---
title: "Commentary on Homer's Odyssey: Book XVI"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Π"
author: Eustathius of Thessalonica
eul_wid: xpw-acp
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-16-xpw-acp"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:23f4689e3f9482e59d03fa2edb429b13155c83af17aadf62fcd757b9143e53d0"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book XVI

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Π*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-acp` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-16-xpw-acp)

## Text

<!-- 2.88 -->Ὅτι ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ πλάττει τὴν Ἀθηνᾶν ὁ ποιητὴς ἀγχοῦ ἱσταμένην τῷ Τηλεμάχῳ καὶ τὰ ποιητέα ὑποτιθεμένην. ἅ πέρ εἰσι τό, τε εἰς Ἰθάκην ἐπανελθεῖν, διὸ καὶ Τηλεμάχου ἐπάνοδος αὕτη ἐπιγράφεται, καὶ τὸ τοὺς μνηστῆρας ἐλλοχῶντας φυλάξεσθαι, καὶ τὸ εἰς τὸν Εὔμαιον ἀπελθεῖν. ὃ μάλιστα τῇ Ὁμηρικῇ χρησιμεύσει πλάσει πρὸς τὸν τοῦ Ὀδυσσέως ἀναγνωρισμόν. φρονεῖ γὰρ, ὡς εἰκὸς, ὁ <!-- 2.89 -->Τηλέμαχος ἐκ τῆς κατʼ αὐτὸν Ἀθηνᾶς, καιρὸν εἶναι ἤδη τοῦ ἐπανελθεῖν αὐτὸν, μὴ καὶ γένηταί τι τῶν μὴ θελητῶν αὐτῷ. διὸ καὶ εἰς εὐρύχορον Λακεδαίμονα ἡ Ἀθηνᾶ πλάττεται ἥκειν νόστου ὑπομνήσουσα ὡς οἷον ἐκλαθόμενον καὶ ὀτρυνέουσα νέεσθαι, οὐχʼ ὡς ἐν ὀνείρῳ, ἀλλʼ ἐναργῶς. ὁ Νεστορίδης μὲν γὰρ μαλακῷ δέδμητο ὕπνῳ. Τηλέμαχον δʼ οὐχʼ ὕπνος ἔχε γλυκὺς, ἀλλʼ ἐνὶ θυμῷ νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν. ἀγρυπνῶν οὖν συννοεῖται Ἀθηνᾶς ὑπομιμνησκούσης, ὡς οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάληται, κτήματά τε προλιπὼν ἄνδρας τε οὕτως ὑπερφιάλους, μή τι κατὰ πάντα φάγωσι κτήματα δασσάμενοι. εὐλαβεῖται δὲ καὶ μή ποτε οὐχʼ εὕρῃ οἴκοι ἀμύμονα μητέρα, οἷα εἰδὼς ὡς ἤδη, καθὰ καὶ προδεδήλωται, ὁ πατήρ τε Ἰκάριος κασίγνητοί τε κέλονται Εὐρυμάχῳ αὐτὴν γήμασθαι. ὃ γὰρ περιβάλλει ἅπαντας μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἕεδνα. διὸ καὶ δέδιε μή ποτε ἀέκητι αὐτοῦ δόμων ἐκ κτήματα φέρηται. εἶτα καὶ γνωμικῶς ἐπιλογίζεται καθʼ ἑαυτὸν τοιαῦτα· οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός. κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίοι. παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο οὐκέτι μέμνηται τεθνηότος, οὐδὲ μεταλλᾷ. εἶτα νοεῖ δέον εἶναι αὐτὸν ἐλθόντα εἰς Ἰθάκην ἐπιτρέψειν ἕκαστα δμωάων, ἥ τις αὐτῷ ἀρίστη φαίνεται εἶναι, εἰσόκε δῴη σοι θεὸς κυδρὴν παράκοιτιν, θεόσδοτον δηλαδὴ οὖσαν καλόν. εἰ δὲ μὴ ἐποίησε τοῦτο, ἀλλʼ ὅμως ἔστιν ὅτε καὶ τὸ οὕτω γενέσθαι. εἰκὸς δὲ καὶ ποιήσειν ἂν οὕτω τὸν παῖδα, εἰ μὴ τοῦ πατρὸς ἐλθόντος καὶ καταστήσαντος τὰ τοῦ οἴκου ἀπείρχθη τῆς βουλῆς ὁ παῖς. ἐπὶ τούτοις ὑπονοεῖ καὶ λόχον οἷα εἰκὸς τῶν μνηστήρων καὶ προβαλλόμενος τὴν ἀγαθὴν ἐλπίδα κατὰ τῶν ἀδίκων ἐχθρῶν, οἳ τὸν αὐτοῦ βίοτον κατέδουσι, βούλεται ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα, νυκτὶ δὲ πλέειν, θαῤῥὼν καὶ ὡς πέμψει οὖρον ὄπισθεν θεὸς ὃς αὐτὸν φυλάσσει τε ῥύεταί τε, εἰ καὶ μνηστήρων ἐπιτηδὲς ἀριστῆες λοχόωσιν ἐν τῷ κατὰ Ἰθάκην καὶ Σάμον πορθμῷ. καὶ ἐπὶ πᾶσι κυρώσασα ἡ ἐν τῷ βασιλικῷ νεανίᾳ σύνεσις, ἔτι δὲ μάλιστα ἡ Ὁμηρικὴ δεινότης, ὡς ἐπειδὰν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηται, χρὴ νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους, αὐτὸν δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι καὶ ἀναπαύσασθαι τὴν νύκτα, τὸν δὲ Εὔμαιον ὀτρῦναι εἰς τὴν πόλιν ἀγγελίην ἐρέοντα τῇ Πηνελόπῃ, οὕνεκά οἱ σῶς ἐστὶ καὶ ἐκ Πύλου ἦλθε, παύει τὴν σύννοιαν. καὶ οὕτω τοῦ λοιποῦ ἔργων ἔχεται, καταστήσασα προεκθετικῶς τὴν τῶν ἐφεξῆς μεταχείρισιν, ἐν οἷς ἐπανελθὼν Τηλέμαχος, ὁ μέχρι νῦν οἰκονομικῶς παρὰ τῷ Μενελάῳ διάγων, τούς τε ἐλλοχῶντας διαφύγῃ καὶ τὸν πατέρα εὑρήσει καὶ στείλας ἐς πόλιν εὐτυχήσει τὸ ἐν ἀδείᾳ τὸν πατέρα γνωρίσαι καὶ βουλεύσεται σὺν αὐτῷ πιθανῶς περὶ τῶν εἰσέπειτα πρακτέων. ὅ περ οὐκ ἂν ἐπλάσθη γενέσθαι πιθανῶς, εἰ φθάσας ὁ Τηλέμαχος ἦλθεν ἀφʼ ἱκανοῦ πρὸς τὴν Ἰθάκην, καὶ μὴ εὐτυχῶς ἀναμείνας τὸν ἕως ἄρτι καιρὸν ἐφρόνησεν, ὡς εἰκὸς, νῦν τὴν ἐπʼ ἀγαθῷ ταύτην ἐπάνοδον, καθʼ ἣν εὗρεν οἴκοι τὸν ψηλαφώμενον. Ὅρα δὲ τὸ ὑπομνήσασα γενικῇ συνταχθὲν μετὰ καὶ αἰτιατικῆς· καὶ ἔστιν οὕτω σύνηθες. τοιοῦτον δὲ καὶ τὸ, τὸν δεῖνα ἀναμιμνήσκειν τοῦδε τινός. Καὶ ὅτι Πεισίστρατος μὲν μαλακὸν ὕπνον εὕδει οἷα ἔχων ἀφροντίστως, Τηλέμαχος δὲ ἐγρήγορε μεριμνῶν ἐπὶ τῷ πατρί. μαλακὸς δὲ ὕπνος ὁ καὶ γλυκὺς καὶ ἀμβρόσιος διὰ τὴν ἀμβροσίαν νύκτα· μετʼ ὀλίγα δὲ καὶ ἡδὺς, ὡς δηλοῖ τὸ, Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρε λὰξ ποδὶ κινήσας, ὃ καὶ ὁ πατὴρ τοῦ Πεισιστράτου Νέστωρ ἐν Ἰλιάδι ἐπὶ τῷ Διομήδει πεποίηκεν ὑπνοῦντι. δῆλον δὲ ὅτι καὶ τραχύς τις ἂν ἢ σκληρὸς ὕπνος λεχθείη πρὸς διαστολὴν τοῦ μαλακοῦ, ὅτε τὸν ἀνακλιθέντα μέριμναι κεντρίζουσι. Τὸ δὲ μελεδήματα ἔχει τι ἀστεῖον εἴ περ τὸν μὲν Νεστορίδην λυσιμελὴς ὕπνος ἔχει· τοιοῦτος γάρ τις ὁ μαλακός· τὸν δὲ Τηλέμαχον μελεδήματα. Ἐγγὺς δὲ σπουδαίου καὶ ἀστείου ἀντιθέτου καὶ τὸ ἔγειρεν· ὁ μὲν γὰρ Τηλέμαχος κεῖται, τὰ δὲ ἐπὶ τῷ πατρὶ μελεδήματα ἐγείρεται αὐτῷ ἐν ψυχῇ. Τὸ δὲ ἐγείρειν θέμα ἐστὶ τοῦ ἐγρηγορέναι. ἀπʼ αὐτοῦ γὰρ ὁ ἐγρήγορα μέσος παρακείμενος. οὗ ἡ ἔννοια οἰκεῖα ἐνταῦθα. δῆλον γὰρ ὡς ἐγρήγορεν ὁ ἐν θυμῷ μελεδήματα ἐγείρων νυκτός. Τὸ δὲ ἀγχοῦ ἱσταμένην, πρόσφατα εἶναι δηλοῖ τῷ Τηλεμάχῳ τὰ εἰς νόστον ἐρεθίζοντα νοήματα, οὐ πάλαι ἀλλὰ νῦν ἀγχοῦ παραστάντα κατά τινα ἀγχίνοιαν. Τὸ δὲ οὐκέτι καλὰ, ἐπιῤῥηματικῶς ἐῤῥέθη ἀντὶ τοῦ οὐ καλῶς, ὡς καὶ ἀλλαχοῦ. Τὸ δὲ οὕτω ὑπερφιάλους ἑρμηνεύων ἐπήγαγε τὸ, μὴ κατὰ πάντα φάγωσιν, ὃ πάντῃ ὑπερφιάλων ἐστί. δῆλον δὲ ὅτι τὸ, πάντα καταφαγεῖν, παντελῆ δαπάνην δηλοῖ καὶ οὐ κατὰ τὴν τοῦ ἁπλῶς φαγεῖν· ᾧ περ ὅμοιον καὶ <!-- 2.90 -->τὸ, βίοτον κατέδουσι. Κασίγνητοι δὲ Πηνελόπης Σῆμος ἱστοροῦνται καὶ Αὐλητής. Τὸ δὲ περιβάλλει ἅπαντας ἀντὶ τοῦ ὑπερβάλλει, καθὰ καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι περιβάλλειν λέγει τοὺς αὐτοῦ ἵππους, ὅ ἐστι τῶν ἄλλων ὑπερτερεῖν, ὡς τῆς περι προθέσεως δηλούσης ποτὲ περιττότητα. ὅθεν καὶ ἡ παρὰ τοῖς ῥήτορσιν ἐκλήθη περιβολὴ, μέγεθος ποιοῦσα λόγου καὶ περιττότητα. Ἐν δὲ τῷ ἐξώφελλεν ἕεδνα δῆλον καθὰ καὶ ἐν ἄλλοις ἕδνα κυρίως λέγεσθαι τὰ ἐκ τοῦ νυμφίου τῇ γυναικί. ἑρμηνεία δὲ εἶναι δοκεῖ τοῦ περιβάλλειν πάντας ἡ τῶν ἕδνων αὔξησις. Τὸ δὲ ἐκ κτήματα φέρηται ἀντὶ τοῦ ἐκφέρει, ὡς ἐπὶ φορτίου νηός. πρὸς τοῦτο δὲ καὶ ἐναντίον τὸ εἰσφέρει, καθὰ καὶ τὸ ἐκφορεῖν καὶ εἰσφορεῖν ἠναντίωνται. δῆλον δὲ ὡς οἱ μεθʼ Ὅμηρον ἐπὶ ταφῆς λέγουσι τὸ ἐκφέρειν καὶ τὴν ἐκφοράν. Τὸ δὲ οἶσθα γὰρ οἷος θυμὸς, ἐλέγχει Ζηνόδοτον καὶ τοὺς κατʼ αὐτὸν, κακῶς γράφοντας τὸ οἶσθας παρὰ τῷ ποιητῇ. ἐν τέλει μὲν γὰρ στίχου ἢ καὶ ἐπιφορᾷ φωνήεντος εἴη ἂν γενέσθαι συγχωρηθεῖσαν τοιαύτην γραφήν. ἐνταῦθα δὲ οὐκ ἂν γένοιτο διὰ τὸ κακομέτρητον. Αἴλιος μέντοι Διονύσιος, γράφει ὅτι καὶ τὸ οἶσθα καὶ τὸ οἶσθας ἄμφω Ἑλληνικὰ, καθὰ καὶ ἦσθα καὶ ἦσθας. ἅπαξ δέ, φασι, παρʼ Ὁμήρῳ τὸ οἶδας ἐν τῷ, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας. ἐν δὲ τῷ, οἶκον ὀφέλλει, ἔοικε τὴν πρὸ βραχέων οἰκωφελίαν δηλοῦν, τουτέστι, τὸ διὰ πολυτρόπου οἰκονομίας αὐξάνειν τὰ τοῦ οἴκου. Ἐν δὲ τῷ, κουριδίου φίλου, λείπει τὸ ἀνδρὸς, οἷα τῶν δύο καιρίων ἐπιθέτων ἀρκούντων καὶ ἐκεῖνον δηλῶσαι. Ὅρα δὲ νῦν τὸ τεθνηότος. εἰ καὶ γὰρ ἑτέρωθι ἄλλως γράφεται, ἀλλʼ ἐνταῦθα συστέλλει μὲν τὴν παραλήγουσαν ἀναλόγως κοινότερον, διὰ τοῦ η δὲ ἔχει τὴν προπαραλήγουσαν. Τὸ δὲ ἐπιτρέψαι τῇ τῶν δμώων ἀρίστῃ τὰ τοῦ οἴκου δηλοῖ μὲν ὡς προτιμηθήσεταί ποτε δούλη εὔνους δαπάνου μητρός. ἑρμηνεύει δὲ καὶ τὶς οἴκου ἐπίτροπος, ὅτι δηλαδὴ ᾧ ἕκαστα ἐπιτρέπεται. Ὅτι δὲ οἱ ἐπιτηδεῖς ἐπιτηδὲς λέγονται ἀπελεύσει τοῦ ἰῶτα ἢ κατὰ συγκοπὴν ἐκ τοῦ ἐπιτηδέες, καὶ ἀλλαχοῦ σαφῶς ἐλέχθη. Προδεδήλωται δὲ καὶ ὁ μεταξὺ Ἰθάκης καὶ Σάμου πορθμός. Τὸ δὲ ἀπέχειν ἑκὰς νήσων, ἐναντίον ἐστὶ τῷ προσίσχειν ἤτοι ἐλλιμενίζειν. ἐπεὶ καὶ ἐγγύτητα μὲν ἡ προς πρόθεσις δηλοῖ, τὸ δὲ ἀνάπαλιν αὐτῆς ἡ ἀπο. Περιοδεῦσαι δὲ πλοῦν δηλοῖ καὶ μὴ κατευθὺ πλεῦσαι τὸ ἑκὰς ἀπέχειν τὴν νῆα. Οὖρος δὲ ἄνεμος ὅτι ὁ φορὸς, ἐκδηλότατόν ἐστιν, ὥς περ καὶ ὅτι ταυτὰ τὸ φυλάσσειν καὶ ῥύεσθαι, ὃ ταυτόν ἐστι τῷ ἕλκειν εἰς ἑαυτόν. Τὸ δὲ πρώτιστα παρατετηρημένως κεῖται, ἵνα μὴ ἑτέρῳ τινὶ ἐντυχόντος τοῦ Τηλεμάχου ἡ περὶ τῶν ἐφεξῆς πιθανὴ πλάσις ἀχρειωθείη. Φανερὸν δὲ καὶ ὅτι ἡ εἰς τὸν συβώτην ἄφιξις, εἰ καὶ βεβούλευται, ἵνα ἐκεῖ ὁ παῖς μάθῃ τὰ κατὰ τὸν οἶκον, ἀλλὰ καὶ ἄλλως εὐτυχῶς ἀπέβη αὐτῷ, εὑρηκότι ἐκεῖ τὸν φίλον πατέρα. Ὅτι ὅσα καὶ ὑπηρέτῃ χρώμενος τῷ Νεστορίδῃ Πεισιστράτῳ Τηλέμαχος κελεύει· ἔγρεο, Νεστορίδη, ζεῦξον ἵππους ὑφʼ ἅρματα, ὡς καὶ ἀλλαχοῦ, ἔτι νυκτὸς οὔσης, οἷα ἐθέλων τελεσφορηθῆναι ὅσα νύκτωρ αὐτῷ ὑπέθετο ἡ Ἀθηνᾶ, ὡς εἴρηται. ὁ δὲ, οὔ πως ἔστι, φησὶν, ἐπειγομένους περ ὁδοῖο, νύκτα διὰ δνοφερὴν ἐλάαν. τάχα δʼ ἔσσεται Ἠὼς, ἤγουν ταχὺ ἐπιφαύσει ἡμέρα. εἶτα καὶ ὑποτίθεται κερδαλεώτερον μένειν τὸν Τηλέμαχον, εἰσόκε δῶρα φέρων ὁ Μενέλαος ἐπιδίφρια θείη καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ, τουτέστι παραμυθησάμενος, προσειπών· ἃ δὴ καὶ γίνεται· λόγοις τε γὰρ τὸν Τηλέμαχον δεξιοῦται μειλιχίοις ὁ βασιλεὺς καὶ μένε εἰπὼν ἕως δῶρα φέρων ἐπιδίφρια θείω καλὰ, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, ποιεῖ οὕτως. εἶτα ἐπιπλέκει γνωμικὸν ὁ Πεισίστρατος τοιοῦτον· τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα ἀνδρὸς ξεινοδόκου, ὅς κε φιλότητα παράσχῃ, τουτέστι δῶρα φιλικά. δῆλον δὲ ὡς οὕτω καὶ τὸν πατέρα Νέστορα ἔπεισεν ἂν ὁ Πεισίστρατος δῶρα δοῦναι τῷ Τηλεμάχῳ, εἰ μὴ κατὰ σπουδὴν ἐκεῖνος ἐκτρέψας τὴν ὁδὸν ἀπέπλευσεν. ἐν τούτοις δὲ ὁ Νεστορίδης καὶ ἐπαινεῖ τὸν βασιλέα εἰπών· ἥρως Ἀτρείδης δουρικλειτὸς, οὐ κατὰ τὸ παρέλκον ποιῶν οὕτως, ἀλλὰ διότι, ὡς εἰκὸς, πάνυ φιλίως ἐκεῖνος τοὺς βασιλικοὺς τούτους νέους ἐξένισε. διὸ καὶ ἐπὶ τοσοῦτον παρέμειναν ἐκεῖ. κἀντεῦθεν καὶ θαῤῥεῖ τὴν δωροφορίαν ὁ Νεστορίδης. δηλοῖ δὲ τὴν φιλοξενίαν καὶ τὸ εὐθὺς ἐνταῦθα τὸν Μενέλαον ἀναστάντα ἐξ εὐνῆς Ἑλένης παρὰ καλλικόμοιο ἀγχίμολον αὐτοῖς ἐλθεῖν ἔτι κοιμωμένοις. ὃ καὶ πρὸ ταύτης καθʼ ἑκάστην ἡμέραν ἔοικε ποιεῖν διὰ φιλοφροσύνην. διό περ ὁ Τηλέμαχος σπερχόμενος δὴ χιτῶνα περὶ χροῒ σιγαλόεντα δῦνεν καὶ μέγα φᾶρος <!-- 2.91 -->ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις. ἔνθα ὅρα τὸ, χιτῶνα δῦνε, καὶ τὸ, μέγα φᾶρος ἐπὶ στιβαροῖς ὤμοις βάλετο, ἤγουν ἔθετο. ἔοικε γὰρ μανδοειδές τι νῦν τὸ φᾶρος εἶναι καὶ οὐ δυτὸν ἀλλὰ ἀναπτόν. Τὸ δὲ ἐπειγομένους ὁδοῖο κατὰ συνήθειαν Ὁμηρικὴν συντέτακται. Τὸ δὲ μύθοις ἀγανοῖς καιρίως κεῖται. τοιούτοις γάρ τις παραυδᾶται, ὅ ἐστι παρηγορεῖται, τοῖς δέ γε μὴ ἀγανοῖς κερτομεῖται. Ὅρα δὲ καὶ ὅτι, ὥς περ τὴν ἀνδρὸς καὶ γυναικὸς εὐνὴν σεμνῶς φράζει ἐν πολλοῖς, οὕτω καὶ νῦν ἔφρασε τὴν ἔγερσιν ἐν τῷ, ἀναστὰς ἐξ εὐνῆς Ἑλένης παρὰ καλλικόμοιο. Ὅτι σπεύδοντος οἴκαδε ξένου λόγος τὸ, ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν, ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι, ὁμοίως καὶ τὸ, βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερα. εἰ δὲ καὶ φόβον ὁ τοῦτο λέγων ἔχοι περὶ τῶν οἴκοι, ἁρμόσει καὶ τὸ, οὐ γὰρ ὄπισθεν οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσι· τῷ δέ γε Τηλεμάχῳ ἥρμοσεν ἐφεξῆς καὶ τὸ, μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι. καὶ ὅρα τὸ διζήμενος ὡς ἀπὸ τοῦ διζῶ, δίζημι παραγώγου. ἐξ οὗ παρὰ Ἡροδότῳ τὸ δίζηνται ἤτοι ψηλαφῶσι. Τὸ δὲ οὖρον κατέλειπον ἀντὶ τοῦ φύλακα, ἀπὸ τοῦ ὁρᾶν. καὶ ἔστι τοῦτο ἁπλοῦν, ἐξ οὗ πρὸ ὀλίγων συβώτης ὑῶν ἐπίουρος. Καὶ σημείωσαι ὅτι ἐκ τοῦ ὁρῶ γενομένων τοῦ, τε ὅρου τοῦ κατὰ γῆν καὶ τοῦ παρὰ τοῖς φιλοσόφοις ἔτι δὲ καὶ τοῦ δηλοῦντος τὸν φύλακα, ὁ μὲν φιλόσοφος οὐ μεταπεποίηται, ἀλλʼ ἔμεινεν ἀπαθὴς κοινότερον. οἱ δὲ λοιποὶ δύο ἰωνίζονται, ὡς δῆλον ἐκ τοῦ, ἀμφʼ οὔροισι δηριόωνται, καὶ ἐκ τοῦ, οὖρον ἰὼν κατέλειπον. ἡ δʼ αὐτὴ διάλεκτος καὶ τὸ ἀφορίσαι ἀποῦραι εἶπε. δῆλον δʼ ὅτι, ὥς περ πρὸς διαστολὴν τῶν βαρυνομένων οὔρων ὀξυτονοῦνται οἱ ἐν Ἰλιάδι οὐροὶ τῶν νεῶν, οὕτω διαστολῆς ἕνεκεν τῆς πρὸς τὸ ὄρος ὠξυτονήθη μὲν ὁ τοῦ γάλατος ὀρός. ἐδιπλασίασε δὲ τὸ ἀμετάβολον, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὁ ζωϊκὸς ὄῤῥος ὁ καὶ παρὰ τῷ κωμικῷ· ἐξ οὗ σύγκειται τὸ ὀῤῥωδεῖν. Καὶ τοιαῦτα μὲν τὰ τοῦ σπεύδοντος ξένου, ἅ περ ἔφη Τηλέμαχος. ὁ δὲ κατὰ τὸν Μενέλαον ἀγαθὸς ξενοδόχος ἐρεῖ ἄν· οὔ τι σʼ ἔγωγε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω ἱέμενον, ἤγουν ἐφιέμενον, νόστοιο. προσεπιπλέξει δὲ καὶ τὰ ἑξῆς γνωμικῶς οὕτω· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν, ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα. ἶσόν τοι κακόν ἐστιν ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει. χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. ὅθεν λαβὼν Ἡρόδοτος ἔγραψε τὸ τραπέζῃ μειλίξαντα ἀποπέμψαι ἐπὰν ἐθέλωσι νέεσθαι. εἰ δὲ καὶ παρακατέχων τὸν ξένον ὥστε δειπνῆσαι εἴπῃ τὸ, εἴπω δὲ ἔσω δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων, ἐπενεχθήσεται οἰκείως καὶ τὸ ἐφεξῆς· ἀμφότερον κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ, δειπνήσαντας ἴμεν ἤγουν ἐλθεῖν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν, τουτέστι τὸ τοὺς ξένους δειπνήσαντας ὑποχωρῆσαι εἰς ὁδὸν, ὄνειαρ μὲν τῷ ξενοδοχηθέντι διὰ τὸ φαγεῖν, κατὰ τὸ, ἔπειτα δέ κʼ αὐτὸς ὀνήσεαι, τουτέστιν ὠφεληθήσῃ, ἐξ οὗ καὶ ὄνειαρ τὸ βρῶμα. καὶ ἰδοὺ τὸ ἕν· κῦδος δὲ καὶ ἀγλαΐα τῷ ξενοδοχήσαντι. καὶ ἰδοὺ τὸ ἕτερον, καὶ ὁμοῦ δύο. διατοῦτο γὰρ εἶπεν ἀμφότερον ἐπιῤῥηματικῶς καθʼ ὁμοιότητα τοῦ ἀμφότερον, φιλότητι καὶ αἰδοῖ. οὐκ ἄδηλον δὲ ὅτι πολυωνύμως ταυτὸν τὸ, κῦδός τε καὶ ἀγλαΐα, ὡς καὶ ἐν τῷ, πολλὴν ἐπʼ ἀπείρονα γαῖαν, ταυτόν τι πολλὴν καὶ ἀπείρονα. τοῦτο δὲ καὶ ἄλλως ἐῤῥέθη, ὡς τοῦ μὲν ἀπείρονα γαῖαν, καθʼ ἕν τι λαμβανομένου, γῆν γὰρ δηλοῖ μετὰ καὶ ἐπιθέτου, τοῦ δὲ πολλὴν ποσότητα δηλοῦντος τῆς διοδευθείσης γῆς. ἐν δὲ τῷ, νεμεσσῶμαι δὲ καὶ ἄλλῳ καὶ τοῖς ἑξῆς σημείωσαι ὅπως παραφράζει φιλοτίμως ἐλθὼν διὰ τριῶν ἐννοιῶν καὶ χορεύων διʼ αὐτῶν τεχνικῶς. ὧν ἡ μὲν δευτέρα σαφεστέρα τῆς πρώτης, ἡ δὲ τρίτη καὶ γοργοτέρα τῶν δύο, ὥς περ ἡ δευτέρα τῆς πρώτης. ἐκείνη γὰρ ἔχει συμπαρακείμενον καὶ ἕτερον γνωμικὸν τὸ, ἀμείνω δʼ αἴσιμα πάντα. τοιοῦτόν τι παραφραστικὸν σχῆμα ἐστὶ καὶ ἐν ταῖς κατὰ τὴν Ἰλιάδα λιταῖς· ἐν ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ ἐσθλὸς καὶ ἑξῆς. καὶ ἐκεῖ γὰρ κυκλοῖ γοργῶς ἐν παραφράσει μίαν ἔννοιαν τρὶς περὶ τὴν αὐτὴν στραφείς. Σημείωσαι δὲ καὶ ὅτι ἀποτρέπων Ὅμηρος ἔξοχα φιλεῖν καὶ ἔξοχα ἐχθαίρειν τὸ μηδὲν ἄγαν προϋποτίθησι τὸ ὕστερον ὑπʼ ἄλλων ἀποφανθὲν, οἳ καὶ ἔδοξαν οἴκοθέν τι ἐξευρεῖν, ἐξ Ὁμήρου ὠφελημένοι τὸ νόημα. Τὸ δὲ ἀμείνω δʼ αἴσιμα πάντα, ἐγγύς ἐστι τοῦ εἰπεῖν ὡς πάντων μέτρον ἄριστον. Τὸ δὲ τετυκεῖν χρήσιμον μὲν εἰς μόνον μέτρον· γίνεται δὲ ἐκ τοῦ τύκω, ὅθεν καὶ τὸ τετύκοντο, καὶ ἔστι δεύτερος μέλλων ἀπαρέμφατος τοῦ τύκω ἢ τετύκω Ἰωνικῶς. μάλιστα μὲν οὖν γοργότερον εἰπεῖν, ἐκ τοῦ τεύχω γίνεται τυχεῖν καὶ ἀναδιπλασιασμῷ καὶ τροπῇ τοῦ δασέως εἰς <!-- 2.92 -->ψιλὸν κατὰ Ἴωνας τετυκεῖν. Ὅτι ἀλητεύειν καὶ ἀγείρειν ἐκπεπονημένος ὁ Μενέλαος παιδοτριβεῖν ἐθέλει ἐπὶ ὁμοίοις καὶ τὸν ἐξ Ἰθάκης νεανίαν. φησὶ γοῦν· εἰ δʼ ἐθέλεις τρεφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος, ἐπὶ χρηματισμῷ δηλαδὴ, ὄφρα τοι αὐτὸς ἕπωμαι. ὑποζεύξω δέ τοι ἵππους, ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας αὕτως ἀποπέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι, ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων, ἠὲ δύʼ ἡμιόνους, ἠὲ χρύσειον ἄλεισον· καὶ αὐτὸς μὲν οὕτω παρατείνει τὸν καιρόν. ὁ δὲ Τηλέμαχος, ὡς καὶ προεῤῥέθη, ταχὺ ἀπελθεῖν ἵεται. Ὅρα δὲ τὸ τρεφθῆναι προτιμηθὲν τοῦ ταρπῆναι καὶ τοῦ τραπῆναι ἐπίτηδες διὰ τὸν τραχυφωνίας ὄγκον. οὕτω δὲ καὶ τὸ στρεφθεὶς καὶ βλαφθεὶς καὶ τὸ ἐδρύφθη καὶ τὸ ἐβρέχθη καὶ τὸ ἐθρέφθη, ἀγαπητὰ τοῖς κατὰ τὸν ποιητὴν μᾶλλον ἤ περ τὰ σύστοιχα τούτοις λεῖα ῥήματα. Τὸ δὲ ὄφρα ἕπωμαι ἀπὸ κοινοῦ ἔχει χρεωστικῶς τὸ μένε, οἷον, ἀλλὰ μένε εἰσόκε δῶρα φέρω καλά. εἰ δʼ ἐθέλεις μένε δηλαδὴ, ὄφρα τοι αὐτὸς ἕπωμαι. καὶ ἔστι ταυτὰ τὸ εἰσόκε καὶ τὸ ὄφρα. διαφορὰ δὲ κἀνταῦθα τριπόδων καὶ λεβήτων, καὶ δοκοῦσι καὶ νῦν κρείττους οἱ τρίποδες, διὸ καὶ εὔχαλκοι κατʼ ἐξαίρετον εἴρηνται. ἐν δὲ τῷ, δύʼ ἡμιόνους, δύο μὲν λέγει διὰ τὴν ξυνωρίδα. οὐ γὰρ ἐκελήτιζον οἱ ἥρωες τότε· ἡμιόνους δὲ, ἐπειδὴ φθάσας ἀπείπατο τοὺς ἵππους ὁ Τηλέμαχος διὰ τὸ μηδὲ ἱππήλατον εἶναι τὴν Ἰθάκην. ἐτυμολογία δὲ ἀλείσου ἐῤῥέθη μὲν καὶ ἐν ἄλλοις. ἐνταῦθα δὲ ῥητέον ὡς ἐν βραχεῖ κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ γνώμην, ὅτι ἄλεισον ἀπὸ τοῦ ἄγαν λεῖον εἶναι, εἰ μὴ ἄρα τὸ ποικίλον τῇ κατασκευῇ ἄλεισον ἀκούει τις ὡς ἔξω λειότερον ὂν, πλεονάζοντος δηλαδὴ τοῦ α. δύναται δὲ καὶ κατὰ στέρησιν τοῦ λείου εἶναι ὅτε ζωωτοῖς δαιδάλμασιν ἐμπέπαισται. ὡς δὲ τὸ αὐτὸ καὶ ἄλεισον καὶ δέπας λέγεται, δῆλον ἐκ τῶν Ὁμήρου, εἰπόντος· ἐν δʼ οἶνον ἔχευε χρυσέῳ δέπαϊ· εἶτα περὶ τοῦ αὐτοῦ, τοὔνεκά σοι δώσω χρύσειον ἄλεισον, καὶ ἑξῆς, δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας. εἶεν δὲ ἂν ἴσως καὶ τὸ ἀμφικύπελλον καὶ τὸ σκύφος εἰς ἓν τοῖς τοιούτοις ἥκοντα πολυωνυμίας λόγῳ. καὶ περὶ μὲν ἀμφικυπέλλου τοῦ καὶ ἐν Ἰλιάδι ἑρμηνευθέντος μετʼ ὀλίγα εἰρήσεται. νῦν δὲ περὶ σκύφους εἴτουν σκύφου τοῦ, καὶ αὐτοῦ ἐν τοῖς κατὰ τὸν Κύκλωπα ἐπʼ ὀλίγον μνείας ἠξιωμένου γραπτέον ὅτι τε διγενὲς τὸ σκύφος ὡς προγέγραπται, καὶ ὅτι Ἡσίοδος ἐν μελαμποδίᾳ, ποιημάτιον δὲ αὕτη ἐκείνου, μετὰ τοῦ πι σκύπφον φησὶν, οἷον, πλήσας δʼ ἀργύρεον σκύπφον φέρε, δῶκε δʼ ἄνακτι. προφέρει δὲ ὁ δειπνοσοφιστὴς καὶ ἄλλας χρήσεις τοῦ διγενοῦς τούτου σκεύους. Εὐριπίδης· σκύφος τε μακρός. Σιμωνίδης· οὐατόεντα σκύφον. Ἴων· οἶνος οὐκ ἔνι ἐν τῷ σκύφει. Ἐπίχαρμος· φέρʼ ἐγχέας εἰς τὸ σκύφος. Φαίδιμος· σκύφος εὐρὺ μελιζώροιο ποτοῖ· ὃ σημειωτέον καὶ εἰς τὸ, ζωρότερόν τε κέραιε. τὸ δὲ παρʼ Ὁμήρῳ, φησὶ, κείμενον Ἀριστοφάνης μὲν γράφει· πλησάμενος δʼ ἄρα οἱ δῶκε σκύφος ᾧπερ ἔπινεν· Ἀρίσταρχος δὲ, σκύφον ᾧπερ ἔπινε. λέγει δὲ καὶ ὡς Αἰσχύλος μὲν σεμνύνει τὸ σκεῦος ἐν τῷ, ποῦ χρυσότευκτα κἀργυρὰ σκυφώματα. οἱ δὲ κατʼ Ἀσκληπιάδην λέγουσιν ὡς ποιμενικώτερον ἀγγεῖον ὁ σκύφος. εἰ δὲ προσεκτέον τοῖς φαμένοις ὡς ἐκ τοῦ κύφος γίνεται κύπελλον καὶ ἀμφικύπελλον κατὰ ἀντιστοιχίαν τὴν πολλαχοῦ φανεῖσαν, δοκεῖ καὶ τὸ σκύφος πλεονασμὸν σχεῖν τοῦ κατʼ ἀρχὴν σίγμα. ὃ δὴ καὶ ἐπὶ ἄλλων γέγονε λέξεων. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ὅτι σκύφος ἀπὸ τοῦ σκαφίδος ἥ τίς ἐστι ξύλινον ἀγγεῖον στρογγύλον, γάλα καὶ ὀρὸν δεχόμενον. Ὅμηρος· γαυλοί τε σκαφίδες τε τοῖς ἐνάμελγεν, εἰ μή πού, φασι, τὸ σκύφος ἔστιν ὡς οἷον σκύθος τις διὰ τοὺς Σκύθας οἳ περαιτέρω τοῦ δέοντος μεθύσκονται, ὅθεν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται καὶ τὸ μεθύσαι σκυθίσαι καὶ ἐπισκυθίσαι ἐλέγετο. καὶ δηλοῖ τὸ τοῦ θῆτα καὶ φ συγγενὲς ἡ τοιαύτη ἐτυμολογία. λέγει δʼ ὁ αὐτὸς σοφιστὴς καὶ ὅτι κατὰ μίμησιν τῶν ξυλίνων ὕστερον εἰργάσαντο κεραμεοῦς καὶ ἀργυροῦς σκύφους ἢ σκύθους. ὧν πρῶτοι καὶ κλέος ἔχοντες οἱ Βοιώτιοι, χρησαμένου τῷ γένει πρώτου Ἡρακλέος. διὸ καὶ Ἡρακλεωτικοὶ ἐλέγοντο, ἔχοντες διαφορὰν πρὸς ἄλλους τὸν ἐπικείμενον αὐτοῖς εἰς τὰ ὦτα δεσμὸν, ὃς ἐλέγετο Ἡράκλειος. χρῆσις δέ, φασι, τοῦ εἰρημένου σκύθου, τοῦ κατὰ τὸ σκεῦος δηλαδὴ, παρὰ Μηθυμναίοις. ὃς ἐκαλεῖτο λυρτὸς ὑπὸ Ἠπειρωτῶν. ἐσκώπτετο δὲ καί τις Λακεδαιμόνιος Δεοκυλλίδας ἐν τῷ καλεῖσθαι σκύθος, ἴσως ἀπὸ τῶν σκυθῶν. ἄνθρωπος ἐκεῖνος οὐδέν, φασιν, ἐν τῷ τρόπῳ Λακωνικὸν οὐδʼ ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. τῇ δὲ γραφῇ τοῦ ἀνωτέρω σημειωθέντος σκύπφου μετὰ τοῦ π συνθετέον εἰς μνείαν καὶ τὸν γράψαντα αἰόλον ὄπφιν διὰ τοῦ π καὶ φ ἐν τῇ Ἰλιάδι. ὅτι δὲ καὶ ὠοσκύφιον ποτήριον ἦν διπύθμενον, ἕνα μὲν πυθμένα ἔχον τὸν συγκεχαλκευμένον, <!-- 2.93 -->ἕτερον δὲ πρόσθετον ὀξὺν, ἄνω λήγοντα δὲ εἰς πλατεῖαν βάσιν, καὶ ὅτι ποτήριόν τι καὶ τὸ ὠὸν, οἷον, οἶνος κεκραμένος ἐν ὠῷ χρυσῷ, καὶ ὅτι ὠῷ τοιούτῳ καὶ σκύφει ποιμενικῷ συγκροτεῖται τὸ ὠοσκύφιον εἰς σύνθεσιν, οἱ παλαιοὶ δηλοῦσιν. Ὅτι Ἐτεωνεὺς, ὃς οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ ἤτοι τοῦ Μενελάου, πιστὸς δὲ οὗτος ἐφάνη θεράπων τῷ βασιλεῖ, πῦρ ἀνέκαυσε κελευσθεὶς χάριν τῶν ξένων, καὶ ὤπτησε κρεῶν τῶν ἀπολελειμμένων ἔτι ἀπαρασκευάστων, ὥς φασιν οἱ παλαιοὶ, ὡς ἐδήλωσε καὶ τὸ, δεῖπνον τετυκεῖν ἅλις ἔνδον ἐόντων. Καὶ ὅρα τὸ, κρεῶν ὤπτησεν, Ἀττικῶς λεχθὲν, ὡς καὶ τὸ, βοὸς βεβρωκὼς, καὶ ὅσα τοιαῦτα. μετʼ ὀλίγον δὲ καὶ δειπνήσαντες οἱ βασιλικοὶ παῖδες ἀπέρχονται. Ἐν τούτοις δὲ καὶ οἰκονομικόν τι κεῖται παράγγελμα, ἔνθα τῇ τε ἀλόχῳ καὶ ταῖς δμωαῖς ἐκέλευσεν ὁ βασιλεὺς δεῖπνον ἑτοιμάσαι. διδάσκει γὰρ πραγματικῶς ὁ ποιητὴς μὴ δίχα τῆς γυναικὸς δεῖν εἶναι τὸν ἄνδρα κελεύειν ταῖς κατʼ οἶκον γυναιξί. Θεόφραστος δὲ ὕστερον γράψας αὐτός τε παραδέδωκεν καὶ ὡς οὐδὲ γυναιξὶν ἀνδρὸς δίχα χρὴ μετεῖναι τῆς ἀνδρωνίτιδος. Ὅτι κρατερὸς Μεγαπένθης ὁ ἐκ δούλης, ὡς καὶ προϊστόρηται, τῷ Μενελάῳ γεννηθεὶς, κρητῆρα φαεινὸν ἐκ τοῦ πατρὸς λαβὼν ἔθηκε φέρων προπάροιθεν Τηλεμάχου ἀργύρεον, οὗ χρυσῷ ἐπὶ χείλεα κεκράανται. αὐτὸς δὲ ὁ βασιλεὺς δέπας λαβὼν ἀμφικύπελλον ἐν χερσὶ τοῦ Τηλεμάχου ἔθετο, οὗ τὴν ὕλην ἐνταῦθα μὲν σιωπᾷ Ὅμηρος. ἐμφαίνει δὲ ὅμως χρύσεον εἶναι αὐτὸ, ἐν οἷς λέγει τὸν Τηλέμαχον θεῖναι ἐν τῇ νηῒ ἐσθῆτά τε χρυσόν τε. οὐ γὰρ δή που λέγει τοῦτο διὰ τὸν κρατῆρα, ὃς ἀργύρεος ὢν ὅλος ἔχει τι καὶ χρυσοῦ περὶ τὰ χείλη. καὶ οὕτω μὲν ὁ βασιλεὺς δωροφορεῖ τῷ ξένῳ ἐκ θαλάμου λαβὼν τοῦ κατὰ τὸν ἐν Ἰλιάδι κηώεντος ὅθι οἱ κειμήλια κεῖτο. Ἑλένη δὲ, εἰ καί τις κρατὴρ Ἑλένης παροιμιάζεται διάφορος, ὡς εἰκὸς, τὴν κατασκευὴν καὶ πρέπων ἡρωΐδι τοιαύτῃ, ἀλλʼ αὐτὴ οὐ κρατῆρα δίδωσιν ὁμοίως τῷ ἀνδρί. φωριαμοῖσι δὲ παρίστατο, ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι οὓς κάμεν αὐτὴ, ἤτοι καμοῦσα ἔτευξεν, ἢ περὶ οὓς ἔκαμε. τῶν ἕνʼ ἀειραμένη Ἑλένη δῖα γυναικῶν, ὃν πέπλον καὶ ἐπαινῶν ὁ ποιητὴς λέγει καὶ τὰ ἐν Ἰλιάδι γραφέντα· ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, ἀστὴρ δʼ ὣς ἀπέλαμπεν, ἔκειτο δὲ νείατος ἄλλων, ὡς ἔκκριτος δηλαδή. ὃν καὶ χειρίζουσα τῷ Τηλεμάχῳ ἔφη ἐλλαμπομένη τῷ δώρῳ· δῶρόν τοι καὶ ἐγὼ, τέκνον φίλε, τοῦτο δίδωμι, μνῆμʼ Ἑλένης χειρῶν πολυηράτου ἐς γάμου ὥρην σῇ ἀλόχῳ φορέειν. τείως δὲ φίλῃ παρὰ μητρὶ κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. οὕτω δέ πως καὶ ὁ Μενέλαος πρὸ αὐτῆς ἔφη, νόστον ὅπως φρεσὶ σῇσι μενοινᾷς, ὥς τοι θεὸς τελέσειε. λόγοι δὲ οὗτοι εὐκτικοὶ ἐπὶ ἀπελεύσει ξένου. Ἰστέον δὲ ὅτι ῥηθείη μὲν ἂν ὁ δεδηλωμένος ἀργύρεος κρατὴρ ἀργύρωμα. μάλιστα δὲ ποτηρίοις ἡ τοιαύτη λέξις ἁρμόττει, ὡς δηλοῖ τὸ, ἐξ ἀργυρωμάτων καὶ χρυσῶν πίνει, ὁ πρότερον οὐχʼ ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλʼ ἐκ κεραμεῶν καὶ τούτων ἐνίοτε κολοβῶν. φασὶ δὲ μὴ Ἑλληνικὴν τὴν λέξιν εἶναι. οἱ γὰρ ἑλληνίζοντες οὐκ ἀργυρώματα καὶ χρυσώματα φασὶν, ἀλλʼ ἀργυροῦν καὶ χρυσοῦν κόσμον. Ὅτι δὲ ὁ ῥηθεὶς κρατὴρ κάλλιστος καὶ τιμηέστατός ἐστι καὶ ὅτι Φαίδιμος αὐτὸν τῷ βασιλεῖ ἐδωρήσατο Σιδονίων βασιλεὺς, ἐν τοῖς πρὸ τούτων δεδήλωται. καὶ ἀπαραποίητοι οἱ ἐνταῦθα στίχοι κεῖνται καὶ ἐκεῖ. Τοῦ δὲ ἀμφικύπελλον ὅτι ἁπλοῦν ἔστι τὸ κύπελλον, πολλαχοῦ δηλοῦται. ὅθεν καὶ ἡ κυπελλὶς καὶ ὁ κυπελλοχάρων. εἰ δὲ περὶ ἀμφικυπέλλου ἐδηλώθη ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ὅμως οὐ πάρεργον κἀνταῦθα θεῖναι ὅτι κατὰ τὸν δειπνοσοφιστὴν ἀμφικύπελλον οὐδὲν ἄλλο σημαίνει ἢ ὅτι ἦν ἀμφίκυρτον. Σιληνὸς δὲ τὸ μὴ ἔχων ὦτα. ἕτεροι δὲ τὴν ἀμφι ἀντὶ τῆς περι νοοῦντες ἀμφικύπελλόν φασι τὸ περίποτον, ἤγουν τὸ πάντοθεν πίνειν ἐπιτήδειον. Παρθένιος δὲ διὰ τὸ περικεκυρτῶσθαι τὰ ὠτάρια. κυφὸν γὰρ εἶναι τὸ κυρτόν. Ἀνίκητος δὲ κύπελλον μὲν φιάλη φησίν. ἀμφικύπελλον δὲ ὑπερφίαλον, ὑπερήφανον καὶ καλόν. λέγει δὲ καὶ ὡς τὸ κύπελλον διαλλάσσει ἀλείσου τε καὶ δέπαος τῷ κυφὸν εἶναι. ἀπὸ γὰρ κυφότητος κύπελλον καὶ ἀμφικύπελλον, ὡς οἷον κυρτὸν καὶ ἀμφίκυρτον ἀπὸ τῶν ὤτων, διὰ τὸ τοιαῦτα εἶναι τῇ κατασκευῇ καὶ παραπλήσια πέλλαις συνηγμέναις μᾶλλον εἰς τὸ κυφώτερον. λέγει δὲ καὶ ὡς καὶ Κύπριοι οὕτω φασὶ τὸ δίωτον ποτήριον. εἰ δὲ ταῦθʼ οὕτως ἔχει, θετέον ἄλεισον μὲν καὶ δέπας εἴς τι ταυτὸν, σκύφος δὲ καὶ πέλλαν καὶ κύπελλον καὶ ἀμφικύπελλον εἰς ἑτεροίαν ὁμοιότητα. ὅτι δὲ ὅθεν τὸ κύφος, ἐκεῖθεν καὶ κυφὸς ὁ κυρτὸς καὶ κύφων ὁ παρὰ τῷ κωμικῷ, προδηλότατόν ἐστι. Φωριαμοὺς δὲ λέγει Ὅμηρος <!