---
title: "Commentary on Homer's Odyssey: Book XX"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Υ"
author: Eustathius of Thessalonica
eul_wid: xpw-act
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-20-xpw-act"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:5dcf400bdf401dcc9db371718c867f86ab15421bfc59043f0bc8a7c82bc2dc87"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book XX

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Υ*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-act` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-20-xpw-act)

## Text

<!-- 2.187 -->Ὅτι Ὀδυσσέως καὶ Πηνελόπης ὁμιλία καὶ ὑπὸ Εὐρυκλείας ἀναγνωρισμὸς ἡ ἀνὰ χεῖρας ἐπιγράφεται ῥαψῳδία διὰ τὸ κατʼ αὐτὴν πλασθῆναι ταῦτα γενέσθαι. Ὅτι τῶν μνηστήρων ὑποχωρησάντων ἑκάστου εἰς τὰ οἰκεῖα καὶ τῶν δμωΐδων κατεπτοημένων, οἷς Ὀδυσσεὺς αὐτὰς ἀπειλησάμενος ἐξεθρόησεν, ὑπελείπετο Ὀδυσσεὺς ἐν μεγάρῳ, μνηστῆρσι φόνον σὺν Ἀθηνᾷ μερμηρίζων. ἀγαθὴ γὰρ ἐν νυκτὶ βουλὴ κατὰ παροιμίαν· ὅθεν καὶ εὐφρόνη, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, λέγεται ἡ νύξ. καὶ τέως πρὸ τῶν ἄλλων κατατίθενται ἔσω τὰ πρόχειρα ὅπλα ὁ ξεῖνός τε πτωχὸς καὶ ὁ Τηλέμαχος καὶ ἡ γραῦς Εὐρύκλεια. ἔνθα καὶ στίχους Ὀδυσσεὺς αὐτοὺς ἐκείνους ἀπαραλλάκτως λέγει, οὓς καὶ ἐν τῇ π ῥαψῳδίᾳ περὶ τῶν ὅπλων τῷ Τηλεμάχῳ ἔφη, ἀρξάμενος οὕτω· Τηλέμαχε, χρὴ τεύχεʼ Ἀρήϊα κατθέμεν εἴσω πάντα μάλα· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι παρφάσασθαι, καὶ ἑξῆς τοὺς ὀκτὼ στίχους ἐκείνους ἕως τοῦ, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. ἔνθα καὶ κεῖται πρὸ ἑνὸς ἑκάστου στίχου ἀστερίσκος δίχα ὀβελοῦ, ὡς ἐνταῦθα τῶν τοιούτων στίχων ἄριστα κειμένων, καὶ οἷον ἀστέρος δίκην λαμπόντων, οὐ μὴν ἐκεῖ, ὡς ἐπικρίνουσιν οἱ παλαιοί. Ἰστέον δὲ ὅτι τότε μὲν ἔφη Ὀδυσσεὺς τῷ Τηλεμάχῳ, ὅτι νεύσει μὲν αὐτὸς τῇ κεφαλῇ, ὁ δὲ Τηλέμαχος νοήσας μεταθήσει τὰ ὅπλα· ἐνταῦθα δὲ τοῦ καιροῦ διδόντος ἄδειαν οὐ νεύει κεφαλῇ, λαλεῖ δὲ τὸ ποιητέον· μετʼ ὀλίγα δὲ καὶ συμπράξει, διδάσκοντος τοῦ ποιητοῦ καὶ νῦν, ὡς πολλάκις ἄλλως ἡμῶν προβουλευσαμένων ἄλλως ἐκβαίνει τὰ πράγματα. Ὅτι ἐς τοσοῦτον αἱ δμωαὶ τοῦ Ὀδυσσέως ἄπιστοι, ὥς τε οὐκ ἔχει ὁ Τηλέμαχος καταθέσθαι τὰ ὅπλα ἐν ἀσφαλεῖ, εἰ μὴ λάθοι αὐτὰς πρὸς τὸ μὴ ἐξειπεῖν, δηλαδὴ τοῖς μνηστῆρσι. δικαίως ἄρα ὕστερον κολασθήσονται. φησὶ γοῦν ὁ Τηλέμαχος· μαῖα, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας, ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς καλὰ, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει, ἤγουν ἀφανίζει, πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα. νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνα οὐ πυρὸς ἵξεται ἀϋτμὴ, τουτέστι καπνὸς, ὡς προγέγραπται. Ὅρα δὲ ὅτι πρὸ ὀλίγων τεύχεα καταθέμεν εἰπὼν ἐνεργητικῶς ἀντὶ τοῦ καταθεῖναι, νῦν παθητικῶς καταθέσθαι τὸ αὐτό φησιν ἀκολούθως τῷ, ἐς θάλαμον καταθείομαι. Τὸ δὲ, ἔντεα καλὰ, πρὸς διαστολὴν κεῖται τῆς αἰσχρίας, ἣν ἐκ τοῦ καπνοῦ ἔπασχον. ἀκηδέα δὲ καὶ νῦν τὰ ἠμελημένα. Τὸ δὲ, καπνὸς ἀμέρδει, ἀντὶ τοῦ σκοτίζει, στερίσκει τοῦ μέρδειν, ὅ ἐστι λάμπειν, ὡς <!-- 2.188 -->ἐντεῦθεν μηδὲ καλὰ εἶναι αὐτὰ, ἀλλὰ κατῃκίσθαι, ὡς προείρηται. Ὅρα δὲ ὅπως ὁ ῥήτωρ νεανίας τὴν ἔννοιαν, ἣν ὁ πατὴρ αὐτῷ περὶ τῶν ὅπλων ὑπέθετο, ἐν ἐπιτόμῳ καὶ πάντῃ ὀλιγίστῳ παραφράσας τῇ μαίᾳ εἶπε, μὴ πλατύνας κατὰ τὸν Ὀδυσσέα ῥητορικῶς, ὅτι μηδὲ ἦν ἀναγκαῖον. Ὅτι εὐχὴ ἀπὸ φίλου τινὸς γέροντος πρός τινα τῶν οἰκείων ἀμελοῦντα τὸ, αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο, οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν. Εὐρύκλεια δὲ τῷ Τηλεμάχῳ τοῦτο λέγει. Ἔστι δὲ ἐπιφροσύνη ἢ ἡ ἁπλῶς φρόνησις πλεοναζούσης τῆς προθέσεως, ὡς καὶ ἐν τῷ ἐπιβουκόλος καὶ ἐπίουρος, ἢ ἡ πλείων φρόνησις, οἱονεὶ ἡ ἐπὶ τῇ προτέρᾳ ἐπιτιθεμένη ἢ ὕστερόν ποτε, καθʼ ὁμοιότητα τοῦ Ἐπιμηθέως, ὃς ἀντίκειται τῷ Προμηθεῖ, καθὰ καὶ ὁ ἐπίφρων τῷ πρόφρονι. Τὸ δὲ ἀνέλοιο ἢ περιττὴν καὶ αὐτὸ ἔχει τὴν πρόθεσιν ἢ κατὰ τὴν περὶ ψυχῶν Ἑλληνικὴν δόξαν ἀντὶ τοῦ ἀναλάβῃς εἴτουν ἀναμνησθείης εἴληπται. Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ βλώσκειν ἀντὶ τοῦ μολεῖν, ὡς καὶ πρὸ τούτων, μετὰ προθέσεως μέντοι οἷον, δμωὰς δʼ οὐκ εἴας προβλωσκέμεν. Ὅτι τὸ, οὐ γὰρ ἀεργὸν ἀνέξομαι, ὃς ἂν ἐκ τῶν ἐμῶν τρέφηται, παραινετικόν ἐστι τοῦ χρῆναι τοὺς ἐν τῷ οἴκῳ πάντας χρησίμους εἶναι, μὴ ὅτι γε τοὺς οἰκείους, ἀλλὰ καὶ εἴ πού τις παρατύχοι ξένος. ἐρωτηθεὶς οὖν ὑπὸ τῆς μαίας Τηλέμαχος, τίς ἂν φάος οἴσει, τουτέστιν ἐν χερσὶ βαστάσῃ, ἐπεὶ ὡς ἐῤῥέθη αἱ δουλίδες προμολεῖν εἴργονται, φησί· ξεῖνος ὅδε. οὐ γὰρ ἀεργὸν ἀνέξομαι, ὅς κεν ἐμῆς γε χοίνικος ἅπτηται καὶ τηλόθεν εἰληλουθὼς, ἤγουν οὐδεὶς ἀργὸς τραφήσεται παρʼ ἐμοί. λείπει δέ τι καὶ ἐνταῦθα ἐν τῷ, οὐ γὰρ ἀεργὸν ἀνέξομαι. λέγει γὰρ, ὡς οὐκ ἂν ἀνασχοίμην ἀργὸν ὄντα ἢ διάγοντα. Τὸ δὲ ἀνέξομαι ἀεργὸν τῆς ἀρχαίας Ἀτθίδος. οἱ γὰρ ὕστερον γενικῇ συντάσσουσι τὸ ἀνέξομαι. Χοῖνιξ δὲ νῦν ἡ τροφή. δίσημος γὰρ ἡ λέξις, ἐπί τε σκεύους τοῦ μετροῦντος καὶ τοῦ μετρουμένου πράγματος. οὕτω δὲ καὶ ὁ μέδιμνος καὶ τὸ τάλαντον καὶ ὁ ξέστης καὶ ἕτερα πολλά. Χοῖνιξ δὲ σκεῦός τι μετρητικὸν σπορίμων, μεῖζον τοῦ παρὰ τοῖς παλαιοῖς καλουμένου μέτρου. ἐκ τούτου παρὰ τοῖς ὕστερον καὶ δεσμὸς ποδῶν ἐκαλεῖτο χοῖνιξ καθʼ ὁμοιότητα ἴσως τῆς κατὰ τὸ σκεῦος στρογγυλότητος. οἱ δὲ παλαιοὶ ἁπλῶς οὕτω φασί· χοινίκαι, παχεῖαι πέδαι, ὧν εὐθεῖα ἡ χοινίκη, παρονομασθεῖσα ἐκ τῆς χοίνικος. Ἰστέον δὲ ὅτι τε τὸ ἐπὶ χοίνικος μὴ καθῆσθαι τὸ Πυθαγόρειον, ἤγουν μὴ τρέφεσθαι ἀργὸν, ἐκ τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου ὥρμηται. ἅπαξ δὲ ἡ λέξις εἴρηται ὧδε παρὰ τῷ ποιητῇ. καὶ ὅτι ὃς ἀεργὸς χοίνικος ἐθέλει ἅπτεσθαι, καὶ μάλιστα νέος ὢν, κληθείη ἂν σιτόκουρος κατὰ τὸ, ὀκνηρὸς πάντα μέλλων σιτόκουρος, ὅ φησι Μένανδρος, ὡς ὁ Ἀθήναιος ἱστορεῖ. καὶ ὅτι κατὰ τὸν Βυζάντιον Δημήτριον τὸ ῥηθὲν Πυθαγόρειον αἴνιγμα, ὥς φησιν ὁ αὐτὸς ῥήτωρ, δήλωσίς ἐστι τοῦ χρῆναι μὴ σκοπεῖν τὰ ἐφήμερα, ἀλλὰ τὴν ἐπιοῦσαν προσδέχεσθαι. καὶ ὅτι καθάπερ ἡ χοῖνιξ, οὕτω καὶ ἡ ἀχάνη μέτρον Βοιώτιον, πολλῶν τινῶν, φασὶ, μεδίμνων. Περσικὰ δέ, φασι, μέτρα αἱ ἀχάναι, ἃς καὶ κίστας εἶπον τινές· εἰς ἃς ἀπετίθεντο ἐπισιτισμοὺς οἱ ἐπὶ θεωρίαν στελλόμενοι, ὡς ἐῤῥέθη καὶ ἀλλαχοῦ. λέγονται δὲ καὶ ἀχανίδες παρὰ τῷ κωμικῷ ἐν Ἀχαρνεῦσιν. οὕτω καὶ ἀρτάβη μέτρον ἐφέρετο Περσικόν. ἦν δὲ καὶ ἄδδιξ μέτρον τί, φασι, τετραχοίνικον. Ἀριστοφάνης· ἀλφίτων μελάνων ἄδδιχα. καὶ ἑκτεὺς δὲ ἄλλο τι μέτρον, ἕκτον ἐκεῖνο μεδίμνου, οὗ δηλαδὴ ἥμισυ τὸ ἡμίεκτον. εἰ δὲ ἐθνικὸν ὂν ἡ ἀχάνη καὶ ἡ ἀχανὶς, χρησταί εἰσι λέξεις τοῖς Ἕλλησι, ξενίζον οὐδέν. αἱ γοῦν θρεπταὶ τοῖς δεσπόταις δοῦλαι ὁποία πρὸ ὀλίγων ἡ Μελανθὼ, ἄβραι λεγόμεναι ἐθνικῶς, κεῖνται παρὰ σοφοῖς Ἕλλησι. Μένανδρος· τρέφει παλλακή τις τοῦ πατρὸς αὐτὰς, ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη. ἔστι δὲ ἄβρα κατὰ Παυσανίαν ἡ σύντροφος καὶ παρὰ χεῖρα θεράπαινα, ἡ καὶ οἰκότριψ παροξυτόνως κατὰ Αἴλιον Διονύσιον καὶ ἔντιμος. οὕτω κεῖται, ὡς ὁ αὐτὸς Διονύσιος λέγει, καὶ παρὰ Θεοπόμπῳ ἀβυρτάκη ὑπότριμμά τι δριμὺ, βαρβαρικὸν διὰ πράσων καὶ καρδάμων καὶ κόκκων ῥόας καὶ ἑτέρων τοιούτων. φησὶ γοῦν· ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων πλείστων ποιεῖται καὶ πράσων ἀβυρτάκη. Παυσανίας δὲ καὶ ἀπὸ σινάπεως καὶ σταφίδων εἶναι φησὶ τὸ τῆς ἀβυρτάκης ὑπότριμμα, ᾧ καὶ πρὸς κοιλιολυσίαν ἐχρῶντο. κεῖται δὲ καὶ ἐν Ἡροδότῳ βάρβαρος λέξις ὁ βουνός· Λιβυκὴ γάρ· καὶ παρʼ ἑτέροις ὁ παρασάγγης, ὁ καὶ παρὰ Ἑρμογένει. παρά τισι δὲ καὶ ἄγγατος τὸ εἰς ἀναδενδράδα ξύλον, καὶ ἄγγον, εἶδος δόρατος φραγγικοῦ οὔτε λίαν μικροῦ, φασὶν, οὔτε μεγάλου, οὗ τὸ πλεῖστον σιδήρῳ περιέχεται, οὐ κατὰ τὸ παρὰ Λυκόφρονι σίγυμνον· ἐκεῖνο γὰρ ὁλοσίδηρον. ἡ δὲ βλωθρὴ πίτις ἐν Ἰλιάδι ὅσαις ἐπιμερίζεται <!-- 2.189 -->γλώσσαις, ἐκεῖ δεδήλωται. ὅσα δὲ καὶ βάρβαρα κύρια ἐν Ἰλιάδι κεῖνται, οἶδεν ὁ ἐπιὼν αὐτά. λέγει δὲ καὶ Αἰσχύλος ἐθνικώτερον καὶ οὐ κατὰ Ἀττικοὺς, βαλῆνα τὸν βασιλέα ἐν τῷ, βαλὴν ἀρχαῖος βαλήν. ὅθεν καὶ βαληνναῖον ὄρος παρὰ Πλουτάρχῳ ἐν τῷ περὶ ποταμῶν ἀντὶ τοῦ βασιλικόν. παρὰ τῷ αὐτῷ δὲ ποιητῇ ἐν Ἀγαμέμνονι καὶ οἱ ἄγγαροι κεῖνται, λέξις φανερῶς Περσική· φρυκτὸς φρυκτὸν δεῦρʼ ἀπʼ ἀγγάρου πυρὸς ἔπεμπε. τοιοῦτον δὲ τὸ τῶν φανῶν. κυρίως δὲ κατὰ Αἴλιον Διονύσιον ἄγγαροι οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δʼ αὐτοί, φησι, καὶ ἀστάνδαι Περσικῶς. τίθεται δέ, φασιν, ἡ λέξις καὶ ἐπὶ φορτηγῶν, καὶ ὅλως ἐπὶ ἀναισθήτων καὶ ἀνδραποδωδῶν· ὅθεν καὶ ἀγγαροφορεῖν τὸ φορτία φέρειν ἄλλως τε καὶ ἐκ διαδοχῆς, καὶ ἀγγαρεύεσθαι τὸ εἰς φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεσίαν ἄγεσθαι. ἐθνικὴ δὲ λέξις καὶ ἡ μόρτη, τὸ ἕκτον, φασὶ, μέρος τῶν καρπῶν, ἣ ἐδίδοτο τοῖς ἑκτημορίοις, ὡς ἐν ἀνωνύμῳ κεῖται λεξικῷ ῥητορικῷ. Αἴλιος δὲ Διονύσιος λέγει ὅτι Περσικὸν ὄνομα καὶ ὁ μανδύας. ἔοικε δέ, φησι, φαινόλῃ. καὶ ὁ γράψας δὲ γέντα τὰ κρέα κατὰ γλῶσσαν Θρᾳκῶν ἔγραψεν. οὐκ ἂν δέ τις ἀπισχυρίσαιτο μὴ οὐκ εἶναι καὶ τὸν ἀῤῥάβακα ἐθνικὸν, ὅς ἐστι κατὰ τοὶς παλαιοὺς ὀρχηστὴς ἢ βλάσφημος. Παυσανίας δὲ καὶ ἐτυμολογίαν αὐτοῦ παραδιδοὺς γίνεσθαί φησιν ἀπὸ τοῦ ἀῤῥαβάσσειν, ὅ ἐστιν ὀρχεῖσθαι. ὅλως δὲ εἰπεῖν, γέμει διὰ τὰς ἐπιμιξίας μυρίων ἐθνικῶν λέξεων ἡ Ἑλλὰς γλῶσσα· ὅ περ εἰ καὶ παρεκβατικῶς τεθεώρηται, ἀλλʼ οὔτε ἀμούσως ἔχει, καὶ οὐδὲ τῆς κατὰ τὴν χοίνικα σκέψεως ἀπεσχοίνισται, εἰ χρὴ πάλιν ἐθνικὴν εἰπεῖν λέξιν ὁποία ἡ σχοῖνος, ἀφʼ ἧς τὸ ἀποσχοινίζεσθαι. Ὅτι ἐν τῷ, Ὀδυσσεὺς καὶ φαίδιμος υἱὸς ἐσφόρεον κόρυθας καὶ ἑξῆς, εἰσφορεῖν συνήθως λέγει τὸ εἰσκομίζειν· ᾧ ἐναντίον τὸ ἐκφορεῖν. φράσις δὲ κομιδῆς ὅπλων τὸ, ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας, ἔγχεά τε ὀξυόεντα. Ὅτι τῶν ὅπλων, ὡς ἐῤῥέθη, εἰσφορουμένων, πάροιθε Παλλὰς Ἀθήνη, χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει. καὶ ὁ Τηλέμαχος θαυμάσας, ὦ πάτερ, φησὶ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι εἰλάτιναί τε δοκοὶ καὶ κίονες ὑψόσʼ ἔχοντες, τουτέστιν ἀναβαίνοντες καὶ ὡς οἷον ἀνίσχοντες ἢ καὶ ὑψοῦ ἀνέχοντες τὰς δοκοὺς, φαίνονται ὀφθαλμοῖς ὡσεὶ πυρὸς αἰθομένοιο· ἦ μάλα θεὸς ἔνδον. καὶ Ὀδυσσεὺς, σίγα, φησὶ, καὶ κατὰ σὸν νόον ἴσχανε, μηδʼ ἐρέεινε. αὕτη τοι δίκη ἐστὶ θεοῦ, τουτέστιν αὕτη θέμις θεοῦ ἐν τῷ ἐπιφαίνεσθαι ποιεῖν οὕτω, καθὰ δηλαδὴ βλέπεις. τινὲς δὲ γράφουσιν, αὐτή τοι δίκη ἐστὶ θεοῦ, τουτέστιν οὐκ ἄλλος τις ὁ ἔνδον ἄρτι θεὸς ἢ αὐτὴ ἡ δίκη, ἐσομένη σὺν ἡμῖν ἢ καὶ οὖσα ἤδη. ἔστι δὲ τὰ τοιαῦτα τοῦ Ὁμήρου εἰς θείαν ἐπικουρίαν παρῳδηθῆναι ποτὲ καὶ εἰς ἀναγκαῖον μυστηριασμόν. Ἰστέον δὲ ὅτι ὁ μῦθος μὲν Ἀθηνᾶν ἐθέλει τὴν φωσφόρον παρεῖναι καὶ φαίνειν· φωσφόρος γὰρ αὐτὴ καὶ ἐν Ἰλιάδι ἐγράφη. ἐθέλει γὰρ Ὅμηρος μεγάλου ἔργου τοῦ κατὰ τῶν μνηστήρων καινά τινα προηγήσασθαι. ἡ δὲ ἀλληγορία τὴν τοῦ Ὀδυσσέως λέγει ἐν τούτοις δηλοῦσθαι φρόνησιν ὀρθῇ κελεύθῳ τἀν σκότει ποδηγετοῦσαν καὶ τὸ τοῦ μέλλοντος ἀφανὲς ὑπὸ φωτὶ γνώσεως ἄγουσαν. Χρύσεον δὲ λύχνον λαμπτῆρα λέγει ὁποῖοι τινὲς πρὸ ὀλίγων καὶ οἱ τῶν μνηστήρων, πλὴν ὅσον ἐκεῖνοι οὐ χρύσεοι· λύχνῳ γάρ, φασι, τῷ παρʼ ἡμῖν οὐκ εἰσάγονται ἥρωες χρώμενοι. τινὲς δὲ προσυπακούουσιν ἐνταῦθα τὸ ως, ἵνα λέγῃ ἔχουσα ὡς χρύσεον λύχνον, ὅ ἐστιν ἀμαυρὸν διδοῦσά τι φῶς ὡς ἀπὸ λάμψεως καὶ στιλβηδόνος χρυσοῦ, ὃ καὶ περικαλλὲς ἔφη, ἵνα μὴ τῷ λαμπτῆρι φωραθῶσι τὰ ὅπλα μετακομίζοντες, καὶ ἵνα μηδὲ φαίνῃ δουλοπρεπῶς ἡ Ἀθηνᾶ. πολλῷ γὰρ σεμνότερον αὐτόματον ἐπιλάμψαι φῶς ἢ δουλικῶς αὐτὴν ὑπηρετεῖν. Ὅτι δὲ λύχνῳ σύστοιχόν τι λυχνοῦχος ὁ φανὸς καὶ τὸ λύχνιον, ὅ πέρ ἐστι λυχνία προπαροξυτόνως ἀναλόγως τῷ θύρα, θύριον καὶ λύρα, λύριον, δηλοῦσιν οἱ παλαιοί. Τὸ δὲ ὁρῶμαι ἀντὶ τοῦ ὁρῶ. συνήθης δὲ Ὁμήρῳ ἡ τοιαύτη χρῆσις, ὡς δῆλον καὶ ἐκ τοῦ, ὅττι ῥὰ θνήσκοντας ὁρᾶτο. Τὸ δὲ ἔμπης μεταληπτικοῦ εἴδους ἐστὶ τοῦ δεδηλωμένου πολλαχοῦ· ἔμπης γὰρ τὸ ἴσως. αὐτὸ δὲ νῦν οὐ διστακτικὸν, ἀλλʼ ἶσον ὁμοιωματικῶς τῷ ἐπίσης, ἵνα λέγῃ ὅτι ἐξισάζονται τὰ πρὸ ὀφθαλμῶν πυρί. Ὅτι δὲ τὸ ὁρῶ κανονικῶς περισπᾶται, Ἡρακλείδης δηλοῖ, γράψας οὕτω τὰ θέματα ἔχοντα μετὰ τὸ προηγούμενον ο, ἓν σύμφωνον ἁπλοῦν ἑπόμενον, περισπῶνται· νομῶ, σοβῶ, ῥοφῶ, φορῶ. τὸ κόπτω βαρύνεται, ἐπεὶ δύο σύμφωνα ἕπεται αὐτῷ. τὸ δὲ ὄζω καὶ δεσπόζω, ἐπεὶ διπλοῦν, ὅθεν τὸ ὁρῶ εὐλόγως περισπᾶται συμφώνου ἑνὸς ἐπαγομένου ἁπλοῦ. Πῦρ δὲ καὶ νῦν αἰθόμενον, ὡς καὶ ἑτέρωθι, πρὸς <!-- 2.190 -->διαστολὴν ἑτεροίου, πυρὸς μὲν λεγομένου ἢ καὶ ὄντος, οὐκ αἰθομένου δέ. ὅτι δὲ πολλὰ παράγωγά εἰσι τοῦ αἴθεσθαι, δηλοῖ καὶ ὁ αἰθὴρ καὶ ὁ αἴθων καὶ ὁ αἰθίοψ καὶ ὁ αἶθοψ, ὃς σημαίνει κατὰ τοὺς παλαιοὺς θερμὸν, λαμπρὸν, πυῤῥὸν καὶ μέλανα. Μεσόδμαι δὲ οὐ μόνον ἐπὶ νηῶν αἱ προδηλωθεῖσαι, ἀλλʼ ἰδοὺ καὶ οἴκου μεσόδμαι, τὰ μεσόστυλα κατὰ Ἀρίσταρχον. καθʼ ἑτέρους δὲ τὰ μεταξὺ τῶν δοκῶν· ἔνιοι δὲ, διαφράγματα ἢ καὶ διαστήματα μεταξὺ τῶν κιόνων, οἵ, φασι, περὶ τοὺς τοίχους ἦσαν. Ὅρα δὲ καὶ τὸ, ὡσεὶ πυρὸς αἰθομένοιο, συντελοῦν εἴς τε τὴν ἀλληγορίαν καὶ εἰς τὴν εἰρημένην δευτέραν ἑρμηνείαν τοῦ χρυσέου λύχνου. οὐ γὰρ ἁπλῶς ἔφη πυρὸς, ἀλλὰ ὡσεὶ πυρός. Ἰστέον δʼ ἐν τούτοις καὶ ὅτι τε ἡ Εὐρύκλεια ἔξω περιλέλειπται φυλάσσουσα τὰς κληϊσθείσας θύρας, καὶ ὅτι τὸν φαίνοντα θεὸν οὐράνιον εἶναι στοχάζεται ὁ παῖς, ὡς μὴ ἂν τῶν ἑτεροίων οὕτω φωσφορησόντων. φησὶ γάρ· ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν, ὃ ταυτόν ἐστι τῷ Ὄλυμπον ἔχουσιν, ὡς εὐθὺς μετʼ ὀλίγα φησίν. Ὅτι σκοπὸς τῷ Ὀδυσσεῖ, ὡς αὐτὸς λέγει, τοῦ ὑπολείπεσθαι αὐτόθι μετὰ τὴν ἀπέλευσιν τῶν μνηστήρων τὸ τὰς δμωὰς καὶ τὴν Πηνελόπην ἐρεθίζειν, ἵνα γνῶ τὰ κατʼ αὐτὰς ἀκριβέστερον, καὶ ἅμα, ἵνα, ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη, μερμηρίζῃ τὰ κατὰ τῶν μνηστήρων. Ὅτι κἀνταῦθα τὴν περίφρονα Πηνελόπην ἀναγκαίως ἐξάγει τοῦ θαλάμου ὁ ποιητὴς Ἀρτέμιδι ἰκέλην, ὡς καὶ ἀλλαχοῦ ἔγραψεν, ἠὲ χρυσῇ Ἀφροδίτῃ. τῇ παρὰ μὲν κλισίην, φησὶ, πυρὶ κάτθεσαν, ἤγουν ἐγγὺς πυρὸς, ἵνα ὁ ξεῖνος θερμαίνοιτο, δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ, ἥν ποτε τέκτων ποίησεν Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε προσφυέα ἐξ αὐτῆς, ἤγουν προσπεφυκυῖαν καὶ ἡνωμένην τῇ κλισίῃ. ὅθι ἐπὶ μέγα βάλλετο κῶας, ἤτοι ἐπετίθετο, ἔνθα καθέζετο, οὐ λῖτα δαιδάλεον ὑπεστρωμένον ἔχουσα, οὐδὲ τάπητα μαλακοῦ ἐρίου κατὰ τὴν τρυφερὰν Ἑλένην. κῶας δὲ μέγα κατὰ ἡρωϊκὴν καὶ τοῦτο ἀφέλειαν. πρὸς ἑρμηνείαν δὲ τῆς ῥηθείσης κλισίης κεῖται τὸ, ἔνθα καθέζετο, ἵνα νοηθείη κλισίη νῦν τὸ ἀνάκλιντρον. ἡ γάρ τοι κοινότερον λεγομένη κλισία οὐ πρὸς καθέδραν, ἀλλὰ πρὸς ἐνοίκησιν ἐγίνετο, σκηνὴ οὖσα. Δινωτὴ δὲ ἴσως μὲν καὶ ἡ τορευτικὴ κατά τινα μέρη, μάλιστα δὲ ἡ κύκλῳ κεκοσμημένη ἐλεφαντίνοις ὀστοῖς καὶ ἀργύρῳ, καθά που καὶ κολεὸν ἐλέφαντος ἀμφιδεδινῆσθαι εἶπεν ὁ ποιητής. Τὸ δὲ Ἰκμάλιος ὄνομα οἰκεῖον τέκτονι ξύλων, ἃ χρήσιμα γίνεται μετὰ τὸ ἐξικμασθῆναι. Ὅτι ὅ περ ἀλλαχοῦ ἔφη ἀποκοσμεῖν ἔντεα δαιτὸς, τοῦτο ἐνταῦθα περιφράζων φησίν· αἵ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον, ἤτοι ἀφῃροῦντο, ἠδὲ τραπέζας καὶ δέπα, ἔνθεν ἄνδρες ὑπερμενέοντες ἔπινον. δῆλον δὲ ὡς ταυτὸν ὑπερμενέοντας εἰπεῖν καὶ ἀγήνορας, καὶ ὅτι περιφραστικὴ ἑρμηνεία τοῦ δέπα τὸ, ἔνθεν ἄνδρες ἔπινον. Ὅτι καὶ νῦν ἐπὶ τῶν λαμπτήρων αἱ δμωαὶ νήησαν, ὅ ἐστιν ἐσώρευσαν, ξύλα πολλά. διατί πολλά; φόως ἔμενʼ ἠδὲ θέρεσθαι, ἤγουν οὐ πρὸς μόνον φῶς ἐπεσωρεύθη ξύλα, ἀλλὰ καὶ ὥς τε θέρμην ποιεῖν τῷ Ὀδυσσεῖ, θερμαίνεσθαι, ὡς προεδηλώθη, ἐθέλοντι. ἔσονται δὴ τὰ τοιαῦτα ξύλα φῶς μὲν ἐπὶ λαμπτῆρος, θέρεσθαι δὲ ἐπʼ ἐσχάρας, ἧς ἐγγὺς κείσεται ὁ δίφρος τῷ Ὀδυσσεῖ. Ὅτι ὀνειδίζει κἀνταῦθα ἡ ἀγρία Μελανθὼ τῷ δεσπότῃ· ξεῖνε, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα δινεύων κατὰ οἶκον; ὀπιπτεύσεις δὲ γυναῖκας; ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο· ἦ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε. οὕτως ἡ φαυλοτάτη προκαλεῖται θάνατον καθʼ ἑαυτῆς Ὀδυσσεὺς δὲ περιτρέπων αὐτῇ, ἃ εἶπεν, εἰς μαχλοσύνην ὀνειδίσει, ὡς αὐτοῦ μὲν μὴ ἔργον ἔχοντος ὀπιπτεύειν γυναῖκας, αὐτῆς δὲ μᾶλλον ὀπιπτευούσης τοὺς ἄνδρας, ὅθεν καὶ ἐγκοτεῖν τούτῳ διὰ τὸ δυσμόρφως ἔχειν. φησὶν οὖν· δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ; ἢ ὅτι οὐ λιπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι; πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασιν. Ἐν οἷς ὅρα τὸ θυμικῶς ἐνδιάθετον τοῦ Ὀδυσσέως ἐν τῷ καὶ κομματικῶς καὶ ἀσυνδέτως λαλῆσαι. εἶτα εἰπὼν, ὥς που πρὸ τούτων ἔφη πρὸς τὸν Ἀντίνοον, τὸ, καὶ γὰρ ἐγώ ποτε οἶκον ἔναιον ὄλβιος ἀφνειὸν καὶ ἑξῆς ἀπαραλλάκτως στίχους ἓξ ἐκ τῶν ἐκεῖ, ἐκθροεῖ τὴν δούλην, ἐπαγαγών· τῷ νῦν μή ποτε καὶ σὺ, καθὰ δηλαδὴ καὶ ἐγὼ, ἀπὸ πᾶσαν ὀλέσῃς ἀγλαΐην, τῇ νῦν γε μετὰ δμωῇσι κέκασσαι, ἤγουν ἣν ἔχεις ἐν ταῖς ἀμφιπόλοις ὑπερφέρουσα ἐκείνων. ὃ καὶ σαφέστερον λέγων, ἵνα εὐνόητον εἴη τῇ δούλῃ, φησί· μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπῄνῃ, ἢ Ὀδυσσεὺς ἔλθοι, ἔτι γὰρ καὶ ἐλπίδος αἶσα, τουτέστιν ἐλπὶς <!-- 2.191 -->περιφραστικῶς. εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν, ἅ περ ἐκ παραλλήλου ταυτὸ δηλοῦσιν, ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι Τηλέμαχος. εἶτα ἐφερμηνεύων τὸ τοῖος, φησί· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν λήθει ἀτασθάλλουσα, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν· ὃ καὶ αὐτὸ ταυτόν ἐστι τῷ, ἀλλʼ ἤδη παῖς τοῖος. ἐκεῖνο δέ γε ἔχει τι καὶ θαύματος. Ἰστέον δὲ ὅτι τὸ, ἐνθάδʼ ἀνιήσεις, ἐκ τῶν προλαβόντων ὥρμηται, ἔνθα τις τὸν Ὀδυσσέα πτωχὸν ἀνιηρὸν εἶπε καὶ ἀνίην δαιτός. βούλεται δὲ δριμέως εἰπεῖν ἡ δούλη ὡς ἐν ἡμέρᾳ μὲν οὐδὲν καινὸν ἀνιηρὸν εἶναί σε. εἰ δὲ καὶ νῦν ἔτι ἐνθάδε ἀνιᾷς νυκτὸς οὔσης, ἀλλὰ τοῦτο πολὺν φόρτον ἔχει. Ὀπιπτεύειν δὲ τὸ περιέργως βλέπειν, ὅθεν καὶ ὁ παρθενοπίπης καὶ ὁ παρὰ τῷ κωμικῷ πυῤῥοπίπης, ὡς βούλεσθαι οὕτω τὴν Μελανθὼ γυναικοπίπην τὸν Ὀδυσσέα εἰπεῖν. Ἐν δὲ τῷ, ἀλλʼ ἔξελθε, ἢ παρέλκει ὁ ἀλλα σύνδεσμος, ἢ μᾶλλον ἐλλιπῶς ὁ λόγος ἔχει, ἵνα λέγῃ, ὅτι μηκέτι ἔνδον ἔσο, ἀλλʼ ἔξελθε. Τὸ δὲ ὄνησο σύστοιχον τῷ ὀνήμενος καὶ ὄνηται καὶ ὄνητο. τὰ γὰρ διὰ τοῦ ἄλφα, ὡς προείρηται, οἷον ὀνάμενος καὶ ὄνατο, οἱ μεθʼ Ὅμηρον λέγουσι. βούλεται δʼ ἐνταῦθα ἡ Μελανθὼ εἰπεῖν, ὡς εἰ καὶ τοῖς ἄλλοις ὀνείατα τὰ τῆς τροφῆς, ἀλλὰ σὺ ἀφραίνων οὐκ ἂν ὄναιο δαιτὸς, ἀπειλουμένη τὴν διὰ αἰκίας ἐξέρασιν. Δαλὸν δὲ λαμπάδα λέγει ἐκ τῶν κατὰ τοὺς λαμπτῆρας. Σημείωσαι δὲ καὶ τὸ, εἶσθα θύραζε, διὰ διφθόγγου ἔχον τὴν παραλήγουσαν τοῦ εἶσθα. οὐ γάρ ἐστι ῥῆμα συνήθως ὑπαρκτικὸν, ἀλλὰ τὸ πορεύη καὶ ἐξέρχη δηλοῖ γενόμενον ἀπὸ τοῦ εἶμι, οὗ τὸ δεύτερον εἶς, καὶ κατὰ ἐπέκτασιν εἶσθα ὁμοίως τῷ ἔφησθα, ἐθέλησθα καὶ τοῖς τοιούτοις. Τὸ δὲ ἐπέχεις ἀντὶ τοῦ κατʼ ἐμοῦ ἔχεις· ἐναντιότητα γάρ ποτε καὶ ἡ ἐπι πρόθεσις δηλοῖ, ὡς καὶ ἐν τῷ, ἑπτὰ ἐπὶ Θήβας, ἤγουν κατὰ Θηβῶν, καὶ ἐν τῷ, ἐπιχαίρειν ἤγουν κατά τινος χαίρειν ἐχθρωδῶς, καὶ ἐν τῷ ἐπιβόητος ὁ μοχθηρὰν ἔχων φήμην, καθʼ οὗ δηλαδὴ βοαὶ γίνονται, ὃν ἐπίβωτον Ἀνακρέων φησίν· οὗ ἑτεροῖος ὁ διαβόητος ὡς ἐπʼ ἀρετῇ ἐγνωσμένος. ὁμοία δὲ ἐναντιότης τῷ ἐπιβοήτῳ καὶ ἐν τῷ ἐπίφατος, ὃ κεῖται παρὰ Σοφοκλεῖ, καὶ ἐν τῷ ἐπάρατος, καθʼ οὗ ἀραὶ γίνονται, καὶ ἐν τῷ, ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ παρʼ Εὐριπίδῃ, ἥκεις ἐφʼ ἡμᾶς, ὅ περ ἀστείως ἡ Ἠλέκτρα ἐκεῖ περὶ Ἑλένης φησί. καὶ ἔστιν ὅμοιον τὸ τοιοῦτον ἐπέχειν πρὸς τὸ ἐνέχειν. δηλοῖ δέ ποτε ἡ λέξις καὶ τὸ προσέχειν. καὶ ἄλλως δὲ κατὰ στοχασμὸν σημαίνει ὁμοίως τῷ, ἔπεχε σκοπῷ τόξον. Ἡρόδοτος δὲ διαλελυμένως φησὶν, ἐπὶ σφίσιν ἔχοντας τοὺς Αἰγινήτας, ἤγουν ἐπέχοντας. κεῖται δὲ παρʼ αὐτῷ καὶ τὸ, ἐπὶ Νάξον ἐπεῖχον στρατεύεσθαι οἱ Πέρσαι, ὡς εἴ τις εἴποι, σκοπὸν εἶχον κατὰ τῆς Νάξου στρατεύεσθαι. δηλοῖ δὲ ἡ ἐπι πρόθεσις ἐναντιότητα καὶ ἐν τῷ ἐπίῤῥητος. ἔστι γὰρ ἐπίῤῥητος, καθʼ οὗ ῥηθῆναι πολλὰ ἔστιν, ἵνα ᾖ ὁ ἐπίῤῥητος ὁ αὐτὸς τῷ ἐπιβοήτῳ καὶ τῷ ἐπιφάτῳ, τοῖς προσεχῶς γεγραμμένοις. τὸ μέντοι ἐπιῤῥήδην ἐπίῤῥημα παρὰ τῷ Ἀράτῳ, οἷον, ἑπτὰ δʼ ἐκεῖναι, ἤγουν αἱ Πλειάδες, ἐπιῤῥήδην καλέονται, οὐ τοιοῦτόν τι δηλοῖ, ἀλλʼ ἐῤῥέθη ἀντὶ τοῦ, ῥητῶς καὶ ὀνομαστικῶς. ἐναντιότητος δὲ σημασίαν ἡ ἐπι πρόθεσις ἔχει καὶ ἐν τῷ, θεοὶ ἐτέλειον ἐπαρὰς ἤγουν κατάρας, αἵ εἰσιν ἀραὶ κατά τινος. καὶ τὸ ἐπιτρίβειν δὲ καὶ ὁ ἐκ τούτου ἐπίτριπτος οὐκ ἀπέοικε τῶν τοιούτων. οἱ δὲ λεγόμενοι σκεπτικοὶ φιλόσοφοι ἐπέχειν φασὶ τὸ ὑποκρατεῖν τὴν διαλεκτικὴν ἀπόφανσιν καὶ μὴ ἐθέλειν καταφῆσαι ἢ ἀποφῆσαι περὶ τῶν προκειμένων εἰς διάλεξιν, ὅθεν καὶ ἐφεκτικοὶ ἐλέγοντο. Ὅτι δὲ τὸ ἔχειν ἁπάσαις ταῖς προθέσεσι προσιὸν λόγῳ συνθέσεως διαφόρους προΐσχεται σημασίας, δῆλον ἐστὶ τοῖς ἐφοδεύουσι τεχνικῶς, οἵ περ ἴσασι καὶ ὅτι μόνον τῶν ἄλλων ἡ ἀμφι πρόθεσις ἐν μὲν τοιούτῳ ἐνεστῶτι τρέπει τὸ δασὺ εἰς ψιλόν. ἀμπέχω γάρ φαμεν διὰ τὸ κακόφωνον τοῦ ἀμφέχω, οἷα τὰ δασέα παραλληλίζεται, καθὰ καὶ ἐν τῷ ἀμπεχόνη καὶ ἀμπίσχομαι. ἐν μέντοι τῷ ἀμφέξω ἤγουν ἐνδύσομαι λείψαντος τοῦ θεματικοῦ δασέος ἀποκαθίσταται ἡ πρόθεσις ἀναγκαίως εἰς τὸ οἰκεῖον δασύ. Τὸ δὲ, κεκοτηότι θυμῷ, πρὸς διαστολὴν κεῖται. οὐ γὰρ πᾶς ὁ ἐπέχων κεκοτηότι θυμῷ ἐπέχει, ὥς περ οὐδὲ ὁ ἐπέχων σκοπῷ τόξον. Τὸ δὲ, κακὰ εἵματα ἐνδεδύσθαι, τοὺς πρὸ ὀλίγων ῥηθέντας κακοείμενας πτωχοὺς συνέθηκε. Τὸ δὲ ἀναγκαίη ἐπείγει ἀντὶ τοῦ ἀνάγκη. πολλὰ δὲ τοιαῦτα δεδήλωται πολλαχοῦ. ἐν οἷς καὶ ἀλκαία λέοντος καὶ προνομαία ἐλέφαντος ἡ ὡς εἰπεῖν ἀλκὴ καὶ προνομή. Τὸ δὲ, μή ποτε πᾶσαν ὀλέσῃς ἀγλαΐαν, καὶ τὸ, μή πώς τοι δέσποινα χαλεπῄνῃ, συνήθη ἔλλειψιν ἔχουσι τοῦ ὅρα ἢ δέδιθι ἢ τοιούτου τινός. Τὸ δὲ Ἀπόλλωνος ἕκητι, ἀντὶ τοῦ, διὰ τὸν καὶ ἐν ἄλλοις κουροτρόφον Ἀπόλλωνα. ὅθεν, φασὶ, καὶ ἡ δάφνη κουροθάλεια ἐλέχθη, διὰ τὸ <!