---
title: "Commentary on Homer's Odyssey: Book I"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Α"
author: Eustathius of Thessalonica
eul_wid: xpw-aca
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-1-xpw-aca"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:faefea6c95a2204d3057fa1cab69c880f800ee26be2c7a24e7638ec2ef5f9121"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Odyssey: Book I

*Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν, Α*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-aca` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-odyssey-book-1-xpw-aca)

## Text

<!-- 1.1 -->

ΠΡΟΟΙΜΙΟΝ.

Πικροὶ τὴν Ὀδύσσειαν καθὰ καὶ τὴν Ἰλιάδα εἰλήχασι λογισταὶ, καὶ μᾶλλον ταύτην ἤ περ ἐκείνην διασπαράττουσι. δίδωσι δὲ λαβὰς ἐκείνοις τὸ καὶ ἐνταῦθα πολὺ τοῦ μυθώδους. καὶ τοῦτο διαβάλλοντες ἐκεῖνοι, συνεκβάλλουσι τῷ μύθῳ καὶ τὴν ἀλήθειαν, διὰ τὸ τοῦ ψεύδους παρένθετον ὑπόπτως ἔχοντες καὶ πρὸς τὴν ἱστορίαν αὐτήν. χρὴ δὲ οὐχʼ οὕτω ποιεῖν, ἀλλὰ τὸ ἔργον σκοπεῖν τῆς ποιήσεως, ἐκεῖνο εἰδότας, ὡς ἄρα νόμος τοῖς ποιηταῖς μὴ γυμνὴν τὴν ἱστορίαν ἐκτίθεσθαι, ἀλλὰ μύθοις καταπυκάζειν. ὧν τοὺς μὲν, ὑπʼ ἄλλων ἤδη πλασθέντας ἀναλέγονται, τοὺς δὲ καὶ αὐτόθεν προσαναπλάττονται. δέδοται γὰρ κατὰ τοὺς τεχνογράφους τῇ ποιήσει καὶ τερατεύεσθαι, ὡς ἂν ἐκ τούτων ἡδονὴν τὲ ἅμα τοῖς ἀκροαταῖς καὶ ἔκπληξιν ἐμποιήσειεν. οὕτω τοίνυν καὶ ὁ ποιητὴς πολλαχοῦ, ὥς φασιν οἱ παλαιοὶ, τοῖς ἱστορουμένοις ὁμολογῶν, παραπλέκει καὶ μύθους. καὶ τοῖς θρυλλουμένοις ἀληθέσι, προστίθησί τι καὶ τῶν οὐκ ἀληθῶν. ἑκὼν ἑαυτῷ ἐνιστῶν τὴν τοῦ ἀδυνάτου γραφήν. καὶ οὐ πάντῃ πρὸς πλάσμα διασκευάζει καὶ μύθους, ἀλλὰ κατʼ αὐτὸν φάναι, πολλὰ ψεύδεα λέγει ἐτύμοις ὁμοῖα, ὅθεν ἄν τις οὐδὲ ἴδοιτο. πολλὰ μέντοι καὶ οὐ πάντα ψεύδεται. οὐ γὰρ ἂν ἔτι ἐτύμως ὁμοῖα ἡ ποίησις φθέγγοιτο ἐὰν ψευδῆ πάντα εἴη συνείρουσα. αὐτίκα τῆς Ὀδυσσέως πλάνης τὸ πολὺ, περὶ Σικελίαν γενέσθαι καὶ Ἰταλίαν καὶ ἐπέκεινα τεθρύλληται συμφώνως τῷ ποιητῇ. καὶ τοῦτο δηλοῖ δίχα πολλῶν ἄλλων, καὶ ὁ τῆς ἱστορίας Λατῖνος, καὶ ὁ Αὔσων, οἱ ἐξ Ὀδυσσέως καὶ Κίρκης κατά τινας. οἳ καὶ τῆς ὁμωνύμου αὐτοῖς χώρας ἐκράτησαν, καὶ ἀφʼ ἑαυτῶν τὰ ἔθνη ἐκάλεσαν. ὁμολογεῖ δὲ τούτοις καὶ ἡ ἐν Ἰβηρίᾳ πόλις Ὀδύσσεια. καὶ ὁ ἐν παροιμίαις Τεμέσιος ἥρως ὁ βαρύμηνις, εἷς τῶν Ὀδυσσεῖ συμπλευσάντων ἑταίρων, ἐν Τεμέσῃ τῇ Ἰταλικῇ τιμώμενος. καὶ οὕτω μὲν οὐκ ἔστιν ἀμφιβαλεῖν ὅτι ἐκεῖ τὰ πλείω πεπλάνηται Ὀδυσσεύς. ὁ δέ γε ποιητὴς, ἔστιν ἃ τῆς τοῦ Ὀδυσσέως πλάνης καὶ ἐξωκεανίζων φαίνεται, ὡς ἐν τοῖς ἑξῆς φανερῶς δειχθήσεται. φυλάττων μὲν καὶ τὰ τῆς ἱστορίας, προστιθεὶς δὲ καὶ τερατολογίαν ποιητικήν. καὶ ποιήσεως νόμῳ, τὸ ψεῦδος τῇ ἀληθείᾳ παραμιγνύς. καὶ τὰ μὲν διδάσκων, τὰ δὲ ἐκπλήττων ἢ καὶ ψυχαγωγῶν. οὕτω δὲ καὶ τὸν Αἰόλον καὶ τοὺς Κιμμερίους καὶ τὰ κατὰ τὴν Καλυψὼ ἐξ ἱστοριῶν ἀληθῶν ἐρανισάμενος ὡς δειχθήσεται, προσεπιτίθησί τι καὶ τερατολογίας. πῇ μὲν, ἐκτοπίζων τὰ ἱστορούμενα καὶ μετακινῶν αὐτὰ ἐξ ἄλλων τόπων εἰς ἄλλους. πῇ δὲ, τὰς ἰδιότητας τῶν ἱστορουμένων προσαύξων καὶ μετάγων εἰς τὸ παραδοξότερον. ἐκτοπίζων μὲν, ὡς ὅτε τοὺς Κιμμερίους τὸ ἀληθῶς βόρειον ἔθνος, εἰς τοὺς ἑσπερίους τόπους τοὺς πρὸς τῷ Αἵδῃ μετάγει ψευδῶς. καὶ τὴν τῆς Καλυψοῦς δὲ νῆσον, εἰς Ὠκεανὸν μετατίθησι. τὰς δὲ ἰδιότητας ἐπαυξάνων, ὡς ὅτε τοὺς Λαιστρυγόνας ἀγρίους ἄλλως ὄντας, αὐτὸς καὶ ἀνθρωποφαγοῦντας ποιεῖ. καὶ τὸν Αἰόλον δὲ τεχνίτην ὄντα τοῦ πλέειν, ἐγκατακλείειν τοὺς ἀνέμους φησίν. οὐ ψευδόμενος πάντῃ, ἀλλʼ ὑπερβάλλων τὸ ἱστορούμενον. ψεῦδος γὰρ ἁπλῶς διόλου τῆς Ὁμήρου καταγνῶναι ποιήσεως, πάντῃ ψευδές. ψεῦδος γὰρ τοιοῦτον, οὐδʼ αὐτὸς ἐρεῖ, εἴποι ἂν αὐτός. μάλα γὰρ πεπνυμένος ἐστίν. ἀκούσοι γὰρ ἂν, ὃ καὶ Ὀδυσσεὺς παρὰ τῷ Εὐμαίῳ. τί σε χρὴ τοῖον ἐόντα, μαψιδίως ψεύδεσθαι; ὡς τόγε ἄλλως μὴ μαψιδίως ἀλλʼ ἐν δέοντι ψεύσασθαι, ἐπιτηδευτέον ποτὲ καὶ οὐ ψεκτέον τοῖς γε ἐχέφροσι. τὸν γοῦν Αὐτόλυκον, ὅρκῳ κεκοσμῆσθαι φησίν. ὅ ἐστι, τὸ ψευδέσιν ἐντέχνως ὅρκοις σοφίζεσθαι. καὶ αὐτὸν δὲ τὸν Ὀδυσσέα φανερῶς εἰσάγει ψευδόμενον, ἔν τε τοῖς πρὸς τὸν Εὔμαιον τὸν δοῦλον λόγοις, καὶ ἐν ἄλλοις. οὔκουν οὔτε πάντα ψευδόμενον ὑποληπτέον τὸν ποιητὴν, οὔτε μὴν πάντα φθεγγόμενον πρὸς ἀλήθειαν. ἀλλὰ τῷ ἀληθεῖ καὶ ψεύδους τι παραπλέκοντα, καθὰ καὶ τῷ Πολυβίῳ δοκεῖ ὃς τῇ τοῦ· Ὀδυσσέως πλάνῃ καθὰ καὶ τῷ Ἰλιακῷ πολέμῳ μικρά φησι τὸν ποιητὴν προσμυθεύσασθαι. καὶ ταῦτα μὲν οὕτω. Ἠθικωτέρα δὲ τῆς Ἰλιάδος κατὰ τὴν παλαιὰν ἀλήθειαν ἐστὶν ἡ Ὀδύσσεια ὅ ἐστιν, γλυκυτέρα τὲ καὶ <!-- 1.2 -->ἀφελεστέρα. ἤδη δὲ καὶ ὀξυτέρα διὰ τὰ ἐν φαντασίᾳ ἐπιπολαίου ἀφελείας βάθη τῶν νοημάτων, ὡς οἱ τεχνικοὶ λέγουσι. τοῦτο γάρ ἐστιν ὀξύτης ῥητορικὴ, νοημάτων βαθύτης ἐν ἐπιπολαζούσῃ ἁπλότητι. Ἰστέον δὲ ὅτι πάνυ γλίσχρα τὰ τῆς ὑποθέσεως ἐν τῷ βιβλίῳ τούτῳ, καὶ ἄσπορα, καὶ ὀλιγόϋλα. καὶ εἰ μὴ ὁ ποιητὴς ἐξεύρισκεν, οἷος αὐτὸς, μηχανὰς πλατυσμοῦ τῇ ποιήσει ἄλλοτε ἄλλας, οἷον, τὸν τοῦ Τηλεμάχου πλοῦν. τὴν παρὰ τοῖς Φαίαξι μακρὰν ἀδολεσχίαν. τὰ παρὰ τῷ Εὐμαίῳ λαμπρὰ ψεύσματα καὶ τὰ ἄλλα, ἐν στενῷ κομιδῆ ἔκειτο αὐτῷ τὰ τῆς κατὰ ποίησιν διασκευῆς. Ὁ δʼ ἀλλὰ ταῦτα καὶ τοιαῦτα πολλὰ τεχνασάμενος, τὴν στενὴν ἀτραπὸν τῆς τοῦ βιβλίου περιπετείας, εὐρύναι πρὸς πεδιάδα λογογραφίας ἐξίσχυσε. καὶ ὡς ἐκ χειμαῤῥώδους λιβάδος, πλήθοντας ῥητορείας ἐξέῤῥευσε ποταμούς. ὁποῖοι οὐχήκιστα καὶ τὴν Ἰλιάδα περιλιμνάζουσιν. εἰ καί τις Τιμόλαος, ὁ εἴ τε Λαρισσαῖος εἴ τε Μακεδὼν εἴ τε καὶ ἄμφω, λειψυδρίαν οἷον ἐκεῖ καταγνοὺς τοῦ ποιητικοῦ Ὠκεανοῦ, ὠχετήγησε μισγαγκείας τινὸς δίκην, σιέλους ὥσπέρ τινας ἢ μύξας τὰ παρʼ ἑαυτοῦ. λέγεται γὰρ ὅτι παρενέβαλε τῇ Ἰλιάδι ἐκεῖνος, στίχον πρὸς στίχον. ἐπιγράψας τὸ σύγγραμμα, Τρωϊκά. οἷον, μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος,

  
ἣν ἔθετο Χρύσου κεχολωμένος εἵνεκα κούρης. οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε μαρναμέ-  
  
νοις ὅ τε Τρωσὶν ἄτερ πολέμιζον ἄνακτος. πολλάς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν, Ἕκτορος ἐν  
  
παλάμῃσι δαϊζομένων ὑπὸ δουρί. καὶ οὕτω μὲν ὁ εἰρημένος Τιμόλαος τὴν Ὁμηρικὴν Ἰλιάδα, ὡς οἷον  
ὀνθυλεύσας ἐλίπανε. Τρυφιόδωρος δέ φασιν ἀνάπαλιν αὐτοῦ δραμὼν, Ὀδύσσειαν λειπογράμματον ποιῆσαι ἱστόρηται, ἀπελάσας αὐτῆς τὸ σίγμα. τάχα μὲν, οὕτω τηνάλλως. ἴσως δὲ, καὶ ἵνα μὴ ψελλὸς ὢν, ἀχρειοῖ τὴν λαλιὰν διʼ αὐτοῦ. καθὰ καὶ οἱ τραυλίζοντες, ἀπέχονται τοῦ ρ στοιχείου, ἵνα μὴ ὁ τραυλισμὸς αὐτοὺς ἐλέγχῃ. ὅτι δὲ ὁ τοῦ σίγμα ἦχος καὶ ἄλλως λυπεῖν οἶδεν ἀκρόασιν διὰ τὸ συχνὸν τοῦ σιγμοῦ ὅτε στοιβάζεται ὡς ἐν τῷ, ἔσωσά σʼ ὡς ἴσασι καὶ ἑξῆς τὸ τοῦ Εὐριπίδου, δηλοῖ καὶ ὁ πρός τινα ἐν διπλασιασμοῖς τοῦ τ ἀττικίζοντα, εἰπὼν, ὡς εὖ γέ σοι ὅτι ἀπήλλαξας ἡμᾶς τῶν σιγμάτων Εὐριπίδου. καὶ ταῦτα μὲν τοιαῦτα. ὁ δὲ τοιοῦτος ποιητής. ὁ λόγῳ πλουτῶν. οὗ φράσαι ἀμείνων οὐδείς. ὁ διασκευάσαι δεινότατος. ὁ διηγήσασθαι πιθανώτατος. ὁ πάσης τῆς ἐν λόγοις τέχνης καθηγητής. ἐξ οὗ οἷά τινος ὠκεανοῦ, πάντες, ποταμοὶ καὶ πᾶσαι λογικῶν μεθόδων πηγαὶ, ὅμως οὐδʼ αὐτὸς ἐξέφυγε παρεγγράπτου γραφὴν συγγραφῆς. φασὶ γὰρ Ναυκράτην τινὰ ἱστορῆσαι, ὡς ἄρα Φαντασία γυνὴ Μεμφῆτις, σοφίας ὑποφῆτις, Νικάρχου θυγάτηρ, συντάξασα τόν τε ἐν Ἰλιάδι πόλεμον καὶ τὴν Ὀδυσσέως πλάνην, ἀπέδοτο τὰς βίβλους εἰς τὸ κατὰ Μέμφιν τοῦ Ἡφαίστου ἄδυτον. ἔνθα τὸν ποιητὴν ἐλθόντα, λαβεῖν παρά τινος τῶν ἱερογραμματέων ἀντίγραφα, κἀκεῖθεν συντάξαι τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν. ὅτι δὲ ἢ Αἰγύπτιος ὁ ποιητὴς ἢ εἰς Αἴγυπτον φοιτήσας ἐμαθήτευσε τοῖς ἐκεῖ, ἱστοροῦσι τινές. καὶ ἐν τῷ περὶ τῶν πλαγκτῶν δὲ λόγῳ ἐν τοῖς ἑξῆς τοῦ βιβλίου τούτου τεθήσεταί τις ἱστορία τούτου δηλωτική. σωφροσύνη δὲ τῆς ποιήσεως ταύτης ὁ κεφαλαιωδέστατος σκοπός. καὶ φιλανδρίαν δὲ παιδεύει ἔννομον τὸ βιβλίον τοῦτο, προθέμενον τὴν Πηνελόπην εἰς ἀμφοτέρων ἀρχέτυπον. ἤδη δὲ καὶ ἀδικίας ἀπέχεσθαι ὑποτίθησιν, οἷς τοὺς μνηστῆρας οὐ δίκαια πλημμελοῦντας, ἀπαλλάττεσθαι οὐκ εὖ ἱστορεῖ. ὅσα δὲ καὶ ἄλλα σποράδην ὁ ποιητὴς παιδεύει νόμῳ οἰκείῳ, βιωφελὴς γὰρ πᾶσα ποίησις, τὰ κατὰ μέρος τοῦ βιβλίου διδάξουσιν. ἀναπληροῖ δέ πως καὶ τὴν Ἰλιάδα ἡ βίβλος αὕτη. ἃ γὰρ ὁ ποιητὴς ἐκεῖ ἐνέλιπεν, ἐνταῦθα προσανεπλήρωσε. καὶ ἔστιν ἐνταῦθα δίχα τῶν ἄλλων, Ἀχιλλέως τὲ θάνατον εὑρεῖν τὸν ἐκεῖ σιγηθέντα. καὶ Αἴαντος τοῦ τε μεγάλου καὶ τοῦ Λοκροῦ ἅπερ ἐκεῖ οὐκ ἔγνωμεν. καὶ ἀριστείαν Νεοπτολέμου. καὶ δόλον Ὀδυσσέως ὅτε Τρώων πόλιν κατέδυ. καὶ τὰ κατὰ τὸν δούρειον ἵππον. καὶ ἄλλα ὧν οὐδὲν ἀριδήλως τῇ Ἰλιάδι ἐντέθειται. καὶ ὅλως, καρύκευμά τι τῷ ποιητῇ ἐνταῦθα τὰ τῆς Ἰλιάδος ἐστὶν ἐλλείμματα. ἔσται δὲ ἡμῖν κἀνταῦθα ὡς καὶ ἐν τῇ Ἰλιάδι τῆς μεταχειρίσεως ἡ ἐπιβολὴ, οὐ κατὰ ἐξήγησιν ἧς ἄλλοις ἐμέλησεν, ἀλλὰ κατʼ ἐκλογὴν τῶν χρησίμων τοῖς ἐπιτρέχουσι καὶ μὴ ἐν εὐχερεῖ ἔχουσιν ἑαυτοὺς ἐπαφιέναι τῷ τῆς ποιήσεως πλάτει σχολαίτερον. πολλὰ δὲ τῶν τῇ Ὀδυσσείᾳ ἐγκειμένων ἐν ταῖς τοιαύταις παρεκβολαῖς σεσίγηνται, διὰ τὸ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἱκανῶς εἰρῆσθαι περὶ αὐτῶν. ἀρχὴ δὲ τῶν Ὀδυσσειακῶν παρεκβολῶν ἐντεῦθεν.

<!-- 1.3 -->

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Α. ΟΜΗΡΟΥ ΟΔΥΣΣΕΙΑΣ.

Θεῶν ἀγορὰ γίνεται, περὶ τοῦ τὸν Ὀδυσσέα εἰς Ἰθάκην πεμφθῆναι ἀπὸ τῆς Καλυψοῦς νήσου. μεθʼ ἣν ἡ Ἀθηνᾶ εἰς Ἰθάκην παραγίνεται πρὸς Τηλέμαχον, ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. γενομένης δὲ ὁμιλίας, παραινέσασα ἡ Ἀθηνᾶ Τηλεμάχῳ παραγενέσθαι διὰ τὴν τοῦ πατρὸς ζήτησιν, ἐς Πύλον μὲν πρὸς Νέστορα, εἰς Σπάρτην δὲ πρὸς Μενέλαον, ἀπαίρει ἔμφασιν δοῦσα ὡς θεὸς εἴη, καὶ τῶν μνηστήρων γίνεται εὐωχία.

