---
title: "Commentary on Homer's Odyssey: Book XIV"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ξ"
author: Eustathius of Thessalonica
eul_wid: xpw-acn
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-14-xpw-acn"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:e354b62e6922407dd349ce98b4827ca3bba7a906449e9fa5022ebbdf94fada55"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book XIV

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Ξ*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-acn` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-14-xpw-acn)

## Text

<!-- 2.52 -->Ὅτι ἱερὰν τὴν προῤῥηθεῖσαν ἐλαίαν λέγει καὶ διʼ ἄλλας μὲν αἰτίας, μάλιστα δὲ διὰ τὸ μυθικῶς, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἀνιερῶσθαι αὐτὴν τῇ Ἀθηνᾷ. διὸ καὶ τόπος ἐνταῦθα βουλῆς ὁ πυθμὴν αὐτῆς γίνεται, ὅτε Ὀδυσσεὺς τῇ Ἀθηνᾷ συμφράζεται προεκθετικῷ λόγῳ περὶ τῶν ἐφεξῆς. εἰ δὲ ἀκολούθως τῇ ἐν Ἀθήναις ἱερᾷ ἐλαίᾳ καὶ ἡ ἐν Ἰθάκῃ πέπλασται, οὐκ ἄν τις ἀπισχυρίσαιτο ἀσφαλῶς. Ὅτι καὶ ἐνταῦθα ἕδνα τὰ ἐξ ἀνδρῶν πρὸς γυναῖκα. φησὶ γὰρ ὅτι τρίετες <!-- 2.53 -->ἦσαν οἱ μνηστῆρες μνώμενοι τὴν Πηνελόπην καὶ ἕδνα διδόντες. ὃ δὴ ποιήσουσιν ἐν τοῖς ἐφεξῆς αὐτοὶ καὶ τοῦ Ὀδυσσέως παρόντος καὶ βλέποντος καὶ χαίροντος τῇ συνέσει τῆς γυναικός. Ὅτι παράκλησις ἐπὶ συμμαχίᾳ τὸ, ἀλλʼ ἄγε μῆτιν ὕφηνον ὅπως ἀποτίσομαι αὐτούς. πὰρ δέ μοι αὐτὴ στῆθι μένος πολυθαρσὲς ἐνιεῖσα. εἰ δὲ καὶ γενναῖος ὁ δυσωπούμενος, ἁρμόσει καὶ τὰ ἐφεξῆς· αἴ κέ μοι παρασταίης, καί κε τριηκοσίοισιν ἐγὼ ἄνδρεσσι μαχοίμην σὺν σοὶ, ὅτε μοι πρόφρασσα ἐπαρήγοις. εἰ δὲ ὁ παρακληθεὶς ὑπόσχηται οἰκεῖον ἐπαγαγεῖν καὶ τὸ, καὶ λίην τοι ἔγωγε παρέσσομαι οὐδέ με λήσεις, ὁππότε κεν δὴ ταῦτα πενώμεθα, καί τινʼ ὀΐω αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας, ἐκ τῆς Ὀδυσσέως δὲ καὶ Ἀθηνᾶς ὁμιλίας ταῦτα εἰσὶ, προεκθετικῶς ῥηθέντα καὶ αὐτὰ περὶ τῶν εἰσέπειτα. Ἰστέον δὲ ὅτι ἐν τῷ, καὶ τριακοσίοις ἂν μαχοίμην σὺν σοὶ, ὑπονοοῦσι τὸν στίχον οἱ παλαιοὶ ὡς μὴ ἔχοντα ὑπερβολὴν, φάμενοι ὡς ἐν τῇ λάμβδα τῆς Ἰλιάδος καὶ Ἀθηνᾶς δίχα πλείοσιν ἢ τριακοσίοις ἀντέστη Ὀδυσσεὺς, τέως μέντοι ὅπως ἂν καὶ ἔχοι ὁ λόγος ἀξιόμαχος ὢν ὁ Ὀδυσσεὺς πρὸς τριακοσίους θαῤῥῶν ἂν τοῖς μνηστῆρσιν ἐπίθοιτο τοῖς μήτε τοσούτοις μήτε ἄγαν στρατιωτικοῖς. καὶ νῦν μὲν πρὸς τριακοσίους εἶπεν ὁ Ὀδυσσεὺς ἀντιστήσεσθαι ἂν ἐπιεικευόμενος, ἐν δὲ τοῖς ἑξῆς πρὸς πεντήκοντα λόχους γενναῖος ἂν ἔσεσθαι ἀκούει πρὸς Ἀθηνᾶς, ὅ ἐστι πρὸς δισχιλίους καὶ ἐπέκεινα. καὶ ἔστιν ἐκεῖνο ὑπερβολὴ, ὡς δέον ὂν, τὸν μὲν Ὀδυσσέα μετριώτερον εἰπεῖν, τὴν δὲ Ἀθηνᾶν ὑπερβολικώτερον διὰ τὸ σεμνόν. Ἐν τούτοις δὲ καὶ ἄλλως περιαυτολογῶν Ὀδυσσεὺς Τροίης ἐλύομέν, φησι, λιπαρὰ κρήδεμνα, λιπαρὰ μὲν λέγων κατὰ τοὺς παλαιοὺς τὰ ἔκδηλα καὶ λαμπρά. εἰκὸς δὲ δηλοῦσθαι οὕτω καὶ τὰ εὐδαίμονά ποτε. Κρήδεμνα δὲ μεταφορικῶς καὶ νῦν τὰς τῶν πύργων στεφάνας καὶ λοιπὰς ἐξοχάς. Τὸ δὲ πενώμεθα ἤδη τὴν Ἀθηνᾶν συνεργοῦσαν τῷ Ὀδυσσεῖ παριστᾷ. Τὸ δὲ ὀΐω ἐπιεικῶς ἡ Ἀθηνᾶ λέγει. οὐ γὰρ ὀΐεται, ὃ λέγει, ἀλλʼ ἀκριβῶς οἶδε. μάλιστα δὲ οὐκ ἐπιεικεύεται ἀλλὰ βαρέως λαλεῖ, ὡς καὶ μετʼ ὀλίγα ἐρεῖ. Παλάξειν δὲ τὸ ἀναδεύσειν, ὥς φασιν οἱ παλαιοὶ, καὶ φῦραι καὶ μολῦναι. δηλοῖ δὲ περὶ τῆς τοιαύτης λέξεως καὶ ἡ Ἰλιάς. Ἄσπετον δὲ οὖδας περιφραστικῶς τὴν ἤπειρον λέγει, ὅ ἐστι τὴν ἁπλῶς γῆν. ἄλλως γὰρ πῶς ἄσπετος ἡ βραχεῖα καὶ εὐπερίγραπτος καθʼ ἣν οἱ μνηστῆρες πεσοῦνται; οἱ δὲ παλαιοὶ λέγουσι περὶ τῆς ἐνταῦθα τοῦ Ὀδυσσέως βουλῆς διʼ ἧς χερσὶν ὀλίγαις ἐπιθήσεσθαι τοῖς μνηστῆρσι μελετᾷ, ὅτι οὐκ ἠθέλησέ ποθεν συμμαχίαν λαβεῖν, ἐπειδὴ τοῖς μὲν πολίταις οὐ προέθετο πολεμήσειν, ὡς μηδὲν αἰτίοις, οἷα καὶ μαθὼν ἐν Ἅιδου φυλάττεσθαι τὰς βασιλικὰς τιμὰς τῷ υἱῷ. οἱ δὲ μνηστῆρες καὶ δίχα συμμαχίας εὐεπιχείρητοί εἰσιν, εἴ περ Ὀδυσσεὺς καὶ μόνος πρὸς τριακοσίους ἢ καὶ πρὸς λόχους ὅλους πολλοὺς ἀντίμαχός ἐστιν ἀξιόμαχος σὺν Ἀθηνᾷ, τουτέστι μετὰ καὶ φρονήσεως, καθʼ ἣν καὶ μάλιστα τῶν μνηστήρων περιεγένετο. Ὅτι ἐπεὶ ἔδει τὸν Ὀδυσσέα μὴ λαμπρὰ φοροῦντα μηδὲ φαιδρῷ προσώπῳ ἐμφανισθῆναι τοῖς ἑαυτοῦ, εἰκὸς μὲν καὶ ἄλλως τοῦτο ποιηθῆναι πρός γε αὐτοῦ Ὀδυσσέως. ὁ δὲ ποιητὴς κἀνταῦθα τερατῶδές τι ἐθελήσας πλάσασθαι παράγει τὴν μυθικὴν Ἀθηνᾶν λέγουσαν οὕτως· ἀλλʼ ἄγε σε ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι. ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας. ἀμφὶ δὲ λαῖφος ἕσσω, ὅ κεν στυγέῃσιν ἰδὼν ἄνθρωπος ἔχοντα, ἢ στυγέει τις ἰδὼν ἄνθρωπον ἔχοντα. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε ὡς ἂν ἀεικέλιος, καὶ διατοῦτο δηλαδὴ ἄγνωστος, πᾶσι μνηστῆρσι φανείης σῇ τʼ ἀλόχῳ καὶ παιδὶ, τὸν ἐν μεγάροισιν ἔλιπες. καὶ μετʼ ὀλίγα δὲ, ὅτε ἡ Ἀθηνᾶ τοῦτο ποιεῖ, ὁμῶς φράζει ὁ ποιητὴς, πλὴν ὅσον καὶ προστίθησιν ἐκεῖ καὶ παραποιεῖ δέ τινα πρὸς σαφήνειαν. φησὶ γάρ· κάρψε μὲν οἱ χρόα καὶ ἑξῆς τὸν ὅλον στίχον, ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας. ἀμφὶ δὲ δέρμα πάντεσσι μελέεσσι παλαιοῦ θῆκε γέροντος. κνύζωσε δέ οἱ ὄσσε καὶ ἐφεξῆς τὸ πᾶν τοῦ στίχου. ἀμφὶ δέ μιν ῥάκος κακὸν βάλεν ἠδὲ χιτῶνα ῥωγαλέα, ῥυπόεντα, κακῷ μεμορυγμένα καπνῷ. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο, ψιλόν. δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ. Ἐν οἷς ὅρα τὴν σκευὴν ἀρχοειδῆ τινὰ οὖσαν ὡσεὶ παράδειγμα τῇ ὕστερον κωμικῇ μεθόδῳ, ἢ πρὸς εὐτέλειαν τὰ σκηνικὰ διεσκεύαζεν, ὡς καὶ ὁ Ἀριστοφάνης δηλοῖ. πολλὴ δὲ ἡ τῆς ἀλλοιώσεως ταύτης τῷ Ὀδυσσεῖ συμβολὴ πρὸς ἃ μέλλει ποιεῖν. οὐ γὰρ ἔχει τι καλὸν ὡς καὶ περιεργασθῆναι, ἀλλὰ κατὰ τὸν ποιητὴν, καὶ στυγεῖται βλεπόμενος. διό περ οὐδʼ ἂν πολυπραγμονηθεὶς γνωρισθείη τινί. Ἄγνωστος δὲ γίνεται πᾶσι, δίχα γε τῆς μαίας Εὐρυκλείας. <!-- 2.54 -->πλὴν οὐδʼ αὐτὴ ἐκ τοῦ εἴδους ἁπλῶς ἀναγνωρίζει τὸν Ὀδυσσέα, ἐκ τῆς κατὰ τὸν μηρὸν δὲ οὐλῆς, ὡς φανήσεται. Κάρψαι δέ ἐστι τὸ ξηράναι καὶ συσπάσαι, ἐκ τοῦ κάρφω. ἀφʼ οὗ καὶ τὸ κάρφος. κάρφεται δὲ χροῦς ὁ τοῦ γέροντος, ὡς δηλοῖ τὸ, ἀμφὶ δὲ δέρμα πᾶσι μέλεσσι παλαιοῦ θῆκε γέροντος. ταυτὸν γὰρ εἰπεῖν κάρψε χρόα, καὶ δέρμα γέροντος ἔθετο. ὠνοματοπεποίηται δὲ τὸ κάρφω, ἐξ οὗ καὶ καρφαλέον τὸ ξηρόν. ὡς τὸ, καρφαλέον δʼ ἄϋσεν. ἔτι δὲ καὶ τὸ ὑπέρισχνον κατὰ τοὺς παλαιούς. ἐπειδὴ τῷ ὑπερίσχνῳ ξηρότης ἕπεται, ὡς εἶναι αὐτὸν οὕτω καὶ ἀλίβαντα καὶ αὗον μετὰ δασείας Ἀττικῶς. οὕτω δὲ καὶ ὕφαυον διὰ τὸ ἀποφαυάνθαι γήρᾳ, εἴποι ἂν ὁ κωμικός. ὡς δὲ ἐδάσυνον οἱ Ἀττικοὶ τὸ αὕω, καθὰ καὶ τὸ εὕω, ἡ παράδοσις δηλοῖ. τάχα γὰρ ἐκ τοῦ εὕω τροπῇ τοῦ ε εἰς α παρῆγον τὸ αὕω. ἐξ οὗ ἴσως καὶ ἀφαυρὸς ὁ ἀσθενὴς καὶ μὴ διερὸς κατὰ τὸν ποιητὴν εἰπεῖν, ἤγουν ὑγρὸς καὶ ὑγιὴς, ἀλλʼ οἷον ξηρός. δοκεῖ δὲ τοῦ κάρφω μέσος παρακείμενος εἶναι κέκαρπα, καὶ ἐξ αὐτοῦ καρπὸς, ὡς οἱ παλαιοί φασι καὶ αὐτό. Περὶ δὲ τοῦ ξανθὰς εἶναι τῷ Ὀδυσσεῖ κόμας ἤδη τὸ δέον προγέγραπται. ὡς δὲ καὶ παρὰ τὸ ξαίνειν ὁ ξανθὸς καὶ ἡ ξανθὴ παρῆχθαι δοκεῖ, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται, ὁμοίως δὲ καὶ ὡς ἀλλήλοις ἀντιμεταχωροῦσι τὰ ψιλὰ καὶ τὰ δασέα, πλειστάκις. οὕτω γὰρ ἐκ τοῦ σκύτος μὲν ὁ Σκύθης, καὶ ἐκ τοῦ πιεῖν ἅλις ἡ φιάλη, καὶ ἐκ τοῦ ξαντὸς ὁ ξανθός. αὖθις δὲ ἐκ τοῦ ἱστία καὶ ἐφίστιος τὸ ἐπίστιον Ἰωνικῶς, καὶ ἐκ τοῦ κολφαβρὸς, καὶ ὅσα τοιαῦτα. Λαῖφος δὲ πτωχικόν τι ἱμάτιον κατὰ τὸ σπεῖρον. διὸ καὶ καθὰ σπεῖρον λέγεται νηὸς, οὕτω καὶ λαῖφος τὸ ἱστίον διὰ τὸ καὶ τοῦ σπείρου καὶ τοῦ λαίφους ἁδρὸν καὶ ἐπιτήδειον τοῖς πλέουσι. Τὸ δὲ κνυζώσω ἀντὶ τοῦ ῥυσώσω, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοι, φασὶν, οἱ τῶν καθευδόντων ὀφθαλμοί. κατὰ δέ τινας καὶ οἱ τῶν κυνῶν· διὸ καὶ ἐντεῦθεν παρῆχθαι δοκεῖ τὸ κνυζοῦν. ὅθεν καὶ κνυζηθμὸς ἐν τοῖς ἑξῆς ἐπὶ κυνῶν εὑρεθήσεται κείμενος. Ἡρῳδιανὸς δὲ τοῦτο μὲν ἐμφαίνει ἀπὸ τοῦ κνύζειν γενέσθαι, τὸν κνυζηθμὸν δηλαδὴ, τὸ δὲ ἀπὸ κυνῶν εἰπεῖν τὸ κνυζώσω ὀκνεῖ, ἀπίθανον εἰπὼν καὶ δυσκατάστατον περιστᾶν ἐκ τῆς κατὰ κύνας μεταφορᾶς τὸ τῶν ὀφθαλμῶν ἀπρεπές. ὁμοίως ἀπίθανον λέγει καὶ τὸ ἐκ τῆς κονύζης γενέσθαι αὐτὸ ἧς ἡ χρῆσις ἐν τῷ, χαμαιζήλοιο κονύζης. ἐπικρίνει δὲ, ἄμεινον εἶναι Φιλοξένῳ πείθεσθαι, εἰπόντι ὡς παρὰ τὸ κνύω γίνεται, ὃ δηλοῖ τὸ ξύω, Δωρικὸν μὲν ὂν, προφερόμενον δὲ καὶ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν. οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ ἐν Θεσμοφοριαζούσαις· οὗτος πόθῳ μοὔκνυεν ἕλκων τὴν θύραν, ἤγουν διὰ τὸν πόθον μου ἔξυε τὴν θύραν. καὶ ἀρέσκεται ὥς περ ἑρπύω ἑρπύζω καὶ μύω μύζω τρύω τρύζω, οὕτως εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ, ὁμοίως τῷ, δίζω διζῶ. καὶ ἄλλως δὲ παρὰ τὸ κνύζα κνυζῶ, ὡς κόρυζα κορυζῶ καὶ ῥίζα ῥιζῶ. ἐκ δὲ τοῦ ῥηθέντος κνύω καὶ κνύμα δακτύλων προφέρει ἐκ τοῦ κωμικοῦ, καὶ κνύος δὲ τὴν φθορὰν κατὰ γένος οὐδέτερον ὁμοίως τῷ, θῶ θύος καὶ φλῶ φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας, φέρων καὶ χρῆσιν ἐκ τοῦ παρὰ Ἡσιόδῳ καταλόγου περὶ τῶν Προιτίδων. καὶ γάρ σφιν κεφαλῇσι κατὰ κνύος αἰνὸν ἔχευεν· ἀλφὸς γὰρ χρόα πάντα κατέσχεν, ἐν δέ νυ χαῖται ἔῤῥεον ἐκ κεφαλέων, ψίλωτο δὲ καλὰ κάρηνα. παράγει δὲ τὸ τοιοῦτον κνύω ἐκ τοῦ κνῶ, ἐξ οὗ καὶ ἡ κόνις, ὡς ἀλλαχοῦ φαίνεται, καὶ τὸ κναίω ἀντὶ τοῦ διαφθείρω, οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ, καὶ τὸ κνίζω ἤγουν ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, ἀφʼ οὗ περ οὐ μόνον ἡ κνῖσα, ὡς καὶ αὐτὸ ἐν ἄλλοις κεῖται, ἀλλὰ καὶ ἡ κνίζα, ὡς σχίζω σχίζα. Ἀνακρέων· κνίζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην. ὁμοίως δὲ ἐκ τοῦ κνῶ λέγει καὶ τὸ κνάπτειν γίνεσθαι. ὡς γὰρ ῥῶ ῥάπτω τὸ τὰ διαλελυμένα εἰς ῥῶσιν ἄγω, καὶ βῶ βάπτω τὸ ἐμβιβάζω ποι τὸ ἐνιέμενον, καὶ θῶ θάπτω τὸ ἀποτίθημι εἰς ταφὴν, οὕτω καὶ κνῶ κνάπτω. ἀφʼ οὗ κνάφος φυτὸν ἀκανθῶδες. ᾧ τὰ ἄθικτά, φησιν, ἱμάτια ἐπισύροντες κατεργάζονται. τὸ δʼ αὐτὸ καὶ γνάπτω. ὅθεν καὶ ὁ κναφεὺς καὶ γναφεὺς ὁ αὐτός. λέγει δὲ καὶ ὅτι τὰ εἰς ζω ῥήματα παραληγόμενα τῷ υ φιλεῖ πως βαρύνεσθαι, οἷον τρύζω, γρύζω, σύζω, κλύζω, ἀτύζω, ὀλοφύζω, ὀτοτύζω. εὑρέθη μέντοι τινὰ καὶ περισπώμενα, ὧν ἔσθʼ ὅτε καὶ προκατάρχει ὄνομα, ὡς τὸ κορυζῶ καὶ τὸ φυζῶ, οὗ μέσος παρακείμενος ἐν τῷ, πεφυζότες ἠΰτε νεβροί· καὶ τὸ μυζῶ, ἐξ οὗ τὸ, μεμυζότε μυδαλέω τε παρὰ Ἀντιμάχῳ. ἔτι λέγει καὶ ὅτι τὰ εἰς ζω περισπώμενα τῷ υ παραληγόμενα ὀφείλει τρίτης συζυγίας εἶναι. τοῦτο δὲ ἐλέγχοιτʼ ἂν ἐκ τοῦ κνυζηθμοῦ. ἐκεῖνο γὰρ οὐκ ἀπὸ τρίτης γίνεται συζυγίας. ἔτι ὁ αὐτὸς ἑρμηνεύων τὸ κνυζῶσαι ἀντὶ τοῦ διαφθεῖραι κεῖσθαι λέγει. διό, φησιν, ἐπιφέρει Ὅμηρος τὸ, πάρος περικαλλέʼ ἐόντε. καὶ οὕτω μὲν Ἡρῳδιανός. <!-- 2.55 -->Ἕτεροι δὲ κνυζῶσαι, φασὶ, τὸ διὰ ψώρας αἰσχῦναι. κνύζα γάρ, φασιν, ἡ ψώρα. Ὄσσε δὲ ὡς μὲν ἀπὸ τοῦ ὄσσω τὸ βλέπω γίνεται, καὶ ὡς κατά τινας μεταπέπλασται ἀπὸ εὐθείας δυϊκῶν τῆς, τὼ ὄσσω, γέγραπται ἀλλαχοῦ. ὁ δὲ Ἡρῳδιανὸς λέγει ὅτι καθάπερ ὁ σκότος καὶ τὸ σκότος ἐν ὁμοίᾳ καταλήξει καὶ ὁ ἔλεγχος καὶ τὸ ἔλεγχος, οὕτω καὶ τὸ ὄσσος. οὗ ὤφειλε τὸ δυϊκὸν γεγενῆσθαι τὼ ὄσσεε, παθὸν δὲ ἀποκοπὴν ἢ συγκοπὴν, ἄδηλον γάρ φησι τὸ πάθος, ἐποίησε τὸ ὄσσε. βαρύνεται δέ, φασιν, οὐ μόνον καθότι Αἰολικὸν δοκεῖ εἶναι, ἀλλὰ καὶ ὅτι τὰ εἰς ος μονογενῆ δισύλλαβα τῷ ο παραληγόμενα ἢ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὶς τὸ αὐτὸ σύμφωνον βαρύνεται, κόννος, ὄῤῥος, κόκκος, κόττος. οὕτως ἄρα καὶ ὄσσος εἴρηται μονογενῆ διὰ τὸ πολλός. μάχεται τῷ κανόνι τὸ, κομμός. θαυμαστὸν δέ, φησιν, οὐδὲν εἴ περ τὰ εἰς ος λήγοντα τῷ ο παραληγόμενα φιλεῖ ἓν ἔχειν σ εἰ μὴ κατὰ πάθος διπλοῦται ὡς τὸ, τόσσος. τοῦτο δὲ μόνον ἔσχε δισσὸν αὐτό. τοιαῦτα δὲ κατὰ τὸν κανόνα τὸ, νόσος καὶ δρόσος. τὸ γὰρ κροσσὸς οὐκ οἶδα, φησὶ, σύνηθες Ἕλλησιν. Ῥωγαλέα δὲ ἱμάτια δηλαδὴ τὰ διεῤῥηγμένα, τροπῇ τοῦ μακροῦ εἰς μακρόν. οὕτω δὲ καὶ πήρη πυκνὰ ῥωγαλέη ἡ πολύσχιστος. γελοία δὲ αὐτὴ, εἴ περ πεποιημένη τηρεῖν τὰ ἐντὸς, ὅθεν καὶ πήρα λέγεται, ἡ δὲ εἰς πυκνὰ διέῤῥηκται. Μεμορυχμένα δὲ ἢ μεμορυγμένα, διχῶς γὰρ φέρεται καθὰ καὶ τὸ, βρεχμὸς καὶ βρέγμα, τὰ μεμολυσμένα καὶ πεφυρμένα κατὰ τοὺς παλαιούς. κρεῖττον δὲ ἠφανισμένα εἰπεῖν, παρὰ τὸν μόρον, ἐξ οὗ τὸ μορύσσω. Μέγα δὲ δέρμα ἐλάφου καὶ ψιλὸν τὸ μὲν ἀναλόγως τῷ ἡρωϊκῷ σώματι, τὸ δὲ πρὸς γελοιασμὸν πλείονα, εἰ μὴ λεοντῆν, εἰ μὴ παρδαλῆν, εἰ μὴ λυκέην φορεῖ, ἀλλὰ ἐλάφου δέρμα καὶ αὐτὸ τριχῶν πενόμενον. Ἐν δὲ τῷ, σκῆπτρον καὶ ἀεικέα πήρην τὸ ἀεικὲς καὶ ἐπὶ τοῦ σκήπτρου νοητέον. οὐ γὰρ βασιλικὸν δή που ἦν ἐκεῖνο, ἀλλὰ πτωχική τις ῥάβδος. Ἀεικὴς δὲ πήρα ἡ μὴ κατὰ τὸ εἰκὸς ἐσκευασμένη διὰ τὸ πυκνὰ ῥωγαλέον. ὃ κωλύει πάντως τὴν πήραν τηρεῖν τὰ βαλλόμενα. τοῦτο δὴ τὸ ἐτυμολογοῦν αὐτήν. παρὰ τὸ τηρεῖν γὰρ ἡ πήρα λέγεται γίνεσθαι. καὶ ἄλλως δὲ διὰ τὴν αὐτὴν αἰτίαν ἀεικὴς πήρα, ἣν οὐκ ἂν εἰκάσοι τις πήρᾳ, καθὰ καὶ ἀεικέλιος Ὀδυσσεὺς ἐῤῥέθη φανῆναι τοῖς μνηστῆρσιν, ἀντὶ τοῦ μὴ ἂν πρὸς Ὀδυσσέα εἰκασθησόμενος. διχῶς δέ, φασιν, ἡ πήρα. λέγεται γὰρ οὕτω καὶ ὃ φέρουσιν οἱ ποιμένες ἐπʼ ὤμων καὶ ἰατρικὸν δέ τι ἐγχειρίδιον. Στρόφος δὲ, σχοινίον ἐστραμμένον ἤτοι κλωστὸν, ἢ καὶ ἱμὰς τοιοῦτος, ὑφʼ οὗ ἀείρεται ἤτοι βαστάζεται καὶ κουφίζεται πήρα. διὸ καὶ ἀορτὴρ λέγεται. οὕτω δὲ καὶ τελαμών τις λέγεται ἀσπίδος ἀορτήρ. ὅτι δὲ στρόφος οὐ μόνον ὁ ποιητικὸς, ἀλλὰ καί τι νόσημα ζωϊκὸν, δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, στρόφος μʼ ἔχει, ὦ ἄνερ, καὶ ὀδύνη τὴν γαστέρα. δῆλον δὲ καὶ ὡς ἐκ τοῦ στρόφος ἡ στροφὴ, κατὰ τὸ, χόλος χολὴ καὶ τὰ ὅμοια. Ὅτι τὸν συβώτην καὶ ὑῶν ἐπίουρον λέγει καὶ σύεσσι παρήμενον περιφραστικώτερον, προϊὼν δὲ καὶ ὑφορβόν. δῆλον δὲ, ὡς πλεονασμὸν προθέσεως ἔχει, καθὰ πρὸ ὀλίγων ὁ ἐπιβώτωρ, οὕτω καὶ νῦν ὁ ἐπίουρος. περὶ Εὐμαίου δὲ ὁ λόγος, ὃν συνιστῶν ὁ ποιητὴς ὡς ἀγαθὸν οἰκέτην φησὶν αὐτὸν ἤπια τοῖς δεσπόταις εἰδέναι, Τηλέμαχόν τε φιλεῖν καὶ ἐχέφρονα Πηνελόπειαν, καθὰ καὶ Ὀδυσσεὺς ἂν αὐτοὺς φιλοίη. φησὶ γάρ· ὁμῶς δέ τοι ἤπια οἶδεν, ἤγουν ὁμοίως σοὶ τῷ Ὀδυσσεῖ ἤπιός ἐστι πρὸς τοὺς σούς. πολλὰ δὲ καὶ ἐν τοῖς ἐφεξῆς δείγματα τῆς αὐτοῦ πρὸς τοὺς δεσπότας εὐνοίας. διό περ εἰκότως καὶ ἐφιλεῖτο καὶ φιληθήσεται. Ὅτι τόπους περὶ τὴν Ἰθάκην ἱστορεῖ, Κόρακος πέτραν καὶ κρήνην Ἀρέθουσαν, ἔνθα τὰ βασιλικὰ συβόσια. φησὶ γὰρ ὅτι αἱ δὲ σύες νέμονται πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ, ἔσθουσαι βάλανον μονοεικέα καὶ μέλαν ὕδωρ πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν. ὑφὲν δὲ τίθεται ἐν τῷ, Κόρακος πέτρῃ, ὡς κύριον γάρ που εἴρηται, καθὰ καὶ τὸ, μεγάλη πόλις ἡ ἐν Ἀρκαδίᾳ. Κόραξ δὲ οὗτος ἦν ἐγχώριος ἀνὴρ, υἱὸς Ἀρεθούσης γυναικὸς ἐκ τῶν ἐκεῖ· ὃς διώκων λαγωὸν ἐν Ἰθάκῃ κατὰ κρημνοῦ ἠνέχθη καὶ τέθνηκεν. ἡ δὲ μήτηρ διὰ λύπην ἐλθοῦσα ἐπί τινα κρήνην ἀπήγξατο. ἐντεῦθεν ἀπὸ μὲν τῆς μητρὸς Ἀρέθουσα κρήνη ἐκεῖ, ἀπὸ δὲ τοῦ υἱοῦ Κόρακος πέτρα, ἧς ὁ ἐντόπιος Κορακοπετρίτης, ὡς τῆς ῥηθείσης μεγάλης πόλεως Μεγαλοπολίτης. ἔστι δέ, φασιν, Ἀρέθουσα καὶ ἐν Σμύρνῃ καὶ ἐν Χαλκίδι τῇ κατὰ Εὔβοιαν καὶ ἐν Συρακούσαις, ἣ καὶ μάλιστα ἐν ἱστορίαις τεθρύληται, ἧς λέγεται καὶ τὸν Ἀλφειὸν ἐρᾶν καὶ τὸ ἐκ Πελοποννήσου τέμνοντα ἕως καὶ εἰς Σικελίαν πέλαγος παρʼ ἐκείνην φοιτᾶν, γλυκὺν ἐραστὴν ἁλμυρῷ θαλάσσης ὕδατι ἀμιγὲς τὸ ῥεῖθρον φυλάσσοντα. ἱστορεῖ δὲ μιᾶς τούτων ἀποτυφλωθῆναι σεισμῷ τὰς πηγὰς <!-- 2.56 -->ὁ γεωγράφος, αἳ συχναῖς, φησὶν, ἡμέραις ὕστερον κατʼ ἄλλο στόμιον ἀνέβλυσαν. Ἰστέον δὲ ὡς Ὅμηρος μὲν τοιαύτην οἶδε Κορακοσπέτραν. ἴσως δὲ ἐκ τοιούτου τινὸς καὶ τὸ ἐν Κιλικίᾳ ὠνόμασται Κορακήσιον. ἐξ αὐτοῦ δὲ τὸ, εἰς κόρακας, καθά φασιν οἱ παλαιοὶ, ὡς ἀπὸ τῶν οἰκούντων τὸ τοιοῦτον Κιλίκιον Κορακήσιον πονηρῶν ὡς εἰκὸς ὄντων. τινὲς μέντοι τὸ ἐς κόρακας, ἀντὶ τοῦ, εἰς κακὰ ὄρνεα, ὅμοιόν φασι τῷ, εἰς αἶγας ἀγρίας. Παυσανίας δέ φησιν ὅτι Βοιωτοῖς ἔχρησεν ὁ θεὸς, ἔνθα λευκοὶ κόρακες αὐτοῖς ὀφθῶσιν, ἐκεῖ κατοικεῖν. ἰδόντες οὖν, φησὶ, κόρακας πετομένους περὶ τὸν Παγασιτικὸν κόλπον, οὓς ἄκακοι παῖδες ἐγύψωσαν, ᾤκησαν ἐκεῖ, καλέσαντες τὸ χωρίον Κόρακας. ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς ἔπεμπον ἐκεῖ τοὺς φυγαδευομένους. ὁ δʼ αὐτὸς λέγει καὶ ὅτι Ἀριστοτέλης ἱστορεῖ λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐπαοιδαῖς ἀφιέναι ζῶντας, καὶ ἐπιλέγειν τῷ λοιμῷ, φεῦγʼ ἐς κόρακας. ὁ δὲ Αἴσωπος πλάττει μυθικῶς κολοιὸν μέγαν, νομίσαντα τοῖς κόραξιν ἐξισοῦσθαι, προσμίξαι αὐτοῖς, ἡττηθέντα δὲ ὑποστρέψαι πάλιν εἰς τοὺς κολοιούς. τοὺς δὲ ἀγανακτήσαντας παίειν αὐτὸν καὶ βοᾶν, φεῦγʼ ἐς κόρακας. Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι τοὺς κόρακας νεοσσοποιεῖσθαι λέγειν ἡμᾶς φεῦγʼ ἐς κόρακας, ὅ ἐστιν εἰς ἀποκρήμνους τόπους καὶ εἰς φθοράν. δῆλον δὲ ὅτι πολλοὶ τόποι ἀπὸ ζῴων ἐκαλοῦντο, ὡς καὶ ἡ Λεοντάρνη, καὶ ἡ Λεοντόπολις, καὶ ἡ Βουκεφάλα καὶ τὸ Κυνόσαργες γυμνάσιον ἔξω τοῦ ἄστεος Ἀθήνῃσιν. ὅ τινες Κυνοσαργὲς ὀξυτόνως προέφερον ὁμοίως τῷ περικαλλές· κρατεῖ δὲ ὅμως ἡ τοῦ προπαροξυτόνου ἀνάγνωσις, ὡς δηλοῖ τὸ, ἐν Κυνοσάργει. οὕτω δὲ καὶ ἐν Ἄργει Κυνάδρα κρήνη, ἐξ ἧς ἔπινον οἱ ἐλευθερούμενοι. ὅθεν τὸ ἐν Κυνάδρᾳ ἐλευθέριον ὕδωρ παροιμιακῶς ἐπὶ τῆς κατʼ ἐλευθερίαν ζωῆς. ἐκλήθη δὲ οὕτως ἡ ῥηθεῖσα κρήνη διὰ τὸ κύνα, φασὶ, ταύτῃ, τουτέστιν ἐκεῖ, διαδράναι, ὥς περ καὶ Κυνόσαργες ἀπὸ κυνὸς ἀργοῦ, ὅ ἐστι λευκοῦ, κρέας ἐκ θυσίας ἁρπάσαντος καὶ ἀπαγόντος ἐκεῖ. Ἰστέον δὲ καὶ ὅτι ὥς περ τόποι γῆς, οὕτω καὶ νῆες ἐκληρώσαντό τινα μέρη παρώνυμα ζῴων. οὕτω συὸς τόπος παροιμιωδῶς, ἐπεί περ τὰ Σάμια πλοῖα συὸς εἶχε τύπον ἐν ταῖς πρώραις. ἐντεῦθεν ὁ Λουκιανὸς καὶ ἕτεροι χηνίσκον λέγουσι νηὸς τύπωμά τι χηνὸς παράσημον ἐν ναυσίν. ἐντεῦθεν δὲ καὶ τὸ παρὰ Λυκόφρονι ταυρόμορφον πλοίου τύπωμα. καὶ τοιαῦτα μὲν ταῦτα. Περὶ δὲ βαλάνου καὶ ὡς πιαίνει σύας αὕτη, προδεδήλωται. Ὅτι προεκτιθέμενος ὁ ποιητὴς τὴν διάθεσιν τῆς ἐφεξῆς ἱστορίας πλάττει τὴν Ἀθηνᾶν παραγγέλλουσαν τῷ Ὀδυσσεῖ τοῖς ἀγροῖς παραμένειν καὶ πάντα ἐξερέεσθαι ὄφρʼ ἂν αὐτὴ ἐπανακαλέσεται ἐκ Σπάρτης τὸν Τηλέμαχον καὶ συμμίξῃ τῷ πατρί. ὃ πάνυ ἀναγκαῖον τῇ ποιήσει ἐστὶν, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. Ὅτι καλλιγύναικα τὴν Σπάρτην κἀνταῦθα λέγει διὰ τὴν Ἑλένην, καὶ Λακεδαίμονα δὲ εὐρύχορον. ἑρμηνεύει δὲ καὶ τὸ ἐν τοῖς φθάσασί που γραφὲν περὶ Τηλεμάχου ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν, ὃ διττὴν ἔχον ἐκεῖ ἔννοιαν συγκροτεῖται ἐκ τῶν ἐνταῦθα. ἢ γὰρ λέγει ἐκεῖ ὅτι ἄπεισιν ὁ Τηλέμαχος πευσόμενος περὶ τοῦ πατρὸς ὅπου κλέος ἤγουν φήμη ἔχει αὐτὸν εἶναι καὶ διατρίβειν, καί φησι κἀνταῦθα ὁμοίως ἡ τοῦ μύθου Ἀθηνᾶ, ὅτι ᾤχετο Τηλέμαχος πευσόμενος μετὰ σὸν κλέος εἴ που ἔτι εἴης· ἢ δηλοῖ ἄλλως ἐκεῖνο, ὅτι ᾤχετο γνωσόμενος περὶ τοῦ πατρὸς ὁ Τηλέμαχος, ἵνα κλέος αὐτὸν ἤγουν τὸν Τηλέμαχον ἔχῃ, τουτέστι τιμὴ, ὡς φιλοπάτορα ὄντα. καὶ λέγει καὶ ἐνταῦθα πάλιν μετʼ ὀλίγα ἡ αὐτὴ Ἀθηνᾶ, ὅτι αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο κεῖσε ἐλθών. Ἔνθα ὅρα τὸ πόμπευον, ἐξ οὗ ὁ πομπεὺς, ὡς ἡγεμονεὺς ἐκ τοῦ ἡγεμονεύω, καὶ ἡνιοχεὺς ἐκ τοῦ ἡνιοχεύω. ἐν τούτοις δὲ καὶ τὴν τῶν πολλῶν ἀπορίαν λύει τὴν ὡς εἰκὸς λέγουσαν· τί δή ποτε Τηλέμαχος ἀποδημεῖ ἔξω καιροῦ; ἢ ἵνα που κἀκεῖνος ἀλώμενος ἄλγεα πάσχῃ πόντον ἐπʼ ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδωσι; λύουσα γὰρ τῷ Ὀδυσσεῖ τοῦτο ἡ Ἀθηνᾶ φησὶν, ὡς οὔ τινα ἔχει πόνον, ἀλλὰ ἕκηλος ἧσται ἐν Μενελάου δόμοις, παρὰ δʼ ἄσπετα κεῖται, ἤγουν παρατέθειται αὐτῷ πολλὰ εἰς τρυφὴν, καὶ θεοῦ πέμποντος κλέος ἐσθλὸν αἴρεται εἶτα καὶ προαναφωνουμένη τὸ μέλλον φησὶν ὡς λοχῶσι μὲν αὐτὸν οἱ μνηστῆρες ἱέμενοι κτεῖναι, ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει. βαρέως δὲ καὶ νῦν εἴρηται τὸ οὐκ ὀΐω, ἤτοι οὐ νομίζω. ἄλλως γὰρ οὐκ ἂν ἀγνοεῖν λέγοιτο ἡ Ἀθηνᾶ. Τὸ δὲ, πρὶν καί τινα γαῖα καθέξει, περιφραστικῶς ἀντὶ τοῦ, πρὶν τεθνήξεταί τις. παραπέφρασται δὲ αὐτὸ ἐκ τοῦ πρὸ ὀλίγων ῥηθέντος, καί τινα ὀΐω αἵματί τε <!-- 2.57 -->ἐγκεφάλῳ τε παλάξειν οὖδας. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω, ἀντὶ τοῦ, μὴ ἐνθυμοῦ ἐκεῖνον, κατὰ περίφρασιν λεχθὲν καὶ αὐτό. λέγει δὲ καὶ ὡς ῥάβδῳ ἐπεμάσατο Ἀθήνη καὶ μετεποίησε τὸν Ὀδυσσέα εἰς εἰδεχθῆ γέροντα ὁποῖος ἐσκηνογραφεῖτο προσεχῶς, καθὰ καὶ ἡ Κίρκη ῥάβδῳ πλήττουσα ἠλλοίου μορφάς. Ὅτι διατμαγῆναι οὐ μόνον τὸ διακοπῆναι ἤτοι ἀποτμηθῆναι, ἀλλὰ καὶ τὸ χωρισθῆναι τοπικῶς, ὡς δηλοῖ ἐνταῦθα τὸ, ὣς βουλεύσαντε διέτμαγον, ὃ καὶ διασαφῶν Ὅμηρος ἐπάγει· ἡ μὲν ἐς Λακεδαίμονα δῖαν ἔβη, Ὀδυσσεὺς δὲ εἰς τὸν ἀγρόν. Ὅρα δʼ ἐνταῦθα καὶ ὅτι Ἀθηνᾶς οὔσης καὶ Ὀδυσσέως τὸ, βουλεύσαντε, ἀρσενικῶς ἀπεδόθη, ὡς πανταχοῦ γίνεται.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ξενισμὸς Ὀδυσσέως γίνεται ἐν τῷ ἀγρῷ παρʼ Εὐμαίῳ καὶ ποικίλη τις ὁμιλία. ἄλλως Ὀδυσσέως παρουσία πρὸς Εὔμαιον καὶ λόγοι γίνονται ἀναπλάττοντος ἑαυτὸν καὶ πράξεις τινὰς ἐκτιθεμένου.

ΟΔΥΣΣΕΙΑΣ Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

Ὅτι τῷ δούλῳ Εὐμαίῳ ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἐντυγχάνει Ὀδυσσεὺς εἰς ἀγαθὸν ἑαυτῷ. διὸ καὶ ἐπιγραφὴ ταύτης αὕτη· Ὀδυσσέως πρὸς Εὔμαιον ὁμιλία. ἄρχεται δὲ οὕτως· Αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ἤγουν κατὰ τὰς ἄκρας τῶν ὀρῶν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ὅθεν καὶ Ζεὺς ἐπάκριος, ᾧ ἐπʼ ἄκρων ὀρέων ἱδρύοντο βωμοί. εἰκὸς δὲ πάντως, τὴν κραναὴν Ἰθάκην καὶ τραχείας ἔχειν ἀταρποὺς καὶ ὕλην καὶ ἄκριας. Ἐκ δὲ τῆς ἀτραποῦ, καὶ ἀτραπίζειν ἐν ῥητορικῷ λεξικῷ κεῖται τὸ βαδίζειν ἢ ὁδοποιεῖν. Ὅτι σεμνύνων τὸν Εὔμαιον δῖον ὑφορβὸν λέγει ἐνταῦθα. μετʼ ὀλίγα δὲ καὶ ὄρχαμον ἀνδρῶν, ἤγουν ἀρχικὸν ἄνδρα, ἢ καὶ ἄρχοντα δούλων ἑτέρων, ὡς καὶ μετὰ ταῦτα φανεῖται καὶ νῦν δὲ δηλοῦται ἐν τῷ, ὃς οἱ βιότοιο μάλιστα κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεὺς, καὶ ὅρα ὅτι δῖον καὶ τὸν δεσπότην προσεῖπε, καθὰ καὶ τὸν δοῦλον ὑφορβόν. Ἰστέον δὲ ὅτι οἰκῆες οὐ μόνον οἱ οἰκέται, ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ τῆς οἰκίας ἐλέγοντο, καθὰ καὶ ἐν ἄλλοις εἴρηται. Ὅτι τὴν τοῦ Εὐμαίου παραδεικνὺς σπουδὴν περὶ τὰ δεσποτικὰ πράγματα φράζει οὕτως· τὸν δʼ ἂρ ἐνὶ προδόμῳ εὗρεν Ὀδυσσεύς, ἔνθα οἱ αὐλὴ ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι καλή τε μεγάλη τε περίδρομος ἤγουν περιοδευομένη, ἀγειτόνευτος, ἢ κυκλοτερὴς διὰ τὸ πολυχωρητότερον, ἣν δὴ συβώτης αὐτὸς δείματο ὕεσσιν ἀποιχομένοιο ἄνακτος νόσφι δεσποίνης καὶ Λαέρταο γέροντος ῥυτοῖσι λάεσσι, καὶ ἐθρίγκωσεν ἀχέρδῳ, σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα, πυκνοὺς καὶ θαμέας ἢ μεγάλους, τὸ μέλαν δρυὸς ἀμφικεάσας. ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει πλησίον ἀλλήλων εὐνὰς συσίν. εἶτα τὰς σύας ἀριθμῶν φησίν· ἐν δʼ ἑκάστῳ πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο θήλειαι τοκάδες. τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον, πολλὸν παυρότεροι, οὗ καὶ τὴν αἰτίαν προστιθεὶς ἐπάγει· τοὺς γὰρ μινύθεσκον ἔδοντες ἀντίθεοι μνηστῆρες. ἐπεὶ προΐαλλε συβώτης αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων. οὓς καὶ αὐτοὺς μετρῶν ἐπιφέρει· οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο. καὶ τοιαῦτα μὲν ἃ περὶ τῶν τοιούτων ἱστορεῖ Ὅμηρος. Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ κατωρυχέεσσι λίθοισι τὰ τῶν ἀντιγράφων ἀκριβέστερα περισκέπτῳ ἐνὶ χώρῳ γράφουσιν. ἐχρῆν γὰρ τοιοῦτον εἶναι ἀναγκαίως τὸν τῆς αὐλῆς τόπον, ἵνα περισκοπῆται τὰ πέριξ, ὁποῖός τις καὶ ὁ τοῦ Τηλεμάχου πρὸ τούτου θάλαμος ἦν. Ὅρα δὲ καὶ νῦν ὅτι πρόδομος ὁ ἔξω, μεθʼ ὃν εὐθὺς ἡ αὐλή. Τὸ δὲ αὐτὸς δείματο, κατʼ ἐξοχὴν ἔχει τὸ αὐτὸς, ὅ περ ἑρμηνεύων ἐπάγει τὸ, ἀποιχομένοιο ἄνακτος, καὶ τὸ, νόσφι δεσποίνης καὶ Λαέρτου, ὡς αὐτὸς δαπανήσας δίχα ἐκείνων, ὃ τὴν περὶ τὰ δεσποτικὰ ἐμφαίνει κηδεμονίαν τοῦ δούλου. Ῥυτοὶ δὲ λίθοι, οἱ μεγάλοι καὶ μὴ φορητοὶ <!-- 2.58 -->ἀλλʼ ἑλκυστοὶ, οὓς οὐκ ἔστι δηλαδὴ φέρειν ἀλλʼ ἕλκειν διὰ τὸ πολὺ τοῦ μεγέθους, οἳ λέγοιντʼ ἂν, ὡς εἰκὸς, καὶ κατωρυχέες διὰ τὸ ἐξαρκεῖν ἐπί τι μὲν ὀρωρύχθαι κατὰ γῆς, πῇ δὲ καὶ ὑπερκεῖσθαι. Θριγκῶσαι δὲ τὸ χαρακῶσαι, ἢ στεφάνην καὶ οἷον τρίχα τινὰ ἐπιθεῖναι οἰκοδομήμασιν, ἢ καὶ ἄλλοις φραγμοῖς, κόσμου ἢ ἀσφαλείας χάριν. ἀπὸ τῆς τριχὸς γὰρ ὁ θριγκὸς κατὰ ἀντιστοιχίαν συμφώνων, ὡς προγέγραπται. διὸ παρὰ πολλοῖς τῶν ῥητόρων καὶ τριγχίον γράφεται. Ἄχερδος δὲ περὶ ἧς ἤδη καὶ ἡ κατὰ τὸν Μελάμποδα ἱστορία ἐδήλωσέ τι, φυτόν φασιν ἀκανθῶδες, ἐξ οὗ αἱμασιαὶ γίνονται θριγκοῦσαι τὰ ἔνδον. οἱ δὲ τὴν ἀγρίαν ἄπιόν φασιν, ἀκανθώδη καὶ αὐτὴν οὖσαν. πλεονάζει δὲ τὸ δ καὶ ἐν ταύτῃ. ἄλλως γὰρ ἄχερός ἐστιν, ἧς ἅψασθαι οὐκ ἔστι χειρί. Σταυροὶ δὲ ὀρθὰ καὶ ἀπωξυμμένα ξύλα. τὰ καὶ σταύαρα παρὰ τοῖς μὴ λαλοῦσιν εὐγενῶς. γίνονται δὲ παρὰ τὴν εἰς ἀέρα στάσιν ἢ παρὰ τὸ εἰς εὖρος ἵστασθαι. οἱ δʼ αὐτοὶ καὶ σκόλοπες λέγονται, ἀφʼ ὧν τὸ ἀνασκολοπίζεσθαι καὶ ἀνασταυροῦσθαι. Τὸ δὲ ἔλασεν ἀντὶ τοῦ ἐξήπλωσε, παρέτεινεν, ὃ δὴ ἐπὶ πάντων νοεῖται τῶν σημαινομένων τοῦ ἐλαύνειν. Τὸ δὲ ἔνθα καὶ ἔνθα ἑρμηνεία ἐστὶ τοῦ διαμπερές. Τὸ δὲ πυκνοὺς καὶ θαμέας καὶ νῦν τῇ παραλλήλῳ θέσει τὴν ἄγαν δηλοῖ πυκνότητα. Μέλαν δὲ δρυὸς οἱ μὲν τὴν ἐντεριόνην φασὶν, ἤγουν τὸ ἐγκάρδιον τῆς δρυὸς, μέλαν ὡς ταπολλὰ ὄν· Ἀρίσταρχος δὲ τὸν φλοῦν οὕτω νοεῖ· Κράτης δὲ τὴν δασύτητα καὶ πολλὴν πυκνότητα τῶν φύλλων μελάνδρυον καλεῖ, ὡς αἰτίαν τῷ ξύλῳ μελανίας διὰ τῆς σκιᾶς. φέρεται δὲ καὶ Αἰσχύλου χρῆσις ἐν Φιλοκτήτῃ, κρεμάσας τόξον πίτυος ἐκ μελανδρύου. Ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ ὅτι μήτρα τὸ μέσον τοῦ ξύλου, ὅ τινες ἐντεριόνην λέγουσιν, ὥστε ταυτὸν εἶναι τῷ λόγῳ τούτῳ μήτραν, ἐντεριόνην καὶ μέλαν δρυός. Τὸ δὲ εὐνὰς συσὶν ἑρμηνεία ἐστὶ τοῦ συφεούς. συφεὸς γάρ ἐστι συῶν εὐνή. ὅθεν καὶ παρετυμολογεῖται ὡς φέρων σύας. Περὶ δὲ χαμαιευνάδων συῶν προγέγραπται. ὧν καὶ ἡ αι δίφθογγος συστέλλεται παρὰ τῷ ποιητῇ, ὡς ἐκεῖ δηλοῦται. Ἰστέον δὲ, ὅτι ἐπὶ συῶν ἡ λέξις αὕτη κυρία. ἄνθρωποι μέντοι χαμαιεῦναι παρὰ τῷ ποιητῇ ἐν Ἰλιάδι, ἐπειδὴ καὶ χαμεῦναι καὶ χαμευνάδες παρὰ τοῖς παλαιοῖς ψίαθοι καὶ στιβάδες, οἵ φασι καὶ ὅτι χαμεύνα ἡ ταπεινὴ κλίσις καὶ στιβάς. καὶ ὅρα οἵα διαφορὰ τοῦ χαμαιευνάδες πεντασυλλάβου ταύτης λέξεως πρὸς τοὺς ἐν τετρασυλλαβίᾳ χαμαιεύνας καὶ τὰς χαμευνάδας καὶ τὰ λοιπά. Τὸ δὲ ἐρχατόωντο καινῶς παρῆκται. προϋπάρχει μὲν γὰρ Ἰωνικὸν τὸ ἔρχατο. ἐξ αὐτοῦ δὲ γίνεται τὸ ἐρχατῶ, οὐκ ἀγαθὸν ῥῆμα εἰς πεζὴν γραφήν. Ὅρα δὲ καὶ ὡς μεταξὺ ἀρσένων συῶν καὶ τοκάδων οὐκ ἔθετο μὲν τὰς στείρας, ἐνέφῃνε δὲ ὅμως καὶ αὐτὰς διὰ τοῦ εἰπεῖν θήλειαι τοκάδες διὰ τὸ εἶναι καὶ ἑτεροίας θηλείας αἳ μὴ τοκάδες εἰσί. Τὸ δὲ ἀντίθεοι μνηστῆρες, εἰ μὲν τοὺς ἀσεβεῖς δηλοῖ, πάνυ σφοδρῶς ἔχει. ἐπιεικέστερον δὲ αὐτοῦ μετʼ ὀλίγα τὸ, μνηστῆρσιν ὑπερφιάλοισιν. εἰ δὲ τοὺς ἰσοθέους λέγει διά τε γένος τυχὸν καὶ κάλλος καὶ πλοῦτον καὶ ἀνδρίαν, Ὁμηρικώτερόν ἐστι, καθὰ καὶ τὸ θεοειδῆ που εἰπεῖν τὸν Πάριν. εὐλογητικὸς γάρ ἐστι καὶ οὐκ οἶδεν ἔξω καιροῦ κακολογεῖν ὁ ποιητής. Ζατρεφέας δὲ νῦν μὲν σιάλους λέγει, ὥς περ καὶ μετʼ ὀλίγα αἶγας. πρὸ δὲ τούτων καὶ φώκας ζατρεφέας ἱστόρησε. Σημείωσαι δὲ καὶ ὅτι τὸ ἄριστον καὶ ἐνταῦθα ἐπὶ συὸς ἔθηκεν, ὡς καὶ ἐν τοῖς ἐφεξῆς, οὐ πάνυ κυριολεκτῶν. Ὅτι καὶ τοῖς σμικροτάτοις καλά τινα παραπλέκων ὁ ποιητὴς πλάττει ἐνταῦθα καὶ ὅτι ἐκινδύνευσεν ἂν μικροῦ ὁ Ὀδυσσεὺς ἐκ τῶν κυνῶν τοῦ Εὐμαίου, εἰ μὴ οἷα σοφὸς ἐφυλάξατο. φησὶ γάρ· πὰρ δὲ κύνες θήρεσσιν ἐοικότες, λύκοις τυχὸν ἢ λέουσιν, ὀκνεῖ γὰρ διασαφῆσαι τὴν λέξιν, ἐκτὸς ἴαυον τέσσαρες, οὓς ἔθρεψε συβώτης ὄρχαμος, ὡς ἐῤῥέθη, ἀνδρῶν τῶν ἐφεξῆς δηλωθησομένων, αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκεν, ἤγουν ἥρμοττε πέδιλα, τάμνων δέρμα βόειον ἐϋχροές. οἱ δὲ δὴ ἄλλοι, ὧν δηλαδὴ ἦρχεν ὁ Εὔμαιος, ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισιν ὕεσσιν οἱ τρεῖς. τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε, σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ, ὄφρα ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν. ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι. οἱ μὲν κεκλήγοντες ἐπέδραμον. αὐτὰρ Ὀδυσσεὺς ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός. ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον ἤτοι ἀπρεπὲς πάθεν ἄλγος. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν, ἤγουν ἐπιδραμὼν, ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρὸς, τοὺς μὲν ὁμοκλήσας σεῦεν, ἤγουν ἐδίωξε πυκνοῖσι λιθάδεσσιν, ὁ δὲ προσέειπεν ἄνακτα· ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο ἐξαπίνης καὶ κέν μοι ἐλεγχείην κατέχευας. εἶτα εὐμεθόδως δεικνὺς <!-- 2.59 -->Ὅμηρος, ὁποῖος τῷ Ὀδυσσεῖ ὁ δοῦλος ἦν, πλάττει αὐτὸν μνησθέντα ἐκείνου περιπαθῶς ἐν τῷ εἰπεῖν, καὶ δʼ ἐμοὶ ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων ἧμαι, ἄλλοισι δὲ σύας σιάλους ἀτιτάλλω ἔδμεναι. αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς πλάζεται, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φῶς Ἠελίοιο. εἶτα καὶ προκαλεῖται τὸν γέροντα δεσπότην εἰς τὴν κλισίαν ἐλθεῖν, εἰπὼν ἃ δή τις ἐρεῖ προκαλούμενος τοιοῦτον ἄνδρα ἐπὶ ξενίᾳ. ἔφη γάρ· ἀλλʼ ἕπεο κλισίηνδε ἴομεν γέρον, ὄφρα καὶ αὐτὸς σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμὸν εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης. καὶ ὅρα τὸ, καὶ αὐτὸς κορεσσάμενος, ὡς πρὸς τοὺς μνηστῆρας γὰρ ἀποτείνεται, οἳ ἀεὶ κρεῶν ἐκορέννυντο. Τὸ δὲ ἀραρίσκειν ἐκ τοῦ ἀράρω ἀχρείου ῥήματος παρῆκται ὁμοίως τῷ τελίσκω ῥυίσκω καὶ τοῖς τοιούτοις. Τὸ δὲ τάμνων δέρμα συνέθετο παρὰ τοῖς ὕστερον τὸ σκυτοτομεῖν. δῆλον δʼ ὅτι ἄλλο δέρμα καὶ ἄλλο κῶας ἢ κῶος. δέρμα μὲν γὰρ τὸ ἁπλῶς ἐκδερόμενον, κῶας δὲ ἐν ᾧ κεῖταί τις ἢ κοιμᾶται, ἀπὸ τοῦ κῶ ῥήματος. ὅθεν οὐ μόνον σὺν ἄλλοις καὶ ὁ κῶμος καὶ τὸ κωμάζειν, ἀλλὰ καὶ ἡ κώμη καὶ ὁ κωμήτης καὶ ὁ κώμαξ, ὃς δηλοῖ φλύαρον, τὸν καὶ κόπιν κατὰ τοὺς παλαιοὺς καὶ βωμολόχον. Τὸ δὲ εὐχροὲς δέρμα ὑγίειαν ζῴου δηλοῖ, οὗ τὸ δέρμα εἴη ἂν καὶ πυκνὸν καὶ οὕτως εὔχρηστον εἰς πέδιλα. ἔοικε δὲ καὶ ἀδέψητον εἶναι τὸ τοιοῦτον δέρμα καὶ τρίχας ἔχον διʼ ὧν ἦν εὐχροές. Τὸ δὲ ἀνάγκῃ, τουτέστι κατὰ βίαν, τὸ αἴτιον ἔστιν οὗ ἕνεκα δυσπαθήσας ὁ ποιητὴς ὑπερφιάλους ἀνωτέρω τοὺς μνηστῆρας ὕβρισεν. οὓς φθάσας ἀντιθέους εἶπε. Τὸ δὲ κορέσασθαι ὅτι ἀνοίκειον ἀγαθοῖς ἀνδράσι, πολλαχοῦ ἐδηλώθη. οἰκεῖον δὲ ἀγαθοῖς τὸ, ἔφαγον ὅσον ἤθελε θυμὸς, καὶ τὸ, ἤραρε θυμὸν ἐδωδῇ, καὶ τὸ, βρώσεως καὶ ἐδητύος ἐξ ἔρον ἕντο, καὶ ὅσα τοιαῦτα. Κύνες δὲ ὑλακόμωροι κατὰ μὲν Ἀρίσταρχον, οἱ ὀξύφωνοι, ἐπεὶ καὶ μόρον ἐν ἄλλοις ἐδηλώθη λέγεσθαι τὸ ὀξύ. ὃ ἐξετάθη ἐν τῷ ὑλακόμωροι. κρεῖττον δέ φασιν ἀποδιδόναι, οἱ περὶ τὴν ὑλακὴν μεμορημένοι, ὅ ἐστι πεπονημένοι, ἐκταθέντος καὶ πάλιν τοῦ ο τῆς παραληγούσης, ἢ καὶ οἱ περὶ ὑλακὴν καὶ φυλακὴν ὄντες, παρὰ τὴν ὤραν τὴν φυλακήν· ἵνα εἶεν ὑλακόωροι, πλεονάσαντος δὲ τοῦ μ, ὑλακόμωροι. ἀπὸ δὲ τῆς τοιαύτης ὤρας καὶ τοῦ ἐξ αὐτῆς ῥήματος τοῦ ὠρεῖν ὁ πυλωρὸς καὶ ὁ ἀρκυωρὸς καὶ τὰ ὅμοια. εἰπεῖν δὲ ὡς ἔγκειται τῇ λέξει ταύτῃ τὸ μωρὸς, ἀσύνετόν ἐστιν. οὐ γὰρ οἶδε τὴν λέξιν ταύτην ὁ ποιητὴς, ἀλλʼ ὕστερον εὕρηται, τὴν μὲν ἀρχὴν προπερισπωμένη, ὡς καὶ προδεδήλωταί που· μῶρος γὰρ, οἷον· ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι· ὀξυνθεῖσα δὲ παρὰ τοῖς ὕστερον. δῆλον δὲ ὅτι κυνῶν ἴδιον ἡ ὑλακὴ, ὥς περ καὶ τὸ ὑλακτεῖν καὶ τὸ βαΰζειν δὲ παρὰ Θεοκρίτῳ. τὸ γὰρ κεκλήγοντες ἀπὸ οἰωνῶν ἐνταῦθα μετῆκται, ὥς περ καὶ ἐπὶ συῶν ἐν τοῖς μεταταῦτα ῥηθήσεται ἡ κλαγγή. Κερδοσύνην δὲ τὴν φρόνησιν λέγει τὴν καὶ κερδαλεότητα, ἣν Ἀθηνᾶ φθάσασα τῷ ἥρωϊ ἐπεμαρτύρατο. φασὶ δὲ φυσικὸν βοήθημα εἶναι ἀνθρώποις πρὸς ἐκμείλιξιν κυνῶν τὸ καθεσθῆναι τινὰ καὶ προέσθαι τὸ ἐν χερσὶν ὅπλον ὡς μὴ ἐπιτιθέμενον, ὅθεν τοὺς κύνας ἀνιέναι τὸν θυμὸν τοῖς τοιούτοις, ὡς καὶ ἐγγίσαντάς ποτε καὶ ὀσφρησαμένους, ἔστι δὲ οἷς καὶ προσουρήσαντας, ἀπαλλάττεσθαι, καὶ μάλιστα εἰ καὶ τὸ τῆς ἐκπνοῆς ἄθρουν ἐπέχοιεν. Ὅτι δὲ οὐ μόνον τοῦ νῦν πτωχικοῦ σκήπτρου ἤτοι ὡς εἰκὸς ῥοπάλου ἀλλὰ καὶ τοῦ ἄλλως ἁπλῶς σκήπτρου διαφορὰ πρὸς τὸν σκίπωνα ἐνδοξότερον ὄντα, δηλοῖ ὁ γράψας ῥήτωρ τὸ, προεδρίαν καὶ πορφύραν καὶ σκίπωνα ἀντὶ σκήπτρου. Τὸ δὲ ἔκπεσε χειρὸς, οὐ διὰ φόβον φασὶ τῷ Ὀδυσσεῖ γενέσθαι, ἀλλʼ ἁπλῶς οὕτω διὰ σπουδὴν, καθὰ καὶ τὸ σκῦτος ὁμοίως ἐξέπεσε τῆς τοῦ Εὐμαίου χειρός. Τὸ δὲ μετασπὼν σύστοιχόν ἐστι τῷ ἐπισπὼν καὶ ἐπισπόμενος καὶ ἐπισπεῖν καὶ τοῖς ὁμοίοις. Οἱ δὲ ῥηθέντες κύνες πάνυ ἄγριοι εἰ μὴ κεκλήγοντος τοῦ συβώτου φεύγουσιν ἀλλὰ καὶ λιθάκων δέονται, διὸ καὶ ὀρθῶς Ὀδυσσεὺς εὐλαβεῖται αὐτούς. Αἱ δὲ λιθάδες ἐοίκασι μικρότεραι εἶναι τῶν λιθάκων, εἴ περ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς λιθάκεσσι τὸν ἑαυτοῦ φανεῖται δείμας ποτὲ θάλαμον. Τὸ δὲ ὀλίγου σε κύνες διεδηλήσαντο, ἐλλειπτικῶς ἐγράφη ἀντὶ τοῦ διʼ ὀλίγου καιροῦ. ὅ περ οἱ μεθʼ Ὅμηρον καὶ μικροῦ λέγουσι καὶ μικροῦ δεῖν. Τὸ δὲ σύας σιάλους ἔχει καὶ ἑτέρας πρὸ αὐτοῦ ὁμοίας παρηχήσεις. τίνες δὲ ἀλλόθροοι ἄνδρες, ἱκανῶς προδεδήλωται. Ὅτι τὸν Ὀδυσσέα εἰς τὴν κλισίαν ἀγαγὼν ὁ εὔνους δοῦλος Εὔμαιος καὶ καθίσας ῥῶπας ὑπέχευε δασείας, ἐστόρεσε δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγὸς αὐτοῦ, ἤγουν ἐκεῖ ἐνεύναιον μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς, ὡς εἰκὸς, ὅττι μιν ὣς ὑπέδεκτο, <!-- 2.60 -->ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· θεός τοι δοίη ξεῖνε ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο. τοῦτο δὲ πᾶς ἂν εἴποι ὀρθῶς ὁ καλῶς ὑπό τινος ξενισθείς. Κλισία δὲ καὶ νῦν εὐτελὴς οἴκησις· ἐπεὶ καὶ σταθμὸς αὕτη καὶ μέσαυλον καὶ αὖλις καὶ ἔπαυλις· οὐ μὴν οἶκος, ἢ δῶμα, ἢ μέγαρον. Ῥῶπες δὲ καὶ νῦν ἱμαντώδη φυτὰ παρὰ τὸ ῥέπω, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται σαφῶς. Τὸ δὲ ὑπέχευεν ἁπαλότητα δηλοῖ τὴν ἐκ φύλλων καὶ πτόρθων λεπτῶν, ἵνα μὴ πάνυ τραχεῖα ἡ δασεῖα στιβὰς εἴη. Ἰονθάδος δὲ ἢ τῆς νέας κατὰ τοὺς παλαιοὺς ἢ τῆς ταχείας παρὰ τὸ ἰέναι ἄδην, ὥς περ καὶ ἵξαλος παρὰ τὸ ἵξεσθαι ἅλις, ἵνα ᾖ ταυτὸν ἰονθὰς καὶ ἵξαλος αἲξ ἢ τῆς δασείας. ἴονθοι γάρ, φασιν, αἱ ῥίζαι καὶ αἱ πρῶται τῶν ῥιζῶν ἐκφύσεις· ἢ τῆς ἐχούσης ἰόνθους, ὅ ἐστιν ἐξανθήματα σώματός, φησιν, ἀκμάζοντος, ἅ περ οἱ νῦν χυδαΐζοντες ἰονθονάριά φασι. καὶ δοκεῖ πιθανότητα ἔχειν μάλιστα ὁ τοιοῦτος νοῦς. εἰκὸς γὰρ τὰ τοιαῦτα δέρματα εἰς στρωμνὴν εἶναι χρηστὰ, ὡς μὴ εὐχρηστούμενα εἰς ἀσκὸν διὰ τοὺς ἰόνθους. ἐκ τῶν ἰόνθων δὲ καὶ τὸ ἐξιονθίζειν ἤγουν ἐκ ῥιζῶν αἴρειν τὰς τρίχας, ὡς ἐν ῥητορικῷ λεξικῷ κεῖται. ἴονθοι γάρ, φησιν, αἱ πρῶται φυόμεναι τρίχες. Ἰστέον δὲ ὅτι εἰ μὲν θηλυκῶς κεῖται τὸ ἰονθάδος, Ἀττικόν ἐστι τὸ, ἡ ἄγριος αἴξ· εἰ δὲ ἐκεῖνο ἀρσενικῶς ἔχει, ἐπεὶ καὶ ὁ ἄγριος αἲξ ἔστι παρʼ Ἀττικοῖς, ὡς δηλοῖ καὶ μετʼ ὀλίγα τὸ, αἰγῶν ὅς τις φαίνεται ἄριστος, εἴη ἂν τὸ ἰονθάδος αἰγὸς, ἀνάλογον τῷ, ἀρκάδος, ἐθάδος διὰ τοῦ ε ψιλοῦ, καὶ ἠθάδος δὲ διὰ τοῦ ἦτα, ὡς καὶ Λυκόφρων δηλοῖ ἐν τῷ, ἰαυθμοὺς ἠθάδας διζήμενοι. Ἔνθα ὅρα τὸ ἰαυθμοὺς, οὗ θέμα ἰαύειν τὸ διατρίβειν, ἐξ οὗ καὶ ἐνιαυτὸς ὁ μὴ ἀκαριαῖος ἀλλὰ τριβὴν ἔχων χρόνος. εἰ δὲ καὶ ἐπὶ τοῦ ὑπνοῦν λέγεταί ποτε τὸ ἰαύειν, διατριβὴν ὕπνου σημαίνει καὶ οὐ τὸν ἁπλῶς ὀλίγον ὕπνον. Τὸ δὲ αὐτοῦ οὐχʼ ἁπλῶς κεῖται ἀντὶ τοῦ ἐκεῖ, ἀλλὰ κατὰ ἔλλειψιν Ἀττικὴν ἀντὶ τοῦ ἐπʼ αὐτοῦ τοῦ τόπου. Ἐνεύναιον δέ, φασιν, ἐγκοίμητρον, ἐγκοίτιον. Τὸ δὲ μέγα καὶ δασὺ πρὸς τὸ δέρμα συντακτέον. ἐχρῆν δὲ τοιοῦτον αὐτὸ εἶναι πρὸς ἰσότητά τε καὶ πρὸς ἀνάπαυσιν ἡρωϊκοῦ τληπαθοῦς σώματος. Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ ἔκ τʼ ὀνόμαζε, ταυτὸν ὂν τῷ, ἔπος ἔφατο καὶ τοῖς τοιούτοις. οὐ γὰρ ἂν ἐξ ὀνόματος ἄρτι καλοίη ὁ δῆθεν ξένος Ὀδυσσεὺς τὸν Εὔμαιον, ὃν οὔπω οἶδεν. Ὅτι ἐν Ἰλιάδι μὲν Ὅμηρος πολλαῖς χρῆται ἀποστροφαῖς ἐπὶ προσώπων ἀξίων λόγου, οἷον· οὐδὲ σέθεν Μενέλαε θεοὶ ἐλάθοντο, καὶ, τὸν δὲ προσέφης Πατρόκλεις ἱππεῦ, καὶ ἕτερα δὲ ὅμοια· ἐν δὲ τῇ Ὀδυσσείᾳ ἐπὶ μόνου Εὐμαίου σχηματίζει οὕτως ὁ ποιητὴς, φιλῶν τῆς εὐνοίας τὸν δοῦλον καὶ τοῦ εἰς πολλὰ χρησιμεύειν ἐνταῦθα τῇ ποιήσει. καὶ ἀρξάμενος ἐντεῦθεν λέγει ὅ περ πολλαχοῦ καὶ ἐν τοῖς ἑξῆς· τὸν δʼ ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα. Εἰσὶ δὲ οἱ τούτου λόγοι, ὁποῖοι ἂν εἶεν ξεινοδόχου ἀνδρὸς ὑπουργικοῦ ἀγαθοῦ καὶ εὐπόρου, λυπουμένου μὲν ἐπὶ νέοις δεσπόταις, μεμνημένου δὲ παλαιᾶς εὐπραγίας, ἣν ἐκ τοῦ δεσπότου εἶχε. φησὶ γάρ· ξεῖνʼ, οὔ μοι θέμις ἐστὶν οὐδʼ εἰ κακίων ἤτοι πενέστερος ἢ εἰδεχθέστερος σέθεν ἔλθοι, ξεῖνον ἀτιμῆσαι. πρὸς γὰρ θεοῦ εἰσὶν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δʼ ὀλίγη τε φίλη τε γίνεται ἡμετέρη. ἡ γὰρ, ἤγουν αὕτη, δμώων δίκη ἐστὶν, αἰεὶ δειδιότων ὅτʼ ἐπικρατέουσιν ἄνακτες οἱ νέοι, ἦ γὰρ τοῦ γε θεὸς κατὰ νόστον ἔδησεν, ὃς ἐμὲ ἐφίλει καὶ κτῆσιν ὄπασσεν, οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα, ὃς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξει. ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται ᾧ ἐπιμίμνω, τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ εἰ αὐτόθʼ ἐγήρα, ἀλλʼ ὤλετο. καὶ ὤφειλε μὲν ἐνταῦθα εἰπεῖν ὅτι διὰ τὴν Ἑλένην. ὁ δὲ ἄλλως διὰ λύπην ἄκραν σχηματίσας τὸν τοιοῦτον λόγον εἰς ἀρὰν φησίν· ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι πρόχνυ, τουτέστι παντελῶς, ἢ προγόνυ, ὅ ἐστι πρόῤῥιζον, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε. καὶ γὰρ κεῖνος ἔβη Τρώεσσι μαχησόμενος. Καὶ ὅρα οἷον ἡ λύπη ἐστὶν, εἴ γε διʼ αὐτὴν ὁ φιλοδέσποτος Εὔμαιος ἐπαρώμενος τῇ Ἑλένῃ συνεπαρᾶσθαι καὶ τοῖς δεσπόταις δοκεῖ. οἱ μέντοι παλαιοί φασι φῦλον Ἑλένης οὐ τὴν κατὰ πλάτος συγγένειαν τὴν εἰς πᾶν τὸ γένος διήκουσαν, ἀλλὰ τὴν κατὰ βάθος ἐν ἐκείνῃ περιϊσταμένην, οἷον τὸν τῆς Ἑλένης πατέρα καὶ αὐτὴν καὶ τοὺς ἐξ αὐτῆς, καθὰ καὶ μετʼ ὀλίγα ἐν τῷ, μνηστῆρες ἀγαυοὶ Τηλέμαχον οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο, φῦλον Ἀρκεισίου λέγει τὸν Λαέρτην καὶ τὸν ἐξ αὐτοῦ Ὀδυσσέα καὶ τὸν ἀπʼ αὐτοῦ Τηλέμαχον. ἄλλοι δὲ ἀφερεπόνως ἐπιβαλόντες οὔτε τὸν Ἰκάριον Λάκωνα εἶναι φασὶ τὸ γένος τὸν τῆς Πηνελόπης πατέρα, μήτε αὐτανεψίας τυγχάνειν τὴν Ἑλένην καὶ τὴν <!-- 2.61 -->Πηνελόπην. οὐ γὰρ ἄν φασι τὸν φιλοδέσποτον Εὔμαιον κατὰ τῶν περιόντων δεσποτῶν ἀρᾶσθαι, οἳ τοῦ φύλου, ὅ ἐστι τοῦ γένους, τῆς Ἑλένης εἰσίν. Ὅρα δὲ ὅτι ἐν τρισὶν ἐφεξῆς στίχοις ὁ ποιητὴς τῇ τοῦ ξένου ἐχρήσατο λέξει καταρχὰς, εἰπών· ξεῖνε, οὔ μοι θέμις, καὶ, ξεῖνον ἀτιμῆσαι, καὶ ξεῖνοί τε πτωχοί τε, κάλλος τι καὶ οὕτω τεχνησάμενος. ὅτι δὲ διαφέρει ξένος πτωχοῦ, προδεδήλωται. Τὸ δὲ αὕτη γὰρ δμώων δίκη, ταυτόν ἐστι τῷ, αὕτη θέμις, οὗτος νόμος, οὗτος τρόπος, τοῦτο ἔθος, καὶ ὅσα τοιαῦτα. Τὸ δὲ ἐπικρατέουσιν ἄνακτες, εὐφήμως περὶ μνηστήρων ἔφη τῶν βιαίων ὁ εὐπαίδευτος δοῦλος. Τὸ δὲ οἱ νέοι, καλὸν μὲν ἦν καὶ χωρὶς ἄρθρου. ἔχει δὲ οὕτω διὰ τὴν ἀναφορὰν πλείω βαρύτητα. Τὸ δὲ οἷα ἠδύνατο μὲν οἵαν εἰπεῖν ὀρθῶς, ἵνα ἦν, κτῆσιν ὄπασσεν οἵαν ᾧ οἰκῆϊ ἄναξ ἔδωκεν. εἵλετο δὲ καινότερον ἀποδοῦναι οὐ πρὸς κτῆσιν ἀλλʼ ὡς πρὸς τὰ πράγματα. τοιαῦτα γὰρ ὁ οἶκος καὶ ὁ κλῆρος καὶ ἡ γυνή. ἐν οἷς ἐνθυμητέον, ὅτι οὐχʼ ὡς ἔχων ταῦτα ὁ Εὔμαιος ἐκ τοῦ δεσπότου ἀπαριθμεῖται, ἀλλʼ ὡς ἕξων ἂν καὶ εὐτυχήσων καὶ αὐτὸς εἴ περ ἔζη ὁ δεσπότης Ὀδυσσεύς. δῆλον δὲ τοῦτο ἐκ τῶν μεταταῦτα, ἔνθα ἐρεῖ Ὀδυσσεὺς τῷ τε Φιλοιτίῳ καὶ τῷ Εὐμαίῳ, ὅτι ἄξομαι ἀμφοτέροις γυναῖκας, ὥστε οὐκ εἶχεν οὐδʼ ὁ Εὔμαιος ἄρτι γυναῖκα δοθεῖσαν αὐτῷ ὑπὸ Ὀδυσσέως. διὸ χαρακτῆρα σώζων ὁ Εὔμαιος ἀγαθοῦ δούλου δοκεῖ λέγειν, ὡς ἔδωκεν ἂν καὶ ἐμοὶ Ὀδυσσεὺς ὅσα δεσπότης εὔθυμος, ὅ ἐστιν εὔψυχος, ἀγαθῷ δούλῳ δίδωσι πολλὰ καμόντι καὶ τῷ κατʼ αὐτὸν ἔργον αὔξοντι διὰ τοῦ ἐπιμένειν, ὃ καὶ μάλιστα χρήσιμον τοῖς δουλεύουσι. τὸν δὲ τοιοῦτον νοῦν διασαφῶν ἐπάγει· ὡς πολλά με ἂν ὤνησεν ἄναξ εἰ αὐτόθι ἐγήρα. Ἰστέον δὲ ὅτι οἰκεὺς καὶ ἐνταῦθα οὐ μόνον δοῦλος, ἀλλὰ καὶ ὁ κατʼ οἶκον φιλητός. ἐπαμφοτερίζει γὰρ ἡ λέξις, ὡς ἐν τῇ Ἰλιάδι ἐφάνη. οὕτω δέ, φασι, καὶ ἄτμενος οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ τεταγμένος ἐλεύθερος, καὶ λάτρις δὲ κατά τινας μὲν ὁ ἁπλῶς θεράπων, κατὰ δʼ ἑτέρους ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ εἰς δουλείαν ἀπαχθείς. δοῦλος μέντοι μονάζει τῇ δουλείᾳ, καθὰ καὶ ὁ δμὼς, ὡς δῆλον καὶ ἐν τῷ, θῆτές τε δμῶές τε. οὕτω δὲ καὶ τὸ, ἀμφίπολος κοινόν, φασιν, ἄῤῥενος δούλου καὶ θηλείας ὄνομα. οἱ δὲ ταῦτα σημειωσάμενοι καὶ τὴν ἐλευθερίαν διασκεπτόμενοι ἐξελεύθερον μὲν εἶπον τὸν διὰ χρέος ὑπὸ τῷ δανειστῇ γενόμενον δούλου δίκην, εἶτα ἀπολυθέντα· ἀπελεύθερον δὲ τὸν ἐν τῇ κοινῇ συνηθείᾳ. Τὸ δὲ οἶκόν τε παρηχητικῶς ἅμα καὶ ἐτυμολογικῶς ἔχει πρὸς τὸ οἰκῆϊ. Κλῆρον δὲ καὶ ὧδε συνήθως τὸ ἐκ τοῦ κληροῦσθαι λάχος νοητέον· οἷ διαφορὰ πρὸς κλῆρον, ὅτι κληροῦνται μὲν πολλοὶ, ὡς εἰκὸς, λαγχάνει δὲ εἷς ὁ ἐπιτυγχάνων. καὶ οὕτω μὲν ταῦτα. Ἐν οἷς σημείωσαι καὶ ὅτι τὸ ἔδωκεν ἤγουν ἔνειμε κλῆρον ἀφορμὴ γέγονε τοῖς ὕστερον τῆς τοῦ κληρονόμου συνθέσεως καὶ τῶν ἐξ αὐτοῦ. Τὸ δὲ ὑπὸ γούνατʼ ἔλυσε, δοκεῖ ἀντιθέτως εἰρῆσθαι πρὸς τὸ πρόχνυ, ἵνα πως λέγῃ, ὡς ἐπὶ γόνυ πέσοι τὸ τῆς Ἑλένης φῦλον, ἐπεὶ πολλῶν ὑπὸ γούνατʼ ἔλυσε. Περὶ δὲ τοῦ ὡς ὤφελλεν ἀπολέσθαι ἰστέον ὡς ἡ τοιαύτη ἔννοια δοκεῖ ἀπεύχεσθαι τὸ ἐν τοῖς πράγμασιν ἐνδεχόμενον. ὁ γὰρ φάμενος ὡς ὤφελλε γενέσθαι τόδε τι δυσαρεστεῖται εἴ περ πέφυκεν αὐτὸ γενέσθαι καὶ μὴ γενέσθαι καὶ μὴ κατὰ ὀφειλὴν ἀναγκαίαν γέγονεν. ὁμοίας δὲ ἐννοίας καὶ τὸ, ὡς ὤφελλέ τι μὴ γενέσθαι. δῆλον δὲ ὅτι τε καὶ ὀφείλειν τέτριπται κοινῶς, καὶ ὀφέλλειν δὲ ποιητικώτερον. καὶ ὅτι τὸ ὀφείλω καὶ περισπασμοῦ ὑπόνοιαν ἔχει. διὸ ὡς οἰκῶ οἰκέτης καὶ οἰκέσιον, οὕτω καὶ ὀφειλῶ ὀφειλέτης καὶ ὀφειλέσιον. καὶ ὅτι τὸ ὀφείλω συγκοπὲν ὄφλω γέγονε. διαφορὰ δέ, φασιν, αὐτῶν, ὅτι ὄφλει μέν τις ἐπὶ δίκῃ, ὀφείλει δὲ, ὡς ἡ κοινὴ λέγει συνήθεια. οὐκοῦν καὶ ὁ γέλωτα ὄφλων καταδίκης λόγῳ τοῦτο πάσχειν λέγεται. Ὅτι σπουδῆς δηλωτικὸν τὸ, ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα, ὡς εἴ τις εἴποι, ἀνεκομβοῦτο διὰ ἔργον, ὥς τε τὰ πρὸ τούτου, ἄζωστος ἦν ὁ τοῦτο ποιήσας Εὔμαιος, ὁποῖοι ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι ἱστοροῦνται οἱ ἐν ταῖς γυμνασίοις νήσοις· ἄζωστοι γάρ, φασιν· εἰ δὲ Ἡσίοδος ἐπὶ ἀργίας τὸ ζώσασθαι τίθησιν ἐν τῷ, γείτονες ἄζωστοι κίον ζώσαντο δὲ πηοὶ, ἑτέρου λόγου ἐκεῖνο καὶ οὐδέν τι πρὸς τὰ ἐνταῦθα. Ὅτι ἔθνεα χοίρων λέγει ἀντὶ τοῦ πλήθη, ὡς καὶ ἐν Ἰλιάδι ἔθνεα μελισσάων, ὅθεν λαβὼν καὶ Ὀππιανὸς ἔθνεα πόντου τοὺς ἰχθύας φησίν. Ὅτι ἀρχαϊκὸν ἁπλοῦν ὁ ποιητὴς διασκευάζων μαγείρευμά φησι· βῆ ἐς συφεούς· ὃ ἑρμηνεύων ἐπάγει· ὅθι ἔθνεα χοίρων. εἶτα ἡ διασκευὴ συντομωτάτη διὰ τὸ μὴ δεῖν εἶναι ἄρτι πανηγυρικῶς φρασθῆναι τοῦτο. ἔνθεν ἑλὼν δύο ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν, ὅ ἐστιν ἔσφαξεν, εὗσέ τε, μίστυλλέν τε καὶ ἀμφʼ <!-- 2.62 -->ὀβελοῖσιν ἔπειρεν. ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκεν Ὀδυσσῆϊ θερμὰ αὐτοῖς ὀβελοῖσιν. ὁ δʼ ἄλφιτα λευκὰ ἐπάλυνεν, ὅ ἐστιν ἐπέπασε κατὰ ἔθος ἀρχαῖον τὸ ὕστερον ἀργῆσαν. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον, ἤγουν συνέμιξεν ὕδατι, ὥστε κεῖσθαι πίνειν. Ὅρα δὲ τὸ εὗσε καὶ μίστυλλε καὶ ἔπειρε, πάρισα συχνὰ τὴν τῆς ξενικῆς τραπέζης φράσιν γοργῶς ἀρτύοντα. ἔχει δὲ ὁ τόπος οὗτος καὶ ἐπαναστροφὴν κατὰ μερισμὸν λέξεως ἐν τῷ, ἱέρευσεν εὗσεν, ὡς τὸ Σαμία μία ναῦς. καὶ ἔστι κάλλους καὶ τοῦτο. Περὶ δὲ τοῦ εὗσεν ἱκανῶς προγέγραπται, ὥς περ καὶ περὶ τῶν λέξεων τοῦ τοιούτου τόπου ἐν ἄλλοις δεδήλωται. ἔνθα καὶ περὶ τοῦ μιστύλλειν, ὃ καιριώτατα εἰπεῖν, ταυτόν ἐστι τῷ σμικρύνειν, ὡς ἐκεῖ φαίνεται. Ἀγροτικὴ δὲ καὶ ἡ νῦν τράπεζα, καθὰ καὶ ἡ ῥηθεῖσα στρωμνή. κισσύβιόν τε γὰρ ὁ κρατὴρ, περὶ οὗ προγέγραπται, καὶ ἡ τροφὴ μονοειδὴς, κρέα ὀπτὰ ὀβελοῖς αὐτοῖς ἀφελῶς παρακείμενα, ἤγουν σὺν αὐτοῖς ὀβελοῖς Ἀττικῶς. Κισσύβιον δὲ καὶ νῦν, ὡς καὶ προεδηλώθη, ποτήριον ἀγροτικὸν, ὃ μετʼ ὀλίγα σκύφος ἐρεῖ οὐδετέρως ἐν τῷ, σκύφος ἔδωκεν οἴνου πλέον, ὅ περ ὁ Λυκόφρων ἀρσενικῶς οἶδεν, εἰπών· τὸν δὲ λοίσθιον ἐκπιὼν σκύφον. τινὲς δὲ σκύφον ἐνταῦθα γράφουσι καὶ τὸ Ὁμηρικόν. Ἰστέον δὲ ὅτι τὸν καλὸν Εὔμαιον μαγειρικῶς ὑπουργήσαντα ἐνταῦθα τῷ δεσπότῃ, ὡς εἴρηται, τέττιγα μὲν ἐρεῖ τις ἂν, οὐκ ἂν δὲ καὶ μαίσωνα. Χρύσιππος γάρ, φασιν, οἴεται μαίσωνα μὲν, ὡς ἀπὸ τοῦ μασᾶσθαι, καλεῖσθαι τὸν πολιτικὸν μάγειρον, τὸν δʼ ἐκτόπιον τέττιγα. ἦν δὲ καὶ κωμῳδίας ὑποκριτὴς Μαίσων, προσωπεῖον εὑρηκὼς καλούμενον μαίσωνα· ἐξ οὗ καὶ σκώμματα Μαισωνικὰ, ὡς δοκεῖν, παρὰ τὸν τοιοῦτον Μαίσωνα, εἰρῆσθαι καὶ τὸν μάγειρον Μαίσωνα. πλὴν εὐφυῶς καὶ Χρύσιππος ἠτυμολόγησε. λέγεται δὲ καὶ ἡ Θετταλικὴ ματτύη ἐκ τοῦ μασᾶσθαι παρῆχθαι, ὥς περ καὶ ἡ μαστίχη. ὁ δὲ Ἀθήναιος λέγει, ὅτι ἡμεῖς φαμὲν ἀπὸ τοῦ μάττειν, ἀφʼ οὗ καὶ ἡ μάζα καὶ ἡ Κυπρία μαγὶς καὶ ὑπερμαζᾶν τὸ ἄγαν τρυφᾶν. λέγει δὲ καὶ ὡς καταρχὰς μὲν τὴν κοινὴν καὶ δημοτικὴν ταύτην τροφὴν τὴν ἐκ τῶν ἀλφίτων μάζαν ἐκάλουν· ὅθεν καὶ μαζαγρέτης ὁ καὶ ἄκολος, καὶ μάττειν τὸ σκευάζειν αὐτήν. ὕστερον δὲ ποικίλαντες τὴν ἀναγκαίαν τροφὴν ἀκολάστως καὶ περιττῶς μικρὸν παραγαγόντες τοὔνομα τῆς μάζης ματτύην ὠνόμαζον πᾶν πολυτελὲς ἔδεσμα, καὶ ματτυάζειν τὸ σκευάζειν αὐτὸ, εἴτε ἰχθὺς εἴη εἴτε ὄρνις εἴτε λάχανον εἴτε ἱερεῖον εἴτε σπερμάτιον. διὸ καὶ Ἄλεξις πρὸς δήλωσιν ἀκολάστου παρασκευῆς προσέθετο τῇ ματτύῃ τὸ λέπεσθαι, εἰπών· προπόσεις πίνετε, λέπεσθε, ματτυάζετε. ἦν δέ, φασι, λέπεσθαι παρʼ Ἀθηναίοις ἐπὶ ἀσελγοῦς καὶ φορτικῆς ἀφροδισίων ἡδονῆς, ὁποία καὶ ἡ τοῦ δέφεσθαι. Ὅρα δὲ ὅτι ὀπτὰ κἀνταῦθα ὁ σπουδαῖος Εὔμαιος τῷ Ὀδυσσεῖ κρέα παρέθετο, σχεδιάσας διὰ τάχος. ἄλλως μέντοι ἐπαινεῖται μᾶλλον ὀπτήσεως ἡ ἕψησις. οὐ μόνον γάρ, φασιν, ὠμότητα περιαιρεῖ, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύναται καὶ τὰ λοιπὰ πεπαίνειν. ἔτι δʼ εὐμενέστερον καὶ ἀκινδυνότερον συμπέττει τὴν τροφήν. Ὅτι διαφορά τις εἶναι δοκεῖ χοίρων καὶ συῶν, ὡς ἐμφαίνει ὁ Εὔμαιος ἐν τῷ, ἔσθιε νῦν ὦ ξεῖνε τά τε δμωέσσι πάρεστι χοίρεα. ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι. καὶ ἴσως ἢ καθʼ ἡλικίαν ἡ διαφορὰ τοῖς χοίροις καὶ τοῖς σιάλοις, ἢ κατὰ τὸ, ζατρεφέας μὲν εἶναι τοὺς σιάλους, οἳ καὶ καλοῦνται οὕτω διὰ τὸ σιτεῖσθαι ἅλις, ὀλιγοτρεφεῖς δὲ τοὺς χοίρους, ὁποῖα καὶ τὰ παρὰ τοῖς ῥήτορσι μετάχοιρα, τὰ τῶν ὑῶν ὀψίγονά, φασι, καὶ λειπογάλακτα. δοκοῦσι δὲ ἐξορθοῦ δέλφακες οἱ Ὁμηρικοὶ ἐνταῦθα εἶναι χοῖροι· οὓς δὴ δέλφακας Ἀριστοφάνης μὲν ὁ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν τοὺς νέους χοίρους λέγει, μᾶλλον δὲ τοὺς νεωτάτους γράψας οὕτω· Τῶν συῶν οἱ μὲν τέλειοι καὶ ἐνόρχαι, κάπροι· οἱ δὲ πίονες αὐτῶν σίαλοι· ἡ δὲ θήλεια, σῦς μόνον. Ἱππώναξ δὲ γρόμφιν λέγει, εἴτε καθόλου πᾶσαν ὗν δηλῶν, εἴτε τὴν παλαιὰν τῇ ἡλικίᾳ. τὰ δὲ νέα, δέλφακες μὲν τὰ πεπηγότα πως ἤδη τοῖς σώμασι, τὰ δὲ ἔτι ἁπαλὰ καὶ ἔνικμα, χοῖροι. καὶ οὕτω μὲν ὁ εἰρημένος Ἀριστοφάνης τοὺς δέλφακας στεῤῥοτέρους οἶδε χοίρων καὶ τελειοτέρους, Ἐπίχαρμος δέ, φασι, τοὺς ἄῤῥενας καὶ τελείους. Ἀριστοφάνης δὲ ἐπὶ θηλείας τάττει τοὔνομα ἐν τῷ, δέλφακος ὀπωρινῆς, ὅ περ ὁ δειπνοσοφιστὴς παρασημειωσάμενος λέγει ἐπικρίνων, ὡς κυρίως αἱ θήλειαι οὕτω λέγοιντʼ ἂν, ὡς δελφύας ἔχουσαι εἴτουν μήτρας ὅθεν καὶ οἱ ἀδελφοί. ἀποφαίνεται δὲ καὶ ἐκ τῶν εἰρημένων λόγων τοῦ Ἀριστοφάνους, τοῦ γραμματικοῦ δηλαδὴ, σαφὲς εἶναι τὸ τὰ μὲν χοίρεα ὡς εὐτελῆ ἐσθίεσθαι τοῖς δούλοις, τοὺς δὲ σιάλους τοῖς μνηστῆρσιν ὡς καὶ τελείους καὶ εὐτραφεστέρους διὰ τὸ σεσιτεῦθαι, καθὰ δηλοῖ καὶ ἡ ἐτυμολογία τῆς λέξεως τῶν σιάλων οἳ σιτεύονται <!