---
title: "Commentary on Homer's Odyssey: Book X"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Κ"
author: Eustathius of Thessalonica
eul_wid: xpw-acj
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-10-xpw-acj"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:994e0a3469a45c42004c0628eaa6f2f9d4c1a4a29645bc35cf0b7bb5af6e2adc"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book X

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Κ*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-acj` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-10-xpw-acj)

## Text

<!-- 1.358 -->Ὅτι παυστικὸν ὑβριστικοῦ ἐρεθισμοῦ τοῦ πρὸς κακόν τινα, τὸ, ἀμφὶ δʼ ἑταῖροι μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος. σχέτλιε. τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα ὃς καὶ νῦν ἐποίησε τό δέ τι; ἴσως δὲ χρησιμεύσει ἐκ τῶν ἐφεξῆς καὶ τὸ, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι. εἰ δὲ φθεγξαμένου τεῦ ἢ αὐδήσαντος ἄκουσε, σύν κεν ἄραξʼ ἡμέων κεφαλάς. ὁ δέ γε μὴ πειθόμενος τοῖς οὕτω παραινοῦσιν εἴποι ἂν, ὣς φάσαν. ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν. ἀλλά μιν ἄψοῤῥον προσέφην κεκοτηότι θυμῷ. Ὅρα δʼ ἐν τούτοις διαφορὰν ὑπεμφαινομένης φθογγῆς καὶ αὐδῆς. οὐ γὰρ ἔφη φθεγξαμένου ἠδʼ αὐδήσαντος, ἀλλὰ φθεγξαμένου ἢ αὐδήσαντος. καὶ ἴσως μέν τις κἀνταῦθα λήψεται ἀντὶ τοῦ και τὸν η σύνδεσμον ἵνα ἐκ παραλλήλου ταυτὰ εἴη τὸ φθεγξαμένου καὶ τὸ αὐδήσαντος. μάλιστα δὲ αὐδὴν μὲν νοήσει τὴν ἀνθρωπίνην, φθογγὴν δὲ τὴν καὶ ἄλλως ἁπλῶς φωνήν. κατὰ τὸ, αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν. Τὸ δὲ μεγαλήτορα θυμὸν, οὐ πάνυ ἀπέοικε τοῦ, βόας βουκολεῖν. καὶ οἶνον οἰνοχοεῖν. καὶ τῶν ὁμοίων. δοκεῖ γὰρ ποιητικήν τινα ἔχειν ἀδολεσχίαν καὶ τὸ λέγειν, μεγαλήτορα θυμόν. ὅμοιον ὂν τῷ, ψυχὴν μεγαλόψυχον. <!-- 1.359 -->Τὸ δὲ κεκοτηότι θυμῷ, λύσις ἀπορίας ἐστίν. ὡς γάρ τινος εἰπόντος διατί μὴ ἐπείσθη τοῖς φίλοις εὖ παραινοῦσι; φησὶν ὅτι διὰ κεκοτηότι θυμῷ. ἀγαθὸς δὲ ὁ θυμὸς κατὰ ἀνδρὸς κακοξένου. Ἐν τούτοις δὲ καὶ μάρμαρον λίθον ὁ Ὅμηρος πλάττει ἀφεθέντα κατὰ τῆς νηὸς, ἵνα τὸ διὰ πολλὴν πυκνότητα βάρος ἐνδείξηται. τοιοῦτοι γὰρ οἱ μάρμαροι λίθοι, διὸ καὶ στίλβουσιν ὡς πυκνοὶ καὶ λεῖοι. ταυτὸν δʼ εἰπεῖν μαρμαίρουσιν, ὅθεν καὶ μάρμαροι λέγονται. ἄλλως δὲ εἴπερ κισσηρώδης τις ἦν ὁ λίθος ἐκεῖνος, οὐκ ἂν ἦν τοσοῦτον αὐτῷ βάρος. φησὶ γοῦν. μαρμάρῳ ὀκριόεντι βαλών. ὁποῖός τις καὶ ἐν τῇ Ἰλιάδι δηλοῦται. Οὗτος δὲ ὁ λίθος δεδίττει τοὺς περὶ Ὀδυσσέα μὴ καὶ ἀφεθεὶς ἀράξῃ τὰς αὐτῶν κεφαλὰς καὶ τὴν νῆα, τουτέστι συντρίψῃ ὡς διὰ Ἄρεος ἤτοι σιδήρου. τόσσον γάρ φασιν ἵησι τουτέστιν ἀφίησιν ὅθεν καὶ ἥμων γίνεται ὁ ἀκοντιστής. καὶ ἱὸς τὸ βέλος. Ὅτι ἐπίγραμμα οἷον τῇ ἐξορύξει τοῦ Κύκλωπος ὀφθαλμοῦ Ὀδυσσεὺς ἐπιγράφει τὸ, Κύκλωψ αἴ κέν τίς σε κατὰ θνητῶν ἀνθρώπων ὀφθαλμοῦ εἴρηται ὅ ἐστιν ἐρωτήσει ἀεικελίην ἀλαωτὴν, φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι, υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα. τοῦτο δὲ Σωκράτης ὕστερον μιμησάμενος ὁπηνίκα πρός τινος ὑπώπια ἔπαθεν, ἐπέγραψε τῷ μετώπῳ, ὁ δεῖνα ἐποίησε. Λέγει δὲ ἀεικελίην ἀλαωτὴν ἢ τὴν αἰκιστικὴν ἢ τὴν ἀεικῶς γενομένην, ὡς μὴ δέον ὂν τὸν τηλικοῦτον τοιαῦτα ποιεῖν κακὰ ὡς καὶ οὕτω κακῶς ἀντιπαθεῖν. Τὸ δὲ κατὰ θνητῶν ἀνθρώπων περιττὴν κἀνταῦθα ἔχει τὴν πρόθεσιν. Τὸ δὲ φάσθαι, φάθι φησὶν ἡ κοινὴ χρῆσις. οὗ τὸ ἀνάπαλιν ἀπόφαθι. κατὰ τὸν εἰπόντα ἢ φάθι ἢ ἀπόφαθι. ἀρέσκει δὲ τοῖς πλείοσιν ἀπὸ τοῦ ἐφάμην μέσου ἀορίστου δευτέρου γενέσθαι. διὸ καὶ παροξυτονεῖσθαι ὡς φύσει βραχέος ὄντος τοῦ παρατελεύτου α. καθὰ δῆλον καὶ ἐκ τοῦ ἔφατο. καὶ φάτο. καὶ φάο. οἷον. ἔπος φαόμενον δʼ ἐπίκευθε. ὧν ἀρχὴ, ὁ ἔφην δεύτερος ἐνεργητικὸς ἀόριστος. οὗ μετοχὴ, φὰς φάντος. καὶ φάντες ἐν Ἰλιάδι, ταὐτὸν ὂν τῷ, φάμενοι. καὶ οὕτω μὲν οἱ πλείους. ὁ δὲ βαθὺς Ἡρακλείδης φαίνεται θέλων φύσει τε μακρὰν εἶναι τὴν παραλήγουσαν τοῦ φᾶσθαι καὶ προπερισπᾶσθαι αὐτήν. εἰπὼν γὰρ χρῆναι ἐν τῷ φημὶ τὸ παθητικὸν εἶναι φαμαὶ διὰ τοῦ ἄλφα καὶ ὅμως ἐκλελοιπέναι διὰ τὸ δισυλλαβεῖν. ἐπεὶ οὐδὲν εἰς μαι λῆγον παθητικὸν καὶ τῷ ἄλφα παραληγόμενον δισυλλαβεῖ, πάντα γὰρ ὑπὲρ δύο συλλαβάς εἰσιν, ὑποκαταβὰς, λέγει ὅτι καθὰ ἐκ τοῦ τιθῶ πεποίηται τὸ τίθημι καὶ ἱστῶ ἵστημι, οὕτω καὶ τοῦ φῶ φῶμαι δευτέρας συζυγίας, φημί. οὗ παθητικὸν φαμαί. ἄῤῥητον δηλαδή. αὐτοῦ δὲ τὸ ἀπαρέμφατον φᾶσθαι. μετʼ ὀλίγα δὲ λέγει καὶ περὶ τοῦ ὡς ἐῤῥέθη Ὁμηρικοῦ φάο τοιαῦτα. τὰ ἐπὶ δευτέρου προσώπου κατὰ παρατατικὸν χρόνον εἰς ο λήγοντα ῥήματα παρέσει τῆς παρατατικῆς αὐξήσεως προστακτικὸν ποιεῖ. οἷον. ἐδείκνυσο. δείκνυσο. καὶ τὰ ὅμοια. οὐκοῦν καὶ ἀπὸ τοῦ ἐφάμην εἰ ἔστι τὸ δεύτερον ἔφασο τὸ προστακτικὸν γενήσεται φάσο, ἐνδείᾳ χρόνου ἑνὸς τοῦ κατʼ ἀρχήν. εἶτα, φάο κατʼ ἔνδειαν τοῦ σίγμα. ἐν τούτοις δὲ γράψας καὶ ὅτι ἀπὸ τοῦ εἰμὶ ἐμαὶ γίνεται τὸ ἤμην οὐ προσλήψει τοῦ ἰῶτα, προκριτέον γάρ φησι τὴν διὰ τοῦ ἦτα γραφὴν, καὶ ἐπαγαγὼν ὅτι τὰ ἐκ δασυνομένου τοῦ ε θέματα προσλαμβάνει τὸ ι ἐν τῇ κινήσει. οἷον, ἕρπω εἷρπον. ἕλκω εἷλκον. ἕπομαι εἱπόμην, ἐπιφέρει καὶ τὸ, ἔχομαι εἰχόμην. καὶ γάρ φησιν ἐν τῷ ἔχω δασὺ ἦν τὸ ε. ἐψιλώθη δὲ διὰ τὴν ἐπιφορὰν τοῦ χ. διὸ ἐδασύνθη ὁ ἔξω μέλλων. διδάσκων, ἀπὸ τῶν αὐτῶν τοῖς ἐνεστῶσι πνευμάτων ἄρχεσθαι τοὺς μέλλοντας. Ὅτι οὐ πάντες οἱ Κύκλωπες ἄγριοι, εἰ δὴ καί τις ἦν παρʼ αὐτοῖς τῶν πάνυ λόγου ἀξίων, μάντις δηλαδὴ ἀγαθός. φησὶ γοῦν ἐνταῦθα πρὸς Ὀδυσσέα ὁ Κύκλωψ οἰμώξας. ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει. ἔσκέ τις ἐνθάδε μάντις ἀνὴρ ἠΰς τε μέγας τε Τήλεμος Εὐρυμίδης, ὅ ἐστιν Εὐρύμου παῖς. ὃς μαντοσύνῃ ἐκέκαστο. καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν. ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω, ἤγουν εἰς τέλος ἐλθεῖν. ποῖα ταῦτα πάντα; χειρῶν ἐξ Ὀδυσσῆος ἁμαρτήσεσθαι ὀπωπῆς. Καὶ ὅρα τὸ τυφλωθῆναι περιφραστικῶς ῥηθὲν ἁμαρτήσεσθαι ὀπωπῆς ὡς καὶ εἴπερ ἔφη, ἀστοχῆσαι ὄψεως. ἢ διεκπεσεῖν. ἢ ἀποπλαγχθῆναι. ἢ καὶ ἄλλως, ὀφθαλμοῦ ἀλαωθῆναι. ἐρεῖ γοῦν εὐθὺς μετʼ ὀλίγα, ὀφθαλμοῦ ἀλάωσας. Τὸ δὲ παλαίφατα θέσφατα, θαυμασία ἐστὶ παρίσωσις καὶ οὐκ ἀξία τοῦ ἀγρίου Κύκλωπος. Ὅρα δὲ καὶ ὅτι ἐξ ὑπαρκτικοῦ συνήθως ῥήματος καὶ νῦν Ὅμηρος ἦρκται διηγούμενος. εἰπών. ἔσκέ τις ἐνθάδε μάντις. Ἔνθα ἰστέον ὅτι τὸ ἔσκε δοκοῦν κοινότερον ἀπὸ τοῦ ἔω ἔσω ἔσκω γίνεσθαι Ἡρακλείδης ἄλλως σκευωρεῖ, εἰπὼν οὕτως. ὥσπερ φιλῶ ἐφίλουν <!-- 1.360 -->ἐφίλεις ἐφίλει, καὶ ἐπὶ ἄλλων ὁμοίως, οὕτω καὶ ὦ οὖν εἶς εἶ, τὰ ὑπαρκτικά. τοῦτο δέ φησι πεποίηκε φανερὸν Ὅμηρος διὰ τοῦ ἔσκω Δωρικοῦ ῥήματος. Δωριέων γὰρ, τὰ εἰς ει δίφθογγον περαιούμενα ἐν παρατατικῷ χρόνῳ ἐπὶ τρίτου προσώπου κατὰ ἀφαίρεσιν τοῦ ι ἐκφερόντων μετὰ προσθέσεως τριῶν στοιχείων. οἷον ἐφίλει ἐφίλεσκεν. ἐνόει ἐνόεσκεν. οὕτω καὶ αὐτὸς ἀπὸ τοῦ προειρημένου εἶ, ἔσκε φησὶν, ἀφελὼν τὸ ἰῶτα καὶ τρία στοιχεῖα προσθεὶς ἤγουν τὸ σ τὸ κ τὸ ε. καὶ οὕτω μὲν ὁ Ἡρακλείδης. Τὸ δὲ ἠΰς τε μέγας τε, Κυκλωπικὸν ἴδιον, ὑπερφίαλοι γὰρ ἅπαντες κατὰ τὸ εὐμέγεθες. Ἰστέον δʼ ἐν τούτοις καὶ ὅτι ὁ μεγάλῳ μὲν ἀντιπάλῳ ἐντυχεῖν ἐλπίσας εὑρὼν δὲ μὴ τοιοῦτον ἐρεῖ ἂν τὸ, ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν. εἰ δὲ καὶ βλαβείη τις ὑπὸ τοιούτου, ἁρμόττει καὶ τὸ ἐφεξῆς. νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς, διέθου τόδε τι κακόν. Κύκλωψ δὲ πρὸς Ὀδυσσέα ταῦτα φησὶν, ἀποκλαιόμενος ὅτι ὀφθαλμοῦ ἀλάωσεν αὐτὸν Ὀδυσσεὺς, ἐπεὶ ἐδαμάσατο οἴνῳ. Καὶ ὅρα ὅπως ὁ παρὰ τοῖς Φαίαξι καὶ μέγας καὶ καλὸς Ὀδυσσεὺς τὸ μηδὲν ἐδόκει τῷ Κύκλωπι, μεγίστῳ δηλαδὴ ὄντι. καὶ ὅτι τὸ ὀλίγος οὐ μόνον ἐπὶ πλήθους, ἀλλʼ ἰδοὺ ἐνταῦθα ἐπὶ μεγέθους ληφθὲν τὸν μικρὸν ἐσήμανεν. ὃ φαίνεται καὶ ἐν τῷ, κῦμα οὔτε μέγα οὔτε ὀλίγον. καὶ ἐν τῷ, ὀλίγην τε τράπεζαν. τοιοῦτον δὲ καὶ Ἡσιόδου τὸ, νῆʼ ὀλίγην αἰνεῖν ἤγουν μικράν. εὑρεθήσεται δὲ καὶ ἐν τοῖς ἑξῆς, ἰχθὺς ὀλίγος, ὁ μικρός. ὁ καὶ ἄπιχθυς, ὡς ἐν τοῖς ἐκεῖσε κείσεται. πάντως δὲ ταυτὸν ὀλίγον εἰπεῖν καὶ τυτθὸν καὶ μικρόν. καὶ δῆλον αὐτὸ καὶ ἐκ τοῦ Τυδεύς. ὃς ἐκ τοῦ τυτθοῦ ἐτυμολογούμενος μικρὸς ἔην δέμας. εἰ δὲ τὸν τυτθὸν εἴτουν μικρὸν ὑψοῖ ἐπηγμένον τὸ, ἀλλὰ μαχητὴς, ἔστι καὶ ἐνταῦθα φάναι, ὡς Ὀδυσσεὺς ὀλίγος μὲν ἦν τὸ μέγεθος, πολὺς δὲ τὴν ἔμπρακτον σοφίαν, καὶ γοργότερον εἰπεῖν, πολυμήχανος. διὸ καὶ κατεσοφίσατο βλάψας μέγα θηρίον τὸν Κύκλωπα. εἶχε δέ που ὁ Κύκλωψ ἀκοῦσαι λόγον ἐξ Ὀδυσσέως ἐφʼ οἷς ἔσκωπται, ὁποῖον καί τίς Αἰγύπτιος βασιλεὺς, ἐξ Ἀγησιλάου τοῦ Λακώνων βασιλεύσαντος. οἷον ὅτι ὁ οὐτιδανὸς ἐγὼ καὶ ὀλίγος καὶ ἄναλκις πολὺς καὶ βριαρὸς ὡς οἷα καί τι θεῖον τέρας ἐπεθέμην σοι. λέγεται γὰρ ὅτι Τάχως μὲν Αἰγύπτιος βασιλεὺς Ἀγησίλαον ἐλθόντα συμμαχῆσαι αὐτῷ βραχὺν τὸ σῶμα ἰδὼν ἔσκωψεν, εἰπὼν τὸ περιᾳδόμενον. ὤδινεν ὄρος, Ζεὺς δʼ ἐφοβεῖτο, τὸ δʼ ἔτεκε μῦν. Ἀγησίλαος δὲ ἀκούσας ἀντελακώνισε, φάμενος ὡς φανήσομαί σοι ποτὲ καὶ λέων. ὕστερον οὖν φασὶν ἀφισταμένων Αἰγυπτίων μηδὲν τῷ Τάχῳ συμπράξας ἐποίησε φυγεῖν ἐκεῖνον εἰς Πέρσας ἐκπεσόντα τῆς ἀρχῆς. Ὅρα δὲ καὶ ὅτι ὁ Κύκλωψ λίαν πάνυ τεθυμωμένος τῷ Ὀδυσσεῖ ὅμως ἠρκέσθη σκώψας τὸν ἐχθρὸν ἠρέμα, ἴσως μὲν διὰ τὸ ἄγροικον, ἴσως δὲ ὅτι μηδὲ εἶχεν εὐκαιρίαν. παρὰ δέ γε τοῖς ὕστερον ἐπετηδεύθησαν εἰκασίαι σμικροποιοὶ σκωπτικαὶ πολλαί. φησὶ γοῦν τις πρὸς Ἀθηναίους, ὡς ὑμεῖς ἀλλήλους ἀεὶ χλευάζετε. ἂν μὲν γὰρ ᾖ τι σμικρὸν παντελῶς ἀνθρώπιον, καλεῖτε αὐτὸν σταλαγμόν. λιπαρὸς περιπατεῖ; ζωμὸς κατωνόμασται. χαίρει τις αὐχμῶν ἢ ῥυπῶν; κονιορτὸς ἀναπέφηνεν. ὄπισθεν ἀκολουθεῖ κόλαξ τῷ; λέμβος ἐπικέκληται. τὰ πόλλʼ ἄδειπνος περιπατεῖ; κεστρῖνος ἐστὶ νῆστις. ὑφείλετʼ ἄρνα ποιμένος παίζων; Ἀτρεὺς ἐκλήθη. ἐὰν δὲ κριὸν, Φρίξος. ἐὰν δὲ κωδάριον, Ἰάσων. ἐν τούτοις δὲ, ὅρα ὅτι τε λέμβος φαίνεται εἶναι τὸ μεγάλῃ νηῒ ἐφελκόμενον ἀκάτιον, καὶ ὅτι κεστρῖνος ὁ κεστρεὺς ἐῤῥέθη. ἐπὶ τούτοις ἰστέον καὶ ὅτι ὁ ὡς ἐῤῥέθη ὀλίγος ἄνθρωπος τῷ πολλῷ ἀντίκειται. οὗ χρῆσις ἐν τῷ, πολλὸς γάρ τις ἔκειτο καὶ ἑξῆς ὡς ἡ Ἰλιὰς δηλοῖ. Ἔτι ἰστέον καὶ ὅτι τὸ ὀλίγον ὀλίζον καθʼ Ἡρακλείδην Ἴωνες φασὶν οἱ νεώτεροι. τῷ ζῆτα ἀντὶ τοῦ γ χρώμενοι. καὶ τὸ μὲν φύγω, φύζω λέγοντες. τὸ δὲ πέφυγα καὶ πεφυγὼς, πέφυζα καὶ πεφυζώς. ἐρεῖ δέ τις φησὶν οὕτω καὶ ἐκ τοῦ φυγῶ φυγήσω πεφυγηκότες, γενέσθαι τὸ πεφυζότες, ἐξαιρεθείσης τῆς μέσης συλλαβῆς καὶ τοῦ γ τραπέντος εἰς ζ. ὃ γίνεται καὶ ἐν τῷ φυγὴ φύζα. ὅθεν φυζινός φασιν ὁ δειλός. εἶτα, φυζακινός. ὡς λεπτὸς λεπτινὸς λεπτακινός. Τούτων δὲ οὕτως ἐχόντων ἰστέον καὶ ὅτι ἐπαναπαύεται ὁ Κύκλωψ οὐτιδανὸν λέγειν τὸν πλαστὸν Οὖτιν Ὀδυσσέα. καὶ ὅτι τὸ ἄκικυς ἐκτείνει τὴν παραλήγουσαν. γράφεται δʼ ἔν τισι καὶ ἀεικής. Ὅρα δὲ καὶ ὅπως ἄφρων ὁ Κύκλωψ εἰπείσεἱν ἀπὸ τῆς ἄρτι τὸν Ὀδυσσέα ἐλπίζει ἐλθεῖν εἰς αὐτόν. καὶ ὡς πάνυ τεχνίτης μαντικῆς ὁ Τήλεμος πρὸς ὄνομα κατευστοχήσας τοῦ τὸν Πολύφημον τυφλώσαντος. καὶ ὡς οὐ μόνον σοφῶς ἀλλὰ καὶ εὐτυχῶς Ὀδυσσεὺς τὸ Οὖτις ἑαυτῷ πλάττεται ὄνομα. οἷον γὰρ ἂν ἔπαθε κακὸν, μὴ ἐπικρύψας ἑαυτὸν τῷ χρησμὸν ἔχοντι ἀπολωλέναι ὑπὸ τοῦ Ὀδυσσέως. Ὅτι ὁ θαῤῥῶν ἐπὶ πατρὶ καὶ ξενίζων τινὰ, δύναται <!-- 1.361 -->εἰπεῖν τὸ, ἀλλʼ ἄγε δεῦρο ἵνα τοι παρὰ ξείνια θείω, πομπὴν δʼ ὀτρύνω δόμεναι τὸν δεῖνα. τοῦ γὰρ ἐγὼ παῖς εἰμὶ, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι. οὐκ ἠρκέσθη δὲ παῖς εἰπὼν, ἀλλʼ ἐπήγαγε καὶ τὸ, πατὴρ δʼ ἐμός ἐστι, διὰ τὴν ὁμωνυμίαν τοῦ παῖς. οὐ μόνον γὰρ δουλική ποτε λέξις ἐστὶν ὡς καὶ αἱ παιδίσκαι δηλοῦσιν, ἀλλὰ καὶ τὸν ἁπλῶς νέον δηλοῖ, καὶ τὸν θέσει δὲ υἱόν. εἰ δὲ καὶ δυνατός ἐστιν εἰς βοήθειαν ὁ τοιοῦτος πατὴρ, πρέποι ἂν καὶ τὸ ἐφεξῆς. αὐτὸς δʼ αἴ κʼ ἐθέλῃσιν ἰήσεται, οὐδέ τις ἄλλος θνητῶν ἀνθρώπων. ἀπαγόρευσις δὲ ἀνθρωπίνης ἐπικουρίας τὸ, αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνος τουτέστι ζωῆς σὲ δυναίμην εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω, ὡς οὐχὶ ὁ δεῖνα ἰήσεταί σε. λέγει δὲ εὖνιν ὡς ἀπὸ τοῦ εἷς ἑνὸς τὸν μεμονωμένον ἤτοι ἐστερημένον. ὅθεν καὶ εὐνοῦχος ὁ ἐστερημένος ὀχείας. ψιλοῦται δὲ τὸ εὖ, ὡς ἔχον ἀναδραμεῖν εἰς ὁμοιότητα τοῦ ἕκηλος εὔκηλος καὶ τῶν ὁμοίων. Οἰκειότητος δὲ λόγος τὸ, εἰ ἐτεόν γε σός εἰμι πατὴρ δʼ ἐμὸς ἢ ἑταῖρος ἢ ἀδελφὸς εὔχεαι εἶναι, δὸς μὴ τόδε τι γενέσθαι. εἰ δὲ καὶ πρὸς κάκωσιν ἡ ἀξίωσις, οἰκεῖον ἐπαγαγεῖν ποτὲ τὸ, δὸς μὴ τὸν δεῖνα οἴκαδʼ ἱκέσθαι. ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐϋκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν, ὀψὲ κακῶς ἔλθοι. Ὅτι οἶδε μὲν Ὀδυσσεὺς ἀπογόνους Ποσειδῶνος τοὺς Κύκλωπας. οὗπερ υἱὸς ὢν ὁ Κύκλωψ πρὸς αἵματος ἦν τοῖς Φαίαξιν. οἶδε δὲ ὅμως καὶ κακῶς διατεθεῖσθαι αὐτοὺς τοῖς Κύκλωψιν. οἵ ποτε σφέας σινέσκοντο. διὸ οὐδὲ ὑποπτεύει βλαβήσεσθαι διηγούμενος παρὰ τοῖς φιλοξένοις μισοκύκλωψι τὴν τοῦ κακοξένου Κύκλωπος τύφλωσιν, τοῦ καὶ κακοῦ καὶ μετὰ κακῶν. εἰ δὲ καὶ φιλίως οὗτοι διέκειντο οἷα πρὸς συγγενῆ ὡς ἐῤῥέθη, ἀλλὰ τὴν ἐκείνου ἀρὰν τελειουμένην ἄρτι προβάλλεται εἰς πειθώ. ὡς ἐκεῖνα πάσχων, ἅπερ ὁ Κύκλωψ εὔξατο. ποῖα ἐκεῖνα; εἰ καὶ μοῖρα ἐστὶν Ὀδυσσῆα πτολιπόρθιον οἴκαδε ἱκέσθαι, ὀψὲ κακῶς ἔλθοι ὀλέσας ἀπὸ πάντας ἑταίρους, νηὸς ἐπʼ ἀλλοτρίας, ὁποία νῦν ἡ τῶν Φαιάκων, εὕροι δʼ ἐν πήματα οἴκῳ. ὥστε τὰ ἐκεῖνα κατεύγματα γίνονται εἴπερ οἱ Φαίακες αὐτὸν εἰς Ἰθάκην νηῒ πέμψουσι. Προεκθετικὴ δὲ ἀναφώνησις τῶν ἐφεξῆς τοῦ Ὀδυσσέως παθῶν καὶ ταῦτα εἰσί. Τὸ δὲ πτολιπόρθιον οὗ πρωτότυπον ὁ πτολίπορθος ὡς τοῦ κάπρος τὸ κάπριος, εἰκῇ παρέῤῥιπται. τί γὰρ ἔδει τὸν Κύκλωπα ἔπαινον Ὀδυσσέως εἰπεῖν; ἴσως δὲ καὶ εἰρωνικῶς αὐτὸ εἶπεν ὁ Κύκλωψ, ὡς τοῦ Ὀδυσσέως πρὸ βραχέων οὕτως ἑαυτὸν καλέσαντος. μονονουχὶ μυκτηρίζων εἴπερ ὁ ὀλίγος καὶ οὐτιδανὸς καὶ ἄναλκις πτολιπόρθιον ἑαυτὸν ἀποκαλεῖ. Ἰστέον δὲ ὅτι τε ἀνάλογα τὸ, πτολιπόρθιος. καὶ τὸ, αἰδοῖος αἰδοίϊος. ὁμοῖος ὁμοίϊος. ὀρθὸς ὄρθιος. λοῖσθος λοίσθιος. καὶ ὅτι πρὸς τοιαύτην ἀκολουθίαν καὶ οἱ Δωριεῖς τὸ ἆσσον ἄσσιον φασὶν, ὡς παραδέδοται, καὶ τὸ αἶψα αἴψιον, καὶ τὸ μᾶλλον μάλλιον. οὕτω δὲ καὶ τὸ ἐγγὺς ἔγγιον. Ὅτι ναύσταθμον φράζει τὸ, ἔνθα περ ἄλλαι νῆες ἐΰσσελμοι μένον ἀθρόαι, ἐλλιμενισμὸν δὲ τὸ, νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν. ἐκ δʼ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης. τί δὲ τὸ κέλσαι καὶ τίς ὁ ῥηγμὶν, ἀλλαχοῦ δηλοῦται. Ὅτι τὰ τοῦ Κύκλωπος μῆλα ἐπίσης ἐδάσαντο κατὰ νῆας οἱ ἀμφὶ τὸν Ὀδυσσέα. ἀρνειὸν δὲ αὐτῷ ἔδοσαν ἔξοχα. ἴσως, τὸν περισωσάμενον αὐτὸν, ὃν καὶ ἔθυσεν ἐπὶ θινὶ Διῒ φυξίῳ ἴσως ἢ καὶ σωτῆρι κατὰ τοὺς ὕστερον Ἀττικούς. ὁ δέ φησιν οὐκ ἐμπάζετο ἱρῶν. τουτέστιν οὐκ ἐπεστρέφετο τῆς θυσίας. ὥστε οὐδὲ ἐκαλλιέρει τηνικαῦτα Ὀδυσσεύς. ἀλλʼ ὅγε φησὶ μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι νῆες καὶ ἐμοὶ ἑταῖροι. καὶ τοῦτο δὲ προαναφώνησις τῶν ἐφεξῆς ποιηθησομένων ἐστίν. εἶτα διαφόρων στίχων ῥηθέντων ὡς ἐν τύπῳ κέντρωνος περὶ δαιτὸς καὶ ὕπνου καὶ ἀπόπλου, πολλαχοῦ γὰρ καὶ ἀλλαχοῦ κεῖνται, πληροῦται ἡ ῥαψῳδία.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Κ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Τὰ περὶ τὸν Αἴολον ἀπαγγέλλει τὸν τῶν ἀνέμων φύλακα, ὡς ἔδωκεν Ὀδυσσεῖ οὔριον ἄνεμον τὸν Ζέφυρον, τοὺς ἄλλους ἀνέμους ἐγκαθείρξας ἀσκῷ. ὃν οἱ ἑταῖροι λύσαντες κοιμωμένου Ὀδυσσῆος, ἅτε ἐν αὐτῷ χρυσὸν εἶναι νομίζοντες, ὑπονοστοῦσι πρὸς Αἴολον. οὐ προσιεμένου δὲ τοῦ Αἰόλου τὸν <!-- 1.362 -->Ὀδυσσέα ἐκεῖθεν ἀποπλέων εἰς Λαιστρυγόνας ἀφικνεῖται. παρʼ οἷς ἕνδεκα τῶν νεῶν ἀπολέσας μιᾷ εἰς Αἰαίαν τὴν νῆσον παραγίνεται. καὶ σὺν Εὐρυλόχῳ τοὺς ἡμίσεας τῶν ἑταίρων κλήρῳ λαχόντας ἐκπέμπει πευσομένους τίνες οἱ κατοικοῦντες. μεταμορφωθέντων δὲ ἐκείνων εἰς σύας ὑπὸ τῆς Κίρκης πλὴν Εὐρυλόχου, αὐτὸς ἐπὶ ζήτησιν ἐλθὼν, λαβὼν παρὰ τοῦ Ἑρμοῦ φάρμακον τὸ μῶλυ, οὐδὲν βλάπτεται. ἀλλὰ καὶ ἑταίρων τὴν ἀρχαίαν φύσιν λαβόντων ἐνιαυτὸν παραμείνας παρὰ τῇ Κίρκῃ εἰς Ἅιδου κατέρχεται.

ΟΔΥΣΣΕΙΑΣ Κ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.