-- 2.192 -->κουροτρόφον τοῦ ἐραστοῦ Ἀπόλλωνος. εἰ δὲ καὶ ἄλλους πολλοὺς βέλεσι κατακτείνει, ἀλλʼ ἔχει καὶ τὸ κουροτροφεῖν ὡς ἥλιος, δύναμιν τῶν ἐναντίων ἔχων καὶ αὐτός· καθὰ καὶ ὁ Ποσειδῶν σεισίχθων τέ ἐστι καὶ τὸ ἐναντίον γαιήοχος καὶ ἀσφάλιος. καὶ Ἄρτεμις δὲ ἀγανοῖς καὶ αὐτὴ βέλεσι κτείνουσα καὶ αὖθις λοχεία ὡς ἐπιστατοῦσα ταῖς λεχοῖς. Ὅτι δὲ κουροτρόφοι καὶ οἱ ποταμοὶ, καὶ ἡ Ἰλιάς που διὰ τοῦ Ἀχιλλέως δηλοῖ. Ὅτι Πηνελόπη ἀκούσασα καὶ ἀχθεσθεῖσα, ἐφʼ οἷς ἡ Μελανθὼ ἀναιδεύεται κατὰ τοῦ ξένου, πάντως φησὶ θαρσαλέη κύον ἀδδεὲς οὔ τί με λήθεις ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις. οὕτω καὶ Ὀδυσσεὺς κύνα ταύτην πρὸ ὀλίγων ἔφη. Πηνελόπη δὲ καὶ ἀδεῆ προσέθετο εἰπεῖν διὰ τὸ ἄτρεστον. διπλάζεται δὲ τὸ σύμφωνον τοῦ ἀδεὲς καθὰ καὶ τὸ, ἔδδεισε δʼ ὁ γέρων καὶ τὰ ὅμοια. ἔστι δὲ οὐ μακρὰν τοῦ θαρσαλέη τὸ ἀδδεές. ἄμφω δὲ νῦν φαῦλα. θαρσαλέη τε γὰρ οὐκ ἐπὶ ἐπαίνῳ ἐῤῥέθη, ἀλλʼ ἀντὶ τοῦ θρασεῖα, καθὰ καὶ ἀλλαχοῦ, καὶ ἀδεὴς δὲ ἡ μὴ ἁπλῶς ἄτρεστος ἀλλὰ καὶ ἀναιδής. Ἰστέον δὲ ὅτι προϊοῦσα ἡ Πηνελόπη καὶ τὰς λοιπὰς δμωὰς κύνας ἐρεῖ οὐκ ἀλεγούσας, ὃ ταυτόν ἐστι τῷ, θαρσαλέας καὶ ἀδεεῖς. Ἰστέον δὲ ὅτι ἀδεὴς μὲν, ὡς οἷον εἰπεῖν, ἡ ἄφετος καὶ ἄδετος. τοιοῦτος γὰρ ἅπας ὁ μὴ δέος ἔχων. ἡ δʼ αὐτὴ καὶ θερμὴ καὶ θερμὸν ἔργον δρῶσα κατὰ τὸν κωμικόν. διʼ αὐτὸ δὲ καὶ θαρσαλέα ὡς ἀπὸ τοῦ θέρω θέρσω τὸ θερμαίνω. καὶ θρασεῖα δὲ μεταθέσει τοῦ ρ ἀμεταβόλου, ἐπειδὴ καὶ ἀντὶ πυρὸς δεδόσθαι λέγεται ἡ τοιαύτη γυνὴ καὶ εὕειν ἄτερ δαλοῦ, ᾧ δὴ λόγῳ καὶ τὸν Ἡρακλῆν ἡ Δηϊάνειρα κατειργάσατο, φερώνυμος ἀπεκβᾶσα τοῦτό γε, οἷα δήϊος εἴτουν δάϊος καὶ καυστειρὰ τῷ ἀνέρι γενομένη. οὕτω γὰρ ἐτυμολογεῖται ἡ Δηϊάνειρα. καὶ τοιαῦτα μὲν ταῦτα. Ἡ δὲ, ὡς ἐῤῥέθη, ἀναιδὴς δούλη λέγοιτʼ ἂν καὶ λίρη κατὰ τοὺς παλαιούς. ἐπεὶ καὶ λίρος ὁ ἀναιδὴς ἴσως παρὰ τὸ λίαν τὸ ῥῶ τὸ λέγω, ἵνα δηλοῖ τὸν ἀκρολόγον καὶ παρὰ τὸ δέον πολυλόγον καὶ ἀκαιροπαῤῥησιαστήν. Τὸ δὲ ἀναμάξεις ἀντὶ τοῦ προστρίψεις, σαφέστερον δὲ ἀντὶ τοῦ προσκολληθῆναι ποιήσεις αὐτῇ τῇ σῇ κεφαλῇ. καὶ ἔστιν εὑρεῖν τοιαύτην ἔννοιαν καὶ παρὰ τῷ Σοφοκλεῖ, ἔνθα φαίνεται ταῖς πεφονευμένων κεφαλαῖς ἐναπομάττεσθαι τὸ ἐν τοῖς ξίφεσιν αἷμα, ὡς εἰς κεφαλὴν δῆθεν ἐκείνοις τρεπομένου τοῦ κακοῦ. προϋπόκειται μὲν οὖν, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται, πολύχρηστον ῥῆμα τὸ μάσσειν, ἐξ οὗ κατὰ παραγωγὴν ἀπομάσσειν μὲν τὸ ἁπλῶς ἀποσπογγίζειν, ἀναμάσσειν δὲ τὸ ἄνω ποιεῖν τοῦτο περὶ κεφαλήν. ἐκμάσσειν δὲ καὶ ἐκμάσσεσθαι καὶ τὸ ἀποσπογγίζειν μὲν, μάλιστα δὲ τὸ ἔκ τινος τύπον αἴρειν τινά· ὅθεν καὶ ἐκμαγεῖον κατὰ τοὺς παλαιοὺς ἀποτύπωμα, σφραγὶς, εἰκών. τὸ δʼ αὐτὸ καὶ ἔκμαγμα, ὡς ὁ κωμικός· λέων λέων αὖ τʼ ἔκμαγμα σόν. ἐκ δὲ τοῦ τοιούτου μάσσειν καὶ ἀπομάγματα καὶ ἀπόμακτρα τὰ ἀποκαθάρματα καὶ μαγδαλιὰ παρὰ τῷ κωμικῷ, παρὰ δὲ ἄλλοις καὶ ἀπομαγδαλιὰ καὶ ἀπομαγδαλὶς ψωμὸς, εἰς ὃν ἐκματτόμενοι τὰς χεῖρας μετὰ δεῖπνον ἐῤῥίπτουν κυσί. Παυσανίας δέ φησιν, ὅτι ἀπομαγδαλιὰ σταῖς, ὃ ἔφερον ἐπὶ τὸ δεῖπνον, εἰς ὃ τὰς χεῖρας ἀποματτόμενοι, εἶτα κυσὶν ἔβαλλον. διὸ κύνα, φησὶ, τὸ τοιοῦτον Διοσκουρίδης προσαγορεύει. Ὅτι δίφρος καὶ τῷ Ὀδυσσεῖ φέρεται εὔξεστος καὶ κῶας ἐπʼ αὐτοῦ βάλλεται ἤγουν τίθεται. καὶ ὁ μὲν καθέζεται, ἡ δὲ γυνὴ ἐρωτᾷ τὸ φύσει πρῶτον ἐν τοῖς τοιούτοις, ἤγουν πόθεν ἐστὶ καὶ ποίας πόλεως καὶ τίνων τοκέων. ὁ δὲ ταῦτα μὲν ἀναρτᾷ τῷ τέως, τὴν δὲ γυναῖκα ἐπαινῶν πρὸς ἀλήθειαν οὐκ ἔξω πείρας φησίν· ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν νεικέοι, τουτέστι φιλονείκως μέμφοιτο, ἀλλὰ δηλαδὴ ἐν πολλῷ ἐπαίνῳ θείη· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει. ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος ὅς τε θεουδὴς ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα πυροὺς καὶ κριθὰς, βρίθῃσι δὲ δένδρα καρπῷ, τίκτει δʼ ἔμπεδα μῆλα ἤτοι πάντα τὰ θρέμματα. θάλασσα δὲ παρέχει ἰχθῦς ἐξ εὐηγεσίης. ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ. Καὶ ὅρα τὴν ἐν τῷ ἐπαίνῳ παρέκβασιν, ἐπαγαγοῦσαν ὡς ἐν χαρακτῆρι ἠθικῷ οἵα τῆς εὐδικίας τῷ τοιούτῳ βασιλεῖ ἀμοιβὴ πρὸς παίδευσιν τῶν ἀκροωμένων. φιλεῖ γὰρ ἡ ποίησις ὠφελεῖν καὶ οὕτω τοὺς ἀκούοντας. διὸ καὶ ἐν Ἰλιάδι ἐν τῇ κατὰ τοὺς ἵππους τοῦ Ἕκτορος παραβολῇ φράζει παρεκβατικῶς ἐξ ἐναντίου πρὸς τὰ ἐνταῦθα, οἷα τοῖς ἀδικοῦσι φαῦλα περιγίνεται, πρὸς ἦθος μεταχειρισάμενος ἀσυνήθως τὴν παραβολήν. τέως γε μὴν οὕτως ἐπαινέσας τὴν φίλην γυναῖκα ὁ ξεῖνος, εἶτα πρὸς τὴν ἐρώτησιν λαλῶν, ἐπάγει, ὡς ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ, μὴ δʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν, μή μοι μᾶλλον θυμὸν ἐνηπλήσῃς ὀδυνάων μνησαμένῳ. μάλα δʼ εἰμὶ πολύστονος, οὐδέ με χρὴ οἴκῳ <!-- 2.193 -->ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε ἧσθαι. ἐπεὶ κάκιον, ὡς καὶ προεγράφη, πενθήμεναι ἄκριτον αἰεί. λόγοι δὲ ταῦτα οἷοι παρὰ πολυπαθοῦς ἀλήτου λέγεσθαι· ἴσως δέ ποτε καὶ τὰ ἐφεξῆς, ἤγουν τὸ, μή τίς μοι δμωῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή. φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ, τουτέστι δάκρυσι πλήθειν διὰ τὸ ἐξ οἴνου βάρος, ἢ καὶ ἄλλως εἰπεῖν ἀστειότερον, μή τις εἴποι διὰ δακρύων πλώειν, ἤγουν πλέειν με ἔμφορτον ὄντα οἴνου βάρει, ὡς εἰ καὶ ναῦς οἰνοφόρος, εἴτουν οἰνοβαρὴς, πλώει διʼ ὕδατος. οὐκ ἄκομψον δὲ οὐδʼ ἐκεῖνο εἰπεῖν, ὡς Ἡρόδοτος μέν φησιν, οἴνου κατιόντος ἀναπλώειν ἔπεα, διὰ τὸ πολυλόγους εἶναι τοὺς ἐν μέθῃ. Ὅμηρος δʼ ἐνταῦθα, ὅθεν καὶ Ἡρόδοτος τὸν λόγον ἴσως μεθείλκυσε, δεξιῶς ἐνέφῃνεν, ὡς ἄρα οἴνου κατιόντος ἐπιπολάζουσι δάκρυα, ὡς εἴ τινος βαρέος σώματος ἐμπεσόντος ὑδροδόχῳ ἀγγείῳ, ἐπιπολάζον τὸ πρώην ὑγρὸν ἐκχέεται. Ἰστέον δὲ ὅτι Πηνελόπη μὲν εὐρὺ ἔφη που κλέος τὸ τοῦ Ὀδυσσέως καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος. ὁ δὲ ῥήτωρ Ὀδυσσεὺς ἐνταῦθα εἰς κρεῖττον ηὔξησε τὰ τῆς γυναικὸς, οὐχʼ ὡς γυναῖκα ἐπαινέσας, ἀλλʼ ὡς ἄνδρα βασιλέα ἐξαίρετον. Ὅρα δὲ καὶ ὡς οὐκ ἠρκέσθη βασιλῆος εἰπὼν, βασιλεὺς γὰρ καὶ ὁ πικρὸς Ἔχετος, ἀλλὰ προσέθετο ἀμύμονος. ἐπεὶ οὐδὲ τοῦτο μέγα, καὶ γὰρ ἀμύμων καὶ Αἴγισθος καὶ ἕτεροι, φαῦλοι μὲν ἄλλως, ἄμωμοι δὲ, κατʼ ἀνδρίαν ἢ γένος ἤ τι τοιοῦτον, ἐπήγαγε καὶ τὸ, ὅς τε θεουδής. εἰ δὲ εἰς ταυτὸν ἥκει ἀμύμων καὶ θεουδής· λέγεται δὲ τὸ θεουδὴς ὥς περ καὶ τὸ θεοειδὴς οὐκ ἐπʼ αὐτοῦ θεοῦ, ἀλλʼ ἐπὶ τοῦ ἐοικότος θεῷ· καλῶς ἄρα σεσημείωται ὑπὸ τῶν παλαιῶν, ὅτι τὸ ἀμύμων προσώποις μόνοις ἡρωϊκοῖς ἐπιτίθεται, ἤγουν θνητῶν ἐνδόξων ἀνθρώπων ἐστὶν ἐπίθετον. Σημείωσαι δὲ καὶ ὅτι εἰπὼν ἢ βασιλῆος ἀμύμονος οὐκ ἐπήγαγεν ἀκολούθως τὸ, ἢ τοῦ δεῖνος, ὅ περ ἐχρῆν τὸ γὰρ ἀκόλουθον τοιοῦτον· ἦ γάρ σοι κλέος εὐρὺ καθὰ ἢ βασιλέως ἢ τοῦδε τινὸς ἐνδόξου. ὁ δὲ οὐ ποιεῖ οὕτως, ἀλλʼ ἀρκεῖται εἰπὼν τὸ, ἢ βασιλῆος. αἴτιον δὲ τῆς ἐλλείψεως οὐ μόνον ὁ σχεδιασμὸς, ἀλλὰ καὶ ὅτι βασιλεῖ ἀγαθῷ εἰκάσας τὴν Πηνελόπην εἰς μεῖζον μὲν πρόσωπον ἀναβῆναι οὐκ ἔχει, εἰς ἔλαττον δὲ κατελθεῖν ὀκνεῖ διὰ τὸ ἄτεχνον. εἰ δὲ ἦν εἰπεῖν, ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος ἠὲ θεοῖο, ἀλλὰ τοῦτο μέγα κρίνας καὶ οὐδὲ ἔξω κολακείας ἀκαίρου ἀφῆκε μὲν οὕτω ποιῆσαι, ἠγάπησε δὲ παραμίξαι τῷ ἀγαθῷ βασιλεῖ τὸν θεὸν ἐν τῷ, ὅς τε θεουδής. Τὸ δὲ, ἀνδράσιν ἐν πολλοῖς καὶ ἰφθίμοις, διὰ τοὺς μικροβασιλεῖς κεῖται διασταλτικῶς, ἵνα καὶ εὐρυκρείοντι ἄνακτι τὴν Πηνελόπην εἰκάζῃ. ἔτι δὲ καὶ ἄλλως, διαστολή ἐστι τὸ ῥηθὲν πρὸς βασιλέα πολλῶν μὲν ἄρχοντα, οὐκ ἰφθίμων δὲ, καὶ πρὸς ἄρχοντα μὲν ἐν ἀνδρείοις, ὀλίγοις δὲ, ὡς κρείττονος τῶν λοιπῶν ὄντος τοῦ καὶ ἐν πολλοῖς καὶ ἰφθίμοις ἀνάσσοντος, ἔτι δὲ καὶ ἀγαθοῖς, ὡς δηλοῖ τὰ ἐπαγόμενα καλά. ὧν δὴ πάντων αἴτιον ἡ εὐδικία καὶ εὐηγεσία τοῦ βασιλεύοντος. Ἰστέον δὲ καὶ ὅτι τὸν τὰς εὐδικίας ἀνέχοντα, τουτέστι τιμῶντα, Ἡσίοδος ἰθυδίκην, ὅ ἐστιν εὐθυδίκην, φησί. τῇ δὲ εὐδικίᾳ δῆλον ὡς ἀντίκειται ἡ ἀδικία, κακοδικία τις οὖσα. Οἱ δὲ πυροὶ καὶ αἱ κριθαὶ καὶ τὰ λοιπὰ συνεισάγουσι σπόριμα, ὡς καὶ τοῖς μήλοις πᾶν θρέμμα νῦν συνεισφέρεται. Τὸ δὲ βρίθειν καρπῷ τὴν πολλὴν εὐθηνίαν τῶν δρυκάρπων δηλοῖ. Τὸ δὲ ἔμπεδα διαστέλλει τὴν ἀγαθὴν γέννησιν τῶν μήλων πρὸς τὰ ἀμβλούμενα. ἐκεῖνα γὰρ πίπτει νεκρὰ, καὶ οὐχʼ οἷα περὶ γῆν πεσόντα εἶτα ἔμπεδα στάντα ὑποσκιρτᾶν. Τὸ δὲ παρέχει ἰχθῦς ἀντὶ τοῦ ἐγγὺς ἔχει, ὡς πολλαχοῦ φαίνεται, τουτέστιν ἄγει ἐγγὺς χάριν ἄγρας καὶ οὐκ ἀπάγει πρὸς ἄβυσσον, ἢ καὶ ἄλλως μακράν. Εὐηγεσία δὲ ἡ εὐαρχία ἐκ τοῦ ἡγῶ ἡγέσω, ἐξ οὗ καὶ ὁ ἡγεμών· ὅθεν καὶ εὔαρχος λέξις βασιλικὴ παρὰ Λυκόφρονι ἐν τῷ, εὐάρχῳ μύλῳ, ἤγουν γρόνθῳ βασιλικῷ. ἔοικε δὲ γράφειν τινὰς καὶ εὐηργεσίας. διὸ παρασημειοῦνται οἱ παλαιοὶ, ὅτι καλῶς λέγουσιν οἱ σὺν τῷ ρ γράφοντες. Τὸ δὲ ἀρετῶσιν ἀντὶ τοῦ εὐδαιμονοῦσιν, ἵνα λέγῃ, ὡς καὶ προδεδήλωται, ἀρετὴν ἐνταῦθα τὴν ἐξ ἁπασῶν συγκρότησιν. Τὸ δὲ, τὰ μὲν ἄλλα μετάλλα, σχήματί τε ῥητορικῆς ἔοικεν ἀντιστροφῆς καὶ μάλιστα παρήχησιν ἔχει καιρίαν καὶ ἀνεπιτήδευτον. ὑπολαλεῖ δὲ καὶ ἐτυμολογίαν τοῦ μεταλλᾶν τὴν ἐν ἄλλοις ῥηθεῖσαν. Τὸ δὲ μύρεσθαι ὅτι πρωτότυπόν ἐστι τοῦ μορμύρειν καὶ ὅτι ποιὸν ἦχον καταφορᾶς δακρύων ἡ λέξις δηλοῖ, ἐῤῥέθη καὶ ἀλλαχοῦ σαφέστερον. Ὅτι ἐπαινέσαντος Ὀδυσσέως, ὡς ἐῤῥέθη, τὴν Πηνελόπην λαλεῖ αὐτὴ πολλὰ τῶν φθασάντων ἐν ἄλλοις λεχθῆναι. καὶ τέως λέγει, ὅτι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ὤλεσε θεὸς, καὶ τὰ ἑξῆς ἐν στίχοις ἓξ, ὡς προλαβοῦσα ἐλάλησε πρὸς Ἀντίνοον, εἶτα ἐνδεικνυμένη τὰ καθʼ <!-- 2.194 -->ἑαυτὴν καὶ ὅσα μὲν αὐτὴ μηχανήσαιτο ἐπὶ σωφροσύνῃ, ὅσα δὲ οἱ μνηστῆρες ἀντιτεχνάσαιντο διὰ δμωὰς κύνας οὐκ ἀλεγούσας, ὡς καὶ προεγράφη, αἳ κατεμήνυον αὐτοῖς τὰ δεσποτικὰ βουλεύματα, ἐκτίθεται τὰ κατὰ τὸν ἱστόν. ἔνθα τίθησιν ὁ ποιητὴς οὐκ ὀλίγα ἔπη ἐκ τῶν ἐν τῇ βῆτα ῥαψῳδίᾳ κειμένων περὶ τοῦ ἱστοῦ λέγει δέ τι καὶ περὶ τοῦ ἀριθμοῦ τῶν μνηστήρων, ὡς ἐκ Δουλιχίου τε καὶ Σάμης καὶ Ζακύνθου καὶ αὐτῆς Ἰθάκης ἠθροισμένων. οἵ με, φησὶν, ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον. διὸ οὔτε ξένων ἐμπάζομαι, οὔθʼ ἱκετάων, οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν, ἀλλʼ Ὀδυσῆα ποθεῦσα φίλον κατατήκομαι ἦτορ. οἱ δὲ γάμον σπεύδουσιν, ἐγὼ δὲ δόλους τολυπεύω. ἄλλους τέ τινας, ὡς εἰκὸς, καὶ τὸν περὶ τοῦ φάρους, ὃν θεὸν αὐτῇ ἐμπνεῦσαι φρεσὶ λέγει. ὃ καὶ ἐκτελέσασα ὑπʼ ἀνάγκης, καθὰ καὶ προεδηλώθη, καὶ νῦν δὲ αὖθις αὐτὴ εἶπεν ἡ καμοῦσα νῦν οὔτʼ ἐκφευγέειν, φησὶ, δύναμαι γάμον, οὔτε τινὰ ἄλλην μῆτιν εὑρίσκω, μάλα δʼ ὀτρύνουσι τοκῆες γήμασθαι, ὡς καὶ προϊστορήθη. ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων γινώσκων, ὅ ἐστι φρονῶν καὶ εἰδὼς οἷα γίνεται κακά. οὗ καὶ ἔπαινον ἐκτιθεῖσα φησίν· ἤδη γὰρ ἀνὴρ οἷός τε μάλιστα οἴκου κήδεσθαι οὐκ ἐκ τοῦ ἁπλῶς, ἀλλὰ ᾧ τε Ζεὺς κῦδος ἢ ὄλβον ὀπάζει. ταῦτα δὲ τὰ τῆς γυναικὸς ὀτρύνει τὸν Ὀδυσσέα κατὰ Ὁμηρικὴν δεινότητα ποιῆσαι τάχιον τὴν ἐπὶ τῷ ἔργῳ ἐπεξέλευσιν. ἤδη γὰρ, ὅ φασιν, ἐπὶ ξυροῦ ἀκμῆς τὰ πράγματα. ὃ δὴ καὶ ποιήσει αὔριον ἐξ ἀνάγκης ὁ Ὀδυσσεὺς, οὐ γάρ ἐστιν ἔτι καιρὸς ἀναβάλλεσθαι. Ἰστέον δὲ ὅτι τὸ, μάλα δʼ ὀτρύνουσι τοκῆες, διασαφητικόν ἐστι τοῦ, οἱ δὲ γάμον σπεύδουσιν, ὅ περ ἀνωτέρω κεῖται. ἐκεῖνο γὰρ ἀσαφὲς, ὡς οἷα περὶ μόνων τῶν μνηστήρων εἰρῆσθαι δοκοῦν. Ἔτι ἰστέον καὶ ὡς ἄριστα ἡ γυνὴ ἐκτίθεται τὰ αἴτια, διʼ ὧν ἐν στενῷ κατακλείεται. αὐτὴ μὲν γὰρ οὐκέτι μῆτιν εὑρίσκει ἐκφυγεῖν τὸν γάμον, οἱ δὲ τοκῆες ὀτρύνουσι γήμασθαι. καὶ οὐδὲ ὁ παῖς ἀνεκτὸς, ἀσχάλλων ἐφʼ οἷς ὁ οἶκος δαπανᾶται. διὸ ἀνάγκη γενέσθαι γάμον. Ὅρα δὲ καὶ ὅτι δημιοεργοὶ οὐ μόνον μάντις καὶ ἰατρὸς καὶ τέκτων οἱ προῤῥηθέντες, ἀλλʼ ἰδοὺ ἐνταῦθα καὶ οἱ κήρυκες. ὧν οὐδʼ αὐτῶν ἐμπάζεσθαι ἡ Πηνελόπη φησὶν, οἷα παρʼ οὐδὲν τιθεμένη καὶ τὰ τοῦ δήμου, ἑνὸς δὲ μόνου γινομένη, τοῦ τὸν Ὀδυσσέα ποθεῖν. Ἰστέον δὲ ὅτι δημιουργοὶ οὐ μόνον οἱ ῥηθέντες ἐλέγοντο, ἀλλʼ ὕστερον καὶ οἱ τὰ πέμματα καὶ τὰς πλακοῦντας ποιοῦντες, καὶ δηλοῖ αὐτὸ Ἀθήναιος ἐν τῷ, προὐνοοῦντο πεμμάτων αἱ δημιουργοὶ γυναῖκες, καὶ ἐν τῷ, καὶ δημιουργοὶ μέλιτος αἰτεῦσαι σκάφας. ἦν δὲ οὐδὲ παρὰ τοῖς πάλαι δήμιος ὁ αὐτὸς τοῖς ὕστερον. ἐκεῖνος μὲν γὰρ τῷ δήμῳ χρηστὸς, ὁ δὲ παρὰ τοῖς ἄρτι τῇ τοῦ ζῆν μειώσει παρωνομάζεσθαι δοκεῖ, ὡς οἷον ζήμιός τις ὢν διὰ τὸ τιμωρεῖν. διὸ καὶ ἄνδραγχοι πρὸς διαστολὴν τῶν πάλαι ἀγαθῶν δημίων ἐκαλοῦντο, ὡς ἄνδρας ἄγχοντες, οὐ μὴν δῆμον ὠφελοῦντες κατὰ τοὺς ἀρχαίους. κατὰ δὲ τὴν σύνθεσιν τῶν Ὁμηρικῶν δημιοεργῶν ἔφη καὶ ὁ κωμικὸς τὰ δημιόπρατα. Σημείωσαι δὲ, ὡς λέξις αὕτη ταπεινὴ, ἡ τοῦ δημιουργοῦ δηλαδὴ, καὶ θεία εὐμεθόδως γίνεται παρὰ τοῖς δημιουργὸν τοῦ κόσμου τὸ θεῖον εἰποῦσι. τοιοῦτον δὲ σὺν ἄλλοις πολλοῖς καὶ τὸ τὸν κόσμον σκάφος εἰπεῖν οὕτως ἢ ἄλλως περιαγόμενον. ὅμοιον δέ τι καὶ τὸ, ἀστραπὰς ἐκπυρηνιζομένας νεφῶν φάναι. καὶ ὁ πυρὴν γὰρ τὸ φαυλότατον εἰς μέγιστον ἐνταῦθα ὕψωται τῇ τροπῇ. Ἐν δὲ τῷ, Ὀδυσῆα ποθεῦσα φίλον κατατήκομαι ἦτορ, ἀμφίβολον εἴτε πρὸς τὸν Ὀδυσσέα εἴτε πρὸς τὸ ἦτορ κολλητέον τὸ φίλον. Περὶ δὲ τοῦ τολυπεύειν ἱκανῶς ἀλλαχοῦ προδεδήλωται. Τὸ δὲ, ἐμπνέειν θεὸν φρεσὶ, φιλοσόφως δηλοῖ τὸ, τὰ κατʼ ἀνθρώπους θειότερον γίνεσθαι. Τὸ δὲ, ἤδη γὰρ ἀνὴρ οἷος οἴκου ὀλβίου κήδεσθαι, ἐπαινετικώτερον τοῦ, ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι καὶ ἑξῆς. Ὀπάζειν δὲ οὐ μόνον τὸ παρέχειν, ὡς καὶ νῦν, ἀλλʼ ἔστιν ὅτε καὶ τὸ διώκειν. Ὅτι ἐξέφυγε μὲν, οἷα εἰκὸς, Ὀδυσσεὺς εἰπεῖν ὡς ἠρωτήθη, τίς καὶ πόθεν καὶ τίνων ἐστίν. ἡ δὲ Πηνελόπη ἔγκειται καὶ οὐκ ἀφίησιν αὐτὸν μὴ εἰπεῖν, ἀλλʼ ἐντρέπουσα τὸν ῥήτορα ἐκ τῶν κατʼ αὐτὴν λέγει μονονουχί· ὡς ἐπεί περ ἐγὼ πολύστονος οὖσα ἐξεθέμην τὰ κατʼ ἐμὲ, οὕτως ἂν καὶ αὐτὸς ποιήσῃς, καὶ οὐδέν σε ὀνήσει πρὸς τὸ σιγῆσαι, εἰ πολλὰ ἔπαθες. φησὶν οὖν· ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος ὁππόθεν ἐσσί· οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου, ἢ παλαιφάγου, ὡς καὶ ἐν Ἰλιάδι δηλοῦται, οὐδʼ ἀπὸ πέτρης. καὶ Ὀδυσσεὺς δεικνὺς ὡς οὐχʼ ἑκὼν λαλήσει, φησὶ γὰρ, οὐκέτʼ ἀπολλήξεις, ἢ καὶ διʼ ἑνὸς λ ἀπολήξεις, τὸν ἐμὸν γόνον ἐξερέουσα, διηγήσεται καὶ πρὸς αὐτὴν τὰ Κρητικὰ ψεύδη, <!-- 2.195 -->γόνον εἰπὼν αὐτὸς ὅ περ ἡ Πηνελόπη γένος εἶπε, τουτέστι τὴν γενεὰν ἢ τὴν γέννησιν. Ἐν τούτοις δὲ ὅρα ὅτι τὴν δρυὸς γενικὴν συστέλλει Ὅμηρος, εἰ καὶ ἡ εὐθεῖα ἐκτεταμένον ἔχει τὸ δίχρονον. τοῦτο δὲ γίνεται καὶ ἐπὶ τοῦ σῦς συὸς καὶ μῦς μυὸς, καὶ ἐπὶ ἄλλων δέ. φησὶ γοῦν Ἡρῳδιανὸς, ὅτι τὸ υ ἐπʼ εὐθείας ἐκτεινόμενον φιλεῖ συστέλλειν τὰς ἄλλας πτώσεις, καὶ οὐ μόνον ἐν τῷ πῦρ πυρὸς, ἀλλὰ καὶ ἐν τῷ, ἰχθύος, δρυὸς, ἰσχύος. Ὅτι δὲ οὐ μόνον δρῦς καὶ τὰ κατʼ αὐτὸ περισπῶνται, ἀλλὰ καί τινα τῶν ὑπὲρ μίαν συλλαβὴν, δηλοῖ ὁ αὐτὸς γράψας οὕτω· τὰ εἰς υς ὀξύτονα θηλυκὰ συστέλλοντα τὸ υ διὰ τοῦ δέλτα κλίνονται· κροκύδος, χλαμύδος· τὰ δὲ ἐκτεταμένον ἔχοντα τὸ υ διὰ καθαροῦ τοῦ ος, ὀϊζύος, Ἐριννύος. τὰ δὲ περισπώμενα καὶ αὐτὰ καθαρεύει· ὀσφύος, ὀφρύος, δρυός· ὥς τε περισπᾷ καὶ τὸ ὀσφῦς καὶ τὸ ὀφρῦς. ἐν ἄλλοις δὲ δοκεῖ ὅμοιον τόνον ἐπιτιθέναι καὶ τῇ τοῦ ἰχθύος εὐθείᾳ. εἰπὼν γὰρ ἐν τῷ περὶ τῶν εἰς υς περισπωμένων μονοσυλλάβων ἀρσενικῶν, ὡς φυλάσσουσι τὸ ι ἐν τῇ κλίσει, ἐπάγει ὅτι ἓν μόνον ὑπὲρ μίαν συλλαβὴν ὁ ἰχθῦς ὁμοίως ἐκλίθη τοῖς προειρημένοις. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Τὸ δὲ, οὐδὲ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης, ἐξήγηται μὲν ἱκανῶς ἐν τῇ Ἰλιάδι. καὶ νῦν δὲ εἰς τοσοῦτον ῥητέον, ὅτι τε παροιμιώδης ὁ λόγος καὶ ὅτι καταφατικῶς μὲν ἀπὸ δρυὸς ἢ ἀπὸ πέτρης εἶναί τις λέγεται, ὅτε οὐκ ἔστι γένος αὐτοῦ εἰπεῖν. ἀποφατικῶς δέ φαμεν ὡς οὐκ ἔστι τις ἀπὸ δρυὸς παλαιφάτου ἢ ἀπὸ πέτρης, ὅτε οὐκ ἂν ἔχοι σιγῆσαι πόθεν ἐστίν. εἰ γὰρ καὶ τἄλλα μὴ ἀκριβῶς οἶδέ τις κατὰ λεπτὸν, τίνων γοῦν ἐξέφυ, οἶδεν ὡς εἰκός· ἢ ἀλλὰ ποίας γοῦν ἐστὶ γῆς. εἴληπται δὲ ἡ παροιμία ἐκ τοῦ παλαιοῦ βίου, ὅτε ἐν σπηλαίοις καὶ δρυῶν ἤγουν δένδρων κοιλότῃσι, ταυτὸν δʼ εἰπεῖν, γερανδρύων, ἐξετίθεντο τὰ νεογνὰ ὑπὸ τῶν γεννησαμένων κατὰ ἀπορίαν βίου. οἷς ἀναληφθεῖσι καὶ ἐκτεθραμμένοις δρύες, τουτέστι δένδρα κοῦφα, εἰς μητέρας ἐνεγράφοντο κατὰ τοὺς ἐκ μελιῶν, οὕς φησιν Ἡσίοδος, ἢ καὶ πέτραι σπηλαιώδεις. ὅτι τοίνυν οἱ τοιοῦτοι οὐκ εἶχον γονεῖς ἀνθρώπους λέγειν ὡς ἐκ δρυῶν καὶ ῥωχμῶν ἑτέρων ἀνειλημμένοι, ἐξέπεσε παροιμία ἐκεῖθεν ἐπὶ τῶν ἀγενεαλογήτων τὸ ἐκ δρυὸς αὐτοὺς εἶναι ἢ ἀπὸ πέτρης. καὶ τοῦτο μὲν οὕτω· ἵνα λέγῃ ἡ Πηνελόπη τῷ ξείνῳ, εἰπέ μοι τὸ σὸν κατʼ ἀνθρώπους γένος· οὐ γὰρ δή που ἐκ δρυὸς ἢ πέτρας γέγονας ὡς οἱ παλαίτατοι ἐβούλοντο λέγειν, ἐκπλήττοντες τοὺς πολλούς. ἔστι δὲ καὶ ἄλλως νοηθῆναι τὸ ῥητὸν οὕτως ἁπλούστερον. εἰπέ μοι τὰ κατὰ σέ· οὐ γὰρ ἂν εἴποις χρόνῳ μακρῷ ἀπειλῆφθαι τὴν περὶ αὐτῶν μνήμην, ὡς τὰ ἐκ δρυὸς καὶ πέτρας παλαιὰ διηγήματα. νοῆσαι δὲ τὸ παροιμιῶδες τοῦτο ἐνταῦθα ἐπὶ ἀγριότητος οὐχʼ Ὁμηρικόν ἐστι. παραχρησάμενος δʼ ἄν τις εὐφυῶς ποτὲ εἴποι ἂν αὐτὸ καὶ ἐπὶ ἀγρίου ἤθους, ἵνα τὸν μὲν τοιοῦτον ἐρεῖ ἀπὸ δρυὸς εἶναι ἢ ἀπὸ πέτρης, τουτέστι ξύλινον ἢ πέτρινον· ἢ καὶ ἄλλως, δρυὸς εἴτε καὶ πέτρας ἀτεράμνου ἀπόκομμα, καθὰ καὶ τῷ ἐπὶ Ἀμφινόμου ῥηθέντι ἐν τῷ, νευστάζων κεφαλῇ δὴ γὰρ κακὸν ὄσσετο θυμὸς, ἐπὶ κακούργου ἀνδρὸς τῶν τις σοφῶν ἐχρήσατο ὕστερον, τὸ μὲν σῶμα φυλάξας τῆς γραφῆς, παραποιήσας δὲ τὸν νοῦν δεξιῶς πρὸς ὅ περ ἐβούλετο. Ἰστέον δὲ ὡς εἴ περ γράφεται ἀπὸ δρυὸς παλαιφάτου, ἀφορμὴν ἡ λέξις ἐτυμολογικὴν ἐνδίδωσι τῆς φηγοῦ. δῆλον γὰρ ὡς φηγὸς ἡ δρῦς, ἐπεὶ προκατῆρξε τοῖς ἀνθρώποις αὐτὴ τοῦ φαγεῖν. οὗ δοκεῖ προϋπάρχειν μέλλων δεύτερος ὁ φαγῶ, ὃς ἀνελθὼν εἰς ἐνεστῶτα παράγει ῥηματικὸν ὄνομα τὸ φάγημα, ὅμοιον ὂν πρός τε τὸ τραγῶ τράγημα καὶ πρὸς τὸ στρατιωτικὸν ἄγημα τὸ ἑτέρωθι δηλωθὲν καὶ πρὸς τὸ τραγικὸν πέσημα. καὶ τοῦτο δηλοῖ ὁ θαλάσσιον ἐχῖνον αὐτῷ κελύφει ἐνθεὶς τῷ στόματι καὶ βρύκων αὐτὸν τοῖς ὀδοῦσι καὶ ἐν τῷ δυσχρηστεῖσθαι, ὡς γράφει Ἀθήναιος, εἰπών· ὦ φάγημα μιαρὸν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς, οὔτʼ αὖθις ἔτι λάβοιμι. ἐν οἷς ὅρα τὸ βρύκων, ἤγουν τραχέως μετὰ ποιοῦ τινὸς ἤχου ἐσθίων, οὗ χρῆσις ἐν τοῖς τοῦ κωμικοῦ Ὄρνισιν ὅθεν καὶ παραβρύκων λίχνου τινὸς ἐπίθετον· καὶ τὸ ἀφέω ἀντὶ τοῦ ἀφῶ ἤτοι ἀφήσω πλεονασμῷ τοῦ ε. δοκεῖ δὲ ὥς περ ἐκ τοῦ τρῶ τρώγω ἔτραγον εἶναι τραγεῖν ἀπαρέμφατον καὶ τράγος ὄνομα, οὕτω καὶ φῶ φάγω φαγεῖν καὶ φάγος. ἐκ δὲ τοῦ τοιούτου φῶ καὶ φατὸς καὶ μυλήφατος. ἀπὸ μέντοι ἑτέρου φῶ, ἐξ οὗ καὶ τὸ φῶς, φώζω. οὗ μετοχὴ ἐν χρήσει τὸ πεφωσμένον· καὶ φῶδες αἱ παρὰ τῷ κωμικῷ· καὶ φωκτόν· οἷον, φωκτὸν γὰρ ἀνοιδαίνει βαρύκριμνον. εἰ δὲ γράφεται δρυὸς παλαιφάτου, ἐνθυμητέον ὡς οὐ μόνον δρῦς παλαίφατος, ἀλλὰ ὁμωνυμίας λόγῳ καὶ κύριον ἀνδρὸς σοφοῦ θεραπεύσαντος μύθους πρὸς ἱστορίαν, εἰς ὃ καί τις Ἡράκλειτος ἐπονήσατο, ἔτι δὲ καὶ Χάραξ. Παλαιφάτου δὲ μέμνηται καὶ Ἀθήναιος, ἔνθα μαγείρου σοφιζομένου καὶ τὴν οἰκείαν <!