι, κονιορτός. ἀνυπόδητος ὄρθρου περιπατεῖν, γέρανος. καθεύδειν μηδὲ μικρὸν, νυκτερίς. εἰς τοῦτο δὲ χρήσιμον καὶ λαγωός. τούτοις προσθετέον ἐκεῖθεν καὶ <!-- 2.312 -->τὸ, τύπτεσθαι, μύδρος εἰμί. τύπτειν, κεραυνός. τυφλοῦν τινὰ, ἀστραπή. φέρειν τινʼ ἄραντʼ, ἄνεμος. ἀποπνῖξαι, βρόχος. θύρας μοχλεύειν, σεισμός. εἰσπηδᾶν, ἀκρίς. δειπνεῖν ἀκλήτως, μυῖα. μὴ ἐξελθεῖν, φρέαρ. Καὶ οὕτω μὲν ἡδέος ἀστεϊσμοῦ τοῦδε ἡ νυκτερὶς ἀφορμή. Θεσπέσιον δὲ ἄντρον οὐχʼ ἁπλῶς οὕτω παρέῤῥιπται, ἀλλʼ ὅτι θεῖα τὰ ἄντρα ἐνομίζοντο οἷα σύμβολα κόσμου κατὰ Πορφύριον, ὡς καὶ ἐν τοῖς περὶ τοῦ Ἰθακησίου ἄντρου εἴρηται, ὃ καὶ ἐπήρατον ἐῤῥέθη ἐκεῖ. Ὅτι Λευκάδα τινὰ πέτραν καὶ Ἡλίου πύλας καὶ δῆμον Ὀνείρων καὶ ἀσφοδελὸν λειμῶνα κἀνταῦθα πλάττει τόπον ταῖς ψυχαῖς ἐκεῖθεν τοῦ Ὠκεανοῦ. φησὶ γοῦν ὅτι παρῆλθον αἱ τῶν μνηστήρων ψυχαὶ Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον Ὀνείρων· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα, ἔνθα τε ναίουσι ψυχαὶ εἴδωλα καμόντων ἤτοι τεθνεώτων, ὡς καὶ ἡ πρώτη νεκυία δηλοῖ, ἔνθα καὶ περὶ ἀσφοδελοῦ λειμῶνος εἴρηται. Ἰστέον δὲ ὅτι Λευκάδα μὲν πέτραν ὁ μῦθος πρὸς τῷ Ἅιδῃ πλάττει ἢ κατὰ ἀντίφρασιν, μέλας γὰρ ἐκεῖ σκότος, ἢ καὶ διὰ τοὺς ἐσχάτους τῆς ἐκεῖ γῆς τόπους, οὓς εἰκὸς τὸν ἥλιον ἔτι διαλευκαίνειν δυόμενον. ὅτι δὲ καθʼ ἱστορίαν Λευκὰς τόπος Ἠπειρωτικὸς, ἧς οἱ ἐγχώριοι Λευκάδιοι, δῆλον ἐστί· καὶ ἔσται τις αὐτῆς μνεία καὶ ἐν τοῖς ἑξῆς. Πύλας δὲ Ἡλίου λέγει τὰς οἷον συγκλειούσας ἐκεῖνον κρύψεις, γενόμενον πρὸς δυσμαῖς· ἃς δὴ πύλας εἰσδυόμενος ὡς ὑπὸ κευθμῶνας τινὰς γίνεται ἀφανής. Τὸ δὲ, δῆμον Ὀνείρων, ὡς ἐπὶ ἐμψύχων καὶ σωματοειδῶν εἶπε, νύκτωρ ἡμῖν ἐκεῖθεν δῆθεν ἐπιφοιτώντων. οἰκεῖον δὲ καὶ αὐτοῖς αἱ δυσμαὶ, οὐ μὴν ἡ ἀνατολή· τοῖς γὰρ νυκτὸς καὶ ἁπλῶς ἐν ὕπνῳ φαινομένοις προσφυὲς καὶ τὸ νυκτῶδες τοῦ τόπου. Δοκεῖ δὲ ὁ μῦθος εὐτάκτως τοπογραφεῖν, τάττων μετὰ τὸν Ὠκεανὸν τὴν Λευκάδα, μεθʼ ἣν τὰς Ἡλίου πύλας, εἶτα τοὺς Ὀνείρους καὶ μετʼ αὐτοὺς τὸν ἀσφοδελὸν λειμῶνα, περὶ ὃν αἱ ψυχαὶ, ὁμοιότητά πως κατὰ τὸν μῦθον σώζουσαι τοῖς ὀνείροις κατὰ τὸ, ψυχὴ δʼ ἀποπταμένη ἠΰτʼ ὄνειρος πεπότηται. Ἰστέον δὲ καὶ ὅτι πιθανεύεται ὁ μῦθος Ὀνείροις τόπον εἶναι περί που τὰ κατὰ τὸν Ἅιδην οὗ οἱ τεθνεῶτες, ἐπεὶ καὶ ἀδελφοὶ θάνατος καὶ ὕπνος εἶναι λέγονται. Ὅτι πρός τε πλατυσμὸν πρός τε παραδοξοποιΐαν πρός τε ποικιλίαν ποιήσεως τεχνᾶταί τι κἀνταῦθα Ὅμηρος, ὧν καὶ ἐν τῇ πρώτῃ νεκυίᾳ πεποίηκε, καὶ πλάττει ὡς ἐν ἠθοποιΐᾳ εἰδωλοποιητικῇ Ἀχιλλέα τε τὸν αὐτῷ φίλον, ἔτι δὲ καὶ τὸν εὐρυκρείοντα Ἀγαμέμνονα, διομιλουμένους ἀλλήλοις τὰ εἰκότα βιωτικώτερον. ἐν οἷς ἄλλα τε κατορθοῖ ὁ ποιητὴς καὶ Τρωϊκαῖς ἱστορίαις ἀρτύει συνήθως τὴν ποίησιν καὶ μύθοις χρᾶται, ὧν στερουμένη ποίησις οὐκ ἂν εἴη ἔτι ποίησις. καὶ τέως μὲν λέγει ὡς αἱ ψυχαὶ τῶν μνηστήρων κάτω ἐλθοῦσαι εὗρον τὴν τοῦ Ἀχιλλέως, τὴν τοῦ Πατρόκλου, τὴν τοῦ ἀμύμονος Ἀντιλόχου, Αἴαντός τε ὃς ἄριστος ἔην, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλείωνα. καὶ αὐτοὶ μὲν περὶ τὸν Ἀχιλλέα ὡμίλουν· ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος ἀχνυμένη· περὶ δὲ αὐτὸν οἱ σὺν ἐκείνῳ θανόντες οἴκῳ ἐν Αἰγίσθου, καθὰ καὶ ἡ πρώτη νεκυία δηλοῖ. καὶ τὸ ἐντεῦθεν ἄρχεται διαλογική τις ἠθοποιΐα ἔχουσα οὕτως ὡς ἀπὸ τοῦ Ἀχιλλέως· Ἀτρείδη, περὶ μέν σε φάμεν Διῒ ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, οὕνεκα πολλοῖσί τε καὶ ἰφθίμοισιν ἄνασσες δήμῳ ἐνὶ Τρώων ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί. ἦ τʼ ἄρα καὶ σοὶ πρῶτα, ἤγουν πρὸ καιροῦ κατὰ τοὺς Ἀττικοὺς, παραστήσεσθαι ἔμελλε Μοῖρʼ ὀλοὴ, ἣν οὔ τις ἀλεύεται ὅς κε γένηται, τουτέστιν ἣν ὀλοὴν μοῖραν οὐδεὶς ἐκφεύγει τῶν ἐν γενέσει κἂν εὐδαιμονοίη, ὡς καὶ ἡ Ἰλιὰς λαλεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ περὶ τῶν δύο πίθων, οἳ Διὸς ἐν οὔδει κατάκεινται. εἶτα ἐπάγει, ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες, δήμῳ ἐνὶ Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν· τῷ κέν τοι, ἤγουν οὕτως ἄν σοι, τύμβον μὲν ἐποίησαν Παναχαιοὶ, καὶ σῷ δὲ ἂν παιδὶ μέγα κλέος ἤραο ὀπίσω· νῦν δʼ ἄρα σε οἰκτίστῳ θανάτῳ ἐχρῆν ἁλῶναι. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ἀχιλλέως. ἐν οἷς ἔπαινός τέ τις κεῖται βασιλικὸς καὶ ἱστορία τοῦ εὐρυκρείοντα κατά γε τὰ Τρωϊκὰ μόνα εἶναι τὸν Ἀγαμέμνονα, ὡς δηλοῖ τὸ, πολλοῖσιν ἄνασσες δήμῳ ἐνὶ Τρώων. ἔτι δὲ καὶ φιλοσοφία τοῦ ἀπαθῆ κακομοιρίας εἶναι τὰ μὴ ὑπὸ γένεσιν καὶ ἠθικὴ διδασκαλία τοῦ αἱρετώτερον εἶναι καὶ γενναῖον ἄνδρα ἐν πολέμῳ θνήσκειν ἐνδόξως ἑαυτῷ τὸν τοῖς αὐτοῦ ἤ περ ὕστερον ἀκλεῶς. ἐν οἷς καὶ τὸ, τιμῆς ἀπονήμενος ἧς περ ἄνασσες, εἴρηται ἀντὶ τοῦ κερδήσας καὶ ὄνησίν τινα σχὼν τῆς βασιλείας, διʼ ἧς ἄνασσες ἢ ἧς ἕνεκεν ἄνασσες. οὐ γὰρ τιμῆς ἀνάσσει τις ἀλλὰ χάριν ἢ ἕνεκεν τιμῆς. ἐν οἷς καὶ τὸ μὲν, <!-- 2.313 -->πολλοῖς ἄνασσες, πρὸς διαστολὴν μικροβασιλείας εἴρηται, τὸ δὲ, καὶ ἰφθίμοις, πρὸς ἔνδειξιν τῆς Ἑλληνικῆς γενναιότητος. καὶ τοιαύτη μὲν ἡ τοῦ Ἀχιλλέως εἰδωλοποιΐα. ἡ δέ γε τοῦ βασιλέως ἐπὶ τῷ Ἀχιλλεῖ ἀντισεμνύνει μὲν τὸν Ἀχιλλέα μάλιστα διὰ μακροῦ λόγου. ἑαυτῷ δὲ ἀκερδὲς τὸ τοῦ Τρωϊκοῦ πολέμου δείκνυσι τέλος ἐν πάνυ ὀλιγίστῳ λόγῳ· ἔφθη γὰρ ἤδη ὁ Ἀχιλλεὺς ἐν τοῖς ῥηθεῖσι περὶ τῆς τοιαύτης πλατύτερον δυσπραγίας εἰπεῖν. ἔχει δὲ ὧδέ πως καὶ ἅ περ ἠθοποιεῖται κατὰ τὸν βασιλέα· ὄλβιε Πηλέος υἱὲ θεῷ ἐπιείκελʼ Ἀχιλλεῦ, ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος, τοῦ Θετταλικοῦ δηλαδή· ἀμφὶ δέ σʼ ἄλλοι κτείνοντο Τρώων καὶ Ἀχαιῶν ἄριστοι μαρνάμενοι περὶ σοῦ, σὺ δὲ στροφάλιγγι κονίης κεῖσο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων. ὃς δὴ ὁλοδάκτυλος στίχος κεῖταί που καὶ ἐν Ἰλιάδι. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθα, οὐδʼ ἂν πάμπαν παυσάμεθα πολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν, ἢ δηλαδὴ τὸν ἀέρα στροφάλιγγι κονίης συγχέας ἢ καὶ ἄλλως ἐκφοβήσας κατά τι πάθος αἰγίδος τῆς πολλαχοῦ δηλουμένης. αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, κάτθεμεν ἐν λεχέεσσι καθήραντες χρόα καλὸν ὕδατί τε λιαρῷ καὶ ἀλείφατι, πολλὰ δέ σε ἀμφὶς δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας. ἅ περ εἴωθεν ἐπὶ νεκροῖς γίνεσθαι, ὡς καὶ ἐν τοῖς κατὰ τὸν Πάτροκλον φαίνεται. εἶτα λέγει ἡ εἰδωλοποιΐα καὶ ὡς ἡ μήτηρ Θέτις μαθοῦσα ἐξ ἁλὸς ἦλθε σύν γε ταῖς Νηρηΐσιν, βοὴ δʼ ἐπὶ πόντον ὀρώρει θεσπεσίη, ἡ ἐξ ἐκείνων, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς. διʼ ὧν φόβος θαλάττιος φράζεται. καὶ δή, φησιν, ἀναΐξαντες ἔβησαν ἂν οἱ Ἀχαιοὶ πεφοβημένοι, ὅ ἐστι πεφευγότες, ἐπὶ νῆας, εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδὼς, Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλὴ, δηλώσας μὴ χρῆναι φεύγειν διὰ τὸ τὴν μητέρα Θέτιν ἐξ ἁλὸς ἔρχεσθαι οὗ παιδὸς ἀντιόωσαν. καὶ οἱ μὲν οὕτως ἔσχοντο φόβου ἤγουν φυγῆς, ἀμφὶ δέ σε, φησὶν, ἔστησαν αἱ Νηρηΐδες οἰκτρὰ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν, τουτέστιν ἐνέδυσαν. Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γε νοήσας Ἀργείων· τοῖον γὰρ ἐπώρορεν, ἢ ἐπόρνυε, Μοῦσα λίγεια. ἑπτακαίδεκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ κλαίομεν, ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι, ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρὶ, πολλὰ δέ σε ἀμφὶς μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς. καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ καὶ μέλιτι γλυκερῷ, πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ τεύχεσιν ἐῤῥώσαντο πυρὴν περικαιομένοιο πεζοί θʼ ἱππῆές τε, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο, ἠῶθεν δή τοι λέγομεν, τουτέστι συνήγομεν, λευκὰ ὀστέα, Ἀχιλλεῦ, οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ χρύσεον ἀμφιφορῆα, Διονύσοιο δὲ δῶρον φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο. τοῦτο μὲν διὰ τὸ ἐν πυρὶ τεχνικῶς κατειργάσθαι, ἐκεῖνο δὲ διὰ τὸ ἐπιτετηδεῦθαι ὑποδέχεσθαι οἶνον, εἰς ὃν ἀλληγορεῖται Διόνυσος. ἐν τούτῳ σοι κεῖται λευκὰ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ, μίγδα δὲ Πατρόκλοιο, χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα. διὸ καὶ ἀναμὶξ μὲν ἔκειτο τὰ Πατρόκλου καὶ Ἀχιλλέως ὀστέα συγκεχυμένα, ἰδίᾳ δὲ συμπαρέκειντο τὰ τοῦ Ἀντιλόχου. ἀμφʼ αὐτοῖσι δὲ μέγαν καὶ ἀμύμονα τύμβον χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων ἀκτῇ ἐπὶ προὐχούσῃ ἐπὶ πλατεῖ Ἑλλησπόντῳ, τῷ δηλουμένῳ ἐν Ἰλιάδι, ὡς ἂν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴης διὰ τοῦ τάφου, οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται. μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν. ὃν δὴ ἀγῶνα ἐξαίρων ἐπαινετικῶς ἐπάγει· ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας ἡρώων, ὅτε ἄν ποτε ἀποφθιμένου βασιλῆος ζώνυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα, ἤγουν εἰς ἀγῶνας ὁπλίζονται. ἀλλά γε κεῖνα μάλιστα ἰδὼν θυμῷ ἐτεθήπεα ἢ ἐτεθήπεας, οἷα ἐπὶ σοὶ κατέθηκε μήτηρ περικαλλέʼ ἄεθλα, μάλα γὰρ φίλος ἦσθα θεῷ. ὡς σὺ μὲν οὐδὲ θανὼν ὄνομα ὤλεσας, ἀλλά τοι αἰεὶ πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλὸν, Ἀχιλλεῦ. αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἤγουν ἡδονὴ καὶ ὄνησις, ἐπεὶ πόλεμον τολύπευσα, τουτέστι κατειργασάμην ὡς καὶ ἀλλαχοῦ κεῖται. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο, καθὰ καὶ προϊστόρηται. τοιαῦτα καὶ τὰ περὶ Ἀχιλλέως ἀφελῶς προηγμένα, ἤδη δὲ καὶ εὐτελῶς, καὶ τῆς μὲν Ὁμηρικῆς μεγαλονοίας οὐκ ἄξια, προσώπων δὲ ποιότητι πρέποντα, οὔτε χαιρόντων καὶ ἐν σκιαῖς εἰδώλων σωζόντων τὴν λογικότητα. ἔχει δὲ ὅμως ὁ λόγος ἱστορίας φίλας τῷ ποιητῇ καὶ λαλεῖ τι ὧν ἐνέλειψεν ἡ Ἰλιὰς, τὰ κατὰ τὸν θάνατον δηλαδὴ τοῦ Ἀχιλλέως, εἰ καὶ ἀτόνως γέγραπται καὶ ἐπελευστικῶς καὶ ὡς οὐκ ἂν ἐν Ἰλιάδι πεποίηκεν Ὅμηρος. μεγαλοπρεπῆ γὰρ ἐκεῖ <!-- 2.314 -->τὰ πάντα καὶ ὄντως ἡρωϊκά. καὶ ἴσως πάνυ φιλοτιμησάμενος κατὰ τὸν ἐκεῖ ἐπιτάφιον ὁ ποιητὴς ὤκνησεν ἐνταῦθα ἐγχειρῆσαι ποιῆσαί τι ὅμοιον, ἴσως μὲν ἵνα μὴ καὶ ἄκων εἰς ἀκαίρους ταυτολογίας ἐμπέσῃ, ἴσως δὲ καὶ διὰ τὸ μὴ ἔχειν ἐνταῦθα κρειττόνως φράσαι τὰ πράγματα ἤ περ ἐκεῖ. ὁ δὲ τοῦ Νέστορος ἔπαινος καὶ ἡ τῆς Θέτιδος καὶ τῶν Νηρηΐδων ἔλευσις καὶ αἱ τῶν ζῴων σφαγαὶ καὶ τὸ περὶ ἀλείφατος καὶ μέλιτος καὶ τὸ πολλοὺς περὶ τὴν τοῦ Ἀχιλλέως πυρὰν Ἀχαιοὺς ἥρωας τεύχεσι ῥώσασθαι ἤτοι ἐῤῥωμένως κινηθῆναι καὶ τὰ κατὰ τὸν χρύσεον ἀμφιφορῆα καὶ ἡ περίοπτος τοῦ Ἀχιλλέως τύμβευσις ἐκ τῶν κατὰ τὴν Ἰλιάδα σποράδην κειμένων ἐνταῦθα εἰς ἓν εἵλκυσται. δοκεῖ δὲ ἡ πᾶσα κατὰ τὸν Ἀγαμέμνονα ἠθοποιΐα ὑποκινηθῆναι ἐκ τῆς κατὰ τὸν Ἀχιλλέα, οὗ περ οἰκτισαμένου τὸν βασιλέα ἐφʼ οἷς μηδὲν ἀπονήμενος ὧν περὶ Τροίαν ἔκαμε δεινότατα τέθνηκεν ἐν τῇ πατρίδι, λαβὼν ἐκεῖθεν ἀρχὴν μακαρίζει ὁ βασιλεὺς τὸν Ἀχιλλέα ὡς ἐκ τοῦ ἐναντίου αὐτὸν ἀπονήμενον ἧς εἶχε τιμῆς καὶ θανόντα ἐκεῖ εὐκλεῶς ἐν Τροίῃ ἑκὰς Ἄργεος. Ὅρα δʼ ἐν τούτοις καὶ ὅτι τὰς Μούσας εἰς ἐννεάδα ὁρίσας ὁ ποιητὴς ὅμως χαίρει καὶ οὕτω τῇ συνήθει ἑνικῇ προσηγορίᾳ ἐπαγὼν τὸ, τοῖον γὰρ ἐπώρορε Μοῦσα, ὡς ταυτὸν ὂν ἑνικῶς τε Μοῦσαν λόγῳ προσηγορικῷ καὶ Μούσας πληθυντικῶς εἰπεῖν. ἔνθα καὶ τοὺς ἐπιταφίους οἴκτους καὶ μονῳδικοὺς διὰ τῶν Μουσῶν αἰνίττεται ὁ ποιητὴς, αἳ κοσμοῦσι τὴν τοῦ Ἀχιλλέως ταφὴν ὡς καὶ ἐν Ἰλιάδι τὴν τοῦ Τρωϊκοῦ στρατηγοῦ ἀοιδοῦ θρήνων ἔξαρχοι. οὕτω γάρ πως θρηνῳδοὶ καὶ νῦν αἱ Μοῦσαι, ὡς δηλοῖ καὶ τὸ, ὀπὶ καλῇ, εἴτουν ἀοιδῇ, θρήνεον· διʼ ἧς ἐρεθιζόμενοι ἄνθρωποι οὐ δύνανται μένειν ἀδάκρυτοι. Ἰστέον δὲ ὅτι ἐν τῷ, ὄλβιε Πηλέος υἱὲ, Ἰωνικῶς ἐκλίθη τὸ Πηλέος· διὸ συστέλλει τὴν λήγουσαν ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων. Στροφάλιγγα δὲ κονίης καὶ ἀέλλης εἰπεῖν ταυτόν ἐστιν, ἐπεὶ καὶ τὸ στρέφειν καὶ τὸ εἰλεῖν ὅμοια, ὧν τὸ μὲν τὴν στροφάλιγγα παράγει, τὸ δὲ τὴν ἄελλαν. Χρόα δὲ καλὸν λέγει τὸν τοῦ νέκυος Ἀχιλλέως ἢ ὡς ποτὲ τοιοῦτον ὅτε δηλαδὴ ἔζη ἢ καὶ ὡς μετὰ θάνατον. τερατεύεται γὰρ καὶ τοιαῦτα ἡ ποίησις ὡς δηλοῖ καὶ ἐπὶ τοῦ νεκροῦ Πατρόκλου τὸ, ἔμπεδος αὐτῷ ἔσται χρὼς ἢ καὶ ἀρείων. Ἐν δὲ τῷ, ὕδατι λιαρῷ καὶ ἀλείφατι, ἄλειφαρ ἢ τὸ ἔλαιόν φησιν ἢ καὶ εἶδός τι ἀλείμματος εὐώδους ἕτερον. Ὁ δὲ τοῦ Νέστορος ἐνταῦθα ἔπαινος παντὶ ἁρμόζει γέροντι συνετῷ. Τὸ δὲ, ἴσχεσθʼ Ἀργεῖοι μὴ φεύγετε κοῦροι Ἀχαιῶν, ἐξ Ἰλιάδος παρείλκυσται καὶ αὐτό. Τὰς δὲ Νηρηΐδας παραφράζων ἀθανάτας τε ἁλίας λέγει καὶ κούρας ἁλίοιο γέροντος τοῦ Νηρέως δηλαδή. Ἐνταῦθα δὲ ἰστέον ὅτι κοινῶς μὲν Νηρηΐδες πᾶσαι αἱ τοῦ Νηρέως θυγατέρες. παραδέδοται δὲ ἄλλως ὅτι ἐν ὑπομνήματι Βακχυλίδου τοῦ λυρικοῦ διαφορὰ Νηρεΐδων φέρεται καὶ Νηρέως θυγατέρων οὕτως· εἰσὶν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν τοῦ Νηρέως θυγατέρων, καὶ τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων κοινότερον Νηρεΐδας καλεῖσθαι. πιθανὸν οὖν τὰς μὲν ἐκ μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγατέρας λέγεσθαι, Νηρεΐδας δὲ τὰς συνεισάκτους. Καὶ ὅρα ἐν τούτοις τὸ Νηρεΐδας κοινὸν ὂν ἢ καὶ Ἀττικόν· τὸ γὰρ Νηρηΐδας Ἰωνικώτερον ἐκ τῆς Νηρῆος Ἰώνων γενικῆς. καὶ τοιάδε μὲν ταῦτα. Ἐν δὲ τῷ, παιδὸς ἀντιόωσαν, σημείωσαι τὴν λέξιν ὡς φανερῶς τὸ μετέχειν ἁπλῶς δηλοῦσαν καὶ ἄντην γίνεσθαι. Περὶ δὲ τοῦ ἑπτακαίδεκα καὶ τοῦ, νύκτας τε καὶ ἦμαρ οὐ μὴν ἤματα, προδεδήλωται. Τὸ δὲ, ἔδομεν πυρὶ, περίφρασίς ἐστι τοῦ ἐκαύσαμεν. ἔχει δέ τι καινὸν ἐνταῦθα τὸ πυρὶ οὐδέτερον ὡς λεχθὲν κοινότερον· ἄλλως γὰρ ἐπὶ τῶν τοιούτων ἡ πυρὰ κυριολεκτεῖται, ὡς δηλοῖ καὶ τὸ, ἐῤῥώσαντο πυρὴν πέρι καιομένοιο. Ἐσθῆτα δὲ θεῶν λέγει τὰ μυθικῶς ἄμβροτα εἵματα τὰ ἀνωτέρω ῥηθέντα, καλά τινα ὡς εἰκὸς ὄντα καὶ βασιλικὰ καὶ διατοῦτο ἐπικηρυσσόμενα θείᾳ κλήσει. Ὅτι δὲ τὸ μέλι καὶ νεκρικὸν ἐδόκει μείλιγμα εἶναι, δηλοῦσι πολλοί. Τὸ δὲ, ἤνυσε φλὸξ, ἀντὶ τοῦ ἔκαυσεν, ἐτελείωσε. λέξις δὲ αὕτη οὐ ποιητικὴ μὲν, καιριωτάτη δέ. Τὸ δὲ Ἀχιλλεῦ, τρὶς ῥηθὲν ἐν τέλει στίχων, ἢ πρὸς θαῦμα κεῖται ἢ πρὸς στιχικὴν ἁπλῶς ἀναπλήρωσιν. Τὸ δὲ ἐν ἀκράτῳ οἴνῳ καὶ ἀλείφατι τουτέστιν ἐλαίῳ ἢ ἄλλως ἀλοιφῇ τινὶ λίπους τὰ ὀστᾶ τῶν τεθνεώτων τίθεσθαι σόφισμα ἦν τοῦ παραμένειν αὐτὰ εἰς μακρόν. Τὸν δὲ ῥηθέντα χρύσεον ἀμφιφορῆα συλλογιστέον οἷος ἂν ἦν τὸ μέγεθος εἰ τριῶν ἀριστέων ὀστᾶ ἐδέξατο. Τὸ δὲ μίγδα ἐκ τοῦ μίγδην μεταπέπλασται, ὡς ἐκ τοῦ κρύβδην καὶ κύβδην <!