Ὅτι τὰ περὶ Αἰόλου καὶ Λαιστρυγόνων καὶ Κίρκης διαλαμβάνουσα ἡ κ ῥαψῳδία οὕτω καὶ ἐπιγράφεται ὑπὸ τῶν παλαιῶν. ἀρχομένη ἐντεῦθεν. Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθα. ὃ ἑρμηνεύων ἐπάγει. ἔνθα δʼ ἔναιεν Αἴολος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσι, πλωτῇ ἐνὶ νήσῳ. εἶτα ἐκφράζων τὸ κατʼ αὐτὴν στεῤῥὸν φησί. πᾶσαν δέ τέ μιν πέρι τεῖχος χάλκεον ἄῤῥηκτον. λισσὴ δʼ ἀναδέδρομε πέτρη. καὶ ἴσως τοῦτό ἐστι τὸ χάλκεον τεῖχος, πέτρα δηλαδὴ λεία καὶ δυσανάβατος, περιβόλου δίκην τὴν νῆσον περιθέουσα. ἄλλως γὰρ ἀπίθανόν ἐστι νοῆσαι τεῖχος ὅλον χάλκεον. Αἴολοι δέ φασι τρεῖς ἐν ταῖς ἱστορίαις ὀνομαστοὶ, εἷς ὁ Κρηθέως καὶ Ἀθάμαντος καὶ Σισύφου πατὴρ, Ἕλληνος παῖς, ὃν Ἕλληνα γόνῳ μέν φασι Διὸς εἶναι, λόγῳ δὲ Δευκαλίωνος, ἕτερος δὲ Αἴολος, ὁ ἐκ Μελανίππης καὶ Ἱππότου ὁ διατοῦτο νῦν Ἱππωτάδης, τρίτος δὲ ὁ ἐκ Ποσειδῶνος καὶ Ἄρνης. Ἀσκληπιάδης δὲ, ἐπὶ τὸν τρίτον τοῦτον φησὶ τὸν Ὀδυσσέα ἐλθεῖν. Ὅτι δὲ ὁμώνυμος λέξις ὁ Αἰόλος οὐκ ἔστιν ἀμφιβαλεῖν. κύριόν τε γάρ ἐστι, σημαίνει δὲ καὶ τὸν ποικίλον καὶ τὸν ταχύν. καὶ ὄνομα δὲ ἰχθύος. ὡς δῆλον ἐκ τοῦ, δύο γένη σκάρων. ὧν ὁ μὲν, ὀνίσκος. ὁ δὲ, αἰόλος. Ὅτι δὲ τοῦ πρώτου Αἰόλου ἤγουν τοῦ Ἑλληνίδου παρώνυμον τὸ τῶν Αἰολέων ἔθνος αἱ ἱστορίαι δηλοῦσιν. ὥσπερ καὶ Δωριεῖς εἴρηνται ἀπὸ Δώρου υἱοῦ Ξούθου, οἳ καὶ Πελοπόννησον ὕστερον ᾤκησαν, συγκατάγοντες τοὺς Ἡρακλείδας, ἡγουμένου αὐτῶν Δύμαντος καὶ Παμφύλου τῶν Αἰγιμιοῦ παίδων. τινὲς δὲ καὶ ἐν Συρακούσαις ᾠκίσθησαν. καὶ οὕτως ἐπλατύνθη τὸ τῶν Δωριέων ἔθνος ἄχρι καὶ ἐς αὐτὴν Βοιωτίαν. ἔσχε δὲ πλάτος καὶ τὸ Δωρικὸν, Αἰόλου φασὶ καταδραμόντος τὴν Θετταλίαν καὶ πάντας ποιήσαντος Αἰολεῖς κληθῆναι. οὗ τῆς θυγατρὸς παῖς, Βοιωτός. ἀφʼ οὗ οἱ Βοιωτοί. κἀντεῦθεν ἔσχεν Αἰολεῖς καὶ ἡ Βοιωτία. καὶ ἰδιάζουσα τῇ κατʼ αὐτὴν γλώττῃ ὅμως ἐκέκρατο καὶ Δώριδι, ὡς ἐῤῥέθη, διαλέκτῳ, ἔτι δὲ καὶ Αἰολικῇ. εἰ δὲ ἐκ τῶν εἰρημένων Αἰολέων ἢ τοῦ δεδηλωμένου Αἰόλου τοῦ σημαίνοντος τὸν ποικίλον παραιολίξαι εἶπέ τις τὸ ἀπατῆσαι, ζητητέον ἄλλοθεν. Ὅρα δὲ τὸ, Αἰολία νῆσος. ὀφεῖλον μὲν κτητικῷ λόγῳ διὰ διφθόγγου ἔχειν τὴν παραλήγουσαν ὡς ἀπὸ τοῦ Αἰόλου ᾧ παρωνυμεῖται. διὰ δὲ τὸ κακομέτρητον, γραφὲν διὰ τοῦ ἰῶτα ὡς ἂν ἀπαρτισθείη μετρικὸς δάκτυλος. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν μιᾶς μέμνηται νήσου Αἰολίας. οἱ δὲ παλαιοὶ νήσους Αἰόλου ἑπτὰ ἱστοροῦσι πρὸς τῇ Σικελίᾳ. εἰσὶ δὲ αὗται. Αἰολὶς ἢ μᾶλλον Αἰολία. ἔνθα ἴσως ἦν τὸ τοῦ Αἰόλου βασίλειον. στρογγύλη. Διδύμη. ἱερά. λιπάρα. ἐξ ἧς καὶ σέλας λέγεται παρὰ Θεοκρίτῳ λιπαραῖον διὰ τὰ ἐκεῖ ἀναφυσώμενα πυρά. ἐρεικώδης. καὶ φοινικώδης. καλεῖται δὲ μία τούτων κατά τινας καὶ Ἱκέσιον. λέγονται δὲ καὶ νῆσοι Λιπαραίων ἢ πᾶσαι ἢ τούτων τινὲς διὰ τὸ τῆς Λιπάρας ἐπίσημον. φησὶ γοῦν καὶ ὁ γεωγράφος οὕτω. Λιπαραίων νῆσοι ἑπτά. μεγίστη δὲ Λιπάρα. Κνιδίων ἄποικος. ἐγγυτάτω Σικελίας. μία δέ φησιν αὐτῶν καὶ ἡ Εὐώνυμος καλουμένη οὕτω διὰ τὸ εὐώνυμος κεῖσθαι τοῖς ἐκ Λιπάρας εἰς Σικελίαν πλέουσιν. Ὅμηρος δὲ μιᾶς μέμνηται νήσου. ἥν τινες ἐκτετοπισμένην φασὶν πλάττεσθαι τῷ ποιητῇ, καθὰ καὶ τὴν τῶν Φαιάκων καὶ τὴν τῆς Καλυψοῦς καὶ τοὺς Λωτοφάγους δὲ καὶ τοὺς Κύκλωπας. ἄλλοι δέ γε ἀπεναντίας τούτοις ἰόντες καὶ περὶ Σικελίαν καὶ Ἰταλίαν πεπλανῆσθαι τὸν Ὀδυσσέα εἰπόντες, οὐ μόνον τοὺς Κύκλωπας οἴδασι Λεοντίνους καλουμένους, ἀλλὰ καὶ Λωτοφάγους παρὰ τῷ ποιητῇ φασὶν εἶναι τοὺς νῦν Ἀκραγαντίνους. οἱ δὲ, τοὺς Καμαριναίους. Ἰστέον δὲ καὶ ὅτι Αἰόλειοι μὲν νῆσοι διὰ διφθόγγου παρὰ τοῖς παλαιοῖς αἱ τοῦ Αἰόλου, ἃς ἐν τῷ Τυρηνικῷ πελάγει κεῖσθαι φασί τινες. Αἰολίδες δὲ, αἱ τῶν Αἰολέων περὶ Ἀσίαν. καὶ ἄλλως δὲ αὗται μὲν Αἰόλου νῆσοι. ἐκεῖναι δὲ νῆσοι Αἰολέων. <!-- 1.363 -->Τὸ δὲ Ἱπποτάδης ὅμοιόν ἐστι τῷ Βουτάδης. ὡς γὰρ Βούτης Βούτου Βουτάδης, οὕτως Ἱππότης Ἱππότου Ἱπποτάδης. τοιοῦτος γὰρ ὁ πατρωνυμικὸς τύπος τῶν εἰς ης ληγόντων κυρίων ὀνομάτων ὧν εἰς ου ἡ γενική. ὥσπερ καὶ τῶν εἰς ας. οἷον Ἀλεύας Ἀλευάδης. καὶ τῶν διὰ τοῦ ιος καθαρῶν. οἷον Ἥλιος Ἡλιάδης. τοῦ δὲ Βουτάδου σύνθετον οἱ Ἐτεοβουτάδαι, γένος πολὺ καὶ λαμπρὸν, ἀπό τινος Βούτου. ἀφʼ οὗ γένους οἱ ἱερεῖς καθίσταντό φασιν Ἀθήνῃσι. καὶ εἰσὶν Ἐτεοβουτάδαι οἱ ἀληθῶς ἐκ τοῦ Βούτου. καθʼ ὁμοιότητα τοῦ Ἐτεόκρητες οἱ Ἰθαγενεῖς Κρῆτες. Πλωτὴ ἢ κατά τι κύριον ὄνομα ἢ ἡ κειμένη ἐν πλεομένοις τόποις καὶ διὰ τοῦτο γνωριζομένοις. κατʼ ἄλλους δὲ φράσαι, ἡ προσπλεομένη ὑπʼ ἀνθρώπων. ἢ ἄλλως, ἡ περιπλεομένη κύκλῳ καὶ μὴ κατὰ τὰς ἄλλας οὖσα πλήρης ὑφάλων πετρῶν. Ἀρίσταρχος δέ φασι πλωτὴν λέγει φορητὴν καὶ οἷον παραφερομένην ἢ συνεχείᾳ σεισμῶν ἢ ἄλλως ὁπωσοῦν, ὡς ποτὲ μὲν ἐν δεξιοῖς ὁρᾶσθαι μέρεσι, ποτὲ δὲ ἐν ἀριστεροῖς. ὁποῖον δή τι καὶ περὶ Δήλου ἱστόρηται. ἧς καὶ χωρίον τι ὁ τρέμων παρὰ Λυκόφρονι ἔκ τινος τοιαύτης αἰτίας κληθείς. παρατιθέασι δὲ περὶ τῆς Δήλου οἱ παλαιοὶ ἔπος τοῦτο. ἦν γὰρ τὸ πάροιθε φορητὰ κυμάτεσσι δᾶλος παντοδαπῶν ἀνέμων ῥιπαῖς. καὶ οἱ μὲν περὶ Ἀρίσταρχον φασὶν οἰκειότερον εἶναι οὕτω νοεῖν, ὡς μὴ ἐῤῥιζῶσθαι τὴν τῶν ἀνέμων νῆσον ὧν Αἴολος δεσπόζει. ἕτεροι δέ φασιν, ὡς εἴπερ ἐπέπλει τῇ θαλάσσῃ, οὐκ ἂν εἰς δεύτερον εὗρεν αὐτὴν ὁ Ὀδυσσεὺς, παλίμπλους εἰς αὐτὴν ἐπανελθών. λέγουσι δὲ οὗτοι οὐ πάνυ εὐφυῶς. εἰ γὰρ καὶ πλωτὴ ἦν ἡ νῆσος, ἀλλʼ οἱ ἄνεμοι, ὡς εἰς πατρίδα ἐπανιόντες αὐτὴν κατὰ μῦθον, συναπήγαγον πιθανῶς καὶ τὸν Ὀδυσσέα ὅπου περ ἂν καὶ ἦν παρεκπλεύσασα. καινὸν δὲ οὐδὲν τοιοῦτόν τι καὶ τὸν ποιητὴν εἰπεῖν, εἴγε περὶ τὴν Λιβύην ἕτεροι τερατεύονται Διονύσου πόλιν εἶναι, ἣν οὐκ ἐνδέχεται δὶς τὸν αὐτὸν ἐξευρεῖν ὡς μεθισταμένην. καὶ Ἡρόδοτος δὲ ἱστορεῖ ὡς νῆσος πλωτὴ λέγεται περὶ Αἴγυπτον ἐν λίμνῃ βαθείᾳ καὶ πλατείᾳ. ἐκαλεῖτο δὲ ἡ τοιαύτη Ἔχεμις. Ὅτι τὸν ῥηθέντα Αἴολον ὁ τῆς ἀλληγορίας λόγος εἰς ἐνιαυτὸν ἀνάγει. διὸ καὶ δίδωσιν αὐτῷ δώδεκα παῖδας τὴν τῶν μηνῶν δωδεκάδα. καὶ τούτων τὰς μὲν θηλείας λέγει, τοὺς καρποφόρους δηλαδὴ μῆνας καὶ κατὰ τὰ θήλεα γεννητικούς. τοὺς δὲ ἄῤῥενας ὅσοι δηλονότι οὐ τοιοῦτοι μὲν συμβάλλονται δὲ ἄλλως τῇ γῇ πρὸς γονημότητα τὴν ἐφεξῆς. ὁποῖοί τινες οἱ πρὸ τοῦ ἔαρος. οὓς δὴ παῖδας τοῦ ἐνιαυτοῦ καὶ συνηρμόσθαι ἀλλήλοις λέγει διὰ τὸ κατὰ τὰς ὥρας οὐ μόνον ἐναμόρνιον, ἀλλὰ καὶ ἀλληλουχούμενον. τὸν δὲ τοιοῦτον Αἴολον Ἱππότου τε υἱὸν εἶναι φησὶ διὰ τὸ ταχὺ τῆς χρονικῆς παραῤῥοῆς, καὶ ταμίαν δὲ ἀνέμων ἐπεὶ καὶ ἄνεμοι καθʼ ὥρας τινὰς πνέουσι καὶ κατὰ καιρὸν ὡς τὰ πολλά, οἷον οἱ ἐτησίαι μὲν θέρους, φθινοπώρου δὲ οἱ νῶτοι, καὶ ἔαρος, οἱ λευκόνοτοι. ὁ δὲ ὡς εἰκὸς ἱστορικὸς λόγος ἄνθρωπον συνετὸν καὶ εὔπορον τὰ εἰς βουλὴν καὶ εἰς λοιποὺς λόγους τὸν Αἴολον παραδίδωσι διὰ περιουσίαν φρονήσεως. διὸ καὶ ἡ παροιμία Αἰόλον τὸν ποικίλον καὶ πανοῦργον φησίν. ἀφʼ οὗ σύνθετον αἰολοχαίτης ὁ ποικίλας ἔχων τρίχας ἄνθρωπος δηλαδὴ ἢ ἵππος ἢ ἄλλο τι ζῷον. ὅπερ εἰ καὶ πέκεται, λέγοιτʼ ἂν καὶ ποικίλον κυρίως. δοκεῖ γὰρ παρὰ τὸν πόκον εἰρεῖσθαι ὁ ποικίλος. δῆλον δὲ ὡς ἡ σύνθεσις τοῦ αἰολοχαίτης κατὰ τὸ κυανοχαίτης. δρομιχαίτης. γλαυκοχαίτης. μελαγχαίτης. ἡ δὲ περὶ τούτων Ὁμηρικὴ φράσις τοιαύτη. τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώωντες. ἔνθʼ ὅγε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις κατὰ ἔθος ἀρχαῖον. καθʼ ὃ καὶ ὁ Ζεὺς συνῴκει τῇ Ἥρᾳ. ἐδόκει γὰρ τοῖς παλαιοῖς μέγα τι καὶ τὴν ἐκ φύσεως φιλοστοργίαν εἰς ὁμοφροσύνην συμβάλλεσθαι. Ἀλκιβιάδην μέντοι παρεξηυλημένον ἐν τῷ ἄλλως βιοῦν ἐξωλέστερον, ἔσκωψέ φησιν Ἀντισθένης παράνομον εἶναι καὶ εἰς γυναῖκας καὶ εἰς τὴν ἄλλην δίαιταν, συνεῖναι γὰρ καὶ μητρὶ καὶ θυγατρὶ καὶ ἀδελφῇ ὡς τοὺς Πέρσας. εἶτα καὶ τὰ ἑξῆς περὶ τῶν παίδων ἐπάγων φησίν. οἵδʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ δαίνυνται. παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται. κνισσῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ ἤματα. νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν εὕδουσιν ἔν τε τάπῃσι. καὶ ἐν τρητοῖσι λεχέεσσι, καὶ οὕτω διασκευάσας τὰ κατὰ τούτους καὶ τρυφῶντας παραστήσας καὶ ὑπὲρ τὸ δέον ἀναπεπτωκότας ὁποῖοι δή τινες καὶ οἱ Φαίακες οὓς καὶ θεραπεύει τῇ τῶν ὁμοιοπαθῶν ἱστορίᾳ καὶ τὸ τέλος δὲ τῆς διασκευῆς καλλύνας παρίσοις τῷ, ἀλόχοισι, τάπῃσι, τρητοῖσι λεχέεσσιν, οὐδέν τι περὶ τῶν τοῦ Αἰόλου δωμάτων ἐνδιάσκευον εἰπεῖν ἠθέλησεν ἢ περὶ τῆς πόλεως, ἀλλʼ ἠρκέσθη μόνον εἰπὼν ὡς καὶ τούτων ἱκόμεθα πόλιν καὶ δώματα καλά. ὀκνεῖ γὰρ χρᾶσθαι κατακόρως ἐκφράσεσι διὸ καὶ μυρία <!-- 1.364 -->ὀνείατα εἰπὼν οὐδέν τι πλέον οὐδὲ περὶ αὐτῶν προσέθετο. καὶ δῶμα δὲ κνισσῆεν φάμενος τὸ κηῶεν καὶ εὔοσμον ἢ τὸ κνίσσης μετέχον ἠρκέσθη ἐς τοσοῦτον εἰπὼν, καὶ μηδέν τι μηδὲ περὶ τῆς ἐνταῦθα κνίσσης παρασημῃνάμενος. Ἰστέον δὲ ὅτι ὁ παραφράσας τὴν Ὀδυσσείαν ῥήτωρ οὕτω γοργῶς μετέβαλε τὰ κατὰ τοὺς παῖδας τοῦ Αἰόλου, πάντες κοινῇ παρʼ αὐτῷ δίαιταν εἶχον, πλήν γε δὴ ὅσα νύκτωρ ἀναγκαίως ἐγίνετο. Τὸ δὲ περιστεναχίζεται, ἀντὶ τοῦ περιηχεῖται, ὡς καὶ τοῦ τοιούτου δώματος ἠχήεντος ὄντος. ἢ ἀντὶ τοῦ, στενοχορεῖ τοῖς δαινυμένοις. Περὶ δὲ ταπήτων ἀρκεῖ εἰπεῖν ἄρτι, ὅτι ἐοίκασι ταυτόν ποτε εἶναι τάπητες καὶ δάπιδες, ὡς δηλοῖ Παυσανίας ἐν οἷς φησὶ ψιλοδάπιδας, ψιλὰς καὶ μὴ μαλλωτάς, ὡς δηλαδὴ καὶ μαλλωτῶν οὐσῶν δαπίδων ὁποῖοι καὶ οἱ τάτηπες ὡς ἐπιπολύ. Τῶν δὲ παίδων Αἰόλου καὶ ὀνόματα ἐκτίθενται οἱ παλαιοί. περὶ ὧν οὐκ ἀναγκαῖον ἐκθέσθαι ἢ μόνον ἐς τοσοῦτον. Αἴολος Τηλεπάτραν τὴν Λαιστρυγόνος ἐγέννησε τοὺς δεῖνα καὶ τὰς δεῖνα. Ὅρα δὲ καὶ ὡς οὐκ ἠξίωσεν ὁ ποιητὴς ἱστορῆσαι καθὰ περὶ τῶν Φαιάκων πολλά τινα, οὕτω καὶ περὶ τῶν ἐν τῇ τοῦ Αἰόλου νήσῳ, ἀλλʼ ἠρκέσθη τὰ κατὰ τὸν βασιλέα διὰ τοῦ Ὀδυσσέως εἰπεῖν, ἵνα μὴ τὰ τῆς ποιήσεως πάρεργα πλείω τοῦ ἔργου γένηται εἰ περὶ τῶν καθέκαστα ἐμπλατύνεται. διὸ καὶ ἐνδεικνύμενος τὴν τοιαύτην μέθοδον ὁ Ὁμηρικὸς Ὀδυσσεὺς ἐπάγει. μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα, Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν. ἐξ οὗ φιλομαθῆ καὶ τὸν Αἴολον δηλοῖ. καὶ ἐμφαίνει δύνασθαι μὲν κἀνταῦθα πολλὰ λέγειν μὴ ἐθέλειν δὲ πολυλογεῖν. Ὅτι σαφοῦς ἀπαγγελίας τὸ, καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα. Ὅτι τὸ ἐν ἄλλοις λόγῳ διδαχθὲν ὡς χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν, πραγματικῶς ἐνταῦθα παραδίδοται ἐν τῷ, ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ ὁδὸν ᾔτεον καὶ ἐκέλευον πέμπειν, οὐδέ τι κεῖνος ἀνήνατο. τεῦχε δὲ πομπήν. Ὀδυσσεὺς δὲ τοῦτο λέγει ἐρεθίζων τὸν Ἀλκίνοον εἰς ἔργον ὅμοιον. Ὅτι Αἴολος ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο διὰ τὸ στεῤῥόν τε καὶ ἀῤῥαγὲς ἔδωκε τῷ Ὀδυσσεῖ. ἔνθα βυκτάων ἀνέμων κατέδησε κέλευθα. κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε θεός. νηῒ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ, ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ. αὐτὰρ ἐμοὶ πνοὴν Ζεφύρου προσέηκεν ἀῆναι. ὄφρα φέροι νῆάς τε καὶ αὐτοὺς, τουτέστιν ἡμᾶς. ἀφίεται δὲ πνέειν Ζέφυρος, οἷα ἐπιτήδειος πρὸς τὸν ἐς Ἰθάκην πλοῦν. Τὸ δὲ ταμίαν ἀνέμων ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει. ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν ὅν κʼ ἐθέλῃσι, τουτέστι, τὸν μὲν οἷον ἀποκρύπτειν, τὸν δὲ προβάλλεσθαι. ὁποῖόν τι καὶ οἱ ταμίαι ποιοῦσι, τὰ μὲν προτιθέντες, τὰ δʼ ἀποτιθέμενοι. χρήσιμον δὲ εἰς τὸ, ἀνέμους παυέμεναι, καὶ τὸ ἀνεμοκοῖται, γένος ἐν Κορίνθῳ ἀνέμους κοιμίζοντες. εἰς ὅπερ δεξιῶς λέγεται διακεῖσθαι καὶ Ἐμπεδοκλῆς. οὗ καὶ ἡ εἰς αὐτὸ τέχνη ἱστόρηται. Πιθανὴ δὲ καὶ ἀστεία καὶ ἡ διʼ ἀργύρου δέσις τοῦ ἀσκοῦ, ὡς ἂν ἀπατηθέντες οἱ ἑταῖροι λύσωσι τὸν ἀσκὸν, οἷα χρημάτων πλῆθος εἶναι εἰκάσαντες ἐκ τῆς πολυτελείας τοῦ δεσμοῦ. πρὸς μέντοι τὸ φαινόμενον, ἵνα μή τι παραπνεύσῃ τουτέστιν ἐκπνεύσῃ ἀνέμου. ὡς τοῦ ἀργυρέου μίτου, ὃ σύρμα φασὶν οἱ ἰδιωτίζοντες, σφιγκτότερον πιέζοντος ἤπερ ὁ σχοῖνος, καὶ βαθύτερον. ἔστι δὲ καὶ ἄλλως ἀργύρεόν τι σφήκωμα εἰπεῖν τὴν τοιαύτην ἀργυρέαν μέρμιθα. κατὰ τὸ, χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο, ὅπερ ἐν Ἰλιάδι κεῖται. Ταμίας δὲ ἀνέμων ὁ Αἴολος, οὐ μόνον ἀλληγορικῶς ὡς προείρηται, ἀλλὰ καὶ κατὰ ἱστορίας ἀλήθειαν. σοφὸς δὲ ἀνὴρ παραδίδοται καὶ τιμώμενος οἷα προγνωστικὸς ἀνέμων πνοῆς. ὡς ἐντεῦθεν, πολλοῖς προλέγων ἢ εὔπλοιαν ἢ δυσχέρειαν περὶ τὸν πλοῦν καὶ εὐστοχῶν, φήμην διαδοῦναι ὡς ἄρα καὶ ταμίας ἦν ἀνέμων καὶ δεσμεῖν εἶχεν αὐτοίς. ὥς που καὶ τὸν Ἄτλαντα κατευστοχοῦντα τῶν οὐρανίων κινήσεων ἀνέχειν εἶπεν ὁ μῦθος τὸν οὐρανόν. ἕτεροι δέ φασι καὶ ὅτι ἐκ τῆς διαφορᾶς τῶν βρόμων τῶν ἐν ταῖς νήσοις Αἰόλου οὓς οἱ ἐκεῖ τοῦ πυρὸς κρατῆρες ποιοῦσι καὶ ἐκ τῶν ἀναφυσημάτων καὶ φλογῶν καὶ λιγνύων προσημαίνεται καὶ ὁ εἰς τρεῖς ἡμέρας πνεύσων ἄνεμος. καί τις κατὰ τὸν γεωγράφον ἐν Λιπάρᾳ γενομένης ἀπλοίας προεῖπε τὸν ἐσόμενον πλοῦν καὶ οὐ διεψεύσατο. διὸ καὶ Αἴολος ταμίας ἀνέμων ἐλέχθη, ὡς ἐκ τοιούτων τινῶν τὸν πλοῦν τεκμαιρόμενος καὶ προσημαίνων τοὺς ἔκπλους φησὶν ἐν τοῖς κατὰ τὸν Σικελικὸν πορθμὸν τόποις ἀμφιδρόμοις οὖσι καὶ δυσέκπλοις διὰ τὰς παλιῤῥοίας. Ὅτι δὲ οὐ μόνος Αἴολος ἐτιμήθη διὰ σοφίαν καὶ εὕρεσιν τοῦ χρησίμου ἀλλὰ σὺν ἄλλοις μυρίοις καὶ Δαναὸς ὡς παραδείξας τὰ ἐν Ἄργει ὑδρεῖα, καὶ Ἀτρεὺς τὸν τοῦ Ἡλίου δρόμον ὑπεναντίον τῷ οὐρανῷ, <!-- 1.365 -->ὁ γεωγράφος λέγει καθὰ καὶ ἕτεροι. Τὸν δὲ ἀσκὸν ὅθεν ὑποκοριστικὸν οὐ μόνον ἀσκίον ἀλλὰ καὶ ἀσκίδιον ὡς τὸ, εἰσιᾶσι τινὲς μύρων Βαβυλωνίων ἔχοντες ἀσκίδια, οἱ μὲν οὕτως ἐξεδέξαντο κατὰ τὸ λεγόμενον, γοητείαν τινὰ ὑπονοήσαντες εἶναι. παρʼ οἷς καὶ ᾄδεται ὁ ῥηθεὶς τοῦ Αἰόλου ἀσκὸς δελφῖνος εἶναι δέρμα. οἱ δέ τινες ὥσπερ τὸν παρʼ Ἡσιόδῳ πίθον οὕτω καὶ νῦν τὸν Ὁμηρικὸν ἀσκὸν εἰς ἀνθρώπειον ἐξελάβοντο σῶμα. ὅπερ οὐ μόνον ἐπὶ νεκροῦ κεῖται κατὰ τὸν εἰπόντα ὡς πολλοὶ ἀπεδάρησαν εἰς ἀσκὸν, ἀλλὰ καὶ ἐπὶ ζῶντος καὶ ὑγιοῦς κατὰ τὸ, ἀσκοῦ με τὸν προὔχοντα μὴ λῦσαι πόδα. τῷ δὴ τοιούτῳ ἀσκῷ λέγοιντο ἂν ἐνδεδέσθαι ἄνεμοι διὰ τὸ τὸν σοφὸν Ὀδυσσέα τοιοῦτον περικείμενον σῶμα πρόνοιαν ἔχειν ἐκείνων καὶ δεσμεῖν αὐτοὺς, ἐξ Αἰόλου ὡς εἰκὸς μαθόντα. Ἐρατοσθένης μέντοι φασὶ παίζων πρός τε τὸν μῦθον καὶ τὸ ἀπίθανον τῆς Ὀδυσσέως πλάνης τότε ἂν εὑρεῖν τινὰ λέγει ποῦ πεπλάνηται Ὀδυσσεὺς, ὅτʼ ἂν εὕρηται τὸν σκυτέα τὸν συῤῥάψαντα τὸν τῶν ἀνέμων ἀσκόν. ἔστι δʼ ἐνταῦθα εἰπεῖν οὐκ ἔξω ἀστειότητος καὶ ὅτι καθάπερ πίθος ἐλπίδων παρʼ Ἡσιόδῳ, οὕτω καὶ νῦν παρʼ Ὁμήρῳ ἀσκὸς ἐλπίδων οὗτος τῷ Ὀδυσσεῖ εὐέλπιδι ἐπὶ τοῖς ἀνέμοις ὄντι. ἀλλʼ Ἡσίοδος μὲν ἐγκλειομένην ἐᾷ τῷ πίθῳ τὴν ἐλπίδα ἥ τίς ποτε ἐκείνη ἐστίν. ἐνταῦθα δὲ ἐξορμᾷ τοῦ ἀσκοῦ καὶ ἀνέμοις φέρεται. οὐκ ἂν δὲ εὐτραπελίας εἴη μακρὰν, καὶ ἀσκῷ τῷ κατὰ τὸν Ὀδυσσέα εἰκάσαι τὸν ἐλπίδας κενάς τισιν ὑποτείνοντα, καὶ ἐπὶ ψευδέσιν ὄντα φυσίγναθον. ἐφʼ οὗ οἰκεῖον εἰπεῖν τοὺς ἠπατημένους καὶ τὸ, ἀσκὸν μὲν ἔλυσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν. αὐτὸ δὲ καλὸν εἰπεῖν καὶ περί τινος ἢ ἄλλως ἀπαίδευτα πνέοντος, ἢ πρὸς ἀπεραντολόγον καὶ οἷον ἐρυγγάνοντα τὸ παραπεσὸν ἀλαζονικῶς ἢ ἑτεροίως ὁπωσοῦν. Ὅτι δὲ ἀσκοὶ οὐ μόνον οἱ συνήθως ἐξ αἰγῶν καὶ βοῶν ἀλλὰ καὶ ἐξ ἑτέρων, δῆλόν ἐστι. δελφῖνός τε γὰρ ὁ ῥηθεὶς ἀσκὸς τετελεσμένος εἴτουν γεγοητευμένος καὶ ἀνθρώπου δέ. οὗ τὸ δέρμα εἴπου καινῶς ἀποδαρείη, ἀνθρωπείη τε λέγεται καθʼ Ἡρόδοτον καὶ ἀσκὸς δὲ, ὡς ἔστι γνῶναι ἐκ τοῦ ἱστοροῦντος ἀποδαρῆναι τὸν Μαρσύαν εἰς ἀσκόν. καὶ κυνὸς δὲ καὶ λύκου ἀσκοὶ παραδέδονται. πεπείραται δὲ καὶ καμήλου ἀσκὸς διὰ συῤῥαφῆς, καὶ μὴν καὶ παρδάλεων. ἐν γοῦν τοῖς τοῦ Ἀθηναίου πομπή τις λαμπροτάτη κατʼ Ἀλεξάνδρειαν ἱστόρηται, τετράκυκλον ἔχουσα πολυμήκη ἅμαξαν. ἐφʼ ἧς ἦν ἀσκὸς τρισχιλίους ἔχων μετρητὰς ἐκ τῶν παρδάλεων δερμάτων ἐῤῥαμμένος, γέμων οἴνου, καὶ ῥέων κατὰ μικρὸν ἐν τῷ ἀνίεσθαι κατὰ πᾶσαν τὴν ὁδόν. ὅτι δὲ καὶ πάχους τοῦ κατὰ σῶμα γίνεται σκῶμμα ὁ ἀσκὸς, δηλοῖ Ἀθήναιος, εἰπὼν ὅτι παχύν τινα ἐξ οἰνοφλυγίας γενόμενον ἀσκὸν ἐκάλουν οἱ ἐπιχώριοι. ὁ δʼ αὐτὸς καὶ περί τινος ἰσχνοῦ κατὰ σῶμα ἱστορῶν λέγει ὅτι Φιλιππίδης ἰσχνότατος ἐκωμῳδεῖτο καὶ εἶναι ὡς οἷα καὶ νεκρὸς ἐλέγετο. διό τινος εἰπόντος ὡς ἐν ἡμέραις τρισὶ τὸν δεῖνα ἰσχνότερον Φιλιππίδου ἀποφανῶ, ἔφη τις οὕτως. ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς. ὅθεν Ἄλεξις τὸν Φιλιππίδην συγκόψας ἤγουν συγκοπὴν ποιήσας τοῦ τοιούτου ὀνόματος πεφιλιππῶσθαι εἶπε τὸ λελεπτύνθαι, οὐ κατά τινα Φίλιππον δηλαδὴ ἀλλὰ κατὰ τὸν συγκοπέντα Φιλιππίδην. ἐνταῦθα δὲ μνηστέον καὶ παροιμίας εἰπούσης τὸ, ἀεί ποτε εὖ μὲν ἀσκὸς εὖ δὲ θύλακος ἀνθρώποις ἐστί. διʼ ἧς ἔοικε δηλοῦσθαι τὸ τοῦ βίου ἐπαμφοτερίζον. ἀσκοῦ δὲ παράγωγα σὺν ἄλλοις καὶ ὁ ἀσκίτης ὕδερος. ἴσως δὲ καὶ τὸ ἐθνικὸν οἱ Ἀσκίται. καὶ τὸ ἄσκωμα οὗ μέμνηται ὁ κωμικὸς ἐν τῷ, ἀσκώματα καὶ λίνα καὶ πίτταν. καὶ τὸ ἀσκωλιάζειν. ὅ πέρ ἐστι κατὰ κυριολεξίαν μὲν ἐν ἀσκῷ λιάζειν. ᾧ πεφυσημένῳ ἐμπηδῶντες οἱ βουλόμενοι ἔν τινι ἑορτῇ οὐκ ἀμφοῖν ποδοῖν ἀλλὰ ἑνὶ καὶ ὡς εἰκὸς οὐκ εὐστοχοῦντες ἀλλά που καὶ καταπίπτοντες, ὑπεκίνουν γέλωτα τοῖς θεωμένοις. ἄλλως μέντοι παρὰ τοῖς ὕστερον ἀσκωλιάζειν ἑρμηνεύεται, τὸ ἑνὶ ποδὶ ἅλλεσθαι. ὅτι δέ τινες πειρῶνται καὶ τὸ ἀσκεῖν ἀθλητικῶς ἐκ τοῦ ἀσκοῦ παράγειν ἐς τοσοῦτον μόνον εἰρήσθω. Βύκται δὲ ἄνεμοι, ἢ κατὰ ὀνοματοποιΐαν οἱ ἠχητικοί. ἢ οἱ σφοδροὶ καὶ κατὰ βυθοῦ ἀϊκτοί. ἢ καὶ ὡς ἀπὸ ἀῤῥήτου ῥήματος τοῦ βύσσω ἤγουν εἰς βυθὸν κατάγω. Τὸ δὲ κατέδησε κέλευθα, καιριώτερον ἐνταῦθα ἐγράφη ἤπερ πρὸ τούτων ἐν τῷ, ἀνέμων κατέδησε κελεύθους. νῦν γὰρ καὶ αἰσθητὸς δεσμὸς τῶν ἀνέμων μυθεύεται καταδεσμουμένων μέρμιθι φαεινῇ, ὅ ἐστι μίτῳ λαμπρᾷ διὰ τὸ ἀργύρεον. ἢ λεπτῇ. ἔτι δὲ μέρμις μέρμιθος ὡς ὄρνις ὄρνιθος, μήρινθος ἢ μίτος λεπτή, γινομένη παρὰ τῷ εἴρω ἔρμις καὶ μέρμις ἡ δυναμένη διείρεσθαι διὰ λεπτότητα. τῶν ἅπαξ δὲ εἰρημένων παρὰ τῷ ποιητῇ καὶ ἡ λέξις αὕτη ἐστίν. Ὅτι ἐννῆμαρ πλέουσιν ἐξ Αἰόλου τοῖς περὶ τὸν Ὀδυσσέα νύκτας καὶ ἦμαρ ὃ καὶ ἀλλαχοῦ κεῖται τῇ δεκάτῃ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα. καὶ δή φησι πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντας. ἔνθα ἐμὲ μὲν γλυκὺς ὕπνος ὑπήλυθε <!-- 1.366 -->κεκμηῶτα. αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων. ὡς δηλαδὴ τεχνικώτερος καὶ φερεπονώτερος. οὐδέ τῳ ἄλλῳ δῶκα ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν. οἱ δʼ ἕταροι ἔφασαν χρυσόν με καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι δῶρα παρʼ Αἰόλου. ὧδε δέ τις ἂν εἶπεν. ὢ πόποι. ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται, ὃ δὴ περιοδευτοῦ δηλοῖ τιμιότητα. εἶτα εἰπόντες καὶ ὡς πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ ληΐδος, ἡμεῖς δὲ ὁμὴν ὁδὸν ἐκτελέσαντες οἴκαδε ἄπιμεν κενεὰς σὺν χεῖρας ἔχοντες. καὶ νῦν οἱ τάγε δῶκε χαριζόμενος φιλότητι Αἴολος, βουλεύονται τὸ ἐπικίνδυνον. εἰπόντες. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν. ὅπερ ἐφερμηνεύων, φησίν. ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν, οὕτως ὁ πολυτελὴς δεσμὸς αὐτοὺς, ὡς ἐῤῥέθη, ἐξηπάτησεν. εἰ δὲ καὶ ἐκ τῆς κουφότητος τοῦ ἀσκοῦ ἦν γνῶναι ὡς οὐκ εἶχε τοιαῦτα ἐντὸς, ἀλλὰ τὸ προσδεδέσθαι ἐκώλυεν τὴν πεῖραν. ἔοικε γὰρ καταδεδεσμῆσθαι ὁ ἀσκὸς ἐν τῇ νηΐ. ὡς καὶ τοῦτο ὑποδηλοῖ τὸ, νηῒ δʼ ἐνὶ γλαφυρῇ κατέδει. ὣς ἔφασαν. βουλὴ δέ φησι κακὴ νίκησεν ἑταίρων. ἀσκὸν μὲν λῦσαν. ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν. τοὺς δὲ, ὅ ἐστι τοὺς ἀμφὶ τὸν Ὀδυσσέα, ἁρπάξασα φέρεν πόντονδε θύελλα κλαίοντας, γαίης ἄπο πατρίδος, ἧς ἐγγὺς ἦσαν. Καὶ ὅρα οἷον ὁ φθόνος. ὃς πολυπραγμοσύνην ἐνθεὶς τοῖς τοῦ Ὀδυσσέως διὰ φιλοχρηματίαν περιεργάσασθαι δέδωκε τὸν ἀσκὸν, ὅθεν αὐτοῖς τὸ κακόν. ἔτι δὲ καὶ οἷα φαῦλα ποιεῖ βραχεῖα οὐκ ἐν καιρῷ ἀνάπτωσις. διʼ ἣν Ὀδυσσεὺς ὑπνώσας γλυκὺ πικρὰ ἔπαθε. Πυρπολεῖν δὲ ἢ τὸ πυρσεύειν ὅ ἐστι νυκτὸς πῦρ καίειν διὰ τοὺς πελαγίζοντας ἢ καὶ τὸ μεθʼ ἡμέραν τεκμηριοῦσθαι τόπον τῷ τοῦ πυρὸς σημείῳ καπνῷ, ὃν ἀποθρώσκοντα ἐκεῖθεν ἰδεῖν ἐπηύξατο πρὸ τούτων Ὀδυσσεύς. Τὸ δὲ ἐπήλυθε, μετὰ δοτικῆς φασὶν οἱ ὕστερον καὶ οὐχʼ ὡς νῦν μετὰ αἰτιατικῆς ἐν τῷ, ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε. Τὸ δὲ ἄγεσθαι καὶ τὸ ἄγεται, ἐπὶ κειμηλίων οὐ μὴν συνήθως ἐπὶ ἐμψύχων λέγει. Τὸ δὲ ὅτεων, δύο ἔχει πλεονασμούς. τὸ γὰρ κοινὸν τῶν, ἀντὶ τοῦ ὧν τινων. τοιοῦτον καὶ τὸ ὁτέοισι καὶ τὸ ὅτεῳ καὶ τοιαῦτα. Τὸ δὲ κενεὰς χεῖρας ἔχειν καὶ τὸ, βουλὴ δὲ κακὴ νίκησε, παροιμιώδη εἰσίν. Ὅτι κινδυνώδη φράζει πλοῦν τὰ τοιαῦτα. αὐτὰρ ἐγὼ κατὰ θυμὸν ἀμύμονα μερμήριξα ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ ἢ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην, ἀλλʼ ἔτλην καὶ ἔμεινα. καλυψάμενος δʼ ἐνὶ νηῒ κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ. στενάχοντο δʼ ἑταῖροι. Γίνεται δʼ ἐν τούτοις τὸ ἀποφθίμην ἀπὸ τοῦ φθίω ῥήματος, ἐξ οὗ καὶ ἡ φθίσις καὶ ὁ φθισίνωρ. Τὸ δὲ τλαίην καὶ τὸ ἔτλην τλήμονα εἶναι τὸν Ὀδυσσέα παριστᾷ τὸν ταῦτα λέγοντα. Ὅτι τὸ, κήρυκα ὀπασάμενος, ἀντὶ τοῦ ὀπαδὸν ἑλόμενος, ἐξ οὗ καὶ γίνεται ὁ ὀπαδός. οὐκ ἄρα ἐπὶ μόνου τοῦ παρέχειν τὸ ὀπάζειν λέγεται. Ὅτι ἐν τῷ, βῆν εἰς Αἰόλου κλυτὰ δώματα, λαγαρότης ἐστὶν, ὡς τοῦ Αἰόλου ἀντὶ μακρᾶς ἔχοντος τὴν παραλήγουσαν καὶ σφιγγομένου ἀπὸ δακτύλου εἰς τροχαϊσμὸν ἀπεναντίας τῷ προκοιλίῳ. ἐπεὶ καὶ ἀντίκειται τὸ προκοίλοιον καὶ τὸ λαγαρόν. θεραπεία δὲ τοῦ τοιούτου μετρικοῦ πάθους ἴσως μὲν καὶ τὸ εἶναι κύριον ὄνομα τὸν Αἴολον καὶ διὰ τοῦτο ὑποπίπτειν ἐξανάγκης ἔστιν ὅτε ἀδιαφορίᾳ. μάλιστα δὲ ἡ ὀξεῖα, δυναμένη ἐκτείνειν, ὡς ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον βραχὺ φωνῆεν ᾧ ἐπίκειται ὡς ἐν τῷ, Αἰόλον ὄφιν, ἀλλὰ καὶ τὸ πρὸ αὐτῆς καὶ μετʼ αὐτήν. Ὅτι δὲ ὁ οὕτω παθὼν στίχος οὐ μόνον λαγαρὸς, ἀλλὰ καὶ πρόκλαστος, ὡς δὲ ἐν ἄλλοις ἐῤῥέθη, καὶ σφηκώδης. καὶ ὅτι καθὰ τῇ ὀξείᾳ οὕτω καὶ ἄλλοις τόποις τὰ μετρικὰ ἐκτείνονται, καὶ αὐτὸ ἑτέρωθι ἐδηλώθη. Ἰστέον δὲ ὅτι τὸ βῆν ἡ μονοσυλλαβία περιέσπασεν, ἄλλως γὰρ τὸ πλῆρες αὐτοῦ, ἤγουν τὸ ἔβην, βαρύνεται. ἀμήχανον γὰρ κατὰ Ἡρακλείδην ὁριστικὸν εὑρέσθαι εἰς ην λῆγον, μὴ πάντως βαρυνόμενον ἐν πρώτῳ προσώπῳ, εἰ μὴ μονοσύλλαβον εἴη. μονοσυλλαβοῦν μέντοι περισπᾶται. οἷον. βῆν ἔβην. στῆν ἔστην. οὐκοῦν ὡς εἰκὸς καὶ τὸ χρῆν προσλήψει τοῦ ε ἦν ἂν ἔχρην, εἴ περ ἦν ὁριστικὸν ῥῆμα. ἔστι δὲ οὐ τοιοῦτον κατʼ αὐτὸν, ἀλλὰ Δωρικὸν ἀπαρέμφατον, κατὰ τὸ ζῆν καὶ τὰ ὅμοια. πᾶν γάρ φησι ῥῆμα εἰς ην λῆγον καὶ περισπώμενον οὐκ ἄλλο τί ἐστιν ἢ ἀπαρέμφατον. καὶ τοῦτο παρὰ Δωριεῦσιν, οἳ φιλῆν καὶ νοῆν διὰ τοῦ η φασίν. οὐκοῦν φησὶ καὶ ἐχρῆν. σκοπητέον δὲ εἰ παραδεκτέον τοῦτο ἁπλῶς. χρῆν μὲν γὰρ ἀπαρέμφατον εὕρηται παρʼ Εὐριπίδῃ ἐν τῷ, πότερα τὸ χρῆν σφʼ ἐπήγαγʼ ἀνθρωποσφαγεῖν. ὃ ταυτόν ἐστι τῷ χρῆναι. τοῦ μέντοι ἐχρῆν παρατατικὴν σημασίαν ἡ κοινὴ ἔχει χρῆσις. εἰ μὴ ἄρα ὥσπερ χθὲς ἐχθὲς οὕτω καὶ τὸ Εὐριπίδειον χρῆν ἐχρῆν γέγονεν. Ὅτι οὐδὲν <!-- 1.367 -->ὤνησε τὸν Ὀδυσσέα εἰς ἱκετευτικὴν πειθὼ τὸ εὑρεῖν δαινυμένους τοὺς περὶ τὸν Αἴολον, οἵπερ, εἰ καὶ ἔδει αὐτοὺς ἱλαρῶς διατεθῆναι τῷ Ὀδυσσεῖ διὰ τὸ καὶ ἄλλως φιλοξένους εἶναι, ἀλλʼ ὡς οἷα θεομισῆ αὐτὸν ἀποπέμπονται. ὡς δὲ καὶ ἡ πρὸς τὸν Κύκλωπα ἐπιδόρπιος ἱκετεία εἰς μάτην τῷ Ὀδυσσεῖ ἐκπέπτωκε, δῆλόν ἐστιν. ὥσπερ καὶ ὅτι παρὰ τοῖς Φαίαξιν ἀνάπαλιν ὁ τοιοῦτος καιρὸς ἀγαθὸς ἀπέβη. Ἰστέον δὲ ὅτι οὐκ ἔστι δέος τῷ Ὀδυσσεῖ μή ποτε ὑποκινήσῃ καὶ τοὺς Φαίακας μιμήσασθαι τὸν Αἴολον καὶ μὴ δʼ αὐτοὺς ἀποπέμψαι τοῦτον ὡς οἷα θεομισῆ. οὐκέτι γὰρ τοιοῦτός ἐστιν, ὡς ἤδη περατωθείσης τῆς κατʼ αὐτοῦ μήνιδος ἣν ὁ Κύκλωψ κατηύξατο. Ὅτι τὸ παρὰ τοῖς δώματος σταθμοῖς ἐπʼ οὐδοῦ ἕζεσθαι πτωχικὸν ἦν καὶ δυσωπικόν, ὃ καὶ νῦν ἐν τοῖς τοῦ Αἰόλου δώμασιν Ὀδυσσεὺς ποιεῖ παλιμπλαγχθεὶς ἐκεῖ τὸ δευτέρον, καὶ ὅτε δὲ εἰς τὴν Ἰθάκην ἀπέλθῃ. οὕτω δὲ καὶ Πηνελόπη ἐπʼ οὐδοῦ ἷζε πολυκλείτου θαλάμου ὅτε τὸν κατὰ τοῦ υἱοῦ λόχον ἔμαθεν. Ὅτι ἐπὶ δυστυχοῦς ὑποστροφῆς οἰκεῖον τὸ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο. πῶς ἦλθες; τίς τοι κακὸς ἔχραε δαίμων; ὅ ἐστιν ἐπεβάρησεν ὡς καὶ ἀλλαχοῦ δηλοῦται. Ὅτι Ὀδυσσεὺς μὲν μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν ἤγουν ἱκετεύων λέγει τοῖς περὶ τὸν Αἴολον ὑποστραφεὶς, ὅτι ἄασσάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος σχέτλιος. εἶτα καὶ ἱκετεύει. ἀλλʼ ἀκέσασθε φίλοι. δύναμις γὰρ ἐν ὑμῖν. ὅ πέρ ἐστι περίφρασις τοῦ, δύνασθε γάρ. καὶ οὕτω μὲν ὁ Ὀδυσσεύς. ἀκούει δὲ πρὸς τοῦ Αἰόλου, ὅ περ ἄν τις ἀκούσοι δυσωπῶν μὲν διὰ πομπὴν μετʼ ὀργῆς δὲ ἀποπεμπόμενος. ἔῤῥε θᾶσσον ἐλέγχιστε ζωόντων. οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν ἄνδρα ὃς ἂν θεῷ ἀπέχθηται. ἔῤῥε. ἐπεὶ ἄρα θεῷ ἀπεχθόμενος τόδʼ ἱκάνεις. ἤγουν ἐνταῦθα, κατὰ τόδε τὸ δῶμα ἐλλειπτικῶς, ὅ περ κοινότερον τῇδε λέγεται ὅ ἐστιν ἐνταῦθα ἐλλειπτικῶς καὶ αὐτὸ πάντως. τὸ γὰρ τῇδε ἱκάνεις, ὅμοιον ὡς εἴπερ λέγοι τις ἐν τῇδε τῇ οἰκείᾳ ἢ τῇ ὁδῷ, ἢ τοιοῦτόν τι. Τοῦ δὲ ἄασα ὃ λέξις μέν ἐστι ποιητικὴ, γεννᾷ δὲ τὴν ἀάτην, ἐκτείνεται καὶ νῦν ἡ ἄρχουσα. Τὸ δὲ ἀκέσασθε ἀφʼ οὗ καὶ τὸ, ἀκεσταί τοι φρένες ἐσθλῶν, καὶ τὸ, νῆας ἀκειόμενον, δηλοῖ μὲν ἄρτι τὸ ἰάσασθαι. σημαίνει δέ ποτε καὶ τὸ ῥάψαι. λαβεῖν μέντοι τὴν λέξιν ἀντὶ τοῦ ἠπήσασθαι ὅθεν κατά τινας καὶ ἀκέστρια ἡ ἠτρία καὶ ἀκέστριον τὸ ἠπητήριον, οὐκ ὀρθῶς ἔχει. φησὶ γοῦν Αἴλιος Διονύσιος ἀκέστριαν οὐκ ἠπήτριαν. Μένανδρος. ἐξακεῖσθαί μοι δοκῶ τὸ δίκτυον. καὶ ἱμάτιον ἀκούμεθα. τὸ δὲ ἠπήσασθαι παντελῶς φησὶ βάρβαρον. συμφθέγγεται δὲ τῷ Διονυσίῳ καὶ ἡ συνήθεια, παρʼ ᾗ τὸ, σουβλίῳ τρυπᾶν ἠπᾶν λέγεται. καὶ τὸ τῆς ἠπήσεως ὄργανον ἠπητήριον. Καθάπτεσθαι δὲ ἔπεσι καὶ νῦν τὸ ἀποτείνεσθαι καὶ καθικνεῖσθαι. Τὸ δὲ ἔῤῥε καίριον ὂν, δὶς ἐλέχθη κατὰ θυμικὴν διάθεσιν. ἑρμηνεύουσι δὲ αὐτὸ οἱ Ἀριστάρχιοι, μετὰ φθορᾶς ἄπιθι, ἐξηγούμενοι ἐκεῖνοι οὕτω καθʼ Ἡρακλείδην, ἐπειδὴ ἐκ τοῦ φθείρω γίνεται τὸ ἔῤῥω, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, παρέσει τοῦ φ καὶ θ. ἴδιον γὰρ Ἰώνων καὶ Αἰολέων, τὰ τῶν λέξεων πρῶτα σύμφωνα αἴρειν εἴτε ἓν τύχοι ὂν οἷον λαιψηρὸς αἰψηρὸς, εἴτε δύο, πλευρὰξ εὐρὰξ ἐπίῤῥημα ποιότητος, τὸ παρὰ πλευρὰν ἤτοι πλάγιον. οὕτω γοῦν, καὶ φθείρω εἴρω, ἐξ οὗ Αἰολικῶς, ἔῤῥω. ὡς κείρω κέῤῥω. δείρω δέῤῥω. Αἰολεῖς γάρ φασι τῶν τοιούτων θεμάτων τὴν παρατέλευτον δίφθογγον ἀλλοιώσαντες καὶ μεταθέντες τὸ ἰῶτα εἰς ρ ἴδια ποιοῦσι ῥήματα. παραγὼν δὲ Ἡρακλείδης πρὸς ὁμοιότητα τοῦ φθείρω εἴρω καὶ τὸ πλάνη ἄνη καὶ ἀντιθέσει τοῦ ν εἰς λ ἄλη, καὶ εἰπὼν ἀντιστοιχεῖν τὸ λ καὶ ν Δωρικῶς ὡς ἐν τῷ ἄνη ἄλη οὕτω καὶ ἐν τῷ φίντατος φίλτατος. ἦνθεν ἦλθεν, ὃ δὴ καὶ ἐν τῷ Φίντης γίνεται παρὰ Πινδάρῳ, καὶ παρʼ Ἀττικοῖς δὲ καὶ ἐν τῷ νίτρον λίτρον καὶ πνεύμων πλεύμων, λέγει καὶ ὡς ἐκ τοῦ φθείρω, γίνεται κατὰ Δωριεῖς φθαίρω, ἀφʼ οὗ τὸ ἔφθαρκα. καὶ ἐκ τοῦ κτείνω, κταίνω Δωρικώτερον παρὰ Ἀλκαίῳ. ὅμοια δὲ καὶ τὸ μεσόγειον μεσόγαιον. καὶ κύπειρον κύπαιρον παρὰ Ἀλκμᾶνι. καὶ εἴθε αἴθε. καὶ δεινὸς αἰνὸς παρέσει τοῦ δ Ἰωνικῇ διαλέκτῳ. καὶ οὕτω μὲν φθείρω φθαίρω Δωρικῶς. ἐξαιρέσει δὲ τῶν πρώτων συμφώνων, αἴρω. καὶ ὑπερβιβασμῷ κατὰ Ἴωνας, ῥαίω. ἐξ οὗ αἱ σφύραι ὁ τε μὲν ῥαιστῆρες κοινότερον, ὁ τε δὲ, αἶραι ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. οὗ χρήσεις ἐν τῷ, αἰράων ἔργα διδασκόμενοι. ἔργον δὲ πάντως αἰραίων τὸ σφυροκοπεῖν. εἰκὸς δὲ καὶ τὸ σπέρμα τὴν αἶραν ἐκ τοῦ τοιούτου φθαίρω αἴρω καὶ ῥαίω γενέσθαι, φθορὰ γάρ τις ἡ αἶρα σίτου. καὶ τοιάδε μὲν ταῦτα. Ἐλέγχιστος δὲ, ὁ ἐφάρματος. τοιούτων γὰρ ἀνδρῶν τὸ ἐλέγχεσθαι. Τὸ δὲ οὔ μοι θέμις κομίζειν οὐδʼ ἀποπέμπειν ἀστείως ἔχει. ξένον μὲν γὰρ θεοφιλῆ χρὴ παρέοντα μὲν φιλεῖν, <!-- 1.368 -->ἐθέλοντα δὲ πέμπειν. τὸν μέντοι θεομισῆ οὔτε τὴν ἀρχὴν κομιδῆς ἀξιοῦν ἐχρῆν, οὔτε πομπῆς ὕστερον. ἔστι δὲ τὸ ἀποπέμπειν ταυτὸν τῷ πέμπειν. καιρία δὲ καὶ αὕτη λέξις, διὸ καὶ ἐπιμένει ὁ ποιητὴς αὐτῇ τε καὶ ταῖς ἐξ αὐτῆς κινήσεσιν. οἷον ἠδὲ κέλευον πεμπέμεν. καὶ, τεῦχε δὲ πομπήν. καὶ, ἐνδυκέως ἀπεπέμπομεν. καὶ, οὐ κομιζέμεν οὐδʼ ἀποπέμπειν. καὶ, οὐκέτι φαίνετο πομπή. καὶ, ὣς εἰπὼν, ἀπέπεμπε δόμων βαρέα στενάχοντα. ὅπερ οἰκεῖον εἰπεῖν ἐπὶ τοῦ ἐν ἱκεσίᾳ μὴ ἐλεηθέντος. Ὅτι ἐπίμονον κωπηλασίαν δηλοῖ τὸ, τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς. Ὅτι ὥσπερ ἁμαρτῶ ἁμαρτία, οὕτω ματῶ ματία ἡ ματαιότης. φησὶ γάρ. τείρετο δʼ ἀνδρῶν θυμὸς ἡμετέρῃ ματίῃ. Τοῦ δὲ ματῶ ματήσω ἡ χρῆσις ἐν Ἰλιάδι, τεθεῖσα ἐπὶ ἵππων μὴ ἐθελόντων θέειν. ὅτι δὲ καὶ μάτιόν ἐστιν οὐδέτερον ὄνομα ἐξ οὗ καὶ ὁ ματιολοιχὸς, ἐῤῥέθη ἐκεῖ.

