---
title: "Commentary on Homer's Odyssey: Book XV"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ο"
author: Eustathius of Thessalonica
eul_wid: xpw-aco
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-15-xpw-aco"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:a99d03b0e18c8345d1aadd700d5a88063897a2ce5973beb71269d207b01a3c43"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book XV

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ο*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-aco` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-15-xpw-aco)

## Text

<!-- 2.79 -->Ὅτι προτρεπτικὸν εἰς δόρπον τὸ, νῦν δʼ ὥρη δόρποιο. τάχιστά μοι ἔνδον ἑταῖροι εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον. Ἔστι δὲ τὸ, τετυκοίμεθα δόρπον, κατὰ τὸ, τετύκοντό τε δαῖτα. Ὅτι ἤθεα συῶν λέγει τὰς συνήθεις κοίτας, οἷον, σύας ἕρξαν κατὰ ἤθεα κοιμηθῆναι. γίνεται δὲ τὸ ἕρξαν ἀπὸ τοῦ ἔργω, οὐ τοῦ δηλοῦντος τὸ πράττω, ὃ καὶ τρισυλλάβως ἐέργω λέγεται, ὡς δῆλον ἐκ τοῦ ἔοργα, ἀλλὰ τοῦ σημαίνοντος τὸ ἐγκλείω, ἀφʼ οὗ τὸ εἴργω τὸ παρʼ Ἀττικοῖς δασυνόμενον, ὡς ἡ εἱρκτὴ δηλοῖ καὶ ἡ κάθειρξις. λέγει δὲ καὶ κλαγγὴν συῶν τὴν ὀξεῖαν βοήν. ἔφθη δὲ καὶ ἐπὶ κυνῶν τὴν λέξιν εἰπεῖν. καὶ ἱερεύσειν δὲ τὸ σφάξειν· ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω τηλεδαπῷ. λέγει δὲ καὶ ὀνήσεσθαι τὸ ὠφεληθῆναι ἀπὸ τοῦ φαγεῖν, ἀφʼ οὗ καὶ ὄνειαρ τὸ βρῶμα, ὡς καὶ ἀλλαχοῦ· καθʼ ἣν ἔννοιαν καὶ ἐν Ἰλιάδι ἐῤῥέθη τὸ, ἔπειτα δὲ αὐτὸς ὀνήσεαι πιών. Ἰστέον δὲ ὅτι τὸ, ἱερεύσω ξείνῳ, δύναται ῥηθῆναι καὶ ἀντὶ τοῦ, θύσω χάριν τοῦ ξείνου. Ὅτι λόγος ἀνδρῶν πονούντων ἀκερδῶς ἄλλοις τὸ, οἵ περ ὀϊζὺν δὴν ἔχομεν πάσχοντες, ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν. Ὅτι ἐν τῷ ἱερεύεσθαι ὗν μάλα πίονα πενταέτηρον, ὃν ἔστησαν ἐπʼ ἐσχάρῃ, συβώτης οὐ λήθετο ἀθανάτων, φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν. ἀλλʼ ὅ γʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν ἀργιόδοντος ὑὸς, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, <!-- 2.80 -->χάριν προθύματος καὶ ὡς εἰς ἀπαρχὴν θυσίας, ἔτι δὲ ἀναμνήσει τῆς παλαιᾶς ἐκ τριχῶν ἐνδύσεως. καὶ εὔχετο περὶ τοῦ δεσπότου Ὀδυσσέως, κόψε δὲ ἀνασχόμενος σχίζῃ δρυὸς, ἣν λίπε κείων. τὸν δʼ ἔλιπε ψυχὴ, τουτέστι τὸν ὗν. εἶτα διασκευάζων φησί· τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν. αἶψα δέ μιν διέχευαν. ὁ δʼ ὠμοθετεῖτο συβώτης πάντοθεν ἀρχόμενος μελέων ἐς πίονα δημόν. καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, πρὸς ὁλοκαύτωσιν δηλαδὴ, παλύνας ἀκτῇ, ὃ πολλαχοῦ κεῖται, καθὰ καὶ ἑξῆς τὸ, μίστυλλόν τʼ ἄρα τʼ ἄλλα, καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. εἶτα ἐπάγει· βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα, ὅ περ ἔχει τι παρηχήσεως. ἀνʼ δὲ συβώτης ἵστατο δαιτρεύσων, περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη, τουτέστι τὰ καθήκοντα ἠπίστατο. εἶτα ἑρμηνεύων τὸ δαιτρεύσων ἐπάγει· καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων, ἵνα ᾖ δαιτρεύειν τὸ διαμοιρᾶσθαι καὶ δαΐζειν, ἐξ οὗ ὁ δαιτρός· μεθʼ ὃ σαφηνίζων τὸ ἕπταχα λέγει τὴν μὲν ἴαν, τουτέστι τὴν μίαν μοῖραν, ἣν κατὰ κοινοῦ ἐκ τοῦ διαμοιρᾶσθαι νοεῖ, Νύμφῃσι καὶ Ἑρμῇ Μαιάδος υἷϊ θῆκεν ἐπευξάμενος. τὰς δʼ ἄλλας νεῖμεν ἑκάστοις. νώτοισι δʼ Ὀδυσσῆα διηνεκέεσσι γέραιρεν ἀργιόδοντος ὑός. κύδαινε δὲ θυμὸν ἄνακτος. βασιλικὸν γὰρ ἦν ἡ τῶν νώτων παράθεσις, ὡς πολλαχοῦ φαίνεται. Δῆλον δὲ ὅτι τὸ, νώτοισι δʼ Ὀδυσσῆα γέραιρεν, ἐξ Ἰλιάδος παρείλκυσται ἀπὸ τοῦ, νώτοισι δʼ Αἴαντα διηνεκέεσι γέραιρεν ὁ ἐκεῖ βασιλεύς. Δωρεῖται δὲ μοῖραν ὁ Εὔμαιος Νύμφαις μὲν, ἵνα γῆθεν ἀναδιδοῖεν τροφὰς τοῖς ζῴοις, ὡς ἐπιστατοῦσαι κρήναις καὶ ἄλσεσι καὶ ἱεροῖς ποταμοῖς, ὡς προδεδήλωται, Ἑρμῇ δὲ, ὡς καὶ αὐτῷ νομίῳ καὶ αὐξητικῷ τῶν θρεμμάτων, ὃ δὴ καὶ ὁ Ἀπόλλων Ἥλιος ἔχει καὶ αἱ ἀλληγορούμεναι Νύμφαι· ἔτι δὲ καὶ ὡς κερδῴῳ. φέρεται δʼ ἐνταῦθα καὶ Σιμωνίδου χρῆσις αὕτη· θύειν Νύμφαις καὶ Μαιάδος τόκῳ, οὗτοι γὰρ ἀνδρῶν αἷμα ἔχουσι ποιμαίνων, ἤγουν οὗτοι φυλάττουσι τὸ ποιμενικὸν γένος, καὶ οἷον ζωοῦσιν αὐτούς. εἰκὸς δὲ καὶ ὡς δολίῳ τῷ Ἑρμῇ μοῖραν πρὸς Εὐμαίου δίδοσθαι διὰ τὸν αὐτῷ φίλτατον δεσπότην Ὀδυσσέα, ὃς αὐχεῖ πᾶσιν ἀνθρώποις μέλειν ἐν δόλοις. ὅθεν ἴσως καί τις αὐτοῦ δοῦλος Δολίος παροξυτόνως ὠνόμαστο, παρονομασθεὶς ἐκ τοῦ φίλου δόλου. ὅτι δὲ Ἑρμοῦ ἐπίθετον ὁ δόλιος, δηλοῖ καὶ ὁ ἱστορήσας, ὅτι μαντευομένῳ τινὶ περὶ σωτηρίας χρησμὸς ἐδόθη θύειν Ἑρμῇ δολίῳ, δηλῶν, ὡς δόλῳ χρὴ σωτηρίαν περιποιήσασθαι. Δῆλον δὲ ὡς ἡ ἐνταῦθα νοουμένη μοῖρα κοινότερον λαλεῖται, οὐ μὴν κατὰ τὴν δαιμονίαν μοῖραν τὴν συστοιχοῦσαν τῇ πεπρωμένῃ καὶ τῇ ἀνάγκῃ, οὐδὲ μὴν κατὰ τὴν ἄλλην, ἣν εἰς ταυτὸν τῇ τύχῃ τιθέντες, εἶτα ὡς μέσην λέξιν ὁμοίως τῇ τύχῃ ἐκ τῶν ἐπαγομένων διευκρινοῦσιν εἴτε ἀγαθή ἐστιν εἴτε φαύλη· ὡς γὰρ τὸν τῆς τύχης δυασμὸν διασαφεῖ ὁ εἰπὼν εὐτυχίαν ἢ δυστυχίαν, τὸ δʼ αὐτὸ καὶ ἐπὶ δαίμονος τοῦ κατὰ τύχην, οὕτω ποιεῖ καὶ ἐπὶ μοίρας. οὐκοῦν μοιρηγενὴς παρʼ Ὁμήρῳ νοοῖτο ἂν, ὁ μέτοχος μοίρας ἀγαθῆς, διὰ τὴν ἐπαγωγὴν τοῦ ὀλβιόδαιμον· οὗ γὰρ δαίμων ὄλβιος, ἐκείνου τοιαύτη καὶ ἡ μοῖρα καὶ τὸ ἀνάπαλιν. ἐφʼ οὗ γὰρ ἐῤῥέθη τὸ, δαίμων ὃς ἔστι σοι βαρὺς, ἐκείνῳ βαρεῖα καὶ ἡ μοῖρα ὡς καὶ ἡ τύχη. ταυτοδύναμα γὰρ παρʼ Ἕλλησι μοῖρα δαίμων καὶ τύχη. Μαίας δὲ υἱὸς ὁ Ἑρμῆς διά τε τὸ ἐν ζῴοις θρεπτικὸν καὶ ἐπιμελὲς ὁποία τις καὶ ἡ ἐν ἀνθρώποις μαῖα. καὶ ἀλληγορικῶς δὲ διὰ τὸ τοῦ Ἑρμοῦ λόγου ζητητικὸν καὶ ἐρευνητικόν. οὐχʼ ὑποκοριστικὸν δὲ ἡ μαιὰς, ἀλλὰ πρὸς διαστολὴν τῆς ἁπλῶς μαίας, ἵνα μὴ ἐκφωνοῖτο καὶ αὕτη κατʼ ἐκείνην. ἴσως δὲ ἀπὸ τῆς τοιαύτης μαίας ἢ μαιάδος καὶ ὁ Εὔμαιος κέκληται. ὡς ἂν τῷ Ἑρμῇ φιλοῖτο οἷα παρωνυμούμενος τῇ μητρί· οὗ ἕκητι καὶ εὐτυχεῖ τὸ ἔργον αὐτῷ. Ἰστέον δὲ ὅτι τὸ, φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν, ἔπαινος εὐσεβείας ἐστίν. ἐξ οὗ ἀνάπαλιν ἔστιν εἰπεῖν, ὡς ὁ μὴ τοιοῦτος οὐ κέχρηται φρεσὶν ἀγαθαῖς. Τὸ δὲ κόψε σχίζῃ ἀντὶ τοῦ ἔπληξεν, ἔκρουσεν, ὡς ἐπὶ συγχύσει τοῦ ἐγκεφάλου. ἄλλως γὰρ καὶ σφάζεται ὁ τοιοῦτος ὗς. Τὸ δὲ ἀνασχόμενος εὕρηται ἀλλαχοῦ καὶ ἀνασχὼν ἤτοι ἀνατείνας ἢ τὴν σχίζαν ἢ τὴν χεῖρα. Τὸ δὲ ἣν λίπε κείων, ἢ ἀντὶ τοῦ κέων πῦρ κατὰ τοὺς παλαιοὺς, ἐδηλώθη γὰρ ἤδη ὡς καὶ διὰ τοῦ ε γράφεται πρωτότυπον ὂν τοῦ ἑτέρου καίειν ὃ διὰ διφθόγγου γράφεται, ἢ μᾶλλον ἀντὶ τοῦ σχίζων· κέω γὰρ πρωτότυπον, ἀφʼ οὗ τὸ κεάζειν καὶ τὸ κέασε καὶ τὸ κεάσας καὶ ὅσα τοιαῦτα. ἐξ αὐτοῦ δὲ τὸ κείω ἐπενθέσει τοῦ ἰῶτα καθʼ ὁμοιότητα τοῦ, τελέω τελείω καὶ κέω κείω τὸ κεῖμαι καὶ τῶν ὁμοίων. Τί δὲ τὸ εὗσαν καὶ τὸ διέχευσαν καὶ τὸ ὠμοθετεῖν, ἐν πολλοῖς ἐδηλώθη. δῆλον δὲ ὡς διχῶς καὶ ὠμοθετεῖν καὶ ὠμοθετεῖσθαι λέγεται, ὡς δηλοῖ νῦν τὸ, ὁ δʼ ὠμοθετεῖτο συβώτης, ὅ περ ὅτι καὶ ἀπαρχή τίς ἐστι <!-- 2.81 -->τῶν τοῦ ἱερείου μελῶν, δηλοῖ τὸ, πάντοθεν ἀρχόμενος μελέων, καὶ μετʼ ὀλίγα τὸ, ἄργματα θῦσε θεοῖς. Δῆλον δὲ ὅτι διαχεύεται μὲν ἱερεῖον ἁδρομερῶς, μιστύλλεται δὲ εἰς βραχέα τινα, καὶ ὅτι ἐκ τοῦ τοιούτου διαχεύειν καὶ τὸ διαχέεσθαι εἴρηται παρὰ τοῖς ὕστερον, ὡς τοῦ χαίροντος μὴ ἔχοντος ἑαυτὸν συνάγειν, ἀλλʼ ἐκχέοντος εἰς πλατυσμόν. Τὸ δὲ ἐς πίονα δημὸν, ἔστι μὲν ἑρμηνεία τις ἢ παράφρασις τοῦ, κατά τε κνίσσῃ ἐκάλυψαν. λέγει δὲ δημὸν τὴν κνῖσσαν, τὸν ἐπίπλουν, ὃς κατὰ Ἡρῳδιανὸν εὐανάδοτός ἐστι πρὸς τὴν ὄσφρησιν οὐκ αὐτοτελὴς περιτεθειμένος τοῖς μηρίοις, ἔνθα διαλαμβάνων ἐκεῖνος καὶ περὶ κνίσσης φησὶν ὅτι ὥς περ στῶ στίζω τρῶ τρίζω, οὕτω καὶ κνῶ κνίζω τὸ ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, οὗ μέλλων κνίσω, ἀφʼ οὗ ἡ κνῖσα, ἔκτασιν μέν, φησι, λαβοῦσα τοῦ ἰῶτα, δηλοῦσα δὲ τὴν κατʼ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει προσίζουσαν. ὁ δʼ αὐτὸς ἐκεῖ διασκευάζων καὶ ὡς ταυτόν ἐστι τό, τε ξύειν καὶ τὸ κνεῖν ἤτοι κόπτειν, ἐξ οὗ καὶ τὸ κνίζειν λέγεται, παράγει χρήσεις τοιαύτας. ξύομαι δʼ οὐδὲν ἰσχύων, τουτέστι κνῶμαι· καὶ Σώφρων, βαιὰ δʼ ἔξυσμαι ἐκ ποδὸς εἰς κεφαλὴν, ἤγουν κέκνησμαι. καὶ ξύσιλον δέ, φησιν, ἀποφαίνεταί τινα ἐκ τοῦ συνεχοῦς ἐν τῷ γήρᾳ κνησμοῦ. φέρει δὲ καὶ Δημοκρίτου χρῆσιν ταύτην· ξυόμενοι ἄνθρωποι ἥδονται, καί σφιν γίνεται ἅ περ τοῖς ἀφροδισιάζουσιν. Ἰστέον δὲ ὅτι σαφέστερον ἄλλως τὸ ὠμοθετεῖτο πάντοθεν ἀρχόμενος ἐς δημὸν, ἔστι νοῆσαι ὡς ἑρμηνείαν τοῦ ὠμοθετεῖν. δῆλον γὰρ ὡς τὰ ὠμὰ ἐτίθεντο ἐς δημὸν, ἵνα ῥᾷον ἐκκαίοιντο. Τὸ δὲ ἐν πυρὶ βάλλε παλύνας, τουτέστι λευκάνας καὶ καταπάσας, ἀλφίτου ἀκτῇ, τουτέστι δώρῳ ἢ κλάσματι, ὡς πολλαχοῦ δεδήλωται, δηλοῖ μὲν, ὡς τῶν ἀρτοποιουμένων ἀπήρχοντο ἐν τῷ θύειν. ἀναμιμνήσκει δὲ καὶ ὡς πρὸ τῆς τοῦ λιβανωτοῦ εὑρέσεως εἰς μνήμην τῆς πάλαι διαίτης ἐθυμίων τότε ἀλφίτοις, ἢ καθʼ αὑτὰ ἢ μετὰ τῶν ἄλλων ἀπαρχῶν, ἃς ἀπάργματα ἐρεῖ ὁ ποιητής. ἕτεροι δὲ τὸ παλύνας ἀλφίτοις εἶπον ἀντὶ τοῦ μαζοποιήσας καὶ συναναδεύσας τὰ ἄλευρα. Ἐλεοῖς δὲ ταῖς μαγειρικαῖς λέγει τραπέζαις κατὰ γενὸς ἢ ἀρσενικὸν ἢ καὶ οὐδέτερον, ὡς δηλοῖ παρὰ τῷ κωμικῷ τὸ, κάθελε τοὐλεόν. ἐκ τούτου δὲ, ἐλέατρος παρὰ τοῖς ὕστερον ὁ δαιτρός. ἐδέατρος μέντοι διὰ τοῦ δέλτα ὁ προγεύστης. δῆλον δʼ ὅτι ὁ ἐλεὸς καὶ εἰλεὸς λέγεται ἐπενθέσει τοῦ ἰῶτα. Ἐν δὲ τῷ, ἕπταχα, ὃ γίνεται ἀπὸ τοῦ ἑπταχῇ ὁμοίως τῷ, διχῇ δίχα καὶ τοῖς ἑξῆς, τέτραχα πένταχα ἕξαχα, δηλοῖ τὴν πολλὴν διαφορὰν τοῦ πενταετήρου μάλα πίονος ὑὸς πρὸς τοὺς πρὸ βραχέων σφαγέντας δύο χοίρους. οἱ μὲν γὰρ ὀπτηθέντες παρετέθησαν τῷ Ὀδυσσεῖ, ἀρκέσοντες ἢ μόνῳ αὐτῷ ἢ ἀλλὰ καὶ τῷ Εὐμαίῳ. οὗτος δὲ ὁ πενταέτηρος ἕπταχα μεμοιραμένος ἀρκέσει τῇ μὲν μιᾷ μοίρᾳ πρὸς θυσίαν, ταῖς δὲ λοιπαῖς Ὀδυσσεῖ τε καὶ Εὐμαίῳ καὶ λοιποῖς τέσσαρσιν. Ὅτι δὲ προϋπάρχει ὥς περ τῆς κοινότερον λεγομένης μοίρας, ἀφʼ ἧς τὸ μοιρᾶσθαι, οὕτω καὶ τῆς κατὰ τὴν πεπρωμένην ῥῆμα τὸ μείρω, οὐκ ἔστιν ἀμφιβαλεῖν. ὁμοίως δὲ καὶ τῆς ὁμωνύμου αἴσης προϋπόκειται τὸ δαίω, ἔτι δὲ καὶ τοῦ αἰσίμου. διὸ μετὰ τὸ συβώτης δαιτρεύσων, ὅ περ ἀπὸ τοῦ δαίω γίνεται, ἐπῆκται τὸ, περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη, ταυτὸν δὲ εἰπεῖν, αἴσια καὶ ἐναίσιμα, ἤγουν κατʼ αἶσαν, ἧς θέμα τὸ δαίω ἤτοι μερίζω, ὃ δὴ μερίζω ἐκ τοῦ μείρω μερῶ γέγονε κατὰ παραγωγήν. Ὅτι δὲ τὸ μείρω καὶ ἀμείρω λέγεται πλεονασμῷ ἐθίμῳ τοῦ ἄλφα, Ἡσίοδος ἔδειξεν ἐν τῷ, τρίτην ἀπαμείρεται αἶσαν. ἔνθα φαίνεται καὶ ὅτι συγγενῆ, ὥς περ τὸ ἀπαμείρειν καὶ ἡ αἶσα, οὕτω καὶ τὸ δαίειν καὶ ἡ μοῖρα. χρῆσις δὲ κατὰ τὴν τοῦ Ἡσιόδου καὶ παρʼ Ὁμήρῳ ἐν τῷ, ἥμισυ γάρ τʼ ἀρετῆς ἀπαμείρεται εὐρύοπα Ζεὺς ἀνδρῶν, οὓς ἂν δὴ καὶ ἑξῆς, ὅ περ σημαίνει ὅτι παρά τισιν ἄλλοις εὕρηται κατʼ ἑτεροίαν γραφὴν, ἥμισυ γάρ τε νόου ἀπαμείρεται, ἤγουν τὸ ἥμισυ τῆς φρονήσεως. ὅτι δὲ καθὰ ἐν τῷ ἀμείρεται, οὕτω καὶ ἐν τῷ ἄσταχυς καὶ ἀσταφὶς πλεονασμός ἐστι τοῦ ἄλφα, πολλαχοῦ δεδήλωται. Ὅτι εὐχή τινος τιμωμένου πρὸς τὸν τιμῶντα τὸ, αἴθʼ οὕτως φίλος θεῷ πατρὶ γένοιο ὡς ἐμοὶ, ὅττι με τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις. Ὀδυσσέως δὲ τοῦτο ὑπὲρ Εὐμαίου εὐχὴ, ὃς τὸν δεσπότην νώτοις ὑὸς διηνεκέεσσι γέραιρε. Σημείωσαι δὲ ὅτι καὶ ἐν Ἰλιάδι κεῖται τὸ, αἴθε οὕτω φίλος Διῒ πατρὶ γένοιτο ὡς ἐμοί· ἀπὸ ἐναντίας μέντοι διαθέσεως. ἄχθεται γὰρ ἐκεῖ κατὰ τοῦ Ἀχιλλέως ὁ τοῦτο λέγων καὶ οὐχʼ ὡς ἐνταῦθα εἰς ἀγαθὸν ἐπεύχεται. Ὅτι εὐνοοῦντος ξενοδόχου λόγος τὸ, ἔσθιε δαιμόνιε ξείνων καὶ τέρπεο τοῖσδε, οἷα πάρεστιν. εἶτα ἐπιπλέκει γνωμικὸν ὁ τοῦτο παρὰ τῷ ποιητῇ εἰπὼν Εὔμαιος· θεὸς δὲ τὰ μὲν δώσει τὰ δʼ ἐάσει, ὅττι κεν ᾧ θυμῷ ἐθέλει, δύναται γὰρ ἅπαντα. <!