ΟΔΥΣΣΕΙΑΣ Α. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ὅτι ἡ μὲν Ἰλιὰς, ὡς καὶ ἐν τοῖς ἐκεῖ ἐδηλώθη, ἐκ τόπου τῆς Ἰλίου ἔσχε τὴν ἐπιγραφὴν, ὡς τὰ κακὰ περιέχουσα ὁπόσα ἐν τῷ καιρῷ τῆς μήνιδος περὶ τὴν Ἴλιον συνέπεσον οὐ μόνον τοῖς Ἰλιεῦσιν, ἀλλὰ καὶ μάλιστα τοῖς Ἕλλησι τοῖς μὴ τοσούτοις πρὸ τούτου πίπτουσιν, ὡς καὶ ὁ ποιητὴς ἐπισημαίνεται, λέγων· ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκεν. εἰ καὶ ἄλλως νόμῳ πολέμου πολλαὶ ἴφθιμοι ψυχαὶ καὶ Τρωϊκῶν ἡρώων εἰς Αἵδου ᾤχοντο. ἡ δὲ Ὀδύσσεια, φανερῶς ἐξ ὡρισμένου προσώπου τοῦ Ὀδυσσέως δηλαδὴ, ἐπιγέγραπται. ὃς μόνος ἐνταῦθα τὴν ὅλην ποίησιν συνιστᾷ. προπαροξύνεται δὲ ἡ λέξις, ὁμοίως τῷ ἱερεὺς ἱέρεια. βασιλεὺς βασίλεια. εἰ καὶ ἄλλως κατὰ λόγον κτητικοῦ παροξύνεσθαι ὤφειλεν. ἠκολούθησε δὲ μάλιστα ὁ τόνος τῆς ῥηθείσης λέξεως, τῷ πατρόκλεια. δολώνεια. καὶ τοῖς ὁμοίοις. περὶ ὧν ἀκριβέστερον ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. Ὅτι ὁμοιοσχήμων μὲν ἥ τε τῆς Ἰλιάδος εἰς βολὴ καὶ ἡ τῆς Ὀδυσσείας, Μοῦσαν τὲ ἐπικαλουμένη, καὶ τὴν κλῆσιν προστακτικῶς σχηματίζουσα. ἐκπέφευγε δὲ ἄλλως πολυτρόπως τὸ τοῦ σχηματισμοῦ ὁμοειδές. ἐκεῖ μὲν γὰρ, ὁ ποιητὴς ἄειδε θεὰ, ἐνταῦθα δὲ ἔννεπε Μοῦσα φησιν. οὐ μόνον τοῖς ῥήμασι ποικιλλόμενος, ἀλλὰ καὶ φράζων σαφέστερον. ὁ γὰρ ἁπλούστερος ἀκροατὴς ζητήσῃ ἂν ἐν τῇ καταρχῇ τῆς Ἰλιάδος, ποίαν Ὅμηρος λέγει θεάν. καὶ ἐὰν Μοῦσαν ἀκούσῃ, πάλιν προσεκζητήσει ποίαν ταύτην ἐκ τῶν ἐννέα. διπλῆν ἀπορίαν προϊσχόμενος. ἐνταῦθα μέντοι ἔννεπε Μοῦσα εἰπὼν ὁ ποιητὴς, καὶ οὕτω τὴν τοῦ ἀκροατοῦ ἐκείνην ζήτησιν ἡμισεύσας, σαφέστερον ἔφρασεν. ἐπεὶ καὶ προσεχέστερον τῷ ποιητικῷ σκοπῷ τὸ Μοῦσα ἤπερ τὸ θεά. ἧς δὴ Μούσης, παράγωγον περιεκτικὸν, τὸ μουσεῖον, καθὰ καὶ τῆς ᾠδῆς, τὸ ᾠδεῖον. καὶ τῆς σχολῆς, τὸ σχολεῖον. εἰ δὲ προιὼν ἐρεῖ, θεὰ θύγατερ Διὸς εἰπὲ καὶ ἡμῖν, σαφήνειαν ἔχει καὶ ἐκεῖ ὁ λόγος διὰ τὸ, θύγατερ Διὸς, ὡς ἐκεῖ ῥηθήσεται. Ἔτι καὶ ἄλλως διαφόρως ἐσχημάτισται τὰ τῶν βιβλίων προοίμια ἐν τῷ, μῆνιν ἄειδε, καὶ, ἄνδρα ἔννεπε. καὶ ἡ διαφορὰ, οὐ μόνον κατὰ τὰ ῥήματα τὸ ἄειδε καὶ τὸ ἔννεπε. καὶ κατὰ τὰ γένη, τὸ μῆνιν καὶ τὸ ἄνδρα, ἀλλὰ καὶ κατὰ τὴν δράσιν καὶ πεῖσιν. ἡ μὲν γὰρ μῆνις ἐκεῖ, δραστική. ἔθηκε γὰρ μυρία ἄλγεα. ὧδε δὲ, ὁ ἀνὴρ πολλὰ ἔπαθεν ἄλγεα. Καὶ σημείωσαι ἐν τούτοις ὅτι ταυτὸν μυρία εἰπεῖν ἄλγεα καὶ πολλὰ, ἢ μάλα πολλά. Ἔτι διαφέρουσι καὶ καθότι ἐκεῖ μὲν, ἄειδε φησὶν ἁπλῶς, ἐνταῦθα δὲ ὡς ὡρισμένως, ἔννεπέ μοι. ἴσθι δὲ ὅτι τὸ μὲν ἄειδε, ἀφορμὴν δέδωκεν εἰς τὸ λέγεσθαι ᾠδὰς τὰ ποιήματα. ἐκ δὲ τοῦ ἔννεπε, ἀρχὴ ἐνδέδοται τοῖς καλοῦσι τοὺς ἡρωικοὺς στίχους, ἔπη. καὶ ἐποποιοὺς, τοὺς ποιητάς. νεωτέρων δὲ ἡ τοῦ ἔπους χρῆσις ἐπὶ τῶν ποιητικῶς μετρούντων. Ὅμηρος γὰρ ὡς διʼ ὅλης τῆς αὐτοῦ ποιήσεως φαίνεται, τὸν ἁπλῶς λόγον ἔπος φησίν. οἷον. ποῖόν σε ἔπος φύγε. καὶ τὸ, ἔπεα πτερόεντα. Ὅτι δὲ τὰ ἑξάμετρα οὐ πάνυ ἠξίουν ἔπη καλεῖσθαι, δηλοῖ ὁ ἐν ῥητορικῷ λεξικῷ εἰπὼν ὡς ἀντέκειτο ὁ ἐποποιὸς τῷ μελοποιῷ. καὶ ἡρῷα ἔλεγον οὐκ ἔπη, τὰ ἑξάμετρα. Σημείωσαι δὲ ὅτι κἀνταῦθα ὁ ποιητὴς προγράψας θεὰν τῆς ἑαυτοῦ ποιήσεως καθὰ καὶ ἐν Ἰλιάδι, καὶ τῇ ταύτης ἐπικλήσει μουσόληπτος ὑπονοηθεὶς, καὶ φαντάσας θεόφθεγκτα λαλεῖν, ἀφορμὴν ἐνδέδωκε τῷ καλῷ λυρικῷ, γνωματεύσασθαι ὡς ἄρα χρὴ ἀρχομένου ἔργου, πρόσωπον θεῖναι τηλαυγές. οὕτω γὰρ καὶ αὐτὸς Ὅμηρος, τηλαύγειαν τῶν αὐτῶν ποιήσεων προέγραψεν, οἷς τὲ θεῖα πρόσωπα τούτων προλάμπει, καὶ οἷς ἡρωϊκὰς πράξεις τὲ καὶ πάθη καθιστορῆσαι προεξέθετο. Ὅτι ἀνὴρ παρὰ τοῖς παλαιοῖς τετραχῶς, ὁ ἤδη τέλειος τὴν ἡλικίαν. καὶ ὁ συζευχθεὶς γυναικί. καὶ ὁ ἀνδρεῖος. καὶ ὁ φύσει. τουτέστιν ὃν ἐξανάγκης οἶδεν ἡ φύσις ἀντιδιῃρημένον τῇ γυναικί. ἐνταῦθʼ οὖν ἐν τῷ ἄνδρα μοι ἔννεπε Μοῦσα, οἱ παλαιοὶ, ἄνδρα, <!-- 1.4 -->τὸν φύσει φασίν. ὡς εἴ τις εἴποι ἄνθρωπον ἄῤῥενα. ἀνδρεῖον δὲ νοῆσαι, οὐ θέλουσι. λέγοντες ὅτι ἐπὶ ἀνθρώπων οὐδέποτε κεῖνται δύο ἀλλεπάλληλα ἐπίθετα δίχα κυρίου ἢ προσηγορικοῦ. τίς γὰρ ἄν ποτε εἴπῃ, σοφὸς δίκαιος ἄνευ κυρίου τοῦ Ἀριστείδης ἢ τοιούτου τινός; τίς δʼ ἂν ἐρεῖ, τραχὺς θρασὺς, δίχα προσηγορικοῦ τοῦ ἵππος τυχὸν ἢ Πήγασος; οὕτως οὖν οὐδʼ ἐνταῦθα ἀνδρεῖον πολύτροπον ἔστιν εἰπεῖν, διότι οὔτε ἄνθρωπον οὔτε Ὀδυσσέα προσέθηκεν. εἴρηται ὡς ἐπʼ ἀνθρώπων οὐ κεῖνται δύο ἐπίθετα, πρὸς διαστολὴν τοῦ ἐπὶ δαιμόνων. ἐπʼ ἐκείνων γὰρ, πολλάκις γίνεται στοιβὴ ἐπιθέτων δίχα κυρίου. οἷον, ἐνυαλίῳ ἀνδρειφόντῃ. καὶ, χρυσηλάκατος κελαδεινή. καὶ, ὢ πόποι ἐννοσίγαιε εὐρυσθενές. αἴτιον δὲ, τὸ μονάζειν τὰ θεῖα ἐπίθετα καὶ ἐπὶ ἑνός τινος ὡρισμένου κεῖσθαι προσώπου καὶ διατοῦτο ἀντὶ κυρίων αὐτὰ διωνύμων λογίζεσθαι. τὰ μέν τοι λοιπὰ ἐπίθετα, κοινὰ ὄντα πολλῶν καὶ ἀορισταίνοντα, οἷον τὸ ὀξύς. ταχύς. ποδώκης. σοφός. δαΐφρων. ἀνδρεῖος. καὶ τὰ τοιαῦτα, οὐ δύνανται ἀλλήλοις ἐπιστοιβασθῆναι δίχα κυρίου ἢ προσηγορικοῦ τοῦ ὁρίζοντος αὐτά. Ὅτι δὲ ἀνὴρ κατὰ πέμπτον σημαινόμενον, καὶ ὁ ἁπλῶς ἄνθρωπος, δῆλον καὶ ἐκ τοῦ, ἔσχατοι ἀνδρῶν. καὶ ἐκ τῶν ἀνδραποδιστῶν καὶ τῶν ἀνδραπόδων καὶ τῶν ἀνδροφόνων. ἐν αὐτοῖς γὰρ, τῷ τοῦ ἀνδρὸς ὀνόματι, πᾶς ἄνθρωπος δηλοῦσθαι δύναται. εἰ καὶ ἄλλως λέγεται ὡς ἐκ μέρους τοῦ ἀνδρὸς, καὶ τὰ λοιπὰ γένη σημαίνεσθαι. παραδείγματα δὲ τῶν προειρομένων τεσσάρων σημαινομένων, ἀρίδηλα παρὰ τοῖς ὑπομνηματισταῖς. οἳ πρὸς ὑπόδειγμα νέου μὲν τελείου δὲ ἀνδρὸς, καὶ τὸν ἀνδρόπαιδα παραδιδόασι. τῷ νεωτάτῳ καὶ πάντῃ ἀτελεῖ ἀποκληρώσαντες τὸν βούπαιδα. Σημείωσαι δὲ ὅτι σιωπᾷ τὸ τοῦ Ὀδυσσέως ἐξ ἀρχῆς ὄνομα ὁ ποιητὴς, ἐξαίρων αὐτὸν σεμνοῖς ἐπιθέτοις καὶ ἐγκωμίοις, καὶ ἀναρτῶν τὸν ἀκροατήν. καὶ ἄλλως δὲ εἰπεῖν, σεμνότερον τοῦ κυρίου κρίνας ὀνόματος, τὸ ἐξ ὧν πολλῶν ἔτλη γνωρίσαι αὐτόν. ἃ καὶ ὡς ἐξαίρετόν τι παράσημον ἦν αὐτῷ. ὡς γὰρ ὁ τυχὸν εἰπὼν ἄνδρα μοι ἔννεπε Μοῦσα ὃς ἀνελὼν Ἕκτορα τά δέ τινα ἐποίησεν ἢ ἔπαθε, τὸν Ἀχιλλέα δηλοῖ, οὕτω καὶ τὸ εἰπεῖν, ἄνδρα μοι ἔννεπε Μοῦσα ὃς τὴν Τροίαν ἑλὼν τοιοῖς δέ τισι περιέπεσε, τὸν Ὀδυσσέα ἐδήλωσε κατʼ ἐξοχήν. καὶ διαφέρει καὶ οὕτως ἡ προοιμιακὴ αὕτη ἔννοια, τῆς ἐν Ἰλιάδι. ἐκεῖ μὲν γὰρ, αὐτὸς εὐθὺς ὥρισεν ὁ ποιητὴς πρόσωπον τὸν Ἀχιλλέα οὗ χάριν ἐπικαλεῖται τὴν Μοῦσαν. ἐνταῦθα δὲ ἀορίστως εἰπὼν καὶ μετεωρίσας ἱκανῶς τὸν ἀκροώμενον, ταμιεύεται μετʼ ὀλίγα τῇ Μούσῃ τὸ τοῦ Ὀδυσσέως ὄνομα. ἔνθα ἐκεῖνον ἀντίθεον Ὀδυσσέα ἐρεῖ. Τὸ δὲ ἔννεπε, πλεονασμὸν ἔχει τοῦ ἑνὸς νῦ. καὶ δῆλον ἐξ ὧν πολλαχοῦ τὸ ἐνέπω διʼ ἑνὸς νῦ ἐκφέρεται, ἀπὸ τῆς εν προθέσεως καὶ τοῦ ἔπω ἐξ οὗ καὶ τὸ ἔπος. οὕτω καὶ ἀπὸ τοῦ ἐνόθω ἐνόσω τὸ κινῶ, τὸ μὲν ἐνοσίχθων, διʼ ἑνὸς ἐκφέρεται νῦ. τὸ δὲ ἐννοσίγαιος, διπλάζει τὸ ἀμετάβολον. δῆλον δὲ ὅτι καιριώτερον ὡς ἐν ποιήσει, τὸ ἄειδε ἤπερ τὸ ἔννεπε. ἀείδειν μὲν γὰρ, τὸ μετὰ μέλους, ὅθεν καὶ ᾠδαὶ τὰ ποιήματα. ἐννέπειν δὲ, καὶ τὸ ἁπλῶς λέγειν, ὡς δηλοῖ μετʼ ὀλίγα τὸ, εἰπὲ καὶ ἡμῖν. ταυτὸν ὂν τῷ ἔννεπε. τὸ μέν τοι ψάλλειν, ἀμφοῖν διαφέρει ὡς ἀλλαχοῦ δηλοῦται. Ὅρα δὲ ὅτι τὸ μὲν ἐννέπειν, ἢ ἀντὶ τοῦ ᾄδειν ἢ ἀντὶ τοῦ λέγειν ἁπλῶς κεῖται. τὸ δὲ ἐξ αὐτοῦ ἐνίπτειν καὶ ἐνίσσειν, οὐδέτερον ἐκείνων δηλοῖ, ἀλλʼ ἐπίπληξιν καὶ ἄμφω δηλοῦσι, τὴν διὰ λόγων μέντοι εἴτουν διʼ ἐπῶν. Ὅτι τὸ πολύτροπον, ταυτόν ἐστι τῷ, εὐκίνητον. ποικίλον. πολύμητιν. πολύνουν. ἐπιχειρηματικόν. πολύβουλον. πολύστροφον. οὐκ ἐφʼ ἑνὸς ἑστῶτα οἷα γεγραμμένην εἰκόνα. τρεπόμενον δὲ πολλὰς ὁδοὺς βουλευμάτων ὡς Ὀδυσσεῖ πρέπει, τῷ πολυμηχάνῳ, τῷ παντοίοις δόλοις κεκοσμημένῳ καθά φησιν ὁ ποιητής. ὡς τόν γε μὴ οὕτω πολύτροπον, ἀλλὰ στρόφιν κατὰ τὴν κωμῳδίαν, καὶ ὡς οἱ μεθʼ Ὅμηρον σκώπτουσι πολύποδα, κακίζει ὁ ποιητὴς ἐν οἷς φησὶ μισεῖν ἄνδρα ὃς ἄλλο μὲν κεύθει ἐν φρεσὶν ἄλλο δὲ βάζει. πολύτροπος οὖν, ὁ διὰ πολλὴν ἐμπειρίαν πολύφρων ὡς ὁ ποιητὴς μετʼ ὀλίγα ἐρεῖ. καὶ ὡς Εὐριπίδης ἂν εἴποι, ποικιλόφρων. Ἔτι δὲ πολλὰς ὡς ἐῤῥέθη ἀτραποὺς βουλευμάτων τρεπόμενος, οὐ μὲν ὁ πρὸς πολλὰ ἤθη μεταβαλλόμενος καὶ ἄντικρυς εὔριπος ἢ χαμαιλέων τὸ ἦθος. τρόπον γὰρ, οὐκ οἶδε τὸ ἦθος ὁ ποιητής. ὥς τε οὐδʼ ἂν λέγοι πολύτροπον, τὸν πολυήθη καὶ τὰ εἴδη διάφορον. καὶ ὁ τὰ μεθʼ Ὅμηρον δὲ γράψας, τὴν λέξιν ταύτην ἐπί τε ποικιλίας νοεῖ ὡς ὅτε εἴπῃ αἶσαν πολύτροπον. καὶ ἐπὶ δόλου, ἐν οἷς λέγοι ὑπεροπῆα πολύτροπον. καὶ ἡ Κίρκη δέ που, πολύτροπον τὸν Ὀδυσσέα καλέσει, δόλιον καὶ φρόνιμον βουλομένη προσειπεῖν. Ὅτι δὲ τὸ πολύτροπον, ἐπαινουμένην τινὰ σημαίνει καὶ πολυειδῆ ἐνέργειαν, δηλοῖ καὶ τὸ περὶ ἀηδόνος ὑπὸ τοῦ ποιητοῦ λεχθέν. τὸ, τροπῶσα <!-- 1.5 -->χέει πολυηχέα φωνήν. ἐν γὰρ τῷ, τροπῶσα πολυηχέα φωνὴν, πολύτροπον εἰς ᾠδὴν τὴν ἀηδόνα φησίν. Ἰστέον δὲ ὅτι Ὁμήρου πολύτροπον τὸν Ὀδυσσέα γράψαντος, τῶν τις ὕστερον σκωπτικῶς παρῳδήσας, ἔγραψε τὸ, ἄνδρα μοι ἔννεπε Μοῦσα πολύκροτον, ὅπέρ ἐστι, κακεντρεχῆ καὶ μὴ ἁπλοῦν. δοκεῖ δὲ εἰρῆσθαι ἡ τοιαύτη λέξις, παρὰ τὸ τοῦ κωμικοῦ κρόταλον. ὅθεν καὶ τὸ κροταλίζειν ἐπὶ γέλωτι. Ὅμηρος δὲ τὸ οὕτω γίνεσθαι κρότον τινὰ ὅτε ἅρματα κτυποῦσιν ἀνατρεπόμενα, ἀνακυμβαλιάζειν εἶπεν ἐν τῇ Ἰλιάδι. τῷ δέ γε κωμῳδικῷ κροτάλῳ ἶσον δύναται, καὶ τὸ περίτριμμα, καὶ ἡ παιπάλη, ἔτι δὲ καὶ τὸ ἀπαιόλημα, καὶ ἡ ἀπαιόλη. οὐκ ἀεὶ δὲ οὔτε ὁ κρότος καὶ τὸ κροτεῖν κωμῳδοῖς ἐπιτρέπουσιν, οὔτε ἡ ἁπλῶς παιπάλη. καθὰ οὐδὲ τὸ παιπαλόεν. καὶ εἰσὶ ταῦτα δῆλα ἐκ τῶν πολλαχοῦ χρήσεων. Ὅτι ἐπαινεῖ τὸν Ὀδυσσέα ὡς μάλα πολλὰ πλανηθέντα καὶ πολλῶν ἰδόντα ἀνθρώπων ἄστεα καὶ νόον γνόντα. ὅ ἐστιν, ἦθος. ἔθος. διαγωγήν. οὗ τῆς πλάνης ἴχνη, μέχρι καὶ τῶν ἐσχάτων τῆς Ἑσπερίας Ἰβηρίας, ὡς ἱστοροῦσιν οἱ παλαιοί. εἴη ἂν οὖν ὁ Ὀδυσσεὺς διὰ ταῦτα, πολυΐστωρ, πολυειδὴς τὴν ἐμπειρίαν. καὶ ὡς εἴρηται, πολίνους, οἷα τοιαῦτα παθὼν καὶ νοῦν τοσοῦτον θύραθεν οἷον εἰσοικισάμενος. ἐπεὶ καὶ τῶν ἡρώων φρονιμωτάτοις οἱ παλαιοὶ ἀπεφαίνοντο, τοὺς ἀποδημήσαντας ἢ πλανηθέντας μακράν. καὶ γὰρ ἐν μεγάλῳ ἐτίθεντο ἐκεῖνοι, πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα, καὶ νόον γνῶναι. Ἡρακλῆς οὖν καὶ Διόνυσος κατὰ τὴν ἱστορίαν μακρὰς ἀποδημίας ποιησάμενοι, μεγάλοι ἔδοξαν. σεμνύνεται δέ που καὶ ὁ Νέστωρ διότι μετάπεμπτος ἦλθε τοῖς Λαπίθαις μακρὰν ὁδόν. ἐναβρύνεται δὲ ἐν τοῖς ἑξῆς τῇ πλάνῃ, καὶ ὁ Μενέλαος, ἔνθα καὶ πλείω τοῦ εἰκότος ἀλαζονεύεται. καθάπερ καὶ Ὀδυσσεὺς, τὰ καθʼ ἑαυτὸν διηγούμενος. ἀλαζὼν γὰρ ὡς ὁ γεωγράφος φησὶ, πᾶς ὁ πλάνην ἑαυτοῦ ἀφηγούμενος. καὶ ἐν Ἰλιάδι καὶ ὁ ποιητὴς πορίζεται σεμνότητα παραβολῆς, ἐκ τοῦ πολλὴν γῆν ἐπεληλυθότος. λέγων. ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, καὶ τὰ ἑξῆς. Σημείωσαι δὲ ὅτι πλείω ἐμπειρίαν ὁ ποιητὴς ἐνταῦθα τῷ Ὀδυσσεῖ ἐπιμαρτύρεται ἤπερ ἐν Ἰλιάδι τῷ Νέστορι. ἐκεῖνος μὲν γὰρ, μιᾷ ἐναβρύνεται ὁδῷ τῇ ἐκ τῆς Πύλου εἰς τοὺς Θετταλικοὺς Λαπίθας. Ὀδυσσεὺς δὲ, πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω· πλὴν οὐκ ἤδη τοῦ Νέστορος ἦν ὁ Ὀδυσσεὺς ἐν Ἰλιάδι σοφώτερος, οὔπω γὰρ ἦν τότε τοιοῦτος, ἀλλὰ μετὰ Τροίας ἅλωσιν, γῆν τε μακρὰν ἐπῆλθε, καὶ πολλὴν ἐμπειρίαν συνήγαγεν. οὐ μόνον πλανηθεὶς, ἀλλὰ καὶ πολλὰ καὶ οὐχʼ ἁπλῶς πολλὰ, ἀλλὰ καὶ μάλα πολλά. εἴη δʼ ἂν ὅμοιος τῷ Ὀδυσσεῖ, καὶ παλαιά τε πολλά τε εἰδώς. καὶ ὃς γήραϊ μὲν κυφὸς ἔην, πολλὰ δὲ ᾔδει. οἷς ἀνάπαλιν ἔχει, ὁ ἄκοσμά τε πολλά τε εἰδώς. Ὅρα δὲ ὅτι τὸ ἔγνω, αἰτιατικῇ συνέταξεν ἀνομοίως τῷ, γνώτην ἀλλήλοιϊν. Ἰστέον δὲ καὶ ὅτι νόον ἐνταῦθα ἐστὶ νοῆσαι, οὐ μόνον τὸ κατὰ νοῦν τινὰ θέμενον ἔθιμον καὶ νόμιμον ἐν ἔθνεσι, καὶ τὸ κατʼ ἦθος καὶ διαγωγὴν παρʼ αὐτοῖς ἔννουν ἢ ἄλλως φυσικὸν καθʼ ὃ χαρακτηρίζονται ἀνδρικοὶ τυχὸν ἢ ἀπόλεμοι· πανοῦργοι ἢ ἁπλοῖ. συνετοὶ ἢ εὐήθεις. φιλόξενοι ἢ ἀπάνθρωποι. λόγιοι ἢ ἑτεροῖοι, ἀλλὰ καὶ αὐτὸν τὸν τοῦ Ὀδυσσέως νοῦν. ἵνα εἴπῃ, ὅτι πολλῶν ἀνθρώπων ὁ Ὀδυσσεὺς ἰδὼν ἄστεα, νόον ἔγνω. τουτέστι μαθὼν, συνήγαγε νοῦν. καὶ οὕτως ἀπέβη τῇ συχνῇ ἱστορίᾳ πολύνους. καὶ ἐστί πως ὅμοιον τοῦτο κατά γε τὴν φράσιν, πρὸς τὸ, μάλιστα δὲ αὐτὸς ἀνέγνω. Ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι τὸ μὲν πολλῶν ἀνθρώπων, κυριολεκτεῖται καθὰ καὶ τὸ, πολλὰ πλάγχθη. καὶ τὸ, πολλὰ ἄλγεα. διωρισμένου γάρ εἰσι ποσοῦ ὡς καὶ τὸ ἀρσενικὸν αὐτῶν ἑνικὸν ὁ πολλός. οὗ πληθυντικὸν οἱ πολλοί. τὸ δὲ πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα, ἑνὶ μὲν συνεχεῖ ποσῷ ἐπελαλήθη. δηλοῖ δὲ ὅμως καὶ αὐτὸ, πλῆθος μελῶν πεφιλοτιμημένων ταῖς κατὰ τὸν κείμενον τρισὶ διαστάσεσι. Τὸ δὲ πολὺς ἄνθρωπος καὶ εἴτι τοιοῦτον, οὐ κατὰ ταῦτα λέγεται ποσοῦ δίκην, ἀλλὰ ποιότητα ἐμφαίνειν δοκεῖ. καὶ ταύτην, ἢ ἐπαινετὴν ὡς τὸ, ὁ πολὺς τὴν θεολογίαν ταυτὸν δὲ εἰπεῖν περιττὸς κατὰ τὸ, ὁ περιττὸς Ἀριστείδης, ἢ ψεκτὴν ὡς τὸ, οὐ μέγας τις καὶ σοφὸς ταῦτα ἐρεῖ ἀλλὰ ὁ πολὺς ἄνθρωπος. ἤγουν ὁ χυδαῖος. ὁποῖον ἴσως καὶ τὸ, πολλοὶ δέ μιν ἠρήσαντο φορέειν, βασιλῆϊ δὲ κεῖται ἄγαλμα. τοῦτο δὲ ὁ κωμικὸς ἀστειότερον φράσας, τοὺς πολλοὺς εἴτουν τοὺς χύδην διακειμένους ἄνδρας, οὐχʼ ἁπλῶς εἶπε πολλοὺς ἀλλὰ πολλοὺς τοῦ βολοῦ, ἐκ μεταφορᾶς δηλαδὴ τῶν εὐτελῶν καὶ εὐώνων εἰδῶν. Ὅτι δὲ τοῖς τοιούτοις ὅλοις πληθυσμός τις ἐμφαίνεται ἀναγκαίως καὶ ὑπὸ τὸ διωρισμένον ἀνάγονται ποσὸν, δῆλον τοῖς ἐφιστῶσιν. ὡς δὲ καὶ νεκροῖς προσφυὲς τὸ, οἱ πολλοὶ, καὶ τὸ, οἱ πλείους, δηλοῖ ὁ εἰπὼν τὸ, ἀπελεύσομαι παρὰ τοὺς πλείονας. ὅ ἐστι θανοῦμαι. πλείονας γὰρ, τοὺς τεθνεῶτας ἐκεῖνος ἔφη. Ὅτι <!-- 1.6 -->ὥσπερ ἐν τῇ Ἰλιάδι εἰπὼν μυρία Ἀχαιοῖς ἔθηκεν ἄλγεα καὶ πολλὰς ἰφθίμους ψυχὰς ἄϊδι προίαψεν, ἐνέφῃνε τοῖς ἀκροαταῖς ὡς ἐν προεκθέσεως λόγῳ, ὡς ἔσται αὐτῷ ὕλη τοῦ τῆς ποιήσεως πλατυσμοῦ, τὰ μυρία ἄλγεα καὶ ὁ τῶν πολλῶν θάνατος, οὕτω καὶ νῦν ἐν τῷ, μάλα πολλὰ πλάγχθη καὶ πολλῶν ἀνθρώπων ἴδεν ἄστεα, τὸν τρόπον προεκτίθεται διʼ οὗ τὴν ποίησιν πλατυνεῖ. ἡ γὰρ πολύπλανος τοῦ Ὀδυσσέως περίοδος, πλάτος τῇ ποιήσει ἐνδαψιλεύσεται. καὶ ἔστιν ὁ τρόπος, οἷον προέκθεσις, τὸ μέν τοι ἄνδρα μοι ἔννεπε, τὸν τῆς Ὀδυσσείας σκοπὸν προλαλεῖ. ὡς τὸν τῆς Ἰλιάδος, τὸ μῆνιν ἄειδε Ἀχιλλέως. Ὅτι λαβὼν ἀφορμὴν κατὰ τοὺς παλαιοὺς ὁ ποιητὴς ἐκ τοῦ πολὺ, ὅπερ ἔγκειται τῇ λέξει τοῦ πολύτροπος, ἐπέμεινε τῇ ὁμοιότητι τοῦ ὀνόματος. εἰπών. πολλὰ ἐπλάγχθη. πολλῶν δὲ ἀνθρώπων ἴδεν ἄστεα. πολλὰ δὲ ἔπαθεν ἄλγεα. Τὸ δὲ πλάγχθη ἀναύξητον ὂν, Ἰαστὶ προήνεκται ὡς φίλον Ὁμήρῳ. χαίροντι μὲν καὶ ταῖς κοιναῖς ῥηματικαῖς αὐξήσεσιν, οὐχήκιστα δὲ καὶ ταῖς ἀναυξέσι τῶν ῥημάτων κινήσεσιν. οἱ δέ γε ὕστερον ἀττικίζοντες, οὐχ ἀπλῶς αὔξειν τοὺς παρῳχημένους οἴδασιν, ἀλλὰ καὶ ἀναδιπλοῦσι τὴν αὔξην ἐν πολλοῖς. ὡς δῆλον ἐκ τοῦ ἠνέῳξε καὶ ἠνώχλησεν. ἔτι δὲ καὶ ἐν τῷ ὠνοματοπεποίηται. καὶ ἐκδεδιητημένος. καὶ ἄλλων μυρίων ὧν μνεία ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγονε. τινὲς δὲ, καὶ ἄλλως καινοπραγοῦσιν, αὔξοντες ἐφʼ οἷς οὐκ ἐχρῆν. οἷον ἐν τῷ ἤμελλε, καὶ ἠδύνατο, καὶ ἐν τῷ διηκόνησε. τροπὴ γὰρ ἐν τούτοις τοῦ ε εἰς η ἐκ τοῦ ἔμελλον ἐδύνατο διεκόνησεν, ὤγκωσεν εἰς πλέον τὴν συνήθη αὔξησιν. τὸ μέντοι ὤρωρεν, ἑτεροῖόν τι ἐστί. οὐκ αὐξῆσαν αὐτὸ, ἀλλὰ μεταθέμενον τὴν ἔθιμον Ἀττικοῖς παραλήγουσαν τὴν τοῦ ω μεγάλου, εἰς τὴν ἄρχουσαν. καὶ ταῦτα μὲν οὕτω. Τὸ δὲ ὡς ἐῤῥέθη ἐπλάγχθη ἀπὸ τοῦ πλάζω γενόμενον, πλεονασμὸν ἔπαθε τοῦ νῦ διὰ καλλιφωνίαν καὶ ὄγκον ἤχου. ὡς καὶ ἐπὶ τοῦ ἀμφασία ἐγένετο. καὶ ἐπὶ τοῦ ἄμβροτος. καὶ τερψίμβροτος. καὶ τύμπανον. καὶ πίμπλημι. καὶ χρίμπτω. καὶ φαισίμβροτος. καὶ λίγξε βιός. καὶ ἐπὶ τοῦ λαγχάνω. καὶ λέλογχε. καὶ φυγγάνω. θιγγάνω. ἐρυγγάνω. τυγχάνω. καὶ ἐπὶ ἄλλων πολλῶν. ἑρμηνεία δὲ τοῦ πλάζειν κοινῇ διαλέκτῳ, τὸ πλανᾶν. ὃ κατὰ τοὺς παλαιοὺς, ἀπὸ τοῦ ἄλη γίνεται προσθέσει στοιχείων τοῦ π καὶ λάμβδα. ἢ ἀπὸ τοῦ πλαγιάζειν τῆς ὀρθῆς. ἐξ αὐτοῦ δὲ, ὁ πλάνης καὶ ὁ πλανήτης, ἔτι δὲ καὶ ὁ πλάνος. τέχνην αὐτὸς ἔχων τινὰ καὶ τὸ ἀποπλανᾶν τοὺς θεωμένους. ὁποῖοι, Κηφισσόδωρός τις καὶ Παντολέων, ἔτι δὲ καὶ Ματρέας ὁ Ἀλεξανδρεύς. ὃς κατὰ τὴν ἱστορίαν τοῦ Ἀθηναίου, ἔλεγε πρὸς αἴνιγμα, θηρίον τι τρέφειν ὅπερ αὐτὸ ἑαυτὸ ἐσθίει. ὡς καὶ ζητεῖσθαί φησι μέχρι τοῦ νῦν, τὸ Ματρέου θηρίον. τὸ δὲ, ἢ θυμὸν ἴσως ἢ φθόνον δηλοῖ ἢ λύπην ἢ καί τι κωμικώτερον ἐμπαθές. εἰλῆφθαι δὲ δοκεῖ ὁ ῥηθεὶς τοῦ Ματρέου λόγος, ἢ ἐκ τοῦ, ὃν θυμὸν κατέδων, ἢ ἐκ τοῦ πολύποδος ὃς ἑόν ποτε πόδα τένδει. Ὅτι τὸ ἐπεὶ, οὐ μόνον σύνδεσμός ἐστιν αἰτιολογικὸς, ἀλλʼ ἐν πολλοῖς καὶ χρονικὸν ἐπίῤῥημα, ὡς καὶ ἐνταῦθα. ἐπεὶ Τροίης πτολίεθρον ἔπερσεν, ἀντὶ τοῦ ἀφʼ οὗ. ὅπερ, ἐξ οὗ φησὶν ἐν τῇ Ἰλιάδι ἐν τῷ, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην. Ὅτι τὴν Τροίαν ἐνταῦθα ἱερὰν καλεῖ, ὡς καὶ ἐν τῇ α τῆς Ἰλιάδος τοῦ Ἠετίωνος πόλιν τὴν Θήβην. τοῦτο δὲ καὶ ἐπʼ ἄλλων ποιεῖ πόλεων. καὶ ζητητέον τὴν αἰτίαν ἐν τοῖς γραφεῖσιν ἐκεῖ. ὧδε δὲ, καὶ μῦθός τις ὕπεστι. λέγων, ὑπὸ Ἀπόλλωνος καὶ Ποσειδῶνος κτισθῆναι τὴν Ἴλιον. ὅθεν καὶ ἱερὸν πτολίεθρον Τροίης, ὡς θεόκτιστον λέγεται. θεραπεία δὲ τοῦ μύθου κατὰ Παλαίφατον, ὅτι κειμήλια Ποσειδῶνος τὲ καὶ Ἀπόλλωνος, εἰς ἀνοικισμὸν τῆς Ἰλίου ὑπὸ Λαομέδοντος δεδαπάνητο. διὸ δοκοῦσι, τρόπον τινὰ θητεῦσαι ὁ Ποσειδῶν καὶ ὁ Ἀπόλλων ἐν τῷ τῆς Ἰλίου κτίσματι. τινὲς δὲ οἴονται ὅτι ἀστείως τὸ κοινὸν παντὸς κτίσματος, ὁ μῦθος διὰ σεμνότητα τῇ Τροίᾳ ἐξιδίωσε. παντὶ μὲν γὰρ πολίσματι καὶ ἁπλῶς οἰκοδομήματι, χρεία Ποσειδῶνος τὲ ἤγουν ὑγρότητος διʼ ἧς ὁ τίτανος ἢ ὁ πηλὸς ἁρμόσει τοὺς λίθους, καὶ Ἀπόλλωνος ἤτοι θερμότητος ἡλιακῆς τῆς ἐν τῷ περιέχοντι, ὡς ἂν ἐξικμαζόμενον συμπαγείη τὸ κτιζόμενον. ἡ δὲ μυθολογία, τὸ κοινὸν τοῦτο, τῇ Τροίᾳ κατʼ ἐξαίρετον ἰδιαζόντως ἀπένειμε. περίφρασις δέ ἐστι τὸ, Τροίης πτολίεθρον. ἀντὶ τοῦ Τροία. Σημείωσαι δὲ καὶ ὅτι τὸ, Τροίης πτολίεθρον ἔπερσεν, ἀρχή ἐστι τῆς τοῦ πτολιπόρθου Ὀδυσσέως συνθέσεως. διὰ γὰρ ταύτην ἐκεῖνος πτολίπορθος ἐπωνόμασται. Ὅτι δὲ αὐτὸς εἷλε τὴν Τροίαν διὰ τῆς τοῦ δουρείου ἵππου μηχανῆς, δῆλον. ἐρεῖ γὰρ ὁ ποιητής. σῇ δʼ ἥλω βουλῇ πόλις Πριάμοιο. Ὅτι πόντος κυρίως τὲ καὶ κοινῶς, πᾶν πέλαγος. ὡς δηλοῖ κἀνταῦθα τὸ, πολλά δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα. ἰδίως δὲ πόντος παρὰ τοῖς ὕστερον, καὶ ὁ Εὔξεινος. ἐκπλήττων αὐτὸς τοὺς Ἕλληνας διὰ τὸ ἐκτετοπίσθαι. διό φασι τοὺς ποντικοὺς ἀνθρώπους ἔλεγον εἴπου φαίνοιντο, ἐκ τοῦ πολλοῦ ἥκειν πόντου. ὡς εἴπερ ἔλεγον ἐξ <!-- 1.7 -->ὀλέθρου. Ὅτι προσφυὲς εἰπεῖν ἐπὶ ἀνθρώπου πολυπλάνου καὶ περιοδευτοῦ, τὸ, μάλα πολλὰ πλάγχθη. πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω. ἴσως δὲ καὶ τὰ ἑξῆς. Μάτρων δὲ ὁ παρῳδὸς ἐξ Ὁμήρου λαβὼν, ἔφη ἐπὶ δείπνου τὸ δεῖπνά μοι ἔννεπε Μοῦσα πολύτροφα καὶ μάλα πολλά. καὶ ἑξῆς ὡς ἐκεῖνος ἐπελέξατο. ἐν οἷς μέμνηται καὶ παρασίτου ὃς σχεδόθεν ἦν φησι πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς. νῆστις. ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων. λέγει δʼ ἐν τούτοις ἐκεῖνος καὶ τοὺς ἐχίνους, καρηκομόωντας ἀκάνθαις. καὶ τὴν τρίγλην, μιλτοπάρῃον. λάρῳ δʼ ἐκεῖνος εἴκασε τὸν παράσιτον, διὰ τὸ πληστεύεσθαι οἷς ἀπληστεύεται. ὡς ἀπὸ τοῦ λαρινεύεσθαι ὅ ἐστι σιτίζεσθαι κατὰ Σώφρονα ὡς παρασημειοῦται Ἀθήναιος. ὅθεν καὶ βόες λαρινοί φησιν ὥσπερ καὶ σύες. αὐτοὶ δὲ καὶ ἄλλως καλοῦνται λαρινοὶ, ἢ ἀπὸ λαρίνης ἠπειρωτικῆς κώμης, ἢ ἀπό τινος Λαρίνου βουκολοῦντος αὐτάς. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ ἴδεν, ἀόριστός ἐστι δεύτερος, ἐξ οὗ καὶ τὸ ἰδεῖν ἀπαρέμφατον. καὶ ἰδὼν μετοχή. Ἄστυ δὲ κοινῶς μὲν, πᾶσα πόλις. ὅθεν καὶ ἀστεῖος κυρίως ἀνὴρ, ὁ ἐξ ἄστεος καὶ μὴ ἀγρότης. Ἀττικοὶ δὲ, ἰδίως οὕτω τὰς Ἀθήνας ὠνόμαζον, κατά τι ἐξαίρετον. ὥσπερ καὶ οἱ Ἀλεξανδρεῖς, πόλιν ἐξαιρέτως τὴν Ἀλεξάνδρειαν. ἔλεγον οὖν Ἀθηναῖοι, καὶ ἀστοὺς καὶ ἀστὰς ἄνδρας τὲ καὶ γυναῖκας, τοὺς ἐξ Ἀθηνῶν. καὶ ἀστὴν ἐλαίαν, τὴν ἐκεῖθεν. καὶ μάλιστα τὴν ἐξ ἀκροπόλεως τὴν καὶ ἱεράν. Ὅτι τὸ ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων ὅ ἐστιν ἀντικαταλλασσόμενος, ἀπὸ μέρους εἴληπται τῶν πάλαι ποτὲ μεσιτευόντων ζώων τοῖς συναλλάγμασι, τουτέστιν ἀπὸ τῶν ἀρνῶν, ἑνὸς εἴδους τῶν τετραπόδων. ἀφʼ ὧν καὶ Σοφοκλῆς ἄρνειον φόνον λέγει τὸν τῆς λείας ἁπάσης τῆς συμμίκτου. καὶ ὁ ποιητὴς τὸν Θυέστην ἐν Ἰλιάδι, πολύαρνα ἔφη ἀντὶ τοῦ πολυθρέμμονα. καὶ ἐστὶ κυρίως μὲν ἄρνυσθαι, τὸ, ἄρνα διδόντα ὡς ἐν καταλλαγῇ, ἀντιλαμβάνειν τι ἕτερον χρήσιμον. καταχρηστικῶς δὲ, καὶ τὸ ἁπλῶς ἀντικαταλλάσσεσθαι. ὥσπερ δὲ ἀπὸ τῶν ἀρνῶν τὸ ἄρνυσθαι εἴληπται, οὕτω καὶ ἀπὸ τῶν ὑπὸ τοῖς ζῴοις πώλων, εἴρηται τὸ πωλεῖν. ἀρέσκει δέ τισι καὶ ἀπὸ τῶν ὄνων κατὰ ἔκτασιν τῆς ἀρχούσης, τὸ ὠνεῖσθαι παράγεσθαι. Ὅτι δὲ τίμια ἦσαν τὰ θρέμματα καὶ ἐν αὐτοῖς οἱ παλαιοὶ τὴν κατὰ βίον εἶχον εὐθέτησιν, δῆλον ἐκ τῶν ἱστοριῶν. διὸ καὶ τὴν περιουσίαν, πρόβασιν ἔλεγον διὰ τὸ ἐν ζῴοις περιουσιάζεσθαι τοῖς αὐτόθεν δυναμένοις προβαίνειν. ὥσπερ δὲ τὸ ἄρνυσθαι ἀπὸ τῶν ἀρνῶν καὶ τὸ πωλεῖν ἐκ τῶν πώλων καὶ τὸ ὠνεῖσθαι ἀπὸ τῶν ὄνων ὡς ἐκ μέρους τὸ πᾶν, οὕτω καὶ τῶν γυναικῶν αἱ πολύπροικοι, ἀλφισίβοιαι ἀπὸ τῶν βοῶν, εἴδους ἄλλου τετραπόδων, ἀφʼ ὧν καὶ σταθμοί τινες τιμημάτων ἦσαν, τὸ τεσσαράβοιον. τὸ δωδεκάβοιον. τὸ εἰκοσάβοιον. τὸ ἑκατόμβοιον. καὶ ὁ Θηβαϊκὸς δέ που πόλεμος, μήλων γενέσθαι λέγεται τῶν τοῦ Οἰδίποδος. ἔνθα νοεῖται ἀπὸ μέρους τῶν μήλων, τὰ τοῦ Οἰδίποδος ἅπαντα πράγματα. ἄλλοι μέν τοι ἀρνύμενος, φασὶν ἀντὶ τοῦ λαμβάνων καὶ περιποιούμενος, ἀπὸ τοῦ αἴρω. τὴν δὲ τούτου παραγωγὴν, ζήτει ἐν τῷ ἄλφα τῆς Ἰλιάδος ἐν τῷ ἀχνύμενος. περὶ οὗ ἑτεροῖόν τι παραδιδοὺς ὁ καλὸς Ἡρακλείδης, φησὶν ὅτι ἐκ τοῦ δέχω, γίνεται δεχύω. καὶ Δωρικῶς δεχύνω. ἐξ οὗ καὶ καθʼ ὑπέρβασιν τοῦ ν, δέχνυμαι. οὕτω καὶ τοῦ ἄχω ἄχομαι, παράγωγον ἀχύω, ὡς ἄνω ἀνύω. Δωριεῖς δὲ ἀχύνω φασί. μεταθέσει δὲ ὁμοίᾳ, γίνεται ἄχνυμαι. ὡς εἰκὸς δὲ, οὕτω καὶ τὰ ὅμοια. Ὅτι πολλὰ ἔπαθεν Ὀδυσσεὺς τήν τε ψυχὴν ἀρνύμενος ἑαυτῷ, καὶ τοῖς ἑταίροις νόστον. ἐκεῖνο μὲν, ὅτι φίλαυτον καὶ φιλόζωον ἐν τοῖς καιρίοις ὁ σπουδαῖος ἄνθρωπος. τὸ δὲ δεύτερον, ὅτι οὐ περιορᾷ ἐν κινδύνοις τοὺς φίλους ὁ σοφός. Ἰστέον δὲ ὅτι πρώτη ἐνταῦθα παράφρασις τῷ ποιητῇ, ἐν τῷ, ἥν τε ψυχὴν, ἤγουν ἰδίαν. ὅπερ ἀνωτέρω ἔφη ὃν κατὰ θυμόν. Λέγει δὲ καὶ ὡς ἐῤῥύσατο ἂν ἐκείνους, εἰ μὴ αὐτῶν σφετέραις ἀτασθαλίαις ἀπολώλασι νήπιοι, οἳ βόας Ὑπερίονος Ἠελίοιο κατήσθιον. τίνες δὲ οἱ τοῦ Ἡλίου βόες καὶ τίς ἡ τοῦ λόγου τούτου ἀλληγορία, εἰρήσεται ὅτε προϊὼν ὁ λόγος, ἐν Θρινακίᾳ ταῖς τοιαύταις ἐντύχῃ βουσί. Σημείωσαι δὲ ὅτι ἑταίρους Ὀδυσσέως ἐνταῦθα λέγει κατʼ ἐξαίρετον, μόνους τοὺς ἐν τῇ ἐκείνου νηῒ, τεσσαράκοντα ὄντας καὶ τέσσαρας. αὐτοὶ γὰρ καὶ τῶν τοῦ Ἡλίου βοῶν ἔφαγον, μόνοι περιλειφθέντες τῷ Ὀδυσσεῖ. καὶ αὐτοὶ μόνοι σωθῆναι ἠδύναντο εἰ μὴ ἔφαγον. οἱ δὲ ἄλλοι, ἐν διαφόροις καὶ τρόποις καὶ τόποις, βιαίως προαπολώλασιν ὡς διηγήσεται ὁ ποιητής. Τὸ δὲ σφετέραις, ἀντωνυμία ἐστὶ τρίτου προσώπου, ἀντὶ τοῦ ταῖς ἐκείνων. καὶ ἀεὶ οὕτω τίθεται. εἰ καὶ Ἡσίοδος ἐπὶ δευτέρου αὐτὸ ἔταξεν, ἐν τῷ σφέτερον πατέρα ὑμνείουσαι ἀντὶ τοῦ ὑμέτερον. Ἰστέον δὲ ὅτι τὸ, αὐτῶν σφετέραις ἀτασθαλίαις, ἀντὶ συνθέτου κεῖται ἀντωνυμίας, τῆς ἑαυτῶν. ἢ ἀντὶ τοῦ σφῶν αὐτῶν. ὁποίαις μάλιστα χαίρει ὁ ποιητὴς οἷα τὰς συνθέτους μὴ εἰδώς. <!