Ὅτι ἐκ τῆς κατὰ τὸν Αἴολον νήσου μακράν που ἀπῳκισμένης οἱ περὶ τὸν Ὀδυσσέα ἑξῆμαρ ὁμῶς πλέοντες νύκτας τε καὶ ἦμαρ, ἑβδομάτῃ ἵκοντο Λάμου αἰπὺ πτολίεθρον. ὃ ἐφερμηνεύων φησί. τηλέπυλον Λαιστρυγονίην. εἶτα ἱστορικῶς ἐκτιθεὶς τὴν ἐκεῖ τοπικὴν ἰδιότητα φησίν. ἔνθα ποιμένα ποιμὴν ἠπύει ὅ ἐστι προσφωνεῖ. καὶ ἐφερμηνεύων, τί ποιῶν ποιμὴν τί ποιοῦντα ποιμένα ἠπύει φησίν. εἰσελάων. ὁ δʼ ἐξελάων ὑπακούει. τουτέστι ποιμὴν εἰσελαύνων ἐκ νομῆς προσφωνεῖ τὸν ἐξελαύνοντα εἰς νομὴν καὶ αὐτὸς ὑπακούει. λαμβάνει δὲ νῦν ἢ τὸ ποιμένα ἢ τὸ ποιμὴν ἀντὶ βουκόλου καταχρηστικώτερον. Ἐφʼ οἷς τὴν εὐχρηστίαν τοῦ τόπου ἱστορῶν λέγει. ἔνθα κʼ ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθοὺς, τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων. ἐν ᾧ δηλοῦται ὅτι ποιμὴν καὶ ὁ βουκόλος ἀνωτέρω ἐῤῥέθη. δείκνυσι δὲ διὰ τούτων ὁ ποιητὴς καθʼ ἱστορίαν, ἀγαθὰς εἶναι νομὰς ἐν τῇ τῶν Λαιστρυγόνων γῇ, τὰς μὲν βουκόλοις, τὰς δὲ ποιμέσι. καὶ τοὺς μὲν βουκόλους νύκτωρ νέμειν διὰ τὸν ἐπιπολάζοντα τοῖς βουσὶν ἐκεῖ πολέμιον οἶστρον τὸν καὶ μύωπα, ὃς δὴ ζωΰφιόν ἐστιν ἐχθρὸν βουσὶ, τοὺς δὲ ποιμένας βόσκειν ἡμέρας οὔσης. διὸ τὸν ἄϋπνον ὄντα ἤτοι ὀλιγόϋπνον νυκτὸς διὰ τὸ ἐν ἡμέρᾳ τυχὸν πλείονι τῷ ὕπνῳ καταχρήσασθαι διπλοῦς φησὶν ἐξαίρειν μισθοὺς, ἐν νυκτὶ μὲν βουκολοῦντα, μεθʼ ἡμέραν δὲ ποιμαίνοντα. ἱστορεῖ δὲ καὶ ἐγγὺς τῆς πόλεως εἶναι τὰς τοιαύτας νυκτερινάς τε καὶ ἡμερινὰς νομὰς καὶ τὰς εἰς αὐτὰς ὁδούς. διὸ καὶ ποιμένα ποιμὴν ἐξελαύνοντα εἰσελάων προσφωνεῖ. Ἰστέον δὲ ὅτι τε καθὰ οἱ νέμοντες τὰς αἶγας αἰπόλοι λέγονται καὶ οἱ τοὺς βόας βουκόλοι καὶ βοῦται, καὶ οἱ τοὺς ἵππους ἱππονόμοι καὶ ἱπποπόλοι, οὕτω καὶ οἱ τὰ πρόβατα νέμοντες ποιμένες καλοῦνται καὶ προβατεῖς καὶ μηλάται. τὸ δὲ ποιμαινόμενον πλῆθος ποίμνιον, Ὁμηρικῶς δὲ, πῶϋ. καθὰ καὶ ὁ μὲν περὶ σύας συβώτης, τὸ δὲ ὑπʼ αὐτὸν συβόσιον. ὡς καὶ αἰπόλιον, τὸ κατὰ τὸν αἰπόλον. καὶ ὅτι μῆλα εἰ καὶ ὡς ἐπὶ πολὺ τὰ πρόβατα, ὅμως καὶ τὰ πλείω τῶν τετραπόδων, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, μῆλά τε καλοῦνται καὶ πρόβατα. Σοφοκλῆς γοῦν φασὶ τὸν Ἀχιλλέα τραφῆναι εἰπὼν ἐν τῷ πηλίῳ πᾶν μῆλον θηρῶντα δόξοι ἂν τὰ θηρία πάντα μῆλα καλεῖν. καὶ ὁ εἰπὼν δὲ μῆλα βόας κεραοὺς καὶ ὄϊς καὶ πίονας αἶγας καὶ τοὺς βοῦς ἐν τοῖς μήλοις τίθησι. Σιμωνίδης δέ φασι τὸν ταῦρον ὁτὲ μῆλον ὁτὲ δὲ πρόβατον ὀνομάζει. Πίνδαρος δὲ τὰς τοῦ Διομήδους ἵππους πρόβατα καλεῖ. ἐθέλει δὲ τοῦτο καὶ Ἡρόδοτος ἐν τῷ, θύουσι δὲ καὶ τὰ ἄλλα πρόβατα, ἵππους δὲ μάλιστα. Ὅμηρος δὲ ἐν τῷ, κειμήλιά τε πρόβασίν τε, δοκεῖ φησὶ τὴν τῶν ὅλων βοσκημάτων κτῆσιν πρόβασιν καλεῖν. Ἔτι ἰστέον καὶ ὅτι Λάμος ἢ Λαιστρυγόνος ἐπιφανοῦς ὄνομα, ἢ βασιλέως τῶν ἐκεῖ, υἱοῦ Ποσειδῶνος. Αἰπὺ δὲ τὸ ῥηθὲν πτολίεθρον ἴσως μὲν ὡς ὑψηλὸν, ἴσως δὲ καὶ διὰ χαλεπότητα τῶν ἐκεῖσε, οἳ οὐ μόνον ἄξενοι κατὰ τὴν ἱστορίαν, ἀλλὰ καὶ ἀνθρωποφάγοι φαίνονται, κατεσχηκότες τὴν περὶ Σικελίαν χώραν τῶν Λεοντίνων, ἐν ᾗ πολὺς ὁ μύωψ. ὥστε τὰ μὲν λάσια ἡμέρας φασὶ νέμεσθαι ὡς καὶ Ὅμηρος οἶδε, τὰ δὲ ψιλὰ νυκτός. διὸ τὸν δυνάμενον ἀγρυπνεῖν δύο ἀποφέρειν μισθούς. Τηλέπυλος δὲ ἢ ἡ μεγάλη, τῶν γὰρ τοιούτων φασὶ πολὺ διεστᾶσιν αἱ πύλαι, ἢ ἡ ᾠκισμένη τῆλέ που. τινὲς δὲ τηλέπυλον φασὶ, τὴν μακρόπυλον οὐ τῷ διαστήματι ἀλλὰ τῷ πλάτει τῶν πυλῶν ἢ τῷ μήκει. ἄλλοι δὲ ὡς ἀνωτέρω ὑπελαλήθη, τὴν διασταδὸν πύλας διαφόρους ἔχουσαν οὐ πάνυ μέντοι ἀφεστηκυίας, ἀλλʼ ὥστε τὴν φωνὴν ἐξακούεσθαι τῶν εἰσελαυνόντων καὶ ἐξελαυνόντων καθʼ ὁμοιότητα τοῦ, ὅσσον τε γέγωνε βοήσας. εἰσὶ δὲ οἳ κύριον ὄνομα πόλεως τὴν τηλέπυλον ἐδέξαντο. Ὅρα δὲ <!-- 1.369 -->ὡς οὐδὲν ὤνησε τὴν τῶν Λαιστρυγόνων τὸ πολιτικῶς ᾠκίσθαι ὅ ἐστι πόλιν ἔχειν. καὶ οὕτω γὰρ ἀθέμιστοι καὶ ἄγριοι καὶ αὐτοί. Τὸ δὲ ἐξήρατο μισθοὺς, ἔχει συγκρότησιν ἑρμηνευτικὴν καὶ ἐκ τοῦ, ὅσσʼ Ὀδυσσεὺς ἐμόγησε καὶ ἤρατο. Ἄργυφα δὲ, μήλων ἐπίθετον διὰ τὴν τοῦ ἐρίου λευκότητα. τὸ μέντοι ἀργύφεον ἐπὶ ἱματίου τίθεται. Ὁ δὲ μῆλα νομεύων καὶ ὁ βουκολέων εἴδη ποιμένος ὡς καὶ ἀνωτέρω δεδήλωται. Τὸ δὲ ἐγγὺς νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι, οὐ μόνον τοπικῶς φασί τινες ἀντὶ τοῦ ἐγγὺς τῆς πόλεως κεῖνται, ὡς ἐῤῥέθη, αἱ νυκτεριναὶ καὶ ἡμεριναὶ νομαὶ διὸ καὶ οἱ νομεῖς ἀλλήλους ὡς ἐῤῥέθη προσφθέγγονται, ἀλλὰ καὶ χρονικῶς ἐκλαμβάνονται, ὡς καιροῦ τινὸς πάνυ βραχείας ἐκεῖ τὰς νύκτας ποιοῦντος. διὸ μηδὲ ῥᾷον δύνασθαι μέρος μέν τι τῆς νυκτὸς ἀναπαύσασθαί τινα ἱκανῶς, μέρος δὲ βουκολῆσαι, διὰ τὸ, ἐγγὺς ἀρξαμένῃ, δηλαδὴ τῇ νυκτὶ, καὶ τὴν τοῦ ἡλίου συντρέχειν ἀνατολὴν ὀλίγον χρόνον διατρίψαντος ὑπὸ γῆν. ὅθεν τὸν τηνικαῦτα δυνάμενον ὀλιγοϋπνεῖν κερδαίνειν διπλᾶ. κατῆρξε δέ φασι τῆς τοιαύτης μαθηματικῆς ἐπινοίας Κράτης, βραχείας ὑποθέμενος τὰς ἐκεῖ νύκτας καὶ εἰπὼν εἶναι τοὺς Λαιστρυγόνας ὑπὸ τὴν κεφαλὴν τοῦ δράκοντος κατηστερισμένην περὶ αὐτοὺς, ἣν καὶ Ἄρατος λέγει ἵσσεσθαι ᾗχιπερ ἄκραι μίσγονται δύσιές τε καὶ ἀνατολαὶ ἀλλήλῃσιν. ὥστε φασὶ καὶ πλείω μὲν εἶναι τὴν ἡμέραν, ὀλίγην δὲ τὴν νύκτα. οὗ τὸ ἀνάπαλιν παρὰ τοῖς Κιμμερίοις. παρʼ οἷς ὁ μῦθος πολυημέρους νύκτας πλάττεται, ὅθεν σύνεγγυς οὐσῶν ἐν Λαιστρυγονίᾳ τῶν ἀνατολῶν ταῖς δύσεσι καὶ τῆς νυκτὸς βραχυτάτης οὔσης διὰ τὸ ἐγγὺς τετάχθαι τῆς ἡμέρας εἰκότως φάναι τὸν ποιητὴν πλησιάζειν τὰς τῆς νυκτὸς κελεύθους ταῖς τοῦ ἤματος. καθάπερ ἂν γένοιτό τις καιρὸς καὶ τοῦ ἀνάπαλιν, μηκυνθείσης μὲν τῆς νυκτὸς, συσταλείσης δὲ τῆς ἡμέρας. ὅτε καὶ αἱ τῆς ἡμέρας κέλευθοι πλησιάζειν ἂν λέγοιντο τῇ νυκτί. ὅπερ ὁ ποιητὴς ἀφῆκεν ἐξ ἀναλόγου νοεῖν μνησθεὶς θατέρου διὰ τὸ θαυμασιώτερον, ἐν ᾧ ἔστι κερδαίνειν τὸν ὕπνον. διὸ οὐδὲ εἶπεν ὡς ἐγγὺς ἤματος καὶ νυκτός εἰσι κέλευθοι, ἀλλὰ νυκτός τε καὶ ἤματος, ὡς ταχὺ μετὰ νύκτα τῆς ἡμέρας διαφαινούσης. ὃ παραφράζων Ἄρατος ἔφη τό· μίσγονται δύσιες καὶ ἀνατολαί. ταυτὸν γὰρ ἐγγὺς εἶναι νυκτὸς καὶ ἤματος ὁδοὺς, καὶ μίσγεσθαι δύσεις καὶ ἀνατολάς. Ἰστέον δὲ ὅτι τὸ, ἔνθα κʼ ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθοὺς τὸν μὲν δηλαδὴ νυκτὸς τὸν δὲ ἡμέρας ἁρμόζει καὶ ἐπὶ τεχνιτῶν οἳ καί τι τῆς νυκτὸς τοῖς ἔργοις ἀπομερίζονται. Ὅτι ἐκφράζων διʼ ὀλίγων τὸν ἐν τῇ Λαιστρυγονίᾳ λιμένα φησίν· ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν περὶ πέτρη ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν, ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν ἐν στόματι προὔχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν. ὅ ἐστι λεπτή. στενή. ὃ καὶ δασύνουσι οἱ παλαιοὶ πρὸς διαστολὴν τοῦ ἁπλῶς ἀραιοῦ. τοῦτο δὲ παρεφράσθη, ἐκ τοῦ, λεπτὴ δʼ εἰσίθμη. ὃ ἐπὶ τοῦ Φαιακικοῦ ἐῤῥέθη λιμένος. Ἐν οἷς σημείωσαι καὶ ὅτι τὸ ἐνταῦθα σαφὲς ἤγουν τὸ εἴσοδος ἐκεῖ ποιητικώτερον κεῖται. εἰσίθμη γάρ. καὶ αὖ πάλιν τὸ ἐκεῖ κοινῶς λεχθὲν ἤγουν τὸ λεπτὴ, ἐνταῦθα οὐχʼ οὕτως ἐφράσθη. ἀραιὴ γὰρ ποιητικώτερον. εἶτα κοῖλον τὸν τοιοῦτον λιμένα εἰπὼν ὥσπερ δὴ ἐν τοῖς ἑξῆς καὶ πολυβενθέα, ἐπάγει ὡς οὔποτε ἀέξετο κῦμά γʼ ἐν αὐτῷ οὔτε μέγʼ οὔτʼ ὀλίγον λευκὴ δʼ ἦν ἀμφιγαλήνη. δηλοῖ δʼ ἐν τούτοις Ὅμηρος ἀγαθόν τε λιμένα τὸν ῥηθέντα εἶναι καὶ φυσικῶς ὠχυρῶσθαι. ὃ δὴ καὶ πρὸς κακοῦ γέγονε τοῖς περὶ Ὀδυσσέα. ἐγκλεισθέντες γὰρ ὥσπερ ἕρκει τῷ τοιούτῳ λιμένι, ἀπώλοντο. Κλυτὸν δὲ λιμένα συνήθως λέγει τὸν ἄξιον περιᾴδεσθαι καὶ ἀκούεσθαι. οὕτω καὶ κλυτὰ μῆλα πρὸ ὀλίγων ἔφη. κλυτὸν μέντοι ὄνομα Ὀδυσσέως τὸ ἐξάκουστον. Τὸ δὲ τετύχηκεν, ἀντὶ τοῦ κατὰ τὴν τύχην ἐστὶ καὶ οὐκ ἐξ ἐπιτεχνήσεως. Τὸ δὲ ἀμφοτέρωθεν, ἑρμηνεία ἐστὶν ἐνταῦθα τοῦ διαμπερὲς, ὥσπερ καὶ τὸ προὔχουσι σαφήνειά ἐστι τοῦ, ἀκταὶ προβλῆτες. ἤτοι αἱ τοῦ λιμένος προβεβλημέναι καὶ προέχουσαι αὐτοῦ. ἃς δὴ καὶ ἐπηρεφέας ἐρεῖ, ὡς ἐπικεκλιμένας δίκην ὀρόφου. Τὸ δὲ ἐναντίαι ἀλλήλαις, ἀντὶ τοῦ αἱ μὲν δεξιαὶ αἱ δʼ ἐξ ἀριστερῶν. Στόμα δὲ ὅτι καὶ ἐπὶ λιμένων λέγεται καθὰ καὶ ἐπὶ ποταμῶν ἔτι δὲ καὶ λιμνῶν, ὡς δηλοῖ καὶ τὸ παρὰ Θεοκρίτῳ στομάλιμνον, δῆλόν ἐστι. Τὸ δὲ στενὸν τῆς κατὰ τὸν λιμένα εἰσόδου τὸν πολὺν ὄλεθρον τῶν τοῦ Ὀδυσσέως νηῶν πιθανολογεῖ, οὐκ εἶχον γὰρ διεκδῦναι τῆς στενότητος. οὕτω δὲ καὶ τὸ τῶν πετρῶν ἐπηρεφὲς πιθανῶς ἀπολλυμένους τοὺς προσορμισθέντας ποιεῖ, βαλλομένους ἐκ μετεώρων, καὶ διατοῦτο ἐκπίπτοντας μὲν τῶν πλοίων εἶτα θνήσκοντας οἴκτιστα. Ἐν δὲ τῷ, κῦμα ἄξετο, ἀστείως ἔθετο τὴν αὔξησιν ἐπὶ ἐγέρσεως κύματος, ὡς <!-- 1.370 -->εἶναι λοιπὸν μείωσιν τὸ ἀνάπαλιν. Τὸ δὲ ὀλίγον, καὶ νῦν ὡς καὶ πρὸ τούτων, ἀντὶ τοῦ μικρὸν κεῖται. Τὸ δὲ λευκὴ γαλήνη, ἄριστα ἐῤῥέθη. ἐπεὶ παρὰ τὸ γάλα ἡ γαλήνη. λευκὸν δὲ τὸ γάλα φησὶ κατεξαίρετον Ὅμηρος. εἴη δὲ ἂν καὶ μαρμαρέη θάλασσα ἡ τοιαύτην γαλήνην ἔχουσα. Ὅτι ἐλλιμενισμὸν φράζει τὸ, ἔνθα ἔχον νέας ἀμφιελίσσας. αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο πλησίαι. διὰ τὸ ὡς ἐῤῥέθη ἀκύμαντον τοῦ λιμένος. Τοῦ δὲ πλησίαι, δῆλον ὡς εὐθεῖα ἐστὶν ἡ πλησία, ἧς ἡ γενικὴ παρὰ Σοφοκλεῖ ἐν τῷ, παρούσης τῆσδε πλησίας ἐμοί. Ὅτι εὐτυχῶς ὁ Ὀδυσσεὺς ἔξω τοῦ ῥηθέντος λιμένος ἔσχε τὴν ἑαυτοῦ νῆα, ἐπʼ ἐσχατιᾶς δηλαδή. μὴ κατασχὼν εἴς τι κοῖλον ἀλλὰ πέτρης ἐκ πείσματα δήσας. ὡς εἰ μὴ τοῦτο ἐποίησεν, οὐκ ἂν οὐδʼ αὐτὸς διέδρα τὸν κίνδυνον. Ὅρα δὲ καὶ νῦν ὡς οὐ μόνον ἐπʼ ἀγροῦ ἡ ἐσχατιὰ ἢ ἐπʼ ἐρημίας. ἰδοὺ γὰρ νῦν ἐσχατιὰ τὸ τοῦ λιμένος ἔσχατον. Ὅτι ἀνελθόντι τῷ Ὀδυσσεῖ καὶ στάντι σκοπιὴν ἐς παιπαλόεσσαν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα, καπνὸς δὲ μόνος ὁρᾶτο ἀπὸ χθονὸς ἀΐσσων, δηλῶν εἶναι τὸν τόπον οἰκούμενον. Ἔργα δὲ βοῶν, τὰ κατὰ γεωργίαν λέγει, καθὰ καὶ Ἡσίοδος, ἔργα βοῶν δʼ ἀπόλοιτο. εἰ καὶ ἄλλως ὑπούργουν βόες τοῖς ἐκεῖ. ἅμαξαι γὰρ ἄστυ δʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην. Ἔστι δὲ ἀγινεῖν κυρίως μὲν τὸ ἄγειν, ἐκ τῆς τοῦ ἄγω παραγωγῆς. νῦν δὲ τὸ καταφέρειν. οὐ μακρὰν δὲ τῆς περὶ τὴν γῆν τῶν Κυκλώπων διαγωγῆς καὶ τὰ τῶν Λαιστρυγόνων, εἴγε καὶ τούτοις ἀπραγμάτευτος ἡ ζωή, πλὴν ὅσον οὐ προσμαρτύρεται καὶ αὐτοῖς τὸ καὶ ἀρότου δίχα καὶ σπορᾶς εὔφορον εἶναι τὴν κατʼ αὐτοὺς γῆν. Ὅτι δὲ καὶ ἀγριώτεροι Κυκλώπων οἱ Λαιστρυγόνες, ἔστι ἐνταῦθα ἐκ τῶν τοῦ ποιητοῦ συναγαγεῖν. βασιλεύονται μὲν γὰρ, ἀλλʼ οὐ θεμιστεύονται, οὔτε κοινῶς κατὰ τοὺς ἡμετέρους ἀνθρώπους, ἀνθρωποφαγοῦσι γάρ· οὔτε μὴν ἰδίᾳ κατὰ τοὺς Κύκλωπας. οὐ γὰρ ἱστόρησεν ὡς ἐκεῖ, οὕτω καὶ ἐπὶ τούτων ὁ ποιητὴς, ὡς ἕκαστος θεμιστεύει παίδων ἠδὲ γυναικῶν. ἔτι Λαιστρυγόνες μὲν ἐνταῦθα τοὺς περὶ τὸν Ὀδυσσέα ὀλλύντες δαῖτα πένοντο. περὶ δὲ Κυκλώπων ὡς ἀνθρωποφαγούντων οὐδὲν ἐξέφῃνεν ὁ ποιητὴς, μόνον δὲ τὸν Πολύφημον τοιοῦτον ἱστόρησε. πολύθηρος δὲ καὶ ἄλλως πολύζωος καὶ ἡ τῶν Λαιστρυγόνων, εἴγε μὴ γεωργοῦντες ἐκ τοιούτων ἔζων ὡς εἰκὸς καὶ αὐτοὶ σκυθικώτερον. καὶ μᾶλλον ἤπερ οἱ Κύκλωπες. ἐκείνοις γὰρ αὐτοφυῆ τὰ ἐκ γῆς ἥμερα κάρπιμα. Ἡ δὲ θηριώδης ἀγριότης τῶν Λαιστρυγόνων ἔπεισε τοὺς ἀλληγοροῦντας, εἰς ἤθη μεταλαβεῖν αὐτοὺς θηριώδη μικρόν τι ἀπεοικότα τοῦ θυμοῦ Κύκλωπος. ὑφʼ ὧν Λαιστρυγόνων ἄλλοι μὲν ἂν παραπόλοιντο ἐν αὐτῷ τῷ λιμένι παθόντες ναυάγιον οἴκτιστον, ὥσπερ καὶ ὑπὸ Κύκλωπος τοῦ θυμοῦ οἱ αὐτῷ περιπεπτωκότες. Ὀδυσσεὺς μέντοι ἀπαθὴς ἂν διεκφύγῃ καὶ τὰ τοιαῦτα κακά. Ὅτι καὶ ἐνταῦθα ὡς καὶ ἐπὶ τῶν Λωτοφάγων προΐησιν Ὀδυσσεὺς τοὺς πευσομένους ποῖ γῆς εἰσὶν ἄνδρε δύο κρίνας, τρίτατον κήρυκα ἅμα ὀπάσας ἤτοι δοὺς ἕπεσθαι, ἵνα δηλαδὴ μὴ ὦσιν εὐεπιχείρητοι διὰ τὸν κήρυκα, ὡς προγέγραπται. οἱ δὲ, ᾔεσαν λείην ὁδὸν ᾗπερ ἅμαξαι εἰς ἄστυ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ἤγουν κατῆγον τὴν ὕλην. κούρῃ δὲ ξύμβληντο τουτέστι συνήντησαν πρὸς ἄστεος ὑδρευούσῃ, θυγατρὶ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο. ἡ μὲν ἂρ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον, Ἀρτακίην. ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον. καὶ οἱ μὲν προσφωνοῦντες ἠρώτων ὅστις τῶνδʼ εἴη βασιλεὺς καὶ τοῖσιν ἀνάσσει. ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ. οἱ δὲ εἰσελθόντες τὴν γυναῖκα εὗρον ὅσην ὄρεος κορυφὴν, κατὰ δʼ ἔστυγον αὐτήν. ἡ δὲ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα, ὃν πόσιν. ὃς δὴ αὐτοῖς βουλευσάμενος ὄλεθρον αὐτίκα ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δόρπον. οἱ δὲ δύο ἀΐξαντες ἔφυγον. Ἀντιφάτης δὲ βοὴν ἔθετο διʼ ἄστεος. οἱ δʼ ἀΐοντες φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος, μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασι τοῖς τοῦ μύθου. οἱ δʼ ἀπὸ πετράων τῶν ἐν τῷ λιμένι δηλαδὴ, ἀνδραχθέσι χερμαδίοισι βάλλον. ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει, ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων· ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα πένοντο. τερπνὴν μέντοι ἄλλως σφίσιν αὐτοῖς. Καὶ ὅρα ὅπως τὰ σκυθρωπὰ καὶ οὐ γλυκέα πρὸς ἀκοὴν συντομώτατα ἔφρασε, τὴν τῶν νηῶν τε θραῦσιν, καὶ ὡς οἱ ἄνδρες ἐβρώθησαν. ἔστι δʼ ἐν τούτοις εἰπεῖν καὶ ὅτι οὐ λίαν πάνυ ἀπέοικε τῆς κατὰ τὸν Κύκλωπα βριαρόχειρος ῥωμαλεότητος, ἡ τῶν Λαιστρυγόνων. οἷς ἀνδραχθῆ τὰ χερμάδια, ὡς καὶ τῷ Πολυφήμῳ ἐλαφρὸν ἡ τοῦ ὄρους κορυφή. καὶ ὅτι ὑπερφίαλοι καὶ οὗτοι κατὰ τοὺς Κύκλωπας εἴγε <!-- 1.371 -->καὶ Γίγασιν ἐοίκασι. καὶ ὅτι ἐγγύς που Κυκλωπείας φύσεως ἡ τοῦ Ἀντιφάτου ὑπογράφεται γυνὴ, οἷα οὖσα ὅση ὄρεος κορυφὴ, καθὰ καὶ ὁ Πολύφημος ἐῴκει ὄρει ὑλήεντι. καὶ ὁ Ἀντιφάτης ὡς οἷον ἥμισυ Κύκλωπός ἐστι τὴν βορότητα. ἕνα γὰρ ἑτάρων μάρψας ἐδείπνησε, τοῦ Κύκλωπος σὺν δύο αὐτοὺς θοινομένου. εἰ δὲ τὸν κήρυκα ὁ Ἀντιφάτης ἔμαρψεν, οὐκ ἔστι σαφῶς εἰπεῖν. Ὅρα δὲ ὅτι ἐν τῷ, ἄνδρε δύω κρίνας, τρίτον δὲ κήρυκα δοὺς, ἁπλούστερον ὁ ποιητὴς γράφει. τοὺς μὲν γὰρ δύο τῷ φυσικῷ καλέσας ὀνόματι, ἄνδρε γάρ. τὸν δὲ τρίτον, τῷ ἐκ τοῦ ἀξιώματος. ἄλλως γὰρ, ἀνὴρ πάντως ἦν καὶ ὁ κῆρυξ. καὶ οὐκ ἔστιν ἐνταῦθα διαστολὴ ὁποία μετʼ αὐτὸ ἐν τῷ, οὐκ ἄνδρεσιν ἐοικότες ἀλλὰ Γίγασι. Λείαν δὲ ὁδὸν, τὴν ἁμαξιτὸν λέγει. διὸ καὶ ἐπάγει ἑρμηνεύων περιφραστικῶς, ᾗπερ ἅμαξαι καὶ τὰ ἑξῆς. Ἄστυ δὲ ὅτι πάλαι μὲν ἅπαν πόλισμα, ὕστερον δὲ ἰδίως τὸ Ἀττικὸν, καθὰ καὶ πόλις ἰδιαζόντως ἦν ὅτε ἡ Ἀλεξάνδρεια κατʼ ἐξοχὴν, δεδήλωται ἐν ἄλλοις, ὁμοίως καὶ ὅτι τῷ ἄστεϊ παρωνόμασται ὁ κατὰ παίδευσιν ἀστεῖος πρὸς διαστολὴν ἀγροίκου τοῦ καὶ ἀγρότου καὶ ἀγροιώτου καὶ ἀγρείου δὲ διὰ παραληγούσης διφθόγγου. Τὸ δὲ ἀγινεῖν παράγωγον ὂν τοῦ ἄγειν σεσημείωται τοῖς παλαιοῖς ὡς ἀεὶ ἐκτείνει τὴν γι συλλαβήν. οἷον. ἕκαστος μῆλον ἀγινεῖ. καὶ, πάροιθεν ἀγίνεσκον. καὶ, ἠγίνεον ἀνὰ ἄστυ. ἔνθα ἡ γι συλλαβὴ μετὰ τῆς ὄπισθεν αὐτῆς ἀπαρτίζουσα σπονδεῖον, τὰς ἐφεξῆς τέσσαρας προκοιλίου στίχου λόγῳ, δακτυλικῶς ποδίζει. Τὸ δὲ πρὸ ἄστεος ἀρχή ἐστι τοῦ παρὰ τοῖς ὕστερον προαστείου. Τὸ δὲ ὑδρευούσῃ παθητικῶς οἱ μεθʼ Ὅμηρον φασὶν Ἀττικοί. παράφρασις δὲ ἢ περίφρασις τοῦ ὑδρεύειν εἴτουν ὑδρεύεσθαι τὸ, ὕδωρ προτὶ ἄστυ φέρεσκον. Ὁ δὲ Ἀντιφάτης καὶ Ἀντιφατεὺς ἐνταῦθα κεῖται ὁμοίως τῷ Γηρυόνης καὶ Γηρυονεύς. οὕτω δὲ καὶ Τυφῶν καὶ Τυφῶς καὶ Τυφωεύς. τοῦτο δὲ καὶ πλείους ἔχει κλίσεις. ἔστι γὰρ καὶ Τυφῶν Τυφῶνος, ἔτι δὲ καὶ Τυφάων Τυφάονος, ὡς δηλοῖ καὶ πραὰ Ὀππιανῷ τὸ Τυφαονίων ἀλαλητῶν. Τὸ δὲ κατεβήσετο γράφεται μὲν παρά τισι καὶ κατεβήσατο. κλίνεται δὲ ὡς παθητικὸς παρατατικός. οἷα τοῦ καταβήσω μέλλοντος ἀναδραμόντος εἰς ἐνεστῶτα. Ἀρτακία δὲ παρʼ Ὁμήρῳ μὲν πηγὴ περὶ Λαιστρυγόνας, ἴσως μὲν ἱστορικῶς περιφερομένη, τυχὸν δὲ καὶ πεπλασμένη διὰ τὸ ἀένναον, παρὰ τὸ ἄρτι κίειν ὅ ἐστιν ἀναδίδοσθαι καὶ προιέναι ἢ ἀνακηκίειν, πρὸς ὁμοιότητα τοῦ, αἰεὶ νέον ἐρχομενάων. Ἡρόδοτος δὲ καὶ πόλιν οἶδεν Ἀσιανὴν Ἀρτακίαν, ὡς δηλοῖ ἐν τῷ, ἄνδρα Κυζικηνὸν ἐξ Ἀρτακίης πόλεως. Τὸ δὲ ὅστις τῶνδε βασιλεὺς καὶ τοῖσιν ἀνάσσει, ἐκ παραλλήλου κατὰ μίαν ἔννοιαν κεῖται. εἴη δὲ ἂν ὁ ἐνταῦθα βασιλεὺς τυραννικὸς διὰ τὸ ἄγριον, εἰ καὶ μὴ οἶδε τὴν τοῦ τυράννου λέξιν ὁ ποιητής. Ὅρα δὲ καὶ τὸ ὑψερεφὲς ἐνταῦθα ὡς καὶ ἀλλαχοῦ συστέλλον τὴν προπαραλήγουσαν. Τὸ δὲ γυναῖκα ὅτι οὐ τὴν κατὰ φύσιν λέγει ἀλλὰ τὴν ὕπανδρον, δηλοῖ τὸ, ἡ δὲ ἐκάλει ὃν πόσιν. Τὸ δὲ ἔστυγον αὐτὴν ἀντὶ τοῦ, ἔφριξαν, κατὰ τὸ, στυγέει δὲ καὶ ἄλλος, ἤγουν φρίξει. ὅθεν καὶ στὺξ φρικτὴ πηγὴ ἡ ἐν Ἅιδου. ἀφʼ ἧς οἷα φρικτῆς οὐ μόνον ὁ στυγητὸς παρῆκται καὶ ὁ στυγερὸς τὰ κοινὰ, ἀλλὰ καὶ ὁ στύγαξ. Εὐκράτης γοῦν φασὶ στρατηγὸς Ἀθηναίων στύγαξ ἐπεκαλεῖτο διὰ τὸ στυγεῖσθαι ὡς δωροδόκος καὶ προδότης, διὸ καὶ κακῶς ὤλετο ἢ ἀναιρεθεὶς ἢ πιὼν κώνειον. Ἰστέον δὲ ὅτι πάλαι μὲν φρίκην ῥιγεδανὴν ἐδήλου τὸ στυγεῖν, οἱ δὲ ὕστερον καὶ ἀντὶ τοῦ μισεῖν αὐτὸ λαμβάνουσι διὰ τὸ ἐπακολουθοῦν μῖσος τοῖς στυγουμένοις. αὐτὸ δέ γε τὸ μισεῖν κοινότερον ἐπὶ τοῦ ἐχθραίνειν τεθὲν ἡ κωμικὴ σεμνότης ἐπὶ μίξεων ἔθετο ἀσέμνων. Ἀριστοφάνης γοῦν μισητέαν ἐπὶ κατωφερείας ἔφη ἤγουν ῥοπῆς ἀσχέτου τῆς περὶ μίξεις. ἄλλοι δὲ μισήτην βαρυτόνως πρὸς διαστολὴν τῆς ὀξυτονουμένης τὴν κοινὴν καὶ ῥᾳδίαν, λέγοντες καὶ χρῆσιν αὐτῆς εἶναι παρὰ Κρατίνῳ καὶ Σώφρονι. χρᾶται δὲ αὐτῇ καὶ παροιμία ἐν τῷ, περὶ σφυρὸν παχεῖα μισήτη γυνή. καὶ ταῦτα μὲν τοιαῦτα. ἐν δὲ τῷ, ἐξ ἀγορᾶς ἐκάλει, σημείωσαι ψεκτὴν ἀγορὰν τὴν τῶν ἀνθρωποφάγων Λαιστρυγόνων, οὐ μὴν ἐπαινετὴν κατὰ τὴν παρὰ τοῖς Φαίαξιν. Ὅτι δὲ Ἀρτακίη ἐκαλεῖτο ἡ ῥηθεῖσα πηγὴ καὶ ὅτι Ἀντιφατεὺς εἴτε καὶ Ἀντιφάτης ὁ ἐνταῦθα βασιλεὺς, ἐκ τῆς Κίρκης εἴτε καὶ ὕστερον ἐκ τῆς Καλυψοῦς, ἔοικε μαθὼν εἰδέναι ὁ Ὀδυσσεύς. οἴδασι γὰρ ἐκεῖναι τὰ κατὰ τὸν Ὀδυσσέα. διὸ Καλυψὼ μὲν ἔφη τῷ Ὀδυσσεῖ τὰ κατὰ τὸν Ἥλιον ὅτε διὰ τὰς βοῦς ἐχολοῦτο καθὰ ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἡ δὲ Κίρκη ἐρεῖ τῷ Ὀδυσσεῖ ὅτι οἶδε καὶ αὐτὴ ὅσα ἐν πόντῳ ἐκεῖνος ἔπαθεν ἄλγεα. ἄλλως μέντοι οὐκ εἰκὸς γνωστὰ εἶναι ταῦτα τῷ Ὀδυσσεῖ. ὃς οὐ <!-- 1.372 -->μόνον οὐκ οἶδε τὰ κατὰ τοὺς Κύκλωπας, ἀλλὰ καὶ μόλις ἔφυγεν ἐξ αὐτῶν. Τὸ δὲ βοὴν γενέσθαι καὶ ἄλλους ἄλλοθεν φοιτᾶν ἀΐοντας καὶ τὰ ἑξῆς εἰκὸς προσαρμόσαι ποτὲ ἀνδρῶν ἐφόδῳ λῃστρικῇ. Λίθοι δὲ ἀνδραχθεῖς οἱ ἀνδροβαρεῖς, οἳ τοῖς ἄλλοις ἀνδράσιν ἐπαχθῆ ἂν γένοιντο φορήματα. Τὸ δὲ πείροντες ἢ ἀντὶ τοῦ νηχόμενοι καὶ οὕτω περῶντες τὸν λιμένα ἐκ τοῦ πείρω τὸ περῶ ὡς τὸ, παννυχίη πεῖρε κέλευθον, ἢ ἀντὶ τοῦ, διαπείροντες τριαίναις ἢ τισὶν ἑτέροις ἀπωξυμμένοις ὀργάνοις. διὸ Λυκόφρων κεστρέων δίκην αὐτούς φησιν ἀγρευθῆναι. τινὲς δὲ γράφουσιν εἴροντες ὅ ἐστι συνείροντες κατὰ ἰχθύδια καὶ ὁρμαθὸν ποιοῦντες ὃ καὶ αὐτὸ ῥωμαλεότητα τῶν Λαιστρυγόνων δηλοῖ. ἄλλοι δὲ γράφουσιν, ἰχθῦς δʼ ἀσπαίροντες, ἵνα λέγῃ ὅτι ὡς ἰχθῦς ἀσπαίροντας αὐτοὺς ἐδαίνυντο. Ὅτι ἕως οἱ Λαιστρυγόνες τοὺς ἀμφὶ τὸν Ὀδυσσέα ὄλεσκον λιμένου πολυβενθέος ἐντὸς τόφρα ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἀπὸ πείσματα ἔκοψε νηός. καὶ ἐποτρύνας ἐκέλευσεν ἐμβαλεῖν κώπαις, ὡς καὶ προεῤῥέθη, ἵνα φησὶν ὑπʼ ἐκκακότητα φύγωμεν. οἱ δʼ ἅμα πάντες ἀνέῤῥιψαν δείσαντες ὄλεθρον. Καὶ ὅρα τὸ ἀνέῤῥιψαν ἐλλιπῶς λεχθὲν ἀναλόγως τῇ πραγματικῇ σπουδῇ, ἀλλαχοῦ δὲ ἐντελῶς ἐγράφη οἱ δʼ ἀνεῤῥίπτουν ἅλα πηδῷ. λέγει δʼ ἐνταῦθα Ὀδυσσεὺς καὶ ὅτι ἀσπασίως ἐς πόντον ἐπηρεφέας φύγε πέτρας νῆυς ἐμή. αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο, αἱ ἕνδεκα δηλαδὴ, μιᾶς μόνης περιλειφθείσης τῆς κατὰ τὸν Ὀδυσσέα ἣν καὶ πάνυ περιεποιεῖτο. Ὅρα δὲ καὶ τὸ, αἱ ἄλλαι ἀολλέες. ἐν ᾧ παρήχησίς τις ἐμφαίνεται. Ἀσπασίως δὲ εἰπεῖν καὶ ἀσμένως, ταυτόν ἐστι. διὸ εἰπὼν ὡς ἀσπασίως ἐς πόντον ἐπηρεφέας ἔφυγε πέτρας ἡ ναῦς, ἐπάγει ὅτι ἐνθένδε προτέρω πλέομεν ἄσμενοι ἐκ θανάτοιο. ἀκαχήμενοι μὲν ἄλλως ἐπὶ τῷ τῶν φίλων ὀλέθρῳ, χαίροντες δὲ οἷς ἐσώθημεν. Τίνες δὲ αἱ ἐπηρεφέες πέτραι, πρὸ ὀλίγου εἴρηται. νῦν δὲ ἔστιν εἰπεῖν καὶ ὅτι ἐπηρεφέες πέτραι νοηθεῖεν ἂν καὶ αἱ παρὰ τῶν Λαιστρυγόνων ἀφιέμεναι χερμάδες, οὕτω συχναὶ οὖσαι ὡς καὶ οἷον ἐρέφειν τοὺς βαλλομένους. Ὅτι κἀνταῦθα τὴν νῆσον τῆς Κίρκης Αἰαίην καλεῖ παρὰ τὴν Αἶαν, πόλιν ὡς προεγράφη Κολχικήν. ἀφʼ ἧς καὶ Κίρκη Αἰαία ὡς Θήβη Θηβαία, καὶ ἡ κατʼ αὐτὴν νῆσος ὁμωνύμως Αἰαία, καὶ ὁ ἀδελφὸς Αἰήτης. φησὶ γοῦν Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθα, ἔνθα δʼ ἔναιε Κίρκη ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα, αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο. ἄμφω δʼ ἐκγεγάτην ἤτοι ἐξεγένοντο φαεσιμβρότου Ἠελίοιο, μητρός τʼ ἐκ Πέρσης. τὴν Ὠκεανὸς τέκε παῖδα. λέγονται δὲ παῖδες Ἡλίου Κίρκη καὶ Αἰήτης ἢ ὡς βασιλεῖς καὶ διατοῦτο καὶ διογενεῖς, Ζεὺς γὰρ ὁ Ἥλιος, ἢ καὶ ὡς λαμπροὶ ἄλλως ἐν τοῖς τότε καὶ ἐκφανεῖς, ἢ καὶ διὰ τὸ ἐν αὐτοῖς ἡλιῶδες τοῦ κάλλους, εἰκὸς δὲ καὶ κατὰ κυριωνυμίαν Ἥλιον λέγεσθαι τὸν τοιοῦτον πατέρα. οὗ προσφυῶς καὶ ἡ Πασιφάη θυγάτηρ λέγεται ἡ τοῦ Μίνωος γυνή. ἐπεὶ καὶ Ἡλίῳ οἰκεῖον τὸ, πᾶσι φάειν, ἐξ οὗ τὸ φαέθειν. εἰ δὲ καὶ ἠθικῆς τινὸς ἡ Κίρκη ἀλληγορίας προσάπτεται, τὰ ἑξῆς δηλώσουσι. Δῆλον δὲ ὅτι τῆς τοιαύτης Κίρκης παρώνυμον τὸ ἐν τῇ Ἰταλίᾳ Κιρκαῖον πεδίον, ὃ τινὲς καὶ τόπῳ τινὶ ἀνατολικῷ ἐπιλέγουσιν. Αὐδήεσσα δὲ καὶ νῦν, ἡ περιβόητος, ἢ διαλέκτῳ ἀνθρωπίνῃ χρωμένη. γράφεται δὲ καὶ οὐδήεσσα, τουτέστιν ἐπίγειος κατὰ τὴν Καλυψὼ καὶ τὰς λοιπὰς νύμφας. Ὀλοόφρων δὲ ὁ Αἰήτης διὰ τὸ τοῦ ἤθους οὐχʼ ἱλαρὸν ὡς δηλοῖ τὰ κατὰ τὸν Ἰάσονα καὶ τὴν Μήδειαν. κατὰ δέ τινας, ὁ συνετὸς καὶ φρονῶν ὁλόκληρα. Τὸ δὲ ἐκγεγάτην πρωτότυπόν ἐστι τοῦ ἔκγονος. Φαεσίμβροτος δὲ ὁ Φαέθων βροτοῖς. οὗ ἡ παραγωγὴ ὡς τὸ τερψίμβροτος. Τὴν δὲ Πέρσην οἰκείως ὁ μῦθος γυναῖκα πλάττει τῷ Ἡλίῳ διὰ τὴν ἀεικίνητον αὐτοῦ περαίωσιν, ἤγουν ἐκ περάτης εἰς περάτην ποιητικῶς εἰπεῖν, κίνησιν. διὸ καὶ Ὠκεανοῦ θυγάτηρ αὕτη λέγεται, διὰ τὸ τὸν Ἥλιον ὠκὺ ἀνύειν τὸν δρόμον ὃν περᾷ φυσικῶς. εἰ δὲ καὶ τὴν Ἑκάτην Ἡσίοδος Περσηΐδα καλεῖ, οὐ μακρὰν οὐδʼ ἐκεῖνο τοιαύτης ἀλληγορίας ἐστί. καὶ ἄλλως δὲ Ὠκεανοῦ θυγάτηρ ἡ Πέρση, διὰ τὴν τοῦ Ἡλίου ἀνατολὴν καὶ δύσιν ἐξ Ὠκεανοῦ καὶ εἰς Ὠκεανόν. Ὅτι κατάπλουν εὐτυχῆ φράζει τὸ, ἔνθα δʼ ἐπʼ ἀκτῆς νηῒ κατηγαγόμεσθα σιωπῇ, ναύλοχον ἐς λιμένα. θεὸς δὴ ἡγεμόνευεν. ὃ δηλοῖ θεῖόν τι χρῆμα τὴν εὐτυχίαν εἶναι, καθά φασι καὶ οἱ μεθʼ Ὅμηρον σοφοί. Ἔστι δὲ καὶ νῦν καταγάγεσθαι, τὸ καταπλέειν. οὗπερ ἀνάπαλιν τὸ ἀνάγεσθαι. Ναύλοχος δὲ καὶ νῦν λιμὴν ὁ ναῦς κοιμίζων ὡς ἐπὶ λέχους, ἢ κρύπτων παρὰ τὸν λόχον. Οἱ τοῦ Ὀδυσσέως δὲ φίλοι νῦν σιωπῇ κατάγονται, οἷα ἤδη πεφοβημένοι διὰ <!