-- 2.63 -->ἅλις. ἔτι πρὸς τούτοις ἰστέον καὶ ὅτι οὐ μόνον φειδοῖ τῶν τοῦ δεσπότου οἱ ἀμφὶ τὸν Εὔμαιον οὐ σιάλους ἀλλὰ συΐδια ἤσθιον, ἀλλὰ καὶ κατά τι ἔθος. ἐκράτει γὰρ ἴσως καὶ τότε τὸ ἐν τοῖς μετὰ ταῦτα νομοθετηθὲν ἕνεκά, φησι, θρεμμάτων ἐπιγονῆς, ἤγουν τὸ μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον. διὸ τὰ ἤδη τέλεια ἤσθιον. καὶ τὴν ἱέρειαν δέ, φασι, τῆς Ἀθηνᾶς ἔθος ἦν οὐ θύειν ἀμνήν. ἔνθα ὅρα τὸ ἀμνὴν, ἧς ἀρσενικὸν ὁ ἀμνός. τῇ δʼ αὐτῇ οὐδὲ τυροῦ ἐξῆν γεύεσθαι, ὡς δὲ καὶ χοῖρον Ἴωνες τὴν θήλειαν λέγουσιν, ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται καὶ αὐτό. ἔτι ἰστέον καὶ ὅτι καὶ ὁ κωμικὸς ἔν τε τῷ, χοῖρε τρώγοις ἂν ἰσχάδας, καὶ ἀλλαχοῦ δὲ, ἐπὶ νεάκων χοίρων τὴν λέξιν τίθησιν. ὑποδηλοῖ δὲ Ὅμηρος ἐνταῦθα σμικρότητα χοίρων, εἴ γε δύο ἱερευθέντες εἰς βρῶσιν παρατίθενται. κεῖται δὲ τοιαύτη χρῆσις καὶ παρὰ τῷ ἑρμηνεύσαντι ὅτι σαργάνη ἦν σκεῦός τι ὃ περιηρτυμένοι ἔφερον τοὺς γαλαθηνοὺς χοίρους. ἦν δέ τι καὶ χοιροτροφεῖον, ἔτι δὲ καὶ χοιροκομεῖον, ὡς Ἀριστοφάνης ἐν Λυσιστράτῃ δηλοῖ. καὶ ταῦτα μὲν ἔχει λόγον. τὸ δὲ χύριον, πάνυ δυσχερὲς πῶς ἂν διὰ τοῦ υ ψιλοῦ γράφοιτο, εἰ μὴ ἄρα ἴσως κατὰ ὀνοματοποιΐαν τινά. ὅτι γὰρ ἄλλως μέτεστί τι τῶν χοίρων καὶ τῷ χυρίῳ, δηλοῖ ὁ εἰπὼν ὅτι χύριον δεσμὸς, ᾧ δεσμεῖται τὰ χοιρίδια· καὶ ὅτι χύριον ξύλον, ᾧ προσδεσμεύονται οἱ ὗς. ὑπονοεῖται δὲ κατὰ ὀνοματοποιΐαν ἡ τοιαύτη εἶναι γραφὴ, ἐξ οὗ γράφει Αἴλιος Διονύσιος, εἰπών· χύῤῥε, ἐπίφθεγμα πρὸς τοὺς ὗς. οὐ χεῖρον δὲ εἰδέναι καὶ ὅτι παρὰ τοῖς παλαιοῖς ὑσπέλεθρος κυρίως ἡ τῶν ὑῶν κόπρος λέγεται. ὅρα δὲ ὅπως ἀγαθοῦ δούλου ὑπέγραψεν ἦθος ἐνταῦθα ὁ ποιητὴς, οὐ φιλοῦντος, εἰ καὶ ζῇ ἐλευθερίως, ἀλλὰ καὶ ἀχθομένου εἴ περ αὐτὸς μὲν κάμνει ἐπὶ τοῖς τοῦ δεσπότου, ἐσθίουσι δὲ οἱ κακοὶ μνηστῆρες. τάχα δὲ καὶ ὑπογρύζει ὁ Εὔμαιος ἐπὶ τοῖς σιάλοις, εἰ μὴ καὶ αὐτῷ ἔξεστι τῶν τοιούτων ἀπεσθίειν. καί πως ὅμοιόν τι πάσχει τοῖς ὕστερον Συρακουσίοις ὀψοποιοῖς ἢ μαγείροις, ὧν εἴ τις ἴδιον εὕροι βρῶμα καὶ περιττὸν, ἐξουσίαν οὐκ εἶχε, φασὶ, χρήσασθαι αὐτῷ ἄλλως ὅτι μὴ κατὰ καιρὸν ὃν ἔδει. ὁ δὲ ἦν ἐνιαυτὸς, οὗ μή πω συντετελεσμένου θλίβοιντο ἂν καὶ ἐκεῖνοι μετέχοντες τοῦ εὑρήματος. Ὅτι κατὰ ὕβρεως καὶ ὑβριστῶν λεχθείη ἂν τὸ, οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν. οὐ μὲν σχέτλια ἔργα θεὸς φιλέει, ἀλλὰ δίκην τίει καὶ αἴσιμα ἔργʼ ἀνθρώπων. τοῦτο δὲ γνωμικῶς ἐῤῥέθη παρὰ τοῦ Εὐμαίου. τὸ δὲ ἐφεξῆς πάνυ ἐντρεπτικὸν τῶν κατὰ πόλεις βιαίων καὶ ἀδίκων ἀνδρῶν, τὸ, καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης ἀλλοτρίης βῶσι, τουτέστιν ἐπιβῶσιν ἀλλοδαπῆς χώρας, καί σφι θεὸς ληΐδα δοίη. πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι. καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει. οἵδε δέ τι ἴσασι, θεοῦ δέ τινα ἔκλυον αὐδήν· ὅ πέρ ἐστιν ὅμοιόν τι τῷ, ἐπισπόμενος θεοῦ ὀμφῇ. Σημείωσαι δʼ ἐνταῦθα τὸ ἀκατάλληλον τῆς συντάξεως καὶ σολοικοειδὲς, ἐν τῷ, καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι. καὶ μὲν τοῖς, ὄπιδος κρατερὸν δέος. ἐχρῆν γὰρ εἶναι κατὰ δοτικὴν πτῶσιν, καὶ μὲν δυσμενέεσσι καὶ ἀναρσίοις ὄπιδός ἐστι δέος. μιμεῖται δὲ ὁ ποιητὴς ἐνταῦθα θυμούμενον ἄνδρα τὸν Εὔμαιον καὶ μὴ κρατοῦντα τῆς ἀκολουθίας τοῦ λόγου. ἴσως δὲ καὶ ἄλλως δύναται ὀρθῶς ἔχειν, εἴ περ τὸ δεύτερον μὲν ληφθείη ἀντὶ τοῦ ἀλλα, ἵνα εἴποι μὴ ἐκκρεμῶς ἀλλὰ ἀπολύτως, ὅτι καὶ μὲν ἀνάρσιοι ἄνδρες πλήσαντες δὴ τὰς νῆας ἀπῆλθον, ἀλλὰ καὶ τούτοις δέος ἐστὶν ὄπιδος. κρεῖττον μέντοι τὸ πρῶτον καὶ λογικώτερον καὶ ἀβίαστον. Πειραταὶ δὲ ὑπόκεινται οἱ ῥηθέντες ἀνάρσιοι, ὡς δηλοῖ τὸ πλησάμενοι νῆας. ὄπιδα δὲ καὶ νῦν τὴν εἰς τὸ μέλλον θείαν ἐπιστροφὴν λέγει. Ἐλεητὺν δὲ τὸν ἔλεον Αἰολικῶς, ὥς φασιν οἱ παλαιοί. Ὅτι βιαίαν μνηστείαν φράζει τὸ, οὐκ ἐθέλουσι δικαίως μνᾶσθαι, οὐδὲ νέεσθαι ἐπὶ σφέτερα, ἀλλὰ ἕκηλοι κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδὼ, ἢ οὐκέτι φειδώ. δαπάνην δὲ ἀνένδεκτον βίου πολλοῦ ἀλλοτρίου δηλοῖ τὸ, ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν, ἤγουν ἐξ Ἡλίου ἢ Οὐρανοῦ κατὰ Ἄρατον, οὔ ποτε ἓν ἱερεύουσιν ἱερεήϊον, τουτέστιν οὐδέ ποτε σφαγιάζουσι σφάγιον ἓν, ὃ δὴ τρόπος ἐτυμολογίας ἐστὶν, οὐδὲ δύʼ οἴω, ἀλλὰ δηλαδὴ πολλά. οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες, ἤγουν ἀντλοῦντες, ὃ δὴ πρωτότυπόν ἐστι τοῦ ἀφύσσοντες. Σύστασις δὲ πλούτου τὸ, ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος, οὔ τινι τόσση ἀνδρῶν ἡρώων, οὔτε ξυνεείκοσι φωτῶν ἔστʼ ἄφενος τοσοῦτον. Καὶ ὅρα ὅτι τε ζωὴν ἔφη τὴν εἰς τὸ ζῆν κτῆσιν καὶ χορηγίαν οἷα διχῶς τῆς ζωῆς λεγομένης κατὰ τοὺς παλαιοὺς, ἐπί τε τῆς συνήθους δηλαδὴ καὶ ἐπὶ τῆς περιουσίας. καὶ ὅτι τὸ ξυνεείκοσιν ὅμοιόν ἐστι τῷ σύνδυο καὶ σύντρεις καὶ τοῖς τοιούτοις. καὶ ὅτι οὐδετέρως ἔφη τὸ ἄφενος, καθὰ καὶ ἐν Ἰλιάδι. <!-- 2.64 -->ἐν τούτοις δὲ καὶ ἤπειρον ἔφη μέλαιναν, ἰδίως τὴν ἀντικρὺ τῆς Ἰθάκης καθὰ καὶ ἀλλαχοῦ πολλαχοῦ, ὥς περ καὶ κατωτέρω εὐθύς. ἔνθα τὰ τοῦ Ὀδυσσέως ἀριθμῶν ζῷα ὅσα εἶχε πάλαι ποτὲ, φησὶν ὁ Εὔμαιος· ἐγὼ δέ κέ τοι καταλέξω· δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι, βοῶν δηλαδὴ, ἴσως δὲ καὶ ἵππων. ἐπʼ ἀμφοῖν γάρ, φασιν, ἡ ἀγέλη κυριολεκτεῖται. ἧς παράγωγον ἀγελαῖος μὲν, ὁ ἐξ ἀγέλης· ἀγέλαιος δὲ κατὰ τοὺς παλαιοὺς προπαροξυτόνως ὁ ἀμαθής. τούτοις δʼ ἐπάγει ὁ ποιητὴς τὸ, τόσα πώεα οἰῶν, τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν, βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες. ἔνθα δέ τʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα ἐσχατιῇ βόσκονται, ὧν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ, τουτέστιν ἄγει, ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος. αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε καί σφι συῶν τὸν ἄριστον ἐϋκρίνας, ὅ ἐστιν ἐπιλεξάμενος, ἀποπέμπω. Καὶ ὅρα ὡς καὶ ἐνταῦθα συῶν ἄριστος ἐῤῥέθη, ὥς περ καὶ αἰγῶν ἄριστος. Οἰῶν δὲ, ὅ πέρ ἐστι προβάτων, εὐθεῖα ὄϊς οἶς. τοιοῦτον δὲ καὶ τὸ φθόϊς φθοῖς. τούτων δὲ οἶς μὲν ἔχει καὶ πλαγίας, φθοῖς δὲ οὐ δίδωσι πεῖραν εἴ περ πλαγιάζει εἰς γενικὴν καὶ ἑξῆς. ἔστι δὲ φθοῖς ποιός τις πλακοῦς, οὗ τὴν κατασκευὴν οὕτω τις περιλαλεῖ· τυρὸν ἐκπιέσας τρίβε καὶ ἐμβαλὼν εἰς κόσκινον χάλκεον διήθει. εἶτʼ ἐπίβαλον μέλι καὶ σιλίγνεως ἡμίναν καὶ συμμάλαξον εἰς ἕν. ἐν τούτοις δὲ διηθεῖν μὲν τὸ διυλίζειν, ὅ περ ἀπηθεῖν λέγει ὁ κωμικός, ὅθεν καὶ ἠθμὸς ὁ διυληστήρ. περὶ δὲ σιλίγνεως ζητητέον μὲν ὅ τι ποτὲ εἶδος ἐστίν. Ἰστέον δὲ ὡς παράγει ἄρτον λεγόμενον σιλιγνίτην καὶ σιλιγνίαν διὰ τὴν ἐκεῖθεν μίξιν. ἡ δὲ ἡμίνα ἴσως ἥμισυ ἐστὶ μέτρου τοῦ ἲν, οὗ χρῆσις ἐν τῷ, ἔλαιον πλέον ἤ περ ἴν. Ὅρα δὲ καὶ ὅτι εἰπὼν ὁ ποιητὴς πώεα οἰῶν καὶ δυνάμενος ἐπαγαγεῖν τόσσα ὑῶν ἤγουν χοίρων συβόσια ὤκνησεν οὕτω ποιῆσαι, ἵνα μὴ τῇ ψευδοπαρηχήσει τοῦ, οἰῶν καὶ ὑῶν, δοκοίη ἀστεΐζεσθαι εἰς οὐδὲν δέον. διὸ συῶν ἔγραψεν, εἰπών· τόσα πώεα οἰῶν τόσα συῶν συβόσια. Ἐν δὲ τῷ, ὅσσαι νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσι, περιττῶς κεῖται καὶ ἀφελῶς τὸ νύκτες. τὸ δὲ ὅλον περίφρασίς ἐστι τοῦ αἰεὶ καὶ τοῦ ὁσημέραι, καὶ ἔστιν ὅμοιον τῷ, αἰεὶ ἐπʼ ἤματι. Ἀγέλαι δὲ βοῶν πάντως, εἰ καὶ ὁ ποιητὴς διὰ τὸ πάνυ φανερὸν σιωπᾷ τοῦτο. Περὶ δὲ τῶν ἐφεξῆς λέξεων ἐν ἄλλοις διείληπται. Τὸ δὲ βόσκουσι προστεθὲν σχήματος ἐποίησεν ἐξαλλαγήν. μετὰ γὰρ τὸ, δώδεκα ἐν ἠπείρῳ ἀγέλαι, τὸ, τόσα πώεα καὶ τὰ ἑξῆς, αἰτιατικαί εἰσι διὰ τὸ βόσκουσι. καὶ οὐδὲν μὲν ἐκώλυεν εἰπεῖν καὶ ὅτι δώδεκα ἀγέλας καὶ τόσα πώεα καὶ τόσα συβόσια καὶ τόσα αἰπόλια βόσκουσιν. οὐχʼ εἵλετο δὲ ὁ ποιητὴς οὕτως εἰπεῖν, ἀλλὰ στίξας εἰς τὸ ἀγέλαι εἶτα συνέταξε τὰ ἑξῆς πρὸς αἰτιατικὴν διὰ τὸ βόσκουσι. Ξείνους δὲ τοὺς μισθωτοὺς λέγει. Τὸ δὲ ἐπʼ ἤματι ἑρμηνεία ἐστὶ τοῦ αἰεὶ, ἵνα εἴη ἀεὶ τὸ καθʼ ἕκαστον ἦμαρ. Μῆλον δὲ νῦν φανερῶς ἐπὶ αἰγὸς ἡρμήνευται. Ἰστέον δὲ ὅτι περὶ τοῦ τῶν αἰγῶν κρέατος ὡς τροφιμώτατόν ἐστιν, οἱ παλαιοὶ μαρτυροῦσι. Κλειτόμαχος οὖν, φασὶν, ἱστορεῖ τινὰ Θηβαῖον ἀθλητὴν ὑπερβαλεῖν ἰσχύει τοὺς καθʼ ἑαυτὸν, κρέασιν αἰγείοις χρώμενον. εὔτονοι γὰρ ἐντεῦθεν καὶ γλίσχροι χυμοὶ γίνονται καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι. ἐσκώπτετο δὲ ὅμως ὁ ἀθλητής, φασι, διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν. τὰ δὲ ὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητά, φασιν, ὑπάρχοντα ταῖς ἕξεσι ῥᾷον φθείρεται διὰ τὴν πιμελήν. παρὰ δὲ Ἀντιφάνει ἐπαινῶν αἶγα ὁ Κύκλωψ λέγει οὐρανίαν αἶγα ἐν τῷ, βοῦς ἀγελαῖος, ταῦρος ἠλιβάτας, αἲξ οὐρανία, κριὸς τομίας, καὶ ἑξῆς, ὡς ἀλλαχοῦ ἐγράφη, λέγοι δὲ ἂν ἐκεῖνος αἶγα οὐρανίαν ὡς οἷον μεγάλην καὶ ὑψηλὴν πρός τινα ὁμοιότητα αἰγῶν τῶν κατʼ οὐρανὸν ὧν αἱ αἰγίδες παρώνυμοι. ἀκόλουθον δὲ τοιαύτῃ αἰγὶ καὶ ὁ ἠλίβατος ταῦρος, οὗ παρώνυμον ὁ ἠλιβάτας. Εἰς δὲ τὸ ἔσθιε σημείωσαι, ὅτι τὸ ἐσθίειν καὶ ἀπεσθίειν λέγεταί ποτε μετὰ προθέσεως, οἱονεὶ ἀπό τινος ἐσθίειν. οἷον· οἴμοι τάλας, δάκνει δάκνει ἀπεσθίει μου τὴν ἀκοήν. εὕρηται δὲ ἀπεσθίειν καὶ τὸ μὴ ἐσθίειν, οἷον τοῖς βλίτοις διαχρῶ, τὴν κοιλίαν ξηρὰν ἔχεις, τὰ πετραῖα τῶν ἰχθύων ἀπέσθιε, ἤγουν μὴ ἔσθιε. Χοῖρος δὲ ὅτι καὶ κρύφιόν τι δηλοῖ, δεδήλωταί που. ὡς δὲ καὶ πλακοῦντες αὐτῷ παρώνυμοι αἱ χοιρίναι, ὁ Ἀθήναιος λέγει. αὗται δέ, φησιν, ἆθλα ἐτίθεντο ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι. ὁ δὲ κωμικὸς φαίνεται χοιρίνας εἰδέναι καί τινας ψήφους δικαστικάς. Τὸ δὲ ἀγινεῖ ἀχρεῖον μὲν εἰς πεζογραφίαν, ἐκτείνει δὲ τὴν παραλήγουσαν. Τὸ δὲ φυλάσσω τε ῥύομαί τε οὐ διαφέρουσι κατὰ νοῦν. Ἰστέον δὲ ὡς εἰ καὶ φαίνονται πολλοὶ τῷ Ὀδυσσεῖ γενέσθαι δοῦλοι, ἀλλὰ τὸ, βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες <!-- 2.65 -->ἄνδρες, οὐκ ἀφίησιν αὐτοὺς τοσούτους εἶναι ὁπόσοι τοῖς ὑστερογενέσιν ἱστόρηνται, ἀλλʼ εἰσὶν αὐτοὶ σχεδόν τι τὸ μηδὲν, εἴ τις ἐνθυμοῖτο ἐξ ἱστοριῶν, ὡς Νικίας μέν τις χιλίους ἔχων οἰκέτας ἐμίσθωσέ, φασιν, αὐτοὺς εἰς τὰ ἀργυρεῖα Σωσίᾳ τῷ Θρᾳκὶ, ἐφʼ ᾧ ὀβολὸν ἕκαστον τελεῖν τῆς ἡμέρας. Δαρδανεῖς δὲ δούλους ἐκτῶντο ὁ μὲν χιλίους, ὁ δὲ καὶ πλείους. ὧν ἕκαστος ἐν μὲν εἰρήνῃ γεωργεῖν λέγεται, ἐν πολέμῳ δὲ λοχίζεσθαι ὑπὸ ἡγεμόνι τῷ ἰδίῳ δεσπότῃ, Ῥωμαίων δὲ ἕκαστος μυρίους καὶ δισμυρίους πολλοὶ δὲ καὶ πλείους, οὐκ ἐπὶ προσόδοις φασὶν ὡς ὁ τῶν Ἑλλήνων ζάπλουτος Νικίας. καὶ Μνάσων δέ, φασιν, ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων. Ὅτι Εὔμαιος μὲν κατέλεγε τῶν μνηστήρων, Ὀδυσσεὺς δὲ τὴν γαστέρα ἐν τοσούτῳ τημελῶν κρέατʼ ἤσθιε πῖνέ τε οἶνον ἁρπαλέως ἀκέων, κακὰ δὲ τοῖς ἐχθροῖς φύτευεν. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, ὃ καὶ ἀλλαχοῦ ἐγράφη, ἐποίησε τόδε. δύναται δὲ προσαρμόσαι ταῦτα τῷ ἐν καιρῷ δαιτὸς μὴ ἐθέλοντι διὰ πεῖναν ἀκούειν πολυλογιῶν. Ἰστέον δὲ ὅτι ὁ οὕτως ἐσθίων κατὰ σπουδὴν διὰ πεῖναν ὀξυχειρίᾳ χρῆσθαι οὐκ ἐγκρατῶς λεχθείη ἂν, κατὰ τὸν εἰπόντα ὡς ἐπὶ τὰ ἀλλότρια δεῖπνα, ὁποῖα νῦν τρόπον τινὰ καὶ τὰ τοῦ Ὀδυσσέως, πᾶς γίνεται ὀξύχειρ, οὐκ ἐγκρατής. ὁ δὲ ὀξύχειρ καὶ ὀξυλάβος ῥηθείη ἂν, καὶ ἡ κατʼ αὐτὸν σπουδὴ ὀξυλάβεια. Ὅτι φιλοτησίου δαιτὸς τὸ, πλησάμενος δῶκε σκύφον ἢ σκύφος, ᾧ περ ἔπινεν, οἴνου ἐνίπλειον. ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ. ἐπαινετικὸν δὲ τὸ, τίς ἐκεῖνος ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις; εἰπέ μοι αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα. εἰ δὲ καὶ πλανήτης ὁ τὴν τοιαύτην τιθεὶς ἐρώτησιν, εἴποι ἂν καὶ τὸ, θεός που τόδε οἶδεν εἴ κέ μιν ἀγγείλαιμι ἰδὼν, ἐπίπολλα δʼ ἀλήθην. ὁ δὲ μὴ μέλλων πεισθῆναι τοιούτῳ ἀγγέλῳ εἴποι ἄν· ὦ γέρον, οὔτις ἐκεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἀγγέλλων πείσειε τοὺς ἐκείνου. Ἰστέον δὲ ὅτι Ὀδυσσεὺς ἐνταῦθα δίδωσι σκύφον τῷ Εὐμαίῳ δεξιούμενος κατὰ τὸν τοῦ προπίνειν λόγον, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. Ὅτι δηλῶν κατὰ πιθανὴν γνώμην ὁ ποιητὴς ὡς ψεῦσται καὶ λόγων συνθέται οἱ πλανῆται πτωχοὶ ὡς ἐπὶ πολὺ φησὶν ὅτι ἄλλως τουτέστι μάτην οὕτω κομιδῆς κεχρημένοι, τουτέστιν ἐπιμελείας χρῄζοντες ἄνδρες ἀλῆται, ψεύδονται, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι, ὅ πέρ ἐστι περίφρασις τοῦ ψεύδονται. Ὅτι ἐν μὲν τοῖς ἑξῆς ὁ Τηλέμαχος αἰτιᾶται τὴν μητέρα ὡς ἐμπλήγδην τοῖς ξένοις προσφερομένην διὰ τὸ ἐπὶ τῷ ἀνδρὶ φιλήκοον καὶ μὴ διακρίνουσαν τίς τε ἀγαθὸς καὶ τίς μὴ τοιοῦτος. ἐνταῦθα δὲ ὁ Εὔμαιος τὴν ἔννοιαν ἐκείνην ἄλλως διηγηματικῶς καὶ σαφέστερον φράζων φησίν· ὅς δʼ ἂν ἀλητεύων εἰς Ἰθάκην ἵκηται, ἐλθὼν εἰς δέσποιναν ἐμὴν, ἀπατήλια βάζει. ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ καί οἱ ὀδυρομένῃ βλεφάρων ἀπὸ δάκρυα πίπτει, ἣ θέμις ἐστὶ γυναικὸς ἐπὴν πόσις ἄλλοθʼ ὄληται. εἶτα φησὶ πρὸς τὸν Ὀδυσσέα, ὅ περ οἰκεῖον εἰπεῖν πρὸς πτωχὸν ὑποπτευόμενον ἐπὶ ψεύδεσιν· αἶψά κε καὶ σὺ γεραιὲ ἔπος παρατεκτήναιο, εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη. λέγει δὲ παρατεκτήνασθαι τὸ παρατεχνήσασθαι, ὡς ἐκ μεταφορᾶς τῶν ἀτέχνων τεκτόνων ἢ τῶν ἀπατώντων ἐφʼ οἷς τεκταίνουσι. Τὸ δὲ ἣ θέμις ἐστὶ, δύναται καὶ ἀντὶ τοῦ, καθὰ δίκαιον, κεῖσθαι, καὶ ἄλλως δὲ, πρὸς ὁμοιότητα τοῦ, ἣ γὰρ δμώων δίκη ἐστίν. Ὅτι περί τινος ἀνιστορήτως ἀπολωλότος ῥηθήσεται τὸ, τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ, ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν, ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ κεῖται ἐπʼ ἠπείρου, ψαμάθῳ εἰλυμένα πολλῇ, ὅ ἐστι κεκαλυμμένα, ὡς εἴ περ ἐτάφησαν κατά τι αὐτόματον. Τὸ δὲ ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, οὐδὲν ἂν εἴη ἕτερον, ἢ ἕλωρ γενέσθαι τὸν οὕτω παθόντα, εἴτε ἑλώριον. Ἰστέον δὲ ὅτι τῷ ὀνόματι τῶν ἰχθύων ἐνταῦθα καὶ τὰ κήτη συμπεριείληπται. Καὶ ὅτι τοῦ ἐπʼ ἠπείρου ψαμάθῳ κεκαλύφθαι τὰ ὀστᾶ, προηγεῖται τὸ, εἰν ἁλὶ κῦμα κυλίνδει. Ὅτι δοῦλος ἀγαθὸν ἐπʼ ἀλλοδαπῆς ἀπολέσας δεσπότην ἢ καί τις ξένος ὑπουργικὸς ἀνὴρ ὁμοίως τοιούτου οἰκοδεσπότου διεκπεσὼν εἴποι ἂν ὡς ἐν ἠθοποιΐᾳ τοιάδε· ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε. φίλοισι δὲ κήδεʼ ὀπίσσω πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται. οὐ γὰρ ἔτʼ ἄλλον ἤπιον ὧδʼ ἄνακτα κιχήσομαι ὁππόσʼ ἐπέλθω οὐδʼ εἴ κεν πατρὸς καὶ μητρὸς αὖτις ἵκωμαι οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον οὗτοι. οὐδέ τι τῶν ἔτι τόσσον ὀδύρομαι ἀχνύμενός περ ὀφθαλμοῖσιν ἰδέσθαι, ἀλλά με τοῦ δεῖνος πόθος αἴνυται οἰχομένοιο. τὸν μὲν ἐγὼν, ὦ ξεῖνε, καὶ οὐ παρεόντα ὀνομάζειν αἰδέομαι. περὶ γάρ με φίλει καὶ κήδετο θυμῷ. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα. ἔστι δὲ ἠθεῖος ὁ πρεσβύτερος <!