-- 1.8 -->Ἀτασθαλία δὲ, οὐ μόνον ἡ ταῖς ἄταις θάλλουσα ἀφροσύνη, ἀλλὰ καὶ ἡ ἐν θαλίαις εἴτουν εὐωχίαις ἄτη ἐκ παροινίας ὥς φησιν Ἀθήναιος. Ὅρα δὲ ὅτι ὥσπερ ἐν τῇ Ἰλιάδι, οὕτω καὶ ἐν τῇ Ὀδυσσείᾳ τὸ νήπιοι, προαναφωνούμενον, ἀποτέλεσμα δηλοῖ οὐκ ἀγαθὸν οἷς ἂν ἐπιφωνηθῇ. Ὑπερίων δὲ ἥλιος, ἢ πατρωνυμικῶς ὃ κατὰ Πίνδαρον Ὑπεριονίδης, ἐξ οὗ Ὑπεριονίων ὁ τοῦ Ὑπερίονος υἱὸς καὶ κατὰ συγκοπὴν Ὑπερίων. οὕτω γὰρ αὐτὸν ὁ μῦθος γενεαλογεῖ. ἢ ἐπιθετικῶς, ὁ ὑπὲρ ἡμᾶς ἰών. καὶ ὤφειλεν εἶναι ὑπεριὼν ὀξυτόνως ὡς μετοχικὸν ὄνομα. μετέπεσε δὲ διὰ ἀποφυγὴν συνεμπτώσεως, εἰς καθαρὸν ὄνομα. ὁποῖον καὶ τὸ Ἀμφίων καὶ τὰ τοιαῦτα. οὕτω δὲ καὶ ἐκ τῆς ἐλθὼν μετοχῆς, Εὐέλθων βαρύτονον παρὰ Ἡροδότῳ κύριον ὄνομα. Ὅτι Ὅμηρος μὲν, ἦμαρ νόστιμον τὸ τῆς οἴκαδε ὑποστροφῆς λέγει. οἱ δὲ μεθʼ Ὅμηρον, καὶ βρῶμα φασὶ νόστιμον, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. καὶ νόστον δὲ, τὴν ἡδύτητα, διὰ τὸ ἡδὺ τοῦ Ὁμηρικοῦ νόστου. ὅθεν καὶ εὔνοστος, φαῦλον φασὶν ἀγαλμάτιον παρὰ τοῖς μήλωσιν. ἢ ὡς ἐν ἑτέρῳ ῥητορικῷ λεξικῷ κεῖται, εὔνοστος, θεὸς ἐπιμύλιος, δοκοῦσα ἐφορᾶν τὸ μέτρον τῶν ἀλεύρων. Ὅτι ἐν Ἰλιάδι μὲν αὐτὸς ὁ ποιητὴς ἐν προοιμίοις ὁρίζει πόθεν ἀρκτέον τὴν Μοῦσαν, ὅτι δηλαδὴ ἀπὸ τῆς Ἀχιλλέως μήνιδος, διὰ τὸ ἀόριστον ἐκεῖ τοῦ σκοποῦ τῆς ὑποθέσεως. ἐνταῦθα δὲ διὰ τὸ πάνυ πολλὰ πάθη τῆς πλάνης, τῇ Μούσῃ ἀνατίθησι τὸ ἄρξασθαι ὅθεν ἂν αὐτὴ ἐκ τῶν πολλῶν βούλοιτο, εἰπών. τῶν ἀμόθεν γε θεὰ θύγατερ Διὸς εἰπὲ καὶ ἡμῖν. ὡς ἂν εἴη καὶ οὕτω ποικίλος ἐν τῷ τῶν προοιμίων ἑκατέρων σχηματισμῷ. κατὰ δὲ ἀλληγορίαν, τῇ ἑαυτοῦ γνώσει τὸ πᾶν ἀνατίθησιν. ἣν Μοῦσαν μὲν, συνήθως ὀνομάζει, ὡς ζητητικὴν ἐκ τοῦ μῶ τὸ ζητῶ. θεὰν δὲ, διὰ τὸ ὀξὺ καὶ ταχὺ, ὡς ἀπὸ τοῦ θέειν. θυγατέραν δὲ Διὸς, ὡς νοὸς προβολὴν καὶ ἐνέργειαν, Ζεὺς γὰρ ὁ νοῦς. Σημείωσαι δὲ κἀνταῦθα ὡς καὶ ἐν τῇ Ἰλιάδι, τὴν προσωπικὴν σύστασιν καθʼ ἣν ὁ ποιητὴς ἑαυτὸν ὡς πάνυ λόγιον συνιστᾷ. ὡς γὰρ ὁ πλατωνίζειν ἢ δημοσθενίζειν φάμενος ἐμφαίνει θαῤῥεῖν σοφὸς εἶναι κατὰ Πλάτωνα ἢ Δημοσθένην, οὕτω καὶ ὁ θεὰν προκαλεσάμενος ἀείδειν ἢ ἐννέπειν, ἐνθεάζειν οἷον τοῖς λόγοις ἐνέφῃνε. Τὸ δὲ ἀμόθεν, δηλοῖ μὲν τὸ ποθὲν καὶ ἀπό τινος ἑνὸς, σχηματίζεται δὲ οὕτως. ἀμὸς λέγεται ὁ εἷς ἢ ὁ τίς, Ἰωνικῶς εἴτε καὶ Δωρικῶς. ἐξ οὗ ἀμόθεν μὲν, τὸ ποθὲν καὶ ἀπό τινος ἑνός. οὐδαμόθεν δὲ, τὸ οὐδέποθεν. εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ κινήσεις ἐκ τοῦ τοιούτου ἀμός. ἔστι γὰρ ἐξ αὐτοῦ κατὰ ἀπόφασιν ἄλλη τις εὐθεῖα, ὁ οὐδαμός. ὃ ταυτόν ἐστι τῷ οὐδέ τις. ἀφʼ οὗ παρʼ Ἡροδότῳ τὸ οὐδαμοὶ, εὐθεῖα πληθυντική. ἀντὶ τοῦ οὐδέ τινες. καὶ θηλυκὸν οὐδαμάς. ὅθεν γενικὴ, πρὸς οὐδαμῶν ἀνθρώπων. ἐξ οὗ ἐπίῤῥημα μεσότητος τὸ οὐδαμῶς, ἀντὶ τοῦ κατʼ οὐδένα τινὰ τρόπον. ἀφʼ οὗ τὸ οὐδαμῇ. οἷς ἰσοδύναμα, τὸ μηδαμῶς καὶ τὸ μηδαμῇ καὶ ταῦτα μὲν ἐκ τοῦ οὐδαμὸς ἀῤῥήτου ἑνικοῦ συνθέτου ἀρσενικοῦ ὀνόματος. ἐκ δὲ τοῦ ἀμὸς πρωτοτύπου καὶ ἐκ τῆς πληθυντικῆς αὐτοῦ γενικῆς, τὸ ἀμῶς ἐπίῤῥημα γίνεται, ὅ ἐστι μετρικῶς. ὥσπερ δὲ οὐδαμῶς οὐδαμῇ. καὶ μηδαμῶς μηδαμῇ. καὶ πῶς πῇ. καὶ πάντως πάντῃ. καὶ ἄλλως ἄλλῃ, οὕτως ἐκ τοῦ ἀμῶς γίνεται ἀμῇ. ἐκ δὲ τούτων τῶν δύο ἤγουν ἐκ τοῦ ἀμῶς καὶ τοῦ ἀμῇ, κατὰ πρόσληψιν διπλῆς συνδετικῆς παραπληρώσεως, συντίθεται τὸ ἁμωσγέπως. καὶ τὸ ἁμηγέπῃ. τουτέστιν ἐπʼ ὀλίγον. μετρικῶς. κατὰ ἕνα τινὰ τρόπον. οἷον. ἁμωσγέπως ἥψατο λόγου. ἁμηγέπῃ ἐφιλοσόφησεν ἀντὶ τοῦ κατά τι καὶ ἐπὶ βραχὺ καὶ μετρικῶς. καὶ ὡς εἰπεῖν ἀμόθεν. διὸ καὶ ὁ σοφὸς Θρᾷξ Δημοσθένης ἐν οἷς παρέφρασε τὴν Ὀδύσσειαν, τὸ ἀμόθεν, ἁμηγέπῃ ἡρμήνευσε. Τὸ δὲ καὶ ἡμῖν, ἢ παρέλκον ἔχει τὸ καὶ καθὰ πολλαχοῦ γίνεται, ἢ διὰ τὸ μέλλον εἴρηται. ὡς εἰκὸς ὂν, πολλοὺς μεθʼ Ὅμηρον ἐγχειρήσειν τοιούτῳ ἔργῳ. ἴσως δὲ καὶ διὰ τὸ παρῳχημένον, εἴ τις ἀναπολεῖ τὴν προεκτεθειμένην ἱστορίαν, ὅτι δηλαδὴ Αἰγυπτόθεν ἡ λαβὴ τῆς ποιήσεως τῷ Ὁμήρῳ ὡς πρὸ ὀλίγου ἐγράφη. ἵνα λέγῃ ὅτι ὡς ἑτέροις φθάσασα εἶπας, εἰπὲ καὶ ἡμῖν. Ὅτι τὸ ἔνθα οὐ μόνον τοπικόν ἐστιν ἀλλὰ καὶ χρονικόν. ὡς τὸ ἔνθʼ ἄλλοι μὲν πάντες ὅσοι φύγον αἰπὺν ὄλεθρον, ἀντὶ τοῦ τότε. καὶ, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων. Ὅρα δὲ τὸ, πάντες ὅσοι φύγον. ᾧπερ ὅμοιον παρὰ Λυκόφρονι, τὸ, λέξω τὰ πάντα νητρεκῶς, ἅσσα θυμῷ ἔχω. Ὅτι τὸ εἰς οἶκον, Ἀττικοὶ μὲν, οἴκοι φασὶν ἐπιῤῥηματικῶς κατὰ ἔλλειψιν. τὸ γὰρ ἐντελὲς, ἔνθα εἰσὶν οἱ οἶκοι. ποιηταὶ δὲ, οἶκονδε φασί. τὸ δὲ κοινότερον ἀπʼ αὐτοῦ, οἴκαδε. ὡς φυγήνδε φύγαδε. περὶ ὧν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Ὅτι οὐδὲ ἐνταῦθα τὴν ἀρχὴν τῆς τοῦ Ὀδυσσέως πλάνης, ἀρχὴν τῆς ἑαυτοῦ ποιήσεως Ὅμηρος τίθεται. ἀλλʼ ὥσπερ ἐν τῇ Ἰλιάδι, οὕτω καὶ νῦν ἀπὸ τῶν ἐγγὺς τοῦ τέλους ἄρχεται. ἡ γὰρ Καλυψὼ ἀφʼ ἧς ποιεῖται ἡ Μοῦσα τοῦ λόγου τὴν καταρχὴν, <!-- 1.9 -->κατάντημα γέγονε τῆς πλάνης τῷ Ὀδυσσεῖ. εἰς αὐτὴν γὰρ ἐσώθη κελητίζων οἷον ἐπὶ τῆς τρόπεως. τὴν μέντοι ἀρχὴν τῆς τοῦ Ὀδυσσέως πλάνης εὑρήσεις ἐν τῇ ι ῥαψῳδίᾳ ἐν τῷ, Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν. ἐκεῖθεν γὰρ Ὀδυσσεὺς εἰς πλάνην ἐξώκειλεν. Ὅτι δύο ταῦτα λέγει ὁ ποιητὴς διὰ πόθου μάλιστα εἶναι τῷ Ὀδυσσεῖ τήν τε πατρίδα καὶ τὴν σώφρονα γυναῖκα. φησὶ γάρ· νόστου κεχρημένον ἠδὲ γυναικός. οἷα δὲ ἡ τοῦ Ὀδυσσέως καὶ τῆς Πηνελόπης ἀναγωγὴ εἴτουν ἀλληγορία, ἐν τοῖς ἑξῆς εἰρήσεται. Ὅρα δὲ ὅτι ἄλλως χρῆται ὁ ποιητὴς τῇ τε σημασίᾳ καὶ τῇ συντάξει τοῦ κεχρημένος, ἤ περ ἡμεῖς. ἡμεῖς μὲν γὰρ χρῆσθαι φαμὲν, τὸ μεταχειρίζεσθαι, καὶ δοτικῇ πτώσει συντάσσομεν. Ὅμηρος δὲ, τὸν χρῄζοντα κεχρημένον λέγει καὶ γενικῇ συντάσσει τὴν λέξιν. ἀπὸ τοῦ χρηΐζω ἢ χρῄζω κινηθεῖσαν κατὰ ἔλλειψιν τοῦ σίγμα. Ὅρα δὲ καὶ τὸ γυναικὸς ἀστείως λεχθὲν πρὸς τὸ ἐφεξῆς, ὁ μὲν γὰρ κεχρημένος ἦν γυναικός. Καλυψὼ μὲν, ἐπὶ τῶν ἐνεσπαρμένων τῇ γῇ καὶ τοῖς φυτοῖς καὶ τοῖς νάμασι φυσικῶν δυνάμεων τίθεται, διʼ ὧν αἱ τῶν καρπῶν προθέσεις ἐν καιρῷ γίνονται, κατὰ τὸ νέον φαινομέναι, ἤτοι κατὰ τὸ ἔαρ. ὅθεν καὶ ἡ νύμφη συντέθειται. οἱονεὶ νεόμφη καὶ Αἰολικῶς νύμφη. ὁ δὲ μῦθος καὶ δαιμόνιά τινα νύμφας φησὶ γεωχαρῆ καὶ σωματικώτερα, ὡς καὶ ἐν Ἰλιάδι ἐῤῥέθη. ὁποῖαίτινες αἱ Νηΐδες. καὶ Ἁμαδρυάδες. καὶ Ἁμαμηλίδες. καὶ Ὀρεστιάδες. καὶ Λειμωνιάδες αἱ μυθικαί. τοιαύτη τις καὶ ἡ Καλυψὼ κατὰ τὸν μῦθον. ἀλλὰ δὴ καὶ ἡ Κίρκη. ἃς καὶ αὐδηέσσας ὁ ποιητὴς ἐρεῖ. ὅ ἐστιν, ἀνθρωπίνῃ καὶ τῇ κάτω καὶ καθʼ ἡμᾶς χρωμένας φωνῇ. τοῦτο γὰρ ἡ αὐδή. καὶ αἱ καθʼ ἡμᾶς δὲ νύμφαι, ἐξ ὁμοιότητος τῶν τοιούτων νυμφῶν, τὴν ἐπωνυμίαν εἰλήφασι. καὶ αὐταὶ γὰρ ταπρὶν θαλαμευόμεναι, νέον φαίνονται ὅτε τὸ τῆς ἡλικίας ἔαρ αὐταῖς ἐπανθεῖ. ὅτι μέντοι οὐ μυθικαὶ νύμφαι ἦσαν ἡ Καλυψὼ καὶ ἡ Κίρκη, ἐκ τῶν ἱστοριῶν δῆλόν ἐστιν. εἰ καὶ ὁ ποιητὴς διὰ τερατείαν ἄλλως μυθολογεῖ τὰ περὶ αὐτῶν. δῆλον δὲ ὅτι καὶ συγγενική ποτε λέξις ἐστὶ τὸ νύμφη. ὡς δηλοῖ καὶ τὸ νύμφα φίλη. Ὅτι τὸ δῖα ἡ ἐνδοξοτάτη, διὰ τὸν Δία συντάσσεται ὑπερθετικῶς μετὰ γενικῆς. ἐπεὶ γὰρ ὑπερκεῖσθαι πάντων ἐδόκει ὁ Ζεὺς, διατοῦτο καὶ τὸ δῖος καὶ τὸ δῖα ἐκ τῆς Διὸς γενικῆς γινόμενα, ὑπερθετικὴν σύνταξιν ἔχουσιν ὡς καὶ ἐν τῇ Ἰλιάδι πλατύτερον γέγραπται. Ἰστέον δὲ ὅτι διὰ τὸ ὡς ἐῤῥέθη ὑπεροχικὸν τοῦ Διὸς, οὐ μόνον μέγαν ὁ ποιητὴς αὐτὸν λέγει ὡς ἐν τῷ, Διὸς μεγάλου ἐνιαυτοὶ, καὶ, Διὸς μεγάλοιο ἕκητι, εἰ καὶ κατʼ ἄλλον λόγον μείζων ὁ Κρόνος κατὰ τὴν αὐτοῦ ὅς φασι σφαῖραν, ἀλλὰ καὶ ἐπλήθυναν αὐτὸν κατὰ τὴν κλίσιν οἱ μεθʼ Ὅμηρον, ὡς Αἴλιος Διονύσιος ἱστορεῖ. Δίες γάρ φησι τὸ πληθυντικὸν τοῦ Διὸς. καὶ δρᾶμα οὕτως ἐπιγέγραπται. καὶ αἱ ἐφεξῆς πτώσεις, Διῶν. καὶ Δισί. καὶ Δίας. Ἔτι ἰστέον ὅτι καθὰ τὸ δῖος οὐ παράγει σύγκρισιν, ἢ ὑπέρθεσιν διὰ τὸ φύσει τῆς λέξεως ὑπεροχικὸν, οὐδεὶς γὰρ λέγει διότερος ἢ διότατος, οὕτως οὐδὲ τὸ ἀγαθὸς, διὰ τὴν ἐν αὐτῷ τοῦ ἄγαν ἐπίτασιν. φησὶ γοῦν Αἴλιος Διονύσιος, ὅτι ἀγαθώτερος καὶ ἀγαθώτατος παρʼ οὐδενὶ τῶν Ἑλλήνων κεῖται. Ὅτι τὸ γλαφυρὸν κυρίως μὲν, ἐπὶ χειροκμήτου κοιλότητος, οἵαν οἱ λιθοξόοι καὶ οἱ ξοανογλύφοι ἐντυποῦσι, παρὰ τὸ γλάφω τὸ κοιλαίνω γενόμενον, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. ἐπὶ δὲ σπηλαίου μεταφορικῶς λέγεται καὶ ἐπὶ νηὸς, διὰ τὸ ἁπλῶς κοῖλον ὃ καὶ τοῖς γλαφομένοις παρέπεται. ἤδη δὲ ἡ λέξις μετῆκται καὶ ἐπὶ νοημάτων. καὶ λέγεται καὶ νοήματα γλαφυρὰ, τὰ ἔχοντά τι βαθὺ, πλὴν μετὰ καὶ χάριτος καὶ διαφανίας τινὸς καὶ λαμπρότητος, ὡς μὴ πάνυ εἶναι διὰ τὸ βάθος σκοτεινά. εἰ δὲ καὶ σπίνου στόμα γλαφυρὸν ἀκούσεις σοφοῦ τινὸς λέγοντος, ἐντεῦθέν ποθεν νόει μετηνέχθαι τὴν λέξιν. ἀλλὰ καὶ ὅτε τις λέγει φρίσσειν τὰ λήϊα γλαφυρὸν, διὰ τὸ ἐπικυρτοῦσθαι τοὺς στάχυας τοῦτο λέγει, καὶ γίνεσθαί τινα οὕτω ὑπʼ ἐκείνοις κοιλότητα. Ὅτι δοκεῖ μὲν ἀδιάφορα εἶναι ὁ πόσις τε καὶ ὁ ἀνὴρ, Σοφοκλῆς δὲ ἐν Τραχινίαις ὑπεμφαίνει διαφοράν τινα τῶν λέξεων τούτων ἔνθα δέδοικεν ἡ ὑπέρακμος Δηϊάνειρα, μή ποτε ὁ Ἡρακλῆς αὐτῆς μὲν εἴη πόσις, τῆς δὲ νεωτέρας Ἰώλης ἀνήρ. παρωνόμασται δὲ ἀπὸ τῆς πόσεως ὁ πόσις ὡς δοκεῖ τοῖς παλαιοῖς, διὰ τὴν σπερματικὴν ὑγρότητα. ὡς καὶ ὁ ἄρσην, ἀπὸ τοῦ ἄρδειν. καὶ ὁ υἱὸς ἀπὸ τοῦ ὕειν. διὸ καὶ τὸ ὀπυίειν, ἐντεῦθεν αὐτοῖς ἐδόκει παράγεσθαι. οἱονεὶ τὸ διὰ τῆς ὀπῆς ὕειν ὅθεν ὁ υἱός. Ὅτι τὸ περιπλομένων ἐνιαυτῶν ἐκ τοῦ περιπελομένων γίνεται ὅ ἐστι γενομένων ἢ περιπολούντων, κατὰ συγκοπήν. Ὅτι δὲ τὸ πέλεσθαι καὶ ἐπὶ τοιούτου λέγεται, δηλοῖ τὸ, ἤματα μακρὰ πέλονται. Ἐνιαυτὸς δὲ ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, ὁ μακρὸς χρόνος καὶ διατριβὴν ἔχων πολλὴν, παρὰ τὸ ἰαύω τὸ διατρίβω. διὸ καὶ ὁ κωμικὸς ἐπιθετικῶς <!-- 1.10 -->αὐτὸ τίθησιν ἐν τῷ ἐτῶν χρονίους ἐνιαυτούς. Ἰστέον δὲ ὅτι ἀπὸ μὲν τοῦ ἐνιαυτοῦ τὸ ἀπενιαυτίζειν γίνεται. ἀπὸ δὲ τοῦ ἔτους, ἀμφιετίζεσθαι τὸ κατʼ ἔτος περιέρχεσθαι, καὶ ἐπίῤῥημα δὲ ἐντεῦθεν παρὰ τοῖς παλαιοῖς ἀμφιετεί. Ὅτι τὸ ἐπεκλώσαντο θεοὶ, τροπικῶς ῥηθὲν ὡς ἀπὸ τῶν κλωθομένων εἱρμόν τινα σημαίνει καὶ κύκλον καὶ εἴλησίν τινα καὶ στροφὴν τῶν ἐν γενέσει πραγμάτων, οὐκ ἐχόντων μένειν ἐπὶ τοῦ αὐτοῦ. λαμβάνεται δὲ ἡ λέξις ἐπὶ ἀποβάσει πραγμάτων ἀγαθῶν καὶ μὴ τοιούτων. ἐπικλώθεσθαι γάρ τισι φαμὲν, τά τε χρηστὰ καὶ τὰ μὴ τοιαῦτα. αἱ μέντοι κατακλῶθες ἐοίκασιν ἐπὶ κακοῦ λαμβάνεσθαι. διὸ καὶ βαρείας αὐτὰς ἐπονομάζει ὁ ποιητὴς ἐν τῷ, κλῶθες τε βαρεῖαι. καὶ ὁ τοῦ Ἠξίονος δὲ τροχὸς ᾧ ἐκεῖνος κατὰ τὸν μῦθον συνδεδεμένος εἰλεῖται, τοιοῦτόν τι παραδηλοῖ. κλώσματος γὰρ στροφῇ ἔοικεν ἡ τοῦ τροχοῦ περιδίνησις. Ὅτι δὲ καὶ μοῖρα ἡ Κλωθὼ, καὶ ὅτι ἐκεῖθεν ἡ λέξις εἴληπται, οἱ παλαιοὶ δηλοῦσιν. Ὅτι εὐφωνίαν ἐν πολλοῖς τεχνώμενος ὁ ποιητὴς, καὶ ἄλλως μὲν πολλαχοῦ τοῦτο ποιεῖ, ἔστι δὲ ὅτε καὶ διὰ προσθήκης στοιχείου ἢ ἀφαιρέσεως. προσθήκης μὲν, ὡς ἐν τῷ πλάγχθη καὶ τοῖς ὁμοίοις καθὰ προγέγραπται. ἀφαιρέσεως δὲ, ὡς ἐν τῷ πεφυγμένος ἀέθλων. πεφευγμένος γὰρ ὀφείλων εἰπεῖν, ἐξώθησε τὸ ε τῆς διφθόγγου διὰ τὸ εὐφωνότερον. οὕτω καὶ ἐκ τοῦ πεύθω πεύσω πύστης ἡ διʼ ἀκοῆς μάθησις. καὶ ἐκ τοῦ κεύθω ἡ κύστης. καὶ ἐκ τοῦ ἐρεύθω, τὸ ἐρυθρὸν καὶ τὸ ἐρύθημα καὶ ἰχθὺς ὁ ἐρυθῖνος, καὶ ἐρυθρόδανον. οὕτω καὶ τὸ ἄφευκτον, ἄφυκτον λέγεται. καὶ τὸ πέπυσμαι πέπευσμαι. καὶ τὸ ψευδηρὸν, ψευδρὸν καὶ ψυδρόν. καὶ τὸ ἄπευστον ἄπυστον. καὶ ἔλευσις ἤλυσις. καὶ εὔτευκτον εὔτυκτον. καὶ τὸ τετεῦχθαι τετύχθαι. καὶ τὸ νευστάζειν νυστάζειν. οὕτω καὶ ἐκ τοῦ τεύχω τέχνη. καὶ τὸ γλυκὺ ἐκ τοῦ γλεῦκος. ὅθεν καὶ γλεῦξις κατὰ Παυσανίαν, οἶνος πολὺ ἕψημα ἔχων, ὁ νῦν φησι σίρινος. ὁ δʼ αὐτὸς, καὶ σίραιον οὐδετέρως. Ἀέθλους δὲ, σεμνῶς ὁ ποιητὴς εἶπε τοὺς τοῦ Ὀδυσσέως πόνους καὶ οἷον ἀγῶνας. Ὅτι δὲ καὶ ἐπὶ ἀγωνισμάτων οἶδε τὴν λέξιν κειμένην, πολλαχοῦ φαίνεται. πρός τινα δὲ ἀντίπαλον ἦν ἀεθλεύων ὁ Ὀδυσσεύς. ἢ πάντως, πρὸς τὴν ἀντικειμένην αὐτῷ τύχην. ἐνοήθη δὲ πρός τινων τὸ ἀέθλων, καὶ ἀντὶ τοῦ μόχθων καὶ πόνων, παρὰ τὸ α στερητικὸν καὶ τὸ ἐθέλειν, οὓς οὐκ ἄν τις ἐθέλοι. Ὅτι ἡ τοῦ Ποσειδῶνος ὀργὴ ἣν κατὰ Ὀδυσσέως τρέφει ἵνα πέλαγος μύθου πλατὺ, ἀλληγορίας κυάθῳ μετρήσωμεν, δυστυχίαν παραδηλοῖ τοῦ ἥρωος κατὰ θάλασσαν. τὰ γὰρ περὶ γῆν εὖ ἔχων τύχης, δυστυχῶς εἶχε τῶν κατὰ θάλασσαν. καὶ διατοῦτο δοκεῖ ἀσπερχὲς μενεαίνειν αὐτῷ ὁ τῆς θαλάσσης ἐπιστατῶν Ποσειδῶν. Νέστωρ μέντοι ἐπιτυχὴς τοῦ πλοῦ γενόμενος, οὐ μόνον φίλος Ποσειδῶνος λέγεται, ἀλλὰ καὶ εἰς συγγένειαν αὐτῷ εἰσποιεῖται παρὰ τοῖς ποιηταῖς οἷα σχὼν εὐτυχῶς ὡς εἴρηται τὰ εἰς πλοῦν, ὡς ἐν τῇ γάμμα ῥαψῳδίᾳ ἱστορεῖται. Ἀσπερχὲς δὲ, κατʼ ἐπίτασιν τὸ πολυσπερχὲς καὶ ἐντρεχὲς καὶ πολυσπούδαστον. Σοφοκλῆς δὲ αὐτὸ περισπερχὲς λέγει. οὗ ἀρσενικὸν ὁ περισπερχής. καὶ θηλυκὸν ἡ περισπέρχεια. ἐντεῦθεν δὲ καὶ ὁ Πολυσπέρχων κύριον στρατηγοῦ ὄνομα. Ὅτι παρασημειοῦνται οἱ παλαιοὶ τὸν ποιητὴν ἐν μὲν Ἰλιάδι πολλαῖς ἐπαναλήψεσι χρήσασθαι. ἐνταῦθα δὲ, μιᾷ τῇ κατὰ τοὺς Αἰθίοπας. ἐν ᾗ φησὶν ὅτι Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας. Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν ἤγουν ἀνθρώπων ὡς προδεδήλωται. ὃ φαίνεται καὶ ἐν τῷ, πατὴρ ἀνδρῶν τε θεῶν τε. χρῆται δὲ τῇ ἐπαναλήψει ἐνταῦθα, εἰς σύστασιν τοῦ ἔθνους. δεικνύων πάνυ πολλὴν ὡς ῥηθήσεται γῆν ἐπέχειν αὐτούς. Ἔστι δὲ τὸ μὲν διχθὰ καθὰ καὶ ἐν Ἰλιάδι τὸ τριχθὰ καὶ τετραχθὰ, Δωρικόν. Δωριέων γὰρ, ἡ τοῦ θῆτα ἐν τούτοις ἐπένθεσις. ὡς καὶ ἐν τῷ πονῷ πονήσω πεπόνηκα πέπονα καὶ πλεονασμῷ πέπονθα, πρός τινα ὁμοιότητα τοῦ πέποιθα. οὕτω δὲ καὶ ἐν τῷ μαλακὸς μαλθακός. καὶ χαμαλὴ χθαμαλή. τινῶν δὲ εἰπόντων τὸ αὐτὸ γίνεσθαι καὶ ἐν τῷ ἦσθα, ὁ Ἡρακλείδης οὐκ ἀκούει. δοκεῖ δὲ καὶ ἐκ τοῦ ἔχειν ὅ πέρ ἐστιν ἐξέχειν, κοινῶν μὲν, γενέσθαι ἡ καρυστία ὄχη. πρὸς διαστολὴν δὲ Δωρικῶς, ἡ τοῦ ποταμοῦ ὄχθη καὶ ἐξ αὐτῆς ὄχθος. ἴσως δὲ, καὶ ὁ μόχθος. ὡς ἐκ τοῦ ὀχλεῖν ὁ μοχλός. ὁμοίως καὶ ἐκ τοῦ ἄχος, τὸ ἄχθος καὶ τὰ ἐξ αὐτοῦ. καὶ ἐκ τῆς ὀχῆς δὲ ὅ ἐστι τροφῆς, ὁ παρὰ Ἡσιόδῳ εὐοχθέων. αὐτὸ δὲ, καὶ ἐκ τοῦ ὄχθου γίνοιτο ἄν. καὶ τοιάδε μὲν καὶ ταῦτα. Τὸ δὲ ἔσχατοι ἀνδρῶν, ἐφερμηνευτικόν ἐστι τοῦ, τηλόθι ἐόντας. ὥσπερ πάλιν καὶ τὸ, οἱ μὲν δυσομένου ἡλίου, οἱ δὲ ἀνιόντος, διασαφητικόν ἐστι τὸ διχθὰ μεμερίσθαι αὐτούς. Τὸ δὲ νήσῳ ἐν ἀμφιρύτῃ, νῆσος δενδρήεσσα, οὐκ ἐπανάληψις εἶναι δοκεῖ, διότι οὐχʼ ὁμοιοπτώτως ἔχει. τὰ γὰρ διὰ μιᾶς λέξεως ἐπαναλαμβανόμενα ταυτότητα δοκεῖ πτώσεως φυλάττειν. καί τοι ἐν τῇ Ἰλιάδι πολλαὶ ἦσαν <!-- 1.11 -->ἐπαναλήψεις ἀνομοιόπτωτοι. διὸ καὶ αὐτὸ εἴη ἂν τάχα ἐπανάληψίς τις. ῥηθήσεται δὲ καὶ μετʼ ὀλίγα περὶ αὐτοῦ. Ἐνταῦθα δὲ ὅρα ὡς ἐπίτηδες ὁ ποιητὴς ἄρτι ἐκτοπίζει τὸν Ποσειδῶνα εἰς τοὺς Αἰθίοπας, ἵνα πιθανῶς ἐξαγάγῃ τὸν Ὀδυσσέα τῆς νήσου τῆς Καλυψοῦς, μακρὰν ἀποδημοῦντος καὶ εὐωχουμένου τοῦ Ποσειδῶνος ὃς ἐμενέαινε τῷ Ὀδυσσεῖ. δεισιδαίμονες δὲ ὡς εἰκὸς οἱ Αἰθίοπες. διὸ καὶ ἐν Ἰλιάδι ὁ Ζεὺς καὶ οἱ περὶ αὐτὸν, εἰς ἀμύμονας Αἰθιοπῆας ἔβησαν, καὶ πολλὰς ἡμέρας διήγαγον. Ἰστέον δὲ ὅτι τὸ, τοὶ δεδαίαται, ἀντὶ τοῦ οἳ μεμερισμένοι εἰσὶ, Δωρίδι καὶ Ἰάδι μεμέρισται διαλέκτῳ. καὶ ἐστὶν Ἰωνικὸν μὲν, τὸ δεδαίαται κατὰ κανόνα δεδηλωμένον ἐν Ἰλιάδι. Δωριέων δὲ, τὸ τοί. οὗ νοητὴ μὲν, ἄῤῥητος δὲ εὐθεῖα, τός. ὅθεν ἐκβολῇ μὲν τοῦ ταυ, ὅς, τὸ κοινόν. ἀπελεύσει δὲ καὶ τοῦ σίγμα, ὅ. μετὰ σφοδρᾶς δηλαδὴ τονικῆς κρούσεως. καὶ εἰσὶν ἄμφω, ἀντωνυμικὰ ἄρθρα. οἷον. ὃς θαλάσσης βένθεα οἶδε. καὶ, ὃ γὰρ βασιλῆϊ χολωθείς. ἀνεθείσης δὲ τῆς ὀξείας τονώσεως, μένει ἄρθρον προτακτικὸν, τὸ ὀξυνόμενον ὡς ἐῤῥέθη ἀντωνυμικὸν ὅ. τοῦ τοίνυν ὡς εἴρηται Δωρικοῦ ἄρθρου τοῦ τὸς, ἀκολουθία πέφῃνε κλίσεως, τοῦ. τῷ. τόν. καὶ πληθυντικὰ, τοί. τῶν. τοῖς. τούς. ὁποία καὶ ἡ κίνησις τῆς ληγούσης τοῦ, ἄρτος ἄρτου ἄρτῳ ἄρτον ἄρτοι. καὶ ἑξῆς. αὐτοῦ δὲ τοῦ πρωτοτύπου κλιθέντος οὕτω, ἀναλόγως καὶ τὸ ὃς καὶ τὸ ὃ συνεξηκολούθησαν αὐτῷ. παραδέδοται δὲ καὶ ὅτι τὸ ἄῤῥητον ἄρθρον ἀρσενικὸν τὸ τὸς, ἀπελθόντος τοῦ λήγοντος σίγμα, ἐνεργεῖ Δωρικῶς ὡς προτακτικὸν ἄρθρον. καὶ δῆλον φασὶν, ἐκ τοῦ θάτερος. ὅπερ ἶσόν ἐστι τῷ, ὁ ἅτερος. ἵνα ᾖ, τὸ ἅτερος ἤγουν ὁ εἷς, εἶτα συναλοιφῇ καὶ ἅμα τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, θάτερος. λόγῳ δὲ τοιούτῳ, καὶ θηλυκὴ εὐθεῖα, τὴν ἑτέρα ἤγουν ἡ μία. καὶ κατὰ συναλοιφὴν καὶ ὁμοίαν τροπὴν, θατέρα ἡ ἑτέρα Δωρικῶς. εἰ δὲ τὰ τοιαῦτα Δωρικὰ καὶ ἡ λοιπὴ τούτων ἀνάλογος κίνησις Ἀττικοῖς γέγονε φίλα, καινὸν οὐδὲν εἴ τις ἐνθυμοῖτο καὶ τὸ, ὢ Δάματερ τὸ θαυμαστὸν ὃ κεῖται καὶ παρὰ τῷ κωμικῷ Δωρικὸν μὲν ὂν φιληθὲν δὲ εἰς κοινὴν χρῆσιν τοῖς Ἀττικοῖς. καὶ τοιαῦτα μὲν ταῦτα. Τὸ δὲ διχθὰ, ἐπιῤῥηματικῶς ἔχον κατὰ τὸ τριχθὰ καὶ τετραχθὰ τὰ ἐν τῇ Ἰλιάδι, ἐκ τοῦ δὶς ἐπιῤῥήματος παρῆκται καθὰ καὶ τὸ διχῇ καὶ τὸ δίχα καὶ τὸ δισσεύω καὶ ὅσα τοιαῦτα. δοκεῖ δὲ προϋπάρχειν αὐτῶν, ἡ δια πρόθεσις δηλοῦσά ποτε αὐτὴ καθʼ αὐτὴν, δυασμόν τινα. ὡς δῆλον καὶ ἐκ τοῦ διαψάλματος καὶ ἐκ τοῦ διαυλεῖν καὶ ἐκ τοῦ διαφαίνειν. διὸ καὶ συντεθεῖσα μετὰ τοῦ δίχα, ἐπιτείνει τὸ δίχασμα ἐν τῷ διάνδιχα, οἷον. διάνδιχα βουλεύεται. ἤγουν δυάζει τὴν βουλὴν ἐν τῷ ἄλλως καὶ ἄλλως ἀναβουλεύεσθαι. Ὅτι ἀπὸ τοῦ αἴθω ἐξ οὗ καὶ ὁ παρὰ τῷ κωμικῷ αἰθὸς καὶ λέων αἴθων καὶ οἶνος αἶθοψ, καὶ οἱ Αἰθίοπες λέγονται, διὰ τὸ ἐπικεκαῦθαι τὴν ὄψιν ὑπὸ τοῦ Ἡλίου. ὅς φασι κατὰ κάθετον ὢν ἐν Αἰθιοπίᾳ, ἐπικαίει πλέον. Καὶ ὅτι διχῶς παρὰ τοῖς παλαιοῖς ἡ ἑνικὴ τοῦ ἔθνους εὐθεῖα, Αἰθίοψ τε γὰρ καὶ Αἰθιοπεὺς. καὶ ὅτι καὶ Διὸς ἐπίθετον, αἰθίοψ. ἴσως μὲν, καὶ διά τι ἕτερον. ἴσως δὲ, καὶ διό τι φαίνεται μυθικῶς φιλῶν ἐπιχωριάζειν τῇ Αἰθιοπίᾳ. οὐκ ἀπεικὸς δὲ, καὶ κατʼ ἀλληγορίαν οὕτω καλεῖσθαι αὐτὸν, ὡς φαεινόν. παρὰ τὸ αἴθω τὸ λάμπω. ἀφʼ οὗ καὶ ὁ αἰθὴρ Ζεὺς. καὶ αἰθρία ἡ κατʼ αὐτὸν εὐδία. καὶ τὸ αἴθριον. καὶ ὁ ἀστὴρ δέ. καὶ τὸ ἄστρον. καὶ αἴθυια ὡς εἰκὸς παρὰ Λυκόφρονι Ἀθηνᾶ, ἡ φωσφόρος. Καὶ ὅτι οἱ Αἰθίοπες μεμερισμένοι δίχα οἰκοῦσιν ὡς εἴρηται. οἱ μὲν, δυσομένου ἡλίου. οἱ δὲ, ἀνατέλλοντος. τοῦτο δὲ πολλὴν ἀμφιβολίαν ἐξηγήσεως ἔχει παρὰ τοῖς παλαιοῖς. τοῖς μὲν γὰρ δοκεῖ, δέον εἶναι Αἰθίοπας δέχεσθαι, τοὺς παρʼ ὅλην τὴν μεσημβρινὴν ὠκεανίτην γῆν διατείνοντας. καὶ ἀπὸ ἡλίου ἀνίσχοντος, μέχρι δυομένου διήκοντας. οἳ δίχα διῄρηνται φυσικῶς τῷ Ἀραβίῳ ἤτοι Ἐρυθραίῳ κόλπῳ. οἱ μὲν, ἔνθεν κείμενοι τοῦ κόλπου. οἱ δὲ, ἐκεῖθεν. ἀνατολικοί τε, καὶ ἐπὶ θάτερα δυτικοί. μεγίστη γὰρ ἡ Αἰθιοπία, καὶ μείζων φασὶν ἤπερ ἡ πρὸς Βοῤῥὰν ἀπεναντίας Σκυθία. Αἰθιοπία γὰρ καλεῖται, τὰ μεσημβρινὰ πάντα τὰ πρὸς τὸν Ὠκεανὸν ἀπὸ ἀνατολῶν χειμερινῶν παρήκοντα μέχρι δυσμῶν. καὶ ταῦτα μέν τινες. Ἕτεροι δὲ ἀπεναντίας ἥκοντες τοῖς δοξάζουσι παρωκεανίτας καὶ νοτιωτάτους τοὺς Αἰθίοπας εἶναι, μετάγουσιν αὐτοὺς τῇ ἱστορίᾳ καὶ κατάγουσιν ἐπὶ τὰ πρὸς τῇ Αἰγύπτῳ τῆς Λιβύης ἔσχατα βόρεια. ὧν μέμνηται καὶ Ἡρόδοτος, λέγων· Αἰθίοπες οἱ πρόσουροι Αἰγύπτου. καὶ τούτους εἶναι φασὶ τοὺς παρʼ Ὁμήρῳ Αἰθίοπας. οἷς ἀκολουθῶν καὶ Ἀρίσταρχος, αὐτοὺς νοεῖ Αἰθίοπας. μεμερισμένους μὲν δίχα, διότι σχίζων τὴν κατʼ αὐτοὺς γῆν ὁ Νεῖλος, τοὺς μὲν ἀφίησι δυτικωτέρους κεῖσθαι. τοὺς δὲ ἀφορίζει πρὸς τὸ ἀνατολικώτερον. ἐσχάτους δὲ ἀνδρῶν, δηλαδὴ τῶν ἐν τοῖς βορειοτάτοις μέρεσι τῆς Αἰγύπτου τοῖς περὶ θάλασσαν. καθὰ καὶ <!-- 1.12 -->Αἰσχύλος φησίν· ἔστι πόλις Κάνωβος ἐσχάτη χθονός. καὶ αὐτὸς γὰρ τὴν Κάνωβον, ἐσχάτην χθονὸς λέγει ὡς κειμένην βορειοτάτην ἐν τοῖς πρὸς τῇ θαλάσσῃ μέρεσι Αἰγύπτου. ἀλλʼ οὕτω μὲν καὶ οἱ περὶ Ἀρίσταρχον. συντρέχει δὲ τῇ τοιαύτῃ ἐννοίᾳ, καὶ ὁ εἰπὼν ὅτι ἡ Αἰθιοπία ἐπʼ εὐθείας κεῖται τῇ Αἰγύπτῳ στενὴ καὶ μακρὰ καὶ ἐπίκλυστος. τὰ μέντοι ἔξω αὐτῆς, ἄνυδρα καὶ σπανίως οἰκούμενα. τὰ μὲν πρὸς ἕω, τὰ δὲ πρὸς δύσιν κείμενα. ὅθεν καὶ δίχα διῄρηνται οἱ Αἰθίοπες. οἱ μὲν δυσομένου ἡλίου, οἱ δʼ ἀνιόντος. ἔτι σύμφωνα λέγει καὶ ὁ εἰπὼν, Αἰθίοπας τοὺς ὑπὲρ Αἰγύπτου καὶ Ἄραβας καὶ τοὺς ἀπὸ ἡλίου ἀνατολῶν. λέγων εὐθύτριχας εἶναι. τοὺς δὲ ἐκ Λιβύης, τρίχωμα ἔχειν πάντων οὐλότατον. ὁ δὲ γεωγράφος λέγει καὶ ὅτι, καὶ ἄλλως δὲ οἱ ἀπὸ τῶν στηλῶν καὶ τῆς ἐρυθρᾶς παραπλεύσαντες τῷ Ὠκεανῷ τὴν Λιβύην τὰ τελευταῖα χωρία ἐφʼ ἃ πλέοντες ἦλθον, Αἰθιοπικὰ προσηγόρευσαν. ὑπὸ τῆς τοιαύτης οὖν φησὶν ἀκολουθίας ἀχθεὶς καὶ ὁ ποιητὴς ὡς εἰκὸς, δίχα διαιρεῖ τοὺς Αἰθίοπας. τοὺς μὲν πρὸς ἀνατολὴν, τοὺς δὲ πρὸς δύσιν. Ἔτι δὲ, Αἰθίοπες τὴν Λιβύην ἐπελθόντες μέχρι δύσεως, οἱ μὲν, αὐτοῦ ἔμειναν, οἱ δὲ, καὶ τῆς παραλίας κατέσχον πολλήν. ἄλλοι δὲ νοοῦσι τὴν διακεκαυμένην πᾶσαν ζώνην τὴν πρὸς τῷ νότῳ, κατέχεσθαι ὑπὸ Αἰθιόπων μεσολαβοῦντος τοῦ Ὠκεανοῦ. ἑτέρωθεν δὲ αὐτῆς κεῖσθαι δύο εὐκράτους. μίαν μὲν, τὴν καθʼ ἡμᾶς ἐν τοῖς νοτίοις ἱστορουμένην καὶ φαινομένην. ἑτέραν δὲ, ἡμῖν ἀνιστόρητον τὴν ἐκεῖθεν ἀντιπέραν τοῦ Ὠκεανοῦ καὶ ὡς εἰπεῖν, ὑπερνότιον. ὅθεν καὶ τοὺς Αἰθίοπας διχῇ μεμερίσθαι λέγουσιν ὑπὸ τοῦ τοιούτου Ὠκεανοῦ. εἴς τε τοὺς παρʼ ἡμῖν μεσημβρινοὺς Αἰθίοπας ἐσχάτους ὄντας πρὸς τῷ Ὠκεανῷ, καὶ εἰς τοὺς ὡς εἰκὸς ἀντικρὺ πέραν τοῦ Ὠκεανοῦ. ἐσχάτους καὶ αὐτοὺς κειμένους ἐν τῇ ἑτέρᾳ εὐκράτῳ τῇ ἀθεάτῳ ἡμῖν. ὁ δὲ λόγος οὗτος εἰ καὶ πιθανὸς, ἀλλʼ οὖν τερατώδης διὰ τὴν μαθηματικὴν ὑπόθεσιν τῆς ἀντιπέραν εὐκράτου. διὰ ταῦτα τοίνυν τὸ ἔσχατοι ἀνδρῶν, τριχῶς νοεῖται. ἢ διότι παρωκεανίται κατὰ μεσημβρίαν εἰσὶν οἱ Αἰθίοπες, ὧν ἀοίκητος ἡ ἐπέκεινα διὰ καύματος ὑπερβολὴν. ἢ ἔσχατοι πρὸς τὰ βόρεια τῆς Αἰγύπτου κατὰ Ἀρίσταρχον. ἢ κατὰ τοὺς μαθηματικοὺς, ἔσχατοι διὰ τὸ παρʼ ἑκάτερα ὡς εἴρηται κεῖσθαι τοῦ Ὠκεανοῦ. οἱ μὲν νότιοι, οἱ δὲ ἐκεῖθεν ὡς ἂν εἴποι τις ὑπερνότιοι ὡς ἐν τοιαύτῃ τινὶ καταγραφῇ.