-- 1.373 -->τὸ τῶν Κυκλώπων καὶ τὸ τῶν Λαιστρυγόνων κακόξενον. οὓς πτοηθέντες ὑποπτεύουσι καὶ τὴν τῆς Κίρκης νῆσον ὡς ἀνθρωπόλεθρον. ἡ δὲ καὶ αὐτὴ οὐκ ἀπῆγε μὲν ἀνθρώπους τοῦ βίου, μετεποίει δὲ ἄλλως τὸν βίον αὐτοῖς ἐξ ἀνθρώπων εἰς θῆρας μετάγουσα. Ὅτι πολλοῦ καμάτου δηλωτικὸν τὸ, ἔνθα τότε δύο τʼ ἤματα καὶ δύο νύκτας κείμεθα ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. ὅ πέρ ἐστιν ἐναντίον τῷ, θυμὸν ἥδοντες ἤτοι εὐφραίνοντες. ἐξ οὗ ἡ θυμηδία. ὅτι δὲ ἡ λύπη θυμὸν ἔδει, καὶ ὁ Βελλεροφόντης δηλοῖ ἐν Ἰλιάδι ὃν θυμὸν κατέδων. Ὅτι καὶ ἐνταῦθα ἐν τῷ, τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσʼ Ἠὼς, Ἠὼς μὲν ἡ σωματοειδὴς δαίμων. ἦμαρ δὲ ἡ κοινῶς λεγομένη ἡμέρα, ὁ πεφωτισμένος ὑπὸ Ἡλίου ἀήρ. Ὅτι εὐλαβηθεὶς Ὀδυσσεὺς μή πως ἀποστέλλων ἑταίρους ἐπὶ κατασκοπῇ τῆς Αἰαίης νήσου εὑρήσει ἐκείνους μὴ πειθομένους διὰ τὰ φθάσαντα γενέσθαι κακὰ αὐτοδιάκονος κἀνταῦθα γίνεται κατʼ ἔθος ἡρωϊκὸν, καὶ ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ ἀνῆλθεν ἐς περιωπὴν εἴ πως φησὶν ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην. ἔστη δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν, καὶ ἰδὼν καπνὸν διὰ δρυμὰ πυκνὰ καὶ ὕλην μερμήριξεν ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδεν αἴθοπα καπνόν. ὧδε αὐτῷ φρονέοντι δοάσσατο κέρδιον εἶναι πρῶτα ἐλθεῖν ἐπὶ νῆα καὶ δεῖπνον τοῖς περὶ αὐτὸν δοῦναι, προέμεν τε πυθέσθαι ἤγουν προεῖναι, προπέμψαι. τοῦτο δὲ διὰ τὸ εὔπλαστον οἰκονομεῖται καὶ πιθανόν. πεμφθέντων μὲν γὰρ φίλων ἕξει χώραν ὁ κυκεὼν καὶ ἡ λοιπὴ μαγγανεία τῆς Κίρκης καὶ τὸ τοῦ Ἑρμοῦ πλάσμα καὶ τὸ κατʼ ἐκεῖνον μῶλυ καὶ ἡ τοῦ Ὀδυσσέως ἀρετή. αὐτοῦ δὲ πρώτου ἀπελθόντος εἰς Κίρκην οὐκ ἦν ἀποβῆναι τὰ τοιαῦτα, πλασθέντα δεξιῶς καὶ πιθανῶς. ὃ γοῦν Ὅμηρος περὶ Ὀδυσσέως λέγει, περὶ ἑαυτοῦ λέγει. αὐτὸς γὰρ σκοπήσας εὐμεθόδως ἐπικρίνει κρεῖττον εἶναι πεμφθῆναί τινας καὶ μὴ αὐτὸν τὸν Ὀδυσσέα ἀπελθεῖν. Ὅρα δὲ τὸ, περιωπὴν καὶ ἐνοπὴν, ἐν οἷς ἔχει τι παρηχήσεως ἡ ὁμοιοφωνία τῶν λέξεων. εἰ δέ που πλησίον παρέκειτο καὶ ἡ ἀνωτέρω ῥηθεῖσα σιωπὴ, ἐγίνετο ἂν καὶ διʼ αὐτῆς τὸ ὅμοιον. Περιωπὴν δὲ καὶ σκοπιὰν εἰπεῖν, τὸ αὐτόν ἐστιν. Ὁ δὲ καπνὸς οὐ μόνον πυρὸς ἀλλὰ καὶ ἀνθρώπων οἰκήσεως τεκμήριόν ἐστιν, ὡς τὰ πολλὰ καὶ ἡ τῶν Λαιστρυγόνων ἐδήλωσε γῆ. Δρυμὰ δὲ καὶ ὕλη ταυτὰ ἐκ παραλλήλου. ἔστι δὲ δρυμὰ ἡ συνδενδρία ὡς ἀπὸ δρυός. ὅθεν καὶ δρυοκολάπτης, ὁ πᾶν ξύλον κολάπτων. καὶ δρύκαρπα οὐ τὰ ἐκ δρυὸς μόνον, ἀλλὰ καὶ ἐξ ἑτέρων δένδρων. εἰκὸς δὲ καὶ ἀρσενικὸν εἶναι μὴ μόνον ὁ δρυμὼν, ἀλλὰ καὶ ὁ δρυμός. οὗπερ οὐδέτερον τὸ δρυμὸν ὡς τὸ ἐρετμόν. Αἶθοψ δὲ καπνὸς ὁ ἐκ τοῦ αἴθεσθαί τινα ὕλην ἀναδιδόμενος. Δοάσατο δὲ καὶ νῦν κατὰ τοὺς παλαιοὺς οὐ μόνον τὸ ἔδοξεν ὡς ἀπὸ τοῦ δοκῶ δοξάζω κατὰ ἔλλειψιν τοῦ κάππα, ἀλλὰ καὶ ἀντὶ τοῦ ἠρέθη, προεκρίθη. ἔστι δέ φασι δοάσασθαι τὸ, δύο τινῶν προκειμένων ἑλέσθαι θάτερον, ὡς ἐκ τοῦ δοιὼ δοιάσατο καὶ δοάσατο. Ὅτι κατιόντι τῷ Ὀδυσσεῖ ἐκ τῆς σκοπιᾶς θεός τις, ὃς αὐτὸν ὀλοφύρατο μοῦνον ἐόντα, ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν ἧκεν, ὁ μὲν ποταμόνδε κατήϊεν ἐκ νομοῦ ὕλης πιόμενος. δὴ γάρ μιν ἔχεν μένος Ἠελίοιο. τὸν δʼ ἐγώ φησιν ἐκβαίνοντα ἐκ τῆς ὕλης δηλαδὴ, κατʼ ἄκνηστιν νῶτα πλῆξα. τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών. ἀπὸ δʼ ἔπτατο θυμός. τῷ δʼ ἐγὼ ἐμβαίνων, δόρυ χάλκεον ἐξ ὠτειλῆς εἰρυσάμην. καὶ τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ εἴασα. αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε. πεῖσμα δʼ ὅσον τʼ ὄργυιαν εὐστρεφὲς ἀμφοτέρωθεν πλεξάμενος, συνέδησα πόδας δεινοῖο πελώρου. βῆν δὲ καταλοφάδια φέρων ἐπὶ νῆα μέλαιναν, ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦν ἐπὶ ὤμου χειρὶ φέρειν ἑτέρῃ, μάλα γὰρ μέγα θηρίον ἦεν. κὰδ δʼ ἔβαλον ἤτοι κατέῤῥιψα προπάροιθε νεώς. ἀνέγειρα δʼ ἑταίρους μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον. καὶ ἑξῆς. Καὶ ὅρα ὅτι πρὸ μὲν τῶν Κυκλώπων κοινὰ ἦν τοῖς ἀμφὶ τὸν Ὀδυσσέα τὰ τῆς θήρας. νῦν δὲ τῶν ἄλλων κειμένων οἷς πολλὰ ἔκαμον, μόνος ὁ πολύτλας Ὀδυσσεὺς πορίζει τοῖς φίλοις τροφὴν, ἀγρεύσας ἀπραγματεύτως καὶ εὐτυχῶς ὡς οἷα κατά τι θεῖον. ταῦτα γὰρ δηλοῦται ἔν τε τῷ, καὶ τότε τίς με θεῶν ὀλοφύρατο τουτέστι κατελεήσατο, καὶ ἐν τῷ, εἰς ὁδὸν αὐτήν. μεγεθύνων δὲ τὸν ἔλαφον ὑψίκερών τε λέγει καὶ μέγαν. τὸν δʼ αὐτὸν προσεπαύξων καὶ δεινὸν πέλωρον ἔφη, καὶ μάλα μέγα θηρίον. τοιοῦτος γὰρ ὢν ἀρκέσει τε τοῖς ἐν τῇ νηῒ τοῦ Ὀδυσσέως ὁ ἔλαφος καὶ ἀξία θήρα ἔσται τοῦ ἥρωος καὶ θεοῦ δόσις. Ὅρα δὲ καὶ ἐνταῦθα Ὁμηρικὴν ποικιλίαν. ἐν μὲν γὰρ τῇ λαχείᾳ νήσῳ ἄγρα πολλῶν ἀγρίων <!-- 1.374 -->αἰγῶν, ἐν δὲ τῇ τῶν Κυκλώπων ἀπαγωγὴ θρεμμάτων ἡμέρων. ἐνταῦθα δὲ θήρα ἐλάφου αὐτόματος. οὕτω δὲ καὶ τὰ κατὰ τοὺς ἑταίρους ποικίλα τῷ Ὀδυσσεῖ. ἡ μὲν γὰρ λάχεια οὐδένα ἔβλαψεν, ὁ δὲ Κύκλωψ ἓξ κατέσπασεν. οἱ δὲ Λαιστρυγόνες μικροῦ δεῖν πάντας ἀπήγαγον. ἡ δὲ τῆς Κίρκης νῆσος ἕνα μέν τινα ἐξολέσει, ἄλλους δὲ ἐξανθρωπίσει. Ποικίλλεται δὲ καὶ ἄλλως τὰ κατὰ τὸν Ὀδυσσέα καὶ ἐν τοῖς ἡδέσι καὶ τοῖς λυπηροῖς. εὔφρανε μὲν γὰρ αὐτὸν ἡ λάχεια. ἐξεπτόησε δὲ καὶ φίλοις ὀλίγοις ἐζημίωσεν ἡ τῶν Κυκλώπων. μεγάλα δὲ ἐλύπησεν ἡ τῶν Λαιστρυγόνων. ἡ δὲ τῆς Κίρκης εὐφρανεῖ ὡς ἐν τοῖς ἑξῆς φανήσεται, ἄλλης ἡδονῆς οὖσα πρόξενος ἤπερ ἡ τῶν Λωτοφάγων. ἐκείνη γὰρ ἀπρόσιτος ἦν τῷ Ὀδυσσεῖ ὡς ἐκλανθάνουσα τῆς πατρίδος διὰ τὴν ἰδιότητα τοῦ λωτοῦ. Ἰστέον δὲ καὶ ὅτι Ὁμήρου συμπαθείας καὶ ἐλέου θεμένου ἐνταῦθα τὸν ὀλοφυρμὸν ἐπὶ κλαυθμοῦ τὴν λέξιν οἱ μεθʼ Ὅμηρον ἔθεντο. Ὅρα δὲ ὡς καὶ εἰ καὶ Ἰωνικῶς τὰ πολλὰ κατὰ θῆλυ γένος ἡ ἔλαφος προφέρεται, ἀλλʼ ἐνταῦθα ἀρσενικῶς προήνεκται διὰ τὸ μὴ κατʼ εἶδος λελέχθαι. ὅτι δὲ καί τις πλακοῦς ἀνεπλάσσετο ἐν ἐλαφηβολίοις διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου ἔλαφος καλούμενος ὁ δειπνοσοφιστὴς ἱστορεῖ. ἑορτῆς δὲ ὄνομα τὰ ἐλαφηβόλια. Τὸ δὲ πιόμενος ἐκτείνει τὴν ἄρχουσαν οὐχʼ ὡς μέσος δεύτερος ἀόριστος, ἀλλʼ ὡς ἐνεστὼς, καθὰ καὶ τὸ πιόμενʼ ἐκ βοτάνης. Τὸ δὲ εἶχεν αὐτὸν μένος Ἡλίου, περιφρασίς ἐστι τοῦ ἐδίψα, ἢ καὶ ἄλλως συμβολικᾶς ἐῤῥέθη καὶ ὡς αἴνιγμα, ὡς τοῦ κατόχου Ἡλίῳ διψῶντος διὰ τὴν ἐκεῖθεν ζέσιν. Ἄκνηστις δὲ, τὰ μέσα νῶτα ἐπὶ τετραπόδων ὡς ὁ ποιητὴς ἐξηγεῖται, ἣν δηλαδὴ οὐκ ἔστι κνήσασθαι, ὡς καὶ πρὸ τούτων ἐῤῥέθη ἔνθα περὶ ἰξύος ἐγράφη. Μακὼν δὲ κἀνταῦθα ἢ ἀντὶ τοῦ ἄσημον ἦχον ἀποτελέσας, ἵνα ᾖ ὀνοματοποιΐα ὁ τρόπος, ἢ ἀντὶ τοῦ εἰς μῆκος ἐκταθείς. Τὸ δὲ ἀπὸ δʼ ἔπτατο θυμὸς, περίφρασίς ἐστι τοῦ θανεῖν. Ἐμβαίνειν δὲ, τὸ στερεῶς ἐρείδειν τῷ κειμένῳ τὸν πόδα. καὶ ἔστιν ὅμοιον τῷ ἐνάλλεσθαι. Ῥῶπες δὲ καὶ λύγοι, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, φυτὰ ἱμαντώδη καὶ οὕτως εὐλύγιστα, ὡς καὶ πεῖσμα ὅ ἐστι σχοινίον ἐξ αὐτῶν στρέφεσθαι ἤγουν κλώθεσθαι. Ἔνθα ὅρα καὶ ὡς οὐκ ἐπὶ μόνων σχοινίων νεὼς τὸ πεῖσμα λέγεται. Δῆλον δὲ ὅτι καὶ ἐπιμήκεις κατὰ τοὺς παλαιοὺς καὶ εὔκαμπτοι αἱ τῶν λύγων ῥάβδοι. Ἡ δὲ ὄργυια καὶ ἐνταῦθα συνήθως προπαροξύνεται ὁμοίως τῷ ἅρπυια εἰλείθυια καὶ τοῖς τοιούτοις. Καταλοφάδια δὲ ἀντὶ τοῦ κατὰ λόφου, κατὰ αὐχένος, κατὰ τραχήλου. λόφος δὲ κυρίως ἐπὶ ἀλόγων ζῴων τὸ μετὰ τὴν κεφαλὴν, ἔνθα τοῖς ζευγνυμένοις ἐπιτίθεται ὁ ζυγός. ὅθεν ὁ τραγικὸς Οἰδίπους φησὶ τῶν τινὰς πολιτῶν μὴ ἐθέλειν ὑπὸ ζυγῷ νῶτον εὐλόφως φέρειν, ἤγουν εὐπειθῶς. ἀπὸ δὲ τοῦ τοιούτου λόφου καὶ ἡ τοῦ κάπρου εἴρηται λοφιά. εἰ δὲ καὶ ὥσπερ ἐκ τῆς ζωϊκῆς κορυφῆς ὀρεινὴ λέγεται κορυφὴ, οὕτω καὶ ἐκ τοῦ τοιούτου λόφου οἱ τοῦ ὄρους λόφοι, ὅθεν καὶ λοφνίδες αἱ ἐκ τῶν ἐκεῖθεν τόπων λαμπάδες, οὐκ ἔστι βεβαιώσασθαι. ἴσως γὰρ μᾶλλον ἐκ τοῦ ὀρεινοῦ λόφου ὁμωνύμως καλεῖται καὶ ὁ ζωϊκὸς λόφος. τὸ δὲ εἰπεῖν ὡς ταυτόν ἐστι καταλοφάδια καὶ κατωμαδὸν, ἀσφαλῶς ἔχει. εἰ γὰρ καθʼ Ὅμηρον οὐκ ἦν ἐπʼ ὤμου ἑνὸς φέρειν τὸ τοιοῦτον ζῷον χειρὶ ἑτέρῃ ἤγουν μιᾷ, ἀλλὰ δηλαδὴ ἀμφοτέραις καὶ ἐπʼ ἀμφοτέρων ὤμων, ἑρμηνεία γάρ ἐστι τοῦτο τοῦ καταλοφάδια, πάντως καὶ ὁ οὕτω φέρων κατʼ ἀμφοτέρους φέρει ὤμους. καὶ ἔστι λοιπὸν καταλοφάδια φέρειν τὸ κατωμαδὸν βαστάζειν. τὸ δὲ καταλοφάδια κοινότερον μὲν διὰ τοῦ ἰῶτα ὀφείλει ἔχειν τὴν παραλήγουσαν. τὰ δὲ πλείω τῶν παλαιῶν ἀντιγράφων διὰ διφθόγγου ἔχει αὐτήν. Ἰστέον δὲ ὅτι πρὸς ἀκρίβειαν προϋπάρχει ὥσπερ τοῦ κατὰ τὴν περικεφαλαίαν λόφου οὕτω καὶ τοῦ ὀρεινοῦ ὁ ζωϊκός. καὶ γένοιτʼ ἂν ἐκ τοῦ λέπω λέψω λέλεφα ὁ τοιοῦτος λόφος. σπουδῆς γὰρ ἄξιον ἀποδαρὲν ἤγουν ἐκλεπισθὲν τὸ τοιοῦτον μέρος τοῦ ζῴου. Ἔτι ἰστέον καὶ ὅτι τῶν εἰρημένων ὑποκοριστικῶς ἢ ἄλλως κατὰ παραγωγὴν λοφνίδων, ὧν χρῆσις καὶ παρὰ Λυκόφρονι, πρωτότυπον ἡ λοφνία ὡς δηλοῖ Ἀθήναιος εἰπὼν ὅτι λοφνία ἡ ἐκ φλοιοῦ λαμπάς. Θηρία δὲ κοινῶς πάντα τὰ ἄλογα. διὸ καὶ τὸν ἀράχνην θηρίον φησὶν ὁ Αἰλιανός. σημειοῦνται δὲ οἱ παλαιοὶ μὴ εἶναι παρὰ τῷ ποιητῇ μηδὲ τὸ θηρίον τύπου ὑποκοριστικοῦ, παρωνυμεῖσθαι δὲ τῷ θηρί. μηδὲ γὰρ κεῖσθαι τὸ τοῦ ὑποκορισμοῦ ταπεινὸν παρʼ Ὁμήρῳ διὰ τὸ ὑψηλόφωνον καὶ ἡρωϊκὸν τῆς αὐτοῦ ποιήσεως. εἰ δέ τις φασὶ καὶ θείη μὴ παρώνυμον εἶναι τοῦ θηρὸς τὸ θηρίον ὡς τοῦ ἴχνους τὸ ἴχνιον ἀλλʼ ὑποκοριστικὸν, ἐξεγήγερταί φασιν ἄλλως τῆς ταπεινότητος, διά τε τοῦ, μέγαν ἔλαφον, καὶ τοῦ, δεινοῦ πελώρου, καὶ τοῦ, μάλα μέγα. διὸ καὶ <!-- 1.375 -->μετὰ στίχους ὀκτὼ, πάλιν ἐρεῖ τὸ, μάλα μέγα θηρίον εἶναι τὸ πεσόν. οὕτω καὶ ἀλλαχοῦ τειχίον εἰπὼν ὑποκοριστικώτερον ὕψωσεν εἰπὼν ἐκεῖνο μέγα. οἷον. παρὲκ μέγα τειχίον αὐλῆς. καὶ τὸ οἰκίον δὲ, οὐδʼ αὐτὸ σμικρόν τι δηλοῖ ἐν τῷ, οἰκία δʼ αὔτε μητέρι δοῖμεν. πῶς γὰρ ἂν σμικρὰ εἴη τὰ μέγαρα τοῦ Ὀδυσσέως ἅπερ ἐξ ἑτέρων ἕτερα ἐστίν; οὐ μὴν οὐδὲ ὅτε οἰκία λέγει Ἅιδου ἐν Ἰλιάδι, ὑποκοριστικῶς ἂν ἐκεῖνα οὕτω λέγοι, ἀλλὰ μάλιστα παρωνύμως. ἵνα μὴ καὶ αὐτὸ σκῶμμα εὕροι καθὰ καὶ τὸ, αἰθέρα Διὸς δωμάτιον, καθʼ οὗ Ἀριστοφάνης ἔπαιξε, συγκαταπαίξας ἅμα καὶ τὸ, χρόνου πόδα, ὅπερ δοκεῖ παραξεσθῆναι ἀπὸ τοῦ, περιπλομένων ἐνιαυτῶν. Ἰστέον δὲ καὶ ὅτι ἐξ Ὁμήρου λαβὼν Εὐριπίδης μέθοδον τὴν βασιλικὴν παῖδα Πολυξένην μόσχον μὲν εἰπὼν εὐτελῶς ἔφρασε. σκύμνον δὲ προσειπὼν ἐπηύξησεν. ἐπὶ λεόντων γὰρ κυρίως τὸ σκύμνος. εἰ καὶ οἱ παλαιοὶ ἐξαιροῦσι τῆς Ὁμηρικῆς ποιήσεως οἷα σμικροπρεπὲς τὸ ὑποκορίζεσθαι, ἀλλʼ ὅμως ἔστιν οὗ κεῖσθαι καὶ τοιαῦταί τινες λέξεις δοκοῦσι προσφυῶς τοῖς ὑποκειμένοις πράγμασιν. ἐν αἷς καὶ ἀγκαλὶς ἡ ἀγκάλη ἐν Ἰλιάδι. οἷον. ἐν ἀγκαλίδεσσι τιθήνης. καὶ, παῖδες ἐν ἀγκαλίδεσσι φέρον. ὅτι δὲ ὑποκοριστικῶν τύποι διάφοροι, δῆλον ἐκ τῶν παλαιῶν. παρʼ οἷς κεῖται καὶ ἀρσενικῶν τύπος ὁ μὲν κατὰ τὸ πλεονάζον. οἷον. Ἡφαιστίων Ἡφαιστίωνος ὁ Ἥφαιστος. ὁ δὲ, κατὰ τὸ ἐλλεῖπον. οἷον. Βάκχων Βάκχωνος καὶ Σίμων Σίμωνος, ὁ Βακχυλίδης δηλαδὴ καὶ ὁ Σιμωνίδης. ὧν καὶ φυλάσσεται τὸ ω τῆς εὐθείας ἐν τῇ γενικῇ. Τὸ δὲ ἀνέγειρα μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον ἀνθρώπου ἦθος δηλοῖ πρᾴως ὀτρύνοντος. Ὅτι παρηγόρημα τῶν ὡς ἐπὶ κινδύνῳ λυπουμένων τὸ, ὦ φίλοι, οὐ γάρ που καταδυσόμεθʼ ἀχνύμενοί περ εἰς Ἀΐδαο δόμους πρὶν μόρσιμον, ἢ καὶ ἄλλως εἰπεῖν, θεόθεν ἦμαρ ἐπελθεῖν. ἀλλʼ ἄγετε μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ. ἃ δὴ περίφρασίς ἐστι τοῦ φάγωμεν. ἢ καὶ ἄλλως δηλωτικὰ τοῦ φαγεῖν, ἐκ τῶν πρὸ αὐτοῦ καὶ μετʼ αὐτό. πρῶτον γάρ τις μνησάμενος βρώμης, εἶτα φαγὼν οὐκέτι τρύχεται λιμῷ. καὶ ἔστι τοιαύτη μέθοδος καὶ ἀλλαχοῦ παρʼ Ὁμήρῳ, ἣν καὶ ὁ Ἑρμογένης ἐπισημαίνεται, διδάσκων εἶναί ποτε καὶ μάλιστα ἐπὶ τῶν μὴ σεμνῶν σιγᾶσθαι μὲν τὸ πρᾶγμα, δηλοῦσθαι δὲ ὅμως ἐκ τῶν πρὸ αὐτοῦ καὶ τῶν μετʼ αὐτό. Τὸ δὲ καταδυσόμεθα, σεμνοτάτη λέξις ἐπὶ ἀνθρώπου, ὡς δύνοντος καὶ αὐτοῦ ἡλίου δίκην ὅτε ὑπὸ γῆν γένηται. Ἐκ δὲ τοῦ βέβρωμαι ἡ βρώμη, ὡς ἐκ τοῦ τέτρωμαι ἡ τρώμη Ἰωνικῶς ἤγουν ἡ τρῶσις, καὶ ἐκ τοῦ ἔῤῥωμαι, ἡ ῥώμη. τὸ δὲ ὅλον εἰπεῖν τριῶν τούτων τοῦ, βέβρωμαι βέβρωσαι βέβρωται, ἐκ τοῦ πρώτου μὲν ἡ βρώμη καὶ τὸ βρῶμα, ἐκ τοῦ δευτέρου δὲ ἡ βρῶσις. οἷον. δότʼ ἀμφίπολοι βρῶσίν τε πόσιν τε. καὶ ἐνταῦθα δὲ, ὄφρα ἐν νηὶ βρῶσίς τε πόσις τε. ἔκ τε τοῦ τρίτου τὸ βρωτὸν καὶ ἡ βρωτύς. Σημείωσαι δὲ τὸ, ὦ φίλοι, οὐ γάρ που καταδυσόμεθα εἰς Ἅιδην, ἀλλὰ μνησόμεθα βρώμης, ἐν πολλοῖς γὰρ ὁ ποιητὴς ἀρχόμενος ἀπὸ τοῦ γαρ, εἶτα ἐπάγει τὸν ἀλλα σύνδεσμον ταυτοδυναμοῦντα τῷ δὴ, οὕτω γοῦν καὶ μετʼ ὀλίγα φησίν· ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος, οὐδʼ ὅπῃ Ἠὼς, οὐδʼ ὅπῃ Ἠέλιος φαεσίμβροτος εἶσιν ὑπὸ γῆν, οὐδʼ ὅπῃ ἀννεῖται, ἀλλὰ φραζώμεθα θᾶσσον. ἔνθα ζόφον μὲν τὴν δύσιν εἰπὼν Ἠῶ δὲ τὴν ἀνατολὴν ἡρμήνευσε τὰς λέξεις εὐθὺς πλατύτερον. πρῶτα μὲν τὸν ζόφον διὰ τοῦ, ὅπῃ Ἥλιος ὑπὸ γῆν εἶσιν. εἶτα τὴν Ἠῶ διὰ τοῦ, ὅπῃ ἀνίσχει. τοῦτο γάρ ἐστι τὸ ἀννεῖται, ἀντὶ τοῦ ἀναστείχει, ἀνανέεται, ἀνέρχεται, ἀνατέλλει. ἐν οἷς Ὀδυσσεὺς λέγει μὴ εἰδέναι ὅπῃ κοσμικοῦ κλίματός εἰσιν. οὐ γὰρ ἔχομέν φησι συγκρῖναι εἴπερ ἀνατολικοὶ πρὸς ἑτέραν χώραν ἐσμὲν, ἢ δυτικοί. καὶ τοῦτο μὲν τοιοῦτον. κεῖται δὲ καὶ μετὰ βραχέα ἐν τοῖς περὶ Κίρκης σχῆμα ὅμοιον. οἷον, ὦ φίλοι, ἔνδον γάρ τις καλὸν ἀοιδιάει, ἀλλὰ φθεγγώμεθα θᾶσσον. Σημείωσαι δὲ ὅτι ὁ γεωγράφος εἰς τὸ, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος καὶ ἑξῆς ὡς προγέγραπται, λέγει ὅτι ἐν τόπῳ τινὶ Ὀδυσσεὺς ἐγένετο, ἔνθα ἐνήλλακτο τὰ τοῖς πολλοῖς φαινόμενα ἐν οὐρανῷ, διὸ καὶ ταράσσεται. τῶν τινὲς δὲ παλαιῶν οὐκ ἀποροῦντα δεινοπαθοῦντα δὲ τὸν Ὀδυσσέα ταῦτα λέγειν φασί. Περὶ δὲ τοῦ φράζεσθαι εἰ καὶ προγέγραπται, ὅμως οὐ πάρεργον καὶ ἐκ τῶν Ἡρακλείδου παρασημειώσασθαι ταῦτα. ἀνέκαθέν φησιν ἤγουν ἐξ ἀρχῆς θεματικῆς, ἔστι φῶ τὸ λέγω, οὗ μετοχὴ ἀόριστος, φάσας. ὡς κλῶ κλάσας. καὶ συγκοπῇ, φάς. οἷον. φὰς ἔμεν ἀπτόλεμον. ὥσπερ καὶ κλάς φησι παρὰ Ἀνακρέοντι. τὸ δὲ φῶ παραχθὲν εἰς τὸ φάζω ἐξ οὗ ἡ φάσις, προσλήψει τοῦ ρ γίνεται φράζω ὅθεν ἡ φράσις. ἄλλως δὲ μεταληφθὲν Μακεδόνων φησὶ διαλέκτῳ καὶ ἐξενεχθὲν διὰ τοῦ β, ποιεῖ τὸ βῶ βάζω Σικελικῶς κατὰ <!-- 1.376 -->τὸ σιγῶ σιγάζω. ἀνιῶ ἀνιάζω. ἀτιμάζω. πελάζω. ἐκ δὲ τοῦ βάζω, καὶ ἡ βάξις Δωρικώτερον. καὶ οὕτω μὲν ἐκ τοῦ φῶ Μακεδονικῶς γέγονε τὸ βῶ. οὐδέ ποτε γάρ φησι κατʼ ἀρχὰς λέξεων ἐκεῖνοι τῷ φ χρῶνται, ἀλλʼ ἀντʼ αὐτοῦ δηλαδὴ τῷ β. ὡς καὶ ὁ Βίλιππος δηλοῖ καὶ ἄλλα εἰρημένα ἑτέρωθι. ἐν δὲ ἑτέρῳ τόπῳ λέγει ὁ αὐτὸς Ἡρακλείδης τοὺς Παμφυλίους ἄλλως χαίρειν τῷ β, προτιθέντας αὐτὸ παντὸς φωνήεντος. τὸ γοῦν φάος φάβος φασί. καὶ τὸ ἀέλιος βαβέλιος. οὕτω δέ φησι καὶ τὸ ὀρούω ὀρούβω λέγουσι, καὶ περισπωμένως δὲ ὀρουβῶ. ὡς δὲ οἱ Αἰολεῖς ἄλλως τῷ β χαίρουσι προτιθέντες τοῦ ρ ἐν τῷ ῥάκος βράκος ῥοτὸς βροτὸς ῥυτὴρ βρυτὴρ, ἐν ἄλλοις δηλοῦται. λέγει δὲ Ἡρακλείδης καὶ ὅτι Ταραντίνων τὰ εἰς ζω λήγοντα βαρύτονα ῥήματα, ὧν ὁ παρακείμενος καὶ ὑπερσυντέλικος διὰ τοῦ κάππα ἐκφέρονται, φραζόντων ἐν δυσὶ σίγμα. οἷον. σαλπίζω σαλπίσσω. λακτίζω λακτίσσω. οὕτω δὲ καὶ φράζω φράσσω τὸ λέγω. ἐκεῖθεν Κόριννα ἡ μελοποιὸς φράττω ἔφη ἐν δυσὶ τ Βοιωτικῶς. ἔτι λέγει ὁ αὐτὸς, καὶ ὡς οἱ εἰρημένοι Ταραντῖνοι τὰ παρʼ ἡμῖν διὰ δύο σίγμα ἔμπαλιν διὰ τοῦ ζ προφέρουσι. τὸ γὰρ πλάσσω, πλάζω φασὶ, καὶ τὸ ἀνάσσω, ἀνάζω. ἔτι λέγει καὶ ὅτι Αἰολεῖς τῷ α προστιθέντες τὸ υ ὥς φησιν Ἀρίσταρχος παρατιθεὶς τὸ, ἀτὰρ αὐτὰρ δαλὸς δαυλὸς ἴαχεν ἴαυχεν, λέγουσιν οὕτω καὶ φάσκω φαύσκω, καὶ μετὰ τοῦ ρ, φραύσκω. δῆλον δʼ ὅτι ἐκ τοῦ εἰρημένου φαύσκω καὶ τὸ πιφάσκω γίνεται κατὰ ἀναδιπλασμὸν συνήθη τοῖς Ἴωσιν. οἳ τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα διπλάζοντες τὸ πρῶτον σύμφωνον ἐκφέρουσι μιᾷ πλεονάζον συλλαβῇ. οἷον δέξεται δεδέξεται. λάβῃ λελάβῃσι. κάμωσι κεκάμωσι. δάπτω δαδάπτω καὶ πλεονασμῷ τοῦ ρ δαρδάπτω. μύρω μορμύρω. οὕτω καὶ ἀπὸ τοῦ δάσκω διδάσκω. καὶ τιτρώσκω ἀπὸ τοῦ τρῶσαι. καὶ ἀπὸ τοῦ πρήσω καὶ πλήσω, τὸ πίμπρησι καὶ πίμπλησι. καὶ ἐκ τοῦ φόνος τὸ, ὦ πέπονες μεταπεσόντος τοῦ φ εἰς π. Δωριεῖς γάρ φασι τοὺς ἐπονειδίστους φόνους λέγουσιν ὡς οἱονεὶ ἄξια φόνου δεδρακότες, καὶ μετὰ προθέσεως, καταφόνους ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. Ὅτι διὰ τὸ πολὺ τοῦ πένθους καὶ πρηνεῖς ἢ ἄλλως ἐγκεκαλυμμένοι ἔκειντο οἱ τοῦ Ὀδυσσέως, ὡς δηλοῖ τὸ, ἐκ δὲ καλυψάμενοι θηήσαντο ἔλαφον. Ὅτι δηλωτικὸν θαυμασμοῦ τὸ, αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσι. δυσελπίστων δέ τις εἴποι ἂν, ἀλλὰ φραζώμεθα θᾶσσον εἴτις ἔτι ἔσται μῆτις, ἐγὼ δʼ οὐκ οἴομαι εἶναι. Ὅτι τὴν τῶν Φαιάκων νῆσον πλείονος ἀξιώσας λόγου καὶ τὴν πρὸ τῶν Κυκλώπων, καὶ αὐτὴν δὲ τὴν τῶν Κυκλώπων, καὶ περὶ τῆς τῶν Λαιστρυγόνων δὲ εἰπὼν θαυμαστήν τινα ἰδιότητα ἐλάττου λόγου ἀξίαν τὴν τῆς Κίρκης νῆσον κρίνει, τοσοῦτον μόνον εἰπὼν, ὡς τὰ μὲν αὐτῆς δώματα ξεστοῖς λίθοις τετυγμένα ἦν ἐφʼ ὑψηλοῦ. τὴν δὲ κατʼ αὐτὴν νῆσον περὶ πόντος ἀπείριτος ἐστεφάνωται, ἤγουν κύκλῳ περιέχει ὡς ἀμφίαλον. αὐτὴ δὲ χθαμαλὴ κεῖται οὐ μὴν καὶ πανυπερτάτη ὡς ἡ Ἰθάκη ἀλλαχοῦ. καλὸν δὲ τοῖς δώμασι τῆς Κίρκης, καὶ τὸ κεῖσθαι αὐτὰ κατὰ δρυμὰ πυκνὰ καὶ ὕλην τουτέστιν ἐν βήσσαις ὡς μετʼ ὀλίγα φησίν. ἔτι δὲ καὶ τὸ περισκέπτῳ ἐνὶ χώρῳ εἶναι αὐτά. ὃ ταυτόν ἐστι τῷ, ἐν σκοπιᾷ καὶ περιωπῇ. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, κατεκλάσθη φίλον ἦτορ, ἀντὶ τοῦ κατεκάμφθη καὶ κατεάγη τῇ λύπῃ ἐκ μεταφορᾶς τῶν κλωμένων ξύλων. οἷον. πτόρτον κλάσε χειρὶ παχείῃ. λέγει δʼ ἐνταῦθα καὶ τὸν Κύκλωπα, μεγαλήτορα καὶ ἀνδροφόνον ἢ ἀνδροφάγον. Ὅτι ἐπὶ τῶν ἀπράκτως κλαιόντων ῥηθήσεται τὸ, κλαῖον δὲ λιγέως, θαλερὸν κατὰ δάκρυ χέοντες. ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν ὅ ἐστι κλαίουσι, περὶ οὗ πολλαχοῦ δεδήλωται. Ὅτι ποικίλος ὢν ὁ ποιητὴς, καὶ ὅτε διʼ Ὀδυσσέως ἀποπειρᾶσθαι τῶν τόπων ἐθέλει, ποιεῖ ὡς ἐν μὲν τῇ γῇ τῶν Κικόνων, σὺν ἅπασι τοῖς φίλοις πολεμήσας ἐκεῖνος, ἀνδραγαθεῖ. ἐν δὲ τῇ τῶν Λωτοφάγων ἄνδρας δύο κρίνας καὶ τρίτατον κήρυκα προΐησι πυθέσθαι. τὸ δὲ τοῦ Κύκλωπος σπήλαιον ἐκεῖνον αὐτὸν ἔσχεν ἔνδον καὶ δυώδεκα ἑταίρους. ὁ μέντοι Αἴολος οὐχʼ ἕνα τινὰ, ἐκεῖνον δὲ καὶ τοὺς ἅπαντας ἑταίρους ἰδὼν ἐφιλοξένησε. παρὰ δὲ τοῖς Λαιστρυγόσι βραχύ τι ἐνέλιπε τοῦ πάντας ἀπολωλέναι δύο καὶ ἐκεῖ ἀνδρῶν σταλέντων καὶ τρίτου κήρυκος. εἰς δὲ τὴν Κίρκην οἱ λαχόντες στέλλονται, ἄλλος τρόπος οὗτος τοῦ γνῶναι τὴν νῆσον. φησὶ γοῦν ὁ Ὁμηρικὸς Ὀδυσσεύς· αὐτὰρ ἐγὼ δίχα πάντας ἑταίρους ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα, τουτέστιν ἀμφοῖν τοῖν μεροῖν δέδωκα. τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής. γαμβρὸς δὲ Ὀδυσσέως οὗτος ἐπὶ ἀδελφῇ. κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ <!-- 1.377 -->πάλλομεν ὦκα. ὅπερ καὶ ἐν Ἰλιάδι ἐπί τινι γίνεται. ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο, καθά που καὶ ἐν Ἰλιάδι ὁ τοῦ Αἴαντος βῆ δʼ ἰέναι Εὐρύλοχος δηλαδὴ, τοῦ κλήρου ἀναγκάζοντος. ἅμα τῷ γε δύο καὶ εἴκοσʼ ἑταῖροι κλαίοντες διὰ τὸ τῆς τύχης ἄδηλον καὶ τοὺς ἐν τοῖς φθάσασι κινδύνους. κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν, διὰ τὸ φιλάλληλον. εὗρον δὲ ἐν βήσσαις, ὡς πρὸ ὀλίγων ἐῤῥέθη, δώματα Κίρκης, τετυγμένα ξεστοῖσι λάεσσιν. ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες. τοὺς αὐτὴ κατέθελξεν ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν. ἐχρῆν γὰρ τῇ Κίρκῃ, ἥτις εἰς τρυφὴν ἀλληγορικῶς ἐκλαμβάνεται, καὶ τοιαύτας ἀλόγους τινὰς φύσεις προσεῖναι θυμικὰς καὶ ἁρπακτικὰς καὶ, τὸ ὅλον εἰπεῖν, θηριώδεις, οὐ μὴν καὶ γενναῖόν τι ἐχούσας, ἀλλὰ τῇ ἄγαν κατασαρκώσει πάνυ ἀπαμβλυνθείσας ὡς μετʼ ὀλίγα φανεῖται ὅπου οἱ τοιοῦτοι σαίνουσι τοὺς παραβαλόντας. ἔνθα τις καθικνούμενος τῶν ἀγριαινόντων ἀνθρώπων ὡς ἐν ἀστεϊσμῷ συγκρινεῖ τοὺς τοιούτους τοῖς παρὰ τῇ Κίρκῃ θηρίοις. καὶ θαυμάσεται εἴπερ αὐτὰ μὲν φαρμάκοις ἐτιθασεύοντο, ἄνθρωπος δὲ τὸ φύσει ἐν ζῴοις ἡμερώτατον ἀγριώτατον τῇ προαιρέσει γίνεται. Σημείωσαι δὲ καὶ ὅτι Εὐρύλοχος μὲν ἐν τοῖς ἑξῆς ὑπονοεῖ ὡς ἐξ ἀνθρώπου ἡ Κίρκη ἐκθηριώσασα λύκους ἑαυτῇ καὶ λέοντας ἐποίησεν. ἕτεροι δὲ νοοῦσιν, ὡς ἐξ ἀγρίων καὶ καθά φησιν ὁ ποιητὴς ὀρεστέρων ἐτιθάσευε. καὶ φαρμάκοις ἠλλοίωσε θέλξασα, ὅ ἐστι νωθρωτέρους πρὸς τὰς κατὰ φύσιν θυριώδεις ἐνεργείας ἐποίησεν, ὥς που καὶ ὁ τῶν Ἀχαιῶν θέλγεται νόος, ἀντὶ τοῦ, νωθρότερος ἐνεργεῖν γίνεται. εἴτε δὲ ἐγχώριοι λέοντες οἱ ῥηθέντες καὶ λύκοι εἴτε καὶ ἄλλοθέν ποθεν μετενηνεγμένοι, σιωπᾷ ὁ ποιητὴς ὡς μὴ ἀναγκαῖον ὂν παρασημανθῆναι. Κακὰ δὲ φάρμακα πρὸς διαστολὴν ἐῤῥέθη τῶν ἀγαθῶν. Ἑρμῆς οὖν ἐν τοῖς ἐφεξῆς φάρμακον ἐσθλὸν ἔχειν δίδωσι τῷ Ὀδυσσεῖ. Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ, δύω καὶ εἴκοσιν ἑταῖροι, πεντήκοντα εἶναι φασὶν οἱ παλαιοὶ τοὺς ἐξ ἀρχῆς τῷ Ὀδυσσεῖ συμπλέοντας ἐν τῇ κατʼ αὐτὸν νηΐ, στοχαζόμενοι οὕτως. ἓξ ἀφʼ ἑκάστης νηὸς ἀπώλοντο παρὰ τοῖς Κίκοσιν. ἔπαθε δὴ τοῦτο καὶ ἡ τοῦ Ὀδυσσέως ναῦς. λοιποὶ τοίνυν ἐν ἑκάστῃ νηῒ ἀνὰ μδ. ὧν ἄρτι μερισθέντων εἰς δύο οἱ μὲν ἡμίσεες εἰκοσιδύο ἀκολουθοῦσιν Εὐρυλόχῳ. οἱ δὲ ἄλλοι μένουσι παρὰ τῷ Ὀδυσσεῖ. γέγραπται δὲ καὶ ἐν τῇ γ ῥαψῳδίᾳ ὡς καὶ αἱ τοῦ Νέστορος νῆες ἀνὰ πεντήκοντα εἶχον ἐπικώπους. Ἰστέον δὲ ὅτι ἐν τῷ, ἠρίθμεον, ἀρχὸν δὲ καὶ ἑξῆς, τινὲς μὲν δακτυλικῶς τὴν ἀρχὴν ἐπόδισαν λαβόντες τὴν ρι συλλαβὴν βραχεῖαν διὰ τὸ ἐπιγμένον ἄφωνον θῆτα. οἷον, ηρῖθμον. τὸ δὲ ον μακρὸν ἐδέξαντο κατὰ πολλὰς αἰτίας. καὶ οὕτω διʼ αὐτοῦ καὶ τῆς αρ συλλαβῆς ἀπετέλεσαν πόδα σπονδεῖον. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ τὸ η καὶ τὸ ρι καταλογισάμενοι εἰς σπονδεῖον τὰς ἐφεξῆς τρεῖς συλλαβὰς τρόπῳ συνεκφωνήσεως ἤγουν συνιζήσεως σπονδειακῶς ἐξ ἀναπαίστου ἐῤῥύθμησαν. Ὅτι οἱ παρὰ τῇ Κίρκῃ λύκοι καὶ λέοντες οὓς καὶ αἰνὰ πέλωρα λέγει καθʼ ὁμοιότητα τοῦ πρὸ ὀλίγων ῥηθέντος δεινοῖο πελώρου οὐχʼ ὡρμήθησαν ἐπʼ ἀνδράσι τοῖς περὶ τὸν Ὀδυσσέα ὅτε εἰς τὰ τῆς Κίρκης δώματα ἦλθον, ἤδη γὰρ ἐθέλχθησαν ὑπὸ Κίρκης φαρμάκοις κακοῖς, ἀλλʼ ἄρα οὗτοι οὐρῇσι μακρῇσι περισαίνοντες, ἀνέσταν. εἶτα παραβολὴν πορισάμενος ἐκ τοῦ σαίνειν ὅπερ ἐπὶ κυνὸς κυριολεκτεῖται, ὡς εὐθὺς φανεῖται, φησίν, ὡς δʼ ὅταν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα σαίνωσιν, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ, ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες σαῖνον. οἱ δὲ ὅμως ἔδεισαν διὰ τὸ προφαινόμενον, ἐπεί φησιν ἴδον αἰνὰ πέλωρα. Καιριοτάτη δὲ λέξις τὸ σαίνειν ἐπὶ ζῴων ἀλόγων. ὅ ἐστι σείειν τὴν οὐράν. διὸ καὶ ἐνέμεινε τρὶς αὐτὴν εἰπών. γίνεται δὲ ἀπὸ τοῦ σέω σῶ τὸ σείω, σαίνω. ὡς βῶ βαίνω. ξῶ ξαίνω. κῶ καίνω. χῶ χαίνω, καὶ τὰ ὅμοια. λέγεται δὲ ἡ λέξις παρὰ τοῖς μεθʼ Ὅμηρον μεταφορικῶς καὶ ἐπὶ τοῦ κολακεύειν διὰ τὸ ἐν τοῖς σαίνουσι ζῴοις κολακευτικόν. Τὸ δὲ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀντὶ τοῦ, κατʼ ἀνδρῶν. ὡς καὶ τὸ, δαιμονίη τί μοι ἐπέχεις, ἀντὶ τοῦ, κατʼ ἐμοῦ ἔχεις. οὕτω καὶ ἐν Ἰλιάδι ἐπαλλήλοισιν ὄρουσαν, ἀντὶ τοῦ, κατὰ ἀλλήλων. Μειλίγματα δὲ θυμοῦ, κρέα τινά. ἢ μαγδαλιὰ μειλίσσουσα κύνας. ἣν αὐτοὶ ὡς εἰκὸς προσδεχόμενοι ἐγρηγόρασι. τίς δὲ ἡ μαγδαλιὰ, ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον ἵπποι κρατερώνυχες, ὡς καὶ προδεδήλωται, ἀλλʼ ἰδοὺ καὶ λύκοι ἐνταῦθα. Ἰστέον δὲ ὅτι ὁ κατὰ τοὺς ῥηθέντας λύκους καὶ λέοντας λόγος, οἱ θελχθέντες φαρμάκοις οὐχʼ ὁρμῶνται κατʼ ἀνδρῶν ἀλλὰ περισαίνουσιν, αἰνίττεται μὲν, ὡς καὶ προεδηλώθη, τὴν <!-- 1.378 -->τρυφὴν παντὸς ἤθους ἀγρίου μαλθατικὴν εἶναι. ἔστι δὲ προσφυὴς καὶ ἐπὶ ἀνδρῶν οἳ φύσει ἄγριοι ὄντες ὅμως διὰ κέρδος προσποιοῦνται ἡμέρως ἔχειν καὶ σαίνειν τοὺς παρατυχόντας. Ὅτι στάντες οἱ περὶ τὸν ῥηθέντα Εὐρύλοχον ἐν προθύροις Κίρκης ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ, ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται. ἔπαινος δὲ ταῦτα πέπλου καλοῦ. εὐγενὴς δὲ ἡ ἱστουργία ὡς καὶ ἡ Πηνελόπη δηλοῖ, καὶ ἡ Ἑλένη, καὶ ἡ Χρυσηῒς, καὶ ἡ Ἀνδρομάχη. γυναικεῖον δὲ καὶ τὸ ἐν τοῖς ἔργοις φιλῳδὸν, ὑποκλεπτομένου τοῦ πόνου τῇ ἀοιδῇ. ἡ μέντοι Ναυσικάα καὶ αἱ περὶ αὐτὴν οὐ πονοῦσαι ἀλλὰ μετὰ τὸ ἔργον ἔμελπον ἀνακαλούμεναι τὸ τῆς ψυχῆς ἡδόμενον. ὑποκατιὼν δὲ καὶ οὕτω φησὶν ὁ ποιητής· ἔνδον τις ἐποιχομένη μέγαν ἱστὸν καλὸν ἀοιδιάει. δάπεδον δʼ ἅπαν ἀμφιμέμυκε, τουτέστιν ἠχεῖ. καὶ ὡς ἀπὸ φωνῆς δὲ βοῶν ἡ λέξις τέτραπται. ἀλλαχοῦ δὲ, καὶ θύραι ἔμυκον. ἑτέρωθι δὲ, θύρατʼ ἔβραχεν ὡς ὅτε ταῦρος. καὶ βροντὴν δέ τις μεμυκέναι φησὶ κατὰ ὁμοίαν μεταφορὰν ἢ καὶ ὀνοματοποιητικῶς. Περὶ δὲ τοῦ, ἱστὸν ἐποιχομένη, καὶ ἐν ἄλλοις δεδήλωται. Τὸ δὲ καλὸν ἀοιδάειν λίγʼ ἀείδειν μετʼ ὀλίγα φησίν. ἀσύνηθες δὲ τὸ ἀοιδάειν. ἀείδειν γὰρ τὸ κοινόν. Ὅτι δὲ τὸ ᾄδειν ἐν τῷ ἐργάζεσθαι δεῖγμά ἐστι τοῦ ῥᾳδίως τὸ ἔργον ποιεῖν, ἔτι δὲ καὶ σὺν ἡδονῇ, κατὰ γὰρ Πλάτωνα τὸν φιλόσοφον οὐδὲν ζῷον λυπούμενον ᾄδει, ἐδήλωσε καὶ ὁ περὶ Παῤῥασίου τοῦ Ἐφεσίου ζωγράφου ἱστορήσας, ὡς οὐκ ἀηδῶς αὐτῷ τὰ κατὰ τέχνην ἐποιεῖτο ἀλλὰ ῥᾳδίως ὡς καὶ ᾄδειν γράφοντα. Δάπεδον δὲ οὐ γῆν ὕπαιθρον ἐνταῦθα δηλοῦν ἔοικεν, ἀλλὰ τὸ τοῦ δώματος ἐμβαδόν. ἐξ αὐτοῦ δὲ τὸ πᾶν δῶμα δηλοῦται, ἠχῆεν δηλαδὴ ὄν. Ὅτι Πολίτης κύριον ἀρχικὸς ἀνὴρ κήδιστος ἑτάρων ἦν κεδνότατός τε τῷ Ὀδυσσεῖ. ἔστι δὲ κήδιστος μὲν ὁ φίλτατος, οὗ μάλιστα κήδεταί τις. Κεδνότατος δὲ κατὰ τοὺς παλαιοὺς, ὁ φροντιστικώτατος, ὅ ἐστι σοφώτατος ἢ συνετώτατος. ἔστι δὲ καὶ ἐν Ἰλιάδι Πολίτης κύριον. Ὅτι φθεγξαμένων τῶν περὶ Ὀδυσσέα ἔξωθεν καὶ καλεσάντων ταχὺ ἐξελθοῦσα ἡ Κίρκη θύρας ὤϊξε φαεινὰς, καὶ κάλει. οἳ δʼ ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο. οὕτω γὰρ ἡ ἡδονὴ ἐφολκὸν εἰς ἣν ἀλληγορεῖται ἡ Κίρκη, ἅμα καλουμένη καὶ ὑπακούσασα καὶ εἰσδεχομένη τοὺς μὴ ἴδμονας. Εὐρύλοχος δέ φησιν ὑπέμεινε, τουτέστιν ἔμεινεν, οὐκ ἠκολούθησεν, ὀϊσσάμενος δόλον εἶναι, ὁποῖά τις ἴδρυς, ὠΐσσατο δὲ δόλον, διά τε τὸ αἶψα ἐξελθεῖν τὴν Κίρκην, καὶ τὸ καλέσαι δίχα ἐρωτήσεως, ἢ διὰ τὸ μόνην ὀφθῆναι, καὶ διὰ τὴν ἡμερότητα δέ φασι τῶν θηρίων. Τὸ δὲ ἐξελθοῦσα θύρας ὤϊξε, πρωθύστερόν ἐστιν. ὤφειλε γὰρ εἰπεῖν ὡς θύρας οἴξασα ἐξῆλθεν. Ἡ δὲ παραλήγουσα τῆς ἀϊδρείας διὰ διφθόγγου ἀεὶ γράφεται, διὰ τὴν κλίσιν τοῦ, ἴδρις ἴδρεως, ὡς ὄφεως. εἶτα διασκευάζων καὶ οἷος ἦν ὁ τῆς Κίρκης δόλος, ἐπάγει· εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε. ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν οἴνῳ Πραμνείῳ ἐκύκα. ἀνέμισγε δὲ σίτῳ φάρμακα λυγρά. ὃ ταυτόν ἐστι τῷ, κακὰ φάρμακα. ὧν ἐνταῦθα τέλος ἡ τῆς πατρίδος λήθη. φησὶ γοῦν· ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης. τοιοῦτον γὰρ ἡ ἡδονὴ, ἑαυτῆς μόνης ποιουμένη τὸν τρυφῶντα, τῶν δὲ σπουδαιοτέρων ἀπάγουσα. αὐτὰρ ἐπεί φησι δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα ῥᾴβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ. ἤγουν καθείργνυεν ἐν μάνδραις χοίρων. εἶτα ὡς αὐτόχρημα τοιούτων γινομένων οἳ τὸν κυκεῶνα ἐκπίωσιν ἐπιφέρει· οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ. διὸ καὶ κλαίοντες ἐέρχατο οἷα νοοῦντες ὃ ἔπαθον. ἐπεὶ δὲ οὐ παράμονος ἡ ἡδονὴ, ἀλλʼ ἐπὶ βραχὺ κολακευτικῶς δελεάσασα καὶ θέλξασα κατὰ φαντασίαν ἀγαθοῦ τινὸς, εἶτα ἐνάγει τοῖς χείροισι, καὶ οὐκέτι μετὰ τὸν κυκεῶνα καὶ τὴν ἀποχοίρωσιν ἡδέως εὐωχεῖ τοὺς μεταβληθέντας ἀλλὰ πρεπόντως ἀλόγοις φησί. τοῖσι δὲ Κίρκη παρʼ ἄκυλον βάλανόν τʼ ἔβαλε κρανείης ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν. εἰ μὲν οὖν καὶ τοὺς παρὰ τῇ Κίρκῃ λύκους καὶ τοὺς λέοντας ὁ κυκεὼν ὁ ῥηθεὶς μετεποίει, οὐκ ἔστιν ἐκ τοῦ ποιητοῦ γνῶναι. τοὺς δὲ ὡς ἐῤῥέθη χοίρους τὸ τοῦ κυκεῶνος πόμα ἐξ ἀνθρώπων ἐποίει. περὶ ὧν ἡ ἀλληγορία τοιαῦτα φησί. Κίρκη ἡ κατὰ τὰ γευστὰ ἡδονὴ, καὶ ἡ ἐκ τρυφῆς κατασάρκωσις. ᾗπερ οἱ ἐμπελάσαντες ἐκθηριοῦνται μὲν οἷον τῇ ἀλογίᾳ. καὶ οὐ μόνον ἄλλως ἀλογίζονται πολυτρόπως, ἀλλὰ καὶ εἰς χοίρους μεταποιοῦνται χαμαιευνάδας, κάτω βρίθοντες καὶ ἀνακύπτειν οὐκ ἔχοντες. ὁ νοῦς μέντοι <!-- 1.379 -->αὐτοῖς οὐκ ἀπόλλυται, ἀλλὰ ζωπυρεῖται ὑποσμυχόμενος. διὸ μικρὸν ὅσον ὁ φιλόσοφος Ὀδυσσεὺς ἐλθὼν ἐπαναλήψεται τοὺς φίλους εἰς ἀνθρωπότητα, εἰ καὶ ἄλλως ἀϊστωθῆναι τῷ Εὐρυλόχῳ δοκοῦσι καὶ μὴ ἂν ἐκφανήσεσθαι. ὃς δὴ Ὀδυσσεὺς οὐδὲ τὴν ἀρχὴν εἰ παρῆν, εἴασεν ἂν μεταβολὴν ἐκείνους παθεῖν. καὶ εὑρήσει μὲν αὐτοὺς σιάλοις ἐοικότας ἐννεώροις, ἀποκαταστήσει δὲ εἰς τὸ πρὶν εἶδος, κατεξαναστὰς ἐμβριθῶς τῆς τρυφῆς Κίρκης ὡς ἐν τοῖς ἑξῆς φανήσεται. Ὅτι δὲ εἰς ἀλογίαν τινὰ ἡ Κίρκη ἀλληγορεῖται, δηλοῖ φανερῶς καὶ ὁ γράψας ὅτι οὓς οὐ προσορῶσιν αἱ Μοῦσαι, τούτους ποτῷ δηλήσατο Κίρκη, ὡς τῶν ἀμούσων ἀλογίστων ὄντων. Ἰστέον δὲ ὅτι καὶ βρωτὸν καθʼ Ὅμηρον ὁ ῥηθεὶς κυκέων ἦν, ὡς δηλοῖ τὸ, βαλέει δʼ ἐν φάρμακα σίτῳ. καὶ τὸ, ἀνέμισγε δὲ σίτῳ φάρμακα. καὶ ποτὸν δὲ ἦν ὁ αὐτὸς, ὡς δῆλον ἐκ τοῦ, ἐπεὶ δῶκέν τε καὶ ἔκπιον. ἤγουν ὅλον ἐξέπιον. καὶ, ὄφρα πίοιμι. καὶ, ἔκπιον οὐδέ μʼ ἔθελξε. καὶ, οὔτι πιὼν ἐθέλχθης. Τὸ δὲ κύκα, πρωτότυπόν ἐστιν ἐξ οὗ ὁ κυκεών. περὶ οὗ ἡ Ἰλιὰς δηλοῖ που ἐν τοῖς κατὰ τὸν Νέστορα, ἔνθα καὶ περὶ τυροῦ καὶ ἀλφίτων καὶ μέλιτος χλωροῦ γέγραπται καὶ οἴνου Πραμνείου. ὃς οὐ μόνον παρὰ τὸ πραΰνειν μένος καὶ εἰς πρᾳότητα τὴν ψυχὴν ἄγειν οὕτω καλεῖται καὶ παρὰ τὸ εἰς παλαίωσιν παραμεῖναι καὶ μὴ μεταβαλεῖν, ἀλλὰ καὶ ἀπὸ Πραμνείου ἀμπέλου. ἔστι δέ φασι καὶ τοιαύτη ὡς καὶ Θασία καὶ μελίκηρις. καὶ διότι δὲ καὶ ἡδύς ἐστι. τῶν γὰρ οἴνων φησὶν οἱ μὲν καυστικοὶ, οἱ δὲ ἡδεῖς. Ὁ δὲ τυρὸς κἀνταῦθα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων, ἐκτείνει τὴν ἄρχουσαν. Πεπληγέναι δὲ, οὐ μόνον τὸ πληγῆναι παθητικῶς, ἀλλὰ καὶ τὸ πλῆξαι, μέσου γὰρ παρακειμένου τὸ ῥῆμα. ῥᾴβδῳ γοῦν ἡ Κίρκη πεπληγυῖα ὅ ἐστι πλήξασα ἐποίησε τὰ ἑαυτῆς, χρωμένη ταύτῃ πρός τινα γοητείαν διʼ ἐπαφῆς. Ὅλως δὲ αἱ θεῖαι ῥᾴβδοι ἐνεργοί φασι παρʼ Ὁμήρῳ. Ποσειδῶν τε γὰρ σκοπανίῳ πλήξας τινὰ ἐνίησι μένος, καὶ Ἀθηνᾶ πλήττουσα ῥᾴβδῳ ἀλλοιοῖ τὸν Ὀδυσσέα, καὶ Ἑρμῆς χρώμενος αὐτῇ τοὺς μὲν θέλγει, τοὺς δὲ καὶ ὑπνώοντας ἐγείρει. Συφεὸς δὲ, ὁ σύας φέρων ἢ σύας πιαίνων. δῆλον δὲ ὅτι σῦς μὲν ἐκτείνει τὸ υ καὶ περισπᾷ ὥσπερ καὶ δρῦς καὶ μῦς. συὸς δὲ καὶ τὰ ἐφεξῆς, συστέλλει τὴν ἄρχουσαν ὡς καὶ τὸ, δρυὸς καὶ μυός. Τοῦ δὲ ἐέργνυσθαι ἡ παραγωγὴ ὁμοία τῇ τοῦ ζεύγνυσθαι καὶ τῶν ὁμοίων. ἔστι δὲ ποιητικὸν μὲν τὸ ἐέργνυσθαι, Ἀττικὸν δὲ τὸ εἵργνυσθαι καὶ καθείργνυσθαι. Ἡ δὲ τῶν συῶν φωνὴ κλαγγὴ ἐν τοῖς μετὰ ταῦτά που ῥηθήσεται, χοίρειος δὲ φωνὴ καὶ ὁ γρυλλισμός. ὅθεν καὶ ὁ Πλούταρχος Γρύλλον ἔπλασέ τινα τῶν τοῦ Ὀδυσσέως ἑταίρων διαλεγόμενον τῷ Ὀδυσσεῖ. Τρίχες δὲ διαφέρουσιν ἐρίων. πρόβατον μὲν οὖν ἐρίῳ σκέπεται, καθὰ καί τινες τῶν αἰγῶν, σῦς δὲ καὶ τὰ τοιαῦτα τριχοφορεῖ. Τὸ δὲ νοῦς ἔμπεδος, κατηγορεῖ τῶν χοιροβίων εἴπερ τὸν νοῦν περισώζοντες, εἶτα τῇ κατὰ Κίρκην τρυφῇ γίνονται ἄλογοι. φασὶ δὲ οἱ παλαιοὶ καὶ ὡς οὐχʼ ὁ σύμπας νοῦς τοῖς τοιούτοις περισώσεται, ἀλλʼ ὁ κατὰ μόνον τὸ φιλάνθρωπον, διὸ καὶ σαίνουσιν. ὥσπερ καὶ οἱ δελφῖνες ἐξ ἀνθρώπων γενόμενοι φιλάνορα οὐκ ἔλιπον βιοτὰν κατὰ Πίνδαρον. Ἄκυλον δὲ τὸν τῆς πρίνου φασὶ λέγει καρπὸν, ὡς δηλοῖ καὶ ὁ Ἀθήναιος ἐν τῷ, ὁ συκάμινος, συκαμίνους, ὁρᾷς, φέρει. ὁ πρίνος, ἀκύλους. ὁ κόμαρος, μιμαίκυλα. Τὸ δὲ βάλανον ἔβαλεν, ἔχει τι εὐγενοῦς παρηχήσεως. καὶ ἄλλως δὲ εἰπεῖν τὸ, βάλανον παρέβαλε ταυτόν ἐστι τῷ, παρέθηκεν. ὅθεν, ὡς πολλαχοῦ φαίνεται, καὶ τὸ ἰδιωτικῶς λεγόμενον παράβλημα λέγεται. Βάλανοι δὲ οὐ δρυῶν μόνον, ἀλλὰ καὶ φοινίκων καθʼ ὁμοιότητα. οὕτω δὲ καὶ τὸ τοῦ αἰδοίου παρά τισιν ἄκρον. καὶ τοῖς Ἀσκληπιάδαις δὲ φαρμάκου τινὸς τοιοῦτόν ἐστιν ὄνομα. καὶ βάλανοι δὲ Διὸς τὰ κάστανα κατά τινας τῶν παλαιῶν. Κράνεια δὲ προπαροξυτόνως τὸ φυτόν. ὁ δὲ καρπὸς αὐτῆς σεσίγηται μὲν Ὁμήρῳ διὰ τὸ δυσεκφώνητον, καλεῖται δέ φασι πίτταξις. οἱ δὲ βάρβιλον φασίν. οἱ δὲ, μάραον. Τὸ δὲ χαμαιευνάδες συστέλλει τὴν μαι συλλαβὴν ὡς καὶ ἐν Ἰλιάδι τὸ, ἀνιπτόποδες χαμαιεῦναι. καὶ τὴν αἰτίαν λέγουσιν οἱ τῆς γραμματικῆς ἐξηγηταί. εἰσὶ δὲ χαμαιευνάδες αἱ κατά τι ἴδιον, ἐπὶ βόθρου ὀρύσσουσαι καὶ κοιμώμεναι. ἴσως δὲ καὶ αἱ κατὰ λάκκων ἐπίτηδες ἐγκλειόμεναι. Τὸ δὲ αἰὲν ἔδουσι, σιάλων ἐστὶν ἴδιον. καὶ τὸ τῶν συῶν δὲ δηλοῖ μοχθηρὸν καὶ βορόν. Ὅτι λυπηρὰν ἀγγελίαν δηλοῖ τὸ, ὁ δεῖνα αἶψα ἦλθεν ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον, ἤγουν τύχην, δυστυχίαν. οὐ γὰρ ἀεὶ πότμος ἢ μόρος ὁ θάνατος. ὥσπερ οὐδὲ ἐνταῦθα. περὶ ζώντων γὰρ ἡ λέξις ἐῤῥέθη. γράφουσι δὲ οἱ ἐξηγηταὶ νῦν πότμον ἀδευκέα τὸν ἀνιστόρητον, ἤγουν ἀνήκουστον, ἢ ὃν οὐκ ἄν <!-- 1.380 -->τις ἐξ ἱστορίας δέξηται. κοινότερον μέντοι ἀδευκὴς ὁ ἀπροσδόκητος ἀπὸ τοῦ δέκω, ὃν οὐκ ἄν τις προσεδόκησεν.

Ὅτι μεγάλην ἐνδείκνυται λύπην τὸ, οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενος περ κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος. ἐν δέ οἱ ὄσσε δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός. λέγει δὲ ἐκφάσθαι τὸ ἐξειπεῖν λόγῳ προφορικῷ. Τοῦ δὲ βεβολῆσθαι ἤγουν βεβλῆσθαι ἡ χρῆσις καὶ ἐν Ἰλιάδι. κεῖται δʼ ἐν τούτοις καὶ ἀγάσασθαι, οὐ τὸ ζηλοτυπῆσαι, ὡς πρὸ τούτων, ἀλλʼ ἁπλῶς τὸ μέμψασθαι. φησὶ γάρ· ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθα, τότε δὴ εἶπε τάδε. Τὸ δὲ γόον ὠΐετο θυμὸς, ἀντὶ τοῦ νόμισιν ἐδίδου καὶ ἐφάνταζε θρήνου δήλωσιν. Ὅτι ἐπαινοῦνται τῆς εὐρυθμίας τὰ δύο ἔπη ταῦτα, ᾔομεν ὡς ἐκέλευες ἀνὰ δρυμὰ φαίδιμʼ Ὀδυσσεῦ. εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά, τὰ τῆς Κίρκης δηλαδή. καλὸν δʼ ἐν τούτοις καὶ ἡ ἀσύνδετος εἰσβολή. Τοῦ δὲ ᾔομεν ἐνεστὼς ἐΐω. οὗ παρατατικὸς, ἤϊον. πληθυντικὸν ἠΐομεν. καὶ κατὰ συναίρεσιν, ᾔομεν. ἄλλως γάρ φασιν οὐδέ ποτε ἐν παρωχημένῳ κατάρχει μὲν τὸ ἦτα μόνον, ἐπάγεται δὲ τὸ ο. διὸ καὶ ἐν τῷ ἑορτάζω δέον ὂν εἶναι τὸν παρατατικὸν ἠόρταζον, οὐ γίνεται οὕτως, ἀλλʼ ἀντʼ αὐτοῦ κατὰ μετάθεσιν χρονικὴν φαμὲν ἑώρταζον. καὶ μὴν τοῦτο ἔχει καὶ ἄλλως εὔλογον τὴν ἔνδον αὔξησιν. ἑορτὴ γὰρ, διʼ ἧς ἑὰ ὅ ἐστιν ἀγαθὰ ὄρνυται. ὅθεν ἐν τῷ ἑώρταζον ἡ αὔξησις τοῦ ὄρνυσθαί ἐστιν, οὐ μὴν τοῦ ἑὰ, ἵνα φυλάττηται λείψανον τοῦ τοιούτου πρωτοτύπου, ἤγουν τοῦ ἑά. ὅ περ ἔν τε ἄλλοις παρατηρεῖται καὶ ἐν τῷ, ἔω εἰμί. ἴσως δὲ καὶ ἐν τῷ, γῇ γήδιον. καὶ τοιοῦτον μὲν τοῦτο. Τοῦ δὲ ἤϊον ἡ χρῆσις καὶ μετʼ ὀλίγα ἐν τῷ, παρὰ νηὸς ἀνήϊον ἠδὲ θαλάσσης, καὶ πρὸ τούτων, παρὰ νηὸς ἀνήϊον ἐς περιωπήν. Ὅτι ἐπὶ ψηλαφωμένων μὲν μὴ φαινομένων δὲ, καλὸν εἰπεῖν τὸ, οἵδʼ ἅμʼ ἀϊστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν ἐξεφάνη. δηρὸν δὲ καθήμενος ἐσκοπίαζον. Ἀνδρείου δὲ ὁπλίτου ἐνδεικτικὸν τὸ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον ὤμοιϊν βαλόμην μέγα χάλκεον. ἀμφὶ δὲ τόξα. τουτέστι τόξον ὃ πολλαχοῦ πληθύνει Ὅμηρος, ὥς που καὶ τὰ ἅρματα καὶ τὰ πρόσωπα. χαίρουσι δὲ Ἀττικοὶ τῷ τοιούτῳ σχήματι, παρʼ οἷς καὶ ἀφύαι μὲν πληθυντικῶς τὸ ἰχθύδιον, σπανιώτατα δὲ ἀφύη, ὡς παρασημειοῦνται οἱ παλαιοί. Ὅτι ὥσπερ ὁδὸν ἡγεμονεῦσαι πολλαχοῦ, οὕτω καὶ νῦν αὐτὴν ὁδὸν ἡγήσασθαι φησὶν ἀντὶ τοῦ εἰς ὁδόν.

Ὅτι ἐνδιαθέτου ἱκετείας τὸ, αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλίσσετο γούνων. ἔστι δὲ λαβεῖν γούνων καὶ νῦν τὸ ἅψασθαι. Ὅτι δυσελπιστία ὁδοῦ τὸ, μή μʼ ἄγε κεῖσε ἀέκοντα διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ. ἤγουν ὧδε· οἶδα γὰρ ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι ἤτοι ἐπανέλθῃς, οὔ τέ τινʼ ἄλλον ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοῖσδεσι θᾶσσον φεύγωμεν, ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ. ὁ δὲ τοῦτο παρʼ ἀνδρὸς ἀγεννοῦς ἀκούσας εἴποι ἂν προσφυῶς τὸ, ἤτοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ ἔσθων καὶ πίνων. αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη. Καὶ ὅρα τὸ μένε αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ. ἐφερμηνευτικὸν γὰρ τοῦ μένε αὐτοῦ, τὸ, τῷδʼ ἐνὶ χώρῳ. Ὅτι ἱερὰς βήσσας τὰς περὶ τὴν νῆσον τῆς Κίρκης λέγει, διὰ τὸ ἀστίβητον ὥς φασιν οἱ παλαιοὶ, ὥς που καὶ πρὸ τούτων ἱερὸν ἔφη ἄλσος Ἀθηνᾶς τὸ τοῖς πολλοῖς ἀπρόσβατον. λέγει δὲ καὶ πολυφάρμακον τὴν Κίρκην, ὁποία ἦν καὶ ἡ παλαιὰ Μήδεια καὶ ἡ Κροκοδίκη. Ὅτι πιθανῶς ὁ ποιητὴς ἱστορῶν μὴ καὶ τὸν Ὀδυσσέα ὑπὸ τῆς πολυφαρμάκου θελχθῆναι Κίρκης πλάττει τὸν Ἑρμῆν συμβαλλόμενον πρὸς τοῦτο τῷ Ὀδυσσεῖ, ὡς μὴ ἂν δυνατὸν ὂν ἄλλως ἐκφυγεῖν αὐτὸν τὸ ἐκ τῆς Κίρκης κακόν. φησὶ γοῦν Ὀδυσσεὺς ὅτι ὁπηνίκα ἔμελλον ἐς μέγα δῶμα ἵξεσθαι Κίρκης, ἔνθα μοι Ἑρμείας χρυσόῤῥαπις ἀντιβόλησεν ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικὼς πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. ὃ καὶ ἐν Ἰλιάδι ἔγραψεν ἀπαραλλάκτως περὶ τοῦ αὐτοῦ Ἑρμοῦ. ἔν τʼ ἄρα μοι φῦ χερί. καὶ εἶπε· πῇ δʼ αὕτως δύστηνε διʼ ἄκριας ἤγουν κατὰ τὰς ἄκρας τῶν ὀρῶν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ἔρχεαι οἶος, χώρου ἄϊδρις ἐών. ἕταροι δέ τοι ἐν Κίρκης ἔρχαται ὥστε σύες πυκινοὺς κευθμῶνας ἔχοντες. ἢ τοὺς λυσόμενος δεῦρο ἔρχεαι; οὐδὲ σέ φημι αὐτὸν νοστήσειν. μενέεις δὲ σύ γʼ ἔνθα περ ἄλλοι. ἄλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω. τῆ, τουτέστι λάβε τόδε φάρμακον ἐσθλὸν, ἔχων, ἐς δώματα Κίρκης ἔρχευ. ὃ κέν τοι κρατὸς ἀλάλκησι κακὸν ἦμαρ. πάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκης. τεύξει τοι κυνεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ. ἀλλʼ οὐδʼ ὣς θέλξαι <!-- 1.381 -->σε δυνήσεται. οὐ γὰρ ἐάσει φάρμακον ἐσθλὸν ὅ τοι δώσω. ἐρέω δὲ ἕκαστα. ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥᾴβδῳ, δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, Κίρκῃ ἐπαΐξαι ὥστε κτάμεναι μενεαίνων. ἡ δέ σʼ ὑποδδείσασα κελήσεται εὐνηθῆναι. ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανῄνασθαι θεοῦ εὐνὴν, ὄφρα κέ τοι λύσηθʼ ἑταίρους αὐτόν τε κομίσῃ, ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι, μή τι τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείη. ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργειφόντης ἐκ γαίης ἐρύσας. καί μοι φύσιν αὐτοῦ ἔδειξε. ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ ἴκελον ἄνθος. μῶλυ δέ μιν καλέουσι θεοί. χαλεπὸν δέ τʼ ὀρύσσειν ἀνδράσι γε θνητοῖσι. θεοὶ δέ τε πάντα δύνανται. ὅπερ ἑνικῶς λεχθὲν ὀρθῶς εὐσεβεῖται, ἵνα τις εἴπῃ, θεὸς δέ τε πάντα δύναται. Ἡ δὲ ἀλληγορία ἐν τούτοις Ἑρμῆν μὲν οἶδε συνήθως τὸν λόγον, μῶλυ δὲ τὴν παιδείαν, ὡς ἐκ μώλου ὅ ἐστι κακοπαθείας περιγινομένην. οὗ μώλυος ἡ μὲν ῥίζα, μέλαινα διὰ τὸ οἷον σκοτεινὸν καὶ δυσόρατον τοῦ τέλους τῶν ἐναρχομένων τῆς παιδείας, καὶ διὰ τοῦτο δυσέντευκτον καὶ οὐδὲ ἡδύ. διὸ καὶ Ἰσοκράτης πικρὰν ἔφη τὴν ῥίζαν αὐτῆς. τὸ δέ γε μώλυος ἄνθος λευκὸν κατὰ γάλα διὰ τὴν τοῦ τέλους φαιδρότητα καὶ λαμπρότητα, ἤδη δὲ καὶ τὸ ἡδὺ καὶ τρόφιμον. ὅθεν ὁ αὐτὸς Ἰσοκράτης τοὺς καρποὺς τῆς παιδείας εἰ καὶ μὴ γάλακτι ἰκέλους, ἀλλὰ γλυκεῖς ἔφη διὰ τὸ καὶ τὴν ῥίζαν προϋποθέσθαι πικράν. τοῦτο τὸ μῶλυ ὅ περ Ἑρμῆς ἐκφαίνει λογικαῖς μεθόδοις οὐκ ἔγνωσται μὲν ἁπλῶς ἀνθρώποις, ἔστι γὰρ θεόσδοτον ἀγαθόν. λαβὼν δὲ αὐτὸ ἐξ Ἑρμοῦ ὁ λόγιος Ὀδυσσεὺς συγγίνεται τῇ ἡδονῇ, ταχὺ περὶ αὐτὸν ἐλθούσῃ κατὰ τὸ ἑαυτῆς ἔθος διὰ τὸ τῆς κακίας εὔληπτον. οὐ περιγίνεται δὲ αὐτοῦ ἐκείνη καθὰ καὶ τῶν ἑταίρων, οὐ γὰρ ἀϊδρείῃσι κατʼ ἐκείνους ἕπεται. συνὼν δὲ καὶ χρώμενος ἐπιστημόνως αὐτῇ κατὰ λόγον ὀρθὸν αὐτός τε ἄνθρωπος μένει, καὶ ἐκείνους λύεται σώζων. οὐ μόνον γὰρ ἐν χορείαις οὖσα ἥγε σώφρων οὐδὲν αἰσχρὸν πείσεται, ἀλλὰ καὶ ὁ φιλοσοφῶν ἐν ἡδοναῖς ὢν ἄχραντος διαμενεῖ. ἐπισείσει γὰρ τῇ καθʼ ἡδονὴν Κίρκῃ ξίφος τὸν ἐμβριθῆ καὶ τμητικὸν τῆς κακίας λόγον. ἡ δὲ ὑποπτήξει, καὶ ὀμεῖται μηδὲν πῆμα κακὸν βουλεύσειν αὐτῷ, πεπυκασμένῳ καὶ καταφράκτῳ ἄλλως ὄντι. καὶ οὐκ ἀφελῶς ἀπογυμνωθέντα τοῦ ἀλληγορηθέντος ξίφους, κακὸν καὶ ἀνήνορα θήσει. ἀνιόντι δὲ τῷ Ὀδυσσεῖ ὁ Ἑρμῆς συναντᾷ, τουτέστιν ἀρθέντι πρὸς ἀκρώρειαν. ὅ ἐστιν ἄνω γενομένῳ τῶν περὶ γῆν, ὃν τρόπον καὶ ὁ Μίνως περὶ ὄρος ἐν Κρήτῃ ὀαριστὴς γίνεται τοῦ Διός. καὶ Ἡσίοδος δὲ ἐπὶ ὄρους τελεῖται τὰ τῶν Μουσῶν. Παρὰ πόδας δὲ τὸ μῶλυ εὑρίσκει Ἑρμῆς, καὶ ἐπικύψας αὐτόθεν λαμβάνει ὁποῖά τι εὐπόριστον φάρμακον, ἐπεὶ οὐχʼ ἑνί τινι τόπῳ τὰ τῆς παιδείας περιγράφεται, ἀλλʼ ὅποι περ ἂν γένοιτό τις, ἔστιν εὑρεῖν τὸ καλὸν τοῦτο φυτόν. ὥς που καὶ ὁ σοφὸς Θεμίστιος ἐπέστησε. χαλεπὸν δὲ ὀρύσσειν τὸ μῶλυ καὶ ἐκσπᾶν μέχρι πέρατος ῥίζης, ἐπεὶ παιδείας ἄκρος ὥσπερ καὶ ἀρετῆς, δυσχερὲς ἐξευρεῖν. μυθικῶς μέντοι, χαλεπόν ἐστιν ἡ τούτου ὀρυγὴ, ἐπειδὴ λόγος φέρεται, ἑλκόμενον αὐτὸ, θάνατον πρὸς τῷ τέλει τῆς ῥίζης ἐπιφέρειν τῷ ἀνασπῶντι, ὁποῖόν τι καὶ περὶ μανδραγόρου λέγεται. δῆλον δὲ καὶ ὅτι ἔγνωσται τοῖς Ἀσκληπιάδαις βοτάνη τὸ μῶλυ. εἰ δὲ καὶ ἀντικαθίσταται αὐτὸ Κιρκαίοις φαρμάκοις εἰδεῖεν ἂν ἐκεῖνοι. φασὶ δὲ οἱ παλαιοὶ καὶ μῶλυ λέγεσθαι παρὰ τὸ μωλύειν ὅ ἐστιν ἀφανίζειν τὰ φάρμακα. Ἀλέξανδρος δὲ ὁ Πάφιος μυθολογεῖ, Πικόλοον ἕνα τῶν Γιγάντων φυγόντα τὸν κατὰ Διὸς πόλεμον τὴν τῆς Κίρκης νῆσον καταλαβεῖν, καὶ πειρᾶσθαι ἐκβαλεῖν αὐτήν. τὸν πατέρα δὲ Ἥλιον ὑπερασπίζοντα τῆς θυγατρὸς ἀνελεῖν αὐτὸν, καὶ τοῦ αἵματος ῥυέντος εἰς γῆν φῦναι βοτάνην, καὶ κληθῆναι αὐτὴν μῶλυ διὰ τὸν μῶλον ἤτοι πόλεμον ἐν ᾧ ἔπεσεν ὁ ῥηθεὶς Γίγας. εἶναι δὲ αὐτῷ ἄνθος ἴκελον γάλακτι διὰ τὸν ἀνελόντα λευκὸν Ἥλιον, ῥίζαν δὲ μέλαιναν διὰ τὸ τοῦ Γίγαντος μέλαν αἷμα, ἢ καὶ διὰ τὸ τὴν Κίρκην φοβηθεῖσαν ὠχριάσαι. οὐ λέγει δὲ ὁ ποιητὴς καὶ πῶς οἱ ἄνθρωποι καλοῦσι τὸ μῶλυ, ἐπειδὴ ἄγνωστόν ἐστιν αὐτοῖς. διὸ καὶ ἄκλιτον καὶ οὐ διώνυμον κατὰ τὸν Βριάρεών τε καὶ Αἰγαίωνα καὶ κατὰ τὴν χαλκίδα καὶ κύμινδιν, τὰ ἐν Ἰλιάδι κείμενα. καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸ μῶλυ, οὗ τὸ ἄνθος ἐσχεδιάσθαι ὑπὸ Ἑρμοῦ δοκεῖ ὡς ἂν γνωρισθείη τῷ Ὀδυσσεῖ τότε, εἰ μή που τυχὸν καὶ ἔαρ ἦν τηνικαῦτα ἡ ἀνθηφόρος ὥρα. Χαιρήμων οὖν φασὶν ὁ τὸν κισσὸν χορῶν εἰπὼν ἐραστὴν κοινῶς μὲν τὰ ἄνθη ἔαρος τέκνα ἐκάλεσεν. ἰδίως δὲ τὰ ῥόδα ὀξυφεγγῆ καὶ ἔαρος τιθηνήματα. Ἔνθα ὅρα τὸ ὀξυφεγγῆ χρήσιμον ὂν εἰς τὸ νοῆσαι τοὔνομα τῆς ὀξείας βαφῆς. Ἑρμῆς δὲ χρυσόῤῥαπις ἢ ὁ χρυσόῤῥαβδος, ὡς καὶ προδεδήλωται, ἢ ὁ χρυσᾶς <!