-- 2.66 -->ἀδελφὸς, ὡς ἡ Ἰλιὰς μάλιστα ἐδήλωσε. Τὸ δὲ αἴνυται ὅτι τὸ λαμβάνειν δηλοῖ καὶ πόθεν γίνεται, προδεδήλωται. ποιητικὴ δὲ αὕτη λέξις καὶ τοῖς κατὰ λογάδην γράφουσιν ἀῤῥητόρευτος. Τὸ δὲ καὶ οὐ παρεόντα παιδευτικόν ἐστι τοῦ μὴ χρῆναι ἀπόντας τοὺς φίλους περιφρονεῖν καὶ ἔξω τιμῆς βάλλειν, μὴ καί τις τῷ τοιούτῳ προσονειδίσῃ τὸ, αἰδὼς ἐν ὀφθαλμοῖς, ὃ παροιμία μέν ἐστι χρηστὴ τοῖς μεμφομένοις τὸ ἀλλοπρόσαλλον καὶ ἀχάριστον καὶ κολακικόν. εἴληπται δὲ, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἐξ Ἀριστοτέλους, φαμένου τὴν αἰδῶ ἐν ὀφθαλμοῖς εἶναι οὐ γνωμικῶς, ὡς ἡ παροιμία βούλεται, ἀλλὰ φυσικῶς ἄλλως καὶ ἀστείως, οἷα τῶν αἰδημόνων καὶ ἐξ αὐτῆς ὄψεως χαρακτηριζομένων, οἳ ἐφʼ οἷς αἰδεῖσθαι χρὴ χαλῶσι τὰ βλέφαρα καὶ βλέπειν ἀτενὲς ὀκνοῦσιν. οὐ μὴν κατὰ τοὺς θρασυτέρους ἀσκαρδαμύκτως βλέπουσιν, ὡς ὁ κωμικὸς γράφει. διὸ καὶ προσφυῶς ἐτυμολογοῦσι τὴν αἰδῶ οἱ φάμενοι γενέσθαι αὐτὴν παρὰ τὸ α στερητικὸν μόριον καὶ τὸ ἰδεῖν, ἵνα ᾖ οὕτω δυσωπία τις καὶ ἡ αἰδώς. καλῶς ἄρα ἡ αἰδὼς ἐν ὀφθαλμοῖς εἶναι λέγεται ὡς οἷα τινὶ τόπῳ καὶ δόμῳ αἰσθητῷ, οὖσα μὲν ἐν ψυχῇ, ἀναλάμπουσα δὲ διʼ ὄψεως. ἧς ὅσα καὶ κορίσκη εὐγενὴς διεκκύπτουσα φαίνεται, ἐντροπή, φασιν, οὖσα καθʼ ἕκαστον, ὧν τις ἔχει σεβασμίων. σεβόμεθα γὰρ αἰδοῦς λόγῳ τοὺς προέχοντας ἔν τινι ἀγαθῷ, οἷον ἀρετῇ, ἐμπειρίᾳ, εὐδοξίᾳ καὶ τοῖς ὁμοίοις. οὕτω δὲ καὶ ἀρετῆς ἐκπεσεῖν αἰδούμεθα. ἐκπεσόντες δὲ εἶτα ἐντραπέντες, τότε δὴ αἰσχύνην παθεῖν λεγόμεθα ἐφʼ οἷς ἡμάρτομεν, καὶ οὐκέτι μόνους τοὺς εἰρημένους ἀγαθοὺς ἀλλὰ καὶ πάντα ἄνθρωπον διὰ τὸ δοκεῖν ἅπασιν αἰσχρὰ νενομίσθαι τὰ πεπραγμένα. Τὸ δὲ ὀνομάζειν αἰδέομαι, ἀντὶ τοῦ αἰδοῦμαι Ὀδυσσέα νῦν καλεῖν πρὸς ὄνομα δίχα τινὸς προσρήσεως φιλόφρονος, ὡς ἐν τῇ μνηστηροφονίᾳ παρόντα προσφωνεῖ, πολυμήχανʼ Ὀδυσσεῦ. Σημείωσαι δὲ τὸ ὀνομάζειν τεθὲν ὁμοίως τῷ ὀνομαίνειν ἀντὶ τοῦ καλεῖν ἐξ ὀνόματος. οὐ μὴν τοιοῦτον καὶ τὸ ἐξονομάζειν φαίνεται παρὰ τῷ ποιητῇ. ἔτι δὲ καὶ ἄλλως, Ὀδυσσέα μέν φησιν αὐτὸν οὐκ ἂν ἐθέλοιμι καλέσαι, τοῦτο γὰρ ἄν τις καὶ ξένος ποιήσειεν, οὐ μὴν ἀλλʼ οὐδὲ δεσπότην, οὐ γάρ μοι τοιοῦτος ἐκεῖνος ἦν, οἷα πάνυ με φιλῶν καὶ κηδόμενος. καλῶ τοίνυν αὐτὸν ἠθεῖον κατὰ φιλοφροσύνην ἀδελφικήν. Καὶ ὅρα ὅπως λίαν πάνυ φιλεῖ τὸν Ὀδυσσέα ὁ Εὔμαιος. διὸ καὶ συλλήπτορα τῆς μνηστηροφονίας ἕξει αὐτὸν Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς, ὀψὲ μέντοι καιροῦ καὶ ὅτε πρὸς αὐτῷ τῷ ἔργῳ γενήσεται. εἰ γὰρ οὐκέτι πιστὰ γυναιξὶν, οὐδʼ ἂν δούλοις μάλιστα. Σημείωσαι δὲ ἐκ τῶν ἐνταῦθα, ὡς οὐκ ἐξ ἀνάγκης ἀεὶ τὸ δοῦλον δυσμενὲς τοῖς δεσπόταις, ἀλλʼ ὅπου μὲν αὐτοῖς ἱλαρὰ τὰ τῶν δεσποτῶν, τιθασσεύονται ὡς ἐπιπολύ. βαρύτης δὲ ἄκαιρος δεσποτικὴ ἐξαγριοῖ αὐτούς. ἐνθυμητέον οὖν ὁποῖοι ἂν τοῖς Λάκωσι καὶ τοὺς ἀμφʼ αὐτοὺς οἱ Εἵλωτες, οἳ δίχα κακώσεων ἄλλων καὶ πληγὰς τεταγμένας ἐλάμβανον κατʼ ἐνιαυτὸν δίχα γε τοῦ ἀδικῆσαί τι, ἵνα, φασὶ, μή ποτε δουλεύειν ἀπομάθωσιν. ἐνθυμητέον δʼ ἐν τούτοις καὶ ὡς εἰ δεσπότην αἰδεῖται τὸν Ὀδυσσέα καλεῖν ὁ καλὸς Εὔμαιος, ὅτι μηδὲ δουλικῶς ὑπʼ ἐκείνῳ ἐτάττετο, ἀλλʼ οὖν κύριον οὐκ ἂν αἰδοῖτο ἐκεῖνον ὀνομάζειν. ὃ δὴ ἁρμόζει καὶ πατρὶ ἐπὶ υἱῷ κατὰ τὸν εἰπόντα ὅτι κύριος γυναικὸς καὶ υἱῶν ἀνὴρ καὶ πατήρ. δεσπότης δὲ ἀργυρωνήτων. καὶ ὅμως οὐδʼ αὐτὸ ἂν αἱροῖτο Εὔμαιος οἷα μηδὲ ὑπʼ ἐξουσίᾳ δοκῶν κεῖσθαι. εἵλετο οὖν ἠθεῖον μάλιστα καλεῖν τὸν δεσπότην, διὰ τὸ τὰ μὲν ἄλλα ἐξισοῦσθαι, χρόνῳ δὲ πρεσβύτερον ἀδελφικῶς εἶναι τὸν Ὀδυσσέα. ὅτι δὲ οὐκ ἀναγκαίως ὁ κύριος ἐπὶ δεσπότου τάττεται, ἀλλά ποτε καὶ συγγενικὴν, ὡς ἐῤῥέθη, δηλοῖ σχέσιν, καὶ ὁ κωμικὸς σημαίνει ἐν τῷ Σμικίθην καὶ κύριον, ὡς ἐπὶ ἀνδρὸς ἐκεῖνο φράσας καὶ γυναικός. Ὅτι πρὸς τὸν μὴ ῥᾳδίως πιστεύοντα οἷς λέγει τις, ἐρεῖ ἐκεῖνος τὸ, ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος, ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ, εὐαγγέλιον δέ μοι ἔστω, ἤγουν κείσθω μοι δῶρον ὑπὲρ ἀγαθῆς ἀγγελίας. ἐκεῖνος δὲ αὖθις ὁ ἀπιστῶν ἐρεῖ· ὦ δεῖνα, οὔτʼ ἂρ ἐγὼν εὐαγγέλιον τόδε τίσω, οὔτε τόδε τι γενήσεται, οἷον, οὔτʼ ἐκεῖνος οἶκονδʼ ἐλεύσεται κατὰ τὸν ποιητὴν εἰπεῖν. Ἀναίνεσθαι δέ ἐστι τὸ μὴ συγκατατίθεσθαι παρὰ τὴν α στέρησιν καὶ τὸν αἶνον, ὃς δηλοῖ συγκατάθεσιν. ἐξ οὗ καὶ ἡ συναίνεσις καὶ τὸ συναινεῖν καὶ συγκαταινεῖν. Ἰστέον δὲ ὅτι τὸ οὐκ αὔτως ἐν τοῖς ἀντιγράφοις διὰ τοῦ κ ἐκφερόμενον δηλοῖ ψιλοῦσθαι τὸ αὔτως Ἰωνικῶς, ἢ καὶ ὡς ἀπὸ τοῦ αὐτός. Ὅτι ὁ μετὰ πράγματος ἀπόβασιν ζητῶν τὸ προσεχῶς ῥηθὲν εὐαγγέλιον εἴποι ἄν· εὐαγγέλιον δέ μοι ἔστω, αὐτίκα ἐπειδὰν τόδε γενήσεται, πρὶν δέ κε καὶ μάλα περ κεχρημένος οὔτι δεχοίμην. ἔνθα ὅρα τὸ αὐτίκα <!-- 2.67 -->ἐμφαντικῶς ὑπὸ τοῦ Ὀδυσσέως ῥηθὲν εἰς δήλωσιν τοῦ, ὅτι πάρεστιν ὁ λαλούμενος Ὀδυσσεὺς καὶ χρὴ λοιπὸν αὐτίκα δηθῆναι τὸ εὐαγγέλιον. ἐπεὶ δὲ πτοεῖται ὑποπτευθῆναι, στρέφει μετʼ ὀλίγα τὸν λόγον ἄλλως εἰς ἐπίκρυψιν τοῦ αὐτίκα καὶ λέγει, ὡς τοῦδε τοῦ ἐνιαυτοῦ ἐλεύσεται Ὀδυσσεύς. Ὅτι γνωμικῶς ἐῤῥέθη τὸ, ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι γίνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει. πρόσκειται δὲ τὸ πενίῃ εἴκων πρὸς διαστολὴν ἑτέρων αἰτιῶν ἐπαινουμένων ἃ πείσοι ἄν τινα πρὸς ἀπάτην λαλεῖν, ὡς Ὀδυσσεὺς τοὺς μνηστῆρας ἀπατᾷ λόγοις οἷα ἐχθρὸς, καὶ τὴν Πηνελόπην δὲ, ὡς ἂν ἑαυτὸν ἀναγκαίως ἐπικρύψῃ. ὁμοίως δὲ καὶ τοῦτον τὸν Εὔμαιον. Τὸ δὲ ἀπατήλιον ὁμοίως τῷ νοσήλιον ἐσχημάτισται καὶ τοῖς τοιούτοις. τὸ δὲ ἐχθρὸς γάρ μοι καὶ ἑξῆς ὁ ὅλος στίχος, καὶ ἐν Ἰλιάδι κεῖται ταυτολογίας τρόπῳ. Ὅτι προκεφαλαιούμενος κἀνταῦθα ὁ ποιητὴς τὰ ἐφεξῆς ποιεῖ τὸν Ὀδυσσέα λέγοντα οὕτω πρὸς Εὔμαιον· ἴστω θεὸς ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσσέως ἀμύμονος, ἣν ἀφικάνω, ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. τοῦ δʼ αὐτοῦ λυκάβαντος, ἢ μᾶλλον κατὰ τοὺς ἀκριβεστέρους, τοῦ δʼ αὖ τοῦ λυκάβαντος, ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεὺς, τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δʼ ἱσταμένοιο, τουτέστι περὶ ἀκριβῆ τριακάδα μηνὸς, ὡς φανήσεται ὅτε καὶ Ἡλίου ἔκλειψις ἱστορηθήσεται, οἴκαδε νοστήσει. καὶ ἔστι τοῦτο σαφέστερον τοῦ, τὸν Ὀδυσσέα ἐλθεῖν ἐνθάδε τῷδε τῷ λυκάβαντι, ὥς περ αὖ πάλιν ἐπὶ πλέον τούτου σαφὲς τὸ, εὐαγγέλιον δέ μοι ἔστω αὐτίκα, ἐπειδὰν κεῖνος ἔλθοι. ὥρισται γὰρ ἐνταῦθα ἐμφαντικῶς, ὡς ἤδη νῦν ἦλθεν. ἐπόμνυται δὲ ὁ ποιητικὸς ξεῖνος καὶ ὅτι τίσεται τοὺς ἐχθροὺς ἐλθὼν Ὀδυσσεύς. καὶ οὕτω μὲν ὁ ἀλήτης δεσπότης. ὁ δὲ Εὔμαιος ὑποτιθεὶς οὐ χρείαν ὅρκων ἐν τοῖς ἀδήλοις εἶναι πρὸς βεβαίωσιν ἀλλʼ εὐχῆς πρὸς ἀποτέλεσμα; φησίν· ἀλλʼ ἤτοι ὅρκον μὲν ἐάσομεν, ἐκεῖνος δὲ ἔλθοι, ὅπως μιν ἔγωγʼ ἐθέλω καὶ οἱ αὐτοῦ. Ἰστέον δὲ ὡς Ἡρακλείδης ἡμαρτῆσθαι εἰπὼν τὸ ἴστω, γράφει τοιαῦτα. τὰ διὰ τοῦ σ ἐκφερόμενα προστακτικὰ καὶ εἰς ω λήγοντα ἀρκτικὸν ἔχει τοῦ ω τὸ θ, οἷον, λεγέσθω, ποιείσθω καὶ τὰ ὅμοια. ἡμάρτηται οὖν τὸ ἴστω, καθὰ καὶ τὸ ἔστω, διὰ τοῦ τ λεγόμενα. νοητέον δέ, φησιν, ἡμαρτῆσθαι αὐτὰ διὰ τὴν πρόθεσιν τοῦ σ, ἤ περ τὴν διὰ τοῦ τ γραφήν. ταῦτα δὲ οὕτως εἰπὼν ἐπάγει μετʼ ὀλίγα, ὅτι ἔνιοι ἐν τῷ ἔστω καὶ ἴστω οὔ φασι περιττεύειν τὸ σ, ἐκ τοῦ ἰσέτω δὲ καὶ ἐσέτω κατʼ ἔξαρσιν γενέσθαι τὸ ἴστω καὶ ἔστω. κἂν μὲν ἀοριστώδη χρόνον σημαίνει τὸ ἔστω, τὸ α εἶναι ἐξαιρούμενον· ἐπὶ δὲ μέλλοντος τὸ ε λείπειν οὐ τὸ α. ἐφʼ οἷς ἐπικρίνει, ὅτι τὸ α λείπει, ἵνα ᾖ ἐσάτω ἔστω. ποιησέτω γὰρ ἢ νυξέτω οὐδεὶς λέγει. εἰ δέ, φησι, καὶ λείπει τὸ ε, ὡς ἐνεστῶτα νοητέον, κατὰ τὸ νυσσέτω. ἐν τούτοις δὲ κατασείων καὶ τοὺς τὸ ἔτω, ἀφʼ οὗ τὸ ἔστω, ἤτω λέγοντας ἐκτάσει τοῦ ε εἰς ἦτα λέγει, ὡς οὐδὲν εἰς τω λῆγον προστακτικὸν ἔχον παρατέλευτον τὸ ε μετατίθησιν αὐτὸ εἰς ἦτα. οὐδεὶς γὰρ τὸ φερέτω, λεγέτω, φερήτω λεγήτω φησίν. οὐκοῦν οὐδὲ ἔτω ἤτω. ὡς δέ, φησι, καὶ τὸ ἔτω ἡμάρτηται διὰ τοῦ ε λεγόμενον, παράπηγμα διδάξει τόδε. πᾶσα μετοχὴ εἰς ων ὀξύτονος τὸ τρίτον προστακτικὸν διὰ τοῦ ετω περαιοῖ, ἐλθὼν ἐλθέτω, σχὼν σχέτω, σπὼν σπέτω καὶ μετασπέτω. ταύτῃ τοι καὶ ἀπὸ τοῦ εἰπὼν εἰπέτω ῥητέον. προστακτικὸν μέντοι ἀορίστου μετοχῆς ἅπαν ληγούσης εἰς σίγμα, ὅτε εἰς τω περαιοῦται ἐπὶ τρίτου προσώπου τῷ ἦτα παραλήγεται, οἷον σφαγεὶς σφαγήτω, δαρεὶς δαρήτω. καὶ ἀπὸ τοῦ θεὶς οὖν καὶ εἰς θήτω καὶ ἤτω, οὐ μὴν θέτω καὶ ἔτω, ἔνθα ἡμαρτῆσθαι εἰπὼν κατὰ τὸ θέτω καὶ ἔτω, ἤγουν ὑπαρχέτω, καὶ τὸ ἕτω, ἀφʼ οὗ σύνθετον τὸ ἀφέτω, λέγει καὶ ὅτι τινὲς οὔτε ἔτω φασὶ προστακτικὸν, οὔτε ἀπʼ αὐτοῦ τὸ ἤτω, ἀλλὰ ἐέτω τρισύλλαβον ἀπὸ τῆς ἐὼν μετοχῆς. ὅθεν γενέσθαι τὸ εἴτω ἐν διφθόγγῳ, καὶ ἐκεῖθεν ἤτω διὰ τοῦ ἦτα, ὡς ἐν τῇ α ῥαψῳδίᾳ προγέγραπται. ὁ δʼ αὐτὸς Ἡρακλείδης τῆς αὐτῆς ἐὼν ὀξυτόνου μετοχῆς τὸ εὐκτικὸν κανονίζων λέγει ὅτι καθὰ τῆς ἐλθὼν καὶ εἰπὼν μετοχῆς εὐκτικὰ ἔλθοι καὶ εἴποι, οὕτω δὲ καὶ σχὼν ἐπίσχοι καὶ ἐπισπὼν πότμον ἐπίσποι, οὕτω καὶ ἀπὸ τῆς ἐὼν ἔοι, οὐχὶ εἴη. περὶ δὲ τοῦ εἴη, οὗ λόγος ἔσται τις καὶ ἐν τοῖς μετὰ ταῦτα, λέγει ὡς πᾶν ῥῆμα εὐκτικὸν ἔχον τὴν ει δίφθογγον παρατέλευτον καὶ τὸ τέλος διὰ τοῦ η ἐκ μετοχῆς πεποίηται ληγούσης εἰς εις οὐ μὴν εἰς ων. καὶ τοῦτο φανερόν φησιν ἐκ τῶν Αἰολικῶν μετοχῶν. Αἰολεῖς γὰρ τὸ νοῶν νοοίην φρονῶν φρονοίην, καὶ τὰ ὅμοια τὰ παρʼ ἡμῖν, φιλείην λέγουσι καὶ νοείην, ἐπειδὴ καὶ τὰς μετοχὰς αὐτῶν εἰς εις προφέρουσι, φίλεις καὶ νόεις λέγοντες ἀντὶ τοῦ φιλῶν καὶ νοῶν. κατὰ δὴ τὸ ὅμοιον καὶ ἀπὸ τῆς ὦν πρωτοτύπου μετοχῆς συζυγίας πρώτης τῶν <!-- 2.68 -->περισπωμένων εἴη ἂν εὐκτικὸν τὸ οἴη, καὶ Αἰολικῶς εἴη· ἐπεὶ καὶ ἡ μετοχὴ εἴς. οὕτω δὲ πρῶτον εἰπὼν ὑποκαταβὰς γράφει οὕτως· ἀπὸ τοῦ θεὶς καὶ βλεὶς γίνεται θεῖο εὐκτικὸν καὶ βλεῖο, οὗ χρῆσις ἐν Ἰλιάδι. πᾶν δὲ τοιοῦτον εὐκτικὸν ἤγουν εἰς ο λῆγον παρὰ Σικελοῖς ἀπὸ τῶν παρʼ ἡμῖν εἰς εις ληγουσῶν μετοχῶν μεταβάλλον τὸ ο εἰς ε πληθυντικὸν ποιεῖ προσθέσει τοῦ ταυ· θεῖο θεῖτε, σφαγεῖο σφαγεῖτε, βληθεῖο βληθεῖτε. εἶτα εἰπὼν ὅτι οὕτω καὶ Ὅμηρος ἀπὸ τοῦ διακρινθεὶς καὶ τοῦ ἐκεῖθεν Σικελικοῦ διακρινθεῖο ἔφη τὸ, διακρινθεῖτε τάχιστα, καὶ ἀπὸ τῆς κατὰ Σικελοὺς εἰς μετοχῆς καὶ τοῦ εἶο εὐκτικοῦ τὸ εἶτε, οἷον, ποῖοι κʼ εἶτʼ Ὀδυσσῆϊ ἀμυνέμεν, ὅ περ ἐν τοῖς ἑξῆς κεῖται, καταδέχεται καὶ τοὺς λέγοντας τὰ τοιαῦτα συγκεκόφθαι, οἷον, τὸ διακρινθεῖτε ἐκ τοῦ δακρινθείητε, καὶ τὸ εἶτε ἀπὸ τοῦ εἴητε, εἰπὼν ὡς οὐ διαφερόμεθα αὐτοῖς· οὐ γὰρ ἄτοπον, αὐτὰ κατὰ συγκοπὴν ἐξενηνέχθαι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ἱστία δὲ Ὀδυσσέως νῦν ἡ τοῦ Εὐμαίου οἴκησις διὰ τὸ κτῆμα ἐκείνου εἶναι, εἰ καὶ ἄλλως ἢ Διός ἐστιν ἱερὰ ἡ κατʼ οἶκον ἑστία, ὡς πολλαχοῦ εἴρηται, ἣ τῇ μυθικῇ Ἑστίᾳ ἱέρωται. περὶ δὲ ἱστίας καὶ ἑστίας γέγραπται καὶ πρὸ τούτων ὅπου καὶ περὶ ἐσχάρας. δῆλον δὲ ὡς, καθάπερ ὅρμος καὶ βωμὸς μέρη ὁ μὲν λιμένος ὁ δὲ ναοῦ καὶ ὅμως ἐξ αὐτῶν καὶ ὁ ὅλος λιμὴν καὶ ὁ ναὸς καλοῦνται ὁμωνύμως τοῖς μέρεσιν, οὕτω καὶ ἑστία καὶ ἱστία κυρίως μὲν ἐσχάρα οἴκου, καθʼ ἣν ἔθυον ὁσημέραι Διΐ τε ἑστιούχῳ καὶ θεᾷ τινὶ, ἣν ἐκάλουν Ἑστίαν, διὰ τὸ συνεστάναι τὸν οἶκον διʼ αὐτῆς. ἐκεῖθεν δὲ καθʼ ὁμωνυμίαν ἑστία τε καὶ ἱστία καὶ ὁ ὅλος οἶκος ἐλέγετο. ὡς δὲ ἐκ τούτων καὶ Ζεὺς ἐφέστιος καὶ ἐπίστιος καὶ ἑστία ἡ ἐκεῖθεν τροφὴ, καὶ παροιμία τὸ, ἀφʼ ἑστίας, καὶ ὅσα τοιαῦτα, οὐδʼ αὐτὰ σεσίγηται ἀλλʼ ἐν διαφόροις τόποις κατέσπαρται. παρηχοῦσι δέ πως τὸ, ἴστω νῦν Ζεὺς καὶ ἱστία Ὀδυσσέως. Λυκάβας δὲ καὶ νῦν ὁ ἐνιαυτὸς, οὐ μόνον διὰ τὸ λυγαίως, ὅ ἐστι λεληθότως καὶ οἷον σκοτεινῶς, παρέρχεσθαι, ἀλλὰ καὶ διότι αἱ κατʼ αὐτὸν ἡμέραι καθʼ ὁμοιότητα διαβάσεως λύκων ἀλλήλοιν ἔχονται. πιστεύεται γάρ, φασι, τοὺς λύκους διαβαίνοντας βίαιον ποταμὸν, ἐνδακόντας τὴν κέρκον τῶν ἀεὶ προηγουμένων τοὺς ἑπομένους στιχηδὸν διανήχεσθαι καὶ οὕτω μὴ παρασύρεσθαι τῷ ποταμῷ ἄλλον ἀλλαχοῦ, ὡς καὶ Αἰλιανὸς ἱστορεῖ. Ὅτι ὁ μὴ θέλων ἀκούειν ἔκ τινος ἀγγελλόμενα λυπηρὰ ἐρεῖ ἂν τὸ, ἀλλὰ ἕκηλος πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων μίμνησκε· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσιν ἐμοῖσιν ἄχνυται, ὁππότε τις μνήσῃ τοῦ δεῖνος, οἷον κεδνοῖο ἄνακτος ἢ ἑτέρου τινός. Καὶ ὅρα ὡς ἐν τῷ, ἕκηλος πῖνε, συννοεῖται καὶ τὸ ἐσθίειν. καὶ ὅτι τὸ παρὲξ, περὶ οὗ πολλαχοῦ ἐῤῥέθη, αὐτὸ καθʼ αὑτὸ κεῖται δίχα συντάξεως τῆς πρὸς πτῶσιν τινά. δηλοῖ δὲ καὶ νῦν διὰ μὲν τῆς εξ τὸ ἔξω εἶναι τούτους τοῦ τοιαῦτα λέγειν. διὰ δὲ τῆς παρα τὸ ἐγγὺς ὅμως εἶναι ἤγουν πρὸς αὐτῷ τῷ ἄλλως λαλεῖν περὶ τῶν καθʼ ἑαυτούς. καὶ ὅτι ἀδιαφόρως συνέταξε τὸ αὐτὸ ῥῆμα κατά τε αἰτιατικὴν καὶ γενικὴν εἰπών· ἀλλὰ μεμνώμεθα, καὶ μηδέ με τούτων μίμνησκε, καὶ, ὅτε τις μνήσει κεδνοῖο ἄνακτος. Ἐν τούτοις δὲ σεμνολογῶν ἑαυτὸν ὁ δοῦλος προτάσσει ἀφελῶς τὸ οἰκεῖον ὄνομα τῶν δεσποτικῶν, εἰπών· ἔλθοι Ὀδυσσεὺς ὡς ἐγὼ θέλω καὶ Πηνελόπη Λαέρτης τε καὶ Τηλέμαχος. καὶ εἰκὸς ἐπὶ τούτοις χαίρειν τὸν δεσπότην Ὀδυσσέα καὶ εἰς ἐχέγγυον αὐτὰ πίστιν τῷ δούλῳ καταλογίζεσθαι. Ὅτι ὄνειδος υἱοῦ ἀγαθοῦ διαστραφέντος τὸ, ὃν ἐπεὶ θρέψε θεὸς ἔρνεϊ ἶσον, καί μιν ἔφην ἔσεσθαι ἐν ἀνδράσιν οὔτι χερείω πατρὸς ἑοῖο φίλοιο δέμας καὶ εἶδος ἀγητὸν, τοῦ δὲ θεὸς βλάψε φρένας ἔνδον ἐΐσας, ἠέ τις ἀνθρώπων. Εὔμαιος δὲ τοῦτο φησὶ περὶ Τηλεμάχου ἐφʼ οἷς ἀπέπλευσε διὰ πατρὸς ἀκουὴν, εἰπών· καὶ ὅτι νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς. καὶ θηρᾶται καὶ οὕτω τὴν δεσποτικὴν φιλίαν διὰ τὸ πρὸς τοὺς δεσπότας φιλοίκειον. εὐμεθόδως δὲ παρέῤῥιψεν ὁ ποιητὴς τοῦτό τε καὶ τὰ ἑξῆς, οἷα μέλλων μετʼ ὀλίγα ἐπανελθεῖν εἰς τοὺς περὶ Τηλεμάχου λόγους καὶ ἐπαναγαγεῖν ἐκεῖνον ἀναγκαίως εἰς Ἰθάκην ἐκ Λακεδαίμονος. ὡς δὲ οὐ βέβλαπται τὰς φρένας ὁ νεανίας, καθὰ τῷ Εὐμαίῳ δοκεῖ, λέλυκε μὲν καὶ πρὸ βραχέων ἡ μυθικὴ Ἀθηνᾶ. προκατεσκεύασται δὲ καὶ ἐν αὐτῇ τῇ τοῦ βιβλίου τοῦδε καταρχῇ. δῆλον γὰρ ὡς ὁ διά τι χρήσιμον πλοῦς οὐ κατηγορεῖ τοῦ παιδὸς βλάβην φρενῶν. Ὁ δὲ πρὸς ἔρνος εἰκασμὸς καὶ πρὸ τούτων τῇ τοῦ Ἀλκινόου θυγατρὶ προσήρμοσται. Τὸ δὲ ἠέ τις ἀνθρώπων, οὐκ ἀμάρτυρον· πολλοὶ γὰρ καὶ ἐξ ἀνθρώπων βλάπτονται φρένας, καὶ οὐ μόνον φαρμάκοις, ἀλλὰ καὶ λόγοις τὰ πλείω αἱμύλοις καὶ ἀπατητικοῖς. κεῖται δʼ ἐν τούτοις καὶ φῦλον Ἀρκεισίου τὸ προῤῥηθὲν, δηλοῦν τὴν κατὰ <!-- 2.69 -->σειρὰν πρὸς βάθος διαδοχήν. καὶ τὸ, ὑπέρσχῃ χεῖρα θεὸς, ἀντὶ τοῦ ὑπεράνω ἔξει καὶ σκεπάσει. φησὶ γάρ· ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἁλῴη ἤ κε φύγῃ, καί κέν οἱ ὑπέρσχῃ χεῖρα θεός. ὅ περ οἰκεῖον ῥηθῆναι, ὅτε τις καταπαύει λόγον τὸν περί τινος κινδυνεύοντος. Ὅτι δὲ ὁ Ἀρκείσιος πάππος Ὀδυσσέως καὶ ὡς ἢ ἀπὸ ἄρκτου ἢ ἀπὸ τοῦ ἀρκέω ἀρκέσω παρῆκται, δηλοῦσιν οἱ παλαιοὶ καὶ κεῖται ἀλλαχοῦ. Ὅτι ἀνάκρισις ξένου τὸ, ἀλλʼ ἄγε μοι σὺ γεραιὲ τὰ σαυτοῦ κήδεʼ ἔνισπε, καί μοι τοῦτʼ ἀγόρευσον καὶ ἑξῆς περὶ τοῦ, ποίας πόλεως ὁ ἀνὴρ καὶ γονέων, ὡς καὶ ἀλλαχοῦ τὰ τοιαῦτα κεῖνται. Ὅτι ὁ ἐν Φαίαξιν εἰπὼν Ὀδυσσεὺς ὡς εἴ με καὶ εἰς ἐνιαυτὸν θέλοιτε μένειν καὶ δῶρα διδοῖτε, βουλοίμην ἂν τοῦτο αὐτὸς καὶ νῦν τῷ Εὐμαίῳ φιλοπευστοῦντι, φησίν· εἴη μὲν νῦν ἡμῖν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ, ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργα τράποιντο, ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα οὔτι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ, ὅσσα γε δὴ ξύμπαντα μόγησα. καὶ εἰκὸς τὸν πολύτλαν καὶ πολλὰ ἔχειν λέγειν μογήματα. χρόνον δὲ κἀνταῦθα τὸν πολὺν ἔφη καὶ ἐγγὺς ἂν ἐνιαυτοῦ, ὡς ἐμφαίνει ὁ ποιητὴς διὰ τοῦ, καὶ εἰς ἐνιαυτὸν ἅπαντα. Τὸ δὲ κλισίης ἔντοσθεν ἐοῦσιν, ἀστείως ἔφη, ὡς οἷα δῆθεν ἐθέλων καθῆσθαι ἀργὸς καὶ ἐσθίειν. διὸ καὶ ἐπήγαγε πρὸς σαφήνειαν τὸ, ἀκέοντε, καὶ τὸ, ἄλλοι δʼ ἐπὶ ἔργα τράποιντο ἢ ἐπὶ ἔργα ἕποιεν ἀντὶ τοῦ ἐνεργοῖεν, ἐφέποιεν. Ὅτι θελήσας ὁ ποιητὴς ἐμφῆναι, πῶς οἱ εἰς τὴν Ἰθάκην ἐρχόμενοι ἐπαῖται ἠπάτων ἂν τοὺς τοῦ Ὀδυσσέως ψευδῆ ἀγγέλλοντες, ποιήσει μὲν τὸν Ὀδυσσέα ψευδόμενον καὶ ἐν τοῖς ἑξῆς πρός γε τοὺς μνηστῆρας καὶ πρὸς τὴν γυναῖκα, καθὰ καὶ πρὸ τούτων ἐπὶ τῆς Ἀθηνᾶς ἐπειράσατο. ποιεῖ δὲ καὶ νῦν τὸ ὅμοιον ἐπὶ τοῦ Εὐμαίου. καὶ δαπανᾷ μὲν στίχους ὑπὲρ τοὺς ἑξήκοντα καὶ ἑκατὸν, ἀπατήλια βάζων. εἰδὼς δὲ ὡς οὐκ ἂν τῶν τις ἐσύστερον ἀνθρώπων ἐπιστραφείη λόγων οὕτω ψευδῶν, ἀρτύει αὐτοὺς ἐν τῷ μέσῳ ἱστορίαις τε ἀληθέσι καὶ τοπογραφίαις καὶ ἑτέροις οὐκ ὀλίγοις χρησίμοις καὶ λόγου ἀξίοις. ὡραΐζει δὲ καὶ ῥητορικῶς καλλιγραφίᾳ τὴν διήγησιν, καὶ ὅλως πολὺ τὸ ἐπαγαγὸν ἐντίθησι καὶ τῷ τοιούτῳ λόγῳ, ἵνα μὴ διὰ τὴν ψευδῆ πλάσιν ἐξαθερίζοιτο. καὶ τέως Κρῆτα καὶ νῦν ἑαυτὸν πλάττει Ὀδυσσεὺς, ἐν Κρήτῃ τὴν σκηνὴν τῆς ψευδολογίας πηξάμενος, εἰπὼν ὅτι ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων, ἐλλειπτικῶς φράσας. τὸ γὰρ ἐντελὲς οὕτω πως· ἐκ μὲν Κρητάων εὐρειάων τὸ γένος μοι εὔχομαι εἶναι, ὡς δηλοῖ μετʼ ὀλίγα τὸ, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι, καὶ οὐδὲ ἑνικῶς, ὡς πρὸ μικροῦ, Κρήτην εἰπὼν, ἀλλὰ πληθύνας τὸ ὄνομα πρὸς ἔμφασιν τοῦ μεγέθους τῆς νήσου. εἶτα καὶ ἀνέρος ἀφνειοῖο πάϊς εἶναι λέγει. πολλοὶ δέ, φησι, καὶ ἄλλοι υἷες ἐνὶ μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο γνήσιοι. ὅ περ εἴποι ἂν ὁ συνιστῶν τινὰ ἐπὶ γένει λαμπρῷ. ἔνθα δῆλον, ὡς καὶ νῦν πρωθύστερον τὸ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο, οὐ μὴν ὀρθὸν φύσει κατὰ τὸ, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοὶ, ὃ πρὸ ὀλίγων ἔφη ὁ Εὔμαιος. εἶτα λέγει καὶ ὅτι ὠνητή με μήτηρ ἔτεκε παλλακὶς, ἐπαγόμενος οὕτω τὸν Εὔμαιον, οἷα ὁμομαστιγίας ὢν κατὰ τὸν κωμικόν. καὶ λέγειν ἔχων παροιμιακῶς τὸ, τὴν ἐμὴν κάμνεις νόσον, καὶ τὸ, τὸν αὐτὸν ἕλκομεν ζυγὸν, κατὰ τοὺς παλαιοὺς, ἵνα ἐλαττῶν τὸ γένος καὶ ὅμοιος εἶναι λέγων τῷ ξενίζοντι συβώτῃ δούλῳ πιστευθῇ ὡς φιλαλήθης καὶ ἐπὶ τοῖς λοιποῖς. διὸ καὶ Φοίνικι περιπεσεῖν λέγει ναυκλήρῳ, ἐπεὶ καὶ τὸν Εὔμαιον ὑπὸ Φοινίκων οἶδε πραθέντα, ὡς ῥηθήσεται ἐν τοῖς ἑξῆς. καὶ φθάσας πρὸ μικροῦ εὐλογῆσαι τοὺς Φοίνικας ὡς μὴ ἀπατᾶν ἐθέλοντας, ὅμως νῦν οἷά τις ἀμφοτερόγλωσσος τοῦτον τὸν Φοίνικα ναύκληρον ἀπατήλιά φησιν εἰδέναι καὶ πολλὰ κακὰ ἀνθρώπους ἐοργέναι, προληπτικῶς τοῦτο λέγων, οἷα γνοὺς ἤδη ἐξ ὧν ἔπαθεν. ἄλλως γὰρ οὐκ ἂν εἰδὼς ἠκολούθησε. τὸν δʼ αὐτὸν Φοίνικα καὶ ὁμωνύμως ἰχθύϊ τῷ παρὰ Αἰλιανῷ τρώκτην καλεῖ, ὅ ἐστι φάγον, φιλοκερδῆ, φιλάργυρον, ἐκ παντὸς ἐθέλοντα τρώγειν, ὅ ἐστι κερδαίνειν· κατὰ τοὺς παλαιοὺς δὲ καὶ ἀπατεῶνα, παραλογιστήν. διʼ ὧν Εὔμαιος ἀκούων θεραπεύεται. Ἰστέον δὲ ὅτι περίκλυτον γένος οἱ Φοίνικες, ἐξ ὧν καὶ Φοινίκια γράμματα. ἐπεί, φασι, δοκεῖ Κάδμος ἀπὸ Φοινίκης αὐτὰ κομίσαι. δηλοῖ δʼ αὐτὸ καὶ ὁ γράψας ὅτι Φοίνικες εὗρον γραμματʼ ἀλεξίλογα, περὶ ὧν ἐν τοῖς ἑξῆς ῥηθήσεται. καὶ ψεῦδος δὲ Φοινικικὸν ἀπὸ τῶν κατὰ τὸν Κάδμον τὸν Φοίνικα καὶ τὸν δράκοντα καὶ τοὺς Σπαρτοὺς μυθικῶς λεγομένων, ὥς φησι Παυσανίας, ἵνα ᾖ Φοινικικὸν ψεῦδος τὸ τερατῶδες. Ὁ δὲ Ὀδυσσεὺς καὶ τὸ ῥάκος τὸ κακὸν, ὃ φορεῖ, καὶ τὸν χιτῶνα τὰ ῥωγαλέα, τοὺς Φοίνικας αὐτῷ βαλεῖν φησὶ, <!