---
title: "Commentary on Homer's Odyssey: Book XXI"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Φ"
author: Eustathius of Thessalonica
eul_wid: xpw-acu
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-21-xpw-acu"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:782884694ab14591ee30442964d78f2e536ef4c7a2b2c581cf012230e1cfc393"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book XXI

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Φ*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-acu` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-21-xpw-acu)

## Text

<!-- 2.222 -->Ὅτι ἐν προδόμῳ εὐναζόμενος Ὀδυσσεὺς ἀδέψητον μὲν βοέην, τουτέστι βύρσαν, ἐστόρεσεν, ὕπερθεν δὲ κώεα πολλὰ οἰῶν, οὓς ἱερεύεσκον Ἀχαιοί. Εὐρυνόμη δὲ ἡ ταμία ἐπέβαλε χλαῖναν κοιμηθέντι, τουτέστιν εὐνασθέντι. ἄλλως γὰρ, ἐγρήγορεν, ὡς δηλοῖ τὸ, ἔνθʼ Ὀδυσσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτο ἐγρηγορόων. Καὶ ὅρα τὸ ἐγρηγορόων ἐκ τοῦ ἐγρήγορα μέσου παρακειμένου γενόμενον. ἐγείρω γάρ· μέλλων ἐγερῶ, παρακείμενος ἤγερκα, μέσος ἤγορα, καὶ Ἀττικῶς ἐγήγορα καὶ πλεονασμῷ ἐγρήγορα. ὅθεν τὸ ἐγρηγορῶ μετὰ τῆς πρωτοτύπου αὐξήσεως, ὁμοίως τῷ πέποιθα πεποιθῶ πεποιθήσω, ἐξ οὗ ἡ πεποίθησις, ὡς ἐγρηγόρησις ἐγρήγορσις. καὶ Ὅμηρος μὲν τετρασυλλάβως οἶδεν ἐγρηγορῶ, οἱ δὲ ὕστερον καὶ γρηγορῶ τρισυλλάβως, ὅ περ οὐ φιλεῖται τοῖς ῥήτορσιν. Ἀδέψητον δὲ βοέην λέγει καθʼ ὁμοιότητα τοῦ, βόας αὔας ἤγουν ξηράς. τὸ μὲν γὰρ ἀδέψητον ἤτοι ἀμάλακτον καὶ ἀκατέργαστον αὖον ἂν εἴη. Βοέη δὲ ἡ βοῦς, ὅ ἐστι βύρσα, ἣν βοείην ἐντελῶς μετʼ ὀλίγα ἐρεῖ. Ἀδέψητος γοῦν βοέη ἡ ξηρὰ βύρσα. γίνεται δὲ ἡ ἀδέψητος οὕτως· δέφω δέψω τὸ μαλάσσω καὶ κατεργάζομαι· οὗ ὁ μέλλων δέψω, καὶ Δωρικῶς ἢ Αἰολικῶς δεψῶ, καὶ κατὰ ἀναδρομὴν τὴν εἰς ἐνεστῶτα, δεψῶ δεψήσω, ἀφʼ οὗ ἀδέψητος. ἀπὸ μέντοι τοῦ δέφω δέψω βυρσοδέψης καὶ σκυτοδέψης, ὡς δὲ ἐν Ἰλιάδι ἐγράφη, καὶ σκυλαδέψης. Βοέη δὲ καὶ βοῦς ἡ ἐπὶ βύρσης διαφέρουσι, καθότι μετουσιαστικὸν μὲν ἡ βοέη, δορὰ δηλαδὴ, ὡς καὶ ἡ λεοντέη καὶ ἡ παρδαλέη, ἡ δὲ βοῦς τὸ τοῦ ὅλου ἔχει ὄνομα, καθὰ καὶ ὁ πριστὸς ἐλέφας τὸ τοῦ ἐλέφαντος. Τὸ δὲ στορῶ στορέσω συγκοπὲν ἀλλοιοῖ τὴν συζυγίαν· στρῶ γὰρ στρώσω γίνεται. ἀγαθὸν δὲ πτωχῷ στόρεσμα ἤτοι στρῶμα τὸ ἔχον κώεα πολλὰ οἱῶν. Κεῖται δὲ Ὀδυσσεὺς ἐν προδόμῳ πρὸς ἀπόπειραν τῶν ἀτασθάλων γυναικῶν. Τὸ δὲ μνηστῆρσι κακὰ φρονῶν πεποίηκε τὴν τῆς ῥαψῳδίας ταύτης ἐπιγραφὴν, λέγουσαν οὕτω· τὰ πρὸ τῆς μνηστηροφονίας. Ὅτι τοῦ ξένου Ὀδυσσέως ἐν προδόμῳ κοιμηθέντος ἤγουν κειμένου αἱ γυναῖκες ἐκ μεγάρου ἤρχοντο, αἳ μνηστῆρσιν ἐμιγέσκοντο, ἀλλήλαις γέλωτα καὶ εὐφροσύνην παρέχουσαι. τοῦ δὲ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι, πολλὰ δὲ μερμήριζεν ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, ἢ ἔτι ἐῷ, τουτέστιν ἐῴη, μνηστῆρσι μιγῆναι ὕστατα καὶ πύματα, <!-- 2.223 -->τουτέστιν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἔσχατα ἐσχάτων, ἢ καὶ ἄλλως εἰπεῖν, πανύστατα. κραδίη δέ οἱ ἔνδον ὑλάκτει. ἐπεὶ δὲ σκληρὸν δοκεῖ ἐπὶ καρδίας τὸ ὑλακτεῖν, ἐπάγει συνήθως ἐπὶ θεραπείᾳ τῆς λέξεως, ὁποῖα καὶ ἐν ἄλλοις παρεσημάνθη, παραβολὴν ταύτην. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρα ἀγνοιήσασα ὑλάει μέμονέν τε μάχεσθαι, ὥς ῥα τοῦ ἔνδον ὑλάκτει, καρδία δηλαδὴ, ἀγαιομένου κακὰ ἔργα. καὶ οὕτω θεραπεύσας τὸ τὴν καρδίαν ὑλακτεῖν τῇ κατὰ τὴν κύνα περὶ τοῦ ὑλακτεῖν παραβολῇ ἐπάγει· στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ, ὃς καὶ εἰς παροιμίαν ἔπεσε, τοιοῦτος ὤν· τέτλαθι κραδίη, καὶ κύντερον ἄλλο ποτʼ ἔτλης ἤματι τῷ, ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας ὄφρα σε μῆτις ἐξάγαγεν ἐξ ἄντροιο, ὀϊόμενον θανέεσθαι. τεχνικὴ δὲ αὕτη μέθοδος, παραμυθεῖσθαι τινὰ ἑαυτὸν ἐφʼ οἷς πάσχει ἐξ ὧν ἄλλοτέ ποτε πέπονθεν. Ἰστέον δὲ ὅτι κύντερον Ὀδυσσεὺς λέγει τὸ κατὰ τὸν Κύκλωπα ὡς πρὸς τὰ τῶν δμωΐδων κακά. ἄλλως γὰρ ἁπλῶς οἴκτιστον μὲν αὐτὸς φθάσας ἔφη τὸ κατὰ τοὺς ἑτέρους ὅτε αὐτοὺς ἡ Σκύλλα ἥρπασε. τὸ δὲ κατὰ Λαιστρυγόνας οὐ μόνον οἴκτιστον, ἀλλὰ καὶ χείριστον. ἐπελέξατο δʼ ἐνταῦθα ὁ ποιητὴς τὸ κατὰ τὸν Κύκλωπα, διότι Σκύλλα μὲν καὶ Λαιστρυγόνες ἄπρακτος ἦσαν ἀνία, κατὰ δὲ τοῦ Κύκλωπος ἔπραξεν ἄμυναν Ὀδυσσεὺς, τλήμων φανεὶς ἕως εὗρε καιρόν· ὥς περ δὴ καὶ ἐνταῦθα τίσεται κατὰ καιρὸν τὰς κακάς. Ἔτι ἰστέον καὶ ὅτι τὸν γυναικεῖον γέλων κιχλισμὸν ἐκάλουν οἱ παλαιοὶ, ὁποῖός τις καὶ ἄρτι ὁ δουλικός. οἱ δʼ αὐτοὶ καὶ χύτραν ἔλεγον εἶδός τι φιλήματος, καθὰ καὶ δράπετον καὶ παιδάριον. Παυσανίας δὲ καὶ γιγγλισμὸν γένος λέγει φιλήματος. τὸ μέντοι γιγρὶ ἐπιφώνημά τι ἐπὶ καταμωκήσει, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐξ οὗ καὶ γιγρὼν, ἀφροδισιακός, φασι, δαίμων, ὃς καὶ δοκεῖ διάκονος γενέσθαι τῷ Ἄρει τῆς μοιχείας. Ὅρα δὲ ὡς οὐ μόνον πολυλογεῖν ἀνοίκειον γυναιξὶν, αἷς κόσμον ἡ σιγὴ φέρει, ἀλλὰ καὶ ὁ ἄθρους γέλως καὶ ἡ ἀκόλουθος εὐφροσύνη. χρὴ γὰρ, ὡς ταπολλὰ, ἡσύχως ἔχειν αὐτάς. διὸ καὶ ψιθύρου Ἀφροδίτης κατὰ Παυσανίαν ἱερὸν ἦν Ἀθήνῃσι καὶ Ἔρωτος δέ· οὗ καὶ Δημοσθένης, φησὶ, μέμνηται ἐν τῷ κατὰ Νεαίρας. ἐκαλεῖτο δέ, φασι, ψίθυρος διὰ τὸ τὰς εὐχομένας αὐτῇ πρὸς τὸ οὖς λέγειν, ὅ περ ἐδήλου μὲν χρῆναι μυστηριάζεσθαι τὰ τοιαῦτα. οὐκ ἦν δὲ ἀπεικὸς, δηλοῦν καὶ τὸ δεῖν εἶναι ἀπέχειν τὸ τρανὲς τῶν φωνῶν, ὧν μέρος καὶ τὰ θρασέα γελοιαστικά. Ἰστέον δὲ καὶ ὅτι τὸ, γέλωτα καὶ εὐφροσύνην, εὕρηται ἔν τισιν ἀντιγράφοις, γέλω τε καὶ εὐφροσύνην, ἀποκοπὲν ἴσως καὶ αὐτὸ ὁμοίως τῷ, γέλω ἔκθανον. τοιαύτη δὲ ἀποκοπὴ καὶ ἐν τῷ, ἱδρῶτα ἱδρῶ. Τῷ δὲ μερμηρίζειν σύστοιχον, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε, καὶ ἡ μέρμηρα, ὅ πέρ ἐστι φροντίς· οὗ χρῆσις ἐκεῖ παρήνεκται τὸ, ἄμπαυμά τε μερμηράων. συστοιχεῖ δὲ τούτοις καὶ ἐπίῤῥημα τὸ ἀμερμηρεὶ, ὅ πέρ ἐστι δίχα μερίμνης, ἣ καὶ αὐτὴ ἐκ τοῦ μερίζειν γίνεται· ὅθεν καὶ τὸ μερμηρίζειν καὶ τὰ κατʼ αὐτό. Τοῦ δὲ, ἐῷ μνηστῆρσι μιγῆναι, τὸ πρῶτον εὐκτικὸν, ἐάοιμι ἐῷμι, ὡς βοάοιμι βοῷμι, τὸ δεύτερον ἐῷς, καὶ τρίτον ἐῷ μετὰ προσγεγραμμένου τοῦ ι πρὸς διαστολὴν τοῦ ἐῶ ἐνεστῶτος· ἐκ δὲ τούτων τὸ ἐῴην ἐῴης ἐῴη. τοιαύτης δὲ ἀκολουθίας καὶ τὸ ὁράοιμι ὁρῷμι, ὁράοις ὁρῷς, ὁράοι ὁρῷ μετὰ προσγραφῆς τοῦ ι· πληθυντικὸν δεύτερον ὁράοιτε ὁρῷτε, καὶ ἐπενθέσει τοῦ ο μικροῦ, ὁρόῳτε ἐν Ἰλιάδι, οἷον, νῦν δὲ φίλως χʼ ὁρόῳτε, ἤγουν ἡδέως ἂν βλέποιτε. Τί δὲ τὸ ἀμαλὸν καὶ ἡ ἀμαλὴ, ἐξ ὧν καὶ τὸ ἀμαλδύνειν πλεονασμῷ τοῦ δέλτα, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ περιβαίνειν καὶ τὸ ἀμφιβαίνειν τισὶ, ταυτὰ ὄντα, ὅτι φυλακὴν καὶ σκέπην δηλοῦσι συμμαχικὴν, ἡ Ἰλιὰς μυριαχοῦ δηλοῖ. Τὸ δὲ ἀγνοιήσασα γίνεται μὲν διὰ χρησιμότητα μέτρου πλεονασμῷ τοῦ ἰῶτα ἐκ τοῦ ἀγνοεῖν, παράγει δὲ ἀναλόγως τὴν ἄγνοιαν. Ὑλακτεῖν δὲ καὶ ὑλάειν δῆλον ὅτι ἀδιάφορά εἰσι. πρωτότυπον δὲ τὸ ὑλάειν· δεύτερον δὲ ἀπʼ αὐτοῦ τὸ ὑλάσσειν· ἐξ οὗ ὄνομα ὑλακτὸς, καὶ ἀπʼ αὐτοῦ ῥῆμα τὸ ὑλακτεῖν, ὁμοίως τῷ τάσσω, ἄτακτος, ἀτακτῶ. Ἀγαιόμενος δὲ κακὰ ἔργα ὁ μεμφόμενος, ἐκ τοῦ ἀγῶ ἀγαίω, ὡς γῶ γαίω τὸ γαυριῶ. ὅτι δὲ τὸ ἀγαιομένου καὶ ἀταιομένου γράφεται ὡς ἀπὸ τοῦ ἀτῶ ἀταίνω τὸ βλάπτω, οἱ παλαιοὶ δηλοῦσι κριτικοί. Στῆθος δὲ πλήττεται διὰ τὸ ἐκεῖσε πάθος τοῦ θυμοῦ ἐν καρδίᾳ. οὕτω καὶ ποὺς ἀνδρὸς στρατιωτικοῦ ἐν πολέμῳ ὑποτρέμων πεπείραται ἐν τοῖς νῦν, δόρατι πληγεὶς ὑπὸ τοῦ πάσχοντος, κολάσοντος οὕτω τὸ μέρος, ὅθεν τὸ κακόν. Τὸ δὲ ἠνίπαπε πλεονασμὸν ἔχει ποιητικόν· τὸ γὰρ κοινὸν ἤνιπα, μέσος παρακείμενος τοῦ ἐνίπω. Τὸ δὲ, τέτλαθι κραδίη, ἀπὸ μέρους ἀντὶ τοῦ, σὺ, ὦ Ὀδυσσεῦ. διὸ καὶ ὑποκαταβὰς ἔφη· ὀϊόμενον θανέεσθαι, σὲ <!-- 2.224 -->δηλονότι τὸν Ὀδυσσέα. Ἰστέον δὲ ὅτι τὸ, τέτλαθι κραδίη καὶ ἑξῆς, παρῴδησέ τις οὕτως ἐν τοῖς τοῦ Ἀθηναίου· τέτλαθι δὴ πενίη καὶ ἀνάσχετο μωρολογούντων. οἷς ἐπῆκται καὶ τὸ, ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής· ὅ περ παρῳδία ἐστὶ τοῦ, πόλεμος δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. Τὸ δὲ κύντερον πάνυ καιρίως ἐνταῦθα κεῖται, τὴν ἀσφάλειαν ἔχον ἐκ τῆς ῥηθείσης κατὰ τὴν κύνα παραβολῆς. Ὡς δὲ ἐκ τοῦ Κύκλωπος τοῦ ποιητικοῦ παραποιήσας Ἐμπεδοκλῆς κύκλωπα κούρην ἔφη τὴν τοῦ ὀφθαλμοῦ κατὰ λόγον δριμύτητος, ἐδηλώθη καὶ ἀλλαχοῦ. Ὅτι καὶ ἐνταῦθα καθάπτεσθαι τὸ λογικῶς ἀποτείνεσθαι, οἷον, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ, τουτέστιν ὡς πρὸς τὴν καρδίαν ἀποτεινόμενος. διὸ καὶ ἐπάγει· τῷ δὲ μάλα ἐν πείσῃ κραδίη μένε, ἤγουν τὸ ῥηθὲν ἦτορ, τετληυῖα. ἔστι δὲ τὸ πείσῃ ἀντὶ τοῦ πειθοῖ ἀπὸ εὐθείας τῆς ἡ πεῖσα. ἅπαξ δὲ καὶ τοῦτο ἐνταῦθα κεῖται. Τὸ δὲ τετληυῖα καιρία λέξις ἐν τούτοις, ὥς περ καὶ τὸ τολμᾶν. διὸ καὶ πολλάκις τούτοις ὁ ποιητὴς ἐν τοῖς παροῦσιν ἐχρήσατο. δῆλον δὲ ὅτι ὁ κατορθῶν τὸ τοιοῦτον οὐ μόνον τλήμων λέγεται, ἀλλʼ εἰκότως καὶ σχέτλιος παρὰ τὸ ἀνέχεσθαι καὶ τλῆναι. διὸ μετʼ ὀλίγα σχέτλιον ἡ Ἀθηνᾶ ἐρεῖ Ὀδυσσέα τὸν ταῦτα λέγοντα. Ὅτι τὸ ἄϋπνον ὄντα τὸν Ὀδυσσέα ὧδε καὶ ἐκεῖ ἑλίττεσθαι καὶ οὐχʼ ἁπλῶς ἀλλὰ συχνὰ μεριμνῶντα νυκτὸς παραβάλλων εἰς ὁμοιότητα πράγματος ὁ ποιητὴς φησίν· ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ, πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσσης τε καὶ αἵματος ἔνθα καὶ ἔνθα αἰόλλει, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι· τότε γὰρ δηλαδὴ πυκνὰ στρέφεται ἡ γαστήρ· ὣς ἂρ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο μερμηρίζων. ὃ καὶ πρὸ τῆς παραβολῆς ἔφη εἰπὼν, νωλεμέως αὐτὸν ἑλίσσεσθαι ἔνθα καὶ ἔνθα. ἀστείως δὲ τὸν περὶ γαστέρος ὀπτῆς πρὸ μικροῦ ἀεθλεύσαντα τοιαύτῃ καὶ νῦν παραβολικῶς εἴκασε. ἐκεῖ μέντοι εἶχέ τις εἰπεῖν καὶ ὡς γαστρίζεσθαι ἤτοι κορέννυσθαι θέλων ὁ Ὀδυσσεὺς ἤθλει. Ἰστέον δὲ ὅτι γαστρίζεσθαι κατὰ τοὺς παλαιοὺς οὐ μόνον τὸ ὡς ἐῤῥέθη χορτάζεσθαι, ἀλλʼ ἔστιν ὅτε καὶ τὸ κατὰ γαστρὸς τύπτεσθαι. Αἰολλεῖν δὲ ἁπλῶς τὸ κινεῖν, ἐνταῦθα δὲ τὸ κατὰ εἴλησιν. δοκεῖ δὲ τοῖς παλαιοῖς γίνεσθαι παρὰ τὴν ἄελλαν τὸ αἰόλλειν, ὅ ἐστι ποικίλως καὶ πυκνῶς καὶ ταχέως στρέφειν καὶ κινεῖν. Ὅτι εἰδοποιῶν ὁ ποιητὴς τί δή ποτε μερμηρίζων ὁ Ὀδυσσεὺς πυκνὰ, ὡς ἐῤῥέθη, νυκτὸς ἐστρέφετο, λέγει ὅτι μεριμνῶν, πῶς ἂν μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει, μόνος ἐὼν πολέσιν· οἱ δὲ αἰὲν ἀολλέες ἔνδον ἔασι. τὸ δὲ μεῖζον καὶ εἴ πέρ φησι, κτείναιμι Διός τε Ἀθηνᾶς τε ἕκητι, ποῦ ἂν ὑπεκπροφύγοιμι τοὺς τῶν μνηστήρων πάνυ πολλοὺς ὄντας. ταῦτα δὲ ὁ ποιητὴς μᾶλλον ἐπαπορεῖ πρὸ τοῦ Ὀδυσσέως, πιθανολογῶν τὰ τῆς μνηστηροκτονίας. καὶ ταῦτα μὲν ἀπορητική τις προέκθεσις· λύσις δὲ ἡ θεόθεν ἐπικουρία κατὰ τὸ δίκαιον, ὡς ἡ Ἀθηνᾶ λέγει, τουτέστιν, ἡ παρὰ τῷ Ὀδυσσεῖ σύνεσις, ἣ διαμπερὲς φυλάσσει τὸν Ὀδυσσέα ἐν πάντεσσι πόνοισι. ἔνθα καὶ θαῤῥῶν Ὀδυσσεὺς νομίζει, διʼ ἣν ἔχει φρόνησιν, καὶ πεντήκοντα λόχοις ἀνδρῶν ἀντιστῆναι, καὶ πάντας μὲν μὴ ἂν ἀνελεῖν· οὐ γὰρ δυνατὸν τοῦτο ἀνδρὶ ἑνί· βόας μέντοι ἐξ ἐκείνων ἐλάσασθαι καὶ ἴφια μῆλα. οὕτω τὴν ἀγαθὴν ἐλπίδα ὁ ἥρως προβέβληται. καὶ τοῦτο μὲν παρήγορος καραδοκία ἐπὶ τοῖς ἑξῆς. πρὸς δέ γε τὸ παρὸν ἡ αὐτὴ Ἀθηνᾶ ὑπὲρ κεφαλῆς στᾶσα, τί δή ποτέ, φησιν, ἐγρήσσεις, τουτέστιν ἐγρήγορας, πάντων περικάμμορε φωτῶν, ἤγουν ἀνδρῶν πάντων λίαν κακοτυχέστατε. οἶκος μέντοι ὅδʼ ἐστί· γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ, καὶ πάϊς, οἷόν πού τις ἐέλδεται εἶναι υἱόν. καὶ ἐπὶ τούτοις παραινοῦσα ἡ Ἀθηνᾶ τῷ ἥρωϊ, τουτέστιν αὐτὸς ἑαυτὸν συμπείθων, ἀλλʼ ἑλέτω σέ, φησι, καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν πάννυχον ἐγρήσσοντα. κακῶν δʼ ὕπο δύσεαι ἤδη, τουτέστιν ὑπὸ τῆς κακώσεως μικρὸν ὅσον δυσμὰς ἂν βίου ἴδοις· ἢ καὶ ἄλλως, οἰχήσῃ καταδὺς ὡς εἰς βυθόν. ὃ καὶ εὐλαβουμένη Ἀθηνᾶ ἡ τοῦ μύθου τε καὶ ἡ τῆς ἀλληγορίας· κήδεται γὰρ αὐτοῦ καὶ νῦν ὡς καὶ πρὸ τούτων ὅτε ἀγνωμόνως αὐτῷ ἡ τύχη ἐχρῆτο, καὶ δέδιε μή ποτε συγκοπεὶς τῇ ἀγρυπνίᾳ ἡττηθείη αὔριον ἐν τῇ μάχῃ· λαλεῖ τὰ ῥηθέντα, δυσὶ ταύταις χρησαμένη ἐννοίαις, μιᾷ μὲν τοιαύτῃ· τί σοι ἄμετρα μερμηρίζειν οἴκαδέ τʼ ἐόντι καὶ τὰ φίλτατα εὑρηκότι εὖ ἔχοντα; ἑτέρᾳ δὲ τοιᾷδε· καὶ μέν τις θνητῷ ἀνδρὶ ἑτέρῳ πείθεται, σὺ δὲ εἴης ἂν οὐ σοφὸς μὴ τὴν θεόθεν ἐπικουρίαν καραδοκῶν. καὶ οὕτως αὐτῷ ὕπνον ἐπὶ βλεφάροις ἡ Ἀθηνᾶ ἔχευε παύσαντι φρονίμως τόν τε θυμὸν τήν τε μέριμναν. Τὸ δὲ ἐγρήσσειν δὶς μὲν ἐνταῦθα κεῖται, εὕρηται δὲ καὶ ἐν ἄλλοις. ποιητικὸν δέ ἐστι καὶ γίνεται ἀπὸ τοῦ ἐγείρω, κατὰ συγκοπὴν ἔγρω, ἐξ οὗ ἐγρήσσω, <!