Αἰθίοπες ἀντικείμενοι τοῖς καθʼ ἡμᾶς μεσημβρινοῖς, οἰκοῦντες ἐν τῇ πέραν εὐκράτῳ κατὰ τοὺς μαθηματικοὺς.

Ὠκεανὸς μεσημβρινὸς, περὶ ὃν ἡ διακεκαυμένη ζώνη.

Αἰθίοπες μεσημβρινοὶ πρὸς αὐτῷ Νότῳ ἐν Λιβύῃ ἔσχατοι τῆς ἡμετέρας ἐκεῖ εὐκράτου κατὰ τὸν γεωγράφον.

Αἰθίοπες ἕτεροι ἐν τῷ βορειοτάτῳ ἐσχάτῳ τῆς αὐτοῦ Λιβύης τῷ κατὰ Αἴγυπτον καὶ Ἑσπερίαν θάλασσαν ὡς Ἀριστάρχῳ δοκεῖ. Ὅτι δοκεῖ τισὶν ὁ ἐνταῦθα Ὁμηρικὸς Ποσειδῶν πρὸς τοὺς ἀνατολικωτέρους Αἰθίοπας ἀπελθεῖν, διὰ τὸ λέγειν ἐν τοῖς ἑξῆς τὸν ποιητὴν ὅτι ὁ Ποσειδῶν πλέοντα τὸν Ὀδυσσέα εἶδεν ἐκ Σολύμων ὀρέων ἅπερ εἰσὶν ἐκεῖ ἀνατολικώτερα. Ἰστέον δὲ ὅτι εὐλόγως δοκεῖ ὁ Ποσειδῶν τῇ τῶν Αἰθιόπων γῇ χαίρειν. αὐτοὶ μὲν γὰρ, περὶ Λιβύην. ἀπὸ Λιβύων δὲ ἐξ ἀρχῆς κατὰ Ἡρόδοτον τὸ τοῦ Ποσειδῶνος ὄνομα ἦλθεν εἰς Ἕλληνας, καθὰ καὶ τὸ τοῦ Ἡρακλέος. Ὅτι ταύρων καὶ ἀρνειῶν ἑκατόμβη τῷ Ποσειδῶνι ἐθύετο καθὰ δηλοῖ καὶ ὁ ποιητὴς ἐνταῦθα, εἰπών. ἀντιόων ταύρων τὲ καὶ ἀρνειῶν ἑκατόμβης. ταύρων μὲν, διὰ τὸ γόνιμον τοῦ ὕδατος τὸ ἐκ τοῦ ἄρδειν, εἴγε καὶ ἄρσην λέγεται ἀνὴρ ὡς προείρηται. ἔτι δὲ καὶ πόσις ὁ αὐτὸς, ὡς γόνιμος, καὶ ἄλλως δὲ, διὰ τὸ τοῦ ὕδατος ἔστιν ὅτε μυκητικὸν καὶ πληκτικὸν τοῦ πελάζοντος καὶ ἑλικτὸν δὲ δίκην κέρατος. ἀρνειῶν δὲ, διὰ τὸ ἐξ αὐτοῦ νεάζον καὶ θαλερόν. καὶ διὰ τὸ οἷον εἰπεῖν, χειρόηθες τῆς γαλήνης καὶ ἁπαλὸν ἐν εὐδίας καιρῷ. Ἰστέον δὲ ὅτι οὐ ταυτὸν δηλοῦσιν οἱ ἄρνες καὶ οἱ ἀρνειοὶ, ἀλλὰ τελειότερόν ἐστι τοῦ ἀρνὸς ὁ ἀρνειὸς ὡς ἐν τοῖς μετὰ ταῦτα δειχθήσεται. διὸ καὶ Ὀδυσσεύς που ἀρνειῷ πηγεσιμάλλῳ εἰκάζεται. καὶ ἀρνειὸς δὲ αὐτὸν σώζει τὸν τηλικοῦτον, ἐκ τοῦ Κύκλωπος. Γίνεται δὲ ὁ ἀρνειὸς, ἐκ τοῦ ἀρνὸς πλεονασμῷ τῆς ει διφθόγγου. ὡς ἀδελφὸς ἀδελφειὸς καὶ ὅσα τοιαῦτα. περὶ δὲ ἑκατόμβης, ἐν τῇ α τῆς Ἰλιάδος γέγραπται. Ἰστέον δὲ ὡς οὐ μόνον ἑκατόμβαι, ἀλλὰ καὶ τριττύες ἦσαν ὅ ἐστι τριῶν ζῴων θυσίαι, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα φανήσεται. κατὰ δὲ Παυσανίαν, καὶ δωδεκίδες θυσίαι δώδεκα ἱερείων, περὶ οὗ εὑρήσεται ἀλλαχοῦ, ὅτι <!-- 1.13 -->δωδεκῇδες, σὺν τῷ ι γραπτέον. συνῄρηται γάρ φασιν ὡς τὸ Βρισηΐδος Βρισῇδος. Καμηΐδος Καμῇδος καὶ τὰ ὅμοια. Ἐκ δὲ τῆς ἑκατόμβης, καὶ μὴν Ἀττικὸς Ἑκατομβαιὼν, διὰ τὰς ὡς εἰκὸς τότε ἐπιφανεῖς ἑκατόμβας. Ἰστέον δὲ ὅτι πρὸς ὁμοίωσιν ἑκατόμβης τοιαύτης, ἱστόρηταί τις βασιλεὺς Παφλαγὼν πολυφαγῶν, ὃς ἑκατόν φασι πάντα παρετίθετο ἐπὶ τὴν τράπεζαν ἀπὸ βοῶν ἀρξάμενος. καί πως ἑκατόμβην τινὰ οὕτως ἑαυτῷ ἐσχεδίαζεν. εἰ δὲ σκῶμμα τοῖς πολλὰ πίνουσι προσφυὲς τὸ, οἳ πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔθοντες ἤγουν ἐσθίοντες οὗ χρῆσις καὶ ἐν Ἰλιάδι, ἀλλʼ ἐκεῖνος ὁ Παφλαγὼν, αὐτὸ μὲν ἐξέφευγε. τὸ δὲ παμφάγος εἶναι, οὐκ ἂν ἔχοι διεκφυγεῖν. Σημείωσαι δὲ ὅτι καθὰ καὶ ἀλλαχοῦ δεδήλωται, καταμόνας ἐκ τῆς ἀντι προθέσεως γίνεται οὐ μόνον τὸ ἀντιόων, ἀλλὰ καὶ τὸ ἀντιάαν, καὶ ὁ ἀντίος. ἐκ δὲ τούτων, καὶ ἐναντίος. καὶ ἐναντιῶ. λόγῳ δὲ ὁμοίῳ, καὶ ἐκ τῆς περι προθέσεως, ὁ Πέριμος κύριον. καὶ ἐκ τῆς ἀμφι, ὁ Ἄμφιος. καὶ ῥῆμα τὸ ἀμφιέζω. καὶ ἐκ τῆς ὑπο, Ὕπιος ποταμὸς Παφλαγόνος. εἰ δὲ ἐκ τῆς ἀνα προθέσεως ὁ Ἄνιος, ἀλλʼ αὐτὸ ὑπονοεῖται, ἄλλως γὰρ ἐκ τῆς ἀνίας αὐτὸς παρωνομάσθαι δοκεῖ. οἱ δὲ τὸν Δία ὅπερ ἐστὶν, ἀέρα, ἐθέλοντες ἐτυμολογεῖν παρὰ τὸ διʼ αὐτοῦ τὰ κατὰ γῆν διοικεῖσθαι εἰς ὃ δοκεῖ συντελεῖν αὐτοῖς καὶ τὸ, ἐκ Διὸς ἀρχώμεσθα καὶ ἑξῆς τοιοῦτόν τι καὶ αὐτοὶ ἐπὶ τοῦ Διὸς βούλονται νοεῖν, ὡς τῆς δια προθέσεως ὀνομαζούσης αὐτόν.

Ὅτι τὸ ἀθρόοι καὶ ἀθρόα καὶ ἀθρόον, πρὸς διάφορον σημασίαν διαφόρως οἱ Ἀττικοὶ ἐπνευμάτιζον. ἐπὶ μὲν τοῦ αἰφνιδίου, ψιλοῦντες αὐτὸ διὰ τὴν τοῦ α στέρησιν. οἱονεὶ τὸ δίχα θροῦ, τουτέστι θορύβου. ἐπὶ δὲ τοῦ ὁμοῦ, δασύνοντες διὰ τὴν ἄθροισιν. ἀθρόον γὰρ, τὸ ἅμα θρῷ ἤτοι θορύβῳ. ἢ τὸ ἅμα θορὸν ἤγουν πηδῆσαν. τὸ δὲ ἀθροιστικὸν α, δασύνεται. τὸ γοῦν ἁθρόοι ἦσαν, καὶ ἁθρόα πάντʼ ἀπέτισεν, ἐδασύνετο Ἀττικῶς τούτῳ τῷ λόγῳ διὰ τὴν ἀθροιστικὴν σημασίαν. οἱ δὲ νῦν ὅπως ἂν ἔχοι, ψιλοῦσιν αὐτὰ διὰ τὸ πρὸ δασέος κεῖσθαι τὸ α. οἱ δʼ αὐτοὶ Ἀττικοὶ, καὶ τὸ αὔω ἐπὶ μὲν τοῦ φαίνω, ἐψίλουν ἐξ οὗ καὶ ἡὼς ἡ ἡμέρα. ἐπὶ δὲ τοῦ ξηραίνω, ἐδάσυνον. ἐξ οὗ καὶ τὸ ἀπαφαυάνθην παρὰ τῷ κωμικῷ, ἤτοι ἀπεξηράνθην. καὶ τὸ εἴργω δὲ, ἐπὶ μὲν τοῦ κωλύω, ἐψίλουν. καὶ δῆλον ἐκ τοῦ ἀπεῖρξεν. ἐπὶ δὲ τοῦ ἐγκλείω, ἐδάσυνον. ὡς δηλοῖ τὸ καθεῖρξεν. ὅθεν καὶ δασύνεται καὶ ἡ εἱρκτή. ἐν δὲ ῥητορικοῖς λεξικοῖς φέρεται καὶ ταῦτα. ἐκ τοῦ ἁθρόος, γίνεται ἅθρους. οἷον. ἅθρους ἐπελθὼν ὁ στρατηγὸς, ἤγουν σὺν ὅλῳ τῷ στρατεύματι. καὶ Ἀριστοφάνης. ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους. τοῦτο δὲ, ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν ἀτόπως, ἐπεί φησιν ἡ διαίρεσίς ἐστιν ἁθρόος. ἡ δὲ χρῆσις, παροξύνει. καὶ ζήτει πῶς ἀτόπως. δασύνεται δέ φησιν Ἀττικῶς τὸ ἅθρους καθὰ καὶ τὸ ἁθρεῖν ὅ ἐστι περισκοπεῖν καὶ μετʼ ἐπιτάσεως ὁρᾶν. παρὰ δὲ τοῖς παλαιοῖς καὶ τὸ ἄθυρμά φασι διασύνεται. ὡς καὶ ἕνος ὁ ἐνιαυτός. ὅθεν ἄφενος, ὁ ἀπὸ ἐνιαυσίων γεννημάτων πλοῦτος καὶ τὸ ἕννη δὲ καὶ νέα, δασεῖαν τότε εἶχε. καὶ ἡ ἁμίς. καὶ ἡ ἅμαξα. ὅθεν καὶ τὸ καθημαξευμένως ὥς φησιν Αἴλιος Διονύσιος. καὶ θαμάξιον τὸ ἁμάξιον. χαίρουσι γάρ φησι τῇ δασείᾳ οἱ Ἀττικοί. Ὅτι δὲ τὸ Ὁμηρικῶς εἰπεῖν ἀθρόοι πρὸς δήλωσιν διαφόρου σημασίας παροξύνεται, δηλοῖ ὁ παραδοὺς ὡς ἄθροος μὲν ὁ ἀθόρυβος, προπαροξύνεται. ἁθρόος δὲ ὁ συνηθροισμένος, παροξύνεται. Ὅτι πολιτικώτερον ὡς ἐν Ἰλιάδι οὕτω κἀνταῦθα μεταχειριζόμενος Ὅμηρος τὰ δαιμόνια, βουλὰς θεῶν καθίζει ἀνθρωπικώτερον. καὶ πρῶτον τέως ἐνταῦθα ἐν οἷς ὁ Ζεὺς προκάθηται καὶ προλογίζει φιλοσοφῶν ὡς αὐτίκα εἰρήσεται. παιδευτικὰ δὲ καὶ ταῦτα τῶν τοῦ ποιητοῦ, ὡς δέον ὂν μηδὲν ἀπροβουλεύτως καὶ ἀπρονοήτως γίνεσθαι. Ἀστείως δʼ ἐνταῦθα τὸ, ἔνθʼ ὅγε τέρπετο δαιτὶ παρήμενος, οἱ δὲ δὴ ἄλλοι τοῦ δεῖνος ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν, ῥηθήσεταί ποτε ὅτε πολλῶν τινῶν ἐς μεγάλου τινὸς ἰόντων, εἷς τις γίνεται τοῦ τρυφᾶν. Μέγαρον δὲ ὡς ἐν ῥητορικῷ φέρεται λεξικῷ, οὐ μόνως τὸ κοινῶς, ἀλλὰ καὶ ἰδικῶς μέγαρα, κατάγεια οἰκήματά φησι ταῖν θεαῖν ἤγουν Δήμητρος καὶ Περσεφόνης. Αἴλιος δὲ Διονύσιος φησὶ καὶ ὅτι μάγαρον οὐχὶ μέγαρον, εἰς ὃ τὰ μυστικὰ ἱερὰ κατατίθενται.