-- 2.94 -->τὰς πεπλοδόχους χηλοὺς, παρὰ τὸ φᾶρος, ὥς φασιν οἱ παλαιοί. ὅτι δὲ τοιοῦτοι οἱ φωριαμοὶ, δηλοῖ καὶ τὸ, ἔνθα ἔσαν πέπλοι. ἑτέρωθι δὲ καὶ ὁ τόνος τῆς λέξεως ταύτης κεκανόνισται. Κεῖται δʼ ἐνταῦθα καὶ τὸ νοστῆσαι ἀντὶ τοῦ ἁπλῶς ἐλθεῖν, ἔνθα φησὶ Μενέλαος ὡς τὸν ῥηθέντα κρατῆρα δέδωκεν αὐτῷ ὁ Σιδόνιος βασιλεὺς νοστήσαντι ἐκεῖσε εἰς αὐτὸν, ἤγουν ἐλθόντα ἁπλῶς. ἴσως δὲ καὶ αὐτὸ ἐπὶ τοῦ οἴκαδε ἐπανελθεῖν εἴρηται. εἰ γὰρ καὶ μὴ εἰς Σιδόνα ἐνόστησεν ὁ Μενέλαος, ἀλλʼ ἐν τῷ οἴκαδε παλιννοστεῖν ἐπλανήθη ἐκεῖ. Ἔτι ἐν τούτοις κεῖται καὶ τὸ, ἔβησαν ἰέναι διὰ δώματα, ὅ περ ἐν ἄλλοις διὰ δῶμα εἴρηται ἀσυνήθως. τῷ γὰρ σύνηθες βαίνειν διὰ δωμάτων καὶ διὰ δώματος. Ὅμηρος δὲ ἰσοδυναμεῖν οἶδε τῇ κατα τὴν δια πρόθεσιν. Τὸ δὲ ἀστὴρ ὣς ἀπέλαμπεν ἐτυμολογίαν τε ἀστέρος ὑποβάλλει νοεῖν, ὃς ἀπὸ τοῦ αἴθειν, ὅ πέρ ἐστι λάμπειν, λέγεται, καὶ ἀρχὴν ἐνδέδωκεν ἐπαίνου τοῖς εἰποῦσι τὸν καλὸν Μένανδρον ἀστέρα τῆς νέας κωμῳδίας. μάλιστα δὲ αὐτὸ ἐκ τοῦ ἀστέρι ὀπωρινῷ ἐναλίγκιος εἴληπται. Ὅτι δὲ ὁ ῥηθεὶς ἀργύρεος κρατὴρ καὶ ὁ χάλκεος λέβης καὶ τὸ χρύσεον δέπας καὶ τὰ τοιαῦτα μετουσιαστικὰ ὄντα διαφέρει τοῦ ὁμοίου τύπου τῶν σωματικῶν τῷ ἀπὸ ἀψύχων γίνεσθαι, οἱ παλαιοὶ παραδιδόασι. Τὸ δὲ τέκνον φίλε ὅτι Ἀττικῶς ἐσχημάτισται, προεσαφηνίσθη ἐν τοῖς φθάσασιν. Ἰστέον δὲ ὅτι δύναται τοῦτο καὶ διὰ στιγμῆς ὀρθοῦσθαι εἰς τὸ κοινότερον, ἵνα λέγῃ, ὦ τέκνον, ὦ φίλε. Μνῆμα δὲ νῦν ἁπλῶς τὴν μνήμην λέγει. ἐξ οὗ δῆλον ὅτι καὶ τὸ νεκρικὸν μνῆμα οὕτω καλεῖται διὰ τὴν ἐξ αὐτοῦ μνήμην τοῦ ποτὲ ζῶντος. δῆλον δὲ ὅτι ταυτὸν ὥς περ τρῶμα τρώμη, βρῶμα βρώμη, οὕτω καὶ μνῆμα μνήμη. Ἐν δὲ τῷ, Ἑλένης χειρῶν, σεμνῶς ἡ ἡρωῒς τὸ ἑαυτῆς ἔφη ὄνομα κατά τινα ἐξοχὴν καὶ μεγαλειότητα διὰ τὸ αὐτῆς πολυθρύλητον. οὕτω δὲ καὶ ὁ ποιητὴς χαίρων κἀνταῦθα τῇ αὐτῆς μνήμῃ ἐκ περιττοῦ καὶ εἰς οὐδὲν δέον ἐμνήσθη αὐτῆς ἐν τῷ, ἕνα τῶν πέπλων ἀειραμένη Ἑλένη ἔφερεν. ἐκεῖ γὰρ οὐκ ἀναγκαίως πρόσκειται τὸ Ἑλένη. διότι καὶ ἄλλως αὐτὴ ἐξηκούετο κατʼ ἀκολουθίαν τοιαύτην. Ἑλένη δὲ παρίστατο φωριαμοῖς, ἔνθʼ ἔσαν πέπλοι. τῶν ἕνʼ ἀειραμένη ἔφερεν, ὥστε τὸ, Ἑλένη ἔφερεν, ἐκ περισσοῦ κεῖται διὰ φιλίαν Ὁμηρικήν. ἐθέλει γὰρ συχνὰ καὶ πρὸς ὄνομα μεμνῆσθαι αὐτῆς ὁ ποιητής. Τὸ δὲ, πολυηράτου, ἀμφιβολίαν ἔχει. ἄδηλον γὰρ εἴτε πολυηράτου Ἑλένης ῥητέον, εἴτε γάμου πολυηράτου. τοῦτο δὲ ἢ διὰ τοὺς κατὰ τὸν γάμον ἔρωτας ἢ διὰ τὸ εὐκταῖον αὐτοῦ χάριν τεκνογονίας, ἢ καὶ διότι πολλῶν εὐχῶν χρεία τοῖς περὶ γάμους, ἵνα τύχοιεν ἀγαθῶν γυναικῶν. Ὅτι δὲ δεξιωτάτη ἱστουργεῖν ἡ Ἑλένη, δηλοῖ καὶ ἐν Ἰλιάδι τὰ τῆς δίπλακος, ᾗ τοὺς τῶν Ἀχαιῶν ἐκείνη ἄθλους ἐνέπασσεν, ἀρχέτυπον αὐτὴν τιθεμένη τῆς Ὁμηρικῆς ποιήσεως. Τὸ δὲ, τέως δὲ φίλῃ παρὰ μητρὶ κείσθω, ἑτεροῖον ἐστὶν ὧν πρὸ μικροῦ ὁ Τηλέμαχος ἐνόει, λογιζόμενος δμωΐδι ἀναθέσθαι τὰ καθʼ ἑαυτόν. ἐκεῖνος μὲν γὰρ ἐγίνωσκεν ἄλλα, ἡ Ἑλένη δὲ οὐκ οἶδε τὰ κατὰ τὴν Πηνελόπην ὅπως ἔχουσι, διὸ καὶ αὐτῇ παρατεθῆναι τὸν πέπλον συμβουλεύεται. Ἐν δὲ τῷ, σὺ δέ μοι χαίρων, ἢ περιττὸν κεῖται τὸ μοι, ὡς καὶ ἐν ἄλλοις γίνεται, ἢ ἀντὶ τοῦ, χαίρων ὅσον τὸ ἐπʼ ἐμοὶ, εἰ καὶ τυχὸν ἄλλοθεν οὐκ ἔσται σοι τοῦτο. Ὅτι ἐν Ἰλιάδι μὲν πείρινθα εἶπεν ὁ ποιητὴς τὸ τῆς ἁμάξης ἄνω τοῦ ἄξονος φορτοφόρον πλινθίον. καὶ ζητητέον ἐκεῖ περὶ τούτου. ἐνταῦθα δὲ Πεισίστρατος ἐς πείρινθα δίφρου, ἔνθα ὁ διφρηλάτης ἐκάθητο, ὡς ἐκεῖ ὁ ἁμαξηλάτης, τὰ βασιλικὰ δῶρα τίθησιν, ἃ πάντα θηήσατο θυμῷ, ὡς εἶναι οὕτως αὐτὰ θηητά. λέγοι δὲ ἂν πείρινθα κατὰ τὸ ἐοικὸς τῆς λέξεως τὸ περίθεμα, ὡς ἀπὸ τῆς περι προθέσεως καὶ τοῦ θῶ τὸ τίθημι. εἴη δʼ ἂν πείρινθα καὶ ἡ πρὸ τούτων ῥηθεῖσά που ὑπερτερία ἐπὶ τῆς κατὰ τὴν Ναυσικάαν ἁμάξης, ὅ περ οἱ ὕστερον ἐσχάραν καλοῦσι. ζητητέον δὲ, εἴ περ πείρινς πείρινθος ἡ εὐθεῖα τῆς λέξεως ταύτης εἴτε τὸ πείρινθον. Ὅτι ἐν τῷ, κρέα δαίετο καὶ νέμε μοίρας, τὸ μὲν νέμε τὸν ὕστερον κρεανόμον ὑποβάλλει νοεῖν, τὸ δὲ δαίετο τὸν δαιτρὸν παρετυμολογεῖ. συστέλλει δὲ τὸ κρέα τὴν λήγουσαν ἐνταῦθα, ὡς ἀποκοπὴν παθὸν ἐκ τοῦ κρέατα. διὸ καὶ δάκτυλον ἀπαρτίζει. φησὶ γάρ· Βοηθοίδης κρέα δαίετο. εἰ δὲ καὶ ἴσως ἐκτέταται, συνίζησιν ἡ λέξις πάσχει ἐπὶ σπονδείου ἀπαρτισμῷ. ἐν τούτοις δὲ κρεανομεῖ μὲν ὁ Βοηθοίδης Ἐτεωνεὺς, οἰνοχοεῖ δὲ ὁ τοῦ βασιλέως παῖς. φησὶ γάρ· ᾠνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο. Ὅτι τοῖς βασιλικοῖς νεανίαις ἀναβεβηκόσιν εἰς τὸ ἅρμα, οἶνόν τε μελίφρονα δίδωσιν ὁ βασιλεὺς ἐν δέπαϊ χρυσέῳ ἔχων ἐν χειρὶ δεξιτερῇ διὰ τὸ εὐοιώνιστον, ἵνα λείψαντε, τουτέστι σπείσαντες, κιοίτην ἤγουν ἀπέλθοιεν. καὶ <!-- 2.95 -->χαίρετον, ὦ κοῦροι, φησὶ, καὶ Νέστορι ποιμένι λαῶν εἰπεῖν, τουτέστιν εἴπατε αὐτὸ τοῦτο τὸ χαίρειν. διατί; ἦ γὰρ ἔμοιγε πατὴρ ὣς ἤπιος ἦεν ἐν Τροίᾳ. ἐπὶ δὲ τούτοις τῷ Τηλεμάχῳ εὐξαμένῳ, ὡς αἲ γὰρ ἐγὼ νοστήσας, τουτέστιν Ἰθάκηνδε κιὼν Ὀδυσεῖ ἐνὶ οἴκῳ εἴποιμι ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης ἔρχομαι. αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλὰ, εἰ καὶ μὴ ὅσα ἐκεῖνος ἐκ Φαιάκων, ἐπέπτατό φησι δεξιὸς ὄρνις αἰετὸς, ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον ἥμερον ἐξ αὐλῆς, οἱ δʼ ἰΰζοντες ἕποντο ἀνέρες ἠδὲ γυναῖκες. ὁ δέ σφιν ἐγγύθεν ἐλθὼν δεξιὸς ἤϊξε πρόσθʼ ἵππων, οἱ δὲ ἰδόντες γήθησαν καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. ὃ δὴ περίφρασίς ἐστι τοῦ γήθησαν. καὶ ὁ μὲν Νεστορίδης φράζεο δὴ Μενέλαε φησὶν εἴτε ἡμῖν τόδʼ ἔφῃνε θεὸς τέρας ἢ σοὶ αὐτῷ, τέρας τὸ σημεῖον εἰπών. οὐ γάρ τι παρὰ φύσιν ἐπράχθη, ἵνα καὶ τέρας εἴη. Μενέλαος δὲ μερμήριζεν, ὅπως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας, ὅ ἐστιν ἐμελέτα σκεπτόμενος, πῶς ἂν προσηκόντως νοήσας ἀποκριθείη. οὕτω γὰρ οἶδε φράζειν ὁ ποιητὴς, οἷα μὴ εἰδὼς τὴν παρὰ τοῖς ὕστερον δραματικὴν ἢ καὶ ἀλλοίαν ὑπόκρισιν. Ἑλένη δὲ ἐν τοσούτῳ τανύπεπλος ὑποφθαμένη, τουτέστι φθάσασα καὶ προλαβοῦσα διὰ ὀξύτητα φύσεως καὶ ἀγχίνοιαν, εὐφυὴς γὰρ καὶ ἐν τοῖς φθάσασι δέδεικται, λύει τὸ ἄπορον πρὸ τοῦ ἀνδρὸς, εἰποῦσα· κέκλυτέ μευ, αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω. ἃ δὴ καὶ ἀλλαχοῦ κεῖνται. ὡς ὅδε χῆνʼ ἥρπαξεν ἀτιταλλομένην ἐνὶ οἴκῳ ἐλθὼν ἐξ ὄρεος ὅθι οἱ γενεή τε τόκος τε, ὣς Ὀδυσσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς οἴκαδε νοστήσει καὶ τίσεται, ἠὲ καὶ ἤδη οἴκοι ἐστὶ μνηστῆρσι κακὸν πάντεσσι φυτεύων, νοήσασα, ὡς εἰκὸς, ἡ Ἑλένη τοῦτο ἐκ τοῦ ἅμα τῇ εὐχῇ τὸν ῥηθέντα φανῆναι χηνοφόρον ἀετὸν, ἢ καὶ ἐκ τοῦ ἐγγύθεν ἐλθεῖν δεξιόν. καὶ ὁ Τηλέμαχος τὴν τοῦ τέρατος λύσιν μαθὼν καὶ εὐξάμενος οὕτω γενέσθαι καὶ εἰπὼν, ὡς εἰ τοῦτο γένηται, καὶ κεῖθι, τουτέστιν ἐν τῇ Ἰθάκῃ θεῷ ὣς εὐχετοῴμην, ἤγουν εὐχοίμην ἄν σοι δίκην θεοῦ, ἐφʼ ἵπποιϊν μάστιν βάλε καὶ ἤρξατο ἀπέρχεσθαι, ἡνιοχῶν αὐτὸς ἐνταῦθα οἷα ἐκ τοῦ Πεισιστράτου ἤδη μαθών. ταπρῶτα γὰρ ἐκ Πύλου εἰς τὴν Σπάρτην ἐκεῖνος ἡνιόχευεν. ἐν τούτοις δὲ καὶ λέξις κεῖται ποιητικὴ τὸ, δέπαϊ δεδισκόμενος, ὅ ἐστι δεξιούμενος, ὃ ἐν ἄλλοις δειδισκόμενος ἔφη ὡς ἀπὸ τοῦ δέχω, δέκω, δίσκω, δεδίσκω, καὶ δειδίσκω κατὰ διχρόνου ἐπένθεσιν. Ἔτι καὶ λόγος ἐνταῦθα κεῖται ἀνδρὸς ἀγγελιαφόρου τὸ, καὶ λίην κείνῳ γε ὡς ἀγορεύεις πάντα τάδʼ ἐλθόντες καταλέξομεν. Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς περὶ τοῦ ῥηθέντος τέρατος τὸ μὲν ὄρνις γενικὸν, εἶδος δὲ ὁ αἰετὸς, ἢ καὶ ἄλλως ὄρνις συνήθως ὁ σημαντικὸς τοῦ μέλλοντος οἰωνὸς, ὃς δεξιὸς ἐνταῦθα ἐπιπετασθεὶς ἀγαθὰ οἰωνίζεται. Ἀργὴν δὲ χῆνα λέγει μὲν τὴν οἰκουρὸν καὶ, ὡς αὐτός φησιν, ἥμερον καὶ ἀτιταλλομένην ἐν οἴκῳ. δηλοῖ δὲ καὶ διὰ τῆς κατοικιδίου ταύτης χηνὸς τοὺς μνηστῆρας. οἰκουρὸς γὰρ καὶ αὐτὴ καὶ κατʼ ἐκείνους πολύφαγος καὶ ἀπὸ τοῦ χαίνειν καὶ χανδὸν ἐσθίειν καλουμένη. καὶ ἐν τοῖς ἑξῆς δὲ χῆνες καθʼ ὕπνον διὰ ταῦτα ἐν ὀνείρῳ οἱ μνηστῆρες ὀπτάνονται τῇ Πηνελόπῃ. καὶ τοῦτο μὲν διὰ τὸ βορὸν καὶ οἰκουρὸν, ἐν δὲ τοῖς ἑξῆς καὶ κίρκος Ἀπόλλωνος ταχὺς ἄγγελος ἐν ποσὶ τίλλει ἔχων πέλειαν, παρὰ δὲ καταχέει ἔραζε, τὸν ὄλεθρον καὶ αὐτὸς ὑποσημαίνων τῶν μνηστήρων, εἰς πελείας νοουμένων, αἳ διὰ δειλίαν καὶ τρήρωνες λέγονται ὡς εὔτρεστοι. Θηλυκῶς δὲ ἡ χὴν πρὸς ἔμφασιν τῆς τῶν μνηστήρων ἀσθενείας. οὐ γὰρ μόνον ἥμερος χὴν ἀλλὰ καὶ θήλεια τῷ Ὀδυσσεῖ ἀετῷ κατέχεται. ὡς ὅ γε ἄγριος χὴν οὐχʼ οὕτως ἀγεννής. ὡς δὲ καὶ ἀρσενικῶς ποτὲ λέγεται ὁ χὴν, καὶ ὡς περισπούδαστα ἦσαν κατὰ ῥώμην τὰ χήνεια ἥπατα, οἱ παλαιοὶ δηλοῦσι. παρʼ οἷς καὶ χάριτος ὄφλονται ὑπὸ Ῥωμαίων χῆνες, ὡς περιποιησάμενοί ποτε αὐτοῖς διὰ νυκτέρου κραυγῆς τὴν ἀκρόπολιν κλεπτομένην ὑπὸ πολεμίων. ὡς δὲ ἀπὸ τοῦ χαίνειν οὐ μόνον χὴν καὶ χανδὸν ἀλλὰ καὶ ἰχθὺς χάννος διπλάζων Αἰολικῶς τὸ ἀμετάβολον, ἴσασιν οἱ ἐτυμολόγοι. ἐκ τοῦ χῶ δὲ τὸ χωρῶ γίνεται τὸ χαίνω ὁμοίως τῷ ῥῶ ῥαίνω καὶ τοῖς τοιούτοις· Ἰστέον δὲ ὅτι χαίνειν λεγομένου καὶ τοῦ λαλεῖν ὡς ἐκ τοῦ παρακολουθοῦντος τοῖς λαλοῦσι, καθὰ δηλοῖ Σοφοκλῆς ἐν τῷ μαστιγοφόρῳ, ἐκεῖθεν γίνεται προχάνη ἡ πρόφασις. καὶ εἰσὶ δύο αὗται λέξεις ταυτοδυνάμενοι. διότι γὰρ ταυτὸν τραγικώτερον τὸ χαίνειν καὶ τὸ φάσκειν εἰς ἶσον ἥκουσιν ἑρμηνείας καὶ ἡ προχάνη καὶ ἡ πρόφασις. οἱ δὲ ἀετώδεις ὄνυχες βελῶν δηλοῦσιν ὀξύτητα, διʼ ὧν οἱ μνηστῆρες πίπτουσι. τὸ δὲ πέλωρον τῆς χηνὸς τὸ τῶν μνηστήρων αἰνίττεται κατʼ αὐτοὺς εἰπεῖν ὑπερφίαλον. Τὸ δὲ ἰΰζειν φωνὴ <!-- 2.96 -->καὶ αὐτὸ ἄσημος, ἀφʼ ἧς καὶ ἡ ἴυγξ παράγεται καὶ ὁ ἰυγμός. εἰσὶ δὲ ἰΰζοντες ἀνέρες καὶ γυναῖκες οἱ ἐπὶ τῷ θανάτῳ τῶν μνηστήρων κλαυσόμενοι οἰκεῖοι, οὓς δὴ μνηστῆρας μικρὸν ὕστερον ἁρπάσει τοῦ βίου ἐλθὼν ὁ ἀετὸς Ὀδυσσεὺς ἐξ ὄρεος τοῦ κατὰ τὴν ἐσχατιὰν ἀγροῦ. Τὸ δὲ ἰΰζοντες ἀνέρες ἠδὲ γυναῖκες οὐκ ἀπέοικε τοῦ, Μοῦσαι καλαὶ καὶ Ἀπόλλων, οἷς ἐγὼ σπένδω. ὡς γὰρ ἐκεῖ πρὸς τὸ ἑνικὸν ἀρσενικὸν, οὕτω κἀνταῦθα πρὸς τὸ ἀνέρες ἡ σύνταξις γέγονε. Τὸ δὲ πρόσθεν ἵππων ἑρμηνεία ἐστὶ τοῦ ἐγγύθεν. ἄμφω δὲ σημεῖον εἰσὶ τοῦ μὴ ἑτέρῳ τινὶ ἀλλὰ τοῖς ἐπὶ τοῦ ἅρματος φανῆναι τὸ τέρας. Τανύπεπλος δὲ ὅτι τε γυναικός ἐστιν ἐπίθετον, καὶ τίς ὁ τῆς λέξεως ταύτης νοῦς, δηλοῦται ἀλλαχοῦ. Γενεὴ δὲ νῦν ἐπὶ ὀρνέων, ὡς καὶ ἀλλαχοῦ καὶ ἐπὶ φύλλων καὶ ἐπὶ ἵππων καὶ οὐ μόνον ἐπὶ ἀνθρώπων. δῆλον δὲ καὶ ὅτι τὸ ῥηθὲν περὶ τοῦ οἰωνοῦ πλάσμα εὔελπιν ἀποκαθιστᾷ τὸν Τηλέμαχον εἰς Ἰθάκην καὶ εὐπαράδεκτον αὐτῷ ποιεῖ τὸν πατρικὸν ἀναγνωρισμόν. τὸ δὲ, ἐφʼ ἵπποιϊν μάστιν βάλεν, ὅμοιόν ἐστι τῷ, ἐπέβαλεν ἱμάσθλην. γίνεται δὲ ἡ μάστις ἀπὸ τοῦ μαστίω μαστίσω, ὥς περ ἡ μάστιξ ἀπὸ τοῦ μαστίζω μαστίξω. Ὅτι καθάπερ ἐκ Πύλου πανημέριοι οἱ βασιλικοὶ παῖδες πρὸ τούτων ἐλάσαντες εἰς τὸν Φηραῖον ἵκοντο Διοκλῆν καὶ ἐκεῖθεν εἰς Λακεδαίμονα, οὕτω καὶ νῦν ἐκ Λακεδαίμονος εἰς τὸν αὐτὸν ἐλθόντες τρόπον καὶ ὁμοίως ξενισθέντες ἵκοντο ἐς Πύλου αἰπὺ πτολίεθρον. καὶ κεῖνται καὶ ἐνταῦθα στίχοι ἀπαράλλακτοι, ὁποῖοι καὶ ἐκεῖ, ἀρχόμενοι ἐκ τοῦ, οἱ δὲ πανημέριοι σεῖον ζυγὸν, καὶ λήγοντες εἰς τὸ, ἵππους τε ζεύγνυντο. Ὅτι παράκλησις ξενικὴ τὸ, πῶς κέν μοι ὑποσχόμενος τελέσειας μῦθον ἐμόν. ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι ἐκ πατέρων φιλότητος. Εἰ δὲ καὶ ὁμήλικες ὄντες συνοδεύουσιν ἁρμόζει καὶ τὸ, αὐτὰρ καὶ ὁμήλικες ἐσμέν. ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει, ἤγουν εἰς ὁμόνοιαν ἐμβαλεῖ. Τηλέμαχος δὲ τοῦτο λέγει ἀξιῶν τὸν ὁμήλικα Πεισίστρατον μὴ ἀγαγεῖν αὐτὸν εἰς Πύλον. καὶ δοκεῖ μὲν οὐκ εὐπαιδεύτως ἔχειν, εἴ περ ἐθέλει μὴ συνταξάμενος τῷ γέροντι νοστῆσαι εἰς Ἰθάκην. αἴτιον δὲ ὅμως τούτου κατὰ τὸν ποιητὴν τὸ πάνυ σπεύδειν οἴκαδε τὸν Τηλέμαχον. διὸ φησί· μή με παρὲξ ἄγε νῆα διοτρεφὲς, ἀλλὰ λίπʼ αὐτοῦ, μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ, ἱέμενος φιλέειν, ἤγουν ἐφιέμενος φιλοφρονεῖσθαι. ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι, διά γε τὸ κατὰ τὸν ἀετὸν καὶ τὴν χῆνα τέρας καὶ διὰ τὸν ἐκ τῆς Ἀθηνᾶς, ὡς ἐῤῥέθη, νύκτωρ ἐρεθισμὸν, ὃν οὐκ ἐθέλει ἐκκαλύπτειν ὁ Τηλέμαχος, οἷα φρονῶν μὴ χρῆναι εἰκῆ ἐκφαίνειν τὰ ἀπόῤῥητα. ἄλλως μέντοι καὶ ὁ ποιητὴς θᾶσσον ἐθέλει τὸν παῖδα ἐπαναγαγεῖν διὰ τὸν Ὀδυσσέα καὶ αὐτὸν ἤδη νοστῆσαι. καὶ οὕτω μὲν ὁ τοῦ σοφοῦ Ὀδυσσέως υἱὸς δυσωπεῖ τὸν Νεστορίδην τῇ τε πατρῴᾳ ξενίᾳ καὶ τῇ ὁμηλικιότητι καὶ τῇ συνδιατριβῇ. ὁ δὲ Νεστορίδης συμφρασάμενος θυμῷ, ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειε, φρονεῖ κέρδιον εἶναι στρέψαι ἵππους ἐπὶ νῆα. καὶ τὰ τοῦ Μενελάου κάλλιμα δῶρα πρύμνῃ ἐνὶ νηῒ θέμενος σπουδῇ νῦν ἀνάβαινε, φησὶν, ἤγουν ἀνάπλεε, κέλευέ τε πάντας ἑταίρους ὁμοίως ποιεῖν, πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμὸν, οἷος ἐκείνου θυμὸς ὑπέρβιος. οὔ σε μεθήσει, ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, τουτέστι πορεύσεται. οὐδέ ἑ φημὶ, ἢ οὐδέ σε φημὶ, ἂψ ἰέναι κενεὸν, ἤγουν μὴ ἔχοντα δῶρα. μάλα γὰρ κεχολώσεται ἔμπης, εἰ μὴ δηλαδὴ πεισθείης ἐκείνῳ. καλῶς ἄρα παρατρέχει τὸν γέροντα ὁ Τηλέμαχος, ἵνα μὴ βιασθεὶς καὶ παραμείνας εἰκῆ διατρίψῃ καιρὸν ἐκεῖ. Ὅρα δὲ καὶ ἐν τούτοις τὸ παρὲξ ἄγε νῆα αἰτιατικῇ συνταχθέν. Ἰστέον δὲ, ὅτι τὸ ἐκ πατέρων ἑρμηνευτικόν ἐστι τοῦ διαμπερὲς, καὶ ὅτι ταυτὸν ξένους ἐκ πατέρων φιλότητος εἰπεῖν καὶ ξένους πατρῴους, ὁποῖοι καὶ ἐν Ἰλιάδι Γλαῦκος καὶ Διομήδης. Τὸ δὲ νηῒ ἐνὶ πρύμνῃ τῷ μέρει τῇ πρύπνῃ συμπαρέλαβε τὸ ὅλον τὴν νῆα κατὰ ἰδέαν περιβολῆς. κεῖται δὲ τὸ σχῆμα καὶ ἐν τοῖς ἑξῆς. Τὸ δὲ, οἷος ἐκείνου θυμὸς ὑπέρβιος καὶ ἑξῆς, φιλικὴν βίαν φράζει. Θυμὸς δὲ ὑπέρβιος ἢ ὁ χόλος· διὸ ἐπήγαγε τὸ, μάλα γὰρ κεχολώσεται· ἢ βιαία ψυχὴ, ὡς δηλοῖ τὸ, οὔ σε μεθήσει, ἐξ οὗ μεθήμων ὁ ἀμελητής. Τοῦ δὲ εἴσεται ἐνεστὼς εἴω τὸ πορεύομαι, οὗ μνεία καὶ πρὸ ὀλίγων ἦν. Ἐπὶ δὲ τούτοις ὅρα καὶ ὅτι εὐτελῆ καὶ μὴ ἀναγκαῖα παρατρέχων ὁ ποιητὴς, εἰ καὶ εἶχε πλατύνειν καὶ ἀπʼ αὐτῶν τὴν ποίησιν, ὅμως οὔτε Πεισιστράτου οὔτε Νέστορος μεμνήσεται τί δή ποτε μετὰ ταῦτα πεποιήκασι καὶ εἴτε εἶπέ τι ὁ Πεισίστρατος τῷ πατρὶ εἴτε καὶ μὴ, καὶ εἴτε ἐδυσχέρανεν ὁ γέρων εἴτε καὶ μή. Ἔτι δὲ ὅρα καὶ ὡς ἐψεύσατο κατά τινα <!