-- 2.82 -->καὶ ὅρα τὸ, δαιμόνιε ξένων, συνταχθὲν ὡς οἷον ὑπερθετικὸν, καθὰ καὶ πρὸ ὀλίγων ἐσημειώθη. Τὸ δὲ τὰ μὲν δώσει τὰ δʼ ἐάσει, γοργῶς μὲν παρισοῦται πρὸς κάλλος. δηλοῖ δὲ τὴν ἐν ἀνθρώποις εὐδαιμονίαν κεκραμένην ἐξ ὧν τε θέλομεν καὶ ἐκ τῶν μὴ τοιούτων, κατὰ τὴν Ὁμηρικὴν δόξαν ἣν ἐν τῇ Ἰλιάδι δεδήλωκε. Τὸ δὲ, ὃ ἂν ἐθέλει, κατάβασίς ἐστιν ἐκ πληθυντικοῦ εἰς ἑνικὸν συνήθης τῷ ποιητῇ. Ὅτι τὴν πρὸ βραχέων φρασθεῖσαν σύντομον θυτικὴν διασκευὴν, ἣ τῇ σμικρότητι συνεξομοιοῦτο τῆς θυσίας, εἷς γὰρ ὗς ἱερεύθη, γοργότατα νῦν ἐπιτέμνων ὁ ποιητής φησι περὶ Εὐμαίου οὕτως· ἔφη δή· καὶ ἄργματα, τουτέστιν ὡς ἐῤῥέθη ἀπαρχὰς, ἔθυσε θεοῖς, ἤγουν κατὰ τοὺς παλαιοὺς, ἐθυμίασεν. οὐδέ ποτε γάρ, φασι, παρὰ τῷ ποιητῇ τὸ θῦσαι ἀντὶ τοῦ σφάξαι ἱερεῖον λέγεται. συλλαλεῖ δὲ τούτοις καὶ ὁ γράψας, ὅτι σφάξαι μὲν τὸ ἱερουργῆσαι ζῷον, θῦσαι δὲ τὸ θυμιάσαι. θύη γὰρ τὰ θυμιάματα, ὅθεν καὶ νέφος θυόεν, καὶ κόλπος θυώδης. φέρει δʼ ἐκεῖνος καὶ χρῆσιν τοῦ πρώτου μὲν τὸ, ἔσφαξαν καὶ ἔδειραν, τοῦ δευτέρου δὲ τὸ, θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον. ὅτι δὲ τὸ θύειν καὶ ἐπὶ τοῦ θυμιᾶν κεῖται, Θεόκριτος ἐν ταῖς φαρμακευτρίαις δηλοῖ σαφέστατα. εἶτα εἰπὼν καὶ ὡς ἔσπεισεν αἴθοπα οἶνον, ὅ περ ἐν τῇ πρὸ τούτων διασκευῇ ἐσίγησε, λέγει ὅτι ἕζετο ᾗ παρὰ μοίρῃ ὁ Εὔμαιος ἤγουν παρὰ τῇ ἑαυτοῦ μερίδι. πλάττει δὲ καὶ Μεσαύλιόν τινα δοῦλον τοῦ Εὐμαίου, ὃν συβώτης φησὶν αὐτὸς ἐκτήσατο πριάμενος ἐκ Ταφίων, οἶος, τουτέστι μόνος καθʼ ἑαυτὸν ἀποιχομένοιο ἄνακτος. καὶ ἦν μὲν καὶ τοῦτο ἑρμηνευτικὸν τοῦ οἶος. ὁ δὲ καὶ σαφέστερον ἐφερμηνεύων ἐπάγει· νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος. οἰκεῖον δὲ ὄνομα δούλῳ ἀγροίκῳ ἤγουν ἀγροτικῷ τὸ Μεσαύλιος, ἀπὸ τοῦ μέσαυλον, ὅ πέρ ἐστιν ἀγροτικὴ ποιμενικὴ κατοικία, ὡς δηλοῖ καὶ ἡ Ἰλιὰς ἐν τῷ, ὅτε οἱ μέσαυλον ἵκοντο. εἰ δὲ μὴ μόνον δεσποτικοὶ οἰκέται ὑπὸ τῷ Εὐμαίῳ εἰσὶν, ἀλλὰ καὶ δοῦλον αὐτὸς ἰδιόκτητον ἔχει, καλῶς ἄρα ὄρχαμος ἀνδρῶν λέγεται. οἰκονομικὴ δʼ ἐνταῦθα ἡ ἱστορία ὡς τῶν εὐνουστάτων δούλων καὶ πεκουλιαζομένων ἀκωλύτως ὡς ταπολλά. Ληϊστὰς δὲ τοὺς προεγνωσμένους Ταφίους καὶ ἐνταῦθα ὁ ποιητὴς ἱστορεῖ, τυχὸν δὲ καὶ ἄλλως ἐμπορικούς. ἐξ ὧν Εὔμαιος τὸν Μεσαύλιον πρίατο κτεάτεσσιν ἑοῖσιν, ὡς ὁ ποιητής φησι. λέγει δὲ τοὺς τοιούτους ἀγρότας καὶ μέχρι κόρου νῦν φαγεῖν, εἰπών· οἱ δʼ ἐπὶ κοῖτον, ὅ ἐστιν ἐπὶ κοίτην σίτου καὶ κρειῶν, κεκορημένοι ἐσσεύοντο. Ὅτι καινοποιὸς ὢν Ὅμηρος, ὡς ταπολλὰ, προτίθεται κἀνταῦθα εἰπεῖν τι πλασματικῶς γλαφυρὸν καὶ ἀνέλπιστον. ὑποτίθεται γὰρ νύκτα τυχαίως οὕτω γενέσθαι ψυχρὰν, καὶ οἵαν ἀναγκάσαι τὸν ψευδοπλάνητα τοῦτον ῥιγοῦν. εἶτα πλάττει καὶ αὐτὸν δεξιῶς ἀναμιμνησκόμενον ἐν τῷ ψύχεσθαι, ὅπως ἐν ὁμοίῳ καιρῷ αὐτὸν ἐν τῇ Τροίᾳ ὁ Ὀδυσσεὺς καταπεπονημένον ὑπὸ ῥίγους εὐμεθόδως ᾠκτίσατο καὶ ἐσκέπασε καὶ ζητοῦντα καὶ νῦν ὅμοιόν τι γενέσθαι εἰς αὐτόν. ὅ περ ἔσται, εἴ περ αἰδεσθέντες τοῦτον οἱ περὶ τὸν Εὔμαιον δοῖεν παχεῖαν χλαῖναν κατὰ τοῦ χειμῶνος, ὁποία τις ἡ μὴ μόνον ἀλεξήνεμος λεγομένη, ἀλλὰ καὶ χειμάμυνα ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ· ἐκεῖνο μὲν διὰ τὸ ἀλέγειν, ὅ ἐστιν ἀποσοβεῖν τὸν ἄνεμον, τοῦτο δὲ διὰ τὸ ἀμύνειν τὸ χεῖμα, ἃ δὴ τῆς αὐτῆς ἐννοίας εἰσίν. ἔστι δὲ ἡ Ὁμηρικὴ ἐν τῷ τοιούτῳ πλάσματι φράσις τοιαύτη· νὺξ δʼ ἂρ ἐπῆλθε κακὴ σκοτομήνοις. ὗε δʼ ἄρα Ζεὺς πάννυχος. αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος. καὶ τοῦτο μὲν ἔκφρασις κακῆς νυκτός. τὰ δὲ ἑξῆς ἐν οἷς πειρητίζει τοῦ συβώτου εἴ πως χλαῖναν ποθὲν λάβοι, ἐπεὶ αὐτοῦ κήδετο λίην, τοιαῦτα εἰσί· κέκλυτε νῦν, εὐξάμενός τοι ἔπος ἐρέω. οἶνος γὰρ ἀνώγει ἠλεὸς, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι, καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε, καί τι ἔπος προέηκεν ὅ πέρ τʼ ἄῤῥητον ἄμεινον. εἶτα ἐπεί περ εἰκὸς εἰπεῖν τινὰ ὡς ἐπειδὴ οἶδας μέθης ἀπόβλησιν εἶναι τὸ ῥηθησόμενον σίγησον φησίν· ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω, τουτέστιν ἐπεὶ τὸ μεῖζον ὡμολόγησα τὸ, οἴνῳ κάτοχος εἶναι κἀκεῖθεν κελεύεσθαι εἰπεῖν, οὐκ ἂν ὀκνήσω οὐδὲ τὸ ἔλαττον. καὶ εὐθὺς ἐπιφέρει κατὰ ἀσύνδετον σχῆμα, ὁποῖα τινὰ καὶ ἐν Ἰλιάδι κεῖνται, οὕτως· εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη, ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες. ἡγείσθην δʼ Ὀδυσσεύς τε καὶ Μενέλαος. τοῖσι δʼ ἅμα τρίτος ἦρχον ἐγὼν, αὐτοὶ γὰρ ἄνωγον. ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος, ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνὰ ἀνδόνακας καὶ ἕλος ὑπὸ τεύχεσι πεπτηῶτες κείμεθα. νὺξ δʼ ἂρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος, <!