-- 2.196 -->τέχνην ἀποσεμνύνοντος ἔφη τὸ, καινὸς οὑτοσὶ Παλαίφατος. ὃ δὴ καὶ παροιμιάζεται τοὺς πιθανολογοῦντας τὰ μὴ οἷά τε ὄντα προσοχὴν ἔχειν. Εἰς δὲ τὸ ἀπὸ δρυὸς εἶναι προσενθυμητέον ἐκ τῶν παλαιῶν καὶ τὸν ὥς φασιν ἐκεῖνοι βαλανίτην βίον, ὃς ὕστερον ἐξ ἐπιμελείας καὶ εὑρέσεως ἀλετοῦ ἐξήνεγκε παροιμίαν τὴν, ἀληλεσμένον βίον ζῇ ἐξ ἀγρίου καὶ ἀκανθώδους τοῦ πρότερον· ὃν δηλοῖ τὸ, οὐ γὰρ ἄκανθαι· ὑπομιμνῆσκον τὴν τοῦ παλαιοῦ βίου μεταβολήν. ἐντεῦθεν δὲ καὶ τὸ, ἅλις δρυὸς, ἐπὶ τῶν δυσχερῶς, φασὶ, καὶ ἀηδῶς ἐσθιόντων, ὕστερον δὲ κάλλιόν τι εὑρόντων. τῷ δὲ, οὐ γὰρ ἄκανθαι, σύνδρομον καὶ τὸ, μερὶξ οὐ πνὶξ, ὡς ἀλλαχοῦ ἐγράφη. τὸ δέ γε, ἄλλην δρῦν βαλάνιζε, ἄλλως ἐναλλαγὴν βίου δηλοῖ, οὐ μὴν τὴν ἐκ πάντῃ ἀγρίου εἰς ἥμερον. ἔτι προσενθυμητέον καὶ ὅτι, καθὰ τῷ, ἀπὸ δρυὸς ἢ πέτρης εἶναι τινὰ, ἔστι παραχρήσασθαι παροιμιακῶς ἐπὶ ἀγριότητι, οὕτω καὶ τῷ ἀπὸ τῆς ἅλμης λόγῳ, καθʼ ὃν ἐκ μὲν τῆς πικρᾶς ἀκράχολός τις ἄνθρωπος ἁλμίων ἐσκώφθη, ἐκ δὲ τῆς νοστίμου ἅλμην ἔχειν λέγεται ὁ ἡδὺς ἄνθρωπος. Τὸ δὲ διφθόγγισμα τοῦ πάλαι καὶ παλαιὸς καὶ τῶν ἐξ αὐτοῦ ἔδειξαν οἱ Αἰολεῖς καθʼ Ἡρακλείδην ἐν τῷ πάλαος, ὅθεν τὰ ἄλλα προσλήψει τοῦ ἰῶτα. Ὅτι ἐξερέειν ἐνταῦθα καὶ τὸ ἐρωτῆσαι, οἷον, τὸν ἐμὸν γόνον ἐξερέουσα, ὡς προεγράφη, καὶ τὸ ἀπολογήσασθαι. φησὶ γάρ· ἀλλʼ ἔκ τοι ἐρέω, ἤτοι ἐξερῶ. τοῦτο δὲ καὶ μῦθον ἐνισπήσειν φησὶ προϊών. Ὅτι καὶ ἐπιτέμνων καὶ παραφράζων Ὀδυσσεὺς ἃ πρὸ μικροῦ ἔφη πρὸς τὴν Πηνελόπην, ἤγουν τὸ, μή μοι θυμὸν ἐμπλήσῃς ὀδυνάων μνησαμένῳ καὶ ἑξῆς, φησίν· ἦ μέν με ἀχέεσσί γε δώσεις πλείοσιν ἢ ἔχομαι. ἣ γὰρ δίκη ὁππότε πάτρης ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν, μονονουχὶ λέγων, ὡς ἐγὼ μὲν ἠξίουν μὴ ἀνακινῆσαί μοι τὴν μνήμην τῶν ἐμῶν κακῶν, σὺ δὲ ἀνηκουστοῦσα πλεῖόν με τῶν συνήθων λυπήσεις. τούτου γάρ ἐστι περίφρασις τὸ, ἦ μέν μʼ ἀχέεσσί γε δώσεις. τί δέ ἐστι τὸ, ἣ γὰρ δίκη, πρὸ ὀλίγων εἴρηται. καὶ τέως προοιμιακὴν ταύτην ἔννοιαν ὁ ῥήτωρ θεὶς λαλεῖ καὶ πρὸς ἐρώτησιν εἰπὼν διηγηματικῶς· Κρήτη τις γαῖα ἐστὶ μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ πίειρα, περίῤῥυτος, ἐν δʼ ἄνθρωποι πολλοὶ, ἀπειρέσιοι, καὶ ἐνενήκοντα πόληες, ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί· ἔν δʼ Ἐτεόκρητες μεγαλήτορες· ἐν δὲ Κύδωνες Δωριέες τε τριχάϊκες, δῖοι τε Πελασγοὶ, τοῖσι δʼ ἐνὶ Κνωσσὸς μεγάλη πόλις. ἔνθα τε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστὴς, τουτέστιν ὁμιλητὴς, φοιτητής. καὶ ταῦτα μὲν ἱστορικὰ, καὶ εἰς ἔπαινον Κρήτης λαλοῦνται ὡς πρὸς γυναῖκα σοφὴν, ἵνα τούτοις πιστευτικῶς ἀκολουθοῦσα δέξηται καταθετικῶς ὡς ἀληθῆ καὶ τὰ ἐφεξῆς ψεύσματα. ἐν οἷς ὁ ξένος γενεαλογήσας ἐκ Μίνωος τὸν Δευκαλίωνα, οὗ καθʼ ἱστορίαν υἱὸς ὁ Ἰδομενεὺς ἀδελφὸν ἑαυτὸν τοῦ τοιούτου Ἰδομενέως φησὶν, ὁπλότερον γενεῇ. ὁ δʼ ἄρα, φησὶ, πρότερος καὶ ἀρείων. λέγει δὲ καὶ ὅτι ἐμοὶ ὄνομα κλυτὸν Αἴθων. καὶ ὅτι τὸν Ὀδυσσέα ἐν Κρήτῃ ἐξένισεν ὅτε κατήγαγεν αὐτὸν ἐκεῖ ἄνεμος παραπλάγξας Μαλειῶν, ὡς καὶ ἑτέρους ἀληθῶς τῶν ἡρώων ὕστερον. ἔστησε δʼ αὐτὸν, ὁ ἄνεμος δηλαδὴ, ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης ἐν λιμέσι χαλεποῖσιν. ἱστορικὰ καὶ ταῦτα τὸ περὶ Ἀμνισοῦ καὶ τὸ τοῦ σπέους καὶ τὸ τῶν λιμένων, ἵνα παραμιγμένα τοῖς ψεύδεσι πιθανολογοῖεν αὐτὰ ὡς ἐξόν. λέγει δὲ καὶ ὡς Ὀδυσσεὺς μὲν τὸν Ἰδομενέα μετάλλα, τουτέστιν ἀνεζήτει. ἐπεὶ δʼ ἐκεῖνος προῴχετο εἰς Τροίαν, ἐγώ, φησιν, ἄγων αὐτὸν ἐξείνισα καὶ τοὺς σὺν αὐτῷ, δημόθεν ἄλφιτα δοὺς καὶ αἴθοπα οἶνον ἀγείρας, καὶ βοῦς ἱερεύσασθαι ἵνα πλησαίατο θυμόν· ὃ δὴ ξενίας δημοτικῆς φράσις ἐστὶν, ὥς περ τὸ, εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων. καταιγίδος ἔχει ἔνδειξιν. καὶ οὕτως εἰπόντος Ὀδυσσέως τίς τέ ἐστιν, ὅτι δηλαδὴ Αἴθων, καὶ πόθεν, ἤγουν ὅτι ἐκ Κρήτης, καὶ τίνων, ὡς ἄρα ἐκ Μίνωος καὶ Δευκαλίωνος, καὶ τὰ τούτων ἐχόμενα, ἐπιφέρει κατά τι ἐπιφώνημα ὁ ποιητὴς κομματικῶς, τὸ, ἴσκε, ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα, διὰ τὸ πιθανὸν πάντως τῆς πλάσεως καὶ ἀνεξέλεγκτον. Ὅρα δὲ ὡς καὶ τὸ ῥηθὲν πλασματικὸν διήγημα συνήθως Ὁμήρῳ κατὰ ὀρθὴν πτῶσιν μετὰ ῥήματος ὑπαρκτικοῦ προβέβληται· Κρήτη τις γαῖα ἐστίν. Ὅτι δὲ τὸ γαῖα καὶ ἐπὶ νήσων λέγεται, προδεδήλωται. Κρήτης δὲ πολλὰ μὲν καὶ ἄλλα σεμνώματα, ἐν δὲ τοῖς καὶ ταῦτα· ἐν Κρήτῃ παρὰ τοῖς τελοῦσι συσσίτια τράπεζαι ἔκειντο ξενικαὶ καλούμεναι, ἐν αἷς ἐκάθιζον τῶν ξένων τοὺς παριόντας. καὶ τοῖς νέοις μὲν κοινὸς κρατὴρ κέκρατο κατὰ τὰ συσσίτια, τοῖς δὲ πρεσβυτέροις, ἐὰν <!-- 2.197 -->ἐβούλοντο πλέον πιεῖν, ἐξουσία ἐδίδοτο. ἔτι δὲ Κρῆτες ἀπὸ δείπνου ἐβουλεύοντο περὶ τῶν κοινῶν μεμνημένοι καὶ πολεμικῶν πράξεων καὶ τοὺς γενομένους ἄνδρας ἀγαθοὺς ἐπαινοῦντες καὶ οὕτω προτρεπόμενοι τοὺς νέους εἰς ἀνδραγαθίαν. ἔτι ἐν συσσιτίῳ Κρητικῷ γυνὴ προεστηκυῖα τῆς συσσιτίας φανερῶς ἀπὸ τῆς τραπέζης τὰ βέλτιστά, φασι, τῶν παρακειμένων ἀφαιροῦσα παρετίθει τοῖς κατὰ πόλεμον ἢ σύνεσιν δεδοξασμένοις, ἀκολούθως τοῦτό γε Ὁμήρῳ, ὡς Αἴαντα νώτοισι διηνεκέεσσι γέραιρεν, οὐ μὴν κατὰ τὸν Ὀδυσσέα, ὃς τοιούτοις ἐφιλοφρονεῖτο τὸν παρὰ τοῖς Φαίαξι μουσικὸν Δημόδοκον. ὡς δὲ καὶ δίκης φύλακες οἱ Κρῆτες, δηλοῖ ὁ γράψας ὅτι εὐνομώτατοι οἱ Μαντινεῖς οὐδὲν ἧττον Λοκρῶν οὐδὲ Κρητῶν οὐδὲ Λακεδαιμονίων οὐδʼ Ἀθηναίων, ὧν Σόλων νομοθέτης, ὡς Νικόδωρος Μαντινέων. Τὸ δὲ περίῤῥυτος κοινὸν πάσης νήσου ἐπίθετον, ἐπεὶ καὶ πᾶσαι ἀμφίαλοι. ἴσως δὲ καὶ τὸ πέριξ ἐντὸς πολύϋδρον τῆς νήσου δηλοῖ, οὗ χάριν καλή ἐστι καὶ πίειρα. Τὸ δὲ ἀπειρέσιοι διασάφησίς ἐστι καὶ ἐπίτασις τοῦ πολλοί. Ἐνενηκοντάπολις δὲ νῦν Κρήτη ἡ ἐν Ἰλιάδι ἑκατόμπολις κατὰ περιπέτειαν. ἀναστατωθῆναι γάρ φασι δέκα πόλεις ὑπὸ Ἰδομενέως ἐπανελθόντος ἐξ Ἰλίου, ὅτε Λεῦκος αὐτὸν ἀπήλαυνεν· ὃν θετὸν παῖδα ὄντα φύλακα τῆς βασιλείας κατέλιπε, δράκοντα θρεπτὸν, ὡς ὁ Λυκόφρων φησί. τὰς δὲ τοιαύτας δέκα πόλεις προσκτισθῆναι φασὶν ὕστερον μετὰ τὰ Τρωϊκά. καὶ οὕτω μέν τινες συνεβίβασαν τὴν ἐν Ἰλιάδι μὲν ἑκατόμπολιν, ἐνταῦθα δὲ ἐνενηκοντάπολιν. ἕτεροι δὲ οὐχʼ ὡρισμένως ἐκεῖ νοοῦσι τὴν ἑκατόμπολιν, ἀλλʼ ἁπλῶς τὴν πολύπολιν. καὶ εἴωθεν οὕτω ποτὲ λαμβάνεσθαι τὸ ἑκατὸν διὰ τὸ πρεσβεῖον τοῦ ἐντελοῦς ἀριθμοῦ κατὰ τὸ, ἑκατὸν θύσανοι, καὶ ἑκατὸν πόλεων πρυλέεσιν, ὥς τε ἑκατόμπολις Κρήτη ἡ πολύπολις, ἢ καὶ ἀληθῶς ἑκατὸν ἔχουσα πόλεις ὥς πέρ ποτε καὶ ἡ Λακωνική. νῦν δέ ἐστι πυθέσθαι τοῦ χρόνου πού ποτε τὰς πλείους ἀπήγαγεν, Ἁρπυίαις κελεύσας ἀνερείψασθαι. Ὅτι δὲ κατὰ τὴν ἐπὶ Λεύκῳ ἱστορίαν ἐδυστύχησαν καὶ ἄλλαι βασιλεῖαι, δῆλον ἐξ ὧν καὶ Αἴγισθος ἐν τοῖς Ἀγαμέμνονος δόμοις πεπλημμέληκε. καὶ Σθένελος δὲ ὁ Κομήτου ἐν τοῖς τοῦ Διομήδους. θρυλοῦνται δὲ καὶ δοῦλοι ὕστερον Σκυθικοὶ τοῖς δεσπόταις στρατευσαμένοις που πράγματα παρασχόντες ἐν τῷ ἐπανελθεῖν. καὶ τοιαῦτα μὲν ταῦτα. Ἐν δὲ τῷ, ἄλλη δʼ ἄλλων γλῶσσα, τὴν διάλεκτον γλῶσσαν λέγει, ἐξ ὀργάνου αὐτῆς δηλῶν τὸ ἀποτελούμενον, τὴν φωνήν. Ἔνθα φασὶν οἱ παλαιοὶ πλάττειν τὸν Ὀδυσσέα τὴν τῶν γλωσσῶν ἀνάμιξιν, ἵνα μὴ ἐλεγχθῇ ὡς μὴ τῇ τῶν Κρητῶν γλώσσῃ χρώμενος ἢ χαριζόμενος. Τὸ δὲ Ἀχαιοὶ καὶ οἱ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ, ἄλλη δʼ ἄλλων γλῶσσα. εἰσὶ γὰρ ἄλλοι οἱ Ἀχαιοὶ καὶ οἱ μετʼ αὐτοὺς ῥηθέντες, ἐξ ὧν συγκροτεῖται τὸ πολύγλωσσον. Μυκηναίους δέ τινες ἐνταῦθα φασὶ τοὺς Ἀχαιοὺς, εἰπόντες ὡς μετὰ τὰ Ἰλιακὰ Ταλθύβιος ἐκ Μυκηνῶν ἤγαγεν ἐκεῖ ἀποικίαν. Ἐτεόκρητες δὲ οἱ ἀληθῶς ἢ ἀληθεῖς Κρῆτες, εἰ καὶ ἄλλως Κρῆτες ἀεὶ ψεῦσται, ὡς καὶ προείρηται. αὐτόχθονες οὖν οἱ Ἐτεόκρητες, Ἰθαγενεῖς, γνήσιοι τῆς χώρας, λεχθέντες Ἐτεόκρητες ὡς πρὸς τοὺς ἐπήλυδας, καθὰ καὶ τῷ γεωγράφῳ δοκεῖ. δῆλον δὲ ὡς πρὸς ὁμοιότητα τοῦ Ἐτεόκρητες καὶ οἱ Ἐτεοβουτάδαι συντέθεινται. Μεγαλήτορας δὲ τοὺς Ἐτεόκρητας λέγει διὰ τὸ ἀνδρείους εἶναι ὡς ἡ συχνὴ πεῖρα ἐδήλωσε. Κύδωνες δὲ ἀπὸ Κύδωνός, φασι, τοῦ Ἀπόλλωνος, περὶ ὧν καὶ ἀλλαχοῦ δηλοῦται. εἰ δʼ οὗτος ἐστὶ καὶ ὁ παροιμιαζόμενος κατὰ τὸ, ἀεί τις ἐν Κύδωνος διὰ τὴν κατʼ ἐκεῖνον φιλοξενίαν, οὐ πάνυ δῆλον. Ὅτι δὲ κάλλους σχῆμα τὸ, ἐν μὲν Ἀχαιοὶ καὶ ἑξῆς, καθὰ καὶ τὸ, ἐν δʼ ἵμερος ἐν δʼ ὀαριστὺς, πάρφασις καὶ τὰ τοιαῦτα, οὐκ ἄδηλόν ἐστι. Δωριεῖς δὲ οὗτοι ἄποικοι τῆς τῶν Δωριέων χώρας, ἧς μοῖραν ἔσχε καὶ ἡ τῶν Σικελῶν γῆ καὶ ἄλλαι δὲ πόλεις τῶν περὶ τὰς ἐκεῖ χέρσους. Τριχάϊκες Δωριεῖς, ἐπεί περ οἱ μὲν Εὔβοιαν, οἱ δὲ Πελοπόννησον, οἱ δὲ Κρήτην ᾤκησαν. ἕτεροι δὲ τοὺς πολεμικούς φασι καθʼ ὁμοιότητα τοῦ, κορυθάϊκι πολεμιστῇ. οὗ δηλαδὴ αἱ τῆς περικεφαλαίας τρίχες αἴσσουσι, τουτέστι σείονται, κατὰ πόλεμον, ὡς δοκεῖν οὕτω τὸ τριχάϊκι πολεμιστῇ ἀναγινώσκεσθαι καθʼ ὑφέν. ἄλλοι δὲ τοὺς τριλόφους φασὶν, οἷς λόφοις τρίχες ἔνεισιν. εἰσὶ δὲ οἳ καὶ κούφους ὀρχηστὰς εἶπον τοὺς τριχάϊκας. ἐπεὶ καὶ ἀρετὴ Κρητῶν ἡ κατὰ πόλεμον ὀρχηστική. ὁ δὲ γεωγράφος οὕτω καλεῖσθαι μόνους τοὺς κατὰ τὴν Κρήτην Δωριεῖς ἐμφαίνων δηλοῖ ὀνομασθῆναι οὕτω οὐ μόνον διὰ τριλοφίαν καὶ ὅτι τρίχινοι αὐτοῖς οἱ λόφοι, ἀλλὰ καὶ διότι ἐκ Παρνασοῦ ἐλθόντες τρεῖς πόλεις ᾤκισαν. Πελασγοὺς δέ γέ φασι νῦν λέγεσθαι τοὺς μετὰ Κερκάφου εἰς Κρήτην ἀποικισθέντας ἐκ τῆς Φθιώτιδος. Περιώνυμον δὲ τὸ τῶν ἁπλῶς Πελασγῶν φῦλον καὶ πολυσπερὲς <!-- 2.198 -->διὰ τὸ πλανητικόν. καὶ δηλοῦται περὶ αὐτῶν καὶ ἐν τοῖς τοῦ περιηγητοῦ, ἔνθα τι ἐῤῥέθη καὶ περὶ Κνωσσοῦ, ἣν μεγάλην πόλιν ὁ ποιητὴς ἐπιθετικῶς λέγει, οὐ μὴν κατὰ τὴν ἐν Πελοποννήσῳ, ὑφὲν κυριωνύμως οὕτω καλουμένην, ἧς ὁ πολίτης Μεγαλοπολίτης, ἣν αὐξηθεῖσαν τοσοῦτον ὁ χρόνος ὕστερον ἐταπείνωσεν, ὡς διεκπεσεῖν ἐπʼ αὐτῇ λόγον τὸ, ἐρημία μεγάλη ἐστὶν ἡ μεγάλη πόλις. Ὁ δὲ Μίνως οὗτος ζηλωτής ἐστιν ἀρχαίου Ῥαδαμάνθυος κατά τινας, ὁμωνύμου τῷ οἰκείῳ ἀδελφῷ· ὃν δὴ Ῥαδάμανθυν ἐκεῖνον μιμούμενος ὁ Μίνως διʼ ἐννέα ἐτῶν ἀναβαίνων, ὡς ὁ γεωγράφος φησὶν, ἐπὶ τὸ τοῦ Διὸς ἄντρον καὶ διατρίβων ἐκεῖ κατέβαινεν ἔχων συντεταγμένα παραγγέλματα, ἃ ἔλεγεν εἶναι τοῦ Διὸς, ἵνα δηλαδὴ πείθειν οὕτως ἔχῃ δεισιδαιμονοῦντας τοὺς ὑπηκόους, οἳ καὶ ἄλλως ὡς δικαίῳ αὐτῷ ἔχαιρον, ἐπειδὴ τὴν θάλασσαν ἐξεκάθαιρε λῃστῶν, ἐξ ὧν καὶ τὰ κρησφύγετα ὠνόμασται, ὅπου δηλαδὴ αὐτοὶ τὸν τοιοῦτον Κρῆτα ἢ τοὺς περὶ αὐτὸν Κρῆτας ἔφευγον. καὶ τοῦτο μὲν τοιοῦτον. Ἕτεροι δὲ τὸ ἐννέωρος συντιθέντες μετὰ τοῦ ὀαριστὴν φασὶν, ὅτι ἐπὶ ἐννέα ἔτη παρὰ τῷ πατρὶ Διῒ ἐπαιδεύθη· ἄλλοι δὲ, ὅτι ἐννεαετὴς ὢν βασιλεύειν ἤρξατο· τινὲς δὲ, ὅτι ἐπὶ ἐννέα ἔτη ἐβασίλευσε. τοῦτο γάρ ἐστι Διὸς ὀαριστὴν εἶναι, τὸ βασιλεύειν δηλαδή· ἐπεὶ καὶ διοτρεφεῖς καὶ διογενεῖς οἱ βασιλεῖς. πόθεν δὲ παράγεται ὁ ὀαριστὴς, πολλαχοῦ δεδήλωται. πρωτότυπον δὲ αὐτοῦ ὄαρ ὄαρος, ἐξ οὗ ὦρες αἱ ἐν Ἰλιάδι γυναῖκες. δῆλον δὲ ὡς οὐκ ἀναμφιβόλως κατὰ τὸ ὄαρ ὄαρος, οὕτω καὶ ἡ δάμαρ· αὐτὸ γὰρ δάμαρς εἶναι δοκεῖ, οὗ γενικὴ δάμαρτος. Ὄνομα δὲ κλυτὸν, ὅ περ ἀκούει τις ἐξ ἁπάντων. σύνθετον δὲ ἐξ αὐτῶν κύριον Ὀνομάκλυτος. Πρὸς δὲ τὸν Αἴθωνα τοῦτον ἡ τοῦ Λυκόφρονος ἀστεϊζομένη Κασάνδρα Αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς τὸν Ὀδυσσέα καλεῖ, πλαστὰς εἰποῦσα γραφὰς τὰ τοῦ Ὀδυσσέως παρʼ Ὁμήρῳ ψεύσματα. Ἀμνισσὸς δὲ Μίνωος ἐπίνειον, ὡς ὁ γεωγράφος φησί· ἕτεροι δὲ Κνωσσοῦ. ἔστι δέ, φασι, καὶ ποταμὸς Κρήτης Ἀμνισσός. πάνυ δὲ ἐπιδεξίως ὁ μῦθος ἐπελέξατο τὸν Ἀμνισσὸν τῇ Εἰλειθυίᾳ εἰς διατριβὴν, ἐπειδὴ τὸ βρέφος τηνικαῦτα εἰς φῶς ἐλεύθει, ὅ περ Εἰλειθυίας ἔργον ἐστὶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν, ὁπηνίκα οὐ δύναται μένειν κατὰ γαστρός. τοῦτο γὰρ ὁ Ἀμνισσὸς ὡς οἷά τις ἀμενισσὸς τῷ ἤχῳ τῆς λέξεως παραινίττεται. εἰ δὲ καὶ ἀγαθὸς ὁ ἐκεῖ τόπος ὢν ταῖς λεχοῖς διατοῦτο τῇ Εἰλειθυίᾳ ἀνέκειτο, οὐκ ἔστιν ἀπισχυριστικῶς εἰπεῖν. Ὅτι δὲ ταυτὸν Εἰλείθυιαν ἑνικῶς λέγειν καὶ Εἰλειθυίας πληθυντικῶς, καὶ διατί θυγατέρες Ἥρας αἱ Εἰλείθυιαι πλάττονται, ἡ Ἰλιὰς δηλοῖ. ἐκ δὲ τῆς κατὰ γέννησιν ἀλληγορουμένης Εἰλειθυίας Εὐριπίδης παραφέρεται τοῖς παλαιοῖς ἀνειλείθυιαν εἰπὼν τὴν μὴ γεννήσασαν. Ὅτι δὲ δυσλίμενος ἡ Κρήτη τὰ πρὸς βοῤῥᾶν, δῆλον ἐστί. καὶ ἰδοὺ παρὰ καὶ καλοῖς κακὸν κεῖται, τοῖς τῆς Κρήτης δηλαδὴ, τὸ κατʼ αὐτὴν κακολίμενον. Τὸ δὲ, δημόθεν δοῦναι ἄλφιτα καὶ οἶνον καὶ ἑξῆς, δηλοῖ ἔθος εἶναι ξενίζεσθαι δημοσίᾳ τοὺς ἀξίους. οὕτω καὶ Ἀλκίνοος καὶ οἱ σὺν αὐτῷ ἄριστοι ἀνδρακὰς δόντες δῶρα τῷ Ὀδυσσεῖ, ὕστερον ἀγειρόμενοι κατὰ δῆμον ἐποίησαν τὰ ῥηθέντα ἐκεῖ. Βοῦς δὲ ἱερεῦσαι καὶ νῦν τὸ σφαγιάσαι. Τὸ δὲ, πλησαίατο θυμὸν, ἶσον ἐστὶ τῷ κορέσαιντο. ἐπῆκται δὲ πρὸς ἑρμηνείαν τοῦ ἱερεύσασθαι, ἵνα μὴ ἐπὶ θυσίας ἡ λέξις νοηθείη, ἀλλʼ ἀντὶ τοῦ σφαγιάσασθαι. Τὸ δὲ, οὐδʼ ἐπὶ γαίῃ εἴα ἵστασθαι, βιαιότατον ἄνεμον δηλοῖ, ὃς ὠθήσοι ἂν καὶ κατὰ κρημνοῦ, τόπον εὑρὼν ἐπιτήδειον. ἐπιταθεὶς δὲ καὶ εἰς Ἅρπυιαν αὐξηθήσεται. τοιοῦτος γάρ τις ὁ μὴ ἐῶν ἐπὶ γῆς ἵστασθαι. Τὸ δὲ, ὤρορε δαίμων, εἰ καὶ φύσει κατὰ τὸ ὄλωλε γράφεται καὶ τὸ ὄδωδε καὶ τὰ ὅμοια Ἀττικὰ, ἀλλὰ καὶ νῦν ὑπέρθεσιν ἔπαθεν διὰ χρείαν μέτρου ὡς καὶ ἐν ἄλλοις. Τὸ δὲ ἴσκεν οἱ μὲν γλωσσογράφοι ἀντὶ τοῦ ἔλεγεν ἐκδέχονται, οἱ δὲ ἀκριβέστεροι ἀντὶ τοῦ ἤϊσκεν, ὅ ἐστιν εἴκαζεν ἀπεικονίζων πρὸς ἀλήθειαν. Κεῖται δʼ ἐν τούτοις καὶ τὸ, ἄνεμος πέσεν, ἀντὶ τοῦ ἐπαύσατο, κοινότερον φρασθὲν ἀφελῶς πρὸς ἀκολουθίαν τοῦ, ἐστόρεσε δὲ θεὸς πόντον. ἔνθα γὰρ τὸ στορέσαι καὶ στρῶσαι, οἰκεῖον ἐκεῖ καὶ τὸ πεσεῖν. Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ, ἴσκε ψεύδεα πολλὰ λέγων, ἐπιτηδείως ὁ ποιητὴς ἔπαυσε τὴν ἐπὶ πλέον ψευδολογίαν, ὀκνήσας μὲν ἐμβραδῦναι ψεύδεσιν, ἐμφῄνας δὲ μόνον ἐν σχήματι παρασιωπήσεως, καὶ ἄλλα τὸν Ὀδυσσέα ὡς εἰκὸς φάναι πρὸς τὴν γυναῖκα ὡς αὐτῷ ἤρεσε διὰ τὸ ἡδέως ἐκείνην ἀκροᾶσθαι· ὅ περ οὐκ ἂν Ὁμηρικὸς ἀκροατὴς ἐπὶ πλέον γενέσθαι ἀνάσχοιτο ἀληθευτικῆς αὐτὸς μαθήσεως ἐφιέμενος. Ὅτι τῆς Πηνελόπης ἀκουούσης, ἃ ἔλεγεν Ὀδυσσεὺς, ῥέε δάκρυα, τήκετο δὲ χρώς. εἶτα λαβὼν ἀφορμὴν ἐκ <!-- 2.199 -->τοῦ τήκετο ἐπάγει· ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν, ἥν τʼ Εὖρος οἷα χλιαρὸς κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύοι, ὡς ψυχρὸς δηλαδή. τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες, ὣς τῆς τήκετο καλὰ παρήϊα δακρυχεούσης. Καὶ ὅρα ὡς πεντάκις εἶπε τὰς ἀπὸ τοῦ τήκω κινήσεις. ὡς γάρ φασιν οἱ παλαιοὶ, οὐκ ἔχει καιριωτέραν ταύτης εἰπεῖν λέξιν ἐν τοῖς ἄρτι ῥηθεῖσιν. Τὸ δὲ, ποταμοὶ πλήθουσι ῥέοντες, διὰ τὸ πλῆρες τῆς παραβολικῆς ἱστορίας ἔφη. ἄλλως γὰρ ὑπερβολικὸν ποταμηδὸν ῥέειν δάκρυον, εἴ γε καὶ τὸ κρήνης δίκην αὐτὸ ῥέειν ἐν Ἰλιάδι ὑπερβολὴν ἔχει. Ἰστέον δὲ ὅτι τοῦ τήκω ῥήματος πολλά τινα παράγοντες, ἐκεῖθεν γίνεται καὶ τὸ τήγανον, οἱονεὶ τήκανόν τι ὄν. τὸ δʼ αὐτὸ παρά τισι καὶ τάγηνον κατὰ μετάθεσιν, Δωρικῶς δὲ καὶ ἤγανον, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. τινὲς δὲ ταγηνόν φασι τὸ ἐν τηγάνῳ ἑψηθέν. Συρακούσιοι δὲ, ὥς φησιν Ἀθήναιος, τὴν μὲν λοπάδα τήγανον καλοῦσι, τὸ δὲ κοινῶς τήγανον ξηροτήγανον. χρῆσις δὲ ἠγάνου μὲν δίχα τοῦ τ καὶ παρὰ Ἀνακρέοντι· χεῖρά τʼ ἐν ἠγάνῳ βαλεῖν· τηγάνου δὲ σὺν τῷ τ ἐν τῷ, πηδῶσι δʼ ἰχθῦς ἐν μέσοισι τηγάνοις· καὶ ἀπὸ τηγάνου τʼ ἔφασκεν ἀφύας φαγεῖν. ἐξ αὐτοῦ δὲ καὶ ῥῆμα. Φρύνιχος· ἡδὺ δʼ ἀποτηγανίζειν ἄνευ συμβολῶν. ταγήνου δὲ χρῆσις ἐν τῷ, ἀτάρ τοι τὸ τάγηνον ἄριστον. Ἔτι ἰστέον καὶ ὅτι τὸ, ἀκροπόλοισιν ὄρεσσι, ταυτόν ἐστι τῷ, κορυφαῖς ὀρῶν, ὡς δῆλον ἐκ τῶν παλαιῶν παραδόντων εἰς τρία διαιρεῖσθαι τὸ ὄρος, εἰς ἀκρώρειαν, εἰς ὑπερώρειαν, καὶ εἰς τέρμα· ὧν τὸ μὲν κορυφὴ, τὸ δὲ πλευρὰ ὄρους, τὸ δὲ τελευταῖον, οἱ καὶ πόδες. αἱ δὲ κορυφαί, φησι, καὶ ἀκρόπολοι, περὶ ὧν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. τὸ δὲ ἄκρον, ἐξ οὗ τὰ ἀκροπόλα ὄρη, καὶ τὰς ἀκροπόλεις ποιεῖ, καὶ τὰ ἀκροθίνια, ὅ πέρ ἐστιν ἄκρον σωροῦ, καὶ λάφυρα, καὶ ἀπαρχαὶ δὲ ἀνατιθέμεναι ἐξ ἐμπορίας· τοῦτο μὲν διὰ τὸ ἀπὸ θινὸς θαλαττίου σεσῶσθαι, τὰ δὲ ἐκ πολέμου λάφυρα ὡς οἷον, φασὶν, ἀκροσίνια παρὰ τὸ σίνεσθαι ἐν μάχῃ πολλούς· τὸ δὲ ἐπὶ σωροῦ παρὰ τὸ ἄκρον τοῦ τοιούτου θινός. φέρεται δέ, φασι, καὶ παροιμία ἐπί τινων μάτην κοπιόντων τὸ, ἀκροθίνια πυγμαίων κολοσσῷ ἐφαρμόζειν, ὅ πέρ ἐστιν ἀνδρὶ μεγίστῳ μικρόν τι κέρδος εἶναι. ἐκ τοῦ εἰρημένου δὲ ἄκρου καὶ ἀκρόκομος ὁ κομῶν τὸ ἄκρον τῆς κεφαλῆς. καὶ μὴν ἄλλως ἀκρόκομος ἐν Ἰλιάδι ὁ μετρίως ἢ λίαν κομῶν. Ὅτι Ὀδυσσεὺς θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δʼ ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος ἀτρέμας ἤγουν ἡσύχως ἐν βλεφάροισι. δόλῳ δʼ ὅ γε δάκρυα κεῦθε. Κέρα δὲ ἢ αὐτὴν λέγει κατὰ τοὺς παλαιοὺς τὴν φύσιν τοῦ κέρατος σκληρὰν οὖσαν, ἢ ὡς ἐκ μέρους τὰ τόξα, ἵνα λέγῃ ὡς οἱ ὀφθαλμοὶ τῷ Ὀδυσσεῖ ἵσταντο, εἴτε βούλοιτό τις εἰπεῖν οἷα καὶ σίδηρος, εἴτε καὶ ὡς τεταμένα τόξα, μὴ ἐνδιδόντες δάκρυσιν. οὕτω τλήμων ὁ Ὀδυσσεὺς καὶ νῦν ὁ καὶ παρὰ τῇ Καλυψοῖ συνεχῶς δακρύων καὶ παρὰ Φαίαξιν ἑτοιμόδακρυς διὰ μόνην ἀνάμνησιν κακῶν. Σημείωσαι δὲ ὡς ἐν τῷ, ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος, ἀπὸ τοῦ ὑφειμένου μετέβη αὐξητικῶς ἐπὶ τὸ μεῖζον, ἤγουν ἐκ τῶν κεράτων ἐπὶ τὸν σίδηρον. ἐσχημάτισται οὖν τοῦτο ἑτεροίως ἤ περ τὸ, ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης. ἐκεῖ γὰρ ἄλλως ἀπὸ τοῦ κατὰ λαμπρότητα ἡλιακοῦ μεγέθους ἐπὶ τὸ ἔλαττον κατέβη, ὡς ἂν εἴη ὁ λόγος πιθανώτερος. Ὅρα δὲ καὶ ὡς Ὅμηρος μὲν πρὸς κέρας εἴκασε τὸ τῶν ὀφθαλμῶν τοῦ Ὀδυσσέως ἀτενές· ἡ δὲ συνήθεια καὶ χιτῶνα τινὰ κερατοειδῆ τοῦ ὀφθαλμοῦ λέγει, ὅθεν ἴσως καὶ ἡ Ὁμηρικὴ ὥρμηται παραβολή. Τὸ δὲ, δόλῳ δάκρυα κεῦθε, παράδειγμα καὶ αὐτὸ δόλου ἐπαινετοῦ, ὃς νῦν εἰς ἶσον ἥκει τῇ καρτερίᾳ. Ὅτι θελήσας ὁ ποιητὴς ὡς ἐν παρέργῳ χάριν ἁβρότητος γραφικῆς καὶ περὶ λαμπροῦ διαλαβεῖν ἱματισμοῦ καὶ ἅμα πιθανῶς καὶ βιωτικῶς ἀνάκρισιν θέσθαι διὰ Πηνελόπης εἰ μὴ ψεύδεται ὁ ξένος, ἔτι καί τι ἱστορῆσαι, πλάττει αὐτὴν ἀνακρίνουσαν τὸν ξένον, εἰ ἐτεὸν ὡς λέγει τὸν Ὀδυσσέα ἐν Κρήτῃ ἐξένισεν ὅτε εἰς Τροίαν ἀπέπλεεν, ὁποῖα περὶ χροῒ εἵματα ἕστο, αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους οἵ οἱ ἕποντο. καὶ Ὀδυσσεὺς ἑαυτὸν μὲν, οἷος ἦν, σιωπᾷ, μὴ καὶ περιηγούμενος εὐθὺς ἀναγνωρισθῇ ἐπιλεγομένης τῆς γυναικὸς τὰ σημεῖα, ὃς καὶ ἄλλως ἐπικρύπτων ἑαυτὸν ἀναγνωρισθήσεται ὑπὸ τῆς μαίας, ὡς ἐοικὼς τῷ Ὀδυσσεῖ. οἷα δὲ ἐφόρει εἵματα, ἐρεῖ ἀναμνησθεὶς, καὶ τῶν ἑταίρων δὲ τὸν ἐπισημότερον ἀπαγγελεῖ. ἐξ ὧν ἡ Πηνελόπη ἀληθῆ τὸν ξένον κρινεῖ. ἀκκισάμενος οὖν πρῶτον καὶ εἰπὼν, ὡς ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα εἰπέμεν, ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν ἐκ τότε, εἶτα ὑποσχόμενος εἰπεῖν ἐν τῷ, ἀλλὰ καὶ ὣς ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ, τουτέστι φαντάζεται <!