-- 2.315 -->τὸ κρύβδα καὶ κύβδα παρὰ τῷ κωμικῷ. Ἱερὸν δὲ στρατὸν λέγει τὸν Ἑλληνικὸν, ὡς ὑπὲρ ἀρετῆς τολυπεύσαντα τὸν δεκαετῆ ἐκεῖνον πόλεμον. Ἀκτὴ δὲ προὔχουσα ἡ αὐτὴ ἂν εἴη τῇ προβλῆτι ἀκτῇ, περὶ ἧς εἴρηται ἀλλαχοῦ. Τὸ δὲ ζώνυνται ὡς ἀπὸ μέρους τοῦ πλείονος εἴληπται· ἡνιόχοι μὲν γὰρ καὶ τοξόται καὶ ἀκοντισταὶ καὶ δισκοβόλοι ζώνυνται, δρομεῖς δὲ καὶ παλαισταὶ γυμνοὶ ἀθλοῦσι. Τὸ δὲ, ἐτεθήπεα ἤγουν ἐθαύμασα θυμῷ, δηλοῖ μὲν τὸ κατὰ ψυχὴν θάμβος, οὐ μὴν τὸ κατὰ λόγον προφορικόν. γράφεται δὲ καὶ ἐτεθήπεας ἐν δευτέρῳ προσώπῳ, ὥς περ καὶ ἀνωτέρω αὐτοῦ τὸ ἀντεβόλησας, ἵνα λέγῃ ὁ βασιλεὺς τῷ Ἀχιλλεῖ, ὅτι πολλοῖς μὲν τάφοις περιέτυχες καὶ ἀγῶσιν, ἰδὼν δʼ ἂν ἐκεῖνα τὰ κατὰ σὲ μάλιστα ἐθαύμασας ἄν. ἔτι γράφεται τὸ αὐτὸ καὶ ἐτεθήπεο καὶ σημαίνει τὸ αὐτὸ ἤγουν τὸ ἐθαύμασας. καὶ ἔστιν ἡ τοιαύτη γραφὴ Δωρικὴ Συρακουσία, ἔνθα σύνηθες τὸν παρακείμενον μετάγειν εἰς ἐνεστῶτα· ἐκ τοῦ πέπληγα γοῦν καὶ πέφυκα, πεπλήγω καὶ πεφύκω φασὶν οἱ ἐκεῖ, ὥστε οὕτω καὶ ἐκ τοῦ τέθηπα τεθήπω γίνεται Δωρικῶς, οὗ παθητικὸς ἐτεθηπόμην ἐτεθήπου καὶ Ἰωνικῇ διαλύσει ἐτεθήπεο. τὸ μέντοι ἐτεθήπεα καὶ ἐτεθήπεας κοινοῦ ὑπερσυντελίκου μεταποίησίς ἐστιν Ἰωνική· ὡς γὰρ τὸ ἐτετύφειν ἐτετύφεις, ἐτετύφεα καὶ ἐτετύφεας οἱ Ἴωνες λέγουσιν, οὕτω καὶ τὸ ἐτεθήπειν ἐτεθήπεις, ἐτεθήπεα ἐτεθήπεας. Τὸ δὲ, ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομα ὤλεσας καὶ ἑξῆς, φράσις ἐστὶν εὐκλείας τῆς μετὰ θάνατον. Ὅτι παρεισοδιάζων εὐμεθόδως ὁ ποιητὴς τῇ ἐνταῦθα μικρᾷ δευτέρᾳ νεκυίᾳ ἱστορίαν παλαιοτέραν τῶν Τρωϊκῶν, πῶς δηλαδὴ Ὀδυσσεὺς εἰς Τροίαν ἔπλευσε, καὶ ἅμα καὶ μνήμην ἐπιτηδείως καὶ ἀνακεφαλαίωσιν τῶν κατὰ τοὺς μνηστῆρας ποιούμενος, ἤγουν ὧν ἐποίησαν καὶ ὧν ἔπαθον, πλάττει ὡς Ἀμφιμέδων Ἰθακήσιος μνηστὴρ ξένος ἦν Ἀγαμέμνονι, γνωρισθεὶς ὅτε εἰς Ἰθάκην κατῆλθε καὶ ἐπεξενώθη τοῖς τοῦ Ἀμφιμέδοντος ὀτρυνέων Ὀδυσῆα σὺν Μενελάῳ εἰς Ἴλιον ἕπεσθαι, ὅτε φησὶ μηνὶ οὔλῳ τουτέστιν ὅλῳ καὶ ἀκεραίῳ σπουδῇ παραπείσαντες Ὀδυσσέα, τουτέστι μόλις ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. ὤκνει γὰρ τὸν πόλεμον διὰ τὸ μέγεθός φασι τοῦ κινδύνου καὶ τὸ τῆς μάχης δυσκατόρθωτον· καθὰ καὶ ὁ λαμπρὸς Ἀμφιάραος μόλις ἐπείσθη ταῖς Θήβαις ἐπιστρατεῦσαι, καὶ Ἀχιλλεὺς δὲ ὁμοίως τῇ Τροίᾳ ὁ καὶ ἀνδρεῖος καὶ καλός. οὕτω τοίνυν μηνὶ οὔλῳ τὸν Ὀδυσσέα πείσαντές, φησιν, ἐπερήσαμεν πόντον. τοῦτον οὖν τὸν Ἀμφιμέδοντα ἰδὼν ἐν Ἅιδου καταχθέντα νῦν ὁ Ἀγαμέμνων ἐρωτᾷ πλασματικῶς ὡς ἐν ἠθοποιΐᾳ καὶ τοῦτο· τί παθόντες ἐρέμνην γαῖαν ἔδυτε πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδʼ ἂν ἄλλος κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους. ἔπαινος δὲ ταῦτα ἐκκρίτων καὶ ἐπιλέκτων νέων. εἶτα ἐρωτήσας πέντε στίχους καθεξῆς ἀπαραποιήτως οὓς ἐν τῇ πρώτῃ νεκυίᾳ τὸν Ὀδυσσέα ἠρώτησε περὶ τοῦ ἢ κατὰ τὴν θάλασσαν ἔπαθεν ἢ περὶ χέρσον ληϊζόμενος. καὶ εἰπὼν, ἢ οὐ μέμνῃ ὅτε ἐκεῖσε, ἤγουν εἰς Ἰθάκην, κατῆλθον, ὡς ἐῤῥέθη, καὶ ἀπαιτήσας ἀπόκρισιν ἀκούει ἐκ τοῦ Ἀμφιμέδοντος ἱστορικῶς, ὅτι τε μέμνημαι τάδε πάντα, συνταχθέντος νῦν ἀρχαϊκῶς τοῦ μέμνημαι μετὰ αἰτιατικῆς, καὶ μετὰ τοῦτο ἀφήγησιν μανθάνει δηλοῦσαν τί παθόντες οἱ τηλικοῦτοι ἦλθον πρὸ ὥρας ὑπὸ γῆν. καὶ πρῶτος ἀφηγεῖται τὰ κατὰ τὸν ἱστὸν, καὶ ὡς τρίετες μὲν ἔληθε δόλῳ ἡ Πηνελόπη καὶ ἔπειθε τοὺς Ἀχαιούς· εἰς δὲ τὸ ἑξῆς ἐφευρέθη τεχνωμένη δόλον. καὶ ὡς τὸ μὲν ἐξετέλεσεν ὑπʼ ἀνάγκης. ἐπεὶ δὲ φᾶρος ἔδειξεν ὑφῄνασα μέγαν ἱστὸν πλύνασα, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ, καὶ τότε Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων ἀγροῦ ἐπʼ ἐσχατιὴν, ὅθι δώματα ναῖε συβώτης. ἔνθα ἦλθε φίλος υἱὸς Ὀδυσῆος θείοιο ἐκ Πύλου διεκφυγὼν μνηστῆρας θάνατον κακὸν ἀρτύνοντας, τουτέστιν ἀρτύοντας, εὐτρεπίζοντας. καὶ Τηλέμαχος μὲν πρόσθεν ἡγεμόνευε, συβώτης δὲ ὕστερον ἦγε κακὰ χροῒ εἵματα ἔχοντα, καὶ ἑξῆς ὥς που προεγράφη. καὶ ἡμῶν μέν, φησιν, οὐδεὶς ἐδύνατο γνῶναι αὐτὸν ἐξαπίνης προφανέντα, οὐδʼ οἳ προγενέστεροι ἦσαν, ἀλλʼ ἔπεσί τε κακοῖσιν ἐνίσσομεν, τουτέστιν ἐκακολογοῦμεν, ἠδὲ βολῇσιν, τουτέστι βολαῖς ταῖς διὰ ὀστῶν καὶ ξύλων. ὁ δὲ τέως μὲν ἐτόλμα βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ· ἀλλʼ ὅτε δή μιν ἔγειρε θεοῦ νόος, σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσσεν ὀχῆας, τουτέστι μοχλοὺς τούς τε τῆς γυναικωνίτιδος καὶ τοὺς περὶ τὴν αὐλήν. ὁ δὲ πολυκερδείῃσι, τουτέστι κερδαλεότητι καὶ δόλοις, ἄνωγε τὴν γυναῖκα τόξον μνηστῆρσι θεῖναι πολιόν τε σίδηρον, τὸν προῤῥηθέντα τοὺς δώδεκα <!-- 2.316 -->δηλαδὴ πελέκεας, ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν. ἔνθα ὁ τἄλλα πρὸς ἀλήθειαν εἰπὼν Ἀμφιμέδων ὑποψεύδεται· οὐ γὰρ καθὰ τὸ εἴδωλον τὴν τοῦ τόξου θέσιν οἴεται πολυκερδείαις Ὀδυσσέως γενέσθαι, οὕτω καὶ τἀληθὲς εἰς τὸ πᾶν ἔχει, ἀλλʼ ἐβουλεύσατο μὲν αὐτὸ ἡ Πηνελόπη πρώτη, ἐπέκρινε δὲ Ὀδυσσεύς. ὁ δʼ Ἀμφιμέδων ἀνακεφαλαιούμενος καὶ τὰ ἑξῆς φησίν· οὐδέ τις ἡμῶν δύνατο κρατεροῖο βιοῖο νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν, ἤγουν ὕστεροι ἀπὸ τοῦ δεύω, ἐξ οὗ ὁ δεύτερος καὶ ὁ δεύτατος. ἐν ἄλλοις δὲ καὶ τὸν ἐπιδεῆ, ὅ ἐστι χρῄζοντα, ἡ λέξις δηλοῖ, ὡς καὶ ἐν τῷ, τά τʼ ἔλδεται ὅς κεν ἐπιδεύης. ἀλλʼ ὅτε, φησὶ, χεῖρας ἐκείνου ἵκανε τόξον, ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι κωλύοντες τὴν διʼ Εὐμαίου δόσιν τοῦ τόξου. Τηλέμαχος δὲ μόνος ἐποτρύνων ἐκέλευσεν. ὁ δὲ δεξάμενος ῥηϊδίως ἐτάνυσε βιόν· στῆ δʼ ἂρ ἐπʼ οὐδὸν ἰὼν, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα. αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα, τοὶ δʼ ἀγχηστῖνοι ἔπιπτον. γνωτὸν δʼ ἦν ὅτι θεὸς αὐτοῖς ἐπιτάῤῥοθος ἦεν, ὃ δὴ θείαν ἐπικουρίαν δηλοῖ. αὐτίκα γάρ, φησι, κατὰ δώματα οἱ ἀμφὶ τὸν Ὀδυσσέα ἐπισπόμενοι, ἤγουν ἐπακολουθοῦντες, μένεϊ σφῷ, ἤγουν ἰδίᾳ δυνάμει, κτεῖνον ἐπιστροφάδην καὶ ἑξῆς ὡς πρὸ τούτων διεσκεύασται. καὶ οὕτω μὲν ὁ τῆς ἠθοποιΐας Ἀμφιμέδων, προσθεὶς καὶ ὅτι ὣς ἡμεῖς ἀπωλόμεθα, ὧν ἔτι καὶ νῦν σώματʼ ἀκηδέα κεῖται ἐκεῖ· οὐ γάρ πω ἴσασι φίλοι, οἱ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων καταθέμενοι γοάοιεν· τὸ γὰρ γέρας ἐστὶ θανόντων, τὸ ἀπονιφθῆναι δηλαδὴ καὶ κλαυθῆναι, ἀκολούθως δὲ πάντως καὶ ταφῆναι. χαίρει δὴ ἐπὶ τούτοις ἡ τοῦ Ἀτρείδου ψυχὴ καὶ φησὶν ἠθοποιητικῶς· ὄλβιε Λαέρταο πάϊ πολυμηχανʼ Ὀδυσσεῦ, ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ, τουτέστιν εὐτυχίᾳ, εὐδαιμονίᾳ, ἐκτήσω ἄκοιτιν. ὃ σαφέστερον ἑρμηνεύων ἐπάγει· ὡς ἀγαθαὶ φρένες ἦσαν ἐχέφρονι Πηνελοπείῃ· ὡς εὖ μέμνηται ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται ἧς ἀρετῆς, τῆς φρονήσεως καὶ σωφροσύνης δηλονότι. τεύξει δʼ ἐπιχθονίοισιν ἀοιδὴν αὐτῇ θεὸς χαρίεσσαν. οὐχʼ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα κουρίδιον κτείνασα πόσιν· στυγερὴ δὲ ἀοιδὴ ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὄπασσε θηλυτέρῃσι γυναιξὶ καὶ ἥ περ ἂν εὐεργὸς ἔῃσιν, ἤγουν εἰς παράδειγμα κεῖται ψόγου, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον τοῖς ψέγουσι τὰς ἐπʼ ἀληθείᾳ φαύλας γυναῖκας, ἀλλὰ καὶ εἴ τις φιλαπεχθημόνως ἀγαθὴν γυναῖκα ψέξαι βούλοιτο. Ὁμήρου δὲ καὶ ταῦτα δεξιότης, τόπους τινὰς πολλαχοῦ παραδιδόντος τεχνικῶς ψόγων τε καὶ ἐπαίνων τοῖς ὁμιληταῖς. καὶ οὕτω μὲν εἰς ἔπαινον Πηνελόπης ἐνταῦθα τὰ τῆς νεκυίας ταύτης περαίνεται διὰ μέσου τοῦ βασιλέως, ὃς καὶ ἐν τῇ πρώτῃ καὶ μεγάλῃ νεκυίᾳ τὸν Ὀδυσσέα ἐθάῤῥυνεν ὡς μηδὲν πεισόμενον κακὸν ἐκ τῆς Πηνελόπης ὡς ἀγαθῆς γυναικός. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν οὐκ ἀναγκαστὸν τῷ Ὀδυσσεῖ γενέσθαι ἱστορεῖ τὸν εἰς Ἴλιον πλοῦν, εἰς ὃν ἄμφω οἱ βασιλεῖς ἥκουσιν οὐ βιασόμενοι, ἀλλʼ ὀτρύνοντες καὶ σπουδῇ παραπείσοντες συμπλεῦσαι εἰς Ἴλιον· μηνὶ γὰρ οὔλῳ κατειργάσαντο διὰ πειθοῦς ἐκεῖνον, οἷα κατὰ σύνεσιν ἢ καὶ ἐκ μαντείας εἰδότα τὸ τῆς Τρωϊκῆς μάχης δυσαποτέλεστον. εἰ δὲ καὶ οἱ μεταγενέστεροι δειλίαν κατηγοροῦσι τοῦ ἥρωος καὶ προσποίητον μανίαν θρυλοῦσι καὶ τὴν ἀνομοειδῆ συζυγίαν τῶν ζῴων προσιστοροῦσιν, ἣν ζεύξας μετεχειρίσθη τὸ ἄροτρον, καὶ τὸν ὑπὸ Παλαμήδους προφέρουσιν ἔλεγχον διὰ τοῦ βρεφυλλίου παιδὸς Τηλεμάχου καὶ ἄκοντά φασιν εἰς Τροίαν στρατεύσασθαι, λεγέτωσαν ἃ βούλονται· οἵ περ οὐ μόνον τοῦ Ὀδυσσέως τοιαῦτα καταγράφουσιν, ἀλλὰ καὶ τὸν Ἀχιλλέα τῇ γυναικωνίτιδι παραβύουσι, καὶ κερκίδα χειρίσαντες πρὸς ἱστουργίαν τὰς χεῖρας γυμνάζουσι, καὶ διὰ Παλαμήδους ἐκφήναντες καὶ αὐτὸν ἄγουσιν εἰς Τροίαν ἐλέγχιστον· ὧν οὐδὲν Ὅμηρος ἱστορεῖ, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, ἔνθα οὐ φαίνεται οὐδὲ τῷ Ἀχιλλεῖ κατʼ ἀνάγκην γενέσθαι ὁ εἰς τὴν Ἴλιον πλοῦς. καὶ Σοφοκλῆς δὲ διὰ τοῦ Τεύκρου τὸν Αἴαντα ἑαυτοῦ φησὶν ἄρχειν καὶ οὐχʼ ὑπὸ τὴν ἀνάγκην τοῦ σκήπτρου κεῖσθαι τῶν βασιλέων. Ἰστέον δὲ καὶ ὅτι ταυτὸν μέλαιναν γῆν εἰπεῖν καὶ ἐρεμνὴν γαῖαν, ὡς ἐν τοῖς ῥηθεῖσι κεῖται. Κεκριμένοι δὲ οἱ ἐπιλελεγμένοι· διὸ καὶ ἐπήγαγε παραθείς· οὐδʼ ἂν ἄλλως κρινάμενος λέξαιτο, ἤγουν διακρίνας ἐπιλέξαιτο. λείπει δὲ ἐν τῷ διακρίνας εὐθεῖα, ἵνα λέγῃ ὅτι οὐδʼ ἂν ἄλλως τις διακρίνας λέξαιτο, ἢ καὶ ἑτέρως εἰπεῖν, οὐδʼ ἂν ἄλλως λέξαιτο εἴ τις κρίνοι, εἰ μὴ ἄρα τὸ ἄλλος εἴη ἀντωνυμία· τότε γὰρ ἀνελλιπῶς ἔχει ὁ λόγος. δῆλον δὲ ὡς ταυτὸν κρῖναι καὶ λέξασθαι· ἀφʼ ὧν τοῦ μὲν ὁ ἔκκριτος, τοῦ δὲ οἱ παρʼ Εὐριπίδῃ λεκτοὶ <!-- 2.317 -->νεανίαι, καὶ ὁ ἐπίλεκτος καὶ ὁ λογὰς καὶ ἐπιλέγδην ἐπίῤῥημα. Τὸ δὲ, ἐκεῖσε κατῆλθον, ἢ ἀντὶ τοῦ ἐνελιμενίσθην, ὡς πολλαχοῦ ἐῤῥέθη, ἢ ἀντὶ τοῦ ἁπλῶς ἦλθον. Ἀττικοὶ μέντοι καὶ τὸ τὸν φυγάδα εἰς τὴν πατρίδα νοστῆσαι κατελθεῖν λέγουσιν, ἐπεὶ καὶ ἡ πατρὶς ἑκάστοις οἷά τις λιμήν ἐστι. Τὸ δὲ, σὺν Μενελάῳ, σχῆμά τι ἀμφιβολίας ἐμφαῖνον λέγει ὅμως οὐχʼ ὅτι καὶ τὸν Μενέλαον ὤτρυνεν εἰς μάχην ὁ βασιλεὺς, ἀλλʼ ὅτι κατῆλθεν εἰς Ἰθάκην σὺν Μενελάῳ, ἢ καὶ ὅτι καὶ αὐτὸς καὶ ὁ Μενέλαος τὸν Ὀδυσσέα ὤτρυνον. Τὸ δὲ, φᾶρος ἔδειξεν, ἀντὶ τοῦ, ἡλίῳ ἔφηνεν, εἰς φῶς ἤγαγεν. Ἱστὸς δὲ κυρίως μὲν ἐργαλεῖον ὑφαντικὸν ὁμώνυμον τῷ τοῦ πλοίου ἱστῷ παρὰ τὸ ἵστασθαι. νῦν δὲ ἐπὶ ὑφάσματος ἡ λέξις κεῖσθαι δοκεῖ, ὡς δηλοῖ τὸ, ὑφήνασα μέγαν ἱστὸν, οὗ μέρος τὸ φᾶρος, εἰ μὴ ἄρα ταυτὸν ἐνταῦθα φᾶρος καὶ μέγας ἱστός. Τὸ δὲ πλύνειν, ὃ νῦν ἐπὶ λινέου φάρους ἐῤῥέθη, γναφεύειν ἢ κναφεύειν ἐπὶ τῶν ἐριωδῶν λέγεται. Τὸ δὲ ῥηθὲν φᾶρος καὶ σπεῖρον ἐν τοῖς πρὸ τούτων ὠνόμασται. Ὅρα δὲ ὅτι καὶ νῦν ἐν τῷ τοῦ φάρους ἐπαίνῳ προηγεῖται ὁ πρὸς ἥλιον εἰκασμὸς τοῦ πρὸς τὴν σελήνην· ἠελίῳ γάρ φησιν ἐναλίγκιον ἠὲ σελήνῃ, καθʼ ὁμοιότητα τοῦ, ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης. Τὸ δὲ, ὅθι δώματα ναῖε συβώτης, παρῳδήθη ἐκ τοῦ, ὅθι δώματα ναῖε Θυέστης. Τὸ δὲ ἐνίσσειν ὡς ταπολλὰ ἐνίπτειν λέγεται, ἐξ οὗ καὶ ἐνίψω μέλλων καὶ τὸ ἠνίπαπε καὶ ἡ ἐνιπή. Ὅρα δʼ ἐνταῦθα καὶ ὅτι διχῶς τὸ ἐνίσσειν, λόγοις τε καὶ πληγαῖς, εἰ μὴ ἄρα ἐν τῷ βολῇσι προσυπακουστέον ἀνάλογον ῥῆμα, οἷον τὸ ἐβάλλομεν ἢ ἐπλήττομεν ἤ τι τοιοῦτον, ὁποῖα καὶ ἄλλα ποιεῖν εἴωθεν Ὅμηρος. Τὸ δὲ, ἐτόλμα τετληότι θυμῷ, ταυτὸν τῷ ἐκαρτέρει καὶ ὑπέμενε. παρὰ δὲ τοῖς ὕστερον ἡ τόλμα εἶδός τι θαρσαλεότητος. Ἡ δὲ πολυκερδείη ὁμοίως τῷ ἐλεγχείη καὶ ἐγχείη τὴν διὰ διφθόγγου ἔχει παραλήγουσαν ὡς ἀπὸ τοῦ κέρδεος. Τὸ δὲ, οὐδέ τις ἡμῶν, ταυτόν ἐστι τῷ, ἡμῶν οὐδεὶς, ὃ ἀνωτέρω εἴρηται. Ἐπιστοφάδην δὲ ὡς ἐν Ἰλιάδι καὶ πρὸ ὀλίγων τὸ ἐπιστρεπτικῶς, ἤγουν ὧδε καὶ ἐκεῖ, καὶ ὡς εἰπεῖν, κύκλωθεν ἢ πάντοθεν. Ἐν δὲ τῷ, σώματα ἀκηδέα, σώματα μὲν τὰ νεκριμαῖα συνήθως φησὶν, ἀκηδέα δὲ τὰ ἀτημέλητα· πρὸς ὅ περ ὁμοιότητά τινα ἔχει καὶ τὰ δυσκηδέα, ἢ καὶ ἄλλως ἀκηδέα τὰ ἀκήδευτα. Μέλανα δὲ βρότον λέγει ὡς εἴ περ εἶπε μέλαν αἷμα· βρότος γὰρ κυρίως ὁ ἐξ αἵματος μολυσμὸς, οὐχʼ ἁπλῶς μέντοι αἵματος ἀλλὰ βροτέου, ὅ ἐστιν ἀνθρωπίνου· ὃς δὴ βρότος καὶ βαρύνεται πρὸς διαστολὴν τοῦ βροτὸς τοῦ κατʼ ἄνθρωπον. οὕτω καὶ κακὸς μὲν τὸ ἐπίθετον ὀξυτόνως, Κάκος δὲ ἐν βαρυτονήσει λῃστὴς Λατῖνος, ὃν ἀνεῖλεν Ἡρακλῆς. πολλὰ δὲ τοιαῦτα καὶ ἕτερα. Ἐν δὲ τῷ, ἐξ ὠτειλέων, γενικώτερον εἴρηται ἡ ὠτειλὴ, τάς τε πόῤῥωθεν δηλοῦσα βολὰς καὶ τὰς ἐγγύθεν πληγάς. Σημείωσαι δʼ ἐν τούτοις καὶ τὸ, ὡς εὖ μέμνητʼ Ὀδυσῆος· μετὰ γενικῆς γὰρ συντέτακται τὸ μέμνηται, οὐ μὴν κατὰ τὸ, μέμνημαι τάδε πάντα, ὃ ἀνωτέρω κεῖται. Ἐν δὲ τῷ, τεύξει ἐπιχθονίοισιν ἀοιδὴν, ἐπὶ ἀγαθοῦ νοητέον τὴν ἀοιδὴν, ὡς δηλοῖ ἐπαχθὲν τὸ χαρίεσσαν· δῆλον δὲ καὶ ἐκ τῶν ἐφεξῆς, ἐν οἷς ἐξ ἐναντίου ἔφη ὡς ἡ Κλυταιμνήστρα στυγερὴ ἀοιδὴ τοῖς μετὰ ταῦτα ἔσσεται, ὥστε καὶ τὸ ἐκ τούτων ὁ ἀοίδιμος μέση λέξις κυρίως ἐστίν. Ὁ δὲ Τυνδάρεος εἰ καὶ παρὰ τοῖς ὕστερον ἐκτείνει τὴν λήγουσαν Ἀττικῶς, ἀλλὰ παρὰ τῷ ποιητῇ κοινῶς κλίνεται ὡς δηλοῖ τὸ, Τυνδαρέου κούρη. οὕτω καὶ ἐν Ἰλιάδι Πηνελέοιο φησὶν ἄνακτος, ὃν Πηνέλεων ἐν ἐκτάσει τῆς ληγούσης φασὶν οἱ Ἀττικοί. Ἐν δὲ τῷ, χαλεπὴν φῆμιν ὄπασσε, φανερῶς ἡ φῆμις ἐστὶν Ἰωνικῶς καθὰ καὶ ἀλλαχοῦ· δακτύλου γὰρ νῦν ἐστὶ παραλήγουσα ἡ τῆς αἰτιατικῆς ταύτης λήγουσα. ταυτὸν δὲ πάντως ἐνταῦθα ἡ στυγερὴ ἀοιδὴ καὶ ἡ χαλεπὴ φῆμις, ὥς περ ἀνωτέρω ταυτά εἰσι τὸ, κλέος ἀρετῆς, καὶ τὸ, ἀοιδὴ χαρίεσσα. Τούτων δὲ οὕτω προεκτιθεμένων καὶ ἐγνωσμένων ἤγουν τοῦ ψυχοπομπὸν ἐνταῦθα τὸν Ἑρμῆν πεπλάσθαι, τῆς Λευκάδος πέτρας, τῆς νεκυίας καὶ τῶν περὶ αὐτὴν, χρὴ μνησθῆναι τοῦ λοιποῦ καὶ ὧν εἰς τὴν νεκυίαν ταύτην ἐπεχείρησαν οἱ παλαιοὶ, ἣν οἱ μὲν ἐκμοχλεύοντες τῆς ποιήσεως ταύτης, οἱ δὲ συνιστῶντες τοιαῦτα εἶπον· Τίς, φασι, χρεία τοῦ δευτέρου τῆς νεκυίας ἐπεισοδίου; ἡ λύσις, ὅτι αἴτιον ἡ τῆς ποιήσεως πολύφωνος ποικιλία, καὶ ὅτι καὶ ἕτερα παρὰ τῷ ποιητῇ πολλὰ κεῖνται ὁμοειδῆ· οἷον, μονομαχίαι κατὰ πρόκλησιν καὶ σφαγαὶ κατὰ τύχην ὅμοιαι καὶ προσώπων μεγαλαυχίαι ταυτότητα ἔχουσαι. Ἔτι πῶς, φασὶ, χθόνιόν τε καὶ ψυχοστόλον ἀσυνήθως καλεῖ τὸν Ἑρμῆν; ἡ λύσις, ὅτι συνῳδὰ ταῦτα τοῖς Ἰλιακοῖς, ἔνθα ἐριούνιον αὐτὸν <!-- 2.318 -->καλεῖ καθὰ καὶ ἐν τοῖς πρὸ τούτων· ὁ δὲ ἐριούνιος ἐκ τῆς ἔρας παραφωνεῖται. καὶ τὸν Ἡρακλῆν δὲ εἰς Ἅιδου Ἑρμείας πέμπει σὺν Ἀθηνᾷ, ὅτε τὸν Κέρβερον ἀνήγαγε. Πῶς δέ, φασι, καὶ πέτρα Λευκὰς πρὸς τοῖς τοῦ Ἅιδου ἀφεγγέσι τόποις; ἡ λύσις, ὅτι πρὸς τοῖς ἔτι πεφωτισμένοις μέρεσι κεῖσθαι δεῖ νοεῖν αὐτὴν, ὡς καὶ προείρηται. Ἔτι γελοῖον φασὶ μεθʼ οὕτω πολὺν χρόνον ἄχνυσθαι τὴν Ἀγαμέμνονος ψυχὴν ὡς προσφάτως θανοῦσαν καὶ τοῖς ἑταίροις συνολοφύρεσθαι· ἡ λύσις, ὅτι πρὸς αὐτῷ τῷ θανάτῳ τοιοῦτος ὢν ὁ Ἀγαμέμνων φυλάσσει διὰ τέλους τὸ οὕτω φαίνεσθαι· ταῖς γὰρ ψυχαῖς κατὰ τὸν ποιητὴν τὰ τῶν ἄνω παθημάτων εἴδωλα καὶ κάτω διηνεκῶς ἐμφαντάζονται, καθὰ καὶ ἡ πρώτη νεκυία ἐδήλωσεν. Ἔτι μέμφονται τὸ τὰς Μούσας αὐτὰς παρεῖναι τῷ θρήνῳ τοῦ Ἀχιλλέως, ὡς πρὸ ὀλίγων δεδήλωται· οὐχʼ Ἑλληνικὸν γάρ φασι τοῦτό γε, ἀλλὰ βαρβαρικόν. διὸ Ἕκτορι μὲν παρακάθηνται θρήνων ἀοιδοὶ, οὐ μὴν καὶ Πατρόκλῳ τῷ πάνυ κλαυσθέντι τοῖς Ἀχαιοῖς. καὶ τὸ λέγειν δὲ περὶ ὀκτωκαιδεκάτην ἡμέραν πυρκαϊᾷ τὸν Ἀχιλλέα δοθῆναι ἀγνοοῦντος ἐστί, φασι, τὴν Ὁμήρου περὶ ταφὰς δόξαν· παρʼ ᾧ, θάπτε με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω, φησὶ Πάτροκλος. πῶς δέ, φασι, καὶ ἐπιμίγνυνται τοῖς νεκροῖς οἱ μνηστῆρες, ὅπου Πάτροκλον οὐκ ἐῶσι μίσγεσθαι ἄταφον ὄντα; καὶ τοιαῦτα τινὰ παίξαντες οἱ ταῦτα φιλοκρινοῦντες καὶ ἀπορίας διασπαράξαντες, εἶτα καὶ λύσεσιν οἷον συνουλώσαντες, προσίενται ὅμως καὶ τὴν νεκυίαν ταύτην, ἀποδεχόμενοι αὐτῆς καὶ ὅτι τὰ κατὰ τὸν θάνατον τοῦ Ἀχιλλέως διέξεισι τὸν ἐν Ἰλιάδι σεσιγημένον, καὶ ὅτι ἐπαναλαμβάνει ὁπόσα τῆς ποιήσεως ταύτης οὐκ ἔφθη ὁ ποιητὴς ἀνακεφαλαιώσασθαι, τὰ κατὰ τὴν Πηνελόπην δηλαδὴ, ὡς ἐῤῥέθη, καὶ τὴν τοῦ Ὀδυσσέως λαθραίαν ἐπάνοδον. Ὅτι περιφράζων τὸν Ἅιδην Ἀΐδαο δόμους λέγει καὶ κεύθεα γαίης. ταυτὸν δὲ γῆς κευθμῶνας εἰπεῖν. Ὅτι ἐν τῷ, ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο καλὸν Λαέρταο τετυγμένον, ἐφʼ ὑψηλοῦ τινὸς τόπου κεῖσθαι τὴν Ἰθάκην φαίνεται, ὡς δηλοῖ τὸ κατέβαν. τοῦτο δὲ δῆλον καὶ ἐκ τοῦ ὑπὲρ πόλιος Ἑρμαίου λόφου, ὃς πρὸ τούτων εἴρηται. Τὸ δὲ καλὸν ἢ πρὸς τὸ ἀγρὸν κολλητέον, ἵνα εἴη καλὸς οὗτος ἀγρὸς ὁ τοῦ Λαέρτου, ἢ πρὸς τὸ τετυγμένον, ἵνα λέγῃ, καλὸν τετυγμένον, πρὸς ὁμοιότητα τοῦ, εὖ τετυγμένον, εἴτουν εὔτυκτον. ὃν καὶ ἠρέμα ὑπεκφράζων ἐνταῦθα κατά γε μόνην τὴν κατοίκησιν ὁ ποιητὴς λέγει· ὃν δή ποτε αὐτὸς Λαέρτης κτεάτισσε, τουτέστιν ἐκτήσατο οὐ κατὰ λόγον ὤνου, ἀλλʼ ἐπειδή, φησι, μάλα πόλλʼ ἐμόγησε κατὰ βίον ἁπλοῦν ἡρωϊκόν. τὸ δὲ τοιοῦτον μόγημα καὶ πολυδένδρεον κατέστησε τὸν τοιοῦτον ἀγρὸν, ὡς πρὸ ὀλίγων εἶπεν Ὀδυσσεύς. ἔνθα οἱ, φησὶν, οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντῃ, ὁποῖά τι χαράκωμα τῶν ἐντὸς ἢ καὶ ἑρκίον ἐπαύλεως. ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο. ἐν δὲ γυνὴ Σικελὴ γρηῦς πέλεν, ἣ δὴ γέροντα ἐνδυκέως κομέεσκεν ἐκεῖ ἐπʼ ἀγροῦ. πρωτότυπον δὲ τὸ κομέεσκε καὶ τὸ κομεῖν τοῦ κομίζειν· ὅθεν κομιδὴ ἡ ἐπιμέλεια. Ἐν δὲ τῷ, περὶ δὲ κλίσιον θέε πάντῃ, τουτέστι περιέθεε καὶ κύκλῳ ἦν, σημείωσαι ὡς οὐκ ἐξ ἀνάγκης τὰ διαλελυμένα ταυτὰ τοῖς συνθέτοις εἰσὶν, ὡς μυριαχοῦ φαίνεται. ἰδοὺ γὰρ περιθέει μὲν πάντῃ κλίσιον ἐνταῦθα, οὐκ ἂν δὲ λεχθείη θόλος κατὰ τὸν ἐν τῷ οἴκῳ τοῦ Ὀδυσσέως, ὃς καὶ αὐτὸς ἐκ τοῦ θέειν καὶ τοῦ ὅλον σύγκειται, ὃ ταυτόν πώς ἐστι τῷ περιθέειν πάντῃ. κλίσιον δὲ οἰκετικὸς οἶκος ἐστὶν εὐτελὴς καὶ οἷόν τις κλισία, περὶ ἣν δμῶες ἴαυον. παρὰ μέντοι Ἀττικοῖς τὸ κλίσιον ἁμαξῶν καὶ ζευγῶν ἐστὶ δεκτικὸν, ὃ λέγεται τοὺς Ῥωμαίους παρὰ τὴν στάσιν σταῦλον καλεῖν. Δίωνι μέντοι τῷ καλῷ τὴν γλῶσσαν δοκεῖ κλίσιον εἶναι τὸν σταθμὸν τῶν προβάτων, ὁποία ἡ κοινῶς λεγομένη σκεπαστή. ἐν δὲ ῥητορικοῖς λεξικοῖς, παρʼ οἷς καὶ διὰ διφθόγγου καὶ διὰ μόνου δὲ διχρόνου ἡ τῆς λέξεως ἄρχουσα εὕρηται, κεῖνται καὶ ταῦτα· κλείσιον, θυρεὼν ἐν ᾧ καὶ ζεύγη ἵσταται. καὶ κλεισίαι, αὔλειοι πυλῶνες, πλατεῖαι θύραι διʼ ὧν καὶ ζεύγη εἰσέρχονται. Αἴλιος δὲ Διονύσιος κλεισίον φησὶν ὡς κλειδίον, καὶ ὅτι θυρὼν τοῦτο μέγας, καὶ κλεισίαι αἱ τούτου θύραι πλατεῖαι καὶ εἰς τὸ ἐκτὸς ἀνοιγόμεναι. ἐν ἑτέρῳ δὲ γράφει, ὅτι κλίσιον Ἀμερίας τὸ πρόστῳον ἴσως παρὰ Ἴωσιν, ὡς καὶ Ὅμηρος, περὶ δὲ κλείσιον θέε πάντῃ· παρὰ δὲ Ἀττικοῖς κλείσιον ὁ μέγας θυρών. καὶ μή ποτέ, φησι, τοῦτο μὲν ἐκτείνεται καὶ παροξύνεται, ἐκεῖνο δὲ συστέλλεται καὶ προπαροξύνεται. καὶ τοιαῦτα μὲν τὰ τῶν ὕστερον. Ὅμηρος δὲ δουλικὸν σαφῶς οἶκον ἐμφαίνει, τὸ παρʼ αὐτῷ κλείσιον ἑρμηνεύων οὕτως· ἐν τῷ σιτέκοντο καὶ ἑξῆς. Τὸ δὲ ἴαυον <!-- 2.319 -->κἀνταῦθα γενικῶς τὴν περί τι διατριβὴν δηλοῖ. δόξειε δʼ ἂν καὶ τοῦ κοιμᾶσθαι νῦν ὡς ἐκ μέρους εἶναι δηλωτικόν. Δμῶες δὲ ἀναγκαῖοι οἱ κατὰ τὴν Ὁμηρικὴν ἑρμηνείαν φίλα ἐργαζόμενοι. ἐν μέντοι τοῖς ἑξῆς ἀναγκαῖοι πολεμισταὶ Λαέρτης καὶ Δολίος, οἳ καὶ πόλιοί περ ἐόντες τεύχεα ἔδυναν, οὐ μόνον οἱ χρειώδεις ὡς νῦν, ἀλλὰ καὶ οἱ κατʼ ἀνάγκην πολεμοῦντες. Ἡ δὲ ῥηθεῖσα Σικελικὴ γραῦς κεῖται καὶ λούουσα τὸν δεσπότην ἐν τοῖς ἑξῆς. τίς δὲ διαφορὰ Σικελοῦ καὶ Σικελιώτου, προδεδήλωται ὅπου καὶ τῆς Σικελῆς ταύτης γραὸς μνεία τις γέγονεν. Ὅτι καθάπαξ ὁ Ὀδυσσεὺς γλυκανθεὶς τῇ τῶν οἰκείων ἀποπείρᾳ οὐδὲ τῷ πατρὶ αὐτόθεν ἐθέλει ἀπεριέργως γνωρισθῆναι, μεθοδεύσας δὲ διάπειραν σχεῖν καὶ αὐτοῦ τοὺς μὲν ἀμφʼ αὑτὸν στέλλει δεῖπνον τάχυ συῶν ἱερεῦσαι ὅ τις ἄριστος· αὐτὸς δὲ πειρήσομαί, φησι, πατρὸς ἡμετέροιο, εἴ με ἔτι γνοίη καὶ φράσσεται ὀφθαλμοῖσιν, ἢ ἀγνοίησι πολὺν χρόνον ἀμφὶς ἐόντα. καὶ δίδωσιν αὐτοῖς εὐθὺς καὶ τὰ πολεμικὰ τεύχεα, καὶ αὐτοὶ μὲν ἔρχονται δόμονδε ποιήσοντες ὡς ἐκέλευεν Ὀδυσσεύς. ὁ δὲ ἐγγὺς ἔρχεται πολυκάρπου ἀλωῆς πειρητίζων, τουτέστι πειρασόμενος, ἀντὶ μέλλοντος γὰρ ὁ ἐνεστὼς καὶ νῦν κεῖται. καὶ Δολίος μὲν καὶ οἱ αὐτοῦ παῖδες αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος ᾤχοντο, ἡγεμονεύοντος αὐτοῖς τοῦ γέροντος Δολίου, τουτέστιν ἐπιστατοῦντος τοῖς υἱοῖς εἰς τὸ ἔργον. τὸν δʼ οἶον πατέρα εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ, ὃν καὶ ἐμφράζων ὡς οἷα τινὰ ἐπιμελητὴν ἀγροῦ ἐπάγει· λιστρεύοντα φυτὸν, ῥυπόωντα δὲ ἕστο χιτῶνα ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας κνημῖδας ῥαπτὰς δέδετο γραπτῦς ἀλεείνων, χειρίδας τʼ ἐπὶ χερσὶ βάτων ἕνεκα, αὐτὰρ ὕπερθεν αἰγείην κυνέην κεφαλῇ ἔχε πένθος ἀέξων. τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα, οὐκέτι κἀνταῦθα πολύτλας ἦν, ἀλλὰ στὰς ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε καὶ μερμήριξε μὲν κῦσαι καὶ περιφῦναι ἑὸν πατέρα καὶ ἕκαστα εἰπεῖν. ἔδοξε δʼ ὅμως αὐτῷ κέρδιον εἶναι, πρῶτα κερτομίοις ἐπέεσσι πειρηθῆναι. τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ· καὶ ὁ μὲν κάτω ἔχων κεφαλὴν φυτὸν ἀμφελάχαινεν, ὁ δὲ παριστάμενος, ὦ γέρον, ἔφη, οὐκ ἀδαημονίη σε ἔχει ἀμφιπολεύειν ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, ἡ τοῦ κήπου δηλαδὴ, οὐδέ τι πάμπαν οὐ φυτὸν οὐ συκῆ οὐκ ἄμπελος οὐ μὲν ἐλαίη οὐκ ὄγχνη οὐ πρασίη τοι ἄνευ κομιδῆς κατὰ κῆπον. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ· αὐτόν σε οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι, τουτέστιν ἐνδέδυσαι. εἶτα ἐπιπλέκων πάλιν ἔπαινον λέγει· οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκεν οὔ σε κομίζει, οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι εἶδος καὶ μέγεθος, ἤγουν κατʼ ὄψιν οὐ δοῦλος φαίνῃ, βασιλῆϊ γάρ, φησιν, ἀνδρὶ ἔοικας. τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων. ἐπὶ δὲ τούτοις ἐρωτᾷ, τίνος δμώς ἐστιν ἀνδρῶν, τίνος δὲ ὄρχατον ἀμφιπολεύει, καὶ ἔτι, εἴ περ οὗτος ὁ ἐρωτῶν αὐτὸν δηλαδὴ ξένος μὴ ἀλλαχοῦ γῆς ἀλλʼ ἐν Ἰθάκῃ ἐστὶν, ὥς μοι, φησὶν, ἔειπεν οὗτος ἀνὴρ νῦν δὴ ξυμβλημένος, οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα εἰπεῖν καὶ ἐπακοῦσαι ἀμφὶ ξείνῳ ἐμῷ, εἴ που ζώει τε καὶ ἐστὶν, ἢ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, ἐστὶ δηλαδή. ὃν ξένον αὐτοῦ καὶ ἐφερμηνεύων, ὡς ἐξ Ἰθάκης Ὀδυσσεὺς ἦν, λέγει, ὃς ἔφασκε Λαέρτην Ἀρκεισιάδην πατέρα εἶναι αὐτῷ. ἀφηγεῖται δὲ καὶ δῶρα ἐκείνῳ αὐτός ποτε δοῦναι, χρυσοῦ εὐεργέος ἑπτὰ τάλαντα καὶ κρητῆρα πανάργυρον ἀνθεμόεντα, δώδεκα δὲ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα καλὰ, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας· χωρὶς δʼ αὖ γυναῖκας ἀμύμονας ἔργα εἰδυίας τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι. πολλὰ ταῦτα· διὸ καὶ μυρία ὁ Λαέρτης ἐρεῖ αὐτά· ἐξ ὧν καὶ παροιμιάσαιτʼ ἄν τις ἐπὶ τῶν ψευδῶς χαριζομένων ἄχρι καὶ μόνου λόγου τὰ δῶρα τοῦ ἐξ Ἀλύβαντος ξένου ἢ τὰ τοῦ Ἀλυβαντίνου ἑταίρου ξένια. τοιοῦτον γὰρ ἑαυτὸν Ὀδυσσεὺς πλάσει ἐξ Ἀλύβαντος ὁρμᾶσθαι εἰπὼν, ὡς μετʼ ὀλίγα ῥηθήσεται, ἵνα ὥς περ ἡ τοῦ Φανίου θύρα τὰ μηδαμοῦ ὄντα χρήματα ἐπαροιμιάζετο στέγειν ἐντὸς διὰ τὸ τὸν Φανίαν ψευδῶς ἑαυτῷ κειμηλιοῦσθαι πλοῦτον, οὕτω καὶ ὁ Ἀλυβάντιος ξένος δῶρα τῇ παροιμίᾳ χαρήσηται, ἅ περ ὁ ἀὴρ ἔχει λαβὼν ἐκ στόματος. καὶ τοιαύτη μὲν τέως ἡ τοῦ σοφοῦ Ὀδυσσέως ἀπόπειρα· ᾗ περ ἐπιμεμενηκὼς καὶ εἰσέτι μετὰ βραχέα καὶ ἰδὼν τὸν πατέρα γέροντα κατάκρας ἀδινὰ στενάχοντα οὐκέτι κρατεῖν ἑαυτοῦ ἔχει, ἀλλὰ περιφὺς ὁμολογεῖ Ὀδυσσεὺς εἶναι, καὶ ἀναγνωρισθεὶς καὶ αὐτῷ, καθὰ καὶ τοῖς πρὸ αὐτοῦ, ποιεῖ τὰ ἐφεξῆς, οὐ μάτην ἀποπειρασάμενος ἀλλʼ ἐπʼ ἀγαθῷ· προμηθέστατα γὰρ <!