-- 2.83 -->πηγυλὶς, ἤγουν παγετὸς κατὰ τοὺς παλαιοὺς, ἢ παγετώδης. αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη ψυχρὴ καὶ σακέεσσι περιτρέφετο κρύσταλλος. ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας, εὗδον δʼ εὔκηλοι σάκεσι σκεπόμενοι. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἔλιπον ἀφραδίαις. ἃς ἑρμηνεύων ἐπάγει· ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης· ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην μετὰ δʼ ἄστρα βεβήκει, ὡς καὶ ἀλλαχοῦ κεῖται, καὶ τότʼ ἐγὼν Ὀδυσσῆα προσηύδων ἐγγὺς ἐόντα ἀγκῶνι νύξας, ὁ δʼ ἂρ ἐμμαπέως, ἤγουν ταχὺ καὶ ἅμα ἔπει, ὑπάκουσεν, ἤγουν ἁπλῶς ἤκουσε· Διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ, οὔ τι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα δάμναται· οὐ γὰρ ἔχω χλαῖναν. παρά μʼ ἤπαφε δαίμων οἰοχίτωνα ἔμμεναι. νῦν δʼ οὐκέτι φυκτὰ πέλονται. ὣς ἐφάμην. ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ, οἷος ἐκεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι. φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε· σίγα νῦν μή τις ἄλλος ἀκούσῃ. ἦ, τουτέστιν ἔφη, καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον· κλῦτε φίλοι, θεῖος ἐνύπνιον ἦλθεν ὄνειρος. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν. ἀλλά τις εἴη εἰπεῖν Ἀγαμέμνονι εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι, ἤγουν ὅπως πλείους σρατιώτας πέμψει ὧδε. καὶ ὁ μὲν οὕτως εἶπε ψευσάμενος ἐν δέοντι στρατηγικῶς. Θόας δὲ ἀνεγερθεὶς ἀπὸ χλαῖναν θέτο φοινικόεσσαν, ἵνα δηλαδὴ τρέχῃ κοῦφος. βῆ δὲ θέειν ἐπὶ νῆας, ἐγὼ δʼ ἐνὶ εἵματι κείμην ἀσπασίως. φάε δὲ χρυσόθρονος Ἠώς. ὃ δὴ ἰσοδύναμόν ἐστι τῇ πολλαχοῦ κειμένῃ περιφράσει τοῦ, Ἠὼς δʼ ἐκ λεχέων καὶ τὰ ἑξῆς. καὶ οὕτω μὲν ἐνταῦθα κατέληξε τὸ διήγημα, αἴνιγμα ὂν εἴτουν αἶνος μεθοδευθεὶς καὶ προτεθεὶς τοῖς περὶ τὸν Εὔμαιον, ἐπὶ ζητήσει ἐπιβλήματος, διʼ οὗ τὸ κρύος ἐκφεύξεται, ἵνα δηλαδὴ νοήσωσιν ἐκεῖνοι, ὡς χρὴ καὶ νῦν ὑφʼ ἡμῶν ἐπὶ τῷ ξένῳ τούτῳ γενέσθαι ὅ πέρ ποτε καὶ ὁ ἡμέτερος δεσπότης ἐπʼ αὐτῷ πεποίηκε. καὶ ἔδει μὲν διὰ τὸν τοῦ αἰνίγματος κανόνα στῆναι τὸν λόγον ἐνταῦθα καὶ μὴ περαιτέρω προελθεῖν, ὡς ἂν ὁ ἀκροατὴς ἀφʼ ἑαυτοῦ νοοίη τὸ λεῖπον κατὰ τὸν τοῦ αἴνου νόμον, ὅτι δηλαδὴ καὶ νῦν χειμῶνος ὄντος δέομαι περιβλήματος. ὁ δὲ διὰ τὸ πρὸς ἀγροίκους λέγειν προστίθησι χάριν σαφηνείας καὶ τὴν ἀξίωσιν τοῦ προβληθέντος αἴνου, εἰπών· ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος. νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα, ὡς δηλονότι τιμηθησόμενος ἂν, εἴ περ καλὰ χροῒ εἵματα ἕστο. τίμιον γὰρ τοῖς πλείοσιν ὁ ὡραϊσμὸς καὶ ἡ κατὰ σῶμα θεραπεία, ὡς καὶ ὁ κατὰ Φαίακας ἔδειξεν Ὀδυσσεύς. ἀλλʼ οὕτω μὲν ὁ Ὀδυσσεὺς ᾐνίξατο δεξιῶς, οὐχʼ ἧττον δὲ αὐτοῦ εἰς δεξιότητα καὶ τὸ τοῦ Εὐμαίου, εἰπόντος· ὦ γέρον, αἶνος μέντοι ἀμύμων, ὃν κατέλεξας, οὐδέ τί πω παρὰ μοῖραν, ἤτοι παρὰ τὸ προσῆκον, ἔπος νηκερδὲς ἔειπες. διὸ οὔτʼ ἐσθῆτος δεήσῃ οὔτε τινὸς ἄλλου. ὧν ἐπέοικεν οὐ δέεσθαι δηλαδὴ, οἰκέτην ταλαπείριον ἀντιάσαντα νῦν. αὐτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις. λέγει δὲ ὁ Εὔμαιος ἐπιδεξίως ὡς πρὸς τὸ αἴνιγμα, ὡς νῦν μὲν τεύξῃ ὧν ἐθέλεις, ἕωθεν δὲ τὰ σὰ ἐνδύσῃ αὖθις ῥάκεα. καὶ ὥς περ ἐν Τροίᾳ οὐκ ἐκληρονόμησας τῆς φοινικοέσσης χλαίνης τοῦ Θόαντος, ἀλλʼ ἕωθεν ἀπέδωκας αὐτὴν, οὕτω καὶ νῦν οὐ κύριος ἔσῃ τοῦ ἐπιβλήματος, ἀλλὰ τὸ νυκτερινὸν ψύχος φυγὼν ἐσαύριον ἀποδώσεις αὐτό. καὶ τὴν αἰτίαν ἀποδιδοὺς φησίν· οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ διὰ τὸ ἀπεριουσίαστον καὶ ἀνόσφιστον. διὸ ἔχαιρεν Ὀδυσσεὺς, ὅτι οὕτω κήδεται τῶν ἐκείνου ὁ Εὔμαιος. Ὅτι δὲ, ὡς ἐῤῥέθη, τὴν τοῦ αἴνου ἀξίωσιν κεκρύφθαι δεῖ καὶ μὴ ἐκφωνεῖσθαι πρὸς λογίους μέντοι ἀκροατὰς, δηλοῖ καὶ Ἡσίοδος, ὃς τῷ παρʼ αὐτοῦ πλασθέντι αἴνῳ τῆς ἀηδόνος οὐ προσέθετο τὴν ἀξίωσιν, ἥ τις ἦν, τὸ μὴ δεῖν εἶναι θηριωδῶς τοὺς ἅρπαγας ἐπιφύεσθαι τῷ μουσολήπτῳ ἐκείνῳ ἀοιδῷ, ἀλλὰ σεσίγηκεν, ἀφεὶς νοεῖν ἐκεῖθεν τοὺς ἀκροατὰς ὡς λογίους. αἶνον γάρ, φησιν, ἐρέω βασιλεῦσι φρονέουσι καὶ αὐτοῖς, τουτέστι δυναμένοις νοεῖν ὅ περ αἰνίξομαι. Δῆλον δὲ ὅτι αἶνος παρὰ τοῖς παλαιοῖς οὐ μόνον ἔπαινος, ἐξ οὗ πολύαινος Ὀδυσσεὺς, ὡς αἱ Σειρῆνες εἶπον, ἀλλὰ καὶ λόγος συμβολικὸς ἐκ μύθου ἢ ἱστορίας περιπέτειαν ἔχων παραινετικὴν, ῥητῶς δὲ κατὰ τὸν παλαιὸν εἰπεῖν, λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν, ὡς εἰρήσεται. διὸ καὶ Ἡσίοδος τὸν περὶ τῆς ἀηδόνος παρʼ αὐτῷ λόγον αἶνον, ὡς ἐῤῥέθη, ἐκάλεσε, καὶ Ἀρχίλοχος δέ φησιν, ὅτι αἶνός τις ἀνθρώπων ὁ δʼ ὡς ἄρʼ ἀλώπηξ ἠδʼ ἀετὸς ξυνωνίην ἔμιξαν, ἢ καθʼ ἑτέραν γραφὴν, ἔθεντο. Ἔνθα ὅρα τὸ ξυνωνίην παραχθὲν ἐκ τοῦ <!