Ὅτι οὐδʼ ἐν τῇ Ὀδυσσείᾳ ὁ ποιητὴς ὥσπερ οὐδʼ ἐν τῇ Ἰλιάδι, ἐθέλει μωμοσκόπος εἶναι καὶ σιλλὸς ὅτε μὴ πᾶσα ἀνάγκη. ἀμύμονα γοῦν ὀνομάζει νῦν τὸν ἀτάσθαλον Αἴγισθον ὁ Ὁμηρικὸς Ζεύς, οὐκ ἐκ τῶν ἐκείνου κακῶν λαβὼν τὸ ἐπίθετον, ἀλλʼ ἀφʼ ὧν ὡς εἰκὸς εἶχε καλῶν. εἶχε δὲ, τὸ εὐγενές. τὸ εὐειδές. τὸ συνετὸν. καὶ εἴ τι που ἄλλο. ἄλλως δὲ, οὐδὲ ἐχρῆν τῷ μεγάλῳ Διῒ φλύαρον ἦθος προσαναπλάσασθαι τὸν ποιητήν. Περὶ δὲ Διὸς οὗ δήλωσις καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ῥητέον κἀνταῦθα ὅτι <!-- 1.14 -->πολλαχῶς λαμβάνεται. μυθικός τε γὰρ, καὶ πρὸς ἱστορίαν, ἔτι δὲ καὶ ἀλληγορίαν. οὐ μόνον εἰς εἱμαρμένην ἐκλαμβανόμενος, ἀλλὰ καὶ εἰς νοῦν τόν τε κατʼ ἄνθρωπον καὶ τὸν τοῦ κόσμου. καὶ εἰς οὐρανόν. καὶ αἰθέρα. καὶ ἁπλῶς ἀέρα. καὶ εἰς ἥλιον. Καὶ ὅτι τῶν εἰς ευς ὀνομάτων ὑπὲρ μίαν συλλαβὴν ὄντων, μονήρης μένει ὁ Ζεὺς ὡς μονοσύλλαβος. καὶ ὅτι πολλαῖς εὐθείαις παρὰ τοῖς παλαιοῖς ποικίλλεται. Δὶς γὰρ, οὗ γενικὴ Διὸς. καὶ Ζὴν, καὶ Ζὰν, καὶ Ζὰς, καὶ Ζὴς παρὰ Φερεκύδῃ καὶ Βοιωτικῶς, Ζεὺς καὶ Δάν. καὶ ὅτι τοῦ Ζεὺς, ἔστι καὶ αἰτιατικὴ παρὰ Πολυκράτει τῷ σοφιστῇ μονοσύλλαβος, τὸν Ζεῦν, περισπωμένη κατὰ τὸ λὶς λῖν, καὶ τὰ λοιπὰ τοιαῦτα μονοσύλλαβα. ἐν οἷς καὶ τὸ, τὴν θεῦν Ἄρτεμιν. κράθεν αὐτὸ ἀπὸ τοῦ, τὴν θεόν. Ὅτι τὸ ὢ πόποι, φανερῶς ἐνταῦθα οὐκ ἐπὶ θρήνου κεῖται, ἐν τῷ, ὢ πόποι οἷον δὴ θεοὺς βροτοὶ αἰτιόωνται, ἀλλὰ σχετλιασμὸν δηλοῖ καὶ ἀγανάκτησιν. εἴρηται δὲ περὶ αὐτοῦ ἐν τῇ α τῆς Ἰλιάδος πλατύτερον. εἰς δὲ τὸ βροτὸς, γράφουσιν οἱ παλαιοὶ ὅτι ὁ οἷον μορτὸς, ἤγουν μεμορμένος καὶ τῇ εἱμαρμένῃ ὑποπεπτωκώς. ὁ δὲ μῦθος, παρὰ τὸν Βρότον παράγει τὴν λέξιν, ὅπερ ἐστὶ μολυσμὸς αἵματος, ἤτοι λύθρον τὸ ἐκ τῶν μυθευομένων γιγάντων. ἄλλως δὲ κοινότερον, παρὰ τὸ ῥέω γίνεται ῥοτὸς ὁ ῥοῇ ὑποκείμενος, καὶ πλεονασμῷ τοῦ β Αἰολικῶς, βροτός. ὁμοίως τῷ, ῥᾴδιον βράδιον. ῥάκος βράκος. ῥόδον βρόδον. ῥίζα βρίζα. ἴσως δὲ, καὶ ῥῶ βρῶ. ἐξ οὗ βρῶσις ἡ οἶον ῥῶσις τῷ ζῶντι. οὕτω δὲ καὶ ῥυτὴρ βρυτὴρ ὁ χαλινός. ὁ δʼ αὐτὸς, καὶ τροχίσκον δηλοῖ τὸν καὶ ῥόμβον καλούμενον. ὃν τύπτοντες ἱμᾶσι καὶ στρέφοντες, ἐποίουν δινεῖσθαι καὶ ψόφον ἀποτελεῖν. Εὔπολις δέ φασι, ῥύμβον αὐτὸν εἶπε διὰ τοῦ υ ψιλοῦ. ὁ δὲ διὰ τοῦ ο μικροῦ ῥόμβος, παρεσημειώθη ἐν τοῖς τοῦ περιηγητοῦ. δοκῶν αὐτὸς καί τι ἐργαλεῖον εἶναι τοῦ ὑφαίνειν, ὡς δῆλον ἐκ τοῦ, ἱμάτια πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαινόμενα. ζήτει δὲ περὶ αὐτοῦ καὶ ἐν τοῖς κατὰ τὸν Θεόκριτον. Ὅτι φιλόσοφον διὰ τοῦ Διὸς ὁ ποιητὴς ἀνακινήσας θεώρημα εἰ ἄρα ἐξ εἱμαρμένης αἱ κακώσεις τοῖς ἀνθρώποις, ἢ ὑπὲρ μόρον ἤγουν ὑπὲρ τὴν μοῖραν ἐξ οἰκείας εἰσὶν ἀτασθαλίας, λύει αὐτὸ κατά τινα λόγον ἀντιπαραστάσεως διὰ τοῦ και συνδέσμου. λέγων ὡς οὐ καθόλου καὶ ἀδιορίστως τὸ μοιρίδιον αἰτιατέον τῶν κακῶν, ἀλλὰ ῥητέον ὅτι τὰ μὲν τῶν ἐν ἀνθρώποις κακῶν διόθεν εἰσὶν ἤτοι ἐκ τοῦ πεπρωμένου. Ζεὺς γὰρ, καὶ τὸ πεπρωμένον ὡς πολλαχοῦ φαίνεται. οἱ δὲ, καὶ αὐτοὶ βλάπτουσιν ἑαυτοὺς σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχοντες. οἷον. Ἱππόλυτος μὲν οὐ δικαίως ὑπὸ Κύπριδος κακὰ παθών. καὶ Ἡρακλῆς χόλῳ τῆς Ἥρας ἐλαυνόμενος. καὶ Βελεροφόντης κατὰ τὸ γῆρας μελαγχολῶν. καὶ Εὐχήνωρ ἐν Τροίᾳ θνήσκων διὰ τὸ καὶ οἴκαδε ἀνάγκην εἶναι νόσῳ παραπολέσθαι. καὶ Ὀδυσσεὺς ἐν τῇ πλάνῃ μυρία πάσχων κακά. καὶ εἴ τινες ἄλλοι τοιοῦτοι, οὐκ ἐξ οἰκείας ἀτασθαλίας πάσχουσι τὰ κακά. ἐὰν δὲ Αἴγισθος Ἑρμοῦ εἰπόντος μήτε τὸν Ἀγαμέμνονα κτείνειν μήτε μνάασθαι ἄκοιτιν, ἀπειθῇ, γήμας ἄλοχον τῷ βασιλεῖ μνηστὴν καὶ ἀναιρῆται. καὶ οἱ Ὀδυσσέως ἑταῖροι τῶν ἀπειρημένων ἁψάμενοι τοῦ Ἡλίου βοῶν, ἀπόλωνται. καὶ Ἀχιλλεὺς δυνάμενος ἐν Φθίᾳ διάγειν καὶ ἐπὶ μακρὸν ζῆν, εἶτα ἐλθὼν ἐς Τροίαν τελευτᾷ. καὶ Ἀλέξανδρος τὸ μὲν Οἰνώνης λέχος περιφρονήσας τὴν δὲ Ἑλένην ἁρπάσας, πάθοι κακῶς. καὶ Ἐλπήνωρ οἴνῳ βαρούμενος, πέσῃ καὶ ἐκτραχηλισθῇ, ἐξ οἰκείας ἀτασθαλίας οὗτοι πάσχουσιν. Ἰστέον δὲ ὅτι εὐλόγως τὸ σφῇσιν ἀντὶ τοῦ ἰδίαις, τῷ η παραλήγεται, διὰ τὸ σφαῖς εἶναι τὸ προϋποκείμενον, ὁμοίως τῷ αἷς ᾗσι ταῖς ἰδίαις. τὸ μέν τοι σφίσιν ἀντὶ τοῦ αὐταῖς, οὐ καλῶς παρὰ τοῖς μεθʼ Ὅμηρον διὰ τοῦ η ἔχει τὴν παραλήγουσαν. Τὸ δὲ ὑπὲρ μόρον, συνθέτως ἐν ἑνὶ μέρει λόγου οἱ ἀκριβέστεροί φασι τῶν παλαιῶν, προπαροξύνοντες διὰ τὴν σύνθεσιν. Ἰστέον δʼ ἐνταῦθα καὶ ὅτι τῆς ὑπερ προθέσεως δηλούσης ἔστιν ὅτε περιττότητα; καὶ τοῦ μόρου λαμβανομένου ποτὲ ἀντὶ τοῦ καθήκοντος, νοεῖται διʼ αὐτὰ τὸ, ὑπέρμορον ἄλγεα πάσχειν, καὶ ἀντὶ τοῦ ὑπὲρ τὸ καθῆκον. οὕτω δέ φασι καὶ ὑπερηνορέων, ὁ παρὰ τὸ καθῆκον ἀνδριζόμενος. τῆς ὑπερ, ἰσοδυναμούσης τῇ παρα ἐν τοῖς τοιούτοις. ὡς καὶ ἐν τῷ, ὑπερβασίαι ἀλεγειναί. καὶ ἐν τῷ ὑπέρμετρον. ἐν μέν τοι τῷ ὑπερβαλλόντως καὶ ἐν τῷ ὑπέρθυμος καὶ ἐν τῷ ὑπερήσει ἀντὶ τοῦ ὑπερακοντίσει καὶ τοῖς ὁμοίοις, οὐ ψεκτὴν ἀλλʼ ἐπαινετὴν σημαίνει περιττότητα ἡ ὑπερ πρόθεσις. Ἐν τούτῳ δὲ τῷ χωρίῳ σημείωσαι τὸ τοῦ λόγου σεμνόν. ἀποφαντικῶς γὰρ ὁ Ζεὺς λαλεῖ καὶ γνωμικώτερον, καὶ μέμφεται τοὺς οὕτως εἰκῇ αἰτιωμένους τὸ θεῖον. εἰπών. ὢ πόποι, οἷον δὴ θεοὺς βροτοὶ αἰτιῶνται, ἐξ ἡμέων γάρ φασι κακὰ ἔμμεναι, καὶ τᾶ ἑξῆς. κεῖται δʼ ἐνταῦθα καὶ πίστις τοῦ καθόλου ῥητορικῶς μερικὴ ἐκ παραδείγματος τὸ, ὡς καὶ <!-- 1.15 -->νῦν Αἴγισθος ἐποίησε τό δέ τι. Ὅτι ὁ πρὸς Διὸς μάλιστα δὲ θεόθεν πεμπόμενος Ἑρμῆς ἐΰσκοπος ἀργειφόντης ὁ τῷ Αἰγίσθῳ ὑποδεικνύων τὰ μέλλοντα, ὁ καθʼ ἡμᾶς φυσικὸς λόγος ἐστίν. οὗ πολλάκις παραδεικνύντος τὸ ὑπορωρυγμένον ἡμεῖς τυφλώττοντες, ὅμως περιπίπτομεν καὶ ἀπολλύμεθα. Ὅτι δὲ ὁ Ἑρμῆς εἰς τὸν λόγον ἀλληγορεῖται, οὐδεὶς τῶν περὶ λόγους ἠγνόησεν. ἔστι δὲ τὸ περὶ τούτων Ὁμηρικὸν ῥητὸν, τοιοῦτον. ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς Ἑρμείαν πέμψαντες ἐΰσκοπον ἀργειφόντην, μήτʼ αὐτὸν κτείνειν, μήτε μνάασθαι ἄκοιτιν. καὶ τὰ ἑξῆς. Ἰστέον δὲ ὅτι τὸ, προείπομεν πέμψαντες Ἑρμῆν, ὑποβάλλει, μὴ μόνον φυσικὸν λόγον ἀλλὰ καὶ προφορικὸν ὑπονοεῖν τὸν Ἑρμῆν. ἦν δὲ τοιοῦτος λόγος, ὁ τοῦ ἀοιδοῦ. ὃν Ὅμηρος ἐν τῇ γ ῥαψῳδίᾳ ἐρεῖ. ὃς φύλαξ ὢν τῇ Κλυταιμνήστρᾳ, κατεπῇδε τοῦ Αἰγίσθου ὡς εἰκὸς, ἃ λέγει ἐνταῦθα ὁ Ζεύς. Ἄκοιτις δὲ ἣν καὶ ἄλοχον ἀνωτέρω ἔφη, οὐ μόνον ἡ ὁμόκοιτις, ἀλλὰ καὶ ἡ μὴ κοιτασθεῖσα σὺν ἑτέρῳ ἀλλʼ ἐκ παρθενίας ληφθεῖσα. Ὅρα δὲ καὶ ὅτι θαυμασίως ἐνταῦθα κεῖται τὸ ἐΰσκοπος καὶ τὸ ἀργειφόντης, περὶ οὗ ἐν Ἰλιάδι εἴρηται. οὐ γὰρ ὁ δόλιος Ἑρμῆς ἢ ὁ χθόνιος ἢ ὁ στρόφις ἢ ὁ ἐμπολαῖος ἤτις τοιοῦτος ἐπαίδευε τὸν Αἴγισθον, ἀλλʼ ἐΰσκοπος, διʼ οὗ προσκοπεῖσθαι εἶχε τὰ μέλλοντα, καὶ ὁ ἀργειφόντης, ὃς ἀργὸν φόνου ὑπετίθει εἶναι τὸν Αἴγισθον καὶ μὴ κτείνειν τὸν Ἀγαμέμνονα. Ὅτι ἐν τῷ, ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρείδαο ὁππότʼ ἄρʼ ἡβήσει τε καὶ ἧς ἱμείρεται αἴης, ὑποδηλοῖ ὁ ποιητὴς τὸν τῆς ἥβης καιρὸν ἀρχὴν εἶναι τοῦ φρονεῖν τὰ βελτίω. τίς δὲ ἡ ἥβη καὶ πόθεν γίνεται, ἐν τοῖς τῆς Ἰλιάδος γέγραπται. ἐν τούτοις δὲ, καὶ ποιητική ἐστι παρίσωσις. πάρισα γὰρ τὸ, Ὀρέσταο Ἀτρείδαο. ἤγουν ὁμοιοκατάληκτα. ἢ ὁμοιοτέλευτα. Αἰολέων δέ εἰσιν αἱ τοιαῦται γενικαὶ ὡς καὶ ἐν τῇ Ἰλιάδι γέγραπται. Φασὶ δὲ οἱ παλαιοὶ, μὴ δεῖν ἐνταῦθα λέγειν ἐκ γὰρ Ὀρέσταο Ἀτρείδαο, ἤτοι τοῦ ἐγγόνου τοῦ Ἀτρέως. ἀλλὰ μᾶλλον, ὅτι ἐξ Ὀρέστου, τίσις τουτέστιν ἐκδίκησις ἔσται τοῦ Ἀτρείδου Ἀγαμέμνονος. λέγουσι γὰρ, τὸν Ὅμηρον μὴ σχηματίζειν ἀπὸ πάππου πατρωνυμίαν, εἰ μὴ ὁ πάππος εὐθὺς εἴη Διὸς υἱός. καὶ ὁ λόγος, εὔλογος. ἀπὸ γὰρ προσεχοῦς καὶ ἐγγυτάτω αἰτίου χρὴ γενεαλογεῖν, ὁποῖόν τι ὁ πατήρ. ὁ δὲ πάππος, πόῤῥω αἴτιον. εἰ μέντοι πάνυ ἔνδοξος ὁ πάππος ὡς οἱ ἐκ τοῦ Διὸς, τότε δὴ χαρακτηριστέον καὶ ἐξ αὐτοῦ τὸν ἀπόγονον, οὐχʼ ὡς προσεχοῦς αἰτίου ἀλλʼ ὡς ἐπιφανεστάτου. ἐνταῦθα δὲ ὁ τοῦ Ὀρέστου πάππος Ἀτρεὺς, οὐκ εὐθὺς ἐκ Διός. Διὸ οὐδʼ ἐξ αὐτοῦ τῷ Ὀρέστῃ ἔσται πατρωνυμία. Τὸ δὲ ἧς αἴης ἀντὶ τοῦ ἰδίας, συντελεῖ πρὸς τὸ ἀσφαλῶς οἰκείαν λέγειν τὴν πατρίδα. Ὅτι τὸ, νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν, οἰκεῖον λεχθῆναι ἐπὶ τοῦ μίαν μὲν ἀλλὰ μεγάλην δόντος ποινὴν ἐπὶ πολλοῖς κακοῖς προϋπάρξασιν. Ἐπὶ δέ τινος ἀξίως ἀπολωλότος, καλὸν εἰπεῖν τὸ, καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ. ὡς ἀπόλοιτο καὶ ἄλλος ὅς τις τοιαῦτά γε ῥέζοι. Σημείωσαι δὲ ὅτι τὸ πάντα ἁθρόα ἀποτίσαι, μετήνεκται παροιμιωδῶς ἐκ τῶν πολλὰ ὀφειλόντων καὶ μὴ κατʼ ὀλίγον ἀποτινόντων ἀλλʼ ὁμοῦ πάντα καταβαλλομένων βαρέως ἑαυτοῖς. λέγει δὲ Ὅμηρος πάντα, τὴν τοῦ Αἰγίσθου μοιχείαν. τὸ μὴ ὑπακούειν Ἑρμῇ καὶ τοῖς αὐτὸν στείλασι. τὸν τοῦ βασιλέως φόνον. καὶ τἄλλα. ὧν πάντων ἔκτισις, ἡ αὐτοῦ ἀναίρεσις γέγονεν, ἧς ὀφειλέτης ἦν. Ὅτι οὐκ ἀπαναινόμενος ὁ ποιητὴς τὴν καίριον ταυτολογίαν ὡς ἡ Ἰλιὰς ἔδειξε, ποιῶν δὲ οὕτω καὶ ἐν ταύτῃ τῇ βίβλῳ, πλάττει ἐνταῦθα τὴν Ἀθηνᾶν, προσφωνοῦσαν τὸν πατέρα Δία, στίχῳ πολλαχοῦ καὶ τῆς Ἰλιάδος ἐκπεφωνημένῳ. εἰποῦσαν. ὦ πάτερ ἡμέτερε Κρονίδη. ὕπατε κρειόντων. Δῆλον δὲ ὅτι καθὰ τὸ ἄνερ, οὕτω καὶ τὸ πάτερ μὴ ὀξυνόμενα ὁμοίως ταῖς αὐτῶν εὐθείαις, ἀπὸ Αἰολίδος διαλέκτου ἐμμεμενήκασιν, εἰπεῖν καθʼ Ἡρῳδιανόν. εἰκὸς δὲ καὶ τὸ σῶτερ τούτοις συνεκδραμεῖν Αἰολικώτερον. ὁ δὲ Ἡρῳδιανὸς καὶ τὸ θυγατρὸς καὶ θυγατρὶ καθὰ καὶ τὸ γυναικὸς γυναικὶ ὡς ἡμαρτημένα πρὸς ἀναλογίαν παρασημειούμενος, λέγει ὡς οὐδεμία γενικὴ εἰς ος λήγουσα ὑπὲρ δύο συλλαβὰς, ὀξύτονός ἐστιν. ὁμοίως οὐδὲ δοτικὴ εἰς ι περαιουμένη. σημειῶδες παρʼ αὐτῷ, καὶ τὸ θυγατέρος καὶ μητέρος, ὅτι πρὸ μιᾶς τὴν ὀξεῖαν ἔχει καὶ οὐ τρίτην ἀπὸ τέλους κατὰ τὸ δημήτερος. εἰνάτερος. καὶ ἀρσενικὰ, ἐρίηρος. φράτερος. Ὅτι ἔθος τῷ ποιητῇ πολλαχοῦ, ἐκ τῶν παρὰ πόδας ἀφορμῶν ἁπλούστερον λαμβάνειν προοίμια, ὡς οἷα σχεδιάζοντι. καθά περ καὶ ἐνταῦθα τοῦ Διὸς μνησθέντος τῶν κατὰ τὸν Αἴγισθον, αὐτόθεν πορίζεται προοίμιον ἡ ὡς καὶ ἐν Ἰλιάδι κεῖται γλαυκῶπις Ἀθήνη. λέγουσα ὡς καὶ ἀνωτέρω ἔκκειται, ὅτι ἐκεῖνος μὲν ἐοικότι κεῖται ὀλέθρῳ, καὶ ἀπόλοιτο καὶ ἄλλος τοιαῦτα ῥέζων. Ὀδυσσεὺς δὲ διατὶ ἀγαθὸς ὢν, πάσχει τὰ καὶ τά; <!-- 1.16 -->καὶ καλοῦσιν οἱ τεχνικοὶ καὶ τὸ τοιοῦτον, ἀπὸ καιροῦ προοίμιον. Ἰστέον δὲ ὅτι τε τοῦ, ἡ γλαυκῶπις, ἀρσενικὸν ὁ γλαυκώπης ὁμοίως τῷ, ὁ κυνώπης οὗ κλητικὴ ἐν Ἰλιάδι τὸ, ὦ κυνῶπα. καὶ ὅτι πενταχῶς τὰ παρὰ τὸν ὦπα σχηματίζονται. ἤγουν τὰ μὲν, ἐξ αὐτῆς τῆς εὐθείας ὀξυτόνως. οἷον γλαυκώψ, ὅθεν γλαυκῶπες δράκοντες. εὐώψ, ὅθεν εὐῶπες κόραι παρὰ Λυκόφρονι. λιπαρώψ, οὗ χρῆσις παρὰ Φιλοξένῳ ἐν τῷ, εἰς δʼ ἔφερον διπλόοι παῖδες, λιπαρῶπα τράπεζαν. μονώψ, ὅθεν τὸ, μουνῶπα στρατόν. τὰ δὲ, βαρυτόνως. ὁποῖόν τι ὁ Κύκλωψ καὶ ὁ Κέρκωψ καὶ τὰ τοιαῦτα. τὰ δὲ, ἀπὸ τῆς κλίσεως τοῦ ὠπὸς ἐν καταλήξει τῇ εἰς ης. τοιοῦτον δὲ, ὁ κυνώπης καὶ ὁ γλαυκώπης καὶ ὁ ὀξυώπης. οἷον. ἐπεὶ ὁ Διονύσιος οὐκ ἦν ὀξυώπης. οὗ συγκριτικὸν καὶ ὑπερθετικὸν τὸ ὀξυωπέστερος καὶ ὀξυωπέστατος. τὰ δὲ τοῦ τετάρτου τύπου, εἰς ος ὀξύτονον. οἷον. εἰσωπὸς εὐωπός. σκυθρωπὸς, καὶ τἄλλα. ὁ δέ γε πέμπτος, ἀνάπαλιν προπαροξύνει τὴν τοιαύτην παραγωγήν. οἷον. Μελάνωπος κύριον. ἄνθρωπος τό, τε προσηγορικὸν, καὶ τὸ κύριον. Αἴσωπος. καὶ αὐτὸς γὰρ, παρὰ τὸν ὦπα λέγεται, ἵνα ὥσπερ παρὰ τὸ αἴθω τὸ καίω τὸ ὄπτω ὄψω παρῆκται ὁ Αἰθίοψ ὡς ἐπικεκαυμένος τὴν ὄψιν, οὕτω παρὰ τὸ αἴθω αἴσω τὸ λάμπω ἐξ οὗ καὶ ὁ ἀστὴρ, εἴη ὁ Αἴσωπος ἀντιφραστικῶς. τοῖς δὲ εἰρημένοις προπαροξυτόνοις ἀναλόγως ἔχει καὶ τὸ πρόσωπον καὶ τὸ μέτωπον. σημειωτέον δὲ ἐν τούτοις, ὅτι παρὰ Σοφοκλεῖ τὸ, χρυσώπιδες ἑλλοὶ νήχοντο, ὡς αἱ γλαυκώπιδες ἐκλίθη. καὶ ὅτι εὐῶπες, οὐκ ἐξ ἀνάγκης οἱ καλοὶ ἢ αἱ καλαὶ τοὺς ὦπας, ἀλλὰ καὶ οἱ τοῖς τῶν ὁρώντων ὀφθαλμοῖς τοιοῦτοι. ὡς δῆλον ἐκ τοῦ χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν εὐοφθάλμων τε καὶ σπανίων. τοῦτο δὲ καὶ ἄλλως ἂν νηθείη τῷ ἐνθυμουμένῳ χρύσεον ὄμμα δίκας. καὶ δικαιοσύνας χρύσεον μέτωπον. τὰ ὑπὸ ἄλλων ῥηθέντα ὡς ὁ δειπνοσοφιστὴς ἐκτίθεται. Ἔτι ἰστέον καὶ ὅτι ὡς ἡ γλαυκῶπις, οὕτω καὶ ἡ ἑλικῶπις καὶ ἡ ἐριῶπις καὶ ἡ βοῶπις. Ὅτι τὸ ἀλλά μοι ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ, ἀντὶ τοῦ μερίζεται. ὅ περ καὶ μερμηρίζειν λέγεται. τὸ δὲ εἰπεῖν καίεταί μοι τὸ ἦτορ, ἀνοίκειον τῇ Ἀθηνᾷ κατὰ τοὺς παλαιούς. ἐρῶντος γάρ φασι προσώπου ὁ τοιοῦτος λόγος ἐστί. Ὅρα δὲ τὸ ἀμφʼ Ὀδυσῆϊ διʼ ἑνὸς σίγμα γραφέν. ὥσπερ γὰρ ἐν τῇ Ἰλιάδι, οὕτως καὶ ἐν Ὀδυσσείᾳ τὸ Ὀδυσσεὺς ποτὲ μὲν διπλῶς σιγματίζεται, ποτὲ δὲ διʼ ἑνὸς σίγματος εὑρίσκεται, ἴσως μὲν, διὰ μέτρου ἀνάγκην. ἴσως δὲ καὶ διὰ αἰτίαν ἐχομένην λόγου. ἐπεὶ γὰρ ἐκ τοῦ ὀδύσσω τὸ ὀργίζομαι παράγει αὐτὸ ὁ ποιητὴς οὗ ὁ μέλλων ὀδύσω, διὰ μὲν τὸν ἐνεστῶτα, ἐν τοῖς δυσὶ σ προαχθήσεται. διὰ δὲ τὸν μέλλοντα, ἓν ἕξει σ. ὅτι δὲ καὶ δασύνεται κατά τινας ἡ ἄρχουσα, ἐν τῇ Ἰλιάδι εἴρηται. Τὸ δὲ δαΐφρονι δαίεται ἦτορ, τρόπος ἐτυμολογίας ἐστίν. ἵνα καὶ ἀναπτύσσηται τὸ δαΐφρων διὰ τοῦ δαίεται ἦτορ, καὶ εἰς ταυτὸν ἄγηται ἡ φρόνησις Ἀθηνᾶ, τῷ φρονίμῳ ἀνδρί. καὶ γὰρ καὶ ὁ Ὀδυσσεὺς ὁ συνετὸς, δαίεται τὸ φρονοῦν τῆς ψυχῆς, μερμηρίζων καὶ μεριμνῶν. καὶ Ἀθηνᾶ ὁμοίως δαίεται ἦτορ, πολύβουλος οὖσα. ἢ καὶ ἄλλως, παρηχήσεως τὸ τοιοῦτον σχῆμα ἐστί. καὶ γὰρ τὸ δαΐφρων, ἐκ τοῦ δαίω παράγεται. ᾧ παρακείμενον τὸ δαίεται ἦτορ, παρηχήσεως σχῆμα ἐνέφῃνεν. Ὅτι ἐπὶ δυστυχοῦς ἀποδήμου οἰκεῖον τὸ, δύσμορος. ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει. λέγει δὲ δύσμορον, τὸν δυστυχῆ. ὃς ἀλλαχοῦ καὶ ἄμμορος καὶ αἰνόμορος λέγεται. ἔτι δὲ καὶ κάμμορος ὅ πέρ ἐστι κακόμοιρος ἢ κακοθάνατος. ὡς δὲ καὶ καρίδας ἐστὶν οὗ ἡ τοιαύτη λέξις σημαίνει, δηλοῖ Ἀθήναιος ἐν τῷ, κάμμοροι καί τι γένος καρίδων, ὑπὸ Ῥωμαίων οὕτω καλούμενον. καὶ ἴσως, ἐντεῦθεν οἱ χυδαῖοι τοὺς καβούρους παρέφθειραν. Ὅτι εἰπὼν νήσῳ ἐν ἀμφιρύτῃ ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης, ἐπάγει ἀκατάλληλον εὐθεῖαν. νῆσος δενδρήεσσα. καὶ ὤφειλε μὲν εἰπεῖν, νήσῳ δενδρηέσσῃ ὡς καὶ πρὸ μικροῦ ἐῤῥέθη, κατὰ σχῆμα ἐπαναλήψεως. ἔστι δὲ ἄλλως ὁ λόγος ἀποστατικὸς, ὡς ἀπὸ ἀρχῆς. ἵνα λέγῃ ὅτι νῆσος ἐστὶ δενδρήεσσα. τοιοῦτόν τι καὶ ἐν Ἰλιάδι τὸ, φημὶ κατανεῦσαι τὸν Δία ἀστράπτων ἐπιδέξια. καὶ ἐκεῖ γὰρ, ἀσυνδέτως κατὰ ἀπόστασιν ἄρχεται. οἷον, ἀστράπτων ἦν ὁ Ζεὺς ἐπιδέξια. μάλιστα δὲ τὸ, νῆσος δενδρήεσσα, συναπτέον τῷ, ὀμφαλὸς θαλάσσης. ἵνα λέγῃ ὅτι ὀμφαλὸς θαλάσσης νῆσος δενδρήεσσα. οὕτω καὶ μετʼ ὀλίγα εἰπὼν Κύκλωπος κεχόλωται, καὶ μέλλων ἐπαγαγεῖν ἀντιθέου Πολυφήμου, ὅμως ἤλλαξε τὴν σύνταξιν ὁμοιοπτώτως τῇ ἐπεμβολῇ. Κύκλωπος, ὃν ἀλάωσεν, ἀντίθεον Πολύφημον. Ὅρα δὲ ὅτι ἐν τῷ, νήσῳ ἀμφιρύτῃ, διʼ ἑνὸς ρ γράφει τὴν λέξιν ὁ ποιητὴς, διὰ τὸ μέτρον ἀφεὶς τὸν τοῦ ρ διπλασιασμόν. ποιεῖ δὲ τοῦτο καὶ ἐν ἄλλοις πολλοῖς. Τὸ δὲ δενδρήεσσα, οὐχʼ ἁπλῶς παρέῤῥιψεν ὁ ποιητὴς, ἀλλὰ προοικονομῶν τὴν κατασκευὴν τῆς σχεδίας ἣν ὁ Ὀδυσσεὺς ἐκ τῶν ἐκεῖ δένδρων <!-- 1.17 -->συμπήξεται. καὶ ἅμα, ἵνα ἡ νῆσος οἰκεία ᾖ μυθικῇ νύμφῃ, ἀλσώδης οὖσα. οὕτω δὲ καὶ τὸ, νήσῳ ἐν ἀμφιρύτῃ παρεσημάνθη, πρὸς πιθανότητα τοῦ ἐπὶ τοσοῦτον ἀφύκτως εἶναι παρὰ τῇ Καλυφοῖ τὸν πολυμήχανον. καλῶς δὲ καὶ τὸ ἀμφιρύτη, πρὸς διαστολὴν τῶν χεῤῥονήσων ὁποία καὶ ἡ Πελοπόννησος. ἐκεῖναι γὰρ οὐκ ἀμφίρυτοι. Ἰστέον δὲ ὅτι τὴν μὲν γῆν ὁ μῦθος περί που τὴν Δελφικὴν χώραν λέγει μεσάζεσθαι, ἀετοῖς μετρηθεῖσαν ὑπὸ Διός. διὸ καὶ ὀμφαλὸς καὶ μεσόμφαλον γῆς ὁ πύθιος τόπος ὁ περὶ Δελφοὺς ἐλέγετο. τὸν δὲ ὀμφαλὸν ἤτοι τὸ μεσαίτατον τῆς ἀτλαντικῆς ἢ τῆς ὅλης θαλάσσης, ὁ ποιητὴς εἶναι πλάττει ἐκεῖ ὅπου ἡ νῆσος τῆς μυθικῆς Καλυψοῦς. Ὅτι τὴν Καλυψὼ εἰ μὲν βασίλισσα ἦν καὶ νήσου ἐκράτει ἣν καὶ οἱ γεωγραφοῦντες παραδιδόασι, μικρὰ περιεργάζονται οἱ παλαιοί. μεταπλάττουσι δὲ αὐτὴν τῇ ἀλληγορίᾳ εἰς τὸ καθʼ ἡμᾶς σῶμα, ὡς συγκαλύπτουσαν ἐντὸς δίκην ἐλύτρου τὸν ψυχικὸν μάργαρον. ἥτις καὶ αὐτὴ κατεῖχε τὸν φιλόσοφον Ὀδυσσέα ὡς ἄνθρωπον ἐνδεδεμένον σαρκί. καὶ μυθικῶς εἰπεῖν, ἐν ἀμφιρύτῃ νήσῳ ὄντα δενδρηέσσῃ ἥτις ὀμφαλός ἐστι θαλάσσης. τουτέστιν ἐν ὑγρῷ σώματι ὄντα καὶ ὡς ἂν ὁ Πλάτων εἴπῃ, ἐπιῤῥύτῳ καὶ ἀποῤῥύτῳ. ἔτι δὲ, ὑλαίῳ καὶ ἀμφιλαφεῖ τοῖς πάθεσι. τοῖς τε ἄλλοις, καὶ τοῖς περὶ γαστέρα καὶ ὀμφαλόν. καὶ οὕτω μὲν Ὀδυσσεὺς δυσαπαλλάκτως εἶχε τῆς εἰρημένης Καλυψοῦς οἵα ὡς εἰκὸς φιλόζωος. Ἑρμοῦ μέντοι ὡς ἐν τοῖς μετὰ ταῦτα αἰνίξεται ὁ ποιητὴς μεσιτεύοντος ὅ ἐστι λόγου, γέγονε τῆς κατὰ τὴν φιλοσοφίαν ποθουμένης πατρίδος, ἤγουν τοῦ νοητοῦ κόσμου. ὅς ἐστι κατὰ τοὺς Πλατωνικοὺς, ψυχῶν πατρὶς ἀληθής. ὁμοίως, γέγονε καὶ τῆς Πηνελόπης φιλοσοφίας, λυθεὶς καὶ ἀπαλλαγεὶς τῆς τοιαύτης Καλυψοῦς. λέλυται γὰρ τρόπον τινὰ τοῦ σώματος ὁ φιλόσοφος, καὶ ἀσχέτως τούτῳ συνέχεται. καὶ ἔστιν οἰκεῖον εἰπεῖν τὴν τοιαύτην Καλυψὼ πρὸς τὸν ἀπόδημον αὐτῆς τῇ διανοίᾳ φιλόσοφον, ὅτι ὁ νοῦς σου παρὼν, ἀποδημεῖ. Ἰστέον μέντοι ὅτι καθʼ ἱστορίαν ἦν τις νῆσος Καλυψοῦς. περὶ ἧς ὁ γεωγράφος φησὶν, ὅτι Σόλων ἱστόρησε περὶ τῆς Ἀτλαντίδος νήσου παρὰ τῶν Αἰγυπτίων ἱερέων, φοιτήσας ἐκεῖ. καὶ ἔμαθεν ὅτι ποτὲ οὖσα ἡ νῆσος οὐκ ἐλάττων ἠπείρου τὸ μέγεθος, ὕστερον ἠφανίσθη. καὶ οὐ πλάττει αὐτὴν ὁ ποιητής. Τὸν δὲ Ἄτλαντα ὃς πατὴρ εἶναι λέγεται τῆς σωματικῆς Καλυψοῦς καὶ θαλάσσης πάσης βένθεα οἶδε, καὶ κίονας ἔχει αἳ γῆν τε ἐπὶ μέσου συνέχουσιν καὶ οὐρανὸν ἀνέχουσιν, οἱ μὲν, ἀλληγοροῦσι εἰς τὴν ἀκάματον καὶ ἀκοπίατον πρόνοιαν τὴν πάντων αἰτίαν. καὶ ὀλοόφρονα τὸν τοιοῦτον Ἄτλαντα νοοῦσιν, ὡς τὰ ὑπὲρ ὅλων φρονοῦντα ἤγουν τῶν ὅλων φροντιστικόν. διὸ καὶ ὁ Κλεάνθης ὥς φασιν, ἐδάσυνε τὸ ο τῆς ἀρχούσης. καὶ οὐδὲ ἡμεῖς καινοπραγοῦμεν, ψιλοῦντες αὐτό. οἵγε καὶ τὸ Ὄλυμπος λέγοντες γίνεσθαι παρὰ τὸ ὁλολαμπὴς, ὅμως ψιλοῦμεν Αἰολικῶς αὐτὸ καὶ οὐ δασύνομεν. καὶ οὕτω μέν τινες. Ἄλλοι δὲ Ἄτλαντα, τὸν νοητὸν ἄξονα νοοῦσι τὸν διὰ μέσης τῆς γῆς ἐληλαμένον. καὶ ἀπὸ τοῦ βορείου εἰς τὸν νότιον πόλον καθήκοντα. περὶ ὃν ὡς καὶ τῷ Ἀράτῳ δοκεῖ, οὐρανὸς εἰλεῖται. εὐθεῖαν ἀσώματόν τινα ὄντα καὶ ἀόρατον, συνεκτικὴν τοῦ παντός. ὣς συνεχὴς μέν ἐστι κατὰ τὴν ὁλότητα καὶ εἷς. διὸ καὶ Αἰσχύλος ἐν Προμηθεῖ, κίονα εἶπεν ἑνικῶς καὶ οὐ κίονας. ἄλλως δὲ, εἰς δύο διαιρούμενος κατά τε τὸ ὑπόγαιον αὐτοῦ καὶ τὸ ὑπέργειον, κιόνων πέμπει τινὰ ταύτην φαντασίαν. ἐφʼ αἷς κίοσιν ἡ γῆ τε οἷον βέβηκε, καὶ οὐρανὸς ὑπανέχεται. τοῦ τοιούτου δὲ Ἄτλαντος θυγάτηρ καθʼ ἕτερον τρόπον ὑψηλότερον, ἡ Καλυψώ. τουτέστι τῆς τοῦ ἄξονος ταύτης ἐννοίας καὶ περὶ αὐτοῦ θεωρίας τὲ καὶ μαθήσεως, τέλος καὶ ἀποτέλεσμα καὶ οἷον εἰπεῖν γέννημα, τὸ τὸν οὐρανὸν τὸν τὴν γῆν τε ἄνωθεν καλύπτοντα ἤτοι σκέποντα καὶ περιέχοντα πάντα ἔσω καὶ σφίγγοντα, τηρεῖν διὰ τῆς τοιούτου ἄξονος μονιμότητος ἐν ταυτότητι κυκλοφορικῆς κινήσεως καὶ κατακαλύψεως καὶ περιοχῆς τοῦ παντός. ταύτῃ δὲ τῇ Καλυψοῖ σύνεστι μὲν ὁ ἀποτελεσματικὸς φιλόσοφος Ὀδυσσεύς. ὁ καὶ Πλειάδας τε Ὑάδας τε θεωρῶν καὶ σθένος Ὠρίωνος κατὰ τὸν ποιητὴν καὶ τὰ ἑξῆς. ποθεῖ δὲ ὅμως μάλιστα καὶ τὴν μεθοδικὴν καὶ κανονικὴν φιλοσοφίαν. ἀφʼ ἧς ὡς οἷά τινος πατρίδος ὁρμώμενος, εἰς ταῦτα ἦλθε καὶ εἰς ἐκείνην ἐπανακάμπτειν γλίχεται ἧς χωρὶς οὐκ ἔστι φιλοσοφεῖν. ὅτι δὲ τοιαύτη τις ἡ Πηνελόπη, δῆλον ἔσται ὅτε τὸν ἱστὸν θεωρήσομεν τὸν ὑπʼ αὐτῆς ὑφαινόμενόν τε καὶ αὖθις ἀναλυόμενον. καὶ ταῦτα μὲν τοιαῦτα. ἐπεὶ δὲ ὁ τοιοῦτος ἄξων τὸ τοῦ παντὸς μέσον τέμνει, διατοῦτο καὶ τὴν τῆς Καλυψοῦς οἴκησιν ὁ μῦθος ἐν ὀμφαλῷ θαλάσσης ἱδρύει, ἀντὶ τοῦ μέσου τοῦ παντὸς ἤτοι τοῦ κοσμικοῦ λαβὼν τὸν τῆς θαλάσσης ὀμφαλὸν, ἐπειδὴ καὶ ὁ ὀμφαλὸς μεσάζει τὰ ζῳᾶ. διότι δὲ τὸν Ἄτλαντα ἐκεῖ που περὶ τὸν ὁμώνυμον <!-- 1.18 -->Λιβυκὸν τόπον ἤγουν κατὰ τὸ ὄρος τὸν Ἄτλαντα ὁ μῦθος κιονοφοροῦντα ποιεῖ, διατοῦτο καὶ τὴν τῆς Καλυψοῦς νῆσον περὶ τὸ Ἀτλαντικὸν ὁ αὐτὸς ἐκτοπίζει πέλαγος, συμμετακινῶν πιθανῶς τὴν θυγατέρα Καλυψὼ, τῷ γεννησαμένῳ Ἄτλαντι. καὶ οὕτω μὲν τὸν Ἄτλαντα καὶ τοὺς ἀχθοφορουμένους ὑπʼ αὐτοῦ κίονας εἰς τὸν κοσμικὸν ἔστι μεταλαμβάνειν ἄξονα. ὃν κίονα καὶ ὁ Πλάτων καλεῖ, τὸ ὄνομα παρʼ Ὁμήρου λαβών. ἡ δέ γε ἱστορία, Λίβυν ἄνδρα σοφὸν τὰ ἀποτελεσματικὰ τὸν Ἄτλαντα παραδίδωσι, πολλὰ τῶν μελλόντων ἐκ τῆς τῶν οὐρανίων κινήσεως προσημειούμενον καὶ προλέγοντα. ὅθεν καὶ ἀνέχειν τὸν οὐρανὸν ἐμυθεύθη. ὡς οἷα μέχρι καὶ εἰς αὐτὸν οὐρανὸν ἀνήκων τῇ πολυδυνάμῳ σοφίᾳ. ὁ μέντοι περιηγητὴς Διονύσιος ἄλλως ἐμφαίνεται θεραπεύων τὸν μῦθον. λέγων περὶ τὸ Λιβυκὸν ὄρος τὸν Ἄτλαντα, κίονα χάλκεον ἀνέχειν εἰς οὐρανὸν ἀνατρέχοντα, πάνυ πολὺν τὸ ὕψος. διὸ καὶ δοκεῖν ἄχρις οὐρανοῦ ἥκειν. Ἔστι δὲ καὶ ἄλλως, εἰς τὸ ἁπλῶς πολὺ τοῦ κατὰ τὸ Ἀτλαντικὸν ὄρος ὕψους, τὴν κιονικὴν φαντασίαν συμβιβάσασθαι. οὕτω καὶ Πίνδαρος οὐρανίαν κίονα λέγει τὴν Αἴτνην, καὶ ὁ ποιητὴς δὲ ἐν τοῖς ἑξῆς, τὸν τῆς Σκύλλης σκόπελον, οὐρανὸν εὑρανὸν εὐρὺν ἱκάνειν φησί. καὶ Αἰσχύλος δὲ, ἀστρογείτονας τὰς τοῦ Καυκάσου λέγει κορυφάς. καὶ Διόδωρος, ἄκραν τινὰ τῶν Ἄλπεων κορυφὴν τοῦ σύμπαντος ὄρους δοκοῦσαν, οὐρανοῦ ῥάχιν ἱστορεῖ παρὰ τῶν ἐγχωρίων καλεῖσθαι. καὶ τοιαῦτα μὲν καὶ τὰ τῆς ἱστορίας. Ὁ δὲ μῦθος, ἕνα τῶν Τιτάνων εἶναι τὸν Ἄτλαντα βούλεται. ὃς ἐπʼ ὀλέθρῳ ἑαυτοῦ ἐπαναστὰς τῷ Διΐ, διὸ καὶ ὀλοόφρων λέγεται, τιμωρίαν κατεκρίθη τὸ τῶν κιόνων ἄχθος. Φασὶ δὲ τὸν Ἡρακλῆ διὰ τὰ χρυσᾶ μῆλα εἰς Λιβύην ἐλθόντα, ὑπελθεῖν τὸν φόρτον διὰ φιλίαν, καὶ διαδέξασθαι τὸν Ἄτλαντα πρὸς βραχύ. εἶτʼ αὖθις ἐκείνῳ ἐπιτρέψαι τὰ συνήθη πάσχειν. τὸ δʼ ἔστιν, ὅτι τῷ σοφῷ Ἄτλαντι μαθητεύσας ὁ Ἡρακλῆς, προέλεγέ τινα καὶ αὐτὸς τῶν μελλόντων. κἀντεῦθεν ἡ τοῦ ἄχθους ἐμυθεύθη διαδοχή. φησὶ γοῦν Αἰλιανὸς αὐταῖς λέξεσιν οὕτω. λόγος ἔχει, Ἄτλαντι φοιτήσαντα τὸν Ἡρακλέα, σπουδάσαι τὰ οὐρανία. ταῦτά τοι, καὶ συγγεγράφθαι διαδέξασθαι τὸν οὐρανὸν ἐν μέρει. αἰνιξαμένων τῶν συγγραφέων τὴν παράδοσιν τῆς σοφίας τοῦτον τὸν τρόπον. Ὅτι δὲ τὸ ὄρος ὁ Ἄτλας, καὶ πληθυντικῶς προφέρεται Ἄτλαντες ᾧ λόγῳ καὶ ἡ Μάλεια τὸ ὄρος καὶ νῆσος ἡ Κρήτη Μάλειαι καὶ Κρῆται λέγονται. καὶ ὅτι καὶ ὄνομα ἔθνους τῷ τοιούτῳ παροικοῦντος ὄρει οἱ Ἄτλαντες, πολλαχοῦ διαφαίνεται. καὶ ἴσως τοιαύτης ἐννοίας παρὰ τῷ δειπνοσοφιστῇ οἱ Ἄτλαντες ἐν τῷ, περιέτρεχον τὴν ναῦν Ἄτλαντες ἐντὸς, ἑξαπήχεις. εἰ μὴ ἄρα ζώδια εἴτουν ἀνδριάντες ἦσαν αὐτοὶ ἐστηλωμένοι πρὸς μίμησιν Ἄτλαντος. οὗ τῆς κλίσεως ὁ κανὼν, τοιοῦτος καθʼ Ἡρῳδιανόν. τὰ παρὰ μετοχὴν εἰς ας δισύλλαβα, διὰ τοῦ ν τ κλίνεται. οἷον. τλὰς, Ἄτλας Ἄτλαντος. φὰς, Περίφας Περίφαντος. τοιαύτῃ δὲ κλίσει ἐκεῖνος ὑπάγει, καὶ ὅσα δὶς τὸ αὐτὸ σύμφωνον ἔχει. Γίγας Γίγαντος. Μίμας Μίμαντος ὄρος. οὗ μνήσεται Ὅμηρος ἐν τοῖς ἑξῆς. Ἔτι ἰστέον καὶ ὅτι ὁ περὶ Καλυψοῦς καὶ Ἄτλαντος ἐνταῦθα μῦθος, οὐ μόνον ἐγείρει τὸ ἀφηγηματικὸν ὕπτιον ὡς τερατώδης, ἀλλὰ καὶ ἄλλον τρόπον ἀφελῶς ἔχει διὰ τὴν Ἀθηνᾶν οὕτως εἰκῇ ἀφηγουμένην τῷ εὖ εἰδότι πατρὶ τὰ κατὰ τὸν Ἄτλαντα. Δῆλον δὲ καὶ ὡς Ἄτλας λέγεται, ἢ πρὸς στέρησιν τοῦ μὴ τάλας εἶναι, ἢ ἐπιτατικῶς ὡς πολύτλας. εἰ δὲ καὶ ἀνεγραμμάτισται ἀπὸ τοῦ τάλας ὁ Ἄτλας, περίεργον μὲν εἰπεῖν οὐ πάντῃ δὲ ὑπόκενον. δῆλον δὲ ὁμοίως καὶ ὅτι τὸ, ὃς θαλάσσης πάσης βένθεα οἶδε καὶ ἑξῆς ἕως τοῦ, ἀμφὶς ἔχουσιν, οὐ μακρὰν θείας ἐννοίας ἐστίν. ὡς δὲ θάλασσα, οὐ μόνον στοιχειακὸν ὄνομα ἦν ἀλλὰ καὶ ἱματίῳ προσυφαίνετο, δῆλον ἐκ τοῦ εἰπόντος. πορφυρᾶς περιβολὰς καὶ ἰοβαφεῖς καὶ ὑακινθίνας καὶ φλογίνας καὶ θαλασσοειδεῖς. ἴσως δὲ καὶ ἀπὸ ἀκτῆς θαλασσίας παρώνυμον ἦν τι φόρημα, ὡς δηλοῖ ὁ γράψας τὸ, φοροῦντες δὲ καὶ ἀκταίας. ἔστι δέ φασι τοῦτο, σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν. εἰ μή που ἐκ τοῦ ἄγω τὸ κλῶ ἡ εἰρημένη ἀκταία γίνεται, κατακλῶνται γὰρ τὰ σπαθώμενα. Ὅτι δὲ Ὅμηρος ὀμφαλὸν θαλάσσης νοεῖ τὸ μέσον ἀκολούθως τοῖς τολμήσασι γῆς ὀμφαλὸν εἰπεῖν τὸ καὶ μεσόμφαλον γῆς παρὰ Σοφοκλεῖ, δηλοῖ καὶ ὁ μεταβολεὺς Δημοσθένης. εἰπὼν ὡς ἐν νήσῳ ποι ὑπὸ μέσης τῆς θαλάσσης καὶ Ὀδυσσεὺς ἀπειλημένος ἦν ὑπὸ Καλυψοῦς τῆς Ἄτλαντος. ὃν σύ φησιν ὦ Ζεῦ, τήν τε θαλάσσης γνῶσιν ἐξεπίστασθαι, καὶ τὴν οὐρανοῦ καὶ γῆς ἕδραν συνέχειν ἔταξας. Ὅτι τὸ, θεά δʼ ἐν δώματα ναίει, καινότερον συντέτακται. εἴτε γὰρ εἴποι τις ἐνναίει τὰ δώματα, οὐ πάνυ συνήθης ἡ σύνταξις. εἴτε εἴποι ἐν τὰ δώματα ναίει, Δωρικῶς συντέτακται, ὡς ἔστιν ἐκ τοῦ Πινδάρου μαθεῖν. Ὅτι θηλυκῶς λέγει τὰς κίονας κατὰ διάλεκτον <!-- 1.19 -->Ἰωνικήν. ἔστι δὲ τοῦτο καὶ τῶν Ἀττικῶν. μυρία δὲ τοιαῦτά ἐστι παρὰ τοῖς ποιηταῖς. οἳ τὰς βοῦς λέγουσι. καὶ τὰς ἵππους καὶ τὰς ἡμιόνους. καὶ τὰς ἑλλούς. καὶ τὰς κύνας. καὶ τὰς ὄϊς. καὶ ἕτερα. Αἴλιος δὲ Διονύσιος παρασημειούμενός τινα ὅπως κατὰ γένη προφέρονται, φησὶν οὕτω. κακκάβη θηλυκῶς ὁ κάκκαβος. ὃ καὶ παρὰ τῷ Ἀθηναίῳ κεῖται ἐν τῷ, κακκάβα ζέουσα. οὕτω καὶ ἡ ἁρπάγη διʼ ἧς ἐκ φρεάτων κάδδους ἀνάγουσιν. ἔτι καὶ ἡ βῶλος. καὶ ἡ ὕαλος. καὶ ἡ φάρυγξ, καὶ ἡ στρύχνος. καὶ ἡ χάραξ τὸ τῆς ἀμπέλου ὑπόστημα. ὁ μέντοι χάραξ ἀρσενικῶς, τὸ χαράκωμα τοῦ στρατοπέδου. ἔτι θηλυκῶς, καὶ ἡ τύλη τὸ φύμα τὸ ἐπὶ τοῦ αὐχένος. καὶ ἡ ὄμφαξ. καὶ ἡ ἄσβολος. καὶ ἡ ψύλλα. καὶ ἡ μείραξ. καὶ ἡ θόλος. καὶ ἡ μήκων. Θουκυδίδης οὖν μήκωνα μεμελιτωμένην φησί. ταῦτα κατὰ γένος θηλυκόν. ἀρσενικῶς δὲ, ὁ χοῦς. ὁ ὄροφος. ὁ θίς. ὁ λιμός. ὁ σκότος. ὁ τάρας. ὁ ἀκράγας. οὐδέτερα δὲ, τὸ νῶτον. τὸ ζυγόν. τὰ ἐπίδεσμα. τὸ στρωματόδεσμον. τὸ θύμον. τὸ σίαλον. τὸ κέδρον. τὰ θεμέλια. τὸ τέμαχος. ἀρσενικὰ δὲ καὶ οὐδέτερα. ὁ τάριχος καὶ τὸ τάριχον. τὰ στάδια καὶ οἱ στάδιοι. δῆλον δὲ ὅτι Ἀττικῶς ταῦτα πάντα. ἐπεὶ καὶ Ἀττικαῖς λέξεσιν ὁ ῥηθεὶς Διονύσιος ἐπεξέρχεται. ἄλλως γὰρ καὶ ἡ θὶς λέγεται. ὅτι καὶ ἡ λιμός. καὶ τὸ σκότος. καὶ ἡ τάρας. καὶ ἡ ἀκράγας καὶ ἕτερα τῶν τοῦ Διονυσίου, ἑτέρως. ὁ χοῦς μέντοι τὸ μέτρον, ἀεὶ ἀρσενικῶς. ὁ δέ γε τῆς γῆς, καὶ θηλυκῶς εὕρηται παρὰ τῷ γεωγράφῳ.

Ὅτι ἐν τῷ γαῖαν καὶ οὐρανὸν ἔχουσιν, ἐλλέλειπται ἡ ἀνα πρόθεσις. ἔστι γὰρ ἀντὶ τοῦ, ἀνέχουσι καὶ ἀναβαστάζουσι. πολλαχοῦ δὲ τοιαῦτα ποιεῖ Ὅμηρος, ὡς καὶ ἐν Ἰλιάδι φαίνεται. Μαλακοῖς καὶ αἱμυλίοις λόγοις ἡ Καλυψὼ τὸν Ὀδυσσέα ἔθελγεν ὅπως Ἰθάκης ἐπιλήσεται. εἶεν δʼ ἂν τῆς μὲν ἱστορουμένης Καλυψοῦς αἱμύλιοι λόγοι, οἱ κατὰ ἔρωτα κολακεύοντες. καὶ οὓς ἂν εἴπῃ γυνὴ ἐρῶσα. καὶ διατοῦτο κατὰ τὸν Ἡσίοδον αἱμύλα κωτίλλουσα. τῆς δὲ ἀναγομένης εἰς φιλοζωΐαν σωματικὴν Καλυψοῦς αἱμύλα ῥήματα νοοῖντο ἄν, τὸ ἑαυτοῦ τινα κήδεσθαι. τὸ μὴ τὸν θυμὸν ἔδειν μερίμναις. τὸ τὴν φύσιν, τοῦ ἡδέος μᾶλλον στοχάζεσθαι ἤπερ τοῦ λυπηροῦ. τὸ τὴν ἡδονὴν ἀοχλησίαν εἶναι σαρκός. τὸ μὴ πονεῖν ἄγαν ὡς ἂν εἴη μακρόβιος καὶ μικροῦ καὶ ἀθάνατος. καὶ ὅσα τοιαῦτα. ἄλλως δὲ, μαλακοὶ καὶ αἱμύλιοι λόγοι, οἱ κολακευτικοὶ καὶ προσηνεῖς. μαλακοὶ μὲν, πρὸς διαστολὴν τῶν ἀπειλητικῶν, σκληροὶ γὰρ ἐκεῖνοι. αἱμύλιοι δὲ κατὰ τοὺς παλαιοὺς, δόλιοι, πιθανοί. πλάνοι. ποικίλοι. καὶ ἄλλως δὲ αἱμύλιοι, οἱ ὡς εἰπεῖν γνήσιοι. καὶ οἵους ἂν εἴποι τις τῶν πρὸς αἵματος. ἢ καὶ ἄλλως αἱμύλιοι, οἱ μὴ ψοφήσαντες εἰκῇ περὶ τὰ τῆς ἀκοῆς πρόθυρα, ἀλλʼ ἔσω παρεισδύντες καὶ οἷον ἁψάμενοι αἵματος. ἢ θερμοὶ καὶ ἐνεργοὶ, οὐ μὴν ψυχροὶ καὶ ἄπρακτοι. ὡς ἐκ μεταφορᾶς τῶν ἐναίμων ζῴων ἃ θερμότερα τῶν ἀναίμων εἰσί. παράγωγον δὲ τοῦ αἱμύλος, ὁ αἱμύλιος ὡς δηλοῖ τὸ, αἱμύλα κωτίλλουσα. Τὸ δὲ θέλγειν περὶ οὗ ἀκριβῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη, οὐδʼ ἐνταῦθα ἡδονὴν ἁπλῶς δηλοῖ, ἀλλὰ τὴν οὐκ ἐπʼ ἀγαθῷ καὶ ἀπατηλήν. ὡς δηλοῖ τὸ, ἵνα Ἰθάκης ἐπιλήσεται. οὐ γὰρ ἔθελγε τὸν Ὀδυσσέα ἡ Καλυψὼ ἡδέως, ἀλλὰ παρῆγεν οὗ ἐκεῖνος ἐπεθύμει, τοῦ τὴν πατρίδα ἰδεῖν, εἰ καὶ μὴ ἔπειθεν. ὅτι δὲ ἐκ τοῦ τοιούτου θέλγειν οἱ Τελχῖνες, δηλοῦσιν οἱ παλαιοί. παρʼ οἷς καὶ θελγῖνες οἱ αὐτοὶ λέγονται. ἐν γοῦν ῥητορικῷ λεξικῷ κατὰ στοιχεῖον προϊόντι, γράφεται. Θελγῖνες, γόητες. φαρμακοί. ἐπίῤῥητον ἄρα τὸ θέλγειν ἐξ οὗ περ οὗτοι παράγονται. Ὅτι Ὀδυσσεὺς οὕτω φιλόπατρις ἦν, ὡς καὶ καπνὸν μόνον ἐφίεσθαι ἀποθρώσκοντα νοῆσαι ἧς γαίης, ἤγουν τῆς ἑαυτοῦ γῆς. τουτέστιν εἰ μὴ αὐτῆς Ἰθάκης ἐπιβῆναι μέλλοι, κἂν γοῦν πόῤῥωθέν ποθεν αὐτὴν τεκμήρασθαι οἷς τὰ τοιαῦτα τεκμαίρονται ἄνθρωποι. τεκμαίρονται δὲ ὡς τὰ πολλὰ μακρόθεν, πυρὶ εἴτε καὶ τῷ τοῦ πυρὸς σημείῳ, καπνῷ. ὧν ὁ μὲν καπνὸς, ἐν ἡμέρᾳ μάλιστα χρήσιμος. ὁ δὲ πυρσὸς, τῇ νυκτί. τείχεσι μέν τοι καὶ οἰκημάτων ἐπάρσει, οὐκ ἔστιν ἕκαθεν ἀλλʼ ἐκ τῶν ἐγγυτέρω τεκμαίρεσθαι. ὄρους δὲ ὕψος, οὐκ αὐτὴν τὴν πατρίδα πόλιν σημειοῖ μὴ ἄνω αὐτοῦ πεπολισμένην, ἀλλά τινα τῶν πέριξ. Καπνοῦ δὲ παράγωγον τὸ καταπνίζειν ὅ ἐστι θύειν ὡς ἐκ παρακολουθήματος, Ὅμηρος δηλοῖ ἐν τῷ, κάπνισάν τε κατὰ κλισίας. ἐκ τοῦ καπνίζειν δὲ, καπνιστὰ κρέα παρὰ τῷ δειπνοσοφιστῇ. Ὅρα δὲ οἷος τὰ ἐς δυστυχίαν Ὀδυσσεὺς ὁ πηνίκα ἐκ τῆς Αἰόλου νήσου ἐπανιὼν καὶ ἐγγίσας τῇ πατρίδι καὶ ἤδη πῦρ ἀνακαιόμενον βλέπων, ἐπλάγχθη ὀπίσω. Ἰστέον δὲ ὅτι σχῆμα ἔστιν ἐνταῦθα, δηλοῦν ἐκ μέρους τὸ πᾶν. τῷ γὰρ ἡμερινῷ σημείῳ τῷ καπνῷ, δεῖ συνεπινοεῖν καὶ τὸ ἐκ τοῦ πυρὸς νύκτερον σύμβολον. τί γὰρ διαφέρει εἴτε καπνὸν ὁ Ὀδυσσεὺς ἴδοι τὸν ἐν ἡμέρᾳ τὴν Ἰθάκην σημαίνοντα, εἴτε πυρσὸν τὸν ἐν νυκτί; εἰ μὴ ἄρα τοῦ κρείττονος μέμνηται. κάλλιον γὰρ ἐνταῦθα ὁ <!-- 1.20 -->καπνὸς, ὡς αἱρετωτέρου ὄντος τοῦ ἐν ἡμέρᾳ πλοῦ. ἡ δὲ ἀλληγορία, καπνὸν βούλεται νοεῖν, τὸ ἀνωφορούμενον μὲν σκοτεινὸν δὲ ὅμως τῆς φιλοσόφου γνώσεως καὶ οὔπω λαμπρόν. ὅπερ καὶ αὐτὸ, στερκτόν ἐστιν ὅτε τῷ φιλολόγως διακειμένῳ λογίζεται. εἰ γάρ τινι μὴ τοῦ τελειοτάτου ἐφικέσθαι δυνατὸν, τὸ γοῦν ἀμυδρῶς τῶν προτελείων γενέσθαι, αἱρετόν. καὶ γὰρ καὶ μέλιτος εἰ μὴ κορέσεσθαι οἷόν τε, ἀγαπητὸν οὖν τὸ ἀπογεύσασθαι. Ἰστέον δὲ ὅτι τὸ ἧς γαίης, οἱ ὕστερον οἰκείας φασὶ ἐν ἁπλότητι λέξεως. δηλοῦντες οὕτω, πατρίδα, ὅπερ ἐκ τοῦ οἰκεῖν καὶ τοῦ οἴκου καὶ τοῦ ἐκ τούτων οἰκείου λεχθὲν, πάνυ διαφέρει τοῦ, ἰδίας εἰπεῖν. διόπερ, οὐδεὶς εὕρηται ὥσπερ οἰκείαν, οὕτω καὶ ἰδίαν καταμόνας τὴν πατρίδα εἰπών. Ἰστέον δὲ ὅτι τριῶν τούτων ὄντων αἰτίων γενέσεως τέκνοις, πατρός. μητρός. τόπου. πατρὶ μὲν, παρωνόμασται ἡ πάτρα, πολλαχοῦ κειμένη τῆς ποιήσεως, καὶ τὸ ἐξ αὐτοῦ παρώνυμον ἡ πατρίς. μητρὶ δὲ, οὐχʼ ἡ μήτρα τοπικῶς. αὐτὴ γὰρ, μόριον ἀφώρισται τῇ τοῦ ἐμβρύου ἐνοικήσει. ἀλλὰ ἡ μητρὶς ποιητικώτερον. ἔτι δὲ, καὶ ἡ μητρόπολις κάλλιον. οὕτω γάρ τις ἔφη τὰς Θήβας Διονύσου μητρόπολιν ἤγουν πόλιν τῆς ἐκείνου μητρὸς Σεμέλης. τόπου δὲ παρωνυμία, τὸ Ἰθακήσιος. Θηβαῖος. Ἀθηναῖος. καὶ τὰ τοιαῦτα. οὕτω δέ πως ἔχει καὶ τὸ, ὡς ἐῤῥέθη, ἧς γαίης. ὃ περίφρασίς ἐστι τοῦ, οἰκείας. ὅπερ ἐλλειπτικῶς, τὴν γῆν δηλοῖ. ταυτὸν δὲ εἰπεῖν, τὴν, ἢ πάτραν ἢ πατρίδα ἢ μητρόπολιν. Ἔτι σημείωσαι καὶ ὅτι Ὀδυσσεὺς μὲν δίχα ψόγου κληρονομήσας ἔχει τὸ φιλόπατρις εἶναι. Κόδρος δὲ θανάτῳ ἑαυτὸν ἐπιδοὺς ὑπὲρ τῆς τῶν πατριωτῶν Ἀθηναίων νίκης ὡς καὶ Λυκόφρων ὑπολαλεῖ, ἐποίησε Κόδρους καλεῖσθαι τοὺς διʼ ἀρχαιότητα εὐήθεις. Ὅτι ἐντρέπεσθαι λέγει, τὸ ἐπιστρέφεσθαι. τοῦτο δὲ καὶ ὀπίζεσθαι λέγεται. ἀφʼ οὗ καὶ ὄπις ἡ ἐπιστροφή. ἐκ δὲ τούτου παράγεται τὸ ἐντροπαλίζεσθαι ἐν Ἰλιάδι, ἤτοι ἐν τῷ φεύγειν ἐπὶ τὰ ὀπίσω στρέφεσθαι. δύναται δὲ καὶ ἄλλως νοεῖσθαι τὸ ἐντρέπεσθαι, ἀντὶ τοῦ μετατρέπεσθαι. μεταβάλλεσθαι. Τὸ δὲ ἐντρέπεσθαι ἤγουν ἐπιστρέφεσθαι, ἀλλαχοῦ μετατρέπεσθαι λέγεται. οἷον, οὔτι μετατρέπῃ οὐδʼ ἀλεγίζεις. Ὅτι τὸ τῆς Ἀθηνᾶς ῥητὸν τὸ, Ὀδυσσεὺς ἐχαρίζετο ἱερὰ ῥέζων ἐν Τροίῃ τί οὖν οἱ τόσον ὠδύσαο Ζεῦ, παρήχησίς ἐστιν ἢ μᾶλλον ἐτυμολογία ὡς τοῦ Ὀδυσσέως ἐκ τοῦ ὀδύσσω ἐτυμολογουμένου. ἀστεῖος δὲ ὁ λόγος. μονονουχὶ λεγούσης τῆς Ἀθηνᾶς μετὰ βαρύτητος, ὅτι φερωνύμως λέγεται Ὀδυσσεὺς οἷα σοῦ τοῦ Διὸς ὀδυσσομένου αὐτῷ. κἂν ὁ πάππος Αὐτόλυκος Ὀδυσσέα τοῦτον ὠνόμασε, διότι πολλοὶ ἐκείνῳ τῷ Αὐτολύκῳ ὠδύσσαντο. Ἐνταῦθα δὲ σημείωσαι ὡς Ἀθηνᾶ μὲν τὸν Ὀδυσσέα οὐκ ἐντελῶς ἐπαινεῖ. Ζεὺς δὲ οἷα τελειότερος πλεῖόν τι μετʼ ὀλίγα ἐρεῖ. αὕτη μὲν γὰρ, εὐσεβῆ τὸν Ὀδυσσέα ἔφη. ὁ δὲ Ζεὺς, καὶ ἐπὶ συνέσει αὐτὸν σεμνυνεῖ. Τὸ δὲ ἐν Τροίῃ, ἐπίτασίς ἐστι τοῦ εὐσεβοῦς ἔργου. οὐ γὰρ ἐν Ἰθάκῃ ἔθυεν ἔνθα ἐπλούτει, ἀλλʼ ἐπὶ ξένοις. ἔνθα ὡς εἰκὸς, ἐχρῆν φείδεσθαι. Τὸ δὲ χαρίζετο, ἢ ἀπολύτως νοητέον, ἢ συντακτέον τῷ ἱερά. Ὅτι τὸ, τέκνον ἐμὸν ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, εἰ καὶ σκωπτικόν ἐστι τῇ ἐννοίᾳ, τῷ γοῦν σχηματισμῷ ἐπικρύπτει τὴν πολλὴν σφοδρότητα. βούλεται μὲν γὰρ εἰπεῖν, ποῖον λόγον παρέῤῥιψας καὶ οὐδεόντως εἶπας. ὁ δὲ, πάνυ ἀστείως ἐσχημάτισε. ποῖος λόγος ἐξέφυγέ σου τὰ χείλη. ὡς εἴπερ οὐχʼ ἑκούσιον ἦν τὸ κακῶς λαληθέν. αἰνίττεται δὲ ὁ ποιητὴς, ὡς ἡ φύσις ἵνα μὴ πτερόεντες ὄντες οἱ λόγοι προπετῶς ἔχοιεν τοῦ στόματος ἐξίπτασθαι, διπλῷ ἕρκει τὴν αὐτῶν διέξοδον ἐστεγάνωσε τῷ τε τῶν ὀδόντων, τῷ τε τῶν χειλέων. καὶ τεῖχος οἷον ἐπὶ τείχει τοῦτο ἐμηχανήσατο. καὶ ὡς δεσμώτας τοὺς λόγους ἐγκατέκλεισεν. ὁ τοίνυν μὴ καίριος λόγος, λέγοιτʼ ἂν, τυραννῆσαι τὴν ἔξοδον. καὶ φυγὰς τοῦ τῶν ὀδόντων ἕρκους δεκπεσεῖν. ὅτι δὲ τὸ σιγᾶν ἐγκλεισμῷ λόγου ἔοικε, δηλοῖ καὶ Σοφοκλῆς, εἰπών. εἰ μὴ γλῶσσαν ἐγκλείσοι φόβος. Σημείωσαι δὲ ὅτι τὸ δηλωθὲν βαρὺ τῆς Ἀθηνᾶς ἦθος ἐν τῷ, τί οἱ τόσον ὠδύσσαο, ἀμείβεται ὁ Ζεὺς διὰ τοῦ ῥηθέντος σκώμματος εὐφυῶς. Ὅτι ὁπηνίκα τις ὀνειδισθείη ὡς ἐπιλησθείς τινος ἐνδόξου, εἴποι ἂν καλῶς, τὸ, πῶς ἂν ἐγὼ ἔπειτα ἀνδρὸς θείοιο λαθοίμην, ὃς τοιόσδε ἢ τοιόσδε ἐστί. Δεῖ δὲ εἰδέναι ὅτι τὸ, πῶς ἂν ἐγὼ τοῦ δεῖνος λαθοίμην, ἐνδιαθετώτερόν ἐστι τοῦ, οὐκ ἂν τοῦ δεῖνος λαθοίμην. τοῦτο μὲν γὰρ, σεμνὸν διὰ τὸ ἀποφαντικῶς ἐξάγεσθαι. ἐκεῖνο δὲ ἰδέας ἀληθοῦς διὰ τὸ τῆς ἐρωτήσεως ἀναντίῤῥητον. Ὅτι δύο ταῦτα ὁ ποιητὴς τῷ Ὀδυσσεῖ ἐπιμαρτύρεται διὰ τοῦ Διὸς ὡς προδεδήλωται ἀγαθὰ, ὅτι τὲ κατὰ νοῦν περίεστι πάντων ὅ ἐστιν ὑπερέχει, καὶ ὅτι περὶ τὸ θεῖον εὐσεβεῖ. σύνεσις ἄρα καὶ εὐσέβεια μᾶλλον τῶν ἄλλων οἶδε κοσμεῖν τὸν ἄνθρωπον. καὶ ἔστιν ἔπαινος ἀνδρὸς τοιούτου τὸ, ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δὲ ἱερὰ θεῷ ἀθανάτῳ <!-- 1.21 -->ἔδωκεν ὃς οὐρανὸν εὐρὺν ἔχει. ἐν οἷς σημείωσαι ὅτι Ἀθηνᾶ μὲν τὸν Ὀδυσσέα, ἱερὰ ῥέξαι ἁπλῶς εἶπε. Ζεὺς δὲ καὶ τοῦτο ἐπέτεινε. διὸ καὶ θεῖον αὐτὸν εἶπε καὶ περίνοιαν αὐτῷ ἐπεμαρτύρατο. καί πως τῇ Ἀθηνᾷ ἐπισκώπτει οὕτω λήθην εἰ δύο τούτων ἀγαθῶν ἐξαιρέτων ὄντων τῷ Ὀδυσσεῖ, ἐσίγησε τὸ ἓν ἐκείνη ὡς οἵα λαθομένη αὐτοῦ παιδευτικὰ δὲ ταῦτα οὐ μόνον εἰς τὸ μὴ δέον εἶναι τοὺς ἄρχοντας λήθην πάσχειν τῶν εἰς αὐτοὺς χαρίτων, ἀλλὰ καὶ τὸ θεῖον, ἐπίστροφον εἶναι τῶν σπουδαίων ἀνδρῶν. Τὸ δὲ σχῆμα τοῦ περὶ μὲν νόον ἐστὶ βροτῶν, ἐξ Ἰλιάδος παρείλκυσται. ἤγουν ἐκ τοῦ, οἳ περὶ βουλῇ Δαναῶν περὶ δʼ ἐστὲ μάχεσθαι. ἐν οἷς ὅρα τὸ περιεῖναι καὶ αἰτιατικῇ καὶ δοτικῇ καὶ ἀπαρεμφάτῳ ῥήματι συντασσόμενον. ὡς δηλοῖ τὸ νόον. καὶ τὸ βουλῇ. καὶ τὸ μάχεσθαι. ὀνόματι καὶ αὐτὸ ἐοικὸς ὡς ἀλλαχοῦ εἴρηται. Σημείωσαι δὲ ὅτι ὁμώνυμον καὶ ὁ νοῦς. Παυσανίας γοῦν φησὶν ὅτι κέσκος, λιμήν που. ᾧ παράκειται ποταμὸς νοῦς καλούμενος. Ὅτι Ποσειδῶν γαιήοχος, οὐ μόνον διὰ τὸ ἐπὶ γαίης ὀχεῖσθαι ἢ διὰ τὸ συνέχειν τὴν γαῖαν τῇ ὑγρότητι ὡς ἀλλαχοῦ ἐδηλώθη, ἀλλὰ καὶ ἀπὸ τοῦ ὄχοις γαίειν ὅ ἐστιν ἅρμασι χαίρειν, ἵππιος γὰρ ὁ Ποσειδῶν. Ἰστέον δὲ ὡς Ποσειδάων μὲν, κύριον. Ποσειδεὼν δὲ μηνὸς ὄνομα. ἐκτείνει δὲ ἀεὶ τὴν παραλήγουσαν Αἰολικῶς ὁ Ποσειδάων. ὡς καὶ αἱ γενικαὶ τὸ πυλάων μουσάων νυμφάων καὶ αἱ λοιπαί. Σημείωσαι δὲ ὡς γαιήοχος μὲν, μοναχῶς διὰ διφθόγγου. γεοῦχος δὲ καὶ γηοῦχος, καθʼ Ἡρῳδιανὸν μὲν καὶ Δίδυμον, διὰ ε ψιλοῦ παρὰ τὴν ψιλογραφουμένην γέαν ἧς συναίρεμα ἡ γῆ. ἄλλοι δὲ, διὰ τῆς αι διφθόγγου παρὰ τὴν λοιπὴν γαῖαν ἐξ ἧς καὶ ὁ γαιήοχος.