-- 2.320 -->Ὀδυσσεὺς οὐκ εὐθὺς ἑαυτὸν ἀναγνωρίζει τῷ πατρὶ, μή ποτε τῷ αἰφνιδίῳ τῆς χαρᾶς ἀποσβῇ ὁ γέρων· σμικρὰ γὰρ, τραγικῶς εἰπεῖν, παλαιὰ σώματʼ εὐνάζει ῥοπὴ, τουτέστι βραχεῖά τις ἀφορμὴ, λύπης τυχὸν ἢ χαρᾶς ἢ φοβοῦ, ἐκλείπειν ποιεῖ, ἐπεί τοι καὶ ἐν τοῖς ἑξῆς τοῦ Ὀδυσσέως ἀναγνωρισθέντος λύτο αὐτόθι γούνατα καὶ φίλον ἦτορ τῷ γέροντι, σήματʼ ἀναγνόντι τά οἱ ἔμπεδα πέφραδεν Ὀδυσσεὺς, καὶ μικροῦ ἀπέψυξεν ἄν. οὕτω καὶ ὁ Ἄργος κύων ἐπὶ σμικρᾶς ῥοπῆς ὢν ἱστορήθη ἐκψύξαι τῷ τοῦ Ὀδυσσέως ἀναγνωρισμῷ. διὰ ταῦτα τοίνυν ἀφίησι τὸν πατέρα τῇ ἀναμνήσει συγχεθῆναι τοσοῦτον, ὥστε αὐτὸν ἄχεος, φησὶν, νεφέλη ἐκάλυψε μέλαινα, ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς πολιῆς ἀδινὰ στενάχων. καὶ τότε δὴ ἐπάλμενος καὶ περιφὺς ἔκυσέ τε καὶ ἔφη· κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγὼ, πάτερ, ὃν σὺ μεταλλᾷς, ἤλυθον καὶ ἑξῆς. καὶ οὕτως ὁ τοῦ παιδὸς ἀναγνωρισμὸς πάνυ διαχυτικὸς ὢν καὶ πολλὴν ῥοπὴν τῷ παλαιῷ σώματι δοὺς, ὅμως οὐκ ἔσχε καὶ εὐνάσαι αὐτὸν κατεργασάμενος, ἀλλʼ ἐπαναγαγὼν ἐκ τῆς ἄγαν λύπης οὐκ ἐξίσχυσε καὶ κακόν τι τῷ σφοδρῷ τῆς ἡδονῆς συνεργάσασθαι, ἀλλʼ ἐξ ἀκροτήτων ἤγαγεν εἰς μεσότητα, καὶ συγκεράσας μετρίως εἰς τὸ ἐξ ἀρχῆς κατὰ φύσιν ἀποκατέστησε. προμηθέστατα οὖν, ὡς εἴρηται, ποιεῖ Ὀδυσσεὺς τὸν ἀναγνωρισμόν, διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο, ὡς κέρδιον εἶναι τῷ Ὀδυσσεῖ ἐκρίθη κερτομίοις ἐπέεσσι πειρηθῆναι. καὶ ἐν τῷ τέλει δὲ τοῦ λόγου ὅτε τὸν τεράστιον ὄλεθρον τῶν μνηστήρων καταλέγει, σὲ δὲ χρή, φησι, τετλάμεν ἔμπης ἵνα μή τι πάθῃς, τῇ ἐκτὸς δηλαδὴ καὶ παρʼ ἐλπίδας χαρᾷ. τοῦτο δὴ τὸ Σοφόκλειον. καὶ τοιάδε μὲν ταῦτα. Ἐν δὲ τοῖς καθέκαστα τοῦ ῥηθέντος χωρίου τὸ μὲν, δεῖπνον ἱερεύσατε, ἀντὶ τοῦ, διὰ δεῖπνον σφάζετε· οὐ γὰρ ἄλλως ἐνταῦθα ἱερεύεται κατὰ θυσίαν ὁ σῦς. Ἐν δὲ τῷ, εἴ με ἔτι γνοίη, ἀργὸν ἐκ περισσοῦ κεῖται τὸ ἔτι ἐπίῤῥημα· ὁποῖα καὶ ἄλλα ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθησαν, ἐν οἷς καὶ τὸ τὶ, πολλαχοῦ κατὰ παρολκὴν κείμενον, οἷον ἐν τῷ σχεδόν τι καὶ οὔ τι καὶ οὕτω τι καὶ, ναῦς χαλκεμβόλους ὁμοῦ τι διακοσίας. Ἰστέον δὲ ὅτι τῶν χαλκεμβόλων νεῶν τὰ ἔμπροσθεν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, καθὰ μηροὶ καὶ μηρὰ καὶ ἄλλα δὲ ὁμοίως μεταπεπλασμένα, οὕτω καὶ ἔμβολοι λέγονται ἀρσενικῶς καὶ ἔμβολα οὐδετέρως· οἷον, δίπρωρος δʼ ἐγεγόνει καὶ δίπρυμνος καὶ ἔμβολα εἶχεν ἑπτά. Τὸ δὲ ἀγνοίησι λέξις μὲν μετρικοῖς ἴσως ἀγαπητὴ, πάντῃ δὲ ἀσυνήθης καὶ μάλιστα διὰ τὸν τόνον· εἴτε γὰρ ἐκ τοῦ ἀγνοῶ εἴτε ἐκ τοῦ ἀγνοιῶ, οὐκ εὔλογος ἡ παροξυτόνησις. μάλιστα οὖν δοκεῖ ἐκ τοῦ ἀγνοίημι εἶναι τὸ τρίτον ἀγνοίησιν ὡς τίθησι, τὸ δὲ ἀγνοίημι ἐκ τοῦ ἀγνοιῶ, ὡς αἰνῶ αἴνημι· οἷον, οὔ μιν ἔγω γε αἴνημι, καὶ διζῶ δίζημι, ὅθεν καὶ διζήμενος. Αἱμασιὰ δὲ κατὰ τὴν τοῦ ποιητοῦ ἑρμηνείαν, ἀλωῆς ἕρκος, ἴσως μὲν, ὡς προεδηλώθη, ἐξ ἀκανθῶν οὖσα ποτὲ, ὧν εἶδος καὶ αἱ βάτοι ἃς ὁ γέρων διαχειρίζεται, καὶ κληθεῖσα παρὰ τὸ αἱμάσσειν τοὺς κατεπιχειροῦντας. οἱ μέντοι παλαιοὶ αἱμασίας φασὶ τὰ ἐκ λεπτῶν λίθων ἐκτισμένα τοιχίδια. διὸ καὶ ὁ ποιητὴς τὴν ἀλωὴν, εἰς ἣν αὐταὶ συνήγοντο, εὐκτιμένην ἔφη, καθά που καὶ πόλεις εὐκτιμένας λέγει. περὶ δὲ αἱμασιῶν πλατύτερον ἤδη προείρηται. Οἶον δὲ, τουτέστι μόνον, εὑρεῖν τὸν πατέρα πλάττεται Ὀδυσσεὺς, ἵνα καὶ αὐτόθι κοινότερον ὕστερον ἀναγνωρισθῇ τοῖς ἀμφὶ τὸν γέροντα. Λιστρεύειν δὲ τὸ περιξύειν παρὰ τὸ λίστρον, ὅ ἐστι ξύστρον, περὶ οὗ καὶ αὐτοῦ προγέγραπται. αὐτὸ δὲ τὸ, λιστρεύειν φυτὸν, ὅμοιόν ἐστι τῷ, φυτὸν ἀμφιλαχαίνειν· καὶ γὰρ ὁ λιστρεύων φυτὸν ὀρύττει καὶ ὁ λαχαίνων φυτὸν, ἐπεὶ λαχαίνειν ταυτόν ἐστι τῷ διασκάπτειν, ἀφʼ οὗ καὶ λάχανον. καὶ γίνεται ἡ λέξις παρὰ τὸ ποιεῖν λίαν χαίνειν τὴν γῆν, ἐξ οὗ καὶ σήραγγας ἐπενοήθη λέγεσθαι γῆς παρὰ τὸ σεσηρέναι, ὃ ταυτόν πως τῷ διαχάσκειν ἐστί. Τὸ δὲ, ῥαπτὸν ἀεικέλιον, ὑφὲν ἀναγνωστέον, ἵνα δηλοῖ τὸν ἀεικελίως ῥαπτόν. τοιοῦτον καὶ ἐν Ἰλιάδι σὺν ἄλλοις τὸ, τοξότα λωβητήρ. ὅμοιον δὲ καὶ ἡ ἐν Ἀρκαδίᾳ Μεγάλη πόλις, ὡς προδεδήλωται, καὶ ἕτερα πολλά. Κνημῖδας δὲ νῦν οὐ πολεμικὰς λέγει, ἀλλὰ βύρσας διʼ ὧν κνῆμαι τοῖς ἀγρόταις καλύπτονται. οὕτω δὲ καὶ κυνέην αἰγείην οὐ τὴν ἐν μάχῃ χρηστὴν, ἀλλὰ τὸ ἁπλῶς ἐξ αἰγὸς κάλυμμα τῆς κεφαλῆς. καὶ σημείωσαι τὰς λέξεις εἰς χρείαν ὁμωνυμίας καὶ εἰς γραφῆς χρησιμότητα. Ῥαπτὰς δὲ κνημῖδας λέγει ἢ προσυπακουομένου καὶ ἐνταῦθα τοῦ ἀεικελίως αὐτὰς ἐῤῥάφθαι, ἢ καὶ μᾶλλον εἰς δεῖξιν τοῦ περίβλημα εἶναι ταῖς κνήμαις αὐτὰς καὶ μὴ ἁπλῶς ᾐωρημένας τετυλίχθαι περὶ τὰς κνήμας, ἴσως δὲ καὶ εἰς διαστολὴν τῶν ἐκ σιδήρου ὧν ἄπεστι τὸ ἐῤῥάφθαι. Τὸ δὲ <!-- 2.321 -->περιδέδετο οἰκεῖον ἐπὶ κνημίδων, ὡς ἐπὶ πεδίλων τὸ ὑποδεδέσθαι. Γραπτύας δὲ καὶ ἐν συναιρέσει γραπτῦς λέγει τὰς ἐξ ἀκανθῶν ἢ ἀκανθωδῶν τινῶν γραφὰς ἤγουν, ὡς καὶ προεῤῥέθη που, ξέσεις καὶ ἀμυχὰς, ἀπὸ τοῦ γράφω τὸ ξέω, ὃ καὶ ἀμύσσειν λέγεται, ὅθεν ἡ ἀμυχή. πολλῶν δὲ παρηγμένων ἐκ τοῦ γράφειν, ὡς καὶ ἡ Ἰλιὰς ἀκριβῶς δηλοῖ, δῆλον ἐκεῖθεν καὶ τὸ γράμμα, ὃ καὶ στοιχεῖον σημαίνει συνήθως, ἔτι δὲ καὶ σύγγραμμα· ἐξ οὗ καὶ πολλὰ γράμματα εἰδέναι φαμὲν καὶ γραμματικὸν εἶναι τὸν πολλῶν συγγραμμάτων ἔμπειρον. κεῖται δʼ αὐτὸ καὶ παρὰ Καλλιμάχῳ ἐν τῷ, γράμματα δʼ οὐκ εἴλισσεν ἀπόκρυφα. καὶ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμα ἀναλεξάμενος. καὶ τοῦτο μὲν οὕτως. Ἰστέον δὲ καὶ ὅτι τὰς μὲν τῶν κνημῶν γραπτῦς αἱ κνημῖδες κωλύουσι, τὰς δὲ τῶν χειρῶν αἱ χειρίδες, ἤγουν τὰ τῶν χειρῶν καλύμματα ἐκ δερμάτων δηλαδὴ καὶ αὐτὰ ὄντα. ὧν ἡ παραγωγὴ ὥς περ κνήμη κυνημὶς, οὕτω καὶ χεὶρ χειρίς· ἐξ ἧς καὶ ἐγχειρίδιον οὐ μόνον τὸ ξιφίδιον καὶ τὸ μαχαίριον καὶ τὸ βιβλίδιον ὡς τὸ Ἐπικτήτου ἐγχειρίδιον, ἀλλʼ, ὡς ὁ Ἀθήναιος δηλοῖ, καὶ τὸ τῆς θαλασσίας κώπης κράτημα. Ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ ἀκανθῶν χειρίδες ἐπινενόηνται, ἀλλὰ καὶ ἐπὶ ἔργων εὐχερείᾳ. καὶ τοξεύοντες γοῦν τινὲς χειρίσι χρῶνται, εἰ καὶ μὴ δακτυλωταῖς, καὶ πλύνοντες δὲ καὶ ζυμοῦντες. παρὰ γοῦν τῷ Δειπνοσοφιστῇ εὕρηται τὸ, σιτοποιὸς χειρίδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιῤῥέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπαίοι ἢ ἐμπίπτοι. ἔνθα σημείωσαι τὸν κημὸν ἐκδηλοτάτην διαφορὰν ἔχοντα πρὸς τὸν χαλινόν· ὁ μὲν γὰρ ἐπὶ ἵππων, ὁ δὲ κημὸς ἰδοὺ καὶ ἐπὶ ἀνθρώπου, ἔξω δηλαδὴ περὶ τὰ χείλη κείμενος· ὁποῖός τις καὶ ὁ τὰ τῆς ἄρκτου κατασφαλιζόμενος ὥστε μὴ δάκνειν τοὺς παρατυγχάνοντας. εἰ δὲ καὶ σιδηροῦς ἢ χαλκοῦς ἐκεῖνος, ἀλλʼ ὁ κατʼ ἄνθρωπον οὐκ ἂν εἴη τοιοῦτος, ἀλλὰ κόμμα τι λίνεον προβέβληται τῶν τε χειλέων καὶ τῆς ῥινὸς, ἵνα μή τι φορτικὸν ἔξωθεν εἰσπνέοιτο, λεπτὸν ὂν καὶ ῥᾷον ἐπιβουλεῦον τοῖς τοιούτοις μέρεσιν. Ἔτι ἰστέον καὶ ὅτι χειρὸς πολλῶν ὄντων παραγώγων, ἐκεῖθεν ἐστὶ καὶ τὸ διαχειρίσασθαι, ἀφʼ οὗ καινότερον κατὰ συγκοπὴν καὶ τὸ διαχρήσασθαι, καὶ μὴν καὶ τὸ ἀπεχειρίσθη τὴν δεξιάν. τούτων δὲ πολὺ διαφέρει τὸ μεταχειρίζεσθαι. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ γράφειν, ὅ πέρ ἐστι ξέειν ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα σαφῶς δεδήλωται, τό τε γράμμα γίνεται, ὡς καὶ αὐτὸ ἐῤῥέθη, καὶ τὸ ἐξ αὐτοῦ παρώνυμον γραμματικὸν ἔκπωμα, ἤγουν, ὡς Ἄλεξις ἂν εἴποι, τὸ ἔχον κύκλῳ τὰ γράμματα· ἔτι δὲ καὶ ἡ κατὰ τόπον περιγραφὴ διὰ τῆς κύκλῳ ξέσεως τοῦ ὑποκειμένου χωρίου, καὶ ἡ παρὰ τοῖς ῥήτορσι δὲ παραγραφὴ, ξέσις οὖσά τις καὶ ἀπάλειψις δικαιολογίας, καὶ μὴν καὶ ἡ γραφὴ τουτέστιν ἡ στίξις, ἣν περόναι φασὶ ποικίλλουσιν ἐν σώμασιν. ἣν δὴ γραφὴν παθοῦσαι Θρᾳκικαί τινες γυναῖκες ἐφʼ ὕβρει ἐξηλείψαντό, φασι, τὴν συμφορὰν ταύτην, προσαναγραψάμεναι ἤγουν στίξασαι καὶ τὰ λοιπὰ τοῦ χρωτὸς, ἵνα ὁ τῆς ὕβρεως χαρακτὴρ εἰς ποικιλίαν ἀριθμηθεὶς κόσμου προσηγορία τοὔνομα ἐξαλείψῃ, ᾧ δηλαδὴ ὀνομάζονται αἱ στιγματίαι. ἔτι ἐκ τοῦ γράειν καὶ γράφειν γίνεται καὶ ἡ τεχνικὴ περίγρα, ἡ πέριξ δηλαδὴ γράουσα ἤγουν ἐσθίουσα, ὡς καὶ ἀλλαχοῦ κεῖται, ἢ γράφουσα, ὅ ἐστι ξέουσα καὶ οὕτως ἀπορθοῦσα τὰ ξύλα, οἷς ἐπισύρεται περιαγομένη, καὶ οὕτως ἐξακριβοῦσα σχημάτων ἰσότητα κατὰ τὸ, καὶ ἐκ περίγρας τετράγωνος, ἤγουν ἶσος πάντῃ καὶ στερεὸς ὡς εἰ καὶ ἐτετραγωνίσθη διά τινος περίγρας. Ἰστέον δὲ καὶ ὅτι τῆς γραπτύος ἀρσενικὸν ὁ γραπτός· ὅθεν καὶ ἰχθύες νωτόγραπτοι παρὰ τοῖς παλαιοῖς οἱ ἔχοντες τὰ περὶ νῶτα γραμμάς τινας. Τὸ δὲ, βάτων ἕνεκα, διπλόην ἔχει τοῦ ἕνεκα· καὶ νῦν μὲν βάτων ἕνεκα χειρίδες, ἵνα τις ἐκφύγῃ βάτους, ὧν πάνυ μείζονες οἱ κυνόσβατοι· ὥς περ καὶ πῖλος ὑετοῦ ἕνεκα ἐπὶ κωλύσει ὑετοῦ, καὶ οἶκος καύσωνος ἕνεκεν, ἵνα τις ἐκκλίνῃ καύσωνα. καὶ οὕτω μὲν ἄρτι βάτων ἕνεκα χειρίδες ἐπὶ ἐκκλίσει. ἄλλως μέντοι ποτὲ σπουδὴ γεωργῷ ἕνεκα βάτων, ὥς περ καὶ δεξαμενὴ ἕνεκεν ὑετοῦ· καὶ οἶκος ἀναπαύσεως ἕνεκεν, οὐκ ἐπὶ φυγῇ ἀλλʼ ἐπιτυχίᾳ, ἵνα δηλαδὴ βάτους ἕξει τις καὶ ὑετὸν καὶ ἀνάπαυσιν. οὕτως οἱ περὶ τὸν Δολίον ἕνεκα βάτων, ὡς εἰκὸς, πονοῦνται διʼ αἱμασιάς. εἰσὶ δὲ καὶ ἄλλοι τρόποι τοῦ ἕνεκά τινος· θανατοῦται γάρ τις ἕνεκα φίλου ἤγουν διὰ φίλον, καὶ αὖ πάλιν ἕνεκα ἐχθροῦ ἤγουν διʼ ἐχθροῦ. ἀντιπέφρασται δὲ ἡ βάτος τῇ βάσει αὐτὴ ἄβατος οὖσα κατὰ τὸ, γένοιτʼ ἂν τόπος ἄβατος βάτου περικειμένης, ὃ κεῖται ψεκτικῶς παρὰ Ἀγαθαρχίδῃ σκώπτοντι. ὁμοίως καὶ τὸ, τίς ἂν δύναιτο τὴν Κύρου δόσιν ἄκυρον ποιῆσαι; καὶ τὸ, εἰκός ἐστι τὴν Ἀθηνᾶν ἐκ τῆς τοῦ Διὸς κεφαλῆς γεννηθεῖσαν τῶν ἀγαθῶν ἔχειν τὸ κεφάλαιον. δῆλον δʼ ὅτι πρὸς διαστολὴν τοῦ βατὸς ὀξυτόνου ἡ βάτος <!-- 2.322 -->ἢ ὁ βάτος βεβαρυτόνηται, αὐτῆς δὲ διέσταλται διπλασμῷ τοῦ τ Βάττος βασιλεὺς Λίβυς, οἷ καὶ τὰ Πινδαρικὰ ὡς περιωνύμου μέμνηνται· ὃς δοκεῖ παροιμίαν δοῦναι τὴν τοῦ βαττολογεῖν. Ἡ δὲ αἰγείη κυνέη λόγον ἔχει ὁποῖον καὶ ἡ ἰκτιδέη κυνέη· καὶ γέγραπται περὶ τούτων ἐν τοῖς εἰς τὴν Ἰλιάδα τὸ ἀρκοῦν. Τὸ δὲ, πένθος ἀέξων, ἐπιφωνηματικῶς εἰπὼν, ὑποκαταβὰς ἡρμήνευσεν ἐν τῷ, μέγα δὲ φρεσὶ πένθος ἔχοντα. Βλωθρὴ δὲ ἐνταῦθα μὲν ὄγχνη, ἐν Ἰλιάδι δὲ πίτυς. καὶ ἐῤῥέθη ἱκανῶς ἐκεῖ περὶ τῆς τοιαύτης λέξεως. Κερτόμια δὲ νῦν ἔπη οὐ τὰ ὑβριστικὰ καὶ ὀνειδιστικὰ, ὅ ἐστι μεμπτικὰ, τέμνοντα δὲ ἄλλως κέαρ διὰ τὸ ἐρεθιστικὰ εἶναι εἰς χόλον κατὰ τὸ, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ. ἐξ οὗ δὴ τόπου καὶ ἄρχεται τὰ κερτόμια ἐνταῦθα ἔπη, τὸ ἀκόμιστον δηλαδὴ τὸν γέροντα εἶναι, τὸ γῆρας λυγρὸν ἔχειν, τὸ κακῶς αὐχμεῖν, τὸ ἀεικέα φορεῖν· ἃ δὴ κομματικῶς κεῖνται ὡς ἐν σκώμμασι πρέπει. ἔτι δὲ καὶ τὸ δμῶα εἶναι. δῆλον δὲ ὅτι παράγωγόν ἐστιν ἐκ τοῦ κέρτομος τρισυλλάβου ὀνόματος τὸ κερτόμιον ἔπος. Τὸ δὲ, κάτω ἔχων κεφαλὴν, οὐ ταυτόν ἐστι τῷ ὕστερον παρʼ Ἀττικοῖς, κάτω κάρα, ἢ συνθέτως κατώκαρα· ἐκεῖνο γὰρ ἐπὶ τῶν κατὰ κεφαλὴν κρεμαμένων ἢ βυθιζομένων λέγεται. Τὸ δὲ, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν ὄρχατον, περίφρασις τοῦ, δαήμων εἶς τῆς κηπευτικῆς. τούτου δὲ κομματικὴ ἐπιτομὴ τὸ, ἀλλʼ εὖ κομιδὴ ἔχει, τουτέστιν ἐπιμεμέληται ὁ ὄρχατος, περὶ οὗ προείρηται ἀλλαχοῦ. Ἀμφιπολεύειν δὲ οὐχʼ ἁπλῶς τὸ περιοδεύειν, ἀλλʼ ἔχει τι καὶ δουλικῆς σημασίας, ἀφʼ ἧς αἱ ἀμφίπολοι. Ἐν δὲ τῷ, οὐ φυτὸν οὐ συκῆ καὶ ἑξῆς, τῷ καθόλου ἤγουν τῷ φυτῷ ἐπῆκται τὰ ὑπʼ αὐτὸ μερικὰ δένδρα τε καὶ λοιπά· φυτὰ γὰρ πάντως καὶ τὰ περὶ πρασιὰν, περὶ ἧς καὶ αὐτῆς ὁμοίως προεῤῥέθη, καὶ ἡ συκῆ καὶ τὰ ἐφεξῆς δένδρα. Ὅρα δʼ ἐνταῦθα καὶ τὴν ἐπιμονὴν τοῦ ἀποφατικοῦ εὐειδοῦς καὶ λαμπροῦ σχήματος καὶ τὴν γοργότητα ἐν τῷ, οὐ φυτὸν οὐ συκῆ οὐ τόδε οὐ τόδε. ἐκτείνει δὲ καὶ νῦν τὴν ἄρχουσαν ἡ συκῆ. Τὸ δὲ, οὐκ ἄνευ κομιδῆς κατὰ κῆπον, σαφήνειά ἐστι τοῦ, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει ἡ τοῦ ὀρχάτου. Τὸ δὲ, οὐκ ἀγαθή σε κομιδὴ ἔχει, ἀστεῖον ἐστὶ ῥητορικὸν ἀντίθετον· λέγει γὰρ ὡς ὁ μὲν κῆπος ἔχει κομιδὴν ὑπὸ σοῦ, σὺ δὲ οὐκ ἔχεις τὴν δέουσαν κομιδήν. ὅμοιον δέ τι μετʼ ὀλίγα καὶ τὸ, οὔ σε κομιδὴ ἀγαθὴ ἔχει, ἀλλὰ γῆρας λυγρὸν ἔχεις. Τὸ δὲ, αὐχμεῖς κακῶς, ἐχρησίμευσε καὶ τῷ κωμικῷ εἰς σκῶμμα ἐν ταῖς Νεφέλαις. αὐχμεῖ δὲ κακῶς ὁ καὶ ῥύπον ἔχων κατὰ τὸν Λαέρτην καὶ ἀλουτῶν. γίνεται δὲ τὸ αὐχμεῖν, ὥς περ καὶ ὁ αὐχμὸς, παρὰ τὸ αὔω τὸ ξηραίνω πλεονασμῷ δασέος, ὡς καὶ ἐν τῷ βρυχηθμὸς γίνεται καὶ τοῖς ὁμοίοις. δῆλον δὲ ὅτι ῥύπος ξηρανθεὶς γῇ ἔοικεν αὐχμώσῃ καὶ μὴ τεγγομένῃ ὕδατι. Ἀεργίαν δὲ οὐ μόνον τὴν κοινῶς λεγομένην ἀργίαν λέγει τὴν ἐκ τῆς ἀεργίας κεκραμένην, ἀλλὰ καὶ τὴν εἰς ἔργον ἀτεχνίαν, διαφέρουσαν τῆς κακοεργίας, ὅτι ἐκείνη μὲν κακίαν δηλοῖ ψυχῆς ὡς ἐν τῷ, κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων, τοῦτο δὲ ἀνεπιστημοσύνην. Τὸ δὲ δούλειον εἶδος καὶ μέγεθος ὁμογραφοῦνται τῇ ἐκ τοῦ δουλεύω γινομένῃ δουλείᾳ, οὐ μὴν καὶ τὸ δούλιον ἦμαρ· ἐκεῖνο γὰρ τῷ ἰῶτα μόνῳ παραλήγεται, καθὰ καὶ ἡ δουλία ἡμέρα ὥς φασιν οἱ παλαιοί. Τὸ δὲ, οὔ σε κομίζει, ῥῆμα ἔχει τὸ πρωτότυπον τῆς κατʼ ἐπιμέλειαν κομιδῆς. Τὸ δὲ, τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, εὕδειν μαλακῶς, διττὴν ἔχει ἔννοιαν· ἢ γὰρ ὅτι τοιοῦτος εἶ οἷος λούεσθαι καὶ μετὰ τὸ ἐμφαγεῖν κοιμᾶσθαι οὐ μὴν καὶ ἔργοις ἐπιπρέπεις ἀνδρικοῖς, ἢ ὅτι τοιούτῳ ἤγουν βασιλεῖ ἔοικας, οὐ νῦν οὕτως ὡς ἔχεις, ἀλλʼ ὅτε ὁ τοιοῦτος λούσαιτο καὶ φάγοι, ὥστε καὶ ἀναπεσεῖν εἰς ὕπνον. τηνικαῦτα γὰρ τὸ ἄρτι ῥυπαρὸν ἀποπλυνάμενος ὁ κατὰ σὲ φανείη ἂν τῇ ἀλλοιώσει ὡς βασιλεύς· ὃ δὴ σύμφωνόν ἐστι τῇ περὶ λοετροῦ καὶ λοιπῆς κατὰ σῶμα τημελείας δόξῃ, ὡς καὶ ἀλδαινόντων τὰ μέλη καὶ καλλίω αὐτὰ ποιούντων εἰ θεραπεύοιτο. καὶ ἔστι μὲν καλὴ καὶ ἡ τοιαύτη ἔννοια, σαφεστέρα δὲ καὶ ἀβιαστοτέρα ἡ πρώτη. Τὸ δὲ, βασιλῆϊ ἀνδρὶ ἔοικας. τοιούτῳ δὲ ἔοικας καὶ ἑξῆς, περικαλλές ἐστι καὶ αὐτὸ σχῆμα ἐπαναστροφῆς, ὁποῖόν τι ἐν Ἰλιάδι καὶ τὸ, εἰ πυρὶ χεῖρας ἔοικεν. εἰ πυρὶ χεῖρας ἔοικεν, μένος δʼ αἴθωνι σιδήρῳ. ὧν τὸ μὲν συμπληροῖ στίχον, τὸ δʼ αὖ κατάρχει τοῦ ἐφεξῆς στίχου. δῆλον δὲ ὡς ἔχει τι κερτομίας καὶ τὸ πῇ μὲν βασιλῆϊ ἐοικέναι λέγειν τὸν γέροντα, πῇ δὲ ἐρωτᾶν κατὰ ἐναντίαν ἔννοιαν, τίνος δμὼς εἶ. καὶ αὐτὸς οὐ τῶν ἄλλως θεραπόντων, ἀλλὰ τῶν κηπευόντων. ὁμοίως δὲ δῆλον ἐκ τοῦ ποιητοῦ καὶ ὡς ἔχαιρεν αὐτουργῶν κατὰ γεωργίαν ὁ Λαέρτης, ὥς που καὶ Ὀδυσσεὺς φθάσας ἐνηβρύνατο πρὸς <!