-- 2.84 -->ξυνὸν, ὅθεν τὸ παρʼ Ὁμήρῳ ξυνήϊον, ἵνα ᾖ ξυνωνία ἡ κοινωνία. οὐ δή που γὰρ ὥς περ ἰσωνία ἡ ἴση πράσις παρὰ τοῖς τεχνικοῖς, οὕτω καὶ ξυνωνία ἐνταῦθα ἡ ξύμπρασις. ὁ δὲ τὴν εἰρημένην Ἀρχιλόχειον χρῆσιν παραγαγὼν ἐπαγαγὼν καὶ ἑτέραν ὁμοίαν ἐν ᾗ κεῖται ἡ ἀχνυμένη σκυτάλη τὸ περιᾳδόμενον σκῶμμα ἐπιφέρει· πίθηκος ᾔει θηρίων ἀποκριθεὶς, μοῦνος ἀνʼ ἐσχατιήν. τῷ δʼ ἄρʼ ἀλώπηξ κερδαλέη συνήντετο πυκινὸν ἔχουσα νοῦν. καὶ ταῦτα μὲν ἀπὸ ἀλόγων. εἰς δὲ τὸ ἀπὸ φυτῶν συντελεῖ Καλλιμάχου τὸ, ἄκουε δὴ τὸν αἶνον. ἔν κοτε μάλῳ ἢ Δάλῳ, τουτέστι Δήλῳ τῇ νήσῳ, δάφνη ἐλαίην καὶ ἑξῆς. καὶ ἔστι, φησὶν, ὁ αἶνος ἡπλωμένη παροιμία, ἥ τις καὶ αὐτὴ ἀποκεφαλαιοῦται μὲν εἴς τινα παραίνεσιν, ἐκδέχεται δέ τι ἔξωθεν ἐπέκεινα τοῦ κειμένου. ὅτι δὲ καὶ γρίφῳ ἔοικεν ὁ τοιοῦτος αἶνος, δῆλον ἐστί. γριφεύεται γάρ πως ὁ αἰνισσόμενος. πρὸς διάφορον δὲ σημασίαν βαρύνεται ὁ τοιοῦτος αἶνος, πρὸς διαστολὴν δηλονότι τοῦ κατʼ εὐθεῖαν ὀξυνομένου αἰνοῦ, ἀφʼ οὗ ἐπαινὴ Περσεφόνεια. γίνεται γὰρ ὁ μὲν εὐλογητικὸς αἶνος παρὰ τὸ ἰαίνειν ὡς οἷον ἴαινος, ὁ δὲ ῥηθεὶς συμβολικὸς παρὰ τὸ αἰνὸν, ὑποδύσκολος γάρ ἐστιν, ἢ καὶ παρὰ τὸ αἰανόν. σκοτεινὸς γὰρ λόγος ὁ τοιοῦτος αἶνος ἐστὶ καθὰ καὶ πᾶν αἴνιγμα. καὶ ἴσως διὰ τοῦτο Θηβαῖοι τὸν λόχον αἴνιγμα ἔλεγον, ὡς δηλοῖ Παλαίφατος ἐν τῷ περὶ Σφιγγός. βούλονται γὰρ οἱ λοχῶντες κρύπτεσθαι καὶ λανθάνειν, ὡς εἰ καὶ ὑπὸ σκότῳ αἰανῷ ἦσαν. φέρεται δὲ παρὰ τοῖς παλαιοῖς καὶ ὅτι Ἀθηνοκλῆς ἀθετεῖ ἐν τοῖς ῥηθεῖσι τὰ ἔπη, διότι ὁ αἶνος οὐκ ἔχει προσκειμένην καὶ τὴν ἀξίωσιν. καὶ ὅμως ἐγράφη τι ἀνωτέρω εἰς τοῦτο εὔλογον. ἡ γὰρ τῶν ἀκροατῶν ἀγροικία ἠνάγκασεν ἑρμηνευθῆναι τὸν αἶνον τῇ τῆς ἀξιώσεως ἐπιφορᾷ. καὶ οὕτω μὲν ταῦτα. οἷς προσθετέον καὶ ὅτι τετραχῶς παρὰ τοῖς παλαιοῖς ὁ αἶνος. ἔπαινος γάρ, φασι, γνώμη, παροιμία, καὶ πόλις, ἣν ῥαίκηλον ὁ Λυκόφρων καλεῖ. Νὺξ δὲ γίνεται κατὰ τοὺς παλαιοὺς ἐκ τοῦ νύσσω νύξω ἀποβολῇ τοῦ ω, ἀντιφραστικῶς, φασὶν, ἡ μὴ νύσσουσα εἰς ἔργον, ἀλλὰ μᾶλλον κατατιθεῖσα. ὅθεν καὶ θοὴ νὺξ ἡ καταθετικὴ κατά τινας, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται. ἀπὸ δὲ τοῦ αὐτοῦ, φασὶ, νύξω νὺξ καὶ τὸ κατὰ τοὺς δακτύλους ἔξω σκληρὸν, καὶ πλεονασμῷ τοῦ ο πρὸς διαστολὴν ταυτοφωνίας ὄνυξ. οὕτω καὶ κλῶ κλάζω, ἐξ οὗ ἡ κλαγγή. καὶ αὖ πάλιν κλῶ κλάζω καὶ ὁμοίῳ πλεονασμῷ τοῦ ο ὀκλάζω ἐξ οὗ καὶ δίφρος ὀκλαδίας, καὶ ἐπίῤῥημα δὲ ὀκλὰξ, ὅθεν ὀκλὰξ καθῆσθαι τὸ ἐπὶ γόνυ. Σκοτομήνιος δὲ νὺξ οὐχʼ ἁπλῶς ἡ ἀσέληνος ἀλλὰ καθʼ ἣν ἡ σελήνη ἀποσκοτοῦται, φασὶν, ἐγγίσασα ἡλίῳ πρὸς σύνοδον ὅτε καὶ μετʼ ὀλίγον ἁρπαγιμαία γενομένη ἔνην καὶ νέαν ποιήσει, τοῦ μὲν φθίνοντος μηνὸς κατὰ τὸν ποιητὴν, τοῦ δʼ ἱσταμένοιο. ἡ γὰρ τοιαύτη σελήνη διὰ τὴν πρὸς ἥλιον σύνοδον καὶ τὸν ἀέρα μεταβάλλει πρὸς τὸ ταραχωδέστερον, ὅτε καὶ κελαδεινὴ κυρίως ἔστιν ἡ Ἄρτεμις, ὅ ἐστιν ἡ σελήνη. ὅτι δὲ τοιαύτην δεῖ νοεῖν ἄρτι τὴν σκοτομήνιον νύκτα, δηλώσει καὶ ὁ ἐφεξῆς που καιρός. ὑπόκειται γὰρ ἐν τοιαύτῃ τὸν Ὀδυσσέα ἡμέρᾳ ἐκφανθῆναι τοῖς μνηστῆρσι, καθʼ ἣν ἡλίῳ συνοδεύουσα σελήνη ποιήσοι ἂν ἔκλειψιν. φανεῖται δὲ ἡ τοιαύτη ἡμέρα μετὰ τρεῖς ἐφεξῆς οἶμαι νύκτας, ὥστε ἡ νὺξ αὕτη ἐγγίζει τῇ συνόδῳ. καὶ κατὰ τοῦτο εἰκότως ἂν εἴη σκοτομήνιος. Ἰστέον δὲ ὅτι τε παρὰ τὸ νύσσω νύξω ἡ νὺξ, ὡς καὶ ἀλλαχοῦ σαφῶς ἐδηλώθη, καὶ ὅτι νὺξ νυχὸς ἡ κλίσις αὐτῆς, ὡς δῆλον ἐκ τοῦ πάννυχος καὶ παννύχιος καὶ εἰνάνυχες. εἰ καὶ πλεονάσαντος τοῦ τ, ὡς καὶ ἐν τῷ γάλακτος καὶ ἄνακτος, ἐτράπη εὐθὺς καὶ τὸ χ εἰς κάππα, ἵνα ψιλὸν ψιλοῦ κανονικῶς ἡγήσηται. καὶ ὅτι ἔοικεν ἡ σκοτομήνιος καὶ σκοτομήνεια γράφεσθαι, ὡς δηλοῖ ὁ γράψας διὰ τὴν σκοτόμαιναν, ὅτι Ἀττικοὶ μὲν καὶ Δωριεῖς σκοτόμαιναν λέγουσιν, Ὅμηρος δὲ σκοτομήνειαν, ὅ περ οὐχʼ εὕρηταί που ἀλλαχοῦ κείμενον παρὰ τῷ ποιητῇ. καὶ ἔστιν ἐνταῦθα νοῆσαι ὡς οὐ παρὰ τὸ μαίνεσθαι ἡ σκοτόμαινα γίνεται, ἀλλὰ παρὰ τὸ μὰν μανὸς Δωρικὸν καὶ παρὰ τὸ μάνα ἡ μήνη, σκοτόμανα καὶ πλεονασμῷ τοῦ ἰῶτα, σκοτόμαινα. ἡ δὲ κωμῳδία καὶ σκώπτει διὰ τῆς τοιαύτης λέξεως ἐν τῷ, ὅσσαι σκοτόμαιναι ὅσαι κηλίδες. Σημείωσαι δὲ καὶ ὅτι τὴν τοιαύτην νύκτα, ἴσως δὲ μᾶλλον τὴν ἐφεξῆς ῥηθεῖσαν πηγυλίδα καὶ χιονοβόλον, καὶ κατουλάδα καλεῖσθαι Παυσανίας φησὶν, ὡς κατίλλουσαν καὶ καθείργουσαν, καθὰ καὶ ἐξούλης φησὶ δίκη ἡ τῆς ἐξείρξεως, ἕτεροι δὲ τὴν πανώλεθρον· οὖλον γὰρ τὸ ὀλέθριον· ἢ τὴν ἔχουσαν συστροφὰς ἀνέμων. ἴλλειν γὰρ καὶ τὸ συστρέφειν. ὅθεν καὶ ἰλλὰς παρὰ Ἴωσιν ὁ ἀπὸ λύγου δεσμὸς ἐν Ἰλιάδι, καὶ τὸ, ἰλαδὸν εἰς ἀγορὴν, καὶ οὔλη θρὶξ, ἢ καὶ ἄλλως κατουλὰς νὺξ ἡ ζοφώδης ἀπὸ τῆς κατὰ σῶμα, φασὶν, οὐλῆς. ἀφʼ ἧς καὶ ὕπουλος ὁ κακότροπος· μελαντέρα γάρ, φασιν, αὐτὴ, ὡς ἐπιπολύ. Τὸ δὲ ὗε Ζεὺς <!-- 2.85 -->ἤτοι ἀὴρ ἐντελῶς ἔχει. ὅτε μέντοι καταμόνας κεῖται τὸ ὕειν, ἐλλείπει τότε ὁμοίως τῷ, ἀστράπτει καὶ βροντᾷ καὶ τοῖς τοιούτοις. ἔοικε γοῦν τῷ Ὁμηρικῷ καὶ Ξενοφῶντος ἐν Ἑλληνικοῖς τὸ, γέγονε τόδε τι, ὕοντος πολλοῦ, ἤγουν ὑετοῦ πολλοῦ καταῤῥηγνυμένου. ὅ πέρ ἐστιν ἶσον τῷ, πολλὰ ὕοντος τοῦ Διός. Ζέφυρον δὲ μέγαν τὸν σφοδρὸν λέγει. Τὸ δὲ ἔφυδρος ἀκόλουθόν ἐστι πρὸς τὸ, ὗε δʼ ἄρα Ζεύς. Τὸ δὲ εὐξάμενος προθεωρία τίς ἐστι τοῦ διηγήματος, προεκτεθεῖσα, ὡς αὐχεῖ ὁ ξένος ἐφʼ οἷς μέλλει εἰπεῖν. Τὸ δὲ οἶνος γὰρ ἀνάγει, δεσπότην ἐφίστασθαι δηλοῖ τὸν οἶνον τοῖς πολυπόταις, καθάπερ ἀλλαχοῦ καὶ τὴν γαστέρα τοῖς πεινῶσιν ἔφη κελεύειν. διὸ καὶ ἐπήγαγε γνωμικῶς, ὅτι οἶνος ἐφέηκε, τουτέστιν ἐνετείλατο ἢ ἐπετείλατο, οὐ μόνον ἀεῖσαι ἀλλὰ καὶ μάλʼ ἀεῖσαι. λάλον γὰρ ὁ οἶνος καὶ ἐπινοητικὸν, ὡς καὶ ὁ κωμικὸς δηλοῖ σαφέστατα. Ἰστέον δὲ ὅτι τὸ πρῶτον οἱ παλαιοὶ, ὡς ἱστορεῖ Παυσανίας, τιμῶντες τὴν εὕρεσιν τοῦ οἴνου, ᾄδειν ἐφεῦρον καὶ τοὺς ἑαυτῶν κωμήτας κακολογεῖν. ὅθεν ἐῤῥέθη καὶ τὸ κωμῳδεῖν, ὅτε καὶ τὴν λυμαινομένην τοῖς ἀμπέλοις αἶγα, φησὶν, ἆθλον τῆς ᾠδῆς προέθεντο. τοὺς δὲ ἀγωνισαμένους τραγῳδοὺς ἐκάλεσαν διὰ τὴν ἐπὶ τράγῳ δηλονότι ᾠδήν. καὶ οἱ νικήσαντες ἐνήλλοντο τῷ ἀσκῷ καὶ ἦν τοῦτο ἀσκωλιάζειν. τοὺς δὲ ὑστέρους, φησὶ, κριθέντας