-- 2.225 -->ὥς περ πέλω πλῶ πλήσσω, πέτω πτῶ πτήσσω. Τὸ δὲ, ἀλλʼ ἑλέτω σε καὶ ὕπνος καὶ ἑξῆς, προτροπὴ εἰς τὸ ὑπνῶσαι ἐστί. Τὸ δὲ, ἀνίη καὶ τὸ φυλάσσειν πάννυχον ἐγρήσσοντα, γνωμικῶς τε εἴρηται καὶ ἐκ μεταφορᾶς τῶν ἀγρυπνούντων ἔν τινι φυλακῇ, πόλεως τυχὸν ἢ ἀγροῦ ἤ τινος τοιούτου. Καίρια δʼ ἐνταῦθα καὶ τὰ κομματικὰ νοήματα· ἐν δυσὶ γὰρ στίχοις τρία κεῖται κόμματα ἐπισπεύδοντα εἰς τὸ ἀναγκαίως ὑπνῶσαι. Ὅτι ἀστεῖον ἐπί τινος βλαπτομένου ἢ ἐπιτασσομένου πρός τινος δυνατοῦ τὸ, στῆ δʼ ἂρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε. Μέμψις δὲ ἐπὶ ἀκαίρῳ ἀϋπνίᾳ τὸ, τίπτʼ αὖτʼ ἐγρήσσεις, ὡς ἐῤῥέθη, πάντων περικάμμορε φωτῶν. Ἔπαινος δὲ καίριος καὶ γοργὸς εἰς ἀγαθὸν παῖδα τὸ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα, ἤγουν ὁποῖόν τις ἐπιθυμεῖ ἔχειν υἱόν. Θαρσοποιὸν δὲ ἐκ μεγάλου τινὸς πρὸς τὸν αὐτοῦ ἐν φόβοις δεόμενον τὸ, σχέτλιε, καὶ μέν τις χερείονι πείθεται ἑταίρῳ, ὅς περ θνητός ἐστι καὶ οὐ τόσα μήδεα οἶδεν. αὐτὰρ ἐγὼ τοιόσδε εἰμί. ὡς δὲ ἡ μυθικὴ Ἀθηνᾶ λέγει, θεός εἰμι, διαμπερὲς, ἥ σε φυλάσσω ἐν πάντεσσι πόνοις· εἰ δὲ καὶ ὡς εἰς μάχην ὁ τοιοῦτος ἐπικουρῆσαι ὑπισχνεῖται, ἁρμόζει καὶ τὰ ἐφεξῆς· ἐρέω δέ τοι ἐξαναφανδόν· εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων νῶϊ, τουτέστιν ἡμᾶς, περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ, καί κεν τῶν ἐλάσαιο, ἤγουν ἀπελάσεις, βόας καὶ ἴφια μῆλα. Καὶ ὅρα ὡς ἀσφαλῶς εἶπεν, ἀπελάσεις λείαν ζῴων, ἡττήσας δηλαδὴ τοὺς τοσούτους· ἄλλως γὰρ ἀπίθανον ὑπὸ δύο θνητῶν πεντήκοντα λόχους κακόν τι μέγα παθεῖν· βλαβῆναι μέντοι ἐστὶ μερικῶς. Σημείωσαι δὲ ὅτι μεγαλοφωνότερον νῦν ἡ ποιητικὴ ἔφη Μοῦσα ἤ περ ὅτε πρὸς τριακοσίους μόνους τὸν Ὀδυσσέα ἐν τοῖς πρὸ τούτων ἀντέστησε. πάντως γὰρ οἱ πεντήκοντα λόχοι πολλῷ πλείους τριακοσίων ἀνδρῶν. ἐκ τοῦ μείζονος δὲ κἀνταῦθα ὁ τῆς ἐπιχειρήσεως λόγος τῷ ποιητῇ. Ἔτι σημείωσαι καὶ ὅτι μεῖζον ὁ Ὁμηρικὸς Ὀδυσσεὺς, ὡς καὶ πρὸ βραχέων ἐλέχθη, κρίνει τοῦ ἀνελεῖν τοὺς μνηστῆρας τὸ δυνηθῆναι ὑπεκπροφυγεῖν τοὺς ἐκείνων. μνηστῆρες μὲν γὰρ καὶ ὀλίγοι ἔπεσον καὶ οὐδὲ νήφοντες· οἱ δὲ τῶν μνηστήρων οὔτε τοιοῦτοι οὔτε τοσοῦτοι, ἀλλὰ πολλῷ καὶ κρείττους καὶ πλείους. Ὅτι ἐν τῷ, ὕπνος τὸν Ὀδυσσέα ἔμαρπτε, λύων μελεδήματα θυμοῦ, λυσιμελὴς, ἔοικε παρετυμολογεῖν τὸ, λυσιμελὴς ὕπνος, ἵνα εἴη τοιοῦτος ὁ λύων τὰς μελεδῶνας καὶ νοοῖτο κατὰ μίαν ἔννοιαν καὶ λυσιμελὴς συνθέτως καὶ διαλελυμένως λύων μελεδήματα θυμοῦ ὁ αὐτός. καὶ μὴν αὐτὸς καὶ ἄλλως καλεῖται λυσιμελὴς παρὰ τὸ λύειν τὰ μέλη, ὡς δηλοῦται καὶ ἐν τῷ, λύθεν δέ οἱ ἅψεα πάντα. εἴη δʼ ἂν τοιοῦτος καὶ ὁ κάματος, εἴ γε καὶ καμάτῳ φίλα γυῖα λέλυνται, ὥς τε αὖθις τῷ λόγῳ τούτῳ ἄλλως μὲν λυσιμελὴς, ἄλλως δὲ λύων μελεδήματα ψυχῆς ὁ αὐτός. Ὅτι κλαυθμὸν γυναικεῖον φράζει τὸ, κλαῖε δʼ ἂρ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν, ἕως κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν. Ὅτι ἔθους ὄντος τοῖς εἰς ἄκρον λυπουμένοις αἱρεῖσθαι θάνατον, γίνεται αὐτὸ καὶ τῇ Πηνελόπῃ. εὔχεται οὖν, ὡς αἴθε Ἄρτεμις πότνια θεὰ, ἰὸν ἐνὶ στήθεσι βαλοῦσα, ἐκ θυμὸν ἕλοιτο αὐτίκα νῦν· διὰ αἰφνιδίου δηλαδὴ θανάτου, ὡς πολλαχοῦ φαίνεται· ἢ ἔπειτά με ἀναρπάξασα θύελλα οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα, ἐν προχοαῖς δὲ βάλοι ἀψοῤῥόου Ὠκεανοῖο. ὅμοιον δὲ καὶ μετʼ ὀλίγα ὑπʼ Ἀρτέμιδι εὔξεται θάνατον, ταυτολογοῦσα συνήθως διὰ λύπην πολλὴν ἐν τῷ, ἢ ἔμʼ εὐπλόκαμος βάλοι Ἄρτεμις. Ἰστέον δὲ ὅτι κέλευθα ἠερόεντα ἢ τὰ πρὸς δύσιν καὶ Ἅιδην, ἢ καὶ ἁπλῶς τὰ περὶ ἀέρα. ἔνθα καὶ ὅρα ὡς καὶ τὴν διʼ ἀέρος φορὰν κέλευθον εἶπεν. Ἀψόῤῥοος δὲ Ὠκεανὸς ὁ κύκλῳ τῆς γῆς περινοστῶν καὶ ἂψ πάλιν ἐπὶ τὸ αὐτὸ ἱκνούμενος κατὰ τὸ, περιτελλομένων ἐνιαυτῶν. οἱ δὲ παλαιοὶ φράζουσι καὶ οὕτως· ἀψόῤῥοος, ὁ εἰς ἑαυτὸν ἀναλύων ἐν τῷ εἰλεῖσθαι κύκλῳ περὶ τὴν γῆν. τινὲς δὲ ἀψόῤῥοόν φασι τὸν ταχὺ ῥέοντα, ὡς οἷον αἰψόῤῥοον. Σημείωσαι δʼ ἐν τούτοις καὶ ὅτι δίο ταῦτα ἡ γυνὴ εὐξαμένη, θάνατον τὸν αὐτίκα ἢ ἀλλὰ ἁρπαγὴν τὴν ὑπὸ θυέλλης, καὶ διασκευάσασα τὴν εὐχὴν ἐν ἔπεσιν ὀκτωκαίδεκα, εἶτα συνάγουσα τὸ νόημα λέγει ἐπαναληπτικῶς ἐν στίχοις δυσὶν, ὡς ἐμὲ ἀϊστώσειαν θεοὶ, διʼ ἁρπαγῆς δηλαδὴ, ἢ Ἄρτεμις βάλοι αἰφνιδίῳ ἀπαγοῦσα θανάτῳ. καὶ οὕτως ἐξ ἀνάγκης διττολογεῖ, μετατάξασα ἐνταῦθα, καὶ πρώτην μὲν θεμένη τὴν ἁρπαγὴν, εἶτα τὴν ἐξ Ἀρτέμιδος διαβολήν. Ὅτι τὴν ἱστορίαν τῶν θυγατέρων τοῦ Πανδαρέου μερίσας ὁ ποιητὴς δυσὶ τόποις, ὃ καὶ ἐπὶ ἄλλων πολυτρόπως ποιεῖ, περὶ μὲν ἀηδόνος ἤδη δεδήλωκε θέμενος ἐκείνην ἐν παραβολῇ· ἄρτι δὲ καὶ περὶ τῶν λοιπῶν θυγατέρων ἱστορεῖ, <!-- 2.226 -->ὡς ἐκεῖ προεσημάνθη. φησὶ γοῦν ἡ Πηνελόπη περὶ αὐτῶν οὕτως· ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι, εἴτουν Ἅρπυιαι ἀνηρείψαντο· αἷς τοκῆας μὲν ἀπήγαγε θεός· αἱ δὲ λίποντο ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ Ἀφροδίτη τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· Ἥρη δʼ αὐτῇσι περὶ πασέων δῶκε γυναικῶν εἶδος καὶ πινυτὴν, μῆκος δʼ ἔπορεν Ἄρτεμις ἁγνή· ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι. ὅτε δὲ Ἀφροδίτη αὐταῖς ᾐτήσατο τέλος θαλεροῖο γάμοιο ἐκ Διὸς, ὃς εὖ οἶδεν ἅπαντα μοῖράν τʼ ἀμμορίαν τʼ ἀνθρώπων, τότε δὴ τὰς κούρας Ἅρπυιαι ἀνηρείψαντο, πρὸ γάμου δηλαδὴ, καὶ ἔδωκαν στυγερῇσιν Ἐριννύσιν ἀμφιπολεύειν, ὣς ἐμὲ ἀϊστώσειε θεός. εἶτα ἵνα μὴ ἀδύνατα δοκῇ εὔξασθαι, εἰ καὶ εἰς παράδειγμα τὰς Πανδαρέου κόρας παρήγαγεν, ἐπανακάμπτει πάλιν εἰς τὴν ῥηθεῖσαν βολὴν τὴν ἐξ Ἀρτέμιδος, ὡς οἷα προτιμωμένη τὸν αἰφνίδιον θάνατον, οὗ περ Ἄρτεμις αἰτία δοκεῖ. καὶ εὔχεται οὕτω θανεῖν, ὄφρα, φησὶν, Ὀδυσῆα ὀσσομένη, ἤγουν ἀνειδωλοποιουμένη καὶ μὴ ἐκλαθομένη αὐτοῦ, καὶ γαῖαν ὑπὸ στυγερὴν ἀφικοίμην, μηδέ τι χείρονος ἀνδρὸς εὐφραίνοιμι νόημα, τουτέστιν, ἵνα θάνοιμι ἔχουσα μνήμην τοῦ ἀρίστου ἀνδρὸς ἐγγεγραμμένην μοι ἀνεξάλειπτον εἰς ψυχήν. Πάνυ δὲ σεμνῶς εἴρηται τὸ, μὴ χείρονος ἀνδρὸς εὐφραίνοιμι νόημα, ἀντὶ τοῦ, μὴ ἑτέρῳ μιγείην ἀνδρί. δῆλον δʼ ὅτι ὁ τοιοῦτος χείρων Ὀδυσσεῖ ἀντιδιαστέλλεται τῷ ἀρείονι καὶ ἀρίστῳ. ὁ δὲ λόγος οἰκεῖος καί τινι αἱρουμένῳ θανεῖν ἤ περ δευτέρου τινὸς εὐεργέτου μετὰ τὸν πρῶτον τυχεῖν. Ὅρα δὲ ὡς ἡ ῥηθεῖσα παραβολὴ σχοινοτενῶς ἐσχημάτισται· μετὰ τρεισκαίδεκα γὰρ στίχους ἀποδέδοται. Μερόπη δὲ καὶ Κλαιοθήρα ἦσαν αἱ ἐνταῦθα τοῦ Πανδαρέου κοῦραι, ἃς οἱ μὲν βρεφόθεν ὀρφανισθῆναι φασὶν, ὡς ἐντεῦθεν ἀνάγκην εἶναι, τυρῷ καὶ μέλιτι καὶ τοιούτοις τισὶ βρεφοκομεῖσθαι αὐτάς. ἕτεροι δὲ μὴ ὀρφανισθείσας οὕτως ἐκτραφῆναι φασὶν, ἀλλὰ πρὸ τῆς ὀρφανίας, οἷα φιλουμένας τῇ Ἀφροδίτῃ. δοκοῦσι δὲ, ὡς καὶ προεγράφη, οὐ φαῦλαι τινὲς εἶναι κορίσκαι, ἀλλὰ καὶ περικαλεῖς καὶ ὡς εἰπεῖν ἐπαφρόδιτοι, καὶ συνεταὶ δὲ, ὡς νῦν ὁ ποιητὴς λέγει, καὶ ἐργατικαὶ, ἤδη δὲ ἴσως καὶ δειναὶ προσενεχθῆναι καὶ οὐ προσηνεῖς. ἀποβῆναι δὲ δυστυχεῖς ἔς γε τὸ μακρόβιον ἢ καὶ εἰς τὸ κατὰ βίον περιφανὲς καὶ εὔδαιμον· διὸ μυθευθῆναι, ἁρπαγῆναι μὲν ἀέλλαις διὰ τὸ ὁπωσοῦν ἀφανὲς, Ἐριννύσι δὲ παραδοθῆναι ἀμφιπολεύειν· ἐξ οὗ δὴ ῥήματος αἱ ἀμφίπολοι, ὡς δὲ ἀγρίως εἶχον αἱ Ἐριννύες, καὶ ὡς στυγεραὶ ἦσαν ἤγουν στυγηταὶ ἢ στυγναὶ, καὶ ὡς οἱ περὶ αὐτὰς ἐριννυώδεις καὶ αὐτοὶ, δῆλον ἐκ τῶν μύθων· οἱ καὶ Ἥραν μὲν δότειραν οἴδασιν εἴδους καὶ πινυτότητος, εἰ καὶ ἄλλως κοινότερον ἡ Ἀθηνᾶ τοῖς πινυτοῖς ἐπιστατεῖ· Ἄρτεμιν δὲ μεγέθους τοῦ κατὰ γυναῖκας· Ἀθηνᾶν δὲ ταῖς γυναικείαις ἐφιστᾶσι τέχναις, Ἀφροδίτην δὲ γάμοις, εἰ καὶ ἑτέρως Ἥρα γάμων ἐπιστατεῖν λέγεται. Ἰστέον δὲ καὶ ὅτι κατὰ τὰς ῥηθείσας ἐννοίας τὸ τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ κομίζεσθαι, οὐ μόνον βρεφοκομίαν παραδηλοῖ, ἀλλὰ καὶ τρυφῆς ἐστὶν οὗ ἔνδειξις. Ἰστέον δὲ ὅτι καὶ τὸ δέδαε μέση λέξις ἐστί. καὶ νῦν μὲν ἀντὶ τοῦ ἐδίδαξε κεῖται, ὡς ταπολλὰ δὲ ἀντὶ τοῦ ἔμαθεν ἤτοι ἔγνω ἀπὸ μαθήσεως. οὕτω καὶ τὸ μανθάνειν μέσως ἔχει παρὰ τοῖς μεθʼ Ὅμηρον, ὡς δηλοῖ τὸ, μανθάνει γράμματα παρὰ τοῖς σοφισταῖς. Τέλος δὲ γάμου ἢ ὁ γάμος περιφραστικῶς ἢ ἡ τεκνοποιΐα. Θαλερὸν δὲ γάμον λέγει διὰ τὸ ἐκεῖθεν ἄρχεσθαι τοὺς ἀνθρώπους εἰς γενεὰν, ὧν ἑκάστῳ καὶ θάλος τὸ γεννηθὲν λογίζεται, ὡς τὸ, τοιόνδε θάλος χορὸν ἐσοιχνεῦσαν. Ἐν δὲ τῷ, πάντα, ἤγουν μοῖραν ἀμμορίαν τε, μοῖραν φανερῶς τὴν εὐδαιμονίαν καὶ εὐτυχίαν φησίν· ἧς αἴτιος Ζεὺς ἐδόκει εἶναι ὁ καθʼ εἱμαρμένην. ὁ δὲ τοιοῦτος Ὁμηρικὸς τόπος δοκεῖ ἀρχὴν ἐνδοῦναι τοῦ εἰς εἱμαρμένην ἀλληγορεῖσθαι τὸν Δία. Τὸ δὲ, Ἅρπυιαι ἀνηρείψαντο, ταυτὸν, ὡς ἐῤῥέθη, τῷ, ἀνέλοντο θύελλαι, ὃ ἐν ἀρχῇ κεῖται τῆς παραβολῆς. Τὸ δὲ ἀμφιπολεύειν οὐκ ἐξ ἀνάγκης δουλική ἐστι λέξις. τί γὰρ σεμνὸν ταῖς θεοφιλέσι κόραις τὸ δούλαις γενέσθαι; ἀλλʼ ἁπλῶς τὸ συμπεριοδεύειν δηλοῖ. Ἡ δὲ πρὸ γάμου ἁρπαγὴ τῶν νεανίδων, καθʼ ἣν Ἀφροδίτη μὲν γάμον αὐταῖς ᾐτεῖτο, Ἅρπυιαι δὲ αὐτὰς ἀνείλοντο, χρήσιμος καὶ εἰς γάμου ψόγον, ὡς κρεῖττον δῆθεν λογισθὲν, Ἁρπυίαις ἀπαχθῆναι αὐτὰς ἤ περ γάμῳ ἐνδεθῆναι. ἄλλως δέ γε τὸ Ἁρπυίαις ἀνερειφθῆναι καὶ Ἐριννύσι δοθῆναι ἀμφιπολεύειν κόραι ἂν πάθοιεν ἔκτοποι πατρίδος γενόμεναι καὶ δειναῖς περιτυχοῦσαι τροφοῖς ἢ δεσποίναις. Γαῖα δὲ στυγερὴ ἡ κατὰ τὸν Ἅιδην. ἡ γὰρ ἄνω φίλη μήτηρ, καὶ διατοῦτο Δήμητρος τόπος. καὶ ἄλλως δὲ ὁ τάφος εἴη ἂν γαῖα στυγερή. ὡς καὶ <!-- 2.227 -->Ἐριννύες στυγεραί. Ὅτι ὁ μὴ μόνον ἐν ἡμέρᾳ ἔμφροντις ὢν ἀλλὰ καὶ νύκτωρ δειματούμενος εἴποι ἂν τὸ, ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχειν κακὸν ὁππότε κέν τις ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ, νύκτας δʼ ὕπνος ἔχησιν. ὁ γὰρ, τουτέστιν ὁ ὕπνος, ἐπέλησεν ἁπάντων ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἂρ βλέφαρʼ ἀμφικαλύψει. αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευε κακὰ δαίμων. Τὸ δὲ περὶ ὕπνου ἐνταῦθα γνωμικῶς ἐῤῥέθη, ὃς λήθην ἐπάγει οὐ μόνον κακῶν, οἷα μελεδήματα λύων, ἀλλὰ καὶ ἀγαθῶν. ἐντεῦθεν οὖν καὶ λητὼ ἡ νὺξ, καθʼ ἣν μάλιστα ὕπνου καιρός. Τὸ δὲ ἀμφικαλύψει ὡς ἀπὸ δικτύων μετήνεκται, ἃ καταπετασθέντα ὀρνίθων καλύπτει αὐτὰ ἔσω. Ὅτι ὅραμα κἀνταῦθα ἡ Πηνελόπη καθʼ ἑαυτὴν ἀφελῶς ἀφηγουμένη φησιν· ὡς τῇδέ μοι νυκτὶ Ὀδυσσεὺς παρέδραθεν ἴκελος αὐτῷ, τοῖος ἐὼν, οἷος ᾖεν, τουτέστιν ἤϊεν ἤτοι ἀπῄει, ἅμα στρατῷ. αὐτὰρ ἐμὸν κῆρ χαῖρεν, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ· περὶ ὧν προείρηται. ὣς ἔφατο· αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς· ὃ δὴ ἀποτελεῖσθαι ὡς ταπολλὰ δηλοῖ τὰ πρὸς ὄρθρον ὀνειροπολούμενα. Ἰστέον δὲ ὡς, εἰ καὶ σαφὲς ἦν τὸ, ἴκελος αὐτῷ, ἀλλʼ εἰς πλέον διασαφεῖται διʼ τοῦ, τοῖος ἐὼν οἷος ἀπῄει ἐς στρατόν. πολλαὶ γὰρ ἀνθρώπου πρὸς ἑαυτὸν διαφοραὶ ἄλλοτε ἄλλαι, γυμνουμένου, ἐνδεδυμένου, ὡπλισμένου, ἀόπλου, λυπουμένου, χαίροντος, σιγῶντος, λαλοῦντος, νοσοῦντος, εὐρωστοῦντος, αὐξομένου, ἀκμάζοντος, φθίνοντος, καὶ τἄλλα μυρία ὅσα. τὸ τοίνυν ὅραμα ἴκελον Ὀδυσσεῖ ἄγει φάντασμα οὐ δαινυμένῳ, οὐκ ἀγορεύοντι, ἀλλὰ στρατευομένῳ καὶ ἀκμαίῳ καὶ μὴ ὠμογέροντι, ὁποῖος ἄρτι ἐστιν. Ὅρα δὲ καὶ ὡς πάνυ ἀστείως παρεσημειώθη ἐνταῦθα τὸ, ἴκελος αὐτῷ, ἵνα δειχθῇ, ὡς ὁ ξεῖνος οὐ δοκεῖ τῇ Πηνελόπῃ ἴκελος ἐκείνῳ εἶναι, οἷα μηδὲ γνωρισθείς. Ὅρα δὲ ὡς τοῦ πράγματος ἤδη ἐκβαίνοντος συχνὰ τὰ ἐπʼ αὐτῷ σημεῖα πλάττονται, ὡς εἰκὸς, γίνεσθαι. Ὅτι εὐλαβὴς ἀεὶ ἐν τοῖς καιρίοις ὁ ἀγχίνους. διὸ καὶ Ὀδυσσεὺς ἀφυπνισθεὶς πρὸς ἡμέραν καὶ κλαιούσης τῆς γυναικὸς ὄπα συνθέμενος μερμήριζε, δόκησε δέ οἱ κατὰ θυμὸν ἤδη ἐκ τῆς μαίας ἢ τοῦ υἱοῦ τυχὸν γινώσκουσα παριστάμεναι κεφαλῇφιν. οἴεται γὰρ ἴσως καὶ τὸ δάκρυον ἐφʼ ἡδονῆς εἶναι ἄρτι τῇ γυναικί. διὸ χλαῖναν μὲν συνελὼν καὶ κώεα τοῖσιν ἐνεῦδεν ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην θῆκε θύραζε φέρων, τουτέστιν ἐξέθηκε θύραζε, ἢ ἐκφέρων ἔθηκε θύραζε. Τὸ δὲ συνελὼν ἀντὶ τοῦ συνάξας, συνειλήσας· καὶ κεῖται ἡ λέξις καὶ ἐν Ἰλιάδι ἐν τῷ, ἀμφοτέρας ὀφρῦς σύνελε λίθος. ἐντεῦθεν δὲ εἴληπται καὶ τὸ, συνελόντα φάναι, παρὰ τοῖς ὕστερον, καὶ τὰ παρὰ τοῖς γραμματικοῖς συνῃρημένα, καὶ ἡ συναίρεσις, διʼ ἧς αἱ λέξεις ἐκ πλατυτέρων καὶ ἀναπεπταμένων συνάγονται εἰς βραχύτερον. Τὸ δὲ, οἷς ἐνεῦδε, διασαφητικὸν τῶν ἐνευναίων ἤγουν ἐγκοιτίων ἐστί. δῆλον γὰρ ὅτι ἐνεύναιον, ᾧ ἐνεύδει τις ἤτοι ἐγκοιμᾶται. Ὅτι παραρτύει κἀνταῦθα Ὅμηρος πολυμαθείας χάριν τὸν λόγον, οἷς περὶ μαντικῶν σημείων καιρίως ἐρεῖ, οὕτως ἀρέσαν αὐτῷ. πλάττει οὖν τὸν Ὀδυσσέα πιθανῶς κατʼ ἐπιθυμίαν τοῦ μαθεῖν τὸ μέλλον εὐχόμενον οὕτω, καὶ δὴ καὶ εἰσακουόμενον διὰ τὸ δίκαιον τῆς εὐχῆς· Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἤγετʼ ἐμὴν ἐς γαῖαν ἐπεί μʼ ἐκακώσατε

  
λίην, φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.  