Ὅτι τὸ, ἀσκελὲς αἰὲν κεχόλωται, ἢ ἀντὶ τοῦ πάνυ σκληρὸν ἀπὸ τοῦ σκέλλω τὸ ξηραίνω ἐξ οὗ καὶ τὸ σκέλον καὶ ὁ κατεσκληκὼς, καὶ ὁ σκελετός. ἢ καὶ ἄλλως ἀσκελὲς, τὸ ἀμετάβατον καὶ ἀμετακίνητον, ἀπὸ στερήσεως τῶν σκελῶν. ἴσως δὲ, καὶ ἀντὶ τοῦ κατεσπευσμένον. καὶ πολυσπερχές. καὶ οἷον πολυσκελές. κατὰ τὸ, ἥξει καὶ πολύπους καὶ πολύχειρ. τῇ δὲ παραγωγῇ τοῦ σκέλλω σκέλος, ἀνάλογον καὶ τὸ ἔπω ἔπος. βλέπω βλέπος παρὰ τῷ κωμικῷ. ἔθω ἔθος. τρέφω τρέφος, καὶ ἐναλλαγῇ τοῦ τ, βρέφος. Ὅτι ἐν τῷ, ὀφθαλμοῦ ἀλάωσε, περιττεύει τὸ ὀφθαλμοῦ. κείμενον ἁπλῶς οὕτω διὰ σαφήνειαν. ἄλλως γὰρ, καὶ χωρὶς τοῦ ὀφθαλμοῦ νοεῖται τὸ ἀλάωσεν ἐπὶ τυφλότητος, εἴπερ ἀλαὸς ὁ μὴ λάων ἤγουν ὁ μὴ βλέπων. οὕτω καὶ ἀλλαχοῦ ποιεῖ πολλαχοῦ. ὡς καὶ ἐν τῷ νεκύων κατατεθνειώτων. καὶ ἐκεῖ γὰρ τὸ κατατεθνειώτων, ἐκ περισσοῦ κεῖσθαι δοκεῖ. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀλάωσεν ὀφθαλμοῦ, κεῖται ἐν ῥητορικῷ λεξικῷ ἀλαωπὸς σύνθετος ὁ ἀφανής. ἢ ὁ τυφλός. ὡς νυκτάλωψ ὁ νύκτωρ ἀλαὸς τοὺς ὦπας. καὶ νυκταλωπῶν ὁ νυστάζων. ἐκ δὲ τοῦ ἀλάωσε, γίνεται ἀλαωτὺς ἡ τύφλωσις. Σημείωσαι δὲ ὅτι Ὅμηρος μὲν ὀφθαλμοῦ Κύκλωπος μνησθεὶς, οὐκ ἐπισημαίνεται εἴτε δυοῖν ποτε ὄντοιν αὐτῷ καὶ θατέρου σβεσθέντος, εἶτα Ὀδυσσεὺς καὶ τὸν λοιπὸν ἠφάνισεν. εἴτε καὶ ἐκ γενετῆς ἕνα εἶχε. Θεόκριτος δὲ ἀκολουθῶν οἷς φησιν Ἡσίοδος περὶ τῶν μυθικῶν Κυκλώπων ὧν ἑκάστῳ κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ, φησὶν ὅτι τῷ Κύκλωπι ἕνα ἔχοντι γλυκὺν ὀφθαλμὸν ᾧ ἑώρα, ὀφρὺς μία ἐξ ἑτέρου ὠτὸς εἰς ἕτερον τέτατο. ὅτι δὲ τὸ Κύκλωψ δριμέως ἤτοι γλυκέως ἐῤῥέθη καὶ θηλυκῶς ἐπὶ ὄψεως, δηλοῖ ὁ εἰπὼν κύκλωπα κόρην. δῆλον δʼ ὅτι ὥσπερ τὸ τίπτε ἀντὶ τοῦ, τί ποτε τὰ δύο ψιλὰ κανονικῶς εἰς δύο ἀντίστοιχα δασέα ἔτρεψεν ἐν τῷ, τίφθʼ οὔ τʼ ἔστητε, ὁμοίῳ λόγῳ καὶ τὸ μόριον ὅθεν τὸ ὀπτικὸν ἅλλεται, ἀντὶ ὀπταλμοῦ, ὀφθαλμὸς ἐῤῥέθη. ὁμοιότης δὲ πρὸς ταῦτα καὶ ἐν τῷ, τέτυπται ἐτύφθη, πέπληκται ἐπλήχθη. καὶ τοῖς ὁμοίοις. τούτοις ἐξηκολούθησε, καὶ τὸ παρὰ Θεοκρίτῳ ἐπιφθύζειν ἀντὶ τοῦ ἐπιπτύειν γοητευτικῶς. ἔτι δὲ, καὶ τὸ φθῶ φθάσω, ἐκ τοῦ πετῶ πτῶ πτάσω. τὸ γὰρ φθάσαν ἤτοι προλαβὸν, ἐκπεπέτασται οἷον δοκεῖ. ὡς δὲ καὶ ἄλλως ψιλὸν εἰς δασὺ ἓν ἀντιστοιχοῦν μεταχωρεῖ ἔτι δὲ καὶ τὸ ἀνάπαλιν, καὶ ἡ Ἰλιὰς ἔδειξεν. Ὅτι τὸ μὲν Κύκλωψ, ἐθνικόν ἐστι τῷ τοῦ Ποσειδῶνος υἱῷ, κύριον δὲ τὸ Πολύφημος. εἰ μὴ ἄρα, ὥσπερ τὸ Αἰγύπτιος ἐν τοῖς ἑξῆς κύριον εὕρηται ὄνομα, οὕτω καὶ τὸ Κύκλωψ ἐξ ἐθνικοῦ εἰς κύριον μετέπεσεν, ἐξιδιωσαμένου τοῦ Πολυφήμου, τὸ κοινόν. ἐπεὶ καθʼ Ὅμηρον κράτος ἐστὶν αὐτοῦ μέγιστον πᾶσι Κυκλώπεσσι. καὶ διατοῦτο ἐστὶ διώνυμος ὁ ἀνήρ. ὅπερ οὐκ ἂν ἀφῆκεν ὁ ποιητὴς ἀνερμήνευτον, οἷα εἰωθὼς τὰς διωνυμίας ἐπισημαίνεσθαι, ὡς ἐν Ἰλιάδι ἔγνωμεν ἐπί τε τοῦ Αἰγαίωνος καὶ τοῦ Σκαμάνδρου καὶ ἄλλων. Σημείωσαι δὲ ὅτι εἰς θυμὸν ὁ τοιοῦτος Κύκλωψ ἀλληγορεῖται ὡς ἐν τοῖς μετὰ ταῦτα κατὰ τόπον οἰκεῖον ῥηθήσεται. διὸ καὶ Ποσειδῶνος αὐτὸν τοῦ θαλαττίου ὁ μῦθος γενεαλογεῖ, ὡς ὑγρὸν καὶ εὐκύμαντον εἰς θυμόν. καθά που καὶ τῷ Ἀχιλλεῖ τις ὡς <!-- 1.22 -->ὀργίλῳ προσονειδίζει ὅτι γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα. ἔτι δὲ Ποσειδῶνος υἱὸν αὐτὸν ἡ ἀλληγορικὴ μετάληψις νοεῖ, ἐπεὶ καὶ ὁ Ποσειδῶν οὐσία τίς ἐστιν ὑγρά. καὶ ὁ θυμὸς δὲ ζέσις ἐστὶν αἱματηρᾶς ὑγρότητος. Θόωσα δὲ μήτηρ αὐτὸν γεννᾷ, διότι θοὸν λέγεται τὸ ὀξὺ ἐξ οὗ καὶ θοῷσαι τὸ ἀποξῦναι. τοιοῦτον δέ τι καὶ ὁ θυμός. ὅθεν καὶ οἱ θυμικοὶ, ὀξεῖς λέγονται. καὶ τὸ εἰς θυμὸν δὲ κινῆσαι, παροξῦναι. ἢ καὶ ἄλλως θοὸν μὲν, τὸ ταχύ. ταχεῖς δὲ δρᾶν καὶ οἱ θυμούμενοι καὶ οὐκ εἰδότες ἀναβολὴν συμβουλῆς. Φόρκυνος δὲ θυγάτηρ ἡ τοιαύτη Θόωσα, ἴσως διὰ τὸ φέρεσθαι κυνηδὸν τὸν ἄγαν παρωξυνθέντα. διὸ καὶ ἐν Ἰλιάδι, κυνῶπα τινὰ λέγει θυμούμενον ὁ ποιητής. καὶ κυνὸς ὄμματα ἔχειν φησί. καὶ κύνεον ἀποκαλεῖ. Τὸ δὲ ἐν σπηλαίοις γλαφυροῖς τῷ Ποσειδῶνι τὴν Θόωσαν μιγνυμένην γεννᾶν τὸν Κύκλωπα, οὐδὲν ἄλλʼ ἢ τὴν τοῦ θυμοῦ γένεσιν δηλοῖ. ἵνα λέγῃ τὴν τῆς καρδίας κοιλότητα, σπὲς γλαφυρὸν, ἐν ᾗ γίνεται ὁ θυμός. ζέσις ὢν τοῦ περὶ καρδίαν αἵματος. ἔνιοι δὲ Κύκλωπα μὲν, τὴν τῶν οὐρανίων νοοῦσι κατάστασιν διὰ τὸ ἐν κύκλοις ὀπτάνεσθαι, ὁποῖος ὁ ζωδιακός. ὁ ἰσημερινός. οἱ τροπικοὶ, καὶ οἱ λοιποί. Θόωσαν δὲ, τὸ θοὸν καὶ ταχὺ τῆς οὐρανίας κινήσεως. διὸ καὶ Φόρκυνος ἡ τοιαύτη Θόωσα τουτέστι φορᾶς ὠκείας. καὶ Ποσειδῶνι μίγνυται, τῷ τῶν ἀναθυμιάσεων αἰτίῳ ὑγρῷ. ἐπεὶ ὡς πολλοὶ νομίζουσιν, ἐξ ἀναθυμιάσεων ὁ οὐρανὸς ἔχει τὸ ἐνδόσιμον τῆς ἀπαύστου κινήσεως. τὸν τοιοῦτον Κύκλωπα ἐκτυφλοῖ ὁ φιλόσοφος Ὀδυσσεὺς, ἤγουν τῆς θέας καὶ θεωρίας αὐτοῦ φιλοσόφως καθικνεῖται καὶ παραγίνεται. Ὅτι ἁλὸς ἀτρυγέτοιο μέδοντα τὸν Φόρκυνα εἰπὼν ὁ ποιητὴς, οὐκ ἀποστερεῖ τὸν Ποσειδῶνα τοῦ εὐρυμέδοντα εἶναι. ὡς οὐδὲ τὸν Ἀγαμέμνονα εὐρυκρείοντα εἰπὼν, ἀφείλετο τοὺς λοιποὺς βασιλεῖς τῶν Ἀργείων, τὸ λέγεσθαι τοιούτους. καὶ Τηλέμαχος δὲ ἐν τοῖς ἑξῆς αὐτὸς ὢν βασιλεὺς μετὰ τὸν πατέρα, πολλοὺς ὅμως εἶναι βασιλεῖς ἐν Ἰθάκῃ φησί. Διατί δὲ ἀτρύγετος λέγεται ἅλς, καὶ ὅτι καὶ ἐπὶ ἀέρος καὶ αἰθέρος ἡ λέξις κεῖται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. Ὅτι συμβουλευομένῳ οἰκεῖον τὸ, ἀλλʼ ἄγεθʼ ὑμεῖς οἵδε περιφραζώμεθα πάντες, ὅπως τό δέ τι γένηται. Τὸ δὲ, οὐ γάρ τι δυνήσεται ἀντία πάντων ἐριδαίνειν οἷος, χρήσιμον ῥηθῆναι πρὸς τὸν μονοτονοῦντα καὶ πᾶσιν ἀντικαθίστασθαι θέλοντα. Ἐν δὲ τῷ ἀλλʼ ἄγετε, δῆλον ὅτι οὐ τὴν κοινὴν σημασίαν ἡ λέξις δηλοῖ, ἀλλὰ παρακελευσματικὴν δύναμιν ἔχει. διὸ κἂν εἶπεν ἄγε περιφραζώμεθα, ὀρθῶς ἂν ἔφρασεν. ὡς καὶ ὁ εἰπὼν, φέρετε ποιήσωμεν τόδε, ἢ φέρε ποιήσωμεν. Ὅτι ἑρμηνεύων ἐνταῦθα τί ἐστι νόστος, φησί. νόστον ὅπως ἔλθῃσιν ἤγουν ἐπανέλθῃ. εἰπεῖν γὰρ ἓν ἀνθʼ ἑνὸς, νόστος ἐστὶν, ἐπανέλευσις εἴτουν ἐπάνοδος εἰς τὰ οἰκεῖα δηλαδή. Ὅτι τὸ μεθήσει τὸν χόλον, οἱ μεθʼ Ὅμηρον ἀφήσει φασὶ, πρόθεσιν θέντες ἀντὶ προθέσεως, ἔστι δὲ μεθήσειν, τὸ χαυνώσειν. ἀμελήσειν. ὅθεν καὶ ὁ μεθήμων. καὶ μέθη ἡ χαυνοῦσα τὸν νοῦν. καὶ μέθυ, τὸ ταύτης αἴτιον. Ὅτι ἐν τῷ ὅνδε δόμονδε ἀντὶ τοῦ εἰς τὸν ἴδιον δόμον, φαίνεται φανερῶς ὡς οὐκ ἐξ ἀνάγκης τὸ δε ἀντὶ τῆς εις προθέσεως λαμβάνεται. ἀλλὰ πολλάκις καὶ περιττόν τι ἐστὶν, ὡς ἐπέκτασις ἢ ὡς παραπλήρωσις. οὐδεὶς γὰρ ἂν εἴποι ὅνδε δόμονδε ἀντὶ τοῦ εἰς τὸν ἴδιον εἰς τὸν δόμον, ἀλλὰ ὁμολογουμένως εἰ μὴ τὰ δύο δε, ἀλλὰ τὸ ἓν γοῦν ἐπεκτατικόν ἐστι καὶ οὐ λαμβάνεται ἀντὶ προθέσεως. Ὅτι τὸ, Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργειφόντην νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν καὶ ἑξῆς ἕως τοῦ, νόστον Ὀδυσσῆος ταλασίφρονος ὥς κε νέηται, προέκθεσίς ἐστιν ἀναφωνητικὴ τῶν μετὰ ταῦτα, ἐπί τε λόγου εὐκρινείᾳ εὑρημένη, καὶ παραμυθίᾳ τοῦ ἀκροατοῦ. Διάκτορος δὲ ἀργειφόντης, ὁ διάγων τὰς ἀγγελίας καὶ ἐναργῶς καὶ σαφῶς φαίνων τὰ ἐξαγγελλόμενα. ὥσπερ γὰρ φύλαξ φύλακος καὶ ἐξ αὐτοῦ εὐθεῖα ὁ φύλακος ἀνατρεχούσης εἰς εὐθεῖαν τῆς γενικῆς. καὶ Τρὼς Τρωὸς ὁ Τρωός. καὶ δμὼς δμωὸς ὁ δμωός. οὕτω καὶ διάκτωρ διάκτορος ὁ διάκτορος. ἕτεροι δὲ, διάτορόν φασι καὶ πλεονασμῷ τοῦ κ διάκτορον, ἤτοι τορὸν καὶ σαφῆ ἄγγελον. Περὶ δὲ ἀργειφόντου δεδήλωται ἀλλαχοῦ. Ὠγυγία δὲ κύριον ὄνομα τῆς κατὰ τὴν Καλυψὼ νήσου. ὠγύγια μέντοι ἁπλῶς οἷον κακὰ ἤ τι ἕτερον, τὰ ἀρχαῖα. ἀπό τινος Ὠγύγου φασὶ βασιλέως ἀρχαίου Θηβῶν. Ἐν τούτοις δὲ καὶ νύμφης εὐπλοκάμου ῥηθείσης τῆς Καλυψοῦς, φασὶν οἱ παλαιοὶ, ὅτι πλοχμὸς μὲν, ἐπὶ ἀνδρῶν ὡς ἐν Ἰλιάδι. οἷον, πλοχμοὶ οἱ χρυσῷ καὶ ἀργύρῳ ἐσφήκωντο. πλόκαμοι δὲ, ἐπὶ γυναικῶν. καὶ ὅρα ὅτι ἄμφω ἐκ τοῦ πλέκω παραγόμενα, ὅμως ἔχουσί τινα διαφοράν. οὕτω δὲ καὶ ἠΰκομος μὲν ἐπὶ γυναικῶν. καρηκομόωντες δὲ ἐπὶ ἀνδρῶν. Τὸ δὲ νόστον Ὀδυσσῆος ταλασίφρονος ὥς κε νέηται, <!-- 1.23 -->τρόπος ἐτυμολογίας ἐστίν. ἀπὸ τοῦ νέω γὰρ ὁ νόστος γίνεται, πλεονασμῷ τοῦ σ πρὸς διαστολὴν τοῦ ἀνέμου Νότου. οὕτω δὲ μετʼ ὀλίγα καὶ τὸ ἔγχος ἐτυμολογῶν, φησί. παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος. ἀπὸ τοῦ ἔχω γὰρ τὸ ἔγχος γίνεται. Τὸ δὲ ταλασίφρων, οἰκείως ἐνταῦθα προσρηθὲν διὰ τὰ μυρία ὅσα ἔτλη ὁ ἥρως καὶ ἔτι δὲ τλήσεται, δηλοῖ μὲν τὸν καὶ ἐν τῇ Ἰλιάδι τλήμονα ἤτοι πολύτλαν. γίνεται δὲ ἀπὸ τοῦ ταλῶ ταλάσω ταλασίφρων. ὡς βλάψω βλαψίφρων. καὶ ὅσα τοιαῦτα. τοῦ δὲ ταλάσω μέλλοντος ἡ χρῆσις, ἐν Ἰλιάδι. ὅθεν καὶ ὁ τάλας γίνεται. καὶ ἡ ταλασία. καὶ τὸ ταλάσιον. καὶ ἡ ταλασιεργία. περὶ ὧν ἐν τοῖς ἑξῆς που ῥηθήσεται. τὸν δὲ ταλασίφρονα τοῦτον ἥρωα, πρὸ βραχέων δαΐφρονα καὶ πολύφρονα εἶπεν. Ὅτι ὁ προθυμοποιῶν τινα, εἴποι ἂν τὸ, ὄφρα μᾶλλον ἐποτρύνω, καί οἱ μένος ἐν φρεσὶ θείω. Ὅτι τὸ τὴν Ἀθηνᾶν εἰς Τηλέμαχον κατελθεῖν ἐν Ἰθάκῃ καὶ ὑποβαλεῖν τὰ ποιητέα, τὴν τῆς φυσικῆς φρονήσεως ἐπιδημίαν δηλοῖ. ἥτις ὡς μετὰ ταῦτα ἐρεῖ ὁ ποιητὴς, μένος τῷ Τηλεμάχῳ ἐνῆκε καὶ θάρσος. καὶ νῦν μᾶλλον ἤ περ πρῴην ὡς εἰκὸς ὑπέμνησε τοῦ πατρός. καὶ ὀψέ ποτε ἀναφρονήσαντα, κατὰ τῶν μνηστήρων ἠρέθισε. καὶ εἰς ἀποδημίαν δέουσαν ἔστειλεν. ὀσσόμενον μὲν ἀεὶ ἐν φρεσὶ τὸν πατέρα εἴ ποθεν ἐλθὼν σκεδάσει τοὺς μνηστῆρας. ἄρτι δὲ κατὰ τὸν τῆς Ἀθηνᾶς λόγον, μᾶλλον ἐποτρυνθέντα. καὶ ἀπὸ τοῦ βουλεύεσθαι, εἰς πρᾶξιν παρακινηθέντα. διʼ ἧς καὶ περὶ τοῦ πατρὸς ἐνόμισέ τι μαθεῖν. καὶ κλέος ἐσθλὸν σχεῖν ὡς φιλοπάτωρ. ἤδη γὰρ ὁ Τηλέμαχος ἡλικίας ἐπέβη τελειοτέρας, καὶ φρονεῖν ἐχούσης, καὶ οἵα συνιέναι οἷα ὑπὸ τῶν μνηστήρων ἔπασχεν. ἡ δὲ εἰς Σπάρτην καὶ εἰς Πύλον ἀπέλευσις αὐτοῦ, καὶ ἄλλως ἐπιτετήδευται τῷ ποιητῇ εὐμεθόδως, εἰς πλατυσμὸν τῆς τε ποιήσεως, καὶ εἰς διασκευὴν καὶ διατριβὴν λόγου χαρίεσσαν. καὶ εἰς πορισμὸν συχνῆς ἱστορίας ὡς μετὰ ταῦτα φανήσεται. ἔτι δὲ καὶ εἰς πολλὴν ποιητικὴν πιθανότητα. νησιώτης γὰρ ὢν ὁ παῖς καὶ μηδὲν εἰδὼς ἢ φρονῶν ἄξιον τοῦ πατρὸς, μανθάνει ἐν τῇ τοιαύτῃ ἀποδημίᾳ πρὸς τῶν εὖ εἰδότων, πολλὰ καὶ καλὰ τῶν τοῦ Ὀδυσσέως. καὶ ὅτι λόγου μεγάλου ἄξιος ὁ πατὴρ τά τε εἰς φρόνησιν τά τε εἰς πόλεμον. καὶ οὕτως ἐν καιρῷ τῷ πατρὶ πείθεται, εἰς τὴν ἐπικίνδυνον μνηστηροκτονίαν παρακαλοῦντι αὐτόν. Ἰστέον γὰρ ὅτι ἐντεῦθεν ὁ ποιητὴς ἄρχεται τὰ κατὰ τὴν μνηστηροφονίαν τεκταίνεσθαι, καὶ τῆς ἐπʼ αὐτῇ πιθανολογίας θεμελίους ἐκ μακροῦ προκαταβάλλεσθαι. αὐτὴ γάρ ἐστι τὸ σκοπιμώτατον τέλος τῆς ποιήσεως ταύτης. καὶ τὸ τῶν πράξεων τοῦ βιβλίου τούτου ἀνδρῶδες καὶ ἡρωϊκὸν, αὐτόθι κεῖται τῷ ποιητῇ. καὶ τρόπον τινὰ, τὰ ἄλλα πάντα διʼ αὐτὴν πέπλασται. διὸ καὶ αὐτὴν ἀνύσας ὁ ποιητὴς, συγκαταπαύει καὶ τὸ βιβλίον. ἐπεὶ δὲ ἀπίθανον ἂν ἴσως τισὶ τὸ πρᾶγμα δόξειε πῶς γὰρ Ὀδυσσεὺς ὁ ἄοπλος, ὁ εἷς, τῶν τοσούτων καὶ τοιούτων μνηστήρων περιγενήσεται, πολλαχοῦ τὸ πιθανὸν ἐγκατατίθεται. καὶ οὕτω προκατασκευάζει τὴν μνηστηροκτονίαν, ὥς τε τὸν ἀκροατὴν, καὶ πρὸ τῆς πράξεως ὁμολογῆσαι ἂν δυνατὸν εἶναι καταπραχθῆναι αὐτὴν ὡς καὶ ὑπὸ μόνου ἂν Ὀδυσσέως ἀναιρεθῆναι τοὺς μνηστῆρας, ὀλίγον τι ὄντας ὑπὲρ τοὺς ἑκατὸν, εἴγε καὶ πρὸς τριακοσίους ἀξιόμαχος ἦν ὡς ἐν τοῖς ἑξῆς ἱστορηθήσεται. εἰ δὲ καὶ μὴ μόνος αὐτὸς ἀντικατασταίη τοῖς μνηστῆρσι, καὶ οὐδὲ ἄοπλος ἀλλὰ καὶ μεθύουσιν ἐκείνοις ἐπιτεθείει. εἶεν δὲ καὶ οἱ ὀϊστοὶ φαρμάκῳ ἀνδροφόνῳ κεχρισμένοι ὡς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἐρεῖ. ἔχοι δὲ καὶ τὴν Ἀθηνᾶν λίαν πάνυ φρονοῦσαν τὰ ὑπὲρ αὐτοῦ καὶ συμμαχοῦσαν ὡς καὶ τοῦτο δείκνυται, πολλῷ μᾶλλον τὸ ἔργον πιθανῶς ἀνυσθήσεται. οὕτως ἐξ αὐτῆς ἀρχῆς τοῦ βιβλίου τὴν μνηστηροκτονίαν ὡς ἔφαμεν προασφαλιζόμενος ὁ ποιητὴς, ῥᾳδιουργεῖ τὰ εἰς αὐτὴν συντείνοντα. Κἀκεῖνο δὲ ἰστέον ὅτι εἶχε μὲν καὶ ἄλλως οἷα εἰκὸς ὁ ποιητὴς, τὸν ὄλεθρον τῶν μνηστήρων πλάσασθαι ὡς καὶ αὐτὸς πολλαχοῦ ἐμφαίνει. οἷον, διὰ τοῦ ἀμύντοράς ποθεν προκαλέσασθαι. ἢ διὰ τοῦ τοῖς κρατῆρσι φάρμακον ἐμβαλεῖν καὶ οὕτως αὐτοὺς πάντας ὀλέσαι. ἅπερ οἱ μνηστῆρες ἐπὶ Τηλεμάχῳ ὑποπτεύουσιν. οἵγε καὶ ἄλλως, τὴν ὑπὸ τῶν Ἰθακησίων ἐξέλασιν πτοοῦνται διὰ τὴν σφῶν ἀδικίαν. ἀλλʼ ὁ ποιητὴς οἷος αὐτὸς, τὸ τερατωδέστερον ἐπελέξατο καὶ ἀληθῶς δυσεξέργαστον. καὶ ὅπερ εὐμεθόδως μελετηθὲν καὶ ἀσφαλῶς πιθανολογηθέν, ἔχοι ἂν ἐξελέγχειν τὴν ἐν λόγοις αὐτοῦ ἀρετήν. Ἔτι ἰστέον καὶ ὅτι Ἀθηνᾶ ἐνταῦθα, καὶ ἡ κατὰ τὴν Ὁμηρικὴν δεινότητα μέθοδός ἐστι, καθʼ ἣν ὁ ποιητὴς ἐπινοεῖται τήν τε τῆς Ἀθηνᾶς εἰς Ἰθάκην κάθοδον καὶ τὰ ἐπʼ αὐτῇ, καὶ τὰ κατὰ τὸν Ἑρμῆν ἐπὶ τῇ Καλυψοῖ. Ἰστέον δὲ καὶ ὅτι ὀνειδισθεῖσα ἤδη ἐφʼ οἷς ἐλάλησεν ἡ μυθικὴ Ἀθηνᾶ, καὶ ἀκούσασα ὅτι οὐκ ἀγαθὸν ἔπος διέδρα τὰ χείλη αὐτῆς, ἐνταῦθα συστρέφει ἑαυτὴν εἰς νοῦν καὶ ἐντελῶς λαλεῖ ἅπερ χρὴ ποῆσαι τὸν Τηλέμαχον. καὶ μηδενὸς ἀντειπόντος, <!-- 1.24 -->εὐθὺς κατάρχει ἔργου. Σημείωσαι δὲ καὶ ὅτι σχῆμα καὶ ἐνταῦθα προεκθέσεως ἢ προαναφωνήσεως, ἐν οἷς ἡ Ἀθηνᾶ λέγει ὅτι ἀπελεύσομαι εἰς Ἰθάκην καὶ ποιήσω τὰ καὶ τά. ἐπεὶ γὰρ μέγα ἐπεισόδιον μέλλει ποιήσειν ὁ ποιητὴς διὰ τῆς ἐκδημίας τοῦ Τηλεμάχου καὶ παρεκβῆναι εἰς λόγους πολλοὺς, φθάνει προαναφωνῶν καὶ τοῦτο, ἵνα καὶ ὁ ἀκροατὴς ἐλπίζῃ, καὶ αὐτὸς μὴ δόξῃ ἀκαίρως καὶ ἀτέχνως ἀλλʼ ἀναγκαίως ποιήσασθαι τὴν προέκβασιν. ἔτι δὲ προεκτίθεται τεχνικῶς, καὶ τὴν μετʼ ὀλίγα τοῦ Τηλεμάχου δημηγορίαν, καὶ ὡς ἀπείπῃ τοῖς μνηστῆρσι. καὶ οὕτως εὐσυνόπτως διὰ σαφήνειαν κεφαλαιοῦται τὰ ἐφεξῆς. Σημείωσαι δὲ καὶ ὅτι νῦν μὲν, ἁπλῶς ἐκθέμενος ἀπηριθμήσατο, εἰπών. πέμψω ἐς Σπάρτην καὶ εἰς Πύλον. προϊὼν δὲ, καὶ τὴν τάξιν τῶν πραγμάτων ἐκτίθεται. λέγων. πρῶτα μὲν, εἰς Πύλον ἐλθέ. ἐκεῖθεν δʼ ἐς Σπάρτην. ὥς τε τὸ πέμψω εἰς Σπάρτην καὶ εἰς Πύλον, σχῆμα ὑστερολογίας ἐστὶν, ἤτοι πρωθύστερον. πρῶτον γὰρ εἰς Πύλον ἦλθε Τελέμαχος εἶτα εἰς Σπάρτην. ὁμοίως πρωθύστερον ἦν, καὶ τὸ, Ἑρμείαν ὀτρύνομεν, αὐτὰρ ἐγὼν Ἰθάκην δʼ ἐλεύσομαι. πρῶτον γὰρ Ἀθηνᾶ εἰς Ἰθάκην κάτεισιν, εἶτα Ἑρμῆς εἰς τὴν Καλυψώ. Ἰστέον δὲ ὅτι Ὀδυσσεὺς Τηλέμαχον ὡς εἰκὸς τὸν παῖδα ὠνόμασεν, ἐκθυόμενος οἷον τὸ δυστυχές. ἵνα δηλαδὴ ἐπειδὴ πόλεμος ἤδη μέγας ὁ κατὰ Τροίαν ἠλπίζετο εἰς ὃν ἐχρῆν ἀπελθεῖν καὶ τὸν Ὀδυσσέα, μὴ διαβαίη χρόνῳ ποτὲ τὰ τῆς τύχης ταύτης καὶ ἐπὶ τὸν υἱὸν, ἀλλʼ εἴη τῆλε μάχης, καθʼ ἡσυχίαν ζῶν. τάχα δὲ καὶ ἐκ μαντίας γνοὺς ὡς τῆλε χρόνου παραταθήσεται ὁ Ἰλιακὸς πόλεμος, Τηλέμαχον ὠνόμασε τὸν υἱόν. Σημείωσαι δὲ καὶ ὅτι παροιμία ἡ λέγουσα Τηλεμάχου χύτρα ἐπὶ τῶν διὰ πενίαν ἐν ὀσπρίοις ἢ ὅλως εὐτελέσιν ἐδεστοῖς πολυφαγούντων, οὐκ ἐκ τοῦ Ὁμηρικοῦ εἴληπται ἥρωος, ἀλλά τινος Ἀττικοῦ Τηλεμάχου, Ἀχαρνέως τὸν δῆμον. ὅς φασι κυάμων χύτραν ἀεὶ σιτούμενος ἦν. Ὅτι τὸ κωλύσαι καὶ λόγοις ἀποτρέψασθαι, ἀπειπεῖν λέγεται παρὰ τῷ ποιητῇ. οἷον. πᾶσι μνηστῆρσιν ἀπειπέμεν. λέγεται δέ ποτε ἀπειπεῖν, καὶ τὸ ἐν ἀγῶνι ἢ μάχῃ ἀπαγορεῦσαι καὶ ἀποκαμεῖν. ὅ πέρ ἐστιν ἶσον τῷ ἀπαυδῆσαι καὶ ἀπειρηκέναι καὶ ἀπαγορεῦσαι. ἐν δὲ τῇ Ἰλιάδι, τὸ ἀπειπεῖν ἀπομυθεῖσθαι ὁ Νέστωρ φησίν. Ὅτι ἐν τῷ, μῆλʼ ἀδινὰ σφάζουσιν, ἐκ μέρους καὶ ἄλλα νοητέον ζῷα. αἶγάς τε ὡς δηλώσει που ὁ Μελάνθιος. καὶ σύας ὡς ἐκ τοῦ Εὐμαίου φανήσεται. ἵνα λέγῃ καὶ νῦν, μῆλα τὰ θρέμματα. ἐξ ὧν καὶ τὸ μηλαφῆσαι. περὶ οὗ φασὶν οἱ παλαιοὶ, ὅτι μηλαφῆσαι, τὸ ψηλαφῆσαι. μή ποτε δὲ ἐπὶ βοσκημάτων, οἷον μῆλα ἀφάσαι ἢ ἀπὸ τοῦ μηλώσασθαι ἤγουν βάψαι. ὅθεν φασὶ καὶ μήλωθρα, τὰ βεβαμμένα ἔρια. Ἀδινὰ δὲ, τὰ πυκνὰ καὶ δαψιλῆ καὶ εἰς κόρον, ἀπὸ τοῦ ἄδην. ἢ ἀπὸ τοῦ ἄδος ἤτοι κόρος. ὡς τὸ, ἄδος τέ μιν ἵκετο θυμόν. ὅτι δὲ οἱ μὲν διπλοῦσι τὸ δ τοῦ ἄδην οἱ δὲ διʼ ἑνὸς αὐτὸ γράφουσι, καὶ οἱ μὲν ψιλοῦσιν οἱ δὲ δασύνουσιν, ἡ Ἰλιὰς δηλοῖ. καὶ ὅθεν τὸ ἄδην γίνεται. ἐν δὲ ῥητορικοῖς λεξικοῖς, φέρεται καὶ ταῦτα. ἄδην, Ἀττικοὶ τὸ δαψιλῶς. ὅθεν καὶ ἀδηφάγοι ἵπποι οἱ τέλειοι. καὶ ἀδηφάγον ἅρμα, διὰ τοὺς κατʼ αὐτὸ τελείους ἵππους, καὶ ἄδος, κόρος. πλησμονή. κάματος. ἀφʼ οὗ ἀδόλεσχος διʼ ἑνὸς δ ὁ καὶ ἀδολέσχης. καὶ ἀδαῖον παρὰ Σώφρονι, τὸ εἰς κόρον ἔργον. ἔτι δὲ, καὶ ὅτι ἀδηφάγοι ἵπποι, οἱ τέλειοι. τοῖς γὰρ πώλοις φησὶν οὐκ ἐδίδοσαν τροφῆς πλῆθος. Λυσίας δὲ, καὶ ναῦν ἀδηφάγον φησὶ, τὴν τὸν μισθὸν λαμβάνουσαν ἐντελῆ. καὶ λύχνους ἀδηφάγους, τοὺς πότας. ὁποῖος ὁ ἐν Νεφέλαις παρὰ τῷ Ἀριστοφάνει. Ὅτι ὥς περ ἑλιξόκερως βοῦς, ὁ στρεβλόκερως παρὰ τοῖς παλαιοῖς, οὕτω καὶ βόες εἰλίποδες, οἱ τοὺς πόδας κατὰ τὴν πορείαν ἑλίσσοντες. Παυσανίας δὲ λέγει, καὶ γυναῖκας εἰλίποδας διὰ τὴν ἔνδεσιν τῶν μηρῶν. Ἕλικες δὲ ὅτι οὐ μόνον βοῶν ἐπίθετον δηλοῦν τοὺς μέλανας ἀλλὰ καὶ ψέλλια σημαίνει ἐστὶν ὅτε καὶ ἐνώτια, δηλοῦται ἀλλαχοῦ. Ὅτι ἐν τῷ, πέμψω δʼ ἐς Σπάρτην τὲ καὶ ἐς Πύλον ἠμαθόεντα, τινὲς γράφουσιν, πέμψω δʼ ἐς Κρήτην τὲ καὶ ἐς Πύλον. οὐκ ἀγαθὴ δὲ ἡ τοιαύτη γραφή. δίδωσι διὸ καὶ δίκας τοῖς παλαιοῖς. Πύλος δὲ, πόλις περὶ τὸ ἑσπέριον τῆς Πελοποννήσου πλευρόν. Ὅτι δὲ τρεῖς ἦσαν Πύλοι. καὶ ὅτι οὐ μόνον θηλυκῶς ἀλλὰ καὶ ἀρσενικῶς λέγεται ὁ Πύλος, ἐν ἄλλοις πλατύτερον γέγραπται. ἐνταῦθα μέντοι ἐπιτροχάδην ἐκεῖνο ἰστέον ὅτι τρεῖς εἰσὶν ἐν Πελοποννήσῳ Πύλοι. ὅθεν καὶ τὸ, ἐστὶ Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι καὶ ἄλλη. εἰσὶ δὲ, ὁ Τριφυλιακός. καὶ ὁ Μεσσηνιακός. καὶ ἄδηλον ἐκ ποίου ὁ Νέστωρ. σπεύδουσι δὲ ὅμως ἕκαστος εἰς πατρίδα ἐγγράφεσθαι τῷ Νέστορι. Δεῖ δὲ εἰδέναι καὶ ὅτι εἰ καὶ ἄλλοι κατὰ γένος ἀρσενικὸν χρῶνται τῷ Πύλῳ, ἀλλʼ Ὅμηρος οὐ δοκεῖ οὕτω φράζειν. εἰ γὰρ Πύλον ἠμαθόεντα φησὶν, ἀλλὰ τὸ ἠμαθόεις θηλυκοῦ γένους δοκεῖ. ὁμοίως τῷ, ὑλήεντι <!-- 1.25 -->Ζακύνθῳ. τί δέ ἐστιν ἠμαθόεις καὶ ὡς ποταμοῦ ἐστὶν ὄνομα, ἐν τοῖς εἰς τὴν Ἰλιάδα καὶ αὐτὸ γέγραπται. Σπάρτη δὲ, πόλις ἢ χωρίον Λακωνικόν. ἐκλήθη δὲ οὕτω, ἀπὸ τῶν μυθευομένων μετὰ τοῦ Κάδμου σπαρτῶν ἀνδρῶν. οἳ κατὰ τὴν παλαιὰν ἱστορίαν ἐκεῖ ἐκπεσόντες, Σπάρτην ἀφʼ ἑαυτῶν τὴν πόλιν ὠνόμασαν. ἱκανῶς δὲ περὶ αὐτῆς ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. Ἰστέον δὲ ὅτι καὶ εἶδός τι σχοινίου ὀνομάζεται σπάρτη ὡς ὁ κωμικὸς ἐμφαίνει ἐν τοῖς Ὄρνισι. τοῦτο δὲ, ὁ ποιητὴς οὐδετέρως λέγει. καὶ δὴ σπάρτα λέλυνται. Ὅτι σχῆμα ἀμφιβολίας τὸ, ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσι. δηλοῖ γὰρ, ἢ ὅπου φήμη ἔχει εἶναι τὸν Ὀδυσσέα, ἢ ὅπως εὔκλεια ἔχοι τὸν Τηλέμαχον ὡς κοπιάσαντα ὑπὲρ τοῦ πατρός. καὶ ἔστι κρείττων αὕτη ἡ ἔννοια. Κλέος δὲ ἐσθλὸν, ἡ εὔκλεια. ὡς εἴ τις εἴπῃ, φήμη ἐσθλή, τὸ μέντοι μὴ ἐσθλὸν, δύσκλειά ἐστιν. οὕτω καὶ ἀοίδιμος, μέσως ἔχει καθὰ καὶ τὸ κλέος, ἕως ἐρεῖ τις ἀείδιμόν τινα ἐπὶ καλοῖς, ἢ ἀοίδιμον ἐπὶ κακοῖς. ἐνταῦθα δὲ ἐμφαίνει καὶ τὸ τῶν πρακτέων ἀμφιῤῥεπὲς ὁ ποιητὴς ἐν τῷ ἤν που ἀκούσῃ νόστον πατρὸς ὁ Τηλέμαχος. οὐ γὰρ οἶδεν ἡ τῆς ἀλληγορίας Ἀθηνᾶ ἡ παρὰ τῷ Τηλεμάχῳ, εἰ ἀποδημήσας, μαθήσεται περὶ τοῦ πατρὸς τί σαφές. Ὅτι διασκευάζων ὥς που ἐν Ἰλιάδι οὕτω καὶ ἐνταῦθα ὁ ποιητὴς τὴν σκευὴν τῆς Ἀθηνᾶς, φησίν. ὣς εἰποῦσα, ὑπὸ ποσὶν ἐδήσατο καὶ τὰ ἑξῆς ὡς εὐθὺς φανήσεται. Ἰστέον δὲ ὅτι ἐν τῷ ὑπὸ ποσὶν ἐδήσατο πέδιλα, τὸ ῥῆμα κεῖται, ἀφʼ οὗ τὸ ὑπόδημα γίνεται. ἐκ γὰρ τοῦ ὑποδεῖσθαι τὸ ὑπόδημα. ὥσπερ ἐκ τοῦ ἀναδεῖσθαι καὶ διαδεῖσθαι, τὸ ἀνάδημα καὶ τὸ διάδημα. δῆλον δὲ ὡς ἐπὶ ποδῶν μὲν τὸ ὑποδεῖσθαι. ἀναδεῖσθαι δὲ καὶ ἀναδέσμη, ἐπὶ κεφαλῆς. τὸ μέντοι διὰ τοῦ σώματος, διάδημα. Τὰ δὲ ῥηθέντα πέδιλα, καλά φησιν. ἀμβρόσια. χρύσεια. λέγων, καὶ ὅτι αὐτὰ ἔφερον αὐτὴν ἐπί τε ὑγρὴν ἐπί τε ἀπείρονα γαῖαν ἅμα πνοιαῖς ἀνέμου, ἤτοι ὁμοίως ἀνέμοις. δηλοῖ δὲ διὰ τούτων ὁ ποιητὴς, τὸ θεῖον καὶ λαμπρὸν καὶ ὀξυκίνητον τῆς φρονήσεως. τὸ θεῖον μὲν, διὰ τοῦ ἀμβρόσια. θεῖον γάρ τι ἀμβροσία ὡς πολλαχοῦ ἐφάνη. διὰ δὲ τοῦ χρύσεια, τὸ λαμπρόν. τὸ δὲ ὀξυκίνητον, διὰ τῆς κατʼ ἄνεμον φορᾶς. προϊὼν δὲ καὶ ὡς ὄρνιν αὐτὴν ἐρεῖ διΐπτασθαι. Τὸ δέ γε ὑποδεδέσθαι τὴν Ἀθηνᾶν, τὸ τῆς φρονήσεως εὔοδον καὶ ἀπρόσκοπον ἐν τοῖς πρακτέοις ὑποδηλοῖ. Ὅρα δὲ ὅτι οὐ φέρεσθαι τὰ πέδιλα λέγει, ἀλλʼ αὐτὰ φέρειν καὶ κουφίζειν τὴν Ἀθηνᾶν ὡς οἷον πτερόεντα. καὶ ἔστι τοῦτο, τερατολογία τις ποιητική. ποδήνεμον οἷον ποιοῦσα καὶ τὴν Ἀθηνᾶν. οὕτω δὲ καὶ τὸν Ἀχιλλέα ἐν Ἰλιάδι τεραστείως ἐκούφιζον τὰ ὅπλα φορούμενα. Ὅρα δὲ καὶ ὅτι τὸ ἐφʼ ὑγρὴν ὅ ἐστιν ἐπὶ θάλασσαν, ἔπεισε τοὺς μεθʼ Ὅμηρον, ξηρὰν ὀνομάσαι τὴν γῆν. καὶ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ τῆς Ἀθηνᾶς ἔγχος ἐγκωμιάζων, ἄλκιμον λέγει ἀκαχμένον ὀξέϊ χαλκῷ. βριθύ. μέγα. στιβαρόν. ᾧ δάμνησι στίχας ἀνδρῶν ἡρώων, τοῖσι τε κοτέσσεται ὀβριμοπάτρη. δηλοῖ δὲ ταῦτα, τὸ ἐνεργὸν καὶ ἀνδρῶδες τῆς Ἀθηνᾶς καὶ δραστήριον. ἔστι δὲ τὸ μὲν ἄλκιμον, μετηγμένον ἀπὸ τοῦ χρωμένου ἀλκίμου προσώπου, εἰς τὸ σκεῦος. ἢ τὸ ἀλκιμοποιόν. ὡς καὶ νωθρὸς νότος, ὁ νωθροποιὸς καὶ καρηβαρικός. καὶ δέος χλωρὸν, τὸ χλωροποιόν. Τὸ δὲ ἀκαχμένον ὀξέϊ χαλκῷ, τὸ λυποῦν τῇ ὀξύτητι τοῦ σιδήρου. ἀκαχεῖν γὰρ τὸ λυπεῖν. ἢ τὸ ἔχον ἀκὴν ἤγουν ἀκωκὴν διʼ ὀξέος σιδήρου, ἐντεῦθεν δὲ τὸ ἐστομωμένον νοεῖται. Τὸ δὲ βριθὺ καὶ τὸ μέγα καὶ τὸ στιβαρὸν, συγκροτοῦσιν ἄλληλα εἰς θείου ἔγχους σεμνότητα. τούτων δὲ, στιβαρὸν μὲν, τὸ πυκνὸν καὶ στερεὸν, μετενεχθὲν ἀπὸ τῆς καταπεπατημένης γῆς καὶ διατοῦτο πεπυκνωμένης. στείβω γὰρ κυρίως τὸ περιπατῶ καὶ τὸ καταπατῶ. ὡς τὸ, στεῖβον δʼ ἐν βόθροισι. καὶ ἐξ αὐτοῦ γίνεται καὶ ἡ στιβάς. ἥτις ἐστὶ κυρίως εὐτελὴς καὶ καταπεπατημένη στρωμνή. Τὸ δὲ στίχας, τὸ πολὺ δηλοῖ τῆς ῥωμαλεότητος. οὐ γὰρ στίχα τινὰ μίαν, ἀλλὰ στίχας ἀνδρῶν δάμνησι. τί δὲ ἡ στὶξ δηλοῖ, ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ ἡρώων, οὐδʼ αὐτὸ μάτην πρόσκειται, ἀλλʼ ἵνα δείξῃ καὶ διʼ αὐτοῦ τὸ ἀνδρεῖον τῆς Ἀθηνᾶς. οὐ γὰρ τοὺς τυχόντας δαμάζει, ἀλλὰ ἥρωας. οἷα τοὺς μὴ τοιούτους περιφρονοῦσα. καθὰ καὶ κύων φασὶν Ἰνδὸς λέοντι ἐπεξιὼν καὶ παρδάλει, λύκους ὑπερορᾷ καὶ ἀλώπεκας. Τὸ δὲ οἷς κοτέσσεται, τὸ κριτικὸν ἐμφαίνει τῆς Ἀθηνᾶς. οὐ γὰρ εἰκῇ καὶ ἁπλῶς μαίνεται κατὰ ἡρώων, ἀλλʼ οἷς ἂν διακρινεῖ δέον εἶναι κοτέσεσθαι. δῆλον δὲ ὅτι τὸ κοτῶ κοτέσω, τοῦ ἐγκοτεῖν ἐστὶ τὸ ἁπλοῦν. τὸ δὲ ὀβριμοπάτρη, μυθικῶς μὲν, τὸ τῆς Ἀθηνᾶς ἐμφαίνει ἐξαίρετον. ὅτι δηλαδὴ πατέρα μόνον ἔχει ὄβριμον οὐ μὴν καί τινα μητέρα. διὸ οὐκ ἂν καὶ ἡ Ἀφροδίτη ὀβριμοπάτρη οὕτω λεχθείη. ἀλληγορικῶς μέν τοι ὀβριμοπάτρη Ἀθηνᾶ, ἡ πατέρα <!-- 1.26 -->ὄβριμον ἔχουσα τὸν νοῦν, οἷα φρόνησις. ὄβριμος δὲ πόθεν γίνεται, τὰ εἰς τὴν Ἰλιάδα δηλοῦσι. καὶ νῦν δὲ ῥητέον ὅτι παρὰ τὸ βρι ἐπιτατικὸν ἐξ οὗ καὶ βριαρὸς ὁ ἰσχυρὸς, γίνεται κατὰ πλεονασμὸν καὶ παραγωγὴν ὄβριμος. ὅθεν καὶ ὀβριμοεργός. ἐκεῖθεν καὶ ὀβρίκαλα παρὰ Αἰσχύλῳ, λεόντων σκυμνία. τὰ δηλαδὴ καὶ ὄβριμα καὶ καλά. ἕτεροι δὲ φασὶν ὅτι τὲ ὄβρια καὶ ὀβρίκαλα λεόντων καὶ λύκων σκυμνία, καὶ ὅτι βρίκελοι διὰ διχρόνου, τὰ μορμολύκεια. Παυσανίας μέντοι περὶ τούτου φησὶν, ὅτι βρίκελα, προσωπεῖα βροτῷ ἴκελα. ἢ βριξὶν ἴκελα. οὕτω δέ φησιν ἔλεγον τοὺς βαρβάρους. ὁ δʼ αὐτὸς, καὶ βριμοῦσθαι λέγει τὸ μετά τινος ἀπειλῆς ἐκφοβεῖν. καὶ Αἴλιος δὲ Διονύσιος, βριμοῦται φησὶν ἀντὶ τοῦ ἀπειλεῖ. ἄλλοι δὲ, βριμᾶσθαι φασὶν ἐν δευτέρᾳ συζυγίᾳ τῶν περισπωμένων. ταῦτα δὲ πάντα, ἐκ τοῦ βρι ἐπιτατικοῦ παράγονται. ὅθεν καὶ ἡ Βριμὼ πεπλασμένον τι δαιμόνιον φοβερόν. ὅτι δὲ Βρίγες καὶ οἱ Φρύγες ἐλέγοντο, δηλοῖ ὁ γεωγράφος. ὡς ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. γεγονότες ἴσως καὶ αὐτοὶ, ἐκ τοῦ βρι. ὅθεν καὶ Βριάρεως κύριον τετρασυλλάβως. ὁ δʼ αὐτὸς, καὶ πεντασυλλάβως, Ὀβριάρεως προσελεύσει τοῦ ο. καὶ τὸ βρίθω δὲ ἀπʼ αὐτοῦ παρῆκται. ἀφʼ οὗ καὶ τὸ βρῖθος. καὶ ὁ βριθύς. ὃς συντεθεὶς, ἑτεροίας γίνεται καταλήξεως. οὐ γὰρ ὥσπερ τραχὺς ἄτραχυς. ὀξὺς κάτοξυς, οὕτω καὶ βριθὺς ἔμβριθυς ἀλλὰ ἐμβριθὴς. ὡς ἀπὸ τοῦ βρῖθος, πρὸς ὁμοιότητα τοῦ, ἡδὺς ἀηδὴς διὰ τὸ ἦδος. καὶ γλυκὺς ἀγλευκὴς διὰ τὸ γλεῦκος. καὶ βαρὺς ἀβαρὴς διὰ τὸ βάρος. ἐνθυμητέον δὲ καὶ ὅτι τοῦ, δόρυ βριθὺ, ἐφερμηνευτικά εἰσι τὸ μέγα καὶ τὸ στιβαρόν. δῆλον γὰρ ὅτι τὰ καὶ μεγάλα καὶ στιβαρὰ σώματα, βριθέα εἰσίν. Ὅτι δῆμος, τριχῶς παρὰ τοῖς παλαιοῖς. πλῆθός τε γὰρ ἁπλῶς, καὶ πολιτικὸν σύστημα ἐξ οὗ τὸ δημοκρατεῖσθαι εἴρηται, καὶ τόπος τις ἐν Ἰθάκῃ οὕτω καλούμενος ἔνθα τὰ τοῦ Ὀδυσσέως βασίλεια. φησὶ γοῦν ὡς ἡ τοῦ μύθου Ἀθηνᾶ ἔστη Ἰθάκης ἐν δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος. δύναται δὲ καὶ ἄλλως τὸ Ἰθάκης ἐν δήμῳ νοηθῆναι, ἀντὶ τοῦ ἐν τοῖς Ἰθακησίοις ὡς καὶ μετʼ ὀλίγα ἐρεῖ, Τρώων ἐνὶ δήμῳ, ἤγουν ἐν τοῖς Τρωσί. Τὰ δὲ πρόθυρα, προϊὼν ἑνικῶς λέγει. βῆ δʼ ἰθὺς προθύροιο. τοῦτο δὲ καὶ οὐδὸν αὔλειον φησίν. εἰπὼν, ἐνὶ προθύροις Ὀδυσσῆος οὐδοῦ ἐπʼ αὐλείου. Τὸ δὲ στῆναι ἐπὶ προθύροις, καὶ θύραις ἐφεστάναι λέγει. φησὶ δέ που καὶ θύρας πρώτας, τὸ πρόθυρον. Ὅτι Τάφος, νῆσος μία τῶν Ἐχινάδων νήσων τῶν πρὸς τῷ Ἀχελῴῳ. περὶ ὧν εἴρηται καὶ ἐν τῇ Βοιωτίᾳ καὶ ἐν τοῖς εἰς τὸν περιηγητήν. λῃσταὶ δὲ οἱ Τάφιοι κατὰ τοὺς παλαιούς. ἐλέγοντο δὲ οἱ αὐτοὶ, καὶ Τηλεβόαι. ἢ διότι ληϊζόμενοι, τῆλε τοὺς βόας ἀπῆγον. ἢ ὅτι οὐ τοῖς πλησιοχώροις μόνον, ἀλλὰ καὶ τοῖς τῆλε καὶ μακρὰν, βοὴν, ἤτοι μάχην συνίστων. ἢ καὶ ὡς εὐρύφωνοι καὶ τῆλε τουτέστι μακρὰν, βοᾶν ἐξισχύοντες. εἰς τούτους Ἀμφιτρύων ὁ τοῦ Ἡρακλέος πατὴρ ἐστρατεύσατο, ληϊσαμένους βόας τῆς γυναικὸς Ἀλκμήνης, ἔχων συστρατευόμενον καί τινα Κέφαλον ἄνδρα φυγάδα ἐξ Ἀθηνῶν. ἀφʼ οὗ χρησιμεύσαντός τι ἐν τῷ τότε πολέμῳ, Κεφαλληνία ἐν δυσὶ λ ἡ χώρα ἐκλήθη πρὸς διαστολήν. ἵνα τὸ ἐθνικὸν ὁ Κεφαλλὴν, ἔχοι διαφορὰν πρὸς τὴν ἐν σώματι κεφαλήν. Κεῖται δὲ ὁ Κεφαλλὴν παρὰ Σοφοκλεῖ, ἐν τῷ, ὦ ξεῖνε Κεφαλλήν. ἦρχε δὲ καὶ τῆς Κεφαλληνίας Ὀδυσσεὺς ὡς μετὰ ταῦτα φανήσεται. διὸ καὶ ἄναξ Κεφαλλήνων ὑπὸ τῶν ποιητῶν λέγεται. καὶ οὕτω μὲν ταῦτα. Ὅμηρος δὲ, ναυτικοὺς οἶδε τοὺς Ταφίους τούτους, διὸ φιληρέτμους αὐτοὺς ἐρεῖ ἐν τοῖς ἑξῆς. Ἰστέον δὲ καὶ ὅτι ὁ γεωγράφος ταυτίζων τοὺς Ταφίους καὶ τοὺς Τηλεβόας ἐν τῷ, Τάφιοι οἱ καὶ Τηλεβόαι. εἰπὼν δὲ καὶ ὅτι λῃσταὶ οἱ Τάφιοι καθὰ καὶ οἱ Τηλεβόαι, ὅπερ αὖθις διαφοράν τινα ἐν αὐτοῖς δηλοῖ, φησὶ καὶ αὐτὸς τοὺς Κεφαλληνίους ἢ μᾶλλον Κεφαλλῆνας, ἀπὸ Κεφάλου τοῦ Δηϊονέως κληθῆναι. ὃν ἐξ Ἀθηνῶν φυγάδα παραλαβὼν Ἀμφιτρύων, κατέσχε φησὶ νῆσον καὶ παρέδωκεν αὐτῷ. ἥτις ἐπώνυμος ἐκείνου γέγονεν. Ὅτι ὁ τῆς ἱστορίας Μέντης Ἀγχιάλοιο πάϊς, ἑταῖρος ἦν τῷ ποιητῇ. ὃν καὶ ἀμειβόμενος τῆς φιλίας ὁ ποιητὴς ὡς καὶ Ἡρόδοτος ἱστορεῖ ἐν τοῖς περὶ Ὁμήρου γενέσεως, τῇ ποιήσει τὲ τὸ αὐτοῦ ὄνομα ἐνέθετο, καὶ τὴν Ἀθηνᾶν αὐτῷ εἴκασεν, ἀποσεμνύνων οὕτως τὸν ἑταῖρον ὡς ἠδύνατο. καὶ ἄλλως μέντοι, οὐκ ἀπιθάνως ὁ ποιητὴς ἐπλάσατο, Τάφιόν τινα Μέντην ἐλθόντα ἐντυχεῖν τῷ Τηλεμάχῳ καὶ εἰπεῖν ἀγαθά. ὃν δὴ Μέντην, καὶ εἰς προσωπεῖον ποιεῖ τῇ Ἀθηνᾷ διὰ τὸ φρονίμως συμβουλεύσασθαι οἷα θεόθεν καταπεμφθέντα. κωλύει γὰρ οὐδὲν, ἐν οὕτω μακρῷ χρόνῳ, εὑρεθῆναί τινα, ἑταῖρον ἀρχαῖον ὄντα τῷ Ὀδυσσεῖ, καὶ τοιαῦτα ὑπὲρ ἐκείνου ποιῆσαι. ὁ δὲ τοῦ τοιούτου Μέντου πατὴρ Ἀγχίἀλος, ψιλοῖ φασὶ τὴν παραλήγουσαν ὡς κύριον, καθὰ <!-- 1.27 -->καὶ ὁ παρὰ τοῖς Φαίαξιν Ἐρύἀλος. ὁ δὲ ἀγχίἁλος τόπος καὶ ἀμφίἁλος, δασύνουσι τὸ μέσον ἄλφα κατὰ τοὺς παλαιούς. οὕτω δὲ καὶ ὁ πλησίἁλος. οὗ χρῆσις κατὰ τὸν Ἀθήναιον, παρὰ Ποσειδωνίῳ ἐν τῷ, ὥδευον κατὰ τὸ πλησίἁλον ταυτόν δʼ εἰπεῖν ἀγχίἁλον, νικήσαντες τὴν μάχην. περὶ δὲ τοιούτων ἀρχαϊκῶν πνευματισμῶν, ἐν τοῖς εἰς τὴν Ἰλιάδα σαφῶς γέγραπται. δῆλον δὲ ὡς τὸ μὲν κύριον ὁ Ἀγχίἀλος καὶ τὸ ἐπίθετον ὁ Ἀγχίἁλος τόπος, καὶ πόλις δὲ Θρᾴκης Ἀγχίαλος ἡ καὶ Ἀγχιάλη, προπαροξύνονται. Ἀγχιαλὸς δέ φασι σχοῖνος πλοίου, ὀξύνεται. Τὸ δὲ Ἀγχιάλοιο, Θετταλικῆς γλώσσης ἔστι, καὶ ὅσα κατʼ αὐτό. καθὰ καὶ ἡ Ἰλιὰς ἐδήλωσε. δηλοῖ δʼ αὐτὸ, καὶ ὁ γράψας οὕτω. Μίδας Μίδου καὶ Γέτας Γέτου, κοινῶς. Μίδα δὲ καὶ Γέτα Δωρικῶς. οὕτω δὲ καὶ Αἰνείας Αἰνεία. Αἰνείαο δὲ, Βοιωτῶν καὶ ἄλλων Δωριέων. Ἀττικῶν δὲ καὶ Ἰώνων, Μενέλεω, καὶ Αἰνείεω. Θετταλῶν δὲ, καλοῖο. Ὅτι τὸν Ὀδυσσέα μὲν, εἰς φιλόσοφον οἱ παλαιοὶ μεταλαμβάνουσι. τὴν δʼ ὑπʼ αὐτοῦ διωκομένην Πηνελόπην, εἰς φιλοσοφίαν ἐκλαμβάνονται. οὐ τὴν ἱστορίαν ἐξαφανίζοντες, ἀλλὰ τὸ ταπεινὸν, φιλοσόφως ἀνάγοντες. καὶ χαρακτηρίζοντες ἐκ τοῦ διώκοντος ὅ φασι, τὸ διωκόμενον. ἤγουν ἐκ τοῦ φιλοσόφου Ὀδυσσέως, ὑποδεικνύντες καὶ τὴν ὑπʼ αὐτοῦ διωκομένην ἤτοι ποθουμένην γυναῖκα. καὶ φιλοσοφίαν εἶναι ὑπονοοῦντες ἐξ ἐκείνου, καὶ αὐτήν. τοὺς δέ γε μνηστῆρας, ἐραστὰς φιλοσοφίας νοοῦσιν. οἳ πολλοὶ μὲν αὐτὴν μνῶνται, καὶ περὶ τὴν αὐτῆς κτῆσιν πονοῦνται. παρεμφερὲς δέ τι τῷ φιλοσόφῳ μὴ ἔχοντες Ὀδυσσεῖ μὴ δὲ τὸ ἐπαγωγὸν κατʼ ἐκεῖνον πλουτοῦντες, αὐτῆς μὲν ἐκπίπτουσιν, ἄλλης δὲ συνουσίας γίνονται, ταῖς θεραπαινίσι πλησιάζοντες, ὅ ἐστι ταῖς λοιπαῖς τῶν τεχνῶν συγγινόμενοι, ὧν τέχνη ἐστὶν ἡ φιλοσοφία καὶ ὡς δέσποινα ὑπερκάθηται. καὶ αὐτοὶ μὲν, οὕτω ταῖς ὑποδεεστέραις ὁμιλοῦσι τέχναις. ἡ δὲ καλλίστη καὶ ἀρχιτέκτων, τῷ Ὀδυσσεῖ τεταμίευται μόνῳ, τῷ ὄντως φιλοσόφῳ. καὶ οὕτω μέχρι τούτου τὴν ἱστορίαν ἀναγαγόντες οἱ παλαιοὶ, τὸ ἐντεῦθεν καταβαίνουσι. καὶ μνηστηροφονίαν, καὶ Τηλεμάχου καὶ Εὐμαίου εὔνοιαν, καὶ θεραπαινίδων θάνατον, καὶ εἴ τι τοιοῦτον, ψιλῇ ἀφιᾶσι τῇ ἱστορίᾳ. οὐχʼ ὅτι οὐ δύνανταί τι λαλεῖν καὶ ἐν τούτοις, ἀλλʼ ὅτι περιττὸν ἡγοῦνται τοιούτοις ἐναδολεσχεῖν. Ὅτι τὸ ἀγήνωρ, οὐ μόνον ἐπὶ ψόγου λαμβάνεται ὅτε καὶ δηλοῖ τὸν θρασὺν καὶ ὑβριστὴν, ἀλλὰ καὶ ἐπὶ ἐπαίνου. ὁπηνίκα τὸν ἀνδρεῖον δηλοῖ, ὡς πολλαχοῦ τῆς Ἰλιάδος εὕρηται. γίνεται δὲ ἀμφότερα ἐκ τοῦ ἄγαν καὶ τοῦ ἠνορέη, τουτέστιν ἀνδρία. διττὸν γὰρ τὸ ἄγαν. τὸ μὲν, καθʼ ὑπερβολὴν ὅπερ καὶ ψέγεται. διὸ καὶ παρήγγελται τὸ, μηδὲν ἄγαν. καὶ ἐκ τοῦ τοιούτου ἄγαν, γίνεται ἀγήνωρ ὁ θρασύς. τὸ δὲ, κατὰ μεσότητά ἐστιν ἄγαν, καὶ ἐπαινετόν. ἔστι γάρ ποτε καὶ τῷ λίαν κατὰ τὴν τραγῳδίαν χρᾶσθαι καλῶς. καθʼ ὃ σημαινόμενον, λέγομέν τινα ὑπερλίαν σοφόν. καὶ ἐκ τούτου τοῦ ἄγαν, ἀγήνωρ ὁ ἀνδρεῖος, λέγεται. Καὶ ἄλλως δὲ ἀγήνωρ ὁ ἀνδρεῖος, ἀπὸ τοῦ ἄγειν ἄνδρας ἤτοι ἄρχειν ἀνδρῶν. ὥσπερ καὶ λοχαγὸς καὶ στρατηγὸς, ὁ ἄγων λόχον καὶ στρατόν. ἢ καὶ ἀπὸ τοῦ ἄγειν ἄνδρας ἤτοι ληΐζεσθαι. δηλοῖ γὰρ καὶ τοιοῦτόν τι τὸ ἄγειν. οἷον, τὰ μὲν ἦγε, τὰ δὲ ἔφερε παρὰ Ἡροδότῳ. ἐν δὲ τῇ Ἰλιάδι, καὶ κύριον ἦν ὄνομα ὁ Ἀγήνωρ. ἐν ᾗ καὶ Μέντης ἕτερος παρὰ τὸν ἐνταῦθα ἱστόρηται. δῆλον δʼ ὅτι καὶ ὑπερήνωρ δύναται ὁ ἀγήνωρ λεχθῆναι. καὶ αὐτὸ, κατʼ ἄμφω τὰς ῥηθείσας ἐννοίας, τήν τε ἐπαινετὴν καὶ τὴν ψεκτήν. ὡς δηλοῖ τὸ, κακῶς ὑπερηνορέοντες. διαστελλόμενον πρὸς τοὺς ὡς εἰκός ποτε καὶ εὐλόγως ὑπερηνορέοντας. Ὅτι μνηστήρων ἔργον ὅτε μὴ περὶ τραπέζας εἶχον, τοῖς πάντῃ ἀναγκαίως μετʼ ὀλίγα εἰρησομένοις περί που τὸ τέλος τῆς δε τῆς ῥαψῳδίας πεσσοῖς, προπάροιθε θυράων θυμὸν τέρπειν. ἔστι δὲ ὅτε, καὶ ἐν τυκτῷ δαπέδῳ γυμνάζεσθαι, ὡς ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ἐρεῖ. πεττεύουσι δὲ ταυτόν δʼ εἰπεῖν κατὰ τὸν μεταβολέα ῥήτορα, διακυβεύονται προπάροιθε τῶν θυρῶν, διὰ δειλίαν. ἵνα μὴ λάθῃ ἐξοδός τις ἢ εἴσοδος μελετωμένη τυχὸν ἐπὶ βλάβῃ αὐτῶν. ὁ δὲ πεσσὸς, παρὰ τὸ πεσεῖν ἐτυμολογεῖται, κατὰ διπλασμὸν τοῦ σ. πεσεῖν δὲ καὶ συμπεσεῖν λέγεται, τὸ κατὰ τύχην συμβῆναί τι. ἐξ οὗ καὶ περιπέτεια, τὸ τυχηρὸν σύμβαμα. ὅτι δὲ ὁ πεσσὸς τύχης ἐστὶν ἄθυρμα καὶ αὐτῇ ἀνάκειται, ἴσασιν οἱ κατακυβευόμενοι. Ἰστέον δὲ ὅτι φανερὰ διαφορά ἐστι κύβων καὶ πεσσῶν παρὰ τοῖς παλαιοῖς. κύβοι μὲν γὰρ, οἱ καταῤῥιπτόμενοι ἑξάπλευροι βόλοι, καὶ οἱονεὶ κατακυβιστῶντες ἐν τῷ βάλλεσθαι. ἐξ ὧν καὶ τὸ κυβικὸν παρωνόμασται σχῆμα. ὁ δὲ πεσσὸς, ἑτεροῖόν τι ἐστίν. Ἡρόδοτος οὖν φανερῶς διαφέρειν δηλοῖ κύβον καὶ πεσσὸν, ἐν οἷς λέγει ὅτι Λυδοὶ τοὺς κύβους εὗρον. καὶ τοὺς ἀστραγάλους. καὶ τὴν σφαῖραν. καὶ ἄλλα παίγνια. πλὴν πεσσῶν. Ἰστέον δὲ καὶ ὡς ποτὲ μὲν, ἐκ μέρους, κύβος ἡ ὅλη διάθεσις τῆς πεδιᾶς. <!