-- 2.70 -->διαβάλλων τοὺς οὐδὲν πταίσαντας, ἵνα φιλοφρόνως ἐφελκύσηται τὸν Εὔμαιον. Ἔνθα καὶ ὅρα τὸ παλλακὶς, παράγωγον ὂν τοῦ, παλλακὴ, ὁμοίως τῷ, πύλη πυλίς, καὶ τοῖς τοιούτοις. ὅθεν δὲ γίνεται ἡ παλλακὶς οὐ πρὸ πολλῶν εἴρηται. χρῆσις δὲ παλλακῆς καὶ λοιπή τις μνεία καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἐνταῦθα δὲ ῥητέον καὶ ὅτι διαφορὰν ἑταίρας καὶ παλλακῆς καὶ γυναικὸς ὁ Δημοσθένης διδοὺς λέγει, ὡς τὰς μὲν ἑταίρας ἡδονῆς ἕνεκεν ἔχομεν, τὰς δὲ πολλακὰς τῆς καθʼ ἡμέραν παλλακείας, τὰς δὲ γυναῖκας τοῦ παιδοποιεῖσθαι γνησίως καὶ τῶν ἔνδον φύλακα πιστὴν ἔχειν. Κεῖται δʼ ἐν τούτοις καὶ παῖς ἰθαγενὴς ὁ γνήσιος, ἤγουν ὁ μὴ ἐκ παλλακίδος, καθάπερ αὐτὸς ἐδήλωσεν, εἰπὼν ὡς οὐ γνήσιος μὲν ἦν τῷ πατρὶ, ὁ δὲ αὐτὸν ἶσον ἰθαγενέεσσιν ἐτίμα. ἔστι δὲ ἰθαγενὴς ὁ ἐκ τῆς κατʼ ἰθὺ, τουτέστι κατʼ εὐθύτητα νόμου, γενήσεως καὶ μὴ πλαγίως πως τῷ γένει ἐπεισαγόμενος. λέγεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ πολιτῶν αὐτοχθόνων. ἔστι δʼ ὅτε καὶ πλεονασμῷ τοῦ ἰῶτα λέγεται ἰθαιγενὴς, ὡς καὶ ἐνταῦθα τινὲς γράφουσιν, ὁμοίως τῷ, Ἰθαμένης Ἰθαιμένης κύριον. οὔκουν διὰ τοῦ η ἡ ἄρχουσα τοῦ ἰθαγενὴς, καθά τινες πλανῶνται, ὡς δῆθεν παρὰ τὸ ἦθος. Ὅμηρος γὰρ εἰς δακτύλου ἀπαρτισμὸν αὐτὴν τίθησιν, εἰπών· ἀλλά με ἶσον ἰθαγενέεσσιν ἐτίμα. Λέγει δὲ Ὀδυσσεὺς καὶ ὡς Κάστωρ ἦν αὐτῷ πατὴρ Ὑλακίδης, ὅ ἐστιν Ὑλάκου υἱὸς, οὐ μὴν ὁ τῶν Διοσκούρων ἕτερος. ὃν καὶ σεμνύνων ἔπαινον ἐκτίθεται εὐδαίμονος ἀνδρὸς, εἰπών· ὃς τότε θεὸς ὣς τίετο δήμῳ ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισι. λέγει δὲ καὶ ζωὴν ἐν τούτοις, καθὰ καὶ πρὸ ὀλίγων, τὴν εἰς τὸ ζῆν περιουσίαν, εἰπών· οἱ δὲ ζωὴν ἐδάσαντο. εἰς ὃ καὶ κλήρους ἱστορεῖ συνήθως βάλλεσθαι διὰ τὸ ἀφθόνητόν τε καὶ δίκαιον. φησὶ γάρ· καὶ ἐπὶ κλήρους ἐβάλοντο, ὥστε δηλαδὴ ἕκαστον λαχεῖν τὸ ἶσον. διὸ καὶ πολυκλήρους ἀνθρώπους μετʼ ὀλίγα ἐρεῖ, ἐφʼ οἷς πολλοὶ βάλλονται κλῆροι κατὰ λαχμούς. ὅθεν καὶ τὸ κληρονομεῖν παρετυμολογεῖται. δῆλον γὰρ, ὡς κλήροις διενέμοντο οἱ παῖδες τὴν πατρικὴν κτῆσιν. ὅθεν ἡ κληρονομία λέγεται. ἐκ μέντοι τοῦ ζωὴ ἀλλαχοῦ παραφραστικῶς περιπέφρασται τὸ, οἷσί τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται. Ἐκτίθεται δὲ Ὀδυσσεὺς καὶ παροιμίαν ἐλλιπῆ τὸ, ἐκ καλάμης εἶναι δῆλον τὸν τεθερισμένον ἄσταχυν, ἣ κεῖσθαι εἴωθεν ἐπὶ ἀνδρῶν γενναίων, οἳ καὶ περὶ καιρὸν γήρως ἐμφαίνουσι λείψανα τῆς παλαιᾶς ἀρετῆς. εἰπὼν γὰρ ἐπαινετικῶς τὸ, ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκα ἐμῆς ἀρετῆς, ὅ ἐστιν ἀνδρίας, ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος, ἐπάγει· νῦν δʼ ἤδη πάντα λέλοιπεν, ἀλλʼ ἔμπης καλάμην γέ σε ὀΐομαι εἰσορόωντα γινώσκειν. ἦ γάρ με δύη ἔχει ἤλιθα πολλὴ, τουτέστιν οἶμαί σε ὁρῶντα τὸ τῆς νεότητος ὑπόλειμμα τὴν μετὰ θέρος καλάμην, ἤγουν τουτὶ τὸ σῶμα τὸ φέρον ποτὲ καρπὸν ἀρετῆς γινώσκειν ἐξ αὐτοῦ οἷος ἂν ἦν ἐγὼ καὶ ὅτε τὸ τῆς ἡλικίας μοι λήϊον ἤκμαζεν. ἐπεὶ καὶ τὸν εὐγενῆ τις πυρὸν ἐκ τῆς ὑπολειφθείσης καλάμης ἤγουν ὑποστάθμης τεκμαίρεται. ὅτι δὲ ἡ τοιαύτη καλάμη καὶ καλαμαία λέγεται κατὰ παραγωγὴν ὁμοίως τῷ, μέλισσα μελισσαία καὶ οὐρὰ οὐραία δραχμὴ δραχμαία λίμνη λιμναία γαληναία ἡ γαλήνη σεληναία ἁμαξαία καὶ ἄλλοις, καὶ ὅτι ἐξ αὐτῆς τροπικῶς καλαμᾶσθαι τὸ εἰσάγαν ἀδικεῖν, ὡς ἐκ μεταφορᾶς τῶν καὶ τὴν καλάμην ἐπὶ κέρδει ἐκσπώντων, δῆλον ἐστίν. Ἰστέον δὲ ὅτι φυγοπτόλεμος μὲν ὁ ἑτέρωθι παρʼ Ὁμήρῳ φύξηλις, ἀνάπαλιν ἐκπίπτει τῷ φιλοπτολέμῳ. περὶ δὲ ἀποφωλίου καὶ ἀλλαχοῦ ἱκανῶς ἐδηλώθη. Τὸ δὲ ἦα, κοινότερον μὲν εἰπεῖν, πρῶτος ἀόριστος τοῦ ἦον ἐστὶν, ὃς Ἰωνικῶς ἔον λέγεται. οὗ μετοχὴ ἐὼν, περὶ ἧς πολλὰ Ἡρακλείδης βαθυλογεῖ. Ἰάδι δὲ συστολῇ εὕρηται καὶ ἔα, ἀφʼ οὗ κατὰ κρᾶσιν ἦ δίχα τοῦ ν. οὗ τὸ κοινὸν καὶ τετριμμένον ἦν μετὰ τοῦ ν, ὃ πολλὰ λογοπραγήσας Ἡρακλείδης ἐσπάραξεν, ὃς τοιαῦτα τινὰ περὶ τῶν διειλημμένων γράφει. Ἴωνες τοὺς παρῳχημένους ἀπὸ τῶν αὐτῶν στοιχείων προφέρονται ταῖς μετοχαῖς, οἷον, εἰπὼν εἶπον, λαβὼν λάβον. οὕτως ἦ καὶ ἔα Ἰακῶς, οἷον, εἰ τότε κοῦρος ἔα. ἐπεὶ καὶ ἡ ἐὼν μετοχὴ ἀπὸ τοῦ ε ἄρχεται. ἡμάρτηται δέ, φησι, τὸ ἔα εἰς ἄλφα περατούμενον καὶ Ἀσιανῆς ἔχεται φωνῆς. καὶ οἱ ἑλληνίζοντες δὲ ἐν Κιλικίᾳ οὕτω προφέρονται. τὰς γὰρ εἰς ων ληγούσας ὀξυτόνους μετοχὰς δέον ἐπὶ τῶν ῥημάτων εἰς ον περαιοῦσθαι βραχυνόμενον κατὰ πρῶτον πρόσωπον, οἷον λαβὼν ἔλαβον, φαγὼν ἔφαγον, καὶ τὰ ὅμοια, αὐτοὶ ἀποβάλλοντες τὸ ν καὶ μετατιθέντες τὸ μικρὸν ο εἰς βραχὺ ἄλφα προφέρονται, ἀπὸ τοῦ λαβὼν καὶ φαγὼν ἔλαβα λέγοντες καὶ ἔφαγα, καὶ τρίτα δὲ τούτων πληθυντικὰ εἰς αν λήγοντα λέγουσιν. ὁ οὖν ἀπὸ τῆς ἐών, φησι, <!-- 2.71 -->μετοχῆς ἔα λέγων ἀντὶ τοῦ ἔον ἁμαρτάνει, ὡς εἰ καὶ ἀπὸ τοῦ λαβὼν ἔλαβα φαίη. λέγει δὲ ὡς καὶ ἀναλογώτερον τοῦ ἔα τὸ ἦα, γλώσσης μὲν ὂν Ἀσιανῆς, κείμενον δὲ καὶ παρὰ Καλλιμάχῳ. αἱ γὰρ ἀπὸ ψιλουμένου ε δισύλλαβοι μετοχαὶ τὸ ε εἰς η μεταβάλλουσιν ἐν ῥήμασι. λέγει δὲ καὶ χρῆσιν εἶναι τοῦ ἔον παρὰ Ἀλκαίῳ. καὶ ὅτι ὥς περ φαγόντος ἔφαγον, δραμόντος ἔδραμον, ἀπελεύσει τῆς μετοχικῆς ληγούσης, οὕτω καὶ ἐόντος ἔον ῥητέον καὶ οὐκ ἔα, καὶ ὡς Ἰακώτερον μὲν τὸ ἔον, τὸ δὲ ἦον κοινόν. ὅθεν τὸ ἦες καὶ ἦε. τὸ δὲ ἦον ἐπὶ πρώτου προσώπου, ἐξαιρέσει τοῦ ο, ἦν γίνεται. ᾧ ὁμόφωνον κατὰ Χαλκιδεῖς τὸ, ἦν ἐκεῖνος. ἀφʼ οὗ Δωρικῶς Ἡσίοδος ἔφη τὸ, τῆς δʼ ἦν τρεῖς κεφαλαί. τὸ δὲ τοιοῦτον Ἡσιόδειον ἦν ποιεῖ, φησὶ, τὸ ἦσαν προσθέσει τοῦ σίγμα καὶ τοῦ ἄλφα. ὃ δὴ καὶ οἱ τῇ Ἀσιανῇ χρώμενοι φωνῇ ποιοῦσι, τὸ ἔφυγον καὶ ἦλθον παρενθέσει τῆς αν συλλαβῆς ἐφύγοσαν λέγοντες καὶ ἤλθοσαν. οὕτω δὲ καὶ τὰ ὅμοια. παραδίδωσι δὲ ὁ αὐτὸς καὶ ὅτι Ἀριστάρχειοι τὸ ἦν ἔα γενέσθαι εἶπον κατὰ τμῆσιν, ὁποία τις γίνεται καὶ ἐν τῷ, ἧνται ἔαται καὶ τοῖς ὁμοίοις καὶ ἐν τῷ, Ἀστυάγην Ἀστυάγεα, Διομήδην Διομήδεα, καὶ ἐν τῷ, ᾔδην ᾔδεα καὶ τοῖς λοιποῖς, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. καὶ οὕτω μὲν καὶ ταῦτα οὐ κατὰ πάρεργον. Σημείωσαι δὲ τὸ σύντομον τῆς κατὰ τὴν καλάμην παραβολικῆς παροιμίας. μιᾷ γὰρ μόνῃ λέξει τῇ καλάμῃ δηλαδὴ χρησάμενος ἐξ ὅλου τοῦ πράγματος ἀφῆκεν ὡς ἐν ἐλλείψει τὸ ὅλον ἀπʼ αὐτῆς νοεῖν, οὔτε ληΐου μνησθεὶς οὔτε καρποῦ, οὔτε ἄλλου τινός. καὶ μὴν εἶχε βραχείᾳ τινὶ τοιαύτῃ προσθήκῃ ἀναπληρῶσαι τὸν νοῦν, ἵνα εἶπεν, ὡς οἶμαί σε καλάμην εἰσορῶντα γινώσκειν τὸ λήϊον ἢ τὸν καρπόν. ἔκρινε δʼ ὅμως κάλλιον τὸ ἐλλιπῶς παροιμιάσασθαι. πολλαὶ δὲ καὶ ἄλλαι τοιαῦται παραβολαὶ, ἃς ἀποδέχονται μάλιστα οἱ παλαιοὶ διὰ τὸ συμβολικώτερον λέγεσθαι. Λέγει δὲ καὶ ἑτέραν ἐν τοῖς ἑξῆς παροιμίαν τὸ, κατὰ ῥοῦν φέρεσθαι, ὅ περ εἴωθε μεταφορικῶς ποτὲ ἐπὶ τῶν κατὰ βίον εὐπλοούντων λέγεσθαι, εἰπὼν φέρεσθαι νῆα Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ῥηϊδίως ὡσεί τε κατὰ ῥόον, τουτέστιν ὡς ἐν ὕδατι κάτω ῥέοντι καὶ οὐ στατῷ κατὰ ἰσότητα ἐπιφανείας. ἔνθα Βορέαν ἀκραῆ λέγει, οὐχʼ οὕτω τὸν ἄκρως ἀέντα, ὡς μᾶλλον τὸν μὴ κεκραμένον ἑτέροις ἀνέμοις. τοῦ γὰρ τοιούτου δεινότητα κατηγορεῖ Ὅμηρος ἐν τῷ, δεινὴ μισγομένη ἀνέμοιο θύελλα, ἐπαινῶν καὶ ἐπὶ οἴνου τὸ ἀκέραστον ἐν τῷ, πίθοι οἴνου ἄκρητον ποτὸν ἔχοντες. τοῦ δὲ κατὰ ῥοῦν ἀνάπαλιν ἔχει τὸ ἀνάῤῥουν χωρεῖν, ὃ καὶ αὐτὸ παροιμιάζεται ἐπὶ τῶν ἐξ εὐτυχίας μεταβληθέντων εἰς τὸ ἀνάπαλιν. ἔτι δʼ ἐν τούτοις καὶ γνωμικὸν γεννητικὸν παροιμίας ἐκτίθεται τῆς λεγούσης, ἄλλα παρʼ ἄλλοις καλὰ, εἰπών· ἄλλος γάρ τʼ ἄλλοις ἀνὴρ ἐπιτέρπεται ἔργοις, ᾧ περ ἔοικε καὶ ἐν Ἰλιάδι τὸ, ἄλλος ἄλλῳ ἔρεζε θεῶν. ἔτι ὁ πλαστὸς οὗτος Καστορίδης διδάσκει καὶ τί μὲν τὸ γέρας παρὰ τοῖς παλαιοῖς, τί δὲ τὸ ἑτεροῖον κέρδος τοῖς ἀριστεῦσιν. ὧν τὸ μὲν γέρας αὐτὸς πρότερον ἐξαιρεῖται ὁ στρατηγὸς, τὸ δὲ ἕτερον ὕστερον ἐκ τοῦ λαχεῖν αὐτῷ περιγίνεται. φησὶ γάρ· ὧν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω ἐλάγχανον, ἤγουν κληρούμενος ἐλάμβανον καὶ οὐ κατʼ ἐξαίρετον. ἔνθα καὶ λῃστρικὸν ἄνδρα ἑαυτὸν γενέσθαι πλασάμενος μέμνηται ὡς ἐκ παρόδου καὶ ὅτι ἡ Τροία δεκάτῳ ἔτει ἐπορθήθη, καὶ ὡς θεὸς ἐν τῷ νόστῳ διεσκέδασεν Ἀχαιούς. δηλοῖ δὲ ὡς καὶ πρὸ τούτων καὶ ὅτι Αἴγυπτος καὶ ὁ Νεῖλος ἐκαλεῖτο. φησὶ γάρ· Αἴγυπτον ἐϋῤῥείτην ἱκόμεθα· καὶ, στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας. οὗ δὴ Αἰγύπτου καὶ διάστημα μετρῶν τὸ ἀπὸ Κρήτης φησί· πεμπταῖοι δʼ Αἴγυπτον ἐϋῤῥείτην ἱκόμεθα. Ἱστορῶν δὲ καὶ τὴν τοῦ Νείλου πιότητα περικαλλέας λέγει τοὺς ἐκεῖσε ἀγρούς. Λέγει δὲ καὶ στεῖλαι νῆας ἀντὶ τοῦ εὐτρεπίσαι, ὅθεν ὁ στόλος. καὶ Διὸς ὀπίζεσθαι μῆνιν, ἤτοι διʼ ἐπιστροφῆς ἔχειν. ὅθεν καὶ ὄπις ἀπολύτως λέξει μιᾷ θεοῦ ἐπιστροφὴ, καιρίως οὕτως ἑρμηνευόμενον. ὄπις τε γὰρ ἡ τῶν ὄπισθεν ἤτοι τοῦ μέλλοντος ἔννοια, καὶ ἐπιστροφὴ δὲ τὸ εἰς τὰ ὀπίσω στρέφεσθαι. Σεμνολογῶν δὲ καὶ τὸν ξείνιον φησίν· ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα. Ἱστορεῖ δὲ καὶ Φοινίκην πρὸς ὄνομα καὶ Λιβύην, λέγων καὶ περάσαι τὸ πέραν διαπωλῆσαι, καθὰ καὶ ἐν Ἰλιάδι. φησὶ γάρ· ὡς περάσῃσι καὶ ἄσπετον ὦνον ἕλοιτο. Ἔνθα καὶ φόρτον λέγει τὸν τῆς νηός. καὶ τὸ ἄγεσθαι συνήθως τίθησιν ἐπʼ αὐτοῦ εἰπών· ἵνα οἱ σὺν φόρτον ἄγοιμι, κοινωνήσας ἐνταῦθα τὸ φέρειν καὶ τὸ ἄγειν κατὰ συνήθειαν. ἐξ ὧν τὸ φορτηγεῖν. Ἀφηγεῖται δὲ καὶ κινδυνεῦσαι, καθὰ καὶ πρὸ τούτων ἔφη μετὰ τὰς τοῦ Ἡλίου βόας, ἀπαραποιήτως τοῖς ἐκεῖσε στίχοις χρώμενος, ἐν <!-- 2.72 -->οἷς φράζεται θαλάσσης ἀγριότης καὶ νηὸς κίνδυνος καὶ ἀνδρῶν ἀπώλεια. καὶ σωθῆναι δὲ λέγει ὁμοίως, ἱστὸν ἀμαιμάκετον νηὸς ἐν χείρεσσι λαβὼν, ᾧ περιπλεχθεὶς ἐφέρετο, πλάσας καὶ τὰ τοιαῦτα ἐξ ὧν ἔπαθε καὶ διδασκάλῳ ψεύδους ἐν τούτοις τῇ προτέρᾳ τύχῃ χρησάμενος καὶ ἀκόλουθα τοῖς πρώτοις πλάσας τὰ δεύτερα. Ἔστι δὲ ἱστὸς ἀμαιμάκετος ὁ πάνυ μέγας καὶ, ὡς εἰπεῖν, ἀμάκετος, ἤτοι ἄγαν μακρὸς, τῆς μαι συλλαβῆς ἐξ ἀναδιπλασιασμοῦ μὲν οὔσης, ἐκταθείσης δὲ κατὰ τὴν τοῦ διχρόνου ἐπένθεσιν. ἡ μέντοι ἀμαιμάκετος χίμαιρα, οἷα ζῷον οὖσα, εἰκότως καὶ παρὰ τὸ ἄγαν μαιμᾶν εἰρῆσθαι λέγεται. Τὸ δέ γε ἱστὸν νηὸς, πρὸς διαστολὴν εἰρῆσθαι δοκεῖ τοῦ ὑφαντικοῦ ἱστοῦ χάριν σαφηνείας. ὡς τά γε μὴ οὕτως ἑρμηνεύειν δώσοι ἄν ποτε λαβὰς λόγων τοῖς σκώπτουσιν. ἐπεί τοι ἐκ τοιούτου τρόπου λόγος ἀστεῖος ἐξέπεσε παρὰ τοῖς παλαιοῖς διὰ τὸ ἐξ ὁμωνυμίας τῆς λέξεως ταύτης ἀσαφές. λέγεται γὰρ ἐν Κορίνθῳ ἑταίρας τινὸς ἐπαινουμένης ὡς ἐργατικῆς εἰπεῖν τὸν ἀκούοντα ὅτι καὶ πῶς οὐκ ἂν εἴη ἐργατικὴ, ἥτις ἐν μιᾷ ἡμέρᾳ δύο ἱστοὺς καθεῖλε; καὶ δοκεῖ μὲν ὁ λόγος δηλοῦν δύο ἱστάρια. τὸ δʼ ἦν ἄλλως, ὅτι ταχὺ δύο ναυκλήρους ἀπήγαγεν ἐκείνη τοῦ εὐπορεῖν, φοιτῶντας ἐπʼ αὐτήν. Ἔτι ὁ ὑποβολιμαῖος οὗτος Κρητικὸς καὶ Φείδωνά τινα ἱστορεῖ Θεσπρωτῶν βασιλέα, ὃς αὐτὸν δῆθεν περιεσώσατο αἴθρῳ καὶ καμάτῳ δεδμημένον, παρελκύσας ταῦτα ἐκ τῶν κατὰ τὴν Φαιακίαν. ἔνθα καὶ τὴν ἑῴαν στίβην ἐδεδίει καὶ τὸ ἐκεῖθεν ψύχος, ὃ ἐνταῦθα διὰ τοῦ αἴθρου ὑποδηλοῖ. εἰ δὲ φιλόξενοι καὶ μεγαλόδωροι ἐκεῖσε οἱ Φαίακες, ἀλλʼ ἐνταῦθα ὁ Θεσπρωτῶν βασιλεὺς Φείδων ἀστείως λέγεται οἷα ὀλίγα τινὰ δοὺς τούτῳ, χλαῖναν δηλαδὴ καὶ χιτῶνα. χώρα δὲ καὶ πόλις ἡ Θεσπρωτία περὶ τὰ ἔσχατα Θετταλίας. ἀρσενικοῦ δὲ γένους ὁ ῥηθεὶς αἶθρος. ὡς γὰρ πύλη πύλος, οἷον, πύλῳ ἐν νεκύεσσι, καὶ ὠνὴ ὦνος, ὡς τὸ, ἄσπετον ὦνον ἕλοιτο, καὶ χολὴ χόλος, οὕτω καὶ αἴθρη αἶθρος. ἐξ οὗ αἰθρηγενέτης. κεῖται δʼ ἐνταῦθα καὶ κῦμα κυλίνδον ἐπʼ αὐτοῦ τοῦ κύματος. ὡς γὰρ ἄνεμος λέγεται κῦμα κυλίνδειν, οὕτω καὶ κῦμα κυλίνδον ἐστὶ τὸ κυμαινόμενον. Ἔστι δʼ ἐν τούτοις καὶ τὸ ἀπριάτην ὡς ἐπίῤῥημα, δηλοῦν τὸ δίχα τοῦ πρίασθαι, ἵνα ᾖ ἀντὶ τοῦ προῖκα, κατὰ ἀναλογίαν τοῦ ἄντην καὶ μάτην. ἴσως δὲ καὶ ὡς ὄνομα. φησὶ γάρ· ἔνθα με κομίσατο ἀπριάτην. ἐν δέ γε τῇ Ἰλιάδι ληφθεῖσα καὶ ὡς ὄνομα ἡ τοιαύτη λέξις θηλυκοῦ γένους ἦν. Κεῖται δʼ ἐν τούτοις καὶ τὸ πυθόμην μετὰ γενικῆς, οἷον· ἔνθʼ Ὀδυσσῆος ἐγὼ πυθόμην, ὁμοίως τῷ, πυνθανόμην Ἰθάκης. ποιεῖται δὲ μνήμην καὶ Δωδώνης πόλεως Θεσπρωτικῆς ποτὲ, εἰ καὶ ὕστερον ὑπὸ Μολοττοῖς, φασὶν, ἐγένετο. καὶ τὴν ἐκεῖσε μαντικὴν δρῦν ἐκλαλεῖ, εἰπών· τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ, περὶ ἧς καὶ ἐν τοῖς ἑξῆς κεῖται. Ἱερὰ δὲ κατὰ τὸν γεωγράφον δρῦς τιμᾶται ἐν Δωδώνῃ, ἀρχαιότατον ὑποληφθεῖσα φυτὸν καὶ πρῶτον τροφὴν ἀνθρώποις παρασχόν. ὁ δʼ αὐτὸς καὶ εἰς τὰς ἐκεῖ λεγομένας μαντικὰς πελείας φησὶν ὅτι αἱ πέλειαι εἰς οἰωνοσκοπίαν ὑπονοοῦνται, καθὰ καὶ κορακομάντεις ἦσαν τινές. οἱ δὲ τὸ παλαιὸν μὲν ἄνδρας προφητεύειν φασὶν, ὕστερον δὲ τρεῖς ἀποδειχθῆναι γραίας προφήτιδας, ἃς πελείας καλεῖσθαι, γλώσσῃ Μολοττῶν, ὡς τοὺς γέροντας πελείους. καὶ πᾶσι μὲν ἐκεῖ γυναῖκας χρηματίζειν, ὅ ἐστι χρᾶσθαι καὶ μαντεύεσθαι. μόνοις δὲ Βοιωτοῖς ἄνδρας καὶ τὴν αἰτίαν ὁ γεωγράφος ἐκτίθεται, λέγων καὶ Τόμουρον ἢ Τμάρον ὄρος Θεσπρωτικὸν, ἐν ᾧ τὸ Δωδωναῖον ἱερόν. διὸ καὶ ἐν τῷ, εἰ μὲν αἰνήσουσι Διὸς μεγάλοιο θέμιστες, ὅ περ ἐν τοῖς μετὰ ταῦτα γράφει ὁ ποιητὴς, ἕτεροι γράφουσιν, εἰ μὲν αἰνήσουσι Διὸς μεγάλοιο τόμουραι, λέγοντες, μὴ εὖ ἐνταῦθα κεῖσθαι τὸ θέμιστες, ἀλλὰ δεῖν μᾶλλον εἰπεῖν μαντεῖαι, ὃ δηλοῦσιν αἱ τόμουραι. οἷς φαίνεται σύστοιχος εἶναι καὶ ὁ παρὰ τῷ Λυκόφρονι τόμουρος. Ἡρόδοτος δὲ ἀρχαιότατον εἰπὼν τῶν ἐν Ἕλλησι χρηστηρίων τὸ ἐν Δωδώνῃ μαντεῖον φησὶ καὶ ὅτι λέγεται ὡς δύο μέλαιναι πελειάδες ἐκ Θηβῶν τῶν Αἰγυπτίων ἀναπτάμεναι ἡ μὲν ἐς Λιβύην ἀφίκετο, ἡ δὲ εἰς Δωδώνην, ἔνθα καθεσθεῖσα ἐπὶ φηγὸν ἐλάλησε φωνῇ ἀνθρωπίνῃ, χρῆναι μαντεῖον ἐκεῖ Διὸς γενέσθαι, καὶ ἐγένετο. ἡ δὲ ἑτέρα πέλεια χρηστήριον Ἄμμωνος ἐκέλευσε ποιεῖν τοὺς Λίβυας, καὶ ἐποίησαν. δοκοῦσι δέ μοί, φησιν, αἱ πελειάδες αὗται βάρβαροι γυναῖκες εἶναι, διὸ καὶ ἐδόκουν ὁμοίως ὄρνισι φθέγγεσθαι. μετὰ δὲ χρόνον συνετᾷ ἐλάλουν βαρβαρίζουσαι. τὸ δὲ μέλαν τῆς πελειάδος σημαίνει ὅτι Αἰγυπτία ἡ γυνὴ ἦν. ἱέρειαι δέ, φησι, τῶν Δωδωναίων, πρεσβυτάτη μὲν Προμένεια, ἡ δὲ μετʼ αὐτὴν Τιμαρέτη, ἡ δὲ νεωτάτη Νικάνδρη. περὶ δὲ Δωδώνης δηλοῦται καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. δῆλον δὲ, ὡς ἐκ ταύτης καὶ τὸ <!