ἤγουν τοὺς ἡττηθέντας ἕτερον ἔδει τράγον ἐπὶ τὴν εἰρημένην χρείαν ἐκδεῖραι καὶ τὸν χορηγὸν αὖθις μισθοῦσθαι τοὺς ἐναλλομένους τῷ ἀσκῷ. τοὺς δὲ νικῶντας μηκέτι τοῦτο πράττειν, ἤγουν μὴ ἀναγκάζεσθαι εἰς τὸ ἐναλλέσθαι, ἀλλὰ ἡσυχάζειν. Ἠλεὸς δὲ οἶνος ὁ ἀλῶν ἤτοι πλανῶν τὸν οὐ πρὸς μέτρον πίνοντα. καὶ ἄλλως δὲ κατὰ τοὺς παλαιοὺς εἰπεῖν ὁ ἠλιθιοποιὸς, καθὰ καὶ δέος χλωρὸν τὸ χλωροὺς ποιοῦν, καὶ ἔρως τυφλὸς ὁ τυφλοποιὸς, καὶ πλοῦτος δειλὸς ὁ τοιούτους ποιῶν τοὺς ἔχοντας. δοκεῖ δὲ ἠλὸς εἶναι τὸ πρωτόθετον, ὡς δῆλον ἐκ τοῦ μαινόμενε φρένας ἠλὲ διέφθορας. καὶ ἔστιν ὡς ἀφνὸς ἀφνεὸς, ἐξ οὗ τὸ, ἀφνεωτέραις χερσὶ παρὰ Σοφοκλεῖ, καὶ συφὸς συφεὸς, οὗ δὴ συφοῦ ἐν χρήσει δοτικὴ πληθυντικῶν τὸ συφοῖσιν, ἔτι δὲ καὶ ὡς ἀδελφὸς ἀδελφεὸς, οὕτω καὶ ἠλὸς ἠλεός. Ὅρα δὲ καὶ ὅτι τὸ ἧκε μετὰ διαφόρων ἐνταῦθα προθέσεων ἐννοίας διαφόρους ἐχορήγησε· τὸ, ἐφέηκεν ἀεῖσαι, καὶ τὸ, ὀρχήσασθαι ἀνῆκε, καὶ τὸ, ἔπος προέηκε, τὰ καὶ πάρισα, ὧν τὸ μὲν ἐφέηκε καὶ προέηκεν Ἀττικὰ, τὸ δὲ ἀνῆκε κοινόν. Ἰστέον δὲ ὅτι κανόνος ὄντος τοῦ, πᾶς παρακείμενος πλεονοσυλλαβεῖ τοῦ ἐνεστῶτος χωρὶς τῶν ἀπὸ φωνήεντος ἀρχομένων· ἐν ἐκείνοις γὰρ ὁ παρακείμενος μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεστῶτος, οἷον, ἵημι ἧκα· διὸ τοῦ φημὶ οὐκ ἔστι παρακείμενος ὅλως οὐδὲ τοῦ εἰμί· οὐ γὰρ ἔστι μονοσυλλαβῆσαι παρακείμενον· τοιούτου γοῦν ὑποκειμένου κανόνος, ὅμως οἱ Ἀττικοὶ τὸ ἧκα ἕηκα ποιήσαντες ἐν τῷ ξυνέηκε καὶ ἐφέηκεν ἰσοσύλλαβον τῷ ἵημι ἐνεστῶτι τὸν αὐτοῦ ἐποίησαν παρακείμενον. δῆλον δὲ ὅτι ὅθεν τὸ ἐφέηκεν, ἐκεῖθεν γίνεται καὶ ἡ ἐφημοσύνη ὅ πέρ ἐστι κέλευσις, ἐντολὴ, ποιητικώτερον δὲ ἐπιτολή. Τὸ δὲ ὅ περ ἄῤῥητον ἄμεινον, ἐλλειπτικῶς κεῖται, ἀντὶ τοῦ ὅ περ ἄμεινον ἦν ἄῤῥητον ὂν, ἢ καὶ ἄλλως ὅ περ ἄμεινον ἦν ἄῤῥητον εἶναι. τὸ τοιοῦτον ἔπος ὀρθῶς ἂν τὸ τῶν ὀδόντων ἕρκος λεχθείη ἂν φυγεῖν. Ὅρα δʼ ἐν τῇ εἰρημένῃ γνώμῃ τὸ, μάλʼ ἀεῖσαι, ἀπηκριβωμένως λεχθέν. οὐ γὰρ μέμφεται τοῦ ἀείδειν τὸν οἶνον ὁ σοφὸς ἀοιδὸς Ὅμηρος, ἀλλὰ τοῦ μάλα ἀείδειν καὶ πέρα τοῦ μετρίου. συνεπιμεριστέον δὲ τὸ τοιοῦτον μάλα καὶ εἰς τὸ ἁπαλὸν γελάσαι καὶ εἰς τὸ ὀρχήσασθαι. οὐ γὰρ οὕτω, φασὶν, οἶδεν Ὅμηρος τὸν οἶνον ἠλεὸν, ὡς ἠλίθιον καὶ ματαιοποιόν. οὐδʼ οὕτως ἀγροῖκος οὐδʼ ἐπαρίστερός ἐστιν, ὡς κελεύειν σκυθρωπὸν εἶναι τὸν πίνοντα, μήτε ᾄδοντα μήτε γελῶντα μήτʼ εὐρύθμως ποτὲ καὶ πρὸς ὄρχησιν τρεψόμενον, ἀλλʼ ᾔδει ἐν ἑκάστῳ τούτων διαφορὰν ποιότητος καὶ ποσότητος. διὸ καὶ κωλύσας τὸ μάλα ἐπὶ τοῦ ᾄδειν καὶ γελᾶν καὶ ὀρχεῖσθαι καὶ τὴν ἐκεῖθεν ἄνανδρόν, φασι, πρόπτωσιν ἐφίησιν ἄλλως αὐτὰ συμμέτρως γίνεσθαι διὰ τοῦ πίνειν Ὁμηρικῶς εἰπεῖν, ὅσον ἤθελε θυμὸς, εἰ καὶ οἱ παρὰ Πλάτωνι οὐχʼ οὕτω, φασὶ, πίνουσιν, ἀλλʼ ὥστε μηδὲ τοῖς ἰδίοις ποσὶν ἵστασθαι, οἳ οὐ μόνον οὐκ ἂν ὀρχεῖσθαι δύναιντο, ἀλλʼ ἴσως οὐδὲ ζῆν. εἰς ταῦτα δὲ χρήσιμον καὶ τὸ, κρύψαι πάντα τἄλλα τις δύναιτʼ ἂν, πλὴν δυοῖν, οἶνόν τε πίνων εἰς ἔρωτά τʼ ἐμπεσών. ἔτι γε μὴν καὶ τὸ τοῦ κωμικοῦ Ἐρίφου, εἰπόντες ὅτι λόγος ἔστʼ ἀρχαῖος οὐ κακῶς ἔχων, οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ, πείθειν χορεύειν οὐκ ἐθέλοντας· ἔτι δὲ καὶ τὸ τοῦ Κυθηρίου Φιλοξένου τὸ, εὐρείτας οἶνος πάμφωνος· καὶ μὴν καὶ τὸ, οἶνος δὲ κοκκύζειν τοὺς ὁδοιπόρους ποιεῖ μέλας Σκιάθιος ἶσον ἴσῳ κεκραμένος. ἔστι δὲ Σκιάθιος μὲν ὁ ἀπὸ νήσου Σκιάθου, μέλας δὲ ὁ καὶ αἶθοψ παρʼ Ὁμήρῳ. Τὸ δὲ κοκκύζειν <!-- 2.86 -->κωμικῶς ἀντὶ τοῦ ᾄδειν ἀπὸ τοῦ κόκκυγος. ἶσον δὲ ἴσῳ κεκρᾶσθαι τὸ καὶ παρὰ Ἀριστοφάνει κείμενον. συμφωνεῖ δὲ τῇ Ὁμηρικῇ περὶ οἴνου γνώμῃ καὶ τὸ, ἐπειδὰν δειπνῶμέν που τότε πλεῖστα λαλοῦμεν ἅπαντες. συντελεῖ δέ τι καὶ τὸ, οἶδε Διόνυσος τὸ μεθύσαι μόνον, εἰ δὲ νέον ἢ παλαιὸν οὐ πεφρόντηκε. Τὸ δὲ ὣς ἡβώοιμι καὶ ἑξῆς, τεθὲν αὖθις μετὰ τὸ πέρας τοῦ διηγήματος κύκλον ποιεῖ μακροαπόδοτον, ὁποῖόν τι καὶ ἐν Ἰλιάδι ἐστί. Τὸ δὲ ὑπὸ Τροίην ἀκριβῶς πέφρασται. οἱ γὰρ κάτω λοχῶντες περὶ αἰπὺ τεῖχος καλῶς ἂν ὑπὸ Τροίην λόχον ἄγειν λέγοιντο. Τὸ δὲ λόχον ἤγομεν καὶ τὸ ἡγείσθην παρήγαγον τὸν ὕστερον λοχαγόν. Ὅτι δὲ ἑλώδη τὰ κατωτέρω τῆς Τροίας, ὡμολόγηται. Οἰκεῖον δὲ φυτὸν ἕλεσι καὶ οἱ δόνακες, περὶ ὧν καὶ ἡ Ἰλιὰς δηλοῖ. Δῆλον δὲ καὶ ὡς συνεργάζεταί τι χειμῶνος τῷ κρύει καὶ τὸ ἕλος διὰ τὴν περὶ αὐτὸ ὑγρότητα κρυσταλλουμένην, ὡς εἰκὸς, ἐν δριμύτητι ψύχους. Τοῦ δὲ ὑπὸ τεύχεσι πεπτηῶτες, ἑρμηνεία μετʼ ὀλίγα τὸ, σάκεσιν εἰλυμένοι ὤμους. Τὸ δὲ νὺξ κακὴ Βορέαο πεσόντος πηγυλὶς καὶ τὰ ἑξῆς, αἰθρηγενέτην ὑποβάλλει νοεῖν τὸν Βορέαν, ὡς ψυχροποιὸν, ὅ περ καὶ ἐν ἄλλοις λέλεκται. Τὸ δὲ χιὼν γένετο ἠΰτε πάχνη, παχυτέραν χιόνος τὴν πάχνην εἶναι δηλοῖ. λεπτὴ γὰρ ἐκείνη, τουτέστιν ἀραιά. κρύσταλλος δέ γε καὶ πάχνης παχύτερος, ὧν πάντων ἐμνήσθη ἐνταῦθα ὁ ποιητής. ὃς καὶ θεὶς ἐν ἄκρῳ στίχου τὸ κρύσταλλος τὴν ἐν δυσὶ λ γραφὴν τῇ λέξει δέδωκε. Τὸ δὲ περιτρέφετο ἀντὶ τοῦ πέριξ ἐπήγνυτο, ἐπαγετοῦτο, συνίστατο, ἐστερεοῦτο. ὅθεν καὶ τροφὴ, ἡ συμπηγνῦσα καὶ στερεοῦσα τὸ σῶμα. οὕτω δὲ καὶ γάλα θρέψας Κύκλωψ τυροποιεῖται. Τὸ δὲ ἐφάμην ἐκ τοῦ φημὶ ὂν, ἀναλόγως συστέλλει τὴν παραλήγουσαν. τὰ γὰρ τοιαῦτα εἰς μι, βραχύνουσι καθʼ Ἡρακλείδην τὸ παρατέλευτον φωνῆεν, ὃ ἐμήκυνεν ὁ ἐνεστώς. ὡς γὰρ δίδωμι ἐδιδόμην ἐτιθέμην ἐκιρνάμην, οὕτω φημὶ ἐφάμην. τὸ ἤμην, φησὶν, οὐ τοιοῦτον. ἐχρῆν γὰρ ἀπὸ τοῦ εἰμὶ ἔμην εἶναι παραιρεθέντος τοῦ ἰῶτα, οἷα, φησὶ, τῆς ει χεροκοπουμένης τῷ ἰῶτα καὶ μὴ ἄλλως τῶν διφθόγγων βραχυνομένων, εἰ μὴ θάτερον περιαιρεθῇ φωνῆεν, εἶτα καὶ ἄλλως ἡμαρτῆσθαι δείξας τὸ ἤμην, καὶ εἰπὼν μὴ χρῆναι τοῦ ἤμην τὸ δεύτερον ἦς εἶναι ἀλλὰ ἦσο καὶ προσθεὶς ὅτι Ὅμηρος τοῦτο εἰδὼς γράφει ἐκεῖθεν προστακτικὸν τὸ ἔσσο διὰ δύο σίγμα, ἐπιφέρει ὅτι ἐκ περιουσίας ἔστι καὶ περὶ τούτου εἰπεῖν, ὡς ἡμάρτηται καὶ αὐτό. καὶ γάρ, φησι, τῶν εἰς ο τοιούτων ῥημάτων οὐ διπλάζεται τὸ σίγμα διαλέκτῳ. οὐδεὶς γοῦν μὴ εἴπῃ τὸ, φάσο φάσσο, οὐδʼ ἄλλο τι τῶν ὁμοίων. οὕτω δὲ πολύνους ὢν ὁ Ἡρακλείδης κατασκευάζει καὶ ὡς οὐκ ἔστι τὸ φήσω ἐκ τοῦ φημὶ εἶναι, ἀλλʼ ἐκ τοῦ φῶ. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ ῥιγῶσαι κατὰ τρίτην συζυγίαν λέγεται παρὰ τῷ ποιητῇ καὶ τοῖς μετʼ αὐτὸν ἐπὶ ψύχους. ἐπὶ μέντοι φόβου ῥιγῶ ῥιγήσω λέγεται, ἀφʼ οὗ καὶ τὸ ῥιγηλόν. Ζῶμα δὲ φαεινὸν τὸν χιτῶνα δοκεῖ λέγειν, καθὰ μετʼ ὀλίγα δηλοῖ τὸ, οὐ γὰρ ἔχω χλαῖναν ἀλλʼ ἐκ δαίμονος οἰοχίτων εἰμὶ, τουτέστι, μόνον ἔχω χιτῶνα. ταυτὸν δὲ ἂν εἴη καὶ ζῶμα εἰπεῖν. καὶ σημείωσαι τοῦτο εἰς τὰ τῆς Ναυσικάας ζώματα. ἴσως δὲ πρὸς διαστολὴν χλαίνης λέγεται ζῶμα ὁ χιτὼν, οἷα ζωνύμενος. χλαῖνα γὰρ οὐ ζώνυται. ὅτι δὲ ζώνυται ὁ χιτὼν, δηλοῖ τὸ, ζωστῆρι συνέεργε χιτῶνα, ὡς εἶναι ζωστῆρα μὲν καὶ ζωνύντα, ζῶμα δὲ τὸν ζωνύμενον χιτῶνα. Τὸ δὲ ἀγκῶνι νύξας, ἐμφαίνει μὴ δύνασθαι λαλεῖν πολλὰ τὸν τοῦτο ποιήσαντα. διὸ καὶ τῷ ἀγκῶνι χρᾶται εἰς ἐπιστροφὴν τοῦ ἀκούοντος. δηλοῖ δὲ τοῦτο καὶ τὸ, οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι. ὅθεν καὶ κομματικῶς λαλεῖ, ὡς μὴ δυνάμενος ἀποτάδην προάγειν φωνήν. Τὸ δὲ οὔτοι ἔτι ζωοῖσι μετέσσομαι ἀλλά με χεῖμα δάμναται, ἄνδρα φράζει πάνυ ῥιγοῦντα. Τὸ δὲ οὐκέτι φυκτὰ πέλονται καὶ εἰς παροιμίαν κεῖται ἐπὶ ἀφύκτων κακῶν. Τὸ δὲ νόον σχέθεν ἀντὶ τοῦ ἔκρυψε τὸν μυστηριώδη λόγον κατὰ νοῦν. Τὸ δὲ οἷον ἐκεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι, ἔπαινός ἐστι πρακτικοῦ τε καὶ δαΐφρονος ἀνδρός. γράφεται δὲ καὶ οἷος ἐκεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε. ὀλίγην δὲ ὄπα τὴν ἠρεμαίαν λέγει καὶ μικράν. Ὁ δὲ κατὰ τὸν ὄνειρον στίχος καὶ ἀλλαχοῦ γέγραπται. οὐ φράζεται δὲ ὁ ὄνειρος διὰ τὸ μὴ ἀναγκαῖον εἶναι τοῦτο. ἐμφαίνει δὲ ὅμως ὁ ποιητὴς δύνασθαι καὶ ὄνειρον ἐνταῦθα διασκευάσαι. Τὸ δὲ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν ὅμοιον, ὡς εἰ καί τις εἴποι ἐπὶ θεμελίῳ εἶναι ὄροφον. ὡς γὰρ ἐκεῖ σιγῶνται οἱ τοῖχοι, οὕτω καὶ ἐνταῦθα ὁ πῆχυς. Τὸ δὲ ἀλλά τις εἴη εἰπεῖν Ἀγαμέμνονι, οὐ μόνον ἀντὶ τοῦ ὑπάρχοι κεῖται, ἀλλὰ καὶ μόνον ἀντὶ τοῦ πορεύοιτο, ὡς ἀπὸ τοῦ εἴω ἐνεστῶτος· ὅθεν καὶ εἴσατο ἀντὶ τοῦ ἐπορεύθη, καὶ ᾔει ἀντὶ <!-- 2.87 -->τοῦ ἦλθε, καὶ ἰὼν μετοχή. Τὸ δὲ χλαῖναν φοινικόεσσαν δηλοῖ, ὡς καὶ ἐν Ἰλιάδι ἐφάνη, χρηστὰ ἐν πολέμῳ εἶναι τὰ τοιαῦτα φορήματα κατὰ ἔθος Λακωνικὸν, ὡς ἂν ἐν μάχαις ὑποκλέπτοιτο ἡ τοῦ αἵματος ῥύσις διὰ τῆς ὁμοχρόου ἐνδύσεως. Τὸ δὲ φάε χρυσόθρονος Ἠὼς ἤτοι ἔλαμπε, πρωτότυπόν ἐστι τοῦ φαέθειν καὶ τοῦ κατὰ τὸν Ἥλιον Φαέθοντος. Τὸ δὲ ἀμφότερον φιλότητι καὶ αἰδοῖ φωτὸς, σχῆμα ἐστὶ φιλητὸν Ὁμήρῳ, ὅμοιον τῷ, ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητὴς, καὶ τοῖς τοιούτοις. ἐπιμαρτύρεται δὲ καὶ τῇ ἀρετῇ τὸ φίλιόν τε καὶ αἰδοῦς ἄξιον, εἴ γε ὁ ξένος ἡβῶν καὶ βίαν ἔχων φιλότητός τε ἂν καὶ αἰδοῦς ἠξίωτο. Τὸ δὲ ἑῆος τουτέστιν ἀγαθοῦ, γίνεται μὲν, ἀπὸ τοῦ ἠὺς ἠέος, κατὰ μετάθεσιν, ἀφίλητον δέ ἐστι πεζογραφοῦντι ῥήτορι. Τὸ δὲ οὐ παρὰ μοῖραν, ἀντὶ τοῦ οὐ παρὰ τὸ καθῆκον. ἐξ ἧς μοίρας καὶ μεμψίμοιρος ὁ μεμφόμενος τὸ προσῆκον. Τὸ δὲ οὐ νηκερδὲς ἔειπες, κερδαλεόφρονα τὸν ξένον ὑποδείκνυσι. τοιοῦτος γὰρ ὁ μὴ ἀκερδῆ λαλῶν. κερδαίνει δὴ καὶ αὐτὸς τὸ χλαῖναν ἐπὶ σκέπῃ λαβεῖν. Τὸ δὲ ῥάκεα δνοπαλίξεις, ἀντὶ τοῦ ταῖς χερσὶν ἕξεις, ταῖς παλάμαις δονήσεις ἢ δινήσεις, οἷα συῤῥάπτων ἢ καὶ ἄλλως μεταχειριζόμενος καὶ καλύπτων τάδε ἢ ἐκεῖνα μέρη σώματος, τὰ γυμνὰ δηλαδὴ, διὰ τὸ διεῤῥωγότα εἶναι τὰ ῥάκεα. καὶ ἔστι δνοπαλίζειν, ὡς εἰπεῖν, τὸ δονοπάλλειν ἢ δονοπαλαμίζειν. ἅπαξ δὲ ἡ λέξις ἐν Ὀδυσσείᾳ εἴρηται, οὕτω δὲ καὶ ἐν Ἰλιάδι ἐν τῷ, ἀνὴρ ἄνδρα ἐδνοπάλιζεν. ἐν δὲ ῥητορικῷ λεξικῷ γράφεται, δνοπαλίζειν, τὸ κεντεῖν, ταράσσειν, ἐκτινάσσειν, σείειν. ἔστι δὲ ὅτε καὶ κτείνειν καὶ πολεμεῖν. Ἰστέον δὲ ὅτι δεξιῶς πλάττεται μεθʼ ἡμέραν αὖθις ἐξαλλαγῆναι τῷ Ὀδυσσεῖ τὰ εἵματα. χρὴ γὰρ αὐτὸν ῥάκεα φοροῦντα εἰς Ἰθάκην ἐλθεῖν. Ἔτι ἰστέον καὶ ὅτι κατὰ τὴν τεχνικὴν παράδοσιν οὐ ταυτὸν, ῥάκος εἰπεῖν καὶ τρίβωνα. τοῦτο γὰρ ἀκυρολεξίας. ἔστι δέ, φασι, ῥάκος μὲν τὸ διεῤῥωγὸς, τρίβων δὲ τὸ ἀποβεβληκὸς τὰς κροκύδας, εἴτουν κρόκας. ὃ καὶ στημονίζων οἱ ἰδιῶται φασίν. καὶ ἔστι τούτου μὲν ἀρχὴ ἡ ἐκ τοῦ τρίβω τριβή. παρώνυμον γὰρ ὁ τρίβων. οὗ ὑποκοριστικὸν τὸ τριβώνιον. τοῦ δὲ ῥάκους προϋπόκειται τὸ ῥέσσω καὶ ὁ ἐκεῖθεν ἐνεργητικὸς παρακείμενος. Ἐπημοιβοὶ δὲ χιτῶνες οἱ περιττεύοντες, ὥστε χειμῶνος ἢ ἄλλως ἐπί τινι χρείᾳ μεταλαμβάνειν αὐτοὺς, ὁποῖα παρὰ Φαίαξι τὰ κατὰ τρυφὴν ἐξημοιβὰ εἵματα, παρʼ οἷς καὶ τὰ θερμὰ λοετρὰ καὶ τὸ τρυφερὸν τῆς εὐνῆς. εἴη δʼ ἂν κατὰ τοὺς ἐπημοιβοὺς χιτῶνας καὶ τὰ ἐξημοιβὰ εἵματα καὶ ἡ αὐτίκα δηλωθησομένη ἀμοιβὰς χλαῖνα. Τὸ δὲ μία δʼ οἴη φωτὶ ἑκάστῳ βίον δηλοῖ ἀγροτικὸν ἀπέριττον. διὸ οὐδʼ ἠρκέσθη μία εἰπεῖν, ἀλλὰ προσέθετο καὶ τὸ οἴη, ὃ δὴ πολλαχοῦ ταυτὸν δύναται τῷ μία. καὶ οὕτω μὲν ἀγροτικὸν τὸ μονόχλαινον καὶ ὁ εἷς χιτὼν, ἀστικὸν δὲ τὸ ἀνάπαλιν. Τηλέμαχος οὖν χλαῖνάν τε καὶ λοιπὰ εἵματα δοὺς τῷ ξένῳ κατὰ τὸν Εὐμαίου λόγον πέμψει ὅπῃ ἐθέλει. Δῆλον δὲ ὅτι φιλοξένου ἀνδρὸς ἔνδειξις τὸ, αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει, πέμψει δʼ ὅπῃ σε κραδίη θυμός τε κελεύει. Ὅτι κηδόμενος ὁ καλὸς Εὔμαιος τοῦ πλανήτου δεσπότου τίθει ἄρα οἱ πυρὸς ἐγγὺς εὐνὴν διὰ τὸ ῥιγοῦν, ἐν δʼ οἰῶν τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν. ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετο ἤτοι παρέκειτο ἢ παρεχέσκετο ἤγουν παρείχετο ἀμοιβὰς, τουτέστι πρὸς ἀμοιβήν. ὃ ἑρμηνεύων ἐπάγει· ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο. εἰκὸς γὰρ τὸν ὄρχαμον ἀνδρῶν Εὔμαιον καὶ ἀμοιβάδα χλαῖναν ἔχειν, οὐχʼ ὥστε δύο χλαίνας φορεῖν, ἀλλʼ ἵνα χειμῶνος ἐπιγενομένου ἀμείβων ὡς καὶ πυκνοτέραν καὶ μεγάλην χροῖτο αὐτῇ, πυκνῇ μὲν οὔσῃ διὰ τὸ ψύχος, μεγάλῃ δὲ, ἵνα σκέπῃ τὸν ὅλον Εὔμαιον. διὸ ἡ μετʼ ὀλίγα φορουμένη χλαῖνα ἔξω ἐν αἰθρίᾳ μάλα μὲν πυκνὴ, οὐ μεγάλη δέ. Ἐνταῦθα δὲ ὅρα καὶ ὡς εἰπὼν ἔνθʼ Ὀδυσσεὺς κατέλεκτο ἐπάγει· ὣς ὁ μὲν ἔνθʼ Ὀδυσσεὺς κοιμήσατο, ὡς ἢ ἄμφω ταυτὰ εἶναι ἢ τὸ μὲν κατέλεκτο ἐπὶ ἀνακλίσεως, τὸ δὲ ἕτερον ἐπὶ ὕπνου. Ὅτι παιδεύων ὁ ποιητὴς τὸ πλεῖον τῆς κατὰ βίον σπουδῆς χρῆναι τῶν ὑπερεχόντων εἶναι πλάττει ἐνταῦθα τὸν ὄρχαμον Εὔμαιον ἐν τῷ τοὺς ἄλλους ἔσω κοιμᾶσθαι διὰ τὴν σκοτομήνιον καὶ κακὴν νύκτα ἔξω κοιμώμενον αὐτὸν ἔνοπλον πρὸς τοῖς βοσκήμασιν ἐπὶ φυλακῇ. ὃ καὶ βλέπων Ὀδυσσεὺς χαίρει. φησὶ γοῦν ὡς οἱ μὲν ἄλλοι ἄνδρες νεανίαι ἔσω παρὰ τὸν ξένον ἤγουν ἐγγὺς τοῦ ξένου κοιμήσαντο, οἷα διʼ ἡμέρας καμόντες ἔξω, οὐδὲ συβώτῃ ἥνδανεν αὐτόθι κοῖτος ὑῶν ἄπο κοιμηθῆναι. ἀλλʼ ὅ γʼ ἂρ ἔξω ἰὼν ὡπλίζετο, χαῖρε δʼ Ὀδυσσεὺς ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος. εἶτα ἑρμηνεύων τὸ ὡπλίζετο φησί· πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς <!-- 2.88 -->βάλετʼ ὤμοις, ἀμφὶ δὲ χλαῖναν ἑέσσατο ἀλεξάνεμον, ὡς προεῤῥέθη, μάλα πυκνήν. ἂν δὲ νάκην ἕλετο, ἤγουν ἀνείλετο, δέρμα αἰγὸς ἐϋτρεφέος μεγάλοιο, ἕτερα ταῦτα ὅπλα κατὰ χειμῶνος. εἵλετο δʼ ὀξὺν ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν. βῆ δʼ ἴμεναι κείων ἤγουν κοιμηθησόμενος, ὅθι περ σύες ἀργιόδοντες πέτρῃ ὑπὸ γλαφυρῇ εὗδον Βορέω ὑπʼ ἰωγῇ, τουτέστι σκέπῃ. ἔνθα ὁ Βορέας ἰὼν ἄγνυται καὶ οὐ δίεισιν ἐνδοτέρω. κεῖται δὲ ἡ λέξις καὶ ἐν τοῖς πρὸ τούτων. καὶ ἔχει ὁμοίαν αὐτῇ τὴν κυματωγὴν, ὡς προδεδήλωται. Ὅρα δὲ τὸ ὡπλίζετο λεχθὲν μὲν καὶ νῦν συνήθως ἀντὶ τοῦ ἡτοιμάζετο. κατὰ συμβεβηκὸς δὲ εὑρεθὲν ἐνταῦθα καὶ ἐπὶ στρατιωτικῆς ὁπλίσεως· τοιοῦτον γὰρ τὸ περιθέσθαι ξίφος καὶ ὀξὺν ἄκοντα ἑλέσθαι. Ἀλεξάνεμος δὲ, ἡ ὡς ἐῤῥέθη, ἀλέγουσα ἤτοι ἀποσοβοῦσα τὸ ἐξ ἀνέμων ψύχος, ἢ βοηθοῦσα κατὰ ἀνέμων. κεφαλαιωτέον δʼ ἐνταῦθα χάριν ἀναμνήσεως, ὡς πρὸς ὁμοιότητα τοῦ ἀλεξάνεμος χιτὼν ἐῤῥέθη καὶ νειὸς ἀλεξιάρη ἡ παρὰ Ἡσιόδῳ, καὶ ἀλεξίκακος ὁ κατὰ μετάληψιν καὶ κηραμύντης παρὰ Λυκόφρονι, ἔτι δὲ καὶ ὁ ἐν ἐπιγράμματι ἀλεξιβέλεμνος χιτὼν, ὃς ἔστι θώραξ πολεμικός. τοιαύτης δὲ συνθετικῆς δυνάμεως καὶ τὸ ἀλεξιφάρμακον καὶ τὸ ἀλεξίλογον, οἷον, Φοίνικες δʼ εὗρον γράμματα ἀλεξίλογα, φορτηγοὺς δʼ ἀκάτους Κάρες ἁλὸς ταμίαι. εἶεν δʼ ἂν ἀλεξίλογα γράμματα ἢ τὰ ἀλέγοντα ἤγουν βοηθοῦντα εἰς λόγον, ἢ διʼ ὧν ἀποσοβεῖται τὸ πλείω λέγειν. Ἡ δὲ νάκη καὶ νάκος λέγεται ὁμοίως τῷ, νάπη νάπος καὶ βλάβη βλάβος, ὡς τὸ, σὺ δʼ ἐπιτήρει τὸ βλάβος, καὶ δίψα δίψος, καὶ νείκη νεῖκος ἡ φιλονεικία· ἐκ δὲ τοῦ νάκος καὶ νακοτίλλαι οἱ τίλλοντες τὰ κώδια, ὥς φασιν οἱ παλαιοὶ, προφέροντες καὶ χρῆσιν τοῦ νάκους τὸ, βοέην καὶ νάκος. λέγεται δέ, φασι, νάκη ὡς οἱονεὶ ἀνάκη, ἐφʼ οἷς ἀνέκειντο ὑπνοῦντες. ὁ μέντοι Εὔμαιος ἄλλως, φασὶν, ἔχει τὴν νάκην ἤτοι τὸ αἴγειον δέρμα· ἐπὶ φορήματι γὰρ, ὡς καὶ εἴ τις ἀνάψοιτο λεοντῆν ἢ παρδαλέην ἢ λυκέην. διὸ καὶ εὐτρεφοῦς ἦν αἰγὸς, ὡς ἂν εἴη καὶ αὐτὴ ἀλεξάνεμος. Τὸ δὲ μεγάλοιο δείκνυσιν ὡς ἀρσενικῶς ἐῤῥέθη ὁ αἴξ. Ὀξὺν δὲ ἄκοντα πρὸς σαφήνειαν λέγει, ἔτι δὲ καὶ πρὸς διαστολὴν τῆς ἄκων ἄκοντος μετοχῆς, ἥτις καὶ ἐκτείνει τὴν ἄρχουσαν ὡς συναιρεθεῖσα ἐκ τοῦ ἀέκων ἀέκοντος. ὁ μέντοι ἄκων τὸ ὅπλον συστέλλεται παρὰ τὴν ἀκὴν, ὃ δηλοῖ τὴν ὀξύτητα, διʼ ἣν καὶ ὀξὺς λέγεται τρόπῳ ἐτυμολογικῷ. Κυνῶν δὲ ἀλκτῆρα οὐ τῶν οἰκείων λέγει. οὐ γὰρ ἂν ἀλάλκοι τοὺς ἑαυτοῦ, εἰ μὴ ἄρα μαίνοιντο κατὰ τοὺς τοῦ Ἀκταίωνος, ἀλλʼ εἴ που, ἀλλοτρίοις ποτέ τις περιτύχοι τὸν τοιοῦτον κρατῶν ἄκοντα. Γλαφυρὴ δὲ νῦν πλάττεται πέτρα εἰς ὑποδοχήν τινα τοῦ Εὐμαίου, ἵνα μὴ αἴθριος βρέχοιτο καὶ ψυχρῷ Βοῤῥᾷ καταπνέοιτο. εἰκὸς δὲ καὶ σπηλαιώδη τετυχηκέναι πέτραν ἐκεῖ ὑποδεχομένην καὶ σύας. Τὸ δὲ Βορέω ἐκ τοῦ Βορέας Βορέου Βορέεω συγκέκοπται, ὁμοίως τῷ Ἑρμείω, καὶ εὐμελίω Πριάμου, καὶ τοῖς τοιούτοις.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ο. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Τηλέμαχον Ἀθηνᾶ ὄναρ ἐπιστᾶσα εἰς Ἰθάκην ἐπανελθεῖν προτρέπεται, ὃς δῶρα παρὰ Μενελάου λαβὼν πέμπεται, καὶ ἐμβαίνειν μέλλων εἰς τὴν ναῦν Θεοκλύμενόν τινα Ἀργεῖον μάντιν ἀναλαμβάνει ἐπὶ φόνῳ φεύγοντα. καὶ Εὔμαιος Ὀδυσσεῖ διηγεῖται, ὡς Φοίνικες αὐτὸν ληϊσάμενοι ἐκ Συρίας νήσου ἀπέδοντο Λαέρτῃ. καὶ ἡ Τηλεμάχου ναῦς κατάγεται εἰς Ἰθάκην, καὶ ταύτην εἰς ἄστυ ἀποπέμψας αὐτὸς πρὸς Εὔμαιον ἔρχεται.

ΟΔΥΣΣΕΙΑΣ Ο. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-aco`.