-- 2.200 -->ἀνειδωλοποιεῖται, ἅ περ εἴποι ἂν ὁ δυσχερῶς μεμνημένος τινὸς, ἐπιφέρει· χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεὺς, διπλῆν. αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο αὐλοῖσι διδύμοισι, πάροιθε δὲ δαίδαλον ἦεν. εἶτα ἑρμηνεύων τὸ δαίδαλον ἐπιφέρει· ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἑλλὸν ἀσπαίροντα λάων, τὸ δὲ θαυμάζεσκον ἅπαντες, ὡς οἳ χρύσεοι ὄντες, ὁ μὲν λάε νεβρὸν ἀπάγχων, αὐτὰρ ὃ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι. τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροὶ σιγαλόεντα, οἷόν τε κρομύοιο λοπὸν κατὰ ἰσχαλέοιο. τὼς μὲν ἔην μαλακός· λαμπρὸς δʼ ἦν ἠέλιος ὣς, καὶ οὐ κατὰ χρῶμα δηλαδὴ κρομύου. ἦ μὲν, πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες. ταῦτα εἰπὼν ἀληθῶς ὁ ξένος, εἶτα ὑποπτεύσας ἀναγνωρισμὸν διὰ τὸ τῆς εἰδήσεως ταύτης ἀκριβὲς, προσποιεῖται μὴ εἰδέναι εἴτε οἴκοθεν αὐτὰ εἶχεν εἴτε καὶ ξενισθείς ποθεν ἔσχε, καὶ φησίν· ἄλλο δέ τοι ἐρέω. οὐκ οἶδʼ εἰ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεὺς, ἤ τις ἑταίρων δῶκεν, ἤ τίς που καὶ ξεῖνος· ἐπεὶ πολλοῖς Ὀδυσσεὺς ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι. καὶ πλάττει καὶ αὐτὸς ἄορ δοῦναι καὶ δίπλακα καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα καὶ αἰδοίως ἐκεῖνον ἀποπέμψαι· ἅ περ ἄνδρα ὑπογράφει φιλόξενον. εἶτα λέγει καθʼ ἱστορίαν, ὅτι καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ εἵπετο· καὶ τόν τοι μυθήσομαι οἷος ἔην περ. γυρὸς ἔην ὤμοισι, μελανόχροος, οὐλοκάρηνος, Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε. τίεν δέ μιν ἔξοχον ἄλλων ὧν ἑτάρων Ὀδυσσεὺς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, τουτέστιν οὐ διʼ ἀνδρίαν ἢ γένος ἤ τι τοιοῦτον, ἀλλʼ ὅτι ἀρτίφρων ἦν. τοιοῦτος γὰρ ὁ φρεσὶν ἄρτια εἰδώς. οὕτως ἀφηγησαμένου τοῦ ξένου σήματα ἀναγνοῦσα ἡ Πηνελόπη τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεὺς, καὶ κλαύσασα ἱκανῶς νῦν μὲν δή μοι, φησὶ, ξεῖνε πάρος περ ἐὼν ἐλεεινὸς ἐν μεγάροισιν ἐμοῖσι, φίλος τʼ ἔσῃ αἰδοῖός τε. αὐτὴ γὰρ τάδε εἵματα ἐγὼ πόρον, ἤτοι παρέσχον, οἷʼ ἀγορεύεις, πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν, κείνῳ ἄγαλμα εἶναι· τὸν δʼ οὐχʼ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα. τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς ᾤχετο ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. Καὶ ὅρα τὸ οὐκ ὀνομαστὴν, ἑρμηνευτικὸν ὂν τοῦ Κακοΐλιον. οὐ γάρ τι φαυλόφωνον καὶ δυσπροένεκτον ἡ τῆς Ἰλίου κλῆσις ἔχει. ἀλλὰ Κακοΐλιος ἢ οὐδετέρως Κακοΐλιον ἡ Τροία ἐστὶν, ὡς μὴ ἀξία ἥκειν τινὶ μηδὲ εἰς μνήμην διὰ τὰ ἐν αὐτῇ κακά. οὕτω καὶ Δύσπαρις ἐν Ἰλιάδι ὁ Ἀλέξανδρος καὶ Αἰνελένη ἡ Ἑλένη, οὐ διὰ φαυλότητα κλήσεων, ἀλλʼ ὅτι κακῶν ἐγένοντο αἴτιοι. διὸ ἴσως οὐδὲ μνήμης ἄξιοι οὐδʼ ἄχρι κλήσεως· ὅ περ ὕστερον χρόνῳ κατεψηφίσθη τοῦ τῆς Ἐφεσίας Ἀρτέμιδος ἐμπρήσαντος τὸν ναόν. Ὅρα δὲ καὶ ὡς, ὅ περ φθάσας Ὀδυσσεὺς ηὔξατό που, τὸ φίλος δηλαδὴ ἐλθεῖν τοῖς Φαίαξι καὶ ἐλεεινὸς εὗρε καὶ ἄρτι. ἐλεεινὸς γὰρ ὢν ἕως καὶ νῦν, ἤδη φίλος γίνεται ὁ μετʼ ὀλίγα καὶ φίλτατος. Τοῦ δὲ ῥηθέντος χωρίου τὰ κατὰ μέρος τοιάδε· πορφυρέη μὲν ἡ χλαῖνα διὰ τὸ βασιλικόν. Τὸ δὲ διπλοῦν αὐτῆς καὶ ἡ μία περόνη μανδυοειδῆ αὐτὴν εἶναι δηλοῖ, οὐ κύκλῳ ἀμπέχουσαν, ἀλλὰ διπλουμένην κατὰ τὸ ἔμπροσθεν καὶ ὄπισθεν διὰ τῶν ἀριστερῶν, ἀφιεῖσαν δὲ ἄνετα, ὡς καὶ προεδηλώθη τὰ δεξιά. Οὔλην δὲ καὶ νῦν ἢ τὴν συνεστραμμένην λέγει καὶ εὔκλωστον, ἢ τὴν ὅλην καὶ ὑγιῆ, ἢ τὴν ἁπαλήν. τινὲς δὲ τὸ οὔλην συνάπτοντες μετὰ τοῦ πορφυρέην φασὶν ἄμφω δηλοῦν τὴν ὁλοπόρφυρον. οὖλον γὰρ πάντως που καὶ τὸ ὅλον. Τὸ δὲ ἔχε δῖος Ὀδυσσεὺς ἀντὶ τοῦ, ἐφόρει· ἐξ οὗ τὸ ἀμπέχειν γίνεται. Εἰς δὲ τὸ διπλῆν γράφουσιν οἱ παλαιοὶ, ὅτι διπλοῦν μὲν κατὰ τὸ μέγεθος· ἱμάτιον γὰρ πτυσσόμενον διπλοῦν λέγεται· διπλάσιον δὲ κατὰ ἀριθμόν. οὕτω γοῦν διπλάσια χρήματα λέγονται. τοῦτο δὲ συντελεῖ καὶ εἰς τὸ, τριπλῇ τετραπλῇ τʼ ἀποτίσομεν. Αὐλοὶ δέ, φασι, ἐνταῦθα ῥαβδοειδεῖς τινὲς ἀνατάσεις εὐθεῖαι, εἰς ἃς κατακλείονται αἱ περόναι, ἃς διὰ τοῦτο καὶ κληΐδας ἐϋγνάμπτους ἔφη πρὸ μικροῦ. Δίδυμοι δὲ οἱ τοιοῦτοι ἀντὶ τοῦ, διπλαῖ ἢ συμφυεῖς ταῖς περόναις. Δαίδαλον δὲ τὸ δαίδαλμα, τὸ ποίκιλμα, συγκοπὲν ἐκ τοῦ δαιδάλεον. Τὸν δὲ ἑλλὸν καὶ νεβρὸν ὑποκαταβὰς ἔφη, ὃ δηλοῖ νεογνὸν ἔλαφον, νεωστὶ βορὸν ἢ βορᾶς ἁπτόμενον. Περὶ δὲ τοῦ ἑλλὸς ἰχθὺς ζητητέον ἐν ἄλλοις. Προτέρους δὲ πόδας ἢ τοὺς τοῦ κυνὸς λέγει ἢ τὸ πρόσθιον μέρος τῶν ποδῶν τοῦ Ὀδυσσέως. Τὸ δὲ λάων Ἀρίσταρχος μὲν ἀντὶ τοῦ ἀπολαύων, ἀφʼ οὗ καὶ λαιμὸς καὶ λαυκανία καὶ αὐτὸ τὸ ἀπολαύειν πλεονασμῷ τοῦ υ ὅθεν καὶ τὸ, λάε νεβρὸν ἄγχων, ἤγουν ἀπέλαυεν, ἐτρύφα· ἕτεροι δὲ, ὧν καὶ Κράτης, ἀντὶ τοῦ βλέπων, οὗ κατὰ στέρησιν ὁ ἀλαός· ἄλλοι δὲ ὑλάων ἤγουν ὑλακτῶν ὡς <!-- 2.201 -->ἐν σχήματι χάσκοντος, ἀφαιρεθέντος τοῦ υ. ἀλλʼ εἰ τοῦτο, πῶς ὁ χάσκων κύων εἶχε τὸν ἑλλόν; Τὸ δὲ θαυμάζεσκον παρασημείωσίς ἐστι τοῦ θαυμαστὸν ἀληθῶς εἶναι, διαφορὰς ζῴων ἐν μονοειδεῖ χρώματι διαφαίνεσθαι. τοιοῦτον δέ τι καὶ τὸ, πολλαὶ αὐτὸν ἐθηήσαντο γυναῖκες. ἐκεῖνο δὲ καὶ εἰς ἔπαινον τῆς Πηνελόπης κεῖται, ἧς ἔργον εἶναι δοκεῖ ὁ χιτών. Τὸ δὲ χρύσεοι ὄντες, ὁ μὲν λάεν, ὁ δὲ ἤσπαιρεν, ὅμοιόν ἐστι τῷ, οἱ δὲ δύο σκόπελοι, ὁ μὲν τοιόσδε, ὁ δὲ τοιόσδε. Κρομύου δὲ λοπὸς, λέπυρον, παρὰ τὸ λέπω. καὶ τούτου οὐ χλωροῦ· παχὺς γὰρ ὁ τοιοῦτος· ἀλλὰ ἰσχαλέου. τοῦτο δέ, φασι, πρὸς τὸ εὔτονον ἐῤῥέθη τοῦ χιτῶνος καὶ ἰσχνόν. ὁ γὰρ χλωρὸς λοπὸς οὐκ εὐτόνως ἔχει. Ἰστέον δὲ, ὅτι τε τὸ ῥηθὲν λέπυρον καὶ λεπύχανόν φασιν εὑρῆσθαι παρὰ Θεοπόμπῳ τῷ κωμικῷ, εἰπόντι ὡς ἐκ προσώπου τοῦ Ὀδυσσέως τό· χιτῶνά μοι φέρων δέδωκας δαίδαλον, ὃν ἤκασεν ἄρισθʼ Ὅμηρος κρομύου λεπυχάνῳ. τὸ δʼ αὐτὸ καὶ λόπισμα εἴρηται. εἰ δὲ καὶ τὸ λόπιμον κάρυον παρʼ Εὐβοεῦσιν, ὃ μετεξέτεροι κάρυον καλέουσι κατὰ Νίκανδρον, τῆς αὐτῆς ἐστὶ σημασίας, οὐκ ἔστιν ἐνστῆναι στερεῶς. Τοῦ δὲ λέπειν, ἐξ οὗ καὶ τὸ λέμμα καὶ ἡ λεπὰς καὶ ἡ λεπρὰς καὶ ὁ λεπηρὸς καὶ ἐν συγκοπῇ λεπρὸς καὶ ἡ λεπὶς καὶ ὁ ἀλέπιστος καθά τις εἶπεν ἰχθὺς καὶ ἡ τὸν καυλὸν ἀπολελεμμένη θρίδαξ, χρῆσις μὲν καὶ ἐν τῇ Ἰλιάδι, ἔτι δὲ καὶ παρὰ τῷ εἰπόντι τὸ, μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει, ἤγουν ἐκλεπίζει. εἰκὸς δὲ καὶ τὴν λοπάδα τοιαύτης εἶναι συστοιχίας διὰ τὸ τῆς πλάσεως οὐ παχὺ ἀλλὰ ὡς εἰπεῖν λεπτόν· ὃ δὴ καὶ αὐτὸ ἐκ τοῦ λέπω γίνεται. Ἔτι ἰστέον καὶ ὅτι οὐδὲ τὸ λέπαδνον ἀπήλλακται τοιαύτης παραγωγῆς, καὶ ὅτι τὸ λέπω οὐ μόνον ἀντεγκείμενον, ὡς ἐῤῥέθη, ἔχει τὸ ο ἐν τῷ κινεῖσθαι, ἀλλὰ καὶ τὸ ε φυλάσσει, ὡς καὶ ἐν τῷ λέπας ἡ ὀρεινὴ τραχύτης, καὶ λέπος· οἷον, οὐδενὸς γάρ πώ ποτʼ ἀπέβαλεν ὀσπρίου λέπος. καὶ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ λοποῦ ἐκτάσει καὶ λώπιον τὸ ἱμάτιον, ὅθεν λωποδύτης, ὁ καὶ χλαινοθήρας. καὶ ὅτι πρωτότυπον τοῦ ὕστερον ἰσχναλέου τὸ Ὁμηρικὸν ἰσχαλέον, ἀπὸ τοῦ ἴσχω γενόμενον, ἐξ οὗ καὶ ἰσχὰς τὸ ἰσχνὸν σῦκον. Τὸ δὲ, ἐπεὶ πολλοῖς Ὀδυσσεὺς ἔσκε φίλος, ὁμοιοῦται πρὸς τὸ, ἐπεὶ κἀκεῖνος ἐπίστροφος ἦν ἀνθρώπων. Ἀνεπαχθὴς δὲ καὶ ἀνεμέσητος Ὀδυσσεὺς νῦν τε παρὰ τῇ γυναικὶ ἑαυτὸν ἐπαινῶν κατὰ καιρὸν ἐπὶ πείρᾳ καὶ μετʼ ὀλίγα δὲ, ἔνθα φησὶ θεοῖς ἐναλίγκιον αὐτὸν λέγεσθαι, καὶ αὖ πάλιν, ἔνθα κέρδεα πολλὰ κατὰ θνητῶν ἀνθρώπων εἰδέναι λέγει. Ἡ δὲ δίπλαξ ἢ ἡ αὐτή ἐστι τῇ ἐν Ἰλιάδι μαρμαρέῃ δίπλακι, ἢ κατὰ τὴν ἀνωτέρω ῥηθεῖσαν χλαῖναν πορφυρέην διπλῆν. δῆλον δʼ ὅτι καὶ δίπλακα δημὸν ἐν Ἰλιάδι φησὶν ὁ ποιητής. Χιτὼν δὲ τερμιόεις ὁ σύμμετρος καὶ εὐτερμάτιστος καὶ μήτε ἐνδέων μήτε ὑπέρμετρος ὢν, καθὰ καὶ ἀσπὶς τερμιόεσσα ἡ τοιαύτη. ἕτεροι δὲ τερμιόεντα φασὶ τὰ ποδήρη. λέγει δὲ καὶ Ἡσίοδος τερμιόεντα χιτῶνα γεωργῷ πρέποντα, ὅλῳ τῷ σώματι συναπαρτιζόμενον. Ἡ δὲ τοῦ Εὐρυβάτου ἔκφρασις πάνυ καὶ σαφὴς καὶ σύντομος, ἑνὶ ἔπει ἐμπεριγραφομένη διὰ τὸ πρὸς εἰδυῖαν τὴν Πηνελόπην λέγεσθαι. Γυρὸς δὲ ὁ στρογγύλους ἔχων ὤμους, ὑπόκυρτος, οὐκ εὐμήκης. οἱ δὲ παλαιοί φασιν ὅτι γυροὶ λέγονται καὶ οὗ τὰ φυτὰ ἐμβάλλουσι, καὶ ὅτι ἐκ τοῦ γυρὸς ὀξυτόνου καὶ γυρῖνοι, βάτραχοι γυροὶ τὸ σχῆμα παρʼ Ἀττικοῖς μήπω πόδας ἔχοντες. Ἴωνες δὲ κατὰ Παυσανίαν γερίνους τοὺς τοιούτους φασίν. Ὅτι δὲ γύρος βαρυτόνως οὐ μόνον κοινότερον ὁ κύκλος, ἀλλὰ καί τι πλακοῦντος εἶδος, δηλοῖ καὶ Ἀθήναιος ἐν τῷ, γύρος, πλακοῦς, τῷ σχήματι μαστοειδὴς, ᾧ ἐχρῶντο Λάκωνες πρὸς γυναικῶν ἑστιάσεις. Οὐλοκάρηνος δὲ ὁ παρὰ Ἡροδότῳ οὐλόθριξ, καὶ ἔστιν ἐκεῖνο τοῦ παρʼ Ὁμήρῳ σαφέστερον. τοῦτο γὰρ διὰ τοῦ ὅλου τὸ μέρος ἔφρασεν· οὐ γὰρ τὸ κάρηνον οὖλον, ἀλλʼ αἱ περὶ τὸ κάρηνον τρίχες. Εὐρυβάτης δὲ ἦν καὶ τῷ Ἀγαμέμνονι κῆρυξ. ἀμφότεροι δὲ φερωνύμως ἐκαλοῦντο παρὰ τὸ εὐρὺ βάζειν, ὃ κηρύκων ἐστὶν ἀρετή. λέγεται δέ τις καὶ Ἐφέσιος ἐν τοῖς ὕστερον Εὐρυβάτης, πονηρὸς ἀνὴρ, ὁ καὶ Εὐρύβατος, ἐξ οὗ καὶ τὸ πονηρεύεσθαι εὐρυβατεύεσθαι παροιμιάζεται. καὶ ἔστι τις αὐτοῦ μνήμη καὶ ἐν ἐξηγήσει τῶν εἰς τὸ τέλος τοῦ Ἑρμογένους. δοκεῖ δέ τι πρὸς πονηρίαν τῷ τοιούτῳ Εὐρυβάτῃ συμβαλέσθαι καὶ ἡ πατρὶς Ἔφεσος, ἀφʼ ἧς καὶ παροιμία τὸ, Ἐφέσια γράμματα, ἐπὶ τῶν ἀσαφῆ τινὰ λαλούντων καὶ δυσπαρακολούθητα. ἐπῳδαὶ γάρ τινές, φασιν, ἐκεῖνα ἦσαν, ἃς καὶ Κροῖσος ἐπὶ τῆς πυρᾶς εἰπὼν ὠφελήθη. καὶ ἐν Ὀλυμπίᾳ δέ φασι Μιλησίου τινὸς καὶ Ἐφεσίου παλαιόντων τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν διὰ τὸ τὸν ἕτερον περὶ τῷ ἀστραγάλῳ ἔχειν τὰ Ἐφέσια γράμματα, ὧν γνωσθέντων καὶ λυθέντων τριακοντάκις τὸ ἐφεξῆς πεσεῖν τὸν Ἐφέσιον. <!-- 2.202 -->Παυσανίας δέ φησιν ἐν τῷ κατʼ αὐτὸν ῥητορικῷ λεξικῷ καὶ ὅτι φωναὶ ἦσαν τὰ Ἐφέσια γράμματα, φυσικὸν ἐμπεριέχουσα νοῦν ἀλεξίκακον, ἃς καὶ Κροῖσον ἐπὶ πυρᾶς φησὶ καὶ αὐτὸς εἰπεῖν, καὶ ὅτι ἀσαφῶς καὶ αἰνιγματωδῶς δοκεῖ ἐπὶ ποδῶν καὶ ζώνης καὶ στεφάνης ἐπιγεγράφθαι τῆς Ἀρτέμιδος τὰ τοιαῦτα γράμματα. ἄλλοι δὲ φάμενοι, ὅτι Ἐφέσιος ὁ πονηρὸς Εὐρύβατος ἢ τῶν Κερκώπων ὁ ἕτερος, φασὶ καὶ ὅτι Εὐρύβατος ὕστερον παροιμία ἐπὶ τῶν πονηρῶν, ἀπὸ τοῦ πεμφθέντος εἰς Πελοπόννησον ὑπὸ Κροίσου μετὰ χρημάτων ἐπὶ ξενολογίᾳ, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλομένου πρὸς Κῦρον τὸν τοῦ Κροίσου ἐχθρὸν καὶ προδεδωκότος τά τε ἀπόῤῥητα καὶ τὰς Σάρδεις. ὡς δὲ καὶ κλέπτης ἦν Εὐρύβατος ἢ ὁ ῥηθεὶς ἢ καὶ ἕτερός τις, ἡ ἱστορία δηλοῖ. καθειρχθεὶς γάρ, φασι, πολλάκις καὶ διαδρὰς, εἶτα πάλιν ἁλοὺς, καὶ παρακαλούμενος ἐπιδείξεσθαι, ὅπως διεδίδρασκε, τὰς ἐγκεντρίδας ὑποδησάμενος καὶ σπόγγους λαβὼν καὶ ἀναῤῥιχώμενος διὰ τοῦ τείχους τῆς εἱρκτῆς, οἷα δῆθεν δεικνὺς οὕτω φεύγειν, ὡς τοῦ ἄκρου γέγονε καὶ τὸν ὄροφον τῆς οἰκίας ἐξεῖλε, βλεπόμενος καὶ καταπλήττων κατεπήδησεν ἔξω καὶ ᾤχετο ἐν ὅσῳ οἱ φύλακες περιῄεσαν ὅπως ἴδοιεν αὐτὸν κατιόντα. εἰ δὲ καὶ πλείους ἦσαν Εὐρύβατοι, περιεργάσασθαι μὲν τὸ κατʼ αὐτοὺς πλῆθος οὐκ ἀνάγκῃ, ἁπλῶς δὲ εἰπεῖν, ὅτι πλείονες ἐγένοντο, καθὰ δηλοῖ ὁ γράψας τὸ, ἠδʼ ὅσσα προτέροισιν ἀείδεται Εὐρυβάτοισι, προσεπειπεῖν δὲ καὶ ὡς πάντες πανοῦργοι ἀπέβησαν. διὸ καὶ καθὰ ὁ μῦθος τὸν Δία ἔπλασε πολλάκις μορφούμενον ἄλλοτε ἄλλως ἐπὶ δόλῳ, οὕτω, φασὶ, καὶ Ἀριστοφάνης ἐν Δαιδάλῳ ὑποθέμενος αὐτὸν εἰς πολλὰ μεταβαλλόμενον καὶ πανουργοῦντα φησίν· ἤδη τις ὑμῶν οἶδεν Εὐρύβατον Δία; ὡς τοῦ Εὐρυβάτου δηλαδὴ ποικίλου ὄντος πονηρεύεσθαι. προεδηλώθη δὲ καὶ τοὺς Κέρκωπας πανούργους εἶναι καὶ ἀπατηλοὺς, οἵ τινες ἄρα καὶ ἦσαν ἐκεῖνοι, εἴτε οἱ ἐξ Ὠκεανοῦ καὶ Θείας εἶναι μυθευόμενοι, εἴτε καὶ ἕτεροι. οὓς καὶ ἀπολιθωθῆναι φασὶ διὰ τὸ ἐπιχειρεῖν ἀπατῆσαι τὸν Δία. ἕτεροι δέ φασι νήσων οἰκιστὰς ὄντας Κέρκωπας ἀλλοιωθῆναι θεόθεν διὰ κακοήθειαν εἰς πιθήκων μορφὰς καὶ παρασχεῖν ὄνομα τῷ τόπῳ τὰς Πιθηκούσας. νήσων δὲ περιᾳδομένων κλῆσις αὕτη. ὡς δὲ καὶ οἱ Τελχῖνες οἱ φαρμακεῖς καὶ γόητες ἐπίῤῥητοι κατὰ τούτους ἦσαν καὶ εἰς παροιμίαν ἔκειντο καὶ αὐτοὶ, ἐγράφη ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἦν δὲ πολὺς τὴν πονηρίαν καί τις Φρυνώνδας, καὶ Καλλικῶν δὲ, οἱ δεδηλωμένοι ἐν τοῖς περὶ Ἐλπήνορος. ἐρίζοι δʼ ἂν τοῖς τοιούτοις καὶ ὁ περιφόρητος Σίσυφος, καὶ μὴν καὶ ὁ Αὐτόλυκος, εἰ καὶ εἰς ἔλαττον. Τὸ δὲ, σήματα ἀναγνούσῃ, ἀντὶ τοῦ ἀναγνωρισάσῃ. ἔμπεδα δὲ σήματα τὰ μὴ εἰκότα καὶ κατά τινα στοχασμὸν, ἀλλὰ τεκμηριώδη καὶ ἀληθῆ. Τὸ δὲ, οἷʼ ἀγορεύεις, ἀλλαχοῦ μὲν ἀπολύτως ἔκειτο καὶ θαυμαστικῶς, ἐνταῦθα δὲ πρὸς ἀκολουθίαν κεῖται συντάξεως, ὅμοιον ὂν τῷ, ἅ περ ἀγορεύεις. Ὅτι παραμυθητικὸν γυναικὸς ἐπὶ ἀνδρὶ κλαιούσης τὸ, μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν τῆκε πόσιν γοόωσα. Ὀδυσσεὺς δὲ τοῦτο τῇ Πηνελόπῃ φησὶν ἐλεῶν φύσει αὐτήν. ἐπεὶ δὲ ἄλλως ἤθελεν αὐτὴν οὕτως ἔχειν, ἕως οἱ μνηστῆρες πεσοῦνται, ἐπάγει· νεμεσσῶμαί γε μὲν οὐδέν. ὃ κατασκευάζων φησί· καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα κουρίδιον, τῷ τέκνα τέκῃσι φιλότητι μιγεῖσα, ἤ περ Ὀδυσσῆα, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι. ὃ δὴ ἀνεμέσητος, ὡς ἐῤῥέθη, τοῦ Ὀδυσσέως περιαυτολογία ἐστίν. Ὅρα δὲ τὸ ἐναίρεο τρίτον σημαινόμενον τοῦ ἐναίρειν παθητικῶς τε λεχθὲν, καὶ οὐδὲ τὸ φονεύειν ἢ τὸ σκυλεύειν δηλοῦν, ἀλλὰ τὸ ἀφανίζειν ἢ αἰσχύνειν. οὕτω γὰρ ἐναίρεται χροῦς καλὸς δάκρυσιν, αἰσχρὸς δηλαδὴ ἀντὶ καλοῦ ἤτοι εὐειδοῦς γινόμενος. Τὸ δὲ, ᾧ τέκνα τέκῃ, ἔστι μὲν ἐτυμολογικοῦ τρόπου. δηλοῖ δὲ εὐνοίας ἐπίτασιν εἶναι ἀνδρὶ καὶ γυναικὶ τὸ τέκνα τεκέσθαι. Τὸ δὲ, ἤ περ Ὀδυσσέα, οὐ συνήθως ἀντὶ τοῦ παρὰ τὸν Ὀδυσσέα. δηλοῖ δὲ μᾶλλον ἐπίτασίν τινα, ὡς εἴ τις εἴποι, πολλῷ δὴ πλέον τὸν Ὀδυσσέα χρὴ κλαίεσθαι. Τὸ δὲ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι, ἠθικῶς ἐῤῥέθη κατʼ ἐπιείκειαν. ἦν δʼ ἂν σεμνότερον, εἴ περ εἶπεν, ὃς θεοῖς ἐναλίγκιος ἦν. Ὅτι παραμυθητικὸν καὶ προσοχῆς δὲ ἀπαιτητικὸν τὸ, ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον. Ἀληθείας δὲ ὑπόσχεσις τὸ, νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω. Ὅτι κεῖται ἀνακεφαλαίωσις καὶ ἐνταῦθα, ἐπιτέμνοντος Ὀδυσσέως πρὸς τὴν γυναῖκα τά τε κατὰ Θρινακίαν καὶ τὰ κατὰ Φαίακας ἐν στίχοις οὐδὲ ὅλοις ὀκτώ. λέγει δʼ ἐν τούτοις πάλιν καὶ πίονα δῆμον Θεσπρωτῶν, οἳ ὅτι ὁμοροῦσιν Ἀμπρακτιώταις καὶ Λευκαδίοις, Ἡρόδοτος ἱστορεῖ. ὑπολαλεῖ δὲ καὶ περὶ <!-- 2.203 -->κειμηλίων πολλῶν καὶ ἐσθλῶν, εἰ καὶ ἄλλως ψεύδεται, πολλὰ μὲν ἐκ τοῦ αἰτίζειν αὐτὸν λέγων ἔχειν, πολλὰ δὲ καὶ ἐκ Φαιάκων. φησὶ γὰρ πρεπόντως, ὡς πρὸς ἀγύρτην ἄνδρα, ὡς πάλαι ἂν ἤην ἐνθάδʼ Ὀδυσσεὺς, ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ, χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι. καὶ εὐθὺς ἐπάγει· ὣς περὶ κέρδεα πολλὰ οἶδεν Ὀδυσσεὺς, ὡς ἀνωτέρω ἐῤῥέθη. μέμνηται δὲ ἀνακεφαλαιωτικῶς καὶ νῦν καθὰ καὶ ἐν τοῖς πρὸς Εὔμαιον τοῦ τῶν Θεσπρωτῶν βασιλέως Φείδωνος. λέγει δὲ καὶ τοὺς τρεῖς στίχους διʼ ὧν ἐκεῖνος ὤμνυε περὶ τοῦ Ὀδυσσέως ἀποσπένδων ἐνὶ οἴκῳ. καὶ τοὺς ἑτέρους δὲ τρεῖς στίχους τοὺς περὶ τῆς δείξεως τῶν τοῦ Ὀδυσσέως κτημάτων καὶ τῆς αὐτῶν ποσότητος. καὶ τοὺς τέσσαρας στίχους τοὺς περὶ τῆς ἐς Δωδώνην ἀπελεύσεως τοῦ Ὀδυσσέως, φράσας μὲν ἀπαραλλάκτως αὐτὰ ἐκεῖνα τὰ ἔπη, μετατάξας δὲ τὰς ἐννοίας. καὶ τὸ μὲν ὕστερον ἐν τοῖς ἐκεῖ τὸ, ὤμνυε πρὸς ἔμʼ αὐτὸν, πρῶτον ἐνταῦθα θεὶς, δεύτερον δὲ τὸ ἐκεῖ πρῶτον, τὴν τῶν κτημάτων δηλαδὴ ὑπόδειξιν, τρίτον δὲ τὸ ἐκεῖσε δεύτερον τὸν περὶ τῆς Δωδώνης λόγον. οἶδε γὰρ ὁ πολὺς ῥήτωρ Ὅμηρος, ὡς διαφορὰν γραφῆς ποιεῖ καὶ ἡ τῶν νοημάτων μετάταξις. Ἰστέον δὲ ὅτι τὸ ἤην ταυτόν ἐστι τῷ ἦν, πλεονασμὸν τοῦ η παθόν. Καὶ ὅτι τὸ ἀγυρτάζειν, ἐξ οὗ καὶ ὁ ἀγύρτης, αἰτίζειν ἐν τούτοις ἔφη, εἰπών· ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ αἰτίζων, ἄλλο τι ὂν παρὰ τὸ πτωχεύειν. ἐκεῖνο γὰρ τῶν πάνυ ἀπόρων ἦν, οἷος Ὀδυσσεὺς ὁ φαινόμενος πτωχὸς καὶ πρὸ αὐτοῦ ὁ Ἶρος. Ὅτι δὲ τὸ ἀγυρτάζειν καὶ ἀγείρειν λέγεται, δῆλον ἐκ τοῦ, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς. Τὸ δὲ, ὤμνυε πρὸς ἔμʼ αὐτὸν, τοιοῦτόν τι ὡς εἴ τις εἴπῃ, νὴ τὴν σὴν ἱερὰν κεφαλὴν, καὶ οἷος ὁ τῆς Ἥρας πρὸς τὸν Δία ὅρκος ἐν Ἰλιάδι, ἐπομνυμένης τὸ αὐτοῦ κουρίδιον λέχος. Περὶ δὲ Δωδώνης τῆς πολυθρυλήτου καὶ προγέγραπται, καὶ ἐν τοῖς τοῦ περιηγητοῦ δὲ δηλοῦται. μέμνηται δὲ αὐτῶν καὶ ἡ Ἰλιάς. Ὅτι κερδαλέου ἀνθρώπου ἔπαινον ὁ ξεῖνος Ὀδυσσεὺς ἑαυτῷ ἐπιλαλεῖ ἐν τῷ, ὣς περὶ κέρδεα πολλὰ κατὰ θνητῶν ἀνθρώπων, καθὰ προεγράφη, οἶδʼ Ὀδυσσεύς. οὐδʼ ἄν τις ἐρίσειε βροτὸς ἄλλος. λέγει δὲ οὕτως ἐν ἐπηκόῳ τῆς γυναικὸς, οἷα εὖ εἰδὼς ἑαυτόν. καὶ οὕτω λαλῶν τἀληθὲς καὶ νῦν περὶ ἑαυτοῦ φιλοτίμως καὶ οὐδὲ ἔξω μεγαλοπρεπείας. Ἰστέον δὲ ὅτι τὸ, οὐδʼ ἄν τις ἐρίσοι βροτῶν ἄλλος, διασαφητικόν ἐστι τοῦ, περίοιδε κέρδεα πολλά. ᾧ γὰρ οὐκ ἄν τις ἐρίσειε κέρδεα εἰδότι, κέρδεα ἐκεῖνος περίοιδε. καὶ ἄλλως δὲ εἰπεῖν, ταυτά εἰσιν ἄμφω. δῆλον γὰρ ὅτι ὁ τῶν ἄλλων περιττότερος εἰδέναι κέρδεα οὐδʼ ἂν ἔχοι τὸν ἐρίσοντα. Ὅτι κεῖται χρονικὸν ἐνταῦθα τὸ ἄγχι, οἷον, ὣς ὁ μὲν, οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη ἄγχι μάλα, τουτέστιν ἐγγὺς μετʼ ὀλίγον. διὸ καὶ ἑρμηνεύων ἐπάγει· οὐδὲ δηρὸν ἀπεσσεῖται. Ὅτι δὲ Αἰολικὸν τὸ ἐσεῖται ἐκ τοῦ ἐσῶ ἐσοῦμαι, ἐδηλώθη καὶ ἀλλαχοῦ. Ὅτι τοὺς προδιασαφηθέντας ὁρκωμοτικοὺς πέντε στίχους, οὓς φθάσας ἔφη πρὸ τούτων ὁ Ὀδυσσεὺς πρὸς Εὔμαιον, ὧν ἀρχὴ τὸ, ἴστω νῦν Ζεὺς ἱστίη τʼ Ὀδυσῆος καὶ ἑξῆς, λέγει καὶ νῦν πρὸς τὴν γυναῖκα, διομνύμενος ὡς καὶ ἐκεῖ, περὶ ἀκριβῆ τριακάδα σεληνιακοῦ μηνὸς ἐλθεῖν τὸν Ὀδυσσέα οἴκαδε, ὁποία ἡ αὔριον· εἰ καὶ αὐτὸς ἀορίστως εἰπὼν, ἐπέκρυψεν αὐτήν· ἡ Πηνελόπη δὲ, τοῦτο μὲν μὴ λογισαμένη, ἀποδεξαμένη δὲ εἰ καὶ τοῦδε τοῦ λυκάβαντος ἐλεύσεται, ὑπισχνεῖται φιλότητά τε, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, πολλά τε δῶρα ἐξ ὧν ὁ ξένος μακαρίζοιτο ἄν. ἐνταῦθα δὲ κεῖται καὶ ὁ γαρ σύνδεσμος οὐκ αἰτιολογῶν, ἀλλὰ πάντῃ ἀργὸς ἐν τῷ, αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη. εἶτα καὶ δυσπιστοῦσα ἡ γυνὴ, ὃ καὶ ἐθέλει πάντως ὁ Ὀδυσσεὺς, ἐπάγει δυσελπιστίας ῥήματα καὶ ψόγον οἴκου δυσοικονομήτου. φησὶ γάρ· ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ἤγουν φαίνεται, ὡς ἔσεταί περ, οὔτʼ Ὀδυσσεὺς ἔτι οἶκον ἐλεύσεται οὔτε σὺ πομπῆς τεύξῃ. ἐπεὶ οὔ τοι σημάντορές εἰσιν ἐν οἴκῳ, οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε, ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι. ὃ δὴ πρωθύστερόν ἐστι. πρῶτον γὰρ τὸ δέχεσθαι, εἶτα τὸ ἀποπέμπειν. Ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν τριακάδα οἱ ὕστερον Ἀττικοὶ ἔνην ἐκάλουν καὶ νέαν, ὡς εἴ τις εἴποι παλαιὰν καὶ νέαν. τὸ μὲν γὰρ τῆς τριακάδος ἤδη πως πεπαλαίωται συμπαροιχώμενον τῷ πεφθινηκότι μηνί. φασὶ γὰρ οἱ σχολιασταὶ, ἔνον καλεῖσθαι τὸ παλαιὸν καὶ παρῳχημένον, ὅθεν δηλαδὴ ἡ ἔνη διʼ ἑνὸς ν, εἰ καί τινες διπλάζουσιν αὐτὸ, καθὰ ὑποδηλοῖ καὶ τὸ, ἔστʼ ἔννηφι παρʼ Ἡσιόδῳ, τὸ καὶ Ἰωνικῶς μὲν ψιλούμενον, παρά <!-- 2.204 -->τινων δὲ δασυνόμενον, οἳ καὶ τὸν ἔνον ἐδάσυνον. ἀλλʼ, ὅ περ ἐλέγετο προσεχῶς, τὸ μὲν τῆς τριακάδος, ὡς εἴρηται, ᾤχετο, τὸ δὲ νῦν ἀπήρξατο ἐν τῇ ἔνῃ, ἥ τίς ἐστι νουμηνία. ὅθεν καὶ μόσχος ἡ τοιαύτη λέγεται ἀρχὴ τοῦ μηνὸς παρὰ τῶν τινὶ παλαιῶν. ἐπίτηδες δὲ ὁ ποιητὴς τοιαύτην ἡμέραν τὴν καὶ ἐσομένην, ὡς ἐῤῥέθη, αὔριον ἐπελέξατο τῇ τοῦ Ὀδυσσέως ἐπανόδῳ, ἵνα τι σχοίη φιλοσοφήσειν ἐν τοῖς ἑξῆς καὶ περὶ ἡλιακῆς ἐκλείψεως, ἣ οὐκ ἐν ἄλλῳ γίνεται καιρῷ, ἀλλʼ ἐν αὐτῇ συνόδῳ ἡλίου καὶ σελήνης. Ὅτι δὲ τὸ ἔνη καὶ νέα βούλεται λέγειν τὴν οἱονεὶ παλαιὰν καὶ νέαν, δηλοῖ καὶ ὁ κωμικὸς, ἔνθα παίζων φησὶ περὶ αὐτῆς, πῶς ἂν ἡ αὐτὴ γένοιτο γραῦς τε καὶ νέα γυνή; Ὅτι ἀκούσασα ἤδη Πηνελόπη ἐκ τοῦ ξένου Ὀδυσσέως, ὡς τὸ κλέος αὐτῆς οὐρανὸν εὐρὺν ἱκάνει, φιλοτιμεῖται ἀγαθὴ φανῆναι αὐτῷ. ἔτι δὲ καὶ περιαυτολογεῖ ἠρέμα καὶ αὐτὴ, καθὰ καὶ πρὸ ὀλίγων ὁ ξεῖνος. γράφει γοῦν Ὅμηρος, ὡς ἐκέλευσε ταῖς ἀμφιπόλοις ἀπονίψαι τοῦτον καὶ κατευθεῖναι εὐνὴν, ἤτοι στρῶσαι. ἣν δὴ εὐνὴν καὶ ἑρμηνεύων δέμνια φησὶ καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα, ὡς ἂν εὖ θαλπιόων ἢ ὑφὲν εὐθαλπιόων χρυσόθρονον ἠῶ ἵκηται. ἠῶθεν δὲ μάλα ἦρι τουτέστιν ἐν ὄρθρῳ, καθὰ πολλαχοῦ κεῖται, λοέσσαι τε χρῖσαί τε· ἅ περ οἰκεῖα εἰς ξένου ὑποδοχὴν λέγεσθαι. εἶτα ἐπάγει ἡ γυνὴ καὶ ἀπειλὴν κατὰ ἐπηρείας τῆς εἰς τὸν ξένον, εἰποῦσα· τῷ δʼ ἄλγιον ὃς ἂν τοῦτον ἀνιάζῃ θυμοφθόρος, οὐδέ τι ἔργον ἐνθάδʼ ἔτι πρήξει· ἢ καὶ ἄλλως, οὐδέ τοι ἔργον ἐνθάδε τι πρήξει μάλα περ κεχολωμένος αἰνῶς. καὶ εὐθὺς ἐπισυνείρουσα περιαυτολογικῶς ὡς ἐῤῥέθη, ἔπαινον ἑαυτῆς φησί· πῶς γὰρ ἐμεῦ σὺ ξεῖνε δαήσεαι εἴ τι γυναικῶν ἀλλάων περίειμι νόον καὶ ἐχέφρονα μῆτιν, εἴ κεν ἀϋσταλέος κακὰ εἱμένος ἐν μεγάροισι δαινύῃ; τούτοις δὲ ἐπιπλέκουσα καὶ γνωμικὸν προτρεπτικὸν εἰς πρᾳότητα φησίν· ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν· ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσω ζωῷ· αὐτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες· ὃς δʼ ἂν δηλαδὴ ἐκ τοῦ ἐναντίου ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, τοῦ μέν τε κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι πάντας ἐπʼ ἀνθρώπους, πολλοὶ δέ μιν ἐσθλὸν ἔειπον. ὥς τε φησὶ κἀμοὶ τὸ κλέος ἐσθλὸν, εἰ οὕτω ποιῶ. ποιῶ δὲ πάντως, ὡς καὶ σὺ φῂς ὁ ξεῖνος· καὶ οὕτω μὲν αὐτὴ πειστικῶς. ὁ δὲ ξεῖνος Ὀδυσσεὺς ἀναίνεται τὴν ξενίαν αὐτῆς ταύτην, ἐν οἷς ἐρεῖ πιθανῶς. Τὸ δὲ, περίειμι νόον καὶ ἐχέφρονα μῆτιν, μαρτυρεῖ καλῶς περίφρονα τὴν Πηνελόπην λέγεσθαι. Τὸ δὲ δαήσεαι καινῶς γενικῇ συνέταξεν, εἰπών· πῶς γὰρ ἐμεῦ δαήσεαι. ποιεῖ δὲ τοῦτο καθʼ ὁμοιότητα τοῦ εἰδέναι, ὃ καὶ αὐτὸ γενικῇ ποτὲ συντάσσεται. Αὐσταλέος δὲ καὶ κατὰ διάλυσιν ἀϋσταλέος ὁ αὐχμῶν, ἀπὸ τοῦ αὔω, ἐξ οὗ καὶ ὁ αὐχμὸς καὶ ὁ αὐχμηρός. ἔοικε δὲ ἀπὸ τοῦ τοιούτου αὔω προϋπάρχειν δισύλλαβον παράγωγον καὶ ὁ αὐτὸς, ἐξ οὗ αὖθις ὁ αὐστηρὸς καὶ ὁ αὐσταλέος. πάντως δὲ αὐσταλέος ὁ μὴ λοεσσάμενος καὶ χρισάμενος. Ὁ δὲ κακὰ εἱμένος κακοείμων ἂν εἴη. Ὁ δὲ ἀπηνέα εἰδὼς ἑτεροῖος τοῦ ἁπλῶς ἀπηνέος ἐστὶ, καὶ ὁ ἀμύμονα εἰδὼς τοῦ ἁπλῶς ἀμύμονος. ἀπηνέα μὲν γὰρ καὶ ἀμύμονα ἔργα οἶδεν ὁ περὶ τὰ τοιαῦτα ἤδη ἐπιστήμων. ἀπηνὴς δὲ καὶ ἀμύμων οὐκ ἐξ ἀνάγκης ὁ τοιοῦτος, ἀλλὰ καὶ ὁ μή πω τέλειος εἰς τὸ κακὸν, μηδὲ κατὰ τὸν ποιητὴν μαθὼν ἔργα κακά. Περὶ δὲ τοῦ ἑψιᾶσθαι προείρηται ὅτι λοιδορίαν ἡ λέξις δηλοῖ· ὥστε τοιοῦτον καὶ τὸ ἐφεψιόωνται, ἀντὶ τοῦ λοιδοροῦνται, ἐμπαίζουσιν, ἐφήδονται. Τὸ δὲ κλέος διαφορέουσιν ἀντὶ τοῦ διαφέρουσι, διακομίζουσι πανταχοῦ. ὅθεν καὶ συνδιαφέρειν τὸ συνυπομένειν. εἴρηται δὲ ὡς ἐκ μεταφορᾶς τῶν φορτηγῶν. ὁ μέντοι κωμικὸς ἐν τῷ διαφορήσω σε ἑτεροίαν δηλοῖ σημασίαν τῆς λέξεως, ᾧ καὶ ἡ συνήθεια ἕπεται. Τὸ δὲ, πολλοί μιν ἐσθλὸν ἔειπον, ἀκριβῶς ἐῤῥέθη, ὡς μὴ δυνατὸν ὂν ὑπὸ πάντων ἐπαινεῖσθαι τινὰ, ὥς περ οὐδὲ γνωρίζεσθαι. Ὅτι τραχυτέρου βίου ἐπιλογὴν δηλοῖ τὸ, ἤτοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα ἤχθετο, ὅτε πρῶτον τόδε τι γέγονε. κείω δʼ, ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον. πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ ἄεσα, ἤτοι ἀνέπνευσα, καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν, οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ γίγνεται, οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο. λέγει δὲ ταῦτα Ὀδυσσεὺς, ἐθέλων ἕως αὔριον ἐπὶ σχήματος μένειν, ἵνα μή ποθεν ὑποπτευθῇ, ὀκνῶν δὲ καὶ νίψασθαι διὰ τὸ κατὰ τῶν δμωΐδων βαρύνεσθαι. διὸ καὶ ἀπαρνεῖται γυναῖκα ποδὸς ἅψασθαι, αὐτοῦ δηλαδὴ, οὐχʼ ἁπλῶς οὐδεμίαν· ἀλλʼ ἐκ τούτων, αἵ, φησι, δῶμα καταδρήστειραι ἔασιν, <!