-- 2.323 -->τοὺς μνηστῆρας τῇ γεωργικῇ τέχνῃ, καὶ ὅτι διὰ τὸ ἐπὶ τῷ υἱῷ πένθος ὁ γέρων τοῖς ἀγροῖς ἐκδέδωκεν ἑαυτόν. Τὸ δὲ, ἡ γὰρ δίκη ἐστὶ γερόντων, ἀπόφανσίς ἐστι σεμνὴ γνωμικὴ κατὰ τὸ, τὸ γὰρ γέρας ἐστὶ θανόντων, καὶ, αὕτη τοι δίκη ἐστὶ θεοῦ, καὶ ὅσα τοιαῦτα. Τὸ δὲ, οὗτος ἀνὴρ ξυμβλήμενος οὔ τι μάλʼ ἀρτίφρων καὶ ἑξῆς, ψόγος ἐστὶ τοῦ μὴ ἐντελῶς διατεθέντος ἐφʼ ἠρώτηται. ἀναφορικὸν δὲ ἐνταῦθα τὸ, οὗτος ἀνήρ· οὐ γὰρ πάρεστιν ἐκεῖνος ὡς καὶ δείκνυσθαι. Τὸ δὲ, οὐ τόλμησεν ἕκαστα εἰπεῖν, ἀντὶ τοῦ οὐκ ἐκαρτέρησε καὶ νῦν κεῖται, καθὰ καὶ πρὸ ὀλίγων. Τὸ δὲ, ἀμφὶ ξείνῳ ἐμῷ, ταυτόν ἐστι τῷ, περὶ φίλου ἐμοῦ. Τὸ δὲ, καὶ εἰν Ἀΐδαο δόμοισι, σαφήνειά ἐστι τοῦ τέθνηκεν· ἔστι γάρ τινα οὐ μόνον τροπικῶς κακῶν ὕπο κατὰ τὴν τραγῳδίαν θανεῖν, ἀλλὰ καὶ λόγοις μόνοις κατά τε φήμην ἁπλῶς καὶ μὴν κατʼ ἐπιτήδευσιν, ὅτε τις προτίθεται λόγοις θανὼν, ἔργοισι σωθῆναι τραγῳδικῶς εἰπεῖν κἀξενέγκασθαι κλέος. ὃ καὶ Ζάλευκος καὶ Πυθαγόρας ἐπραγματεύσαντο. λέγει οὖν τὸ τέθνηκεν ἐνταῦθα οὐχʼ οὕτω πως, ἀλλʼ ὅτε τις κατὰ φύσιν θανὼν ἐν Ἅιδου γένηται. Ἀρκεισιάδης δὲ Λαέρτης ὡς υἱὸς Ἀρκεισίου, ὃς ἢ παρὰ τὸ ἀρκέω ἀρκέσω ἐῤῥέθη ὡς οἷα ἐπαρκεῖν ἁπλῶς δυνάμενος, ὅθεν καὶ ὁ ποδάρκης, ἢ διότι ἄρκος αὐτὸν ἤτοι ἄρκτος θηλάσοι, καθὰ καὶ ἕτερόν τινα ἵππος ἢ αἲξ, καὶ ἄλλους τινὰς λύκαινα· ἐν οἷς καὶ οἱ τῶν Ῥωμαίων ἔξαρχοι κατὰ Δίωνα, Ῥῶμος δηλαδὴ καὶ Ῥωμύλος, οὓς ἐθήλασε λύκαινα ἡ παρὰ Ἰταλιώταις λούπα. ὃ δὴ ὄνομα μετῆκται ἀστείως εἰς ἑταιρίδων προσηγορίαν· τὸ ζῷόν τε γὰρ ἁρπακτικὸν ἡ λούπα εἴτουν λύκαινα καὶ αἱ ἑταιρίδες δὲ ὁμοιότροποι. εἰ δὲ καὶ μῦθος τερατεύεται ὡς ἄρα τέκοι αὐτὸν ἄρκτος, ἡ ἱστορία θεραπεύει τὸ τοιοῦτον βρέφος ἀνθρωπίνως μαιεύουσα· φασὶ γὰρ Κέφαλον τὸν Δηϊονέως ἢ Δηΐονος ἐξ ἄρκτου γυναικὸς τεκεῖν τὸν Ἀρκείσιον. Ἀνθεμόεις δὲ κρατὴρ ὡς καὶ ἐν ἄλλοις λέβητες καὶ τρίποδες ἐῤῥέθησαν ἀνθεμόεντες οἱ ἀναθηματικοὶ διὰ κειμηλίωσιν ἢ ἀνθηροὶ διὰ τὰ δαιδάλματα. ἐν δὲ τῇ Ἰλιάδι καὶ τοπικὸν ἐπίθετον τὸ ἀνθεμόεν κεῖται· λειμῶνα γὰρ Ὅμηρος ἐκεῖ φησὶν ἀνθεμόεντα. Αἱ δὲ ἁπλοΐδες χλαῖναι πρὸς διαστολὴν ἑτέρων μὴ τοιούτων ἐῤῥέθησαν, ὁποῖαι πάντως αἱ διπλοΐδες. Περὶ δὲ φαρέων καὶ ταπήτων καὶ χιτώνων πολλαχοῦ δηλοῦται. Ὁ δὲ περὶ γυναικῶν ἐνταῦθα λόγος χρήσιμος ἐν τοῖς πρὸ τούτων εἰς τὸ, οὐκ ἄορας οὐδὲ λέβητας. ἔνθα ἐφαίνετο καὶ ὅτι ἄορας τὰς γυναῖκας ἐκεῖ ὁ ποιητὴς λέγει, καὶ ὅτι ἐδίδοντό ποτε καὶ γυναῖκες τοῖς ἐπιξενουμένοις. Εἰδαλίμας δὲ ἢ τὰς εὐειδεῖς λέγει ἢ καὶ ἄλλως τὰς ἐπιστήμονας παρὰ τὸ εἰδέναι, ἵνα εἴη ταυτὸν τῷ, ἔργα εἰδυίας, καὶ τὸ εἰδαλίμας. τὸ μέντοι ἰδάλιμον καῦμα διὰ τοῦ ἰῶτα ἔχει τὴν ἄρχουσαν παρὰ τὸ ἰδίειν καὶ τὸ ἴδος, ὃ δηλοῖ τὸν ἱδρῶτα. Ὅτι ἀγαθοῦ ξενοῦ δηλωτικὸν τὸ, ἄνδρα ποτʼ ἐξείνισσα ἡμέτερόνδʼ ἐλθόντα, οἶκον δηλαδή· καὶ οὔ πώ τις βροτὸς ἄλλος ξείνων τηλεδαπῶν φιλίων, τουτέστι φίλτερος, ἐμὸν ἵκετο δῶμα. ἐκ τοῦ φίλος δὲ ὁ φιλίων γίνεται, ἀπʼ αὐτοῦ δὲ, ὡς καὶ προεδηλώθη, ὁ φίλιστος, οὗ χρῆσις καὶ παρὰ Σοφοκλεῖ. Ἔτι ὁμοίας ξενίας φραστικὸν καὶ τὸ, τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων εὖ ἐξείνισσα ἐνδυκέως φιλέων πολλῶν κατὰ οἶκον ἐόντων, καί οἱ δῶρα πόρον ξεινήϊα οἷα ἐῴκει. Ψόγον δὲ φράζει χώρας τὸ, ξεῖνε γαῖαν μὲν ἱκάνεις ἣν ἐρεείνεις, ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν. Ἐπὶ δέ τινος μάτην δωρησαμένου ἁρμόζει τὸ, δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο μυρία ὀπάζων. Μνήμην δὲ εὐεργετικοῦ ποτὲ ἀνδρὸς ἀγαθὴν ἔχει τὸ, εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις ἤτοι κατέλαβες, εὗρες, δώροις ἄν σε ἀμειψάμενος ἀπέπεμψε καὶ ξενίῃ ἀγαθῇ· ἡ γὰρ θέμις ὅς τις ὑπάρξει. καὶ ἔστι καὶ τοῦτο γνωμικὸς ἀφορισμὸς ὅμοιος τῷ, ἡ γὰρ δίκη ἐστὶ γερόντων, καὶ τοῖς τοιούτοις ὡς πρὸ βραχέων ἐῤῥέθη. Ὅρα δὲ τὸ ὑπάρξει ἀντὶ τοῦ προκατάρξει, οὕτω καλῶς καὶ πρωτοθέτως λεγόμενον παρὰ τῶν παλαιῶν, ὅ περ οἱ μεθʼ Ὅμηρον καὶ κατάρχειν φασίν· ἀφʼ ὧν καὶ ἡ καταρχὴ τῶν ἔργων καὶ ἡ ὑπαρχὴ, ὡς δηλοῖ καὶ τὸ ἐξ ὑπαρχῆς. λέγει δὲ ἡ ῥηθεῖσα γνώμη, ὅτι θέμις τουτέστι δίκαιον ἀντιξενίζειν τὸν ὑπάρξαντα κατὰ τὸ, δόμεν, ἤγουν δὸς, ὅς κεν δῶ, τὸ Ἡσιόδειον, καὶ ἵνα καὶ χάρις χάριν εἴη τίκτουσα κατὰ τὸ ἐν ἄλλοις ῥηθὲν τῶν χαρίτων ἴδιον. Τὸ δὲ ἐκίχεις ἢ ἐκ τοῦ κιχῶ γίνεται ἢ ἐκ τοῦ κίχημι, ἐξ οὗ τὸ κιχήμεναι. Ὅτι συχνὰ νοήματα ἐνταῦθα τὰ τοῦ Λαέρτου περὶ Ὀδυσσέως ταῦτα· σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδα εἴ ποτʼ ἔην γε δύσμορον, ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης ἢ ἐν πόντῳ φάγον ἰχθύες ἢ ἐπὶ χέρσου <!-- 2.324 -->θηρσὶ καὶ οἰωνοῖς ἕλωρ γένετο. λυπεῖ δὲ τὸν γέροντα καὶ ὅτι οὐκ ἔκλαυσεν ἐκεῖνον περιστείλας μήτηρ, οὐδʼ ἄλοχος πολύδωρος ἐχέφρων Πηνελόπεια κώκυσεν ἐν λεχέεσσιν, ὡς ἐπεῴκει, ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων, τὸ καὶ ἀλλαχοῦ ῥηθέν. μονῳδικὰ δὲ ταῦτα τοῦ γέροντος ἐπὶ τῷ υἱῷ. Ὅρα δʼ ἐν τούτοις τὸ, ἢ ἐπὶ χέρσου ἕλωρ ἐγένετο, ἀσυνήθως φρασθέν· τὸ μὲν γὰρ ἀκόλουθον τοιοῦτον ἂν ἦν· ὅν που ἔφαγον ἰχθύες ἢ ἐπὶ χέρσου θῆρες καὶ οἰωνοὶ ἕλωρ ἔθηκαν. ὁ μέντοι γέρων, ὡς οἷον ὑπὸ λύπης ἐκλαθόμενος τῆς συνήθους φράσεως, ἐνήλλαξεν αὐτὴν, καὶ χρὴ νοεῖν ἐκ τοῦ, ὅν που τῆλε, ἀπὸ κοινοῦ τὸ ὃς, ὡς εἰ ἔλεγεν, ὃς ἐπὶ χέρσου ἕλωρ ἐγένετο. Ὅρα δὲ καὶ τὸ θηρσίν· εἰ γὰρ ἄλλως θηρία πάντα τὰ ἄλογα, ὡς προδεδήλωται, ἀλλʼ ὁ ποιητὴς ἐνταῦθα θῆρας ἰδιαζόντως τοὺς περὶ χέρσον ὠμηστὰς λέγει, ὥς περ καὶ οἰωνοὺς οὐ πάντας ἀλλὰ τοὺς σαρκοβόρους. Τὸ δὲ περιστείλασα καιριωτάτη λέξις ἐστὶν, εὐκοσμίαν δηλοῦσα νῦν μὲν ἐπὶ νεκροῦ, παρʼ ἄλλοις δὲ καὶ ἐπὶ ζώντων. τοιαύτης δὲ δυνάμεως καὶ ἡ περιστολή. Ἄλοχος δὲ πολύδωρος καὶ νῦν, ὥς περ καὶ ἐν Ἰλιάδι ἡ Ἀνδρομάχη καὶ εἴ τίς που ἄλλη. Καθελεῖν δὲ ὀφθαλμοὺς τὸ νεκρικῶς καλύψαι ὡς ἀπὸ τοῦ παρακολουθοῦντος· παρέπεται γὰρ ἐν τοῖς τοιούτοις καθαιρεῖν ἐπὶ συμμύσει τὰ βλέφαρα. Ὅτι καὶ ἐνταῦθα ἔμπορος κεῖται ὁ ἀλλοτρίας νηὸς ἐπιβάτης, φησὶ γάρ· ποῦ δὲ ναῦς ἕστηκε, ἥ σε ἤγαγεν; ἢ ἔμπορος εἰλήλουθας νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν. Ἔνθα ὅρα καὶ τὸ, οἱ δὲ, ἀντὶ τοῦ, οἱ ναῦται, νοηθέντες Ἀττικῶς ἐκ τῆς νηός. Καὶ ὅτι βῆναι μὲν τὸ ἀποβῆναι, τὸ ἀποπλεῦσαι, ἐκβῆσαι δὲ τὸ ἐξαγαγεῖν τῆς νηός. Ἐν δὲ τῷ, ἢ ἔμπορος εἰλήλουθας, λυτικὸς ὁ ἢ σύνδεσμος· ὃ ζηλώσαντες οἱ μεθʼ Ὅμηρον κατάρχουσι διʼ αὐτοῦ τῶν παρʼ αὐτοῖς λύσεων. Ὅτι Ὀδυσσεὺς ἐν τῷ τοῦ πατρὸς ἀποπειρᾶσθαι ἐπικρύπτων ἑαυτὸν πλάττει εἶναι μὲν ἐξ Ἀλύβαντος, υἱὸς δὲ Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος. ἐμοὶ δέ, φησιν, ὄνομά ἐστιν Ἐπήριτος· ἀλλά με δαίμων πλάγξεν ἀπὸ Σικανίης, ἐκεῖθεν δηλαδὴ ἐρχόμενον. Ἰστέον δὲ ὅτι Ἀλύβη μὲν ἢ Ἀλύβας πόλις Ἰταλίας ἡ κληθεῖσα ὕστερόν, φασι, Μεταπόντιον. ἕτεροι δὲ πόλιν Θρᾳκίαν ταύτην εἶπον. Ὅμηρος δὲ ταύτην ἐπίτηδες ἐπελέξατο οἷα παρωνυμουμένην τῇ ἄλῃ τουτέστι τῇ πλάνῃ τοῦ Ὀδυσσέως. Ἀφείδαντος δὲ υἱὸς εἶναι λέγει, ἐμφαίνων τὸ ἑαυτοῦ ἐλευθέριον καὶ μεγαλόδωρον· ὃ συνιστῶν καὶ ὁ Λαέρτης ἔφη πρὸ ὀλίγων, ὅτι δώροις ἄν σε Ὀδυσσεὺς ἀμειψάμενος ἀπέπεμπε. Πολυπήμων δὲ αὐτῷ καταψεύδεται πάππος πρὸς αἴνιγμα τῶν πολλῶν πημάτων ὧν ἔπαθε. Τὸ δὲ Ἐπήριτος ταυτόν πώς ἐστι τῷ περιμάχητος ἀπὸ τοῦ ἐρίζω, ἐπεὶ πᾶσιν ἔμελλε καὶ ἐπίστροφος ἦν ἀνθρώπων Ὀδυσσεὺς, ἢ καὶ ὅτι τὴν ἀγαθὴν ὑπέτρεφεν ἔριν. Ἰστέον δὲ ὅτι κατὰ ἀναλογίαν ἐπήριστος ὤφειλεν εἶναι ὁμοίως τῷ ἀμφήριστος, ἀπήγαγε δὲ τὸ σίγμα διὰ χρείαν δακτύλου. ὃ γίνεται καὶ ἐν τῷ, νήρθιτον ὄρος, καὶ εὔκτιτον καὶ εὐκτιμένην καὶ ἐν ἄλλοις. καὶ τοιοῦτος μὲν ὁ πλαστὸς οὗτος Ἐπήριτος. ὁ μέντοι γε παρὰ τοῖς ὕστερον ἐπίῤῥητος διὰ προπαραλήγοντος ἰῶτα καὶ παραλήγοντος η καὶ διπλασμοῦ τοῦ ἀμεταβόλου ψόγον δηλοῖ προσώπου, λαμβανόμενος ἀντὶ τοῦ πολύψεκτος. καθʼ οὗ πολλὰ ῥητὰ δηλαδὴ, ὡς τῆς ἐπι προθέσεως κἀνταῦθα τὴν κατα δηλούσης, ἵνα ᾖ ἐπίῤῥητος ὁ κατάῤῥητος. Σικανίαν δὲ τὴν Σικελίαν φασί τινες, περὶ ἣν ἡ πλείων τοῦ Ὀδυσσέως προπέφηνε πλάνη γενέσθαι. διὸ καὶ Ὀδυσσεὺς ἄρτι οὐκ ἀφυῶς αὐτῆς μέμνηται. ἣν δὴ Σικανίαν οἰκίσαι καὶ καλέσαι λέγεται Ἴβηρες ἐλθόντες ἀπὸ Σικανοῦ ποταμοῦ. Διόδωρος δέ που τῶν δεκάτων βιβλίων εἰπὼν περί τε Σικελῶν καὶ Σικανῶν, διαφορὰν οἶδεν, ὡς καὶ προεῤῥέθη, Σικελοῦ καὶ Σικανοῦ. οἱ δὲ μεθʼ Ὅμηρον καὶ Σικελοῦ καὶ Σικελιώτου διαφορὰν οἴδασι· Σικελὸς μὲν γάρ, φασιν, ὁ ἐν Σικελίᾳ βάρβαρος, οὗ θηλυκὸν ἡ Σικελὴ γραῦς· Σικελιώτης δὲ ὁ ἀπὸ Ἑλληνίδων πόλεων μετοικίσας ἐκεῖ. οὕτω δὲ καὶ Ἰταλοὶ μὲν οἱ ἐξ ἀρχῆς τὴν χώραν οἰκήσαντες, Ἰταλιῶται δὲ ὅσοι τῶν Ἑλλήνων ἀπῳκίσθησαν μετὰ ταῦτα ἐκεῖ. Ὅτι ἀγαθὴν πομπὴν ξένου δηλοῖ τὸ, ἐσθλοὶ ἦσαν ὄρνιθες ἰόντι δεξιοὶ, οἷς χαίρων ἐγὼν ἀπέπεμπον ἐκεῖνον, χαῖρε δὲ κεῖνος ἰὼν, θυμὸς δέ τι ἡμῖν ἐώλπει μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν, ἤγουν δοῦναι ἀπὸ τοῦ διδῶ διδώσω πρωτοτύπου, ἐξ οὗ τὸ δίδωμι. Ὄρνιθες δὲ καὶ νῦν, τουτέστιν οἰωνοὶ, οἳ τὸ μέλλον δηλοῦντες. δεξιοὶ δὲ ὄρνιθες εἰπεῖν καὶ ἐσθλοὶ ταυτόν ἐστι. Τοῦ δὲ ἀποπέμπειν οὐκ ἔστι καιριωτέραν λέξιν ἐπὶ τῶν τοιούτων εἰπεῖν. Τοῦ δὲ ἧμιν ἡ προπερίσπασις ἤδη σαφῶς προδεδήλωται. Τὸ δὲ, <!-- 2.325 -->μίξεσθαι ξενίῃ, πρὸς διαστολὴν μὲν κεῖται τοῦ φιλότητι μίξεσθαι καὶ τῶν τοιούτων· περίφρασις δέ ἐστι τοῦ ξενισθῆναι. Ὅτι λύπης καὶ ἀγωνίας ἐνδεικτικὸν τὸ, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα καὶ ἑξῆς, ὡς προγέγραπται. ἔνθα καὶ κόνιν αἰθαλόεσσαν λέγει τὴν ξηρὰν καὶ ὁποία τις ἐκ τῶν αἰθομένων σωμάτων γένοιτʼ ἄν. τοῦτο δέ, φησιν, ὠρίνετο θυμὸς ἀνὰ ῥῖνα δέ οἱ ἤδη δριμὺ μένος προὔτυψεν, ἤγουν προενέπεσε ταῖς ῥισίν. ὃ δὴ προπάσχει ὡς ταπολλὰ ὁ μέλλων δακρύειν. ἡ δὲ λέξις τοῦ προτύπτειν καὶ ἐν Ἰλιάδι, πλὴν πολεμικὴ, ὡς δηλοῖ τὸ, Τρῶες δὲ προὔτυψαν. καὶ ἄλλως δὲ νῦν προτύψαι τὸ μὴ ἐντός που τύψαι, ἀλλὰ πρὸ τοῦ ἀκρωτηρίου τῆς ῥινός. Ὅτι ὁ ψηλαφηθεὶς καὶ εὑρεθεὶς ὑπὸ παλαιοτέρου τινὸς ἐρεῖ ἂν τὸ τοῦ Ὀδυσσέως πρὸς τὸν πατέρα· ἐκεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγὼ, πάτερ, ἤλυθον. Παράκλησις δὲ τοῦ μὴ κλαίειν τὸ, ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος. Ὅτι δεικνὺς ὁ ποιητὴς, ὡς ἐν καιρῷ κατεπείγοντι βραχυλογεῖν χρὴ, δυσὶ στίχοις ἐνταῦθα περιλαμβάνει τὰ κατὰ τοὺς μνηστῆρας· ἔνθα πλάσας εἰπόντα τὸν Ὀδυσσέα, ὅτι μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα, προστίθησι καὶ τὴν τῆς ἄγαν συντομίας αἰτίαν φάμενος· ἐκ γάρ τοι ἐρέω, μάλα δὲ χρὴ σπευδέμεν. τοῦτο δὲ ἢ διὰ τὸ καραδοκεῖσθαι πόλεμον ἐκ τῶν Ἰθακησίων αὐτίκα νῦν ἢ καὶ διότι αὐτὸς ὁ ποιητὴς σπεύδει τελευτὴν ἤδη ἐπιθεῖναι οἷς ἐνταῦθα ποιεῖ. Ὅτι Λαέρτου ζητήσαντος ἐξ Ὀδυσσέως σῆμά τι ἀριφραδὲς ὄφρα, φησὶ, πεποίθω, πρῶτον μὲν τὴν οὐλὴν τὸ μέγα παράσημον ἀπεγύμνωσεν, ἐπιτεμὼν τὸ κατʼ αὐτὴν προῤῥηθὲν μακρὸν διήγημα ἐν στίχοις ἐνταῦθα τέτταρσιν. εἶτα καθάπερ τῇ γυναικὶ οὕτω καὶ τῷ πατρὶ ἰδιαίτατόν τι γνώρισμα παραδεικνὺς οἰκεῖον τῷ τόπῳ, περὶ ὃν ἄρτι εὕρηται, ἀπαριθμεῖται καὶ δένδρα τῷ Λαέρτῃ, ἅ μοί ποτέ, φησιν, ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα, ὡς εἰκὸς, παιδνὸς ἐὼν κατὰ κῆπον ἐπισπόμενος, διὰ δʼ αὐτῶν ἱκνεύμεσθα, ἤγουν διὰ τῶν τοιούτων δένδρων ἐπορευόμεθα ὡς καὶ ἰδεῖν με αὐτὰ καὶ οὕτω μεμνῆσθαι αὐτῶν. σὺ δʼ ὠνόμασάς, φησι, καὶ ἔειπες ἕκαστα. ὄγχνας μοι δῶκας τρεισκαίδεκα καὶ δέκα μηλέας, συκέας τεσσαράκοντα, ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος ἤην, τουτέστιν ἦν πλεονασμῷ καὶ νῦν τοῦ ἑνὸς ἦτα. ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν, ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθε. καὶ οὕτω μὲν Ὀδυσσεύς. τοῦ δὲ γέροντος αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς καὶ προεγράφη, σήματα ἀναγνόντος, ἤγουν ἀναγνωρίσαντος, ἀναμνησθέντος. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε, ὅ περ ἐπὶ τῆς γυναικὸς ἔφη· ἀμφὶ δὲ χεῖρας δειρῇ βάλλε. τὸν δὲ προτὶ οἷ, ἤγουν πρὸς ἑαυτῷ, εἷλεν ἀποψύχοντα, ὡς εἰκὸς, Ὀδυσσεύς. ἐπεὶ δὲ ἄμπνυτο ἤγουν ἐς φρένας θυμὸς ἀγέρθη, ὃ δὴ θυμηγερέειν ἀλλαχοῦ πέφρασται, τότε δὴ ὁ γέρων ἀναφωνεῖ πάνυ ἐνδιαθέτως ἐν θαύματι τὸ, ἦ ῥα ἔτι ἔστι θεὸς κατὰ τὸν μακρὸν Ὄλυμπον, εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλοι ὕβριν ἔτισαν, τουτέστι, ἔστι θεὸς εἴ περ οἱ κακοὶ ἀπώλοντο. ἀποφθεγματικὸν δὲ τοῦτο καὶ πάνυ παιδευτικόν. Ἰστέον δὲ ὅτι παιδνὸς μὲν ὁ πάνυ νέος παρὰ τὸ παίζειν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. Τὸ δὲ ὀνομάσαι καὶ τὸ ὀνομῆναι εἰς ταυτὸν ἐν τοῖς ῥηθεῖσιν ἦκται. Ὄγχναι δὲ κυρίως αἱ καὶ ἀχράδες, ἤγουν δένδρα γεννῶντα τοὺς ἀγρίους ἀπίους. γίνεται δὲ παρὰ τὸ ἄγχειν· ἄγχουσι γάρ πως οἱ ἐκεῖθεν καρποὶ διὰ τὸ ἄγαν στύφον. Τὸ δὲ εἰπεῖν τρισκαίδεκα καὶ ἐπισυνάψαι τὸ, καὶ δέκα, κάλλους ἐστὶν ἐπαναφορικοῦ κατὰ τὸ, Πάτροκλον πρόφασιν ὅ φασιν, ἔτι δὲ καὶ τὰ ὅμοια. Τὸ δὲ τρεισκαίδεκα διὰ διφθόγγου γράφουσι τὰ τῶν ἀντιγράφων ἀκριβέστερα πάνυ ἀναλόγως, ἐπεὶ πῶς ἄν τις διὰ διχρόνου γράψοι τὸ, ὄγχνας τρεισκαίδεκα, ὃ διαλυθὲν οὕτως ἂν φράζοιτο· ὄγχνας τρεῖς καὶ δέκα. τὸ δὲ τοιοῦτον τρεῖς οὐκ ἂν ἀμφιβάλοι τις διὰ διφθόγγου γράφεσθαι. Αἱ δὲ μηλέαι πολύν τινα ζητοῦσι λόγον ἐπὶ τοῖς κατʼ αὐτάς. ἐπεὶ δὲ μὴ καὶ ἔστι τούτου καιρὸς, ῥητέον γοῦν ὅτι τε συναιρεῖται ἡ μηλέα εἰς μηλῆν κατὰ τὴν συκῆν, καὶ ὅτι ὁ καρπὸς αὐτῶν τὰ μῆλα καὶ ἦλα λέγεται, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθη. καὶ τοῦτο λέγειν ἱστορεῖται Σέλευκος ἐν γλώσσαις, παρʼ ᾧ φέρεται καὶ ταῦτα· βράβηλα ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτά ἐστι, μάδρυα μὲν λεγόμενα ὡς οἷον μαλόδρυα, βράβηλα δὲ κατὰ ἐτυμολογίαν φασὶ καὶ αὐτὸ Δημητρίου τοῦ Ἰξίονος ὡς εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ ὡς οἷον μῆλα. Καὶ ὅρα ἐν τούτοις τὸ μαλόδρυα, ἤγουν Δωρικῶς μηλόδρυα, πρὸς ὁμοιότητα τοῦ ἀκρόδρυα. ἔτι ἐκ τῆς μηλέας καὶ Μηλίδες <!