καὶ ὁ μὲν οὕτως εὔξατο. Ζεὺς δὲ, τουτέστιν ἀὴρ, αὐτίκα ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου ὑψόθεν

  
ἐκ νεφέων, γήθησε δὲ δῖος Ὀδυσσεύς. φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς πλησίον· ἔνθʼ ἄρα οἱ  
  
μύλαι εἴατο ποιμένι λαῶν, ἐν αἷς δώδεκα πᾶσαι ἐπεῤῥώοντο γυναῖκες, ἄλφιτα τεύχουσαι καὶ ἀλείατα,  
  
μυελὸν ἀνδρῶν. αἱ μὲν δὴ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν, οἷα δηλαδὴ νεώτεραι  
  
καὶ εὐσθενεῖς· ἡ δὲ μίʼ οὔ πω παύετο, ἀφαυροτάτη δὲ τέτυκτο. ἥ ῥα μύλην στήσασα,  
ἤγουν παύσασα τοῦ ἀληθεύειν, ἔπος φάτο σῆμα ἄνακτι· θεὲ πάτερ, ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ

  
ἀστερόεντος, οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις. κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος ὅ,ττι  
  
κεν εἴπω· μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε ἐν μεγάροις Ὀδυσσῆος ἑλοίατο  
δαῖτʼ ἐρατεινήν· ὃ δὴ περίφρασις καὶ παράφρασίς ἐστι τοῦ, ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν· οἳ δή μοι καμάτῳ θυμαλγέϊ γούνατʼ ἔλυσαν ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν. ὃ καὶ σημείωσαι ὡς ἐν ἡμιστιχίῳ παραφράζων τοὺς προσεχῶς εἰρημένους στίχους περὶ τῆς αὐτῆς ἀρᾶς. καὶ οὕτω μὲν τὸ γραΐδιον. χαῖρε δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς, Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας. τούτων δὲ τῶν δύο κλεηδὼν μὲν ἤγουν φήμη, ἡ καὶ κληηδὼν καὶ κληδὼν, ἡ τῆς <!-- 2.228 -->γραός ἐστιν εὐχὴ, μάντευμα οὖσα τοῦ μέλλοντος καὶ διατοῦτο καὶ φήμη ὀνομασθεῖσα συνήθως. ἡ δʼ αὐτὴ καὶ σῆμα, ὡς μέλλον τι σημαίνουσα, καθὰ δηλοῖ τὸ, ἔπος φάτο σῆμα, τουτέστι σημεῖον, ἄνακτι τῷ Ὀδυσσεῖ. καὶ τοιοῦτον μὲν ἡ κληδών. ἡ δὲ βροντὴ τέρας κατὰ τὴν ἐξήγησιν τῆς γραὸς, οὐ μὴν σῆμα κατὰ τὴν δηλωθεῖσαν φήμην. ἔστι δὲ τέρας αὕτη ὡς δίχα νέφους γεγονυῖα· παρὰ φύσιν γάρ. ὅθεν καὶ χρησμός ποτε προῆλθε λοξὸς διακελευόμενός τισι πόλιν οἰκίσειν, ἔνθα ἐν αἰθρίᾳ τὸ καινὸν ὑετὸς γένηται. ὁ δὲ λόγος ἐδήλου δάκρυα δίχα προϋπαρξάσης λύπης τινός. ὅτι δὲ νέφος οὐ προῆν τῆς βροντῆς, δῆλον ἐκ τοῦ, οὐδέ ποθι νέφος ἐστί. διὸ καὶ ἡ γραῦς τέρας τινὶ τόδε φαίνεσθαι νοεῖ. εἰ δὲ δοκεῖ τοῦτο ἐναντιοῦσθαι τῷ, ἐβρόντησε Ζεὺς ὑψόθεν ἐκ νεφέων, ἔστιν εἰπεῖν ἀληθῶς, ὡς νέφη νῖν Ἀττικῶς ὁ τῶν νεφῶν τόπος κατʼ οὐρανόν· ἄλλως γὰρ νῦν καὶ αἰγλήεις καὶ ἀστερόεις ὁ Ὄλυμπος, ὡς δηλοῖ τὸ, ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου, καὶ, ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος. ἰδοὺ τοίνυν καὶ τέρας ἔξωθεν τῷ Ὀδυσσεῖ τὸ διὰ βροντῆς ἀνεφέλου, καὶ φήμη ἔνδοθεν διὰ τῆς κακοτυχοῦς γραός· ἥ τις οὐχʼ ἁπλῶς πύματον καὶ ὕστατον φαγεῖν εὔχεται τοὺς μνηστῆρας, ἀλλὰ καὶ ἐν τῷδε τῷ ἤματι, ὀκνοῦσα ζῆν αὐτοὺς αὔριον, καὶ οἰδὲ ἕως καὶ εἰς δόρπον ἐθέλει παρατεῖναι αὐτοῖς τὴν ζωὴν, ἀλλὰ δειπνῆσαι μόνον αὐτοὺς βούλεται, εἶτα θανεῖν. Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα τὴν φήμην πολλὰ τῶν ἀντιγράφων διὰ τοῦ ἰῶτα ἔχουσι, λέγοντα Ἰωνικὴν εἶναι τὴν λέξιν. ἔστι δὲ καινὸν τὸ λεγόμενον· δοκεῖ γὰρ ἄλλως τοῖς πλείοσιν ἡ μὲν φῆμις, ὡς ἡ μῆτις καὶ ἡ μῆνις, ἀνθρώπινον λόγον δηλοῦν, ὡς ἐν πολλοῖς ἐφάνη, ἡ δὲ φήμη, ὡς ἡ κνήμη, θειότερον. Τὸ δὲ, Ζεῦ πάτερ εἴ μʼ ἐθέλοντες ἤγετε, ἐπεί μʼ ἐκακώσατε, σχῆμα ἐστὶ καινὸν συλληπτικόν· συλλαμβάνει γὰρ τῷ Διῒ καὶ λοιπὰ δαιμόνια, καὶ ἔστιν ὅμοιον τῷ, εἰς οἶκον πατρὸς, οἳ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἕεδνα. καὶ ἐκεῖ γὰρ τῷ πατρὶ καὶ τοὺς περὶ αὐτὸν συνεκδέχεται. Τὸ δὲ, φήμην φάσθω, ἐτυμολογικῶς ἐῤῥέθη. Διὸς δὲ τέρας ἀλληγορικῶς μὲν τὸ ἐξ ἀέρος· τοιοῦτον γὰρ ἡ, ὡς ἐῤῥέθη, δίχα νέφους βροντή· ἄλλως δὲ διὰ τὸ πᾶν τέρας ἀνάγεσθαι εἰς ἐκεῖνον, καθὰ καὶ πᾶσαν ὀμφήν. διὸ καὶ πανομφαῖος ἐλέγετο Ζεύς. Τὸ δὲ αὐτίκα πάνυ συμβάλλεται εἰς τὸ ἐφετὸν τῷ Ὀδυσσεῖ· οὐ γὰρ ἐτρίβη χρόνος τῇ εὐχῇ, ἀλλʼ αὐτίκα καὶ ἡ φήμη καὶ τὸ τέρας συνέδραμον. Ἀλετρὶς δὲ γυνὴ παρὰ τὸ ἀλέω τὸ ἀλήθω, ἐξ οὗ καὶ ἀλητὸς, ᾧ ἡ τοιαύτη ἐπιστατεῖ. ἐκ δὲ τοῦ τοιούτου ἀλέω, οὗ τὸ ἀλήθω παράγωγον, καὶ ἄλειαρ τὸ ἀπὸ πυρῶν ἄλευρον, καθάπερ ἄλφιτον τὸ ἀπὸ κριθῆς, ὡς ἐν πολλοῖς δηλοῦται· καὶ αὐτὸ δὲ τὸ ἄλευρον ἐκ τοῦ ἀλέω γίνεται πλεονασμῷ συνήθει τοῦ υ. καὶ τοιαύτη μὲν ἡ Ὁμηρικὴ ἀλετρίς. ὕστερον δὲ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἀλετρίδες κόραι τινὲς Ἀθήνῃσιν ἀπεδείκνυντο ἐφʼ ᾧ τὰ εἰς θυσίαν πόπανα πωλεῖν. ἐν ἑτέρῳ δὲ αὖθις δηλοῦται, ὅτι ἀλετρίδες ἔντιμοι καὶ εὐδόκιμοι παρθένοι, αἱ τὰ εἰς θυσίαν πόπανα ἄγουσαι. ἐφʼ οἷς καὶ ἱερούς τινας μύλωνας ἀναγράφουσιν οἱ τὰ Ἀττικὰ συγγεγραφότες. Παυσανίας δὲ λέγει, ὅτι ἀλετρίδες αἱ τὸν ἱερὸν ἀλετὸν ἀλοῦσαι. ᾑροῦντο δέ τινες παρθένοι, αἳ τὰ εἰς θυσίαν πόπανα ἤλουν, καὶ ἦσαν ἔντιμοι. Τὸ δὲ πλησίον ἢ χρονικόν ἐστι, καθάπερ ἀλλαχοῦ τὸ ἄγχι, καὶ ἔστιν ὥς περ αὐτίκα ἐβρόντησεν, οὕτω καὶ ἡ γυνὴ ἐλάλησεν πλησίον ἤγουν εὐθύς· ἢ καὶ ἄλλως, πλησίον τοῦ Ὀδυσσέως· οὕτω γὰρ καὶ ἠκούσθη. ὃν τρόπον καὶ τὴν βροντὴν μεγάλην πλάττει ἐν τῷ, μεγάλʼ ἐβρόντησας, ἵνα ἡ γραῦς ἀκούσῃ ἐντός. ἄλλως γὰρ οὐκ ἂν ἤκουσεν ἀντιβομβούσης παρʼ αὐτῇ τῆς μύλης, ἣ καὶ μύλων καὶ μύλος δὲ παρὰ τοῖς ὕστερον λέγεται. ἀφʼ ἧς καὶ μυλίας λίθος ὁ εἰς ἀλετὸν χρήσιμος. ἐξ αὐτῆς δὲ καὶ μυλλὸς, ὡς εἰκὸς, ὁ διεστραμμένος τὴν ὄψιν, διαστελλόμενος τῷ ὀξεῖ τόνῳ τοῦ Μύλλος, ὅ πέρ ἐστι κύριον ὑποκριτοῦ παλαιοῦ, ὃς μιλτωτοῖς, φασὶ, προσωπείοις ἐχρήσατο. ἴσως δὲ ἐκ μύλης, ᾗ ὁμώνυμος καὶ ἡ κατὰ τοὺς ὀδόντας, καὶ τὸ μύλλειν παρὰ Θεοκρίτῳ ἐλέχθη ἐπὶ μίξεως οὐ σεμνῆς. ὁμολογουμένως δὲ καὶ ἡ ἐπιμύλιος ᾠδὴ, ἣν περὶ τοὺς ἀλετοὺς ᾖδον· αὐτὴ δὲ καὶ μυλωθρὸς ἐλέγετο ὁμωνύμως ἀνδρὶ ἢ γυναικὶ ἀθρούσῃ τὴν μύλην· ἔτι δὲ ἡ αὐτὴ καὶ ἱμαῖος κατὰ τὸν Ἀθήναιον, ἴσως, καθά φησιν ἐκεῖνος, ἀπὸ τῆς ἱμαλίδος· ἱμαλὶς δέ φησι παρὰ Δωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλετῶν. λέγει δὲ νόστον ὁ ῥήτωρ ἐνταῦθα οὐ τὸν Ὁμηρικὸν καὶ συνήθη, ἀλλά τινα δαίμονα ἐπιμύλιον ἔφορον τῶν ἀλετῶν, ὃς καὶ εὔνοστος ἐλέγετο· οὗ παρώνυμον τὸ νόστιμον. ὅτι δὲ μύλαι καί τινες ὀδόντες λέγονται, δῆλον ἐστὶ πᾶσιν ὅσοι καὶ μυλόδοντας καὶ ἀλήθοντας τοὺς τοιούτους καλοῦσι. περὶ δὲ μύλης καὶ ἀλετρίδων, ὧν ῥῆμα <!-- 2.229 -->τὸ ἀλετρεύειν, καὶ ἐν τοῖς κατὰ τὸν Ἀλκίνοον εἴρηται. Τὸ δὲ ἀλῶ, ἐξ οὗ τὸ ἀλήθω, οὐ μόνον πρώτης συζυγίας τῶν περισπωμένων ἐστὶν, ἀλλά που καὶ δευτέρας, ὡς δῆλον παρʼ Ἀθηναίῳ ἐν τῷ, ἤλων ὄρθριαι τὰ σιτία. ἐκ δέ γε τῆς πρώτης, ἀφʼ ἧς καὶ ὁ ῥηθεὶς ἀλετὸς, ἔστι καὶ περιεκτικὸν ὁ ἀλετὼν, οἷον, ἐπιβαλὼν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα καὶ ἀλήσας ἐξένισεν αὐτούς. τὴν δὲ ῥηθεῖσαν ἀλετρίδα συντακτέον καὶ αὐτὴν τοῖς τιμίοις δούλοις τοῦ Ὀδυσσέως, καθὰ καὶ τὴν Εὐρυνόμην καὶ τὴν Εὐρύκλειαν, δίχα γε τῶν ἀῤῥένων. εἰ γὰρ καὶ οὐδὲν ὑγιὲς ψυχῆς δούλης, οὐδὲ χρὴ κατὰ τὸν εἰπόντα πιστεύειν αὐτοῖς, ὅμως ἔστιν οὗ καὶ ἀγαθοὶ πολλοὶ εὑρίσκονται. φασὶ γοῦν ἐν Κυδωνίᾳ νενομισμένας τινὰς ἑορτὰς εἶναι, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλʼ οἱ δοῦλοι πάντων κρατοῦσι, καὶ κύριοι μαστιγοῦντες εἰσὶ τοὺς ἐλευθέρους. εἰ δʼ ἄλλως τῷ τοιούτῳ λόγῳ ἀντίκεινταί τινα τοπικὰ ἔθη, ἀλλʼ ἐκεῖ νοητέον, οὐ πιστοὶς ἀπεκβῆναι τοὺς δούλους καὶ οἵους τιμᾶσθαι. λέγονται γοῦν οἱ ἐν τῇ νήσῳ Κῷ δοῦλοι, ὅτε τῇ Ἥρᾳ θύουσιν οἱ ἐκεῖ, οὔτε εἰσιέναι εἰς τὸ ἱερὸν, οὔτε γεύεσθαί τινος τῶν παρεσκευασμένων, ὡς ἱστορεῖ Ἀθήναιος. παρʼ ἄλλῳ δέ τινι πλάττεταί, φησιν, οἰκέτης ἀγανακτῶν ὅτι πολλῶν παρακειμένων τοῖς δεσπόταις, οὐδὲ τῶν λειφθέντων θέμις δούλων φαγεῖν· ὃ δή που ὑπεμέμψατο καὶ ὁ Εὔμαιος ἐπὶ τῇ δεσποίνῃ Πηνελόπῃ, οὐχʼ ὡς κακὴν μέντοι ἐκείνην αἰτιώμενος, ἀλλὰ δηλῶν, ὡς διὰ τοὺς μνηστῆρας οὐκ ἔχει τῶν δούλων ἐμπάζεσθαι, Τὸ δὲ, μύλαι εἵατο, ἀντὶ τοῦ ἐκάθηντο, ἔκειντο· ταυτὰ γάρ πως τῷ γένει ἄμφω ταῦτα. οἱ δὲ παλαιοὶ γράφουσι καὶ ὅτι ψιλῶς τὸ εἴατο, ἵνα ᾖ ἀντὶ τοῦ ἦσαν, ὡς ἀπὸ τοῦ εἰμί. καὶ ἔστι κρεῖττον τοῦτο. κυριολεξία δὲ τοῦ εἵατο ἀντὶ τοῦ ἐκάθηντο ἐν τῷ, πεντηκόσιοι δʼ ἐν ἑκάστῃ, ἕδρῃ δηλαδὴ, εἵατο. οὕτω καὶ ἐν Ἰλιάδι τὸ, εἴαται ἐν μεγάροις ποτιδέγμεναι, ψιλῶς κατὰ Ἡρακλείδην προενεκτέον· οὐ γὰρ κάθηνταί, φησιν, ἀλλʼ ὑπάρχουσιν, ἤγουν εἰσίν. Ἴωνες γὰρ τοῖς παρακειμένοις ἀντὶ ἐνεστώτων χρῶνται, οἷον, διανενόημαι ἀντὶ τοῦ διανοοῦμαι, καὶ τὰ ὅμοια. πλατύνων δὲ Ἡρακλείδης τὸν περὶ τοῦ εἴαται λόγον γράφει τοιαῦτα· ὡς ἠχεῖται ἤχηται, οἰκεῖται ᾤκειται, οὕτως ἀπὸ τῆς ὦ πρώτης συζυγίας τῶν περισπωμένων παθητικοῦ ἐνεστῶτος τρίτον εἶται· οὗ εἴη ἂν παρακείμενος ἦται, μεταπεσούσης κἀνταῦθα τῆς ει διφθόγγου εἰς ἦτα. πληθυντικὸν δὲ αὐτοῦ προσθέσει τοῦ ν ἀναλόγως ἦνται, κατὰ τὸ, πεποίηται πεποίηνται καὶ τὰ ὅμοια· εἶτα Ἰωνικῇ τμήσει τοῦ ἦτα εἰς ε καὶ ἄλφα, ὡς νενόηνται νενοέαται, οὕτω καὶ ἦνται ἔαται. Ὅμηρος δὲ κατὰ Ἰάδα προσθεὶς τὸ ἰῶτα ἔφη, εἴαται ἐν μεγάροις. εἶτα λέγει ὅτι καὶ τὸ δασυνόμενον καὶ διὰ τῶν αὐτῶν στοιχείων ἐκφερόμενον οὕτως ἔχει. τὸ γὰρ ἧνται, ἤγουν κάθηνται, κατὰ τμῆσιν τῆς ην συλλαβῆς εἰς ε καὶ α ἕαται λέγεται, οἷον, οἳ δὴ νῦν ἕαται σιγῇ. τούτοις δὲ ὁ αὐτὸς ἐπάγει καὶ ὅτι ἔνιοι τῶν Ἰώνων, οἷς ἀκολουθεῖ, φησὶ, καὶ ὁ τὰ Ναξιακὰ γράψας Φιλήτας εἴτε Καλλῖνος, μόνον τὸ η ἐν τοῖς τοιούτοις παρακειμένοις εἰς ε καὶ α τέμνοντες τὸ ἑπόμενον ν φυλάττουσι, πεποιέανται λέγοντες καὶ γεγενέανται, καθὰ καὶ τὸ ἐγένοντο ἔγεντο. καὶ ὅ γε Ζηνόδοτος πολλάκις, φησὶ, παρὰ τῷ ποιητῇ οὕτω γράφει καὶ τὰ ἑνικά· δίχα μέντοι τοῦ νυ τὸ πεποίηται καὶ νενόηται πεποιέαται γράφων καὶ νενοέαται. ἡ μέντοι Ἀριστάρχειος ἔκδοσις οὐκ οἶδεν Ὅμηρον τῇδε τῇ διαλέκτῳ χρώμενον, εἰ καί τισιν ἔδοξεν ὁμοίως τῷ πεποίηται πεποιέαται, οὕτω τῇ τὸ ἧται ἑνικὸν, ἤγουν κάθηται, γενέσθαι ἕαται καὶ ληφθῆναι Βοιωτιακῶς ἀντὶ πληθυντικοῦ τοῦ ἧνται ἕαται ἐν τῷ, οἳ δὴ νῦν ἕαται σιγῇ· ὃ δὴ ἀποῤῥαπίζει ὁ Ἡρακλείδης εἰπὼν, οὐδέ ποτε τὸν Ὅμηρον ἑνικοῖς χρῆσθαι ῥήμασι ἀντὶ πληθυντικῶν, καθάπερ ἐνίοις Βοιωτῶν ἔδοξεν. Αἱ δὲ δώδεκα ἀλετρίδες τὸ τοῦ ἀλετοῦ δηλοῦσι πολυδάπανον. πολλαχοῦ δὲ καὶ εἰσέτι ἐπιχωριάζει τὸ διʼ ἀνδρῶν καὶ γυναικῶν ἀλετοὺς γίνεσθαι. Τὸ δὲ ἐπεῤῥώοντο τὴν τῶν ἀλετρίδων δηλοῖ σπουδαίαν κίνησιν καὶ ῥωμαλέαν. Τὸ μέντοι, ἀμβρόσιαι χαῖται ἐπεῤῥώοντο, ἄλλως ἐν Ἰλιάδι ἐῤῥέθη διὰ σεμνότητα. Περὶ δὲ ἀλφίτων καὶ ἀλειάτων προεῤῥέθη. Ἐν δὲ τῷ, κατὰ πυρὸν ἄλεσαν, συνεκδοχικῶς νοεῖται καὶ εἴ τι ἄλλο ἤλεστο. Τὸ δὲ τέῳ ἀντὶ τοῦ τινὶ πλεονασμὸν καὶ αὐτὸ ἔχει τοῦ ε, καθὰ καὶ ἄλλα τῶν αὐτῷ συστοίχων, ὡς προδεδήλωται. Τοῦ δὲ κρῆνον, ὃ καὶ κρήηνον ἐν ἄλλοις λέγεται, εὑρίσκεται καὶ κρῆναι τὸ ἀπαρέμφατον. Ὁ δὲ ἀλείτης ἐκ τοῦ ἀλείτω τὸ ἁμαρτάνω γίνεται. ἐκεῖθεν δὲ καὶ ὁ ἀλοιτὸς ὁ παρὰ τῷ Λυκόφρονι, ὅμοιος ὢν τῷ Ἀλείτῃ. τοῦ δὲ ἀλείτω δεύτερος ἀόριστος ἤλιτον, ἐξ οὗ νηλιτεῖς καὶ νηλίτιδες γυναῖκες, καὶ ἀλιτρὸς, κατά τινας δὲ καὶ ἀλιτήριος. Ὅτι τὸ ἀνάψαι πῦρ ἐν δώμασιν οὕτω φράζει· <!-- 2.230 -->δμωαὶ δʼ ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ, ἤγουν οὐκ ἀμυδρὸν, ἀλλʼ ἐγκρατῶς τῆς ὑποκειμένης ὕλης δραττόμενον, ὡς ἐκείνην μὲν κάμνειν, αὐτὸ δὲ εἶναι ἀκάματον. Ὅτι κήδεσθαι προσποιούμενος ὡς ξείνου τοῦ πατρὸς ὁ Τηλέμαχος ἐρωτᾷ, πῶς αὐτὸν ἀνέπαυσαν, εἰπών· μαῖα φίλη, πῶς τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ, εὐνῇ καὶ σίτῳ; ἢ αὕτως κεῖται ἀκηδής; τοιαύτη γὰρ ἐμὴ μήτηρ πινυτή περ ἐοῦσα ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει. καὶ οὐ διαβάλλει μὲν ὁ παῖς τὴν μητέρα, γλυκυπικρῶς δὲ τὸν λόγον κεράσας τὴν ἄγαν φιλανδρίαν αὐτῆς ἐνδείκνυται καὶ ἐν οἷς μέμφεται, λέγων, ὡς τοὺς ψευδῆ μὲν εὐαγγελιζομένους περὶ Ὀδυσσέως τιμᾷ, τοὺς δʼ αὖ μὴ τοιούτους οὐχʼ ὁμοίως δέχεται. ἡ μέντοι Εὐρύκλεια τῆς δεσποίνης ὑπεραπολογουμένη πρός γε τὰ παρόντα φησίν· οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο· ὃ παρῴδηται ἐκ τοῦ, καί κεν ἀναίτιον αἰτιόῳτο, τοῦ ἐν Ἰλιάδι κειμένου. οἴνου μὲν γὰρ πῖνε καθήμενος ὄφρʼ ἔθελʼ αὐτὸς, σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν. ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο, ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι· ὁ δὲ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν, ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν, ὡς προεδηλώθη, ἔδραθεν ἐν προδόμῳ, χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς. οἰκειοῦται γὰρ ἡ γραῦς αὕτη τὸ τῆς Εὐρυνόμης· ἐκείνη γὰρ χλαῖναν ἐπέβαλε τῷ ξείνῳ πεσόντι. Ἐν οἷς ὅρα, ὡς ταυτὸν ἡγεῖται εἰπεῖν χλαῖναν ἐπιβαλεῖν καὶ χλαῖναν ἐπιέσαι. εἰ δὲ χλαῖναν ἐπέβαλε κοιμηθέντι, τουτέστιν ἐπέθετο, τὸ δʼ αὐτὸ λέγει καὶ χλαῖναν ἐπιέσασθαι, οὐκ ἀεὶ ἄρα τὸ ἐπιέσασθαι ἀντὶ τοῦ ἐνδύσασθαι λέγεται. Τὸ δὲ, ξεῖνον ἐτιμήσασθε, Ἀττικῶς ἀντὶ τοῦ ἐτιμήσατε. παρὰ δέ γε τοῖς μεθʼ Ὅμηρον ἐμπορικὴ καὶ συναλλακτικὴ λέξις τὸ τιμᾶσθαι καὶ γενικῇ συντάσσεται, οἷον, τοῦ παντὸς τιμῶμαι τὴν ἀρετὴ, καὶ τοσοῦδε τινὸς τιμῶμαι τήνδε τὴν ὕλην. Ἐμπλήγδην δὲ κατὰ τοὺς παλαιοὺς τὸ ἀκρίτως παρὰ τὸ ἐμπελάζειν ἢ ἐμπλήσσειν ἤτοι ἐμπίπτειν ὅπως ἂν καὶ τύχοι τοῖς πράγμασι. Καὶ ἄλλως δὲ ἐμπλήγδην τὸ δίκην ἐμπλήκτου τινός. ἔμπληκτος δὲ ὁ ἄστατος καὶ οἱονεὶ ἔσω πεπληγμένος καὶ οὐ κατὰ φύσιν φρονῶν, ὥς περ ἔκπληκτος ὁ ἔξωθεν πεπληγμένος κατὰ τοὺς ἐμβροντήτους καὶ ἐκπεπαταγμένους καὶ ἔκθαμβος κατὰ τὴν κοινῶς λεγομένην ἔκπληξιν. ὁ μέντοι παραπλὴξ ποτὲ μὲν τὸν ἔμπληκτον δηλοῖ, ποτὲ δὲ τὸν παράμουσον καὶ ἀπαίδευτον καὶ, ὡς εἰπεῖν, ἀπῳδόν· καθὰ καὶ παρὰ τῷ κωμικῷ κεῖται. ὁ δὲ χείρων καὶ ὁ ἀρείων, ὥς περ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα ἀντίκεινται. Τὸ δὲ ἀτιμῶ ἀτιμήσω σύνηθες τῷ ποιητῇ, ὡς ἡ Ἰλιὰς δηλοῖ, ἔνθα καὶ ἀτίμητος ὁ ἄτιμος. οἱ δὲ ὕστερον ἀτιμῶ ἀτιμώσω φασίν. Ἐν δὲ τῷ, οἶνον ἔπινε, σίτου δὲ οὐκ ἔφη πεινῆν, ἐν οἷς ἔοικε παρήχησίς τις εἶναι, ψεύδεσθαι ἡ γραῦς δοκεῖ· οὐδὲν γὰρ τοιοῦτον ἐφάνη γενέσθαι εἰς τὸν Ὀδυσσέα παρὰ τῇ Πηνελόπῃ, καὶ ἦν καίριον ὑπὲρ τῆς δεσποίνης τὸ ψεῦδος τῇ δούλῃ. καὶ ἄλλως δὲ ἀπεικὸς οὐδὲν κατὰ τὸ σιωπώμενον οὕτω γενέσθαι, ὡς ἡ δούλη ἔφη. ἔστι δὲ καὶ μετʼ ὀλίγα ὅμοιον σχῆμα σιωπηρόν· διεκβέβηκε γὰρ εἰς ἀγορὰν ὁ Τηλέμαχος, ἔχων καὶ πάλιν κύνας πόδας ἀργοὺς ἑπομένους. καὶ τοῦτο μὲν ὁ ποιητὴς παρεσημήνατο, τὸ δὲ καὶ εἰσελθεῖν ἐκεῖνον μὴ ἐκλαληθὲν ἀφείθη νοεῖσθαι κατὰ τὸ σιωπώμενον, ὥς περ καὶ αὐτὸ τοῦτο τὸ, ὡς καὶ ἐνέτυχέ τισιν, ὡς εἰκὸς, ἐν τῇ ἀγορᾷ καὶ ἐλάλησε τὰ δοκοῦντα. ἔθος γὰρ ἦν τοῖς κρατοῦσιν ἐπʼ ἀγορᾶς ἕωθεν προϊέναι καὶ ἢ λαλεῖν ἢ ἐκμανθάνειν εἴ τί που νέον συνέπεσε. καὶ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ, οἶνον μὲν γὰρ πῖνε, σίτου δʼ οὐκ ἔφη πεινήμεναι, κατὰ ἄρσιν καὶ θέσιν δεξιῶς ἐσχημάτισται πρὸς κάλλος· θέσις μὲν γὰρ τὸ οἶνον πίνειν, ἄρσις δὲ τὸ σίτου δὲ οὐκ ἐπείνα. ἔνθα καὶ ὅρα, ὡς δυνάμενος εἰπεῖν, οἴνου μὲν γὰρ ἔπινεν, ὁμοίως τῷ, σίτου δʼ οὐκ ἐπείνα, ὅμως καὶ τῇ ἀλλαγῇ τῆς συντάξεως σχῆμα ἕτερον ἐποίησεν, εἰ μὴ ἄρα τὸ πεινᾶν μὲν οἶδε γενικῇ συντασσόμενον, οὐκέτι δὲ καὶ τὸ πίνειν. Τὸ δὲ, ὄφρα ἔθελεν αὐτὸς, ὕφεσίν τινα ἔχει πρὸς τὸ κορέσασθαι. εἴη δὲ ἄν πως ὅμοιον τῷ, πίνειν ὄφρα ἤθελε, καὶ τὸ, σίτου μηκέτι πεινᾶν. δῆλον γὰρ, ὅτι καὶ ὁ μὴ πεινῶν ἤσθιεν ὄφρα ἤθελε. Τοῦ δὲ πεινήμεναι οὔτε ἡ προφορὰ ζηλωτὴ, οὔτε ἡ τοῦ θέματος εὕρεσις· τοῦ μὲν γὰρ πεινήμεναι προϋπάρχει τὸ πεινῆναι, αὐτοῦ δὲ θέμα τὸ πείνημι ἢ τὸ πειναίνω ἐκ τοῦ πεινῶ, ἀπόθετα καὶ αὐτὰ τῇ ποιήσει, καθὰ καὶ τὸ πένθημι ἢ πενθαίνω, ἐξ οὗ τὸ, πενθήμεναι ἄκριτον, καὶ τὸ θαυμαίνω, ἀφʼ οὗ τὸ, ἀέθλια θαυμανέοντες. εἰκὸς δὲ καὶ ἄλλως τὸ πεινήμεναι ἀκολούθως ἔχειν τῷ φιλήμεναι, νοήμεναι· περὶ ὧν ἐν τῇ ἄλφα ῥαψῳδίᾳ προγέγραπται, <!-- 2.231 -->ὅπου κεῖται ἡ τοῦ Ἡρακλείδου γνώμη περὶ τοῦ ἔμμεναι. Τὸ δὲ, εἴρετο γάρ μιν, ἐῤῥέθη πρὸς τὸ, οὐκέτʼ ἔφη· εἰ γὰρ μὴ ἠρωτήθη, οὐδʼ ἂν ἔφη. Ἡ δὲ, ὡς ἐῤῥέθη, τοῦ Τηλεμάχου διέκβασις εἰς ἀγορὰν εἰς μικρόν τι χρήσιμός ἐστι τῷ ποιητῇ, διὸ οὐδὲ πολυλογεῖ αὐτήν. ἐξελθὼν γὰρ ὁ Τηλέμαχος ἐκκλίνει μόνον τὸ οἴκοι ἐντυχεῖν τῷ πατρὶ καὶ ἀνάγκην σχεῖν ὁμιλῆσαι καὶ οὕτως ὑποψίαν κινῆσαι τινά. ὁ δὲ ἐν τοσούτῳ βλέπει τοὺς δούλους, ἤγουν τὸν συβώτην Εὔμαιον καὶ τὸν βουκόλον Φιλοίτιον, καὶ λαμβάνει πεῖραν χρησιμεύουσαν αὐτῷ. Ἐκ δὲ τῶν ἀνωτέρω κειμένων τὸ μὲν ἐμπλήγδην ἑτέρους μὲν τιμᾶν χείρονας, τοὺς δὲ ἀρείονας ἀτίμως ἀποπέμπειν, ἀδιακρίτου ἤθους ἐστί. Τὸ δὲ οἶνον μὲν πίνειν τινὰ ὄφρα ἐθέλῃσι, τοῦ δὲ οὐκέτι πεινῆν, αὐτάρκη δηλοῖ δίαιταν. Τὸ δὲ, αὐτὰρ ὅ γε ὥς τις πάμπαν ὀϊζυρὸς καὶ τὰ ἑξῆς, ἐπί τινος ῥηθήσεται χαμαικοιτοῦντος ἑκοντί. Τὸ δὲ ἔδραθε σύνθετόν ἐστι· δράθω γὰρ καὶ δραθεῖν τὸ ἀποτιθέναι τὸ δρᾶν, ὅ ἐστι βλέπειν, περὶ οὗ ἀλλαχοῦ εἴρηται. τὸ μέντοι πλάθειν παρὰ Σοφοκλεῖ ἐν τῷ, τὰ τοῖς δυνατοῖς οὐκ ἐριστὰ πλάθειν, οὐχʼ οὕτω σύνθετόν ἐστιν, ἀλλʼ ἐκ τοῦ πλῶ, τὸ πελάζω, γίνεται πλάθω· ἐξ οὗ ἴσως καὶ Πλαθάνη ἡ παρὰ τῷ κωμικῷ. Ὅτι οἰκονομία εἰλαπίνης ἅ περ ἡ δούλη μαῖα ἐπιτάσσει ταῖς λοιπαῖς δμωαῖς, δῖα κληθεῖσα γυναικῶν αὕτη νῦν, καθὰ καὶ δῖος Εὔμαιος. φησὶ γάρ· ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι, ὅ ἐστι πονησάμεναι, ὡς πολλαχοῦ δηλοῦται, ῥάσατέ τε ἔν τε θρόνοις εὐποιήτοισι τάπητας βάλλετε πορφυρέους, περὶ ὧν καὶ αὐτῶν ἱκανῶς δεδήλωται ἐν ἄλλοις· αἱ δὲ σπόγγοισι τραπέζας πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας καὶ δέπα ἀμφικύπελλα· ταὶ δὲ μεθʼ ὕδωρ ἔρχεσθε κρήνηνδε. εἰκὸς δὲ τὴν τραπεζοκόμον ταύτην σκευωρίαν μὴ οὕτω γίνεσθαι ἀεὶ, ἀλλὰ σήμερον διὰ τὴν ἑορτήν· νουμηνία γάρ ἐστιν. ἐπάγει δὲ ἡ γραῦς καὶ ὅτι οἴσετε θᾶσσον· διατί; οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, ἀλλὰ μάλα ἦρι νέονται, τουτέστιν ἅμα ὄρθρῳ τῷ καὶ ἀλλαχοῦ κειμένῳ. ἐπεί, φησι, καὶ πᾶσιν ἑορτὴ, τουτέστι πάνδημος καὶ οὐ μόνοις τοῖς ὑπερφιάλοις μνηστῆρσι. νεομηνία γὰρ ἡ ἡμέρα, ὡς ἐῤῥέθη, Ἀπόλλωνος ἱερὰ, τουτέστιν ἡλίου, ὃς αἴτιος νεομηνίας συνοδεύων τηνικαῦτα τῇ σελήνῃ. διὸ εὐτυχῶς καὶ εὐκαίρως ὁ θεοφιλὴς Ὀδυσσεὺς τῶν ἔξω πάντων περὶ τὴν ἑορτὴν πονουμένων αὐτὸς μετὰ τόξου τοῖς ἐχθροῖς ἐπιθήσεται περὶ ἑορτὴν τοξότου Ἀπόλλωνος, ἐφʼ ἧς τρεῖς σιάλους ὁ Εὔμαιος κομίζει, οἳ ἦσαν ἐν πᾶσιν ἄριστοι, ἕνα καθεκάστην κομίζειν εἰωθώς· καὶ Μελάνθιος δὲ αἶγας ἄγει, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι· καὶ Φιλοίτιος ἐκ τῆς ἀντιπέραν ἠπείρου φέρει βοσκήματα· καὶ οὕτω πολυτελὴς μὲν ἡ εἰλαπίνη, πολὺς δὲ ὁ φιλοτήσιος οἶνος, οἷς ὁ τῶν μνηστήρων κόρος σύντροχος. καὶ ῥᾷον οὕτω λοιπὸν πίπτουσι βεβαρημένοι, οἷς ἐπλήσθησαν εἰς τρυφήν. τούτου γὰρ ἕνεκεν ὁ ποιητὴς τὰ τοιαῦτα πλάττεται, ἵνα πολυτρόπως ὁ τῶν μνηστήρων φόνος πιθανολογηθῇ. Ὅρα δὲ πάλιν τὸ ἄριστον τεθὲν ἐπὶ συῶν καθὰ καὶ πρὸ τούτων. Τὸ δὲ ἀγρεῖτε γίνεται μὲν ἐκ τοῦ ἀγρέω ἀγρῶ, τὸ ἀγρεύω. ἔστι δὲ ταυτὸν τῷ σπουδαίως ἄγετε, καὶ, ὡς εἰπεῖν, ἄγετε ῥᾷον. διὸ καθάπερ ἄγε καὶ ἄγετε παρακελευσματικῶς, οὕτω νῦν μὲν ἀγρεῖτε. ἐν δὲ Ἰλιάδι ἑνικῶς· ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην. Τὸ δὲ κορήσατε δῶμα ἀντὶ τοῦ σαρώσατε, καλλύνατε· ὅθεν καὶ κόρημα τὸ σάρον, διʼ οὗ φιλοκαλεῖται γῆ· καὶ κόρη ἡ ἀπʼ ἀνδρὸς καθαρὰ καὶ τὸ τῆς ὄψεως διειδές· καὶ νεωκόρος καὶ τὰ κατʼ αὐτόν· καὶ ἐκκορηθείης ἀντὶ τοῦ ὡς κάθαρμα ἐκβληθείης. Ἰστέον δὲ ὅτι τὸ ῥηθὲν σάρον, ἤτοι σάρωτρον, καὶ ὄφελμα ἐκαλεῖτο κατὰ τοὺς παλαιοὺς ἐν ἀντιφράσει· οὐ γὰρ ὀφέλλονται ἤτοι αὔξονται τὰ σαρούμενα· διὸ καὶ τὸ σάρον παραιρεῖ καὶ μειοῖ. τοιοῦτον δέ τι καὶ τὸ σαροῦν διὰ τὸ πρωτότυπον σαίρω· ἐξ οὗ καὶ σήρανες γῆς, καὶ σεσηρέναι ῥῆμα, καὶ χείλη σεσηρότα· ἐφʼ ὧν πάντων σχίσμα τι φαίνεται καὶ μείωσις ὁλότητος. ἐπεὶ οὐδέν τι τῶν σεσηρότων ἔστι συνεχὲς, ἀλλὰ τῇ διεχείᾳ πάσχει ἀπέλευσίν τινα τῆς ὁλότητος. Τὸ δὲ ῥάσατε ἀντὶ τοῦ ῥάνατε, ὡς μὴ λιθοστρώτου ἴσως ὄντος τοῦ τῆς εἰλαπίνης δαπέδου εἰς τὸ πᾶν. ὅτι δὲ ἦν τι καὶ λίθοις ἐστρωμένον, δηλοῖ τὸ ἐν τοῖς ἑξῆς κραταίπεδον, περὶ οὗ φασὶν οἱ παλαιοὶ, ὅτι κραταίπεδον τὸ λιθόστρωτον καὶ οὕτω στεῤῥόν. ἐπεὶ καὶ κραταίποδες οἱ στεῤῥοὶ καὶ ἰσχυροὶ καθʼ ὁμοιότητα τοῦ χαλκόποδες. θέμα δὲ τοῦ ῥάσατε ῥάζω, ἐξ οὗ ἐν τοῖς ἑξῆς τοῖχοι ἐῤῥάδαται ὁμοίως τῷ ὠνομάδαται καὶ τοῖς τοιούτοις. ὡς γὰρ βῶ βάζω, οὕτω καὶ ῥῶ ῥάζω. ἐκ δὲ τοῦ τοιούτου ῥῶ καὶ τὸ ῥαίνειν γίνεται. ὅθεν δὲ τὸ ῥάσατε, ἤγουν ῥάατε, ἐκεῖθεν καὶ τὸ παρὰ τῷ δειπνοσοφιστῇ ῥάσμα, οἷον, Δημήτριος ὁ Φαληρεὺς τάδε καὶ τάδε φαῦλα πράσσων ῥάσματα μύρων <!-- 2.232 -->πίπτειν ποιῶν ἐπὶ γῆν. τὸ μέντοι Ὁμηρικὸν ἀρχαῖον, φασὶν, ἔθος ἦν, ὡς δῆλον ἐκ τοῦ, ἀλλὰ ξενῶνας οἶγε καὶ ῥάνον δόμους, στρῶσόν τε κοίτας καὶ πυρὸς φλέξον μένος, κρατῆρά τʼ αἴρου καὶ τὸν ἥδιστον κέρα. ὅτι δὲ ἐκ τοῦ ῥάζειν γίνεται καὶ ὄνομα ὁ περιῤῥηδὴς, ἐν τοῖς ἑξῆς φανεῖται. Ἰστέον δὲ καὶ ὅτι ἔστιν ἐκ τοῦ ῥῶ καὶ ἄλλον τρόπον παράγωγον ῥάσσω, ὡς φῶ φάσσω, καὶ δηλοῖ τὸ, ἐῤῥωμένως καταπίπτω· ἀφʼ οὗ καὶ ὁ καταῤῥάκτης ἐπί τε ὀρνέων καὶ ἐπὶ πετρῶν ποταμίων· μεταφορικῶς δὲ καὶ ἐπί τινων ἄλλων καταῤῥασσόντων. Τὸ δὲ ῥῆμα τοῦ ἀμφιμάσασθε παράγει καὶ τὸ ἐκμάσσειν καὶ ἀπομάσσειν· ὧν τῆς συστοιχίας ἐδηλώθη καὶ τὸ ἐκμαγεῖον εἶναι καὶ τὸ ἔκμαγμα. οὕτω δὲ πάντως καὶ τὸ χειρόμακτρον, ᾧ δηλαδὴ τὰς χεῖρας ἀπεμάττοντο. τοῦτο δὲ ὠμόλινον μὲν ἄλλοι φασί· Φιλόξενος δὲ ὁ Κυθήριος ἔκτριμμα. ὅτι δὲ τὸ μάσσειν διαφόροις ἥνωται προθέσεσι, δῆλον ἐκ τοῦ, σῇ κεφαλῇ ἀναμάξεις. τοῦ δὲ ἀπομάσσειν παράγωγον καὶ ἀπομαγδαλιὰ, ἡ παρὰ τῷ κωμικῷ μαγδαλιά. γράφει γοῦν τις παλαιὸς, ὡς μετὰ τὸ δεῖπνον σπονδὰς ἐποιοῦντο, οὐκ ἀπονιψάμενοι τὰς χεῖρας ἀλλʼ ἀπομαζάμενοι τοῖς ψωμοῖς, καὶ τὴν ἀπομαγδαλιὰν ἕκαστος ἀπέφερε, ποιοῦντες, φησὶ, τοῦτο ἕνεκεν τῶν ἐν ταῖς ἀμφόδοις νυκτέρων φόβων, ὧν αἰτία εἶναι ἡ Ἑκάτη ἐδόκει. ὡς δὲ καὶ ζύμη ἀπέματτε χεῖρας λιπώσας ἀπὸ συσσιτίου καὶ ἐῤῥίπτετο κυσὶ, καὶ ἐλέγετο αὕτη μαγδαλιὰ, ὅθεν καὶ παροιμία ἐπὶ τῶν ζώντων ῥυπαρῶς τὸ, σιτεῖσθαι ἀπὸ μαγδαλιᾶς, δῆλον ἐστὶν ὡς καὶ προῤῥηθέν. ὡς δὲ καὶ μάζα καὶ ματτίη καὶ ἄλλα ἐκ τοῦ μάσσειν γίνονται, ζήτει γραφὲν ἑτέρωθι. ἐκεῖθεν δὲ παράγωγον καὶ ὁ μάγειρος καὶ ἡ μαγὶς καὶ ὁ παρὰ τῷ Ἀθηναίῳ Μάγασις μαγείρου ὄνομα παρὰ πολλοῖς, ὃς ἔματτε τὰ πρὸς ἱερουργίαν ὡς τραπεζοποιὸς, καθὰ δηλοῖ τὸ, Μάγασις καὶ Γογγύλος ἔχοντες ἀπὸ τῶν τραπεζῶν φησὶ τὰ ὀνόματα ἐπεὶ τὰς μάζας ἐν ταῖς θοίναις τρίβοντες παρεῖχον γογγύλας, ἤγουν στρογγύλας. ἡ μέντοι μάκτρα, ἤγουν ἡ τῆς ἀρτοποιΐας σκάφη, ἐξ ἑτεροίου μάσσω γίνεται, τοῦ δηλοῦντος τὸ ἅπτεσθαι καὶ φυρᾶν οὕτω τὰ εἰς ἀρτοποιΐαν. καὶ ἐκ τοῦ τοιούτου μάσσειν καὶ ἡ μάζα καὶ ὁ μαζὸς, ἴσως δὲ καὶ ὁ μαστός. αὐτὸς μέντοι καὶ ἄλλως ἀπὸ τοῦ μασᾶσθαι, ὅθεν καὶ ἡ μάσταξ ἐπί τε στόματος καὶ ἐπὶ τροφῆς. εἰκὸς δὲ καὶ τὸ μασᾶσθαι ἀπὸ τοῦ τοιούτου μάσσεσθαι γενέσθαι. ὡς γὰρ δέφω δέψω καὶ ἐκεῖθεν τὸ δεψῶ δεψήσω, οὕτω καὶ μάσσω μάσω, ἐξ οὗ τὸ μασῶ μασήσω καὶ τὰ ἐξ αὐτοῦ. Τὸ δὲ οἴσετε ποιητικῶς κανονίζεται ὡς παρατατικὸς ἀπὸ μέλλοντος ἀναδραμόντος εἰς ἐνεστῶτα. οἴσω γάρ· οὗ παρατατικὸς οἶσον, τὸ τρίτον οἶσε, τὸ προστακτικὸν ὁμοφώνως οἶσε· οὗ πληθυντικὸν τὸ οἴσετε, ῥῆμα εἰς πεζολογίαν ἄχρηστον. Τὸ δὲ τὰς δούλας ποιπνύειν ἑρμηνεύων φησὶν, ὡς αἱ μὲν εἴκοσι βῆσαν ἐπὶ κρήνην μαλάνυδρον· αἱ δʼ αὐτοῦ κατὰ δώματα ἐπισταμένως πονέοντο, ἤγουν ἐπόνουν· ἐξ οὗ δηλονότι τὸ ποιπνύειν παράγεται, ὡς ἐν ἄλλοις εἴρηται. πολλαὶ δὲ καὶ νῦν εἰσέτι φαίνονται δμωαὶ τῇ Πηνελόπῃ περιεῖναι, καὶ ταῦτα τοῦ Ὀδυσσέως μακρὸν οὕτω χρόνον ἀπόντος καὶ μηδεμιᾶς ποθὲν τῷ αὐτοῦ οἴκῳ συμβολῆς γινομένης. Τὸ δὲ ἐπισταμένως πονεῖσθαι καὶ τοῖς δρηστῆρσι μετʼ ὀλίγα ἐπιμαρτύρεται· οἳ εὖ καὶ ἐπισταμένως, φησὶ, κέασαν ξύλα· ὃ δὴ ἔργον ἦν τῶν δρηστήρων. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ κατάγειν ἀντὶ τοῦ ἁπλῶς ἄγειν. συβώτης γὰρ τρεῖς σιάλους κατάγει, ὡς εἴρηται· ἴσως δὲ καὶ ἄλλως, ὡς ἀπὸ ὄρους κατάγει. Μελάνθιος δὲ οὐ κατάγει αἶγας ἀλλὰ ἄγει. καὶ Φιλοίτιος δὲ βοῦν ἄγει. οἱ πορθμεῖς δὲ μετὰ τῆς δια προθέσεως διάγουσι τούτους, πορθμεῖς πάντως λεγόμενοι ὡς διὰ πορθμοῦ, ὅ ἐστι στενοῦ πόρου θαλάσσης, τοὺς περαιουμένους ἄγοντες. ἄλλως γὰρ οἱ διὰ μακρᾶς θαλάσσης στέλλοντές τινας οὐκ ἂν πορθμῆες λέγοιντο, εἴτουν πορθμευταί. ὧν καὶ ὁ μισθὸς, ἤτοι ὁ ναῦλος ἢ οὐδετέρως τὸ ναῦλον, πορθμεῖον λέγεται· καὶ τὸ αὐτῶν πλοῖον οὐ ναῦς ἁπλῶς ἀλλὰ παρωνύμως τῷ τόπῳ πορθμίον. Ὅτι ἐρώτησις περὶ τοῦ, εἴ τις ἐξ ἀτίμου εἰς ἀλλοῖον μεταβέβληται, τὸ, ξεῖνε, ἦ δή σε μᾶλλον εἰσορόωσιν, ἠέ σʼ ἀτιμάζουσι κατὰ μέγαρα, ὡς τὸ πάρος περ; Καὶ ὅρα τὸ εἰσορόωσιν ἀγάπης ἐνταῦθα ὂν δηλωτικὸν, ἵνα λέγῃ, ὅτι πρὸς σὲ νεύουσιν, ἢ ἀποστρέφονταί σε. Ὅτι ὑβρίζοντας τοὺς μνηστῆρας λέγει καὶ ἀτάσθαλα ἢ ἀεικέα μηχανωμένους οἴκῳ ἐν ἀλλοτρίῳ οὐδʼ αἰδοῦς μοῖραν ἔχοντας. τοιοῦτοι δὲ καὶ πάντες οἱ κατʼ ἐκείνους. Ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς δεικνὺς, ἔξω καὶ τοῦ προδόμου τὴν αἴθουσαν εἶναι, φησὶν, αἶγας δεθῆναι ὑπὸ αἰθούσῃ ἐριδούπῳ. δῆλον γὰρ, ὡς ἔξω που τῶν ὅλων δωμάτων ἐδέθησαν. οὐκ εὔδηλον δὲ εἴτε ἀρσενικῶς νῦν αἶγας φησὶν εἴτε θηλυκῶς διὰ τὸ τὴν ἐπαγομένην <!