-- 2.205 -->εἰ μή τις γρηῦς ἐστὶ παλαιὴ κέδνʼ εἰδυῖα, ἥ τις δὴ τέτληκε τόσσα φρεσὶν ὅσσα τʼ ἐγώ περ, κατὰ τὸ ἀνάλογον καὶ δυνατὸν καὶ ἐγχωροῦν δηλαδή. πῶς γὰρ ἂν ἄλλως γυνὴ εὑρεθείη τετληκυῖα τόσα φρεσὶν ὅσα ὁ παρὼν ξένος; τήνδε δʼ ἄν, φησιν, οὐ φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο. καὶ δὴ γίνεται οὕτω. καὶ νίπτει αὐτὸν μετʼ ὀλίγα ἡ περίφρων Εὐρύκλεια, γρηῦς πυκινὰ φρεσὶ μήδεα ἔχουσα, ὃ ταυτόν ἐστι τῷ, κεδνὰ εἰδυῖα· ὀλιγηπελέουσα, ὡς ἐρεῖ ὁ ποιητὴς τουτέστιν ἀσθενῶς ἔχουσα καὶ ἤδη ὀλίγη πέλουσα κατὰ τὸ εἶναι, καὶ κατά γε τοῦτο τετληκέναι δοκοῦσα φρεσὶν ὅσα καὶ Ὀδυσσεύς. τλήμονες γὰρ οἱ πάνυ γέροντες καὶ πολλῶν κακῶν ἴδρυες. ἡ δʼ αὐτὴ καὶ μαῖα ἦν ποτὲ τῷ Ὀδυσσεῖ, ὡς δηλοῖ τὸ, ἣ κεῖνον δύστηνον ἐΰτρεφεν ἠδʼ ἀτίταλλε δεξαμένη χείρεσσιν ὅτε μιν πρῶτον τέκε μήτηρ. μαίας δὲ ταῦτα πάντα ἴδια. Ἰστέον δὲ ὅτι φίλα Ὀδυσσεῖ φανοῦνται τὰ τῆς τοιαύτης γραὸς, καὶ εὐτυχῶς αὐτῷ ἐπιλέξεται ἡ Πηνελόπη ταύτην. ἐθέλει γὰρ ὁ ποιητὴς γυναῖκα πλάσασθαί τινα ἐκ τῶν ἔνδον καὶ οἰκειοτέρων καὶ μάλιστα δυναμένων, ἣ καὶ αὐτὴ συναντιλήψεται τῶν ἔργων τῷ Ὀδυσσεῖ ἐν τοῖς ἐφεξῆς. ἐπικρίνει γοῦν ταύτην ὡς χρησιμωτάτην. καὶ τοίνυν ἀναγνωρίσει μὲν αὐτὴ ὡς ἔκπαλαι εἰδήμων τὸν φίλτατον τρόφιμον Ὀδυσσέα νίπτουσα, ὡς ἐφεξῆς ῥηθήσεται. καὶ ὁρμήσει μὲν ἐκλαλῆσαι τὸ πρᾶγμα ὑφʼ ἡδονῆς, οὐ δυνήσεται δὲ οἷα ὀλιγηπελέουσα, καθὰ εἴρηται. τὸ γῆράς τε γὰρ ἐφέξει αὐτὴν τοῦ λαλῆσαι, καὶ μὴν καὶ ἡ παρʼ ἐλπίδας χαρὰ ὁποῖα τὰ τῶν γερόντων, οὓς καὶ τοῦ ζῆν ἔσθʼ ὅτε ἀπάγει τὸ πολὺ τοῦ χαίρειν. καὶ Ὀδυσσεὺς δὲ ἐπαναστὰς κωλύσει αὐτὴν ῥᾳδίως διὰ τὸ ὀλιγηπελέειν. καὶ αὐτὸς μὲν ἱκετεύσει σιγᾶν, ἡ δὲ πείσεται οἷα φίλη μαῖα. καὶ οὕτως ἐχεμυθήσασα τοῦ λοιποῦ ἡ γραῦς ἔσται τῷ Ὀδυσσεῖ κατὰ τῶν μνηστήρων καὶ αὐτὴ ἐν καιρῷ χρήσιμος. Καὶ τοίνυν Ὀδυσσεὺς μὲν οὐκ ἂν ἴσως δοκοίη σκέψασθαι καλῶς ὑπὸ τοιαύτης γυναικὸς τοὺς πόδας νίψασθαι, οἷα αἱρούμενός, φασι, τὴν δυναμένην ἐκ τῆς ἐπισήμου γνωρίσαι αὐτὸν οὐλῆς. διὸ καὶ ἀθετεῖται ὁ τοιοῦτος τόπος παρὰ τῶν παλαιῶν. ὁ μέντοι ποιητὴς εὐμεθόδως εἴτουν εὐπλάστως διὰ τοιαύτης γραὸς τὸν Ὀδυσσέα νίψας αὐτὸν μὲν οὐδὲν βλάψει, πιθανῶς πλάσας τὸ πᾶν καὶ εὐτυχῶς ἀπαλλάξας αὐτόν. ἦν γὰρ τῷ ὄντι ἀναγκαῖον ἔχειν καὶ γυναῖκα ἐκ τῶν ἔνδον, ὡς ἐῤῥέθη, συναιρουμένην αὐτῷ. εἰ δʼ ἴσως καὶ ἐξ ἱστορίας τοῦτο ἔχει ὁ ποιητὴς, οὐκ ἂν ἑτέρα εὑρέθη κρείττων εἰς τοιοῦτον ἔργον ἤ περ ἡ Εὐρύκλεια. Σημείωσαι δὲ καὶ τὸν τόπον τοῦτον εἰς παράδειγμα βουλεύματος οὐκ εὖ μὲν ἐσκεμμένου, εἰς ἀγαθὸν δὲ ἐκβάντος. ἰδοὺ γὰρ, Ὀδυσσεὺς εἰ καὶ γραῦν οὐ καλῶς ἐπελέξατο τὴν δυναμένην ἀναγνῶναι αὐτὸν, ἀλλʼ ὅμως εὐτυχῶς ἔσχεν ἀναγνωρισθεὶς ὑπʼ αὐτῆς. πολλὰ γὰρ τῇ μνηστηροκτονίᾳ καὶ ἡ τοιαύτη συνήνεγκε γραῦς Εὐρύκλεια. καὶ ταῦτα μὲν οὐκ ἔξω λόγου. ὁ δὲ ξένος κἀνταῦθα Κρήτης μέμνηται, περιφράσας αὐτὴν ἐκ τῶν κατʼ αὐτὴν ὀρέων. φησὶ γάρ· ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμου. ἣν ἐξ Ὁμήρου λαβόντες οἱ ὕστερον μακρὰν νῆα φασί. Τὸ δὲ, χλαῖναι καὶ ῥήγεα ἤχθετο, Αἰολικὸν σχῆμα καὶ Δωρικόν. καὶ εἰσὶ παρὰ Πινδάρῳ τοιαῦτα πολλά. Ἀττικὸς δὲ ἀνὴρ οὐκ ἂν οὕτω φράσοι, ἀλλὰ διὰ τὰς χλαίνας ἐρεῖ ἂν ἤχθοντο πληθυντικῶς. Τὸ δὲ νοσφισάμην ἀντὶ τοῦ ἀφῆκα, νόσφιν ἐποιησάμην. Τὸ δὲ, ἀΰπνους νύκτας ἴαυον καὶ τὸ, πολλὰς δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ ἄεσσα, τῆς αὐτῆς ἐννοίας εἰσί. Ποδάνιπτρα δὲ ἢ αὐτὴν λέγει τὴν νίψιν τῶν ποδῶν ἢ τὸ ὕδωρ, ᾧ πόδας νίπτονται, ὃ καὶ ἀπόνιπτρον ἔλεγον, ὡς καὶ ὁ κωμικὸς ἐν Ἀχαρνεῦσι δηλοῖ. Ἰστέον δὲ ὅτι, καθάπερ ἐν τῷ, βοῶν ἐπιβουκόλος ἀνὴρ, περιττεύει τὸ βοῶν, καὶ ἐν τῷ, οἶνον οἰνοχοεῖ, τὸ οἶνον, καὶ ἐν τῷ, αἰπόλος αἰγῶν, τὸ αἰγῶν· αἰπόλος γὰρ οὐδενὸς ἄλλου ζῴου λέγεται, ἀλλὰ μόνων αἰγῶν· οὕτω καὶ ἐνταῦθα παρέλκει τὸ ποδῶν ἐν τῷ, ποδάνιπτρα ποδῶν. διὸ μετʼ ὀλίγα ἠρκέσθη εἰπὼν οἰσομένη ποδάνιπτρα. καὶ εἴρηται περὶ τῶν τοιούτων ἐν Ἰλιάδι εἰς ὅσον ἐχώρει. Τὸ δὲ, ἐπιήρανα θυμῷ, κρεῖττον οὕτω γράφεσθαι ἤ περ ἐπίηρʼ ἀνὰ θυμῷ. ἡ γὰρ ἀνὰ πρόθεσις οὐκ εἴωθεν ἁπλῶς ἐπὶ τοιούτων σημαινομένων δοτικῇ συντάσσεσθαι. ἔστι δὲ πρωτότυπον τοῦτο τοῦ ἐπίηρα. ἐντεῦθεν γὰρ ἐκεῖνο γίνεται ἀποκοπὲν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. Τὸ δὲ, οὐ φθονέοιμι ποδῶν ἅψασθαι, ἀντὶ τοῦ οὐ μεμφοίμην. πολλαχοῦ γὰρ ὁ φθόνος καὶ ἐπὶ μέμψεως ἁπλῶς τίθεται. Ὅτι ἔπαινος ἀγαθοῦ ξένου τὸ, ξεῖνε φίλε, οὔ πώ τις ἀνὴρ πεπνυμένος ὧδε ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα, ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις. ἔστι δὲ φιλίων ὁ φίλτερος, καὶ γίνεται <!-- 2.206 -->ἐκ τοῦ φίλος ὁμοίως τῷ, κάλλος καλλίων. κεῖται δέ που καὶ ἀλλαχοῦ παρὰ τῷ ποιητῇ. τούτου τὸ ὑπερθετικὸν παρὰ Σοφοκλεῖ ἐν τῷ, φιλίστων ἐκγόνων. Ἰστέον δὲ ὅτι ἄρχεται καὶ ὁ ῥηθεὶς λόγος τῷ ποιητῇ ἀπὸ τοῦ γαρ συνδέσμου· ξεῖνε φίλε, οὐ γὰρ πώ τις ἀνὴρ καὶ ἑξῆς, ὡς ἐγράφη προσεχῶς. ἡ δὲ ἀπόδοσις αὐτοῦ μετὰ στίχους τρεῖς ἐν τῷ, ἔστι δέ μοι γρηῦς καὶ ἑξῆς, ἵνα λέγῃ, ὡς ἐπεὶ οὔ πώ τις κατὰ σὲ πεπνυμένος ἀνὴρ ἦλθεν, ἔστι δέ μοι γραῦς τοιάδε ἀπονίψουσά σε. Ὅτι πάνυ ἀστείως Ὅμηρος ποιεῖ τὴν Πηνελόπην ἐκ τοῦ παρατυχόντος εἰπούσης τῇ μαίᾳ Εὐρυκλείᾳ νόημα ἐρεθιστικὸν αὐτῆς εἰς τὸ τὸν ξεῖνον περιεργάσασθαι ἀκριβῶς, μεθοδεύσας καὶ τοῦτο δεξιῶς ἐπʼ ἀναγνωρισμῷ τοῦ Ὀδυσσέως. φησὶ γάρ· νίψον σεῖο ἄνακτος ὁμήλικα. καί που Ὀδυσσεὺς ἤδη τοιόσδʼ ἐστὶ πόδας, τοῖος δέ τε χεῖρας. οὐχʼ ὅτι τοιοῦτος ἦν φύσει, ἀλλʼ ἴσως νῦν τοιοῦτος διὰ κάκωσιν, ὁποῖοι τινὲς καὶ οἱ προῤῥηθέντες ὠμογέροντες. διὸ καὶ ἐπάγει γνωμικόν· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι. Καὶ Ὅμηρος μὲν οὕτω φυσικῶς εἶπε. Θεόκριτος δὲ, ὡς καὶ προεγράφη, τὸ Ὁμηρικὸν αἶψα εἰς μίαν ἡμέραν ὁρίσας φησίν· οἱ ποθοῦντες ἐν ἅματι γηράσκουσι. Παίζει δὲ, καὶ ὁ κωμικὸς διά τινος γραὸς, καθὰ καὶ αὐτὸ ἐγράφη, πολιὰν ἐκείνην ταχὺ διὰ μιᾶς ἡμέρας γενέσθαι λέγων ὑπὸ δῆθεν ἄλγους τινός. ὁ δὲ Λιβάνιος καὶ αὐτὸς ἐντεῦθεν ποθὲν λέγει κατὰ σχῆμα ὑπερβολῆς, ὡς ὑπὸ λύπης ἐσχάτης καὶ πολιὰς ἐξαίφνης ἔφυσα. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν κακότητα νῦν λέγει τὴν κάκωσιν, Ἡσίοδος δʼ ἐπὶ κακίας τὴν λέξιν τίθησιν ἐν τῷ, τὴν μέντοι κακότητα καὶ ἰλαδόν ἐστιν ἑλέσθαι. Ἰστέον δὲ καὶ ὅτι ἐπὶ τῷ ῥηθέντι λόγῳ τῆς Πηνελόπης πάντως ἂν Ὀδυσσεὺς διαχέοιτο ὡς λαλούσης μέν πως τἀληθὲς, μὴ γινωσκούσης δέ. λίαν γὰρ εὖ ὁ ποιητὴς ἐσχημάτισε καὶ αὐτό. Πένθους φράσις τὸ, γρηῦς δὲ κατέσχετο χερσὶ πρόσωπα, δάκρυα δʼ ἔκβαλε θερμὰ, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν· ᾤ μοι ἐγὼ σέο τέκνον ἀμήχανος. Εὐρύκλεια δὲ ταῦτα λέγει πρὸ τοῦ νῖψαι τὸν δεσπότην, ὃν καὶ θεουδέα θυμὸν ἔχειν φησὶ καὶ πολλὰ μηρία κῆαι καὶ ἐξαίτους ἑκατόμβας, ἀρώμενον, ἕως ἵκοιτο γῆρας λιπαρὸν, τὸ καὶ ἀλλαχοῦ ῥηθὲν, θρέψαιτό τε φαίδιμον υἱόν. τὰ ἐν τοῖς ἐν βίῳ εὐκταῖα. εἶτα καὶ ὡς νοήσασα τὴν αἰτίαν διʼ ἣν Ὀδυσσεὺς ἀποπροσποιεῖται νιφθῆναι ὑπὸ τῶν δμωῶν καὶ ἅμα καὶ καταλέγουσα ἐκείνων, φησίν· οὕτω που καὶ ἐκείνῳ ἐφεψιόωντο γυναῖκες ξείνων τηλεδαπῶν, ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων οὐκ ἐάᾳς νίζειν. Καὶ οὕτω μὲν ἡ γραῦς νοεῖ κατὰ τὸν νοῦν τοῦ ξείνου. Ὅμηρος δέ γε παρανοεῖν αὐτὴν ἀφεὶς ἄλλα βούλεται. οὐ γὰρ διὰ μῖσος μεθοδεύει τὰ κατὰ τὴν Εὐρύκλειαν, ἀλλʼ ὅτι, ὡς καὶ προείρηται, δέεται αὐτῆς εἰς τὰ ἐφεξῆς. Ὅρα δὲ καὶ νῦν ἐν τῷ ἐφεψιόωντο καὶ καθεψιόωνται, ὡς λέξις ἐστὶ τὸ ἑψιᾶσθαι καιρία κατὰ ποίησιν, δηλοῦσα διάθεσιν παιγνήμονα. ἐπεὶ καὶ ἕψια, φασὶ, τὰ παίγνια, ὅθεν τὸ ἑψιᾶσθαι. ταυτὸν δὲ ἐφεψιᾶσθαι καὶ καθεψιᾶσθαι, ἐπεὶ, ὡς καὶ προεσημειώθη, ἐν πολλοῖς ἡ ἐπι πρόθεσις τῇ κατα ἰσοδυναμεῖ. Τὸ δὲ ἐφεψιόωντο ἢ χρόνος ἐστὶ παρῳχημένος ἀντὶ ἐνεστῶτος ἢ ἐμφαίνει ἀπηλπικέναι τὴν γραῦν ζῆν τὸν Ὀδυσσέα. διὸ παλαί ποτε αὐτὸν ἐφεψιᾶσθαι φησίν. εἰ δὲ γράφεται ἐφεψιόωνται, δυσμετρίαν ἔχει. Τοῦ δὲ ὀλοφυδνὸν ὀλοφύζω ἐστὶ τὸ πρωτότυπον κατὰ Ἡρῳδιανὸν, ὡς δεδήλωται καὶ ἐν τοῖς περὶ τοῦ κνυζώσω γραφεῖσι. Τὸ δὲ, ἕως ἵκοιτο, ἀντὶ τοῦ ὅπως καὶ νῦν Ἀττικῶς. τὸ γὰρ κοινὸν, ὡς ἵκοιτο, ἤγουν ἵνα καταλάβῃ. ἀλλαχοῦ δὲ τὸ αὐτὸ καὶ εἵως εὕρηται ὡς τὸ τέως τείως. Ὅτι προθυμηθεῖσα ἡ γραῦς μαῖα Εὐρύκλεια νῖψαι τὸν ξένον δεσπότην, ὡς ἐκελεύσθη πρὸς τῆς δεσποίνης φησίν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγεν, ἀλλὰ δηλονότι ἑκοῦσαν διὰ τὴν εὐθὺς ῥηθησομένην τοῦ ξένου ὁμοιότητα πρὸς τὸν Ὀδυσσέα, τῷ σε πόδας νίψω ἅματʼ αὐτῆς Πηνελοπείης καὶ σέθεν εἵνεκα. ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς κήδεσιν. εἶτα ἑρμηνεύουσα τὸ, ὀρώρεταί μοι θυμὸς, λέγει ὡς πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο, ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι, ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας. Ἔοικε γὰρ ἡ μὲν Πηνελόπη αἰδημόνως προσβλέπειν καὶ οὐ κατὰ τὴν αὐτανεψίαν Ἑλένην, περιεργότερον δὲ ἡ μαῖα ἐπιβάλλειν τὴν ὄψιν ὅλῳ τῷ ξένῳ καὶ ἀκριβέστερον διακεῖσθαι τὰ εἰς εἰκασμὸν καὶ εἴδους περιεργίαν. Ὅθεν σημείωσαι, ὡς ἡ παρὰ τῆς Ἀθηνᾶς ἀλλοίωσις τοῦ Ὀδυσσέως οὐδὲν ἦν ἄλλο ἢ τεχνικὴ ἐπίκρυψίς τις αὐτοῦ, μεθοδευθεῖσα ὡς ἐνεχώρει πρὸς τοὺς ἁπλουστέρους καὶ μὴ δεινοὺς ἀνασκαλεύειν γνωριμότητα. ὁ μέντοι Ἄργος ὁ κύων ἀκριβὴς ὢν αἰσθέσθαι καὶ νῦν δὲ ἡ γραῦς <!-- 2.207 -->μαῖα ἔγνων τὸν Ὀδυσσέα. αὐτὸς δέ γε καὶ πάλιν ἐπικρύπτειν ἑαυτὸν πειρώμενος καὶ μηδὲ ἀφιεὶς τὴν γραῦν φιλοτιμότερον πλατύναι τὰ σημεῖα φησὶ πάνυ δεξιῶς· ὦ γρηῦ, οὕτω φασὶν, ὅσοι ἴδον ὀφθαλμοῖσιν ἡμέας ἀμφοτέρους, μάλα ἰκέλω ἀλλήλοιϊν ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις. Καὶ ὁ μὲν Ὀδυσσεὺς οὕτω δεινῶς ὁμολογεῖ μὲν τὴν ὁμοιότητα, μὴ εἶναι δέ φησιν αὐτὸς Ὀδυσσεύς. οὐκ ἔχει δὲ καὶ τὴν γραῦν πειθομένην, ἀλλʼ ἐνδομυχοῦσα τὸν γνωρισμὸν ψηλαφήσει τὴν οὐλὴν ἐν τῷ τὸν Ὀδυσσέα νίπτειν καὶ γνώσεται τἀληθές. εἰ δὲ καὶ Ὀδυσσεὺς ἷζεν ἀπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα, ἤγουν ἀπεστράφη πρὸς τὸ σκοτεινὸν ὀϊσάμενος κατὰ θυμὸν, μή ἑ λαβοῦσα οὐλὴν ἀμφράσαιτο, τουτέστιν ἀνανοήσοι καὶ οὕτως ἀμφαδὰ ἔργα γένοιτο, ἀλλὰ τὴν μὲν Πηνελόπην οὕτω ποιήσας λήσεται. ἡ γραῦς δὲ τὸν δεσπότην γνώσεται ἁψαμένη τῆς οὐλῆς ἐχούσης, ὡς εἰκὸς, καί τινα κοιλότητα. Ἰστέον δὲ ὅτι τὸ τὸν Ὀδυσσέα ἀπʼ ἐσχαρόφιν ποτὶ σκότον τραπῆναι Ὀδυσσεῖ μὲν ἄλλως κατεπράχθη, ὡς ἂν δηλαδὴ μὴ ἐπιγνωσθῇ τῇ γραῒ ἐν φωτὶ ὢν, Ὁμήρῳ δὲ ἄλλως εἰς πιθανολογίαν τὸ πλάσμα συντελεῖ. οὕτω γὰρ ἐπικρύπτεται ἡ γενησομένη τῆς γραὸς λειποθυμία, ἡ τοῦ γενείου τοῦ Ὀδυσσέως ἁφὴ, ἡ τοῦ Ὀδυσσέως αὖθις λαβὴ ἐκείνης ἐκ τοῦ φάρυγγος, καὶ τὰ ἄλλα, ὧν οὐδὲν πιθανῶς ἂν γεγόνοι, εἴ περ πρὸς φῶς τετραμμένος Ὀδυσσεὺς ἀπενίπτετο. Ὅτι δὲ ἡ οὐλὴ παρὰ τὸ ὅλον γίνεται ὡς ἐπιγινομένη ἕλκει ὁλωθέντι, τουτέστιν εἰς ὁλότητα ἐλθόντι, δῆλον. καὶ ὅτι ψιλοῦται διὰ τὴν Ἰωνικὴν τοῦ υ ἐπένθεσιν, καὶ ὅτι ὀξύνεται πρὸς διαστολὴν τῆς οὔλης τριχὸς, καὶ ὅτι ἀπʼ αὐτῆς τὸ ὕπουλον γίνεται, ὡς προγέγραπται. Τὸ δὲ, σὲ πόδας νίψω, ὅμοιον τῷ, κέ σε φρένας ἵκετο πένθος, καὶ τοῖς ὁμοίοις. λέγει γὰρ ἢ ὅτι σε κατὰ τοὺς πόδας νίψω, ἢ σὲ ἤγουν τοὺς πόδας, οὐ μὴν ὅλον τὸν ξένον, ἢ κατʼ ἀντίπτωσιν νίψω σου τοὺς πόδας. Τὸ δὲ, σέθεν εἵνεκα, ἤγουν διὰ σὲ, ὡς ἐοικότα δηλαδὴ τῷ Ὀδυσσεῖ, ὅ περ ἐδήλου ἀνωτέρω καὶ ἐν τῷ, οὐκ ἀέκουσαν. Τοῦ δὲ ὀρώρεται ὁ ἐνεστὼς ἀναδρομὴν ἔχει παρακειμένου εἰς ἐνεστῶτα. ἐκ τοῦ ὄρωρα γὰρ τὸ ὀρώρω, ἐξ οὗ τὸ ὀρώρεται. οὕτω δὲ καὶ τὸ προσαρήρεται ἐν Ἡσιόδῳ ἐκ τοῦ ἄρηρα ἀρήρω γίνεται, ὁμοίως καὶ ἐκ τοῦ ὄλωλα τὸ ὀλώλω. ὅθεν τὸ, ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος. Διὰ δὲ τοῦ, μάλα ἰκέλω ἀλλήλοιϊν, πειρᾶται μὲν Ὀδυσσεὺς παῦσαι τὴν πολυπραγμοσύνην τῆς γραὸς ὡς οἷα πληροφορῶν τὴν εἰσάγαν ὁμοιότητα, ἔχει δὲ ἀνύσαι οὐδέν. ἡ γὰρ ποιητικὴ δεινότης πρὸ ἔργου τὸν ἐξ αὐτῆς ἔχει ἀναγνωρισμόν. οὐκοῦν ἡ γραῦς ἐρευνήσει καὶ εὑρήσει, ὃ καὶ αὐτὴ βούλεται καὶ πρὸ αὐτῆς ὁ ποιητής. Τὸ δὲ ἐπιφρονέουσα κολακικῶς οἷον ῥηθὲν ταυτόν ἐστι τῷ περίφρων. τοιοῦτον γάρ ποτε καὶ ἡ ἐπι πρόθεσις· ἀφʼ ἧς καὶ ἐπιόψεσθαι τὸ ἀκριβῶς ἐπισκέψασθαι, ὡς ἐν τῇ βῆτα ῥαψῳδίᾳ προδεδήλωται. Τὸν δὲ ῥηθέντα σκότον οἱ μεθʼ Ὅμηρον καὶ σκότος φασὶν ὡς τεῖχος καὶ βέλος. καὶ διφορεῖται μὲν παρʼ αὐτοῖς, τὰ πλείω δὲ κατὰ γένος ἀρσενικὸν προάγεται, ὡς δηλοῖ καὶ τὸ, οὐδὲ σκότον φρίσσουσι τὸν συνεργάτην. Ὅτι τὸ νίμμα τοῦ Ὀδυσσέως οὕτω διασκευάζει· γρηῦς δὲ λέβηθʼ ἕλε παμφανόωντα τῷ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ, ψυχρόν. ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. Ὅρα δὲ τὸ, ᾧ πόδας ἐξαπένιζεν, ὡς καὶ εἰς ἄλλα τινὰ τῶν λεβήτων χρησιμευόντων, οἷον καὶ εἰς λοετρά. ἔνθα καὶ οἱ λοετροχόοι τρίποδες χρήσιμοι, ὡς εἶναι τηνικαῦτα ὅ περ τὴν πρόχοον τῷ τῆς τραπέζης λέβητι, τοῦτο καὶ τὸν λοετροχόον τρίποδα τῷ τοῦ νίπτεσθαι λέβητι. Ἐν δὲ τῷ, ὕδωρ ἐνεχεύατο πολὺ, συστέλλει τὸ ὕδωρ τὴν ἄρχουσαν. μετʼ ὀλίγα μέντοι ἐν τῷ, ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ, ἐκτείνει αὐτήν. Τὸ δὲ ἐπήφυσεν ἀντὶ τοῦ ἐπήντλησε διά τινος δηλαδὴ ἀγγείου, ὃ καὶ σιγᾷ. οὐ θερμῷ δὲ ψυχρὸν ἐπαφύσσεται κατὰ τὸ ὕστερον ἔθος, ἀλλʼ ἀνάπαλιν. Ὅτι ὡς ἐν ἄλλοις, οὕτω κἀνταῦθα εὐμεθόδως ὁ ποιητὴς ἱστορίας παρεισοδιάζει τῷ λόγῳ τῆς κατὰ τὸν Ὀδυσσέα οὐλῆς, ἧς τὸ κεφάλαιον, ὅτι σπουδαῖον τοῖς παλαιοῖς ἦν ἔργον καὶ τὸ κυνηγέσιον, ὡς καὶ ὁ ἐν τῇ Ἰλιάδι Μελέαγρος δηλοῖ. μελέτη γάρ, φασιν, αὐτὸ πολεμικῶν κινδύνων ἦν, καθὰ καὶ ἐκ τῶν τοῦ Ἡρακλέος ἄθλων φαίνεται καὶ ἐκ τῆς κατὰ τὸν Βελλεροφόντην ἱστορίας καὶ ἐξ ἄλλων δὲ μυρίων ὅσων. ἐπὶ θήρας γοῦν παντοίας οἱ νέοι ἐξῄεσαν, ἀφʼ ὧν ῥωμαλεώτεροι, φασὶ, καὶ ὑγιεινότεροι διετέλουν, ἔτι δὲ καὶ πολεμικοὶ, ὡς ὅτε πυργηδὸν σφέας αὐτοὺς ἀρτύνουσι καὶ ἀντίον ἱστάμενοι τῶν θηρῶν ὀϊστεύουσιν ἢ ἀκοντίζουσιν. ἔστι δὲ ἱστορία τοιαύτη. Αὐτόλυκος ἐλθών ποτε εἰς Ἰθάκην εὗρε παῖδα νέον τῇ θυγατρὶ <!-- 2.208 -->Ἀντικλείᾳ, τῇ τοῦ Λαέρτου γυναικί. τὸν δὲ Εὐρύκλεια ἡ τοῦ παιδὸς μαῖα φίλοις ἐπὶ γούνασι θῆκε τῷ πάππῳ παυομένῳ δόρποιο, καὶ εἶπεν· Αὐτόλυκε, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θείης παιδὸς παιδὶ φίλῳ, ἤγουν τῷ τῆς θυγατρὸς υἱῷ. πολυάρητος δέ τοί ἐστι. καὶ ὁ Αὐτόλυκος τῇ μὲν Εὐρυκλείᾳ εἶπεν οὐδέν· πρὸς δὲ τοὺς ἰδίους τὸν λόγον τρέψας ἔφη· γαμβρὸς ἐμὸς θύγατέρ τε, τίθεσθʼ ὄνομα ὅττι κεν εἴπω· πολλοῖσι γὰρ ἔγωγʼ ὀδυσσάμενος τόδʼ ἱκάνω ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα βωτιάνειραν· τῷ δʼ Ὀδυσσεὺς ὄνομʼ ἔστω ἐπώνυμον. αὐτὰρ ἔγωγε ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα ἔλθῃ Παρνησσόνδε, ὅθι πού μοι κτήματʼ ἔασι· τῶν οἱ ἐγὼ δώσω, καί μιν χαίροντʼ ἀποπέμψω. τούτων ἕνεκα ἦλθεν Ὀδυσσεὺς, ἡβήσας δηλαδή. καὶ Αὐτόλυκος μὲν καὶ οἱ παῖδες χερσί τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι. μήτηρ δʼ Ἀμφιθέη μητρὸς, τουτέστιν Ἀμφιθέα ἡ μάμμη ἡ τῆς τοῦ Ὀδυσσέως μητρὸς μήτηρ, περιφῦσα γυναικικώτερον κῦσεν ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ, κατὰ τὸν ἐν τοῖς ἐλευθέροις νόμον, ὡς προδεδήλωται. εἶτα δείπνου ἐφοπλισθέντος· βοῦν γὰρ αὐτίκα εἰσάγαγον ἄρσενα πενταέτηρον, ὃν δείραντες καὶ διαχεύαντες ἅπαντα μιστύλαντές τε ἐπισταμένως καὶ πείραντες ὀβελοῖσιν ὤπτησάν τε περιφραδέως καὶ δαίνυντο νυκτὸς μὲν ἐπιγενομένης, κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο, καθὰ καὶ προεγράφη. ῥοδοδακτύλου δὲ φανείσης Ἠοῦς, ἔβησαν εἰς θήρην ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ υἱέες Αὐτολύκου καὶ Ὀδυσσεύς. αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ Παρνησσοῦ. τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας, ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο, ὃς δὴ καιρὸς ὀρθρινὸς ἐπιτήδειος εἰς κυνηγέσιον. οἵ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες. πρὸ δʼ ἂρ αὐτῶν ἴχνη ἐρευνῶντες κύνες ἤϊσαν. αὐτὰρ ὄπισθεν τοῦ Αὐτολύκου παῖδες ἤρχοντο, καὶ Ὀδυσσεὺς δὲ σὺν αὐτοῖς ἄγχι κυνῶν οἷα ποδώκης, κραδάων δολιχόσκιον ἔγχος. ἔνθα δʼ ἂρ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς· ἧς λόχμης τὴν πυκνότητα φράζων ὁ ποιητὴς αὐτὰ ἐκεῖνα λέγει ἐν τῇ κυνηγετικῇ ταύτῃ διασκευῇ, ὅσα καὶ ἐν τῇ ε ῥαψῳδίᾳ περὶ τὸ τέλος ἐπὶ θάμνοις οὓς ὑπῆλθεν Ὀδυσσεὺς, ὅτι δηλαδὴ οὔτε ἄνεμοι διʼ αὐτῆς πνέουσιν οὔτε ἥλιος φαέθων ἀκτῖσι βάλλει οὔτε ὄμβρος διεπέρα εἰς τὸ πᾶν· καὶ φύλλων δὲ ἦν αὐτόθι χύσις ἤλιθα πολλή. καὶ οἱ μὲν κυνηγέται οὕτω διὰ τοιαύτης λόχμης ἤρχοντο· τὸν δὲ σῦν ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν, ὡς ἐπάγοντες ἐπῇσαν, ἢ οὓς ἐπάγοντες ἐπῇσαν. ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο φρίξας εὖ λοφιὴν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκὼς, στῆ αὐτῶν σχεδόθεν. ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ οὐτάμεναι μεμαώς. ὁ δέ μιν φθάμενος ἔλασε σῦς γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός. τὸν δʼ Ὀδυσσεὺς οὔτησε τυχὸν κατὰ δεξιὸν ὦμον. ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακὼν, ὃ πολλαχοῦ κεῖται, καθὰ καὶ τὸ, ἀπὸ δʼ ἔπτατο θυμός. τὸν μὲν Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο, τουτέστι περὶ αὐτὸν ἐπονοῦντο, ἤτοι περὶ τὸν Ὀδυσσέα, ἴσως δὲ καὶ περὶ τὸν σῦν, ὥς περ καὶ τὸν πενταέτηρον βοῦν ἄμφεπον. ὠτειλὴν δʼ Ὀδυσσέως δῆσαν ἐπισταμένως· τέχνης γὰρ δέονται καὶ οἱ κατάδεσμοι· ἐπαοιδῇ δʼ αἷμα κελαινὸν ἔσχον. εἶτα εὖ ἰασάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες χαίροντα φίλως χαίροντες ἔπεμπον εἰς Ἰθάκην, χαίρουσι δηλαδὴ τοῖς ἐκείνου. φησὶ γάρ· τῷ μὲν πατὴρ καὶ πότνια μήτηρ χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα. ποῖα ἕκαστα; οὐλὴν ὅττι πάθοι, ἤγουν διατί ἔπαθεν αὐτήν. ὁ δʼ ἄρα σφιν εὖ κατέλεξεν, ὥς μιν θηρεύοντʼ ἔλασε σῦς λευκῷ ὀδόντι Παρνησσόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. Καὶ σημείωσαι τὴν προσεχῶς ἐπενεχθεῖσαν ὡς ἐν ἀνακεφαλαιώσει τεχνικὴν ἐπιτομὴν τοῦ μακροῦ διηγήματος. συνελὼν γὰρ ἐν δυσὶν ἔπεσιν ἐκεῖνα τὰ πολλὰ ἔφη τὸ, ὥς μιν θηρεύοντα ἤλασε σῦς καὶ ἑξῆς. οὕτω καὶ λάλος ὁ ἄνθρωπος οὕτως ὡσεὶ καὶ δωδωναΐζων χαλκεῖον· καὶ αὖ πάλιν ἐν δέοντι σιγηλὸς, ὡς εἰ καὶ Πυθαγόρᾳ ἐφοίτησεν ἢ καὶ τῶν τινὶ ἑτέρῳ ἀποφθεγματικῶς λαλούντων ἢ ἀφοριστικῶς. οἱ δʼ αὐτοὶ στίχοι σχεδόν τι καὶ πρὸ τοῦ διηγήματος κατά τινα παράφρασιν κεῖνται οὕτως· τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Παρνασσόν δʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας, ὅ περ οἷα τινὰ πρότασιν ἐκεῖ θεὶς ὁ ποιητὴς ἀνάγκην ἔσχε διὰ σαφήνειαν λόγου τὴν ῥηθεῖσαν ἱστορίαν ἐπαγαγεῖν μετὰ τὸ ἐκ παρέργου χάριν πολυμαθείας προϊστορῆσαι, οἷος ἦν ὁ Αὐτόλυκος, ὅτι δηλαδὴ κατʼ ἀνθρώπους ἐκέκαστο κλεπτοσύνῃ <!