-- 2.326 -->αἱ κατὰ Δωριεῖς Μαλίδες νύμφαι, αἳ καὶ τετρασυλλάβως Μαλιάδες κατὰ τὸ, φίττα Μαλιάδες, φίττα Ῥοιαὶ, φίττα Μελίαι, ἐν οἷς νυμφῶν μέν εἰσιν ὀνόματα τὰ θηλυκὰ, τὸ δὲ φίττα ἐπίῤῥημα τάχους δηλωτικὸν, καθὰ καὶ παρὰ Θεοκρίτῳ τὸ σίττα. Τὸ δὲ συκέας πρωτότυπόν ἐστι τοῦ συκᾶς εἰπεῖν κατὰ συναίρεσιν. ἔστι δὲ ὥς περ ἀμυγδαλέα ἀμυγδαλῆ κτητικῶς, φασὶ, παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος, οὕτω καὶ συκέα συκῆ διὰ τὸν κατʼ αὐτὰς καρπὸν τὰ σῦκα. οὕτω δέ φασι καὶ ῥοδῆ περισπωμένως παρʼ Ἀρχιλόχῳ· παρʼ ᾧ κεῖται καὶ τὸ, ῥοδῆς καλὸν ἄνθος. ὡς δὲ συκέα μηλέα, οὕτω φασὶ καὶ μορέα ἡ τὰ εἰρημένα ἐν ἄλλοις μόρα φέρουσα· οὐ συναιρεῖται μέντοι κατὰ τὴν συκέαν ἡ μορέα, ὥς περ οὐδὲ ἡ μηλέα. Ἰστέον δὲ καὶ ὅτι τῶν ἰσχάδων κοινῶς καὶ συνήθως ἐπιλεγομένων τοῖς ξηροῖς τῶν σύκων, ὡς ἀπὸ τοῦ ἰσχνάνθαι, οἱ παλαιοὶ τὴν λέξιν καὶ ἐπὶ ἐλαιῶν τιθέασι, φάμενοι ὅτι τὰς, ὡς ἀλλαχοῦ ἐγράφη, δρυπεπεῖς καὶ γεργιρίμους ἐλάας καὶ ἰσχάδας οἱ παλαιοὶ ἔλεγον, ὡς οἷα σεμνύνοντες αὐτὰς ὀνόματι γλυκερῷ. αἱ δὲ τοιαῦται καὶ τῶν βοτρύων παρέλκουσί τι· τριβεῖσαι γάρ, φασιν, ἐλαῖαι στέμφυλα παρʼ Ἀθηναίοις ἐκαλοῦντο, εἴτουν βρύτεα. γέγονε δέ, φασιν, ἡ φωνὴ αὕτη παρὰ τοὺς βότρυς τῶν σταφυλῶν, ὧν εἰσὶ τὰ τοιαῦτα ἐκπιέσματα. εἰ δὲ ἡ συκέα, ὥς περ τὰ σῦκα οὕτω καὶ τὸ συκοφαντεῖν παράγει τὸ χείριστον καὶ φυτὸν καὶ κάρπιμον, ἔτι δὲ καὶ τὸ συκάζειν ἤγουν ἐπηριαστικῶς πιέζειν ἢ τοὺς ὑπευθύνους κατὰ τὸν κωμικὸν ἡ ἑτεροίους τινάς· καὶ παροιμίαν δὲ γεννᾷ τὴν, ὁμοιότερος σύκου, ἐπὶ τῶν πάντῃ παρεοικότων κατʼ ὄψιν. φύει δὲ καὶ τὸ, συκίνη ἐπικουρία, ἐπὶ τῶν ἀχρείων βοηθεῖν. παιδεύει δὲ καὶ διὰ τοῦ ἐρινεασμοῦ, ὡς ἔστι καὶ ἐκ τῶν σμικροτάτων καλόν τι καρποῦσθαι· καθὰ καὶ τῇ συκῇ τὸν γόνον οἱ ἀμυδροὶ ψῆνες περιποιοῦνται, παγιοῦντες τὸν καρπὸν ὡς μὴ καταῤῥέειν. καὶ ὅτι τῷ ζωϊκῷ ἥπατι καὶ μάλιστα τῷ τῶν σιάλων ἐκεῖθεν ἐπῆλθε τὸ συκωτὸν κατὰ παλαιὰν καὶ τέχνην καὶ ἱστορίαν. καὶ ὅτι ἀγλευκεῖ πάθει τῷ κατὰ τοὺς ὀφθαλμοὺς τὸ σύκωμα ἐπισκώπτεται διὰ τὸ κατὰ τοὺς τοιούτους ὑπέρυθρον. καὶ ὅτι τῶν σύκων ὅσα τὸ πέπον ψεύδονται, φήληκες λέγεται, ὅ πέρ ἐστιν ἀπατεῶνες καρποὶ, οὐκ ἂν εἴη καίριον εἰς πλέον περιλαλῆσαι. ὡς δὲ πολλὰ εἴδη σύκων, δηλοῦσιν οἱ παλαιοί· ἐν οἷς καὶ αἱμώνια τὰ ἐν τῇ νήσῳ Πάρῳ, κληθέντα οὕτω διὰ τὸ ἐρυθρῶδες. Φιλήμων δέ, φασι, βασίλεια οἶδε σῦκα, ἐξ ὧν αἱ βασιλίδες ἰσχάδες, προσιστορῶν καὶ ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. ἦν δέ τις καὶ γλυκυσίδη, ὡς καὶ αὐτὸ Ἀθήναιος λέγει, σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖα, ἣν ἐφυλάσσοντο γυναῖκες ἐσθίειν διὰ τὸ ποιεῖν ματαϊσμούς. ἦσαν δὲ καὶ χειμερινὰ κωδωναῖα ὑπὸ Ἀχαιῶν καλούμενα. ἡγεμὼν δέ, φησι, καθαρείου βίου ἀνθρώποις ἡ συκῆ· διὸ Ἀθήνῃσιν ὁ τόπος, ἐν ᾧ πρῶτον εὑρέθη, ἱερὰ συκῆ ἐκλήθη, καὶ ὁ καρπὸς αὐτῆς ἡγητρίας διὰ τὸ προευρεθῆναι τῆς ἡμέρου τροφῆς. φέρεται δέ, φησι, μῦθος Συκέαν τινὰ Τιτᾶνα διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί· ἀφʼ οὗ καὶ Συκέα πόλις ἐν Κιλικίᾳ. ἕτερος δὲ μῦθος λέγει Ὄξυλον Ἁμαδρύαδι τῇ ἀδελφῇ μιγέντα γεννῆσαι Καρύαν, Βάλανον, Κράνιον, Αἴγειρον, Ἄμπελον, Συκῆν· ἐξ ὧν τὰ παρώνυμα δένδρα. ὅθεν Ἱππώναξ ἔφη τὸ, συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην· εὕρημα δέ, φασι, Διονύσου ἡ συκῆ· διὸ καὶ συκίτης Διόνυσος ἐν Λάκωσιν. ἐν δὲ Νάξῳ τὸ μὲν τοῦ Βακχέως Διονύσου πρόσωπον ἀμπέλινον ἦν, τὸ δὲ τοῦ Μειλιχίου σύκινον, καὶ τὰ σῦκα μείλιχα ἐκαλοῦντο. πάντων δέ, φησι, τῶν ξυλίνων καρπῶν ὠφελιμώτερα ἀνθρώποις τὰ σῦκα. Ἡρόδοτος δέ φησιν ὁ θαυμασιώτατος καὶ μελίγηρις χώραν τινὰ ψέγων οὔτε οἶνον αὐτὴν ἔχειν ἔφη, οὐ σῦκα, οὐκ ἄλλο οὐδὲν ἀγαθόν. παροιμιῶν δὲ ἡ μὲν λέγουσα, σῦκον μετʼ ἰχθὺν, ὄσπριον μετὰ κρέα ταπεινοῖ τὸ σῦκον· ἡ δὲ εἰποῦσα, σῦκα φίλʼ ὀρνίθεσι φυτεύειν δʼ οὐκ ἐθέλουσιν, ἀγρίαν ἀδικητικὴν σκώπτει. λέγεται δὲ Φιλίππου ἄρχοντος περὶ Βισαλτίαν καὶ Ἀμφίπολιν ἔαρος μέσου ὄντος τὰς μὲν συκᾶς σῦκα, τὰς δʼ ἀμπέλους βότρυς, τὰς δὲ ἐλαίας ἐν ᾧ χρόνῳ βρύειν αὐτὰς εἰκὸς ἦν ἐλαίας ἐνεγκεῖν καὶ εὐτυχῆσαι πάντῃ τὸν Φίλιππον. ὡς δὲ συκῆ ἐκ τοῦ σύειν καὶ κίειν γίνεται ὡς ὁρμητικὴ, δῆλον ἐκ τῶν παλαιῶν· οἵ φασι καὶ ὡς παρώνυμός ἐστι σύκων τὸ ὀρνίθιον ἡ συκαλὶς, ἐν σύκων ἁλισκομένη καιρῷ, ἣν Ἐπίχαρμος διὰ μέτρον ἐν δυσὶ λάμβδα ἔγραψεν. Ὄρχους δὲ, οἳ τῶν ὀρχάτων πρωτότυποί εἰσιν ὡς προεφάνη, τοὺς τῶν ἀμπέλων ἄρτι λέγει. Τὸ δὲ διατρύγιος ἅπαξ μὲν καὶ αὐτὸ εἴρηται τῷ ποιητῇ, σημαίνει δὲ ἄμπελον ἧς οἱ καρποὶ ἐν διαφόροις καιροῖς πεπαίνονται. διὸ καὶ ἔφη· ἔνθα σταφυλαὶ παντοῖαι. ἕτεροι δὲ <!-- 2.327 -->διατρυγίους, φασὶν, ὄρχους οὐ μόνον οἰνικοὺς, ἀλλὰ καὶ δενδρικοὺς τοὺς μὴ πάνυ πυκνοὺς, ἀλλὰ τοιούτους ὡς μεταξὺ τῶν κατὰ τὰ φυτὰ στοίχων παρεσπάρθαι τι τῶν σπορίμων καὶ οἵων τρυγᾶσθαι. Διὸς δὲ ὧραι αἱ τοῦ ἀέρος ἢ τοῦ αἰθέρος ἢ τοῦ οὐρανοῦ ἢ τοῦ ἡλίου. Τὸ δὲ ἐπιβρίσειαν ἀντὶ τοῦ ἐπιβαρίσειαν τοὺς καρποὺς ὡς ἤδη πεπληρωμένους καὶ οὕτω βάρος ἔχοντας. Ἀποψύχειν δὲ τὸ ἄπο ψυχῆς γίνεσθαι ἢ καὶ ἄλλως εἰπεῖν, ἀποπνέειν· οὗ τὸ ἀνάπαλιν ἄμπνυσθαι καὶ ἀναπνέειν ἤγουν ἐπανέρχεσθαι εἰς πνοήν. Ἡσίοδος μέντοι ἐπί τινος τὸ ἐναποψύχειν σεμνῶς τίθησι, δῆλον ἐστίν. Ἐν δὲ τῷ, ἐς φρένας θυμὸς ἀγέρθη, ὡς οἷα τινὰ τόπον καὶ ἑστίαν ψυχῆς καὶ τὰς φρένας εἶναι δοξάζει. Ὅτι ἐξ αὐτῶν ὅ φασι βαλβίδων ὁ Λαέρτης δεικνὺς Ὀδυσσέως εἶναι πατὴρ τοῦ βαθυγνώμονος προαναφωνεῖ φόβον κινδύνου, εἰπὼν δεδοικέναι κατὰ φρένα μὴ τάχα πάντες ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ πάντῃ ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι. καὶ ἔστι μὲν ὁ φόβος τοῦ γέροντος πάνυ εὔλογος, καί τι τούτου μέρος εὐθὺς γίνεται· ἀνασείσας γὰρ Εὐπείθης ὁ τοῦ Ἀντινόου πατὴρ τοὺς Ἰθακησίους ἐπεγερεῖ αὐτίκα τῷ Ὀδυσσεῖ. καὶ οὕτω μὲν ὁ γέρων δέδιεν. Ὀδυσσεὺς δὲ μὴ κακὸν ἐπὶ κακῷ τῷ τῆς λύπης θεῖναι τῷ πατρὶ ἐθέλων, θάρσει, φησὶ, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων ἤγουν μελέτωσαν. καὶ ἀναλαβόμενος ἄπεισιν εἰς δόμους· ἔνθα εὗρε τοὺς περὶ αὑτὸν ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον, τουτέστιν ἐμβάλλοντας εἰς κρατῆρας· οὔ πω γὰρ ἄλλως ἦν οὐδεὶς ὁ πίνων, ὡς νοηθῆναι νῦν κερᾶν τὸ διδόναι πιεῖν. Πολυωνυμία δὲ καὶ ἐνταῦθα καὶ πρὸ τούτων οἴκου καὶ δόμου καὶ δώματος. Ὅτι καὶ Λαέρτῃ ἐνταῦθα λουσαμένῳ καὶ χλαῖναν καλὴν ἀμφιβαλομένῳ Ἀθήνη ἄγχι παρισταμένη μέλεα ἤλδανε, μείζονά τε ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι· οἷα μὴ μόνον τῆς χαρᾶς ἀνορθούσης αὐτὸν ἑρπύζοντα πρῴην ἀνὰ γουνὸν ἀλωῆς καὶ τὰς σωματικὰς διαστάσεις ἀνευρυνούσης καὶ οἷον μεταπλαττούσης θαυμασιώτερον, ἀλλά τι καὶ τοῦ λούματος συμβαλομένου, καθὰ καὶ προδεδήλωται. καὶ Ὀδυσσεὺς θαμβεῖται ὡς οἷα θεῷ τινὰ ἐναλίγκιον ἄντην ἰδὼν καὶ, ὦ πάτερ, φησὶν, ἦ μάλα σε θεὸς εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι, ὁμολογῶν ἐκεῖνος οὕτω τὸ τοῦ πατρὸς ἐν ἑαυτῷ θαῦμα. ὁ δὲ γέρων κατὰ σχῆμα τοῦ ἐν Ἰλιάδι Νέστορος εὔχεται, τοιοῦτος ὢν χθιζὸς τεύχεα ἔχων ὤμοισιν ἐφεστάναι καὶ ἀμύνειν ἄνδρας μνηστῆρας, οἷος ποτὲ Νήρικόν φησιν εἷλον ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν Ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων· οὕτως ἂν γούνατʼ ἔλυσα πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἰάνθης. ταῦτα δὲ προοικονομία τίς ἐστιν ἀναφωνητικὴ τοῦ καὶ μετʼ ὀλίγα ἐν τοῖς ἑξῆς χρησιμεῦσαί τι τῷ υἱῷ τὸν γέροντα ὡς εἰκός. Νήρικον δέ, φασί, τινες λέγεσθαι παρὰ τῷ ποιητῇ τὴν ὕστερον Λευκάδα, ἣν καὶ ὁ γεωγράφος ἀκτὴν Ἠπείρου λέγει, τῶν Καρνάνων οὖσαν ὡς καὶ τὸ Ἀμφιλοχικὸν Ἄργος. καὶ χερόννησόν φησί ποτε εἶναι, ἧς μέρος ἦν καὶ ἡ Νήρικος. διορυγέντος δὲ ὕστερον τοῦ κατὰ τὴν χερόννησον ταύτην ἰσθμοῦ Κορινθίων διακοψάντων ἐγένετό, φησι, νῆσος ἡ Λευκὰς, ἀπὸ Λευκαδίου κληθεῖσα υἱοῦ Ἰκαρίου πατρὸς Πηνελόπης. Ὅτι δὲ Ἤπειρος ἐλέγετο ἡ περαία τῆς Ἰθάκης καὶ τῆς ὑπὸ τῷ Ὀδυσσεῖ Κεφαλληνίας, ὡμολόγηται. Κεῖται δʼ ἐν τοῖς ῥηθεῖσι καὶ εὐχὴ συνήθης Ὁμήρῳ κατὰ ἀπόδοσιν ἀπαρεμφάτου τὸ, αἲ γὰρ θεὲ τοῖος ἐὼν ἐφεστάναι καὶ ἀμύνειν. λείπει δὲ πάντως ῥῆμα καὶ νῦν τὸ εἶχον ἤ τι τοιοῦτον, ἵνα λέγῃ, εἴθε εἶχον χθὲς ἀμύνειν, ἢ εἴθε ἐξεχωρήθην ἀμύνειν. αἰτιατικῇ δὲ νῦν συντάσσεται τὸ ἀμύνειν οἷα ληφθὲν ἀντὶ τοῦ ἀποσοβεῖν· ἀμύνειν γὰρ ἔφη ἄνδρας μνηστῆρας. Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ ὁ Λαέρτης οὐδὲν, ὅ φασι, πρὸς ἔπος λαλεῖν τῷ υἱῷ οἷα μὴ λέγων πρὸς ἅ περ ἤκουσεν, ἀλλʼ ὅμως ἔστιν αὐτῷ συμβιβάσαι οὕτω τὸν λόγον· ἐθαύμασεν Ὀδυσσεὺς πατέρα νῦν τοῦ αἴφνης ἐπιφανέντος εἴδους τε καὶ μεγέθους. ὁ δὲ μᾶλλον ἂν φρένας ἔνδον ἰανθῆναι φησὶν αὐτὸν, εἴ περ ἦν δυνατὸν ἀνακάμψαι τὸν πατέρα εἰς ἡλικίαν καὶ ἰσχὺν καθʼ ἣν εἷλε τὸ Νήρικον. Ὅτι τὸ ἄρξασθαι δειπνεῖν, δείπνῳ ἐπιχειρεῖν λέγει, περιφραστικῶς εἰπών· ἔνθα οἱ μὲν δείπνῳ ἐπεχείρεον, καὶ μετʼ ὀλίγα, σίτῳ ἐπιχειρήσειν μεμαῶτες. καὶ ἔστιν ἐνταῦθα ἐπιχειρεῖν τὸ χεῖρας ἐπιβάλλειν κατὰ τὸ, ἐπὶ χεῖρας ἴηλαν. Ὅτι τὸ, κομέεσκεν ἐπεὶ κατὰ γῆρας ἔμαρπτεν, ἤγουν ἐπιμελείας ἠξίου τὸν Δολίον ἢ τὸν Λαέρτην ἡ Σικελὴ γραῦς ἐπεὶ ἐγήρασε, τὴν ὕστερον γηρωκομίαν <!-- 2.328 -->συνέθετο· δῆλον γὰρ ὡς γηρωκομεῖν ἐστὶ τὸ κομεέσκειν κατὰ γῆρας ἤγουν κομεῖν τοὺς γηρῶντας. Ὅτι καὶ ἐνταῦθα κεῖται τὸ, μειλιχίοις ἐπέεσσι καθαπτόμενος Ὀδυσσεὺς, πρὸς διαστολὴν τοῦ ἄλλως καθάπτεσθαι. Ὅτι μετὰ ἐνδημίαν τὴν ἐξ ἀλλοτρίας γῆς παύων μὲν τὸ ἔκ τινων θάμβος, προκαλούμενος δὲ αὐτοὺς εἰς βρῶσιν εἴποι ἂν τὸ, ὦ δεῖνα, ἷζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς ἤτοι θάμβους· δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες μίμνομεν ἐν μεγάροισιν, ὑμέας ποτιδέγμενοι αἰεί. Ὀδυσσεὺς δὲ τοῦτο πρὸς τὸν γέροντα Δολίον φησὶ, μαθόντα περὶ Ὀδυσσέως καὶ ἑστῶτα καὶ θαυμάζοντα σὺν καὶ τοῖς υἱοῖς, οὓς καὶ αὐτοὺς ἐπίτηδες ὁ ποιητὴς προεκτίθεται διὰ τὸ εἰσέπειτα χρήσιμον· χρείαν γὰρ ἔχει καὶ αὐτῶν διὰ πληθυσμὸν εἰς τὴν ἐφεξῆς τῶν πολιτῶν ἐπέλευσιν. Ὅρα δὲ ὡς δυνάμενος εἰπεῖν καὶ ἐκλελάθεσθε θάμβους, ὅμως εἵλετο θάμβευς εἰπεῖν ποιητικώτερον. Ὅτι Δολίος ὁ ἀλλαχοῦ προδηλωθεὶς δοῦλος ἀγρότης τῆς Πηνελόπης, γνοὺς τὸν δεσπότην, ἰθὺς κίε χεῖρε πετάσσας, ἤγουν ἐξαπλώσας, ἀμφοτέρας. Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ καὶ, ὦ φίλε, φησὶν, ἐπεὶ νοστήσας ἐελδομένοισι μάλα ἡμῖν οὐδὲ ὀϊομένοις, θεὸς δέ σε ἤγαγεν αὐτὸς, οὖλέ τε καὶ μάλα ἢ μέγα χαῖρε, θεὸς δέ τοι ὄλβια δοίη. καὶ ἐρωτᾷ εἰ ἔμαθεν αὐτὸν ἡ γυνὴ ἐπανελθεῖν, ἵνα, εἰ μὴ ἔγνω, σταλείη τις ἄγγελος. ὁ δὲ, ὦ γέρον, φησὶν, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι; ὅ περ ἀγγελίας ἐστὶ κώλυμα τῆς ἐπὶ γνωρίμῳ πράγματι. Ἰστέον δὲ ὅτι τὸ, χεῖρε πετάσας, ἐκ μεταφορᾶς εἴρηται τῆς τῶν ζωϊκῶν πτερύγων ἐκπετάσεως. Τὸ δὲ, Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρα, οὐ μακράν ἐστιν αἰνίγματος κατὰ τὸ Ὀδυσσεῦς· δόξοι μὲν γὰρ ἂν τῷ ἀπεριέργως ἀκούοντι, ὅτι ὁ Ὀδυσσεὺς ἔκυσε τὴν τοῦ δούλου χεῖρα. ἔστι δὲ οὐχʼ οὕτως ἔχον, ἀλλὰ ἐν γενικῇ Αἰολικῇ ἢ Δωρικῇ εἴρηται κατὰ κρᾶσιν μετὰ περισπωμένου τόνου τὸ Ὀδυσσεῦς, καὶ δηλοῖ ὅτι ὁ Δολίος τὴν τοῦ Ὀδυσσέως λαβὼν ἐφίλησε χεῖρα. ὡς γὰρ πρὸ ὀλίγων τὸ, ἐκλελάθεσθε θάμβεος, θάμβευς εἶπεν, οὕτω καὶ ἐνταῦθα τὸ Ὀδυσσέος Ἰωνικὸν συνεῖλεν εἰς τὸ Ὀδυσσεῦς. οὕτω γὰρ τὸ ἕο ἀντὶ τοῦ αὐτοῦ, εὗ ἐν τῇ Ἰλιάδι κεῖται, πολλὰ δὲ καὶ ἄλλα δείγματα τῆς τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον κράσεως. Τὸ δὲ οὖλε καὶ νῦν ἀντὶ τοῦ ὑγίαινε, τουτέστιν ὅλος καὶ ὑγιὴς ἔσο. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ ἡ τοῦ τραύματος οὐλὴ, ὁλότης οὖσα καὶ αὐτὴ σώματος. ἅπαξ δὲ εἴρηται καὶ τὸ οὖλε. Ὅτι τὸ ἐν ἄλλοις ὑπερβατῶς φραζόμενον, ἔν τʼ ἄρα οἱ φῦ χειρὶ, ἐνταῦθα κατʼ εὐθὺ κεῖται ἐν τῷ, ἐδεξιοῦντο καὶ ἐν χείρεσσι φύοντο. ἔστι δὲ οὐδὲ νῦν ἡ φράσις συνήθης· τὸ γὰρ κοινότερον, ἐνεφύοντο χείρεσσιν. Ὅτι τὴν Ὄσσαν, ἣν ἐν ἄλλοις ἄγγελον Διὸς ἤγουν ἀέρος ἢ νοὸς εἶναι φησὶν, ἀγγεῖλαι νῦν λέγει τοῖς ἐν Ἰθάκῃ τὰ κατὰ τὸν Ὀδυσσέα καὶ τοὺς μνηστῆρας· διεδόθη γὰρ ὡς εἰκὸς τῇ φήμῃ τὰ κατʼ αὐτούς. φησὶ γοῦν· Ὄσσα δὲ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ, μνηστήρων στυγερὸν θάνατον καὶ Κῆρα ἐνέπουσα, ἤγουν φημίζουσα. ἔνθα πάλιν φυσικῶς τὸ ἐνέπειν διʼ ἑνὸς ἐκφέρεται ν καὶ οὐ διπλάζει αὐτὸ, ὡς ἐν τῷ, ἔννεπε Μοῦσα. οἱ δέ, φησι, μαθόντες ἐφοίτων ἄλλοθεν ἄλλος μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθεν Ὀδυσῆος· ἐκ δὲ νέκυς φόρεον, τουτέστιν ἐξέφερον, καὶ θάπτον ἕκαστον. δῆλον δʼ ὅτι ἐκ τοῦ τοιούτου ἐκφορέειν καὶ ἐκφορὰ λέγεται ἡ ταφή· διὸ καὶ ὁ ποιητὴς ἐπήγαγε τὸ, καὶ ἔθαπτον. καὶ οὕτω μὲν ταφῆς ἐτύγχανον οἱ πολῖται. τοὺς δʼ ἐκ τῶν ἄλλων πόλεων ἔπεμπον ἄγειν ἁλιεῦσιν ἐπὶ νηυσὶ τιθέντες, ἵνα οἵ τε Σαμαῖοι ταφῶσιν ἐν τοῖς ἑαυτῶν καὶ οἱ Ζακύνθιοι ὁμοίως, οὕτω δὲ καὶ οἱ Δουλιχιεῖς καὶ εἴ τινές που ἄλλοθεν. τοῦτο δὲ κατὰ λόγον φιλανθρωπίας οἱ Ἰθακήσιοι ὁσιούμενοι τυχὸν καὶ προσηρέθιζον τοὺς ἐγγὺς νησιώτας διʼ ἀγγελίας κατὰ τοῦ Ὀδυσσέως. Ἁλιεῖς δὲ τοὺς πορθμένας δοκεῖ λέγειν, ὧν μάλιστα χρεία ἦν εἰς τὸ νεκραγωγεῖν, ὅ πέρ ἐστι νεκροὺς ἄγειν ἐκφορηθέντας δηλαδή. λέγονται δὲ καὶ ἄλλως ἁλιεῖς οἱ ἁπλῶς περὶ ἅλα πονούμενοι, οὐ μὴν ἐξ ἀνάγκης οἱ ἰχθυβόλοι. Μυχμὸν δὲ λέγει τὸ διὰ τῶν μυκτήρων ἆσθμα καὶ τὸν ἐντεῦθεν ἦχον παρὰ τὸ μύζειν, ἐξ οὗ καὶ ὁ μυκτὴρ καὶ τὸ μυχθίζειν παρὰ Αἰσχύλῳ. Ἰστέον δὲ ὅτι καὶ ἐν τοῖς νῦν ῥηθεῖσι θεῖόν τι τὴν Ὄσσαν ὑπεμφαίνει ὁ ποιητής· οὐ γὰρ ὑπὸ ἀνθρώπων ὁρίζει λαληθῆναι τὰ κατὰ τοὺς μνηστῆρας, ἀλλʼ αὐτὴ ἡ Ὄσσα τὸ πραχθὲν ἤγγειλεν. ὕστερον δὲ ἐπεβεβαιώθη ἐκ τοῦ κήρυκος Μέδοντος. Ἐνταῦθα δὲ ἐνθυμητέον καὶ τὴν ἐν τῷ τέλει τῆς ψι ῥαψῳδίας προεκθετικὴν οἰκονομίαν τοῦ ποιητοῦ· ἐν ᾗ πέπλασται Ὀδυσσεὺς παραγγείλας τῇ γυναικὶ, ἀναβῆναι εἰς ὑπερῷα καὶ μηδένα προβλέπειν μήτε προσφωνεῖν. <!-- 2.329 -->ἰδοὺ γὰρ νῦν, εἰ μὴ οὕτω γέγονεν ἀλλὰ παρέπεσέ τις ἀντιβαίνων ἢ ἀντιλέγων ἢ σκώπτων τοὺς πολίτας, οὐκ ἂν ἐξέφυγε τὸ μὴ ἀπολωλέναι, οἵ γε καὶ κατʼ ἀγρὸν ἔνοπλοι ἐπῆλθον κακὰ βουλευσάμενοι. προμηθέστατα οὖν καὶ ἀνέῳγεν ὁ τοῦ Ὀδυσσέως οἶκος τοῖς ἐθέλουσιν ἐκφορεῖν τοὺς νεκροὺς, καὶ οὐδεὶς αὐτοῖς ἐπιφαίνεται μὴ ὅτι γε κωλύων ἀλλʼ οὐδὲ ὁμιλῶν ἁπλῶς. Ὅτι Εὐπείθης ὁ Ἀντινόου πατὴρ, ὃν δὴ Ἀντίνοον πρῶτον, φησὶν, ἐνήρατο δῖος Ὀδυσσεὺς, ἀνεσόβησε κατὰ τοῦ Ὀδυσσέως τοὺς Ἰθακησίους οἷα εἰκὸς εἰπὼν τοιαῦτα πάνυ δυνατῶς καὶ δεινῶς καὶ οἰκτρῶς, ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδε μήσατʼ Ἀχαιοῖς· τοὺς μὲν ἐν νήεσσιν ἄγων πολέας τε καὶ

  
ἐσθλοὺς, ὤλεσε μὲν νῆας ἀπὸ δʼ ὤλεσε λαούς· τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους. ἀλλʼ  
  
ἄγετε πρὶν τοῦτον ἢ ἐς Πύλον ἱκέσθαι ἢ ἐς τὴν τῶν Ἐπειῶν Ἤλιδα, ἴομεν κατʼ αὐτοῦ δηλαδή. ἢ καὶ  
  
ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί· λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. εἰ δὴ μὴ παίδων τε  
  
κασιγνήτων τε φονῆας τισόμεθʼ, οὐκ ἂν ἔμοιγε μετὰ φρεσὶ γένοιτο ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι  
μετείην. ἀλλʼ ἴομεν μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι, εἰς Πύλον δηλαδὴ ἢ καὶ ἐς Ἤλιδα. ἐφʼ οἷς πλείονα οἶκτον ἀνακινῶν δακρυχέει, οἶκτος δʼ ἕλε πάντας Ἀχαιοὺς ἔλεον εἰσδεδεγμένους. καὶ οὕτω μὲν ὁ Εὐπείθης. ἐπὶ δὲ τούτοις, ὁποῖα πολλὰ γίνεται, ἀναφύεταί ποθεν ὁ κῆρυξ Μέδων καὶ ὁ θεῖος ἀοιδὸς, ἀγχίμολον ἐλθόντες ἐκ μεγάρων Ὀδυσσέως, ἐπεί περ αὐτοὺς ὕπνος ἀνῆκε. καὶ ὁ Φήμιος μὲν λαλεῖ οὐδὲν, Μέδων δὲ πεπνυμένα εἰδὼς ἀποδίδωσιν οἷον λύτρα τῷ Ὀδυσσεῖ· καὶ ὑπερηγορῶν ἐκείνου λαλεῖ τι ἐκφοβητικὸν περὶ θείας ἐναργείας, εἰπὼν, οὐκ ἀέκητι θεοῦ τὸν Ὀδυσσέα τάδε μήσασθαι ἔργα· αὐτὸς γάρ, φησιν, ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὃς Ὀδυσῆι ἐγγύθεν εἱστήκει καὶ Μέντορι πάντα ἐῴκει. ἀθάνατος δὲ θεὸς τότε μὲν, ἢ μᾶλλον τοτὲ μὲν, προπάροιθεν Ὀδυσῆος φαίνετο θρασύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων θῦνε κατὰ μέγαρον, τοὶ δʼ ἀχρηστῖνοι ἔπιπτον. καὶ οὕτω θροεῖ Ἰθακησίους, καὶ τὸν αὐτοῖς ἐντεθέντα οἶκτον ὑπὸ τῆς τοῦ Εὐπείθους δημηγορίας ἐκκρούεται τῷ φόβῳ οἷς οὐκ ἀθεεὶ μαρτυρεῖται Ὀδυσσεὺς ποιῆσαι τὸ μέγα ἔργον. φησὶ γάρ· τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλε, δεδιότας μὴ καὶ θεομαχήσωσιν. εἶτα καὶ ὁ γέρων ἐκεῖνος Ἁλιθέρσης, ὃς οἶος ἤγουν μόνος ὅρα πρόσσω καὶ ὀπίσσω οἷα μαντικὸς, ἀντιδημηγορήσας τῷ Ἀντινόῳ διασχίζει τὸν ὄχλον, καὶ τέως ἀνύεται τὸ μὴ πάντας τοὺς πολίτας τῷ Ὀδυσσεῖ ἐπελθεῖν μὴ καὶ γένηταί τι ἄλλως ἀνήκεστον κακόν· καὶ ἐντεῦθεν ἡ ἐφεξῆς ἱστορία λαμβάνει τὸ πιθανόν· καὶ οἱ μὲν ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ κατὰ τοῦ Ὀδυσσέως ἡμίσεων οἱ πλείους, μάλιστα μὲν οὖν ἡμισέων· οὐ γὰρ Ἀττικῶς ὁ ἥμισυς κλίνεται, ἵνα καὶ προπαροξύνωνται αἱ μετὰ τὴν εὐθεῖαν πλάγιοι κατὰ τὸ πῆχυς πήχεως πήχεων καὶ πέλεκυς πελέκεως πελέκεων. καὶ οὕτω μὲν οἱ πλείους ἀνήϊξαν, ὡς ἂν εἴη τὸ ἔργον τῷ Ὀδυσσεῖ ἐναγώνιον· οἱ δὲ λοιποὶ ἀθρόοι αὐτόθι μίμνον. οὐ γάρ σφιν ἤρεσκε μῦθος ἐνὶ φρεσὶν ὁ τοῦ Ἁλιθέρσου, τοῖς ἀναΐξουσι δηλαδή· καθυπέρβατον γὰρ ὁ λόγος· ἀλλʼ Εὐπείθει πείθοντο, ὃς καὶ πίπτει πρῶτος βληθεὶς καθὰ καὶ ὁ υἱὸς Ἀντίνοος· ὃν καὶ ἐπίτηδες ὁ ποιητὴς διατοῦτο ἀνωτέρω παρεσημειώσατο ἐν τῷ, ὃν πρῶτον ἐνήρατο Ὀδυσσεὺς, ὡς καὶ τοῦ πατρὸς οὕτω πεσουμένου. ἔστι δὲ ἡ τοῦ μαντικοῦ Ἁλιθέρσου δημηγορία τοιαύτη τις κατὰ ἀντιπαράστασιν προϊοῦσα. δέχεται μὲν γὰρ ὁ γέρων τὸν τοῦ Εὐπείθους λόγον ὡς ἀληθῆ, ὅτι δηλαδὴ τοὺς τῶν Κεφαλλήνων ἀρίστους Ὀδυσσεὺς ἀνεῖλεν· ἀντιπαριστάμενος δὲ λέγει ὅτι καλῶς ἐκείνους ἐφόνευσε. φησὶ γάρ· ἡμετέρῃ κακότητι, φίλοι, τάδε

  
ἔργα γένοντο· οὐ γὰρ ἐμοὶ πείθεσθε, οὐ Μέντορι ποιμένι λαῶν, ὑμετέρους παῖδας καταπαυέμεν ἀφρο-  
  
συνάων· οἳ μέγα ἔργον ἔρεζον ἀτασθαλίαις, κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν ἀνδρὸς ἀριστῆος.  
καὶ οὕτω δείξας ἐν τῷ, ἡμετέρῃ κακότητι, ὡς ὑπεύθυνοι τῷ Ὀδυσσεῖ καὶ οἱ ζῶντες εἰσὶν, ὅθεν καὶ εὐλόγως ὁ Ὀδυσσεὺς εἶπε δώσειν τοὺς Ἀχαιοὺς πολλὰ μῆλα, διʼ ὧν πάντας ἐνιπλήσει ἐπαύλους. αὐξήσας δὲ καὶ τὸ κακὸν τῶν μνηστήρων ἐν ὀλιγίστῳ μὲν, πάνυ δὲ δυνατῶς διὰ τὸ μὴ ἁπλῶς αὐτοὺς μνᾶσθαι διʼ ἕδνων, ἀλλʼ ἀτιμάζειν τε ἀνδρὸς ἀριστέως γυναῖκα καὶ κτήματα δαπανᾶν, συμβουλεύει ἐπὶ τούτοις τὸ ποιητέον, εἰπών· καὶ νῦν ὧδε γένοιτο· πίθεσθέ μοι ὡς ἀγορεύω, μὴ ἴομεν, καθὰ ὁ Εὐπείθης ἐθέλει, μή πού τις ἐπισπαστὸν κακὸν εὕρῃ, τουτέστιν αὐθαίρετον ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. καὶ ἔχει τι ἀστειότητος τὸ εὕρῃ, ὡς μὴ ἀγαθοῦ τούτου ἑρμαίου εὑρεθησομένου τοῖς μὴ πεισθεῖσιν αὐτῷ. Σημείωσαι δʼ ἐν τοῖς τοῦ Εὐπείθους λόγοις, ὡς ἐπιδεξίως αὐτὸν ὁ ποιητὴς ἔπλασεν <!-- 2.330 -->εἰπόντα, οὐκ ἂν ἔμοιγε μετὰ φρεσὶ γένοιτο ζῆν, ἀλλὰ τάχιστα θάνοιμι· ἔστι γὰρ τοῦτο κακὸν οἰώνισμα τῷ κακῷ. γίνεται γοῦν αὐτῷ τὰ τῆς τύχης. οὕτω φέρεται καὶ ἐν ταῖς ἱστορίαις πρὸς ἄλλοις καὶ τοιοῦτόν τι· στρατηγὸς διὰ ζεύγματος ποταμὸν περαιωθεὶς, εἶτα λῦσαι τὸ ζεῦγμα κελεύσας εἶπεν αἰτίαν τούτου, ἵνα μή τις ὑποστρέψῃ. καὶ ὁ μὲν ἐβουλεύετο λέγειν, ἵνα μή τις τῶν αὐτοῦ στρατιωτῶν δειλανδρήσας ἀναχωρήσῃ διὰ τοῦ γεφυρώματος. τὸ δʼ ἄλλως ἀπέβη κατὰ οἰωνὸν ἀπαίσιον· ἡττηθέντων γὰρ οὐδεὶς ἐστράφη. Ὅρα δʼ ἐν τοῖς αὐτοῖς καὶ τὸ, ἦ μέγα ἔργον, πληθυνθὲν μετʼ ὀλίγα ὑπὸ τοῦ Μέδοντος ὁμολογητικῶς ἐν τῷ, τάδε μήσατο ἔργα, ὡς ταυτὸν ὂν μέγα ἔργον εἰπεῖν καὶ τάδε ἔργα. οὕτω δὲ καὶ ὁ Ἁλιθέρσης μετʼ ὀλίγα ἔφη. Τὸ δὲ, ἐν νήεσσιν ἄγων, νῦν μὲν κυριολεκτεῖται· ζῶντας γὰρ Ὀδυσσεὺς ἐπὶ νηῶν ἄγει· πρὸ δέ γε βραχέων οὐχʼ οὕτως οἱ ἁλιεῖς ἦγον ἐπὶ νηυσὶ νέκυας. Εὐπορίας δὲ αὐξητικῆς τὸ τοὺς μὲν εἰς Τροίαν πλεύσαντας πολέας τε εἰπεῖν καὶ ἐσθλοὺς, τοὺς δὲ μνηστῆρας Κεφαλλήνων ὄχʼ ἀρίστους. δοκεῖ δὲ πλέον τούτους σεμνύνειν διὰ τοῦ μὴ μόνον ἀρίστους ἀλλὰ καὶ ὄχʼ ἀρίστους εἰπεῖν. Ἐν δὲ τῷ ἴομεν καὶ ἀλλʼ ἴομεν καὶ μὴ ἴομεν ἀδιαφορία διχρόνων συνήθης φαίνεται· τὸ μὲν γὰρ ἴομεν ἐκτείνει τὴν ἄρχουσαν, τὰ δὲ λοιπὰ συστέλλει αὐτήν. Τὸ δὲ, ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθα καὶ τὰ ἑξῆς, παρῳδηθήσεταί ποτε προσφυῶς ἐπιτροπῇ τῇ εἰς ἄμυναν. Τὸ δὲ, ἀγχίμολον ἦλθεν, ἐπιῤῥηματικῶς κεῖται, ὡς καὶ μετʼ ὀλίγα ἐν τῷ, ἀγχίμολον ἦλθεν Ἀθήνη. Τὸ δὲ, Μέδων πεπνυμένα εἰδὼς, αὐχηματικὴ σύστασίς ἐστιν, ὡς τοῦ ποιητοῦ πάνυ πεπνυμένως ἐνταῦθα μησαμένου ἤτοι βουλευτικῶς μεταχειρισαμένου τοὺς λόγους. πρῶτα μὲν γὰρ ἐκφοβεῖ διὰ τοῦ κήρυκος, εἶτα καὶ διὰ τοῦ Ἁλιθέρσου παραινεῖ· καὶ οὕτως ἀνύει ἀγαθὸν οὐ μικρόν. καὶ ἀντεπάγει πιθανῶς τῷ Ὀδυσσεῖ ἐχθροὺς, ὅσοις εἶχεν ἐκεῖνος ἀντιστῆναι ἀσφαλῶς μετὰ τῶν ἀμφʼ αὐτόν. εὐτυχῶς ἄρα τῷ Ὀδυσσεῖ ἀφείθει ζῶν ὁ Μέδων, ἰδοὺ γὰρ τὰ μέγιστα τῷ περισωσαμένῳ συντελεῖ. ὁ μέντοι Φήμιος λαλεῖ οὐδὲν, ὅτι τε μὴ ἔχει κρεῖττόν τι ἐπινοήσασθαι εἰπεῖν, καὶ ἅμα τοῦ ποιητοῦ ἐκκλίνοντος οὕτω τὸ τῆς πλάσεως ὁμοειδὲς ἐν τῷ τὸν μὲν λαλεῖν, τὸν δὲ σιωπᾶν. Τὸ δὲ, αὐτὸς ἐγὼν εἶδον θεὸν, παραφρασθήσεταί ποτε δεξιῶς ἐπὶ συνάρσει θείᾳ. Ἐν δὲ τῷ, πρόσω καὶ ὀπίσσω, ἤγουν τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, σιωπήσας ὁ ποιητὴς τὸν ἐνεστῶτα δίδωσιν ἀφορμὴν, μὴ δοξάζειν ἐνεστῶτα χρόνον. ἄλλως μέντοι ἑτέρωθι καὶ τῶν τριῶν μέμνηται, ὡς καὶ ἐν τῷ, τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα. Ποιμὴν δὲ λαῶν ὁ Μέντωρ ὡς ἔνδοξος ἐν Ἰθάκῃ, καθὰ καὶ Εὐρύμαχος καὶ Ἀντίνοος βασιλεῖς ἐῤῥέθησαν ἀλλαχοῦ τε καὶ ἐν τῷ, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες. Τὸ δὲ, ἀλλʼ Εὐπείθει πείθοντο, φανερῶς παρηχεῖ. δῆλον δὲ ὅτι βαρύνεται ὁ Εὐπείθης πρὸς διαστολὴν ἐπιθέτου τοῦ εὐπειθής· ὥς περ καὶ πολυφειδὴς μὲν ἐπιθετικῶς ὁ πολλὰ φειδόμενος, Πολυφείδης δὲ κύριον, ὡς ἐν τοῖς πρὸ τούτων εἴρηται. οὕτω δὲ κατὰ τοὺς παλαιοὺς καὶ Εὐμάθης μὲν κύριον, εὐμαθὴς δὲ τὸ ἐπίθετον· καὶ Εὐσθένης μὲν κύριον, εὐσθενὴς δὲ ὁ ῥωμαλέος· καὶ Ἄστηρ μὲν πόλις, ἀστὴρ δὲ ὁ κατʼ οὐρανόν· καὶ Ἀφέτη μὲν νῆσος, ἀφετὴ δὲ ὀξυτόνως ἡ ἀπόλυτος· καὶ Βαῖος μὲν κύριον, οὗ χρῆσις προφέρεται ἀπὸ τοῦ τὴν Ἀλεξάνδραν γράψαντος ἤγουν τοῦ Λυκόφρονος· βαιὸς δὲ ὁ μικρός. καὶ γελοῖος μὲν ὁ καταγέλαστος, γελοιὸς δὲ ὁ γελωτοποιός· καὶ Δείρη μὲν πόλις Αἰθιόπων, δειρὴ δὲ ὁ τράχηλος· καὶ δόκος μὲν δόκησις καὶ ἀγχόνη, δοκὸς δὲ ὁ τῆς στέγης· καὶ Εὐάνθης μὲν κύριον, εὐανθὴς δὲ ὁ εὐθαλής. καὶ Ἔλπις μὲν κύριον, ἐλπὶς δὲ τὸ κοινὸν θηλυκόν· καὶ Ἴσχυς μὲν κύριον, ἰσχὺς δὲ τὸ προσηγορικόν. καὶ λωτὸς μὲν φυτὸν, Λῶτος δὲ κύριον· καὶ Μάκρον μὲν ἀκρωτήριον Σικελικὸν, μακρὸν δὲ τὸ ἐπίθετον· καὶ μηδίκη μὲν χόρτος, ὃ καὶ σημείωσαι, Μηδικὴ δὲ ἡ Περσική. καὶ Ὄρθος μὲν κύριον καὶ κύων, ὃν ἀνεῖλεν Ἡρακλῆς, ὀρθὸς δὲ τὸ ἐπίθετον· καὶ ὅρμος μὲν λιμὴν, ὁρμὸς δὲ περιτραχήλιος κόσμος· καὶ Πρασία μὲν πόλις Πελοποννήσου, πρασιὰ δὲ γεωργικὸν σχῆμα· καὶ παρθενικὴ μὲν ἡ παρθένος, Παρθενίκη δὲ κύριον βαρυτόνως, ᾗ συγγενόμενός, φασιν, Ὠκεανὸς γεννᾷ Εὐρώπην καὶ Θρᾷκα· καὶ Ῥίπη μὲν πόλις, καὶ ὄρος Ῥίπαι, ῥιπὴ δὲ ἡ πνοὴ ὀξυτόνως· καὶ Ῥύμος μὲν ποταμὸς Σκυθίας, ῥυμὸς δὲ ἅρματος· καὶ πονῆρος μὲν ὁ μοχθηρὸς, ὃ καὶ σημείωσαι, πονηρὸς δὲ ὁ κακός· καὶ σύνεργος μὲν ὁ συγκάμνων τεχνίτης, συνεργὸς δὲ ὁ βοηθός· καὶ σταφυλὴ μὲν κιονὶς καὶ καρπὸς, σταφύλη δὲ <!