-- 2.233 -->γραφὴν διφορεῖσθαι τὸ, τοὺς μὲν κατέδησαν ὑπʼ αἰθούσῃ. τινὰ γὰρ τῶν ἀντιγράφων ἐν θηλυκῷ γένει, φασὶ, τὰς μὲν κατέδησαν, οἱ τοῦ Μελανθίου δηλαδὴ δύο νομῆες, οἳ χάριν ἀγλαΐας αὐτῷ ἕπονται· οὐ μὴν τοιοῦτοι ὁ Εὔμαιος καὶ ὁ Φιλοίτιος· αὐτοὶ γὰρ οὐκ ἐκφωνοῦνται νομῆας ἔχειν, εἰ μή που κατὰ τὸ σιωπώμενον εἶχον μὲν καὶ αὐτοὶ, Ὅμηρος δὲ μόνων ἐμνήσθη αὐτῶν ὡς ἀναγκαιοτάτων τῷ Ὀδυσσεῖ. Ὅτι ὁ ἀναιδὴς δοῦλος Μελάνθιος καὶ ἐνταῦθα κερτομεῖ, λέγων· ξεῖνε, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα, ἀνέρας αἰτίζων; αὐτὰρ οὐκ ἔξεισθα θύραζε; εἶτα καὶ κληδονιζόμενος καθʼ ἑαυτοῦ φησί· πάντως οὐκέθʼ ἡμᾶς διακρινέεσθαι ὀΐω, πρὶν χειρῶν γεύσασθαι· ὃ καὶ γέγονε μικρὸν ὕστερον. αἰτιᾶται δὲ τὸν Ὀδυσσέα, λέγων καὶ ὅτι σὺ οὐ κατὰ κόσμον ἤτοι κοσμίως καὶ εὐτάκτως αἰτίζεις· εἰσὶ δὲ καὶ ἄλλοθι δαῖτες. καὶ οὕτω μὲν ὁ ἀτάσθαλος δοῦλος εἰς ἀκοσμίαν τάσσων τὸ χθὲς καὶ σήμερον παραμεῖναι τὸν πτωχὸν ἐπαιτοῦντα. Ὀδυσσεὺς δὲ καὶ πάλιν μηδὲν προσειπὼν, ὅτι μηδὲ ἐχρῆν, ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων. Ἰστέον δὲ ὅτι νῦν μὲν τὸ ἀκέων οὐκ ἔχει ἀσάφειαν· ἐν δὲ τῇ φ ῥαψῳδίᾳ τὸ, ἀκέων δαίνυσθε καθήμενοι ξενίζον ἐστὶν, ὡς ληφθὲν ἀντὶ τοῦ ἡσύχως, καθά φασιν οἱ παλαιοί. γίνεται δέ, φασιν, ἐκ τοῦ ἀκεόντως, ἀποκοπὴν παθὸν, εἶτα ἔκτασιν τοῦ ο εἰς ω. Δαῖτας δὲ καὶ ἀλλαχοῦ εἶναι φησὶν, οὐχʼ ἁπλῶς διαπαντὸς, ἀλλὰ νῦν ἐν τῇ ἑορτῇ τοῦ Ἀπόλλωνος. Τοῦ δὲ ἔξεισθα θύραζε τὸ ἁπλοῦν πρὸ τούτων ἐν τῷ, βλήμενος εἶσθα θύραζε. Ἰστέον δὲ ὅτι τὸ χειρῶν γεύσασθαι ἀστείως εἴρηται ὡς ἐπὶ ἀγαθῆς τινὸς βρώσεως, τοῦτο δὲ διὰ τὴν παρεπομένην ἡδονὴν τοῖς ὁπωσοῦν ἐρίζουσιν. Ὅτι Φιλοίτιον ἱστορεῖ Ὅμηρος δοῦλον Ὀδυσσέως πέραν περί που τὴν ἤπειρον νέμοντα, ἔνθα καὶ ὁ κακὸς Μελάνθιος ἔνεμεν. ἀλλʼ οὗτος μὲν οἷος ἦν, ἔγνωσται. οἷα δὲ καὶ πείσεται, γνωσθήσεται. Φιλοίτιος δὲ ἄρτι πρώτως ἐνταῦθα λαληθεὶς καὶ ὄρχαμος ἀνδρῶν προσαγορευθεὶς, καθά που καὶ ὁ Εὔμαιος, πιστὸς εἶναι φανεῖται τῷ δεσπότῃ κατὰ τὸν Εὔμαιον. τάχα δʼ ἂν ὁ τοιοῦτος Φιλοίτιος ἀπὸ τοῦ φίλος παράγοιτʼ ἂν ὁμοίως τῷ μένος Μενοίτιος. εἰπεῖν γὰρ ἐτυμολογεῖσθαι αὐτὸν παρὰ τὸ φιλεῖν οἶτον, ἀπίθανόν ἐστι διὰ τὸ δυσοιώνιστον τοῦ ὀνόματος· εἰ μὴ ἄρα ἐκ τοῦ φιλεῖν σύγκειται, ἀφʼ οὗ ὁ φιλήτης ἤγουν ὁ κλέπτης, ἵνα οὕτως εἴη Φιλοίτιος ὁ ὑποκλέπτων θάνατον γυμνασίᾳ καὶ διαίτῃ σώφρονι. φιλήτου δὲ τοῦ εἰρημένου χρῆσις μὲν παρά τε Ἡσιόδῳ καὶ παρὰ Ἀρχιλόχῳ ἐν τῷ, φιλήτᾳ νύκτωρ περὶ πόλιν πολευμένῳ, ἤγουν κλέπτῃ νυκτιλόχῳ. ἐτυμολογία δὲ παρὰ τὸ ὑφελεῖν, ὅ πέρ ἐστι κλέψαι, ὡς ἂν ᾖ ὑφειλήτης, καὶ ἀφαιρέσει φειλήτης, καὶ ἀπελεύσει τοῦ ε τῆς ει διφθόγγου διʼ αἰτίαν τὴν ἑτέρωθι δηλωθεῖσαν, φιλήτης. καὶ οὕτω μὲν ταῦτα. ὁ δὲ Φιλοίτιος πρῶτα μὲν ἐρωτήσει τὸν σύνδουλον, τίς δὴ ὅδε ξεῖνος νέον ἦλθε; τίνων δʼ ἐξεύχεται εἶναι; ποῦ δέ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα; προσθεὶς καὶ ὅτι δύσμορος ὁ ξένος. καὶ ἔοικε δὲ δέμας βασιλῆϊ ἄνακτι. ἀλλὰ θεοί, φησι, δυόωσιν, ἤγουν εἰς δύην καὶ κακοπάθειαν ἄγουσι, πολυπλάγκτους ἀνθρώπους, ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσονται ὀϊζύν. καὶ οὕτως εἰπὼν δεξιτερῇ δέχεται, ἤγουν δεξιοῦται χειρὶ παραστάς· καὶ χαῖρε, φησὶ, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσω ὄλβος, καὶ ἑξῆς ὡς καὶ ἄλλος τις πρὸ τούτου εὔξατο. ἔτι δὲ σχετλιάζει καὶ κατὰ τοῦ Διὸς, λέγων καὶ αὐτὸς ἅ τις ἐρεῖ κατὰ τοῦ μετὰ τὸ ὠφελῆσαι βλάπτοντος· Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτὸς, ἤγουν γεννήσῃς, μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν. ἔστι δʼ ἐν τούτοις τὸ μὲν, θεῶν ὀλοώτερος, οὐ κατὰ σύγκρισιν, ἀλλʼ ἁπλῶς ἀντὶ τοῦ, ὀλοὸς ἐν θεοῖς, ὃ καὶ ἀλλαχοῦ δεδήλωται. Τὸ δὲ γείνεαι ὡς πρὸς τὸ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε· πατρὸς γὰρ τὸ γείνεσθαι, ἤτοι γεννᾶν. οἰκτιζόμενος ἐπὶ πλέον τὸν δεσπότην ὁ Φιλοίτιος φησίν· ἴδιον, τουτέστιν ἵδρωσα, ἠγωνίασα ὡς ἐνόησα, εἶτα ἤγουν ὡς εἰς νοῦν ἔλαβον· δεδάκρυνται δέ μοι ὄσσε μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ κἀκεῖνον ὀΐω τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. εἰ δʼ ἤδη τέθνηκεν, ᾤ μοι ἔπειτα Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν ἔταξε τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ. νῦν δʼ αἱ μὲν γίνονται ἀθέσφατοι, ὁποῖα τινὰ καὶ ὁ Εὔμαιος ὑπὲρ ἑαυτοῦ φθάσας αὐχεῖ, οὐδέ κεν ἄλλως ἀνδρί γε ὑποσταχύωτο βοῶν γένος εὐρυμετώπων· τὰς δʼ ἄλλοι με κέλονται ἀγινεῖν αὐτοῖς ἔδμεναι· οὐδὲ παιδὸς ἀλέγουσιν, οὐδʼ ὄπιδα τρομέουσι θεοῦ· ἐθέλουσι δὲ κτήματα δάσασθαι <!-- 2.234 -->ἄνακτος. ἐμοὶ δὲ θυμὸς πόλλʼ ἐπιδινεῖται, τουτέστιν εἰς πολλὰ στρέφεται. ποῖα δὴ ἐκεῖνα; μάλα μέν, φησι, κακὸν υἷος ἐόντος, τουτέστι ζῶντος, ἄλλων δῆμον ἱκέσθαι αὐτῇσι βόεσσιν, ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον αὖθι μένοντα βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν. καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην, τουτέστιν ἱκέτευσα, φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται. ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, τουτέστιν ἐλπίζω, εἴ ποθεν ἐλθὼν ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείη. ὅ πέρ ἐστι περίφρασις τοῦ σκεδάσει τοὺς μνηστῆρας. οὕτω τοῦ Φιλοιτίου εἰπόντος θερμότερον, πιστωσάμενος Ὀδυσσεὺς εὔνουν αὐτὸν εἶναι πρῶτα μὲν λαλεῖ εἰς αὐτὸν ἔπαινον ἀγαθοῦ ἀνδρὸς, εἰπών· βουκόλε, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας, γινώσκω δὲ καὶ αὐτὸς ὅ τοι, ἤγουν ὅτι τοι, πινυτὴ φρένας ἵκει καὶ ἑξῆς. εἶτα πληροφορεῖ καὶ αὐτὸν ἔνορκος διὰ τοῦ Διὸς καὶ τῆς τοῦ Ὀδυσσέως ἱστίας, ὡς ἄρα ἐνθάδε ἐόντος ἔτι αὐτοῦ ἐλεύσεται Ὀδυσσεύς. ὃ δὴ καὶ Εὔμαιος ἀκούων χαίροι ἄν. σὺ δέ, φησιν, ἐσόψει εἴ περ ἐθέλεις κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν· ὃ δὴ καὶ προαναφώνησίς ἐστιν Ὁμηρική. τοῦ δὲ εὐξαμένου τοῦτο γενέσθαι συνεπεύχεται καὶ ὁ συβώτης. ἔστι δὲ ἡ τοῦ Φιλοιτίου εὐχὴ, ὁποίαν εὔξαιτʼ ἄν τις δυνατὸς ὢν βοηθῆσαι τινί· αἲ γάρ, φησι, τουτέστιν εἴθε, τοῦτο, ξεῖνε, ἔπος τελέσειε θεός· γνοίης ἂν οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. καὶ ἰδοὺ ὕπεστιν αὕτη ἐστρατολογημένη δυὰς δούλων τῷ Ὀδυσσεῖ ἐπίκουρος ἀξιόμαχος, ἑτοίμη οὖσα παραβοηθεῖν τῷ φίλῳ δεσπότῃ, καὶ οὕτω τῇ εὐνοίᾳ σπείρουσα καρπὸν χάριτος, ἡδίστης θεῶν, καθά τις ἔφη, οὐ μὴν ἀνακαλύψει τούτοις ἑαυτὸν Ὀδυσσεὺς, εἰ μὴ καὶ πρὸς τῷ ἔργῳ γένηται. ἔχει γὰρ καὶ νῦν λέγειν, ὡς οὐ πιστὰ πέλονται. Ἰστέον δὲ ὅτι τε ὁ Φιλοίτιος, ὃν καὶ βοῶν ἐπιβουκόλον φησὶ κατὰ πλεονασμὸν προθέσεως, οὐ παρὰ τὸν οἶτον γίνεται, ὡς οὐδὲ ὁ Μενοίτιος, καθὰ ἐῤῥέθη ἀνωτέρω· καὶ ὅτι τὸ, ἐπὶ βουσὶν ἔταξεν, ἀρχή ἐστι τοῦ ἐπιτάσσειν συνθέτου ῥήματος, ἐξ οὗ καὶ τὸ προστάσσειν ἐπινενόηται. ἐμφαίνεται δʼ ἐνταῦθα καὶ ἀστεία ἔννοια τοῦ ἐπιβουκόλος· δοκεῖ γὰρ ἐπιβουκόλος εἶναι ὁ ἐπὶ βουσὶ τεταγμένος, εἴτουν ὁ ἐπὶ τῶν βοῶν ὡς ἐπιστατῶν αὐταῖς. οὕτω δὲ καὶ ἐπίουρος ὁ ἐπὶ φυλακῇ τεταγμένος, καὶ, ὡς εἰπεῖν, ἐπί τινος φυλακῆς. Τὸ δὲ, καθήμενον ἄλγεα πάσχειν, βαρέως εἴρηται, ὡς τοῦ Φιλοιτίου ἀκινήτου δοκοῦντος εἶναι, εἰ οὕτω ζῇ ἐπαχθῶς. οὕτω καί τις ἐν Ἰλιάδι κεῖσθαι εἴρηται διὰ τὸ ἀπρακτεῖν. Τὸ δὲ, ἐξικόμην φεύγων, δουλικὸν μὲν ἴσως, ἐπαινετὸν δὲ ἄλλως καὶ εὔγνωμον διὰ τὸ ὑπὲρ δεσπότου ἂν γενέσθαι. Τοῦ δὲ, ἄλλων δῆμον ἱκέσθαι, ἑρμηνεία τὸ, ἄνδρας ἐς ἀλλοδαπούς· αὐτοῦ δὲ πάλιν τὸ, ἄλλον ὑπερμενέων βασιλήων. τοῦτο δὲ πρὸς διαστολὴν ἐῤῥέθη τοῦ Τηλεμάχου, βασιλέως μὲν ὄντος, μὴ οἵου δὲ βοηθεῖν ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ. δῆλον δὲ ὡς οὐκ ἀπίθανος ὁ τοῦ Φιλοιτίου λόγος. εἶχε γὰρ, εἴ περ ἱκέτης ἑτέρῳ βασιλεῖ προσῆλθεν αὐτοῖς οἷς ἔνεμε ζῴοις, ἐπικουρεῖσθαι πρὸς ἐκείνου ὡς μὴ ἂν ἀποκαταστήσεσθαι εἰσαῦθις τοῖς κατὰ τὴν Ἰθάκην δεσπόταις αὐτοῦ. ἔχει δὲ τὸ, ἄλλων δῆμον, διφόρησιν γραφῆς κατὰ τὸ ἄλλων· καὶ γὰρ καὶ αἰτιατικῇ γράφεται καὶ κατὰ γενικὴν πληθυντικήν. Τὸ δὲ ὑποσταχύωτο ἀντὶ τοῦ αὔξοιτο δίκην σταχύων· ὧν ἕκαστος ἐξ ἑνὸς κόκκου πολύχους γίνεται τὸν καρπόν· ἐκ τοῦ στάχυος γὰρ τὸ ὑποσταχύεσθαι. οὐδὲν δὲ ἐκώλυεν, εἴ περ ἤθελεν εἰπεῖν καὶ ὑποσταχύοιτο. Ὁ δὲ Κεφαλλὴν τὸ ἐθνικὸν ἐν δυσὶ γράφεται λ, ὡς καὶ προδεδήλωται. ὡς δὲ ὑπὸ βασιλεῖ τῷ Ὀδυσσεῖ ἦσαν οἱ Κεφαλλῆνες, καὶ ὡς ἀπό τινος Κεφάλου παρωνομάζονται, προγέγραπται καὶ αὐτό. ἐδηλώθη δέ τι περὶ αὐτῶν καὶ ἐν τῇ κατὰ τὴν Ἰλιάδα Βοιωτίᾳ. Τὸ δὲ. ζώει καὶ ὁρᾷ φῶς, πρὸς ἀκρίβειαν καὶ νῦν κεῖται, ὡς πολλῶν ζώντων μὲν, μὴ βλεπόντων δέ. Λαίφεα δὲ κἀνταῦθα πτωχικὰ παχέα ἱμάτια, ὡς καὶ τὰ σπεῖρα ἐν τῷ· σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι. κυρίως δὲ λαίφεα αἱ τῶν πλοίων, φασὶν, ὀθόναι· ὅθεν οἱ κοινότεροι συνθέντες ἐκ τοῦ σάγος καὶ τοῦ λαῖφος σαγολαίφεα λέγουσιν. Ἐκ δὲ τοῦ ἴδιον, ὃ δηλοῖ τὸ ἵδρουν, ὡς ἐῤῥέθη, καὶ ἴδος λέγεται ὁ ἱδρώς· ἀφʼ οὗ ὁ ἰδάλιμος. Τὸ δὲ, καὶ βασιλεῦσιν ἐπικλώσονται ὀϊζὺν, παιδευτικῶς δηλοῖ μὴ ἀδύνατον εἶναι καὶ βασιλεῖς πλάνῃ περιπίπτειν. ὃ καὶ Ὀδυσσεὺς ἔπαθεν. ὃν ὁ Φιλοίτιος ἐκ τοῦ εἴδους στοχασάμενος βασιλικὸν, ὡς ἐῤῥέθη, ἄνδρα εἶναι, ἤδη ἑτοίμως ἔχει μετὰ μικρὸν πιστεῦσαι αὐτὸν εἶναι τὸν Ὀδυσσέα, ὅτε καὶ πρὸς αὐτοῦ ἔσται, ὅσα καὶ παῖς ὑπὲρ πατρός· ἐπειδὴ καὶ αὐτὸν τυτθὸν ἐόντα <!-- 2.235 -->θρεψάμενος ἐπὶ βουσὶν ἔταξεν, ὁποῖός τις τὴν ἡλικίαν καὶ ὁ Εὔμαιος τῇ συβωτικῇ ἐπεστάτησεν. Ὅρα δὲ καὶ ἐνταῦθα, ὅτι τὰ περὶ πρόσωπον μόνα ἠλλοίωται τῷ Ὀδυσσεῖ, τὰ δὲ λοιπὰ βασιλεῖ ἔοικεν, ὡς ὁ Φιλοίτιος ἐδοκίμασεν, ἐκ τῆς καλάμης καὶ αὐτὸς στοχασάμενος. δῆλον δὲ καὶ ὅτι τὸ, ἀλλὰ θεὸς εἰς δύην ἄγει πολυπλάγκτους ἀνθρώπους καὶ ἑξῆς, ὡς ἐγράφη, γνωμικῶς ἐῤῥέθη πρὸς λόγου ἀσφάλειαν, ἵνα μὴ εὐήθης ὁ Φιλοίτιος δόξῃ ἄνδρα πλανήτην εἰπὼν καὶ βασιλεῖ ἐοικέναι. Τὸ δὲ δυόωσι καὶ ὅλως τὸ δυᾶν ἤτοι κακοποιεῖν διὰ δύης οὐδʼ αὐτὸ εὔχρηστον δίχα ποιήσεως. ἡ δὲ τοῦ Φιλοιτίου εἰς Ἰθάκην ἔλευσις πιθανή ἐστι διὰ τὴν τῆς νουμηνίας ἑορτὴν, διʼ ἣν ἦλθε καὶ αὐτὸς ἠπείρηθεν βοῦν στεῖραν ἄγων καὶ πίονας αἶγας. ὃ καὶ σαφηνίζων ὁ ποιητὴς, ἵνα μή τις καὶ αὐτὸν καὶ τὸν Μελάνθιον ἔσω τῆς Ἰθάκης οἴηται νέμειν, φησί· πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσι καὶ ἑξῆς, ὡς καὶ περὶ Φαιάκων προεῤῥέθη. Βοῦς δὲ ἄγεται στεῖρα βιωτικῶς· ἐπεὶ τὰς τοκάδας περιέπεσθαι χρή. δῆλον δὲ ὡς καὶ αἰπολίοις ἐπιστατεῖ ὁ Φιλοίτιος, εἴ γε καὶ πίονας αἶγας ἄγει. καλεῖται δὲ ὅμως βουκόλος, ἢ ἐκ τοῦ τιμιωτέρου ἢ ἐκ τοῦ πλεονάζοντος. εἰ δὲ καὶ πίονας αἶγας ἁπλῶς οὗτος ἄγει, ἀλλʼ οὐκ ἤδη τὰς πᾶσι μετατρεπούσας αἰπολίοισιν· ἐκεῖνο γὰρ Μελανθίου ἔργον, ὃς μισῶν τοὺς δεσπότας τοῖς μνηστῆρσιν ἔχαιρεν. εἰ δὲ καὶ ὁ Φιλοίτιος ὑπʼ αἰθούσῃ ἐριδούπῳ κατέδησεν ἅ περ ἤγαγε ζῷα, οὐκ ἄρα δῶμα ἡ αἴθουσα, ἡ καὶ αἰθομένη ἡλίῳ καὶ ἀνέμοις δουποῦσα. οἰκοδομοῦνται μὲν γὰρ οἴκοι, ἐφʼ ᾧ ἐκκλίνεσθαι χειμῶνάς τε καὶ καύσωνας. ἡ δὲ αἴθουσα οὔτε καύσωνός ἐστι σκέπη· αἴθουσα γάρ· οὔτε ἀνέμου, ἐρίγδουπος γὰρ διὰ τὴν τῶν ἀνέμων ἐπίῤῥηξιν. Ἰστέον δὲ καὶ ὅτι τὸ, εἴ περ ἐθέλεις, ἀπόπειρά ἐστιν Ὀδυσσέως εἰς Φιλοίτιον, ὁποίαν φθάσας προεδοκίμασεν ἐν ἐπηκόῳ τοῦ υἱοῦ. Τὸ δὲ, πινυτὴ φρένας ἵκει, ἀντὶ τοῦ φρόνησις. Καὶ ὅρα ὡς πρὸ ὀλίγων μὲν πινυτὴ Πηνελόπη ἐλέγετο, τουτέστι μετέχουσα φρονήσεως. νῦν δὲ πινυτὴ αὐτὴ ἡ φρόνησις. Ὅτι μνηστῆρες μὲν καὶ νῦν Τηλεμάχῳ θάνατόν τε μόρον τε ἤρτυον. ὡς δὲ αὐτοῖς ἀριστερὸς ἤλυθεν ὄρνις, τουτέστιν οἰωνὸς τοῦ μέλλοντος, αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν, ἐκώλυσεν Ἀμφίνομος, εἰπών· ὦ φίλοι, οὐχʼ ἡμῖν συνθεύσεται ἥδε γε βουλὴ, Τηλεμάχοιο δηλαδὴ φόνος, ἀλλὰ μνησώμεθα δαιτός. καὶ αὐτοὶ διὰ τὸ μοιρίδιον πείθονται· ἐπιήνδανε γὰρ αὐτοῖς ὁ μῦθος. δοκεῖ δὲ καὶ ὁ Ἀμφίνομος ἀετὸν μὲν νοῆσαι τὸ τοῦ Τηλεμάχου μέρος, τοὺς δὲ μνηστῆρας εἰς πέλειαν ἐχομένην τῷ κρατερωτάτῳ ἀετῷ, καὶ διατοῦτο κωλῦσαι τοὺς μνηστῆρας. οὐκ ἂν δὲ πάντως ἐπείθοντο, εἰ μὴ καὶ τεχνίτην αὐτὸν ἐν τοῖς τοιούτοις ᾔδεισαν εἶναι. πάνυ δὲ μέγα τὸ ἐξ Ὀδυσσέως κακὸν τοῖς μνηστῆρσι καὶ ὅσον τῇ πελείᾳ ἐξ ἀετοῦ, ὡς ὁ οἰωνὸς ἐδήλου. Τὸ δὲ συνθεύσεται ἀστείως καὶ αὐτὸ εἴρηται· οὐ γὰρ συνδραμεῖται, φησὶν, ἡμῖν τὸ βουλευθὲν, ἀλλὰ δηλονότι σκεδασθήσεται ἀφʼ ἡμῶν καὶ οὐκ ἂν ἴδοιμεν αὐτό. εἰς κώλυσιν οὖν βουλῆς οἰκεῖον τὸ, οὐχʼ ἡμῖν συνθεύσεται ἥδε γε βουλή. Ὅτι διασκευάζων τὴν τῶν μνηστήρων ἐν τῇ ἄρτι νουμηνίᾳ δαῖτα, φησί· Χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε· περὶ ὧν ἀλλαχοῦ προγέγραπται. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας. ἱέρευον δὲ σύας σιάλους, καὶ βοῦν ἀγελαίην, τουτέστι νομαδικὴν, ἄφετον, ἀδάμαστον. σπλάγχνα δʼ ἂρ ὀπτήσαντες ἐνώμων, ὅ ἐστι παρεῖχον. δηλοῖ δέ ποτε ἡ λέξις καὶ κίνησιν. ἐν δέ τε οἶνον κρατῆρσι κερόωντο, τουτέστιν ἐμίγνυον· κύπελλα δʼ ἔνειμε συβώτης. καὶ ἔστι ταυτὸν τὸ νέμειν καὶ τὸ νωμᾶν. σῖτον δʼ ἐπένειμε Φιλοίτιος καλοῖς ἐν κανέοισιν. ἐῳνοχόει δὲ Μελανθεὺς ὁ καὶ Μελάνθιος. οἱ δʼ ἐπεχείρουν τοῖς προκειμένοις. Τηλέμαχος δὲ κέρδεα νωμῶν, ἤτοι κινῶν, στρέφων εἰς νοῦν, Ὀδυσῆα καθίδρυεν ἐντὸς εὐσταθέος μεγάρου παρὰ λάϊνον οὐδόν· καὶ οὐκ ἀφῆκε τὸν ξεῖνον κατὰ γῆς καθῆσθαι ὡς χθὲς, ἀλλὰ δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν, ὡς πτωχῷ ἔπρεπε, παρετίθει καὶ σπλάγχνων μοῖραν, τὸ μὲν φαινόμενον ἐπὶ τιμῇ τοῦ ξένου, ἄλλως δὲ, ὅτι κέρδεα ἐν φρεσὶν ἐνώμα· ὧν κεφάλαιον τὸ τοὺς μνηστῆρας ἐρεθίζειν κατʼ αὐτοῦ, ἵνα τάχιον τὸ κατʼ ἐκείνων κακὸν γένηται. διὸ καὶ αὐτὸς τῷ ξείνῳ διακονεῖ, οὐκ ἀφιεὶς τοῖς δούλοις τοῦτο ποιεῖν. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ δριμύτερον τοὺς μνηστῆρας προσφθέγγεται, μήτε κακολογεῖν τὸν ξένον αὐτοὺς ἐθέλων μήτε χερσὶ πειρᾶσθαι. διὸ καὶ οἶνον <!-- 2.236 -->ἐγχέας τῷ ξένῳ ἐν δέπαϊ χρυσέῳ ἐνταυθοῖ νῦν, ἔφη, κάθησο μετʼ ἀνδράσιν οἰνοποτάζων· κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω πάντων μνηστήρων, ἐπεὶ οὔ τι δήμιός ἐστιν οἶκος ὅδε, ἀλλʼ Ὀδυσῆος· ἐμοὶ δʼ ἐκτήσατο κεῖνος, τουτέστι χάριν ἐμοῦ. εἶτα καὶ ἀπειλεῖται σωφρόνως τὸ, ὑμεῖς δὲ μνηστῆρες ἐπίσχετε θυμὸν, ἤγουν ἐπέχετε τὴν ψυχὴν ἐνιπῆς τε καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται. οὕτως εἶπεν ὁ παῖς. καὶ τῶν ἄλλων πάντων ὀδὰξ καὶ νῦν ἐν χείλεσι φύντων καὶ θαυμαζόντων ὅτι θαρσαλέως ἐκεῖνος ἀγόρευεν, Ἀντίνοος ἐκρήξας ἔφη· καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει· ὅ περ εἴποι ἄν τις πειθόμενος κατʼ ἀνάγκην ἀπειλαῖς. ᾧ ἀκόλουθον καὶ τὸ, οὐ γὰρ θεὸς εἴασε· τῷ κέ μιν ἤδη παύσαμεν ἐν μεγάροισι λιγύν περ ἐόντʼ ἀγορητήν· ὃ καὶ ἄλλοτε ὁμοίως ὠνειδίσθη ὁ Τηλέμαχος. οὗ χαλεπὸν τὸν μῦθον λέγει, ἐπεὶ οὐ μόνον χειρῶν αὐτοὺς ἐθέλει ἀπέχεσθαι, ἀλλὰ καὶ ἐνιπῆς, ἣν εἰς παραμυθίαν ἔχουσιν οἱ μὴ δυνάμενοι ἀμύνεσθαι χερσί. καὶ Ἀντίνοος μέν, φησιν, οὕτως εἶπεν. ὁ δʼ ἂρ οὐκ ἐμπάζετο μύθων, τουτέστιν ὁ Τηλέμαχος. τοῦτο δὲ ποιεῖ Ὅμηρος οἰκονομικῶς, ἵνα μὴ λογομαχοῖεν εἰς οὐδὲν δέον μακρότερα. Σημειοῦνται δʼ ἐν τοῖς ῥηθεῖσιν οἱ παλαιοὶ, ὡς ἐνθάδε καὶ μόνον οἱ μνηστῆρες ἱερεύουσιν ὄϊς, καὶ τὰ ἑξῆς ὡς ἐῤῥέθη. ἀλλαχοῦ δὲ τῆς Ὁμηρικῆς ταύτης ποιήσεως οὐχʼ εὕρηνται οὕτω ποιοῦντες, οὐ μὴν οὐδὲ εὐχόμενοι. Ὀδυσσεὺς δὲ οὐ τοιοῦτος· οὗ καὶ ὁ δοῦλος Εὔμαιος εὐσεβεῖν φαίνεται θύων, ὡς προϊστόρηται. οὐδὲν δὲ τῶν ἱερευομένων ζῴων δίχα ἐπιθέτου προήγαγεν, οὐ τοὺς ὄϊς, οὐ τὰς αἶγας, οὐ τοὺς σύας, οὐ τὴν βοῦν, ὡς πρόκειται ἐν τῇ προσεχῶς ῥηθείσῃ Ὁμηρικῇ γραφῇ. Δίφρον δὲ ἀεικέλιον ἔφη πρὸς διαστολὴν ἑτέρου περικαλλέος, ὁποῖος κεῖται τῇ Πηνελόπῃ. Τὸ δὲ ἱέρευον ὄϊς, ἱέρευον σύας, σχῆμα καὶ αὐτὸ κάλλους τὸ κατʼ ἐπαναφορὰν λεγόμενον. Τὸ δὲ, χεῖρας ἀφέξω, ἀντὶ τοῦ κωλύσω. ἀπεναντίας δὲ πάντως τὸ ἀπέχειν ἐστὶ πρὸς τὸ προσέχειν, εἴ περ ἀπέχειν μὲν τὸ πόῤῥω ἔχειν, προσέχειν δὲ τὸ ἐγγὺς ἔχειν. Οὐ δήμιος δὲ οἶκος ὁ μὴ δημόσιος ἀλλʼ ἰδιωτικὸς, δηλαδὴ Ἀττικῶς εἰπεῖν, ἤγουν ἴδιος, ἐμοὶ κτηθεὶς τῷ τοῦ Ὀδυσσέως υἱῷ τοῦ ποτὲ βασιλέως. διὸ καὶ ἐμφαίνει ὡς βούλεται βασιλέως τὸν τοιοῦτον οἶκον εἰπεῖν, οἷα χωρίζων τοῦ δημοσίου οἴκου τὸν βασιλικόν. εἴη δὲ ἂν ἄλλως δήμιός τις οἶκος, ἐν ᾧ κοινῶς ἐξενοδοχοῦντο οἱ ἐν ταῖς πόλεσι παραβάλλοντες. ἦν δέ τι τοιοῦτον καὶ ἡ λέσχη, τοῖς πτωχοῖς τῶν προκαταλαβόντων οὖσα. Ἐν δὲ τῷ, μάλα δʼ ἧμιν ἀπειλήσας, προπερισπᾶται τὸ ἧμιν, ὡς καὶ ἀλλαχοῦ, κατὰ συστολὴν τῆς ληγούσης, ἀναπεμφθέντος τοῦ τόνου λόγῳ ἐγκλίσεως. Ὅτι δηλῶν ὁ ποιητὴς δημοσίᾳ τιμᾶσθαι τὰς νουμηνίας διὰ τὸν Ἀπόλλωνα Ἥλιον, ὡς καὶ προδεδήλωται, φησί· κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην ἦγον· τοὶ δʼ ἀγέροντο καρηκομόωντες Ἀχαιοὶ ἄλσος ὑπὸ σκιερὸν Ἀπόλλωνος. ὁποῖα τοῖς δαίμοσιν ἀνεῖντο πολλὰ, οὐ βατὰ τοῖς πολλοῖς ὄντα. Ἀχαιοὶ δὲ νῦν οἱ κατὰ τὴν Ἰθάκην, ὧν πρὸς τῇ θυσίᾳ ὄντων οὐδὲν ἔσται δέος τῷ Ὀδυσσεῖ μή ποθεν οἱ μνηστῆρες βοηθηθεῖεν ἐν τῷ πολεμεῖσθαι. καὶ κήρυκες δὲ οἱ κατὰ τὴν Ἰθάκην δημόσιοι ἐνταῦθα νοοῦνται, οἳ καὶ ταῖς θυσίαις ὑπούργουν, θεῖον γένος ὄντες, καὶ οὐ μόνον ἀνδρῶν ἄγγελοι, ἀλλὰ καὶ θεῶν, ὡς ἡ Ἰλιὰς δηλοῖ. Σκιερὸν δὲ οὐ τὸ λεχθὲν μόνον, ἀλλὰ καὶ ἅπαν ἄλσος, εἴ γε ἄλση μὲν λέγονται παρʼ οἷς ἅλλονται δένδρα. τοῖς δὲ τοιούτοις δασυνθεῖσι τὸ σκιερὸν παρέπεται. ἀλλʼ οὕτω μὲν οἱ τοῦ δήμου ἐτέλουν τὴν ἑκατόμβην. οἱ δὲ μνηστῆρες ἐν τοῖς τοῦ Ὀδυσσέως δαίνυντο ἐρικυδέα δαῖτα· σύες, εἴποι τις ἂν, ἐνειρχθέντες εἰς σφαγήν. Ὅτι τὸ, πὰρ δʼ ἂρ Ὀδυσσῆϊ μοῖραν θέσαν, οἳ πονέοντο, ἴσην ὡς αὐτοί περ ἐλάγχανον, δηλοῖ μὲν ἰσομοιρίαν. ἔχει δὲ ἑρμηνείαν τοῦ ἴσην τὸ, ὡς αὐτοὶ ἐλάγχανον. ἅμα δὲ ἐμφαίνει καὶ κατά τινα λαχμὸν καὶ τὰς πολυτελεῖς μοίρας γίνεσθαι. Τὸ δὲ, ἴσην μοῖραν, ἔοικε τῇ ἐΐσῃ δαιτί. Ὅτι καὶ πάλιν Ἀθηνᾶς ἐριζούσης, ἤτοι φρονήσεως, κατὰ ἐρεθισμὸν τὸν προῤῥηθέντα, ἵνα Ὀδυσσεὺς ἔτι μᾶλλον ὀργίζοιτο, γίνεται ὕβρις παρὰ μνηστήρων. φησὶ γοῦν ὁ ποιητὴς οὕτω· μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον δύῃ ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα, ἤγουν ἵνα ὑπεισέλθῃ λύπη τὸν Ὀδυσσέα κατὰ καρδίαν ἢ ἀντιπτωτικῶς, τὴν καρδίαν τοῦ Ὀδυσσέως· ὁποῖα μυρία καὶ ἄλλα τοιαῦτα σχήματα παρὰ τῷ ποιητῇ. εἶτα ἄρχεται Ὅμηρος διηγήματος ἀπὸ ὑπαρκτικοῦ συνήθως ῥήματος· ἦν δέ <!-- 2.237 -->τις ἐν μνηστῆρσιν ἀνὴρ, ἀθεμίστια εἰδώς. Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἔνι οἰκία ναῖεν, ὡς εἶναι οὕτω Σάμιος ἢ Σαμαῖος κατὰ ἐθνικὸν, ὃ καὶ ἀλλαχοῦ προδηλοῦται. ὃς δή τοι κτεάτεσσιν, ἤγουν κτήμασι, πεποιθὼς θεσπεσίοισιν, οἷς προσφυῶς καὶ Κτήσιππος ἐκαλεῖτο, μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα. οὗτος οὖν, κέκλυτέ μευ μνηστῆρες, ἔφη, ἀγήνορες, ὄφρα τι εἴπω· μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν, ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ξείνους Τηλεμάχου, ὃς ἂν τάδε δώματα ἵκηται. ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς ἠὲ λοετροχόῳ δῴη γέρας ἤ τινι ἄλλῳ. ὣς εἰπὼν ἔῤῥιψε βοὸς πόδα χειρὶ παχείῃ, κείμενον, ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς παρακλίνας κεφαλήν. μείδησε δὲ θυμῷ σαρδάνιον μάλα τοῖον, ἢ μέγα τοῖον. ὁ δʼ εὔδμητον βάλε τοῖχον, Κτήσιππον διʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ· Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ, οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός. ἦ γὰρ ἄν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι, καί κέ τοι ἀντὶ γάμου πατὴρ τάφον ἀμφεπονεῖτο ἐνθάδε. εἶτα μετὰ θάῤῥους καὶ τοῖς ἄλλοις λαλῶν καὶ παραμιγνὺς μὲν ἀπειλαῖς παραινέσεις, αὔξων δὲ ῥητορικῶς τὴν τῶν μνηστήρων ὕβριν ἐκ πατρικῶν μεθόδων, ἐπάγει· διὸ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα, καὶ ἑξῆς, ὥς που καὶ πρὸ τούτων εἶπεν. εἶτα ἐπιφέρει· ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες, μήλων σφαζομένων οἰνοιό τε πινομένοιο, καὶ σίτου, ἐσθιομένου δηλαδή. χαλεπὸν γὰρ, ὡς καὶ ταῦτα προεῤῥέθη, ἐρυκακέειν ἕνα πολλούς. ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες. εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ, καί κε τὸ βουλοίμην καὶ ἑξῆς, ἃ φθάσας ἤκουσεν ἐκ τοῦ πατρὸς, εἰπόντος οὐ τλητὸν εἶναι ἀεικέα ἔργα ὁρᾶν ξείνους τε στυφελιζομένους καὶ τὰ ἑξῆς. Καὶ ὅρα ὅπως κέρδεα νωμῶν ὁ Τηλέμαχος καὶ τὸν ξεῖνον πατέρα δίφρῳ, εἰ καὶ ἀεικελίῳ καὶ ὀλίγῃ τραπέζῃ καὶ ἰσομοιρίᾳ τιμήσας, ἠρέθισεν οὕτω φρονίμως τὸν ἀθεμίστιον. διὸ καὶ καλῶς ὁ ποιητὴς ἔφη, ὡς οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη μνηστῆρας λώβης ἴσχεσθαι, ὡς καὶ προεγράφη, ἵνα ἐρεθισθεὶς Ὀδυσσεὺς μὴ ἀναβάλληται τὸ κατʼ αὐτῶν ἔργον. Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς κυκλικῶς φράσαι· ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ, Κτήσιππος δʼ ὄνομʼ ἦν, αὐτὸ μὲν ἀφῆκεν, ἐχρήσατο δὲ ποικιλίας χάριν ἐν καταρχῇ μὲν τῷ ἦν, κοινῷ ὄντι, ἐν τέλει δὲ ποιητικῷ τῷ ἔσκεν· οὗ παραγωγὴ αὕτη· ἔω, ἔσω, ἔσκω· παρατατικὸς, ἔσκον. μυρία δὲ καὶ ἄλλα τοιαῦτα. ἐν οἷς καὶ τὸ κέω, κέσω, κέσκω· ἀφʼ οὗ τὸ κέσκετο ἀντὶ τοῦ ἔκειτο. Σημείωσαι δὲ ὅτι τὸ μὲν ἦν ἀντὶ τοῦ ὑπῆρχον ἐν πρώτῳ προσώπῳ προσφυῶς ἔχει τὸ ν κατὰ συγκοπὴν τοῦ ἦον, ὅ πέρ ἐστιν ὑπῆρχον· τὸ δὲ τρίτον οὐχʼ οὕτως ἔχει κατὰ τὸν Ἡρακλείδου λόγον, ἔχοντα οὕτως· τοῖς εἰς βραχὺ περαιουμένοις, εἶτα συναιρεθεῖσι, τοιούτοις προσώποις οὐκέτι μετουσία τοῦ νῦ ἐστιν· ὥς τε ἐν τῷ, ἦον ἦες ἦε, καὶ συναιρέσει ἦν, οὐκ ὀρθῶς ἔχει ἡ προσέλευσις τοῦ ν. καινὸν δέ, φησι, καὶ τὸ, ἤσκειν εἴρια καλά. διαλυθὲν γὰρ εἰς τὸ ἤσκεε πῶς προσλήψεται τὸ ν, ὅπου γε οὐδεὶς παρατατικὸς εἰς ν περατοῦται ἐν τρίτῳ ἑνικῷ παρʼ Ἕλλησιν; ἑτέρωθι δὲ λέγει ὁ αὐτὸς καὶ ὅτι, ὥς περ τὸ, κνέε τυρὸν, ἤγουν ἔκνεεν, ἔκοπτεν, εἰς τὸ ἦτα συναιρεθὲν οἷον κνῆ τυρὸν ἐν Ἰλιάδι, οὐκέτι σὺν τῷ ν ἐξηνέχθη, οὕτως οὐδὲ τὸ ἦ μετὰ τοῦ ν γραφήσεται, ἀλλὰ δηλαδὴ δίχα τοῦ ν, κἂν σημαίνει τὸ ὑπῆρχεν, ἀπὸ τοῦ ἔε δηλονότι. καὶ οὕτω μὲν κατέστησεν ὁ σοφὸς τὴν τοιαύτην γραφήν. ἔστι δὲ καὶ ἄλλως καὶ μετὰ τοῦ ν νοῆσαι τὸ ἦν Δωρικῶς ἅμα καὶ Ἀττικῶς κατὰ τὸν αὐτὸν Ἡρακλείδην, εἰπόντα οὕτω· τὸ παρʼ ἡμῖν ἔπλει καὶ ἔῤῥει παρὰ μὲν τοῖς Ἴωσιν ἔπλεεν ἔῤῥεεν, ὡς τῆς ει διφθόγγου τεμνομένης παρʼ αὐτοῖς εἰς ἄμφω ταῦτα. παρὰ δὲ Δωριεῦσιν, ὧν τῇ διαλέκτῳ καὶ ἀρχαῖοι Ἀττικοὶ χρῶνται τὰ τοιαῦτα δύο εε εἰς ην συναιρεῖται. τὸ γὰρ ἔπλεεν, ἔῤῥεεν, ἔπλην καὶ ἔῤῥην παρʼ αὐτοῖς. εἰ τοίνυν τοῦτο δέδοται, τί κωλύει κατὰ τὸ ἔπλεεν, ἔπλην, Δωρικῶς καὶ ἔῤῥεεν, ἔῤῥην, οὕτως εἶναι καὶ ἔεν ἦν; περισπωμένως μέντοι διὰ τὸ τοῦ ῥήματος μονοσύλλαβον, χαρέντων τῇ Δωρικῇ φωνῇ καὶ τῶν Ἀττικῶν. οἳ καὶ τὸ δάματερ, Δωρικὸν ὂν, φιλοῦσι λαλεῖν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ὅτε τι θαῦμα πρόκειται, ὡς καὶ ὁ τοῦ κωμικοῦ Πλοῦτος δηλοῖ. Ἔτι ἰστέον καὶ ὅτι τὸ εἰρημένον ἦν ἐπὶ τρίτου ἑνικοῦ προσώπου ὁ Ἀλκμὰν ἦς λέγει, μετειλημμένου τοῦ ν εἰς σ Δωρικῶς, ὡς ὁ Ἡρακλείδης παραδίδωσιν. ἔστι δὲ αὐτοῦ χρῆσις καὶ παρὰ τῷ βουκολιαστῇ. ὡς καὶ ἐν τῷ πεποιήκαμεν καὶ λέγομεν καὶ τοῖς ὁμοίοις τρέπουσι τὸ ν εἰς σ οἱ Δωριεῖς, λέγοντες πεποιήκαμες καὶ τἄλλα δὲ ὡσαύτως, δηλοῦσιν οἱ χρησάμενοι. τὸ δὲ παρʼ <!-- 2.238 -->Ἡσιόδῳ, τῆς δʼ ἦν τρεῖς κεφαλαὶ, ἀντὶ τοῦ ἦσαν, Βοιωτῶν λέγεται γλώσσης εἶναι, οἳ ἑνικὰ ῥήματα πληθυντικοῖς ὀνόμασι συνέταττον. Ἐν δὲ τῷ, ὄνομʼ ἔσκεν, ὄνομα κατʼ ἐξοχὴν τὸ κύριον δηλοῦται, οὐ μὴν τὸ κοινὸν, ἐξ οὗ ὀνομάζειν Ὅμηρος πολλαχοῦ οἶδε τὸ διεξοδικῶς λαλεῖν ἐν συνθήκῃ ὀνομάτων, ἤγουν λέξεων. αἷς καὶ τὰ ἐπίθετα συνεισάγονται τὰ, ὡς ἂν Ὅμηρος εἴποι, κατʼ ἐπίκλησιν. ἡ δὲ, ὡς ἐῤῥέθη, κυριωνυμία καὶ τὸ παρὰ Εὐμαίῳ εἵλκυσεν ὀνομάζειν. ἔφη γὰρ ἐκεῖνος αἰδεῖσθαι ὀνομάζειν τὸν καλὸν δεσπότην, ἤγουν εὐλαβεῖσθαι λέγειν ἐκεῖνον τὸ κύριον αὐτοῦ ὄνομα, ὅ περ ἦν Ὀδυσσεὺς, οἷα ἐπικρίνων ἠθεῖον αὐτὸν καλεῖν, ὡς προδεδήλωται. τὸ δὲ τοιοῦτον κύριον ὄνομα καὶ τὸν ἐν Ἰλιάδι ὀνομακλυτὸν συνέθετο, οὗ δηλονότι τὸ κύριον ὄνομα περίκλυτον ἀνθρώποις ἦν. ἐξ αὐτοῦ δὲ καὶ τὸ ὀνομακλήδην, δηλοῦν, ὡς ἐξ ὀνόματος κυρίου ἐκάλει ἕκαστον τῶν ἔσω τοῦ δουρείου ἵππου ἡ Ἑλένη. Θεσπέσια δὲ κτήματα Κτησίππου τοῦ διὰ πλοῦτον ὑβριστοῦ τὰ πολλὰ λέγει, ἃ δηλαδὴ θεὸς ἂν εἴποι. οὐ γὰρ δή που κτέατα θεῖα εἰσὶ τὰ τοῦ εἰδότος ἀθεμίστια κατὰ τὸν ποιητήν. Μνηστῆρες δʼ ἀγήνορες ἐνταῦθα ἐπὶ ἐπαίνου· οὐ γὰρ ἂν ὁ μνηστὴρ Κτήσιππος τοὺς ὁμοίους ὕβριζε. Τὸ δὲ πάλαι φανερῶς καὶ νῦν ἐκ περισσοῦ κεῖται καὶ οὐ κατὰ κυρίαν σημασίαν ἐν τῷ, μοῖραν ὁ ξεῖνος ἔχει πάλαι. οὐ γὰρ κυρίως πάλαι μοῖραν ἔχει ὁ νῦν αὐτίκα λαβὼν αὐτήν. Ἀττικῶς δὲ τὸ σχῆμα. παρʼ οἷς καὶ τὸ ποτὲ καὶ τὸ πάλαι ἁπλῶς οὕτω κεῖνται δίχα τοῦ σημαίνειν πολυκαιρίαν τινά. Τὸ δὲ, ὡς ἐπέοικε, φθονῶν ὁ κακὸς λέγει κατὰ εἰρωνείαν· ἠρέθισται γὰρ τῇ τοῦ ξένου τιμῇ. Οὐ καλὸν δὲ πρᾶγμα λέγει τὸ μὴ ἐπαίνου ἄξιον, ἐπεὶ καὶ τέλος ἐγκωμιαστικοῦ εἴδους τὸ καλὸν κατὰ τοὺς μεθʼ Ὅμηρον. Περὶ δὲ τοῦ ἀτέμβειν ποιητικοῦ ῥήματος ὄντος καὶ στέρησιν καὶ βλάβην σημαίνοντος δεδήλωται ἀλλαχοῦ, ὥς περ καὶ ὅτι ἔθος Ὁμήρῳ ἐκ πληθυντικοῦ ἀορίστου καταβαίνειν εἰς ἑνικὸν ὡρισμένον, ὡς καὶ ἐνταῦθα εἰπὼν ξείνους Τηλεμάχου ἐπιφέρει· ὃς ἂν ἐνθάδʼ ἵκηται. Ἐν δὲ τῷ, δῴη γέρας, ἢ τὸ ἁπλῶς δῶρον λέγει γέρας, ἢ τὸ ἐπέκεινα τῆς μοίρας, ὥς που καὶ τῷ Ὀδυσσεῖ οἷά τι γέρας ἐπιπέμπει τὸν τοῦ βοὸς πόδα ὁ Κτήσιππος. ὃν πόδα καὶ σημειωτέον βιαζόμενον κατὰ τὴν τοῦ Κράτητος παρατήρησιν λογίζεσθαι, ὡς καὶ ἑφθὰ ἤσθιον ἥρωες. οὐ γὰρ ἄν, φησι, γένοιτο ποὺς βοὸς ὀπτός. Τὸ δὲ, ἔῤῥιψε βοὸς πόδα, ταυτὸν τῷ ἀφῆκε δίκην βέλους, ὁποῖόν τι καὶ πρὸ ὀλίγων τὸ, διαῤῥίπτασκεν ὀϊστόν. ὅτι δὲ βέλος καὶ ὁ ῥηθεὶς ποὺς, δηλοῖ ὁ ποιητὴς ἐν τῷ, ἀλεύατο γὰρ βέλος αὐτός. Τὸ δὲ σαρδάνιον, ὅ τινες σαρδόνιον γράφουσιν, ἐξ οὗ καὶ διεσαρδόνησεν ἐν ῥητορικῷ λεξικῷ τὸ, διεγέλασεν οὐκ ἐπὶ διαχύσει, δηλοῖ μὲν τὸ ἄκροις χείλεσι σεσηρέναι τὸν ἔσω δακνόμενον θυμῷ ἢ λύπῃ, ἵνα ᾖ σαρδάνιον Ὁμηρικῶς καὶ σαρδόνιον δὲ κατὰ τοὺς ἄλλους τὸ σεσηρὸς καὶ σαρκαστικόν. καὶ οἱ μέν φασι τὴν λέξιν εἰλῆφθαι ἀπὸ τοῦ δοθέντος ὑπὸ Διὸς τῇ Εὐρώπῃ φύλακος ἡφαιστοτεύκτου, ὃς τοὺς παραβάλλοντας ξένους τῇ Κρήτῃ συλλαμβάνων ἰδίως, φασὶν, ἐτιμωρεῖτο, πηδῶν εἰς πῦρ καὶ θερμαίνων τὸ στῆθος, ὁποῖόν τι περὶ τοῦ Κρητικοῦ Τάλω τοῦ χαλκεοστήθου φασί τινες καὶ χαλκόποδος, καὶ περιπτυσσόμενος, καὶ καιομένων ἐκείνων, αὐτὸς σεσηρώς. ἀλλʼ οὗτος μὲν ὁ λόγος οὐ πάνυ διευκρινεῖ τὴν λέξιν, ἀλλʼ ἢ μόνον δίδωσιν ὑπονοεῖν, ὅτι παρὰ τὸ δονεῖν ἢ δαίειν ἤτοι καίειν καὶ παρὰ τὸ σαίρω, ἔσαρον, ὅθεν καὶ τὸ σεσηρέναι, γίνεται τὸ σαρδόνιον, οἱονεὶ τὸ σεσηρὸς καὶ δονοῦν ἢ δαῖον ἤγουν καῖον. ἕτεροι δέ φασιν, ἐν Σαρδοῖ νήσῳ ἐπέκεινα Σικελίας τῇ καὶ Σαρδόνι σέλινον φύεσθαι, οὗ τοὺς ἐμφαγόντας ξένους μετὰ σπασμοῦ ὄλλυσθαι σεσηρότας, ὡς εἶναι σαρδόνιον ἢ σαρδάνιον γέλωτα τὸν μετὰ ὀδύνης, ὁποῖον τινὰ γελᾶν λέγεται καὶ οἱ τετρωμένοι τὰς φρένας, καὶ οἷον δὲ πεῖρα ἔφηνε πολλοῖς, διδάξασα ὑπὸ ὄφεως συσχεθῆναι τινὰ καὶ δηχθῆναι περί που τὰ ὑπὸ μάλην καὶ οὕτω σὺν γέλωτι ἀποῤῥῆξαι τὸν βίον. Τίμαιος δέ, φασιν, ἱστορεῖ τοὺς ἐν Σαρδόνι γεγηρακότας τῶν γονέων ἄγεσθαι πρὸς βόθρον καὶ καταβάλλεσθαι καὶ οὕτω τοῦ ζῆν ἀπολύεσθαι καὶ ὡς μακαρίως θνήσκοντας γελᾶν, κἀντεῦθεν τὸν ἐπὶ λύπαις γέλωτα σαρδόνιον λέγεσθαι. ἕτεροι δὲ τοὺς υἱοὺς γελᾶν φασὶν ἐπὶ τῇ τῶν πατέρων ἐκεῖ καταῤῥίψει, ἀφοσιουμένους τὸν φόνον, καὶ ἐμφαίνοντας, μηδὲν ἁμαρτεῖν, εἰ τοὺς κακῶς πεισομένους πατέρας ὑπὸ γήρως προαπάγουσιν. ἐθέλουσι δὲ οἱ παλαιοὶ ἄμεινον εἶναι, σαρδόνιον γέλωτα λέγεσθαι τὸν ἐπὶ καταμωκήσει προσποίητον παρὰ τὸ σεσηρέναι, ἤγουν ὑπανοίγειν τὰ χείλη, ὡς δηλαδὴ προείρηται. γράφει δέ τις τῶν παλαιῶν καὶ οὕτω· σαρδάνιος γέλως κεχηνότος καὶ σεσηρότος τοῦ στόματος καὶ οὐκ ἐκ διαθέσεως <!