-- 2.209 -->θʼ ὅρκῳ τε. θεὸς δέ οἱ αὐτὸς ἔδωκεν Ἑρμείας, ὁ τοῦ κλέπτειν ἔφορος. τῷ γάρ, φησι, κεχαρισμένα ἔθυσεν· οὐ μὴν Ἄρεϊ, ὡς οἱ πολεμικοὶ, οὐδὲ Ποσειδῶνι, ὡς οἱ ναυτικοὶ, οὐδὲ Ἡφαίστῳ κατὰ τοὺς χαλκευτάς. διό φησι· καὶ Ἑρμῆς αὐτῷ πρόφρων ἅμʼ ὀπήδει, τουτέστιν ἠκολούθει τῷ Αὐτολύκῳ ὡς ἐλλόγως κλέπτοντι. Ἐνταῦθα δὲ ἔστι μὲν μαθεῖν κλεπτοσύνην οὐ κακὴν, καὶ ὅρκον δὲ οὐ φαῦλον, εἴ γε καὶ ἐσθλὸς λέγεται ὁ ταῦτα διαχειριζόμενος, ὡς δηλοῖ τὸ, μητρὸς πατέρα ἐσθλόν. καὶ ἐναβρύνεται δὲ αὐτοῖς· τοιοῦτον γάρ τι τὸ κεκάσθαι, ὅ ἐστι κεκοσμῆσθαι. καὶ θεόθεν δὲ αὐτὰ ἔχει δοθέντα ὡς οἷα δῶρα θεόσδοτα. ἔστι δὲ γνῶναι καὶ Ἑρμῆν κλεπτικῆς, ὡς ἐῤῥέθη, ἐπιστάτην, καὶ ὅρκων δὲ τῶν ἐπʼ αὐτῇ, μάλιστα μὲν τῶν ἐπὶ καλῷ, ἤδη δέ που καὶ τῶν ἀνάπαλιν, ᾧ λόγος ἐστὶ καὶ ἐκ γενετῆς συγκεκληρῶσθαι τὴν κλεπτοσύνην. ὃς τῆς μητρὸς Μαίας συλλουομένης, αἷς ἤθελεν ἐκείνη, αὐτὸς ὑφελόμενος τὰ ἐκδυθέντα ἔκρυψε. καὶ οὕτω μὲν ἔχει ταῦτα. Τῶν δʼ ἐν τούτοις τί μὲν ἡ κλεπτοσύνη, δῆλον. καὶ ὡς ἀνάλογον παρῆκται τῷ παλαισμοσύνη, ὃ καὶ παρὰ Αἰλιανῷ κεῖται, καὶ τῷ δρηστοσύνη, βριθοσύνη, καὶ τοῖς τοιούτοις. Ὅρκος δὲ νῦν οὐχὶ ὁ κατʼ ἐπιορκίαν· τοῦτο γὰρ οὔτε ἐσθλοῦ ἀνδρὸς, οὔτε κοσμεῖ ἄνθρωπον, καὶ οὐδὲ θεὸς δίδωσιν· ἀλλὰ ὁ ἐν καιρῷ σοφιζόμενος, ὅτε δηλαδὴ αὐτὸς μέν τις εὐορκῶν ἐστὶ, τοὺς δὲ ἐπικλόπῳ αὐτῷ ἐγκαλοῦντας παραλογίζεται οἷα μὴ ἔχοντας νοεῖν τὸ σόφισμα. οὕτω πως καὶ Ὀδυσσεὺς ἀνόπιν ἐσοφίσατο τὴν Πηνελόπην ὅρκῳ ἐν τῷ, ἴστω νῦν Ζεὺς ἱστίη τʼ Ὀδυσσέως, ὡς δῆθεν ἀληθεύων ἐπὶ πᾶσιν οἷς λέγει. τὸ δʼ ἦν οὐχʼ οὕτως ἔχον, ἀλλὰ μόνους ἐβεβαίου τοὺς μετὰ τὸν ὅρκον δύο στίχους, τὸ, τοῦδε τοῦ λυκάβαντος ἐλεύσεσθαι τὸν Ὀδυσσέα καὶ τὸ ἑξῆς. τοιοῦτος δέ τις ὅρκος πρὸς ἄλλοις μυρίοις, ἤγουν σοφιστικὸς, καὶ ὁ τῶν ὀμοσάντων τόσας ἡμέρας ἄγειν σπονδὰς, ἐν δὲ τῷ μέσῳ νύκτωρ ἐπιθεμένων τοῖς ἐχθροῖς, ὡς δῆθεν τῆς συμβάσεως τῶν σπονδῶν ἡμερῶν μεμνημένης, οὐ μὴν καὶ νυκτῶν. ὅμοιος δέ τις καὶ ὁ τοῦ παρὰ τῷ δειπνοσοφιστῇ τὸν ἰχθὺν ὑφελομένου· ὃς τὸ ὑποκλαπὲν ὀψάριον ἑτέρῳ δοὺς, εἶτα ἀπαιτούμενος, αὐτὸς μὲν ὤμνυε μήτε ἔχειν τὸν ἰχθὺν, μήτʼ ἄλλον εἰδέναι ὑφελόμενον· τὸν δὲ φύλακα τοῦ κλέμματος ἐδίδαξεν ὀμνύειν, ὡς οὔτε αὐτὸς ὑφείλετο οὔτε ἄλλον οἶδεν ἔχοντα τὸν ἰχθύν. καὶ οὕτω τὸν ἰχθυέμπορον ἐσοφίσατο. καὶ οὗτοι μὲν ὅρκοι σοφισματώδεις, ὁποίοις φαίνεται χαίρειν καὶ Σίσυφος. Ῥαδάμανθυς δέ, φασιν, ὑπὲρ τοῦ μὴ θεὸν ὀνομάζειν ἐπὶ πᾶσιν ἐκέλευσέ, φασι, κατὰ χηνὸς καὶ κυνὸς καὶ κριοῦ ὀμνύναι. ὤμνυε δέ, φασι, χῆνα καὶ Σωκράτης· ἄλλος δέ τις κράμβην· ὃν ζηλώσας ὕστερον ὁ χυδαΐζων ὄχλος διόμνυται κατὰ λαχάνων. Ὅτι δὲ καὶ γυναῖκες ὤμνυον ἐπὶ οἴνῳ, Ξέναρχος παίζων δηλοῖ ἐν τῷ, ὅρκον δʼ ἐγὼ γυναικὸς εἰς οἶνον γράψω. λάμπει δʼ ἐν τοῖς τοιούτοις ἠθικοῖς ὅρκοις ὁ Ὁμηρικὸς, ἐν ᾧ τὰ τοῦ πατρὸς ἄλγεα ὁ παῖς ὀμνύει Τηλέμαχος. φέρεται δὲ περὶ Αὐτολύκου καὶ ὅτι οὕτω σοφὸς ἦν τὴν κλεπτικὴν, ὡς καὶ τὰ χρώματα τῶν κλεπτομένων ζῴων μεταχρωνύειν, ὃ καὶ νῦν παρὰ πολλοῖς γίνεται. Σίσυφον μέντοι οὐ κατεσοφίσατο, καθὰ ἐν ἄλλοις εἴρηται. ἦν γὰρ κατὰ τὴν παροιμίαν καὶ πυρὸς ἕτερα θερμότερα, καὶ δόλων τῶν κλεπτικῶν ἕτεροι κλεπτίστεροι. Ἐν δὲ τῷ κεχαρισμένα τῷ Ἑρμῇ θῦσαι τὸν Αὐτόλυκον καὶ οὕτω λαχεῖν τὴν κλεπτοσύνην ἔστι τις πίστις παροιμίας Ἑλληνικῆς, λεγούσης, δῶρα καὶ θεοὺς πείθειν. Τὸ δὲ, παυομένῳ δόρποιο, δηλοῖ μηδὲ τὸν τοιοῦτον καιρὸν ἀνεπιτήδειον εἶναι σπουδαῖα σκέπτεσθαι. Ἐν δὲ τῷ, ὄνομα εὕρεο, δῆλον ὡς Ὅμηρος κατῆρξε τοῦ εὑρέσεις λέγεσθαι τὰς ἐπὶ τοῖς ἀδήλοις μεθόδους, παθητικῶς δὲ τὸ εὕρεο, κατʼ ἀκολουθίαν τοῦ εὑρέσθαι καὶ τοῦ εὑρόμην· κοινῶς μέντοι εὑρὲ καὶ εὑρεῖν, καὶ τοιαῦτα τινά. Ἐν δὲ τῷ, πολυάρητος δέ τοί ἐστιν, ἔοικεν ἡ δούλη Εὐρύκλεια ἐθέλειν τοιοῦτόν τι ὄνομα τῷ παιδὶ τεθῆναι, οἷον Δημάρητον κατὰ τὸν παρὰ Ἡροδότῳ, ἢ Ἄρητον, ὁποῖός τις ἐν Ἰλιάδι κεῖται, ἢ Εὐχήνορα, ἢ τοιοῦτόν τι ἐφετὸν τοῖς πολλοῖς· ὅπου γε καὶ ὁ γελοῖος πτωχὸς Ἀρναῖος παρὰ τὴν ἀρὰν, ὡς δεδήλωται, εἰρῆσθαι δοκεῖ. Αὐτόλυκος δὲ τῇ δούλῃ μὴ προσεσχηκὼς ἐξ ἐκείνων, οἷς ἐκέκαστο, ἐθέλει ὀνομάσαι τὸν παῖδα, ἐκ τοῦ μίσους δηλαδὴ, ὃ εἶχεν ἐκ πολλῶν διὰ τὴν κλεπτοσύνην. δῆλον γὰρ ὡς ὠδύσσοντο αὐτῷ ἐκεῖνοι· ὃ δὴ τίθησιν ὄνομα τῷ ἐγγόνῳ, βιβλιογραφήσας οἷον τὰ κατʼ αὐτὸν ἐν ἐκείνῳ κληρονομήσαντι μνήμης τῆς ἐπὶ τῷ πάππῳ οὐ πάνυ εὐκλεῶς· ἐκ τοῦ κατʼ ἐκεῖνον γὰρ ὀδύσσω ὁ Ὀδυσσεύς. διὸ καὶ ψιλοῦται κατὰ τὴν ἄρχουσαν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, καὶ ἐν δυσὶ σσ γράφεται ὡς ἐπιπολύ. Σιληνὸς μέντοι ὁ Χῖος κατὰ τὴν <!-- 2.210 -->ἱστορίαν ἐν δευτέρῳ βιβλίῳ τῶν αὐτῶν μυθικῶν δασύνει παρὰ τὴν ὁδὸν, λέγων ὡς Ἀντικλείας ὁδευούσης παρὰ τὸ Νήριτον, ὗσεν ὁ Ζεύς. τὴν δὲ ὑπὸ ἀγωνίας ἐκεῖ πεσοῦσαν τεκεῖν. καὶ τὸ γεννηθὲν κληθῆναι Ὀδυσσέα παρὰ τὸ ἐν τῇ ὁδῷ ὗσαι. Τὸ δὲ, γαμβρὸς ἐμὸς, ἀντὶ τοῦ, ὦ γαμβρέ μοι, ὡς δηλοῖ καὶ τὸ θύγατερ ἐπαχθέν. κωλύει δὲ τὸ εἰπεῖν γαμβρὲ κατὰ κλητικὴν ἡ ἐμὸς ἀντωνυμία, ἧς οὐκ ἔστι κλητικὴ διὰ τὴν συνέμπτωσιν τὴν πρὸς ἑτέραν ἀντωνυμίαν αἰτιατικὴν τὴν ἐμέ. Τὸ δὲ, πολλοῖσι γὰρ ἔγωγε ὀδυσσάμενος, λέγει μὲν τὸ, πολλοῖς μισηθεὶς καὶ διʼ ὀργῆς ἐλθὼν παθητικῶς, οὐ μὴν κατʼ ἐνέργειαν, ὁποῖον τὸ, τί νύ οἱ τόσον ὠδύσαο Ζεῦ; ἔχει δὲ τὸν γαρ σύνδεσμον προτεθειμένον κατὰ συνήθειαν Ὁμηρικὴν ἐμπερίβολον. τὸ μέντοι σαφὲς καὶ ὀρθότερον οὕτω· τῷ δʼ Ὀδυσσεὺς ὄνομα ἔστω· πολλοῖς γὰρ ἔγωγε ὀδυσσάμενος τόδʼ ἱκάνω, ἀντὶ τοῦ ἐνταῦθα, καθὰ καὶ ἀλλαχοῦ γέγραπται. Τὸ δὲ, ἀνδράσιν ἠδὲ γυναιξὶν, ἐπισημότατον ἐν κλεπτοσύνῃ τὸν Αὐτόλυκον ἐνδείκνυται, εἴ γε μὴ μόνον ἀνδράσιν, ἀλλὰ καὶ γυναιξὶν ἀπεχθὴς ἦν. οὕτω καὶ ἐν Ἰλιάδι ἐπίσημός τις ἀνὴρ, ὂν ἄνδρες τε καὶ γυναῖκες κορυνήτην ἐκάλουν. Ἐπώνυμον δὲ καὶ νῦν, ὡς καὶ ἐν ἄλλοις, τὸ φερώνυμον. οὐχʼ ὅτι μέντοι αὐτὸς ὁ παῖς παρώργησέ τινας, ἀλλʼ ὅτι ὁ πάππος· ὁποῖα καὶ ἄλλα τοιαῦτα δεδήλωται. καὶ ὅμως εἴ τις διὰ τὸν πάππον ὀδώδυσται καὶ τῷ ἐγγόνῳ παιδὶ, εἴη ἄν πως καὶ ὁ παῖς ἐπωνύμως διʼ ἑαυτὸν Ὀδυσσεύς. Κτήματα δὲ καὶ νῦν ἁπλῶς τὰ ἐν κτήσει, ἐξ ὧν καὶ τὰ δῶρα δίδονται, ὡς δηλοῖ ἐπαγόμενον τὸ, ἦλθεν Ὀδυσσεὺς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα. Τὸ δὲ, χερσὶν ἠσπάζοντο, ἤγουν ἐδεξιοῦντο καὶ εἰς ἑαυτοὺς ἐπεσπῶντο, προγέγραπται καὶ ἑτέρωθι. χείλεσι δὲ ἀσπάζεσθαι οὐκ ἔστι παρὰ τῷ ποιητῇ. Τὸ δὲ, μήτηρ μητρὸς, παραφράζει τὴν μάμμην, καθὰ καὶ πρὸ αὐτοῦ τὸν ἔγγονον τὸ παιδὸς παιδὶ φίλῳ. Ὄρος δὲ καταειμένον ὕλῃ τὸ δασὺ καὶ οἷον ἐνδεδυμένον φυτῶν πυκνότητι καὶ κεκαλυμμένον· ὅθεν καὶ εἴνω τὸ καλύπτω· οὗ παράγωγον τὸ εἰνύω, ὡς τὸ, θριξὶ δὲ πάντα νέκυν καταείνυον. Τὸ δὲ ὄρος νῦν μὲν, ὡς καὶ ἀλλαχοῦ ποτὲ, κοινῶς προήνεκται· τὰ πλείω δὲ ἰάζεται, ὡς καὶ ἐν τῷ, κατʼ οὔρεος εἶσι, καὶ, οὔρεά τε σκιόεντα. Τὸ δʼ αὐτὸ γίνεται καὶ ἐν τῷ, ὅρος ὁ περιορισμένος, ὡς δῆλον ἐκ τοῦ ἀμφʼ οὔροισι, καὶ, δίσκου οὖρα πέλονται. οὕτω καὶ ἐκ τοῦ ὀρούω οὖρος βαρυτόνως ὁ ἄνεμος ἰώνισται, καὶ ὁ πρὸς διαστολὴν δὲ αὐτοῦ ὀξυτονούμενος ἐν Ἰλιάδι οὐρὸς, οἷον, οὐρούς τʼ ἐξεκάθαιρον. ὁ μέντοι κατὰ τὸ γάλα οὐρὸς δοκεῖ μὴ ἑλκυσθῆναι εἰς Ἰωνίδα διάλεκτον· οὕτω δὲ οὐδὲ ὁ παρὰ Ἀττικοῖς ζωϊκὸς ὄρος ὁ καὶ αὐτὸς ψιλούμενος. αὐτὸν δὲ διέστειλε τοῦ ὄρους ἡ διπλόη τοῦ ρ. εὕρηται γὰρ ὄῤῥος ἐν ἁπλότητι παρὰ τῷ κωμικῷ τόπος ὢν περὶ τοὺς γλουτοὺς, ὁ καὶ ταῦρος. ἐν μέντοι συνθέσει προσλαμβάνει καὶ αὐτὸς παρά τισι τὸ υ. ὀῤῥωδεῖν μὲν γὰρ καὶ ὀροπύγιον ὀρνέων, οὐ μὴν κατά τινας ὀρθοπύγιον, ἀνάλογον καὶ κοινότερον. Ἰωνικὸν δέ που τὸ οὐροπύγιον, ὄρος ὄν, φασι, πυγῆς, ἀφʼ οὗ καὶ ὀῤῥωδεῖν τὸ εὐλαβεῖσθαι. οἱ γὰρ εὐλαβούμενοί, φασι, κατά τι ἀνασπῶσι τὰ κατʼ αὐτόν. καὶ τὰ ἄλογα δὲ ὑποστέλλει τὴν οὐρὰν, ὅτε εὐλαβεῖται. ἐκ τοῦ παρακολουθοῦντος οὖν ὀῤῥωδεῖν, τὸ τὸν τοιοῦτον ὄῤῥον ἰδίειν, ὃν οὐρὰν οἱ ἰδιῶται φασὶν, οἷα τῆς οὐρᾶς αὐτῷ παρωνυμουμένης. καὶ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ ἀῤῥωδεῖν διὰ τοῦ α στερητικῶς εἴρηται κατὰ Ἐρέννιον Φίλωνα. δηλοῖ γὰρ τὸ μὴ ὀῤῥωδεῖν, ἀλλὰ καταφρονεῖν καὶ τεθαρηκέναι. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὄρος ἐνδεδυμένον ὕλῃ, ληφθῆναι δοκεῖ καὶ τὸ, ὕδωρ ἀμφιένυσθαι τὸν δύντα καθʼ ὕδατος, καὶ πυρὶ σπαργανοῦσθαι τὸν πυρούμενον. ἐντεῦθεν δὲ καὶ ἱμάτια πόλεως ὁ τειχισμός. τῇ ῥηθείσῃ δὲ Ὁμηρικῇ ἐννοίᾳ συγγενὲς καὶ τὸ, λάϊνον ἕσασθαι χιτῶνα, τὸν λίθοις χωσθέντα. Τὸ δὲ, Ἠέλιος μὲν ἔπειτα καὶ ὁ ἐφεξῆς στίχος, περίφρασίς ἐστι τοῦ, γέγονεν ἡμέρα. δῆλον δὲ, ὡς Ἥλιος οὐ μόνον ὁ φαινόμενος ἀστὴρ, ὡς καὶ ἐνταῦθα καὶ ἐν τῷ, Ἠέλιος δʼ ἀνόρουσε καὶ ἑξῆς, ἀλλά που καὶ σωματικὸς δαίμων, ὡς ἐν τῷ, Ἠέλιος μὲν σκοπιὴν ἔχε, καὶ, Ἠέλιʼ, ἤτοι σὺ μετʼ ἀθανάτοισι φάεινε. Ἀκαλαῤῥείτης δὲ Ὠκεανὸς κατὰ τοὺς σοφοὺς ὁ ἀκαλῶς καὶ ἡσύχως ῥέων, ὅ ἐστι πλημύρων, ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη. τὰς γὰρ ἐπιβάσεις, φασὶ, τῶν πλημυρίδων, ἃς πολλαχοῦ ποιεῖ, πραείας ποιεῖ καὶ οὐ τελείως ῥοώδεις. Βῆσσα δὲ ἡ μὲν τοῦ ὄρους ἐν δυσὶ σσ· πόλις δέ τις Βῆσα ἐν τῇ Βοιωτίᾳ γράφεται καὶ διʼ ἑνός. Ἐπακτῆρες δὲ οἱ κυνηγοί. καὶ ὡς μὲν ἐκ τοῦ ἐπάγειν ἡ λέξις γίνεται, δηλοῖ ὁ ποιητὴς μετʼ ὀλίγα ἐν τῷ, ὡς ἐπάγοντες ἐπῇσαν. διττὴ δὲ τῆς λέξεως ἔννοια· ἢ γὰρ διότι ἐπάγονται κύνας, ὅθεν καὶ συνθέτως <!-- 2.211 -->κυνηγοὶ λέγονται, ἢ ὅτι ἐπὶ τοῖς κυσὶν, ἤγουν μετὰ τοὺς κύνας ἄγονται εἰς θήραν, διὰ τὸ ἐκείνους προϊέναι, ὡς δηλοῖ τὸ, ἵκανον ἐπακτῆρες, πρὸ δʼ ἂρ αὐτῶν κύνες ἤϊσαν. ὧν παράφρασις τὸ, ὡς ἐπάγοντες ἐπῇσαν, ἤγουν μετʼ ἐκείνους καὶ ἤϊσαν. δῆλον δὲ, ὅτι ἐκ τοῦ ἤϊσαν τὸ ἐπῇσαν συνῄρηται. Ἰστέον δὲ ὅτι καὶ ἐπακτρεῖς ἐλέγοντο οἱ κυνηγοὶ, ὡς δηλοῖ ὁ γράψας ἐν ῥητορικῷ λεξικῷ, ὅτι ἐπακτρίδες αἱ ἁλιάδες· ἐπακτρεῖς γὰρ οἱ κυνηγοί. ὅτι δὲ ἀπὸ τῆς ῥηθείσης ἐπακτρίδος καὶ ἐπακτροκέλης κατὰ Αἴλιον Διονύσιον πλοῖον λῃστρικὸν, προδεδήλωται. Τοῦ δὲ ἰχνευταὶ περίφρασις ὂν τὸ, ἴχνιʼ ἐρευνῶντες, κάλλιον ἐκείνου πέφρασται. Ὅρα δʼ ἐνταῦθα τὸ, ἴχνιʼ ἐρευνῶντες, ὑποδύσκολον ὂν τῇ φράσει καὶ λαβυρινθῶδες κατὰ τὰ νῦν σχεδικά. ἦν μὲν γὰρ καὶ ἴχνη γράψαι διὰ τοῦ η, εἵλετο δὲ ἡ ποίησις τὸ ἴχνια. καὶ ἐσημειώθη ἐν ἄλλοις καὶ ἕτερα τοιαῦτα. Τοῦ δὲ κραδάων τὸ θέμα πρωτότυπον τοῦ κραδαίνω ἐστί. Λόχμην δὲ καὶ ξύλοχον εἰπεῖν ταυτὸν ἐν τοῖς ῥηθεῖσι φαίνεται. Ὁ δὲ σῦς, ὡς καὶ αὐτὸ ἐν ῥητορικῷ κεῖται λεξικῷ, καὶ ἀσχέδωρος λέγεται. φησὶ γάρ· ἀσχέδωρος, ὁ σύαγρος παρὰ Ἰταλιώταις. ἠγνόησαν δέ, φησιν, οἱ ἀποδόντες τὸν ἄσχετα δωρούμενον, ἤγουν οἱ ἑρμηνεύσαντες, ὅτι ἀσχέδωρός ἐστιν ὁ ἄσχετα δωρούμενος, ὡς οἷά τις μεγαλόδωρος. χρῆσις δέ, φασιν, ἀσχεδώρου, παρʼ Αἰσχύλῳ, διατρίψαντι ἐν Σικελίᾳ καὶ εἰδότι. φησὶ γάρ· ἔδυ δʼ ἐς ἄντρον ἀσχέδωρος ὥς. λέγει δὲ καὶ ἡ κωμῳδία· ἔνθʼ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ, οὔτʼ ἀσχέδωρος νεμόμενος καπρώζεται. ἔνθα καὶ ὅρα τὸ καπρώζεται, οὗ, ὥς που καὶ ἐν Ἰλιάδι παρεσημάνθη, θέμα παρʼ ἄλλοις πρωτότυπον τὸ καπρῶ. ἐξ οὗ καὶ γυνὴ καπρῶσα ἡ μάχλος. ἐτυμώτερον δὲ κατὰ τὸν Ἀθήναιον τὸ σῦς ἐν τρισὶ γράμμασιν ὡς ἀπὸ τοῦ σεύεσθαι καὶ ὁρμητικῶς ἔχειν τὸ τοιοῦτον ζῷον. τέτριπται δὲ καὶ τὸ λέγειν ὗς δίχα τοῦ πρώτου σίγμα. οἱ δέ φασιν εἰρῆσθαι σῦν ὡς οἱονεὶ θῦν τὸν εἰς θυσίαν εὐθετοῦντα. Δῆλον δὲ ὅτι καὶ ὄνομα ἰχθύων ὕες, οἷον, ἐν δʼ αἴνῳ καὶ τῷ πόντῳ, τὴν ὗν ἀγόραζε, ἣν καλέουσί τινες θνητῶν ψαμμίτην ὀρυκτήν. Ἔτι ἰστέον καὶ ὅτι σύαγρος οὐ παρὰ πᾶσιν ὁ ἀπὸ συὸς ἀγρίου σύνθετος, ἀλλὰ καὶ κύων ὁ σύας ἀγρεύων. Σοφοκλῆς σὺ δʼ, ὦ σύαγρε, Πηλιωτικὸν βρέφος. παρὰ δὲ Ἡροδότῳ ἔστι καὶ κύριον ὄνομα Σύαγρος. καὶ ὅτι σῦς ἀσχέδωρος εἰρῆσθαι δοκεῖ οὐχʼ ὁ ἁπλῶς, οἷον ὁ σίαλος ἢ ἡ ἀγελαῖος, ἀλλʼ ὁ μονιὸς, ἤδη δὲ καὶ ὁ χλούνης, ὁ καὶ χαλεπὸς καὶ ἄλκιμος, ὃν δὴ χλούνην οἱ ἐκτομίαν, φασὶ, λέγοντες τελείως ἀπήρτηνται τοῦ ὑποκειμένου, ἤγουν αἰωροῦνται, ἠερέθονται, οὐδὲν ἔμπεδον καὶ βέβαιον λέγουσιν, ἀλλὰ δηλαδὴ ἀνεμώλια λαλοῦσι καὶ οὐδέν τι τοῦ ὑποκειμένου ἅπτονται. Ὅρα δʼ ἐν τούτοις καὶ τὸν μονιὸν σῦν, οὗ διενήνοχεν ὁ μονίας, καθὰ καὶ ὁ μονώτης, λεγόμενα ἐπὶ ἀνθρώπου ἐρημάζοντος. ἐπὶ τούτοις ἰστέον καὶ ὅτι, καθὰ καὶ ὗς θαλάσσιος, οὕτω καὶ κάπρος, ὡς δηλοῖ καὶ Ἀθήναιος ἐν τῷ, κάπρον ἂν ἐσίδῃς θαλάττιον, ὠνοῦ καὶ μὴ καταλίπῃς κἂν ἰσόχρυσος ἔνι, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπʼ ἀθανάτων· τὸ γάρ ἐστι νέκταρος ἄνθος· ὃ παραποίησίς ἐστι τοῦ, νέκταρος ἀποῤῥὼξ, ὡς καὶ προεγράφη. Ἐν δὲ τῷ, κτύπος ποδοῖϊν, ὅρα ὡς ἀπὸ μέρους τοῦ κατʼ ἄνδρας ἔφρασε τὸ ποδοῖϊν, οὐ προσλογισάμενος καὶ τοὺς τετράποδας κύνας. Τὸ δὲ φρίσσειν ὅτι κυρίως τριχῶν δηλοῖ ὄρθωσιν, πολλαχοῦ δεδήλωται. διὸ πάνυ κυριολεκτεῖται ἐνταῦθα τὸ, φρίξας λοφιάν. Λοφιὰ δὲ ἐπὶ συὸς κυριολεκτεῖται, καθά περ ἡ χαίτη ἐπὶ ἵππου καὶ λέοντος. ἴσως δὲ ἡ λοφιὰ καὶ ἐπὶ τοιούτων λέγεται, ὡς δηλοῖ ὁ γράφων, ζῷα λόφουρα τὰ, ὥς φασί τινες, ἔχοντα λόφους καὶ οὐράς. πρὸς ὃ ἔστιν εἰπεῖν, ὡς διαφέρει λόφος καὶ λοφιά. λέγεται δὲ λοφιὰ ὡς ἐν τῷ λόφῳ οὖσα ἤγουν τῷ περὶ τὸν αὐχένα τόπῳ, περὶ οὗ εἰς τὸ καταλοφάδια προγέγραπται. Τὸ δὲ, πῦρ ὀφθαλμοῖσι δεδορκὼς, ἀντὶ τοῦ, ὡς πῦρ βλέπων. καὶ ἔστιν ὅμοιον τῷ, ὄσσε δέ οἱ πυρὶ ἐΐκτην. Τὸ δὲ, πρώτιστος ἔσσυτο ἀνασχόμενος, τουτέστιν ἀνατείνας δόρυ, πιθανὸν ποιεῖ καὶ τὸν παρὰ Φαίαξι λόγον αὐτοῦ τὸ, πρῶτος ἂν ἄνδρα βάλοιμι, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι παρασταῖεν. ἔοικε δὲ νῦν διʼ ἀπειρίαν τὴν ἐκ νεότητος ἀτέχνως θρασύνασθαι ὁ Ὀδυσσεύς. διὸ καὶ φθάμενος ἔλασεν αὐτὸν σῦς. Τὸ δὲ διήφυσε βάθος δηλοῖ τῆς πληγῆς ἕως ἐγγὺς τοῦ ὀστέου. διὸ καὶ τὴν οὐλὴν εἰκὸς βαθεῖαν οὖσαν ῥᾷον γνωσθῆναι ἂν ὑπὸ τῆς Εὐρυκλείας καὶ ἐν σκότῳ. ἄλλως γὰρ ἐπίπεδος οὖσα καὶ ὁμαλὴ οὐκ ἂν ἔγνωστο. ἀστείως δὲ ἐῤῥέθη τὸ διήφυσε καὶ ἀσφαλῶς, ὡς πολλῆς ἐκεῖθεν ὑγρᾶς σαρκὸς οἷον ἐξαντληθείσης. διάφορον δὲ τὸ διήφυσε πρὸς τὸ ἐπήφυσε τὸ πρὸ βραχέων ῥηθέν. Ῥᾳδία δὲ πάντως ἡ διʼ ὀδόντος πληγὴ τῷ συΐ. χαυλιόδων γάρ ἐστι, τουτέστι κεχαλασμένον τὸν ὀδόντα <!-- 2.212 -->ἔξω ἔχων καὶ ὡς οἷά τι βέλος ἀεὶ προβεβλημένος αὐτόν. δῆλον δʼ ὅτι ὁ χαυλιόδων καὶ προόδων ἂν λέγοιτο κατὰ τοὺς παλαιοὺς, οἵ φασιν, ὅτι προόδων ὁ τοὺς ὀδόντας ἐξωτέρω ἔχων τοῦ δέοντος. Τὸ δὲ λικριφὶς ἀΐξας, ὅ ἐστι πλαγίως, ὡς ἡ Ἰλιὰς δηλοῖ, συὸς ἴδιον. οὕτω γὰρ σχηματισθεὶς ἐπέρχεται πλήξων. Τὸ δὲ, οὐδʼ ὀστέον ἵκετο φωτὸς, ἀσφαλίζεται τὴν ὠκύτητα τοῦ Ὀδυσσέως, ἣν ἡ Ἰλιὰς ἐν τῷ ἐπιταφίῳ ἱστορεῖ ἀγῶνι. οὐ γὰρ ἂν ἦν ἴσως ὠκύπους ὁ καὶ τὸ ὀστέον τηνικαῦτα θραυσθεὶς ὑπὸ τοῦ συός. Τὸ δὲ ἀντικρὺ διῆλθε καὶ ὡς ἄν τις εἴπῃ διαμπερὲς, γενναῖον δηλοῖ τὸ τοῦ Ὀδυσσέως οὔτασμα. γέγονε δὲ τὸ οὕτως ἀντικρὺ διὰ τὸν ὠθισμὸν τοῦ συός. ὅτι δὲ ἐκ τοῦ οὐτῆσαι ἡ ὠτειλὴ, δῆλον ἐκ τῶν τῆς Ἰλιάδος. καὶ ὡς ταυτὸν οὐτῆσαι καὶ πλῆξαι καὶ τύψαι, καὶ ὡς διαφέρουσι τοῦ βάλλειν. οὕτω δὲ δῆλον καὶ ὅτι προηγησαμένης που ὠτειλῆς ὡς ἐπὶ Ὀδυσσέως ἢ καὶ ἄλλως ἁπλῶς εἰπεῖν πληγῆς, ὕστερον μετὰ θεραπείαν τοῦ τραύματος ἐπιγίνεται ἡ οὐλή· ὥς τε ἀκυρολογεῖν, ὥς φασιν οἱ παλαιοὶ, τὸν λέγοντα οὐλὴν ἀντὶ ὠτειλῆς. Ἐν δὲ τῷ, ἐπαοιδῇ δʼ αἷμα ἔσχεθον, ἔστι νοεῖν ὅτι, καθά περ τὰ περίαπτα· τοιοῦτον γάρ τι ὁ κεστὸς ὁ ἐν Ἰλιάδι· οὕτω καὶ τὴν διʼ ἐπαοιδῶν θεραπείαν οἶδεν ὁ ποιητής. πρωτότυπον δὲ τῆς ἐπῳδῆς ἡ ἐπαοιδή. ἐκ δὲ τοῦ ἰησάμενοι Ἰωνικοῦ γίνεται ἰητρὸς, ὥς περ ἐκ τοῦ κοινῶς ἰάσασθαι ὁ ἰατρός. Τοῦ δὲ θηρεύοντα προϋπάρχειν δοκεῖ ἢ τὸ θηράω, θηρῶ, ἢ μᾶλλον ἄῤῥητόν τι τὸ θηρέω. ἐξ οὗ τὸ θηρεύω κατὰ τὸ χέω, χεύω, ζητέω, ζητεύω παρʼ Ἡσιόδῳ, καὶ τὰ ὅμοια. προϋπάρχει δὲ τούτων ὁ θὴρ ὁ καὶ φὴρ Αἰολικῶς, καθὰ ἐδήλωσεν ἡ Ἰλιάς· ἔτι δὲ καὶ ἡ θήρα, ᾗ ὁμώνυμος νῆσος Θήρα ἡ παρὰ Πινδάρῳ, ἧς οἱ νησιῶται Θηραῖοι, ὧν τῆς γλώσσης ἴδιον τὸ λέγεις λέγει καὶ τὰ λοιπὰ τοιαῦτα ῥήματα δίχα τοῦ ἰῶτα προφέρειν· λέγες γάρ φασι καὶ λέγε, ἀκολούθως δὲ καὶ τύπτες τύπτε καὶ τὰ ἄλλα ὁμοίως· καὶ δοκοῦσι καὶ οἱ τοιοῦτοι δωρίζειν. ἐπεὶ οἱ Δωριεῖς τὸ τύπτειν καὶ λέγειν ἐκ τοῦ, ὡς εἴρηται, τύπτε καὶ λέγε, τύπτεν καὶ λέγεν φασὶ προσθέσει τοῦ ν· ὅθεν τὸ τυπτέμεν καὶ λεγέμεν, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Τοῦ δὲ ἔλασε σῦς, ὅ πέρ ἐστιν ἔπληξεν, ἐνεργέστερον τὸ διήλασε. τὸ μέντοι κατήλασε κωμικὸν σκῶμμα ἐστίν. Ὁ δὲ Παρνησὸς, ὃν ἡ κοινὴ χρῆσις διὰ τοῦ α λέγει Παρνασὸν, πολὺς ἐν ταῖς ἱστορίαις, φυλάσσων μέχρι καὶ νῦν παρὰ Βοιωτοῖς ὑποβάρβαρον τὸ ἀρχαῖον ὄνομα. Τερνεσὸν γὰρ αὐτὸν παραλαλοῦντες φασὶν οἱ ἐγχώριοι. ἡ δὲ διὰ τῶν δύο σσ γραφὴ τοῦ Παρνησσοῦ κατήργηται παρὰ τοῖς ὕστερον. καὶ τοιαῦτα μὲν τὰ τοῦ εἰρημένου Ὁμηρικοῦ χωρίου λεπτά. Ὅτι δὲ τοῖς παλαιοῖς περισπούδαστον ἦν τὸ κυνηγετεῖν, αἱ παλαιαὶ πράξεις δηλοῦσιν. ἐν αἷς μυρία πρόσωπα λαμπρὰ περιᾴδονται, χαίροντα τῇ θηρατικῇ τέχνῃ καὶ εὐδοκιμοῦντα περὶ αὐτήν. ὅτι μηδὲ ἔστιν εἰκαῖον ἔργον αὕτη, ἀλλὰ γυμνάσιον πολεμικὸν, δίχα γε τοῦ καὶ βίον προσπορίζειν ἐνιαχοῦ ὅλοις ἔθνεσιν. ἦσαν δὲ καὶ γέρα θήρας παρά τισι. Μακεδονικὸν οὖν ἔθος ἱστόρηται, γέρας εἶναι τῷ ἔξω λίνων ὗν κεντήσαντι μὴ καθῆσθαι ἐν δείπνοις, ἀλλὰ κατακλίνεσθαι. ἕως δὲ τότε καθήμενοί, φασιν, ἐδείπνουν. Κάσανδρος οὖν ἀνδρεῖός τε ὢν καὶ κυνηγὸς ἀγαθὸς πέντε καὶ τριάκοντα ἐτῶν γεγονὼς, ἐδείπνει παρὰ τῷ πατρὶ καθήμενος, οὐ δυνάμενος τὸ ἆθλον ἐκτελέσαι. ἄλλως δὲ ὅτι ἐκαθέζοντο ἐν τοῖς δείπνοις οἱ ἥρωες, οὐ μὴν κατεκέκλιντο, δῆλον ἐστί. λέγεται γοῦν, ὡς καὶ Ἀλέξανδρός ποτε εἰς ἑξακισχιλίους ἡγεμόνας ἐκάθισεν ἐπὶ δίφρων ἀργυρῶν καὶ κλιντήρων ἁλουργοῖς περιστρώσας ἱματίοις. καὶ Ἀθήνῃσι δέ, φασι, καθήμενοι ἐδείπνουν ἐν πρυτανείῳ. Ὅτι τὴν ῥηθεῖσαν οὐλὴν γραῦς χείρεσσι καταπρηνέσσι λαβοῦσα γνῶ ἐπιμασσαμένη, τουτέστιν ἐφαψαμένη, πόδα δὲ προέηκε φέρεσθαι· ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός· ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη ἢ ὁ λέβης ἢ αὐτή. τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ· τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα· τὼ δέ οἱ ὄσσε δακρυόφιν πλῆσθεν· ὅθεν λαβών, φασι, Σοφοκλῆς ἔφη, ὡς χάρμα ὑφέρπει δάκρυον ἐκκαλούμενον. θαλερὴ δέ οἱ ἔσχετο φωνή. ἁψαμένη δὲ γενείου εἶπεν· ἦ μάλʼ Ὀδυσσεύς ἐσσι φίλον τέκος, οὐδέ σʼ ἔγωγε πρὶν ἔγνων, πρὶν πάντα ἤγουν ὅλον ἄνακτα ἐμὸν ἀμφαφάασθαι. ἔφη καὶ Πηνελόπην ἐσέδρακεν πεφραδέειν ἐθέλουσα, φίλον πόσιν ἔνδον ἐόντα. ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη, οὔτε νοῆσαι· τῇ γὰρ Ἀθηναίη νόον ἔτραπε, τουτέστιν ἡ τοῦ Ὀδυσσέως φρόνησις, ὃς οἷα εἰκὸς, λαβόμενος τῆς γραὸς ἐκ τῆς φάρυγγος, οὐκ ἀφίει λαλεῖν, καὶ οὐ μόνον, ἀλλʼ οὐδὲ νοεῖν, ὡς ἀγωνιῶσαν ἐφʼ ἑαυτῇ. διὸ οὐδὲ ἀθρῆσαι εἶχεν, ὅτι μηδὲ νοῆσαι. νοῦς γὰρ ὁρᾷ, ὥς περ καὶ ἀκούει. φησὶ γοῦν ὅτι Ὀδυσσεὺς χειρὶ ἐπιμασάμενος, φάρυγος λάβε δεξιτερῇ χειρί. τῇ δʼ ἑτέρῃ <!-- 2.213 -->ἐγγὺς ἐρυσάμενος ἔφη ἱκετευτικῶς· μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ τῷ σῷ ἐπὶ μαζῷ. νῦν δʼ ἄλγεα πολλὰ μογήσας ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, σίγα, μή τις ἄλλος πύθηται. εἶτα τῇ παρακλήσει ἀναμίξας ἀπειλὴν φησὶν, ὡς εἴ περ ὑπʼ ἐμοὶ θεὸς δαμάσει μνηστῆρας, οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι ὁππότʼ ἂν ἄλλας δμωὰς ἐν μεγάροισιν ἐμοῖς κτείναιμι γυναῖκας· ἢ καὶ κατʼ ἄλλην γραφὴν, κτείνῳμι κατὰ ἔκτασιν ἐκ τοῦ κτείνοιμι. Καὶ σημείωσαι ὅπως πάνυ κινδυνώδη καὶ ἐναγώνιον ποιήσας Ὅμηρος τὴν τοῦ ἀναγνωρισμοῦ περιπέτειαν καὶ σχεδὸν εἰς ἄλυτον περιαγαγών· παραβραχὺ γὰρ ἐπεγνώσθη ἂν ὁ Ὀδυσσεὺς τῇ γυναικὶ καὶ οὕτως ἠχρειοῦτο ἡ πιθανότης τοῦ δράματος· ὅμως αὖθις αὐτὰ κατέστησεν οἴκτῳ τε ἱκετείας καὶ ἀπειλῇ, καὶ κατώρθωσεν ἀναγνωρισθῆναι τὸν Ὀδυσσέα μόνῃ τῇ γραῒ, ὃ καὶ συνήνεγκεν αὐτῷ ὕστερον. συντελέσει γάρ τι καὶ ἡ γραῦς εἰς τὴν μνηστηροκτονίαν, ὡς εἴρηται. Ἔτι σημείωσαι καὶ ὡς ἐπὶ τοῖς συμβεβηκόσιν ἄρτι οὐδέν τι τῶν ἁπάντων ἡ Πηνελόπη παρεσημήνατο. καὶ τοῦτο εὐλόγως. δακρύουσα μὲν γὰρ οὐχʼ ὁρᾶται ἡ γραῦς, διότι Ὀδυσσεὺς ἀπʼ ἐσχαρόφιν ἵζων ποτὶ σκότον ἐτράπετο οὐκέτι ἀσσοτέρω παρακαθήμενος τῇ Πηνελόπῃ. διὸ οὐ δῆλον ἦν οὐδὲ εἰ τὴν φωνὴν ἐπεσχέθη ἡ γραῦς, καὶ οὐδὲ τοῦ γενείου ἁψαμένη ὁρᾶται οὐδὲ μὴν τοῦ φάρυγγος κρατουμένη διὰ τὴν αὐτὴν αἰτίαν. εἰ δὲ καὶ προσεῖπε τὸν Ὀδυσσέα, ὀλίγιστά τε ἦσαν ἐκεῖνα, καὶ ὑφειμένως δηλαδὴ, ὡς εἰκὸς, ἐλαλήθη. οὐ γὰρ εἶχε γεγωνοτέρᾳ χρήσασθαι τῇ φωνῇ. Τὸ δὲ ἀφεθῆναι τὸν πόδα καὶ τὸν χαλκὸν ἠχῆσαι καὶ τὸ ὕδωρ χεθῆναι, δῆλα μὲν πάντως καὶ τῇ Πηνελόπῃ· δοκοῦσι δὲ διʼ ἀσθένειαν γενέσθαι τῆς γραός· ὀλιγεπηλέουσα γὰρ εἶναι ὑπόκειται. διὸ καὶ τοῦ μεγάρου ἐκβαίνουσα μετʼ ὀλίγον ἐφʼ ᾧ οἴσεσθαι ποδάνιπτρα, ἐπεὶ τὰ πρότερα ἔκχυτο πάντα, οὐκ ἐρωτᾶται ὑπὸ τῆς δεσποίνης, ὡς τῶν προτέρων διὰ τὴν αὐτῆς ὀλιγηπελίαν ἐκχυθῆναι δοκούντων. τὰ δὴ τοιαῦτα οὐκ ἂν οὕτως εὐοικονομήτως διεσκευάσθησαν εἰς τὸ πιθανὸν, εἴ τις νέα καταδρήστειρα ἔνιψε τὸν Ὀδυσσέα. καλῶς ἄρα ἐπελέγη γραῦς αὕτη μαῖα φίλη τῷ Ὀδυσσεῖ, διʼ ἧς πιθανῶς τὸ δρᾶμα τῷ ποιητῇ διεσκεύασται. Ἰστέον δὲ, ὡς εὖ ἔσχε τῷ Ὀδυσσεῖ καὶ ὅτι θαλερὴ ἔσχετο φωνὴ τῇ γραῒ, ὡς ἂν μὴ ἐκβοήσῃ. Ἔνθα καὶ ὅρα τὸ θαλερή. οὐ γὰρ ἁπλῶς ἡ φωνὴ αὐτῇ ἐπεσχέθη· οὐ γὰρ ἂν οὐδὲ προσεῖπε τὸν Ὀδυσσέα, ἀλλὰ τὸ θαλερὸν τῆς φωνῆς. ὅτε μέντοι καὶ τοῦ φάρυγγος αὐτῆς ἐλάβετο, τότε οὐδὲν οὐδόλως εἶχε λαλεῖν. Ὅρα δὲ καὶ ὅτι μᾶλλον ὁ Ὀδυσσεὺς ἀπὸ τῆς συμβεβηκυίας αὐτῷ οὐλῆς ἐγνωρίζετο ἢ ἐκ τῶν δώρων τῆς φύσεως· ὃς ἄλλως μὲν ἔπειθε τὴν γραῦν, ὅτε κομιδῆ ἀπειλημμένος ἦν ἐν στενῷ καὶ πρὸς αὐτῷ τῷ ἐλεγχθῆναι ἐτύγχανεν. ὡς δὲ καὶ τῆς οὐλῆς ἅψοιτο, ἔγνω τὸν ἄνακτα. ἐξ αὐτῆς δὲ καὶ τῷ Εὐμαίῳ καὶ τῷ Φιλοιτίῳ ὕστερον ἀναγνωρίζεται. Ἀριστοτέλης δέ, φασιν, ἐπιλαμβάνεται τοῦ τοιούτου ἀναγνωρισμοῦ, λέγων ὡς ἄρα κατὰ τὸν ποιητὴν τῷ τοιούτῳ λόγῳ πᾶς οὐλὴν ἔχων Ὀδυσσεύς ἐστι. τὸ δέ ἐστιν οὐχʼ ἁπλῶς τοιοῦτον, ἀλλὰ συμβάλλεταί τι καὶ τὸ ποιὸν τῆς, ὡς ἐῤῥέθη, ἀξιολόγου οὐλῆς σύν γε τοῖς ἄλλοις. καὶ γὰρ κατὰ τὸν τῆς γραὸς λόγον καὶ δέμας καὶ φωνὴν καὶ πόδας ὁ παρὼν ξένος ἐῴκει τῷ Ὀδυσσεῖ. Χεῖρες δὲ καταπρηνέες αἱ φυσικῶς ψηλαφῶσαι κατὰ τὸ θέναρ, ὁποίαις καὶ δραττόμεθα· ὥς περ αὖ πάλιν ὑπτίαις χερσὶ δεχόμεθα τὰ διδόμενα. Τὸ δὲ, ἐν λέβητι πέσε κνήμη, σφοδράν τινα δηλοῖ καταφορὰν διὰ τοῦ ἐνέπεσε, διὸ καὶ καναχεῖ ὁ χαλκός. ἐμπίπτει δὲ ὁ ποὺς τῷ λέβητι, διότι ἀνελπίστως ἀφείθη φέρεσθαι. τοῦτο δὲ γέγονεν ἐκλυθείσης τῆς γραός· διὸ καὶ ἂψ ἑτέρωσʼ ἐκλίθη. ἡ δὲ τῆς κνήμης ἔμπτωσις οὐ μόνον καναχῆσαι τὸν χαλκὸν ἐποίησεν, ἀλλὰ καὶ τὸ ὕδωρ ἐξέχεεν ἀνατραπέντος τοῦ λέβητος, ἐπίτηδες καὶ ταῦτα πλάττοντος τοῦ ποιητοῦ διὰ τὸ τῆς περιπετείας ἐναγωνιώτερον. Ὅρα δὲ καὶ τὸ φάρυγος διʼ ἑνὸς γ γραφὲν κἀνταῦθα, καθὰ καὶ ἐν τῷ, φάρυγος δʼ ἐξέσσυτο οἶνος, ὡς ἀπὸ τοῦ φάρυξ ὡς δοῖδυξ, εἰ καὶ διὰ τοῦ κ ἐκεῖνο κλίνεται. καὶ δοκεῖ τοῦτο εἶναι φυσικώτερον, καθὰ καὶ τὸ ἴυξ τοῦ ἴυγξ ἴυγγος. ἐκεῖ γὰρ διʼ εὐφωνίαν δοκεῖ τὸ ν ἤγουν τὸ ἀντʼ αὐτοῦ γ τεθεῖσθαι. ἀπὸ γὰρ τοῦ ἰύζω ἰύξω ἴυξ ἐστὶ τὸ φυσικὸν κατὰ ἀποβολὴν τοῦ ἐν τῷ μέλλοντι ω. ἴσως δʼ ἐκ τῆς μονογαμμάτου φάρυγος καὶ αἱ Φαρύγαι, τὸ τοπικὸν ὄνομα. Τὸ δὲ, σύ μʼ ἔτρεφες αὐτὴ τῷ σῷ ἐπὶ μαζῷ, τὴν μαῖαν ὑπογράφει. τοιαύτη γὰρ ἡ κυρίως μαῖα κατὰ μητέρα τρέφουσα. διὸ καὶ ὁμοίως ἄμφω παράγονται· ἀπὸ τοῦ μῶ γὰρ τὸ ζητῶ καὶ ἡ μαῖα καὶ ἡ μήτηρ. Τὸ δὲ, θεὸς ἔμβαλε θυμῷ, θεῖόν τι δηλοῖ τὸν τοῦ Ὀδυσσέως ἀναγνωρισμὸν εἶναι. οὐ γὰρ ἂν ἄλλως ἡ γραῦς <!