-- 1.382 -->ῥάπιδας ἔχων ὅ ἐστιν ὑποδήματα κατὰ τοὺς παλαιούς. ἐξ ὧν καὶ αἱ κρηπίδες παράγονται. Τίς δὲ ἡ ὑπήνη καὶ ἡ ἥβη, ἐδηλώθη ἐν ἄλλοις. ὥσπερ καὶ τὸ ἀντιβολεῖν ὅ ἐστι συναντᾶν ὅπερ οἱ μεθʼ Ὅμηρον ἐπὶ παρακλήσεως τιθέασιν. Ἑρμηνεία δὲ ὑπηνήτου παρὰ Δημοσθένει τῷ παραφραστῇ αὕτη. Ἑρμῆς τῷ Ὀδυσσεῖ ἐπιτυγχάνει, νεανίσκῳ προσεοικὼς, ἄρτι ὑποπιμπλαμένῳ γενείου. ὅπερ οἱ λατινοήθεις μεθοδεύσαντες ἀεὶ ἔχειν ὡς διὰ βίου ὑπηνῆται εἶναι, βιάζονται τὸν πώγωνα τῇ συνεχεῖ ἐν χρῷ κουρᾷ, δοκεῖν πάντοτε ἄρτι γενειάσκειν. καὶ αὐτοὶ μὲν ἀτιμούσθωσαν. Κεῖται δʼ ἐν τούτοις καὶ τὸ ἐξονομάζειν ἀντὶ τοῦ ἁπλῶς πλατικώτερον ὁμιλεῖν καὶ μάλιστα ἐφεξῆς ἐν τοῖς περὶ Κίρκης. ἄλλως γὰρ οὔτε ὁ Ἑρμῆς ἐξ ὀνόματος τὸν Ὀδυσσέα καλεῖ, οὔτε μὴν ἐν τοῖς παροῦσιν ἡ Κίρκη. αὐτὴ γὰρ ὕστερον ἐπιγνοῦσα ἐρεῖ θαυμαστικώτερον, ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος. Τὸ δὲ διʼ ἄκριας ἔρχεαι οἶος, ὅ ἐστι μόνος, ἑρμηνείαν τινὰ ὑποβάλλει τοῦ, ὄρεσιν οἰοπόλος. ἔνθα δηλαδὴ μόνος τις ἀναστρέφεται διὰ τὸ ἐρημάζον τοῦ τόπου. Τὸ δὲ χώρου ἄϊδρις ἐὼν ἀϊδρείαν τινὰ προσμαρτύρεται καὶ τῷ Ὀδυσσεῖ, διʼ ἣν ἔπαθε ἄν τι μὴ θελητὸν, εἰ μὴ ὁ Ἑρμῆς φροντίδα ἔθετο αὐτοῦ τιμῶν τὸν σπουδαῖον καὶ αὐτὸς ὡς λόγιος καθὰ καὶ ἡ Ἀθηνᾶ, ἣ καὶ εἰποῦσα ὡς οὐ δύναμαί σε προλιπεῖν οὕνεκα ἐπήτης ἐσσὶ, βαρυτόνως, ἢ καὶ ἐπητὴς ὀξυτόνως, τουτέστι λόγιος. ὅπου γε καὶ ἄλλως μετῆν τῆς ὁδοῦ ταύτης κατά τι καὶ τῷ Ἑρμῇ, ὃς εἶπέ ποτε τῇ Κίρκῃ, ἐλεύσεσθαι αὐτῇ τὸν Ὀδυσσέα, ὥς φησιν αὐτὴ ἐκείνη ἐν τοῖς ἑξῆς. Τὸ δὲ ἐν Κίρκης ἔρχαται, Ἀττικὴν ἔχει ἔλλειψιν, κεῖται γὰρ ἀντὶ τοῦ, ἐν δώμασι Κίρκης καθειργμένοι εἰσίν. Ἰωνικὸν δὲ τὸ ἔρχαται καθὰ καὶ πρὸ ὀλίγου τὸ ἔρχατο, τοῦτο μὲν ἀπὸ τοῦ εἷρκται παθητικοῦ παρακειμένου, ἐκεῖνο δὲ, ἀπὸ τοῦ εἷρκτο ὑπερσυντελίκου. πρὸς ὅπερ ὅμοιον καὶ τὸ, εἵλικτο εἰλίχατο. ὡς Ἡρόδοτος εἰλίχατο τουτέστι εἱλιγμένοι ἦσαν μίτραις. ὅ περ οὐκ ἀεὶ πολεμικὸν σκεῦος δηλοῖ ἀλλὰ καί τι περίθεμα κεφαλῆς, ὡς δηλοῖ παρὰ τῷ αὐτῷ τὸ, ἀντὶ πίλων μιτροφόροι ἦσαν. Τὸ δὲ ὥστε σύες συμβάλλεταί τι πρὸς τὴν πρὸ βραχέων ῥηθεῖσαν ἀλληγορίαν, οἷα τῶν περιπεσόντων τῇ καθʼ ἡδονὴν Κίρκῃ, μὴ ἄντικρυς γινομένων συῶν, ἀλλʼ ὥστε ἤγουν ὡσανεὶ συῶν διὰ τὸ χοιρῶδες τοῦ βίου. Πυκινοὶ δὲ κευθμῶνες περιφραστικῶς οἱ συφεοὶ λέγονται. Τὸ δὲ ἐκλύσομαι ἠδὲ σαώσω ὡς ἐπὶ αἰχμαλωσίας ἐῤῥέθη. διὸ καὶ λύτρα καὶ σῶστρα τῷ Ἑρμῇ ὁ Ὀδυσσεὺς ὀφείλει μὴ αἰχμαλωτισθεὶς τῇ Κίρκῃ διʼ ἡδονῆς. καὶ ἄλλως δὲ ὥσπερ ἐκ δεσμῶν λύεταί τις, οὕτω καὶ κακῶν ἐνταῦθα λύεται τὸν Ὀδυσσέα ὁ Ἑρμῆς. ὥσπερ δὲ διχῶς λέγεται ὡς δεδήλωται τὸ νήχειν καὶ νήχεσθαι καὶ τὸ ἐκέρασαν καὶ ἐκεράσατο, οὕτω καὶ τὸ λύειν ἐνταῦθα καὶ λύεσθαι. οἷον, λῦσον ἵνα ὀφθαλμοῖσιν ἴδω ἑτάρους. καὶ, ὄφρα λύσῃ ἑτάρους. καὶ, ἄγε δὴ κακῶν ἐκλύσομαι. καὶ, λυσόμενος δεῦρʼ ἔρχεαι. Φάρμακον δὲ ἐσθλὸν τὸ τοῦ Ἑρμοῦ δὶς ἐν τούτοις κεῖται πρὸς διαστολὴν τῶν τῆς Κίρκης, ἃ λυγρὰ καὶ κακὰ ὄντα τοὺς προσιεμένους μετέβαλλεν εἰς θηρία. Τὸ δὲ κρατὸς ἀπαλάλκη κακὸν ἦμαρ, χρήσιμον καὶ αὐτὸ εἰς ἀλληγορίαν, ὡς μὴ σωμάτων ἀλλοιουμένων τοῖς περὶ τὴν Κίρκην, ἀλλὰ τοῦ κατὰ κεφαλὴν λογιστικοῦ. ἄλλως μέντοι διὰ τῆς κρατὸς ὁ πᾶς δηλοῦται ἄνθρωπος. Τὸ δὲ πάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκης, ὃ μετʼ ὀλίγα γοργότερον ἐρεῖ, ἐρέω δὲ ἕκαστα, παρῴδηται ἐκ τοῦ, πάντα δέ τοι ἐρέω ὀλοφώϊα τοῖο γέροντος, ὅπερ ἐν τῇ δ ῥαψῳδίᾳ κεῖται. Τὸ δὲ κυκεῶ ἀποκέκοπται ὁμοίως τῷ, ἱδρῶτα ἱδρῶ καὶ τοῖς τοιούτοις. Τὸ δὲ θέλξαι καὶ ἐνταῦθα βλάβην τινὰ δηλοῖ, τὴν ἀποθηρίωσιν γὰρ, ὡς καὶ μετʼ ὀλίγα τὸ, οὐδέ μʼ ἔθελξε, καὶ, οὔτι πιὼν ἐθέλχθης. Ἐλάσαι δὲ ῥᾴβδῳ τὸ πλῆξαι ὡς καὶ ἐν ἄλλοις μυριαχοῦ. Περιμήκης δὲ κατʼ ἀλληγορίαν ἡ τῆς Κίρκης ῥᾴβδος διὰ τὸ μὴ συνεσταλμένως ζῆν τοὺς τρυφῶντας. ἀρετῆς γὰρ τοῦτό γε. Ξίφος δέ φασιν ἐκφοβεῖ τὴν Κίρκην, ἢ ὡς δαιμόνιον οὖσαν μακροχρόνιον μὲν, θνητὸν δὲ ὅμως καὶ σωματοειδὲς καὶ πάθει δειλίας ἁλώσιμον, ἢ κατά τινα φυσικὴν ἰδιότητα. τῶν τινὰ γὰρ δαιμονίων, ὡς λόγος, ὕλας τινὰς πτοοῦνται. ἡ γοῦν ἴασπις κατὰ τὸν περιηγητὴν Διονύσιον ἐχθρὰ ἐμπούσαις καὶ ἄλλοις εἰδώλοις. καὶ τὰς Ἅιδου δὲ ψυχὰς ξίφει Ὀδυσσεὺς ἐκφοβῶν ἐπέχει τῆς ἐπὶ τὸ αἷμα ὁρμῆς. Τοῦ δὲ κελήσεται ἡ κλίσις κατὰ τὴν τοῦ θελῶ θελήσω καὶ μελῶ μελήσω καὶ τῶν ὁμοίων. Τὸ δὲ ἀνήνορα δηλοῖ μὲν τὸν ἄνανδρον, ἀντίκειται δὲ πρὸς τὸν εὐήνορα τε καὶ ἀγήνορα. ταυτὸν δὲ ἐνταῦθα τὸ κακὸν καὶ τὸ ἀνήνορα. Σημείωσαι δʼ ἐν τούτοις καὶ ὡς οὐκ ἐκ Διὸς ὁ Ἑρμῆς ἐλθὼν ἀλλʼ <!-- 1.383 -->οἴκοθεν ὁρμηθεὶς ὠφελεῖ τὸν Ὀδυσσέα. εἶτα ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, ὅθεν δηλαδὴ καὶ ἦλθεν οὐράνιον αὐτὸς ὢν ἀγαθόν. Ὅτι πολλὴ μὲν ἡ τῆς Κίρκης καὶ πρὸς τὸν Ὀδυσσέα κολακεία τὸν τῷ Ἑρμῇ φίλον, ἀνύει δὲ ὅμως ἐκείνη οὐδὲν, ἀντιπράττοντος ταῖς κατʼ αὐτὴν φαρμακείας τοῦ μώλυος. φησὶ γὰρ, ὡς ταχὺ ἐξελθοῦσα ἐκάλει καθὰ πρὸ αὐτοῦ καὶ τοὺς φίλους. αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ, εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου καλοῦ δαιδαλέου. ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. τεῦξε δέ μοι κυκεῶ χρυσέῳ δέπαϊ ὄφρα πίοιμι. ἐν δέ τε φάρμακον ἧκε κακὰ φρονέουσʼ ἐνὶ θυμῷ. αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον οὐδέ μʼ ἔθελξε, ῥᾴβδῳ πεπληγυῖα, ἔφη· ἔρχεο νῦν συφεόνδε μετʼ ἄλλων λέξαι ἑταίρων. καὶ οὕτω μὲν αὐτή. ἐγὼ δέ φησιν ἄορ ὀξὺ ὡς ὁ Ἑρμῆς ὑπέθετο ἐρυσάμενος παρὰ μηροῦ, Κίρκῃ ἐπήϊξα, ὥστε κτάμεναι μενεαίνων. ἡ δὲ, μέγα ἰάχουσα, ὑπέδραμε καὶ λάβε γούνων. καὶ ὀλοφυρομένη καὶ τίς ποθεν εἶς ἀνδρῶν εἰποῦσα ἐπιφέρει θαῦμά μʼ ἔχει ὡς οὔτι πιὼν τάδε φάρμακʼ ἐθέλχθης. οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων. σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν. εἶτα στοχάζεται Ὀδυσσέα τοῦτον εἶναι, ὃν ἀεὶ Ἑρμῆς ἔφασκεν ἐλεύσεσθαι αὐτῇ ἐκ Τροίης ἀνιόντα σὺν νηΐ. φησὶ γάρ· ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος. ἐπὶ δὲ τούτοις ἀξιοῖ ἡ Κίρκη κολεῷ μὲν ἄορ ἐνθεῖναι. εὐνῆς δέ φησιν ἡμετέρης ἐπιβῆναι, ὄφρα μιγέντες εὐνῇ καὶ φιλότητι, πεποίθομεν ἀλλήλοισι. Καὶ ὅρα τὸ πεποίθομεν, ἀσυνήθης γάρ ἐστιν ἐνεστώς. ὡς γὰρ ἐκ τοῦ πέπληγα γίνεται θέμα τὸ πεπλήγω κατὰ Συρακουσίους, καὶ ἐκ τοῦ πέφυκα τὸ πεφύκω καθὰ καὶ προεδηλώθη, οὕτω καὶ ἐκ τοῦ πέποιθα ἐνεστὼς πεποίθω. ἐξ οὗ τὸ πεποίθομεν. ἀγεννὲς δὲ τὸ τῆς Κίρκης πλάττεται ἦθος, οὐ μόνον καθό τι οὕτω πρὸς εὐνήν ἐστιν εὐκατάφορος, ἀλλὰ καὶ ὅτι πάνυ δειλαίνεται, ὡς μὴ μόνον μέγα ἰάχειν ὃ δὴ γυναικεῖόν ἐστι, καὶ εἰς γουνασμὸν δὲ τραπῆναι, ἀλλὰ καὶ ὀλοφύρασθαι, εἰ καὶ ὁ γραμματικὸς Ἀριστοφάνης λισσομένη γράφει οὐ μὴν ὀλοφυρομένη. οὐδὲν γάρ φησιν ὀλοφυρτικὸν λέγει. δῆλον δὲ ὡς οὐ μόνον πρὸς μῦθον καὶ ἀλληγορίαν δὲ ἡ Κίρκη λαλεῖται, ἀλλὰ καὶ καθʼ ἱστορίαν περιᾴδεται. καὶ παῖς Ὀδυσσέως καὶ αὐτῆς ἱστόρηται ὁ θρυλλούμενος πατροφόντης Τηλέγονος. Τὸ δὲ μετʼ ἄλλων λέξο ἢ λέξαι ἑταίρων, ἢ ἀντὶ τοῦ, ἀριθμήθητι, ἢ εὐνάσθητι, σῦς δηλαδὴ χαμαιευνὰς καὶ αὐτὸς γενόμενος. Τὸ δὲ ὑπέδραμε, σχῆμά ἐστι προσώπου ὑποκεκυφότος τρέχοντος εἰς τὸ λαβεῖν ὅ ἐστιν ἅψασθαι γούνων. Ὀλοφύρεσθαι δὲ πρὸ τούτων μὲν ἔλεον ἐδήλου τινὰ ἐν τῷ, εἰ μή τίς με θεῶν ὀλοφύρατο καί με σάωσεν, ἐνταῦθα δὲ πένθος αὐτόχρημα ἡ λέξις δηλοῖ. ἔστι δὲ κυρίως ὀλοφύρεσθαι τὸ ἐπί τινι ὀλοῷ φύρεσθαι δάκρυσιν. ἐκ τούτου δὲ ὀλοφυρμός. ὡς ἐκ τοῦ ὀδύρεσθαι. καὶ πτύρεσθαι ὀδυρμὸς καὶ πτυρμός. Τὸ δὲ ἀνέτλη ἐνταῦθα οὐ πόνον τινὰ δηλοῖ, ἀλλὰ στεῤῥότητα τὴν κατὰ νοῦν. οὕτω δὲ κατωτέρω ἐν τῷ, εἰ μή μοι τλαίης ὀμόσαι, οὐδὲ ἐκεῖ φερεπονίαν τινὰ ἡ λέξις δηλοῖ, ἀλλʼ ἁπλῶς βεβαίαν θέλησιν. Τὸ δὲ ἀμείψεται ἕρκος ὀδόντων, περίφρασίς ἐστι τοῦ, πίῃ. κεῖται δὲ κατὰ σχῆμα πρωθύστερον. τοῦ γὰρ πιεῖν προτερεύει τὸ ἀμείψεται ἕρκος ὀδόντων. ἔχει δέ τι καὶ ἐλλειπτικὸν ὁ λόγος, λέγων ὅτι οὐδεὶς ἀνέτλη τὰ φάρμακα ὃς ἂν πίῃ, καὶ οὗ πρῶτον ἀμείψεται ἤτοι παρέλθῃ τοὺς ὀδόντας, ληφθέντος τοῦ οὗ ἀπὸ κοινοῦ. Ἔστι δʼ ἐνταῦθα ἀμείβεσθαι οὐ τὸ ἐκ τῶν ἔσω ἔξω καθὰ ἐν ἄλλοις, ἀλλὰ τὸ ἐκ τῶν ἔξω ἐπὶ τὰ ἔσω ἰέναι. Ἀκήλητος δὲ νόος, ἀπαθὴς καὶ ἄθελκτος, ἢ κατὰ τοὺς παλαιοὺς ἀκατάκλαστος. ἀπὸ τοῦ κλῶ γὰρ πλεονασμῷ τοῦ η δοκεῖ γίνεσθαι τὸ κηλῶ. Πολύτροπος δὲ πῶς λέγεται Ὀδυσσεὺς, προδεδήλωται. Τὸ δὲ ἐκ Τροίης ἀνιόντα ταυτόν ἐστι τῷ ἀναπλέοντα, ὡς ἐφάνη πολλαχοῦ. Ὅρα δὲ καὶ ἐν τούτοις κλυτὸν τὸ τοῦ Ὀδυσσέως ὄνομα, ὃς μελόμενος πᾶσιν ἀνθρώποις, ὡς ἀλλαχοῦ δηλοῦται, διήκει κατὰ χρησμοῦ δόσιν οὐ μόνον παρὰ Κύκλωπι, ἀλλʼ ἰδοὺ καὶ παρὰ τῇ Κίρκῃ, ἐκεῖ μὲν γνωσθεὶς διὰ μάντεως, ἐνταῦθα δὲ διʼ Ἑρμοῦ. Τὸ δὲ εὐνῆς ἡμετέρης, κολακικῶς εἶπεν ἡ μυθικὴ Κίρκη, ὡς εἴπερ καὶ πρὸ πολλοῦ κοινὴ ἦν αὐτῇ τε καὶ τῷ Ὀδυσσεῖ εὐνή. Ὀδυσσεὺς μέντοι ἐλέγχων τὸ κολακικὸν ἄλλως μετʼ ὀλίγα φησὶν ἐν τῷ, σῆς ἐπιβήμεναι εὐνῆς καὶ, τεῆς ἐπιβήμεναι εὐνῆς. σεμνῶς δὲ ταῦτα λαλεῖται ὡς καὶ τὸ, Κίρκης ἐπέβην περικαλλέος εὐνῆς. τῇ γὰρ προφορᾷ τῆς εὐνῆς τὴν μίξιν δηλοῖ. Ὅτι πρέπων λόγος Ὀδυσσεῖ τῷ φιλοσόφῳ κατὰ τῆς ἡδονῆς Κίρκης τὸ, πῶς γάρ με κέλῃ σοὶ ἤπιον εἶναι, ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους; <!-- 1.384 -->αὐτὸν δʼ ἐνθά δʼ ἔχουσα δολοφρονέουσα κελεύεις ἐς θάλαμόν τε ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς. ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θείης, ὡς καὶ προγέγραπται. οὐδʼ ἂν ἔγωγε θέλοιμι καὶ τὰ ἑξῆς. ἐν οἷς Κίρκη μὲν ἀπόμνυται μή τι κακὸν βουλεύσειν ἄλλο τῷ Ὀδυσσεῖ, αὐτὸς δʼ ἐπιβαίνει τῆς κατʼ αὐτὴν εὐνῆς, οὐ πάντῃ ἀπαξιώσας, ὡς καὶ προεδηλώθη, τὴν ἡδονὴν, ἀλλʼ ἀσφαλισάμενος ἑαυτὸν φιλοσόφως εἰς τὸ σωφρόνως καὶ ἀβλαβῶς μετʼ αὐτῆς γενέσθαι. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα καινότερον ἀπὸ τοῦ γαρ συνδέσμου ἤρξατο, οὗ μετὰ τέσσαρας στίχους ἡ ἀπόδοσις ἐν τῷ, οὐ δʼ ἂν ἔγωγε θέλοιμι. Γύμνωσιν δὲ καὶ τὴν περιφρόνησιν ἐνταῦθα ἔστι νοῆσαι τὴν ἐκ τοῦ ἀποθέσθαι τὸ ἄορ. ὅπερ ἀφοπλισμῷ ἔοικε γυμνωτικῷ. διὸ καὶ ἐπῆκται τὸ, κακὸν καὶ ἀνήνορα θείης, ἅπερ ἐκ παραλλήλου τὸν δειλὸν δηλοῦσιν, ὁποῖοι δηλαδὴ καὶ οἱ ἐν δεινοῖς ἄοπλοι. Ἰστέον δὲ ὅτι ἐν τῷ τόπῳ τέθεικεν Ὅμηρος καὶ τὰ ἐκ τοῦ ὀμῶ ὀμόσω πρωτοτύπου καὶ τὸ ἐκεῖθεν παράγωγον ὀμνύειν. δῆλον γὰρ ὡς καθὰ σὺν πολλοῖς ἄχω ἄχνω ἀχνύω ἄχνυμι, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν, οὕτω καὶ ὀμῶ ὀμνῶ ὀμνύω ὄμνυμι. τοῦ δὲ ὀμῶ ὀμόσω πολλῶν ὄντων συνθέτων, ἐνθυμητέον ἐνταῦθα τὸν συνωμότην. περὶ οὗ φασὶν οἱ παλαιοὶ ὅτι συνωμότης μὲν ὁ κατὰ τοῦ δήμου ἀνιστάμενος, ξυναγωγεὺς δὲ ὁ τοὺς τοιούτους ὑποδεχόμενος. ἔτι δὲ καὶ τὴν ἀντωμοσίαν καὶ τὴν ὑπωμοσίαν καὶ τὴν ἐξωμοσίαν, ὧν κατὰ τοὺς αὐτοὺς ἀντωμοσία μὲν ἦν δίκη ἀντωμοσμένη. προώμνευε μὲν γὰρ ὁ διώκων δικαίως κατηγορεῖν, καὶ ἦν φασὶ τὸ αὐτὸ καὶ κατωμοσία, ἀντώμνυε δὲ ὁ φεύγων ἀδίκως ἐγκαλεῖσθαι καὶ ἐλέγετο οὐκ ἀντωμοσία μόνον ἀλλὰ καὶ διωμοσία ὁ ἀμφοῖν ὅρκος, τὴν δὲ ὡς ἐῤῥέθη διωμοσίαν κατωμοσίαν Ἡρόδοτος εἶπεν ἐν τῷ, μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε. καὶ τοιοῦτον μὲν ἡ ἀντωμοσία. ὑπωμοσία δέ φασιν ἐστὶν ἀπόδοσις αἰτίας διʼ ἣν οὐκ ἀπήντησέ τις πρὸς τὴν δίκην. ἐξωμοσία δὲ, ὅταν φασὶν ὀμνύῃ τις ἀδύνατος εἶναι ποιεῖν τὸ προσταττόμενον. Ὅτι ἀμφίπολοι τέσσαρες πλάττονται εἶναι τῇ Κίρκῃ τῇ μυθικῇ, πρέπουσαι αὐτῇ, νύμφαι δηλαδή. ἃς πολλαχοῦ ἡ ποίησις ἱστορεῖ ἐκ πηγῶν καὶ ἀλσέων καὶ ποταμῶν καὶ τοιούτων τινῶν γινομένας, ἀνιττομένη διʼ αὐτῶν φυσικάς τινας δυνάμεις, τάς τε ἄλλας, καὶ ὅσαι ὑπουργοῦσι τοῖς τρυφῶσι κατὰ τὴν Κίρκην, διά τε γενέσεως ζῴων καὶ καρπῶν ὡραίων φορᾶς, καὶ ὅσων ἄλλων αἴτια τὰ στοιχεῖα. ὧν καὶ αἱ τοιαῦται νύμφαι γεγενῆσθαι λέγονται, ὡς ἐκεῖθεν προβεβλημέναι. τινὲς δέ γε τῶν παλαιῶν ἀσυμβιβάστως μὲν πρὸς πλάτος ἀλληγορίας, ὅμως δὲ ὑπενόησαν, ἐνιαυτὸν μὲν τὴν Κίρκην. τὰς δʼ ἐνταῦθα τέσσαρας αὐτῆς διακόνους τὰς τέσσαρας ὥρας, οὐδέν τι γενναῖον ὑπειπόντες οὕτως. ἄλλως μέντοι ἔστιν εἰπεῖν ὡς ἡ Κίρκη διακόνοις τέσσαρσι χρᾶται πρὸς ἀνάλογον ἔμφασιν τῆς τῶν ὡρῶν τετρακτύος, αἳ τὰ εἰς τρυφὴν πορίζουσι τοῖς ἐθέλουσιν. Ἔστι δὲ ὁ περὶ αὐτῶν Ὁμηρικὸς λόγος τοιοῦτος. ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο τέσσαρες. αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι. γίνονται δʼ ἄραταί γε, ἔκ τε κρηνέων, ἀπό τʼ ἀλσέων, ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι. τάων ἡ μὲν ἔβαλε θρόνοις ἔνι ῥήγεα καλὰ πορφύρεα καθύπερθεν, ὑπένερθεν δὲ λῖθʼ ὑπέβαλλεν, ὁ ἐστι λῖτα ὑπετίθει. ἡ δʼ ἑτέρη προπάροιθεν θρόνων ἐτίτανε τραπέζας ἀργυρέας. ἐπὶ δέ σφισι τίθει χρύσεια κύπελλα ἢ κάνεια. ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα ἡδὺν ἐν ἀργυρέῳ. νέμε δὲ χρύσεια κύπελλα. ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε πολλὸν ὑπὸ τρίποδι μεγάλῳ. ἰαίνετο δʼ ὕδωρ. Καὶ ὅρα πολυσκευῆ παρασκευὴν τραπέζης τά γε περὶ σκεύη καὶ λοιπὴν ἑτοιμασίαν. τίνα δὲ καὶ τὰ εἰς δαῖτα παρατεθέντα, οὐ παρεσημῄνατο ἡ Ὁμηρικὴ Μοῦσα, τὸ μέν τι καὶ ἀφιεῖσα νοεῖν τὸν ἀκροατὴν ἅπερ εἰκός ἐστιν ἐνταῦθα νοεῖσθαι, τὸ δὲ καὶ ὀκνοῦσα καὶ τοῖς τοιούτοις ἐνασχολῆσαι ἄρτι τοὺς λόγους, ἴσως δὲ καὶ αἰνιξαμένη τὴν δαῖτα ἀπὸ ἀλσέων καὶ ποταμῶν καὶ τοιῶν δέ τινων παρατεθεῖσθαι, ὁποῖα τά τε καθʼ ὕλην ζῷα καὶ τὰ ἐξ αὐτῆς φυόμενά τε καὶ θάλλοντα, κρέα δηλαδὴ καὶ μέθυ ἡδὺ ὡς ἐν τοῖς ἑξῆς ὁ ποιητὴς λέγει, καὶ ἄλλα δέ τινα κατὰ τὸ εἰκὸς, ὡραῖα γεννήματα γῆς. ἐν τούτοις δὲ καὶ τὸ ἐγκρατὲς τοῦ φιλοσοφοῦντος Ὀδυσσέως ἐμφαίνεται. οὐ γὰρ εὕρηται ἐμφαγὼν οὔτε πρὸ τῆς τῶν φίλων λύσεως οὔτε εὐθὺς μετὰ τὸ ἐκείνους λύσασθαι, ἀρκεσθεὶς ὡς ἔοικε τηνικαῦτα καιροῦ ἀντὶ βρώσεως τῇ χαρᾷ. ἴσως δὲ καὶ κατὰ τὸ σιωπώμενον συμφαγὼν καὶ αὐτὸς ἐκείνοις μετὰ τὴν λύσιν. καὶ τοιαῦτα μὲν ταῦτα. Ὅρα δὲ ὅτι ὁ ποιητὴς καὶ τὰ ἑξῆς ἐπάγων τοῖς προῤῥηθεῖσι φησίν· αὐτὰρ ἐπειδὴ ζέσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, ἐς ῥʼ ἀσάμινθον ἕσασα, λόʼ ἐκ τρίποδος μεγάλοιο. ἤγουν ἔλουε, <!-- 1.385 -->θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων, ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων, ὃ τελικόν ἐστιν αἴτιον τοῦ λούεσθαι. δῆλον γὰρ ὡς λούεταί τις, ἵνα ἐξέληται τοῖς θερμοῖς ὕδασι τὸ ἐκ τοῦ κάμνειν κακόν. ἄλλως γὰρ χάριν ἀποῤῥύψεως καὶ ψυχροῖς καταντλεῖταί τις, ἢ περὶ θάλατταν ἢ ἐν ποταμῷ. ἐπεὶ δέ φησιν ἔλουσε καὶ ἔχρισεν ἐλαίῳ καὶ ἐνέδυσε, τότε δὴ ἐπὶ θρόνου καθίσασά με ἀργυροήλου καλοῦ δαιδαλέου ἐσθίειν ἐκέλευσεν, ἐμῷ δʼ οὐχʼ ἥνδανε θυμῷ, ἀλλʼ ἤμην ἀλλοφρονέων, ἢ κατά τινα τῶν ἀντιγράφων, ἄλλα φρονέων, κακὰ δʼ ὄσσετο θυμός. ἤτοι προεβλέπετο, ἐφαντάζετο. πάθος δὲ τοῦτο φρονίμου ἀνδρός. ὃς καὶ παρακειμένων τῶν ἡδέων οὐ μόνον οὐ μεταλήψεται, ἀλλὰ καὶ φοβηθήσεται μή πού τι ἔσται δεινὸν, ἄλλα φρονῶν παρὰ τὰ βλεπόμενα. τοιοῦτον γάρ τι νῦν τὸ ἀλλοφρονεῖν, εἰ καὶ ἐν Ἰλιάδι ἐπὶ τοῦ ἠλλοιῶσθαι τὴν φρόνησιν κεῖται, καὶ ὡς εἰπεῖν παραφρονεῖν. καθʼ ὃ σημαινόμενον καὶ Ἡρόδοτος τῇ λέξει χρῆται, ἀλλοφρονῆσαι εἰπὼν τὸ οὕτω τινὰς μανῆναι ἀλλοιωθέντας τὴν φρόνησιν, ὡς καὶ κτείνειν φησὶν ἀλλήλους ἅτε πολεμίους. Δρήστειραι δὲ αἱ δουλεύτριαι παρὰ τὸ δρᾶν τὸ ὑπουργεῖν, ἐξ οὗ καὶ δρηστὴρ καὶ μετὰ προθέσεως ὑποδρηστὴρ, ὁ ὑποεργός. ὅτι δὲ δρᾶν οὐ μόνον κοινότερον τὸ ποιεῖν ποιητικῶς δὲ καὶ τὸ ὑπουργεῖν, ἔστι δὲ ὅτε καὶ τὸ θύειν, ὁ Ἀθήναιος δηλοῖ. Αἱ δὲ ἀπὸ κρηνῶν καὶ ποταμῶν αὗται δρήστειραι Νηΐδες ἂν εἶεν, ὥσπερ αἱ ἀπὸ ἀλσέων Δρυάδες, εἴτουν Ἁμαδρυάδες καὶ Ὀρεστιάδες καὶ Μηλίδες, καὶ τοιαῦταί τινες. Ἱεροὶ δὲ ποταμοὶ οὐ μόνον οἱ κατὰ ῥοῦν ἱέμενοι, ἀλλὰ καὶ οἱ θεῖοι διὰ τὸ ἀένναόν τε καὶ τρόφιμον καὶ τὸ τοῦ ὕδατος δὲ ἀρχικόν. Περὶ δὲ τῶν εἰρημένων δουλίδων τῆς Κίρκης οὕτω λαλεῖ ἡ τῆς Ὀδυσσείας παράφρασις. γένεσις δὲ τούτων οὐχʼ οἵα περ ἡ ἀνθρώπων ἐστὶν ἡ διʼ ἀλλήλων, ἀλλὰ ποταμοὶ καὶ ἄλση καὶ πηγαὶ ἐκείνας φύουσιν. Ἐν δὲ τῷ εἰς ἅλαδε, περιττῶς κεῖται ἢ τὸ εις, ἢ τὸ δε, διὰ τὸ ἐκ παραλλήλου κεῖσθαι, ὁποῖόν τι γίνεται καὶ ἐν τῷ, ὅνδε δόμονδε, καθὰ καὶ προσεσημείωται. Τὸ δὲ προρέουσιν, ἀδιπλασίαστον ἔχει τὸ ρ καθὰ καὶ ἐν ἄλλοις γίνεται, διὰ τὸ μὴ χρείαν ἐνταῦθα εἶναι Ἀττικισμοῦ. Τὰ δὲ ῥήγεα, πολυτελέστερα ἤπερ τὸ λῖτα ἢ τὰ λῖτα. ταῦτα μὲν γὰρ ὑποβέβληται εἴτουν ὑπέστρωται, τὰ δὲ ῥήγεα καλά τε ὄντα καὶ πορφύρεα ἐφήπλωται. εἰ δὲ πορφύρεα, βέβαπται ἄρα. τοιοῦτον γὰρ, ὡς πολλαχοῦ ἐδηλώθη, τὸ ῥῆγος. Τὸ μέντοι λῖτα οὐκ ἐξ ἀνάγκης τοιοῦτον. Ἐν δὲ τῷ ἡ δʼ ἑτέρη ὡς καὶ ἐν ἄλλοις, δῆλον, ἐπὶ δύο τινῶν τὸ ἕτερον λέγεσθαι. ἡ μὲν γάρ φησιν ἐποίει τόδε, ἡ δʼ ἑτέρη τόδε τι, ἡ δὲ τρίτη καὶ ἡ τετάρτη ἄλλα τινά. Τὸ δὲ ἐτίταινε τραπέζας, ἐμφαίνει μὴ στρογγύλας αὐτὰς ἀλλὰ προμήκεις εἶναι, ἢ καὶ ἄλλως ἀποδιπλουμένας καὶ οὕτω τεινομένας. καθὰ καὶ ὁ ὀκλαδίας δίφρος τέταται ὅτε εἰς καθέδραν ἑτοιμασθῇ. Πληθυντικῶς δὲ τραπέζας φησὶν, ἴσως μὲν, πληθύνων συνήθως τὸ ἑνικὸν πρὸς μεγέθους ἔμφασιν, ἴσως δὲ καὶ πολλὰς ὑποτιθεὶς, τὴν μὲν οἰνοχοεῖν, τὴν δὲ ἐσθίειν, τὴν δὲ ὑποδέχεσθαι τὰ περιττά. Τὸ δὲ πολλὸν πῦρ, οἰκεῖον μεγάλῳ τρίποδι. Ἰαίνετο δὲ ὕδωρ, ἀντὶ τοῦ, ἐχλιαίνετο, ἐθερμαίνετο. καὶ ἔστι τοῦτο κυρίως ἰαίνεσθαι. Τὸ μέντοι ζέσεν ὕδωρ, ἐπίτασις ἐστί τις τοῦ ἰαίνεσθαι. αὐτοῦ δὲ ἐπιτατικώτερον τὸ παφλάζειν ἢ καὶ καχλάζειν. τὸ γὰρ ζέειν οὔπω τραχὺ κατὰ ὀνοματοποιΐαν, ἀλλʼ εἰς ὅσον ἡ τοῦ ζῆτα στοιχείου δηλοῖ ἐκφώνησις. τὸ δέ γε καχλάζειν καὶ παφλάζειν τραχυφωνότερα. Σημείωσαι δὲ ὅτι ἐν συνεχέσι δυσὶ στίχοις τὸ ὕδωρ ἐξέτεινε τὴν ἄρχουσαν ἐν τῷ, ἰαίνετο δʼ ὕδωρ, καὶ συνέστειλεν ἐν τῷ, ἐπειδὴ ζέσεν ὕδωρ. Ἦνοψ δὲ καὶ νῦν χαλκὸς ἢ ὁ ἔμφωνος ὡς καὶ ἀλλαχοῦ καλῶς ἐγράφη ἢ ὁ διαυγὴς, διʼ οὗ ἔστιν ἐνοπτρίζεσθαι. Τὴν δὲ ἀσάμινθον πύελον ὁ μεταβολεὺς ἑρμηνεύει, φράσας οὕτως· ἐπεὶ ἦν καιρὸς, ἐλουόμην ἐν πυέλῳ. Τὸ δὲ λόεν ἐκ τρίποδος πρωτότυπόν ἐστι τοῦ λοέω καὶ τοῦ λούω. ποιητὴς δὲ ἂν τὸ τοιοῦτον μόνος ῥῆμα φιλοίη. Τὸ δὲ θυμῆρες κεράσασα, ἀντὶ τοῦ, καταχέασα οὐ πάνυ τι ζέον, ἀλλὰ δηλαδὴ εὔκρατον. ἐκ τοῦ κρατῆρος δὲ ἡ μεταφορά. ἔστι δὲ τὸ θυμῆρες τοῦτο ἐναντίον τῷ θυμοφθόρῳ καμάτῳ, ὃς ἐξαιρεῖται γύων διὰ τοιούτου κράματος. Τὸ δὲ ἀλλοφρονεῖν παραφράζων ὁ ποιητὴς διὰ τῆς Κίρκης, ἶσον ἀναύδῳ καθῆσθαι λέγει τὸν οὕτως ἔχοντα. ἔνθα καὶ ἀστεῖον ἀντίθετον κεῖται εἰπούσης τῆς Κίρκης τῷ Ὀδυσσεῖ· τί δή ποτε κάθησαι ἶσος ἀναύδῳ θυμὸν ἔδων, βρώμης δʼ οὐχʼ ἅπτεαι οὐδὲ ποτῆτος; οἱονεὶ γάρ φησιν, ὡς τί δή ποτε κατεσθίεις ἑαυτὸν καὶ οὐ τὰ εἰς βρῶσιν προκείμενα. Ἰστέον δὲ καὶ ὅτι φιλοξενίας δηλωτικὰ τὸ, αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισε λίπʼ <!-- 1.386 -->ἐλαίῳ, ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα, εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου τοιοῦδε, ἐσθέμεναι δʼ ἐκέλευσεν. εἰ δὲ ὁ ξενοδοχηθεὶς λυπούμενος οὐκ ἐσθίει, ἁρμόττει καὶ τῶν ἐφεξῆς τὸ, ἐμῷ δʼ οὐχʼ ἥνδανε θυμῷ, καὶ ἑξῆς ὡς προγέγραπται. εἰ δὲ ὁ ξενοδοχήσας παραμυθητικὸς εἴη τοῦ ξένου, εἴποι ἂν τάδε· τίφθʼ οὕτως ἑταῖρε καθέζεαι ἶσος ἀναύδῳ καὶ ἑξῆς. ὡς καὶ αὐτὸ ἀνωτέρω κεῖται. τυχὸν δὲ οἰκεῖον ἔσται ἐπαγαγεῖν καὶ τὸ, ἢ τινά που δόλον οἴει; οὐδέ τί σε χρὴ δειδίμεν. ὁ δὲ μὴ θέλων φαγεῖν πρινὴ γενέσθαι ὃ θέλει ἐρεῖ ἄν· ὦ οὗτος, τίς γάρ κεν ἀνὴρ ὃς ἐναίσιμος εἴη, πρὶν τλαίη πάσασθαι ἐδητύος ἠδὲ ποτῆτος, πρὶν τόδε τι γενέσθαι. οἷον, λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι. Ὅτι πρόφρων μὲν ἐπὶ ἀνδρός. ἐπὶ δὲ γυναικὸς δύναται μὲν λέγεσθαι καὶ αὐτό. ἡ δὲ ποίησις ἐθέλει λέγειν πρόφρασσα ἤτοι τὰ ὑπέρ τινος φραζομένη. οἷον· ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις, λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους. ὃ παρῳδηθήσεταί ποτε ἐπὶ φίλων λυτρώσει. Καὶ ὅρα τὸ πιεῖν, ἄρτι προκείμενον τοῦ φαγεῖν. ἀνωτέρω μέντοι ἄλλως ἔχει ἐν τῷ, ἐδητύος ἠδὲ ποτῆτος. καὶ μετʼ ὀλίγα ἐν τῷ, ἐσθίετε βρώμην καὶ πίνετε οἶνον. ὅλως δὲ εἰπεῖν, ἀδιάφορον οὕτως ἢ οὕτως φράζειν. Τὸ δὲ λῦσον, προσεχῶς παθητικῶς προεγράφη ἐν τῷ, πρὶν λύσασθʼ ἑτάρους. Τὸ δὲ ὀφθαλμοῖσιν ἴδω, τῆς ἐν φαντασίᾳ ὁράσεως καὶ νῦν ἔχει διαστολήν. Ὅτι Κίρκη μετὰ τὴν Ὀδυσσέως παράκλησιν ῥᾴβδον ἔχουσα ἐν χειρὶ θύρας ἀνέῳγε συφειοῦ, ἐκ δʼ ἔλασε σιάλοισιν ἐοικότας ἐννεώροισι, τοὺς ἑταίρους δηλαδὴ τοῦ Ὀδυσσέως. οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι τουτέστιν ἀντικρὺ τοῦ Ὀδυσσέως. ἡ δὲ, διʼ αὐτῶν ἐρχομένη, προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο, οἷα δηλαδὴ πολυφάρμακος. τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔῤῥεον ἃς πρὶν ἔφυσσε φάρμακον οὐλόμενον, τὸ τοῦ κυκεῶνος δηλονότι. ἄνδρες δʼ αἶψʼ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν. καὶ πολὺ καλλίονές τε καὶ μείζονες εἰσοράασθαι. ἔπαινος δὲ τοῦτο ἀνδρῶν ἐμφανῶν. Ἰστέον δὲ ὅτι κατὰ ἀλληγορίαν τὸ ἄλλο φάρμακον ὅπερ ἑκάστῳ νῦν προσαλείφεται, τὸ μέτριόν ἐστι τῆς τρυφῆς, ὅσον εἰς σωμασκίαν στρατιωτικὴν καὶ ζωογόνον τροφὴν, ἵνα, ὡς μετʼ ὀλίγα ἡ Κίρκη λέγει, ἐσθίοντες βρώμην καὶ πίνοντες οἶνον θυμὸν ἐνὶ στήθεσσι λάβωσιν οἷον ὅτε πρώτιστον ἔλιπον πατρίδα γαῖαν τρηχείης Ἰθάκης, καὶ μὴ σκελετεύωνται. νῦν γάρ φησιν ἀσκελέες καὶ ἄθυμοι αἰεὶ ἄλης χαλεπῆς μεμνημένοι. οὐδέ ποθʼ ὑμῖν θυμὸς ἐν εὐφροσύναις, ἐπειὴ μάλα πολλὰ πέποσθε. τοῦτο τοίνυν τὸ δεύτερον φάρμακον οὐ μόνον εἰς ἀνθρωπείαν φύσιν ἐπανεσώσατο τοὺς ἀπὸ συῶν, ἀλλὰ καὶ πολὺ κάλλος ἐνειργάσατο καθάπερ ἐῤῥέθη. ἐπείπερ οἱ μετὰ πεῖραν κακίας εἰς ἀρετὴν στραφέντες βελτίους ἑαυτῶν γίνονται, μαθόντες τὸ καλὸν οἷς κακῶς ἔπαθον. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσι τὸ, θύρας ἀνέῳγεν, ἀντὶ τοῦ, ἤνοιγεν κατὰ χρόνον παρατατικόν. ἢ ἀντὶ τοῦ, ἤνοιξεν, ἵνα ᾖ μέσος παρακείμενος. Τὸ δὲ συφειοῦ πλεονασμὸν ἔπαθεν ὁποῖον καὶ τὸ ἀδελφὸς ἀδελφειός. Ἐννέωροι δὲ σύες ἢ οἱ ἐνναετεῖς, ἢ καὶ ἄλλως ἴσως οἱ ἐννέα ὡρῶν, ἤγουν ἐτῶν δύο καὶ ἑνὸς μηνός. κρεῖττον δὲ τὸ πρῶτον κατὰ τὸ, ἐννέωροι γὰρ τοίγε ἐννεαπήχεες, ὡς ἀπὸ τοῦ ὧρος ὁ ἐνιαυτὸς, ὃς ὁμώνυμος ὥρῳ ἡλίῳ ἐστί. Τὸ δὲ ἐννεώροισι, συνίζησιν ἔπαθε τοῦ ε καὶ ω εἰς ἕνα πόδα μακρόν. Τὸ δὲ φάρμακον ἄλλο ἤγουν ἀλλοίας φύσεως παρὰ τὸ ἐνταῦθα οὐλόμενον, ὡς εἶναι αὐτὸ μὴ τοιοῦτον ἀλλὰ σωτήριον. Ῥέειν δὲ τρίχας ἀντὶ τοῦ ῥᾳδίως ἀποπίπτειν φησί. καὶ ἔστι καιριωτάτη λέξις. οὕτω δὲ καὶ ἄνθη ῥέειν καιριώτερον ἤπερ πίπτειν λέγονται. Φάρμακον δὲ οὐλόμενον ὁμοίως ὡς εἰ καὶ ὀλοφώϊον εἶπεν. ἐκ τοῦ ὄλλω γὰρ καὶ ἐκεῖνο. Τὸ δὲ τρηχείης Ἰθάκης, ἐπίτηδες ἔοικεν εἰπεῖν ἡ Κίρκη, ὡς οἷα κερτομοῦσα τοὺς ἐφιεμένους αὐτῆς, ἢ καὶ ἄλλως ἁπλῶς καθʼ ἱστορίαν. ὃ καὶ Ὀδυσσεὺς μετʼ ὀλίγα ἐρεῖ, τρηχεῖαν Ἰθάκην καὶ αὐτὸς εἰπών. ἀσκέλεες δὲ ἀντὶ τοῦ, σκληροὶ, ἄγαν κατεσκληκότες, ἀπὸ τοῦ σκάλλω, καθὰ καὶ προδεδήλωται. ἢ ἀπὸ τοῦ σκέλλω, ἐξ οὗ καὶ τὸ σκέλος καὶ ὁ σκελετός. ὁ δὲ τοιοῦτος τόπος τηκτικὸν σώματος εἶναι δηλοῖ τὴν τῶν κακοπαθειῶν μνήμην, καθὰ καὶ μετʼ ὀλίγα τὸ, φθινύθουσί μοι φίλον κῆρ ἀμφʼ ἐμοὶ ὀδυρόμενοι. Ἄθυμοι δὲ οἱ μὴ εὔθυμοι, τουτέστιν οἷς οὐδέ ποτε θυμὸς ἐν εὐφροσύναις. Ἄλη δὲ χαλεπὴ πρὸς διαστολὴν ἑτέρας ἀφʼ ἧς κερδαίνουσιν οἱ ἀλώμενοι, ὁποῖος καὶ ὁ Μενέλαος. Τὸ δὲ πέποσθε, οἱ μὲν ἐκ τοῦ πήθω τὸ πανθάνω παράγουσιν <!-- 1.387 -->ἀκολουθοῦντες Ἡρῳδιανῷ, λέγοντες ὅτι καθὰ λήχω τὸ λαγχάνω οὗ παρακείμενος τροπῇ τοῦ η εἰς ο λέλοχα, καὶ προσλήψει τοῦ ν λέλογχα, ὥς που καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, οὕτω καὶ πείθω πέποθα. οὗ παθητικὸν πρινὴ προσληφθῆναι τὸ ν, πεπόθατε, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ σίγμα, πέποσθε. καὶ οὕτω μὲν οἱ τοιοῦτοι. Ἀρίσταρχος δὲ τὸ πολλὰ κακὰ πέποσθε πέπασθε γράφει. ὅ πέρ ἐστι κέκτησθε. εἰς μέντοι τὸ διὰ τοῦ ο γραφόμενον πέποσθε κρεῖττον ποιοῦσιν οἱ συγκόπτοντες αὐτὸ ἐκ τοῦ πεπόνησθε. Ὅτι θρήνου ἐπίτασιν δηλοῖ τὸ, πᾶσι δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα σμερδαλέον κανάχιζεν ἢ κονάβιζεν. ὡσαύτως καὶ τὸ οἰκτρὰ ὀλοφυρομένους θαλερὸν κατὰ δάκρυ χέοντας, καὶ τὸ κλαῖον ὀδυρόμενοι περὶ δὲ στεναχίζετο δῶμα. τοῦτο δὲ καὶ ἐπὶ ἡδονῆς ἐῤῥέθη πρὸ τούτων ἐν τῷ, κνισσῆεν δέ τε δῶμα περιστεναχίζεται. Ὅτι τὸ ἀποθεῖναι πελάσαι τόπῳ τινί φησιν ἐνταῦθα, εἰπών· κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα, ἤγουν ἐγγὺς τοῦ σπηλαίου θέσθε. λέγει καὶ νῦν ὅπλα οὐ μόνον τὰ τῶν νηῶν, ἀλλὰ καὶ τὰ στρατιωτικά. Ἰστέον δὲ ὅτι καὶ μετʼ ὀλίγα κοινότερον ἐρεῖ τὸ πελάσαι, ἐν τῷ, κεφαλὴν οὖδασδε πελάσαι ἀποτμηθεῖσαν ξίφει. Ὅτι δεικνὺς ὁ ποιητὴς Ὀδυσσέα, ὅπως ἐχάρησαν ἰδόντες αὐτὸν οἱ ἑταῖροι ἐπανελθόντα ἐκ τῆς Κίρκης ἀβλαβῆ, φησὶ παραβολικῶς οὕτως· ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόρτιες περὶ βοῦς ἀγελαίας ἤτοι κατὰ τοὺς παλαιοὺς, νομαίας, ἀζεύκτους, ἐλθούσας εἰς κόπρον ἐπὴν βοτάνης κορέσωνται, πᾶσαι ἅμα σκαίρουσιν ἢ σπαίρουσιν ἐναντίαι, οὐδέ τι συκοὶ ἴσχουσιν, ἀλλʼ ἀδινὸν μυκώμεναι ἀμφιθέουσι μητέρας, ὣς ἐμὲ κεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι, δακρυόεντες ἔχυντο, περὶ ἐμὲ δηλαδή. ἤγουν κατὰ σπουδὴν ἔδραμον καὶ ὡσεί τι ὑγρὸν χεόμενον κατὰ πρανοῦς. εἶτα καὶ ἄλλως τὸ αὐτὸ σαφέστερον ὑποδηλῶν φησί· δόκησε δʼ ἄρα σφίσι θυμὸς, ὣς ἔμεν ὡς εἰ πατρίδα ἱκοίατο καὶ πόλιν αὐτῶν τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδὲ γένοντο. ὃ δὴ πατρίδος ἐστὶν ὁρισμός. πατρὶς γὰρ πόλις τις περὶ ἣν ἐτράφη τις γεννηθείς. ὡς ὅγε μὴ τοιοῦτος ἀλλʼ ἅμα τῷ γεννηθῆναι τῆς πατρίδος ἀποστερηθεὶς ἔκθετός τις ἐστὶ τῆς τοιαύτης πόλεως, καὶ οὐχʼ οὕτως ἐκείνην εὐτυχεῖ πατρίδα, ὡς τὴν μετὰ ταῦτα θρεψαμένην. ἐπεὶ καὶ παροιμιακῶς πατρίς ἐστιν ἔνθα πράττει τις εὖ ἤγουν εὐπραγεῖ. τὸ δʼ αὐτὸ νόημα καὶ ἄλλως φράζων ὁ ποιητὴς παραφραστικῶς πλάττει τοὺς τοῦ Ὀδυσσέως φίλους εἰπόντας οὕτω· σοὶ μὲν νοστήσαντι διοτρεφὲς, ὣς ἐχάρημεν, ὡς εἴτʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν. λέγουσι δὲ αὐτοὶ τὸ, σοὶ νοστήσαντι ἐχάρημεν πρὸς διαστολὴν τῶν ἄλλων ἑταίρων οὓς αὐτοὶ ἐδόκουν ἀπολωλέναι. ἡ δὲ ῥηθεῖσα παραβολὴ ἐδήλωσεν ὡς οὐ μόνον ἄρνες καὶ ἔριφοι σηκάζονται, ἀλλὰ καὶ πόρτιες ἤγουν νέαι βόες ἄρτι ἀρξάμεναι τοῦ πορεύεσθαι, καθʼ ὁμοιότητα τοῦ νεβρὸς, ὃς καὶ αὐτὸς κατά τινας παρὰ τὸ νέον πορεύεσθαι λέγεται. ὅτι δὲ αἱ πόρτιες καὶ πόριες λέγονται καὶ πόρτακες, ἐδήλωσεν ἡ Ἰλιάς. Κόπρον δὲ καὶ νῦν τὰ βουστάσια λέγει. Σκαίρειν δὲ τὸ σκιρτᾶν. ὅθεν καὶ σκαρθμὸς ἡ κατὰ σκίρτημα κίνησις καὶ ἡ ἐν Ἰλιάδι πολύσκαρθμος μύριννα. ὥσπερ δὲ τὸ, ἀδινάων μυιῶν διʼ ἑνὸς δ καὶ συστολῆς τῆς ἀρχούσης φέρεται, οὕτω κἀνταῦθα τὸ, ἀδινὸν μυκᾶσθαι ὡς ἀπὸ τοῦ ἄδην, ὃ καὶ ἐπὶ κακοῦ κεῖται ἐν τῷ, ἄδην ἐλάαν κακότητος. Τρηχεῖαν δὲ Ὀδυσσεὺς παρασημειοῦται τὴν πατρίδα καὶ νῦν ὡς καὶ πρὸ τούτων, δεικνὺς τοῖς περὶ Ἀλκίνοον, ὡς οὐ μόνῳ αὐτῷ ἡ τραχεῖα πατρὶς φιλτάτη, ἀλλὰ καὶ τοῖς τότε ποτὲ περιοῦσι φίλοις. Ὅτι σπευστικὸν εἰς ὁδὸν τὸ, αὐτοὶ δʼ ὀτρύνεσθε, ἐμοὶ ἅμα πάντες ἕπεσθε. εὐπείθειαν δὲ ὑπηκόων δηλοῖ τὸ ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. κωλύων δέ τις τοὺς τοιούτους εἰς ὁδὸν ἐπικίνδυνον ἐρεῖ· ἆ δειλοὶ, πόσʼ ἴμεν; τί κακῶν ἱμείρεται τούτων; Περὶ δὲ τοῦ, ἆ δειλοὶ ἀντὶ τοῦ, ὦ δείλαιοι, ἐν τῇ Ἰλιάδι δεδήλωται ἀκριβῶς. Οἱ δὲ τὸν οὕτω κωλύοντα μὴ ἀποδεχόμενοι εἴποιεν ἂν, τοῦτον μὲν ἐάσομεν εἰ σὺ κελεύεις αὐτοῦ μένειν, ἡμῖν δʼ ἡγεμόνευε. Ὅτι θυμούμενος Εὐρύλοχος ἐνταῦθα λαλεῖ τινὰ παρὰ τὸ εἰκὸς, ἐνδεικνυμένου τοῦ ποιητοῦ, ὁποῖόν τι ἐστὶν ὁ ὑπὲρ μέτρον θυμός. φησὶ γὰρ κωλύων τοὺς τοῦ Ὀδυσσέως φίλους καταβῆναι εἰς τὸ τῆς Κίρκης μέγαρον, ὡς ἅπαντας ἐκείνη ἢ σῦς ἠὲ λύκους ποιήσεται, ἠὲ λέοντας, οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ. ὥσπερ Κύκλωψ ἔρξεν, ὅτε οἱ μέσαυλον ἵκοντο ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς. τούτου γὰρ κἀκεῖνοι ἀτασθαλίῃσιν ὄλοντο. καὶ τὸ μὲν οἰηθῆναι αὐτὸν ἐξ ἀνθρώπων μεταβληθῆναι τοὺς παρὰ τῇ Κίρκῃ λύκους καὶ λέοντας καὶ μὴ φαρμάκοις τὰ θηρία κατακληθῆναι πρὸς ἡμερότητα, τῆς τοῦ Εὐρυλόχου ἀπειρίας εἶναι δοκεῖ φασί. Τὸ δὲ ὡς Κύκλωψ <!-- 1.388 -->ἐποίησεν, ἀδιανόητόν ἐστιν. οὐ γὰρ δή που καὶ ὁ Κύκλωψ μετέβαλε τοὺς περὶ τὸν Ὀδυσσέα ἐπὶ φυλακῇ τοῦ κατʼ αὐτὸν σπηλαίου, ἀλλʼ ἐθοινήσατο καὶ ἀπώλεσε κατὰ τὸ, τούτου ἀτασθαλίαις ὤλοντο. μίμησις δὲ πάντως ἤθους τεταραγμένου τὸ ἀδιανοήτως πλάσαι λαλοῦντα τὸν Εὐρύλοχον. ὁ δὲ τοῦ Εὐρυλόχου ἐν τούτοις λόγος ἄρχεται οὕτως· ἆ δειλοὶ, ὡς καὶ ἀνωτέρω κεῖται. πόσʼ ἴμεν; ἤγουν ποῦ ἐρχόμεθα; τί κακῶν ἱμείρετε τούτων, Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας ἢ σῦς ἢ ἐλάφους ποιήσεται καὶ ἑξῆς. ἐν οἷς τὸ μὲν ἆ σχετλιαστικόν ἐστι κλητικὸν ἐπίῤῥημα λαμβανόμενόν ποτε καὶ ἀντὶ τοῦ αἴθε οὗ καὶ χρῆσιν παράγουσιν οἱ παλαιοί. Τὸ δὲ πόσε οὐ καθαρῶς εἴληπται ἀντὶ τοῦ ποῦ ὃ δηλοῖ τὸ ἐν τόπῳ. οἷον· ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα; ἀλλὰ μᾶλλον ἀντὶ τοῦ πῇ καὶ ποῖ, διʼ ὧν δηλοῦται τὸ εἰς τόπον. οἷον· πῇ ἔβη Ἀνδρομάχη; καὶ, ποῖ φεύγεις; Τὸ δὲ ἴμεν ἢ ἐκ τοῦ εἶμι τὸ ἔρχομαι γίνεται τοῦ παραληγομένου τῇ ει διφθόγγῳ καὶ συστέλλει τὴν ἄρχουσαν τῷ λόγῳ τῶν εἰς μι, ἅπερ ἐπὶ πληθυντικῶν καὶ παθητικῶν συστέλλουσι τὰς παραληγούσας, ἢ ἀπὸ τοῦ ἑτέρου ἶμι ὃ καταμόνας τῷ ι παραλήγεται ὡς ἀπὸ τοῦ ἴω. καὶ οὕτω φυλάσσει ἀναλόγως τὴν διὰ τοῦ βραχέος ἰῶτα γραφήν. Σημείωσαι γὰρ ὅτι κατὰ τοὺς τεχνικοὺς διφορεῖται τὸ ἶμι παρὰ τοῖς παλαιοῖς μονοφθόγγῳ τε παραληγόμενον τῷ ἰῶτα, καὶ διφθόγγῳ τῷ διὰ τοῦ ε καὶ ι. Τὸ δὲ σῦς ἢ ἐλάφους ποιήσεται Ἀττικῶς εἴρηται ἀντὶ τοῦ ποιήσει. Τὸ δὲ Κίρκης ἐς μέγαρον καταβῆναι ἢ ἁπλῶς ἀντὶ τοῦ βῆναι κεῖται, ἢ καὶ ἀστειότερον, ὡς εἴπερ ἔφη ἐς Ἅιδου καταβῆναι διὰ τὸν ἐλπιζόμενον ὄλεθρον. ἄλλως γὰρ ἀναβῆναι ἦν ἐκεῖ κατὰ τὸ, παρὰ νηὸς ἀνήϊον, εἰς τὴν Κίρκην δηλαδή. ἔχει δέ τινα τὸ ῥηθὲν ὁμοιότητα καὶ πρὸς τὸ, ἐς Τρώων κατέδυ πόλιν εὐρυάγυιαν. Μέσαυλον δὲ καὶ νῦν, ὡς καὶ ἐν Ἰλιάδι, κατοικία ἀγροτικὴ, τουτέστιν ἔπαυλις. Τὸ δὲ θρασύτητα καὶ ἀτασθαλίαν τοῦ Ὀδυσσέως κατειπεῖν πάνυ ὄντως αὐτὸ θρασὺ καὶ ἀτάσθαλον καὶ λόγος ἀλογίστου θυμοῦ. διὸ καὶ Ὀδυσσεὺς ἐπεί ποτε λυπεῖ καὶ τοὺς ἄγαν σοφοὺς τὰ τῆς ψευδοῦς ὕβρεως καὶ μᾶλλον, ὅτʼ ἂν ἐφʼ οἷς δέον ἐπαινεῖσθαι οἱ δὲ προσεξυβρίζωνται, βουλεύεται σπασάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ, τῷ οἱ ἀποτμήξας ἢ κατά τινα τῶν ἀντιγράφων ἀποπλήξας κεφαλὴν οὖδασδε πελάσαι καὶ πηῷ περ ἐόντι μάλα σχεδόν. ἤγουν συγγενεῖ ἐξ ἀγχιστείας ἐγγίζοντι. γαμβρὸς γὰρ ἦν τῷ Ὀδυσσεῖ ἐπὶ τῇ ἀδελφῇ Κτιμένῃ. ἐκώλυσαν δὲ τὸ κακὸν οἱ ἑταῖροι, οἳ μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος. Τὸ δὲ παχέος παρὰ μηροῦ ἀντὶ τοῦ ἀπὸ μηροῦ, ὡς καὶ παρὰ νηὸς ἀνήϊον ἀντὶ τοῦ ἀπὸ νηός. Ὅτι Θρασύδειλος καὶ ὁ Εὐρύλοχος, ὃς οὕτω πολὺς φανεὶς τὴν ὀργὴν εἶτα ὑποκύπτει τοῦ ἀτενοῦς ἤθους. φησὶ γὰρ ὅτι καὶ αὐτὸς εἵπετο δείσας τὴν τοῦ Ὀδυσσέως ἐπίπληξιν. Χρήσιμον δὲ εἰς τοιοῦτον φόβον τὸ, ἀλλʼ ἕπετʼ, ἔδδεισε γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν. Ἔνθα ὅρα ὅτι ἐκτείνει τὴν παραλήγουσαν ἡ ἐνιπή. μετʼ ὀλίγα δὲ καὶ τὸ ὀδύρεσθαι ἐκτείνει τὸ δίχρονον. Ὅτι παραμυθητικὸν πρός τινας πολυπαθεῖς τὸ, μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε. οἶδα καὶ αὐτὸς ἠμὲν ὅσα ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι, ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντο ἐπὶ χέρσου. περὶ τῶν Ὀδυσσέως δὲ φίλων ταῦτα, ἐπιτεμόντος τοῦ ποιητοῦ τὰ κατʼ αὐτοὺς κακὰ ἐν στίχοις δυσίν· εἰσὶ δὲ ἀνάρσιοι, οὓς οὐκ ἔστιν ἄρσεσθαι ὅ ἐστιν ἀρέσασθαι καὶ φιλιωθῆναι. Θαλερὸς δὲ γόος καθʼ ὁμοιότητα τοῦ θαλερὸν δάκρυ τὸ ἄπαυστον καὶ ἀεὶ νεάζον. Ἀριστοφάνης δέ, φασι, στυγερὸν γράφει. Ὅτι οἱ περὶ Ὀδυσσέα τελεσφόρον εἰς ἐνιαυτὸν παρὰ τῇ Κίρκῃ ἐκάθηντο δαινύμενοι κρέατʼ ἄσπετα καὶ μέθυ ἡδὺ, πίνοντες δηλαδή. ὃ δὴ καὶ μετʼ ὀλίγα ὡσαύτως κεῖται. τούτου δὲ τὸ ἐντελὲς πρὸ ὀλίγου ἐν τῷ, ἐσθίετε βρώμην καὶ πίετε οἶνον. Πῶς δὲ τελεσφόρος ὁ ἐνιαυτὸς, ἐῤῥέθη ἀλλαχοῦ, ὅτι δηλαδὴ, συντόμως εἰπεῖν, πάντα εἰς τέλος αὐτὸς ἄγει ἐντελέστατον διὰ τῶν τεσσάρων ὡρῶν. Ὅτι τρόπος ὑστερολογίας ἤτοι σχῆμα πρωθύστερον καὶ τὸ, ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην περὶ δʼ ἔτραπον ὧραι. περιτραπεῖσαι γὰρ ὧραι συντελοῦσιν ἐνιαυτόν. καὶ ἔστιν οἷον καὶ ὁρισμὸς ἐνιαυτοῦ τὸ, περὶ δʼ ἔτραπον ὧραι. ἵνα ᾖ περιτροπὴ ὅ ἐστι κύκλος ὡρῶν ὁ ἐνιαυτός. δῆλον δὲ ὅτι πρῶτος ἐντεῦθεν ὁ ποιητὴς ἀφορμὴν ἐνδέδωκε, τροπικοὺς πόλους ὅ ἐστι κύκλους καλέσαι καὶ ὡρῶν τροπὰς εἰπεῖν.

Ὅτι προτρεπτικὸν εἰς ἐπάνοδον τὸ, δαιμόνιε ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν. <!-- 1.389 -->τὸ δὲ ὑψόροφον οἶκον ἀλλαχοῦ ὑψηρεφὲς διὰ τοῦ η δῶμα λέγει, καὶ ὑψερεφὲς δὲ διὰ τῶν δύο εε.

Ὅτι προκλητικὸν εἰς φιλικὴν προπομπὴν τὸ, ὁ δεῖνα τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης ἤγουν ὑπέσχου, οἴκαδε πεμψέμεναι. θυμὸς δέ μοι ἔσσυται ἤδη ἠδʼ ἄλλων ἑτάρων. ὁ δὲ ἕτοιμος πέμπειν τοὺς τοιούτους ἐρεῖ ἂν τὸ τῆς Κίρκης πρὸς τὸν Ὀδυσσέα· μηκέτι νῦν ἀέκοντες ἐμῷ ἔνι μίμνετε οἴκῳ. εἰ δὲ καὶ εἰς δεινόν τι πρόσωπον ἡ ὁδὸς, οἰκεῖον εἰπεῖν καὶ τὸ, ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι εἰς Ἀΐδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης ἤγουν Φερσεφονείης. Ἔστι δὲ ἐπαινὴ Περσεφόνη, ἢ αἰανὴ, τουτέστιν ἐν σκότει διάγουσα, ἢ μᾶλλον αἰνὴ, ἡ δεινὴ, πλεοναζούσης καὶ νῦν προθέσεως ὡς καὶ ἐν ἄλλοις. Περσεφόνεια δὲ ἡ Περσεφόνη Ἰωνικῶς, ὁμοίως τῷ, Βερενίκη Βερενίκεια καὶ τοῖς τοιούτοις. πρωτότυπον δὲ τῆς ὕστερον Περσεφόνης ἡ ῥηθεῖσα Φερσεφόνη. λέγεται δὲ ἡ αὐτὴ καὶ Περσέφασσα καθʼ ὁμοιότητα τινὰ τοῦ πρόφασσα. ἐκεῖνο μὲν ἐκ τοῦ φρῶ φράζω φράσω, τοῦτο δὲ ἐκ τοῦ φῶ φάζω φάσω τὸ φονεύω. δῆλον γὰρ ὅτι οὐ μόνον ἐκ τοῦ φέρω φέρσω ἡ Φερσεφόνη, ἀλλὰ καὶ μᾶλλον ἐκ τοῦ φθείρω φθέρσω Αἰολικοῦ καὶ αὐτοῦ ῥήματος. τοῦτο δὲ διὰ τὴν τῶν κατοιχομένων φθορὰν, ἧς μέρος καὶ τὰ ἐκ φόνου κακὰ, ἵνα πιθανῶς ἡ καταχθόνιος δαίμων ἐκ δύο ταυτοσήμων λέξεων εἴη συγκειμένη, τοῦ τε φθέρσω, καὶ τοῦ φένω φόνος, καθʼ ὁμοιότητα τοῦ δάπεδον καὶ τῶν ἄλλων, ἃ καὶ ἐν τῇ Ἰλιάδι κεῖται. Τὸ δὲ θυμός μοι ἠδʼ ἄλλων ἑτάρων, καινῶς μὲν συντέτακται. θεραπεύεται δὲ ὡς ἀντίπτωσις, οἷον, θυμὸς ἐμοῦ καὶ τῶν ἄλλων, ἢ ἐμοὶ καὶ τοῖς ἄλλοις. Ἰστέον δὲ ὅτι τὸ μηκέτι νῦν ἀέκοντες μίμνετε, λόγου ἤρτηται τοῦ παραινοῦντος ξεῖνον παρεόντα μὲν φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. Ὅτι τὸν Ὀδυσσέα ἡ Κίρκη πρὸ τοῦ εἰς τὴν πατρίδα πλόου χρῆναι φησὶν εἰς Ἅιδην ἐλθεῖν. καὶ αὐτὴ μὲν ποιεῖ τοῦτο, ἵνα ἐκεῖ ἐκ τοῦ μάντεως Τειρεσίου μαθὼν ὅτι θάνατος δέ σοι ἐξ ἁλὸς ἔσται ἢ ὀκνήσῃ πρὸς τὸν ἀπόπλουν ἢ ἀποπλεύσας ἐκ τῆς Κίρκης μηδὲ τῇ Καλυψοῖ πεισθείη ὕστερον ἀθανασίαν ὑπισχνουμένῃ. αὐτὴ μὲν ἡ Κίρκη οὐ προλέγει φασὶ τὰ ἐσόμενα τῷ Ὀδυσσεῖ δυσχερῆ, ἵνα μὴ ἀπιστηθῇ ὡς διʼ ἔρωτα τερατευομένη καὶ φοβερὸν πλαττομένη τὸν πλοῦν. καὶ τοιοῦτον μὲν τὸ τῆς Κίρκης. ὁ δὲ Ὁμηρικὸς νοῦς τοῦ τὸν Ὀδυσσέα εἰς Ἅιδου ἐλθεῖν μέθοδός ἐστι τῶν ἐφεξῆς δηλωθησομένων μύθων τε καὶ ἱστοριῶν καὶ λοιπῶν, ἐκ τῆς τοιαύτης πλάσεως. στέλλει δὲ κατὰ τὸν ποιητὴν τοὺς περὶ τὸν Ὀδυσσέα ἡ Κίρκη ἐς Ἅιδου ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο, μάντιος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι. τῷ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια οἴῳ πεπνύσθαι. τοὶ δὲ σκιαὶ ἀΐσσουσι. τοῦτο δέ ποτε ἁρμόττει ἐπιλέγεσθαί τινι διαφέροντι τινῶν κατὰ νοῦν, ὃ καὶ δέεται τότε ἀκροατοῦ ἀπράγμονος. οὐ γὰρ ἁπλῶς οἰκεῖον τοῦτο ἐπὶ πάνυ συνετοῦ τινὸς λέγεσθαι, εἰ μὴ κατά τινα παρεκδοχὴν ἐννοίας. Ὅμηρος μὲν γὰρ τὸ οἱ δὲ ἐπὶ νεκρῶν φησὶν, ὁ δὲ ἄλλως εἰπὼν ἐν ἐπαίνῳ περί τινος ὡς οἶος πέπνυται, οἱ δὲ σκιαὶ ἀΐσσουσι, πάντως οὐ περὶ νεκρῶν ποιεῖται τὸν λόγον, ἀλλὰ ζῶντά τινα συγκρίνει πρὸς ζῶντας, λέγων ὡς οἱ ἄλλοι ζῶντες σκιαὶ ὥσπερ ἀΐσσουσι. Σκιὰς δὲ τὰς τῶν τεθνεώτων λέγει ψυχὰς, οἷα τοιάσδε τινὰς ἐπιφαινομένας ἐν ταῖς ψυχαγωγίαις. ὡς γὰρ ἡ σκιαγραφία ζωγραφίας ἀτελεστέρα, οὕτω καὶ ἡ τῶν τοιούτων ἐπιφάνεια τῆς ἐμφανείας τῶν ζώντων. Ἰστέον δὲ ὅτι ὁ παρῳδὸς Μάτρων κέντρωνος λόγῳ συμφορήσας ἐν μεταποιήσει καὶ ἐκ τῶν κατὰ Τειρεσίαν εἴς τινα Κλεόνικον σοφὸν ἄνδρα ἔγραψεν οὕτως· οἱ μὲν δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι, οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν. ἔστι δέ τις Κλεόνικος ὃν ἀθάνατον λάχε γῆρας, οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων, ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Περσεφόνεια, διὰ τῶν αὐτοῦ δηλαδὴ βιβλίων καὶ τῶν ἐν αὐτοῖς λόγων. τοῦτο δὲ καὶ σκῶμμα ἔσται ποτὲ λάλου ἀνδρός. Ἰστέον δὲ ὅτι ἐν τῷ, οὔτε ποιητάων, ὃ ἀνωτέρω ἐγράφη, ὡς βραχεῖα ἐλήφθη ἡ ἄρχουσα, λόγῳ κοινῆς συλλαβῆς. οὕτω δὲ καὶ ἐν τῷ, Ἴστρος τοιαύτας παρθένους μνηστεύεται, ἡ δευτέρα χώρα βραχεῖαν ἔχει τὴν κατάρχουσαν λέξιν. Χρησομένους δὲ λέγει τοὺς μαντευσομένους, ὅθεν καὶ ὁ χρησμὸς, καὶ τὸ χρηματίζεσθαι. χρήσασθαι γὰρ τὸ χειρὶ δέξασθαι ὑστερογενής ἐστι λέξις. Ὅτι δὲ Θηβαῖος ὁ Τειρεσίας, καὶ ὡς παρὰ τὸ εἴρειν ἐτυμολογεῖται, ἢ παρὰ τὰ τείρεα ὅ ἐστιν ἄστρα, καὶ ὡς τυφλὸς ἦν, λέγουσιν οἱ παλαιοί. φέρεται δὲ περὶ αὐτοῦ μυθικὸς λόγος, ὅτι δράκοντας ἐν Κιθαιρῶνι μιγνυμένους ἰδὼν καὶ τὴν θήλειαν <!-- 1.390 -->ἀνελὼν μετέπεσεν εἰς γυναῖκα. εἶτα συγκατενεγκὼν μετὰ καιρὸν καὶ τὸν ἄῤῥενα τὴν οἰκείαν φύσιν ἀπέλαβε. τοῦτον Ζεὺς καὶ Ἥρα διαφερόμενοι κριτὴν εἵλοντο οἷα πεπειραμένον ἑκατέρας φύσεως, εἰ ἄρα μᾶλλον τὸ ἄῤῥεν ἢ τὸ θῆλυ ἐνεργοῦντα γέγηθεν. ὃ δʼ ἐγνωμάτευσέ πως ἐμμέτρως ὡς εἴπερ ἐν δέκα μοιράων εἴη τὰ τῆς τερπωλῆς, τὰς ἐννέα ἐμπίπλησι γυνὴ τέρπουσα νόημα. ἐφʼ ᾧ Ἥρα μὲν ὀργισθεῖσα ἐκτυφλοῖ αὐτὸν, Ζεὺς δὲ δωρεῖται τὴν μαντικὴν, ὡς ἔχειν οὕτω καὶ αὐτὸν ἀγαθόν τε κακόν τε, τὸ μὲν τὴν μαντοσύνην, τὸ δὲ καὶ ἀλαωτήν. Καλλίμαχος δὲ λέγει τὸν Τειρεσίαν ἰδόντα γυμνὴν λουομένην τὴν Ἄρτεμιν περί που τὴν Βοιωτίαν πηρωθῆναι. Σώστρατος δὲ ἐν Τειρεσίᾳ, ποίημα δέ ἐστιν ἐλεγειακὸν, φησὶ τὸν Τειρεσίαν θήλειαν τὴν ἀρχὴν γεννηθῆναι καὶ ἐκτραφῆναι ὑπὸ Χαρικλοῦς. καὶ ἑπτὰ ἐτῶν γενομένην ὀρειφοιτεῖν. ἐρασθῆναι δὲ αὐτῆς τὸν Ἀπόλλωνα. καὶ ἐπὶ μισθῷ συνουσίας διδάξαι τὴν μουσικήν. τὴν δὲ μετὰ τὸ μαθεῖν μηκέτι ἑαυτὴν ἐπιδιδόναι τῷ Ἀπόλλωνι κἀκεῖνον ἀνδρῶσαι αὐτὴν, ἵνα πειρῷτο Ἔρωτος. καὶ αὐτὴν ἀνδρωθεῖσαν κρῖναι Δία καὶ Ἥραν ὡς ἀνωτέρω ἐῤῥέθη. καὶ οὕτω πάλιν γυναικωθεῖσαν ἐρασθῆναι Κάλλωνος Ἀργείου ἀφʼ οὗ σχεῖν παῖδα κατὰ χόλον Ἥρας τὰς ὄψεις διεστραμμένον. διὸ καὶ κληθῆναι Στράβωνα. μετὰ δὲ ταῦτα τοῦ ἐν Ἄργει ἀγάλματος τῆς Ἥρας καταγελῶσαν εἰς ἄνδρα μεταβληθῆναι ἀειδῆ, ὡς καὶ πίθωνα λέγεσθαι. ἐλεηθεῖσαν δὲ ὑπὸ Διὸς εἰς γυναῖκα μορφωθῆναι αὖθις ὡραίαν καὶ ἀπελθεῖν εἰς Τροιζῆνα, ὅπου ἐρασθῆναι αὐτῆς Γλύφιον ἐγχώριον ἄνδρα καὶ ἐπιθέσθαι αὐτῇ λουομένῃ. τὴν δὲ ἰσχύϊ περιγενομένην τοῦ μείρακος πνίξαι αὐτόν. Ποσειδῶνα δὲ οὗ παιδικὰ ἦν ὁ Γλύφιος ἐπιτρέψαι ταῖς μοίραις δικάσαι περὶ τούτου. καὶ αὐτὰς εἰς Τειρεσίαν αὐτὴν μεταβαλεῖν καὶ ἀφελέσθαι τὴν μαντικήν. ἣν αὖθις μαθεῖν ὑπὸ Χείρωνος καὶ δειπνῆσαι ἐν τοῖς Θέτιδος καὶ Πηλέως γάμοις. ἔνθα ἐρίσαι περὶ κάλλους τήν τε Ἀφροδίτην καὶ τὰς Χάριτας αἷς ὀνόματα, Πασιθέη, Καλὴ, καὶ Εὐφροσύνη. τὸν δὲ δικάσαντα κρῖναι καλὴν τὴν Καλὴν, ἣν καὶ γῆμαι τὸν Ἥφαιστον, ὅθεν τὴν μὲν Ἀφροδίτην χωλωθεῖσαν μεταβαλεῖν αὐτὸν εἰς γυναῖκα χερνῆτιν γραῖαν, τὴν δὲ Καλὴν χαῖτας αὐτῇ ἀγαθὰς νεῖμαι καὶ εἰς Κρήτην ἀπαγαγεῖν, ἔνθα ἐρασθῆναι αὐτῆς Ἄραχνον, καὶ μιγέντα αὐχεῖν τῇ Ἀφροδίτῃ μιγῆναι. ἐφʼ ᾧ τὴν δαίμονα ὀργισθεῖσαν τὸν μὲν Ἄραχνον μεταβαλεῖν εἰς γαλῆν, Τειρεσίαν δὲ εἰς μῦν, ὅθεν καὶ ὀλίγα φησὶν ἐσθίει ὡς ἐκ γραὸς, καὶ μαντικός ἐστι διὰ τὸν Τειρεσίαν. ὅτι δὲ μαντικόν τι καὶ ὁ μῦς, δηλοῦσιν ὅ τε χειμὼν οὗ σημεῖον ἐν καιρῷ οἱ τῶν μυῶν τρισμοὶ, καὶ αἱ ἐκ τῶν οἰκιῶν φυγαὶ, ἃς διαδράσκουσιν, ὅτε κινδυνεύοιεν καταπεσεῖν. τούτου δὲ τὸ διγενὲς δηλοῖ σὺν ἄλλοις καὶ ὁ Λυκόφρων, παρʼ ᾧ φέρεται τὸ, τὸν Τειρεσίαν ἀνδρῶν γυναικῶν εἰδέναι ξυνουσίας. ὁποῖόν τινα καὶ τὸν Καινέα γενέσθαι φασί. καὶ τοιαῦτα μὲν ταῦτα. ὁ δὲ ποιητὴς οὐ μόνον μαντικώτατον ἐνταῦθα τὸν Τειρεσίαν ἐμφαίνει ὡς τοιοῦτον ὄντα ὑπὲρ τὰς ἄλλας ψυχὰς, ἀλλὰ καὶ στερέμνιόν τι ἔχοντα, εἴπερ αὐτῷ μὲν φρένες ἔμπεδοι νοοῦντι καὶ πεπνυμένῳ θειότερον. οἱ δὲ σκιαὶ ἀΐσσουσι. τουτέστιν οἱ περὶ τὸν Ἅιδην. ὃ καὶ σημείωσαι. μὴ προειπὼν γάρ τινας ὅμως ἐπήγαγε τὸ, τοὶ δὲ σκιαὶ ἀΐσσουσι. Σημείωσαι δὲ ὅτι περὶ Σειρήνων μὲν καὶ Σκύλλης καὶ Χαρίβδεως καὶ Ἡλίου βοῶν ἐρεῖ πρὸς Ὀδυσσέα ἡ Κίρκη ὡς γειτνιῶσα φασὶ, καθὸ Τυρσηνικὴ, τοῖς κατὰ τὸν Σικελικὸν πορθμὸν μέρεσι, περὶ ὧν οὐδὲν ὁ Τειρεσίας ἐρεῖ. περὶ δὲ τῶν λοιπῶν ἐπιτρέπει τῷ μάντει ὡς ἂν μὴ ἀπιστηθῇ, καθὰ καὶ προεγράφη, οἷα ὑπὲρ ἑαυτῆς τὰ τοιαῦτα εἰποῦσα. Σημείωσαι δὲ καὶ ὅτι ἡ πρὸς Ἅιδην κάθοδος τοῦ σοφοῦ Ὀδυσσέως αἰνίττεται ὡς οὐδὲ τὰ κάτω γῆς τὸν τοιοῦτον ἄνδρα διαπέφευγεν, ἀλλὰ τῇ κατὰ σκέψιν βαθύτητι γενόμενος ὑπὸ γῆν ἐντυγχάνοι καὶ τοῖς ἐκεῖ, τί τέ ἐστι ψυχὴ ἐμβαθύνων, καὶ τί ποτε δρᾷ ἢ πάσχει λυθεῖσα τοῦ σώματος, καὶ οἷα τὰ ὑπὸ γῆν, καὶ ἄλλα ὅσα τοιαῦτα διασκοπεῖσθαι εἰκός. τινὲς δὲ νεκυομαντίαν τεχνήσασθαι τὸν Ὀδυσσέα φασὶ Κίρκης ὑπαγορευσάσης πρὸς δυσμαῖς Ἡλίου γενόμενον ὡς ἐν τοῖς ἑξῆς φανεῖται, ἃς δὴ τόπον Ἅιδου ἡ ποίησις ὑπονοεῖ, καὶ τὴν τοιαύτην ψυχαγωγίαν καὶ πρὸς τοὺς κατοιχουμένους ὁμιλίαν, κάθοδον εἰς Ἅιδου φασίν. ἄλλως μέντοι ὁ ποιητὴς τὴν τοιαύτην εἰς Ἅιδου κάθοδον πλάττει πρὸς χορηγίαν γραφῆς πλείονα ὡς καὶ προδεδήλωται. Ἡ δὲ τοῦ πεπνύσθαι τὸν Τειρεσίαν πλάσις δοκεῖ γενέσθαι παρὰ τὸ, αὐτὸν μάλιστα ὑπὲρ τὰς ἄλλας ψυχὰς ἐν ταῖς νεκυομαντικαῖς ἀνακαλεῖσθαι ψυχαγωγίαις διὰ τὸ ἐν τοῖς ζῶσι μαντικὸν αὐτοῦ. Ὅτι λύπης πολλῆς παραστατικὸν τὸ, αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ. ὃ καὶ ἀλλαχοῦ κεῖται. κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος. οὐδέ τι θυμὸς ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. Παύσεως <!