-- 2.73 -->παροιμιακὸν Δωδωναῖον Χαλκεῖον, περὶ οὗ Παυσανίας φησὶν, ὅτι ἐν Δωδώνῃ πολλῶν παραλλήλων κειμένων λεβήτων, εἴ τις ἑνὸς ἅψεται, φασὶν ἐκ διαδοχῆς πάντας ἠχεῖν. Ἀριστοτέλης δὲ δύο στύλους εἶναι λέγει, καὶ ἐπὶ μὲν θατέρου λέβητα ἑστάναι, ἐπὶ δὲ θατέρου παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας καὶ σειομένους ὑπʼ ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Τὸ δὲ κρύβδην κρυφηδὸν ἐνταῦθα φησὶν, εἰπών· ἢ ἀμφαδὸν ἠὲ κρυφηδόν. ὃ καὶ κάλλος ἔχει τὸ ἐκ παρισώσεως. ἐν ᾧ σημείωσαι ὅτι οὐκ ἔστι τὸ, ἢ ἀμφαδὸν ἠὲ κρυφηδὸν, νοῆσαι ὡς ἐν τοῖς πρὸ τούτων τινὲς ἔφασαν, ἀντὶ τοῦ καὶ φανερῶς καὶ κρύφα, ἀλλʼ ἔστι φανερῶς διστακτικὸν τὸ νόημα. ἔστι δὲ ἐν τούτοις καὶ πιστωτικὸν φιλίας τὸ, ὄμνυε δὲ πρὸς ἔμʼ αὐτόν. κεῖται δʼ ἐνταῦθα καὶ τὸ τυγχάνειν ἐπὶ τοῦ κατὰ τύχην γίνεσθαι, οἷον· καί μοι μάλʼ ἐτύγχανε πάντα, ἤγουν εὐτυχῶς ἀπέβαινε· καὶ, τύχησε γὰρ ἐρχομένη νηῦς ἐς Δουλίχιον. Τὸ δὲ Δουλίχιον, νῆσος δὲ αὕτη μία τῶν Ἐχινάδων δηλουμένη καὶ ἐν Βοιωτίᾳ, πολύπυρον λέγει. ἔοικε γὰρ πίων εἶναι ἡ νῆσος καὶ ἀγαθὴ σιτοφορεῖν. λέγει δὲ καὶ βασιλέα ταύτης Ἄκαστόν τινα ὁμώνυμον τῷ ᾀδομένῳ ἥρωϊ. δύης δὲ πῆμα φησὶν ἐν τῷ, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην· ὅ περ ὅμοιόν πώς ἐστι τῷ, πῆμα ἄτης, ὡς Σοφοκλῆς· μὴ κακὸν κακῷ τιθεὶς ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει. καὶ ἔοικε δύη μὲν καὶ ἄτη δαιμονιώδεις τινὲς πλάττεσθαι οὐσίαι, πῆμα δὲ εἶναι τὸ ἐκ τῆς δύης καὶ τῆς ἄτης κακόν. ἴσως δὲ καὶ περιφραστικῶς ἄτης πῆμα καὶ δύης πῆμα ἡ ἄτη αὐτὴ καὶ ἡ βλάβη, ὡς καὶ δούλιον ἦμαρ ἡ δουλεία. ἐρεῖ γάρ· αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο. ἔνθα ἔστιν ἰδεῖν ὡς ἐξέφυγε ψυχρότητα γραφῆς ὁ ποιητὴς εὐμεθόδως. ἄλλος μὲν γάρ τις ἐπετηδεύσατο ἂν, ὡς εἰκὸς, ἐγγὺς τοῦ, Δουλίχιον πολύπυρον θεῖναι τὸ, δούλιον ἦμαρ, εἰπὼν ὡς πλεύσας ἐς Δουλίχιον δούλιον ἦμαρ εἶδον, Ὅμηρος δὲ τοῦτο παραῤῥίψας μετὰ τέσσαρας στίχους τοῦ ἐς Δουλίχιον ἐπήγαγε τὸ δούλιον ἦμαρ, οὐ τεχνησάμενος παιγνήμονα παρήχησιν ἔνθα μὴ ἐχρῆν. ἔτι Ὀδυσσεὺς πιθανολογεῖ καὶ τὴν τῶν ῥωγαλέων ἱματίων ἔνδυσιν, παθεῖν αὐτὴν πλαττόμενος ὑπὸ τῶν Δουλιχιωτῶν. λέγει δὲ καὶ νηὸς ὅπλον ἐϋστρεφὲς τὸ σχοινίον, καὶ τὸ λῦσαι τοῦ δεσμοῦ ἀναγνάμψαι ἐν τῷ, αὐτὰρ ἐμοὶ δεσμὸν ἀνέγναμψε θεὸς αὐτός· ἡ μὲν γὰρ σύνδεσις καμπὴν ἔχει, ἡ δὲ λύσις ἀνακάμπτει. εἰπὼν δὲ καὶ ὅτι ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασα θαλάσσῃ στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι νηχόμενος, μάλα δʼ ὦκα θύρῃφι ἔα ἤγουν ἔξω τῆς θαλάσσης ἦν, ἐφόλκαιον τὸ πηδάλιον λέγει, ὡς ἀρέσκει τοῖς παλαιοῖς, παρὰ τὸ ἐφέλκεσθαι τῇ νηΐ. διὸ καὶ ξεστὸν αὐτό φησιν, οὐ μὴν γλαφυρὸν ἢ μέλαν ἢ ἄλλο τι τῶν ταῖς ναυσὶν ἐπιτιθεμένων, ἐφόλκιον μέντοι, εἶδος πλοίου παρά τε τῷ γεωγράφῳ· φησὶ γάρ· ἐφόλκια δύο λέμβοις λῃστρικοῖς ὅμοια καὶ πλοῖον μέγα, καὶ παρὰ Παυσανίᾳ εἰπόντι· λέμβος καὶ ἐφόλκιον, σκάφος ἢ πλοῖον. τὸ δʼ αὐτὸ ἐφόλκιον καὶ ἐφολκίδα λέγει ὁ τὰ ἐρωτικὰ παίξας Ἀλεξανδρεὺς ῥήτωρ, πλεονάσας τῇ λέξει διὰ τὸ καίριον. δῆλον δὲ ὅτι τε λέμφος διὰ τοῦ φ οὐ μὴν διὰ τοῦ βῆτα ἡ πεπηγυῖα μύξα κατὰ τοὺς παλαιοὺς ἐκ τῶν μυκτήρων· ὅθεν καὶ λέμφος ὁ εὐήθης. ἐπειδή, φασιν, εἰς μωρίαν διέσκωπτον τοὺς ῥεομένους ἐκ τῶν μυκτήρων. ὅθεν καὶ ἀπομύξαι τινὰ τὸ ἐξαπατῆσαι, καὶ ὅτι καὶ τὰ μυξώδη κρέα λέμφοι ἐκαλοῦντο, καὶ ὅτι ὥς περ ὁ λέμφος ὁ προσεχῶς ῥηθεὶς καινὴ καὶ τοῖς πολλοῖς ἀσυνήθης λέξις ἐστὶν, οὕτω καὶ ὁ παρὰ τῷ κωμικῷ Κρατίνῳ σάννας. αὐτὸς μέντοι οὐ τὸν εὐήθη ἁπλῶς δηλοῖ, ἀλλὰ τὸν μωρὸν, ὃν ἴσως ἡ κοινὴ γλῶσσα τζαννὸν λαλεῖ. δόξοι δʼ ἂν εἰλῆφθαι ἡ λέξις ἀπὸ τῶν Ἀσιανῶν σάννων, οὓς οἱ ἰδιῶται τζάννους καλοῦσι, βαρβαρικοὺς ὄντας καὶ, ὡς εἰκὸς, εὐήθεις διʼ ἀπαιδευσίαν. ὁ δὲ τὸν σάνναν τοῦτον παρασημηνάμενος Ἀριστοφάνης ὁ γραμματικὸς καὶ ἄλλας ἐκτίθεται καινοφώνους λέξεις, οἷον, ἀσίλλαν, σκεῦός τι ἰχθυηρὸν, οὗ χρῆσις παρὰ Σιμωνίδῃ ἐν τῷ, πρόσθε μὲν ἀμφʼ ὤμοισιν ἔχων τρηχεῖαν ἀσίλλαν, ἰχθῦς ἐξ Ἄργους ἐς Τεγέην ἔφερε. προφέρει δὲ καὶ τὸ, μοιχὴ καὶ μοιχὶς ἀσυνήθη, διʼ ὧν δηλοῦται ἡ μοιχαλὶς, καὶ τὸ στεγανόμιον, ὃ δηλοῖ, φασὶ, παρʼ ἡμῖν μὲν τὸν τόπον ἐν ᾧ ἑστιῶνται, παρʼ Ἀττικοῖς δὲ τὸν μισθὸν τοῦ πανδοχείου· καὶ τὸ ἐπικοκκάζειν ὕβρει, ἢ κατά τινας ἐπιμηκάζειν, ὅθεν παρὰ Ἀριστοφάνει τὸ, ἀοιδὸς ἐπικοκκάστρια. λέγει δὲ καὶ λαπίζειν παρὰ Σοφοκλεῖ τὸ συρίζειν καὶ βαυβᾶν τὸ κοιμᾶσθαι, οἷον· ἡ δὲ προὐκαλεῖτό με βαυβᾶν μετʼ αὐτῆς. ὅθεν, φησὶ, καὶ παρὰ Κρατίνῳ τὸ, λόγος τις ὑπῆλθʼ ἡμᾶς ἀμαθὴς συβαύβαλος. συνάπτει δὲ τούτοις ξενικὸν καὶ τὸ ἀρδαλῶσαι ἤγουν μολύναι, <!-- 2.74 -->προφέρων καὶ τὸ, τὴν μὲν ἄρδαν ἀπʼ ἐμοῦ σπόγγισον· καὶ τὸ, Αἰγύπτιος θοιμάτιον ἠρδάλωσέ μου. παραδίδωσι δὲ καὶ ὅτι τὸ ἐσχάζοσαν παρὰ Λυκόφρονι καὶ παρʼ ἄλλοις τὸ ἐλέγοσαν καὶ τὸ, οἱ δὲ πλησίον γενομένων φεύγοσαν, φωνῆς Χαλκιδέων ἴδιά εἰσιν. ἔτι καὶ τὸ στίμμιν, περὶ οὗ ἀλλαχόθι ἐγράφη, θηλυκῶς προάγει, εἰπὼν ὅτι στίμμις ἡ εἰς τὰ ὄμματα χρήσιμος Αἰγυπτίων μέν ἐστι φωνή. κεῖται δὲ ὅμως καὶ παρὰ Ἴωνι τῷ ποιητῇ, ἐν τῷ, καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον. ἔφη δὲ καὶ ὅτι ἡ μαγὶς ἀπὸ τῆς μάζης ἢ τοῦ μαστεύειν ῥηθεῖσα παράγει τὸν μάγειρον, ὃς οὕτω, φησὶ, λέγεται παρὰ τὸ μαγίδας αἴρειν ἤγουν προσφέρειν. ἔτι λέγει καὶ δοκὸν τὴν δόκησιν καὶ ὑπόληψιν, οἷον, τῷ γʼ ἐμῷ δοκῷ ἤγουν τῇ ἐμῇ δοκήσει. καὶ ὅτι παρὰ Αἰτωλοῖς τὸ τοῖς γέρουσι γερόντοις φράζεται, οἷον, Μιλησίοις καὶ ταῖς συναρχίαις καὶ τοῖς γερόντοις, καὶ τὸ παθήμασι παθημάτοις. καὶ Πλάτων δέ, φησιν, ὁ κωμικὸς, ὁ πρόσωπος εἴρηκεν ἀντὶ τοῦ πρόσωπον, καὶ ἀντὶ τοῦ γάλακτος ἢ γάλατος τοῦ γάλα ἔκλινε δισυλλάβως. εἴρηται δέ, φησι, καὶ τὸ ἀπόστηθι ἀπόστα, καθὰ δηλαδὴ καὶ τὸ κατάβηθι κατάβα παρὰ Ἀριστοφάνει, καὶ οἱ ἔμετοι ἐμίαι ὡς κοχλίαι. Εὔπολις δέ, φησιν, ἐπὶ τοῦ κακοφώνου τὸν ἐμίαν τίθησιν. ἐπὶ δὲ πᾶσι λέγει ὁ αὐτὸς γραμματικὸς καὶ μομφὸν παρʼ Εὐριπίδῃ τὴν μέμψιν λεχθῆναι. καὶ τοιαῦτα μὲν ταῦτα. Ἐκ δὲ τοῦ προειρημένου ἐφολκίου, ὃ παραλήγεται καταμόνας τῷ ἰῶτα διχρόνῳ, καὶ τὸ σῶμα οἱ σοφοὶ συμβολικῶς παροιμίας λόγῳ, ἐφόλκιον φασίν. ὡς μεγάλῃ τινὶ ἐφελκόμενον νηῒ, τῇ ψυχῇ, χρήσιμον δὲ ἴσως εἰς τὴν τοιαύτην λέξιν καὶ τὸ, ἐφελκομένοισι πόδεσσιν, ὃ ἐν Ἰλιάδι κείμενον δηλοῖ πάρεσιν ποδῶν ἑλκομένων ἐν τῷ σύρεσθαί τινα. τὸ δὲ ῥῆμα, ἐξ οὗ καὶ τὸ ἐφόλκαιον καὶ τὸ ἐφόλκιον, ποιεῖ καὶ τὸ ἐφολκὸν, ὃ δηλοῖ τὸ ἐπαγωγὸν, ὡς Καλλίμαχος· ἔχοιμι δέ τι παιδὸς ἐφολκόν. ἡ μέντοι παρὰ τοῖς ἰατροῖς ἐφελκὶς οὐχʼ ὁμοίως γίνεται, ἀλλὰ ἐκ τοῦ ἕλκος. καὶ δοκεῖ τι συντελεῖν εἰς αὐτὴν Ὁμηρικὸν τὸ, ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται. παρὰ δέ γε τῷ δειπνοσοφιστῇ φέρεται καὶ ὅτι ἐφόλκια πλοιάρια διάφορα, ἐφελκόμενα δηλαδὴ μείζοσι ναυσί. φησὶ γάρ· ἐφόλκια δʼ ἦσαν αὐτῇ τῇ τοῦ Ἱέρωνος δηλονότι μεγίστῃ νηῒ τῇ Συρακουσίᾳ κληθείσῃ τὸ πρῶτον, εἶτα Ἀλεξανδρίδι, κέρκουρος, ἐπίκωπος, ἁλιάδες τε καὶ σκάφαι πλείους. τοῦ δὲ καὶ λέμβον τὸ ἐφόλκιον λέγεσθαι χρῆσις φέρεται Ἀναξανδρίδου παρὰ τῷ Ἀθηναίῳ. ἦν δὲ καὶ ἐπίθετον ἢ κύριον ἀνδρός τινος ὁ λέμβος. Τὸ δὲ νηχόμενος ἑρμηνεία ἐστὶ τοῦ χερσὶ διήρεσσα. Τὸ δὲ θύρηφʼ ἔα ἶσον ἐστὶ τῷ, θύραζε ἦν. Τὸ δὲ καὶ προδηλωθὲν ἔα, οὗ χρῆσις καὶ ἐν τῷ, τοῖος ἔα, διαλελύσθαι δοκεῖ ἀπὸ τοῦ ἦ, οὗ μνήμη καὶ παρὰ Αἰλίῳ Διονυσίῳ, εἰπόντι ὡς Ἴωνες μὲν ἔα φασὶν, Ἀττικοὶ δὲ ἦ μονοσυλλάβως, οἱ δὲ μέσοι σὺν τῷ νυ, οἷον, ἐπειδὴ μεστὸς ἦν, ἀνεπαυόμην. τὸ δὲ τρίτον οὐδέ ποτέ φησιν ἄνευ τοῦ νυ. ἕτερος δὲ ῥήτωρ γράφει, ἔα καὶ ἐν συναιρέσει ἦ. Ἴωνες δὲ ἐπεκτείνοντες ἦα φασίν· ὥστε ταυτὸν ἔα καὶ ἦ καὶ ἦα καὶ ἦν καὶ ἔσκον καὶ ἔην ἐπὶ πρώτου προσώπου. κεῖνται γὰρ ἀντὶ τοῦ ὑπῆρχον, ὡς καὶ τὸ, τοῖος ἔον ἐν πολέμῳ. ἔτι πλάττει ὁ ψευδόπτωχος καὶ περὶ ὄρος τὸ Ἰθακήσιον διαφυγεῖν αὐτὸς τοὺς Δουλιχιώτας ναύτας, εἰπών· ἔνθʼ ἀναβὰς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης, κείμην πεπτηὼς, ἤγουν κατεπτηχὼς, εἰπὼν καὶ τοῦτο καθʼ ὁμοιότητα τῶν ἐν τῇ Φαιακίᾳ. Πολυανθῆ δὲ ὕλην λέγει, οὐκ ἐξ ἀνάγκης τὴν ἄρτι τοιαύτην, ἀλλὰ τὴν ἐν καιρῷ τοῦ ἀνθεῖν. ἐπὶ δὲ πᾶσι κολακεύων τὸν ξεινοδόκον Εὔμαιον λαλεῖ ὅ περ εἰκὸς καὶ παρʼ ἄλλου ὁμοίου τινὸς ῥηθῆναι πρὸς ξενοδοχοῦντα· καί με σταθμῷ ἐπέλασεν ἄγων θεὸς, ἀνδρὸς ἐπισταμένου. ἔτι γὰρ νύ μοι αἶσα βιῶναι. καὶ ὅρα τὸ, ἔτι γὰρ δή μοι αἶσα βιῶναι, οἰκεῖον ὂν εἰπεῖν ἐξαλύξει κινδύνου, ὥς περ καὶ τὸ, ἐμὲ δʼ ἔκρυψε θεὸς αὐτὸς, πρέπει λέγειν ὁπηνίκα πολεμίους λαθὼν ἐκφύγῃ τις. σταθμὸν δὲ καὶ νῦν τὸν ἀγροτικὸν οἶκον λέγει, ὡς ἐκ μέρους τοῦ κατὰ τὰς θύρας. ἐπιστάμενον δὲ ἄνδρα τὸν σπουδαῖον φησὶν ἤτοι ἀγαθόν. ἀφʼ οὗ γέγονεν ἀφορμὴ τοῖς ὕστερον τοῦ λέγειν ἐπιστήμας τὰς ἀρετάς. καὶ τοιαῦτα μὲν ὡς ἐν ὀλίγῳ ἐπελευστικῶς ἀνθολογῆσαι τὰ τῆς ἡρωϊκῆς ψευδομυθίας. ὧν ἐν μέσῳ καὶ νόημά τι ἐμφαίνεται φιλόσοφον τὸ μὴ ἐξανάγκης ἀεὶ τὰ σύνθετα διαιρεθέντα τὴν αὐτὴν φυλάσσειν ἔννοιαν. φιλόσοφος μὲν γὰρ καὶ φιλῶν σοφίαν ὁ αὐτὸς, καθὰ καὶ φιλοσοφία καὶ φιλία σοφίας. οὕτω δὲ καὶ ἐπὶ ἑτέρων μυρίων ὅσων, οὐ μὴν ἀεὶ τὸ τοιοῦτον. τὴν γοῦν οἰκωφελίαν ὄνομα σύνθετον ἕτερον οἶδεν ὁ ποιητὴς ἐν τούτοις τοῦ, οἶκον ὀφέλλειν. εἰπὼν γοῦν ὁ ψευδοπλάνης Ὀδυσσεὺς, ὅτι ἔργον δέ μοι οὐ φίλον ἔσκεν οὐδʼ οἰκωφελία, ἐπάγει μετʼ ὀλίγα, ὅτι ἐν πολέμοις πολλὰ μὲν ἐξαιρεύμην, τουτέστιν ἐξῃρούμην, ἤγουν κατʼ ἐξαίρετον ἐκλεγόμενος <!-- 2.75 -->ἐλάμβανον ὡς οἷα γέρας, καθὰ πρὸ ὀλίγων ἐῤῥέθη, πολλὰ δʼ ὀπίσω λάγχανον, αἶψα δὲ οἶκος ὀφέλλετο. ἕτερον οὖν οἰκωφελία καὶ ἕτερον ὀφέλλεσθαι οἶκον. ἐκείνην μὲν γὰρ οὐ φιλεῖ Ὀδυσσεὺς, τὸ δὲ ὀφέλλεσθαι οἶκον φιλεῖ πραγματιωδῶς. καὶ ἔστιν ὀφέλλεσθαι μὲν οἶκον τὸ ἄλλως αὔξεσθαι χρήμασιν, ἐξ ὧν δεινός τʼ αἰδοῖός τε παρὰ τοῖς εἰδόσι τις τέθειται, ὡς αὐτὸς εὐθὺς λέγει σεμνύνων συνήθως τὸν πλοῦτον, εἴ γε τοιούτους ποιεῖ τοὺς ἔχοντας. οἰκωφελία δὲ κατὰ τοὺς παλαιοὺς ἡ οἰκουρία καὶ ἐπιμέλεια τοῦ οἴκου διὰ γεωργίας τυχὸν ἢ τοιούτου τινὸς, οὐ μὴν διʼ ἀποδημίας τῆς κατʼ ἐμπορίαν ἢ κατὰ πόλεμον. καὶ ἄλλως δὲ εἰπεῖν, οἰκωφελία ἐστὶ πορισμὸς βίου εἰρηναίου ἤτοι τοῦ κατὰ εἰρήνην κουροτρόφου διὸ εἰπὼν οἰκωφελίη ἐπήγαγεν· ἢ τρέφει ἀγλαὰ τέκνα, ὃ ταυτόν ἐστι τᾷ, κούρους τρέφει, τουτέστι κουροτρόφος ἐστὶν, ἀπεναντίας πρὸς τοὺς βροτολοιγοὺς πολέμους καὶ τὰ ἑξῆς λυγρὰ καὶ ῥιγηλά. εἰσὶ δὲ οἳ καὶ τὴν οἰκοδομίαν οἰκωφελίαν εἶπον, διʼ ἧς οἶκος ἀνεγειρόμενος ὀφέλλεται, ὅ ἐστιν αὔξεται. τοῦτο δὲ ἴσως εὐτελέστερον καὶ οὐ πόῤῥω γελοίου. οὕτω καὶ παρʼ Ἡσιόδῳ ὁ χειροδίκης μὲν τὸ σύνθετον οὐκ ἀγαθόν. δηλοῖ γὰρ τὸν κατὰ χεῖρα βίαιον· ᾧ δὲ δίκη ἐν χερσὶν, ἀγαθὸς ἐκεῖνος. ψέγων οὖν ἐκεῖνος τοὺς τότε λέγει, ὅτι δίκη ἐν χερσὶν αὐτοῖς καὶ αἰδὼς οὐκ ἔστιν. Ἔτι ὁμοίως ὑπὸ σκιᾷ μὲν μαχοῦνται κατὰ Ἡρόδοτον Ἕλληνες, τοῦ νέφους τῶν βαρβαρικῶν βελῶν σκιάζοντος τὸν ἥλιον. ἡ δὲ σκιαμαχία τὸ σύνθετον καὶ τὸ σκιαμαχεῖν ἑτέραν ἔχουσιν ἔννοιαν. Ἔτι καθʼ ὅμοιον τρόπον καὶ τὸ, ὠμογέροντα δέ μιν φασὶν εἶναι, διάφορον ἔοικεν εἶναι τοῦ, ὠμῷ γήραϊ δῶκε τὸν Λαέρτην θανοῦσα ἡ γυνή. ὠμογέρων μὲν γὰρ ἡλικία γέροντος, ἄρτι παραλλάξαντος τὸν ἀκμάζοντα καὶ ἐλευσομένου εἰς τὸ λέγεσθαι γέρων, εἶτα εἰς τὸ πέμπελος, μετὰ δέ γε εἰς τὸ σύφαρ. ὠμῶς μέντοι γηράσαι λέγεται ὁ μὴ ἀκριβῶς γέρων ἀλλὰ πρὸ ὥρας πεπανθεὶς τῷ γήρᾳ. καὶ τοιόνδε μὲν καὶ τοῦτο. Πολλὰ δὲ τῶν τοῦ ῥηθέντος ψευδοχωρίου χρήσιμα καὶ εἰς λόγων παραπλοκὰς, οἷον τὸ, τοὶ δὲ ζωὴν ἐδάσαντο καὶ ἐπὶ κλήρους ἐβάλοντο, χρήσιμον εἰς περιουσίας δασμόν. ἔνθα καὶ κάλλος ἔχει τὸ ἐν τοῖς δυσὶ στίχοις ὁμοιοκατάληκτον. ἐν οἷς καὶ περίφρασις τοῦ θανεῖν τὸ, ἀλλὰ τοῦτον μὲν Κῆρες ἔβαν θανάτοιο φέρουσαι εἰς Ἀΐδαο δόμους, ἤγουν ἀλλʼ οὗτος μὲν ἔθανεν. ἔπαινος δὲ προσωπικὸς τὸ, ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκʼ ἐμῆς ἀρετῆς, ὅ ἐστιν ἀνδρίας. ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος. εἰ δὲ καὶ δυστυχὴς τὰ ἐσύστερον ἀπεκβῇ ὁ τοιοῦτος, οἰκεῖα καὶ τὰ ἐφεξῆς· νῦν δʼ ἤδη πάντα λέλοιπεν, ἀλλʼ ἔμπης καλάμην γε, καὶ ἑξῆς, ὡς προγέγραπται. ὁμοίως δὲ ἔπαινος ἀνδρίας καὶ τὸ, ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη· καὶ ῥηξηνορίην ὁπότε κρίνοιμι λόχονδε ἄνδρας ἀριστῆας κακὰ δυσμενέεσσι φυτεύων. οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ. ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος προμάχου δίκην, καὶ διὰ τὸ ποδώκης δὲ, ὡς εἰκὸς, εἶναι, ἔγχει ἕλεσκον ἀνδρῶν δυσμενέων, ὃς ἄν μοι εἴξειε πόδεσσιν, ὑποχωρήσας δηλαδή. τοῖος ἔον ἐν πολέμῳ, τῷ κατὰ γῆν δηλονότι. ἔργον δέ μοι οὐ φίλον ἔσκεν οὐδʼ οἰκωφελίη ἥτε τρέφει ἀγλαὰ τέκνα. εἰ δὲ καὶ ναύμαχος ἀγαθὸς ὁ τοιοῦτος, ἐπιπρέπει καὶ τὰ ἐφεξῆς τούτοις· ἀλλά μοι νῆες ἐπήρετμοι φίλαι ἦσαν καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοὶ, λυγρὰ, τά τʼ ἄλλοισί γε καταριγηλὰ πέλονται. αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε, τά που θεὸς ἐν φρεσὶ θῆκεν. ἐπειδὴ, ὡς ἐῤῥέθη, ἄλλος ἄλλοις τέρπεται ἔργοις. ἔστι δʼ ἐν τοῖς ἄρτι ῥηθεῖσι θάρσος μὲν, θερμότης ἔμφρων ἐναντία τῷ θράσει, ἣν καὶ λαβεῖν ἐξ Ἀθηνᾶς φησὶν Ὀδυσσεύς. ῥηξηνορία δὲ ἡ ἐκ ῥωμαλεότητος ἀνδρία καὶ ῥῆξις ἀνέρων ἀνθισταμένων, ἣν ὁ Ἄρης αὐτῷ δοῦναι λέγεται ἐν τῷ, θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη. ὃ δὴ καὶ αὐτὸ Ἀλκμανικόν ἐστι σχῆμα κατὰ τὸ, Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε. Τὸ δὲ οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς, ἐν πολέμῳ δηλαδή. ἄλλως γὰρ ἐν τοῖς ἑξῆς κατʼ οἶκον εὕρηται Ὀδυσσεὺς ὀϊσάμενος θάνατον, ὃς ἐπετέλλετό ποτε τῇ γυναικὶ, ὡς εἰ τεθνήξομαι, ποίησον τὰ καὶ τά. Λόχου δὲ μέμνηται ὡς ἐν αὐτῷ μάλιστα, καθὰ καὶ ἡ Ἰλιὰς δηλοῖ, τῶν ἀνδρείων διαφαινομένων. Ἔργον δέ τινες τὴν γεωργίαν μόνην ἐνόησαν κατʼ ἐξοχὴν ἐν τῷ· ἔργον δέ μοι οὐ φίλον ἔσκε, παρὰ τὴν ἔραν λέγοντες τοῦτο καὶ τὴν γῆν ταυτοδυνάμους λέξεις. οἰκωφελίαν δὲ, οὐ μόνον τὴν οἰκουρικὴν οἰκονομίαν, ἀλλὰ καὶ τὴν ἐμπορίαν. τὴν οἰκοδομίαν γὰρ, ὡς καὶ προεῤῥέθη, νοῆσαι ἀποδεδοκίμασται. Τὸ δὲ ἐπήρετμοι καὶ τὰ ἑξῆς πρὸς διαστολὴν κεῖται τῶν ἄλλως μετὰ φόρτου <!-- 2.76 -->ναυτιλλομένων. εἰ γὰρ καὶ ἐκεῖνο εἶδεν οἶκον ὀφέλλειν, ἀλλʼ Ὀδυσσεὺς προτιμήσασθαι λέγει τὸ κινδυνωδέστερον. Τὸ δὲ λυγρὰ καὶ τὸ ῥιγηλὰ, ὅ ἐστι φρικτὰ καὶ θανατηρὰ, οὐδετέρως προῆκται, ὡς πρὸς πράγματα. πάντως γὰρ πρᾶγμα καὶ οἱ λυγροὶ καὶ ῥιγηλοὶ πόλεμοι καὶ τὰ ἑξῆς. Τὸ δὲ ἄλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν θεὸς ἐφράσατο ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσεν ὁποία καὶ ἡ περὶ Τροίαν, ἐπὶ μεγάλου πολέμου ἢ καὶ ἄλλως ὁδοῦ ἐπικινδύνου ῥηθήσεται. Φόβον δὲ δήμου ἐμφαίνει τὸ, οὐδέ τι μῆχος ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις, ἤγουν ὠργίζονται οἱ δημόται. Καὶ ὅρα τὸ φῆμις διὰ τοῦ ἰῶτα καὶ νῦν ἔχον τὴν παραλήγουσαν. Σπουδὴν δὲ ἐμπορικὴν φράζει τὸ, ὀλίγον ἔμεινα τεταρπόμενος τεκέεσσι κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν. αὐτὰρ ἔπειτα θυμὸς ἀνώγει ναυτίλλεσθαι, νῆας εὖ στείλαντα. ἐξ οὗ ῥήματος καὶ ὁ στόλος γίνεται. Ἐννέα δὲ αἱ τοιαῦται πλάττονται νῆες διὰ τὸ φιλεῖσθαι τὸν τοιοῦτον ἀριθμὸν τῷ ποιητῇ φανερῶς. Εἰλαπίνην δὲ λαμπρὰν δηλοῖ τὸ, ἐξῆμαρ μὲν ἔπειτα οἱ δεῖνα δαίνυντο, αὐτὰρ ἔγωγε ἱερήϊα πολλὰ παρεῖχον δαῖτα πένεσθαι. λέγει δὲ καὶ νῦν ἱερεῖα τὰ σφάγια. Πλοῦν δὲ εὐτυχῆ φράζει τὸ, ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ῥηϊδίως, ὡσεὶ καταῤῥόον, περὶ οὗ προείρηται. οὐ δέ τις οὖν μοι νηῶν πημάνθη, ἀλλʼ ἀσκεθέες καὶ ἄνουσοι ἥμεθα. τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον. Καὶ ὅρα τὸ ἀσκεθέες. ὅ περ εἰ μὲν ἀπὸ τοῦ ἀσκῶ ἀσκήσω γίνεται, συστολὴν ἔπαθε τοῦ τῆς προπαραληγούσης η εἰς ε, ὁμοίως τῷ, ξηρὸν ξερόν· οἷον, ποτὶ ξερὸν ἠπείροιο· εἰ δὲ ἀπὸ τοῦ σχέθω ἐτυμολογεῖται, φυσικῶς ἔχει τὸ ε. δύναται δὲ καὶ ἐκ τοῦ ἀσκῶ ἀσκέσω γενέσθαι ἀσκεθὴς, καθʼ ὁμοιότητα τοῦ, ποθῶ ποθέσω καὶ στερῶ στερέσω, ὡς τὸ, οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελεν, ὃ ἐν τοῖς πρὸ τούτων ἔφη ὁ ποιητής. Στρατηγικὸν δὲ τὸ, ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι. κεῖται δὲ ἡ τοῦ ὀπτῆρος ἤτοι κατασκόπου χρῆσις καὶ παρὰ Σοφοκλεῖ. Εἰ δὲ τυχόν τινες θρασυνάμενοι στρατιωτικώτερον κακόν τί που μέγα δράσουσι, ῥηθείη ἂν περὶ τῶν τοιούτων τὸ, οἱ δʼ ὕβρει εἴξαντες ἐπισπόμενοι μένεϊ σφῶν, αἶψα μάλα τῶν δεῖνα ἀνδρῶν περικαλλέας ἀγροὺς πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, αὐτούς τʼ ἔκτεινον. τάχα δʼ ἐς πόλιν ἵκετο ἀϋτή. ταῦτα δὲ καὶ ληΐδος ἔχουσιν ὑπογραμμόν. ὥς περ πολέμου φανεροῦ τὰ ἐφεξῆς· οἱ δὲ βοῆς ἀΐοντες ἦλθον. πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων, χαλκοῦ τε στεροπῆς. ἐν δὲ θεὸς φύζαν τοῖς δεῖνα κακὴν βάλεν. οὐδέ τις ἔτλη μεῖναι ἐναντίβιον, ὃ δὴ ἑρμηνεία φύζης ἐστί. περὶ γὰρ κακὰ πάντοθεν ἔστη, τουτέστι περιεστάθη καὶ κύκλῳ ἔστη τὰ κακά. ἐπιφωνηματικῶς δὲ τοῦτο κεῖται καθʼ ὁμοιότητα τοῦ, πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. Αὐτομόλου δέ τινος οὐ πάνυ εὐτυχοῦς χαρακτὴρ τὸ, αὐτὰρ ἐμοὶ θεὸς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα ποίησεν, ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν, ἔτι γὰρ δή με πῆμα ὑπέδεκτο. αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός. αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων, καὶ κύσα γούναθʼ ἑλὼν, ὁ δʼ ἐρύσατο, τουτέστιν ἐφύλαξε, καί μʼ ἐσάωσεν. ἄγε δʼ οἴκαδε δακρυχέοντα. ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν, ἱέμενοι κτεῖναι. δὴ γὰρ κεχολώατο λίην· διὰ τὸ πολλὰ κακὰ δηλαδὴ ἐκ τοῦ αὐτομόλου παθεῖν. ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε. θεοῦ δʼ ὠπίζετο μῆνιν, ὡς καὶ προεῤῥέθη, ξεινίου, τοῦ νεμεσῶντος κακὰ ἔργα, τουτέστιν ἐπὶ κακοῖς ἔργοις κατὰ ἀντίπτωσιν, ἢ διὰ τὰ κακὰ ἔργα κατὰ προθέσεως ἔλλειψιν. φασὶ δὲ οἱ παλαιοὶ ἐν τῷ, βασιλῆος ἐναντίον ἤλυθον, ὅτι ὁ Σέθως ἐβασίλευεν Αἰγύπτου τότε. περὶ Αἴγυπτον γὰρ τὸ πλάσμα ὑπόκειται, ἧς καὶ χωρίζει τὴν Λιβύην ὁ ποιητὴς, ἔνθα ἐκεῖθεν ἐς Λιβύην ἀπῆγε τὸν Ὀδυσσέα Φοίνιξ ἀνὴρ περάσων αὐτὸν ἐκεῖ, ὡς προείρηται. Ἐν δὲ τοῖς ῥηθεῖσιν ὅρα τὸ ἔκτοσε ἀπὸ τοῦ ἐκτὸς, ὅμοιον ὂν τῷ, παντὸς πάντοσε καὶ ἄλλος ἄλλοσε. Ἔτι δὲ ὅρα καὶ τὸ, κύσα γούνατα, τουτέστιν ἐφίλησα, εἶδος ὂν καὶ αὐτὸ γουνάσματος ἐνδιαθετώτερον τοῦ, λάβε γούνων. Τὸ δὲ ὡς ὄφελον θανέειν, καὶ ἑξῆς, ἐπεμβολή ἐστι, παθαινομένην ψυχὴν διαγράφουσα. καὶ ταῦτα μὲν τοιαῦτα. Ἀγυρτικοῦ δὲ ἤθους τὸ, ἔνθα ἑπτάετες μένον. πολλὰ δʼ ἄγειρα χρήματα. δίδοσαν γὰρ ἅπαντες. περὶ Αἰγυπτίων δὲ τὸ πλάσμα, ὧν τὸ φιλόδωρον οἶδε καὶ ὁ Μενέλαος, ὥς περ εἰς τὸ τῶν Φοινίκων ἀπατήλιον καὶ τρωκτικὸν μαρτυρεῖ Ὀδυσσεύς. Παραμονὴν δὲ φιλικὴν λαλεῖ τὸ, ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον <!-- 2.77 -->εἰς ἐνιαυτόν· ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο, ἂψ περιτελλομένου ἔτεος, καὶ ἐπήλυθον ὧραι, τότε δὴ ἐγένετο τόδε τι, ἐγράφη δὲ ταῦτα καὶ ἀλλαχοῦ. Εἰ δὲ τὸ μεῖνα καὶ τὸ μῆνες παρηχεῖ, ἔστιν ἐκ τῶν ἤδη ῥηθέντων σκοπεῖν. Τελεσφόρος δὲ ὁ ἐνιαυτὸς διατί λέγεται, ἑτέρωθι δηλοῦται. δῆλον δὲ ὅτι καὶ λόγος τελεσφόρος τροπικῶς ὁ εἰς ἔργον ἀπεκβάς. Τὸ δὲ ἐξετελεῦντο διὰ ποιητικὸν ὄγκον ἐγράφη. ἄλλως γὰρ οὐκ ἐκώλυεν ἐξετελοῦντο εἰπεῖν. Ἀκούσιον δὲ πειθὼ φράζει τὸ, τῷ δʼ ἑπόμην ὀϊόμενός περ ἀνάγκῃ. Πέλαγος δὲ κἀνταῦθα δηλοῖ ἀχανὲς τὸ, ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν καὶ ἑξῆς οἱ δύο στίχοι, παραφρασθέντες ἀπὸ τῆς μ ῥαψῳδίας ἐκ τοῦ, ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν. κατὰ μόνον γὰρ τὸ, ἀλλʼ ὅτε δὴ τὴν νῆσον μὲν καὶ τὸ, ἀλλʼ ὅτε δὴ Κρήτην μὲν, διαφέρουσιν οἱ στίχοι οὗτοι τῶν ἐκεῖ. Φιλοξένου δὲ ἀνδρὸς τὸ, ἐπελθὼν αἴθρῳ καὶ καμάτῳ δεδμημένον, περὶ ὧν εἴρηται, ἦγεν ἐς οἶκον χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα. ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν, ὥς περ αὖ πάλιν πειρατικὰ τὸ, τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ ἀμφʼ ἐμοὶ, ὄφρʼ ἔτι πάγχυ δύης, ὡς καὶ προεγράφη, ἐπὶ πῆμα γενοίμην. ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς, αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο. ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν. ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖς ὁρᾶς· ὅ περ Ὅμηρος ποιητικῶς ὅρηαι φησὶ προπαροξυτόνως ὡς ἀπὸ ἐνεστῶτος τοῦ ὅρημι, οὗ χρῆσις παρὰ Θεοκρίτῳ· κατὰ δέ τινας ὁρῆαι προπερισπωμένως, ἐκ τοῦ ὁρᾶται ἐνδείᾳ τοῦ τ καὶ τροπῇ τοῦ α εἰς η. ἔτι πειρατικὸν καὶ τὸ, ἐμὲ μὲν κατέδησαν ὅπλῳ νηὸς ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες δόρπον ἕλοντο. Εἰ δὲ καὶ φύγῃ παραδόξως τοὺς πειρατὰς ὁ τοιοῦτος δεσμώτης, καλὸν εἰπεῖν καὶ ἐκ τῶν ἐφεξῆς, ἄλλα τέ τινα καὶ τὸ, αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψεν, ὡς ἐῤῥέθη, θεὸς αὐτὸς ῥηϊδίως. καὶ δὴ ἀναβὰς ὅθι τυχὸν δρίος, τουτέστι δάσος, ἦν πολυανθέος ὕλης, κείμην πεπτηὼς, ὡς καὶ αὐτὸ προεδηλώθη. οἱ δὲ μεγάλα στενάχοντες φοίτων. ἀλλʼ ἐπεὶ οὔ σφιν ἐφαίνετο κέρδιον εἶναι μαίεσθαι προτέρω, τουτέστι ζητεῖν ἐπὶ πλέον προσωτέρω, οἱ μὲν πάλιν αὖτις ἔβαινον, ἐμὲ δʼ ἔκρυψε θεὸς αὐτός. Ὅρα δὲ τὸ, γαίης πολλὸν ἀπέπλω ναῦς, ἀορίστως λεχθέν. τὸ μέντοι πρὸ αὐτοῦ ἀλλʼ ὅτε Κρήτην ἐλείπομεν οὐδέ τις ἄλλη φαίνετο γαιάων ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα, οὐχʼ οὕτως ἦν ἀόριστον, ἀλλὰ πάνυ πολὺ ἐδήλου πελάγισμα. ἐν ᾧ καὶ ὅρα τὸ, οὐδέ τις ἄλλη γαιάων. τὸ γὰρ ἄλλη πρὸς διαστολὴν τῆς Κρήτης κεῖται, γαίας οὔσης, ὡς προδεδήλωται. οὕτω δὲ καὶ ἐν τῷ, ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, πρὸς διαστολὴν τῆς κατὰ τὴν νῆσον ταύτην γαίας κεῖται. ἀστεῖον δʼ ἐν τούτοις καὶ τὸ Κρήτην μὲν ἁπλῶς ὀνομάσαι ὡς φύσει περίκλυτον, Ἰθάκην δὲ περιφράσαι ἐν τῷ, ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο, ἵνα τῇ περιφράσει σεμνόν τι προσλάβηται ἡ πατρίς. Τὸ δὲ ἐκ μὲν εἵματʼ ἔδυσαν, τὸν παρὰ τοῖς ὕστερον λωποδύτην συνέθετο. Τὸ δὲ στενάχοντες τραχυφωνότερον τοῦ στενάζοντες καὶ δοκεῖ ἐγκεῖσθαι αὐτῷ ἰαχή. Τὸ δὲ, καὶ νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι, τόσσα ἐνὶ μεγάροις κειμήλια κεῖτο ἄνακτος, πλούτου περιουσίαν δηλοῖ. παραλαλεῖ δʼ ἐν τούτοις Ὀδυσσεὺς, ἃ ἐκ τῶν Φαιάκων κτήματα ξυναγείρατο, χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε ὑφάντην, ὅ ἐστι εὐϋφῆ, ὡς καὶ προδεδήλωται. Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ, ἆ δειλὲ, ὡς καὶ ἀλλαχοῦ. τοῦτο μέντοι νῦν καὶ ὑπερθετικῶς συντέτακται, ἁπλοῦν μὲν ὂν, ληφθὲν δὲ ἀντὶ ὑπερθετικοῦ, ἢ ἀλλʼ ἀντὶ συγκριτικοῦ. φησὶ γάρ· ἆ δειλὲ ξείνων, ἀντὶ τοῦ δειλαιότερε ἢ δειλαιότατε, ὁποῖόν τι καὶ ἐν τοῖς ἑξῆς τὸ, δαιμόνιε ξείνων. ἔχει δέ τι οἴκτου τὸ, ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης. δυσπιστία δὲ λόγου τὸ, ἀλλὰ τάδʼ οὐ κατὰ κόσμον ὀίομαι, ἤγουν ἄκοσμα νομίζω, οὐδέ με πείσεις εἰπών· τί σε χρὴ τοῖον ἐόντα μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτός. Καὶ ὅρα τὸ μαψιδίως ψεύδεσθαι, δηλοῦν ὡς τὸ μὴ μάτην ψεύδεσθαι οὐ πάνυ ψεκτόν. Ἰστέον δὲ ὅτι τὸ ἆ κλητικὸν ἐπίῤῥημα ὂν, καθὰ καὶ τὸ ὦ, ἔχει πρὸς τῇ κλίσει, ὡς πολλαχοῦ φαίνεται, καί τινα πλείω ἔμφασιν ἐπὶ σχετλιασμῷ ἢ θαύματι κατὰ τοὺς παλαιοὺς ἢ καὶ ἄλλως οἴκτῳ. ὁμοίῳ δέ τινι λόγῳ καὶ τὸ αἲ δυσφορικόν τέ, φασιν, ἐστὶ καί που καὶ μεμπτικὸν, ὡς δηλοῖ καὶ τὸ, αἲ τάλαν, παρὰ τῷ κωμικῷ, εἰ καὶ ὡς ταπολλὰ θρηνητικόν ἐστιν. Ὅτι δὲ τὸ ἆ ψιλούμενον καὶ περισπώμενον καὶ ἀντὶ τοῦ αἴθε λαμβάνεται, δῆλον ἐκ τῶν <!-- 2.78 -->παλαιῶν, οἳ καὶ χρῆσιν εἰς τοῦτο παράγουσιν. Ὅτι καθάπερ ἐν Ἰλιάδι καθʼ Ὅμηρον ὁ Βελλεροφόντης ἀπήχθετο πᾶσι θεοῖς, οὕτω καὶ Ὀδυσσεὺς ἐνταῦθα κατὰ τὸν Εὔμαιον εἰπόντα· ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς νόστον ἐμοῖο ἄνακτος, ὅτʼ ἤχθετο, ἤγουν ὃς ἤχθετο πᾶσι θεοῖς πάγχυ μάλα, ὅ περ ἐκ παραλλήλου δηλοῖ τὸ λίαν. σημεῖον δὲ τοῦ τοιούτου ἔχθους τῷ δούλῳ τὸ ἀκλειῶς ἐκεῖνον Ἁρπυίαις ἀπαχθῆναι. Ἰστέον δὲ ὅτι τὸ ὅτʼ ἤχθετο δύναται νοηθῆναι καὶ ἀντὶ τοῦ, ὅτι ἐμισήθη, ὁ νόστος δηλαδὴ ἢ ὁ Ὀδυσσεύς. Ὅτι ὑπότροπος μὲν ἐν τοῖς ἑξῆς ὁ ὑποστραφεὶς καὶ παλιννοστήσας, ἀπότροπος δὲ ὁ κεχωρισμένος καὶ οἷον ἐξόριστος. φησὶ γὰρ Εὔμαιος τῷ δεσπότῃ· αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος, ἐφʼ οἷς ἑρμηνεύων τί ἐστι τὸ ἀπότροπος, ἐπάγει· οὐδὲ πόλινδε ἔρχομαι, εἰ μή πού τι ἡ δέσποινα κελεύσει. εἶτα δηλῶν τὸ ἐν μὲν τοῖς ἄλλοις φύσει φιλοπαθὲς ἑαυτοῦ, ὀκνηρὸν δὲ εἰς τὸ πολυπραγμονεῖν τὰ δεσποτικὰ, φησίν· ἀλλʼ οἱ μὲν ἕκαστα παρήμενοι ἐξερέουσι καὶ οἳ, ἄχνυνται περὶ Ὀδυσσέως, τουτέστιν οἱ αὐτῷ φίλοι· καὶ οἳ, χαίρουσι βίοτον νήποινον ἔδοντες, ἤγουν οἱ ἐχθροί. ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἔρεσθαι. οὗ καὶ αἰτίαν προσθεὶς ἐπάγει· ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ, ὃς δὴ ἄνδρα κτείνας πολλὴν ἐπὶ γαῖαν ἀληθεὶς ἤλυθʼ ἐμὸν πρὸς σταθμὸν, ἐγὼ δέ μιν ἀμφαγάπαζον, τουτέστιν ἐφίλουν, ἐφιλοφρονούμην. φῆ δέ μιν οὐκ ἀκοῦσαί που κατὰ σὲ, ἀλλὰ ἐν Κρήτεσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι νῆας ἀκειόμενον, τὰς οἱ ξυνέαξαν ἄελλαι. καὶ φάτʼ ἐλεύσασθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην, πολλὰ χρήματʼ ἄγοντα σὺν ἀντιθέοις ἑτάροισι. καὶ ὅρα ὡς ἑνὸς πτωχοῦ ψευσαμένου καὶ λυπήσαντος τὸν Εὔμαιον ὑπόπτως ἐκεῖνος ἔχει καὶ πρὸς τοὺς λοιποὺς, καὶ ὅτι καὶ ὁ τοιοῦτος Αἰτωλὸς κατὰ Κρήτην σκηνοβατεῖ τὰ κατʼ αὐτὸν ψεύσματα. μή ποτε δὲ καὶ εὐφυῶς καὶ ἀστείως τὸ τοιοῦτον ἐθνικὸν ὁ Αἰτωλὸς, ἐπελέγη ἐκ τῶν ἄλλων ἐθνῶν τῷ ποιητῇ, ἵνα τὸν ἐπαίτην δηλώσῃ. κἀντεῦθεν καὶ ὁ κωμικὸς εἴτε καὶ ἄλλως ἡ παροιμία ὠφέληται εἰπεῖν τὼ μὲν χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ δὲ νοῦς ἐν Κρωπιδῶν. εἶτα κατὰ παραγραμματισμὸν Κλωπιδῶν, ἵνα σκωπτικῶς δηλώσῃ τὸν ταῖς χερσὶ μὲν αἰτοῦντα καὶ οἱονεὶ καὶ αὐτὸν λαλοῦντα ἔμβαλε κυλλῇ, τῷ δὲ νῷ κλέπτοντα. ὅτι δὲ οἱ παλαιοὶ καὶ κατὰ παραγραμματισμὸν τραυλισμοῦ ἐκωμῴδουν, δηλοῖ μὲν καὶ τὸ Κλωπιδῶν. Κρωπιδῶν γὰρ ὤφειλεν εἶναι ὡς ἀπὸ γένους ἢ τόπου. δηλοῖ δὲ παρὰ τῷ αὐτῷ κωμικῷ καὶ τὸ, ὁ λᾶς; θέωλος τὴν κεφαλὴν κόλακος ἔχει. βούλεται μὲν γὰρ δῆθεν Ἀλκιβιάδης ὡς ἐν ὀνείρῳ εἰπεῖν ἐρωτηματικῶς, ὁρᾶς; ὁ Θέωρος τὴν κεφαλὴν κόρακος ἔχει. τραυλίζων δὲ ἐκεῖνος, οὐδὲ γὰρ οὐδὲ τορῶς εἶχε τῆς γλώσσης, φησίν· ὁ λᾶς, τουτέστιν ὁ λίθος, διὰ σκληρότητα καὶ δυσαισθησίαν ὁ θέωλος, τουτέστιν ὃν θεὸς ἐξολέσει, κεφαλὴν κόλακος ἔχει. ἐσκώπτετο γὰρ καὶ ἐπὶ κολακείᾳ ὁ κωμῳδούμενος Θέωρος. οὐ μόνον δὲ ἡ κωμῳδία ἐκπίπτουσά ποτε τῆς τοῦ ἀμεταβόλου ῥῶ κραυγῆς εἰς τὴν κλαγγὴν τοῦ λάμβδα κατολισθαίνει, ἀλλὰ καὶ ὁ ποιητὴς οἶδε τοιοῦτον μεταγραμματισμὸν, οὐ παίζων μέντοι ἀλλὰ σπουδάζων. ἐν γοῦν τοῖς κατὰ Φαίακας εἰπὼν ἐπὶ τοίχων τὸ ἐρηρέδαται ἀπὸ τοῦ ἐρείδω, ἐρήρεισται γὰρ ὁ τοῖχος ἐῤῥοίζησεν οἷον τῷ ἀμεταβόλῳ, ἐληλέδαται εἰπὼν ἀπὸ τοῦ ἐλῶ ἐλάσω, διττὴ γὰρ φέρεται γραφὴ, ἔλιγξε μέν πως τῷ ἤχῳ, γελοῖον δὲ εἶπεν οὐδέν. ὅμοιον δέ τι γίνεται καὶ εἴ τις ἐκ τοῦ κρώζω εἰς τὸ κλώζω καιρίως μεταπέσοι ποτὲ, ἢ ἐκ τοῦ ῥυσόμενος εἰς τὸ λυσόμενος καὶ οὕτω μὲν ταῦτα. Τετραχῶς δὲ λεγομένων τῶν ἐθνικῶν ἀπὸ ἔθνους, ἀπὸ χώρας, ἀπὸ πόλεως, καὶ ἀπὸ βασιλείας, χωρικὸν ἐθνικόν ἐστιν ὁ Αἰτωλός. δύναται δὲ καὶ ἀπὸ ἔθνους λεχθῆναι, καὶ ἀπὸ βασιλείας δὲ, καὶ μὴν καὶ ἀπὸ πόλεως. καὶ χωρικὸν μέν ἐστιν, ὡς ἀπὸ χώρας τῆς τῶν Αἰτωλῶν. ἐθνικὸν δὲ, καθότι ἔθνος τι καὶ οἱ Αἰτωλοί. ἀπὸ βασιλείας δὲ, διὰ τὸν προϋπάρξαντα Αἰτωλόν. οὕτω καὶ ὁ Ἀργεῖος, ἀπὸ βασιλείας τὸ τοιοῦτον ἔχει ἐθνικόν. ὁμοίως καὶ ὁ Ἕλλην καὶ ὁ Δαναὸς καὶ ὁ Ἀχαιὸς, ὃς ὅτι καὶ Ἀχαὸς λέγεται ἐκδρομῇ τοῦ ἰῶτα, ὁμοίως τῷ, παλαιὸς παλαὸς, δηλοῦται ἐν τοῖς παλαιοῖς. διὸ καὶ οἱ λέγοντες Ἀχαιϊκὸν Ἄργος ἢ ἄλλο τι τοιοῦτον διὰ τῆς αι διφθόγγου, καὶ αὖ πάλιν Ἀχαϊκὸν διὰ μόνου τοῦ ἰῶτα ὀρθῶς φράζουσιν, ἐκεῖνο μὲν διὰ τὸν Ἀχαιὸν, τοῦτο δὲ διὰ τὸν Ἀχαόν. Τὸ δὲ νῆας ἀκειόμενον οὐκ ἐπὶ νεοπαγῶν λέγεται νηῶν. πῶς γὰρ νέαι ἃς ξυνέαξαν ἄελλαι; εἴρηται δὲ ἀντὶ τοῦ, φιλοκαλοῦντα, ἀναῤῥάπτοντα. ὅθεν καὶ ἀκέστριαι αἱ ῥάπτριαι ἢ ἀνυφάντριαι. εἴρηται δὲ περὶ τῆς τοιαύτης λέξεως καὶ ἀλλαχοῦ. εἰκὸς δὲ καὶ ἰατρικῶς εἰρῆσθαι τὴν λέξιν πρὸς τὸ πάθος τῶν νεῶν. οὕτω γάρ τις ἀκέσεται νῆας ἃς συνέαξαν ἄελλαι. Ἐν δὲ τῷ, ἐς θέρος ἢ ἐς ὀπώρην, ὀπώρα, ὡς καὶ ἀλλαχοῦ, ἢ τὸ μεταξὺ θέρους καὶ φθινάδος ὥρας ἢ τὸ μετόπωρον, ὡς καὶ <!-- 2.79 -->αὐτὸ οἱ παλαιοί φασι. τοῦτο δὲ ἤγουν τὸ εἰς θέρος ἢ εἰς ὀπώραν τὸν Ὀδυσσέα ἐλεύσεσθαι, καὶ τὸ, πολλὰ χρήματʼ ἄγοντα, πρὸς τὰ τοῦ ψευδοξένου Ὀδυσσέως εἶπεν ὁ Εὔμαιος. ὃς καὶ αὐτὸς κτήματά τε εἶπε πολλὰ συναγηγερμένα εἶναι τῷ Ὀδυσσεῖ, καὶ καιρὸν ἔθετο τῆς ἐκείνου ἐλεύσεως ἡμέραν τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δʼ ἱσταμένοιο, μονονουχὶ λέγων ὅτι ὡς ὁ Αἰτωλὸς ἐψεύσατο, οὕτω καὶ σὺ ὁ Κρητικός. Ὅτι ὁ μὴ ἀνεχόμενος πλανήτου γέροντος ψευδομένου ἐρεῖ τὸ, καὶ σὺ γέρον πολυπενθὲς, ἐπεὶ σέ μοι ἤγαγε θεὸς, μήτε τί μοι ψεύδεσσι χαρίζεο, μηδέ τι θέλγε, τουτέστιν ἀπάτα. οἱ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδήσομαι οὐδὲ φιλήσω, ἤγουν ἀμφαγαπάσω, ὡς πρὸ βραχέων εἴρηται, ἀλλὰ τὸν ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων, ἤγουν σέ. ὁ δὲ ξένος εἴ περ ἀληθεύειν θαῤῥεῖ, οὐκ ἂν ὀκνήσοι τοιαῦτα εἰπεῖν· ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος, οἷόν σε οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω, ὅ περ ἑρμηνεία ἐστὶ τοῦ, οὐδʼ ὀμόσας ἐπήγαγον. ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὕπερθε μάρτυρος ἀμφοτέροισι θεὸς, ὃς Ὄλυμπον ἔχει. δεῖ γὰρ καὶ μαρτύρων τῇ ῥήτρῃ. ἔστι δὲ ῥήτρη συμφωνία καὶ συνθήκη ἐπί τισι ῥητοῖς, ὅ ἐστιν ὡρισμένοις. οἱ μέντοι μετὰ τὸν Ὅμηρον ῥήτρην τὴν δημηγορίαν φασὶ, καθὰ καὶ ὁ Λυκόφρων. Ἐκ δὲ τοῦ ῥηθέντος ἐπήγαγον καὶ ἐπαγωγὸν παρὰ τοῖς ὕστερον λέγεται τὸ ἐφελκτικὸν καὶ ἡδύ. παθητικῶς δὲ οἱ μεθʼ Ὅμηρον ἐπάγεσθαί φασι τὸ ἐφέλκεσθαι καὶ πείθειν. Τὸ δέ γε μὴ ψεύδεσσι χαρίζεο, ἀκριβῶς ἔχει. πολλαχῶς γὰρ ἔστι χαρίζεσθαι, δώροις, δεξιώσεσιν, ἀληθείαις, ψεύδεσι, καὶ ἑτέροις πολλοῖς. Τὸ δὲ μάρτυρος ἡ ἀπαθὴς ἀρχὴ τοῦ μάρτυς ἐστὶν, ὡς καὶ ἐν ἄλλοις φαίνεται. Ὅτι Ὀδυσσεὺς ῥήτρην μετὰ Εὐμαίου, ὡς ἐῤῥέθη, ἐθέλει ποιήσασθαι, ὅ ἐστι κοινότερον εἰπεῖν, στοιχῆσαι, λαβεῖν χλαῖνάν τε χιτῶνά τε καὶ εἰς τὸ Δουλίχιον πεμφθῆναι εἴ περ ἔλθοι Ὀδυσσεύς. εἰ δέ κέ, φησι, μὴ ἔλθῃσι, δμῶας φησὶν ἐπισσεύσας, τουτέστιν ἐφορμήσας, βαλέειν ἤτοι ῥῖψαι μεγάλης κατὰ πέτρης, ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν. Εὔμαιος δὲ δυσανασχετήσας πρὸς τὴν τοιαύτην ῥήτρην ξεῖνε, φησὶν, οὕτω γάρ κέν μοι εὐκλείη τʼ ἀρετή τε εἴη ἐπʼ ἀνθρώπους ἅμʼ αὐτίκα καὶ μετόπισθεν, ἤγουν μετέπειτα, ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα, τὰ εἰς τροφὴν δηλαδὴ καὶ στρωμνὴν, αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην, ὃ δὴ ταυτολογικὴ περίφρασίς ἐστι τοῦ κτείναιμι. εἶτα καὶ κόμμα ἠθικῶς ἐπάγων δηλοῦν τὴν ἐντεῦθεν θεομηνίαν φησί· πρόφρων ἂν ἔπειτα λιτοίμην θεὸν, ὅ περ διπλῆν ἔννοιαν ἔχει. ἢ γὰρ λέγει βαρέως καὶ εἰρωνικῶς κατʼ ἀντίφρασιν, ὣς οὕτω πρόφρων ἂν εὐξαίμην θεῷ ξενίῳ φονεύσας ξένον, ἢ καὶ ἄλλως κατὰ συναλοιφὴν, ὅτι οὕτως ἂν πρόφρων ἤτοι ἑκούσιος καὶ μετὰ ῥήτρης ἀλιτοίμην ἤγουν ἁμάρτοιμι εἰς θεόν. Καὶ ὅρα, ὡς οὐ μόνον τῶν αὐτίκα μέλει τῷ δούλῳ εὐγενῶς, ἀλλὰ καὶ τῶν μετέπειτα. Τὸ δὲ, ὅς σʼ ἐπεὶ ἤγαγον, ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ σύνηθες τοιοῦτον· εἴ σε ἀγαγὼν οἴκαδε, εἶτα κτείναιμι. Ἐν δὲ τῷ, αὖτις δὲ κτείναιμι, περιττὸς ὁ σύνδεσμος ληφθεὶς συνήθως ἀντὶ τοῦ δή.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-acn`.