-- 2.214 -->ἀνέγνω τὸν ἠλλοιώμενον ὑπὸ τῆς Ἀθηνᾶς. Τὸ δὲ, ὑπʼ ἐμοὶ δαμάσει μνηστῆρας, συνήθως ἔχει τὴν ὑπο πρόθεσιν συντεταγμένην μετὰ δοτικῆς. Χρὴ δὲ σημειώσασθαι καὶ οἵοις προσώποις ἑαυτὸν καὶ ὅπως ἐπίστευσεν Ὀδυσσεὺς, ἵνα καὶ οὕτως ἡ ποιητικὴ ποικιλία διαδειχθείη καὶ τὸ τῆς πλάσεως πολύτροπον. Τηλεμάχῳ μὲν γὰρ ὡς υἱῷ γνωρίζεται καὶ ἑκών. ἔγνω γὰρ οἷος ἦν, ὃς καὶ ἀπεδήμησε διʼ αὐτὸν, Εὐρυκλείᾳ δὲ ἄκων τῇ καὶ τροφῷ καὶ οἷον μητρὶ, Εὐμαίῳ δὲ καὶ Φιλοιτίῳ πρὸς αὐτῇ τῇ ἀκμῇ τοῦ ἔργου γνωσθήσεται. τί γὰρ ἔδει πρῴην; τῇ μέντοι γυναικὶ Πηνελόπῃ ἁπάντων ὕστερον. οὐ γὰρ ἐχρησίμευσεν ἐκείνη εἰς οὐδὲν, ἀλλὰ καὶ προσέβλαψεν ἂν τῆς πολλῆς ἀνεθεῖσα σκυθρωπότητος καὶ ὑποψίαν οὕτω τοῖς μνηστῆρσιν ἐνθεῖσα τοῦ τὸν Ὀδυσσέα διʼ ἐλπίδος εἶναι αὐτῇ, καὶ ἄλλως οὐδὲ τερατείαν τινὰ εἶχεν οὕτω τὸ πρᾶγμα Ὁμηρικῇ ποιήσει πρέπουσαν. παραδόξως οὖν καὶ πολυτρόπως ἀνεγνωρίσθη πᾶσιν, οἷς ἦλθεν εἰς γνῶσιν, μηδενὸς ἀναγνωρισμοῦ συμπεσόντος ἑτέρῳ ἀναγνωρισμῷ τὸ σύνολον· ἄλλως γὰρ τῷ Τηλεμάχῳ, ἑτέρως τῇ Εὐρυκλείᾳ, ἑτεροίως τοῖς δούλοις, παραδοξότερον δὲ τῇ Πηνελόπῃ, ἄλλον δὲ τρόπον τῷ Λαέρτῃ, καὶ ὅλως ἀνομοίως ἅπασιν. Ὅτι μετὰ τὸν ἀναγνωρισμὸν καὶ τὴν ῥηθεῖσαν τοῦ Ὀδυσσέως ἀπειλὴν ἡ Εὐρύκλεια, τέκνον ἐμόν, φησιν, οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν. Καὶ ὅρα ὅτι τέκνον ὠνόμασε τὸν δεσπότην, ὃν, ὡς ἐκεῖνος ἔφη, ἐπὶ τῷ ἑαυτῆς ἔθρεψε μαζῷ. εἶτα ἑρμηνεύουσα, πῶς εἶπε τὸ ἐπιεικτὸν, φησίν· ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος. τοῦτο δὲ ἐκ τοῦ φθάσαντος δοκεῖ παραπεποιῆσθαι νοήματος τοῦ, ὀφθαλμοὶ δʼ ὡσεὶ κέρα ἔστασαν ἠὲ σίδηρος. ἔστι δʼ ἐπιεικτὸν κυρίως τὸ εἶκον ἁφῇ ὡς μαλακόν· οὐκ ἐπιεικτὸν δὲ τὸ ἀνάπαλιν. Ὅρα δὲ καὶ τὸ λίθος θηλυκῶς λεχθὲν ἐν τῷ, στερεὴ λίθος. Τὸ δὲ ἕξω ἀντὶ τοῦ κατάσχω τὸ πρᾶγμα, σιγήσω, κατὰ τὸ, ἀλλʼ ἔχε σιγῇ μῦθον, ὃ κατωτέρω κεῖται· ἢ καὶ ἄλλως κοινότερον ἀντὶ τοῦ διατεθῶ, ἐφʼ οἷς παραγγέλλεις. εἶτα τῆς γραὸς εὐνοϊκῶς ὑπισχνουμένης, εἴ περ ὑπʼ αὐτῷ θεὸς δαμάσει μνηστῆρας, τότε καταλέξειν αὐτῷ γυναῖκας αἵ τε αὐτὸν ἀτιμάζουσι, καὶ αἳ νηλιτεῖς εἰσὶν ἢ νηλίτιδες ἀπὸ εὐθείας βαρυτόνου καθʼ ἑτέραν γραφὴν. Ὀδυσσεὺς οὐ χρῆναι εἶπε τὴν γραῦν αὐτὰς μυθεῖσθαι· φράσομαι γάρ, φησι, καὶ αὐτὸς ἐγὼ καὶ εἴσομαι ἑκάστην· ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεῷ. λόγος δὲ τοῦτο πεποιθότος τινὸς εἰς τὸ θεῖον. τὸ δὲ οὕτω τὸν Ὀδυσσέα τῶν γυναικῶν πειράσασθαι φθάσας ὁ Τηλέμαχος παρήγγειλε τῷ πατρί. Ὅτι καὶ τοὺς πόδας ἀπονιπτόμενοι ἐλαίῳ ἠλείφοντο οἱ παλαιοί. Εὐρύκλεια οὖν τὸν δεσπότην ἔνιψέ τε καὶ ἤλειψε λίπʼ ἐλαίῳ. οὗ γενομένου αὖτις ἀσσοτέρω πυρὸς τοῦ κατὰ τὴν ἐσχάραν ἕλκετο δίφρον Ὀδυσσεὺς θερσόμενος, ἤγουν θερμανθησόμενος, ὡς διὰ τὸ νίψεσθαι, καθὰ ἐῤῥέθη, ποῤῥωτέρω γενόμενος. οὐλὴν δὲ κατὰ ῥάκεσσι κάλυψε, μὴ καὶ τῇ γυναικί ποθεν ἐκφανείη διὰ τὸ τῶν ῥακέων ῥωγαλέον. Ὅτι προσώπῳ γυναικείῳ μηδὲ ὑπνοῦν ἀφιεμένῳ ὑπὸ λύπης προσφυὲς εἰπεῖν ποτὲ τὸ, καὶ γὰρ δὴ κοίτοιο τάχα ἔσσεται ἡδέος ὥρη, ἤγουν ταχὺ ἔσται εὐνασθῆναι καιρὸς, ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερὸς καὶ κηδόμενόν περ. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων· ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη γοόωσα, ἔς τʼ ἐμὰ ἔργα ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ. αὐτὰρ ἐπὴν νὺξ ἔλθοι ἕλῃσί τε κοῖτος ἅπαντας, κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ ὀξεῖαι μελεδῶναι ὀδυρομένην ἐρέθουσι. Καὶ ὅρα τὸ μελεδῶναι, οὗ ἡ εὐθεῖα ἡ μελεδώνη. ὅτι δὲ καὶ τρισυλλάβως ἔστιν ἡ μελεδὼν, οὐκ ἔστιν ἀμφιβαλεῖν. γίνονται δὲ ἀμφότερα παρὰ τὸ τὰ μέλη ἔδειν, ὅ περ ὅτι ἀπὸ τοῦ ἔθειν γίνεται τροπῇ τοῦ θῆτα εἰς δέλτα προείρηται. συγγενῆ γὰρ ἀλλήλοις τὰ τοιαῦτα φαίνεται σύμφωνα. διὸ καὶ ἀντιμεταχωρεῖ πρὸς ἄλληλα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων δεδήλωται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δὲ γέγραπται. ἡ τοιαύτη δὲ τῶν εἰρημένων συμφώνων φιλία ἐκ τοῦ τένδειν, ὅ πέρ ἐστιν ἐσθίειν κατὰ τὸ, ὃν πόδα τένδει, τὸν προτένθην ἐποίησεν, ὅς ἐστι προγεύστης, ὁ καὶ δέατρος παρὰ τὸ ἔδειν, οὐ μὴν ἐλέατρος· ἐκεῖνος γὰρ μάγειρός ἐστι παρὰ τοὺς ἐλεούς· ὧν χρῆσις ἐν τῷ, εἰν ἐλεοῖσιν ἔχευαν· ὁμοίας ἐναλλαγῆς καὶ τὸ μήδω μήθω καὶ τὰ ἐξ αὐτῶν. κατʼ αὐτὴν δὲ καὶ μασθὸν καὶ μαθὸν διὰ τοῦ θῆτα εἰπεῖν ταυτόν ἐστιν, εἰ καὶ ἄλλως ὁ αὐτὸς μαστὸς διὰ τοῦ τ λέγεται ὡς μασητὸς ὢν βρέφεσιν. οὕτω δίχα τῶν ἄλλων καὶ ἐκ τοῦ δρῶ τὸ βλέπω, περὶ οὗ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη, ὅθεν καὶ τὸ ὑπόδρα ἰδεῖν καὶ ὁ δραπέτης. κατὰ τροπὴν ὁμοίαν γίνεται ἀθρεῖν τὸ ἄγαν βλέπειν, οἷον, οὔτʼ ἀθρῆσαι δύνατο· εἰ μὴ ἄρα ἴσως εἴποι τις, ὅτι ὥς περ ἀπὸ <!-- 2.215 -->τοῦ διορῶ συγκέκοπται τὸ δρῶ, οὕτω καὶ ἀπὸ τοῦ θεωρεῖν τὸ θρεῖν, καὶ κατʼ ἐπίτασιν ἀθρεῖν. Κῆρ δὲ ἀδινὸν ἢ τὸ οἰκτρὸν ἢ τὸ πυκινόν· τοιοῦτον γὰρ τὸ τῆς καρδίας σπλάγχνον. Τὸ δὲ κοῖτον ἡδὺν εἰπεῖν καὶ ὕπνον γλυκὺν, ταυτόν ἐστι. Τὰ δὲ ῥηθέντα προσεχῶς ἔπη ἔστι παρῳδηθῆναι καὶ ἐπὶ ἀνδρὸς, ὅτε τις ὁμοίοις ἐνέχεται πάθεσιν. Ὅτι τὰ προσεχῶς ῥηθέντα περιπαθῶς εἰποῦσα ἡ Πηνελόπη ἐπάγει καὶ παραβολὴν, ἐν ᾗ μύθου τέ ἐστιν ἀφέλεια, καὶ ἱστορίας δὲ στρυφνότης. καὶ οὕτω διαδείκνυσιν οἷον αὐτῇ τὸ πένθος. φησὶ γάρ· ὡς δʼ ὅτε Πανδαρέου κούρη χλωρηῒς ἀηδὼν καλὸν ἀείδῃσιν, ἔαρος νέον ἱσταμένοιο, δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν, ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνὴν, παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος· ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα, καὶ ἑξῆς, ὡς μετʼ ὀλίγα εἰρήσεται. Ἰστέον δὲ ὅτι ἡ ῥηθεῖσα παραβολὴ οὐ τοσοῦτον διὰ τὸ πένθος παρείληπται, ὅσον διὰ τὸ τρέπεσθαι τὴν γυναῖκα εἰς πολλοὺς λογισμοὺς, καθὰ καὶ ἡ ἀηδὼν θαμὰ τρωπῶσα χέει φωνήν. διὸ καὶ ἡ ἀπόδοσις τῆς παραβολῆς δίχα φησὶν αὐτῇ ὀρώρεσθαι ἤγουν ὀρίνεσθαι τὴν ψυχὴν ἔνθα καὶ ἔνθα. Τὸν δὲ περὶ τῆς ἀηδόνος μῦθον διαφόρως ἤτοι ἀνομοίως τοῖς νεωτέροις μεταχειρίζεται ὁ ποιητής. οὔτε γὰρ Πανδίονος ὁμοίως αὐτοῖς μέμνηται, εἰ μὴ ἄρα διώνυμος ἐκεῖνος ἦν Πανδάρεός τε καὶ Πανδίων καλούμενος, οὔτε Πρόκνης, οὔτε Τειρέως. καὶ τὸν παρὰ τοῖς νεωτέροις δὲ Ἴτυν Ἴτυλον αὐτὸς λέγει. καὶ ἡ μὲν κατὰ τὸν ποιητὴν ἱστορία τε καὶ μυθολογία μετὰ μικρὸν εἰρήσεται, καὶ μὴν καὶ τὰ τῶν νεωτέρων. εὕρηται δὲ γραφὴ παλαιὰ καὶ τὸν παρὰ τῷ ποιητῇ Ζῆθον Ζήτην γράφουσα, οἷον, κοῦρον Ζήταο ἄνακτος, καὶ τὸν Ἴτυλον βουλομένη Ἀήτυλον εἶναι, κατὰ ἀφαίρεσιν δὲ τοῦ ἄλφα Ἤτυλον διὰ τοῦ ἦτα, ὡς οἱονεὶ ἐξ ἀήτου γένος ἕλκοντα, ὅθεν καὶ ὁ πατὴρ Ζήτης, Βορέου γὰρ ἐκεῖνος υἱός. οἱ δὲ ταῦτα γράψαντες καὶ τρίτην τινὰ πρὸς τὰ τοιαῦτα ἐρεσχελίαν γράφουσιν. ἀλλʼ αὐτὴν μὲν ἐατέον· ἃ δὲ κοινῶς οἱ μεθʼ Ὅμηρον περὶ ἀηδόνος γράφουσι, τοιαῦτα ἐστί. Πανδίονος Ἀττικοῦ τυράννου γίνεται Πρόκνη καὶ Φιλομήλα. τούτων ἡ Φιλομήλα γαμεῖται Τηρεῖ τῷ Θρᾳκὶ, καὶ γίνεται τῷ μετοικισμῷ ἐξ Ἀττικῆς γυναικὸς Θρᾳκική. μέλλοντα δέ ποτε Ἀθήναζε τὸν Τηρέα ἥκειν, ἱκέτευεν ἡ γυνὴ τὴν ἀδελφὴν Πρόκνην ἐν τῷ ἐπανήκειν συνενέγκασθαι. ὁ δὲ ποιεῖ μὲν τοῦτο, περὶ δὲ τὴν ὁδὸν βιάζεται τὴν κόρην, καὶ φθείρας γλωσσοτομεῖ, ὡς ἂν μὴ ἔχοι τῇ ἀδελφῇ ἐκλαλῆσαι τὸ πάθος. ἀλλʼ ἡ Πρόκνη ἐν ἱστῷ ἐξυφαίνει τὴν βίαν, καὶ ἐπεὶ μὴ εἶχε τῇ γλώττῃ, ἐκφαίνει τῇ χειρί. καὶ ἡ Φιλομήλα τὴν τῆς ἀδελφῆς γλῶτταν ἀντισταθμᾶται τοῦ παιδὸς, καὶ ἀνελοῦσα τὸν υἱὸν Ἴτυν παραβάλλει τῷ ἀνδρὶ φαγεῖν. ὁ δὲ παθὼν τὴν βρῶσιν ἀλλʼ ὕστερον γνωρίζει τὸν παῖδα λειψάνοις μικροῖς τεκμηράμενος, καὶ διώκει τὰς ἀδελφὰς, τῷ παιδὶ συγκαταθύσων αὐτάς. αἱ δὲ φεύγουσι, καὶ τοὺς κρείττονας αἰτησάμεναι πτερύσσονται εἰς χελιδόνα μὲν ἡ Φιλομήλα, Πρόκνη δὲ εἰς ἀηδόνα. διὸ τραχύφωνος μέν ἐστιν ἡ χελιδὼν καὶ ἀηδὴς τὸ μέλος οἷα κολουσθεῖσα τῆς γλώττης, καὶ συχνὰ τὸν Τηρέα ὑποτραυλίζουσα κατὰ στόμα προφέρει, ἀηδὼν δὲ τὸν Ἴτυν τοῦ μέλους προβάλλεται. Τηρεὺς δὲ εἰς ἔποπα μορφωθεὶς ποῦ ἄρα εἰσὶν ἀναφωνεῖ συχνά. καὶ οὕτω μὲν οἱ τοιοῦτοι φασί. τοῖς δὲ περὶ τὸν ποιητὴν ἑτεροῖα δοκεῖ. Πανδαρέου, ᾧ πατὴρ Μέροψ ὁ Μιλήσιος, κούρας οἴδασι Μερόπην, Κλεοθήραν καὶ Ἀηδόνα. τούτων ἡ πρεσβυτάτη Ἀηδὼν Ζήθῳ τῷ Ἀμφίονος ἀδελφῷ, φασὶ, γαμηθεῖσα ἔσχεν υἱὸν ἕνα τὸν Ἴτυλον. φθονοῦσα δὲ τῇ τοῦ Δάερος Ἀμφίονος πολυτεκνίᾳ, συχνοὶ γὰρ αὐτῷ ἐγίνοντο παῖδες ἐκ Νιόβης τῆς Ταντάλου ἢ Ἱππομεδούσης, ἐπεὶ ἑώρα τὸν υἱὸν Ἴτυλον συναθύροντα ἐκείνοις καί ποτε καὶ συνανακλινόμενον παραγγέλλει κατὰ καιρὸν τῷ παιδὶ ἰδίᾳ κοιτασθῆναι, ἢ κατά τινας τὴν ἐνδοτέρω κοίτην ἑλέσθαι, ὡς ἂν ἀωρὶ νυκτὸς αὐτὴ ἐπελθοῦσα τὸν πρῶτον ἀποσφάξῃ τῶν Ἀμφίονος παίδων. ὁ δὲ ἦν ὁ Ἀμαλεύς. τοῦ δὲ Ἰτύλου ἐκλαθομένου ἢ ἄλλως μὴ ὑπακούσαντος, ἐπεισφρήσασα νυκτὸς ἡ Ἀηδὼν ἀποσφάττει τὸν παῖδα Ἴτυλον, εἰς τὸν Ἀμαλέα δοκοῦσα βάπτειν τὸ ξίφος. ὡς δὲ τὸ τοῦ φθόνου κακὸν οὕτω κατέσκηψεν εἰς τὸν Ἴτυλον, κάτοχος ἡ μήτηρ γενομένη τῷ πένθει αἰτεῖ θεοὺς ἐξ ἀνθρώπων γενέσθαι, καὶ ἀλλαγεῖσα εἰς ἀηδόνα τὴν φαινομένην τὸ τοῦ Ἰτύλου πένθος ὅμως οὐ μετήλλαξεν, ἀλλʼ ἐπὶ τὸ στόμα ἔχει αὐτὸν ᾄδουσα. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Ἄλλοι δὲ τὴν ἄνθρωπον Ἀηδόνα οὐκ ἀγνοοῦσαν φασὶ τὸν Ἴτυλον ἀνελεῖν, ἀλλὰ ἑκοῦσαν. κτείνασα γάρ, φασι, τὸν τοῦ Ἀμφίονος Ἀμαλέα, εἶτα δὴ φόβῳ τῆς ἐκείνου γυναικὸς καὶ τὸν ἴδιον Ἴτυλον ἐπέσφαξε, φθάνουσα τὴν ἐλπιζομένην ἐκ τῆς <!-- 2.216 -->δυσμενοῦς κόλασιν. καὶ οὕτω μὲν τὰ κατὰ τὴν ἀηδόνα. ἐν δὲ τῇ ἑξῆς ῥαψῳδίᾳ ἡ Πηνελόπη λέγει, ὡς τὰς λοιπὰς δύο Πανδαρέου κούρας ὀρφανὰς τοκέων λειφθείσας ἐκόμισεν Ἀφροδίτη. ὡραίας δὲ γάμου γενομένας ἀνηρείψαντο Ἅρπυιαι καὶ παρεδόθησαν Ἐριννύσιν ἀμφιπολεύειν. ἴσως γὰρ περικαλεῖς μὲν οὖσαι, διʼ ὀρφανίαν δὲ δυσπραγοῦσαι καὶ εἰς ὑποδύσκολον καὶ ὡς οἷον εἰπεῖν ἐριννυῶδες ἦθος μεταβληθεῖσαι τῇ λύπῃ ᾤχοντο ἀνώνυμοι, καὶ διατοῦτο καὶ ἀνέμοις ἐπαχθῆναι καὶ Ἐριννύσι παραδοθῆναι μυθεύονται. ἡ δʼ αὐτὴ ἐκεῖσε Πηνελόπη ὡς ἤδη ἐνταῦθα τῇ ἀηδόνι ὁμοία εὔξεται καὶ ταῖς λοιπαῖς τοῦ Πανδαρέου θυγατράσιν ὁμοιωθῆναι κατά γε τὸ ἁρπαγῆναι θυέλλαις προφερούσαις εἰς ἠερόεντα κέλευθα. περὶ δὲ τοῦ ῥηθέντος Πανδαρέου φέρεται λόγος, ὅτι κύνα κλέψας χρυσοῦν ἐν Κρήτῃ Ἡφαίστου ἔργον ἔμψυχον ἐκ τοῦ Διὸς τεμένους παρακατέθετο Ταντάλῳ· Διὸς δὲ ἀπαιτοῦντος τὸ κλέμμα διʼ Ἑρμοῦ ὤμοσεν ὁ Τάνταλος μὴ ἔχειν. καὶ Ζεὺς μὲν τὸν κύνα Ἑρμοῦ ὑφελομένου ἀπολαβὼν κατέστρεψε τῷ Ταντάλῳ ὄρος τὸ Σίπυλον. ὁ δὲ Πανδάρης ἢ Πανδάρεος φυγὼν εἰς Ἀθήνας ἐκεῖσε εἰς Σικελίαν διέβη. ἔνθα διεφθάρη, φασὶ, μετὰ τῆς γυναικὸς Ἁρμοθόης. Τὸ δὲ Πανδαρέου ὅμοιον τῷ Τυνδαρέου, ὃ κεῖται παρὰ τῷ ποιητῇ ὁμοίως τῷ Πηνελέου. κούρη δὲ Πανδαρέου τὸ πτηνὸν ἡ ἀηδὼν κατά τινα τρόπον μετωνυμίας ἢ μεταλήψεως. οὐ γὰρ ἡ ὄρνις Πανδαρέου θυγάτηρ. διʼ ἐκείνην δὲ ὅμως τήν ποτε ζῶσαν καὶ θυγατέρα, λέγεται οὕτω καὶ τὸ ᾠδικὸν πτηνὸν εἰς ὃ μυθικῶς ἐκείνη μετέπεσε. πολὺς δὲ ὁ τοιοῦτος τρόπος μάλιστα παρὰ Πινδάρῳ, ληφθεὶς, ὡς εἰκὸς, ἐκ τοῦ ποιητοῦ· ἐκεῖνος γὰρ τόπους πολλοὺς ἐξ ἡρωΐδων κληθέντας ἱστορῶν λαλεῖ περὶ τῶν τόπων, ὡς εἴ γε προσώπων ἐμέμνητο. Χλωρηῒς δὲ ἀηδὼν ἢ ὡς ἐν χλωροῖς, φασὶ, διατρίβουσα, ἢ ὡς ἅμα τοῖς χλωροῖς φαινομένη· ἔαρος γὰρ φαίνεται, ἢ διὰ τὸ χρῶμα. διό, φασι, καὶ παρὰ Σιμωνίδῃ χλωραύχενες αἱ ἀηδόνες λέγονται. Ἐν δὲ τῷ, ἔαρος νέον ἱσταμένοιο, δηλοῖ τότε μάλιστα ᾠδικὸν εἶναι τοὐρνίθιον, εἴποι ἂν ὁ κωμικός. παρακμάζοντος γὰρ ἔαρος, ἀνίεται καὶ τὸ μέλος. Τὸ δὲ, ἐν πετάλοισιν, ἢ τὴν κουφότητα τοῦ ζωϋφίου δηλοῖ, ὡς οἵου τε ὄντος καὶ φύλλοις ἐνιζάνειν, ἢ καὶ τὸ κλαδίον ἐστὶ τοῖς φύλλοις συνεπινοεῖν, ἵνα ἐκ μέρους νοεῖτο τὸ πᾶν. τοιοῦτον δέ τι καὶ ἐν Ἰλιάδι τὸ, πετάλοις ὑποπεπτηῶτες. Τὸ δὲ πυκινοῖσιν ἢ ἁπλῶς οὕτω κεῖται, ἢ κατὰ ἰδιότητα ζῴου χαίροντος φύλλων δασύτητι διὰ τὸ δυσεπιβούλευτον. Τὸ δὲ, θαμὰ τρωπῶσα καὶ ἡ πολυηχὴς φωνὴ, τὸ πόριμον ἐν φωναῖς τῆς ἀηδόνος δηλοῖ. ἐντεῦθεν δὲ λαβὼν Εὐριπίδης ἔφη τὸ, πάσας φθογγὰς ἱεῖσα ὥς τʼ ἀηδόνος στόμα. Τοῦ δὲ τρωπῶ τὸ παθητικὸν ἤγουν τὸ τρωπᾶσθαι κεῖται ἐν τοῖς ἐφεξῆς ἐπὶ φυγῆς κατὰ πόλεμον. ἐκτείνεται δὲ ἡ τῆς τοιαύτης λέξεως ἄρχουσα κατὰ τὸ στρωφῶ καὶ νωμῶ καὶ τρωχῶ, περὶ ὧν ἱκανῶς εἴρηται ἀλλαχοῦ. Τὸ δὲ, χέει φωνὴν, ὅμοιόν ἐστι τῷ, ῥέει αὐδὴν, ὅ περ ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ, τὴν Πηνελόπην ἐπὶ ἀνδρὸς πενθοῦσαν παραλαβεῖν εἰς παραβολὴν τὴν ἐπὶ τέκνῳ θρηνοῦσαν, εἰ καὶ ἄλλως ἀνομοίως ἔχει κατὰ τὸ πενθούμενον πρόσωπον, ἀλλʼ εἰς ποιότητα θρήνου οἰκείως ἔχει. οὐδὲν γὰρ ἧττον φιλάνδρου γυναικὸς πενθούσης ἐπὶ θανάτῳ ἀνδρὸς θρηνεῖ μήτηρ φιλόπαις μηκέτʼ ὄντος τοῦ παιδός. Τὸ δὲ, χαλκῷ κτεῖνε, διαστέλλει τῶν ἄλλως κτεινομένων, λιμῷ τυχὸν ἢ ἀγχόνῃ ἢ ἑτέρως ὁπωσοῦν. Τὸ δὲ, διʼ ἀφραδίας ἤτοι κακοφραδμοσύνας, ψόγον δηλοῖ γυναικὸς τοιούτῳ φθόνῳ ἐπιβαλούσης ὅπως ἂν καὶ ἐπέβαλε. καὶ ἔστι τοῦτο ἡ πρὸς ἦθος ὠφέλεια τῆς τοιαύτης παραβολῆς. ὅτι δὲ πλεῖον αὕτη ἔχει τοῦ παθητικοῦ τὸ γλυκὺ διά τε τὸ ἔαρ καὶ τὴν τῆς ἀηδόνος μνείαν, δῆλον ἐστί. καὶ ὅτι πρὸς δύο κεφάλαια ταύτῃ χρᾶται ἡ Πηνελόπη. ἔστι γὰρ τὸ πᾶν τῆς παραβολῆς τοιοῦτον· ὥς περ ἡ ἀηδὼν ἐπὶ οἰχομένῳ παιδὶ πενθεῖ πυκνὰ, οὕτως ἐγὼ ἐπὶ ὀλωλότι ἀνδρί· καὶ ὥς περ ἐκείνη θαμὰ τρέπει τὴν φωνὴν, οὕτως ἐμοὶ πυκνὰ λογίζεται ὁ θυμός. Ὅτι ψέξει μέν ποτε καὶ τὸν φίλον ὁ φιλῶν, οὐ δίχα δὲ τοῦ καὶ οὕτω φιλεῖν· οὔτε γὰρ πάνυ τραχυνεῖται κατʼ ἐκείνου καὶ ὑπερλαλήσει δὲ ὡς εἰκός. Πηνελόπη τοίνυν ἐνταῦθα εἰποῦσα, ὡς ὀρίνεταί μοι ὁ θυμὸς ἔνθα καὶ ἔνθα, κατὰ τὴν ἀπόδοσιν τῆς παραβολῆς καὶ ἡρμηνευκυῖα τὸ ἔνθα καὶ ἔνθα διὰ τοῦ, ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω· ποῖα δὴ πάντα, κτῆσιν ἐμὴν δμωάς τε καὶ μέγα δῶμα, αἰδοῦν τε χάριν τῆς εἰς τὸν ἄνδρα καὶ διὰ τὴν τοῦ δήμου φῆμιν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἢ ἤδη ἅμα ἕπωμαι Ἀχαιῶν, ὅς τις ἄριστος μνᾶται δοὺς ἀπερείσια ἕδνα. οὕτω τοίνυν εἰποῦσα ἐπιφέρει· παῖς δʼ ἐμὸς, ἕως μὲν ἦν ἔτι

  
νήπιος ἠδὲ χαλίφρων, γήμασθαί με οὐκ εἴα. νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,  
<!-- 2.217 -->καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθεῖν ἐκ μεγάροιο, τουτέστιν ἀνάπαλιν ἐλθεῖν, ὅ ἐστιν ἔξω τοῦ μεγάρου, ὅθεν ἦλθον. ἐπεὶ δὲ τοῦτο διαβολὴ τοῦ φιλτάτου παιδὸς ἦν, εὐθὺς ὑπεραπολογεῖται αὐτοῦ ὡς εὔλογα ποιοῦντος. φησὶ γάρ· κτήσιος ἀσχαλόων τήν οἱ κατέδουσιν Ἀχαιοὶ, οἱ ἐμοὶ δηλαδὴ μνηστῆρες. Ὅρα δὲ καὶ νῦν τὸ, ὅς τις ἄριστος, καὶ τὸ, ἀπερείσια δοὺς ἕδνα· ὡς τοιούτου ἀξίου ὄντος τὴν Πηνελόπην ἔχειν. Ἐν δὲ τῷ, καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθεῖν, περιττεύει ὁ και σύνδεσμος Ἀττικῶς. Σημείωσαι δὲ ὅτι τε οὐχʼ ἁπλῶς ἐμέμφετο τὰ εἰς ἑαυτὸν διὰ τὴν μητέρα ὁ Τηλέμαχος, ἀλλὰ καὶ ἀρᾶται ἀπελθεῖν αὐτὴν ἐκ τοῦ οἴκου· καὶ ὅτι καὶ πρὸ τούτων, ὅτε ἡ μήτηρ ἐμέμφετο αὐτὸν ὡς παῖς μὲν ὢν μᾶλλον ἐν φρεσὶ κέρδεα ἐνώμα, μέγας δὲ ὢν καὶ ἡβῶν οὐκέτι φρένας ἐναισίμους ἔχει, οὐ διʼ ἕτερά τινα τὸν υἱὸν ἐμέμφετο, ἀλλὰ μάλισθʼ ὅτι ταύτην ὠθῶν ἦν γήμασθαι. Εὐλαβοῦς δὲ ἤθους τὸ εὐκτικῶς ἀρᾶσθαι, οὐ μὴν ἐγκελεύεσθαι δριμέως τῇ μητρὶ ἀπελθεῖν, ἔτι γε μὴν καὶ ὡς ἐπὶ μεγάλῳ κακῷ ἡ εὐχὴ γίνεται τῷ παιδί. Ὅτι θαμὰ τρωπῶν καὶ ὁ ποιητὴς πολυηχέα φωνὴν ἀηδόνος τρόπον, ἐπινοεῖταί τι ἐν τούτοις καὶ περὶ ὀνείρων φράσαι. καὶ προϊὼν μὲν ἄλλα τινὰ ἐρεῖ· νῦν δὲ πλάττει τὴν Πηνελόπην προβαλλομένην τῷ ξείνῳ Ὀδυσσεῖ ὀνείρου θέας καὶ ἐθέλουσαν λυθῆναι αὐτὸν, καὶ φησίν· ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον· ὃ δὴ πρωθύστερόν ἐστι· πρῶτον γάρ τις ὑπακούσας εἶτα ὑποκρίνεται· χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν ἐξ ὕδατος, καὶ τέ σφιν ἰαίνομαι εἰσορόωσα. ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν. οἱ δʼ ἐκέχυντο ἀθρόοι ἐν μεγάροις. ὁ δʼ ἐς αἰθέρα ἢ ἠέρα δῖαν ἀέρθη. αὐτὰρ ἐγὼ κλαῖον ὡς τοῦ ἰαίνοντος πράγματος ὀλωλότος καὶ ἐκώκυον ἔν περ ὀνείρῳ. ἀμφὶ δέ μʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαὶ οἰκτρὰ ὀλοφυρομένην, ὅ μοι αἰετὸς ἔκτανε χῆνας. ἂψ δʼ ἐλθὼν κατʼ ἂρ ἕζετο ἐπὶ προύχοντι μελάθρῳ, φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε· θάρσει, οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλὸν, ὅ τοι τετελεσμένον ἔσται. χῆνες μὲν μνηστῆρες· ἐγὼ δέ τοι αἰετὸς ὄρνις ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα, ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω. ὣς ἔφατο. αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε. παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροις ἐνόησα πυρὸν ἐρεπτομένους παρὰ πύελον, ᾗχι πάρος περ. ταῦτα τῆς γυναικὸς προβαλλομένης, ὦ γύναι, φησὶν Ὀδυσσεὺς, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον ἄλλῃ ἀποκλίναντα, ἐπεὶ αὐτὸς Ὀδυσσεὺς πέφραδεν, ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος πᾶσι μάλα. οὐδέ τις θάνατον καὶ Κῆρας ἀλύξει. τοῦτο δὲ ταυτὸν μὲν τῷ, μνηστῆρσι φαίνεται ὄλεθρος πᾶσι, σαφέστερον δέ ἐστιν ἐκείνου. δῆλον δὲ, ὡς κἀνταῦθα διττολογεῖ ἡ τοιαύτη ἔννοια διὰ τὸ χαίρειν αὐτῇ τὸν λαλοῦντα. ὅραμα δὲ ὁ ῥηθεὶς ὄνειρος, οἷα οὕτως ἀπεκβὰς ὡς ἐθεάθη. δοκοῦσι δὲ ἀληθεύειν οἱ καθʼ ὕπνους ἑρμηνευθέντες ὄνειροι. Ἰστέον δὲ ὅτι τε οὓς ὀνείρους ἀληθεῖς ὄντας καὶ αὐτόχρημα οὕτως ἐκβάντας καθὰ ὡράθησαν ἐν ὕπνοις ὁράματα καλοῦμεν, θεωρηματικοὺς ἐκάλουν οἱ παλαιοὶ, ὁποῖος κἀνταῦθα ὁ τῆς Πηνελόπης, καὶ ὅτι διττοὶ κατʼ ἐκείνους οἱ ὄνειροι· οἱ μὲν γὰρ ἀλληγορικοὶ, οἱ ἄλλα διʼ ἄλλων ἀγορεύοντες, οἱ δὲ θεωρηματικοὶ, οἱ τῇ ἑαυτῶν, φασὶ, θέᾳ προσεοικότες. καὶ ὅτι ἐν μὲν τοῖς πρὸ τούτων αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον ἐναργῶς ἐδήλου τὰ κατὰ τῶν μνηστήρων διὰ τῆς μιᾶς χηνός. οὐδὲ γὰρ ἦν πλεῖόν τι ἐκεῖ γενέσθαι. ὁ δὲ τοῦ ὀνείρου ἀετὸς ἄλλως ποιεῖ πετόμενος αὐτόνομα καὶ οὐδὲ κάμνειν εἰδώς. ἀρσενικῶς δὲ νῦν οἱ χῆνες προφέρονται, ὡς δηλοῖ τὸ, πᾶσιν αὐχένας ἦξε, καὶ, κέχυντο ἀθρόοι, καὶ, πυρὸν ἐρεπτομένους. καὶ ἔστιν Ἰωνικὸν μὲν ἡ χὴν, κοινὸν δὲ οἱ χῆνες. ἤδη δὲ καὶ οἰκεῖον καὶ αὐτὸ τοῖς καὶ ὑπερφιάλοις καὶ ἀγήνορσι μνηστῆρσιν. Ὑποκρίνασθαι δὲ ἐν Ἰλιάδι μὲν τὸ ἁπλῶς ἀποκρίνασθαι, ὧδε δὲ τὸ ἐπὶ ὀνείρου λύσει θέσθαι ἀπόκρισιν. Τὸ δὲ, πυρὸν ἔδουσι, πυρὸν ἐρέπτεσθαι μετʼ ὀλίγα εἶπεν, ὅ πέρ ἐστιν οἰκειότερον ἐπὶ ζῴων ἀλόγων, ὡς ἐφάνη πολλαχοῦ. Βιωτικὸν δὲ τὸ, πυρὸν ἔδουσιν ἐξ ὕδατος, ὡς οὕτω πιαινομένων χηνῶν. οἷς ἐοίκασιν οἱ μνηστῆρες διὰ τὸ ἀδηφάγον καὶ οἰκουρὸν καὶ τὸ τῇ τρυφῇ ἐπιχαίνειν, ὅ πέρ ἐστιν ἐτυμολογία χηνῶν. δοκεῖ δὲ καὶ ἀγαθὸς εἶναι πιαίνειν χῆνας ὁ πυρὸς, ἄλλο τι ὢν παρὰ τὸν σῖτον, ὡς ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ, ἰαίνομαι εἰσορόωσα, γυναικείας ἀφελείας ἐστίν. ἀφελὲς δὲ καὶ τὸ ὅλον τοῦτο χωρίον. διὸ καὶ γλυκύ ἐστι. Τίς δὲ ὁ ἀγκυλοχείλης αἰετὸς, ἐν τῇ Ἰλιάδι ἀκριβῶς δεδήλωται. Ἐξ ὄρους δὲ ὁ τοιοῦτος ἀετὸς ἐφάνη ἐλθεῖν, ὃν τρόπον καὶ ἐν τῇ α ῥαψῳδίᾳ ἡ ἐναργὴς οἰωνοσκοπία <!