-- 2.97 -->περιπέτειαν ἀναγκαίως ὁ Τηλέμαχος. ὑπέσχετο μὲν γὰρ τῷ Μενελάῳ, ὡς πάντα τάδʼ ἐλθόντες καταλέξομεν τῷ Νέστορι. οὐ ποιεῖ δὲ αὐτὸ, οἷα ἐπειγόμενος εἰς τὴν πατρίδα διὰ τὸ ἐκ τῆς Ἑλένης οἰωνίσασθαι, ὡς ἴσως οἴκοι ἐστὶν ἄρτι Ὀδυσσεύς. διὸ καὶ εἶπεν ὅτι ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι. Ὅτι τὰ τῆς νηὸς ὅπλα τεύχεα καὶ ἐνταῦθα λέγει διὰ τὸ ταυτοδυνάμους τὰς λέξεις εἶναι κατὰ πολυωνυμίαν. φησὶ γὰρ Τηλέμαχος· ἐγκοσμεῖτε τὰ τεύχεα ἑταῖροι νηῒ μελαίνῃ, αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο, ἤγουν περάσωμεν διὰ κελεύθου τῆς κατὰ θάλασσαν. μετʼ ὀλίγα δὲ ὁ αὐτὸς κελεύσει τοῖς ἑταίροις ὅπλων ἅπτεσθαι, τὰ τεύχεα ὅπλα εἰπών. Ὅτι ἐπιτηδείως κἀνταῦθα ὁ ποιητὴς ἱστορικὸν ἐπεισόδιον τῇ αὐτοῦ ποιήσει ἐγκατατίθεται, ἀφορμὴν εὑρηκὼς τὴν τοῦ μάντεως Θεοκλυμένου ἔλευσιν εἰς τὸν Τηλέμαχον καὶ τὴν αὐτοῦ γενεαλογίαν, ὡς ῥηθήσεται. καὶ οὕτω ποικιλίαν τῇ ποιήσει τεχνᾶται, ὡς καὶ ἐν ἄλλοις ποιεῖ. ἔστι δὲ ἃ περὶ τοῦ Θεοκλυμένου λέγει, τοιαῦτα· ὁ μὲν δὴ, τουτέστιν ὁ Τηλέμαχος, ἐπονεῖτο θύων. σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ, τηλεδαπὸς, φεύγων ἐξ Ἄργεος, αὐτῆς δὴ τῆς πόλεως, ἄνδρα κατακτὰς, μάντις. ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν, τοῦ ἐν τῇ νεκυίᾳ γραφέντος, ὃς, ἤγουν ὁ Μελάμπους, πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, ἀφνειὸς Πυλίοισι, μέγʼ ἔξοχα δώματα ναίων. δὴ τότε, ἄλλων δῆμον ἀφίκετο πατρίδα φεύγων, τουτέστιν εἰς Ἄργος ἦλθε τὴν Πύλον φυγών. Νηλέα τε μεγάθυμον ἀγαυότατον ζωόντων, ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν εἶχε ποτὲ βίῃ, διὰ τὸν ἀδελφὸν δηλαδὴ Βίαντα, ὡς καὶ αὐτὸ ἱστορήθη πρὸ τούτων, ὑπὲρ οὗ ἑαυτὸν κινδύνῳ ἐκδοὺς ὁ Μελάμπους τέως μὲν, ὡς προεγράφη, παρὰ τῷ Θετταλῷ Φυλάκῳ δεσμῷ ἐν ἀργαλέῳ δέδετο κρατέρʼ ἄλγεα πάσχων, εἵνεκα Πηροῦς τῆς Νηλέως θυγατρὸς ἄτης τε βαρείας. τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐριννὺς, κακοθέντι διὰ τιμὴν τοῦ ἀδελφοῦ Βίαντος, καθὰ προδεδήλωται. ἀλλʼ ὁ μὲν Μελάμπους μαντευσάμενος τῷ Φυλάκῳ, ὅ περ ἐκεῖνος ἤθελεν, ἤθελε δὲ περὶ παιδοποιΐας ὡς προεδηλώθη, μαθεῖν, ἔκφυγε κῆρα μετʼ ἐνιαυτὸν, καὶ ἤλασε βοῦς ἐριμύκους τὰς τῆς Πηροῦς, ἐς Πύλον ἐκ Φυλάκης, καὶ ἐτίσατο ἔργον ἀεικὲς ἀντίθεον Νηλῆα, τὸ καὶ τὴν Πηρὼ δηλαδὴ κατεγγυῆσαι τῷ ἀδελφῷ Βίαντι ἄκοντος Νηλέως, καὶ τὰ χρήματα δὲ ἀφελέσθαι τὸν περὶ αὐτὰ ἄδικον. καὶ τοίνυν κασιγνήτῳ ἀγαγόμενος γυναῖκα τὴν Πηρὼ, ἄλλων ἵκετο δῆμον αὐτὸς, ὡς καὶ ἀνωτέρω ἔφη, Ἄργος ἐς ἱππόβοτον. αὐτόθι γάρ, φησιν, αἴσιμον ἦν ναίειν πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν. ἔνθα γήμας γυναῖκα καὶ ὑψερεφὲς θέμενος δῶμα γείνατο Ἀντιφάτην καὶ Μάντιον υἷε κραταιώ. ὧν Ἀντιφάτης μὲν τίκτεν Ὀϊκλῆα μεγάθυμον, Ὀϊκλῆς δὲ λαοσσόον Ἀμφιαρήονα, ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητα, οὐδʼ ἵκετο γήραος οὐδόν. ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων. τοῦ δʼ υἱεῖς ἐγένοντο, τουτέστι τοῦ Ἀμφιαράου, Ἀλκμάων Ἀμφίλοχός τε. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε. ἀλλὰ Κλεῖτον μὲν χρυσόθρονος ἥρπασεν Ἠὼς κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη. αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάρηος. ὃς, ὁ Πολυφείδης δηλαδὴ, Ὑπερησίηνδε, τουτέστιν εἰς Ὑπερησίαν πόλιν Ἄργους ἀπενάσσατο, πατρὶ χολωθείς. καὶ ἐκεῖ κατοικῶν ἐμαντεύετο πᾶσι βροτοῖς, τοῖς εἰς αὐτὸν δηλαδὴ φοιτῶσι. τούτου υἱὸς ἐπῆλθεν, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν, κλῆσιν ταύτην λαχὼν, οἰκείαν μάντεϊ, ὡς τὰ ἐκ θεῶν κλύων, ὅ περ ἐν Ἰλιάδι Ἕλενός που αὐχεῖ ἔχειν, εἰπών· ὡς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν. εἶτα ἐνταῦθα στήσας τὴν τοιαύτην ἱστορίαν ὁ ποιητὴς καὶ πλάσας εὐμεθόδως τὸν Θεοκλύμενον μὲν ἐρώτησιν θέσθαι πρὸς τὸν Τηλέμαχον τίς καὶ πόθεν καὶ τίνων γονέων ἐστὶ, τὸν δὲ Τηλέμαχον ἀπολογήσασθαι τὰ δοκοῦντα, ἐπάγει καὶ τὰ ἐφεξῆς καὶ συγκολλᾷ δεξιώτατα. μαθὼν γὰρ ὁ Θεοκλύμενος ἀποδημεῖν τῆς πατρίδος ἄρτι ἄκοντα τὸν Τηλέμαχον, φησὶν αὐτὸς ἀφηγηματικῶς· οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἤγουν μακρὰν τῆς πατρίδος, ἄκων εἰμὶ δηλαδὴ, ἄνδρα κατακτὰς ἔμφυλον, τουτέστι φυλέτην, ὁμόφυλον. πολλοὶ δὲ αὐτῷ κασίγνητοί τε ἔται τε Ἄργος ἀνʼ ἱππόβοτον. μέγα δὲ κρατέουσιν Ἀχαιῶν, ἤγουν Ἀργείων. τῶν ὑπαλευάμενος θάνατον φεύγω. ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι. εἶτα καὶ ἀξιῶν φησίν· ἀλλά με νηὸς ἔφεσσαι, τουτέστιν ἐπὶ τῆς νηὸς κάθισον, ἐπιβίβασον· ἐπεί σε φυγὼν ἱκέτευσα, μή με κατακτείνωσι, διωκέμεναι γὰρ ὀΐω. Καὶ ὅρα τὸ κομματικὸν τῆς ἀξιώσεως, ἐναγωνίως προαχθὲν, ὡς εἴ περ ἐπνευστία ὁ λέγων. <!-- 2.98 -->δυσὶ γὰρ στίχοις ἔννοιαι τέσσαρες ἔγκεινται. ὧν αἱ δύο μὲν προτάσεις εἰσὶν, αἱ δὲ δύο κατασκευαὶ αὐτῶν. οὕτω δὲ καὶ ἡ ἀρχὴ τοῦ ἱστορικοῦ διηγήματος κομματικῶς προήχθη, συνεξομοιουμένη τῷ προσώπῳ περὶ οὗ τὸ διήγημα. ἔφη γὰρ οὕτω· σχεδόθεν δέ οἱ ἦλθεν ἀνὴρ, τηλεδαπὸς, φεύγων ἐξ Ἄργεος, ἄνδρα κατακτὰς, μάντις. Πάνυ δὲ πολλὴ τῷ Θεοκλυμένῳ ἡ δειλία διὰ τὸ κρατερὸν τῶν τοῦ πεφονευμένου συγγενῶν, εἴ γε καὶ ὡς διώκοντας αὐτοὺς φαντάζεται. Ἡ δὲ ῥηθεῖσα περὶ Μελάμποδος καὶ Βίαντος τῶν ἀδελφῶν ἱστορία καὶ περὶ Νηλέως καὶ Πηροῦς ἱκανῶς ἐν τοῖς φθάσασι περὶ τῶν ἐν Ἅιδου ἡρωΐδων λεχθῆναι διείληπται. ἐν τοῖς ἐκεῖ δὲ καὶ περὶ τοῦ χρυσοῦ λέλεκται ὅρμου, ὃν ἡ Ἐριφύλη παρὰ Πολυνείκους λαβοῦσα τὸν ἄνδρα προέδωκεν Ἀμφιάραον, ὃν δὴ ὅρμον ἐνταῦθα δηλοῖ ὁ ποιητὴς ἐν τῷ, γυναίων εἵνεκα δώρων. Πολὺς δὲ τῷ ῥηθέντι διηγήματι σποράδην ἔπαινος ἔγκειται. μητέρα μὲν γὰρ μήλων τὴν Πύλον λέγει, ὡς πολυθρέμμονα, ἀφνειὸν δὲ καὶ μέγα ἔξοχα δώματα ναίοντα τὸν Μελάμποδα, καὶ πολλοῖς ἀνάσσοντα Ἀργείοισιν, εἰ καὶ ἄλλως κρατερὰ καὶ ἄλγεα ἔπαθε καὶ ἄτην βαρεῖαν ἔσχεν ἐξ Ἐριννύων. τὸν δὲ Νηλέα μεγάθυμον λέγει καὶ ἀγαυότατον ζωόντων, τοὺς δὲ Μελάμποδος υἱοὺς κραταιοὺς, ὧν ὁ ἕτερος τῷ Λαιστρυγόνι Ἀντιφάτῃ ὁμωνυμεῖ. μεγάθυμον δὲ τὸν Ὀϊκλέα. θεοφιλῆ δὲ τὸν Ἀμφιάραον καὶ λαοσσόον, ὅ ἐστι λαοὺς σόοντα, ἤτοι διώκοντα κατʼ ἀνδρίαν, ἢ σώζοντα διὰ μαντικῆς. τὸν δὲ πρὸ ὥρας θανεῖν δοκοῦντα Κλεῖτον περικαλλέστατόν φησιν, εἴ γε καὶ ἡ Ἠὼς ἠράσθη αὐτοῦ καὶ ἥρπασε διὰ κάλλος, καθὰ καὶ τὸν Τιθωνὸν, περὶ οὗ ἐν ἄλλοις κεῖται. τὸν δὲ Πολυφείδεα ὑπέρθυμόν τε λέγει καὶ μάντιν ἄριστον μετὰ τὸν Ἀμφιαράου θάνατον, ὡς ἐκείνου δηλαδὴ κρείττονος ὄντος ὅτε ζῶν ἦν. Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, Μελάμποδος ἔκγονος ἦεν, διὰ τοῦ κάππα ἔκγονος λέγεται ὁ κοινότερον ὀφείλων ἔγγονος λεχθῆναι. οὐ γὰρ κυρίως κατὰ κοινολεξίαν ὁ Θεοκλύμενος ἔκγονός ἐστι τοῦ Μελάμποδος, ὅτι μηδὲ υἱός. δισέγγονος γὰρ ἐκεῖθεν ἐστίν, ἐπεὶ Μελάμποδος, Μάντιος· οὗ Πολυφείδης· οὗ Θεοκλύμενος. ὥς περ αὖ πάλιν τρισέγγονος ἐκεῖθεν ὁ Ἀλκμάων, ὁ καὶ Ἀλκμαίων καὶ Ἀλκμὰν, ὡς προγέγραπται, ὁ ἀνελὼν τὴν μητέρα. Μελάμποδος γὰρ Ἀντιφάτης· οὗ Ὀϊκλῆς· οὗ Ἀμφιάραος, ἀνὴρ καὶ ἀνδρεῖος καὶ μαντικώτατος· οὗ Ἀλκμαίων. ἔστι δὲ εἰπεῖν πρὸς τὴν διὰ τοῦ κ γραφὴν τοῦ ἔκγονος, ὅτι τὸ ἐξεγένετο ῥῆμα εἰδὼς Ὅμηρος ἔκγονον ἐξ αὐτοῦ λέγει τὸν ἔκ τινος γένους, ὡς εἴ περ ἔφη ἀπόγονον. ἡ δὲ τοῦ ἐγγόνου γραφὴ τῶν μεθʼ Ὅμηρον ἐστίν. Ἐν δὲ τῷ, ἄλλων δῆμον ἀφίκετο, διφορεῖται μὲν κατὰ τὴν γραφὴν τὸ ἄλλων, κρεῖττον δὲ ἐκτείνειν αὐτό. ἐπεὶ μετʼ ὀλίγα εἰς τόπον σπονδείου κεῖται τὸ, ὁ δʼ ἄλλων ἵκετο δῆμον. Δασπλῆτις δὲ Ἐριννὺς κατὰ πλεονασμὸν τοῦ σ, ἡ ἄγαν πελάζουσα ἢ πλήττουσα. Τὸν δὲ Ἀμφιάραον φιλεῖν ὁ Ζεὺς μὲν λέγεται ὡς βασιλικὸν ἄνδρα καὶ διατοῦτο διογενῆ καὶ διοτρεφῆ, Ἀπόλλων δὲ ὡς μάντιν. Τὸ δὲ, οὐδʼ ἵκετο γήραος οὐδὸν, ἁπλῶς οὕτω καὶ ἀφελῶς εἰπεῖν δοκεῖ ὁ ποιητὴς, καὶ οὐ πρός τι σκῶμμα καὶ φαυλισμὸν, ὡς καὶ ὅτε τινὰ ἱστορήσας ἐν Ἰλιάδι πάντας ξενίζοντα εἴπῃ, ὅτι κτεινομένῳ αὐτῷ οὐδεὶς ἐκείνων παραστὰς ἐπήμυνεν, οὐ λέγει οὕτως οἷα φαυλίζων τὸ τῆς ξενίας ἀγαθὸν, ἀλλʼ αὐτὸ τὸ ὂν διηγούμενος. οὕτω δὲ καὶ ὅτε φιλεῖσθαι τινὰ εἰπὼν ὑπὸ Ἀρτέμιδος ἔφη, ἀλλʼ οὔ οἱ θνήσκοντι ἐκείνη παρέστη, οὐ μωμεύει, ἀλλʼ ἱστορεῖ. ὁμοίως οὖν καὶ Ἀμφιάραος οὐ κατεγήρασε, καὶ ταῦτα φιλούμενος θεοῖς, οἳ πεπρωμένης μὲν οὐκ ἀπολύουσί τινα, ζῶντι δέ, φασιν, ἀγαθῶν αἴτιοι γίνονται. Μένανδρος μέντοι ἄλλως ἂν λύσῃ τὸ ἄπορον, δοξάζων σύμβολον θεοφιλοῦς εἶναι τὸ μὴ καταγηρᾶν. φησὶ γάρ· ὃν οἱ θεοὶ φιλοῦσιν, ἀποθνήσκει νέος. Τιθωνῷ γοῦν ὑπεργηράσαντι οὐ συνήνεγκε τὸ μακρογήρων. Τὸ δὲ, ἐφίλει παντοίην φιλότητα, εἴρηται μὲν ἐτυμολογικῶς, ἐμφαίνει δὲ πολυάρετον εἶναι τὸν Ἀμφιάρεων κατά τε τὸ βασιλικὸν καὶ τὸ ἀνδρεῖον καὶ τὸ μαντικὸν, ἴσως δὲ καὶ τὸ ἐξ Ἀπόλλωνος μουσικὸν καὶ τοιαῦτα τινά. Γήραος δὲ οὐδὸν ἢ τὴν ὁδὸν λέγει, ἐῤῥέθη γάρ που καὶ ἐπὶ ὁδοῦ τὴν λέξιν ταύτην κεῖσθαι, ἢ καὶ ὡς ἐπὶ οἴκου γήραος οὐδὸς ἡ εἰς τὸ γῆρας εἰσέλευσις. Ὅρα δὲ καὶ τὴν βαρυτόνησιν τοῦ Πολυφείδεος καὶ τοῦ Κλείτου, τὰ γὰρ ἐπίθετα ὀξυτονοῦνται, ἤγουν ὁ πολυφειδὴς ὁμοίως τῷ ἀφειδὴς καὶ ὁ κλειτὸς ἐπὶ ἐνδόξου. τῷ δὲ τοιούτῳ Κλείτῳ ὁμώνυμος καὶ ὕστερον ὁ τῷ Μακεδόνι Ἀλεξάνδρῳ φίλος. Τὸ δὲ πατρὶ χολωθεὶς βιωτικῶς κεῖται δίχα αἰτίας, ὡς οὐκ ἀδύνατον ὂν καὶ πατράσι διαφόρους γίνεσθαι τοὺς υἱούς. <!-- 2.99 -->Σημείωσαι δʼ ἐνταῦθα καὶ ὡς εἰ καὶ χρησιμεύσει τῷ Τηλεμάχῳ Θεοκλύμενος ὡς μάντις, ἀλλὰ τοῦτο μὲν ὕστερον. νῦν δὲ ὡς ξένος καὶ ὁμοιοπαθὴς προσλαμβάνεται. αὐτός τε γὰρ, ὡς ἐῤῥέθη, φυγὰς ἥκει, καὶ Τηλέμαχος δὲ ἄκων τῆς πατρίδος ἀποδημεῖ. Σημείωσαι δὲ καὶ ὅτι εἶχε μὲν ὁ ποιητὴς τὴν Θεοκλυμένου γενεαλογίαν αὐτῷ περιθεῖναι τῷ Θεοκλυμένῳ, ἵνα, καθάπερ αὐτὸς ἐρωτήσας ὡς ῥηθήσεται τὸν Τηλέμαχον τίς καὶ πόθεν ἐστὶν, ἔμαθε τὰ ἐκείνου, οὕτω καὶ ὁ Τηλέμαχος ἐξ ἐρωτήσεως γνοίη τὰ τούτου. οὐ ποιεῖ δὲ οὕτω διὰ τὴν κατέπειξιν τοῦ καιροῦ. διὸ καὶ τὴν τοῦ Τηλεμάχου ἀπόκρισιν βραχυτάτην πλάττει γενέσθαι. καὶ ἄλλως δὲ εἰπεῖν, Θεοκλύμενος μὲν ἠρώτησε τὸν Τηλέμαχον τίς ἂν καὶ πόθεν εἴη ἀναγκαίως, οἷα δεδιὼς μὴ τῶν διωκόντων προσγενὴς εἴη. Τηλέμαχος δὲ σπεύδων οὐκ ἂν ὁμοίως ἐκεῖνον ἔροιτο. διὸ φθάνων ὁ ποιητὴς αὐτὸς ἡμῖν γενεαλογεῖ τὸν Θεοκλύμενον, ἵνα μὴ καὶ ἄλλως πλάσας λαλοίη ἀπίθανα. Ἰστέον δὲ καὶ ὅτι τὸ ἄνδρα ἔμφυλον πρωτότυπόν ἐστι τοῦ ἐμφύλιον, ὡς καὶ τοῦ οὔλιος προϋπόκειται ὁ οὖλος καὶ τοῦ ἐλευθέριος ὁ ἐλεύθερος. οὕτω δὲ καὶ τοῦ δούλιον ἦμαρ τὸ δοῦλον προϋπόκειται. Ὅτι καὶ ὁ Θεοκλύμενος ἐνταῦθα ἐκ τοῦ καιροῦ λαβὼν προοίμιον, εὗρε γὰρ τὸν Τηλέμαχον σπένδοντα εὐχόμενόν τε περὶ εὐπλοίας, φησίν· ὦ φίλε, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, λίσσομαι ὑπὲρ θυέων, ἤγουν τῶν ἄρτι τούτων θυσιῶν καὶ θεοῦ, ᾧ εὔχῃ, ἠδὲ τοκήων κατά τινα τῶν ἀντιγράφων, κατὰ δὲ ἕτερα, αὐτὰρ ἔπειτα σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων οἵ τοι ἕπονται, εἰπέ μοι εἰρομένῳ νημερτέα μηδὲ ἐπικεύσῃς, τίς πόθεν εἶς ἀνδρῶν καὶ τὰ ἑξῆς. δέδοικε γὰρ, ὡς εἰκὸς, καθὰ καὶ προείρηται, μή ποτε προσήκῃ τῷ γένει τοῦ φονευθέντος, ὁ δὲ κεφαλαιωσάμενος τὰ καθʼ ἑαυτὸν ἐν στίχοις τέτρασι φησίν· ἐξ Ἰθάκης γένος εἰμὶ, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεὺς, εἴ ποτʼ ἔην, νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο. καὶ ἦν μὲν ἀκόλουθον μαντεύσασθαί τι ἐνταῦθα τὸν Θεοκλύμενον περὶ Ὀδυσσέως. ἐπεὶ δὲ οὐκ ἦν οὐδὲ τοῦτο γενέσθαι νῦν διὰ τὴν σπουδὴν, μαντεύσεται καιρίως μετʼ ὀλίγα καὶ φιληθήσεται ὑπὸ τοῦ Τηλεμάχου εἰς πλέον. καὶ ὅρα τὸ, εἴ ποτʼ ἔην, περιπαθῶς τε λεχθὲν καὶ ἐπὶ διορθώσει τοῦ, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς· οὐ γὰρ ἔστιν ὁ ἤδη φθαρεὶς ὀλέθρῳ λυγρῷ, ἀλλὰ ἦν ποτέ. Καὶ ὅτι τὸ σπένδειν καὶ εὔχεσθαι θύειν εἶπεν, ὡς καὶ πρὸ ὀλίγων, εὔχετο, θῦε δʼ Ἀθήνῃ. ἄλλως γὰρ οὐχʼ ὑπόκειταί τι ἐνταῦθα θυόμενον. Ὅτι φιλοξένου ἀνδρὸς λόγος τὸ, οὐ μὲν δή σʼ ἐθέλοντά γε ἀπώσω, Ἀττικῶς δὲ εἰπεῖν, ἀπώσομαι. ἀλλʼ ἕπευ. αὐτὰρ κεῖθι φιλήσεαι οἷά κʼ ἔχωμεν. Ὅτι καὶ ἐνταῦθα ἴκρια τὰ τῆς νηὸς λέγει καταστρώματα. τὸ γοῦν ἔγχος τοῦ ξένου Θεοκλυμένου δεξάμενος ὁ Τηλέμαχος οὐκ ἔστησεν ὀρθὸν, ἀλλὰ νηὸς ἐπʼ ἰκριόφιν ἐτάνυσεν. εἶτα καὶ τιμῶν αὐτὸν ἄγχι αὐτοῦ ἐκάθισεν ἐν τῇ πρύμνῃ τῆς νηὸς, περὶ ἣν οἱ ἔνδοξοι κάθηνται. Ὅτι καὶ ἐνταῦθα διασκευάζων πλοῦν ἱστόν τε εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης φησὶ σταθῆναι καὶ προτόνοις αὐτὸν δεθῆναι. ἱστία τε λευκὰ ἑλκυσθῆναι οὐ σχοίνοις ἀλλὰ εὐστρέπτοισι βοεῦσιν, ὡς καὶ πρὸ τούτων ἀλλαχοῦ. λέγει δὲ καὶ ἴκμενον αὐτοῖς οὖρον πεμφθῆναι θεόθεν λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα ναῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. ἀνύεται δὲ τοῦτο οὔρῳ, τουτέστι φορῷ ἀνέμῳ καὶ ὁρμητίᾳ οὐχʼ ἁπλῶς ἀλλὰ καὶ ἐπαιγίζοντι, τουτέστιν ἔχοντι καὶ αἰγίδος τι, ἀφʼ ἧς παρονομάζεται καὶ ἡ καταιγίς. Τὸ δὲ λάβρον οὐ σφαλερὸν μὲν, εἰ καὶ τῇ αυ διφθόγγῳ παραλήγεται παρὰ τὴν αὖραν. ἀρέσκει δὲ τοῖς ἀκριβεστέροις διὰ τοῦ βῆτα γράφεσθαι διὰ τὸ λίαν βαρύ. ἐπεὶ καὶ ζαχρηεῖς ἄνεμοι κατὰ τοιοῦτον σημαινόμενον λέγονται. ἄδηλον δὲ εἴτε στικτέον εἰς τὸ λάβρον, εἴτε καὶ συναπτέον αὐτὸ πρὸς τὸ ἐπαιγίζοντα, ἵνα ἐκείνως μὲν λέγῃ κατὰ γένος ἀρσενικὸν λάβρον ἄνεμον, οὕτω δὲ λάβρον ἐπαιγίζοντα κατὰ γένος οὐδέτερον. Ἐν δὲ τῷ διʼ αἰθέρος αἰθὴρ φανερῶς ὁ ἀὴρ λέγεται. ἄλλως γὰρ ὁ κυρίως αἰθὴρ νήνεμός ἐστιν. Ὅτι ἐν τῷ, ἡ δὲ, τουτέστιν ἡ ναῦς, Φερὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ, Φερὰς, τὰς Φηρὰς λέγει, συστείλας τὸ η διὰ τὸ μέτρον, ὁμοίως τῷ, ξηρὸν ξερὸν, οἷον, ποτὶ ξερὸν ἠπείροιο, καὶ νοσηρὸν νοσερόν, καὶ ἀσκηθὴς ἀσκεθὴς, οἷον, ἀσκεθέες καὶ ἄνουσοι. Εἰσὶ δὲ Φεραὶ μὲν περὶ Θετταλίαν, ὡς ἡ Ἰλιὰς δηλοῖ, Φηραὶ δὲ αὗται περὶ τὴν ἐν Πελοποννήσῳ Μεσσηνίαν γῆν καὶ περί που τὴν Ἤλιδα καὶ τοὺς Ἐπειοὺς, ὡς δηλοῖ τὸ, ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. δῆλον δὲ ὅτι οἱ ἐκ Πύλου πρὸς Ἰθάκην πλέοντες διὰ τῶν <!