-- 1.28 -->ποτὲ δὲ, πεσσός. καὶ ὅτι, βόλια κυβιστῶν τοὺς πεσσοὺς φασὶν οἱ παλαιοί. καὶ ὅτι καὶ πεσσὰ οὐδετέρως οἱ πεσσοί. καὶ ὅτι πεσσὰ, ὁμωνύμως καὶ ἡ γραμμὴ καὶ ἡ ψῆφος. οἷον. καὶ πεσσὰ πεντάγραμμα. καὶ ὅτι πέντε ἦσαν οἷς ἐχρῶντο. καὶ ὅτι ἐπὶ πέντε γραμμαῖς τὰς ψήφους ἐτίθουν. ὧν ἡ μέση, ἱερὰ ἐκαλεῖτο. καὶ ὅτι διὰ τὰς πέντε ταύτας, καὶ πεττεία ἐδόκει κληθῆναι ὡς οἱονεὶ πεντεία τις οὖσα. καὶ ὅτι Παλαμήδης εὑρεῖν αὐτὴν λέγεται. οὗ παρώνυμον τὸ Παλαμήδειον ἀβάκιον. καὶ ὅτι πεσσὸς καὶ πεττὸς, ὁ πίπτων φασὶν ἐν τῷ βάλλεσθαι, ὡς ἐκ τοῦ πέτειν τὸ πίπτειν. καὶ ὅτι πεττεύειν, τὸ ταυλίζειν φασὶ καὶ μετατιθέναι καὶ παίζειν. καὶ ὅτι κύβος, πᾶσα ψῆφος τετράγωνος. καὶ ὅτι λέγοντος Ἡροδότου, ἐπὶ Ἄτυος εὑρεθῆναι διὰ λιμὸν τὰς παιδιὰς, οὐκ ἐξ ἀνάγκης καὶ πεττοὶ συννοοῦνται, οὓς ὁ Παλαμήδης εὗρε. καὶ ὅτι δοκεῖ τὸ κυβεύειν καὶ πεττεύειν, καὶ ἀστραγαλίζειν λέγεσθαι. ὡς ὑπεμφαίνεται ἀπὸ τοῦ, ἀστραγαλίζουσιν ἐν τῇ κατὰ τὴν Ὀδύσσειαν πολιτείᾳ καὶ ὀρχοῦνται καὶ σφαιρίζουσι. καὶ ὅτι συντελεῖ πρὸς τὸ ῥηθὲν, τὸ, ἀστράγαλος, τρία σημαίνει. τὸν ἐν σφυρῷ καὶ τὸν σπόνδυλον ἁπλῶς. καὶ τὸν παιστικὸν ἢ πεσσικὸν βόλον τὸ τοῦ Ἀπίωνος. Καὶ ὅτι κύβος, ὁ κύκλωθεν βάσιν ἔχων. ἢ ὁ κατεστραμμένος. ἐκ τοῦ κυβῶ κυβήσω τὸ καταστρέφω. ὅθεν καὶ κύβιτον. τὸ ὄγκωμα Ῥωμαϊστί. καὶ κυβιστᾶν, τὸ ἐπὶ κεφαλὴν πίπτειν. τῆς δὲ λέξεως τῶν πεσσῶν ἡ ἐν δυσὶ σίγμα γραφὴ, ζητητέα εἰ φυλάσσεται καὶ ἐν τοῖς παρὰ Ἀρχιγένει πεσοῖς. φάρμακα δέ εἰσιν ἰατρικά φασιν ἐκεῖνα, οὐ γνωστὰ εἰ ἐν δυσὶ σσ γράφεται. ὁ δὲ τὰ περὶ Ἑλληνικῆς παιδιᾶς γράψας, διαφορὰν καὶ αὐτὸς εἰδὼς κύβων καὶ πεσσῶν, καὶ παλαιοτάτην εἰπὼν τὴν κυβευτικὴν παιδιὰν, παράγει Σοφοκλέους μὲν ἐκ Παλαμήδους ὁμωνύμου τῷ ἥρωϊ δράματος τὸ, ἐκεῖνος ἐφεῦρε πεσσοὺς κύβους τε τερπνὸν ἀργίας ἄκος. Καὶ Εὐφορίωνος τὸ, πεσσὰ ναυπλιάδαο. λέγει δὲ καὶ ἐν μὲν Ἰλίῳ δείκνυσθαι λίθον ἐφʼ οὗ ἐπέσσευον οἱ Ἀχαιοί. ἐν δὲ Ἄργει, τὸν λεγόμενον Παλαμήδους πεσσόν. Καὶ ὅτι Πλάτων τὴν τῶν πεσσῶν εὕρεσιν Αἰγυπτίοις ἀνατίθησιν ἐν Φαίδρῳ. λέγων, αὐτοὺς πρῶτον, ἀριθμὸν καὶ λογισμὸν εὑρεῖν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν. ἔτι δὲ, πεττείαν τε καὶ κυβείαν. καὶ δὴ γράμματα. καὶ ὅτι οἱ τοῦ Πλάτωνος ὑπομνηματισταὶ, οὐ τὴν παρʼ Ἕλλησι πεττείαν σημανθῆναι φασὶ ὑπὸ Πλάτωνος, ἀλλὰ τὴν τοῦ λεγομένου πεττευτηρίου. καταγράφεσθαι γάρ τι πλινθίον ὥσπερ ἐν τῇ πεττευτικῇ παιδιῇ διʼ οὗ τὰ κινήματα τοῦ ἡλίου καὶ τῆς σελήνης ἔτι δὲ καὶ τὰ ἐλλειπτικὰ, πραγματεύονται οἱ Αἰγύπτιοι. καὶ ὅτι ἐχρῶντο οἱ παλαιοὶ τρισὶ κύβοις. καὶ οὐχʼ ὥσπερ οἱ νῦν, δυσί. ὅθεν καὶ παροιμία ἐπὶ τῶν μηδὲν διὰ μέσου κινδυνευόντων, τὸ, ἢ τρὶς ἓξ ἢ τρεῖς κύβους. ἀπὸ τοῦ μεγίστου καὶ ἐλαχίστου ἀριθμοῦ ἧς μέμνηται Πλάτων ἐν νόμοις. εἰπών. ἢ τρεῖς κύβους βάλλοντες. τουτέστι τρεῖς μονάδας. κύβον γάρ φασι, διχῶς ἔλεγον. αὐτό τε τὸ ἀναῤῥιπτούμενον, ὅθεν παροιμία τραγικὴ τὸ, ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι, καὶ τὴν ἐν αὐτῷ μονάδα. ὅθεν λυθείη ἄν φησι καὶ τὸ ζητούμενον ἐν τῷ παρὰ Ἀριστοφάνους κωμῳδουμένῳ στίχῳ. βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα, καὶ ἑξῆς. λέγει γὰρ, δύο μονάδας καὶ τέτταρα. ἔκειτο δʼ ὁ στίχος ἐν τῷ Εὐριπίδου Τηλέφῳ σὺν ἄλλοις ἰαμβικοῖς, ἔνθα κυβεύοντας τοὺς ἥρωας εἰσήγαγε. περιηρέθη δέ φησιν ὅλον ἐκεῖνο τὸ ἐπεισόδιον, χλευασθέντος ἐπʼ αὐτῷ τοῦ ποιήματος. λέγει δὲ ὁ ταῦτα παραδιδοὺς, καὶ ὡς οἱ τῇ παιδιᾷ ταύτῃ χρώμενοι, ἀπὸ τῶν ἐν τοῖς κύβοις τρημάτων, τρηματίται ἐλέγοντο. παράγων καὶ χρῆσιν Σώφρονος τὸ, δειπνήσας ὠστίζεται τοῖς τρηματιζόντεσσι. καὶ ὅτι ἐσπουδάζετο ἡ κυβεία, οὐ μόνον παρὰ Σικελοῖς ἀλλὰ καὶ Ἀθηναίοις. οἳ καὶ ἐν ἱεροῖς ἀθροιζόμενοι, ἐκύβευον. καὶ μάλιστα ἐν τῷ τῆς σκιράδος Ἀθηνᾶς τῷ ἐπὶ σκίρῳ. ἀφʼ οὗ καὶ τὰ ἄλλα κυβευτήρια, σκιράφεια ὠνομάζετο. ἐξ ὧν καὶ πάντα τὰ πανουργήματα διὰ τὴν ἐν σκιραφείοις ῥᾳδιουργίαν, σκίραφοι ἐκαλοῦντο. Ἱππώναξ. τί με σκιράφοις ἀτιτάλλεις; πεποίηνται δέ φησι καὶ προστάται τοῦ οὕτω παίζειν, Ἑρμῆς καὶ Πάν. καθὰ τῆς μουσικῆς, Ἀπόλλων καὶ Μοῦσαι. τοὺς δὲ πεσσοὺς λέγει, ψήφους εἶναι πέντε. αἷς ἐπὶ πέντε γραμμῶν ἔπαιζον ἑκατέρωθεν, ἵνα ἕκαστος τῶν πεττευόντων ἔχῃ τὰς καθʼ ἑαυτόν. Σοφοκλῆς. καὶ πεσσὰ πεντάγραμμα καὶ κύβων βολαί. παρετείνετο δέ φησι διʼ αὐτῶν, καὶ μέση γραμμή. ἣν ἱερὰν ὠνόμαζον ὡς ἀνωτέρω δηλοῦται, ἐπεὶ ὁ νικώμενος, ἐπʼ ἐσχάτην αὐτὴν ἵεται. ὅθεν καὶ παροιμία, κινεῖν τὸν ἀφʼ ἱερᾶς, λίθον δηλαδὴ, ἐπὶ τῶν ἀπεγνωσμένων καὶ ἐσχάτης βοηθείας δεομένων. Σώφρων. κινήσω δʼ ἤδη καὶ τὸν ἀφʼ ἱερᾶς. Ἀλκαῖος δέ φησιν ἐκ πλήρους, νῦν δʼ οὗτος ἐπικρέκει κινήσας τὸν πείρας πυκινὸν λίθον. τοιοῦτον δὲ καὶ παρὰ Θεοκρίτῳ τὸ, τὸν ἀπὸ γραμμᾶς κινήσω λίθον. Διοδώρου <!-- 1.29 -->δέ φησι τοῦ Μεγαρικοῦ ἐνάγοντος τὸν τοιοῦτον λίθον εἰς ὁμοιότητα τῆς τῶν ἄστρων χορείας, Κλέαρχος τοῖς πέντε φησὶ πλάνησιν ἀναλογεῖν. λέγει δὲ καὶ τοὺς ἀστραγάλους οἳ καὶ ἄστριες καὶ ἄστριχοι λέγονταί φησι, πτώσεις ἕκαστον ἔχειν τέσσαρας κατʼ ἀντίθετον συγκειμένας ὁμοίως κύβῳ. ἔχουσι δέ φησιν ἀντικείμενα, μονάδα καὶ ἑξάδα, εἶτα τριάδα καὶ τετράδα. ἡ γὰρ δυάς φασι καὶ πεντὰς ἐπὶ κύβων μόνον παραλαμβάνονται ὡς ἐχόντων ἐπιφανείας ἕξ. καὶ ὅτι τῶν κατὰ τοὺς ἀστραγάλους πτώσεων, αἱ μὲν, θεῶν εἰσιν ἐπώνυμοι. αἱ δὲ, ἡρώων. αἱ δὲ, βασιλέων. αἱ δὲ, ἐνδόξων ἀνδρῶν. αἱ δὲ, ἑταιρίδων. λέγεται δέ τις ἐν αὐταῖς φησι καὶ Στησίχορος. καὶ ἑτέρα, Εὐριπίδης. ἔτι λέγει ἐκεῖνος ὁ τὰ περὶ τῆς καθʼ Ἕλληνας παιδιᾶς γράψας, καὶ ὅτι τῶν κατὰ τοὺς ἀστραγάλους βόλων, ὁ μὲν τὰ ἓξ δυνάμενος, Κῷος καὶ ἑξίτης ἐλέγετο. ὁ δὲ τὰ ἓν, Χῖος. ἔτι δὲ, καὶ κύων. ὅθεν καί τις παροιμία, Χῖος παραστὰς Κῷον οὐκ ἐάσω. ἧς μέμνηται φησι Στράττις ἐν τῷ, Χῖος παραστὰς, Κῷον οὐκ ἐᾷ λέγειν. Ἔνθα ἐνθυμητέον καὶ τὸ τοῦ κωμικοῦ. πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος. καὶ νοητέον ὡς ἢ ἔσφαλται ἡ γραφὴ τοῦ Κεῖος, ἢ ἀλλὰ παρῴδηται ὑπὸ τοῦ κωμικοῦ. περὶ δὲ τοῦ εἰρημένου κυνὸς, κἀκεῖνο λέγει αὐτὸς γραφὲν καὶ ἀλλαχοῦ, ὅτι εἶδός τι κυβείας, καὶ πόλις. ἐν ᾗ ψήφων πολλῶν ἐν διαγεγραμμέναις τισὶ χώραις κειμένων, ἐγίνετο ἀνταναίρεσις. καὶ ἐκαλοῦντο αἱ μὲν γραμμικαὶ χῶραι, πόλεις ἀστειότερον. αἱ δὲ ἀντεπιβουλεύουσαι ἀλλήλαις ψῆφοι, κύνες διὰ τὸ δῆθεν ἀναιδές. Ὅτι δὲ καί τις βόλος ἀστραγαλιστικὸς, κύων ἐκαλεῖτο, προδεδήλωται. Ἔτι ἰστέον καὶ ὅτι κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ ἱστορίαν, Ῥόδιοί τινες εἰς τοῦτο προέβησαν ἀσελγείας, ὡς καὶ κυβεύειν πρὸς ἀλλήλους περὶ γυναικῶν ἐλευθέρων ἀστραγάλοις, ἐλάττω ἢ πλείω βάλλοντες. ἐπιφανέστατα δέ φησι ταῦτʼ ἔπαιζε σὺν ἄλλοις, καὶ Ἡγησίλοχος ὁ προστατεῖν τῆς πόλεως ἀξιῶν. εἰς δὲ τὸ προσεχῶς εἰρημένον ἀβάκιον, σημείωσαι ὡς ὑποκοριστικόν ἐστιν αὐτὸ τοῦ ἄβακος. ὅ ἐστι σανὶς, καὶ φιλοσόφοις μὲν χρήσιμος εἰς διαγράμματα. καὶ πεττευτικὴ δέ. ἡ καὶ σηλία καὶ τηλία ὡς ἐν τοῖς τοῦ κωμικοῦ δηλοῦται καλουμένη παρὰ τὸ σήθειν, καθὰ δηλοῖ τὸ, κυβεύων, εἶτα ὦσεν ὑπὸ τὴν κλίνην τὸν ἄβακα ὡς γράφει Ἀθήναιος. ἐτυμολογίαν δὲ τοιούτου ἄβακος ὃς καὶ κοινολεκτεῖται, ἐν τῷ μεγάλῳ ἔστιν εὑρεῖν ἐτυμολογικῷ. Ὅτι οὕτω βίαιοι οἱ μνηστῆρες, ὥστε οὐ μόνον κτείνοντες τοὺς τοῦ Ὀδυσσέως βόας ἀπεχρῶντο τῇ ἐκεῖθεν τροφῇ, ἀλλʼ οὐδὲ τῶν βυρσῶν παρεχώρουν τοῖς ὑπηρέταις. φησὶ γοῦν ὅτι ἐπέττευον, ἥμενοι ἐν ῥινοῖσι βοῶν οὓς ἔκτανον αὐτοί. Σημείωσαι δὲ ὅτι ἔχει τι σκώμματος οὗτος ὁ λόγος. ὥσπερ γὰρ Ἡρακλέος ἐγκώμιον τὸ λέοντος ἔχειν δορὰν ὃν ἔκτανεν αὐτὸς, οὕτω ψόγος τῆς τῶν μνηστήρων τρυφῆς ἡ τῶν ῥινῶν τῶν βοῶν χρῆσις οὓς ἔκτανον αὐτοί. Ὅτι ἐνδοξότεροι θεραπόντων, οἱ κήρυκες. βασιλικοὶ μὲν γὰρ ἄνδρες καὶ θεῖον γένος οἱ κήρυκες. οἱ δὲ θεράποντες, ἁπλῶς ὑπηρέται εἰσὶ φίλοι, οὐ μὴν κατὰ τοὺς δούλους. οἱ μέντοι γλωσσογράφοι, τοὺς Κρῆτας φασὶ, θεράποντα τὸν ὁπλοφόρον δοῦλον καλεῖν. Ἰστέον δὲ καὶ ὅτι κήρυκα μὲν ὀτρηρὸν οὐ λέγει ὁ ποιητὴς, θεράποντα δὲ πολλαχοῦ καλεῖ ὀτρηρὸν, παρὰ τὸ τρῶ τὸ δειλιῶ, ἢ παρὰ τὸ ὀτρύνω. Ὅτι ἐκφράζων ὁ ποιητὴς ἐπιμέλειαν συμποσίου, φησί. κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες, οἱ μὲν, οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ. οἱ δὲ, σπόγγοισι πολυτρήτοισι τραπέζας νίζον καὶ προτίθεντο, ἰδὲ κρέα πολλὰ δατεῦντο. τουτέστι δατέοντο. ἐμέριζον. ἀφʼ οὗ ὁ δαιτρός. Καὶ ὅρα εὐτέλειαν συμποσίου καὶ ταῦτα τῶν σπαταλώντων μνηστήρων. τὰ γὰρ καίρια μόνα προτίθενται καὶ οὐδέν τι τῶν περιέργων τῷ συμποσίῳ παρεισκρίνουσι, τοῖς ἀναγκαίοις ἀρκούμενοι. διὸ οὐδὲ ἀκρατοποτεῖν δοκοῦσιν, ὡς οἱ κρητῆρες δηλοῦσιν, οἷς τοὔνομα, ἐκ τοῦ κερᾶν ὁπωσοῦν. διάφορα γὰρ εἴδη κράσεων καὶ Ὅμηρος ἐγίνωσκεν. ὅθεν καὶ τὸν Ἀχιλλέα ἐποίησεν εἰπόντα τὸ, ζωρότερον δὲ κέραιε ἢ κέραιρε. οὐκ ἂν πάντως διαστείλαντα εἰ μή τις ἦν καθημερινὴ κρᾶσις ὥς φησιν Ἀθήναιος. ὅτι δὲ ὕστερον οὕτως ὁ ἄκρατος ἐφιλήθη, ὡς καὶ ἀγῶνα τελεῖσθαι ἀκρατοποσίας, καὶ ἔπαθλον δὲ τῷ πλεῖστον πίοντι, δηλοῦσιν αἱ ἱστορίαι τῶν παλαιῶν. αἷς ἐνίσχεται καὶ ὁ μέγας Ἀλέξανδρος, ἀθλοθέτης ἀγώνων τοιούτων προκαθήμενος. λέγεται δὲ καὶ Κλεομένης ὁ Λακεδαιμονίων βασιλεὺς Σκύθαις ὁμιλήσας καὶ ἀκρατοπότης γενόμενος ὡς Ἡρόδοτος ἱστορεῖ, μανῆναι ἐκ μέθης. ἐκ δὲ τοῦ τοιούτου σκυθικοῦ κακοῦ, τὸ ἀκρατέστερον πίνειν, ἐπισκυθίζειν φασὶν οἱ Λάκωνες. εἴη δὲ ἂν τὸ τοιοῦτον πίνειν, ἀχρειοῦν τὴν ἐκ τοῦ οἴνου ὄνησιν, ἀφʼ ἧς ἐτυμολογεῖσθαι ὁ οἶνος δοκεῖ. ὃν ὁ ὑπὲρ μέτρον ἐκπιὼν, ἄλλοις τὲ καλεῖται ὀνόμασιν οὐκ ἀγαθοῖς, καὶ ἔξοινος δὲ λέγεται. ὃ, ταυτόν <!-- 1.30 -->ἐστι τῷ, λίαν οἰνωθείς. οὗ θηλυκὸν, ἡ ἐξοινία παρὰ τῷ Ἀθηναίῳ. οἷον. οἱ περὶ Πλάτωνα καὶ Σπεύσιππον, οὐ χάριν ἐξοινίας τὰς συνόδους ἐποιοῦντο. ἀλλʼ ἵνα φαίνωνται καὶ τὸ θεῖον τιμῶντες, καὶ φιλικῶς ἀλλήλοις συμπεριφερόμενοι. εἰ δὲ ἔξοινος λέγεται ὡς τὰ πολλὰ ὁ ἀπηλλαγμένος μέθης, ἔχει καὶ αὐτὸ εὐλογίαν διὰ τὴν εκ πρόθεσιν. δηλοῦσαν ποτὲ μὲν, τὸ ἔξω. ὅθεν ὁ νηφάλιος ἔξοινος. ποτὲ δὲ, ἐπίτασιν. ἣν πάσχει ὁ οἴνου ἔμφορτος ἔξοινος. Τὸ δὲ ἔμισγον ἐν κρατῆρσιν οἶνον καὶ ὕδωρ, ἀφορμή ἐστι τῆς τοῦ κρατῆρος ἐτυμολογίας. ὡς οὕτω καλουμένου, διὰ τὸ ἐν αὐτῷ τὰ τοιαῦτα συγκερᾶσθαι ἤτοι μίσγεσθαι. ὠνοματοπεποίηται δὲ τὸ μίσγειν. ἐξ οὗ καὶ ἡ ἐν Ἰλιάδι μισγάγκεια. Γοργὸν δὲ σχῆμα τὸ, κήρυκες καὶ θεράποντες οἱ μὲν, ἐποίουν τόδε, οἱ δὲ, τόδε. Ὅρα δὲ τὸ πολύτρητον οἰκειότατον ὂν σπόγγοις ὥσπερ δικτύοις τὸ πολυωπόν. ὅτι δὲ τράπεζα κυρίως, οὐχὶ ἡ ἐπὶ τριῶν ἱσταμένη, ἀλλʼ ὡς γράφει Ἀθήναιος ἡ κατὰ τεσσάρων, δηλοῖ καὶ τὸ τῆς λέξεως ἔτυμον. τετράπεζα γὰρ, καὶ συγκοπῇ διʼ εὐφωνίαν, τράπεζα. ὥσπερ καὶ τετράδραχμον τέτραχμον κατὰ τοὺς παλαιούς. καὶ φύσησις, φύσις διὰ τὸ ζωτικῷ πνεύματι διαφυσᾶσθαι τὰ ζῶντα. εἰς δὲ τὴν τρίποδα, πέπαικταί τι τοῖς πάλαι. Ἀριστοφάνους γοῦν φαμένου τράπεζαν ἡμῖν φέρε τρεῖς πόδας ἔχουσαν τέτταρας δὲ μὴ ἐχέτω, λέγει ὁ ἐπιταχθεὶς, καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι; λέγει δέ φασι καὶ Ἐπίχαρμος, οὕτω. τί δὲ ταδʼ ἐστί; δηλαδὴ τρίπους. τί μὰν ἔχει πόδας τέτταρας; οὐκ ἔστι τρίπους ἀλλʼ οἶμαι τετράπους, ἔστι δʼ ὄνομʼ αὐτῇ τρίπους. Κρατῖνος δέ φασι, τρισκελῆ λέγει τὴν τρίπουν. εἰπών. τράπεζαι τρισκελεῖς σφενδάμνιναι. Ἐν τούτοις δὲ ὅρα τὸ τέττορας Δωρικῶς λεχθὲν, οὗ εὐθεῖα κεῖται παρʼ Ἡσιόδῳ. καὶ τὸ σφενδάμνιναι. οὗ ἀρσενικὸν, παρὰ τῷ κωμικῷ ἐν τῷ, ἄνδρες μαραθωνομάχοι σφενδάμνινοι. τουτέστι, στερεοὶ κατὰ τὸ ἐκ τῆς σφενδάμνου ξύλον. Ὅτι τὸ τετιημένος ἦτορ ἤγουν τετιμωρημένος, λέξις ἐστὶ ποιητικὴ, ἀπὸ ἀῤῥήτου ἐνεστῶτος τοῦ τιῶ τιήσω. τοιοῦτον δὲ καὶ τὸ βεβιημένος. καὶ τὸ λελιημένος ἀντὶ τοῦ ἐπιθυμῶν. Τετιημένος δὲ ἦτορ, ὁ κατὰ ψυχὴν πάσχων. πρὸς διαστολὴν τοῦ κατὰ σῶμα. Ὅτι ἁπλῶς μὲν ὀσσόμενος, ὁ βλέπων, ὀσσόμενος δὲ φρεσὶν ὁ φανταζόμενος τὸ μὴ παρὸν, καὶ κατὰ νοῦν αὐτὸ βλέπων καὶ ἀνειδωλοποιούμενος. ὡς ὁ Τηλέμαχος κάθηται ὀσσόμενος φρεσὶ πατέρα ἐσθλὸν, ἤγουν ὀνειροπολῶν ὡς ὁ παραφραστὴς Δημοσθένης ἡρμήνευσε. καὶ τοῦτο ἦν ἡ εἰς αὐτὸν οὐρανόθεν ἔλευσις τῆς Ἀθηνᾶς. ἐνθουσιάσας γὰρ οἷον, καὶ εἰς προθυμίαν ἔννουν ἀναβακχευθεὶς, ποιήσει τὰ ἐφεξῆς δηλωθησόμενα. Ἰστέον δὲ ὅτι καὶ μαντικὴ λέξις ἔστιν ὅτε τὸ ὄσσεσθαι, ὡς ἐν τῷ κάκʼ ὀσσόμενος εἶπον τινές. μάλιστα δὲ τοιαύτη λέξις, τὸ ὀττεύεσθαι. ἐπεὶ καὶ ὄσσα καὶ ὄττα, οἰωνοσκοπία φασὶν ἢ κληδών. Αἰολικῶς δὲ κατὰ Ἡρακλείδην ἔχει τὸ ὄσσεσθαι. τὰ γὰρ εἰς πτω φησὶ βαρύτονα, οἱ Αἰολεῖς εἰς δύο σίγμα μετατιθέασιν. οἷον. πέπτω πέσσω. ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. ὄπτω ὄσσω. ἐνταῦθα δὲ σημείωσαι ὡς εἰ καὶ ἐκ τοῦ ὄπτω γίνεται τὸ ὄσσω, ἀλλʼ οὐχὶ καὶ ἐκ τοῦ κατοπτεύω κατοσσεύω φασὶν οἱ Αἰολεῖς. ὅμοιον δὲ τοῖς ῥηθεῖσι, καὶ τὸ ἐνίπτω ἐνίσσω. καὶ τὸ βλέπω ἐξ οὗ φησι τὸ ἀβλεπτῶ, βλέσσω. ᾧ παρενείροντές φησιν ἰδίῳ ἔθει τὸ υ, παρέσει τοῦ βῆτα, λεύσω φασίν. ἴσως δὲ, καὶ τὸ λίσσω, ἐκ τοῦ λίπτω ἤγουν ἐπιθυμῶ γέγονεν. ἐπιθυμεῖ γάρ πως καὶ ὁ λισσόμενος περί τινος. Ὅτι Τηλέμαχος μὲν σμικρολογεῖται περὶ τὰς ἐπὶ τῷ πατρὶ ἐλπίδας οἷα μὴ πεπειραμένος τῶν κατʼ ἐκεῖνον. σκέδασις γὰρ μνηστήρων διʼ ἐκείνου φαντάζεται, ὡς μέγα καὶ τοῦτο τυγχάνον εἰ ἀνυσθείη. ὁ δὲ, ἐπανελθὼν, οὐ σκεδάσει ἀλλὰ πάντας ἀνελεῖ. Σημείωσαι δὲ ὅτι νῦν μὲν, φαίνεται σκεδῶ καὶ σκεδάζω εἶναι ἀφʼ οὗ ἡ σκέδασις. ἑτέρωθι δὲ, κεδῶ δίχα τοῦ σίγμα. ὅθεν παράγωγον τὸ κεδαίω. οὕτω δὲ καὶ σκίδναται καὶ κίδναται. Ὅτι ἐφίστασθαι θύραις, τὸ ἁπλῶς ἐπὶ ταῖς θύραις ἑστάναι. λέγεται δὲ πολλάκις καὶ ἐπὶ τῶν ἐπαιτούντων ἡ λέξις. ὅθεν καὶ ἐπιστάτης ὁ ἱκέτης. ἢ προσαίτης. ὡς τὸ, οὐ σύγʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης. λέγεται δὲ τὸ ἐφίστασθαι καὶ ἐπὶ τοῦ προΐστασθαι. ἐξ οὗ καὶ τὸ, ἔργοις ἐπιστατεῖν. καὶ παρὰ Σοφοκλεῖ, ποίμναις ὀρείαις ἐπεστάτουν. Ὅτι τὸ τῆς δεξιᾶς χειρὸς ἅπτεσθαι ὅπερ καὶ νῦν πολλοῖς τῶν ἐθνῶν ἐπιχωριάζει, δεῖγμα φιλοφροσύνης ἦν ἀσφαλέστατον. ὅθεν καὶ δεξιοὶ λέγονται οἱ ἀγαθοί. καὶ δεξιοῦσθαι μέχρι νῦν, τὸ φιλοφρονεῖσθαι λέγεται. ἀμέλει ἐν τοῖς ἑξῆς τοῦ Ἀντινόου παιγνιωδῶς ἁψαμένου τῆς τοῦ Τηλεμάχου δεξιᾶς, ἐξέσπασε τὴν χεῖρα ὁ Τηλέμαχος μετὰ θυμοῦ, μὴ ἀνασχόμενος τὸ τίμιον παίζεσθαι. καὶ Ἀχιλλεὺς δὲ λαβὼν ἐπὶ καρπῷ χεῖρα Πριάμου δεξιτερὴν, οὐδέν τι κακὸν τὸν πολέμιον <!-- 1.31 -->γέροντα διατίθεται. Νέστωρ δέ που σχετλιάζων, ἐν πυρὶ γενέσθαι τὰς βουλὰς εὔχεται καὶ τὰς δεξιὰς αἷς ἐπεποίθεισαν Ἕλληνες. ὡς μεγάλου κακοῦ γινομένου, ἐὰν αἱ δεξιαὶ παρορῶνται. λαιᾷ μέντοι χειρὶ, οὐκ ἐξῆν ἅπτεσθαι ἀλλήλων τοὺς φιλομένους. διότι ἐν κακῇ μοίρᾳ οἱ παλαιοὶ ἐτίθεντο τὰ μὴ δεξιά. ὅθεν καὶ τὰ φαῦλα συμπτώματα, λαιὰ καὶ ἐπαρίστερα ἔλεγον. καὶ ἀμφαρίστερον, τὸ ἀμφοτέρωθεν οὐκ αἴσιον. ἀπεναντίας τῷ ἀμφιδεξίῳ. ἄλλως δὲ ὅμως εὐφημότερον κατακιρνῶντες τὴν φαυλότητα τοῦ πράγματος χρηστότητι κλήσεως, ἀριστερά τε ἐκάλουν τὰ λαιὰ ἐκ τοῦ ἀρίστου παρονομάζοντες αὐτά. ὡσαύτως καὶ εὐώνυμα, διὰ τὸ ἀγαθοῦ τυχεῖν ὀνόματος. τοῦ ἀρίστου δηλαδὴ ἐξ οὗ παρονομάζεται τὸ ἀριστερόν. καὶ ἔστι τὸ σχῆμα, εὐφημισμός. ἀγαθῇ κλήσει περιστέλλων τὸ φαῦλον. ὥσπερ καὶ τὰς Ἐριννῦς, Εὐμενίδας διὰ τὸ εὔφημον κατωνόμαζον, καί τοι δυσμενεῖς οὔσας. Ἰστέον δὲ καὶ ὅτι διὰ τὸ τῆς δεξιᾶς καὶ τοῦ κατʼ αὐτὴν δεξιώματος εὔφημον, καὶ διότι δεξιόθεν ὡς ἐπὶ πολὺ τοῖς ποδωτοῖς τῶν ζώων ἡ κίνησις, καὶ οἱ παλαιοὶ μετρικοὶ τὴν ἐν τοῖς ἔπεσι πρώτην χώραν ἤγουν τὸν πρῶτον πόδα, δεξιὰν χώραν ἔλεγον. καὶ ὅτι τῶν δεξιῶν χειρῶν ἡ συμβολὴ, ἔοικεν ἐξ Ἑλλήνων ἐπιχωριάσαι τοῖς Λατίνοις μετὰ καὶ ἄλλων μυρίων ἐθῶν. πολλοὶ γὰρ τῶν Ἑλλήνων οἱ μὲν ἑκόντες μετοικήσαντες εἴτουν ἀποικήσαντες, οἱ δὲ καὶ μετὰ τὴν τῆς Ἰλίου ἅλωσιν εἰς τὰ κατὰ τὴν Ἰταλίαν διεκπεσόντες χωρία, τήν τε ἅψιν τῶν δεξιῶν ὡς εἰκὸς διέδωκαν τοῖς ἐκεῖ, καὶ ἄλλων δὲ ἐθῶν Ἑλληνικῶν ἐκείνοις μετέδωκαν. ὧν Ὅμηρος μέμνηται ὁ Ἕλλην σοφός. ὁποῖόν τι καὶ ἡ τῆς διαίτης ἁπλότης καὶ τὸ προπίνειν ἀλλήλοις δεξιουμένους ἐκπώμασι. καὶ τὸ παγγύμνους νύκτωρ καθεύδειν. καὶ τὸ ὑπὸ γυναικῶν λούεσθαι. καὶ τὸ τὰς πολλὰς τῶν γυναικῶν, μὴ ἐθέλειν προφαίνειν τὰ πρόσωπα, ἄντα παρειάων καὶ αὐτὰς ἐχούσας λιπαρὰ κρήδεμνα. καὶ τὸ τοὺς ἄνδρας, χλαίνας ἀμπέχεσθαι τουτέστι μανδοειδῆ περιβλήματα ῥᾴω πρὸς ἀπέκδυσιν μᾶλλον δὲ πρὸς ἀπόθεσιν. διὸ φησί που ὅτι ἀπέθετο χλαῖναν φοινικόεσσαν. ὁμοίως τῷ, ἀπέθετο δὲ ξίφος ὀξὺ ὤμων. ὡσαύτως Ἑλληνικὸν καὶ τὸ, γονυπετοῦντας ἱκετεύειν εἴτε καὶ καθημένους. ὡς Ὀδυσσεὺς παρὰ Αἰόλῳ, ἐπὶ σταθμοῖς ἐπʼ οὐδοῦ ἑζόμενος. καὶ τὸ τὸν εὐρυκρείοντα δὲ, μιᾶς τινὸς πόλεως ἄρχειν τοῖς ἄλλοις ἀφιέντα τὰς λοιπὰς, προφανῶς Ἑλληνικόν. ναὶ μὴν καὶ τὸ ἐν δημηγορίαις πάντων καθημένων τῶν συνειλεγμένων, ἕνα τινὰ δημηγορεῖν ἱστάμενον. καὶ τὸ τοῖς δεσπόταις συγκαθῆσθαι τοὺς θεράποντας. ἴσως δὲ καὶ τὸ τὰς κεφαλὰς ἀκατακαλύπτους ἔχειν. οὐδαμοῦ γοῦν ὁ ποιητὴς εὕρηται οὔτε πίλου ἀσκητοῦ μεμνημένος τοῦ καθʼ Ἡσίοδον, οὔτε καυσίας. ἥτις κατὰ τὸν Παυσανίαν πῖλος ἦν πλατὺς, ὃν οἱ Μακεδονικοί φησι βασιλεῖς ἐφόρουν λευκὸν αὐτῷ διάδημα περιειλοῦντες. οὔτε ἄλλου περὶ τὴν κεφαλὴν καλύμματος. ἀλλὰ καὶ τὸν Ὀδυσσέα ἐν τοῖς ἑξῆς εἰς φαλάκρωσιν κωμῳδοῦσιν οἱ μνηστῆρες, ὡς ἐκκειμένης τῆς αὐτοῦ φαλάκρας εἰς θέαν διὰ τὸ τῆς κεφαλῆς δηλαδὴ ἀκατακάλυπτον. οὐ μόνον δὲ ἔθη Ἑλληνικὰ τοῖς ἐκεῖ ἐπεπόλασαν, ἀλλὰ καὶ λέξεις Ἑλληνικαὶ πολλαὶ καὶ μάλιστα Δώριοι ἐναπέμειναν. εἰ καὶ χρόνῳ ὕστερον ἀπηχρειώθησαν τὰ Ἑλληνικὰ ὀνόματα παράκοπα γεγονότα καὶ βάρβαρα. ὡς καὶ περὶ τούτου αὐτοῦ πραγματεῖαι ἀκριβεῖς τισὶ τῶν παλαιῶν ἐκπεπόνηνται. τὸ μέντοι τῶν γυναικῶν ἑλκεσίπεπλον, αἷς ὁ πέπλος ἐν τῷ βαδίζειν ἐφέλκεται διὰ τὸ βαθὺ τοῦ ἱματισμοῦ, εἴη ἂν κλῆρος τοῖς Ἰταλοῖς ἐκ τοῦ Τρωϊκοῦ Αἰνείου. Ἑλληνὶς γὰρ γυνὴ, οὔτε βαθύπεπλος, οὔτε ἑλκεσίπεπλος παρʼ Ὁμήρῳ εὕρηται. εἰς δὲ τὸ περὶ δεξιᾶς καὶ τὸ κατʼ αὐτὴν σέμνωμα, συντελεῖ τι καὶ ὁ γράψας ὅτι καὶ τὸ δέξασθαι, παρὰ τὴν δεξιὰν ἐλέχθη. φησὶ γὰρ ὅτι λαβεῖν μὲν, τὸ ἀνελέσθαί τι μὴ διδόντος τινός. οἷον. ἀλλὰ σύ γʼ ἐν χερσὶ λάβʼ αἰγίδα θυσανόεσσαν, δέξασθαι δὲ, τὸ παρά τινος προτεινομένου χειρίσασθαι. καὶ ἐσχημάτισταί φησι, παρὰ τὴν δεξιάν. οἷον. Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας. ὃ δὴ καὶ προπόσεως ἴδιον. ἣν ἱστορεῖ Ὅμηρος ἐν ἄλλοις τὲ καὶ ἐν τοῖς περὶ Ἀρήτης καὶ Ὀδυσσέως. Ὅτι ἔθος ἦν ἐπιφωνεῖν τοῖς ξενιζομένοις τὸ, χαῖρε ξεῖνε. ἐξ αὐτοῦ δὲ λαβὸν τὴν ἀρχὴν τὸ χαῖρε, προεγράφετο καὶ τῶν ἐπιστολῶν παρὰ τοῖς ὕστερον. οἷον. ὁ δεῖνα τῷ δεῖνι, χαίρειν. Ξένος δὲ ἀεὶ παρὰ τῷ ποιητῇ, ὁ ἀπὸ ξενίας φιλιωθείς. ὅτι δὲ καὶ ὁ ποιῶν τὴν ξενίαν καὶ ὁ πάσχων αὐτὴν, ξένοι ἀλλήλοις ἐλέγοντο, δηλοῦσι σαφῶς οἱ παλαιοί. Ὅτι τὸ φιλεῖν παρὰ τῷ ποιητῇ, καὶ ἐπὶ ξενοδοχικῆς φιλοφροσύνης τίθεται. οἷον. χαῖρε ξεῖνε, παρʼ ἄμμι φιλήσεαι. ἀντὶ τοῦ ξενοδοχηθήσῃ φιλικῶς. τοιοῦτον καὶ τὸ, χρὴ ξεῖνον παρεόντα φιλεῖν. Ὅτι δεῖπνον ἐνταῦθα, φανερῶς τὸ πρωϊνόν φησιν ἔμβρωμα ἐν τῷ, δείπνου πασσάμενος. διαφέρει δὲ τὸ πάσασθαι τοῦ πάσσειν. τοῦτο μὲν <!-- 1.32 -->γὰρ, ἀντὶ τοῦ γεύσασθαι. ὅθεν καὶ ἄπαστος ὁ ἄγευστος. πάσσειν δὲ, τό, τε ποικίλλειν ὅθεν καὶ ἡ παστὰς, καὶ τὸ ἐπιτιθέναι ἅλας πρὸς ταριχείαν. ἀφʼ οὗ καὶ τὰ παστὰ καὶ ἐπίπαστα. περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Ὅτι οὐκ ἀναμένει καιροῦ τριβὴν ὁ Τηλέμαχος, ἀλλὰ ἐθέλει πολυπραγμονῆσαι τὰ κατὰ τὸν ξένον ἅμα τῷ πάσασθαι δείπνου ἐκεῖνον. εὑρεθήσεται δὲ τοιαῦτα καὶ ἐν τοῖς ἑξῆς. εἰ δέ που ἐννέα ἐτρίβοντο ἡμέραι ταῖς ξενικαῖς ἐρωτήσεσιν, ἀλλʼ ἐκεῖνα οὐ τοιαῦτα, ὡς ἐν Ἰλιάδι φαίνεται, ὅπου ἐννῆμαρ ξεινίσας ὁ Ἰοβάτης τὸν σεμνὸν Βελλεροφόντην, τῇ δεκάτῃ μετὰ ξενίαν ἤρετο. εἰς ὃ γράφει ὁ Ἀθήναιος τὸ, δοκεῖ γὰρ ἔχειν τι πρὸς φιλοσοφίαν ὁ οἶνος ἑλκυστικὸν, παραθερμαίνων τὴν ψυχὴν καὶ διαχέων. Ὅτι ἐν τῷ, ὣς εἰπὼν ἡγεῖτο ἥ δʼ ἕσπετο, τὸ ἡγεῖτο, ἀντὶ τοῦ, ἡγεμόνευε. προεπορεύετο. τὸ δὲ ἡγεῖσθαι ἀντὶ τοῦ νομίζειν, σπάνιον παρὰ τοῖς παλαιοῖς. λέγεται δὲ ἐκεῖθεν καὶ ἀφηγεῖσθαι ὁδοῦ, τὸ προάρχειν. καὶ ἐξηγεῖσθαι. ἐν δὲ ῥητορικῷ λεξικῷ, ἡγεῖσθαι, καὶ ἐπὶ γάμου πομπῆς. καὶ προηγητήρ φασιν ἀπʼ αὐτοῦ, καὶ προηγητὴς παρʼ Ἀττικοῖς, ὁ τοῦ ζεύγους ἡγούμενος ἐν τοῖς γάμοις. ἐλέγετο δέ φασι καὶ ἡγήτρια παλάθη τις, ἡ πρώτη πεμπομένη ἐν ταῖς πομπαῖς. παλάθη δὲ κυρίως ἐλέγετο, ἡ τῶν σύκων ἤτοι τῶν ἰσχάδων ἐπισύνθεσις. Ὅτι δουροδόκη ἐστὶ, θήκη δοράτων κιονοειδής. ἢ μάλιστα, εἰς κίονα ἐγγεγλυμμένη, ἐν ᾗ πρὸς ὀρθότητα τὰ δόρατα ἵσταντο. φησὶ γοῦν ὅτι ἔγχος φέρων ἔστησε πρὸς κίονα μακρὴν, δουροδόκης ἔντοθεν ἐϋξόου. κατὰ δὲ ὁμοιότητα ταύτης τῆς λέξεως, τὴν ξυροδόκην εἶπεν ὁ κωμικός. γίνεται δὲ, ἀπὸ τοῦ δέκω ῥήματος Ἰωνικοῦ, ἐξ οὗ καὶ ὁ πανδοκεύς. αἱ δὲ λέξεις, καὶ Ἀττικαί εἰσι διὰ τὴν πρὸς τοὺς Ἴωνας τῶν Ἀθηναίων συγγένειαν. Ἀττικὰ γοῦν, ἡ ξυροδόκη. καὶ ἡ πανδοκεύτρια. καὶ τὰ τοιαῦτα. Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ βιβλίῳ τούτῳ ἐπὶ ἀψύχων μὲν, τὸ φέρειν τίθησιν. ἐπὶ ἐμψύχων δὲ, τὸ ἄγειν. οἷον. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα. καὶ, ἔγχος μὲν ἔστησε φέρων. αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων. ἔστι δὲ ἡ παρατήρησις αὕτη ὡς καὶ ἀλλαχοῦ ἐφάνη τῶν ὡς ἐπὶ τὸ πλεῖστον. τὴν γὰρ Ἀθηνᾶν ἔμψυχον οὖσαν, τὰ πέδιλα φέρουσιν ἐπί τε ξηρὰν ἐπί τε ὑγράν. ἔοικεν οὖν μᾶλλον τὸ μὲν ἄγειν λέγεσθαι, ἐπὶ τῶν βαδιζόντων. τὸ δὲ φέρεσθαι, ἐπὶ τῶν ὀχουμένων ἢ βασταζομένων. Ὅρα δὲ ὅτι θηλυκῶς καὶ ἐνταῦθα τὴν κίονα εἶπεν, ἐν τῷ, ἔστησε πρὸς κίονα μακρήν. Ὅτι ἐν τῷ, ἔνθά περ ἄλλα ἔγχεα Ὀδυσσέως ταλασίφρονος ἵστατο πολλὰ, κυρίως εἴρηται τὸ ταλασίφρονος. ἅμα γάρ τις αἰχμητὴς, ἅμα ταλασίφρων. κάλλους δὲ ἡ ὁμοιοκαταληξία τοῦ ἄλλα καὶ τοῦ πολλὰ, κεῖνται γὰρ ἐν τέλει στίχων. Ὅτι εἰ καὶ κυριολεκτεῖ συνήθως ἐν τῷ, αὐτήν δʼ ἐς θρόνον εἷσεν ἄγων. καὶ, πῶς δέ σε ναῦται ἤγαγον εἰς Ἰθάκην, ἐπὶ ἐμψύχου γὰρ κεῖται τὸ ἄγειν ὡς καὶ πρὸ βραχέων εἴρηται, ἀλλʼ οὐκ ἀεὶ οὕτως ἡ λέξις τίθεται. δίχα γοῦν τῶν ἄλλων, φησὶ καὶ Παυσανίας ὅτι ἄγειν καὶ ὑπάγειν, καὶ ἐπὶ τοῦ πίνειν λέγεται. Αἴλιος δὲ Διονύσιος, φησὶν ἄγημα παρὰ Μακεδόσι, τάγμα ἀπόλεκτον ἱππέων καὶ ὁπλιτῶν. τοῦτο δὲ ἴσως οὐδὲ ἀπὸ τοῦ ἄγειν, ἀλλὰ διὰ τὸ ἀγητὸν εἶναι. δῆλον δὲ ὅτι ἄγειν λέγεται, καὶ τὸ κλᾶν. ὅθεν καὶ ἄγμα τὸ σύντριμμα, καὶ τὸ κατειργασμένον ἔριον, τὸ παρὰ Σοφοκλεῖ ἐν Τραχινίαις κάταγμα. Ὅτι ἐν Ἰλιάδι μὲν, εἶπε καταπετάσας λῖτα ἀντὶ τοῦ σκεπάσας. ἐνταῦθα δέ φησιν, ὑπὸ λῖτα πετάσας καλὸν δαιδάλεον, ἀντὶ τοῦ ὑποπετάσας, ἤτοι ὑφαπλώσας καὶ ὑποθέμενος εἰς καθέδραν. ἔστι δὲ τὸ λῖτα, γένους οὐδετέρου, πτώσεως αἰτιατικῆς ἑνικῆς. οὗ εὐθεῖα, τὸ λιτὸν. λῖτα δὲ, ὕφασμά τι λιτόν. οἷον τυχὸν λίνεον. καί τοι τινὲς, ποικίλον μᾶλλον κατὰ ἀντίφρασιν τὸ λῖτα βούλονται εἶναι, διὰ τὸ τὸν ποιητὴν προσθεῖναι, καλόν. δαιδάλεον. ἔστι δὲ ἡ περιεργία τῆς κλίσεως τοῦ λῖτα, τοιαύτη. λιτόν. λιτοῦ. λιτῷ. καὶ ἐν μεταπλασμῷ, λιτί. ἀπὸ τελικῆς δοτικῆς εἰς τελικὸν τῆς αὐτῆς. οἷον. λιτὶ κάλυψε. καὶ αἰτιατικὴ κατὰ ἀκολουθίαν δῆθεν κλίσεως, λῖτα ἐν ὁμοιότητι τοῦ, βοὶ βόα. ποδὶ πόδα. διὸ καὶ βαρύνεται. πᾶσα γὰρ αἰτιατικὴ ἑνικὴ δισύλλαβος εἰς α λήγουσα, βαρύνεται. ἄλλως γε μὴν διὰ τὸν μεταπλασμὸν, ὀξύνεσθαι ὤφειλεν. οἱ γὰρ μεταπλασμοὶ, μεταβιβάζειν τοὺς τόνους οὐ βούλονται, χωρὶς τοῦ μητιέτης μητίετα Αἰολικοῦ. καί τινων ἄλλων ὀλίγων. Ἰστέον δὲ ὡς ἀεὶ τὸ λιτὶ καὶ τὸ λῖτα, ἐκτείνει τὴν παραλήγουσαν. καὶ ὅτι Ἀθήναιος, παρὰ τῷ ποιητῇ ὃν θαυμασιώτατον καλεῖσθαι λέγει καὶ θειότατον, λῖτα μὲν εἶναί φησι, λευκὰ καὶ μὴ βεβαμμένα ἢ πεποικιλμένα. τὰ περιστρώματα δὲ, ῥήγεα καλὰ πορφύρεα. λέγων καὶ ὡς ἤκμασεν ἡ τῶν ποικίλων ὑφὴ παρὰ Κυπρίοις. ἔνθα ἔντεχνοι περὶ αὐτὰ ὑφάνται ἦσαν ἔνδοξοι, Ἀκεσᾶς καὶ υἱὸς αὐτοῦ Ἑλικὼν, ὡς <!-- 1.33 -->ἐδήλου ἐπίγραμμα ἐν Πυθοῖ ἐπί τινος ἔργου, τοιοῦτον. τεῦξʼ Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος. ὧν ἐνὶ χερσὶ, πότνια θεσπεσίην Παλλὰς ἔτευξε χάριν, οἷα δηλαδὴ ἐπιστατοῦσα τῇ ὑφαντικῇ τέχνῃ. Σαλαμίνιος δὲ ὁ ῥηθεὶς Ἑλικὼν, οὐκ ἐκ τῆς Ἑλλαδικῆς ἀλλὰ τῆς κατὰ Κύπρον. Σημείωσαι δὲ καὶ ὅτι εἰπὼν ὁ Ἀθήναιος λῖτα εἶναι πληθυντικῶς λευκὰ καὶ ἑξῆς, βούλεται βαρύτονον εἶναι ὡς ἔοικε τὸ λῖτον, πρὸς διαστολὴν τοῦ ἁπλῶς καὶ κοινοῦ λιτοῦ. ἵνα ᾖ, τὸ λῖτον τοῦ λίτου τῷ λίτῳ. καὶ κατὰ μεταπλασμὸν, λιτί, ὧν πληθυντικὸν, τὰ λῖτα. εἰ δὲ τῆς δοτικῆς τῷ λίτῳ βαρυνομένης, δοκεῖ παραλόγως ὀξύνεσθαι τὸ λιτὶ, ἐνθυμητέον τὸ, ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων. ὡς γὰρ ἐκ τοῦ κλάδῳ ἀναλόγου βαρυτόνου, μετεπλάσθη τὸ κλαδὶ κατὰ κανόνα δισυλλάβων τοιούτων δοτικῶν, οὕτω καὶ ἐκ τοῦ λίτῳ γέγονεν ὁμοιοτόνως τὸ λιτί. Δαιδάλεον δὲ, τὸ ποικίλον, ἢ τὸ τεχνικὸν. ἀπὸ τοῦ Κρητικοῦ Δαιδάλου, ἢ ἀπὸ γυναικός τινος Δαιδάλης, ὡς καὶ ἐν Ἰλιάδι γέγραπται. Τί δέ ἐστι μεταπλασμὸς, ἐν τοῖς εἰς τὴν Ἰλιάδα καὶ αὐτὸ εἴρηται. Ὅτι συνήθως ὁ ποιητὴς τὴν ὑπο πρόθεσιν, δοτικῇ κἀνταῦθα συντάσσει ἐν τῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν, ἤγουν θρῆνυς ἦν ὑπὸ τοῖς ποσί. δύναται δὲ καὶ καθʼ ὑπερβατὸν εἶναι, ὅτι θρῆνυς ὑπῆν τοῖς ποσίν. ὅτι δὲ θρῆνυς τὸ ὑπὸ τοῖς ποσὶ τῶν καθημένων. καὶ ὅτι παρὰ τὸ θορεῖν ἄνω γίνεται. ἢ κατὰ Ἀθήναιον, ἀπὸ τοῦ θρῆσαι ὅ ἐστι καθίσαι, καὶ ἀλλαχοῦ δηλοῦται. ἔοικε δὲ, παρὰ τὴν θρῆνυν γενέσθαι παρωνύμως καὶ τὸ ναυτικὸν θράνος καὶ θρανίον ὅθεν ὁ θρανίτης ναύτης, καὶ κῶπαι θρανίτιδες, αἱ τῶν θρανιτῶν. Ὅτι κλισμὸς, εἶδός τι θρόνου, ὅπερ καὶ ἀνάκλιντρον παρὰ τοῖς ὕστερον λέγεται. ἀντιδιαστέλλεται γὰρ ὁ κλισμὸς τῷ θρόνῳ, διὸ νῦν εἰπὼν, τῷ Μέντῃ τεθῆναι θρόνον τῷ δὲ Τηλεμάχῳ κλισμὸν, σαφέστερον διακρινεῖ ἐν οἷς πρωϊὼν ἐρεῖ, ἕζοντο κατὰ κλισμούς τε θρόνους τε. ὡς ἄλλό τι ὄντος ἴσως κλισμοῦ καὶ ἄλλο θρόνου. ἐρεῖ δέ που καὶ κλισίαν εἶδος θρόνου. ἴσως μὲν, ταυτὸν τῷ κλισμῷ, ἴσως δὲ ἕτερον. Ὅτι ὥσπερ ἐκ τοῦ ὄπισθεν ἀπελθόντος τοῦ σ εὕρηται πολλάκις τὸ ὄπιθεν, οὕτω καὶ ἐνταῦθα τὸ ἔκτοθεν ἐκ τοῦ ἔκτοσθεν, ἐκδραμόντος τοῦ σ διὰ ἀνάγκην μετρικὴν ἐν τῷ, κλισμὸν θέτο ποικίλον ἔκτοθεν ἄλλων. Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω καὶ ἐν τῇ Ὀδυσσείᾳ, ὀρυγμαδὸς οὐ μόνον συνήθως ὁ κατὰ τὸ ὄρος κτύπος, ἀλλὰ καὶ ὁ ἁπλῶς θόρυβος, τὸν γοῦν ὑπὸ τῶν μνηστήρων γινόμενον ὅμαδον, ὀρυμαγδὸν λέγει. μεταθεὶς τὸ γ ἐκ τῆς προπαραληγούσης εἰς τὴν παραλήγουσαν, οὐ μόνον διὰ τὸ μέτρον, ἀλλὰ καὶ μᾶλλον διὰ τὸ τραχυφωνότερον. Ὅτι τὸ, δείπνῳ ἀδήσειεν ἀντὶ τοῦ ἀηδισθῆ, ἀπὸ τοῦ ἀηδοῦς κέκραται. διὸ καὶ ἐκτεταμένον ἔχει τὸ δίχρονον. καὶ ἴσως καὶ τὸ ἄδην ἐπίῤῥημα, ἐξ αὐτοῦ γίνεται. οἷον, εἰωθότες ἔδμεναι ἄδην. ἀπʼ αὐτοῦ δὲ καὶ ἆδος ὁ κόρος. ἔστιν οὖν ἀδῆσαι, τὸ ἀηδῶς ἔχειν κατὰ τοὺς δαψιλῶς καὶ εἰς κόρον ἀπολαύσαντας, τὸ μέντοι ἁδεῖν ἀντὶ τοῦ ἀρέσκειν, συστέλλει τὸ α, ὡς μὴ κεκραμένον ἀλλʼ ἐκ τοῦ ἥδω συσταλέν. οἷον ὡς ὄφελεν θάνατός μοι ἁδεῖν.