-- 2.218 -->περὶ τοῦ Ὀδυσσέως ἐδήλωσε. Τὸ δὲ, αὐχένας ἦξε, διαλυθὲν σαφέστερον φράζεται, οἷον, αὐχένας ἔαξεν. ἄλλως μέντοι συνέμπτωσιν ἔχει πρὸς ἀόριστον τὸν δηλοῦντα τὸ ἤγαγε. Φυσικῶς δὲ κατὰ ἰδιότητα, καθὰ λέοντες, οὕτω καὶ ἀετοὶ τῶν ἁλισκομένων τοὺς αὐχένας ἀγνύουσιν, ἐκκλίνοντες τὴν ὡς εἰκὸς ἐκ τῆς κεφαλῆς ἐπιβουλήν. Τὸ δὲ, οἱ δʼ ἐκέχυντο, πάνυ καιρίως ἔχει. κεχύσθαι γὰρ κατὰ γῆς δοκεῖ τὰ παρειμένα σώματα. Ὅρα δὲ καὶ τὸ αἰθέρα ἢ ἠέρα θηλυκῶς λεχθὲν, ὡς καὶ ἐν ἄλλοις γίνεται. ἐς αἰθέρα γάρ, φησι, δῖαν ἀέρθη. Μέλαθρον δὲ κατὰ τοὺς παλαιοὺς τὸ ἐξέχον τῆς δοκοῦ μέρος, οὕτω λεγόμενον διὰ τὸ μελαίνεσθαι καὶ θέρεσθαι ὑπὸ ἡλίου. Τὸ δὲ, οὐκ ὄναρ ἀλλʼ ὕπαρ ἐσθλὸν, καὶ παροιμιῶδες ἐστὶν ἐπὶ τῶν ἐμφανῶν ἀγαθῶν. ἀντίκεινται δὲ τὸ ὄναρ καὶ τὸ ὕπαρ. καὶ γίνεται ὄναρ μὲν παρὰ τὸ ὂν καὶ τὸ αἴρειν, ὕπαρ δὲ παρὰ τὸν ὕπνον καὶ τὸ αἴρειν, ἵνα εἶεν ὕπαρ μὲν ὕπνου ἄρσις διὰ τὴν ἐγρήγορσιν, ὡς οἱονεὶ ὕπναρ, ὄναρ δὲ παρὰ τὴν τοῦ ὄντος ἄρσιν· φαντασίᾳ γὰρ τὰ καθʼ ὕπνους καὶ οὐκ ἐν ὀντότητι. Τὸ δὲ, πότμον ἐφήσω, ἢ ἀντὶ τοῦ ἐπιπέμψω, διά τινων δηλαδὴ βολῶν, ὡς ἀπὸ τοῦ ἵημι ἥσω, ἀφʼ οὗ καὶ ἥμων ὁ ἀκωντιστής· ἢ ἀστειότερον ἀντὶ τοῦ ἐντελοῦμαι, ἀπὸ τοῦ ἐφίημι, ὅθεν καὶ ἐφετμὴ ἡ ἐντολὴ, ἵνα λέγῃ, ὅτι ὄλεθρον ἐντελοῦμαι αὐτοῖς, ὁποῖον ἐπετείλατό τισι Παλλὰς Ἀθήνη ἐν τοῖς πρὸ τούτων. Πύελος δὲ συνήθως ἡ λεκανίς. οὐκ ἂν δὲ ἴσως αὕτη παρὰ τὸ πτύειν γίνοιτο, ἀλλὰ παρὰ τὸν πυὸν, ὅς ἐστιν ἀπάνθισμα γάλατος, καθὰ δηλοῦται ἀλλαχοῦ, ὡς τοιούτων ἴσως ἀγγείων ξυλίνων χρησιμευόντων εἰς ὑποδοχὴν πυοῦ τοῖς νομεῦσι κατὰ τοὺς προῤῥηθέντας γαυλούς. Τὸ δὲ, ὑποκρίνασθαι ὄνειρον, τὸν ὀνειροκρίτην συντίθησι. Τὸ δὲ, ἄλλῃ ἀποκλίναντα, πρωτότυπόν τί ἐστι τοῦ παρακλιδὸν ἐπιῤῥήματος, οὗ χρῆσις ἐν τῷ, οὐκ ἂν ἄλλα εἴποιμι παρακλιδὸν, ἤγουν ἀποκλίνας τῆς ἀληθείας. Ὅτι δόξαν τῷ ποιητῇ φιλοσοφῆσαί τι περὶ ὀνείρων ὡς πῇ μὲν ψευδομένων, πῇ δὲ καὶ ἀληθῆ τινὰ δηλούντων, πλάττει τὴν Πηνελόπην μετὰ τὴν, ὡς ἐῤῥέθη, λύσιν τοῦ κατὰ τοὺς χῆνας ὀνείρου λέγουσαν τῷ ὀνειροκρίτῃ Ὀδυσσεῖ οὕτω· ξεῖνε, ἤτοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι γίνονται. οὐδέ τι πάντα, τὰ τῶν ὀνείρων δηλαδὴ, τελείεται ἀνθρώποισι. καὶ τοῦτο μὲν γνωμικῶς ἐῤῥέθη. τὸ δὲ ἐφεξῆς τέρας ἔχει τι συμβολικόν. ἐπάγει γάρ· δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων· αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι· τῶν οἳ μὲν ἂν ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος, οἱ δʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες. οἳ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε, οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται. ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον ἐλθέμεν· ἦ γὰρ ἂν ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο, ἀλλὰ δηλονότι ἐκ τῆς ἐλεφαντίνου πύλης ὁ κατὰ τοὺς χῆνας ἦλθέ μοι ὄνειρος. ὀκνεῖ γὰρ πεισθῆναι ἡ Πηνελόπη ὡς τῶν τοσούτων μνηστήρων περιγενήσεται μόνος ὁ Ὀδυσσεύς. Ἰστέον δὲ ὅτι τὰς τῶν ὀνείρων ταύτας θύρας ἐξέτριψαν πολλοὶ τῶν σοφῶν, οἱ μὲν οὕτως, οἱ δὲ ἄλλως διʼ αὐτῶν ὁδεύσαντες. καὶ οἱ μὲν ἀκολουθοῦντες τῷ ποιητῇ καὶ ἐξ αὐτοῦ ἔχοντες ἀφορμὰς οὕτω πως τὰς τοιαύτας ὑπανοίγουσι θύρας τοῖς ἐθέλουσι θεωρεῖν τὰ κατʼ αὐτὰς, λέγοντες αἴνιγμα τὸν λόγον εἶναι, βουλόμενον εἰπεῖν, ὡς οὐ πάντες οἱ ὄνειροι ἀληθεῖς, ἀλλʼ οἱ μὲν αὐτῶν τοιοῦτοι, οἱ δὲ ψευδεῖς. διὸ λέγειν τὸν ποιητὴν κερατίνην μὲν πύλην, ὅθεν οἱ ἀληθεῖς καὶ ἔτυμα κραίνοντες, παρηχουμένου πως τοῦ κραίνειν τοῖς κέρασιν, ὡς ἐκ τοῦ κέρας κεραίνω καὶ κραίνω· ἐλεφαντίνην δὲ, ὅθεν οἱ ψευδεῖς καὶ ἐλεφαιρόμενοι, ὅ ἐστι παραλογιζόμενοι, ἀπατῶντες, καὶ ἔλπεσθαι μόνον ποιοῦντες. ἐντεῦθεν γὰρ τὸ ἐλεφαίρω, ὡς οἷον εἰπεῖν, ἐλπαίρω, οὗ χρῆσις καὶ ἐν Ἰλιάδι. οὐδʼ ἂρ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων· ὅ ἐστιν ἀπατήσας, βλάψας. ἐντεῦθεν δὲ ἔστι πορίσασθαι, ὡς εἴ γε τὸ ἐλεφαίρειν ἐκ τοῦ ἔλπειν γίνεται, εἶεν ἂν προσφυεῖς ἀλλήλοις καὶ ὁ Ἐλπήνωρ καὶ ὁ Ἐλεφήνωρ, οὐ πρὸς ἔμφασιν μέντοι ψόγου, εἴ γε μὴ ὅτε ὁ δόλων ἆτος Ὀδυσσεὺς μήτε ὁ κλεπτοσύνῃ τε ὅρκῳ τε κεκασμένος βασιλεὺς ψογερῶς περιέλκονται. καὶ οὕτω μέν τινες θυροκρουστοῦσι τὰς τῶν ὀνείρων πύλας. Ἕτεροι δὲ ὁμοίως μὲν, κατὰ δὲ ἀλλοίαν ἐπιβολὴν κερατίνην μέν φασι τὴν ἀληθῆ καὶ διαφανῆ, ἐλεφαντίνην δὲ τὴν ἀσαφῆ καὶ συγκεχυμένην. ἐπεὶ διὰ κέρατος μὲν ἔστιν ἰδεῖν ἐνοπτρισάμενον, διʼ ἐλέφαντος δὲ οὒ, ὡς οὐδὲ διὰ γάλακτος. Τινὲς δὲ συμβολικώτερον ἄλλως ἐκδεξάμενοι τὸν λόγον κερατίνην μὲν πύλην τοὺς ὀφθαλμοὺς ἀπέδωκαν κατὰ τὴν ἐκ μέρους συνεκδοχὴν, ὅ ἐστι σύλληψιν· ἐπεὶ κερατοειδὴς ὁ πρῶτος χιτὼν τοῦ ὀφθαλμοῦ· ἐλεφαντίνην δὲ τὸ <!-- 2.219 -->στόμα διὰ τοὺς ἐλεφαντόχρωτάς φασιν ὀδόντας, ἵνα λέγῃ συμβολικῶς ἡ σοφὴ Πηνελόπη πιστότερα τῶν ἁπλῶς οὕτω λεγομένων εἶναι τὰ ἐξ ἀποτελέσματος ὁρώμενα. διὸ καὶ τοῖς περὶ Ὀδυσσέως ὀνειροκριτικῶς λεγομένοις πιστεύειν δηλαδὴ, ὅτε ἂν ἴδοι αὐτά. Ἄλλοι δὲ κέρασι μὲν εἴκασαν τοὺς οὐρανίους ὀνείρους, οὓς καὶ διοπέμπτους ἔλεγον καὶ ἀληθεῖς· ἐπεὶ καὶ τὰ κέρατα εἰς ὕψος ἀνέχουσιν· ἐλέφαντι δὲ τοὺς χθονίους· τὰ γὰρ τῶν ἐλεφάντων κέρατα κάτω νεύει. δηλοῖ δὲ καὶ ἀλλαχοῦ ὁ ποιητὴς τοὺς μὲν οὐρανίους ἐν τῷ, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστι, τοὺς δὲ χθονίους ἐν τῷ, Λευκάδα πέτραν καὶ Ἠελίου πύλας καὶ δῆμον ὀνείρων. ἐθέλει οὖν εἰπεῖν ἡ γυνὴ, ὡς ἐμοὶ ὁ θεαθεὶς ὄνειρος οὐκ ἦν ἐκ Διὸς, ἀλλά ποθεν κάτωθεν. Εἰσὶ δὲ οἳ καὶ οὕτως ἐνόησαν, ὡς ὅσα μέν τις ἴδοι πλησάμενος τροφῆς ᾗ καθυπουργοῦσιν οἱ ἐλεφαντοφανεῖς ὀδόντες, ταῦτα ψεύδονται· ὅσα δὲ φαντασθείη ὁ νήφων καὶ ἀναπεπταμένος ὑψοῦ καὶ ἄνω νεύων κατὰ τὸ κέρας τὸ ἀγχιστεῦον τῷ τῆς κεφαλῆς ἡγεμονικῷ, ταῦτα δὲ ἀληθῆ εἰσί. καὶ τοῦτο δέδωκεν ἀρχὴν τῷ Ἰταλῷ ἐν τῷ περὶ ὀνείρων λόγῳ εἰπεῖν τὸ ᾀδόμενον, ὅ πέρ ἐστι τοιοῦτον προσφωνηθέν τινι βασιλεῖ· τὸ δὲ εἶναι νηστείας τὸ κέρας σύμβολον καὶ τοῦ ἕλε φάγε τὸν ἐλέφαντα, καλὸν μὲν, ὦ βασιλεῦ, ἀλλὰ δημῶδες εἰπεῖν. ἐθέλει τοίνυν εἰπεῖν κατὰ τὸν λόγον τοῦτον ἡ Πηνελόπη, ὡς ὁ περὶ τῶν χηνῶν ὄνειρος οὐ νήφοντος ἦν λογισμοῦ, ἀλλὰ δηλαδὴ τοῦ ἀνάπαλιν, ἤτοι ὡς εἰπεῖν ἐξ ὀδόντων, ὅ περ ὤκνησεν εἰπεῖν ὡς μὴ αὐτῆς ἄξιον, εἰποῦσα μὲν τὴν ἄρσιν τὸ μὴ ἐκ τοῦ κατὰ κεφαλὴν ἡγεμονικοῦ τὸν ὄνειρον εἶναι, σιγήσασα δὲ τὴν θέσιν τὸ, ἀλλʼ ἐκ πλησμίου τροφῆς. ὁ δʼ αὐτὸς Ἰταλὸς καὶ ἐκ τῆς ἐνταῦθα ῥηθείσης τετάρτης ἐννοίας ὡρμημένος τῆς κατὰ τοὺς οὐρανίους καὶ χθονίους ὀνείρους γράφει, ὡς ἡ φαντασία δύναμίς ἐστι ψυχικὴ τῶν τε ἁπλουστέρων μεταίχμιος καὶ τῶν παχυτέρων καὶ γεωδεστέρων. καὶ τούτων τὸ μὲν κέρας, τὸ δὲ ἐλέφας, φησὶν, ὀνομάσθη, ὡς τοῦ μὲν εἰς ὕψος ὁρῶντος καὶ ἄνω ὄντος, καθὰ καὶ τῶν παχυτέρων ὑπέρκειται τὰ ἁπλούστερα· τοῦ δὲ τῇ προνομαίᾳ νενευκότος εἰς ἔδαφος, καὶ τοῦ μὲν νοῦ τυγχάνοντος, τοῦ δὲ αἰσθήσεώς τε καὶ τῶν ἑπομένων αὐτῇ. οἱ μὲν οὖν ἐξ ἐλεφάντων ὄνειροι ἐξ αἰσθήσεώς εἰσιν, ἢ μᾶλλον εἰπεῖν, ἐκ γῆς μελανοπτερύγων μητρὸς ὀνείρων· οἱ δʼ ἐκ κεράτων ἐκ μετεώρου τινὸς, καὶ ὡς εἰπεῖν, οἱ μὲν ἐκ νοῦ καὶ νοερᾶς καταστάσεως, οἱ δὲ ἔκ τινων σωματικῶν καὶ ἀλόγων δυνάμεων· ὅθεν οἱ μὲν ἀληθεῖς ὡς ἐκ χωρίων ἀληθινῶν εἰς φαντασίαν νεύοντες, οἱ δὲ ψευδεῖς ὡς κάτωθεν εἰς αὐτὴν ἀναβαίνοντες καὶ τὸ εἰλικρινὲς θολοῦντες αὐτῆς καὶ ἀμαυροῦντες τὸ καθαρώτατον. καὶ οὕτω μὲν καλὰ ταῦτα. πολλῶν δὲ ὄντων ἃ σεμνύνει τὸν ἐλέφαντα καὶ τὸ εὐγενὲς καὶ θέας ἄξιον ζῷον, ἰδοὺ καὶ Ὁμηρικὸν εἰς ἐκεῖνον πεπόρισται σέμνωμα τὸ κατὰ τὴν ὀνειρείαν ἐλεφαντίνην πύλην. περιᾴδεται οὖν καὶ αὐτὴ οὐδὲν ἧττον ἤ περ αἱ θεωρικαὶ καὶ ξυνωρίδες τῶν ἐλεφάντων καὶ τὰ κατὰ πόλεμον ἀγήματα τῶν αὐτῶν. ἱστορεῖται γάρ που ὥς περ ἄγημα στρατιωτῶν ἀθανάτων καὶ μηλοφόρων, οὕτω καὶ ἄγημα ἐλεφάντων. τακτικὴ δὲ λέξις τὸ ἄγημα, ἴσως μὲν παρὰ τὸ ἄγειν γεγονυῖα, ἴσως δὲ παρὰ τὸ ἀγῶ ἀγήσω, διὰ τὸ ἐκπλήττειν καὶ θαυμάζεσθαι. Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι τοῦ ἀληθοῦς ὀνείρου ἐτυμολογουμένου ἀπό τε τοῦ, αὐτὸ τὸ ὂν εἴρειν, ἔτι δὲ καὶ ἀπὸ τοῦ ὀνέω τὸ ὠφελῶ, ἐξ οὗ καὶ τὸ ὄνειαρ πλεονασμῷ τοῦ ἰῶτα, ὠνόμασέ τις ὄνειαρ καὶ αὐτὸ τὸ ὄνειρον, οἷον, ὄνειαρ κεράτων οὐδʼ ἐλέφαντος ὄν. ἐξ οὗ δῆλον, ὅτι οὐκ ἐπὶ βρωμάτων μόνον λέγεται τὸ ὄνειαρ, ἀλλὰ πᾶν εἰς ὄνησιν ἐπιτήδειον οὕτω καλεῖται, ὁποῖόν τι καὶ ὁ ἀληθὴς ὄνειρος. οἱ γλωσσογράφοι μέντοι ἐπὶ βρώματος τὴν λέξιν ἰδίασαν. Ἀμήχανοι δὲ ὄνειροι, πρὸς οὓς οὐκ ἔστι κρίσιν τινὰ ὡρισμένην τεχνήσασθαι ἤτοι μηχανήσασθαι. διὸ καὶ ἀκριτόμυθοι οἱ αὐτοί. σαφεστέρα δὲ τούτου ἑρμηνεία τὸ, οὐδέ τι πάντα τελείεται ἀνθρώποις, ἀλλʼ εἰσὶν οἳ καὶ μάτην ἁπλῶς οὕτω βλέπονται, ἀμηχανίαν ἐμποιοῦντες καὶ ἀκριτομυθίαν τοῖς κατασκεπτομένοις αὐτούς. Ἀμενηνοὶ δὲ ὄνειροι οἱ φαντασιοῦντες μὴ στερεμνίως τὰ βλεπόμενα καὶ ὡς εἰπεῖν μετά τινος μένους. εἴρηται δὲ καθʼ ὁμοιότητα τῶν ἀμενηνῶν ἐν Ἅιδου εἰδώλων τῶν ἐν τῇ νεκύιᾳ διὰ καὶ τὸ συγγενῶς ἐκεῖνα πρὸς τοὺς ὀνείρους ἔχειν κατὰ τὸ, ψυχὴ δʼ ἠΰτʼ ὄνειρος ἀποπταμένη πεπότηται. Τοῦ δὲ ἀκράαντα τὸ ῥῆμα κραιαίνω, ὥς περ τὸ κραίνω τοῦ ἄκραντα, οἷον, ἄκραντα γαρύετον. Αἰνὸν δὲ ὄνειρον ἢ τὸν σκοτεινὸν, ὡς καὶ ἐπαινὴ Περσεφόνεια ἡ αἰανὴ, ἢ τὸν αἰνιγματώδη παρὰ τὸ αἶνος, ὃς δηλοῖ ποτὲ καὶ τὸ αἴνιγμα, καθὰ πολλαχοῦ ἐφάνη. Ὅτι τὸ ἐν ποιήσει εὔπλαστον κατορθῶν πανταχοῦ μάλιστα ὁ ποιητὴς θαυμαστός ἐστι καὶ ἐνταῦθα εὐμεθόδως ἀπὸ τῶν ἄρτι προλαλῶν καὶ <!-- 2.220 -->οἷον προοιμιαζόμενος τὴν κατὰ τῶν μνηστήρων μάχην. ποιεῖ γοῦν τὴν Πηνελόπην οἷς οὐ μόνον ἄλλοι, ἀλλὰ καὶ αὐτὸς ὁ παῖς ἐθέλει γήμασθαι αὐτὴν, ᾧ ἂν βούλεται, μελετῶσαν καὶ αὐτὴν ἀναγκαίως τὸ τοιοῦτον ἔργον. καὶ τοίνυν ἐπεὶ πρὸ βραχέων ἔφη τὸν ἄριστον αἱρήσεσθαι εἰς ἄνδρα, βουλεύεται αὐτὴ διακρῖναι τὸν τοιοῦτον καὶ νοεῖ πρὸς παράδειγμα τὸν Ὀδυσσέα ἐξευρεῖν αὐτὸν, καὶ ἆθλον ἐκείνη ἐξενεγκεῖν πελέκεας δώδεκα διʼ ὧν ἐκεῖνος ὠΐστευε, καὶ τὸν ἰσχύσαντα οὕτω διοϊστεῦσαι λαβεῖν ἄνδρα, ὡς ἐοικότα τῷ πάλαι ἀνδρί. καὶ οὕτω παρʼ ἑαυτὴν τὸ βούλευμα στήσασα κατὰ ψυχὴν ἐκκαλύπτει ἄρτι τῷ δῆθεν ξείνῳ, οἷα γνοῦσα τοῦτον ἀγχίνουν καὶ οἷος οὔ πώ τις ἀνὴρ πεπνυμένος ξεῖνος ἦλθεν εἰς αὐτήν. καὶ Ὀδυσσεὺς ἀκούσας ἐπαινεῖ τὴν βουλὴν ὡς εὐτυχῶς αὐτῷ ἐπινοηθεῖσαν, καὶ παραινεῖ ποιῆσαι οὕτω. καὶ τοίνυν ἡ μὲν γυνὴ ἐξαγάγῃ τοὺς πελέκεας καὶ τὸ παλαί ποτε τόξον τοῦ Ὀδυσσέως, καὶ προκαλέσεται τοὺς μνηστῆρας εἰς πεῖραν. οἱ δὲ λαβόντες μεταχειρίσονται ἀγεννῶς. καὶ ὁ ξεῖνος ζητήσει καὶ αὐτὸς τὸ τόξον ἐφʼ ᾧ πειράσασθαι ἀφελῶς. καὶ οἱ μνηστῆρες μόγις μὲν, ἀλλʼ οὖν δώσουσι. καὶ αὐτὸς διοϊστεύσας πάντων πελέκεων ἐπαινεθήσεται. εἶτα καὶ κατὰ τῶν μνηστήρων τραπόμενος ἀνύσει δεύτερον μέγιστον ἄεθλον. καὶ οὕτως εὐμόρφως ἐντεῦθεν ἀρξάμενος περανεῖ τὰ ἐφεξῆς πάνυ πιθανῶς καὶ ὡς οὐκ ἂν ἔχοι τις κρεῖττον πλάσασθαι. ἔστι δὲ ἃ λέγει ἐνταῦθα ἡ Πηνελόπη πρὸς τὸν Ὀδυσσέα τοιαῦτα· ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος ἥ μʼ Ὀδυσῆος οἴκου ἀποσχήσει. νῦν γὰρ καταθήσω ἄεθλον τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν ἵστασχʼ ἑξείης δρυόχους ὣς, δώδεκα πάντας. στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαῤῥίπτασκεν ὀϊστόν. νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτο ἐφήσω· ὃς δέ κε ῥηΐτατʼ ἐντανύσει βιὸν ἐν παλάμῃσι καὶ διοϊστεύσει πελέκεων δυοκαίδεκα πάντων, τούτῳ ἅμʼ ἑποίμην νοσφισαμένη, τουτέστιν ἀφεῖσα, τόδε δῶμα κουρίδιον μάλα καλὸν ἐνίπλειον βιότοιο, τοῦ ποτὲ μεμνήσεσθαι ὀίομαι ἔν περ ὀνείρῳ. τοῦτο δὴ τὸ παρεπόμενον τοῖς πάνυ τι ποθοῦσι. καὶ οὕτω μὲν ἡ Πηνελόπη. ὁ δὲ ξεῖνος, ὦ γύναι, φησὶν, αἰδοίη Ὀδυσῆος, μηκέτι νῦν ἐν δόμοις ἀνάβαλλε τοῦτον ἄεθλον. πρὶν γὰρ ἐλεύσετʼ ἐνθάδʼ Ὀδυσσεὺς, πρὶν τούτους τόξου τε νευρὴν ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου, τῶν πελεκέων δηλαδή. Ἰστέον δὲ ὅτι ἐθέλει Ὀδυσσεὺς οὕτω γενέσθαι, ὡς ἂν ἢ μή τινος τῶν μνηστήρων δυνηθέντος αὐτὸς μόνος εὐδοκιμήσῃ, ὃ καὶ γενήσεται, ἢ καὶ τυχὸν δυνηθέντων τινῶν ἐντανύσαι οἱ μὲν λοιποὶ χωρισθήσονται ἀπελθόντες, οἱ δὲ δυνηθέντες, ὀλίγοι ὄντες, στασιάσωσι καὶ αὐτοὶ πρὸς ἀλλήλους καὶ οὕτως εἰς πλέον ὀλιγωθέντες ἀλαπαδνότεροι ἔσονται. δῆλον δὲ, ὡς καὶ οἶδεν Ὀδυσσεὺς οἷον τὸ τόξον. ὅθεν καὶ θαῤῥεῖ μὴ ἂν ῥᾳδίως ἐντανυσθῆναι αὐτὸ τῶν τινὶ μνηστήρων. ἀστείως δὲ καὶ τοῦτο πλάττεται. ἦν μὲν γὰρ ποιῆσαι τινὰς ἐντανύσαντας καὶ βαλόντας, οὐκ ἐθέλει δὲ ὁ ποιητὴς τοῦτο, ἵνα μηδεὶς ἐκφύγῃ, ἀλλὰ πᾶσιν ἀχρείοις οὖσι τοξεύειν ἀναφανείη ὄλεθρος, καὶ μή τις θάνατον καὶ Κῆρας ἀλύξῃ, ὃ δὴ μάλιστα ἐθέλει ὁ φιλοδυσσεὺς Ὅμηρος. Δυσώνυμον δὲ ἠῶ τὴν τοῦ γάμου ἡ Πηνελόπη φησὶ, καθὰ καὶ τὴν Ἴλιον Κακοΐλιον εἶπεν οὐκ ὀνομαστήν. ἄλλως γὰρ οὐ δύσφημον οὐδὲ τὸ τῆς ἠοῦς ὄνομα. συντελεῖ δὲ ἐνταῦθα καὶ τὸ, νὺξ ἔσται ὅτε στυγερὸς γάμος ἀντιβολήσει. οὐ βούλεται οὖν οὐδʼ ὀνομάζειν ἡμέραν, ἧς ἀνθαιρεῖται νύκτα. Ἰστέον δὲ ὅτι οὐκ ἀφυῶς ἄν τις τὴν δυσώνυμον ταύτην ἠῶ καὶ ἀποφράδα ἐρεῖ. ἡ γὰρ δυσώνυμος πάντως καὶ δυσφραδὴς, ὅμοιον δὲ εἰπεῖν ἀποφράς. Τὸ δὲ, οἴκου ἀποσχήσει, ἀντὶ τοῦ πόῤῥω ἕξει, ἐκβαλεῖ, ἀφέξει. οὗ ἐναντίον τὸ παρέξειν καὶ τὸ παρασχεῖν, ἃ δὴ καὶ ἐν Ἰλιάδι εὕρηνται. Τὸ δὲ καταθήσω καιρίως ἐῤῥέθη διὰ τὸ κάτω τίθεσθαι κατὰ γῆς τοὺς τοιούτους πελέκεας, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. Σποπητέον δʼ ἐνταῦθα, εἴ περ ὡς εἰκὸς ἡμιπέλεκκα ἦσαν τῷ εἴδει καὶ οἱ κατὰ τὸν Ὀδυσσέα γυμναστικοὶ πελέκεις. τί γὰρ ἄλλως ἔδει αὐτοὺς ἀκεραίους εἶναι; εἴτε δὲ οὕτως εἴτε ἑτέρως ἔχει, ἰστέον ὅτι πελέκεων μὲν οὐ μία σημασία· δηλοῖ γὰρ ἡ λέξις ὁμωνυμίας λόγῳ κατὰ τοὺς παλαιοὺς καὶ σταθμὸν ἐν Κρήτῃ ἑξάμνουν, ἢ δεκάμνουν. τὰ δέ γε ἡμιπέλεκκα μιᾷ ἐννοίᾳ τῇ συνήθει ἀρκοῦνται. Ὅρα δὲ τὸ ἑξάμνουν καὶ δεκάμνουν καινῶς παρασχηματισθὲν ἐκ τῆς μνᾶς. ἐκείνης γὰρ ἡ ἀνάλογος παραγωγὴ μναῖος καὶ μναῖον εἶναι ὤφειλεν. Ἀριστοτέλης δὲ σεμνότερον ἄλλως παραγαγὼν μναϊαῖος ἔφη, φυλάξας μὲν τὴν τριγράμματον εὐθεῖαν, ἥ περ ἦν ἡ μνᾶ, παραγαγὼν δὲ ἀπʼ αὐτῆς μετὰ καὶ πλεονασμῷ τοῦ ἰῶτα τὸ μναϊαῖος, λίθος τυχὸν μνᾶν ἱστῶν, ἢ χαλκὸς, ἤ τι ἕτερον. ὁ δὲ ἐν τοῖς τοιούτοις πλεονασμὸς τοῦ ἰῶτα δηλοῦται καὶ ἐν τῷ, καμινιαία αἰθάλη, καὶ ἐν τῷ, παλαντιαῖος, καὶ ἐν ἄλλοις. <!-- 2.221 -->ἔχει δὲ ὁ τόπος οὗτος καὶ πρωτοτυπίαν τοῦ ἀθλοθετεῖν ἐν τῷ, ἄεθλον καταθήσω. Δρύοχοι δὲ κυρίως πάσσαλοι, ἐφʼ ὧν στοιχηδὸν διατεθειμένων ἡ τρόπις ἵσταται τῶν καινουργουμένων πλοίων διὰ ἰσότητα. καὶ ἄλλως δὲ εἰπεῖν, δρύοχοι πάτταλοι ἐκ δρυὸς, ὅ ἐστιν ἁπλῶς ξύλου, καθιστῶντες τὴν τρόπιν ἐν τῷ πέριξ αὐτὴν συνέχειν, ὡς δῆλον ἐκ τοῦ, πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς; ἢ τίνι γόμφοι τμηθέντες πελέκει τοῦ τʼ ἔκαμνον τὸ κύτος. θαυμαστικὴ δὲ ἡ τοιαύτη ἔννοια παρὰ Ἀθηναίῳ ἐπὶ μεγίστης νηός. ἧς καὶ τοὺς ἱστοὺς ἐφʼ ὕψει σεμνύνων ἐκεῖνος ἐπάγει τὸ, ἄστρων γὰρ ψαύει καρχήσια· ὃ παραπεποίηται ὑπερβολικῶς ἐκ τοῦ, οὐρανῷ ἐστήριξε κάρα. δῆλον δʼ ὅτι ἄκρα τοιούτων ἱστῶν τὰ καρχήσια καὶ οἷον εἰπεῖν κάραι. τούτοις δὲ ὁμώνυμα καί τινα ποτήρια, ὡς ἐν ἄλλοις δηλοῦται. γίνονται δὲ δρύοχοι παρὰ τὸ τὴν δρῦν, ὅ ἐστι τὴν τρόπιν, συνέχειν ἑκατέρωθεν, ἢ καὶ ἄλλως παρὰ τὸ ξύλα συνεκτικὰ εἶναι τρόπεως. Σημείωσαι δʼ ἐνταῦθα καὶ ὅτι ταυτὸν μὲν δρῦς καὶ ξύλον, οὐ ταυτὸν δὲ ὅμως δρύοχοι καὶ ξύλοχοι. δρύοχοι μὲν γὰρ ξύλα, ἐφʼ ὧν ἡ τρόπις ἵσταται· ξύλοχοι δὲ δάσος δένδρων ἐν ὄρει. τὸ γοῦν δρυόχους ὣς ἀντὶ τοῦ κατὰ τάξιν καὶ στοῖχον, ὁποῖον ἔχουσι καὶ δρύοχοι. κατὰ στοῖχον γὰρ ἀκριβῆ καὶ οἱ πελέκεις ἵσταντο, ἵνα ὁ τῆς πρώτης στειλειᾶς ἤγουν ὀπῆς ἐπιτυχὼν διαμπερὲς ἔχῃ ὀϊστεῦσαι διὰ πάντων. πελέκεις γὰρ νῦν μόνος ὁ τούτων σίδηρος δίχα τῶν στειλειῶν. Ἰστέον δὲ ὅτι τινὲς ἔγραψαν δρυόχους ὡς δώδεκα. οἳ δρυόχους μὲν εἶπον πελέκεις, οἷς διὰ τῶν τρημάτων δρυΐνους στειλειοὺς ἔστιν ἐνέχεσθαι. Τὸ δὲ, ὡς δώδεκα, ἐνόησαν ῥηθῆναι ἀντὶ τοῦ, ὡσεὶ δώδεκα, κατὰ σχῆμα εἰκασμοῦ. εἴη δὲ ἂν κρεῖττον τὸ πρῶτον. Τὸ δὲ, στὰς πολλὸν ἀπάνευθεν, τόξου τε ἀρετὴ καὶ τοξότου ἐστί. Τοῦ δὲ διαῤῥίπτειν ὀϊστὸν οὐκ ἔστι κρείττω λέξιν εὑρεῖν· κάλλιον γάρ ἐστι καὶ τοῦ ἀφιέναι καὶ τῶν λοιπῶν. Τὸ δὲ, ἄεθλον τοῦτο ἐφήσω, δυνατὸν μὲν γράφειν καὶ ἄεθλον τοῦτον ἐφήσω, ὡς δηλοῖ ἑξῆς τὸ, μηκέτι ἀνάβαλλε τοῦτον ἄεθλον. ἔδοξε δὲ ὅμως τῷ ποιητῇ τὸν ἄεθλον ἐνταῦθα οὐδετέρως εἰπεῖν τὸ ἄεθλον, ὁμοίως τῷ, ὁ λύχνος τὸ λύχνον καὶ τοῖς τοιούτοις. Τὸ δὲ, ῥηΐτατα ἐντανύσει, καὶ τὸ, δυοκαίδεκα πάντων, διαστίζει σωφρόνως. ὡς εἴ γε μὴ οὕτω τανύσει τις, οὐδὲ πάντων διοϊστεύσει, οὐκ ἂν τοιούτῳ ἀνδρὶ αὐτὴ ἕποιτο. Κουρίδιος δὲ οὐ μόνον ἀνδρὶ γυναικὶ, ἀλλʼ ἰδοὺ καὶ τόδε δῶμα κουρίδιον. Τὸ δὲ, μάλα καλὸν καὶ ἔμπλεον βιότου καὶ τὸ ἑξῆς, εὐδαίμονος οἴκου ἔπαινος. Δῆλον δὲ ὅτι ἀρχαϊκὸν μὲν τὸ ἐνίπλειον καὶ τὰ κατʼ αὐτὸ, τῆς ὑστέρας δὲ Ἀτθίδος τὸ ἔμπλεων καὶ τὰ οὕτω σύστοιχα. Τὸ δὲ, ὦ γύναι Ὀδυσῆος, καὶ τὸ, πρὶν γὰρ ἐλεύσεται Ὀδυσσεὺς καὶ τὰ τούτου ἐφεξῆς ἀστείως ἐσχημάτισεν Ὀδυσσεὺς, ὡς αὐτὸς ἤδη παρὼν τῇ γυναικί. Τὸ δὲ ἀνάβαλλε ἀντὶ τοῦ ἀναβάλλου, ὑπερτίθεσο. καὶ σημείωσαι ὅτι ἀσυνήθως ἐκπεφώνηται κατʼ ἐνέργειαν, παθητικῶς γὰρ ἄλλως ἡ λέξις τέτριπται. Σημείωσαι δὲ καὶ ὅτι ἀνωτέρω διὰ τῆς Πηνελόπης εἰπὼν ὁ ποιητὴς τὸ, ὃς δʼ ἂν ῥᾷον ἐντανύσει βιὸν ἐν παλάμαις καὶ διοϊστεύσει πελέκεων δυοκαίδεκα πάντων, ἄλλως τὸ αὐτὸ διὰ τοῦ Ὀδυσσέως ἔφρασε, παραφράσας ἐν τῷ, πρὶν τόδε τόξον ἐΰξοον ἀμφαφόωντας νευρὴν ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου, ἀντὶ μὲν βιοῦ τόξον εἰπών. τὸ δὲ ἐν παλάμῃσι μεταλαβὼν εἰς τὸ ἀμφαφόωντας, τὸ δὲ, διοϊστεύσει πελέκεων καὶ ἑξῆς, στενοχωρήσας εἰς τὸ, διοϊστεῦσαί τε σιδήρου. Ὅτι οὕτω τοῖς Ὀδυσσέως λόγοις ἡ γυνὴ χαίρει, ὥστε λέγειν ἀεὶ ἐθέλειν αὐτοῦ ἀκούειν. φησὶ γοῦν· εἰ ἐθέλεις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι τέρπειν, οὔ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰὲν ἀνθρώπους. ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκε θεὸς ἐπὶ ζείδωρον ἄρουραν. ἀλλʼ ἤτοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα λέξομαι εἰς εὐνὴν, ἥ μοι στονόεσσα τέτυκται, αἰεὶ δάκρυσιν ἐμοῖς πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ἃ καὶ ἀλλαχοῦ ἔφη. Ὅρα δὲ καὶ νῦν, ὅτι ἀρξάμενος ἀπὸ τοῦ γαρ συνδέσμου ἀπέδωκεν εἰς τὸ ἀλλά· οἷον, ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους εἶναι, ἀλλὰ λέξομαι εἰς εὐνὴν, τουτέστι κοιμηθήσομαι δὴ, ὡς τοῦ δευτέρου ἀλλα ἰσοδυναμοῦντος τῷ δή. Ἐν δὲ τῷ, ἑκάστῳ μοῖραν ἔθηκε, μοῖραν φησὶ τὴν καθʼ εἱρμὸν βίου διανέμησιν, οἷον, μοῖρα τῷ ἐργωμένῳ κοπιᾶν, τῷ βαδίζοντι κινεῖσθαι, τῷ ὑπνοῦντι ἐγρηγορέναι. οὕτω δὲ καὶ τῷ ἐγρηγορότι ζῴῳ τὸ ἀπονυστάζειν καὶ διὰ τοῦτο ἀκολούθως ὑπνοῦν. Τὸ δὲ, ἐπὶ ζείδωρον ἄρουραν, πρόσκειται διὰ τὸ θεῖα ἔξω μοίρας κεῖσθαι. Τὸ δὲ, αἰεὶ δάκρυσι πεφυρμένη, ὑπερβολικῶς κεῖται. ὡς γὰρ οὐκ ἔστιν <!-- 2.222 -->ἄϋπνόν τινα αἰὲν εἶναι, οὕτως οὐδὲ αἰεὶ δάκρυσιν ἔστι πεφύρθαι. ἐπεὶ καὶ ἄλλως αἰψηρὸς ὁ τοῦ γόου κόρος. Τὸ δὲ ἐποψόμενος ἀλλαχοῦ προγέγραπται. Ὅτι διαφορὰν ὁ ποιητὴς διδοὺς τοῦ τε χαμαὶ στορέσαι καὶ τῶν δεμνίων φησι· λέξεο ἢ χαμάδι στορέσας ἤτοι καταδέμνια θέντων. τὰ γὰρ κλινοειδῆ δέμνια ἐκ τῶν χαμαὶ αἴρουσι τὸν ἐγκοιμώμενον. Καιρία δὲ λέξις ἐπὶ ἀνακλίσεως ὑπνωτικῆς τὸ λέξεσθαι. διὸ καὶ τρία ἐνταῦθα κεῖται τοιαῦτα ῥήματα κατὰ σχῆμα ἐπιμονῆς. Τὸ δὲ λέξεο προστακτικὸν πάνυ καινῶς ἔχει. γίνεται δὲ ἀπὸ τοῦ λέγω λέξω· οὗ ἀναδραμόντος εἰς ἐνεστῶτα ἔστιν αὐτοῦ παθητικὸν τὸ λέξομαι· οὗ παρατατικὸς ἐλεξόμην, τὸ τρίτον λέξετο, καὶ ἐξ αὐτοῦ προστακτικὸν τὸ λέξεο. εἰ δέ γε καὶ εὐκτικόν που εὑρεθείη ἐν ἀντιγράφοις, εὔοδον καὶ οὕτω τὸ μέτρον ἔσται διὰ συνιζήσεως. Τὸ δὲ χαμάδι ἔστι μὲν ὡς τὸ πολλάκι. δύναται δὲ καὶ διὰ τοῦ σ γράφεσθαι χαμάδις, ὡς πολλάκις. οὕτω δὲ καὶ δηθάκις δηθάκι καὶ αὖθις αὖθι καὶ χωρὶς χωρί. Τὸ δὲ, ἢ καταδέμνια θέντων, ἀλλαγή ἐστι σχήματος. ἦν γὰρ τὸ ἀκόλουθον, ἢ χαμάδι στορέσας ἢ ἐν δεμνίοις. ὁ δὲ ἔφη· ἢ χαμαὶ στορέσας ἢ δέμνια θέτωσαν, αἱ δουλίδες δηλαδή. κεῖται δὲ καὶ ἐν τούτοις ὑπερώϊα σιγαλόεντα τὰ ἐκπληκτικά.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Υ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Βουληθεὶς ἀνελεῖν Ὀδυσσεὺς τὰς μιγνυμένας τοῖς μνηστῆρσι θεραπαινίδας καὶ μεταγνοὺς διὰ τῶν ἑξῆς πρὸς Εὔμαιον καὶ Φιλοίτιον διαλέγεται· ἐν ᾧ καὶ τῶν μνηστήρων γίνεται ὁμιλία.

ΟΔΥΣΣΕΙΑΣ Υ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-act`.