-- 2.100 -->ἐνταῦθα δηλουμένων τόπων ἵενται, τῶν Φερῶν, τῆς Ἤλιδος, καὶ τῶν ἑξῆς. Τὸ δὲ ἐπέβαλλεν ἀντὶ τοῦ εὐστόχως καὶ ἐπιτυχῶς ἔπλεεν, ὡς ἐκ τοῦ βάλλειν, ὃ δηλοῖ τὸ ἐπιτυγχάνειν. ἐνταῦθα δὲ μέμνηται καὶ θοῶν νήσων, εἰπών· ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν. αἱ δὲ τοιαῦται τῶν Ἐχινάδων εἰσὶ, καθὰ καὶ τὸ Δουλίχιον τὸ πρὸ ὀλίγου ῥηθὲν, ὡς ὁ γεωγράφος φησὶν, ὃς καὶ πλησιάζειν αὐτὰς λέγει τῷ Κορινθιακῷ κόλπῳ. Περὶ δὲ θοῶν νήσων ἀκριβῶς ἐν τοῖς εἰς τὴν Βοιωτίαν γέγραπται. Θοαὶ δέ, φασι, νῆσοι, μεταληπτικῶς αἱ λεγόμεναι ὀξεῖαι. δῆλον δὲ ὅτι τὸ θοὸν καὶ ἐπὶ τοῦ ὀξέως τίθεται, ὅθεν καὶ θοῶσαι τὸ ἀποξῦναι, ὡς τὸ, ἐγὼ δʼ ἐθόωσα παραστάς. Ὅτι ἀναμενεῖ μὲν ἐξανάγκης Ὀδυσσεὺς τὴν τοῦ υἱοῦ ἐπάνοδον, ὅμως δὲ συβώτεω πειρητίζων, τουτέστιν ἀποπειρώμενος, εἴ περ αὐτὸν ἔτι φιλέοι μεῖναί τε κελεύοι αὐτοῦ ἐνὶ σταθμῷ ἢ ὀτρύνειε πόλινδε, φησὶν, ὅτι ἕωθεν ἐθέλω εἰς ἄστυ ἀπελθεῖν πτωχεύσων, ἤγουν ἐπαιτήσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους. ἀλλά μοι εὖ τε ὑπόθευ, ἤγουν συμβούλευσον, καὶ ἅμα ἡγεμόνα ἐσθλὸν ὄπασσον. καὶ ἑρμηνεύων, τίνα φησὶν ἡγεμόνα, ἐπάγει· ὅς κέ με κεῖσε ἀγάγῃ. κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ, τουτέστιν ἀναγκαίως, πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ. λέγει δὲ καὶ ὅτι ἐλθὼν καὶ εἰς τὸν τοῦ Ὀδυσσέως οἶκον ἀγγελίην εἴποιμι τῇ γυναικὶ, καὶ μνηστῆρσι δὲ ἂν μιγείην, εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες. εἶτα καὶ συνιστῶν ἑαυτὸν πτωχικῶς, ὡς χρήσιμον δῆθεν τοῖς μνηστῆρσιν ἐσόμενον, καταλέγει ἃ δύναται δρᾶν, εἰπών· αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ὅττι θέλοιεν. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον. Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει, δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος, πῦρ τʼ εὖ νηῆσαι, διά τε ξύλα δανὰ κεάσαι, δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι, οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρῃες. καὶ τοιαῦτα μὲν Ὀδυσσεὺς, πειρητίζων, ὡς ἐῤῥέθη, τοῦ δούλου. ὁ δὲ δεινοπαθήσας ἐφʼ οἷς ἤκουεν, ᾤ μοι, ξεῖνε, φησὶ, τί σοι ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθι ὀλέσθαι, εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον, ὧν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει, οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων, κατὰ σὲ δηλαδὴ τὸν καὶ ῥωγαλέα φοροῦντα καὶ ῥυσὸν, ἀλλὰ νέοι χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας. αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα, οἵ σφιν ὑποδρώωσιν. ἐΰξεστοι δὲ τράπεζαι σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασι. τρυφώντων δὲ καὶ πολυτελῶν χαρακτῆρες ταῦτα ἀνθρώπων. εἶτα καὶ δεικνὺς ὡς οὐκ ἄχθεται παρόντι τῷ ξένῳ, φησίν· ἀλλὰ μένε, οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι. οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων οἵ μοι ἔασιν. Καὶ ὅρα ὅτι Ὀδυσσεὺς μὲν ἐν τῷ, μή σε κατατρύχω καὶ ἑταίρους, ὤκνησε συνδούλους ἤ τι τοιοῦτον εἰπεῖν, θεραπεύων, οἷα εἰκὸς, τὸν ξενοδόχον δοῦλον. ὁ δὲ Εὔμαιος ἄλλως ἑταίρους τοὺς συνδούλους λέγει διὰ τὸ τοῦ ἤθους μέτριον. Τὸ δὲ οἵ μοι ἔασι πρὸς ἀκρίβειαν εἶπεν. εἰ γὰρ καὶ τυχὸν ἄλλος τις τῶν ἐμοὶ ἑταίρων ἀνιάσεται ἐπὶ σοὶ, ἀλλʼ οὐχὶ καὶ οὗτοι οἵ πέρ εἰσιν ὑπʼ ἐμοί. εἶτα καὶ καιρὸν τίθησι τοῦ μένειν, ὁποῖον ὁ Ὀδυσσεὺς ἐθέλει, εἰπὼν ὡς ἐπειδὰν ὁ Τηλέμαχος ἔλθοι, ἐκεῖνος χλαῖνάν τε χιτῶνά τε δοὺς πέμψει ὅππῃ σε κραδίη θυμός τε κελεύει. Καὶ ὅρα τὸ πέμψει, οὗ περ οὐκ ἔχει καιριωτέραν λέξιν ἐν τοῖς τοιούτοις ὁ ποιητής. Τὸ δὲ, αἴ κέν τις κοτύλην παρέξῃ, καὶ τὸ, εἴ μοι δεῖπνον δοῖεν, τοῦ αὐτοῦ εἰσὶ σχήματος, καὶ δηλοῦσι τὸ, εἴ πως ἀντὶ τοῦ, ὅπως ὀρέξῃ καὶ ὅπως δοῖεν. Ὁμώνυμος δὲ λέξις καὶ τὸ ὀρέξαι. χεῖρα μὲν γάρ τις ὀρέγει ἐκτείνων αὐτήν. δῶρον δὲ ὀρέγει, ἤγουν δίδωσιν, ἐκτείνων χεῖρα. Κοτύλη δὲ ποτηρίου ἤτοι ἐκπώματος εἶδος. ἔστι δὲ ὅτε καθὰ καὶ νῦν καὶ τὸ ἔσω αὐτοῦ ὑγρὸν ὁμωνύμως κοτύλη λέγεται, καθὰ καὶ μέδιμνον καὶ σχοῖνιξ τό, τε μέτρον καὶ τὸ μετρούμενον. ὅτι δὲ κοτύλη καὶ τὸ κοῖλον ὀστοῦν, ᾧ ἐνστρέφεται ὁ μηρὸς, κοτύλαι δὲ καὶ τὰ περὶ τὰς πλεκτάνας τῶν πολυπόδων πυκνὰ κοῖλα σαρκία, δηλοῦται ἀλλαχοῦ. ἐκ δὲ τῆς ἐνταῦθα κοτύλης καὶ κοτυλήρυτον ὕδωρ ἢ αἷμα τὸ κοτύλῃ, ἀρυόμενον. Τοῦ δὲ πύρνου τὸ γένος ἄδηλόν φασιν εἶναι. εἰ δὲ καὶ πύρνα εὕρηται παρὰ τῷ ποιητῇ, ὑποπτεύεται καὶ οὕτως ἡ λέξις μή ποτε μεταπέπλασται ὡς τὰ σταθμὰ καὶ τὰ κέλευθα καὶ τὰ δεσμὰ καὶ τὰ τοιαῦτα. λέγει δὲ πύρνον τὸν πύρινον, ὅ ἐστι σίτινον ἄρτον ἢ ψωμὸν κατὰ τοὺς παλαιούς. Δεῖπνον δὲ, ὡς ἐκ μέρους τοῦ πρωϊνοῦ ἐμβρώματος, καὶ τὸ ἄριστον καὶ τὸν δόρπον φησίν. Ὀνείατα δὲ μυρία καὶ νῦν τὰ βρώματα, ἐξ ὧν ἔστι τις ὄνησις. Τὸ δὲ εὖ δρώοιμι ἀντὶ τοῦ διακονοίην, ὑπηρετοίην. δρᾶν γὰρ <!-- 2.101 -->τὸ ὑπηρετεῖν, καὶ μετὰ προθέσεως παραδρᾶν καὶ ὑποδρᾶν. καὶ δραστῆρες οἱ θεράποντες καὶ δρήστεια τὸ τούτου θηλυκὸν καὶ δρηστοσύνη καθʼ ὁμοιότητα τοῦ παλαισμοσύνη ἡ ταπεινὴ διακονία ἤγουν τὸ, πῦρ ἀνάψαι καὶ ξύλα κεάσαι καὶ τὰ ἑξῆς, ὡς δηλοῖ καὶ ὁ ποιητής. Τὸ δὲ Ἑρμείαο ἕκητι ἀντὶ τοῦ διὰ τὸν Ἑρμῆν. αὐτὸς γὰρ οὐχʼ ὡς λόγιος οὐδʼ ὡς ἐμπολαῖος ἢ στρόφις ἤ τι τοιοῦτον, ἀλλʼ ὡς κερδῷος ἢ καὶ διάκτορος ἐπιστατεῖν δοκεῖ ταῖς ῥηθείσαις ὑπουργίαις καὶ χαρίεντα ποιεῖ τὰ κατʼ αὐτὸν διακονικὰ βουλεύματα. καὶ ἔστιν ὅμοιον τὸ εἰπεῖν ὡς Ἑρμείου ἕκητι ὑπουργική εἰμι, ὡς εἰ καὶ ὁ πολεμικὸς Ἄρεος χάριν τοιοῦτος εἶναι εἴπῃ καὶ ὁ μουσικὸς Ἀπόλλωνος ἕκητι. Πῦρ δὲ νηῆσαι τὸ ἐκ σπινθήρων σωρεῦσαι καὶ οὕτως ἄναμμα πυρὸς διὰ ξύλων ποιήσασθαι. Ὅτι δὲ νηῆσαι τὸ σωρεῦσαι, δηλοῖ καὶ ἡ Ἰλιάς. τινὲς δὲ πῦρ εὐνῆσαι γράφουσιν, ἤτοι φυλάξαι, κατευνάσαι, ζωπυρῆσαι ἐν σποδιᾷ. Τὸ δὲ ξύλα δανὰ κεάσσαι, τουτέστι ξηρὰ καὶ ἐπιτήδεια εἰς τὸ δαίεσθαι, γράφεται καὶ ξύλα πολλὰ κεάσαι. Ὅρα δʼ ἐνταῦθα καὶ συχνὰ πάρισα τὸ νηῆσαι, κεάσαι, δαιτρεῦσαι, ὀπτῆσαι, οἰνοχοῆσαι, διʼ ὧν καλλωπιζόντων ὑπανίσταται ἠρέμα τὸ τῆς εὐτελοῦς ἐνταῦθα ἐννοίας ταπεινόν. Ἐν δὲ τῷ ἀγαθοῖς πάρα δρώωσι χέρῃες, τινὲς γράφουσιν ὑφὲν παραδρώωσιν ἤγουν παραδιακονοῦσι. δῆλον δʼ ὅτι ποιητικωτέρα λέξις τὸ τοιοῦτον δρᾶν καὶ αἱ ἀπʼ αὐτοῦ κινήσεις, καθὰ καὶ τὸ περᾶν ἤγουν πέραν πιπράσκειν καὶ τὸ περάσαι καὶ ὅσα ἐκ τούτου. οἷς καὶ ἐπιμένει διὰ τὸ καίριον τῆς κυριολεξίας ὁ ποιητὴς, ἤγουν τοῖς μὲν ἐκ τοῦ δρᾶν ἐνταῦθα, τοῖς δὲ ἐκ τοῦ περᾶν μάλιστα ἐν Ἰλιάδι. Χέρῃες δὲ γίνονται μὲν κατὰ συγκοπὴν καὶ τροπὴν Ἰωνικὴν ἀπὸ τοῦ χερείονες. δηλοῖ δὲ τοὺς ταπεινοὺς καὶ ὡς εἰπεῖν χειρουργούς. ὁποίαν καὶ τὴν χειρομάχαν πληθὺν οἶδεν ὁ Ναυκρατίτης σοφιστής. ἀντίκεινται δὲ οἱ χέρῃες τοῖς ἀγαθοῖς. καὶ εἴ πέρ εἰσι χέρῃες οἱ ταπεινοὶ καὶ πτωχοὶ, λέγοι ἂν ἀγαθοὺς ἐνταῦθα τοὺς ἀπεναντίας τούτοις ὁ ποιητής. Τοῦ δὲ χέρῃες εὕρηται ἐν ἄλλοις καὶ δοτικὴ χέρηϊ, καὶ αἰτιατικὴ, χέρῃα. Τὸ δὲ, μνηστήρων καταδῦναι ὅμιλον, τὸ πολὺ πλῆθος τῶν μνηστήρων δηλοῖ. Τὸ δὲ, σιδήρεον οὐρανὸν ἵκει, ὅμοιον μέν ἐστι τῷ, αὐτὴ δʼ οὐρανὸν ἷκεν, ὅ περ ἐν Ἰλιάδι ἐπὶ μάχης κεῖται. σιδήρεον δὲ οὐρανὸν δηλοῖ τὸν ἐν ἄλλοις χάλκεον, ὡς ἀδιάφορον ὂν οὕτως ἢ οὕτως εἰπεῖν. Τὸ δὲ εὖ εἱμένοι, ὅ ἐστιν ἐνδεδυμένοι, τὸ εὐειμονεῖν παράγει. Λιπαροὶ δὲ κεφαλὰς οἱ τρυφῶντες, ὅ ἐστι λιπῶντες, ὡς ἀπὸ μέρους εἰπεῖν, τὸ πᾶν σῶμα. οἱ δὲ τοιοῦτοι οὐκ ἂν εἶεν ῥυσοὶ ἢ ῥικνοὶ κατὰ τοὺς ἀλιπεῖς. οὐ μόνον δὲ κεφαλαὶ λιπαραὶ, ἀλλὰ καὶ πόδες, κατὰ τὸ, ποσσὶ δʼ ὑπὸ λιπαροῖσι. Τὸ δὲ καὶ καλὰ πρόσωπα περιττῶς μὲν κεῖσθαι δοκεῖ. συνεπινοοῦνται γὰρ αὐτὰ πάντως τῇ κεφαλῇ· ἐκφωνοῦνται δὲ ὅμως ἰδίᾳ διὰ τὸ ἐν αὐτοῖς μάλιστα ἐκφαίνεσθαι τὴν λιπαρότητα οἷα προκειμένοις τῶν ὄψεων. Ὅτι φιλόφρονος ξένου λόγος πρὸς ξενοδόχον τὸ, αἴθʼ οὕτως φίλος θεῷ γένοιο, ὡς ἐμοὶ, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς. εἶτα ὁ τοῦτο εἰπὼν Ὀδυσσεὺς ἐπιπλέκων καὶ γνωμικὸν κατὰ τῆς πλάνης φησί· πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν. ἀλλʼ ἕνεκα οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν ἀνέρες, ὅν κεν ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος, τὰ οἱονεὶ σύστοιχα καὶ τῇ ἄλῃ παρεπόμενα. Ὅρα δὲ καὶ νῦν τὸ, ὅν κεν ἵκηται, ἀντὶ τοῦ, εἰς ὃν ἂν παραγένηται. ἀπὸ γὰρ πληθυντικοῦ τοῦ ἀνέρες, εἰς ἑνικὸν κατέβη συνήθως. αἴτιον δὲ τούτου, ὅτι οὐ πάντες βλάπτονται διὰ τῆς γαστρὸς, ἀλλʼ ὃν ἂν ἵκηται ἡ πλάνη. ἐκεῖνος γὰρ μάλιστα διὰ τὴν γαστέρα μυρία πάσχει κακά. ἀπὸ δὲ τῆς ἄλης ὅτι καὶ ὁ ἀλήτης καὶ ὁ ἀλαζὼν, δῆλον. κεῖται γὰρ ἐν ῥητορικῷ λεξικῷ, ὅτι ἀλαζὼν κυρίως ὁ ἀπὸ ἄλης ζῶν καὶ ἀγύρτης, ἁπλῶς δὲ ὁ φέναξ. Ὅτι ἐρώτησις περὶ φίλων ἀποδήμων τὸ, εἰπὲ ἄγε μοι περὶ τῶν δεῖνα εἴ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο ἢ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, εἰσὶ δηλαδή. Ὅτι ἐρωτηθεὶς ὁ συβώτης περὶ Ὀδυσσέως εἰ ζῶσιν οἱ δεσποτικοὶ γονεῖς, λαβὼν ἐντεῦθεν ἀφορμὴν, οὐ μόνον πρὸς τὸ ἐρωτηθὲν λαλεῖ, ἀλλὰ καὶ ἄλλα τινὰ κατὰ ποικιλίαν ποιητικὴν προσεπιτίθησιν. ἐν οἷς καὶ περὶ ἑαυτοῦ λαλεῖ τι. καὶ τῆς δεσποίνης δὲ δεινότητα κατειπὼν, εἶτα καὶ ὑπεραπολογεῖται εὐνοϊκῶς. φησὶ γοῦν ὡς Λαέρτης μὲν ἔτι ζώει. εὔχεται δὲ θυμὸν ἀπὸ μελέων φθίσθαι, ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο, τοῦ Ὀδυσσέως δηλαδὴ, κουριδίης τʼ ἀλόχου δαΐφρονος, τῆς Ἀντικλείας δηλονότι, ἣ αὐτὸν μάλιστα ἤκαχεν ἀποφθιμένη, καὶ ὠμῷ γήραϊ δῶκεν. αὐτὴ δέ, φησιν, ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο λευγαλέῳ θανάτῳ. <!-- 2.102 -->ὣς μὴ θάνοι ὅς τις ἔμοιγε ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι, περιπαθῶς τοῦτο εἰπὼν ἐν μέσῳ κατὰ λόγον ἐπεμβολῆς διὰ τὸ τοῦ θανάτου δεινόν. λύπῃ γὰρ τακεῖσα διεφθάρη κατά τινας, ἕτεροι δὲ ὡς καὶ προεῤῥέθη, ἀγχόνῃ φασὶν αὐτὴν μεταλλάξαι τὸν βίον. διὸ καὶ τὸν Εὔμαιον ἀπεύξασθαι τὸν τοιοῦτον θάνατον, διὰ τὸ μὴ καθαρὸν εἶναι, ὡς ἐν τοῖς μεταταῦτα δηλώσει καὶ ὁ ποιητής. Εἶτα ὁ Εὔμαιος εὐγνωμόνως ἐπαινῶν τὴν θανοῦσαν ἐπιφέρει· ὡς ὄφρα μὲν δὴ κείνη ἔην ἀχέουσά περ ἔμπης, τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἔρεσθαι, οὕνεκά με αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παῖδα, τῇ ὁμοῦ ἐτρεφόμην. ὀλίγον δέ τί με ἧσσον ἐτίμα. αὐτὰρ ἐπεὶ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω, τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρία ἕλοντο, ἕδνα δηλαδή. αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη καλὰ μάλʼ ἀμφιέσασα ποσὶ δʼ ὑποδήματα δοῦσα, ἀγρόνδε προΐαλλε. φίλει δέ με κηρόθι μᾶλλον. νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι, ἀλλά μοι αὐτῷ ἔργον ἀέξει θεὸς, ᾧ ἐπιμίμνω. τῶν ἔφαγόν τʼ ἔπιόν τε, καὶ αἰδοίοισιν ἔδωκα. εἶτα οἱονεὶ ψέγων καὶ αὖθις ἀπολογούμενος φησίν· ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ, ἄνδρες ὑπερφίαλοι. μέγα δὲ δμῶες χατέουσιν ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι ἀγρόνδε, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει. ὃ δὴ λόγου ἐστὶν οἰκονομικοῦ, ὡς τῶν δούλων οὕτω δελεαζομένων. Ὅρα δὲ καὶ ὡς ἀφελῶς ὁ Εὔμαιος οἷα δοῦλος λαλεῖ, γλυκέα φράζων, οὐ μὴν σπουδαῖα τινά. οὗ περ κἀκεῖνο ἀφελὲς, ὡς ἐρωτηθεὶς εἰ ζῶσιν οἱ τοῦ Ὀδυσσέως τοκέες, ὁ δὲ πολὺν λόγον ἐδαπάνησεν εἰς οὐδὲν δέον, χορηγῶν τῷ Ὁμήρῳ πλατυσμὸν ποιήσεως. πολλὰ δὲ τοῦ τοιούτου λόγου καὶ εἰς πεζολογικὴν παραπλοκὴν χρήσιμα, οἷον, εἰς προσπάθειαν δεσποτικὴν καὶ εἰς λύπην τὴν ἐπὶ στερήσει καλοῦ τινὸς, καὶ εἰς εὐχαριστίαν τὴν ἐπὶ εὐτυχίᾳ, καὶ εἰς γογγυσμὸν εἰ παρὰ τοῦ δεσπότου πάσχει τις κακόν. Τὸ δὲ θυμὸν φθίσθαι, ὅ ἐστι φθαρῆναι, πολλὰ μὲν τῶν ἀντιγράφων διὰ διφθόγγου γράφουσι διὰ τὸ φθέω φθῶ· τινὰ δὲ καὶ διὰ τοῦ ἰῶτα, ὡς ἐκ τοῦ φθίω, ὅθεν καὶ τὸ ἤκαχεν ἀποφθιμένη, καὶ τὸ, ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο. ὠμὸν δὲ καὶ νῦν γῆρας τὸ παρὰ καιρὸν, ἵνα δηλοῖ τὸ ὠμὸν γῆρας ἄωρον πέπανσιν, ὡς καὶ εἰ καρπός τις πεπανθείη κατασαπείς. εἰ δὲ τὸ ἐνταῦθα ὠμὸν γῆρας τὸν ἐν τῇ Ἰλιάδι ὠμογέροντα συντίθησιν, οὐκ ἂν εἴη στεῤῥῶς ἀποφῄνασθαι. δοκεῖ γὰρ ὠμογέρων ἐκεῖνος ἡλικίας ὄνομα εἶναι γεροντικῆς, εὖ ἐχούσης καὶ ὑγιῶς, οὐ μὴν πεπονθυίας γῆρας ἔκ τινος νοσερᾶς ὠμότητος. καὶ ἔστιν οὕτως ὠμογέρων ὁ λεγόμενος προπόλιος, οὗ πέρας ὁ σύφαρ, ὡς ἐν ἄλλοις δεδήλωται, ὥς περ γραὸς ἡ ἐσχατόγηρως κατὰ τὴν τοῦ γραμματικοῦ Ἀριστοφάνους παράδοσιν. ἴσως γὰρ οὐκ ἐχρῆν ἀνδρὶ τὴν τοιαύτην προσρηθῆναι λέξιν διὰ τὸ ἀδρανὲς καὶ δυσοιώνιστον. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν τὴν Ὀδυσσέως μητέρα ὠμῷ γήραϊ δοῦναι λέγει τὸν ἄνδρα κατὰ συμβεβηκὸς διὰ τὸ ἐπʼ αὐτῇ πένθος ὡς ἀγαθῇ γυναικί. ἡ δὲ παρὰ τῷ Ἡσιόδῳ δειπνολόχη γυνὴ ἄλλως ὠμῷ γήραϊ τὸν ἄνδρα δίδωσι διὰ τὴν αὐτῆς φαυλότητα. ἔστι δὲ εἰπεῖν ὡς καὶ ἄλλως τὸ τοιοῦτον ὠμὸν γῆρας τρόπον ἄλλον ἐξοπτᾷ ἢ ἀφέψει ἐκείνη ἐν τῷ εὕειν ἄτερ δαλοῦ. Τὸ δὲ φίλος εἴη καὶ φίλα ἔρδοι ἀκριβῶς κεῖται διὰ τὸ πολλοὺς φίλους εἶναι δοκοῦντας μὴ φίλα ἔρδειν ἢ διὰ χαυνότητα ἢ καὶ διὰ τὸ φιλουμένους, μὴ τὸ ἶσον ἀντιφιλεῖν. Ἡ δὲ Κτιμένη Ὀδυσσέως ἀδελφή. ἧς ἀνὴρ ὑπονοεῖται, ὡς καὶ προεγράφη, Εὐρύλοχος. Ἰφθίμην δὲ αὐτὴν λέγει, καθὰ καὶ τὴν ἄλοχον τοῦ Λαέρτου δαΐφρονα, καὶ πρὸ αὐτῆς τὴν Πηνελόπην, ὡς εἴ τις εἴπῃ ἀνδρείαν γυναῖκα. Τὸ δὲ, τὴν ὁπλοτάτην τέκεν, ἁπλοϊκῶς κεῖται πρὸς ἱστορίας ἐντέλειαν. Τὸ δὲ τῇ ὁμοῦ ἐτρεφόμην ὑποβάλλει νοεῖν δεῖν εἶναι τὸν δοῦλον τοῦτον Εὔμαιον κληθῆναι καὶ διὰ τὸ εὖ μαιωθῆναι παρὰ τοῖς δεσπόταις. Τὸ δὲ ὀλίγον δέ τί με ἧσσον ἐτίμα, ὅμοιον τῷ, μικροῦ ἐμὲ κατὰ τὴν θυγατέρα ἐτίμα. δουλοῖ δὲ μάλιστα τὸν Εὔμαιον ἡ τοιαύτη τιμὴ, ὥς περ καὶ τὸ, εἵματα καλὰ μάλα ἀμφιεσθῆναι καὶ εἰς τὸν ἀγρὸν προπεμφθῆναι. χαίρει γὰρ αὐτὸς τοιούτοις ὡς ἀφελὲς πρόσωπον. Τὸ δὲ ᾧ ἐπιμίμνω, παιδευτικόν ἐστιν, ὡς ἐκείνων μάλιστα τῶν ἔργων ἐπαυξομένων οἷς ἐπιμένει τις. Τὸ δὲ ὧν ἔφαγον, καινῶς ἐσχημάτισεν. ἦν γὰρ τὸ ἀκόλουθον οὕτως· ἀλλά μοι ἔργον αὔξεται οὗ ἔφαγόν τε ἔπιόν τε. ὁ δὲ πληθυντικῶς ἔφη, ὧν ἔφαγον, δηλῶν τῷ πληθυσμῷ τῆς πτώσεως τὴν τοῦ ἔργου αὔξησιν. Ἰστέον δὲ ὅτι τε τραχύτερον τῇ φωνῇ τὸ ἔτραγον τοῦ ἔφαγον, <!-- 2.103 -->ὡς καὶ τοῦ φαγεῖν τὸ τραγεῖν καὶ τοῦ ὁ φάγος τὸ ὁ τράγος. καὶ ὅτι τοῦ τραγεῖν μὲν πρωτότυπον θέμα τρῶ, ὅθεν τὸ τρώγω, ὡς καὶ τοῦ ἀνώγω τὸ ἄνω ἤγουν τελειῶ, ἐξ οὗ τὸ ἀνύω. τοῦ δὲ φαγεῖν προσεχὲς μὲν θέμα τὸ φήγω ἢ φάγω. πρωτόθετον δὲ τὸ φῶ ἤγουν φονεύω, συντρίβω, κλῶ, θλῶ, ἀφʼ οὗ καὶ ἄλευρον μυλήφατον. καὶ ὅτι ἐκ τοῦ φαγεῖν ἄλλα τε παράγονται καὶ ἡ φηγὸς κατʼ ἐξαίρετον διὰ τὴν πάλαι ποτὲ βαλανηφαγίαν. ἴσως δὲ καὶ ὁ φάγρος ἰχθύς. πάντως δὲ καὶ ὁ κατὰ διάλεκτον Κρητῶν φάγρος ἡ ἀκόνη, ὡς ἱστορεῖ ὁ παρὰ τῷ Ἀθηναίῳ Σιμμίας. ἔργον γὰρ καὶ πάθος δὲ ἀκόνης τὸ φαγεῖν, ἐσθιούσης τε δηλαδὴ τὰ τριβόμενα καὶ ἐσθιομένης ὑπʼ αὐτῶν. ἔτι δὲ ἐκ τοῦ φαγεῖν καὶ ἡ φάτνη, τροπῇ τοῦ γ εἰς τ, ἣν ἀντιστοιχία ἰδιωτικὴ πάθνην καλεῖ. τῆς δὲ φάτνης ῥῆμα οὐ μόνον ἐκφατνίζειν κατὰ τὸ, ἐκφατνιζομένων σωρευμάτων ἕκαστος ἀπέφερεν ὁλομελῆ κρέα, καὶ τὸ, ἐκφατνίζει ὀδόντας, ἀλλὰ καὶ φατνοῦν. ὅθεν καὶ φάτνωμα ὀδόντων. ἐξ οὗ λέγονται αὐτοὶ ἐκφατνίζεσθαι, ἤγουν ἐξάγεσθαι ἐκριζούμενοι. Τὸ δὲ, αἰδοίοισιν ἔδωκα, ἀντὶ τοῦ, ἀνδράσιν αἰδοῦς ἀξίοις, ξένοις δηλαδὴ καὶ ἱκέταις. παραιτητέον γὰρ τοὺς ἄλλους ἀναξίως Ὁμήρου νοοῦντας ἐνταῦθα τὸ αἰδοίοις, καὶ κίναιδον διομολογουμένοις τὸν Εὔμαιον. κωμικευομένῳ μέντοι ἀνδρὶ χρήσιμος ἔσται ποτὲ ὁ λόγος κατὰ παράχρησιν, ὡς δυναμένου τοῦ, ἔφαγόν τε καὶ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα, καὶ λάγνῳ προσαρμόσαι ἀνδρὶ, ὁποῖα καὶ ἕτερα τῶν Ὁμήρῳ σεμνῶς λεχθέντων ἄλλως ἐκληφθέντα ὡς ἐπὶ θυμέλης ἐπαίχθησάν τε καὶ εἰσέτι δὲ παίζονται. Σημείωσαι δὲ καὶ ὅτι καλῶς ὕστερον ἐπενοήθη ἀντὶ τοῦ αἰδοῖος τὸ αἰδήμων καὶ τὸ αἰδέσιμος. τούτων μὲν γὰρ ἡ ὅλη κλίσις ἔννοιαν ἔχει σεμνήν. ὁ δὲ αἰδοῖος ἔν τε τῷ οὐδετέρῳ γένει καὶ ταῖς πλαγίαις συνεμπίπτει τῷ σωματικῷ μορίῳ καὶ παρεμφαίνει ἐννοίας οὐκ εὐσχήμονας, καὶ οὕτω γελοιασμοὺς ὑποκινεῖ φίλους κιναιδολόγῳ, οὗ χρῆσις, ὅπου κεῖται καὶ ἡ κιναιδία καὶ τὸ κιναίδισμα. ὅτι δὲ ταῦτα οὐκ ἐκ τῆς ἐναρέτου αἰδοῦς παρῆκται, ἧς παρώνυμος ὁ αἰδοῖος ἱκέτης, ἀλλʼ ἐκ τῆς κατὰ σῶμα, ἧς ἐν Ἰλιάδι χρῆσις τὸ, τά τʼ αἰδῶ ἀμφικαλύπτει, δῆλον ἐστίν. Ἐν δὲ τῷ, οὔτʼ ἔπος ἀκοῦσαι οὔτε τι ἔργον, προσυπακουστέον τῷ ἔργῳ τὸ ἰδεῖν ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὡς οὔτε ἔπος ἔστιν ἀκοῦσαι μείλιχον, οὔτε τι ἔργον ἰδεῖν ἢ μαθεῖν ἢ γνῶναι μείλιχον. Τὸ δὲ ἄνδρες ὑπερφίαλοι, πάνυ στενῶς ἔφη ὁ Εὔμαιος, μιᾷ ταύτῃ λέξει καὶ οὐδὲ πάνυ σφοδρᾷ δηλώσας ἀφελῶς καὶ ἀγροικικῶς τὸ μέγα κακὸν, ὃ τῷ δεσποτικῷ οἴκῳ ἐνέπεσεν. Ἰστέον δὲ ὅτι ἐς τοσοῦτον ἠξιώθη λόγου τοῖς παλαιοῖς ὁ εὐνοϊκὸς οὗτος δοῦλος Εὔμαιος, ὥστε καὶ μητέρα αὐτοῦ ἐξευρίσκουσι. Δημόκριτος μὲν Πενίαν, Εὐφορίων δὲ Πάνθειαν, Φιλόξενος δὲ ὁ Σιδόνιος Δαναὴν, Ὅμηρος δὲ τοῦτο μὲν οὐκ ἀξιώσει λόγου, ἄλλως δέ γε ἱστορήσει τὰ κατʼ αὐτὸν ὅθεν τε ἦν καὶ ὅπως περιῆλθε τῷ τοῦ Ὀδυσσέως οἴκῳ, πορισάμενος ἀφορμὴν λόγου, ἐξ ὧν αὐτὸς εἶπεν ὁ Εὔμαιος. ἀκούσας γὰρ ὁ ξένος Ὀδυσσεὺς ὡς ἡ τοῦ Λαέρτου γυνὴ αὐτὸν ἔθρεψεν ἅμα τῇ ὁπλοτάτῃ θυγατρὶ δράττεται ἀφορμῆς ὡς οἷον οἰκτιζόμενος, εἰ οὕτω νεώτατος τῆς πατρίδος ἐξέπεσε, καὶ ἐρωτᾷ τὴν αἰτίαν καὶ μανθάνει τὰ ἐφεξῆς. Ὅτι οἶκτος ἐπί τινι ἐκ νέου ᾐχμαλωτισμένῳ ἢ ἄλλως ἐστερημένῳ τῶν οἴκαδε τὸ, ὦ πόποι ὡς ἄρα τυτθὸς ἐὼν πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων. ὁ δὲ τὸν τοιοῦτον ἐρωτῶν, περὶ ὧν ἔπαθεν, ἐρεῖ ἂν, ὡς εἰκὸς, τὸ, ἀλλʼ ἄγε μοι τόδε εἰπέ, ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια, ᾗ ἔνι ναιετάεσκε πατὴρ καὶ πότνια μήτηρ, τουτέστι διεπράθετό σοι ἡ πατρίς· τοῦτο γὰρ καὶ μόνον περιφραστικῶς οἱ δύο στίχοι φασίν· ἤ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν ἢ ἀλλαχοῦ που ἄνδρες δυσμενέες λάβον. ὁ δὲ Ὀδυσσεὺς ἐνταῦθα προστίθησι καὶ τὸ, ἠδʼ ἐπέρασαν ἀντὶ τοῦ, καὶ πέραν ἐνταῦθα κατὰ τὴν Ἰθάκην ἀπέδοντο τοῦδʼ ἀνδρὸς πρὸς δώματα, ὁ δʼ ἄξιον ὦνον ἔδωκεν, ὅ περ ἐν ἄλλοις ἄσπετον ὦνον ἔφη, μετὰ δὲ ὀλίγα μυρίον ὦνον. Τὸ δὲ παρʼ οἴεσι διὰ διφθόγγου γράφεται πρὸς εὐγενείας δήλωσιν. εἰ γὰρ καὶ ὑφορβός ἐστιν ἄρτι ὁ Εὔμαιος, ἀλλὰ τοῦτο μὲν δουλικὸν καὶ οὐδὲ ἄλλως εὐγενές. ὄϊας μέντοι νέμειν οὐδὲ βασιλέων παῖδες ἀπηξίουν, ὥς περ οὐδὲ βουκολεῖν. Ὅτι ὁ κελευόμενος ἐν τῷ ἐπιδόρπια ἐσθίειν, καθῆσθαι ἡσυχῇ καὶ ἀκούειν καὶ μᾶλλον ὅτε μακραὶ νύκτες εἰσὶν, ἀκούσοι ἂν τὸ, σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι, ὡς καὶ προϊστόρηται, τουτέστι πάνυ μακραί. διὸ καὶ ἑρμηνεύων φησίν· ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκουέμεν. οὐδέ τί σε χρὴ, πρὶν ὥρη, καταλέχθαι. ἀνίη καὶ πολὺς ὕπνος. τῶν δʼ ἄλλων ὅ τινα κραδίη καὶ θυμὸς ἀνώγει, εὑδέτω ἐξελθών. <!-- 2.104 -->Εὔμαιος δὲ ταῦτα πρὸς τὸν δεσπότην ξένον λαλεῖ. ἔνθα φαίνεται, ὡς καὶ ἀλλαχοῦ, ὁ τῆς ἐπανόδου καιρὸς τῷ Ὀδυσσεῖ οὔτε ἐαρινὸς εἶναι οὔτε θερινὸς, ἀλλʼ ὅτε νύκτες ἀθέσφατοι. Τὸ δὲ σιγῇ, ἐκτείνει μὲν τὴν ἄρχουσαν, ὠνοματοπεποίηται δὲ ἐκ τοῦ σίζω, οὗ μέσος παρακείμενος σέσιγα, ἐξ οὗ ἡ σιγή. ὡς τῶν ἐγκελευομένων σιγᾶν τῷ σιγμῷ ἔστιν ὅτε χρωμένων. Τὸ δὲ, πῖνέ τε οἶνον, ἐκ μέρους καὶ τὸ ἔσθιε συμπαραδηλοῖ. μετʼ ὀλίγα οὖν φησί· πίνοντέ τε δαινυμένω τε. Τὸ δὲ μὴ χρῆναι πρὸ ὥρας κοιμᾶσθαι γνωμικῶς κεῖται, καὶ μάλιστα τὸ, ἀνία καὶ πολὺς ὕπνος, ἀφοριστικῶς λεχθὲν κατὰ συντομίαν ἀποφθεγματικήν. Δῆλον δὲ, ὡς οὐ μόνον ἄλλως ἀνία ὁ μακρὸς ὕπνος, ἀλλὰ καὶ ἡμισεύει τὸ ζῆν ἡμῖν. διὸ καὶ θανάτῳ ἄγχιστα ἔοικε. Τὸ δὲ ὅ τινα, ποιητικὸν δύσχρηστον κατὰ τὸ, ὅ τινας. Σημείωσαι δὲ ὅτι, ὥς περ νῦν ἀνία ὁ μακρὸς λέγεται ὕπνος, οὕτως ἑτέρωθι ἀνίη καὶ τὸ φυλάσσειν παννύχιον ἐγρήσοντα. Ὅτι ἀγροτικὸν τὸ, ἅμα ἠοῖ φαινομένῃφι δειπνήσας, ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω. Ἔνθα ὅρα τὸ ἅμα ἐν ταυτῷ καὶ χρονικῶς κείμενον καὶ κατὰ τοπικὴν διατριβήν. Ἀνακτορίας δὲ ὕας Ἀρίσταρχος μὲν τὰς δεσποτικάς φησιν, Ἀριστοφάνης δὲ, ὧν ἕκαστος βόσκων, ἀνάσσει, ὅ ἐστιν ἄρχει. ἀπὸ τοιούτου δὲ ἀνάσσειν γίνεται καὶ χειρώναξ ὁ τῆς χειρὸς ἢ τῶν ἐν χερσὶν ἀνάσσων. Ὅτι τοῖς παρὰ πότον ἀφηγουμένοις, ἃ ἔπαθον, ἐπιπρέπει τὸ, ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι, μνωομένω, ἤγουν μιμνησκόμενοι. εἶτα, ἐπεί περ οὐ πιθανὸν τὸ ἐπὶ τοιούτοις τέρπεσθαί τινα, ἐπάγει κατασκευὴν τοῦ λόγου ταύτην· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνὴρ, ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ. γνωμικὴ δὲ καὶ αὕτη ἔννοια, δηλοῦσα, ἡδονήν τινα εἶναι καὶ τὸ διηγεῖσθαι, ἃ πάθοι τις ἀλγεινά. αἴτιον δὲ τοῦ τερπεσθαί τινα οὕτως, οἷς ἔπαθεν, ὁ ἔπαινος ὃν οἶδεν ἔχειν ἐντεῦθεν ἐπί τε πολυπειρίᾳ καὶ φερεπονίᾳ καὶ εὐτυχίᾳ ἤτοι θείᾳ προμηθείᾳ. τούτων γὰρ πάντων ἐπήβολος ὁ πολλὰ μὲν παθὼν, περισωθεὶς δέ. Ὅτι δυνάμενος ὁ ποιητὴς μετὰ τὸν ἐκ Πύλου ἀνάπλουν τοῦ Τηλεμάχου εὐθὺς ἐπαγαγεῖν ὡς ἡμέρας ἐλθούσης ἐπὶ χέρσου οἱ Τηλεμάχου ἕταροι λύον ἱστία καὶ τὰ ἑξῆς, ὅμως οὐκ ἠθέλησεν οὕτω ποιῆσαι, ἀλλὰ τὸν Τηλέμαχον πλέειν ἀφεὶς ἀπησχόλησεν ἑαυτὸν τοῖς περὶ Ὀδυσσέα, καὶ εἰπὼν μέχρι νῦν, ὅσα δὴ καὶ εἶπε· πορίζεται καὶ ἀπὸ τοῦ Εὐμαίου πλατυσμὸν διηγήσεως, ἀποσεμνύνων αὐτὸν ὡς εὔνουν τῷ δεσπότῃ καὶ ποιῶν μνήμης ἄξιον διʼ ἱστορίας. καὶ τοίνυν ὁ δοῦλος διηγούμενος τὰ καθʼ ἑαυτὸν τῷ δεσπότῃ, ὡς ἐκεῖνος ἠρώτησεν, οὐκ ἀγεννέστερον ἴσως τοῦ δεσπότου ψευδολογήσει πρὸς πιθανότητα. φησὶ γοῦν· νῆσός τις, Συρίη κικλήσκεται, εἴ που

  
ἀκούεις, Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο. οὔτι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μὲν,  
  
εὔβοτος, εὔμηλος, οἰνοπληθὴς, πολύπυρος. πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη νοῦσος  
  
ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν. ἀλλʼ ὅτε γηράσκωσι πόλιν κατὰ φῦλʼ ἀνθρώπων, ἐλθὼν ἀργυρό-  
  
τοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν, οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν, αἴφνης δηλαδὴ θνήσκον-  
  
τας νόσου τε δίχα καὶ οὐδὲ πρὸ ὥρας, ἀλλʼ ἐν γήρᾳ λιπαρῷ, εἴ γε μηδὲ πεῖναν οἴδασι. τοιαύτην δέ  
τινα εὐδαιμονίαν καὶ τοῖς ἐπὶ Κρόνου ζῶσιν Ἡσίοδος ἐπιμαρτύρεται, οὓς εἰπὼν ζῆν ἄτερ πόνων καὶ παντὸς κακοῦ, μηδὲ νοσεῖν λέγει, ἀλλʼ εἰς βαθὺ γῆρας ἐλάσαντας θνήσκειν ἅ τε ὕπνῳ δεδμημένους. καὶ οὕτως ἐπαινέσας Εὔμαιος τὴν πατρίδα εἴτε πρὸς ἱστορίαν εἴτε ἴσως καὶ πρὸς πλάσμα, ὡς δέον ὂν τοιαύτην εἶναι τὴν ἀγαθὴν νῆσον, φησὶν ἐφεξῆς καὶ ὅτι δύο πόλεις ἐκεῖ, αἷς δίχα πάντα δέδασται, αἷς ἀμφοτέραις πατὴρ ἐμὸς ἐμβασίλευε Κτήσιος Ὁρμενίδης ἐπιείκελος ἀθανάτοισι. λέγει δὲ καὶ ὅτι Φοίνικες ἐκεῖ ἐλθόντες ἠπερόπευον τὴν τούτου μητέρα. Φοίνισσα δὲ ἦν ἐκείνη, καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργʼ εἰδυῖα. ἡ δὲ μετὰ πολλὰ τὰ ἐν μέσῳ, ὧν μνεία τις ἔσται εἰς ὅσον χρὴ ἐν τοῖς ἑξῆς, χειρὸς τοῦτον ἑλοῦσα συναπέπλευσε λάθρα τοῖς Φοίνιξιν ὡς οἴκαδε ἀπελευσομένη. καὶ αὐτὴ μὲν ὑπὸ Ἀρτέμιδος βληθεῖσα, τουτέστιν αἰφνιδίῳ θανάτῳ περιτυχοῦσα, ἄντλῳ ἐδούπησε πεσοῦσα ὡς εἰναλίη κὴξ, ὄρνεον δηλαδή τι θαλάσσιον χελιδόνι παραπλήσιον κατὰ τοὺς παλαιοὺς, ἢ λάρος, ἢ αἴθυια, ἧς ἡ γενικὴ δοκεῖ εἶναι κηκός. ὅθεν ἴσως τὸ κηκάζειν ἐπὶ βλασφημίας πρὸς ὁμοιότητα τοῦ κακάζειν, ὃ καὶ αὐτὸ φωνὴ ὄρνιθός ἐστι. καὶ τοιοῦτον μὲν τοῦτο. τὰ δὲ ἐφεξῆς τῆς ποιήσεως ταῦτα· καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι ἔκβαλον, ἤγουν ἐξέῤῥιψαν. ἐμὲ δὲ οἱ Φοίνικες εἰς Ἰθάκην ἤγαγον, ἔνθα με Λαέρτης πρίατο. καὶ <!