-- 2.239 -->γινόμενος. Τὸ δὲ, οὐκ ἔβαλες, ἐλλιπῶς εἴρηται διὰ θυμόν. ἦν δὲ τὸ ἐντελὲς οὕτως· ἦ μάλα σοι κέρδιον ὅτι οὐκ ἔβαλες τὸν ξεῖνον. Τὸ δὲ, μή τις ἀεικείας φαινέτω, οὗ ἑρμηνεία κατωτέρω τὸ, ἀεικέα ἔργα, ἀκριβῶς ἔχει πρὸς σύνεσιν. εἰ γὰρ καὶ ἐνθυμεῖται τις ἀεικῆ, ἀλλὰ μὴ ἐκφαινέτω. ἐκεῖνο μὲν γὰρ οὐχʼ οὕτω μεμπτέον, ὡς ἄδηλον· τοῦτο δὲ ἤδη βίαιον, ὡς φανερόν. διφορεῖται δὲ τοῦ ἀεικείας ἡ παραλήγουσα, ὡς καὶ ἐν Ἰλιάδι. πλείων δὲ χρῆσις ἡ διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ ἀεικὴς ἀεικεῖα. ἔχει δὲ λόγον καὶ ἡ διὰ ἰῶτα γραφὴ διὰ τὸ ἐκ τῆς ἀεικίας τὴν αἰκίαν γίνεσθαι. Τὸ δὲ, μήλων σφαζομένων καὶ ἑξῆς, ἀλλαγὴν ἔχει σχήματος ἀσολοικίστως πλαγιασθέν. τὸ γὰρ ὀρθότερον οὕτω καὶ κοινότερον· τάδε μὲν καὶ τέτλαμεν, μῆλα σφαζόμενα, οἶνον πινόμενον καὶ σῖτον. Τὸ δὲ, ἀλλʼ ἄγε, ταυτὸν ὡς εἰ καὶ ἀλλʼ ἄγετε ἐγράφη, καθὰ μυριαχοῦ φαίνεται. Τὸ δὲ, εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε, βαρέως εἴρηται πρὸς διαστολὴν τῆς τοῦ ξένου κακώσεως. βούλεται γὰρ εἰπεῖν. ὡς καὶ τοῦ ξένου μὲν κακουμένου ἐμὲ δοκεῖτε βλάπτειν. εἰ δὲ καὶ χεῖρας ἐπιβαλεῖτέ μοι, τότε δὴ οὐ σχετικῶς κακύνομαι, ἀλλʼ ἐγὼ αὐτὸς κτείνομαι. Ὁ δὲ ἀθεμίστιος ἀφαιρεθεὶς τὴν κατάρχουσαν κεφαλὴν ἀποτελεῖ περιώνυμον κύριον τὸν Θεμίστιον. Ὅτι ἐπὶ ἀναντιῤῥήτου δικαιολογίας καλὸν εἰπεῖν τὸ, ὦ φίλοι, οὐκ ἂν δή τις. ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι. κεῖται δὲ τὸ, ἀντιβίοις καθαπτόμενος, πρὸς διαστολὴν ἑτέρου καθάπτεσθαι, περὶ οὗ προδεδήλωται. Ἀγέλαος δὲ, εἷς τῶν μνηστήρων, τοῦτο φησὶν, ἐπικρίνας, ὡς εἰκὸς, καλὰ εἰπεῖν τὸν Τηλέμαχον· ὃς καὶ παραινεῖ μήτε τὸν ξεῖνον στυφελίζειν, μήτε τινʼ ἄλλον, ὡς καὶ ἀλλαχοῦ κεῖται, δμώων τῶν κατὰ τὸν οἶκον τοῦ Ὀδυσσέως. εἶτα καὶ Τηλεμάχῳ τὸ δῆθεν λυσιτελὲς ὑποτιθείς φησι· Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην ἤπιον, εἰ σφῶϊν κραδίῃ ἅδοι ἀμφοῖν. ὄφρα μὲν ὑμῖν θυμὸς ἐώλπει νοστήσειν Ὀδυσῆα, τόφρα οὔ τις νέμεσις μένειν τε καὶ ἴσχειν, ὅ ἐστιν ἐπέχειν, μνηστῆρας, ἐπεὶ τόδε κέρδιον ἦν, εἰ νόστησʼ Ὀδυσσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα· ἅ περ ἐκ παραλλήλου ταυτὸ δηλοῦσι, τὸν τοῦ Ὀδυσσέως δηλαδὴ νόστον. νῦν δʼ ἤδη τόδε δῆλον, ὅτʼ οὐκέτι νόστιμός ἐστιν. ἀλλʼ ἄγε, σὺ τάδε μητρὶ κατάλεξον. ποῖα τάδε; γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν, ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι, ἔσθων καὶ πίνων. ἡ δʼ ἄλλου δώμαθʼ ἵκηται. Καὶ ὅρα τὸ, ἔσθων καὶ πίνων· ἐν οἷς ὁ τρυφητὴς Ἀγέλαος τὸ ἀνθρώπινον περιγράφει καλόν. σημείωσαι δὲ καὶ τὸ ἐν τοῖς μνηστῆρσι πολύβουλον· ὃ καὶ στάσεως ἦν εἰκὸς γενέσθαι ἂν αὐτοῖς αἴτιον, εἴ περ ἐτεθνήκει Ὀδυσσεύς. Ἀγέλαος μὲν γὰρ ἐθέλει τὸν Τηλέμαχον πάντα πατρῷα νέμεσθαι μετὰ τὸν τῆς μητρὸς γάμον· ἑτέρωθι δέ τινι πρὸ τούτων ἤρεσκε, τὰ μὲν ἄλλα πάντα δάσασθαι, τῇ δὲ Πηνελόπῃ, καὶ ὃς ἂν ὀπυίοι, ἀφεῖναι τὸ δῶμα τὸ μὴ ἐκείνης ὄν. Ὀδυσσεὺς γὰρ τῷ υἱῷ ἐκτήσατο αὐτὸ, καθὰ πρὸ ὀλίγων εἴρηται. οὐ τοίνυν σταθερὰ τὰ τοῦ Ἀγελάου ἐνταῦθα, ὃς οὐ μόνον ἐναντιολογεῖ, ὡς νῦν ἐῤῥέθη, πρὸς μνηστήρων βούλησιν, ἔτι δὲ καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν ἀποτάττει, ὡς ἐῤῥέθη, τὰ κατʼ ἄνθρωπον, ἀλλὰ καὶ χαίροντα τὸν υἱὸν τὰ πατρῷα φησὶ νέμεσθαι. πῶς γὰρ ἂν υἱὸς τοιοῦτος χαίροι μεμνημένος ὧν τε ἄλλων ἔπαθε καὶ μάλιστα τηλικοῦδε πατρὸς κακῶς ἀπολωλότος, Ὅρα δὲ καὶ ὅτι ἀστείως αὐτὸ τὸ ἐπιχείρημα, διʼ οὗ κατασκευάζει τὸν γάμον, λεληθότως κωλύει ἐκεῖνον. εἰ γὰρ γαμητέον, ὡς δῆλον ὂν μὴ νόστιμον εἶναι τὸν Ὀδυσσέα, μὴ γαμητέον λοιπὸν, ἐπεὶ δῆλον ἐστὶ τῶν τισὶ τοῦ Ὀδυσσέως, ὡς νῦν ἐνόστησεν. ἄλλως μέντοι, καὶ πῶς, ὦ Ἀγέλαε, δῆλον ὡς οὐκέτι ἐπανελεύσεται Ὀδυσσεὺς, ὅς που τῆλε Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, ὡς ἐρεῖ ὁ Τηλέμαχος ἀνατρέπων τὸ, νῦν δʼ ἤδη τόδε δῆλον ὡς οὐκέτι νόστιμος Ὀδυσσεύς. εἰ γοῦν μὴ δῆλον τὸ ἀμφίβολον, κέρδιον ἄρα καὶ εἰσέτι μένειν καὶ ἴσχειν τοὺς μνηστῆρας. οὕτως ἀδιανόητα λαλεῖ πολλὰ ὁ Ἀγέλαος. καὶ ἔοικε παικτικῶς λαλεῖν ὡς πρὸς νήπιον τὸν Τηλέμαχον, οὐ μὴν σπουδαίως. διὸ οὐδʼ ἐπισημαίνεται ὁ ποιητὴς κἀνταῦθα ὅτι πᾶσιν ἐαδότα μῦθον ἔειπεν· ἢ, οἱ δὲ πάντες ἐπήνεον ὡς ἐκέλευεν. ἴσως οὖν ἐχρῆν προσφωνηθῆναι νήπιον ἐν τούτοις καὶ τὸν Ἀγέλαον, καὶ μή ποτε ὁ ποιητὴς ἐπίτηδες τὸν Ἀγέλαον πλάττει εἰπόντα, ὡς Τηλεμάχῳ μῦθον ἐγὼ καὶ μητέρι φαίην ἤπιον, ἵνα τῇ κατὰ συνθήκην ἐπαγωγῇ τοῦ ἤπιον κειμένου μετὰ τὸ φαίην φαίνεται ἀστείως ἄκων ὁμολογῶν ὁ Ἀγέλαος, ὡς νήπιον λόγον ἐρεῖ. Ἰστέον δὲ ὅτι ὑπότροπος ἐν τοῖς ῥηθεῖσιν ὁ οἴκαδε ὑποστραφείς. ἐξ αὐτοῦ δὲ καὶ ὑπότροπα νοσήματα τὰ φιλυπόστροφα. <!-- 2.240 -->Ὅτι Ἀγελάου ὑπομεμψαμένου τὸν Τηλέμαχον ὡς μὴ ἐφιέντα τῇ μητρὶ γήμασθαι καὶ ταῦτα τοῦ Ὀδυσσέως κατʼ ἐκεῖνον εἰπεῖν οὐκέτι νοστίμου ὄντος, Τηλέμαχος ὅρκον ποιησάμενος ἠθικῶς καὶ τὰ τοῦ πατρὸς παθήματα φησιν· οὒ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο, ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται, ὡς καὶ προεγράφη, ἢ ἀλάληται, οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω γήμασθαι ᾧ κʼ ἐθέλῃσι, ποτὶ δʼ ἄσπετα δῶρα δίδωσι, τουτέστι, καὶ ὃς αὐτῇ πολλὰ δίδωσιν. ἀπὸ κοινοῦ γὰρ ληπτέον τὸ ὅς. αἰδέομαι δέ, φησιν, ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι, τουτέστι διῶξαι, μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε. καὶ ἔστιν ἐσχηματισμένος ὁ ὅλος οὗτος τοῦ Τηλεμάχου λόγος, ἐπίτηδες οὕτω λαλοῦντος οἷα σοφοῦ πρὸς Ἀγέλαον τὸν ὡς ἐῤῥέθη παιγνήμονα. ἐπόμνυται μὲν γὰρ τὰ τοῦ πατρὸς ἄλγεα· ὧν τὰ μὲν φθάσαντα ἔμαθεν ἀπʼ ἐκείνου, τὰ δὲ ἄρτι βλέπει αὐτός. ἀνατρέπει δὲ τὸ μηκέτι νόστιμον ἐκεῖνον εἶναι διὰ τοῦ, ἢ ἀλάληται. εἰ γὰρ ἀλάληται, πῶς δῆλον, ὡς οὐ νοστήσει; μᾶλλον δὲ, εἴ περ ἀλάληται, ὡς νὺν ἀλᾶσθαι δοκεῖ, ἀλήτης γὰρ ἅπασι κρίνεται ὁ ἐν τῷ φαινομένῳ ξένῳ κρυπτόμενος Ὀδυσσεὺς, πῶς οὐκέτι νόστιμός ἐστι; καὶ ἄλλως δὲ εἰπεῖν, ἀνατρέπει τὸν Ἀγέλαον διστάσας ἐν τῷ, ὅ που, ἤγουν ὃς ἴσως, ἢ ἔφθιται ἢ ἀλάληται· ὧν οὐδέτερόν ἐστιν. ἡ γὰρ ἐν τῷ Τηλεμάχῳ περὶ τοῦ πατρὸς πεῖρα λύει τὸν δισταγμὸν παρά γε αὐτῷ. Τὸ δὲ, μὴ διατρίβειν τὸν γάμον καὶ τὸ ἑξῆς, σαφῶς φράζει τὸ ἀληθές. ἐπισπεύδει γὰρ ὁ Τηλέμαχος γήμασθαι αὐτὴν ᾧ ἂν ἐθέλει καὶ ὃς ἂν πόροι πολλά. ἐθέλει δὲ ἐκείνη πάντως τὸν Ὀδυσσέα, ὃς αὐτῇ καὶ πάρεστι χαρισόμενος ἄσπετα, ὅσα δηλαδὴ ἔμελλον οἱ μνηστῆρες δάσασθαι. καὶ τὸ ἐφεξῆς δὲ ἐσχημάτισται, ἤγουν τὸ, αἰδέομαι δίεσθαι. πῶς γὰρ ὁ μὴ πρὸ τούτου τὴν μητέρα διώξας νῦν ἂν τοῦ πατρὸς παρόντος διώκοι αὐτήν; Ἐν δὲ τῷ, μὴ τοῦτο θεὸς τελέσειε, μονονουχὶ λέγει, ὡς μὴ γένοιτο διωχθῆναι τὴν μητέρα καὶ οὕτως ὑμᾶς διεκφυγεῖν τὸν ὄλεθρον. καὶ οὕτω μὲν ἐσχηματισμένα τὰ τοῦ παιδός. τῶν δὲ μνηστήρων οὐδεὶς ἐπέβαλε βαθύτερον, ἀλλʼ ἐγκαθίσαντες τῷ ἐπιφαινομένῳ καὶ χαρέντες γελῶσι. παρέπλαγξε γάρ, φησιν, αὐτοῖς Ἀθήνη τὸ νόημα, τουτέστιν ἡ ῥητορικὴ τοῦ λόγου δεινότης τεχνικῶς ἐσχηματισμένη παρεπλάνησεν ἐκείνοις τὸν νοῦν μὴ δεδυνημένοις γνῶναι τὸ βούλευμα τοῦ ὅρκου καὶ διατοῦτο καὶ παρακινηθεῖσιν εἰς γέλωτα ὡς οἷα μαθοῦσι τὸν θελητὸν αὐτοῖς γάμον. σημειώσασθαι δὲ δεῖ, ὡς ἰδοὺ καὶ ἐνταῦθα σεσοφισμένος οὗτος ὅρκος, ὁποίοις καὶ ὁ τοῦ Τηλεμάχου πρόγονος ἐκέκαστο Αὐτόλυκος. δῆλον γὰρ, ὅτι ὀμόσας ὁ παῖς μὴ διατρίβειν ἤγουν καταργεῖν καὶ παρατείνειν τὸν μητρικὸν γάμον, ἀλλὰ κελεύειν γήμασθαι, ᾧ ἂν ἐθέλει, αὐτὸς μὲν εὐορκεῖ, οὐ νοεῖται δὲ ὑπὸ τῶν πεπλανημένων τὰς φρένας, τί λέγειν βούλεται. Τὸ δὲ, ᾧ ἂν ἐθέλῃ καὶ πλεῖστα πόρῃσιν, ὡς πρὸς τὸν λόγον τοῦ Ἀγελάου ἔφη ὁ παῖς· οὗ περ εἰπόντος χρῆναι γήμασθαι τὴν γυναῖκα, ὃς ἄριστος καὶ πλεῖστα πόρῃσι, λέγει καὶ αὐτὸς οὕτω συμβουλεύεσθαι τῇ μητρὶ, αἱρουμένη καὶ αὐτὴ πάντως τὸν ἄριστον, ὃς εἴη ἂν Ὀδυσσεύς. Μῦθος δὲ καὶ νῦν ἀναγκαῖος ὁ βίαιος καὶ ἀναγκαστικός· ὅθεν καὶ ἀναγκαῖοι ἐν τοῖς μετὰ ταῦτα πολεμισταί. ἔστι μέντοι καὶ ἄλλως κοινότερον ἡ λέξις κειμένη ἐπὶ τῶν ἐπιτηδείων τισὶ καὶ χρησίμων. ἀναγκαῖοι γοῦν καὶ οἱ προσήκοντες κατὰ γένος. καὶ προφέρουσιν εἰς τοῦτο χρῆσιν οἱ παλαιοὶ τοιαύτην· εὐτύχημα δʼ ἔστιν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν, ὃ καὶ γνωμικῶς εἴρηται, ἵνα δηλαδὴ καὶ ὀλίγη ἡ περὶ αὐτῶν εἴη φροντίς. Ὅτι Τηλεμάχου εἰπόντος, ἃ προσεχῶς εἶπεν, Ἀθήνη, ὡς προεδηλώθη, ἄσβεστον γέλων ὦρσε μνηστῆρσι, παρέπλαγξε δὲ νόημα, ὡς καὶ τοῦτο ἐῤῥέθη. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων δακρυόφιν πίμπλαντο. γόον δʼ ὠΐετο θυμός· τουτέστιν ἐφαντάζετο θρήνους ἡ ψυχή. ἐδήλου δὲ ταῦτα τῷ μαντικοῖς ὄμμασι βλέποντι χύσεις αἱμάτων καὶ γόους καὶ δάκρυα, ὧν πειράσονται οἱ κακοί· ὥς που καὶ ἡ παρὰ Λυκόφρονι Κασάνδρα οἰμωγὴν αὐτῇ λέγει ἰνδάλλεσθαι μαντευομένῃ τὰ ὕστερον τῶν Τρώων κακά. καὶ ὁ ἄκαιρος δὲ καὶ συχνὸς ἐνταῦθα γέλως παραφροσύνης σύμβολον ἦν. διὸ καὶ ὁ μάντις Θεοκλύμενος τεθνηξομένους καὶ ὑπὸ ζόφῳ γενησομένους αὐτοὺς προορῶν, ἆ δειλοί φησι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα· τουτέστιν, ἐκ κεφαλῆς ἐς πόδας ἐσκοτωμένοι φαίνεσθε κατὰ τοὺς ἐν Ἅιδῃ ὄντας. οἰμωγὴ δὲ δέδηε, τουτέστιν ἀνάπτεται, ὥς που καὶ μάχη δέδηε. δεδάκρυνται δὲ παρειαί· αἵματι δʼ ἐῤῥάδαται τοῖχοι καλαί τε μεσόδμαι. <!-- 2.241 -->εἰδώλων δὲ πλέον, τουτέστι πλῆρες, πρόθυρον, πλείη δὲ καὶ αὐλὴ, ἱεμένων οὐ πρὸς ἥλιον, ἀλλὰ Ἔρεβόσδε ὑπὸ ζόφον· ὅ περ ὅμοιόν ἐστι τῷ, εἰς ἑσπέραν ἢ Ἅιδην. ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς. καὶ οὕτω μὲν ὁ μάντις. αὐτοὶ δὲ καὶ πάλιν γελῶσιν, ὡς ῥηθήσεται. ταῦτα δὲ ὡς ἀπὸ ἡλίου ἐκλείψεως ὁ σοφὸς μάντις καθορᾷ, ὅτε καὶ αἵματι ἂν ἐῴκει τὰ τῆς φαύσεως τῶν ἀκτίνων, ὡς καὶ τοὺς τοίχους αἵματι δοκεῖν βάπτεσθαι καὶ κρέα δὲ τοιούτῳ φορύσσεσθαι βάμματι. καὶ αὐτοὶ δὲ ὡς ἐν νυκτὶ ἐδόκουν εἶναι διὰ τὸ τηνικαῦτα ζοφῶδες τοῦ ἀέρος. ἴσως δὲ καὶ τὸν μάντιν, φασὶν, εἰκὸς οἷον ἐνθουσιῶντα καὶ κάτοχον Ἀπόλλωνι θεοφορήτως προβλέπειν καὶ οὕτω προλέγειν ὡς τῷ οἴκῳ ἐμφανταζόμενα τὰ μικρὸν ὅσον ἐπισυμβησόμενα. εἰ δὲ οἱ μνηστῆρες θαυμάζουσιν ἀποροῦντες, διατί μὴ καὶ αὐτοὶ ὁμοίως διορῶσιν, ἔχουσιν ἀκοῦσαι καὶ αὐτοὶ, ὅτι ὀφθαλμοὺς μὲν, οἷς ὁρῶσι τὰ αἰσθητὰ, ἔχουσιν· ᾧ δὲ διορῶνται τὰ νοερὰ, οὐκ ἔχουσι. καὶ τῶν εἰδώλων δὲ ἡ ἔμφασις τὰς τῶν μνηστήρων ἐμφαίνει ψυχὰς ἰούσας ἤδη πρὸς Ἅιδου ζόφον. ἡ δὲ τοῦ ἡλίου ἔκλειψις, ὡς καὶ προδεδήλωται, οὐκ ἀπίθανος, οἷα γενομένη μὲν ἐν νουμηνίᾳ, οὐ γνωσθεῖσα δὲ ἑτέροις τισὶν ἀλλʼ ἢ μόνῳ τῷ φιλοσόφῳ καὶ μαντικῷ Θεοκλυμένῳ, ὡς καὶ τὰ τοιαῦτα εἰδότι. καὶ μήν τινες τὸ, ἠέλιος οὐρανοῦ ἐξαπόλωλεν, οὐκ ἐνόησαν ἐπὶ τοῦ ἐκλιπεῖν, ἀλλʼ ὅτι τοῖς μνηστῆρσιν ὁ ἥλιος ἤδη ἐπιλέλοιπεν ὡς τεθνηξομένοις, καθὰ καὶ Θεόκριτος ἥλιον πάντα δεδυκεῖν λέγει τῷ ἤδη θνήσκοντι. Ἰστέον δὲ ὅτι τὸ, γναθμοῖς γελᾶν ἀλλοτρίοις, καὶ νῦν ἐπιπολάζει λέγεσθαι παροιμιακῶς. τοὺς γάρ τοι, ἐφʼ οἷς μὴ ἄξιον γελῶντας ἐκ θυμοῦ ἢ ἀμηχανίας τινὸς, ξέναις φαμὲν γελᾶν παρειαῖς, ὥς περ καὶ τοὺς πρὸς βίαν ἐσθίοντας ἀλλοτρίοις ἐσθίειν γναθμοῖς, ὡς τῶν οἰκείων δῆθεν ὀκνούντων. καὶ ἔστιν ὁ τοιοῦτος γέλως ἕτερός τις παρὰ τὸν σαρδόνιον. καὶ ἄλλως δὲ φράσαι, τὸ μὴ κατὰ προαίρεσιν, μηδὲ ἡδέως ἐνεργοῦν μόριον, οὐδὲ μέλος οἰκεῖον εἶναι λογιζόμεθα· ὃ καὶ οἱ μνηστῆρες πάσχουσιν. ἔτι δὲ καὶ ἄλλως, σύμβολόν ἐστι τὸ ῥηθὲν τοῦ ἐξεστηκέναι τοὺς μνηστῆρας ἑαυτῶν ὡς οἷον μηδὲ ἐν σώμασιν εἶναι. διὸ καὶ ἀπηλλοτρίωνταί πως αὐτοί τε τῶν οἰκείων σωμάτων καὶ αὐτὰ ἐκείνων, ὡς δοκεῖν ὡς ἀλλοτρίοις γελᾶν γναθμοῖς. ὤσσοντο γὰρ ἤδη θάνατον αὐτοῖς αἱ ψυχαὶ καὶ ἁρμονίας φυσικῆς παράλυσιν καὶ μελῶν καὶ μερῶν ἀποξένωσιν. οὕτω καὶ τὸν μὴ μετὰ ἐπιθυμίας ἐσθίοντα στόματι ἀλλοτρίῳ φαμὲν ἐσθίειν. καὶ ὁ ἐν λόγοις δὲ παρήκοος ὅμοιόν τι σκωφθείη ἂν κατὰ τῆς ἀκοῆς. οὕτω δὲ καὶ διʼ ἐλπίδα κακοῦ τινὸς βάδην περιπατῶν καὶ ὡς οὐκ ἂν ἐθέλῃ. καὶ χεῖρα δέ τις ἐπιβαλὼν ἔργῳ πρὸς βίαν ἀλλοτρίᾳ εἴποι ἂν χειρὶ πρᾶξαι. οὐκ ἀφέξεται δὲ τοιαύτη ἔννοια οὐδὲ ὀφθαλμοῦ, ὅτε βλέπει ἃ μὴ βούλεται. ἴσως δὲ τὸ, γναθμοῖς ἐγέλων ἀλλοτρίοις, καὶ ὅμοιόν ἐστι τῷ, ἀχρεῖον ἐγέλασεν, ὃ ἐπὶ τῆς Πηνελόπης εἴρηται. Τὸ δὲ γελοίων πλεονασμὸν ἔχει τοῦ ἰῶτα, ὡς ἀπὸ τοῦ γελόων, ἤγουν ἐγέλων γενόμενον· ἔστι γὰρ γελόω ῥῆμα, ὡς ὁρόω, βοόω καὶ τὰ τοιαῦτα. διὸ καὶ γελόωντες ἐρεῖ ἐν τοῖς ἑξῆς· καὶ, αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι· καὶ προϊὼν δὲ αὖθις γελοίωντες εἴποι κατὰ ὅμοιον πλεονασμὸν, οἷα μὴ ἔχων εἰπεῖν γελώωντες μετὰ ἐκτάσεως τῆς λο συλλαβῆς. τὰ γὰρ διὰ τοῦ ώω ὑπὲρ δύο συλλαβὰς βαρύτονα μακροῦ θέλει ἔχειν τὴν προπαραλήγουσαν, ὡς τὸ μαιμώω, ἡβώω. τὸ δὲ γελόω βραχείᾳ συλλαβῇ προπαραλήγεται· ὅθεν διὰ προσθήκης τοῦ ἰῶτα ἡ τῆς παραληγούσης ἔκτασις γίνεται ὁμοίως τῷ, ἠγνόησαν, ἠγνοίησαν, καὶ τῷ, ἀλοῶ, ἀλοιῶ· οἷον, ὀστέον ἄχρις ἀπηλοίησε, καὶ τοῖς τοιούτοις. Αἱμοφόρυκτα δὲ κρέα τὰ αἱμοβαφῆ, ὁποῖα καὶ τὰ ὠμά. συγκέκοπται δὲ ἡ λέξις ἐκ τοῦ αἱματοφόρυκτα· ἄλλως γὰρ παρὰ τὸ αἷμα αἱμαφόρυκτα ὤφειλεν εἶναι. τοιοῦτον δὲ καὶ τὸ αἱμόῤῥυτον καὶ τὸ αἱμοβαφὲς καὶ αἱ παρὰ τῷ Λυκόφρονι αἱμόφυρτοι μάχαι. δῆλον δὲ καὶ ὅτι τὰ αἱματηρὰ σύμβολα οὐδέν τι δηλοῦσιν αἴσιον, οὔτε τὴν ἐπʼ ἀληθείᾳ, οὔτε τὰ κατὰ ἔμφασιν· ὧν τοῦ μὲν δήλωσις αἱ ἐν Ἰλιάδι αἱματόεσσαι ψιάδες καὶ τὰ κατʼ αὐτὰς, τοῦ δὲ ἡ ἐνταῦθα μαντικὴ θεωρία. συμφωνεῖ δὲ τῷ τοιούτῳ λόγῳ καὶ παροιμία λέγουσα ἐπὶ τῶν ἀδυνάτων τὸ, πρότερον αἷμα ὕσει ἤ περ δηλαδὴ τόδε τι γενήσεται. Τὸ δὲ εἰλύαται ἀντὶ τοῦ, κεκαλυμμέναι εἰσὶν, ὡς ἀπὸ τοῦ εἰλύω· ἀφʼ οὗ καὶ τὸ ἐπειλύω καὶ εἰλυὸς ὁ φωλεός. τὸ μέντοι εἰλύω ἐκ τοῦ εἰλῶ γίνεται κατὰ παραγωγήν. ἔοικε γάρ πως κρύψει καὶ ἡ εἴλησις. Τὸ δὲ, οἰμωγὴ δέδηε, τὸν ἐκ πολέμου δηλοῖ θρῆνον. ἀπὸ τοῦ δαίω γὰρ τὸ δέδηεν, ὅθεν καὶ δαῒς καὶ δηῒς ὁ καυστερὸς πόλεμος, εἴτουν πυρόεις, ἤδη δὲ καὶ πύρινος κατὰ τὸ, πύρινος πόλεμος σφοδρὸς πάνυ Ῥωμαίων πρὸς Κελτίβηρας καὶ <!-- 2.242 -->ἀδιάλειπτος. Περὶ δὲ τοῦ ἐῤῥάδαται, οὗ ῥάζω τὸ θέμα, καὶ τίνες αἱ μεσόδμαι, προδεδήλωται ἐν τῷ ῥάσατε. δῆλον δʼ ὅτι ὁ τὸ ἐρηρέδαται γνοὺς, ὃ ἐν τοῖς φθάσασιν ἐδηλώθη, ἐκεῖθεν εἴσεται καὶ τὴν κίνησιν τοῦ ἐῤῥάδαται. Ἡρακλείδης δὲ ἀκριβέστερόν τι τῶν ἐκεῖ γεγραμμένων παραδιδοὺς διὰ καθαροῦ ἐκφέρεσθαι λέγει πληθυντικὰ Ἰωνικὰ κατὰ τὴν παρατέλευτον, τὸ κεκλέαται, νενοέαται, εἵαται διὰ διφθόγγου, καὶ ἥαται διὰ τοῦ ἦτα, καὶ ὅσα τοιαῦτα, ὧν καὶ ἡ Ἰλιὰς μέμνηται. ὅσα δὲ τῇ δᾶ συλλαβῇ παραλήγονται, σύμφωνον πρὸ τοῦ ἄλφα ἔχειν φησὶν ἀρκτικὸν τῆς τελευταίας τοῦ ἐνεστῶτος. τοῦτο δὲ ἐπὶ μὲν τοῦ ἐρείδω ἐρηρέδαται ὀρθῶς εὐοδοῦται· ἐπὶ δὲ τοῦ ὀνομάζω ὠνομάδαται, καὶ ῥάζω ἐῤῥάδαται οὐκ ἄλλως ἂν ἔχοι ἀληθεύειν, εἰ μὴ διὰ τὴν τοῦ ζ πρὸς τὸ δ συγγένειαν τὴν μυριαχοῦ φαινομένην, ἵνα ᾖ ὥς περ ἐξ ὀρθοῦ ἐρείδω ἐρηρέδαται, οὕτω καὶ ἐκ τοῦ δῆθεν ὀνομάδω καὶ ῥάδω ὠνομάδαται καὶ ἐῤῥάδαται. λέγει δʼ ἐκεῖνος καὶ ὡς οὐκ ἔστιν ἀπὸ τοῦ ῥαίνω γενέσθαι τὸ ἐῤῥάδαται. ἦν γὰρ ἄν, φησιν, ἐῤῥάναται τοῖχοι, ἵνα ἦν πρὸ τοῦ ται τὸ ν τὸ ἀρκτικὸν τῆς τελευταίας τοῦ ἐνεστῶτος, ὡς καὶ ἐπὶ τοῦ ἐρηρέδαται. Ὅτι μαντευσαμένου, ὡς ἐῤῥέθη, τοῦ Θεοκλυμένου οἱ μνηστῆρες πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασαν. Εὐρύμαχος δὲ καὶ λαλεῖ σκωπτικῶς τὰ εἰκότα εἰπών· ἀφραίνει ξεῖνος νέον ἄλλοθεν ἐλθὼν, ὡς εἴ περ δηλαδὴ πάλαι ἦν ἐλθὼν, ἐφρόνει ἂν ἡμῖν συναναστραφείς. ἀλλά μιν αἶψα νέοι δόμου ἐκπέμψασθε θύραζε εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει. καὶ ὁ Θεοκλύμενος, Εὐρύμαχέ, φησιν, οὔ τί σε ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν. εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικὴς, ὥστε δηλαδὴ καὶ ἀφραίνειν με. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν ἐρχόμενον, τὸ μὲν οὔ τις ὑπεκφύγῃ οὐδʼ ἀλέαιτο ἀνδρῶν, οἳ ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε. καὶ ὁ μὲν οὕτως εἰπὼν ἐξῆλθε καὶ ἀφίκετο εἰς τὸν προῤῥηθέντα Πείραιον· ἀποστερήσας μὲν συμμάχου τὸν Ὀδυσσέα, δηλώσας δὲ ὅμως τῷ Ὀδυσσεῖ, ὅ περ ἐκεῖνος ἤθελε. καὶ εἶχε μὲν ὁ ποιητὴς μεθοδεῦσαι, παραμεῖναι τῇ μάχῃ καὶ τὸν Θεοκλύμενον, οὐκ ἐθέλει δὲ, μὴ καὶ δόξῃ Ὀδυσσεὺς περιγενέσθαι τῶν μνηστήρων πλήθει συμμάχων. εἰπὼν οὖν ὁ μάντις ὅσα φίλα τῷ Ὀδυσσεῖ, ἄπεισι· καὶ οἱ μνηστῆρες πάλιν γελῶσιν, Ὁμήρου καὶ τοῦτο πιθανῶς πρὸς τῷ τέλει τῶν κατʼ αὐτοὺς πλάσαντος, ἵνα ὄλεθρος αὐτοῖς ἐπέλθοι μὴ ὅτι γε κακόν τι καραδοκοῦσιν, ἀλλὰ καὶ μᾶλλον ἐπεγγελῶσιν εἴ τι κακὸν ἀκούσουσι. διὸ καὶ παρασημειώσεται ἐν τῷ τέλει τῆς ῥαψῳδίας, ὅτι τὸ μὲν δεῖπνον αὐτοῖς γέλωτας εἶχεν, ὁ δὲ δόρπος οὐκ ἦν εὔχαρις. Ὅρα δὲ τὸ, ἐκπέμψασθε θύραζε, παθητικῶς νῦν λεχθέν· ἐν ἄλλοις γὰρ καὶ ἐνεργητικῶς φράζεται. Ἐν δὲ τῷ, εἰσί μοι ὀφθαλμοὶ καὶ οὔατα καὶ πόδες ἄμφω καὶ νόος, καὶ ἀστεῖος καὶ γοργὸς ὁ λόγος. λέγει γὰρ, ὅτι εἰσί μοι ὀφθαλμοὶ ὥστε οὐκ ἐθέλω πομπῆας· εἰσί μοι οὔατα, διὸ ἀκούσας, ὡς ἐκπέμπομαι, ἄπειμι· εἰσί μοι καὶ πόδες ἄμφω, οὐ μὴν εἷς, ὥστε καὶ οὕτω πομποῦ τε οὐ δέομαι καὶ ἔξειμι δὲ θύραζε βαδιστικῶς· ἔστι δέ μοι καὶ νόος, οἷα μὴ ἀφραίνοντι, διʼ οὗ νοέω κακὸν, ἐξ οὗ πάντες οἰχήσεσθε. Ἰστέον δὲ ὅτι τὸ οὔατα Ἰωνικὴν ἐπένθεσιν ἔχει τοῦ υ· εὐθεῖα γὰρ αὐτοῦ ἑνικὴ ὄας καθʼ Ἡρῳδιανὸν, ὡς φόας. διὸ καὶ συναιρεθέντα εἰς φῶς καὶ ὦς, ἃ δὴ μόνα ἐν οὐδετέροις εἰς ως λήγει, διὰ τοῦ ταυ κλίνεται. Τὸ δὲ, οὐδὲν ἀεικὴς, πρὸς τὸ τετυγμένος κολλᾶται, ἵνα εἴη νοῦς οὐ τετυγμένος ἀεικής. Καὶ σημείωσαι, ὡς ἔνθα κεῖται μόνον τὸ τετύχθαι ἢ τὸ τετυγμένος, τοιοῦτόν τι καὶ ἐκεῖ ἔξωθεν προσυπακούεται· οἷον τετύχθαι, οὐδὲν ἀεικῶς, καὶ τετυγμένα, οὐδὲν ἀεικῆ· ἵνα εἴη ταυτὸν τὸ εὔτυκτος καὶ τὸ τετυγμένος οὐδὲν ἀεικής. Τὸ δὲ, οὐχʼ ὑπεκφύγῃ οὐδʼ ἀλέαιτο, τὴν αὐτὴν δηλοῦσιν ἔννοιαν, διπλωθεῖσαν πρὸς ἔνδειξιν τῆς τῶν μνηστήρων πανωλεθρίας. Τὸ δὲ, ἀτάσθαλα μηχανάασθε, διὰ σαφήνειαν ἐσχημάτισται· ἄλλως γὰρ ἦν εἰπεῖν καὶ ὅτι οὔ τις ὑπεκφύγῃ ἀνδρῶν, οἳ ἀτάσθαλα μηχανόωνται. Ἰστέον δὲ ὅτι ἐν τῷ, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει, ἐοίκασι νομίζειν οἱ μνηστῆρες οἴνῳ σφάλλεσθαι τὰς ὄψεις τῷ Θεοκλυμένῳ. ἐπεὶ καὶ ἀληθῶς πλανᾷ ὁ πολὺς οἶνος τὰς τῶν μεθυόντων ὄψεις, ὡς καὶ πρὸ τούτων γέγραπται. καὶ τοῦτο δηλῶν Ἀνάχαρσις ἠστεΐσατο ἐν συμποσίῳ τὸ περιφερόμενον. ἀκούσας γὰρ ὑπό του τῶν συμπινόντων, ὡς αἰσχρὰν γυναῖκα γεγάμηκεν, ἔφη· πάνυ γε κἀμοὶ δοκεῖ· ἀλλά μοι ἔγχεον, ὦ παῖ, ποτήριον ἀκρατέστερον, ὅπως αὐτὴν καλὴν ποιήσω· δεικνύς, φασιν, ὡς ψευδεῖς δόξαι τοῖς μεθύουσιν ἕπονται. Ὅτι ἠθοποιῶν Ὅμηρος, τί ἂν εἶπον οἱ <!-- 2.243 -->γελοιασταὶ μνηστῆρες κατὰ τῶν τοῦ Τηλεμάχου ξείνων, πρῶτα μὲν θαυμάζειν αὐτοὺς ἔφη ἐπὶ τοῖς ξείνοις τοῦ Τηλεμάχου γελόωντας· εἶτα φησὶν, ὡς οὕτως ἄν τις εἶπε· Τηλέμαχε, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος, ἤγουν κακῶν ξείνων ὑποδοχεύς· οἷον μέν τινα τοῦτον ἔχεις ἢ ἄγεις ἐπίμαστον ἀλήτην, σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὕτως ἄχθος ἀρούρης. ἄλλος δʼ αὖ οὗτος ἀνέστη μαντεύεσθαι. καὶ ἐπεὶ οὐδέν τι πλεῖον εἰπεῖν ἔχει τῶν ἤδη σκωπτικῶς ἐπὶ τῷ Θεοκλυμένῳ ῥηθέντων, ἐπάγει κερδαλέαν ἀξίωσιν ταύτην· ἀλλʼ εἴ μοι πείθοιο, τό κεν πολὺ κέρδιον εἴη· τοὺς ξένους ἐν νηῒ βαλόντες ἐς Σικελοὺς πέμψωμεν, ὅθεν καί τοι ἄξιον ἄλφοι. καὶ αὐτοὶ μὲν οὕτως. ὁ δʼ οὐκ ἐμπάζετο μύθων· πάνυ γὰρ ἤδη περιφρονεῖ αὐτούς. ἀκέων δὲ πατέρα προσδέρκεται, πότε ἂν μάχης κατάρξηται, ἣν καὶ ἐκεῖνος ἤδη σκέπτεται. Σημείωσαι δὲ ὡς οἱ μὲν μνηστῆρες οὕτως ἐξουθενοῦσι τὸν ξεῖνον Ὀδυσῆα· αὐτὸς δὲ, ὅτε διοϊστεύσει τοῦ σιδήρου, ἐρεῖ· Τηλέμαχε, οὔ σε ὁ ξεῖνος ἐλέγχει καὶ τὰ ἑξῆς. Περὶ δὲ τῆς γραφῆς τοῦ κακοξεινότερος εἴτε διὰ τοῦ ω μεγάλου εἴτε καὶ διὰ μικροῦ ἡ προπαραλήγουσα, ἱκανῶς ἑτέρωθι προδεδήλωται. Ἐπίμαστος δὲ ὁ ἐπαίτης ὡς τροφὴν μαστεύων, ὅ ἐστιν ἐπιζητῶν. διὸ ἑρμηνεύων ἐπάγει· σίτου καὶ οἴνου κεχρημένος, οὗ ἀνάπαλιν ἔχει ὁ σίτου καὶ οἴνου κεκορημένος. Ἔμπαιος δὲ ὁ ἔμπειρος καὶ ἐντριβὴς, παρὰ τὸ παίω, ὁ πολλοῖς δηλαδὴ προσπεπαικὼς πράγμασι. καὶ νῦν μὲν ἐν ἀρχῇ στίχου ἡ λέξις κειμένη δόξοι ἂν συστέλλειν τὴν παραλήγουσαν κατὰ λόγον δακτύλου ποδός· ἐν δὲ τῇ ἑξῆς ῥαψῳδίᾳ ἐν τῷ, κακῶν ἔμπαιος ἀλήτης, ἔκδηλος ἡ διὰ διφθόγγου γραφή· διὸ καὶ ἐνταῦθα οὕτω γραπτέον καὶ μετρητέον τὴν λέξιν κατὰ πόδα σπονδεῖον ἐκ συνιζήσεως. Τὸ δὲ, ἄχθος ἀρούρης, παροιμιῶδες μέν ἐστιν· ὑποδηλοῖ δὲ τὸν βουγάϊον. Ἐν δὲ τῷ, ἐς Σικελοὺς πέμψωμεν, ὅρα ὡς ἐγίνωσκον οἱ παλαιοὶ τοὺς Σικελούς. διὸ εἴ περ ἐκεῖ πλανᾶσθαι τὸν Ὀδυσσέα ἱστορικῶς ἐδόξαζε καὶ ὁ ποιητὴς, εἶχεν ἂν ἐπισημήνασθαι καὶ οὐκ ἂν ἐσίγησε. νῦν δὲ, ὡς καὶ προεῤῥέθη, ἑκὼν τερατευόμενος ποιητικώτερον, ἐξετόπισε τὴν πλάνην. καὶ ἐν τοῖς ἑξῆς δὲ Σικελὴ γραῦς ἱστορεῖται γυνὴ τοῦ Δολίου. διαφορὰν δέ τινές φασι Σικελιωτῶν καὶ Σικελῶν τὸ τοὺς μὲν Ἕλληνας, τοὺς δὲ βαρβάρους εἶναι. φησὶ γοῦν Αἴλιος Διονύσιος, ὅτι Ἰταλοὶ μὲν οἱ βάρβαροι, Ἰταλιῶται δὲ οἱ ἐπῳκηκότες Ἕλληνες τὴν Ἰταλίαν. οὕτω καὶ Σικελοί φησι καὶ Σικελιῶται διαφέρουσιν. οὐκέτι δὲ ἀνάλογον Θεσσαλοί, φησι, καὶ Θεσσαλιῶται πρὸς ἀλλήλους ἔχουσιν, ἀλλʼ ἐκ τοῦ ἐναντίου σχεδόν. ἔθνος γάρ τι τῶν ὑπεροικούντων τὴν Θεσσαλίαν βαρβάρων Θεσσαλιῶται καλοῦνται. Ἰστέον δὲ ὅτι οἱ Σικελοὶ καὶ Σικανοὶ δοκοῦσι λέγεσθαι, ἐπεὶ καὶ Ἡρόδοτος Σικανίαν ἔοικε τὴν νῦν Σικελίαν λέγειν. Διόδωρος μέντοι διαφορὰν τούτων οἶδεν ἐν οἷς λέγει, Σικανῶν καὶ Σικελῶν. Τὸ δὲ, ἄξιον ἄλφοι, ἢ οὐδετέρως ἀντὶ τοῦ, εὑρήσει τὸ ἄξιον, ἤγουν τὴν ἀξίαν τιμὴν, ἢ κατὰ γένος ἀρσενικὸν ἐλλειπτικῶς. τὸ γὰρ τέλειον, ἄξιον ὦνον ἄλφοι, ὡς καὶ ἀλλαχοῦ ἔκειτο. Ὅτι δὲ τὸ ἄξιον καὶ ἐπὶ τοῦ εὐώνου ἔκειτο παρὰ τοῖς ὕστερον Ἀττικοῖς, δηλοῖ σαφῶς καὶ ὁ κωμικὸς ἔν τε ἄλλοις καὶ ἐν τῷ, ἀξιωτέρας ἀφύας, ἤγουν εὐωνοτέρας. δῆλον δὲ ὅτι πρὸς ἐκφόβησιν ἐνταῦθα ἐξεφωνήθησαν οἱ Σικελοὶ, ὡς καὶ πρὸ τούτων ὁ Ἔχετος τῷ Ἴρῳ. εἰκὸς δὲ καὶ ἐμπορικοὺς τὰ τοιαῦτα εἶναι τοὺς Σικελοὺς, ἴσως δὲ καὶ ἀνδραποδιστάς. Ὅτι ἀναγκαίως ἡ σοφὴ Πηνελόπη κατάντηστιν θεμένη περικαλλέα δίφρον ἀνδρῶν ἐν μεγάροις ἑκάστου μῦθον ἄκουε. πλάττει δὲ ὁ ποιητὴς τοῦτο ἐπίτηδες, ἵνα μαθοῦσα τὰ λαλούμενα ἐπισπεύσῃ τὸν διὰ τῶν πελέκεων ἄεθλον, καὶ οὕτω γένηται τὸ ἔργον τάχιον. Τὸ δὲ κατάντηστιν δηλοῖ μὲν τὸ ἀντικρύ, φασι, τοῦ ἀνδρεῶνος. πλεονασμὸν δὲ τοῦ σίγμα ἔχει ὁμοίως τῷ, προμνηστῖνοι, διὰ τὸ καλλιφωνότερον. ἄλλως γὰρ οὐκ ἀναγκαίως ἔχει τὸ σίγμα, ὡς δηλοῖ καὶ τὸ, ἐνάντητος ἐδωδή· καὶ τὸ δυσάντητος, καὶ εἴ τι ἄλλο τοιοῦτο. Ὅτι προαναφωνῶν οἷα πείσονται πρὸς ἑσπέραν οἱ μνηστῆρες φησί· δεῖπνον μὲν τοί γε γελοίωντες τετύκοντο ἡδύ τε καὶ μενοεικὲς, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν· δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, οἷον δὴ τάχʼ ἔμελλε καρτερὸς ἀνὴρ θήσειν καὶ ἡ παρʼ αὐτῷ Ἀθηνᾶ φρόνησις. πρότεροι γάρ, φησιν, ἀεικέα μηχανόωντο· οὗ ἕνεκεν δηλαδὴ καὶ ὤλοντο οἷα κακῶν προκατάρξαντες. Καὶ ὅρα τὸ, ἐπεὶ μάλα πολλὰ ἱέρευσαν· ἐξ ὧν οὐ μόνον τὸ δεῖπνον ἡδὺ καὶ μενοεικὲς, ἀλλὰ καὶ αὐτοὶ ἡδὺ γελόωντες διά τε τὸν κόρον, ὡς καὶ προδεδήλωται, καὶ διὰ τὴν ὡς εἰκὸς μέθην· ἃ δὴ καὶ αὐτὰ ἔχει τι συλλαβέσθαι τοῖς μνηστῆρσι <!-- 2.244 -->πρὸς τὴν ῥηθεῖσαν ὠχρίασιν καὶ τὸ ἄλλως εἰδεχθὲς, ἅ περ ὁ Θεοκλύμενος παρεσημειώσατο. Τὸ δὲ, γελοίωντες τετύκοντο, βέλτιον οὕτω γράφειν. εἰ δέ που γράφεται γελώωντες διὰ τῶν δύο μεγάλων ω, νοητέον τὴν οι δίφθογγον τοῦ γελοίωντες τραπῆναι εἰς ω μέγα ὁμοίως τῷ, ἀγκώνη, ἀγκοίνη, καὶ τοῖς ὁμοίοις. Ἀχαρίστερον δὲ τὸ ἀηδέστερον· οὗ ὁ τύπος ὡς τὸ λαλίστερον καὶ κλεπτίστερον. δῆλον δὲ ὅτι ἀντίκειται τὸ ἡδὺ, τουτέστι τὸ χαρίεν, πρὸς τὸ ἄχαρι· διὸ καὶ ἐνταῦθα ἡδὺ μὲν τὸ δεῖπνον, ὁ δὲ δόρπος ἄχαρις.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Πηνελόπη τῷ τείνοντι τὸ τόξον ὁμολογεῖ τὸν ἑαυτῆς γάμον. Ὀδυσσεὺς δὲ Εὐμαίῳ καὶ Φιλοιτίῳ ἐντειλάμενος περὶ τῆς τῶν θυρῶν ἀσφαλείας αὐτὸς ἀφίησι τὸ βέλος διὰ τῶν πελέκεων, ἄλλου τεῖναι τὸ τόξον μὴ δυνηθέντος.

ΟΔΥΣΣΕΙΑΣ Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-acu`.