-- 1.391 -->δὲ καὶ ἀνέσεως ἔνδειξις τὸ, αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην. Ὅτι Ὀδυσσεὺς μὲν μαθὼν δεῖν αὐτὸν εἰς Ἅιδου πλεύσειν πυνθάνεται· ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει; εἰς Ἄϊδος δʼ οὔπω τις ἀφίκετο νηῒ μελαίνῃ. ἡ δὲ μή τί τοι φησὶν ἡγεμόνος γε ποθὴ μελέσθω, ἱστὸν δὲ στήσας ἀνά θʼ ἱστία λευκὰ πετάσας ἧσθαι, τουτέστι κάθησο. τὴν δὲ πνοιὴ Βορέαο φέρῃσιν, εἰς τοὺς περὶ τὸν Ἅιδην δηλαδὴ τόπους, εἰ καὶ μὴ ῥητῶς τοιοῦτον πρόσκειται. συνάγοιτο δʼ ἂν ἐντεῦθεν σοφιστικῶς καὶ ἀστείως ναυτιλίας ψόγος. δεῖ γὰρ ἱστὸν στῆσαι καὶ ἀνέμοις ἑαυτόν τινα ἐπιτρέψαι, καὶ τοῦτό ἐστιν εἰς Ἅιδου στέλλεσθαι. Τὸ δὲ ταύτην ὁδὸν, ἔλλειψιν ἔχει καὶ νῦν προθέσεως, ἵνα ᾖ, εἰς ταύτην ὁδὸν ἡγεμονεύσει. Ἔχει δὲ καὶ τὸ, εἰς Ἄϊδος, ἔλλειψιν Ἀττικὴν τοῦ, δόμον ἢ τόπον ἢ τοιούτου τινὸς, ὥστε τρεῖς ἐλλείψεις τὸ ῥηθὲν ἴσχει χωρίον, ἤγουν τὰς δύο ταύτας, καὶ τὸ, πνοιὴ Βορέαο φέρῃσιν, εἰς Ἅιδην δηλαδή. Τὸ δὲ νηῒ μελαίνῃ, πρὸς ἀσφάλειαν κεῖται λόγου. εἰ γὰρ καί τινες εἰς Ἄϊδος ἀφίκοντο οἷον καὶ Ἡρακλῆς καὶ Θησεὺς καὶ Περίθους, ἀλλὰ νηῒ μελαίνῃ οὐδείς. ὁ γὰρ πορθμεὺς Χάρων καὶ τὸ κατʼ αὐτὸν πλοιάριον μεθʼ Ὅμηρον μεμύθευται. διὸ καὶ παρασημειοῦται τοῦτο ὁ ποιητὴς ὡς πάνυ τερατῶδες. Ἰστέον δὲ καὶ ὅτι Χάρων οὐ μόνον ὁ ῥηθεὶς δαιμονιώδης, ἀλλὰ καὶ λέοντος ἐπίθετον ἀπὸ τῆς κατʼ αὐτόν φασι χαροπότητος. Σημείωσαι δὲ ὅτι ἐν τῷ, ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει, δοκεῖ πάντῃ καὶ ἐκ περισσοῦ κεῖσθαι ὁ αἰτιολογικὸς σύνδεσμος. θεραπευθείη δʼ ἂν λόγῳ ἐλλείψεως, ἵνα λέγῃ ὅτι ὦ Κίρκη ἀδύνατα φής. τίς γὰρ εἰς Ἅιδου ἡγεμονεύσει; καὶ ἔχει πολὺ τὸ σεμνὸν ἡ τοιαύτη ἔλλειψις διὰ τὴν προσωπικὴν ποιότητα. Ὅτι οὐχʼ ἁπλῶς πρὸς δύσιν τὰ τοῦ ποιητικοῦ Ἅιδου, ἀλλʼ ὑπερέκεινα τοῦ Ὠκεανοῦ. φησὶ γοῦν ἡ ποιητικὴ Κίρκῃ· ἀλλʼ ὁπότʼ ἂν δὴ νηῒ διʼ Ὠκεανοῖο περήσῃς, ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης, μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι· νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ. ἤγουν ἐπὶ τῷ ἐκεῖσε πέρατι τοῦ Ὠκεανοῦ, ὡς ἐκεῖ δῆθεν περατουμένου. αὐτὸς δʼ εἰς Ἀΐδεω ἰέναι δόμον εὐρώεντα, ἤγουν σκοτεινὸν ἢ καὶ πλατύν. Καὶ ὅρα τὸ εἰς Ἀΐδεω δόμον ἐντελῶς φρασθὲν καὶ οὐκ ἐλλιπῶς κατὰ τὸ, εἰς Ἄϊδος δʼ οὔπω τις ἀφίκετο. ἡ δὲ τοπογραφία τῶν ἐκεῖθεν τοῦ Ὠκεανοῦ ἤγουν τοῦ κατὰ Περσεφόνην ἄλσους καὶ τῶν ἐφεξῆς, ἃ δὴ μετʼ ὀλίγα εἰρήσεται, οὐκ ἂν εἶχον ἱστορικῶς ῥηθῆναι, εἰ μὴ Μοῦσα μυθικῶς ὑπέκειτο λέγουσα καὶ Κίρκη, δαιμόνια πρόσωπα. διὸ οἱ τοιαῦτα προτιθέμενοι λαλεῖν ποιηταὶ εἰκότως καὶ τοιούτοις προσώποις χρῶνται πρὸς ἀφήγησιν. Πιθανῶς δὲ πέπλασται τὰ κατὰ τὸ ῥηθὲν ἄλσος καὶ προσφυῶς τοῖς περὶ τὸν Ἅιδην. ἀκτή τε γὰρ ὁ τόπος καὶ οὐ λιπαρὰ γῆ, καὶ ἄκαρπα τὰ ἐκεῖ δένδρα. τοιαῦτα γὰρ αἴγειροι καὶ ἰτέαι, δένδρα προσήκοντα τόποις νεκρῶν. οἷς καὶ τρίχας ἔκειρον, τὰ ἐν ζῴοις ἄψυχα. καὶ ζωμάτων ἀπήρχοντο, καὶ ἀνθέων, καὶ ἀκροδρύων, καὶ τοιούτων τινῶν ἀψύχων. κἂν εἴ που ζῷόν τι ἔδει ἐπισφάξαι, στεῖραν βοῦν καὶ ἕτερα ζῷα ἔντομα, οὐ μὴν ἔνορχα καὶ γόνιμα, ἐκείνοις ἔθυον. ἀλλὰ τὰ, ὡς εἰπεῖν, ἐν ζῴοις ἄζωα διὰ τὸ ἄγονον. οὕτω δὲ καὶ οἱ ἐφεξῆς ῥηθησόμενοι ποταμοὶ προσφυῶς τοῖς ἐν Ἅιδου πλάττονται, ὁ Ἀχέρων καὶ οἱ λοιποί. Ἰστέον δὲ ὅτι οἰκείως ἐν τοῖς ἑξῆς καὶ ἀσφοδελὸς λειμὼν ἐν Ἅιδου πλάττεται διὰ τὸ τῶν ἀσφοδέλων ἄκαρπον ὡς κατὰ τόπον ῥηθήσεται. Ὅρα δὲ τὸ διʼ Ὠκεανοῖο περήσῃς, οὐ γὰρ εἶπεν εἰς Ὠκεανὸν περάσεις, ἀλλὰ διʼ Ὠκεανοῦ, ἵνα δηλοῖ ὡς ἐκ τῆς ἑσπερίας θαλάσσης εἰς Ὠκεανὸν πλεύσας καὶ διὰ τοῦ τοιούτου Ὠκεανοῦ ἤγουν διὰ τῆς ἔξω θαλάσσης περάσας εἰς τὴν ἐκεῖθεν ἀκτὴν ὄψει τὰ κατὰ τὸν Ἅιδην. Λάχεια δὲ, ἡ ἐλαχίστη κατὰ τοὺς παλαιούς. ὥστε γράφοιτʼ ἂν τῷ λόγω τούτῳ καὶ ἡ ἐλάχεια. εἰ δὲ καὶ κύριόν ἐστι τοπικὸν ὄνομα κατὰ τὴν προῤῥηθεῖσαν νῆσον τὴν πρὸ τῶν Κυκλώπων, εἰδείη ἂν ἡ Ὁμηρικὴ Μοῦσα καὶ Κίρκη. Ἄλσεα δὲ καὶ νῦν χωρία φασὶν ἱερὰ σύνδενδρα. Τὸ δὲ μακραὶ αἴγειροι ταυτὸν ὡς εἰ καὶ μακεδναὶ εἴποι. ἔφη γοῦν πρὸ τούτων φύλλα μακεδνῆς αἰγείρου. Ἰτέαι δὲ, κοινῶς μὲν δένδρα γνώριμα. ἦν δὲ καὶ ἀσπίδων ὄνομα αἱ ἰτέαι ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη. Ὠλεσίκαρποι δὲ ἰτέαι ἢ ὅτι ἀποβάλλουσι φασὶ τὸ ἄνθος πρινὴ πεπανθῆναι ἢ διότι οἱ πιόντες τοῦ κατʼ αὐτὰς ἄνθους ὄλλουσι τὸν καρπὸν ἤτοι ἄγονοι γίνονται, ὡς καὶ Θεόφραστος ἱστορεῖ. ἐκτείνει δὲ ἡ λέξις τὴν ἄρχουσαν ἀναγκαίως ὡς μέτρῳ χρήσιμον. ὁ γὰρ τρίβραχυς ποὺς ἀσυντελὴς τοῖς ἡρωΐζουσιν. οὕτω δὲ καὶ τὸ εὐρώεντα πρὸς εὐχρηστίαν μέτρου ἐκτείνει τὴν προπαραλήγουσαν ὁμοίως τῷ κητώεντα καὶ ὠτώεντα καὶ τοῖς <!-- 1.392 -->τοιούτοις. Περὶ δὲ τοῦ κέλσαι νῆα, προγέγραπται ἱκανῶς. ἔστι δὲ καὶ νῦν τὸ κέλσαι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, ὡς τὸ ἰέναι ἀντὶ τοῦ ἴθι καὶ ἄλλα ἐφεξῆς ὅμοια πολλά. Ὅτι τοπογραφικῶς περιηγούμενος ὁ ποιητὴς ἐν ὀλιγίστῳ καθὰ καὶ ἐχρῆν ὥσπερ τὸ τῆς Περσεφόνης ἄλσος οὕτω καὶ τὰ ἐφεξῆς καὶ ἐνδοτέρω τοῦ Ἅιδου, φησὶν· ἔνθα μὲν, τουτέστιν ἐν Ἅιδου, εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀποῤῥώξ. πέτρη τε. ξύνεσίς τε δύο ποταμῶν ἐριδούπων. Λέγει δὲ ξύνεσιν κατὰ τοὺς παλαιοὺς συνάφεσιν καὶ εἰς ταυτὸ συμβολὴν ποταμῶν τῶν ῥηθέντων δηλαδὴ, ὡς δῆθεν τοῦ Ἀχέροντος κοινουμένου τὸ αὐτῶν ῥεῦμα ξυνιόντων ἐκεῖ κατὰ σύῤῥοιαν. οἱ δέ γε μεθʼ Ὅμηρον ἐπὶ φρονήσεως τιθέασι τὴν ξύνεσιν, παρὰ τὸ ξυνιέναι καὶ αὐτοὶ νοοῦντες τὴν λέξιν, ὡς πολλῶν συνιόντων εἰς βουλήν. κατὰ τὸ, πολλῶν ἀγρομένων, τῷ πείσεαι ὅς κεν ἀρίστην βουλὴν βουλεύει. διὸ καὶ ξυμβουλὴ τὸ τοιοῦτον ἔργον, ὡς ἄν τις εἴποι συμβολή. ὃ ταυτὸν ἦν τῷ ξύνεσις. ὁμοιοπαράγωγος δὲ τῇ ξυνέσει ταύτῃ καὶ ἡ παρὰ τῷ Ἡροδότῳ ἔξεσις, ὅπερ ἀπόπεμψιν δηλοῖ γυναικὸς ἤτοι διαζύγιον. ἐντεῦθεν δὲ καὶ ἐξεσία ἡ ἐπὶ πρεσβείαν ἔκπεμψις. Ἰστέον δὲ ὅτι τὸ, εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε, προδιεζευγμένον σχῆμα καλεῖται, ὅπερ ἐν ἄλλοις ἐῤῥέθη καὶ Ἀλκμανικὸν λέγεσθαι διὰ τὸ τὸν Ἀλκμᾶνα κατακόρως αὐτῷ χρᾶσθαι. οἷον· Κάστωρ ὠκέων πώλων ἐλατῆρε καὶ Πολυδεύκεις. γίνεται δὲ, ὅτʼ ἂν τὸ μετὰ δύο λέξεις τεθησόμενον μεσολαβηθῇ μετὰ μίαν τεθέν. οἷον· ἐγὼ ἤλθομεν καὶ σύ, τὸ γὰρ ἤλθομεν μεσολαβεῖται δυσὶ λέξεσι ὧν ὕστερον τεθῆναι ὤφειλεν. ὡς καὶ ἐνταῦθα τὸ ῥέουσι μέσον κεῖται τοῦ Πυριφλεγέθων καὶ Κωκυτὸς, ὀφεῖλον κεῖσθαι μετʼ αὐτούς. Πέπλασται δὲ ὡς καὶ τοῖς παλαιοῖς δοκεῖ ὁ Ἀχέρων παρὰ τὸ ἄχεα ῥέειν, ὡς καὶ ὁ Πυριφλεγέθων παρὰ τὸ πῦρ ᾧ οἱ θνήσκοντες ἐφλέγοντο, καὶ ὁ Κωκυτὸς διὰ τὸν ἐπʼ αὐτοῖς ἔνδακρυν θρῆνον. καὶ ἡ Στὺξ διὰ τὸ στυγητὰ εἶναι τὰ κάτω καὶ διὰ τὸ στυγνάζεσθαι δὲ τοὺς θνήσκοντας. ἡ μέντοι ἱστορία οἶδε ποταμὸν ἀληθῶς ὑπὲρ γῆς Ἀχέροντα καὶ Πυριφλεγέθοντα δὲ καὶ Κωκυτὸν, καὶ πηγήν τινα Στύγα, ἐξ ὧν τὰ ἐν Ἅιδου πλάττονται. οἱ γοῦν ἱστοροῦντες ἔθνος Εὐρωπαῖον τοὺς Κιμμερίους ἐπέκεινα Ἰταλίας οἰκοῦν ὑπὸ γῆν ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται φασὶ καὶ πηγὴν ἐν τοιούτοις τόποις Στύγα εἶναι νομιζομένην, καὶ Πυριφλεγέθοντα, καὶ Ἀχέροντα, ὡς καὶ αὐτίκα μετὰ βραχὺ εἰρήσεται. Λυκόφρων δὲ τὸν Πυριφλεγέθοντα ὥσπερ καὶ τὸν Κωκυτὸν Ἰταλικοὺς ἱστορεῖ ποταμοὺς, ἐκκύπτοντας τοῦ πολυδέγμονος, ὄρους τούτου ὑψηλοτάτου ἐν τοῖς ἐκεῖ. εἰ καὶ ὁ μῦθος παρεκνεύει μετοχετεύων εἰς τὸν Ἅιδην αὐτοὺς διὰ τὸ κατὰ τὰς κλήσεις οἰκεῖα δοκεῖν εἶναι τὰ τοιαῦτα τοῖς Ἅιδου τόποις. ἡ δὲ γεωγραφικὴ περὶ Στυγὸς καὶ Πυριφλεγέθοντος καὶ Ἀχέροντος ἱστορία τοιαύτη. πλησίον τῆς Σικελικῆς Κύμης Ἀχερουσία λίμνη, ἀνάχυσίς τις τεναγώδης θαλάσσης· περὶ δὲ τὸν ἐν Βαΐαις κόλπον κόλπος τις ἕτερος ποιῶν χερόννησον ἔχουσαν ἰσθμὸν ὀλιγοστάδιον, ὁ Ἄορνος, ἀγχιβαθής φησι καὶ ἀρτίστομος, περικυκλούμενος ὀφρύσιν ὀρθαῖς, συνηρεφὴς ἀγρίᾳ ὕλῃ μεγαλοδένδρῳ καὶ ἀβάτῳ. ἐν ᾧ μῦθος τοὺς ὄρνις ὑπερπετεῖς γενομένους καταπίπτειν εἰς τὸ ὕδωρ, φθειρομένους ὑπὸ τῶν ἀναφερομένων ἀέρων ὡς ἐν τοῖς Πλουτωνίοις. διὸ καὶ τοῦτο χωρίον Πλουτώνειόν τι ὑπελάμβανον, καὶ τοὺς Κιμμερίους ἐνταῦθα ἔλεγον. καὶ εἰσέπλεον τινὲς προθυσόμενοι καὶ ἱλασόμενοι τοὺς καταχθονίους, ἱερέων ὑφηγουμένων τὰ τοιάδε. καὶ ὕδατος δὲ αὐτόθι πηγὴ ποταμίου ἐπὶ τῇ θαλάσσῃ, οὗ ἀπείχοντο πάντες, τὸ τῆς Στυγὸς ὕδωρ αὐτὸ νομίσαντες. καὶ Πυριφλεγέθοντα δὲ ἐκ τῶν θερμῶν ὑδάτων ἐτεκμαίροντο τῶν πλησίον, ὥσπερ ἴσως καὶ ἐκ τῆς ῥηθείσης Ἀχερουσίας Ἀχέροντα. ἐν τούτῳ φησὶ τῷ Ἀόρνῳ κόλπῳ τὰ περὶ τὴν νεκύαν τὴν Ὁμηρικήν. καὶ νεκυομαντεῖον δὲ ἐνταῦθα ἱστοροῦσι γενέσθαι. καὶ Ὀδυσσέα εἰς τοῦτο ἀφικέσθαι. καὶ τοῦτο μὲν πλατύτερον. ἐκεῖνο δὲ συντομώτατον, ὡς ἐν Κύμῃ καὶ Δικαιαρχείᾳ Πυριφλεγέθων καὶ λίμνη Ἀχερουσία, καὶ νεκυομαντεῖον τὸ ἐν τῷ Ἀόρνῳ. ὁ δὲ ταῦτα γράψας γεωγράφος λέγει καὶ ὅτι ποταμὸς Ἀχέρων καὶ περὶ Θεσπρωτίαν ἐν τῇ χειμερίῳ ἄκρᾳ, ἐκβάλλων εἰς τὸν γλυκὺν λιμένα. ἔνθα δηλαδὴ ἡ χειμέριος ἄκρα κατὰ τὰ ἑῷα τῆς Κερκύρας, ῥέων ἐκ λίμνης Ἀχερουσίας, καὶ ὅτι ἐμβάλλει καὶ εἰς τὸν Ἀλφειὸν Ἀχέρων ποταμός. ἔνθα καὶ ὁ Ἅιδης ἐκτετιμῆσθαι λέγεται ἱκανῶς, ὡς καὶ ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. ὡς εἶναι καὶ ἐκεῖσε ποταμὸν τοιούτου Ἅιδου, τὸν αὐτόθι Ἀχέροντα. καὶ περὶ Φενεὸν δὲ τὸ τῆς Στυγὸς ὕδωρ ἱστορεῖ ὁ αὐτὸς, ἱερὸν νομιζόμενον. Ἡρόδοτος δὲ, περὶ Νώνακριν. ὃς καὶ αὐτὸς λέγει ὡς Ἀχέρων ποταμὸς ἐν Θεσπρωτίᾳ, ἔνθα <!-- 1.393 -->καὶ νεκυομαντεῖον, ὡς εἶναι στοχάσασθαί τινα πιθανῶς ἐκ τῶν τοιούτων πλασθῆναι καὶ τὰ ἐν Ἅιδου τῷ ποιητῇ. γέγραπται δὲ περὶ Στυγὸς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. Ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ ταῦτα· Ἄορνος, λιμὴν περὶ Τυρσηνίαν. καὶ ἐν Κύμῃ δέ φησι τῇ Χαλκιδικῇ Ἄορνος λίμνη. περὶ ἣν πεφυκότων πολλῶν δένδρων μηδὲν τῶν ἀποπιπτόντων φύλλων ἐμπίπτειν εἰς αὐτήν. εἶναι δὲ καὶ νεκυομαντεῖον ἐκεῖ, ταυτὸν δὲ εἰπεῖν ψυχοπόμπιον, κατὰ τὸν γράψαντα ὅτι ἔστι καὶ ἐν Μολοττοῖς ψυχοπόμπιον. ὅθεν θεοὶ Μολοττικοὶ οἱ ἐν τούτῳ. Τὸ δὲ ἀποῤῥὼξ, κεῖται καὶ πρὸ τούτων ἐν τοῖς τοῦ Κύκλωπος. Ἡ δὲ πέτρα πλάττεται πρὸς πιθανότητα τοῦ ἐκεῖθεν τὴν Στύγα κατείβεσθαι, ὡς τὸ, καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ. ἴσως δὲ εἴη ἂν αὕτη ἡ ἐν τοῖς μετὰ ταῦτα λεχθησομένη Λευκὰς πέτρα. Ὅτι δὲ τὸ καθʼ ἱστορίαν Στυγὸς ὕδωρ προσφυῶς παρελαλήθη ᾠκειῶσθαι τῷ Ἅιδῃ ὡς λιβάδιον ὀλεθρίου ὕδατος, ὁ γεωγράφος ἱστόρησε καὶ αὐτό. εἰσὶ δὲ, ὡς εἰκὸς, καὶ ἄλλα τοιαῦτα ὕδατα. ὁποῖον καὶ τὸ τῆς Τιλφώσσης κρήνης Βοιωτίας, ἧς πιὼν Τειρεσίας καὶ διὰ γῆρας οὐχʼ ὑπομείνας τὴν ψυχρότητα τέθνηκεν, ὡς λέγεται ἱστορεῖν Ἀριστοφάνης. Πίνδαρος μέντοι μεμνημένος αὐτῆς καλλιλογεῖ τὰ κατʼ αὐτὴν οὕτω. μελιγαθὲς ἀμβρόσιον ὕδωρ Τιλφώσσας ἀπὸ καλλικρήνου. μνηστέον δʼ ἐνταῦθα καὶ Ὁμηρικοῦ ὕδατος τοῦ ἐν Ἰλιάδι ἐοικότος ἐν θέρους καιρῷ χιόνι ἢ χαλάζῃ ἢ ἐξ ὕδατος κρυστάλλῳ, καὶ οὐκ ἤδη οὐδʼ αὐτοῦ προσήκοντος τοῖς ἐν Ἅιδου κατὰ τὴν ὀλοθρεύουσαν Στύγα τοὺς πίνοντας καὶ οὕτω προϊάπτουσαν αὐτοὺς Ἄϊδι, λοίσθιον ἐκεῖθεν σκύφον σπάσαντας. Ὅτι περὶ τοὺς προσεχῶς ῥηθέντας τόπους ἡ Κίρκη κελεύει τῷ Ὀδυσσεῖ βόθρον ὀρύξαι ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, ἤγουν εἰς πλάτος καὶ εἰς μῆκος, ὡς γενέσθαι αὐτὸν ἢ τετράγωνον ἰσόπλευρον κατὰ τὰς ἔνθα καὶ ἔνθα παραλλήλους πλευρὰς, ἢ στρογγύλον κατὰ τὸ, ἔνθα καὶ ἔνθα, ἤτοι πάντοθεν καὶ κύκλῳ πυγούσιον. ἀμφʼ αὐτῷ δὲ χοήν φησι πᾶσι νεκύεσσι, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέϊ οἴνῳ, τὸ τρίτον αὖθʼ ὕδατι ὡς εἶναι καὶ τοῦτο οἷον τριττύαν τινὰ ἢ τριττὺν, κατὰ τὴν τῶν θυομένων ζῴων. ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν, ὑποσχέσθαι τε τὰ ἐφεξῆς. Ἔστι δὲ πυγούσιος ὁ πηχυαῖος, μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς, ὁ πυγονιαῖος. καὶ κεῖται ἡ λέξις αὕτη παρὰ τῷ δειπνοσοφιστῇ, ἔνθα λέγει ὅτι ὄλμος καὶ ποτήριον, κερατίου τρόπον εἰργασμένον, ὕψος ὡς πυγονιαῖον. Καὶ σημείωσαι ὅτι ὄλμος οὐ μόνον σκεύους εἶδος τὸ σύνηθες οὗ χρῆσις καὶ ἐν Ἰλιάδι, ἀλλὰ καί τι ποτήριον. ἔστι δὲ πυγὼν τὸ ἀπὸ ἀγκῶνος μέχρι δακτύλων κεκαμμένων ὅ ἐστι συνεπτυγμένων διάστημα, ὅθεν καὶ οἱ ἐν Ἰλιάδι Πυγμαῖοι. αἰνίττεται δέ φασι διὰ τούτου ὁ λόγος τὸ μὴ ἀνεῖσθαι τοὺς τετελευτηκότας μήδʼ ἐπʼ ἐξουσίας εἶναι, ἀλλὰ μεμετρῆσθαι κατὰ τὸν σύμμετρον βόθρον, καὶ ὥσπερ ἔχεσθαι καὶ ἐγκεκλεῖσθαι καθὰ καὶ οἱ δάκτυλοι. Τὸ δὲ χοὴν χέεσθαι, τρόπος ἐστὶν ἐτυμολογίας. οἰκεῖον δὲ νεκροῖς ἡ χοὴ, οὐ μὴν ἡ σπονδὴ ἢ ἡ λοιβή. Μελίκρατον δὲ οἱ παλαιοὶ μίγμα φασὶ μέλιτος καὶ γάλατος ἐνταῦθα. οἱ μέντοι μεθʼ Ὅμηρον μέχρι καὶ ἐσάρτι κράμα μέλιτος καὶ ὕδατος τὸ μελίκρατον οἴδασι. Νηφάλιον δὲ πόμα καθὰ τὸ ἐξ ὕδατος, οὕτω καὶ τὸ ἐκ μέλιτος, ψυχαῖς πρέπον, καὶ ὅλως τοῖς ἐν Ἅιδου. διὸ καὶ ἄνω ἡλίῳ θύοντες Ἕλληνες κατὰ τὴν Φυλάρχου ἱστορίαν, ἣν παραδίδωσιν ὁ δειπνοσοφιστὴς, μέλιτος ἔσπενδον, οἶνον οὐ προσφέροντες τοῖς βωμοῖς, δεῖν λέγοντες τὸν πάντα περιπολοῦντα καὶ συνέχοντα ἀλλότριον εἶναι μέθης. οὕτω δήπουθεν πρέπειν καὶ τῷ κλυτοπόλῳ Ἀΐδῃ, οὗ δηλαδὴ κλυτὴ ἡ πανταχοῦ γῆς ἐπιπόλησις. Τὸ δὲ τῶν ἀλφίτων πάσμα νῦν μὲν ἐξαργεῖ πάντοθεν. τοῖς δὲ παλαιοῖς πάνυ σύνηθες ἦν εἰς ῥόφημα. Ἐνταῦθα δὲ ἡ ῥηθεῖσα χοὴ νεκρικός τις ἂν ῥηθείη κυκεών. Ὅτι τὸ, πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, οἰκεῖον ῥηθῆναι ὅτε μεσίται τισὶν εἶεν χαῦνοι καὶ ἀνωφελεῖς. Ἀμενηνὰ δὲ τὰ τοιαῦτα, ἐπειδὴ καὶ αἱ σκιαὶ ἀΐσσειν οἱ τοιοῦτοι ἐῤῥέθησαν. προϊὼν δὲ αὐτὸς ὁ ποιητὴς ἑρμηνεύσει πῶς ἀμενηνοὶ οἱ νεκροὶ, ἐν οἷς ἐρεῖ ὡς οὐκέτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν. Ὅτι οὐ θεοὺς μόνους τὰ δῶρα πείθει κατὰ τὴν παροιμίαν, ἀλλʼ ἤδη κατὰ τὴν ποίησιν καὶ νεκροὺς, εἴγε παραγγέλλεται πρὸς τῆς Κίρκης Ὀδυσσεὺς ἐλθὼν εἰς Ἰθάκην, στεῖραν βοῦν ἥτις ἀρίστη ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν. Τειρεσίῃ δʼ ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴῳ παμμέλανα, ὃς μήλοισι μεταπρέπει. Ἔστι δὲ τὸ Τειρεσίῃ ἀπάνευθεν ὄϊν ἱερεῦσαι μόνῳ, οἰκεῖον ῥηθῆναι ὅτε τις κατʼ ἐξαίρετον τῶν ἄλλων δωροδοκεῖ τινὰ οὐκ εὐόφθαλμον ἄνδρα ὁποῖός τις καὶ ὁ Τειρεσίας ἦν. Στεῖρα δὲ βοῦς θύεται τοῖς κάτω <!-- 1.394 -->οἰκείως διὰ τὸ ἄγονον, ὡς καὶ προεῤῥέθη. οὕτω δὲ καὶ ὄϊς οὐχʼ ἁπλῶς μέλας ἀλλὰ καὶ πάνυ μέλας. διὰ τὸ σκοτεινὸν τῶν ἐν Ἅιδου. Τὸ δὲ ὃς μήλοισι μεταπρέπει, οὐ πόῤῥω ἐστὶ τοῦ, τέλειος, κατὰ τὸ, αἰγῶν τε τελείων. Τὸ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, ὑποκαταβὰς οὕτω παραφράζει. αὐτὰρ ἐπῆν εὐχῇσι λίσση κλυτὰ ἔθνεα νεκρῶν. Τὸ δὲ ῥέξειν, κυριολεκτεῖσθαι δοκεῖ καὶ ἐπὶ νεκρῶν, καθὰ καὶ τὸ χοὴν χέεσθαι. διὸ φησίν· ἔνθα ὄϊν ἀρνειὸν ῥέζειν, θῆλύν τε μέλαιναν. οὕτω δὲ καὶ τὸ ἱερεύειν. οἷον· ὄϊν ἱερευσέμεν παμμέλανα. Καὶ ὅρα ὡς ἄῤῥην μὲν παμμέλας ὄϊς τῷ Τειρεσίᾳ, θῆλυς δὲ μέλαινα τοῖς λοιποῖς ἱερεύσεται, στεῖρα ἴσως καὶ αὐτὴ κατὰ τὴν ἀνωτέρω ῥηθεῖσαν βοῦν. Ἐν δὲ τῷ, πυρὴν ἐμπλησέμεν ἐσθλῶν, ἐσθλὰ λέγειν δοκεῖ, μέλι, ἄνθη, χλαίνας, ὅπλα, καὶ τοιαῦτά τινα ἐνιέμενα κατʼ ἔθος ταῖς νεκρικαῖς πυραῖς. Ἐν δὲ τῷ ὄϊν ἀρνειὸν, γενικὸν μέντοι ὁ ὄϊς, εἰδικὸν δὲ ὁ ἀρνειός. ὁμοίως τῷ βοῦς ταῦρος, καὶ, σῦς κάπριος. ὥσπερ δὲ ὑπὲρ γῆς ἀνερύονται μὲν ζῷα, ὅτε τοῖς ἄνω θύονται, κάτω δὲ κλίνονται τὴν κεφαλὴν ὅτε ῥέζονται τοῖς κάτω, οὕτω καὶ τὸν ῥηθέντα ἀρνειὸν ὄϊν καὶ τὴν μέλαιναν θῆλυν ῥέξει Ὀδυσσεὺς εἰς Ἔρεβος στρέψας διὰ τὸ ἐν δυσμαῖς Ἡλίου ταῦτα τελεῖσθαι. Σημείωσαι δʼ ἐνταῦθα καὶ ὅτι τὸ, ἔνθα ῥέζειν εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπὸ νόσφι τραπέσθαι, οἰκεῖον εἰπεῖν ὅτε ζημιωθείς τις πρός τινος εἶτα παραινεῖται μακρὰν γενέσθαι τοῦ ἀδικήσαντος, ἵνα μὴ κακῷ κακὸν προσλάβηται. Τὸν δὲ ἀρνειὸν ὄϊν καὶ τὴν θήλην ὑποκαταβὰς μῆλα συνήθως ὀνομάζει. Ὅτι ὁ παραθεὶς μὲν ἀγαθὰ εἰς ἀπόλαυσιν, κωλύων δὲ μετασχεῖν αὐτῶν πρός τινος ἑτέρου, ῥηθείη ἂν ἐοικέναι τῷ ποιητικῷ Ὀδυσσεῖ, ὃς ἐπεὶ ἔρεξε μῆλα καὶ πολλαὶ ψυχαὶ ἦλθον νεκύων εἶτα ξίφος ὀξὺ ἐρυσάμενος παρὰ μηροῦ ἐκάθητο μὴ ἐῶν αὐτὰς αἵματος ἐγγὺς ἐλθεῖν πρὸ τοῦ Τειρεσίου. Νεκυομαντικῆς δέ φασι γοητείας καὶ ταῦτα, δοκεῖ γὰρ τῆς τοιαύτης τερατείας ἡ ἐπαοιδὴ μόνη ἐλλείπειν παρὰ τῷ ποιητῇ, τὰ δὲ τῆς λοιπῆς τερθρείας ἐκτεθεῖσθαι ἀνελλιπῶς. Ὅτι καὶ ἐνταῦθα ἐπὶ τῆς Κίρκης, καθὰ καὶ ἐν τῇ ε ῥαψῳδίᾳ ἐπὶ Καλυψοῦς, κόσμον φράζει γυναικὸς ἐν τῷ, ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, λεπτὸν καὶ χαρίεν καὶ ἑξῆς. διὰ τὸ λογῶν συνήθως κατὰ τὸ πάντῃ ἀπαράλλακτον. δῆλον δὲ ὅτι τὸ χαρίεν οὐδέτερον παροξύνεται ἀναλόγως, καθὰ καὶ ἐν Ἰλιάδι δηλοῦται, καὶ ὅτι ἐκ τοῦ χάρις χάριτος οὐ μόνον χαρίεις καὶ χαρίεν, ἀλλὰ καὶ ὁ χαρίσιος. ὅθεν καὶ χαρίσιοι πλακοῦντες τινές. Ὅτι διέγερσις ῥαθυμούντων τὸ, μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον, ἀλλʼ ἴομεν. Ὅτι δὲ τὸ ἀωτεῖν ὕπνον καὶ ὡς τὸ ἴομεν λόγῳ κοινοῦ ἐνεστῶτος συστέλλει τὴν παραλήγουσαν, ἐῤῥέθη ἀλλαχοῦ. Ὅτι οὐδὲ μὲν οὐδὲ ἔνθεν περ ἤγουν ἐκ Κίρκης ἀπήμονας ἦγεν ἑταίρους ὁ Ὀδυσσεύς. Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τε λίαν ἄλκιμος ἐν πολέμῳ, οὔτε φρεσὶν ᾗσιν ἀρηρώς. ὃς ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης ψύχεος ἱμείρων τουτέστιν ἀναψύξαι θέλων καὶ αὔρας ἐπιθυμῶν διὰ τὸ ἐκ τῆς μέθης τυχὸν πνῖγος κατελέξατο οἰνοβαρείων. ὃ καὶ ἀλλαχοῦ ἐγράφη. κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας ἐξαπίνης ἀνόρουσε καὶ ἐκλελάθετο φρεσὶν ἄψοῤῥον καταβῆναι. ἤγουν ἰὼν ἐς κλίμακα μακρήν, ἀλλὰ καταντικρὺ τέγεος πέσεν, ἐκ δέ οἱ αὐχὴν ἀστραγάλων ἐάγη. ψυχή δʼ Ἄϊδόσδε κατῆλθεν. ὃ καὶ δώσει ἐν τοῖς ἑξῆς λαβὰς ἀστείου λόγου τῷ ποιητῇ. Πίπτει δὲ κατʼ ἀντικρὺ τέγεος ὁ Ἐλπήνωρ, ἐν ὑπαίθρῳ ἄνω κείμενος, διὰ τὸ τὰ δώματα μὴ κεραμωτὰ εἶναι, ἀλλʼ ὁποῖα καὶ νῦν ὡς εἰκὸς μυριαχοῦ ὧν ταῖς δοκοῖς γῆ ἐπαμᾶται, ὡς ἐντεῦθεν τὴν στέγην χρήσιμον εἶναι καὶ πρὸς τὸ ἐγκοιμᾶσθαι, καὶ εὐχερὲς εἶναι καταπίπτειν ἐκεῖθεν τοὺς μὴ νήφοντας. Τὸ δὲ κινυμένων ποιητικὸν ἐκτεῖνον καὶ τὴν ἄρχουσαν ὡς καὶ ἐν Ἰλιάδι. Τὸ δὲ ἀστραγάλων ἐάγη ὅ ἐστι σπονδύλων, ἀρχὴ τοῖς μεθʼ Ὅμηρον τοῦ εἰπεῖν ὡς ὁ δεῖνα κατεάγη τῆς κεφαλῆς. τὸ μέντοι κοινότερον ἐάγη ἀστραγάλους ἢ κεφαλήν. Ὅτι δὲ οὐκ ἐκ τοιούτων ἀστραγάλων ἀλλʼ ἑτεροίων καὶ ποίων ἐκείνων τὸ ἀστραγαλίζειν εἴρηται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται. οὕτω δὲ καὶ περὶ κλιμάκων, ὅτι καὶ πολεμικαί εἰσιν. ὧν ἐτυμολογία ἐκ τοῦ κλῶ κλίνω. οὐδεμιᾶς γὰρ κλίμακος ὄφελος, εἰ μὴ κλίνεται ἀλλὰ πάντῃ ὄρθιος ἵσταται. ὡς δὲ καὶ θεωρικὴ κλίμαξ ἐστὶν, εἰς τὴν Ἰλιάδα ζητητέον. Ὅτι δὲ καὶ κολαστήριος ἦν κλίμαξ καθὰ καὶ τροχὸς ἀναλεκτέον ἐκ τῶν παλαιῶν. οἱ δὲ ῥήτορες παράγωγον ἐξ αὐτῆς ἔχουσι σχῆμα τὸ κλιμακωτόν. ἔστι δʼ αὐτῆς ὑποκοριστικὸν τὸ κλιμάκιον. ἐξ οὗ καὶ ἀστέϊσμά τι ἐῤῥέθη τὸ ἐν τοῖς μετὰ ταῦτά που ῥηθησόμενον. ἐκεῖθεν δὲ καὶ αἱ παρὰ <!-- 1.395 -->τῷ δειπνοσοφιστῇ κλιμακίδες, γυναῖκες ἐκεῖναι κολακίδες λεγόμεναι οὕτως, ἐπεὶ ἀρεσκευόμεναί φασι ταῖς μεταπεμψαμέναις αὐτὰς ἐνδόξοις γυναιξὶ, κλίμακα ἐξ ἑαυτῶν ἐποίουν οὕτως, ὥστε ἐπὶ νώτοις αὐτῶν ἀνάβασιν γίνεσθαι καὶ κατάβασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν ὀχουμέναις. τοιοῦτον δέ τι καὶ ἡ νῦν γενεὰ ποιεῖ, ὅτε ὁ κελητίζων οὐ δύναται ῥᾷον ἀναβῆναι εἰς τὴν ἐφεστρίδα. κατακύψαντος γάρ τινος ἡ ῥάχις αὐτοῦ εἰς ἀναβολέα σχεδιάζεται τῷ κέλητι. Ὅτι δὲ ἡ κλίμαξ καὶ σύμβολον ὑποβάλλει τύχης ἀστατούσης διὰ τὸ τοὺς μὲν ἀνάγειν ὑψοῦ κατʼ εὐπραγίαν, τοὺς δὲ ἀνάπαλιν ταπεινοῦν, ἐδήλωσεν ὁ σοφὸς Πιττακὸς, ὃς ἐν Μιτυλήνῃ ἀνετίθει ἐν τοῖς ἱεροῖς κλίμακας, αἰνιττόμενός φασι τὴν ἐκ τύχης ἄνω καὶ κάτω μετάπτωσιν, ὡς τῶν μὲν εὐτυχούντων ἀνιόντων, καταβαινόντων δὲ τῶν ἄλλως πασχόντων. Σημείωσαι δὲ ὅτι, ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, ἐπὶ Θερσίτου καὶ ἀφελῆ τινὰ πρόσωπα καὶ οὐ πάνυ σπουδαῖα εἰς Τροίαν ἐστρατεύσατο. οἷος δή τις καὶ ὁ Ἐλπήνωρ ἐνταῦθα, ὃν Ὅμηρος οὐκ ἐθέλων σφοδρῶς κακολογεῖν προάγει τὸν περὶ αὐτοῦ λόγον ἀποφατικῶς εἰπὼν, οὔτε ἀνδρεῖον πάνυ οὔτε φρενήρη αὐτὸν εἶναι. πολυμαθείας δὲ χάριν οἱ παλαιοὶ καὶ τοιαῦτα παρενείρουσιν οἷς γράφουσιν, ἵνα καὶ τοιούτων εὐπορία τις γένοιτο τοῖς ἱστορεῖν ἐθέλουσιν, ἐκεῖθεν τὸν μωρὸν οἴδαμεν σάνναν καλεῖσθαι ὡς ἀπό τινος κυρίου ὀνόματος. καὶ παράγεται Κρατῖνος, κωμῳδῶν τοιοῦτον, τὸν Θεοδοτίδην σάνναν. ἐξ ἐκείνων δὲ καὶ κοροίβους τινὰς ἀποσκώπτομεν, μαθόντες τινὰ Κόροιβον εὐήθη Μυγδόνα Φρύγα τὸ γένος ὕστατον τῶν ἐπικούρων ἀφικόμενον τῷ Πριάμῳ διʼ εὐήθειαν. οὕτως ἔγνωμεν καὶ τὸν ἄφρονα Μαργίτην τὸν ἀπὸ τοῦ μαργαίνειν ὅ ἐστι μωραίνειν. ὃν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ὁμήρου Μαργίτην ὑποτίθεται εὐπόρων μὲν εἰς ὑπερβολὴν γονέων φῦναι, γήμαντα δὲ μὴ συμπεσεῖν τῇ νύμφῃ ἕως ἀναπισθεῖσα ἐκείνη τετραυματίσθαι τὰ κάτω ἐσκήψατο. φάρμακόν τε μηδὲν ὠφελήσειν ἔφη, πλὴν εἰ τὸ ἀνδρεῖον αἰδοῖον ἐκεῖ ἐφαρμοσθείη. καὶ οὕτω θεραπείας χάριν ἐκεῖνος ἐπλησίασεν. ὁμοίως καὶ τὸν Μαμμάκουθον, καὶ τὸν Μελιτίδην, καὶ τὸν Ἀμφιετίδην, οἳ διαβόητοι ἐπὶ μωρίᾳ ἦσαν, ὧν ὁ Μελιτίδης ἀριθμεῖν τε μὴ ἐπίστασθαι λέγεται εἰ μὴ ἄχρι τῶν πέντε, καὶ ἀγνοεῖν πρὸς ὁποτέρου τῶν γονέων ἀποκυηθείη, καὶ νύμφης μὴ ἅψασθαι, εὐλαβούμενος τὴν πρὸς μητέρα διαβολήν. ὥσπερ δὲ τούτους ἡ ἱστορία λόγου ἠξίωσεν ἐν οἷς καὶ τὸν τὰ κύματα μετροῦντα Πολύωρον, καὶ τὸν ἐν τῷ καθεύδειν θέμενον ὑδρίαν κενὴν ὑγροῦ πρὸς τῇ κεφαλῇ, καὶ θλιβούμενον τῇ σκληρότητι, καὶ διὰ τοῦτο ἄχυρα παραβύσαντα καὶ τὸ σκεῦος πλήσαντα ἵνα οἱ δῆθεν μαλακὸν εἴη προσκεφάλαιον, οὕτω παρέπληξε ἑαυτῇ καὶ τοὺς ἔμπαλιν πονηροτάτους. ὁποῖος τοὔνομα μὲν Ἀχαιός. τὸ δὲ ἐπίθετον καλλικῶν ἤγουν, ὡς εἰπεῖν, καλὸς εἰς τὸ κοεῖν ἤγουν νοεῖν, ἀναλόγως τῷ ἀμνοκῶν. ἤγουν ὁ ἀμνὸς τὰ ἐς νοῦν. ὅ πέρ ἐστι προβατώδης καὶ εὐήθης. ἦν δὲ καὶ προδότης ὁ καλλικῶν. προσιστορεῖται δὲ καὶ Φρυνώνδας, πανοῦργος καὶ κακοήθης, καθὰ καὶ οἱ ἐν τοῖς ἐφεξῆς δηλωθησόμενοι Εὐρύβατοι. ὁμοίως δὲ καὶ οἱ κέρκωπες, ἀφʼ ὧν καὶ ἀγορὰ καλουμένη κερκώπων Ἀθήνῃσιν ἐν Ἡλιαίᾳ καὶ παροιμία, κερκωπίζειν. καὶ μὴν αὐτὸ εἰρῆσθαι φασί τινες ἀπὸ ζῴων προσσαινόντων τῇ κέρκῳ. Ἰστέον δὲ ὅτι οἱ ῥηθέντες σπόνδυλοι καὶ διὰ τοῦ φ ἐλέγοντο σφόνδυλοι, ὧν παράγωγον ἐν Ἰλιάδι οἱ σφονδύλιοι. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται καὶ ὅτι σφονδύλη, ῥίζα ὁμοία σιλφίῳ. καὶ σφόνδυλος, ἡ δικανικὴ ψῆφος. Ὅτι ἀπόγνωσιν φράζει ἐπανόδου τῆς εἰς τὰ οἰκεῖα τὸ φάσθε νύ που ἤγουν λέγετε ἴσως, οἶκονδε φίλην ἐς πατρίδα γαῖαν ἔρχεσθαι. ἄλλην δʼ ἡμῖν ὁδὸν τεκμήρατο ὁ δεῖνα. τοῖς δὲ τοῦτο μαθοῦσιν οἰκεῖον τὸ, τοῖσι δὲ κατεκλάσθη φίλον ἦτορ. ἑζόμενοι δὲ καταῦθι γόων τίλλοντό τε χαίτας. εἰ δὲ ἀναγκαίως ὅμως αὐτοὶ πορεύοιντο, καλὸν ἐπαγαγεῖν καὶ τὸ, ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν, ᾔομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες. Γίνεται δὲ τὸ ᾔομεν, ἀπὸ τοῦ ἐΐω ἠΐομεν παρατατικός. καὶ ἐν συναιρέσει, ᾔομεν, καθὰ καὶ πρὸ ὀλίγων, ᾔομεν ὡς ἐκέλευσες ἀνὰ δρυμά. Ἐν δὲ τῷ, ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη, σημείωσαι ὅτι καθάπερ ἐν τῷ, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν, οὕτω καὶ νῦν ἀναπεμφθέντος τοῦ τόνου, συνεστάλη ἡ λήγουσα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-acj`.