-- 2.105 -->συμπεραίνων τὸ διήγημα φησίν· οὕτω τήνδε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν. ἐν μέσῳ δὲ τοῦ διηγήματος τούτου κεῖνται σποράδην καὶ ταῦτα. οἱ Φοίνικες ναυσικλυτοὶ λέγονται ἄνδρες. τοιοῦτοι γὰρ ναυτικώτατοι ὄντες, ὡς αἱ ἱστορίαι οἴδασι. καὶ τρῶκται, ἤγουν κερδαλέοι, ὡς καὶ προεγράφη. καὶ μυρία ἄγοντες ὡς εἰκὸς ἀθύρματα, τουτέστι κόσμια, φύσει μὲν ἀθύρματα ὄντα, ταῖς μέντοι γυναιξὶ σπουδαῖα, ὁποῖος καὶ ὁ ῥηθησόμενος χρύσεος ὅρμος. Ἔτι δὲ καὶ πολυπαίπαλοι οἱ αὐτοὶ, τουτέστι στεγανοὶ, καὶ οὐχʼ ὑγροὶ καὶ διὰ τρυφὴν κατασεσαρκωμένοι, ἀλλὰ διὰ συχνὴν ἐν θαλάσσῃ γυμνασίαν ὑπόξηροι, καὶ αὐτάρκως ἔχοντες τοῦ κατὰ φύσιν ὑγροῦ, ἢ μᾶλλον πολυπαίπαλοι οἱ μοχθηροὶ καὶ κακοήθεις. τὴν γὰρ παιπάλην καὶ ὁ κωμικὸς ἐπὶ πονηρίας τίθησι. καὶ τὸ παιπάλημα δὲ τοιοῦτόν τι δηλοῖ. οἱ δʼ αὐτοὶ καὶ ἠπεροπευταὶ κατὰ τὸ, τήνδʼ ἄρα Φοίνικες ἠπερόπευον. ἐξ ἀποτελέσματος δὲ καὶ ἀνδραποδισταὶ, οἳ τήν τε μητέρα τοῦ Εὐμαίου καὶ αὐτὸν ἐπὶ κακῷ ἀπήγαγον. λέγοιντο δʼ ἂν καὶ πολυΐδριες κατὰ τὸ, ἤλυθʼ ἀνὴρ πολύϊδρις χρύσεον ὅρμον ἔχων. ἀλλὰ τοῦτο μὲν ἄλλως πραγματικῶς πολυΐδριας εἶναι δηλοῖ τοὺς Φοίνικας. ἡ δὲ ἱστορία εἰποῦσα ὅ τι Φερεκύδης ὁ τοῖς ἑπτὰ συγχρονίσας σοφοῖς, ὁ καθὰ μετʼ ὀλίγα ῥηθήσεται Σύριος, ἐδίδαξε Πυθαγόραν. αὐτὸς δὲ οὐκ ἔσχηκε καθηγητὴν κτησάμενος τὰ τῶν Φοινίκων ἀπόκρυφα βιβλία καὶ ἄλλως τὸ πολύϊδρι κατὰ σοφίαν αὐτοῖς ἐπιμαρτύρεται. Λέγει δʼ ἐνταῦθα περὶ τῆς μητρὸς Εὔμαιος καὶ ὅτι πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει θηλυτέρῃσι γυναιξὶ καὶ εἴ κʼ εὐεργὸς ἔῃσιν. Καὶ ὅρα τὸ, πλυνούσῃ· ἔθος γὰρ ἦν καὶ ταῖς ἐνδόξοις τὸ τοιοῦτον ἔργον, ὡς ἡ Ναυσικάα ἐδήλωσεν. ἴσως δὲ καὶ δουλικῶς ἐκείνη τοῦτο ποιεῖ ἐκ Φοινίκης κτηθεῖσα δούλη καὶ ἐχομένη τῷ τοῦ Εὐμαίου πατρὶ, ὥς που καὶ ὁ Λαέρτης εἶχεν ἂν τὴν Εὐρύκλειαν, εἰ μὴ χόλον ἀλέεινε γυναικός. καὶ οὕτως ἐξισάζεταί πως ὁ Εὔμαιος τῷ ψευδοξένῳ Ὀδυσσεῖ. αὐτόν τε γὰρ πατρόθεν εὐγενῆ ὄντα Κρήτηθεν κατὰ τὸ αὐτοῦ πλάσμα ὠνητὴ ἔτεκε μήτηρ. καὶ ὁ Εὔμαιος δὲ φαίνεται ἀπὸ βασιλέως γεγονὼς Φοίνισσαν δμωΐδα μητέρα σχεῖν. Τὸ δὲ μίγη εὐνῇ καὶ φιλότητι, πρὸς διαστολὴν ἑτέρων κεῖται μίξεων. Τὸ δὲ ἃ φρένας ἠπεροπεύει γυναιξὶν, ὅμοιόν ἐστι τῷ, τὴν γυναῖκα ἐκείνου βούλεσθαι οἶκον ὀφέλλειν ὅς κεν ὀπύει. ὃ καὶ ἐνταῦθα ποιοῦσα ἡ Φοίνισσα τρία ἄλεισα κατακρύψασα ὑπὸ κόλπῳ ἔκφερεν, ὀφέλλουσα τὸν φόρτον τοῖς Φοίνιξι. λέγει δʼ ἐν τούτοις καὶ πολύχαλκον τὴν Σιδῶνα, ἐξ ἧς εἶναι τὴν ῥηθεῖσαν Φοίνισσαν, κούρην Ἀρύβαντος ῥυδὸν ἀφνειοῖο, ἣν ἀνήρπαξαν ἐκεῖθεν Τάφιοι ληΐστορες ἄνδρες ἀγρόθεν ἐρχομένην. πέρασαν δὲ εἰς Ἰθάκην πρὸς δώματα Λαέρτου. ὁ δʼ ἄξιον ὦνον ἔδωκεν. ὃ καὶ πρὸ ὀλίγων κεῖται ἐν τῇ τοῦ Ὀδυσσέως ἐρωτήσει. καὶ τοιαῦτα μὲν ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα. Ἡ δὲ ῥηθεῖσα Συρία μία, φασὶ, τῶν Κυκλάδων, καλουμένη καὶ Σῦρος ἐν ἐκτάσει τῆς παραληγούσης. φησὶ γοῦν ὁ γεωγράφος, ὅτι ἡ Σῦρος μηκύνει τὴν πρώτην συλλαβὴν, ἣν Συρίαν λέγει ὁ ποιητὴς, ἐξ ἧς Φερεκύδης ὁ Βαβυλώνιος, ὥστε καθὰ Ψῦρος Ψυρία νῆσος πρὸ τῆς Χίου, οὕτω καὶ Σῦρος Συρία. Τὸ δὲ εἴ που ἀκούεις, ἐμφαίνει μὴ περιώνυμον εἶναι τὴν ῥηθεῖσαν νῆσον. διὸ καὶ ἐδέησε τῷ Εὐμαίῳ συστατικοῦ ἐπαίνου εἰς αὐτήν. Ὀρτυγία δὲ ὅτι ἡ Δῆλος καὶ διατί οὕτω καλεῖται, δηλοῖ καὶ τὰ τοῦ Λυκόφρονος. Τὸ δὲ ὅθι τροπαὶ ἠελίοιο, ἀντὶ τοῦ κειμένη πρὸς τροπὰς ἡλίου, ἤτοι πρὸς τὰ δυτικὰ μέρη τῆς Ὀρτυγίας. Ὅτι δὲ τὸ τρέπεσθαι καὶ ἐπὶ τοῦ δύνειν κεῖται, δηλοῖ ἐπὶ ἡλίου λεχθὲν τὸ, ἀπουρανόθεν προτράπηται. ἕτεροι δέ φασιν σπήλαιον εἶναι ἐκεῖ, διʼ οὗ τὰς τοῦ ἡλίου, ὡς εἰκὸς, ἐσημειοῦντο τροπὰς, ὃ καὶ ἡλίου διατοῦτο σπήλαιον ἔλεγον, καὶ τοῦτο δηλοῦσθαι ἐν τῷ, ὅθι τροπαὶ ἠελίοιο. Τὸ δὲ περιπληθὴς, δηλοῖ μὲν τὸ πολυάνθρωπος, παρισοῦται δὲ κατὰ κάλλος πρὸς τὸ οἰνοπληθής. Τὸ δὲ εὔβοτος καὶ ἑξῆς, πάνυ ἐπαινεῖται τῆς γοργότητος, ἅπασαν ἀρετὴν χώρας περιέχον ἐν στίχῳ ἑνί. Ἔνθα ὅρα καὶ τὸ εὔμηλος, ἐπίθετον χώρας, ᾧ περ ὁμώνυμον τὸ κύριον, ὁ τοῦ Ἀδμήτου δηλαδὴ παῖς Εὔμηλος. δῆλον δὲ ὅτι γενικὸν μὲν ἐνταῦθα τὸ εὔβοτος, εἰδικὸν δὲ τὸ εὔμηλος. Τὴν δὲ πεῖναν συνέζευξεν ἢ καὶ συνεξωμοίωσε τῇ νήσῳ, ἐπεὶ τῷ λιμῷ πολλάκις φθορὰ παρακολουθεῖ, ὡς καὶ Ἡσίοδος, λιμὸν ὁμοῦ καὶ λοιμὸν, ἀποφθινύθουσι δὲ λαοί. Δειλοὺς δὲ βροτοὺς τοὺς τὴν νόσον πάσχοντας λέγει, ὡς δειλαίους. Οἱ δὲ προδηλωθέντες τῶν Φοινίκων ψόγοι εὖ πίπτουσιν Εὐμαίῳ ἀπεχθῶς αὐτοῖς ἔχοντι διὰ τὸν ἐκ τῆς πατρίδος ἀνδραποδισμὸν, ὃ καὶ Ὀδυσσεὺς <!-- 2.106 -->εἰδὼς κατελάλησέ τινος Φοίνικος ἐπὶ θεραπείᾳ τοῦ Εὐμαίου. Τὸ δὲ καλή τε μεγάλη τε καὶ ἑξῆς, γυναικὸς ἔπαινος. Σημείωσαι δὲ καὶ ὅτι ἐν τούτοις εὕρηται ἡ Σιδὼν φυλάττουσα τὸ ω ἐν τῇ γενικῇ, οἷον, ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι· καί τοι τὸ τοπικὸν αὐτῆς πανταχοῦ κατὰ συστολὴν ὁ ποιητὴς προάγει, τὸ Σιδόνιος, τὸ Σιδονίη, καὶ τὰ τοιαῦτα. Πολύχαλκος δὲ Σιδὼν ἢ διὰ τὸ ὀχυρὸν, ἵνα δηλοῖ ἡ λέξις τὴν στεῤῥὰν, ἢ ἡ πλουσία διὰ τὴν ἐν αὐτῇ πορφύραν. χαλκὸς γάρ, φασι, περὶ αὐτὴν οὐ γίνεται. καὶ ἄλλοι δὲ τόποι τῆς Φοινίκης πορφυροφόροι εἰσίν. ἐπαινεῖται γοῦν καὶ ἡ Τυρία πορφύρα. Τὸ δὲ Ἀρύβαντος καὶ τὸ ῥυδὸν, ἐοίκασί πως παρηχεῖν. ἔστι δὲ ῥυδὸν ἀφνειὸς ὁ χύδην πλουτῶν καὶ ἐπίῤῥοιαν ἔχων, φασὶ, πλούτου. Τοὺς δὲ Ταφίους κἀνταῦθα λῃστὰς οἶδεν ὁ ποιητής. ἐφʼ ὧν καλῶς τὸ ἀναρπάζειν, ὡς ἐπὶ θηρίων. λέγει δʼ ἐν τούτοις καὶ πιστωθῆναι ὅρκῳ τὸ πίστιν δοῦναι διʼ ὅρκου, εἰπών· εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτε ὅρκῳ πιστωθῆναι, ἀπήμονα οἴκαδε ἀπάξειν. ἔστι δὲ καὶ νῦν τὸ εἴη οὐ κυρίως εὐκτικὸν ἀλλʼ ἰσοδύναμον τῷ ἔσται, οὗ διαφορὰ κατὰ τοὺς παλαιοὺς πρὸς τὸ γενήσεται, ὅτι ἔσται μὲν τὰ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως ἑξόμενα, οἷον, ὁ νέος ἔσται πρεσβύτης, τῷ ἀτέκνῳ γενήσονται παῖδες. περὶ δὲ τοῦ εἴην εἴης εἴη γράψας ὁ Ἀλεξανδρεὺς Ἡρακλείδης ὡς οὐ γίνεται ἀπὸ τοῦ ὦ τὸ ὑπάρχω, ἦν γὰρ ἄν, φησιν, οἴην οἴης οἴη κατὰ τὸ φρονοίην φρονοίης φρονοίη, φιλοίην φιλοίης φιλοίη, καὶ τὰ τοιαῦτα, εἶτα ὑποκαταβὰς μετὰ τὸ εἰπεῖν, ὡς ἡμάρτηται, γράφει οὕτω· λέγουσιν οἱ Αἰολεῖς ἐκ τοῦ φιλῶ μετοχὴν φίλεις, καὶ τοῦ φρονῶ φρόνεις, καὶ εὐκτικὰ τούτων, φιλείη καὶ φρονείη. οὕτω φαμὲν καὶ τὸ εἰδείη ἀπὸ τῆς εἴδεις πεποιῆσθαι Αἰολικῆς μετοχῆς, ἧς δηλαδὴ τὸ θέμα εἰδῶ. μήποτε οὖν καὶ τὸ εἴη ῥῆμα Αἰολικόν ἐστιν ἀπὸ τῆς εἲς μετοχῆς, ἧς κλίσις παρὰ τοῖς ποιηταῖς εἰπὼν φυλάττεσθαι παράγει χρῆσιν ἐξ Ἀλκμᾶνος τὸ, ἔστι παρέντων μνᾶστιν ἐπιθέσθαι, οὐ κατὰ ἔξαρσιν, φησὶ, τοῦ ο ἀπὸ τοῦ παρεόντων, ἀλλʼ ἐκ τοῦ, εἲς ἔντος Αἰολικοῦ. καὶ οὕτω μὲν αὐτός. οἱ δὲ νεώτεροι οὔτε Αἰολικὸν οἴδασι τὸ εἴη, καὶ ἀπεριέργως αὐτὸ κανονίζουσιν ἐκ τοῦ εἰμί. κεῖται δʼ ἐνταῦθα καὶ σχῆμα ἐλλειπτικὸν τὸ, σιγὴ νῦν, λείπει γὰρ τὸ ἔστω. εἰ δὲ καὶ περισπᾶται τὸ σιγῇ, λέγοι ἂν, ὅτι σιγῇ νῦν ἔχετε, ἢ μένετε, ἤ τι τοιοῦτον· ἑρμηνεύων δὲ ἐπάγει· μή τίς με προσαυδάτω ἐπέεσσι. Καιρία δὲ αὕτη ἔλλειψις, τεθεῖσα προσφυῶς ἐπὶ σιωπῇ καὶ λόγου ἐλλείψει. ἔστι δέ που καὶ ἐν τοῖς ἑξῆς καιρία ὁμοίως ἔλλειψις ἐπὶ σιγῇ λόγου τὸ, οὔ πω πᾶν εἴρητο· λείπει γὰρ ἐκεῖ τὸ, ἔπος ἢ ῥῆμα. κεῖται δʼ ἐν τούτοις καὶ ἐπίβαθρον τὸ ναῦλον, ἤτοι μισθὸς ἐπιβάσεως νηός. Καὶ τὸ, κατένευσε σιωπῇ, ἀντὶ τοῦ, σημεῖον ἐλεύσεως δέδωκε τῇ κατανεύσει τῆς κεφαλῆς. τοῦτο δὲ καὶ διανεύειν λέγεται καὶ μάλιστα διʼ ὀφθαλμῶν. λέγει δὲ καὶ δήμου φῆμιν διὰ τοῦ ἰῶτα τὴν δημοτικὴν συνέλευσιν ἐπὶ δημηγορίᾳ. καὶ ἔστι τῆς αἰτιατικῆς ταύτης εὐθεῖα ἡ φῆμις ἡ καὶ ἀλλαχοῦ ῥηθεῖσα. χρῆσις δὲ τοιαύτης αἰτιατικῆς καὶ ἐν τῷ, εὐνὴν αἰδομένη πόσιος δήμοιό τε φῆμιν. συντάσσει δὲ καὶ τὴν ὑπο πρόθεσιν δοτικῇ Ἀττικῶς ἐν τῷ, κατακρύψασα ὑπὸ κόλπῳ. Περὶ δὲ ἄντλου, ἱκανῶς προδεδήλωται. Τὸ δὲ φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι, ἁπλοϊκῶς καὶ ἀφελῶς κεῖται. οὐ γὰρ ταῦτα μόνα τῶν ἐν θαλάσσῃ σαρκοφαγεῖ, ἀλλὰ καὶ τὰ λοιπὰ κήτη. ἐκ μέρους δὲ ὅμως καὶ ἐκεῖνα δηλοῦται. ἔτι ἐν τῷ ῥηθέντι διηγήματι κεῖται καὶ τὸ, ὄφρα ἴδῃς πατρὸς καὶ μητρὸς δῶ αὐτούς τε. ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται· ὅ περ εἴποι ἄν τις πρὸς ἀπόδημον, ἀγγέλλων αὐτῷ τὰ οἴκοι. ἔτι κεῖνται ἐν τούτοις ἐκ παραλλήλου ὅμοια τὸ, μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ, καὶ τὸ, μή τις ποτὶ δῶμα ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσαιτʼ ὄλεθρον. ὅ περ κλεπτικὸν ἂν εἴποι πρόσωπον ἀσφαλιζόμενον τοὺς συγκλέπτοντας. ὁμοίου δὲ ἤθους καὶ τὸ, τρία ἄλεισα κατακρύψασα ὑπὸ κόλπῳ ἔκφερεν. ἔνθα τὸ μὲν ὑπὸ κόλπῳ Ἀττικῶς συντέτακται, ὡς εἴρηται, ὁμοίως τῷ, ὑπὸ διδασκάλῳ εἶναι, καὶ ὑπὸ στρατηγῷ τάττεσθαι, καὶ τοῖς ὁμοίοις. Τὸ δὲ ἔκφερεν ἀντὶ τοῦ ἐξεφόρησε. καὶ παρασημαντέον εὐχρήστως ἐνταῦθα, ὅτι τὸ φέρω καὶ τὰ ἐξ αὐτοῦ χύμα πολὺ προΐενται λέξεων ῥητορικῶν, κολλώμενα ταῖς ὅλαις προθέσεσιν. ἐξ ἐκείνων γὰρ σὺν ἑτέροις πολλοῖς πρόεισιν ὁ ἐμφερὴς, ἤγουν ὅμοιος, καὶ τὰ ἐξ αὐτοῦ, καὶ τὸ εἰσφέρειν, ὃ κοινότερον εἰσοδιάζειν λέγεται, καὶ ἡ εἰσφορὰ, καὶ ἡ δημοσία συνεισφορὰ, καὶ τὸ ὡς ἐῤῥέθη ἐκφέρειν, ὃ καὶ ἐπὶ τοῦ θάπτειν ἔστιν ὅτε λέγεται. ὅθεν καὶ ἐκφορὰ ἡ ταφή. ἐκφέρει <!-- 2.107 -->δέ τις καὶ μυστήριον, ὅ περ ἐχρῆν εἶναι ἀνέκφορον, ταυτὸν δʼ εἰπεῖν, ἀνέξοιστον. ἐκεῖθεν καὶ τὸ συμφέρον, ὅ πέρ ἐστι συνοῖσον, καὶ τὸ σύμφορον, καὶ μέση λέξις ἡ συμφορὰ, καὶ προσφέρειν καὶ τὸ ἀπʼ αὐτῆς πρόσφορον· καὶ ἡ προσφορά. τοιαύτης δὲ ἀναλογίας καὶ τὸ προφέρειν καὶ ἡ προφορά. ἐξ ἐκείνων γίνεται καὶ ἀναφέρειν καὶ ἡ ἀπʼ αὐτοῦ ἀναφορὰ, καὶ τὸ ἄλλως ἀναφέρειν ἀπὸ μανίας ἢ κάρου, ὃ ταυτόν ἐστι τῷ ἐγρηγορέναι, ᾧ ἐναντίον τὸ καταφέρεσθαι, οὗ τὸ ἐνεργητικὸν ἔχει ποτὲ καὶ ψόγον, ὡς ἐν τῷ καταφερὴς, ὅ πέρ ἐστι λάγνος. καὶ μὴν καταφέρεταί τίς τινος καὶ ὡς κατήγορος, ὅθεν καὶ καταφορὰ ἡ ἐν κατηγορίᾳ τάσις, καὶ καταφορικὸς λόγος ὁ ὡς εἰπεῖν τοπικός. ὁμοίας ἀρχῆς καὶ τὸ διαφέρειν καὶ τὸ διαφέρεσθαι ἤγουν ἐναντιοῦσθαι, ὅθεν καὶ διάφορος οὐ μόνον τὸ κοινὸν, ἀλλὰ καὶ ὁ ἐχθρὸς, καθʼ ὃ Φίλιππος διάφορος τῷ πατρὶ Ἀμύντᾳ λέγεται, καὶ διαφορὰ οὐ μόνον ἡ ἑτεροιότης, ἀλλὰ καὶ ἡ μάχη. τῶν τοιούτων ἐστὶ καὶ τὸ μεταφέρειν καὶ ἡ ῥητορικὴ μεταφορὰ ἤτοι τροπὴ καὶ ὁ μεταφορικὸς λόγος καὶ τὸ παραφέρειν καὶ ὁ ἀπʼ αὐτοῦ παράφορος ὡς μὴ φρενήρης, οὗ τὸ πάθος παραφορὰ, καὶ τὸ ἀντιφέρεσθαι καὶ ἀντιφερίζειν ἐπὶ ἐναντιώσεως καὶ ἡ ἐπιφορὰ ἡ αὐτὴ οὖσα τῇ εἰρημένῃ καταφορᾷ, ὡς καὶ ὁ ἐπιφορικὸς λόγος ὁ αὐτὸς τῷ καταφορικῷ καὶ τὸ περιφερὲς ἐπὶ στρογγυλότητος καὶ ἡ οὐράνιος περιφορὰ καὶ ὁ ἀμφιφορεὺς, οὗ χρῆσις πολλὴ, καὶ ἡ ἀποφορὰ, ὅ πέρ ἐστιν ὀδμὴ, καὶ τὸ ὑποφέρειν καὶ ἀνθυποφέρειν καὶ ἡ ἐξ αὐτῶν ἐν λόγοις ὑποφορὰ καὶ ἀνθυποφορὰ, καὶ τὸ ὑπερφέρειν καὶ ὑπερφέρεσθαι καὶ ὁ ἐξ αὐτῶν ὑπερφερὴς τόπῳ ἴσως ἢ ἐνδοξότητι. καὶ τοιαῦτα μὲν ὡς ἐν βραχεῖ φάναι τὰ ἐκ τοῦ φέρω καὶ τῶν ἐξ αὐτοῦ. Τὸ δὲ ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, παραίνεσίς ἐστιν ἐπὶ μυστηριασμῷ. Ἔνθα κεῖται καὶ τὸ, ἐπείγετε δʼ ὦνον ὁδαίων, τουτέστιν ἐπισπεύδετε τὴν τῶν ἐφοδίων ἐξώνησιν. ἔνθα ὅρα ὅτι τε οὐ μόνον ἐνόδιος καὶ ἐφόδιον καὶ εἴ τι ἄλλο τοιοῦτον ἐκ τῆς ὁδοῦ γίνεται, ἀλλὰ καὶ ὁδαῖος. οὗ περ οὐδέτερον τὸ ὁδαῖον. καὶ ὅτι ὥς περ διάλογος διαλογὴ, καὶ βίοτος βιοτὴ, καὶ ἄλλα δὲ τοιαῦτα, ὧν μνεία γέγονε καὶ ἐν ἄλλοις, οὕτω καὶ ἐκ τοῦ ἐνταῦθα Ὁμηρικοῦ ὤνου παρὰ τοῖς ὕστερον ἡ ὠνή. ἀφʼ ἧς εὕρηται καὶ ἰσωνία ἡ ἴση πρᾶξις παρὰ τοῖς παλαιοῖς. εἰ δὲ ἀπʼ αὐτῆς παρῆκται καὶ ἡ παρὰ τῷ κωμικῷ ὄνωνις, ἧς χρῆσις φέρεται παρὰ τοῖς τεχνικοῖς τὸ, εἶτα δὴ εἰς πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα, οὐκ ἔστι βεβαίως ἀπισχυρίσασθαι. ὄνομα δὲ βοτάνης ἡ ὄνωνις, διʼ ἧς ἐπʼ ἀλογίᾳ ἴσως ὁ κωμικός τινα σκώπτει καὶ ῥαθυμίᾳ, ὡς τοῦ ὄνου καὶ νωθροῦ ὄντος, καθὰ καὶ ἡ Ἰλιὰς οἶδε, καὶ παροιμιάζοντος τό, τε ἀπʼ ὄνου πεσεῖν τινὰ, καὶ τοὺς ὄνου πόκους, οὓς ὁ κωμικὸς εἰς πόκας παρῴδησε. καὶ τοιοῦτον μὲν τοῦτο. Εἰπὼν δέ που Ὅμηρος δῶμα ἐνίπλειον βιότοι ἐνταῦθα λέγει νῆα πλείην βιότοιο τὴν χρηματιστικῶς ἔμφορτον ἀστείως. δῶμα γάρ πως μεταφορητὸν ἔγνωσται καὶ ἡ ναῦς. Κλεπτικὴ δὲ ἔννοια καὶ τὸ, ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω. οἴσω γὰρ καὶ χρυσὸν ὅ τις ἤγουν ὅς τις ὑποχείριος, τουτέστιν εἰς χεῖράς μοι ἔλθοι, ὑπὸ ταῖς ἐμαῖς χερσὶ γένηται. οἱ δὲ παλαιοὶ καὶ δίχα προθέσεως οἴδασι τὴν λέξιν ταύτην, ὡς δηλοῖ ὁ γράψας οὕτω· χείριος, ὑπήκοος, τιθασὸς, χειροήθης, χρήσιμος. καὶ χείριον, χειρόηθες, ὑπήκοον, ὑποχείριον, ὥστε ἡ τοιαύτη γραφὴ ῥητορικῶς οἶδε καὶ τοὺς δουλευτὰς ὑποχειρίους καλεῖσθαι. Παιδὸς δὲ δραστηρίου ἔνδειξις τὸ, παῖδα γὰρ ἀτιτάλλω κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε. Εἰ δὲ καὶ πωλητέος ὁ τοιοῦτος, ἁρμόσει καὶ τὸ ἐφεξῆς· ὁ δʼ ὑμῖν μυρίον ὦνον ἄλφοι, ὅ ἐστιν εὑρήσει, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους. ἀφʼ οὗ καὶ Ἀλφεσίβοια ἡ βόας ἄλφουσα. ἐκείνη μέντοι λόγῳ προικὸς διὰ κάλλος. Ἐν οἷς ἰστέον ὅτι τὸ μὲν ἄλφοι κατὰ τὸ ἐδούπησα ἔδουπον, ἐκτύπησα ἔκτυπον, ἐχραίσμησα ἔχραισμον, γίνεται ἀπὸ τοῦ ἀλφῶ ἀλφήσω, ἀφʼ οὗ ἀλφηστής. Τὸ δὲ περάσητε Ὁμήρῳ σύνηθες, ὃς περᾶσαι οἶδε τὸ πέρην ἁλὸς διαπωλῆσαι. καὶ ἔστιν αὐτὸ πρωτότυπον τοῦ παρὰ τοῖς ὕστερον πιπράσκειν καὶ τῆς πράσεως· περῶ γὰρ περάσω πεπέρακα πέρασις, ἐξ ὧν κατὰ συγκοπὴν πράσω πέπρακα πρᾶσις. Τοῦ δὲ ἀλλοθρόους εὐθεῖα ἑνικὴ ὁ ἀλλόθροος πρὸς ὁμοιότητα τοῦ ἄθροος ὁ ἀθόρυβος, οὗ πρὸς διαστολὴν ἀθρόος ὁ συνηθροισμένος παροξύνεται. Τὸ δὲ ἁματροχόωντα ἀντὶ τοῦ ἀκολουθητικὸν, δυνάμενον ἅμα τινὶ τρέχειν. γράφεται δέ, φασι, καὶ ὁμοτροχόωντα, τουτέστιν ἐν τῷ συμπορεύεσθαι καὶ τρέχοντά ποτε. Ἐμπορευτικὰ δὲ τὸ, οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο. καὶ τὸ, ἤλυθεν ἀνὴρ πολύϊδρις χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο, ἢ ἔερκτο, τουτέστι συνεπέπλεκτο, <!-- 2.108 -->ἢ συνεκέκλειστο, καὶ ἦν οὗτος ἐκ τῶν ῥηθέντων Φοινικικῶν ἀθυρμάτων. ὁμοίως ἐμπορικὸν καὶ τὸ, χερσὶν ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο ὦνον ὑπισχόμενοι, ὃ δὴ ὡς πρωπότυπον προϋπάρχει τοῦ ὑπισχνεῖσθαι. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν ἐνταῦθα τὸ ἐμπολᾶσθαι παθητικῶς τε ἔφη, καὶ ἀντὶ τοῦ ἐξωνεῖσθαι. οἱ δὲ ὕστερον καὶ ἐνεργητικῶς λέγουσι καὶ ἀντὶ τοῦ ἁπλῶς πραγματεύεσθαι, ὡς δηλοῖ καὶ τὸ, κερδαίνετʼ ἐμπολᾶτε. Κεῖται δʼ ἐνταῦθα καὶ τὸ, ναῦς ἤχθετο, ἀντὶ τοῦ, ἐβαρύνετο φόρτῳ. καὶ συγκροτεῖται καὶ διὰ τοῦ, ὅσα οἱ νέες ἄχθος ἄειραν. οἱ μέντοι μεθʼ Ὅμηρον καὶ ἐπὶ λύπης τό, τε ἄχθεσθαι τιθέασι καὶ τὴν ἐξ αὐτοῦ ἀχθηδόνα. Περὶ δὲ ὅρμου ἱκανῶς ἡ Ἰλιὰς δηλοῖ· κόσμος δὲ γυναικεῖος ἐστίν. ἐξ αὐτοῦ δὲ καὶ ὑφόρμιον χρυσοῦν κοσμάριον, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ὀξύνεται δὲ παρά τισι τῶν ἐσύστερον ὁ τοιοῦτος ὅρμος, καθὰ καὶ ἀλλαχοῦ ἐῤῥέθη, πρὸς διαστολὴν τοῦ κατὰ τὸν λιμένα. Περὶ δὲ ἠλέκτρου προδεδήλωται. Ὁδοῦ δὲ μετάμελον φαίνει τὸ, αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύναις, ὅ ἐστι βλάβαις φρενῶν, ὃ καὶ ἀλλαχοῦ κεῖται. Καταγωγῆς δὲ εἰς λιμένα φράσις τὸ, ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες. Ἐν τούτοις δὲ συλλογιστέον βρέφος μὲν οὐκ ἂν εἶναι τὸν Εὔμαιον ὅτε χρόνου τοιαῦτα ἐφʼ ἑαυτῷ ἱστορεῖ, οὐ μὲν οὐδὲ παιδίον, ἀλλʼ οὐδὲ παιδάριον, παιδίσκον δὲ ἤδη. οὐ γὰρ ἔστιν εἰπεῖν αὐτὸν ἡλικίας μείζονος, οἷον, παῖδα, ἢ ἄλλο τι τῶν ἐφεξῆς. ὧν τὴν ἀκολουθίαν Ἀλεξίων ἐκτιθέμενος γράφει οὕτως· βρέφος τὸ γεννηθὲν εὐθέως. παιδίον δὲ, τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ. παιδάριον δὲ, τὸ ἤδη περιπατοῦν καὶ λέξεως ἀντεχόμενον. παιδίσκος δὲ, ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ. παῖς δὲ, ὁ διʼ ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δὲ ἑξῆς ἡλικίαν οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δὲ ἀντίπαιδα, οἱ δὲ μελλέφηβον καλοῦσιν. ὁ δὲ μετʼ αὐτὴν, ἔφηβος. ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τρικαδίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μήπω τῶν κοινῶν δρόμων μετέχειν, Ἀχαιοὶ δὲ κούρους, Θρᾷκες ἀγούρους, ὡσαύτως καὶ Ἀττικοί. οἱ δὲ μετὰ ταῦτα μειράκειον ἢ μείραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκὼς, ὁ καὶ ὠμογέρων, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως. ταῦτα ὁ Ἀλεξίων, μὴ εἰπὼν καὶ τίς ὁ πέμπελος καὶ ὁ παρὰ τῷ Λυκόφρονι σύφαρ, ἀλλʼ ὡς εἰκὸς, διὰ τοῦ ἐσχατόγηρως συνδηλώσας καὶ αὐτούς. Ὅτι δὲ βρέφος καὶ ἐπὶ τοῦ κατὰ γαστρὸς ἔτι ἐμβρύου ἐλέχθη καὶ αὖ πάλιν ἔμβρυον ἐπὶ βρέφους, ἔδειξεν ἐκεῖνο μὲν ἡ Ἰλιὰς, τὸ δεύτερον δὲ ἡ Ὀδύσσεια. Ἐπὶ πᾶσιν ἰστέον καὶ ὅτι τὰ ἐν τῷ διηγήματι λεπτὰ τὴν τῆς Σύρου δηλαδὴ ἢ Συρίας νήσου ἀρετὴν τὸ τοῦ γένους τοῦ Εὐμαίου βασιλικὸν τὴν τῆς Φοινίσσης μοιχείαν τοὺς τῶν Φοινίκων δόλους καὶ τὰ λοιπὰ τοιαῦτα τὸν Εὔμαιον αὐτόθεν εἰδέναι ἀπίθανον. εἰκὸς δέ, φασι, τοὺς Φοίνικας ἐκείνους τῷ Λαέρτῃ ἐπίτηδες αὐτὰ διηγήσασθαι, ὡς ἂν σπουδασθείη ὁ παῖς οἷα τίμιος, τὸν δὲ Λαέρτην ἀφηγήσασθαι ὕστερον τῷ Εὐμαίῳ. οὐ γὰρ ἂν ὁ ὑπὸ τιθήνῃ ἀτιταλλόμενος εἰδείη ἂν καὶ μάλιστα τὰ κρύφα πεπραγμένα, εἰ καὶ ἄλλως κερδαλέος τότε εἶναι φησίν. Ὅτι σχηματίζεται ὁ προσποίητος ξένος Ὀδυσσεὺς δυσχεραίνειν ἐφʼ οἷς ἐκ τοῦ Εὐμαίου ἤκουσε περὶ τῶν κατʼ αὐτὸν, καὶ οἰκτιζόμενος, ὧν ἐκ παιδὸς ἔπαθε, παραμυθεῖται τοῖς ὕστερον ἀγαθοῖς, εἰπών· Εὔμαιε, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας ἤτοι ἐτάραξας, ταῦτα ἕκαστα λέγων ὅσα δὴ πάθες ἄλγεα θυμῷ. ἀλλʼ ἤτοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε θεὸς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε ἐνδυκέως, ἤγουν ἐπιμελῶς, ζώεις δʼ ἀγαθὸν βίον. αὐτὰρ ἔγωγε πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω. Ἰστέον δὲ ὅτι τὸ, παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε, καὶ εἰς παροιμίαν κεῖται ὅτε σύμμικτά τινι τὰ κατὰ τὸν βίον, οὗ περ ἐστερῆσθαι δοκεῖ λέγειν ὁ Ὀδυσσεύς. καὶ ὅτι ἐν τῷ, παρὰ καὶ κακῷ ἐσθλὸν, τὸ ὀρθὸν οὕτως ἦν· παρὰ κακῷ καὶ ἐσθλὸν ἔθηκεν. Ὅτι νυκτερινὴν ὀλιγοϋπνίαν δηλοῖ τὸ, καταδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. Ὅτι τὸ ἐν ἄλλοις πλατέως ἐπὶ κατάπλου διασκευασθὲν ἐνταῦθα τῷ καιρῷ συνεπιτέμνων φράζει γοργῶς οὕτως· οἱ δὲ λύον ἱστία, καθεῖλον δὲ ἱστόν. τὴν δʼ εἰς ὅρμον προέρυσαν ἐρετμοῖς, ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν, ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, δεῖπνόν τʼ ἐντύνοντο, κερῶντό τε αἴθοπα οἶνον. ἐν τοῖς ἑξῆς δὲ ἄλλως ἐρεῖ συντομώτερον· εἶδε νῆα στρεφθεὶς ἐκ χώρης λιμένος ἐντὸς, ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. Ὅτι τὴν νῆα μὲν εἰς τὸ ἄστυ ὁ Τηλέμαχος στέλλει, αὐτὸς δὲ θελήσας εἰς ἀγρὸν ἐλθεῖν κατὰ τὴν ὑποθήκην τῆς <!-- 2.109 -->Ἀθηνᾶς αὔριον παραθεῖναι λέγει τοῖς συμπλεύσασιν ὁδοιπόριον, τουτέστι μισθὸν ἢ ἀμοιβὴν ὑπὲρ τοῦ πλεῦσαι, δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο. ἡρωϊκὰ ταῦτα. οὔ πω γὰρ τὰ κίβδηλα ἐπαῤῥησιάζετο ἐν τοῖς τότε χρήματα. Ἰστέον δὲ ὅτι καὶ πᾶν δῶρον τὸ ὑπὲρ συνοδεύσεως καλῶς ἂν λέγοιτο ὁδοιπόριον. Ὅτι τὸ εἰς αὐτὴν τὴν Πηνελόπην καὶ εἰς αὐτὸν τὸν τοῦ Ὀδυσσέως οἶκον ἐλθεῖν ἰθὺς ἐκείνης καὶ ἐκείνου φησὶν ἀντὶ τοῦ, ἐξ ὀρθοῦ εἰς αὐτοὺς μηδαμοῦ πλαγιάσαντα. Ὅτι μὴ ἀφεὶς ταπρῶτα ὁ Τηλέμαχος τὸν Θεοκλύμενον εἰς τὴν μητέρα ἐλθεῖν διʼ εὔλογον αἰτίαν, ἀλλὰ πέμπων αὐτὸν εἰς τὸν Εὐρύμαχον, ὃς ἐπίδοξος ἦν γῆμαι τὴν Πηνελόπην, ὅμως ὕστερον γνοὺς μάντιν αὐτὸν εἶναι, οἷς τὰ περὶ Ὀδυσσέως ἐμαντεύσατο, μεταβουλεύεται τῇ τύχῃ συμμεταβληθεὶς, καὶ οὐκέτι ἐθέλει ἐμφανισθῆναι τῷ Εὐρυμάχῳ αὐτὸν, μὴ καὶ τὰ ὑπὲρ Ὀδυσσέως εἰπὼν ἀχρειώσῃ τὴν ἐφεξῆς πλάσιν. παραδίδωσιν οὖν αὐτὸν εὐπειθεῖ ἑταίρῳ Πειραίῳ τινὶ συμπλεύσαντι, ἵνα οἴκοι ἀγαγὼν ἐκεῖνον φιλοφρονῆται. καὶ ἐκεῖνος πείθεται. φράζει δὲ τὸ τοιοῦτον ὁ ποιητὴς οὕτως· ἄλλως μέν σε ἂν ἔγωγε καὶ ἡμέτερόνδε κελοίμην ἔρχεσθαι, οὐ γάρ τοι ξενίων ποθὴ, ἀλλὰ σοὶ αὐτῷ χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ ὄψεται. οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσι φαίνεται, ἀλλʼ ὑπερωΐῳ ἱστὸν ὑφαίνει. ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ἤγουν φάσκω, εἰς ὃν ἐλεύσῃ, Εὐρύμαχον Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱὸν, ὃν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι. καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ, μέμονέ τε, ἤτοι μένος ἔχει μάλιστα, μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσέως γέρας ἕξειν. εἶτα χρηστολογῶν εὐοιωνίστως ἤγουν εὐτυχῶς τὰ ἐφεξῆς, ἵνα καὶ ἑξῆς οἰωνοσκοπία προκλητικῶς ἐντεῦθεν συναφθεῖσα, εὐθὺς ἀλληλουχεῖται, φησίν· ἀλλὰ τά γε θεὸς οἶδεν Ὀλύμπιος αἰθέρι ναίων, εἴ κέ σφιν πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος. ἐν δὲ πόδεσσι τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε, μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἄπο νόσφι καλέσας ἐνέφυ τε τῇ χειρὶ καὶ εἶπε· Τηλέμαχε, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις· ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα, τουτέστι σημαντικὸν καὶ μαντευτικόν. καὶ ἑρμηνεύων στενῶς καὶ οὐδὲ πάνυ σαφῶς τὸν τοιοῦτον οἰωνὸν διὰ τοὺς περιεστῶτας, ἵνα μὴ ἔκπυστα γένηται τὰ σιγῆς ἄξια, φησίν· ὑμετέρου δʼ οὐκ ἔστι γένευς βασιλεύτερον ἄλλο ἐν δήμῳ Ἰθάκης, εἰ καὶ ὁ Εὐρύμαχος ἐθέλει τὸ τοῦ Ὀδυσσέως γέρας ἕξειν, ἤτοι τὴν βασιλείαν, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεὶ, τουτέστι δεσπόται, ἐγκρατεῖς, ὡς καὶ Ἀρχίλοχος· Ἀσίης καρτερὸς μηλοτρόφου, ὅ ἐστιν ἄρχων. ἄλλως μέντοι πλατύτερον ὅμοιός ἐστιν ὁ νῦν οἰωνὸς τῷ πρὸ ὀλίγου ἐπὶ ἀετοῦ καὶ χηνὸς, πλὴν ὅσον ἐκεῖ μὲν ἄμφω τὰ ζῷα μεγάλα, ἐνταῦθα δὲ οὐ τοιαῦτα, καὶ ἐκεῖ μὲν ὡς φάγων τῶν μνηστήρων σύμβολον ἦν ἡ ἀδηφάγος χὴν, ἐνταῦθα δὲ ἡ τρήρων πέλεια τὴν ἐκείνων, ὡς προγέγραπται, δειλίαν συμβολοσκοπεῖ καὶ ἀγγέλλει κατὰ τὸν ποιητὴν ὡς ἄγγελος οἰωνὸς κακὸν ἦμαρ τελευτήσειν τοῖς μνηστῆρσι πρὸ γάμου, καθὰ καὶ τῇ πελείᾳ νῦν αὐτίκα ὄλεθρος ἐπῆλθεν ἅμα τῇ φήμῃ τοῦ Τηλεμάχου, ὃς σὺν καὶ τῷ πατρὶ τῦπον ἀετοῦ τε ἔχει καὶ κίρκου, περὶ οὗ καὶ αὐτοῦ προδεδήλωται. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσιν ὅτι τε ὑπερώϊον ἐνταῦθα πεντασυλλάβως ἔφη ὁ ποιητὴς, ἐξ οὗ τὸ ὑπερωϊόθεν ἐπίῤῥημα. καὶ ὅτι καὶ αὐτὸς ὁ Τηλέμαχος κρίνει τὸν Εὐρύμαχον ὑπερτερεῖν τῶν ἄλλων μνηστήρων, φιλαλήθως αὐτὸν ἐπαινῶν. καὶ ὅτι τὸ μὲν ὄρνις γένος, ὡς καὶ ἀλλαχοῦ ὁ ἀετὸς, εἰδικὸν δέ τι, μᾶλλον δὲ εἴδους ἄτομον, ὁ κίρκος, ὡς ἐκεῖ ὁ χήν. ὁ δʼ ἐνταῦθα οἰωνὸς ἐπὶ συμβόλου καὶ σημείου μαντικοῦ τίθεται, ὅθεν καὶ οἰωνίζεσθαι τὸ μαντεύεσθαι. δῆλον δʼ ὅτι τοιοῦτόν τι πολλάκις καὶ ὁ ὄρνις δηλοῖ, ὡς καὶ ἐν τῷ, δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ, καὶ ἐν ἄλλοις δὲ πολλοῖς. Σημείωσαι δʼ ἐνταῦθα καὶ ὅτι τὸ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο ὄρνις, ὁριστικόν ἐστι τοῦ οἰωνοῦ. ἔστι γὰρ μαντικὸς οἰωνὸς ὄρνις οὔ τοι ἄνευ θεοῦ πετόμενος. ταχὺν δὲ τὸν κίρκον εἶναι καὶ Ἀπόλλωνος ἱερὸν, τεθρύλληται, καθὰ καὶ ὅτι τῷ Διῒ ἀνιέρωται ὁ ἀετός. Τὸ δὲ ἔγνων οἰωνὸν ἐόντα ταυτόν ἐστι τῷ, ἔγνων ὡς οἰωνίζεταί σοι. Ὅρα δὲ καὶ ὅτι δυνάμενος εἰπεῖν ἐν τούτοις, γένους βασιλεύτερον, γένευς εἶπε ποιητικώτερον διὰ πλείω φωνῆς ὄγκον. Τὸ δὲ βασιλεύτερον συγκριτικῶς λεχθὲν δηλοῖ ὡς καὶ ἄλλοι μέν εἰσι βασιλεῖς ἐν Ἰθάκῃ καθά που καὶ ὁ Τηλέμαχος εἶπεν, ὅμως δὲ πάντων βασιλεύτερον τὸ γένος τοῦ Ὀδυσσέως. Τὸ δὲ ἐν δήμῳ Ἰθάκης, πρὸς ἀκρίβειαν κεῖται. οὐ γὰρ οὐδαμοῦ <!-- 2.110 -->γῆς οὐκ ἔστι βασιλεύτερον γένος ἄλλο, ἀλλʼ ἐν Ἰθάκῃ. Τὸ δὲ ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεὶ, οὐκ ἀναγκαίως μὲν κεῖται, ποιεῖ δʼ ὅμως πλείω σαφήνειαν, ἵνα τὸ μὲν οὐκ ἔστιν ἄλλο γένος βασιλεύτερον εἴη ἄρσις, θέσις δὲ τὸ, ἀλλʼ ὑμεῖς. ἀστεία δὲ ἡ λύσις τοῦ οἰωνοῦ πρὸς τὴν τοῦ Τηλεμάχου πρότασιν. ἐκεῖνος μὲν γὰρ θεῷ εἶπε γνωστὸν εἶναι εἰ τὸ τοῦ Ὀδυσσέως γέρας ἕξει Εὐρύμαχος, Θεοκλύμενος δὲ ἀποφαίνεται τὸ τοῦ Ὀδυσσέως βασιλεῦσαι γένος. ἐνταῦθα δὲ ἔστιν εἰπεῖν καὶ ὅτι Θεοκλύμενος καλὸν ἐπίβαθρον, τουτέστι ναῦλον, ἀποδίδωσι τῷ Τηλεμάχῳ τὴν περὶ τοῦ μέλλοντος ἀγαθὴν εἴδησιν. Ὅτι ὁ ἐπὶ ἀγαθῇ ἀγγελίᾳ ὑπισχνούμενός τι ἀγαθὸν καλῶς ἂν εἴπῃ τὸ, αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ἔστι δὲ τὸ θέμα τοῦ συναντόμενος ἄντω ἄντομαι. Ὅτι ὁ παραδιδοὺς ἀγαθῷ φίλῳ ξένον τινὰ ἐπὶ φιλοφροσύνῃ ἔχοι ἂν φάναι τὸ, ὦ δεῖνα, σὺ δή μοι τά περ ἄλλα μάλιστα πείθῃ ἐμῶν ἑτάρων, καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν ἐνδυκέως φιλέειν καὶ τιέμεν, ἤγουν φίλει καὶ τίμα εἰσόκεν ἔλθω. Τηλέμαχος δὲ ταῦτα λέγει πρὸς τὸν ῥηθέντα Πείραιον περὶ Θεοκλυμένου. ἐφʼ ᾧ δευτέραν σοφωτέραν ταύτην φροντίδα σχὼν ὁ Τηλέμαχος οὐκέτι, ὡς ἐῤῥέθη, παριστᾶν αὐτὸν ἐθέλει τῷ Εὐρυμάχῳ, ἀλλὰ μεταθέμενος τῷ Πειραίῳ παραδίδωσι, δοκιμάσας οὕτω διὰ τὸ μαντικῆς αὐτὸν εὑρεῖν ἐπιστήμονα. Σημείωσαι δὲ καὶ ὅτι ὁ καταδεξάμενος ὑποδέξασθαι τὸν, ὡς ἐῤῥέθη, παραδιδόμενον ξένον, εἰκότως πρὸς τὸ εἰσόκε ἔλθω, ἐρεῖ τὸ, ὦ δεῖνα, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοις, τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται. εἴη δʼ ἂν τὸ κομιῶ ἐφερμηνευτικὸν τοῦ φιλέειν καὶ τιέμεν· τούτου γὰρ ἐκεῖνα ἦσαν δηλωτικά. ἔστι δὲ τὸ κομιῶ μέλλων δεύτερος Ἀττικὸς τοῦ κομίζειν ὅμοιος τῷ ἐγγιῶ καὶ βαδιοῦμαι καὶ τοῖς τοιούτοις. δηλοῖ δὲ ἡ λέξις τὸ, ἐπιμελείας ἀξιώσω. Ἰστέον δὲ ὅτι τὸν ῥηθέντα Πείραιον υἱὸν ὄντα Κλυτίου Κλυτίδην λέγει κατὰ συγκοπήν. τὸ γὰρ ἐντελὲς Κλυτιάδης ἐστὶν ὁμοίως τῷ Ἀλεξιάδης καὶ τοῖς τοιούτοις. Ὅτι τὸ, οἱ μὲν ἀναβάντες ἔπλεον, ἐνταῦθα παραφράζων φησίν· οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, τουτέστιν ἀνωθήσαντες τὴν ναῦν ὑψοῦ ἐν νοτίῳ ὥστε πλέειν. κυρίως γὰρ ὠθεῖν τὸ ἀπὸ χθαμαλωτέρων ἀνάγειν εἰς ὑψηλότερον. Ὅτι καὶ ἐνταῦθα τὸν σπουδαίως θέοντα φέρεσθαι λέγει ποσὶν, οὐ μὴν αὐτὸν φέρειν τοὺς πόδας, εἰπών· τὸν δʼ ὦκα προβιβῶντα πόδες φέρον, ὄφρα ἵκετο αὐλὴν, ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι. αἷς ὁ συβώτης ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς· ὅ περ σύστοιχόν ἐστι τῷ, ὅμως δέ τοι ἤπια οἶδε. διὰ δὲ τὸ τοιοῦτος εἶναι καὶ ἐσθλὸς ἐῤῥέθη. Ὅρα δὲ καὶ ὅτι μετρήσας ἤδη τάς τε θηλείας ὕας καὶ τοὺς ἄῤῥενας καὶ εἰς ῥητὸν ἀριθμὸν περιστήσας, ἤγουν εἰς ἐνακοσίους καὶ ἑξήκοντα, ὅμως ἐνταῦθα ὕες μάλα μυρίαι εἶπεν ὁ ποιητὴς, ἐκπλήττειν καὶ οὕτως ἐθέλων τῇ ἀοριστίᾳ τὸν ἀκροατήν. Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι καὶ ἀῤῥένων συῶν ὄντων, ἔτι δὲ καὶ θηλειῶν, ἐξενίκησε τὸ ἀπὸ μέρους τοῦ τῶν θηλειῶν οὕτω φράσαι τοὺς ὅλους. ἐνεχώρει μὲν γὰρ εἰπεῖν, ὕες μυρίοι οἷσι συβώτης ἐνίαυεν· εἵλετο δὲ Ἰωνικῶς ἅμα καὶ Ἀττικῶς, θηλυκῶς φράσαι, ὕες μυρίαι αἷς ἐνίαυε. Τὴν δὲ ῥηθεῖσαν αὐλὴν καὶ αὖλιν παρωνύμως καὶ ἔπαυλιν ἔστιν εἰπεῖν. Τὸ δὲ ἐνίαυεν ἀντὶ τοῦ, ἐνδιέτριβεν, ὅθεν καὶ ἐνιαυτὸς, χρόνος ἐπιμήκης ἔχων τριβήν.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Π. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἐλθόντος εἰς τοὺς ἀγροὺς Τηλεμάχου, πέμπεται Εὔμαιος εἰς τὴν πόλιν ὀφείλων ἐπαγγεῖλαι τοῦ δεσπότου τὴν παρουσίαν. γίνεται δὲ ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς τὸν υἱὸν ἀναγνωρισμὸς κατὰ βούλησιν Ἀθηνᾶς καὶ τῶν ἐπὶ τὴν ἐνέδραν Τηλεμάχου τεταγμένων ἐπὶ τὴν πόλιν ὑποστροφή.

ΟΔΥΣΣΕΙΑΣ Π. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-acp`.