-- 2.331 -->τεκτονικὸν σκεῦος· καὶ σπάθη μὲν ξίφος, σπαθὴ δὲ ναυτικὸν ξυλόν· καὶ Σίγηλος μὲν κύριον ὄνομα ναρκίσσου, σιγηλὸς δὲ ὁ σιωπηλός· καὶ Τεῦκρος μὲν κύριον, Τευκρὸς δὲ ἐθνικόν· καὶ φιλήτης μὲν κλέπτης, φιλητὴς δὲ ὁ ἐραστής· καὶ Χρῆστος μὲν κύριον, χρηστὸς δὲ ὁ ἐπιεικής· καὶ ψυχρὸς μὲν ὁ ἐψυγμένος, Ψύχρος δὲ ποταμὸς Σαρματίας. Ὅτι νηπιέας καὶ ἐνταῦθα τὰς ἀφροσύνας λέγει ἐλλειπτικῶς, φησὶ γάρ· Εὐπείθης ἡγήσατο νηπιέῃσιν, ἤτοι νηπιείαις φρεσίν. Ὅτι προαναφωνητικὸν ἤτοι προεκθετικὸν σχῆμα καὶ νῦν περὶ Εὐπείθους τὸ, φῆ μὲν παιδὸς τίσεσθαι φόνον, ἤγουν ἐκδικήσειν τὸν τοῦ παιδὸς Ἀντινόου θάνατον, οὐδʼ ἂρ ἔμελλεν ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν, ὅ ἐστι καταλαβεῖν, ἀπὸ τοῦ ἕπω ἕψω· τὸ δὲ ἐφέψειν καὶ σπέσθαι λέγεται καὶ σπεῖν, ὅθεν τὸ, πότμον ἐπισπεῖν. Ὅτι ἐρώτησις πρός τινα δυνατὸν καὶ τίμιον περὶ μάχης εἰ ἔσται ἢ μὴ τὸ, εἰπέ μοι τί δή τοι νόος ἔνδοθι κεύθει, ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν τεύξεις, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα; ὁ δὲ οὕτως ἐρωτηθεὶς ὑπό τινος δυναμένου καὶ αὐτοῦ τι ἐν τοῖς τοιούτοις εἴποι ἂν τὸ, τέκνον ἐμὸν, τί με δὴ ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς; οὐ γὰρ δὴ τοῦτον ἐβούλευσας νόον αὐτή; ἔρξον ὅπως ἐθέλεις. Ζεὺς δὲ ὁ τοῦ μύθου ταῦτα λαλοῦσι καὶ Ἀθηνᾶ προεκθετικῶς ἐπὶ τοῖς ἐφεξῆς γενησομένοις, ἔνθα τυποῦται ὡς ἐπέοικε, τουτέστιν ὡς εἰκὸς, ὅρκια πιστὰ γενέσθαι, διʼ ὧν λήθη μὲν ἔσται τῶν γενομένων φόνων, φιλία δʼ ἐπὶ τοῖς ἑξῆς. καὶ καταπράττεται τοῦτο ἡ Ἀθηνᾶ, ἡ ἡρωϊκὴ δηλαδὴ φρόνησις. καὶ πεσόντων Εὐπείθεός τε καί τινων ἑτέρων, καὶ τῆς Ἀθηνᾶς τὰ μὲν χλωρὸν δέος τοῖς πολίταις ἐμβαλούσης, τὰ δὲ ἐπισχούσης τοῦ μάχεσθαι διὰ συμβουλῆς ὁμοίως τῷ Ἁλιθέρσῃ καὶ τῷ Μέδοντι, ῥιπτοῦνται τὰ ὅπλα εἰς γῆν· καὶ Ὀδυσσεὺς ἐπισχεθεὶς καὶ αὐτὸς τῆς ἄγαν ὁρμῆς σπένδεται. καὶ οὕτω λύεται τὸ πᾶν δρᾶμα τῆς ποιήσεως ἀναγκαίως διὰ τὸ ἄλλως κινδυνῶδες τοῦ ἔργου καὶ οὐδὲ εὔπλαστον. Ὀδυσσεὺς μὲν γὰρ οὐ πεσεῖται, ὅτι μηδὲ παρείληφεν ὁ ποιητὴς αὐτὸ ἐξ ἱστορίας· πεσοῦνται ἄρα τούτῳ οἱ πολῖται, καὶ οὕτω ζημιοῦται αὐτὸς τοῖς καιριωτάτοις· μικροβασιλεὺς γὰρ τοῦ λοιποῦ ἔσται καὶ εἰς πανωλεθρίαν αὐτῷ ἐγγράψεται ἡ βασιλεία, ἐκκενώσαντι τὴν Ἰθάκην μικροῦ κατά τε τὸν εἰς Τροίαν πλοῦν καὶ νῦν δὲ ἐν τῷ ἐπανελθεῖν. ἔστι δὲ ὁ τοῦ Διὸς πρὸς τὴν Ἀθηνᾶν λόγος τοιοῦτος· ἐπειδὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεὺς, ὅρκια πιστὰ ταμόντες, τουτέστι διὰ θυσιῶν ποιήσαντες ὡς πολλαχοῦ καὶ τῆς Ἰλιάδος φράζεται, ὁ μὲν βασιλευέτω αἰεί· ἡμεῖς δὲ φόνοιο ἔκλησιν, τουτέστι λήθην, θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων ἤτοι φιλείτωσαν ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω. ἀγάπης δὲ τῆς κατὰ σπουδὴν ταῦτα φραστικά. καινὸν δέ τι σχῆμα τὸ, ὅρκια πιστὰ ταμόντες, ὁ μὲν βασιλευέτω αἰεὶ, ἡμεῖς δὲ ποιήσομεν τόδε καὶ ἑξῆς· καὶ ἔστι πως ὅμοιον καὶ αὐτὸ τῷ, οἱ δὲ δύο σκόπελοι, ὁ μὲν τοιόσδε ὁ δὲ τοιόσδε. καὶ ἔστι μὲν τοιαῦτα πολλὰ παρὰ τῷ ποιητῇ· τοῦτο δὲ τῶν ἄλλων εἶναι δοκεῖ καινότερον. τὸ μὲν γὰρ, ὅρκια πιστὰ ταμόντες, περὶ Ὀδυσσέως εἴρηται καὶ περὶ Ἰθακησίων, ἡ δὲ ἀπόδοσις αὐτοῦ ἄλλως ἔχει· Ὀδυσσέως γὰρ αὐτὴ μέμνηται καὶ θεῶν, οὐ μὴν Ἰθακησίων· ἔφη γὰρ, ὅρκια πιστὰ ταμόντες ἐκεῖνοι, ὁ μὲν βασιλευέτω, ἡμεῖς δὲ θήσομεν φόνου ἔκλησιν. καινοτάτη γοῦν ἡ ἀπόδοσις τοῦ ὁ μὲν καὶ τοῦ ἡμεῖς· ὤφειλε γὰρ εἰπεῖν οὕτω πως· ὅρκια πιστὰ ταμόντες, ὁ μὲν Ὀδυσσεὺς βασιλευέτω, οἱ δὲ Ἰθακήσιοι βασιλευέσθωσαν εὐπειθῶς. ἔστιν οὖν εἰπεῖν, ὅτι κἀνταῦθα οὕτω γίνεται, πλὴν οὐ κατʼ ὀρθὴν φράσιν, ἀλλʼ ἐν ὑπερβατῷ σχήματι. φησὶ γὰρ οὕτως· ὁ μὲν βασιλευέτω αἰεὶ, οἱ δʼ ἀλλήλους φιλείτωσαν. μέσον δέ γε τῶν δύο τούτων ἐννοιῶν κεῖται περιττῶς κατὰ σχῆμα περιβλητικὸν τὸ, ἡμεῖς δὲ παίδων τε κασιγνήτων τε φόνοιο ἔκλησιν θήσομεν. ὃ δὴ μάλιστα εἰρήνης αἴτιον, θεῖον ὂν ἀγαθὸν κατὰ τὸ, ὦ πότνια λήθη τῶν κακῶν ὡς εἶ σοφή. Ἔκλησις δὲ ἡ ἄγαν λήθη κατʼ ἐπίτασιν προθέσεως, καθὰ καὶ ἐκσίγησις Πυθαγορικῶς ἡ ἄρκα σιγή. Τὸ δὲ θέωμεν ἀντὶ τοῦ θῶμεν πλεονασμῷ τοῦ ε, ὡς καὶ πρὸ ὀλίγων ὅμοιος πλεονασμὸς ἦν ἐν τῷ, μὴ φθέωσιν ἤτοι φθῶσι περαιωθέντες. δύναται δὲ καὶ ἐνεργητικὸς ἐνεστὼς διὰ τοῦ ο μικροῦ εἶναι τὸ θέομεν, ἐξ οὗ τὸ θείομεν. Τὸ δὲ, πλοῦτος καὶ εἰρήνη ἅλις ἔστω, δεικτικὸν μὲν εὐδαιμονίας πολιτικῆς. δηλοῖ δὲ νῦν δυνατὸν μὲν εἶναι πλάσασθαι μάχην γενέσθαι, κρεῖττον δὲ ὅμως κριθῆναι καὶ πιθανώτερον ἐπὶ τῇ θεόθεν εἰρήνῃ τὸν ἔριν λυθῆναι. ἀπίθανον γὰρ τὸ, ὡς ἐῤῥέθη, τὸν συνετὸν Ὀδυσσέα ἑαυτὸν βλάπτειν, ἀναιροῦντα τὴν οἰκεῖον λαόν. Ὅτι ἐν τῷ, σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο, σῶφρον δεῖπνον δηλοῖ· <!-- 2.332 -->διὸ οὐδὲ πόσεως ἐν αὐτῷ μνείαν ποιεῖται, καὶ ταῦτα οἴνου κιρναμένου ὡς δεδήλωται. αἴτιον δὲ, ὅτι πόλεμος ἐνταῦθα καραδοκεῖται, ἐν ᾧ ἀσυντελὴς ὁ πολὺς οἶνος· ὁ γάρ τοι σύμμετρος, ὃς ἐνταῦθα συνεξακούοιτο ἂν τοῖς σιτίοις, χρήσιμος ὡς μάλιστα. Ὅτι καραδοκίαν ἐπελεύσεως ἐχθρῶν φράζει τὸ, ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες. ὁ δὲ κελευσθεὶς κατάσκοπος εἴποι ἄν ποτε τὸ, οἵδε δὴ ἐγγὺς ἔασιν, ἀλλʼ ὁπλιζώμεθα θᾶσσον. Ἔνθα ὅρα ὅτι ἐπὶ πολεμικῆς εἶπε σκευῆς τὸ ὁπλίζεσθαι. Παρασκευὴν δὲ πολέμου δηλοῖ τὸ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσι δύοντο. ἔνθα καὶ ἕνδεκα τοὺς περὶ τὸν Ὀδυσσέα μετρεῖ, σὺν δὲ αὐτῷ δώδεκα, εἰπών· τέσσαρες ἀμφʼ Ὀδυσῆα, ἓξ δʼ υἱοὶ Δολίου καὶ Λαέρτης καὶ Δολίος, οἳ ἐς τεύχεα ἔδυνον, ὃ ταυτόν ἐστι τῷ, ἐν τεύχεσιν ἐδύοντο καὶ πολιοί περ ἐόντες ἀναγκαῖοι πολεμισταὶ, τουτέστιν, ὡς καὶ προεδηλώθη, κατʼ ἀνάγκην μαχηταί. οὗ ἑρμηνευτικὸν τὸ, καὶ πολιοί περ ἐόντες· οἱ τοιοῦτοι γὰρ πάντως πολεμισταὶ εἶεν ἄν ποτε ἀναγκαῖοι, τουτέστι βιαστοί. ἐνταῦθα δὲ ἰστέον ὅτι τε παρὰ τοῖς παλαιοῖς ὁ πολιὸς εὕρηται ἀλωπόχρους καλούμενος, καὶ ὅτι ἀναγκαῖον δίχα τῶν ἄλλων αὐτοῦ σημαινομένων εὑρίσκεται καὶ τὸ αἰδοῖον καλούμενον ὥς τινος ἀνάγκης σύμβολον. ἀλλαχοῦ δὲ καὶ οὐρὰ τὸ αὐτὸ ἐφάνη λέγεσθαι· δηλοῖ δʼ αὐτὸ καὶ ὁ εἰπὼν, ὡς τῶν γερόντων οὐραὶ μὲν ἀπήβλυνται, θυμὸς δὲ μενοινᾷ. ὡς δὲ καὶ ἀνδρία τὸ τοιοῦτον λέγεται, οἶδεν ἀρχαία χρῆσις· ἧς καὶ ὅτι ἀνδροσάθων ὁ μεγάλα ἔχων αἰδοῖα· ἐξ οὗ ὑπεμφαίνεται καὶ τί δή ποτέ ἐστι τὸ κατὰ τὸν σάθωνα σκῶμμα, οὐ πάνυ ὂν ἄλλως ἀρίδηλον. δοκεῖ δὲ ἀλωπόχρους ὁ ῥηθεὶς εἶναι ὁ καὶ ὠμογέρων· ὁ γὰρ πάλλευκον ἔχων κάρα πῶς ἂν ἀλωπόχρους εἴη, κύκνῳ ἄλλως ἐοικὼς ἤ τινι τοιούτῳ, εἴ τι ἐπιστῆσαι χρὴ τῷ ἱστορικῷ Κύκνῳ τῷ ἐκ γενετῆς λεγομένῳ πεπολιῶσθαι· εἰ μὴ ἄρα ὑποθετέον καθὰ λαγωούς τινας καὶ μύας, οὕτω καὶ ἀλώπεκας ὁλολεύκους, ὁποῖαι πολλαὶ φαίνονται· ἀφʼ ὧν εἰκὸς ῥηθῆναι ἀλωπόχρουν τὸν ἀκριβῶς πολιόν. Ὅτι κατοικιδίου ὁπλίσεως φράσις τὸ, ἕσσαντο περὶ χροῒ νώροπα, τουτέστι λαμπρὸν, χαλκὸν, ὃ πολλαχοῦ κεῖται, ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον, ἤγουν ἐξώρμων, ἦρχε δὲ ὁ δεῖνα. Τὸ δὲ, περὶ χροῒ, δῆλον ὅτι ἀντὶ τοῦ ἐπὶ χροῒ εἴληπται καὶ νῦν. Ὅτι παραίνεσις ἐπὶ ἀνδραγαθίᾳ πρὸς νέον εὐγενῆ τὸ, ἦ δὴ τόδε γε εἴσεαι αὐτὸς, τουτέστιν αὐτὸς γνώσῃ καὶ νοήσεις, ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι, τουτέστιν ἔνθα διακρίνονται οἱ ἀριστεῖς, μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ ἀλκῇ τε ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν. Ὅ περ ἐφερμηνευτικόν ἐστιν εὐρυτάτου κλέους· ταυτὸν γὰρ τὸ ἀλκῇ καὶ ἠνορέῃ κεκοσμῆσθαι πᾶσαν ἐπὶ γῆν καὶ τὸ εὐρὺ κλέος ἔχειν. μάλιστα μὲν οὖν ἐνδοξότερον αὐτὸ τοῦ εὐρέος κλέους, καί τι ἐπὶ πλέον τοῦ εὐρυμέδοντος καὶ εὐρυκρείοντος διὰ τὸ παγκόσμιον, οὗ τὸ, πᾶσαν ἐπʼ αἶαν, ἐστὶ δηλωτικόν. καὶ οὕτω μὲν ἐρεῖ ὁ ὑπαλείφων εἰς ἔργον εὐγενῆ νεανίαν, ὡς εἴρηται. αὐτὸς, εἴ περ ἀποκρίνεταί τι γηραιῷ οἰκείῳ, εἴποι ἂν τὸ, ὄψεαι εἴ περ ἐθέλησθα, πάτερ φίλε, τῷδʼ ἐνὶ θυμῷ οὔ τι καταισχύνοντα τεὸν γένος ἤτοι τὸ σὸν, οἷʼ ἀγορεύεις, ἤγουν εἰς ἃ λέγεις, ἢ μᾶλλον λυπηρῶς κατὰ θυμικὸν ἀποστατικὸν σχῆμα, οἷα δὴ λαλεῖς, τουτέστι, πῶς ποτὲ τοιαῦτα λέγεις; ὃ καὶ μᾶλλον κρεῖττον ὡς Ὁμηρικόν. διὸ καὶ ὁ γέρων Λαέρτης τοιαῦτα λαλούντων πρὸς ἔριν ἀγαθὴν ἀκούσας τοῦ τε υἱοῦ Ὀδυσσέως καὶ τοῦ ἐγγόνου Τηλεμάχου ἐχάρη καὶ μῦθον εἶπεν, ὁποῖον ἂν ἐρεῖ τις χαίρων μάλα ἐπὶ τοιαύτῃ ἔριδι· τίς νύ μοι ἡμέρη ἥδε, θεὲ φίλε; ἦ μάλα χαίρω· υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσι. πατρικῆς δὲ θερμῆς διαθέσεως ὁ λόγος ἐνδεικτικὸς, χαίροντός τινος τῇ τῶν ἐπιγόνων ἀρετῇ καὶ τῇ κατʼ αὐτῶν ἐπαινετῇ ἔριδι. τρεῖς δʼ ἐνταῦθα ἔννοιαι ἀσύνδετοι γοργαὶ ἐνδιάθετοι· τὸ, τίς δή μοι αὕτη ἡμέρα καὶ ἑξῆς. δῆλον δʼ ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι καταισχύνει τις γένος, ὅτε κατʼ ἀρετὴν ἀνόμοιος τοῖς προγόνοις ἐκβαίνει. ἐντεῦθεν τὸ τραγικὸν ἐῤῥέθη ἀντιστρόφως κατά τι σκῶμμα τὸ, εἰ γὰρ πέφυκα τῶνδε τῶν κακῶν ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. ὡς γὰρ παῖς ἐκβὰς ἀγαθὸς οὐ καταισχύνει ἀγαθοὺς γονεῖς, οὕτως οὐδὲ τοὺς φαύλους παῖς κακῶν ἴδρις κατʼ ἐκείνους γενόμενος. Ὅτι παραδόξου ἰσχύος δηλωτικὸν τὸ, ἔμπνευσε μένος μέγα θεὸς, παρῳδηθὲν ἐκ τοῦ, ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη. Ὅτι ἐνεργεστάτην κἀνταῦθα δεικνὺς ὁ ποιητὴς τὴν δικαίαν εὐχὴν φησὶν, ὡς εὐξάμενος Λαέρτης, αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, τὸ πολλαχοῦ τῆς Ἰλιάδος κείμενον, καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου· <!-- 2.333 -->ἡ δʼ οὐκ ἔγχος ἔρυτο, τουτέστιν ἐκώλυσεν, ἀλλὰ διὰ πρὸ ἦλθε χαλκός· δούπησε δὲ πεσὼν, ἀράβησε δὲ τεύχεα ἐπʼ αὐτῷ. ἦν δὲ τὸ μὲν θάῤῥος τῆς χαρᾶς, ἡ δὲ εὐστοχία τῆς εὐχῆς. καὶ ὅρα θαυμασίαν περιπέτειαν, βάλλονται γὰρ καὶ πίπτουσι κακοῦργοι χείριστοι, ἔνδον μὲν τῆς πόλεως Ἀντίνοος, ἔξω δὲ Εὐπείθης· ἐκεῖνος μὲν ὑπὸ τοῦ υἱοῦ, οὗτος δὲ ὑπὸ τοῦ πατρός· υἱοῦ μὲν υἱὸν ἀνελόντος, πατρὸς δὲ πατέρα τὸν Εὐπείθεα. Παρειὰν δὲ κἀνταῦθα ἐπὶ κόρυθος λέγει τὸ περὶ τὰς παρειὰς κείμενον μέρος αὐτῆς· τοῦτο γὰρ ἡ χαλκοπάρῃος κόρυς δηλοῖ. Ἀμπεπαλὼν δὲ καὶ νῦν, ὡς καὶ ἐν Ἰλιάδι, ἀντὶ τοῦ ἀνακινήσας. οὔτε γὰρ κάτω που ἐχρῆν ἔχειν τὴν χεῖρα δόρυ πέμποντα οὔτε μὴ διατινάξαι· οὐ γὰρ ἂν οὕτω γενναία καὶ δραστικὴ γένοιτο βολή. γίνεται δὲ ἡ λέξις ἀπὸ τοῦ ἔπαλον δευτέρου ἀορίστου, οὗ μετοχὴ παλὼν καὶ Ἰωνικῷ διπλασμῷ πεπαλὼν καὶ μετὰ προθέσεως κατὰ συγκοπὴν ἀμπεπαλών. Τὸ δὲ προΐει νῦν μὲν χρόνου ἐστὶ παρατατικοῦ, πρὸ δὲ ὀλίγων προστακτικῶς εἶχε τῆς Ἀθηνᾶς ἐπιταττούσης τῷ Λαέρτῃ, ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, ἀντὶ τοῦ πρόπεμπε. μετʼ ὀλίγα δʼ ἐν τούτοις κεῖται καὶ τὸ εἴσατο ἀντὶ τοῦ ἐπορεύθη, ἀπὸ τοῦ πολλαχοῦ δηλωθέντος εἴω ῥήματος. φησὶ γάρ· διὰ πρὸ δὲ εἴσατο χαλκός. Ὅτι πολεμικὴν δραστηριότητα δηλοῖ τὸ, ἐν δʼ ἔπεσον προμάχοις ὁ δεῖνα καὶ δεῖνα, τύπτον δὲ ξίφεσί τε καὶ ἔγχεσιν ἀμφιγύοισι, περὶ ὧν πολλαχοῦ δηλοῦται. καὶ δὴ ἂν πάντας τʼ ὄλεσαν καὶ θῆκαν ἀνόστους, εἰ μὴ ὁ δεῖνα φώνησε, κατὰ δʼ ἔσχεθε

  
λαὸν ἅπαντα· ἴσχεσθε πολέμου ἀργαλέοιο, ὥς κεν ἀναιμωτί γε διακριθεῖτε τάχιστα. εἰ δὲ οἱ  
τοιοῦτοι πτοηθέντες τῷ οὕτως εἰπόντι, ἁρμόσει αὐτοῖς τὰ ἐφεξῆς· τοὺς δὲ χλωρὸν δέος εἷλε·

  
τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα· πάντα δʼ ἐπὶ χθονὶ πίπτε τοῦ δεῖνος φωνήσαντος·  
οἱ δὲ τρωπῶντο, τουτέστιν εἰς φυγὴν ἐτρέποντο, λιλαιόμενοι βιότοιο. σμερδαλέον δʼ ἐβόησεν ὁ δεῖνα, οἴμησε δὲ ἀλεὶς, ὅ ἐστι συστραφεὶς, ὥς τʼ αἰετὸς ὑψιπετήεις, ὃ καὶ ἐν Ἰλιάδι ἀπαραλλάκτως κεῖται. Ὀδυσσεὺς δὲ ὁ τοιοῦτος ἀετὸς, οἱ δὲ, ὡς ἐῤῥέθη, δείσαντες οἱ τῆς Ἰθάκης πολῖται, οὓς αὐτὸς ἐξεφόβησεν. Ἰστέον δὲ ὅτι τὸ, ἐν δʼ ἔπεσον, ταυτόν ἐστι τῷ ἐπέπεσον ὡς οἷα μετά τινος βάρους. ὅθεν καὶ ζαχρηεῖς πολεμισταὶ οἱ ἄγαν βαρεῖς ἐπιπίπτοντες. οὕτω χρᾶται τῇ λέξει καὶ ὁ κωμικὸς ἐν τῷ, ὁ Τιμοθέου δὲ πύργος ἐμπέσοι γέ σοι. Τὸ δὲ ὄλεσαν καὶ τὸ, θῆκαν ἀνόστους, τὴν αὐτὴν σημασίαν ἔχουσι. Τὸ δὲ διακρινθεῖτε συγκέκοπται ἀπὸ τοῦ διακρινθείητε, οὗ διακρινθεῖεν τὸ τρίτον πρόσωπον· ὥρμηται δὲ ὅλον τὸ, ἀναιμωτί γε διακρινθεῖτε, ἐκ τοῦ, οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι ὀΐω. Τὸ δὲ, ἐκ χειρῶν ἔπτατο τεύχεα, παρῴδηται ἀπὸ τοῦ, ἐκ χειρῶν ἔπτατο ἐρετμά. ταῦτα δὲ ἀμφότερα μεταφορικῶς ἐῤῥέθη ὡς ἀπὸ πτηνῶν, ἅ περ ἐν τῷ κρατεῖσθαι ἀφίπταται τῶν χειρῶν ἀκουσίως ἐκπετασθέντα. Τὸ δὲ, πάντα δʼ ἐπὶ χθονὶ πίπτεν, ἑρμηνευτικὸν μέν ἐστι τοῦ, ἐκ χειρῶν δʼ ἔπτατο τεύχεα· ἵνα λέγῃ ἀστείως ὅτι ἄλλως μὲν ἔπτατο ἐκ χειρῶν, εἶχε δὲ ὅμως αὐτὰ ἡ γῆ. δηλοῖ δὲ ὁ λόγος ἄκραν δειλίαν, ὁποίαν καὶ οἱ ῥιψάσπιδες πάσχουσιν· ἣν ὁρῶντες οἱ νικῶντες μαλθάσσονταί ποτε πρὸς ἔλεον καὶ σπένδονται. Ὅτι βραχύτατόν τι τῶν κατὰ τὴν Ἰλιάδα ἴνδαλμα σεμνῶς ἐμφαίνων ἐνταῦθα ὁ ποιητὴς πλάττει τὸν Ὀδυσσέα οὕτω σφοδρὸν ἐμπεσόντα τοῖς προμάχοις ἐπικουρούσης Ἀθηνᾶς, ὡς μὴ ἂν ἄλλως ἐκεῖνον παύσασθαι, εἰ μὴ Διὸς τὴν Ἀθηνᾶν ἐκφοβήσαντος ἐπεσχέθη αὐτὸς ὑπʼ ἐκείνης τοῦ πολεμεῖν. φησὶ γοῦν· καὶ τότε δὴ Ζεὺς ἀφίει ψολόεντα κεραυνὸν, τὸν καὶ πρὸ τούτων ῥηθέντα, κὰδ δʼ ἔπεσε πρόσθεν Ἀθηνᾶς. ἡ δὲ τῷ Ὀδυσσεῖ, ἴσχεο, φησὶ, παῦε δὲ νεῖκος ὁμοιΐου ἤγουν χαλεποῦ πολέμου, τοῦ ἐν Ἰλιάδι πολλαχοῦ ῥηθέντος, μή πώς τοι θεὸς κεχολώσεται. ὁ δὲ πείθεται Ἀθηνᾷ τῇ παρʼ αὐτῷ φρονήσει, χαῖρε δὲ θυμῷ, ὅτι δηλαδὴ νικῶν, εἶτα καὶ ἐνηὴς εἶναι φανεῖται ὡς φειδόμενος τῶν πολιτῶν. καὶ ὅρκια κατόπισθεν ἤγουν εἰς τὸ μέλλον ἡ τοιαύτη Ἀθηνᾶ τίθησι Μέντορι εἰδομένη· ἔοικε γὰρ ὁ Ἰθακήσιος Μέντωρ παρὼν μεσολαβῆσαι τοῖς ὅρκοις καὶ σπεῦσαι τὰ εἰρηνικά. καὶ ἐστὶ ταυτὸν ὅρκια θεῖναι καὶ ὅρκια πιστὰ ταμεῖν, τουτέστι θῦσαι ὡς ἡ Ἰλιὰς ἀριδήλως διασαφεῖ. Σημείωσαι δὲ ὅτι καθά που τῷ Διομήδει ἐν Ἰλιάδι ἐπισυνέβη, οὕτω καὶ νῦν Ὀδυσσεὺς τοῖς Ἰθακησίοις διωκομένοις ἐπιτρέχων ἐπέχεται κατενεχθέντι κεραυνῷ. καὶ οὕτω τὸ τῆς περιπετείας δύσλυτον τῷ τοῦ Ὀδυσσέως <!-- 2.334 -->φόβῳ λύεται. Ἔτι σημείωσαι καὶ ὅτι ὥς περ τῶν πολλῶν ἐν Ἰλιάδι συμπτωμάτων μῆνις αἰτία ἡ τοῦ Ἀχιλλέως, οὕτω καὶ τὴν Ὀδύσσειαν μῆνις ἡ κατὰ τὸν Ποσειδῶνα συνίστησι· καὶ ἔτι ὥς περ τὴν Ἰλιάδα συνθεσίαι τινὲς καταπαύουσιν αἱ τοῦ Πριάμου πρὸς Ἀχιλλέα, οὕτω κἀνταῦθα εἰς εἰρηνικὰς ἀπιδόντες Ὀδυσσεύς τε καὶ οἱ Ἰθακήσιοι περατοῦσι τὴν ποίησιν, πλὴν ὅσον ἐκεῖ μὲν ὀλιγοήμεροι αἱ τοιαῦται σπονδαὶ, ἐνταῦθα δὲ διηνεκεῖς.

Τέλος τῷ Θεῷ δόξα καὶ τιμή.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-acx`.