Ὅτι τὸ ὑπερφίαλος, μέση λέξις ἐστί. ποτὲ μὲν, τραχεῖαν ὕβριν δηλοῦν ποτὲ δὲ, ἀνειμένην τινὰ καὶ οὐ πάνυ σφοδράν. ὅτε μὲν γάρ που τοὺς Πριαμίδας ὑπερφιάλους καλεῖ ὁ ποιητὴς, τραχὺ ἐκεῖ τὸ τῆς ὕβρεως. βούλεται γὰρ, παρασπονδητὰς εἰπεῖν καὶ ὑπερβαίνοντας τὰς ἱερὰς τῶν ὅρκων φιάλας. ἐνταῦθα δὲ τοὺς μνηστῆρας ὑπερφιάλους λέγων ἐν τῷ, ὑπερφιάλοισι μετελθὼν, οὐκ ἐπὶ τοιαύτης σημασίας τὴν λέξιν τίθησιν, οὐ γὰρ ὑπόκεινται παρασπονδήσαντες οἱ μνηστῆρες. ἀλλὰ λέγοιντʼ ἂν ὑπερφίαλοι, ὡς εἴ τις εἴποι, περιττοί. ἢ πάροινοι. ἐκ μεταφορᾶς τῶν μεγάλων φιαλῶν. ἢ τῶν ὑπὲρ τὸ δέον χρωμένων τῇ συμποτικῇ φιάλῃ. ἐν μέντοι τῇ ι ῥαψῳδίᾳ, τοὺς Κύκλωπας φανερῶς ὑπερφιάλους καλεῖ, οὐχʼ ὡς ἀσεβεῖς. πῶς γὰρ ἀσεβεῖς οἵγε θεοῖς πεποιθότες ὡς ὁ ποιητὴς λέγει γῆν ᾤκουν ἀρίστην; ἀλλʼ ὑπερφιάλους ἐκεῖ λέγει, τοὺς μεγάλους, ὡς ἀρέσκει τοῖς παλαιοῖς. καὶ ὅτε δὲ αὐτοὶ ἑαυτοὺς οἱ μνηστῆρες ὑπερφιάλους καλέσουσιν ἐν τῷ, ὑπερφιάλοις ἡμῖν μετελθὼν, ἔπαινον πάντως ἡ λέξις δηλοῖ. οὐ γὰρ δή που καθʼ ἑαυτῶν ἐκεῖνοι λέγουσι. καὶ σημαίνοι ἂν ἡ λέξις τηνικαῦτα, τὸ μέγα καὶ εὐμέγεθες. εἰ μή τις καὶ ἐκεῖ, ἐπὶ παροίνων καὶ ὑβριστῶν τὴν λέξιν θέλει τάττεσθαι ὡς εἰρωνικῶς λεχθεῖσαν ὑπὸ τῶν μνηστήρων, οἷα δῆθεν τοιούτων νομιζομένων τοῖς πολλοῖς. ὅθεν καὶ μετʼ ὀλίγα φησὶν ὁ Μέντης, ὅτι ὑβρίζοντες ὑπερφιάλως δοκοῦσι δαίνυσθαι οἱ μνηστῆρες. Τὸ δὲ μετελθὼν, ἀντὶ τοῦ συνελθών. ὥσπερ καὶ πρὸ ὀλίγου, μνηστῆρσι μεθήμενος ἔφη ἀντὶ τοῦ συγκαθήμενος. οὕτω καὶ Ἡσίοδος, μετεῖναι, τὸ συνεῖναι φησίν. Ὅτι τραπέζης βασιλικῆς ἀρχαίας ἐκφράζων διάθεσιν ὁ ποιητὴς, <!-- 1.34 -->οὕτω φράζει. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ. ἤγουν κατὰ τὸν παραφραστὴν, πρῶτον μὲν κατὰ χειρὸς θεράπαινα ἔφερε χρυσῇ πρόχῳ ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι. παρὰ δὲ ξεστὴν ἐτάνυσε τράπεζαν, σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. δαιτρὸς δὲ, κρειῶν πίνακας παρέθηκεν ἀείρας, παντοίων. παρετίθει δὲ χρύσεα κύπελλα, ὡς αὐτοῦ ἔργον καὶ τοῦτο ὄν. κῆρυξ δʼ αὐτοῖς θάμʼ ἐπῴχετο οἰνοχεύων. οἵ δʼ ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε. Καὶ ὅρα ὅπως ἄλλο τι ἔχει τὸν κλισμὸν καὶ ἄλλο τὸν θρόνον ὡς καὶ πρὸ μικροῦ γέγραπται καὶ ἐν τοῖς ἑξῆς δὲ φανεῖται. Λέγει δὲ ἀμφίπολον, τὴν δούλην ὡς ἐν Ἰλιάδι. καὶ ζήτει ἐκεῖ. ἔνθα καὶ ὅτι τὸ ἄῤῥεν, ὁ πρόπολος. ἡ χρῆσις παρὰ τῷ κωμικῷ. καὶ ὅτι τύμβος λέγεταί που ἀμφίπολος, ὁ κύκλῳ περιπολούμενος. φασὶ δὲ οἱ παλαιοὶ καὶ ὅτι ὥσπερ ἀμφίπολοι, οὕτω καὶ ἑπέται οἱ θεράποντες παρὰ τὸ ἕπεσθαι ὅπερ ἔοικε τῷ ἀμφιπολεῖν. Χέρνιβα δὲ, τὸ κατὰ χειρὸς διδόμενον ὕδωρ. ὅπερ τινὲς παροξυτόνως χερνίβα λέγουσιν ὡς ἀπὸ τῆς χερνὶψ ὀξυτόνου εὐθείας. τὸ δʼ αὐτό τινες ὕδωρ, καὶ χειρόνιπτρον φασίν. ὡς δηλοῖ ὁ γράψας ὅτι χειρόνιπτρα, τὸ κατὰ χειρὸς ὕδωρ. καὶ τὸ χέρνιβον, ὁ ἐνταῦθα δηλαδὴ λέβης. ὃν ἡ κοινὴ γλῶσσα, χερνίβιον λέγει. τὸ μέντοι μετάνιπτρον, οὐ τοιοῦτόν τι ἐστὶν, ἀλλὰ κύλιξ ἢ πόσις διδομένη μετὰ νίπτρον ἤτοι μετὰ τὸ νίψασθαι. Πρόχοος δὲ θηλυκῶς, ὁ ξέστης. παρὰ τὸ προχέειν. ὅθεν καὶ τὸ προχοΐδιον, καὶ συναιρέσει προχοίδιον. ὡς βοΐδιον βοίδιον. τὸ ἱμάτιον θοιμάτιον. ῥοΐδιον ῥοίδιον. καὶ ἄλλα δὲ διάφορα, ἐκ τοῦ χέω παράγονται. ὧν ἔστι καὶ ὁ χοεὺς μέτρον τι. οἷον. στέφανον ἕκαστος ἀπέφερε κατὰ τὸ ἐν λίμναις τέμενος τῇ ἱερείᾳ περιθεὶς εἰς τὸν ἑαυτοῦ χοᾶ. οὗ τὸ ἐντελὲς, χοέα. ὡς Πειραιέα Πειραιᾶ. ὁ δʼ αὐτὸς χοεὺς, καὶ χοῦς ἐλέγετο ὁμωνύμως τῷ κατὰ γῆν. ὅθεν καὶ δίχουν ποτήριον, τὸ χωροῦν δύο χοᾶς. ἔλεγον δὲ καὶ Ἀθηναίων ἑορτήν τινα Χοᾶς, συναιροῦντες ἐκ τοῦ Χοέας. ὡς δὲ καὶ χοὴ ἐπὶ νεκρῶν ἐκ τοῦ χέειν. καὶ χόανα τὰ ἐν Ἰλιάδι. καὶ ἡ τῶν ποταμῶν δὲ χοῦς. καὶ σύνθετα δὲ, ὁ φυλλοχόος. καὶ ὁ πολύχους, ἀρκεῖ ἐς τόσον εἰπεῖν. ἐν δέ γε τοῖς τοῦ Ἀθηναίου, τοιαῦτα περὶ τῶν εἰρημένων κεῖται. πρόχοος, ἀγγεῖον ἐν ᾧ τὸ ὕδωρ. χέρνιβα δὲ, τὰ εἰς χειρὸς νίμμα καταχεόμενα. οἷς πολλάκις, καί τι προσεδίδοτο καταρτικὸν χειρῶν. κατὰ τὸ, δότω τις δεῦρο ὕδωρ καὶ σμῆμα ὥς φησιν Ἀντιφάνης. τὸ δὲ μετὰ τὴν κάθαρσιν καταπεσὸν ὑγρὸν, ἀπόνιπτρον ἐκαλεῖτο, ἤγουν χειρῶν καὶ ποδῶν ἀπόνιμμα. ἴσως δέ φησι καὶ τὴν λεκάνην οὕτως ἔλεγον ἐν ᾧ τρόπῳ καὶ τὸ χειρόνιπτρον. Ἰδίως δέ φασι καλεῖται παρʼ Ἀττικοῖς ἀπόνιμμα, ἐπί τε χοῶν νεκρικῶν καὶ ἐπὶ ἐναγῶν καθαιρομένων. οἷον. ὄρυξαι βόθρον πρὸς ἑσπέραν, καὶ τά δέ τινα ποιήσας, λέγε. ὑμῖν ἀπόνιμμα οἷς χρῆν καὶ οἷς θέμις. καὶ οὕτω μὲν ταῦτα. ὃ δὲ ἡμεῖς ἐν τῇ συνηθείᾳ χέρνιβον φαμὲν, Ἀττικοὶ χερνίβιον φασί. Λυσίας. χρυσοῖς χερνιβίοις καὶ θυματηρίοις. Εὔπολις δὲ, χειρόνιπτρον αὐτὸ λέγει. Ἐπίχαρμος δὲ, χειρόνιβα. παρὰ δὲ τραγικοῖς καὶ κωμικοῖς, παροξυτόνως εὕρηται χερνίβα. Εὐριπίδης, εἰς χερνίβος βάψειεν Ἀλκμήνης γόνος. ἤγουν εἰς ὕδωρ ἐν ᾧ ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες καὶ τῆς θυσίας. καὶ τούτῳ περιῤῥαίνοντες τοὺς παρόντας, ἥγνιζον. χρὴ μέντοι φησὶ, προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα φυλάττοντα παραλήγουσαν παρακειμένου παθητικοῦ δηλαδὴ λεγομένου διὰ τῶν δύο μ ἐξ οὗ καὶ γεγόνασι, βαρύνονται. λέλειμμαι λέλειψαι, αἰγίλιψ. τέτριμμαι τέτριψαι, οἰκότριψ, κέκλεμμαι, βοόκλεψ. βέβλεμμαι, κατώβλεψ. οὕτως οὖν καὶ νένιμμαι, χέρνιψ. κειμένου δʼ ἐν τούτοις καὶ ὅτι ὃ ἡμεῖς ἐν τῇ συνηθείᾳ χέρνιβον φαμὲν, ἔστι καὶ παρʼ Ὁμήρῳ ἐν Ἰλιάδι. οἷον. ἡ δὲ, παρέστη χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα, ζήτει ποῦ τοῦτο. Λέγει δὲ καὶ ὅτι τὸ χεῖρας νίπτεσθαι ἀφʼ οὗ χέρνιβα καὶ χερνίπτεσθαι, ἡ πλείων χρῆσις, κατὰ χειρὸς εἴωθε λέγειν καὶ κατὰ χειρῶν. Ἀριστοφάνης δʼ ὁ γραμματικὸς, φησὶ παρὰ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου, λέγεσθαι κατὰ χειρὸς τὸ δὲ μετὰ ταῦτα, ἀπονίψασθαι. τοῦτο δὲ, παρʼ Ἀττικοῖς ἴσως πεφύλακται. ἐπείτοι Ὅμηρος φησὶ, νίψασθαι, παρὰ δὲ ξέστην ἐτάνυσε τράπεζαν. ἐν καιρῷ δηλαδὴ δείπνου. ἤγουν πρωϊνοῦ ἐμβρώματος. τοῦτο δὲ εἴπομεν, ἐπειδή ποτε δεῖπνον λέγεται καὶ τὸ δόρπον, ὥς που δηλοῖ Ἀθήναιος ἐν τῷ, ὁ τραγηματισμὸς, ἐπιδορπισμός τις ἐστὶ καὶ δεῖπνον ἕτερον. εἰρήσθω μὲν δὴ ταῦθʼ οὕτω. Ἐν οἷς ὅρα καὶ τὸ σμῆμα, ὡς ἀπὸ τοῦ σμῶ σμήσω. οὗ παράγωγον τὸ σμήχω. ὡς καὶ τοῦ νῶ νήσω, τὸ νήχω. Τὸ δὲ καλὴ, ταυτόν ἐστι τῷ, εὐειδής. ἐπὶ τοιούτου γὰρ λαμβάνεται τὸ καλόν. οὗ τὸ ἐναντίον, αἰσχρόν. ὅθεν καλὸς μὲν ὁ Νιρεὺς, κάλλιστος δὲ ὁ <!-- 1.35 -->Ἀχιλλεὺς. ἤτοι καλὸς λίαν. οὕτω γὰρ ἔοικεν ἐτυμολογεῖσθαι καὶ τὸ κάλλος. Αἴσχιστος δὲ ὁ Θερσίτης. διὸ καὶ Εὐριπίδης, ἐν σχήματι ἀντιθέτῳ φησί. διὰ καλῶν γὰρ ὀμμάτων αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα ὡς τοῦ καλοῦ, ἀντικειμένου τῷ αἰσχρῷ καὶ τῷ αἰσχίστῳ. καλὸν οὖν, τὸ λαμπρὸν καὶ ὡς ἂν εἴποι τις ἡλιῶδες, παρὰ τὸ κῶ καὶ τὸ ἥλιος. οἱονεὶ τὸ ἀνακείμενον ἡλίῳ. ἢ καόμενον ὡς ἥλιος. διὸ καὶ ἐκτείνει ἀεὶ τὸ δίχρονον παρὰ τῷ ποιητῇ ὡς ἀπὸ συναιρέσεως. τὸ μέν τοι αἰσχρὸν ἐκ τοῦ ἐναντίου, τῷ σκότει ἀνάκειται. ὅθεν καὶ τὸ ἐγγίσαν τῇ νυκτὶ τέλος τῆς καλῆς ἡμέρας, αἰσχρία καὶ αἰσχρίασμα λέγεται. ἐπεὶ τοίνυν καὶ ὁ χρυσὸς ἡλίῳ ἀνάκειται κατὰ τοὺς παλαιοὺς, εἴη ἂν καὶ αὐτὸς κυρίως καλός. καὶ διʼ αὐτὸν, καλὴ καὶ ἡ χρυσῆ πρόχοος. ὥσπερ ἐλέχθη καλὰ πρὸ βραχέων, καὶ τὰ τῆς Ἀθηνᾶς χρύσεια πέδιλα. Λέβης δὲ νῦν παρὰ τῷ ποιητῇ, τὸ παρʼ ἡμῖν λεγόμενον χερνίβιον καθʼ οὗ νιπτόμεθα, παρὰ τὴν λαβὴν ὥς φασιν οἱ παλαιοί. ἢ μᾶλλον διότι λείβεται ὕδωρ εἰς αὐτόν. Καὶ σημείωσαι τὴν λέξιν ἐνταῦθα. ἐν γὰρ ἄλλοις τόποις, ἀλλοῖόν τι σκεῦος οἱ λέβητες λέγονται, ὡς καὶ ἐν Ἰλιάδι φαίνεται. ὅτι δὲ κοινῶς μὲν, διὰ τοῦ η ὁ λέβης, κατὰ δὲ Βοιωτοὺς, διὰ διφθόγγου καθὰ καὶ ὁ πένης καὶ τὰ κατʼ αὐτὰ, ὁ Ἡρακλείδης δηλοῖ. Ἀργύρεος δὲ ὁ λέβης, ἢ πρὸς ποικιλίαν ἵνα μὴ αὐτὸς χρυσοῦς εἴη. ἢ ὅτι σπάνιον πάλαι ὁ χρυσός. ἢ καὶ ὅτι ἐχρῆν τὸ ὑποκείμενον τῇ ῥίψει, ὑποδεῶς ἔχειν πρὸς τὸ σκεῦος ἀφʼ οὗ τὸ ῥίπτον πρόεισι. Σημειοῦνται δὲ οἱ παλαιοὶ ὅτι παρʼ Ὁμήρῳ πρὸ τῶν βρωμάτων εὑρίσκονται νιπτόμενοι, ὡς ἂν εὐαγῶς ἐπὶ τὰς σπονδὰς ἔλθωσιν. εἰ δὲ καὶ μετὰ τὸ φαγεῖν ὡς εἰκὸς ἐνίπτοντο, σιωπᾷ ὁ ποιητὴς ὡς καὶ ἄλλα πολλὰ, κατὰ σχῆμα τὸ καλούμενον σιωπώμενον, παρὰ δὲ τοῖς παλαιοῖς κεῖται καὶ ὅτι ἐν Ἰλιάδι οὐδὲ πρινὴ φαγεῖν, ποιεῖ Ὅμηρος ἀπονιζομένους. σχολαζόντων γὰρ βίος ὁ ἐν Ὀδυσσείᾳ, καὶ τρυφώντων ἐν εἰρήνῃ. διὸ καὶ ἐθεράπευον τὸ σῶμα λουτροῖς καὶ κατανίσμασιν. οἵ γε καὶ ἀστραγαλίζουσιν ἐν τῇ κατʼ αὐτοὺς πολιτείᾳ, καὶ σφαιρίζουσι παίζοντες. εἰ δὲ Ἡρόδοτος ἐν λιμῷ εὑρῆσθαί φησι τοιαύτας παιδιὰς ἐπὶ Ἄτυος, ἀλλὰ πρεσβεύει φασὶ τοῖς χρόνοις τὰ ἡρωϊκά. θετέον δʼ ἐνταῦθα καὶ Τρύφωνος τὸ, κατὰ χειρῶν μὲν, πρὸ τροφὴς παρὰ τοῖς ὕστερον, νίφασθαι δὲ, μετὰ τροφήν. Τράπεζαν δὲ τανύεσθαι εἰπὼν, ἐμφαίνει μήπω κυκλοτερεῖς εἶναι τότε τὰς τραπέζας, ἀλλὰ τετανυσμένας εἰς μῆκος. ἴσως γὰρ ὕστερον ἐπενοήθησαν αἱ κυκλοειδεῖς, διά τε τὴν ἀνυπέρβλητον ἰσότητα, καὶ πρὸς ὁμοιότητα τῆς τροφοφόρου ἅλωνος. Ἰστέον δὲ ὅτι τὲ τῶν δαιτυμόνων ἑκάστῳ κατʼ ἄνδρα παρακεῖσθαι τράπεζαν οἴονταί τινες ὡς καὶ ἐνταῦθα ἐπὶ τοῦ φαινομένου Μέντου γίνεται. καὶ ἐν τοῖς ἑξῆς δὲ ἐπὶ τοῦ συβώτου. καὶ ὅτι αἱ οὕτω πολυτελεῖς τράπεζαι, κατηρεφέες παντοίων ἀγαθῶν πρός τινος τῶν παλαιῶν ἐῤῥέθησαν. καὶ ὅτι τράπεζαι παρὰ τοῖς παλαιοῖς, καὶ δεύτεραί τινες ἐκαλοῦντο. αἱ δὲ, ἦσαν, αἱ τῶν τραγημάτων. ἃ, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, καὶ τρωγάλια ἐλέγοντο. Πίνδαρος. δείπνου δὲ λήγοντος, γλυκὺ τρωγάλιον. ὁ δὲ κωμικὸς, εἶδος τραγημάτων οἶδε τὸ τρωγάλιον. λέγει δὲ Ἀθήναιος, καὶ ὅτι ὄντως ὁ τραγηματισμὸς, ἐπιδορπισμός τις ἐστὶ καὶ δεῖπνον ἕτερον. καὶ ἦσαν παρὰ τοῖς ἀρχαίοις αἱ δεύτεραι τράπεζαι, πολυτελῶς πάνυ μεμεριμνημέναι. ἐν αἷς, λαγῶα καὶ κίχλαι καὶ μελίπηκτα καὶ ὠὰ προεφέροντο. διὸ, ἀστείως Ἀντιφάνης φησὶν ἐν ἐρωτήσει καὶ ἀποκρίσει, ταῦτα. οἶνον Θάσιον πίνοις ἄν; εἴ τις ἐγχέαι. πρὸς ἀμυγδαλᾶς δὲ, πῶς ἔχεις; εἰρηνικῶς. μᾶλλον διʼ ἃς μέλιτι προσπαίζειν δέδοται. μελίπηκτα δʼ εἴσοι προσφέρει; τρώγοιμʼ ἄν. Ὠὸν δὲ; καταπίνοιμʼ ἄν. Ἔτι ἰστέον καὶ ὅτι ἡ εἰρημένη ἀνυπέρβλητος ἰσότης, δηλοῦται καὶ ἐν τῷ, δαιτὸς ἐΐσης. δαὶς γὰρ ἐΐση, ἄλλως μὲν κοινότερον, ἡ ἰσόμοιρος. κατὰ δὲ Ζηνόδοτον, ἡ ἀγαθή. ὡς ἱστορεῖ καὶ Ἀθήναιος λέγων ὅτι ἐπεὶ ἡ τροφὴ τῷ ἀνθρώπῳ ἀγαθὸν ἀναγκαῖον, ἐπεκτείνας εἴρηκεν ἐΐσην. ἔνθα σημείωσαι τὸ ἐπεκτείνας, ὡς τοῦ Ζηνοδότου ἐπέκτασιν δοξάζοντος καὶ τὸ ἀντὶ τοῦ ἴσην, εἰπεῖν ἐΐσην. τούτοις δὲ ἐπάγει καὶ ὅτι ἐπεὶ οἱ πρῶτοι ἄνθρωποι οἷς οὐ παρῆν ἄφθονος τροφὴ, ἄρτι φαινομένης, ἀθρόον ἐπʼ αὐτὴν ἰόντες, βίᾳ ἥρπαζον. καὶ σὺν ἀκοσμίᾳ, ἐγίνοντο καὶ φόνοι. ἐξ ὧν εἰκὸς λεχθῆναι καὶ ἀτασθαλίαν τὴν ἐν θαλίαις ἁμαρτίαν, τέως μὲν, οὐκ εἶχον ὅ, τι δράσουσιν. ὡς δὲ παρεγένετο αὐτοῖς πολλὴ τροφὴ ἐκ τῆς Δήμητρος, διένεμον ἑκάστῳ ἴσην. καὶ οὕτως εἰς κόσμον προῆλθε τὰ δόρπα, πάντων εἰς ἶσον διαμεμοιραμένων. ὥς τε δαὶς ἐΐση ἡ ἀνθρωπίνη τροφὴ, παρὰ τὸ δατεῖσθαι ὅ ἐστι διαμοιρᾶσθαι ἐπίσης. καὶ οὐ κρέα μόνον, ἀλλὰ καὶ οἶνον καὶ λοιπά. οὕτω δὲ καὶ δαιτρὸς, ὁ ἴσην ἑκάστῳ μοῖραν δαιόμενος. ὅτι δὲ ἐπὶ μόνων ἀνθρώπων ἡ δαὶς κἂν ὁ Ζηνόδοτος ἄλλο τι βούληται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. σῖτον δὲ οὐδετέρως, ἐπὶ ἄρτου. ὁ σῖτος γὰρ, ἀκατέργαστος. <!-- 1.36 -->Ἰστέον δὲ, ὅτι παρὰ τὰ καθʼ Ὅμηρον σῖτα, ἡ σπανοσιτία σύγκειται. Ξενοφῶν. φοβούμενος τὴν σπανοσιτίαν. Ἐν δὲ τῷ λέγειν αἰδοίη ταμία, ὑποτίθεται ὅτι καὶ τὰς ἐν τοῖς τοιούτοις ὑπουργούσας ἀμφιπόλους, σώφρονας εἶναι χρή. οὕτω γὰρ οὐκ ἂν ὁ δεσποτικὸς αὐταῖς οἶκος ἐξαντλοῖτο. Εἴδατα δὲ, τὰ ὄψα ἔοικε λέγειν κατʼ ἐξοχὴν, διαστέλλων αὐτὰ πρὸς τὰ σῖτα, ἤτοι πρὸς τοὺς ἄρτους. Τὸ δὲ ἐπιθεῖσα, γέγονε τοῖς παλαιοῖς ἀφορμὴ τοῦ εἰπεῖν ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τραπέζαις βρώματα. εἰ δὲ ἐχρῆν τὰ αὐτὰ καὶ ἐπιθήματα λέγειν διὰ τὸ ἐπιθεῖσα, ὅμως ἤρεσε τοῖς ὀνοματοθέταις, σανιδίῳ τινὶ χαρίσασθαι τὸ τοιοῦτον ὄνομα. καὶ ζήτει εἰς τὸν Ἀθήναιον. Χαριζομένη δὲ, ἡ τὰ πρὸς χάριν καὶ ἡδονὴν ποιοῦσα, οὕτω γὰρ καὶ Ὀδυσσεὺς, ἐχαρίζετο τῷ Διῒ ἱερὰ ῥέζων. Παρεόντα δὲ βρώματα λέγει, τὰ ἐν τῷ ταμείῳ ἀπόθετα, ἤτοι ἕωλα. τὰ γὰρ πρόσφατα, ὁ δαιτρὸς παρατίθησιν. ἢ καὶ ἄλλως παρεόντα λέγει, τὰ ἐπὶ πολὺ παραμένοντα, ὁποῖα τὰ ἁλίπαστα. Ἰστέον δὲ ὡς τὰ μὲν καθʼ Ὅμηρον παρεόντα ἤγουν τὰ ἐκ τῆς χθὲς τραπέζης ἕωλα λείψανα, μέτρια ὡς εἰκὸς ἂν ἦσαν. καὶ οἷα δεῖσθαι καὶ τῆς ἐπαύριον ἐν ἐδέσμασιν ἐπισκευῆς. οὐ μὴν τοιαῦτα καὶ τὰ τοῖς ὕστερον ἐκδιαιτήσεως. Δημητρίου γοῦν φασὶ τοῦ Φαληρέως χαρισαμένου Μοσχίωνι λείψανα τραπέζης τῆς κατʼ αὐτὸν, ὁ Μοσχίων ἐξ ἐκείνων, ἐν ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο. Πίνακες δὲ νῦν μὲν, τὰ ἐπὶ τραπέζης ξύλινα σκεύη. ἀλλαχοῦ δὲ, καὶ αἱ σανίδες οὕτω λέγονται, ὅπου νεῶν πίνακας ὁ ποιητὴς ἐρεῖ. λέγει δέ που καὶ ὁ κωμικὸς, πινακηδὸν ἀποσπῶν ὅ ἐστι δίκην σανίδων. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν, πίνακας οἶδε λέγειν καὶ κάνεα. οἱ δὲ ὕστερον, καὶ τρύβλια ἑτεροῖά τε καὶ ὀξύβαφα. ἔτι δὲ, καὶ λεκάνας. καὶ λεκανίδια δέ. οἷον. τὰς χεῖρας πρὸς τὰ λεκανίδια προσῆγεν ἐν οἷς τὰ μαγειρεύματα. Ὅρα δὲ ὑποκατάβασιν εἰς εὐτέλειαν, εὔτακτον. χρυσέα μὲν γὰρ, ἡ καθαρείως ἔχουσα πρόχοος ὡς καὶ τὰ κύπελλα. ἀργύρεος δὲ ὁ λέβης διὰ τὸ τῶν χειρονίπτρων μὴ ἄῤῥυπον. ξύλινοι δὲ οἱ πίνακες, ὡς αὐτοὶ τοῦ συρφετοῦ ἤδη ὄντες καὶ μὴ πρέποντες ἐκ τιμίας ὕλης εἶναι. ὡς δὲ μέχρι καὶ ἐσάρτι τῶν τινα ἐθνῶν καὶ οἱ κατʼ αὐτοὺς δὲ ἄρχοντες χαίρουσι σκεύεσι ξυλίνοις ἃ καὶ κάνεα λέγεται καὶ τραπεζώματα, δῆλον ἐστίν. Ὅρα δὲ καὶ τὸ, παντοίων, διʼ ὧν εἰδέναι δηλοῖ ὁ ποιητὴς καὶ τὰς ποικίλας τροφάς. ὡς καὶ ἐν τῷ, ἐδωδὴν παντοίην. καὶ ἐν τῷ, ὄψα οἷα ἔδουσι διοτρεφέες βασιλῆες. Σημείωσαι δὲ καὶ ὅτι τὸ, δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας, διαγράφεσθαι ἱστορεῖ Ἀθήναιος, ἐπειδὴ ἀπαρκεῖν δοκεῖ τὸ πρὸ αὐτοῦ δίστιχον. εἰ γάρ φησιν εἴδατα παρέθηκεν ἡ ταμίη κρεάτων ὄντα λείψανα, τὸν δαιτρὸν οὐκ ἔδει παρεισφέρειν. καὶ μὴν καινὸν ἄλλως οὐδὲν τῶν τριῶν στίχων φυλαττομένων, τὴν μὲν ταμίην ἕωλα παραθέσθαι, τὸν δʼ αὖ δαιτρὸν ἑτεροῖα παντοῖα πρόσφατα ποικιλίας τὲ χάριν καὶ πρὸς φιλοφροσύνης ἔνδειξιν. Ὅτι δὲ οὐ μόνον ὁ χρυσὸς πάλαι ποτὲ ἀλλὰ καὶ ὁ ἄργυρος σπάνιόν τι χρῆμα ἦν, δηλοῖ κατὰ τοὺς παλαιοὺς καὶ τὸ περιμάχητον χρυσόμαλλον ἀρνίον τοῦ Ἀτρέως. ὅ φασιν ἀργυρίδα εἶναι τουτέστι φιάλην ἀργυρᾶν, ἧς ὁ πυθμὴν ἐμπεπαισμένον εἶχεν ἀρνίον ἐπίχρυσον. Κύπελλα δὲ, ποτήρια νεύοντα τοῖς χείλεσι καὶ ἐπικύπτοντα ἐντός. περὶ ὧν ἐν Ἰλιάδι κάλλιον εἴρηται. Τὸ δὲ θαμὰ οἰνοχοεύειν, οὐ πολυποσίαν ἐνταῦθα κατηγορεῖ, ἀλλὰ φιλοφροσύνην ἐνδείκνυται. εἰκὸς δὲ καὶ βραχέα εἶναι τὸ κύπελλα. Τὸ δὲ οἰνοχοεύειν καὶ οἰνοχοεῖν, οὐ μόνον κιρνᾶν λέγεται, ἀλλὰ καὶ ἐγκανάσσειν, ὅ ἐστιν ἐγχέειν οἶνον, ὡς τὸ, ἄκρατον ἐγκάναζόν μοι πολύν. ὅθεν καὶ κάναστρον, τρύβλιον. ὡς ἐν παλαιῷ κεῖται ῥητορικῷ λεξικῷ. καὶ ἴσως ἔχει τοῦτο συγγενές τι καὶ πρὸς τὰ μετʼ ὀλίγον σιτοφόρα κάνεα. Ὅτι Τηλεμάχῳ μὲν καὶ τῷ σώφρονι ξένῳ, ἀμφίπολος χέρνιβα φέρει, καὶ ἐπιχέει. τοῖς δὲ ἀτασθάλοις μνηστῆρσι, κήρυκες ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. οὐ γὰρ ἐχρῆν τοῖς ὑβρισταῖς καὶ ἀκολάστοις, παιδίσκας διακονεῖν. Ὅτι ὅπερ ἀνωτέρω περιφραστικῶς εἶπεν ἐν δυσὶ στίχοις τὸ, χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχεε καὶ ἑξῆς, ἐνταῦθα συντομώτατα ἔφρασεν ἐπὶ τῶν μνηστήρων, ἐν τῷ, κήρυκες ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. οὕτω δὲ καὶ τοῦ μὲν σώφρονος Τηλεμάχου τὴν τράπεζαν. διεσκεύασεν ἤδη ἐν στίχοις πλείοσιν, ἐναβρυνόμενος οἷον τῇ ἐκφράσει. τὴν μέντοι τῶν ὑπερφιάλων μνηστήρων, ἐπιτρέχων συντέμνει ἐν ὀλίγοις ἔπεσι. τάχιον οἷον σπεύδων αὐτῆς ἀπαλλάττεσθαι. φησὶ γάρ. τοῖς δὲ, κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. οὕτως ἐν καιρῷ καὶ πλατύνει τὰς ἐννοίας καὶ ἐπιτέμνει ὁ ποιητής. Ἰστέον δὲ ὅτι κήρυκας οἱ μὲν πλείους Ὁμηρικῶς οἴδασι. Κλείδημος δὲ κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ ἱστορίαν. <!-- 1.37 -->καὶ τοὺς μαγείρους οὕτω καλεῖσθαι φησίν. ἐνταῦθα δὲ ἴσως, κήρυκας τοὺς οἰνοχόους εἶπεν ὁ ποιητής. οὓς καὶ ἐπεγχύτας ἔλεγον οἱ Ἑλλησπόντιοι. ὡς δὲ καὶ γυναῖκες ἐῳνοχόουν, ὁ αὐτὸς ῥήτωρ δηλοῖ. λέγων ὅτι Κλίνης γυναικός τινος οὕτω καλουμένης τῆς οἰνοχόου Πτολεμαίου τοῦ βασιλέως, ἀνδριάντες ἵσταντο κατὰ πολλὰ μέρη τῆς πόλεως μονοχίτωνες, ῥυτὸν κρατοῦντες ἐν ταῖς χερσίν. ἔστι δὲ ποτηρίου εἶδος τὸ ῥυτὸν ὡς ἐν ἄλλοις δηλοῦται σαφῶς. Χρὴ δὲ μὴ δούλους νοεῖν τοὺς Ὁμηρικοὺς οἰνοχόους. δοῦλος γάρ φασιν οὐδεὶς ἦν ἐν τοῖς τοιούτοις διακονῶν. ἀλλʼ οἱ ἐλεύθεροί φασι τῶν νέων, ᾠνοχόουν. ὡς καὶ ὁ τοῦ Μενελάου υἱὸς καί τοι νυμφίος ὢν, ἐν αὐτοῖς τοῖς γάμοις. Ὅτι δὲ τὸ τὰς χεῖρας νίπτεσθαι, κατὰ χειρὸς καὶ κατὰ χειρῶν ὕδωρ λαμβάνειν ἢ διδόναι ἢ δίδοσθαι ἢ χεῖσθαι ἐλέγετο, παραδιδόασιν οἱ πάλαι ῥήτορες. παρʼ οἷς ᾄδεταί τις παράσιτος ἐγκωμαζόντων τινῶν μὲν, τὸ ἀπὸ λέρνης ὕδωρ κρήνης Ἀργείας. τινῶν δὲ, τὸ ἀπὸ πειρήνης τῆς κατὰ Κόρινθον, αὐτὸς εἰπεῖν, ἄριστον εἶναι τὸ κατὰ χειρῶν. ἤγουν τὸ ἐν συσσιτίοις διδόμενον. Κερᾶν δὲ ἀφʼ οὗ καὶ ὁ κρατὴρ καὶ τὸ κιρνᾶν καὶ ὅσα τοιαῦτα, οὐ μόνον οἴνῳ προσαρμόττει, ἀλλὰ καὶ ἑτέροις ὑγροῖς. ὡς δῆλον καὶ ἐκ τοῦ μελικρήτου. καὶ ἐκ τοῦ, θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων. καὶ ἐξ ἄλλων δὲ διαφόρων. Τὸ δὲ παρενήνεον, λέξις μέν ἐστι ποιητικὴ, καὶ τοῖς πεζολεκτοῦσιν ἀσυντελής. δηλοῖ δὲ τὸ σωρεύειν, καὶ ἐμφαίνει τὸν πληθυσμὸν τοῦ σίτου, ἀπὸ τοῦ νῶ τὸ σωρεύω. ἵνα ᾖ κατὰ ἀναδιπλασιασμὸν, νανῶ. καὶ ἐκτάσει, νηνῶ. ὅμοιον καὶ τῶ, τητῶ. ἤτοι στερίσκω. τοιοῦτον καὶ τὸ ἀνακηκίειν ἐν Ἰλιάδι. ὅμοιον δὲ καὶ τὸ κηκάζειν. ὅθεν ἐπικήκαστον τὸ ἐπονείδιστον καὶ καταγέλαστον. ὅτι δὲ καὶ τὸ κακάζειν ἐν χρήσει ἐστί, δῆλον. ἐπὶ ὀρνίθων ὀνοματοποιηθέν. Οἱ δὲ δηλωθέντες κοῦροι, δῆλον ὡς καὶ τρυφερῶς εἶχον καὶ πρεπόντως τοῖς ὑπερφιάλοις μνηστῆρσιν, ὥς που καὶ ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. καὶ οἱ μεθʼ Ὅμηρον δὲ οἰνοχόοι τῶν μεγάλων προσώπων, οὐκ ἄλλως διέκειντο. εἴγε καὶ καθαρείως ἐνέχεον ὥς φησιν ὁ Ξενοφῶν. καὶ ἐν τοῖς τρισὶ δακτύλοις ὀχοῦντες τὸ ποτήριον προσέφερον. ἦν δὲ πάντως τοῖς τοιούτοις ἀνάγκη, καὶ τὸν οἶνον ἐπιμελῶς χέειν ἐς τοὺς κρατῆρας. διὸ τῶν τις κούρων, φαύλως οἰνοχοῶν, ἐπετιμήθη, ἀκούσας μὴ δεῖν τὸν οἰνέα πηλέα ποιεῖν. ὅπερ ἦν ἐξ ἡρωϊκῶν προσώπων ἀστεῖον αἴνιγμα, τοῦ μὴ χρῆναι ὑπόπηλον οἶνον κιρνᾶν. Ἐπιστέφεσθαι δὲ κρατῆρας ποτοῦ λέγει ὡς ἐν Ἰλιάδι, τὸ μέχρι τοῦ χείλους ἐμπιπλᾶν. ἢ μᾶλλον ὑπερχειλεῖς ποτοῦ τοὺς κρατῆρας ποιεῖν. ἐκ τούτου δὲ καὶ κρατῆρες ἐπιστεφέες οἴνου παρὰ τῷ τὴν γλῶσσαν χρυσῷ. Ἰστέον δὲ ὅτι τὸ ἀνάπαλιν τοῦ ἐπιστέψαι, ἐκστέψαι, ὁ Παυσανίας φησίν. ἐκεῖνο μὲν γάρ ἐστι πληρῶσαι ποτοῦ. τοῦτο δὲ, ἐκκενῶσαι. ἐδήλου δέ φησιν ἐκστέψαι, καὶ τὸ ἀποθέσθαί τι, ἐκ μεταφορᾶς τῶν τὰ στέμματα ἀποτιθεμένων. Ἰστέον δὲ ὅτι τὸ οὕτω τοὺς κρατῆρας ἐπιστέφεσθαι ὡς διὰ τοῦ ποτοῦ ἐπιστεφανοῦσθαι καθά φησιν Ἀθήναιος, ἔπρασσον οἱ παλαιοὶ πρὸς οἰωνοῦ φησι τιθέμενοι, τουτέστιν οἰωνιζόμενοι, ἦν δὲ ἴσως τὸ οἰώνισμα, εἰς ἐντελὲς εὐδαιμονίας σύμβολον καὶ πληρέστατον. ὅπερ ἀπεναντίας τῇ κενεαγίᾳ ἐστί. τὸ γὰρ ὡς ἐῤῥέθη ἐπιστεφὲς, κυκλώματι ἔοικε σφαιροειδεῖ. τὰ δὲ τοιαῦτα σχήματα, καὶ τέλειά ἐστι καὶ πολυχώρητα, καὶ διατοῦτο, προσφυῆ τῷ εἰρημένῳ οἰωνίσματι τῷ ἐπὶ βίῳ εὐδαίμονι. Ὡς δὲ κοινὸν μὲν ὁ κρατὴρ ἐκ τοῦ κερῶ κεράσω συγκοπεὶς, Ἰωνικὸν δὲ ὁ κρητὴρ ἐκ τοῦ κρῶ κρήσω ἐξ οὗ καὶ ἐπικρῆσαι τὸ ἐπικεράσαι. καὶ ὅτι παρὰ τὸ κέρας αἱ τοιαῦται λέξεις γεγόνασι. καὶ ὅτι ἐκ τοῦ κρατῆρος, καὶ κρατηρίζειν τὸ συμπίνειν, δῆλον ἐκ τῶν παλαιῶν. δόξοι δʼ ἂν καὶ ἡ Κρήτη καὶ ὁ Κρὴς, τῷ τοιούτῳ ῥήματι συστοιχεῖν. Ὅτι ἐπὶ ἑτοίμου πανδαισίας λεχθήσεται τὸ, οἵ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον ὅ ἐστιν ἔπεμπον ἢ ἔβαλλον. καὶ ἔστι τὸ ὅλον, περίφρασις τοῦ ἤσθιον. γίνεται δὲ τὸ ὄνειαρ, ἐκ τοῦ ὀνέω τὸ ὠφελῶ, πλεονασμῷ τοῦ ι. ὡς ἔδω ἔδαρ εἶδαρ καὶ ἔαρ εἶαρ. ὅτι δὲ ὀνήσιμον ἡ τροφὴ, δηλοῖ ὁ ποιητὴς ἔνθα λέγει, ἔπειτα δὲ καὶ αὐτὸς ὀνήσεαι πιών. ἐν δὲ τῷ τέλει τῆς Ἰλιάδος, ἕτερόν τι παρὰ τὸ βρῶμα δηλοῦται ἐν τῷ τοσσά δʼ ὀνεία τʼ ἔχοντα. χρήματα δηλαδή. Τὸ δὲ ἑτοῖμα, προπερισπᾶται καὶ ἐνταῦθα ὥσπερ καὶ ἐν τῇ Ἰλιάδι, καθὰ καὶ τὸ ἐρῆμα ἀντὶ τοῦ ἔρημα. Τὸ δὲ χεῖρας ἴαλλον, ἀστείως ἔχει ῥηθέν. ὡς εἴπερ αἱ χεῖρες ἐπὶ ἔργον ἐπέμποντο οἷα καί τινες θεράπαιναι. Ἰστέον δὲ ὅτι τοῦ, χεῖρας ἐπιϊάλλειν, ἑτεροῖόν ἐστι τὸ ἀπὸ χεῖρας ἰάλλειν. ἐκεῖνο μὲν γὰρ, ταυτόν ἐστι τῷ, εἰς βρῶσιν ἄγειν. τοῦτο δὲ, ἀνάπαλιν ἔχει. ὡς δῆλον ἐκ τοῦ, ἐν δὲ Θάσῳ, τὸν σκορπίον ὠνοῦ ἂν ἦ μὴ μείων πυγόνος. μεγάλου δʼ ἀπὸ χεῖρας ἴαλλε. ἤγουν ἄπεχε. ἄπαγε. Καὶ ὅρα τηλίκοι σκορπίοι ἐν Θάσῳ θαλάσσιοι λέγεται εἶναι. Ἰστέον δὲ καὶ ὅτι τὸ <!-- 1.38 -->ἰάλλειν κατὰ μὲν τὸν κανόνα τοῦ ἰὸς καὶ ἰήϊος καὶ τῶν ὁμοίων, ὀρθῶς ψιλοῦται. ὁ δὲ Ὁμηρικὸς Ἐφιάλτης, ὑποβάλλει νοεῖν, ὡς καὶ δασύνεται ἀπὸ τοῦ ἵημι, ὅθεν τὸ ἀφίει. καὶ τὸ ἀφιέναι. καὶ ὅσα τοιαῦτα. βοηθεῖ δὲ τῇ ἐνταῦθα δασείᾳ, καὶ ἐκ τῶν τῆς κωμῳδίας τὸ, ἀλλʼ οὐκ ἀποδώσεις οὐδʼ ἐφιαλεῖς οἶδʼ ὅτι, ἀντὶ τοῦ ἐπιβαλεῖς. ὁρμήσεις. καὶ εἰ μὲν οὕτως ἡ γραφὴ συναλείφεται, ἔχομεν τὴν ἀνάλογον δασεῖαν τοῦ ἱάλλειν. εἰ δὲ κατὰ τὸν Σουΐδαν οὐκ ἔστι τετρασυλλάβως ἐφιαλεῖς ἀλλὰ τρισυλλάβως φιαλεῖς ἀπὸ τῆς φιάλης. ἀντὶ τοῦ, μετʼ εὐχῆς ἕξῃ τοῦ πράγματος κατὰ τὸ, ταχέως ὕπεσχε τὴν φιάλην ὅπως ἔργῳ φιαλοῦμεν, τοῦτο μὲν χρήσιμον ἔσται εἰς τὸ νοεῖν ὅτι ἐκ τῆς φιάλης καὶ ῥῆμά ἐστι τὸ φιαλῶ. εἰς δὲ τὸ δοκεῖν δασύνεσθαι τὸ ἱάλλω, ἀρκέσει ὁ Ἐφιάλτης. οὗπερ αὖθις ἡ ψίλωσις, ὑποφαίνεται ἐν τῷ ἐπίαλτος. ὃ καὶ αὐτὸ ἀλλαχόθι δεδήλωται. καὶ μὴν ἄλλως οὐκ ἀναντίῤῥητον ὅτι ἐν τῷ, ἔργῳ φιαλοῦμεν, τὸ τοῦ φιαλεῖν ἔγκειται ῥῆμα. δύναται γὰρ ὥσπερ ἀττικίζεται ὁ λόγος ἐν τῷ, τῷ ἐμῷ τὠμῷ, οὕτως εἶναι κατὰ συναλοιφὴν, καὶ τὸ, ἔργὠφιαλοῦμεν, ἀντὶ τοῦ ἐφιαλοῦμεν καὶ ἐπιβαλοῦμεν ἔργῳ. ἵνα κατὰ τὸ χεῖρας ἰάλλειν κρέασιν, οὕτω καὶ ἔργῳ ἐφιαλεῖν ᾖ, τὸ ἐγχειρῆσαι πράξει τινί. Ὅτι τὸ, πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, δηλοῖ μὲν τὸ ἐξεπλήρωσαν τὴν ἔφεσιν, διεσαφήθη δὲ ἐν τῇ Ἰλιάδι. Ἰστέον δὲ ὅτι τοῦ ἐδητὺς ἡ παραγωγὴ, ἀπὸ τοῦ ἐδῶ ἐδήσω γίνεται ἀῤῥήτου ἐνεστῶτος. ὡς γὰρ ἐπὶ τῆς αἰδοῦς ἔστιν αἰδῶ αἰδήσω ἀφʼ οὗ ὁ αἰδήμων, καὶ αἰδῶ αἰδέσω ὅθεν τὸ αἰδεσθῆναι, οὕτω καὶ ἔδω βαρύτονον ἀφʼ οὗ ἡ ἐδωδή. καὶ ἐδῶ περισπώμενον. οὗ ὁ μέλλων, οὐ μόνον ἐδήσω τὸ παράγον τὴν ἐδητὺν, ἀλλὰ καὶ ἐδέσω ἀφʼ οὗ τὸ ἔδεσμα. Παυσανίας δὲ, παράγει καὶ χρήσεις τοιαύτας. Πλάτων σοφιστῇ ἐν τρισὶ πληγαῖς ἀπηδέσθη τὸ ῥάμφος καὶ ἐν ἑορταῖς. κατηδέσθημεν ἂν καὶ κατεκόπημεν εὐθύς. ὁ δʼ αὐτὸς λέγει καὶ ὅτι θριπήδεστα ξυλήφια τὰ ὑπὸ θριπῶν βεβρωμένα, ὡς ἀπὸ τοῦ ἔδω. οἷς ἐχρῶντο φησὶν οἱ σφόδρα οἰκονομικοὶ ἀντὶ γλυπτῶν σφραγίδων. τινὲς δὲ, αὐτὰ πεντασυλλάβως θριπηδέστατα εἶπον. ἐκ τοῦ ἔδειν δὲ, καὶ ἡ τερηδὼν θηρίδιόν φασι ξυλοφάγον. οὗ ἡ χρῆσις καὶ παρὰ Ἀριστοφάνει ἐν ἱππεῦσι. τείρει γὰρ καὶ ἔδει τὸ παραπεσόν. ἐκ τοῦ αὐτοῦ δὲ ῥήματος, καὶ ὁ παρὰ Αἰλίῳ Διονυσίῳ ἐδέατρος. περὶ οὗ λέγει ἐκεῖνος ὅτι τὸ μὲν ὄνομα, Ἑλληνικὸν. ἡ δὲ χρεία, περσική. ἦν δέ φησι προγεύστης. προεσθίων τοῦ βασιλέως, εἰς ἀσφάλειαν. ὕστερον δὲ ἐνομίσθη, ἐδέατρον καλεῖν τὸν ἐπιστάτην τῆς ὅλης διακονίας καὶ παρασκευῆς. δῆλον δὲ ὡς αὐτοῦ τοῦ ἔδω βαρυτόνου ῥήματος, οὐ φαίνεται κλίσις εἰς μέλλοντα καὶ τοὺς ἑξῆς χρόνους, ὅτι μὴ μόνον ἐπὶ τοῦ ἐδήδοκα παρακειμένου καὶ τοῦ ἐδηδόκειν ὑπερσυντελίκου. οἳ γίνονται οὕτω. ἔδω. ἔσω. ἧκα καὶ Ἀττικῶς ἔδηκα. καὶ πλεονασμῷ, ἐδήδοκα. ὑπερσυντέλικος ἐδηδόκειν. γίνεται δὲ ὁ πλεονασμὸς τῆς δο συλλαβῆς, ἵνα ἔχῃ ὁ Ἀττικὸς παρακείμενος τρίτην συνήθως συνεσταλμένην παραλήγουσαν, ὡς, καὶ ἐπὶ τοῦ ἀγήοχα γίνεται. ἄγω γὰρ ἄξω. ἦχα. καὶ κατὰ Ἀττικοὺς, ἄγηχα. καὶ πλεονασμῷ, ἀγήοχα. Ὅτι οἰκεῖον ἐπί τινων τρυφώντων εἰπεῖν τὸ, τούτοις μὲν ἐνὶ φρεσὶν ἄλλα μέμηλε, μολπήτʼ ὀρχηστύς τε. τὰ, γὰρ ἀναθήματα δαιτὸς ἐπὶ δὲ τῶν ἀλλοτρίοις καλοῖς ἐντρυφώντων, καλὸν εἰπεῖν τὸ, τούτοις μὲν, ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή. ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν. ὡς εἴπερ δηλαδὴ μὴ ἀλλότρια ἤσθιον ἀλλὰ ἐπονοῦντο περὶ κτῆσιν οἰκείαν, οὐκ ἂν ἀπησχόλουν ἑαυτοὺς εἰς κιθαρῳδίαν καὶ λοιπὰ ὁπόσα συμποσίοις πρέπουσιν. Ἔστι δὲ τὸ μέμηλε, μέσου παρακειμένου, καὶ γίνεται κατὰ συγκοπὴν ἐκ τοῦ μεμέληκα. ὡς ἐκ τοῦ λελάληκα τὸ λέληκα. καὶ τοῦ βεβούληκα τὸ βέβουλα. πάνυ δὲ βαρέως ἡ λέξις ἔχει. οὐ γὰρ ἁπλῶς οἷά τι σύμβαμα τὸ κακὸν τοῖς μνηστῆρσι καί τις ποιότης παθητικὴ, ἀλλὰ σπουδὴ καὶ ἄντικρυς μέλημα. θαμίζουσι γοῦν ἐς Ὀδυσσέως οἱ ἀκόλαστοι, ὡς ἐς διδασκάλου, καὶ ὡς ἑκάστοτε τρυφῶσι. καὶ οὐκ ἔστιν αὐτοῖς καθά τις εἶπεν, ἀποτακτὸς ἡμέρα οἰνῶσαι σῶμα ἀμέτροισι πότοις. Καὶ ὅρα ἐνταῦθα τὸ, ἡ ἀποτακτὸς θηλυκόν. ὅμοιον ὂν τῷ, κλυτὸς Ἱπποδάμεια. καὶ τῷ, τυτθὸς κύλιξ. καὶ τῷ, ἀγγελθεῖσά μοι γενναῖος. καὶ τῷ, ἡ Λαῒς ἀργός ἐστι καὶ πότις. καὶ τῷ, τιθασσὸς γέγονεν, ἡ αὐτὴ δηλαδὴ Λαΐς. Μολπὴν δὲ ἐνταῦθά φησι, τὴν μετὰ ᾠδῆς παιδιὰν τὴν τῷ μέλει ἑπομένην ὡς δοκεῖ τοῖς παλαιοῖς. Δαιτὸς δὲ ἀναθήματα ἡ μολπὴ καὶ ἡ ὀρχηστὺς, ἀντὶ τοῦ ὥσπερ ναοῖς ἀναθήματα, οὕτω καὶ αὐτὰ κόσμος τις ἀνακείμενος τῇ δαιτί. δῆλον δὲ, ὅτι τῇ πολυτελεῖ. οὐ γὰρ τῆς τυχούσης ἁπλῶς δαιτός ἐστιν ἀναθήματα τὰ τοιαῦτα. τῆς γοῦν τοῦ Τηλεμάχου δαιτὸς, ἀναθήματα οὐκ εἰσίν. ὃς καὶ μέμφεται αὐτά. ἔστι δʼ ἐνταῦθα εἰπεῖν, καὶ ὅτι τὸ τὴν μολπὴν ἀνάθημα δαιτὸς εἶναι, παραποιήσεως λόγῳ ταυτόν ἐστι <!-- 1.39 -->τῷ, φόρμιγξ δαιτὶ ἑταίρη καθʼ Ὅμηρον. εἰς ὃ γράφει Ἀθήναιος, ὅτι ἀποδέδοται ἡ φόρμιγξ ταῖς συνουσίας, ἐπανορθώσεως χάριν καὶ ὠφελείας. ἰατρεύει γάρ φησιν ὕβριν καὶ ἀκοσμίαν ἡ μουσική. καὶ αὐθάδειαν παύει. περιαιρουμένη γὰρ τὴν στυγνότητα, ποιεῖ πρᾳότητα καὶ χαρὰν ἐλευθέριον. Τὸ δὲ κίθαρις, ἀπὸ τοῦ κιθάρα. ὡς ἀπὸ τοῦ χαρὰ χάρις. καὶ δαμάλη δάμαλις. καὶ ἄκρη ἄκρις. ὡς τὸ, ἄκριας ἠνεμοέσσας. ὧν ἐκ μὲν τοῦ ἄκρη, ἀκραία Ἥρα. ἐκ δὲ τοῦ ἄκρις, ἄκριος Ζεύς. Ἰστέον δὲ, ὡς οἱ ἀλλότριον βίον ἔδοντες, ἀλλοτριοφαγεῖν τε λέγονται, καὶ δειπνομανεῖς εἶναι. χρῆσις δὲ τοιούτων λέξεων, παρὰ τῷ δειπνοσοφιστῇ. ἔνθα ἱστορεῖ ἐκεῖνος ὡς ὁ παρῳδὸς Τίμων Ὁμηρικὸν ἔπος τὸ οἰνοβαρὲς κυνὸς ὄμματʼ ἔχων κραδίην δʼ ἐλάφοιο, παραποιήσας, ἔγραψε περί τινος ἀλλοτριοφάγου ἴσως δὲ καὶ δυσμόρφου καὶ ἀτέγκτου τὸ ἦθος, οὕτω. δειπνομανὲς νεκροῦ ὄμματʼ ἔχων κραδίην δʼ ἀκύλιστον. Ἰστέον δὲ ὅτι Ἕρμιππος ὁ κωμικὸς εἰπὼν ὡς Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα Παφλαγόνες παρέχουσιν, ἐπάγει Ὁμηρικῶς τὸ, τὰ γὰρ ἀναθήματα δαιτός. ἤγουν ἱερά τινα κειμήλια. κεῖται γάρ φασι τὸ ἀνατιθέναι καθὰ καὶ τὸ ἀνακεῖσθαι, ἐπὶ τοιούτων. διὸ οἱ ἐπὶ κατακειμένων λέγοντες τὸ ἀνακεῖσθαι, διεσύροντο. ὡς δηλοῖ Δίφιλος ἐν τῷ, ἐγώ δʼ ἕως μέν τινος, κατεκείμην, πρὸς ὃν δυσχεραίνων ὁ ἀκούων, ἔφη. ἀνάκεισο. ὡς εἴπερ εἶπεν, ἔσο ἄψυχος ἀνδριάς. πάλιν δέ τινος εἰπόντος, δειπνῶν ἀεὶ ἀνακείμενος παρʼ αὐτὸν, ἐπιφέρει ὁ ἀκούσας. πότερον ἀνδριάντα εἱστία; Ἔτι ἰστέον καὶ ὅτι ὁ ἀλλοτριοφαγῶν κατὰ τοὺς μνηστῆρας, τεχνίτης εἶναι λέγοιτʼ ἂν, τοῦ ἀσυμβόλως δειπνεῖν, ἤγουν δωρεάν. δίχα συμβολῆς, ἤτοι δαπάνης τῆς οἴκοθεν. ὅπερ ὁ Χαλκιδεὺς Κτησίβιος εἰπεῖν λέγεται πρὸς τὸν ἐρωτήσαντα τί περιγέγονεν αὐτῷ ἐκ φιλοσοφίας. ἀπεκρίνατο γὰρ ἐκεῖνος, τέχνην ἐκεῖθεν σχεῖν, τοῦ ἀσυμβόλως ὡς ἐῤῥέθη δειπνεῖν. εὔστοχος ὤν φασι καὶ χαρίεις περὶ τὸ γελοῖον. Χρῆσις δὲ ἀλλοτριοφαγίας μνηστῆρσι καὶ αὐτὴ πρέπουσα τοῖς καὶ ἐκ διαφόρων τόπων συγκεκροτημένοις καὶ κολάσεως δὲ ἀξίοις καὶ τὸ, μαστιγίαι κέντρωνες ἀλλοτριοφάγοι. ὃ δὴ ἐκ τῶν τοῦ Σοφοκλέους εἶναι λέγεται. Ὅτι τὴν τοῦ σοφοῦ Φημίου κίθαριν, περικαλλέα φησί. καὶ ἀείδειν αὐτόν φησι παρὰ μνηστῆρσιν, ἀνάγκη. τουτέστι βίᾳ καὶ ἄκοντα. φιλόσοφος μὲν γὰρ ὁ Φήμιος καθὰ καὶ πᾶς ἀοιδός. ὑπερφίαλοι δὲ οἱ μνηστῆρες. καὶ οὐδὲν ἑκουσίως κοινὸν ἀμφοτέροις. Τὸν δὲ Φήμιον, ἡ παλαιὰ ἱστορία διδάσκαλον γενέσθαι λέγει τοῦ ποιητοῦ, ἄνδρα σοφὸν καὶ μούσαις κάτοχον. διὸ καὶ τὸν Ἰθακήσιον ἀοιδὸν ὁ ποιητὴς, οὕτω πλάττει καλεῖσθαι. ἐγκατατιθέμενος τῇ ποιήσει, τὸ τοῦ διδασκάλου ὄνομα οἷα κενηρίῳ λαμπρῷ εἰς κλέος ἀείμνηστον. φασὶ δὲ καὶ ὅτι τὴν τοῦ Ὁμήρου μητέρα Κρηθηῖδα ἐκεῖνος ὁ ἀληθὴς Φήμιος ἔπεισε συνοικήσειν αὐτῷ. ἐπιμαρτύρεται δὲ ὁ ποιητὴς τῷ Φημίῳ τούτῳ, οὐ μόνον σύνεσιν εἴπερ ἀνάγκῃ παρὰ τοῖς μνηστῆρσιν ἀείδει, ἀλλὰ καὶ σοφίαν ἐν οἷς πολλὰ λέγει αὐτὸν εἰδέναι βροτῶν θελκτήρια. ὅλως γὰρ ὁ ποιητὴς, σοφοὺς καὶ φιλοσόφους πλάττει τοὺς ἀοιδούς. καὶ αὐτοδιδάκτους εἶναι φησί. καὶ ὡς εἰπεῖν, θυμοσόφους. καὶ κατὰ Πίνδαρον, αὐτόθεν φυᾷ εἰδότας. καὶ θεοῖς φησὶ καὶ ἀνθρώποις ἀείδειν αὐτούς. καὶ τὸν θεὸν αὐτοῖς ἐν φρεσὶν, οἴμους παντοίας ἐμφύειν. οὐ μόνον δὲ τὸ τοῦ Φημίου ἐνταῦθα ὄνομα ἐξ ἀληθοῦς τινος Φημίου οἱ ἱστοροῦντες μετηνέχθαι φασὶν, ἀλλὰ καὶ τὸν ῥηθέντα Μέντην. ναὶ μέντοι καὶ τὴν τοῦ μετὰ ταῦτα ῥηθησομένου Μέντορος κλῆσιν. φασὶ γὰρ καὶ αὐτοὺς, ἑταίρους φίλους γενέσθαι τῷ ποιητῇ. τὸν μὲν, ναύκληρον ὄντα. τὸν Μέντην. πεπαιδευμένον ἄνδρα καὶ πολυΐστορα. ᾧ συμπλέων ὁ ποιητὴς, ἱστορίαν συνῆγε. τὸν δὲ Μέντορα, Ἰθακήσιον. παρʼ ᾧ κατελείφθη καὶ ἐνοσοκομήθη ὁ ποιητὴς ὅτε πλέων ἐξ Ἰβηρίας μετὰ τοῦ Μέντου, δεινῶς ἐνόσησε τοὺς ὀφθαλμούς. καὶ διατοῦτο καὶ αὐτοὺς ἀπεσέμνυνεν ὁ ποιητὴς, τῷ εἰς αὐτοὺς μετασχηματισμῷ τῆς Ἀθηνᾶς. Ὅτι δὲ καὶ ὁ Θερσίτης καὶ ὁ Τυχίος καὶ ὁ Ἔχετος ἐπὶ Ὁμήρου γινόμενοι ἀνεχρονίσθησαν ὡς πάλαι ποτὲ γεγονότες, ἐν ταῖς παλαιαῖς ἱστορίας εὑρίσκεται. Ὅτι τὸ, ἤτοι ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν, ἐλλιπῶς ἔχει ὡς καὶ τὸ, χέρνιβα ἐπέχευε νίψασθαι. λείπει γὰρ τὸ ὥστε ἢ τοιοῦτόν τι. ἵνα λέγῃ ὅτι ὕδωρ ἐπέχεεν ὥστε νίψασθαι, καὶ ἀνεβάλλετο ὥστε καλὸν ἀείδειν. Τὸ δὲ ἤτοι, ἰσοδυναμεῖ φασι τῷ μέν. διὸ καὶ ἐκ παραλλήλου κεῖνται ποτέ. ὡς ἐν τῷ, ἤτοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ. τίθεται δὲ ἀεὶ ἐν ἀρχῇ. ὡς καὶ ὁ ἀταρ καὶ ὁ αὐταρ καὶ ὁ ἠδὲ ἀντὶ τοῦ και. οἳ καὶ αὐτοὶ παραλληλίζονται ἐν τῷ, ἠδέκε καὶ ᾧ παιδὶ κλέος ἤρατο. Τὸ δὲ ἀνεβάλλετο, ἀντὶ τοῦ προανεκρούετο ὡς ἀσόμενος. ἤτοι προοιμιάζετο. ἀναβολὴ γὰρ, οὐ μόνον ἐπὶ ἀργίας τίθεται καὶ ἱματισμοῦ, ἀλλὰ καὶ ἐπὶ προοιμίου, καθὰ δηλοῖ καὶ <!-- 1.40 -->ὁ κωμικὸς ἐν τοῖς Ὄρνισιν. ἢ τὸ ἀνεβάλλετο, ἀντὶ τοῦ πνεῦμα συνῆγεν ὥς φασιν οἱ παλαιοί. ἢ μᾶλλον, ἀντὶ τοῦ ἀνῆγεν. ἀναβάλλειν γὰρ, καὶ τὸ ἀνάγειν. οἱ γοῦν ὀρύσσοντες, ἀναβάλλειν χοῦν λέγονται. καὶ ἡ τοιαύτη γῆ, ἀμβολὰς λέγεται. ἀναβάλλεται δὲ καὶ ὕδωρ, διὰ σωλήνων ἢ κίονος ἢ οὕτω πως ἀναβαῖνον, ἢ καὶ ἄλλως ἀναπηδῶν. ὡς δηλοῖ παρὰ Καλλιμάχῳ τὸ, κρήνη λευκὸν ὕδωρ ἀνέβαλλεν. ἀναπιδύον δηλαδὴ καὶ ἀναβλύζον. καὶ μύρμηκες δὲ, ἀναβάλλουσι κάτωθεν χοῦν. ὅπερ ἐναντίον τῷ καταβάλλειν ἐστὶν, ἤτοι κάτω βάλλειν τουτέστι ῥίπτειν. Σημείωσαι δὲ ὡς εἴπερ τὸ ἀνεβάλλετο, ταυτόν ἐστιν ὡς εἴρηται τῷ ἀνῆγεν, ἰσοδυναμεῖ ἄρα τὸ ἀνεβάλλετο. πρὸς τὸ ἀνείκατο ἤγουν ἀνενήνεγκεν. οἷον. ἀνενείκατο φώνησέν τε. κατὰ σύμμετρον δηλαδὴ ἀνάτασιν. οὐ μὴν ἐφʼ ὁποίᾳ ᾠδῇ ἐσκώφθη τις μεγαλοβόας, ἀκούσας οὐκ ἐν τῷ μεγάλῳ κεῖσθαι τὸ εὖ, ἀλλʼ ἐν τῷ εὖ τὸ μέγα. ὅπερ εὖ ὑποδηλοῖ Ὅμηρος ἐν τῷ, καλὸν ἀείδειν. τὸ γὰρ εὖ τῆς κατὰ μουσικὴν ᾠδῆς, τὸ καλὸν ἀείδειν ἐστίν. ᾧ συντρέχει, καὶ τὸ μέγα. ἐπειδὴ ἀληθῶς τὸ τῆς μουσικῆς καλόν, καὶ εὖ ἔχει, καὶ μεγαλεῖον ἐστίν. Ἰστέον δὲ καὶ ὅτι τοῦ ἀνηνέγκατο ταυτόν δʼ εἰπεῖν ἀνενείκατο ποιητικῶς, χρῆσις παρὰ Αἰλιανῷ. εἰπόντι περὶ Κροίσου τὸ, ὁ δὲ, ἀνηνέγκατο ἄρα ἤγουν ἐκ βάθους ἐξεβόησε καὶ ἐς τρὶς ἐκάλεσε τὸν Σόλωνα. Ἔτι ἰστέον καὶ ὅτι κυρίως μὲν βάλλειν, τὸ βίᾳ ἢ ἐκ βιοῦ ὅ ἐστι τόξου ἰάλλειν ἢ ἅλλεσθαι τὸ ἀφιέμενον. ἐν δὲ ῥητορικῷ λεξικῷ φέρεται, ὡς τρία σημαίνει τὸ βάλλειν. τὸ προέσθαι. τὸ ῥίψαι. τὸ τρῶσαι. ἀφʼ ὧν κατὰ διαφόρους κινήσεις τὲ καὶ ἐννοίας, ποικίλαι σημασίαι ἀναφαίνονται ἐν διαφόροις λόγου μέρεσι. τοιαῦτα γοῦν τινα ἐκ τῶν σημαινομένων τοῦ βάλλειν γίνονται. τὸ βέλος. καὶ ἡ βολίς. καὶ ἡ βολὴ ἡ ἐπιτυχὴς δηλαδὴ καὶ εὔστοχος· ἀφʼ ἧς καὶ ἐπήβολος, ὁ τυχὼν πράγματός τινος, οἷον παρʼ Ὁμήρῳ, νηὸς ἐπήβολος. παρὰ δὲ τοῖς ὕστερον, κατʼ ἐξοχὴν ὁ συνετός. οἱονεὶ ὁ τοῦ κυριοτάτου ἐπιτυχὴς, τοῦ φρονεῖν. ἐκ τῆς βολῆς δὲ, καὶ ὁ βολαῖος θύννος. καὶ ἡ βουλὴ ἐπενθέσει τοῦ υ. καὶ ἡ συμβουλὴ τὸ ἐπιτυχὲς σύσκεμμα. τρία δὲ σημαινόμενα τῆς βουλῆς. ὁ τόπος. οἱ βουλευταί. καὶ αὐτὸ τὸ περὶ οὗ ἡ σκέψις. βολῆς δὲ σύνθεσις, ποιεῖ καὶ μεταβολὴν καὶ ὑπερβολὴν, τὰς ἐπαμφοτεριζούσας. οὔτε γὰρ ἡ ὑπερβολὴ ἀεὶ κακίζεται, οὔτε μεταβολὴ πόντων ἡδὺ ἐξ ἀνάγκης κατʼ Εὐριπίδην. ἔτι ἀπὸ τοῦ βάλλειν, καὶ βαλβίδες. οὐ μόνον αἱ ἐπὶ ἀφέσεως δρομέων γραμμαὶ κατὰ Αἴλιον Διονύσιον, ἀλλὰ καὶ ὅσαι ἐν φρέασι καὶ ἄλλοις τοιούτοις ἐγκοπαί φησι καὶ ἐξοχαὶ διʼ ὧν κατίασιν εἰς αὐτά. αἷς βαλβίσιν, ὅμοιόν τι κατὰ ἔννοιαν, καὶ ὁ βατήρ. ὃς ἦν ἀρχή φησι τοῦ τῶν πεντάθλων σκάμματος. ὅθεν καὶ παροιμία, αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου. ὡς οἷον εἰπεῖν, τὸ πρῶτον καὶ ἐπικαιρότερον. ἔτι ἐκ τοῦ βάλλειν ἢ τῆς βολῆς, καὶ ὁ πρωτόβολος ἵππος. οὗ χρῆσις ἐν τῷ, τὰ τέλεια ἐπὶ πλείστων γενῶν καὶ κατηρτυκότα, λειπογνώμονα καλεῖται, διὰ τὸ μηκέτι ἔχειν ὀδόντας τοὺς γνώμονας καλουμένους, οἷς ἐπιγινώσκουσιν οἱ ἔμπειροι τοὺς πρωτοβόλους. ὁ δὲ τοῦτο γράψας Ἀριστοφάνης, λέγει καὶ Ἀττικήν τινα δωδεκῇδα θύεσθαι λεγομένην λειπογνώμονα, οἷον τελείαν. καὶ ὅτι ἔνιοι, τὸν ῥηθέντα ὀδόντα, οὐ γνώμονα καλοῦσιν ἀλλὰ γνῶμα, οἷον, νέα δʼ ἔτʼ ἐστίν. οὐχʼ ὁρᾶς; καὶ γνῶμα ἔχει. καὶ πάλιν. γνῶμα γοῦν βέβληκεν ὡς οὖσʼ ἑπτέτης. ἔστι δὲ τὸ γνῶμα, κατὰ τὸ βρώμη βρῶμα. οὕτω γὰρ καὶ ἐκ τοῦ γνώμη, τὸ γνῶμα, ἔτι ἀπὸ τοῦ βάλλειν καὶ τῆς βολῆς, καὶ ὁ βολεὼν Ἀττικῶς ὅ ἐστι κοπρὼν ἤτοι κοπροβολεῖον. οὗ κόπρος δηλαδὴ ζώων βάλλεται ἤγουν ῥίπτεται. ἀκόλουθον δὲ τοῖς βολεῶσι, καὶ τὸ βόλιτον ἢ βόλβιτον ἐπὶ κόπρου νοούμενον. ἔτι ἡ βολὴ, καὶ τὸν βόλον παράγει τόν τε κυβευτικὸν καὶ τὸν κατὰ θαλάσσης ἀφιέμενον. εἴτε δικτύου ἐκεῖνος, εἴτε διὰ μολίβδου ἢ λίθου. ἀφʼ οὗ καὶ βολίζειν τὸ σημειοῦσθαι διὰ καθέσεως βόλου, εἰ βαθὺ τὸ ὕδωρ. καὶ οὐ τὸ βολίζειν μόνον ἐκεῖθεν, ἀλλὰ καὶ τὸ βολῶ βολήσω. ἐξ οὗ τὸ, πένθεϊ τὸ ἀτλήτῳ βεβολήατο, ἤγουν βέβληντο κατὰ συγκοπήν. τοιούτου δὲ ῥήματος σύνθετον, καὶ ἀντιβολῶ τὸ συναντῶ καὶ παρακαλῶ, ἐκεῖθεν καὶ τὸ παρʼ Ὁμήρῳ βλῆτρον. ὡς τὸ κολλητὸν βλήτροισιν. ἐκ τοῦ βάλλειν, καὶ ὁ τοῦ ἄρτου βλωμός. ἐκ τοῦ αὐτοῦ δὲ σύγκειται καὶ τὸ ἀβληχρόν. ὃ δηλοῖ ποτὲ μὲν, τὸν μὴ βαλλόμενον χροῦν. ποτὲ δὲ καὶ τὸν βαλλόμενον, ὡς πλεονάζοντος τοῦ α. τῆς βολῆς ἔργον, καὶ ὁ παλίμβολος, οὐ μόνον ὁ κοινότερον οὕτω λεγόμενος, ἀλλὰ καὶ ὁ ἐπὶ δούλου ἐν τῷ, παλίμβολος τρίπρατος καὶ πολλάκις ἀπημπολημένος. ἴσως δὲ ὁ τοιοῦτος ἐκεῖθεν γέγονεν ὅθεν καὶ ὁ μεταβολεύς. ἵνα ᾖ παλίμβολος δοῦλος, ὃν πάλιν καὶ πάλιν οἱ τῶν ἀνδραπόδων μεταβολεῖς ἤλλαξαν οἷα τρίπρατον. ὅτι δὲ πραγματευτικὴ λέξις ὁ μεταβολεὺς, δηλοῖ ὁ τῶν ἀλφίτων μεταβολεὺς καὶ τῶν ὀβολῶν καὶ τοῦ <!-- 1.41 -->χρυσίου. Ἔτι ἐκ τῆς βολῆς, καὶ ἡ τοῦ σίτου ἐκβολὴ παρὰ Θουκυδίδῃ. ὅ ἐστιν, ἡ πρώτη ἐκ τῆς κάλυκος τῶν ἀσταχύων ἔκφυσις. ἐκ τῶν ῥηθέντων, γίνεται καὶ ὁ παρὰ τῷ κωμικῷ ἀρύβαλλος παρὰ τὸ ἀρύεσθαι καὶ βάλλειν. ἢ καὶ ἄλλως, ἐκ τοῦ ἀρύττειν καὶ βάλλειν ὡς ὁ Ἀθήναιος γράφει. ὃς λέγει καὶ ὅτι δύο σημαινόμενα τοῦ ἀρυβάλλου. βαλάντιόν τε συσπαστὸν ὃ καὶ σημειωτέον εἰς τοὺς ἱππεῖς τοῦ Ἀριστοφάνου, καὶ ποτήριον δὲ, οὐ πόῤῥω ὂν ἀρυστίχου. κάτω μὲν, εὐρύτερον. ἄνω δὲ, συνηγμένον ὡς τὸ ῥηθὲν βαλάντιον. τοιοῦτον δέ τι καὶ ἡ παρὰ τῷ αὐτῷ ῥήτορι βῆσα γραφομένη διʼ ἑνὸς σίγμα καθὰ καὶ ἡ Ὁμηρικὴ πόλις ἡ ἐν τῇ Βοιωτίᾳ ἤτοι ἐν τῷ καταλόγῳ τῶν νηῶν. φησὶ γάρ. βῆσα, ποτήριον παρὰ Ἀλεξανδρεῦσι. πλατύτερον ἐκ τῶν κάτω μερῶν, ἐστενωμένον ἄνωθεν. ἔτι ἐκ τῶν εἰρημένων παράγεται καὶ τὸ εὐθυβόλως ἐπίῤῥημα. καὶ ὁ βολβὸς τὸ κατὰ γῆς κρομυῶδες, ὁ βίᾳ γῆθεν ἀναβαλλόμενος κατὰ Ἡρῳδιανόν. καὶ ἡ ἀσβόλη, ἡ ἄσιν ὅ ἐστι ῥύπον βάλλουσα κατὰ ὄψεως. καὶ ὄσπρια κερασβόλα παρὰ Πλουτάρχῳ καὶ ἑτέροις, τὰ καὶ ἀτεράμονα. καὶ ὁ ἄβολος ἵππος, ὁ μηδέπω φασὶν ἐκβεβληκὼς πῶλος τὸν εἰρημένον γνώμονα ὀδόντα. ὁμοίως ἐκεῖθεν, καὶ ὁ τῆς νηὸς ἔμπροσθεν ὀξὺς ἔμβολος. ἀφʼ οὗ καὶ τὸ ἀνδρεῖον αἰδοῖον παρὰ τοῖς κωμικοῖς, ἔμβολον καὶ τριέμβολον. ἐκεῖθεν καὶ ὑπόβολον οὐ μόνον τὸ παρὰ νομικοῖς, ἀλλὰ καὶ τὸ ὑποβεβλημένον ἤγουν ὑποκείμενον πρὸς δάνειον καὶ τόκον, εἴτε ἀγρὸς εἴτε οἶκος εἴτε ἄλλο τι. Φερεκράτης. οὐχʼ ὁρᾷς τὴν οἰκίαν τὴν Πολυτίωνος κειμένην ὑπόβολον; δῆλον δὲ ὅτι καὶ ἕτερον ἦν ὑπώβολον ἐκτεῖνον τὴν προπαραλήγουσαν, καὶ δηλοῦν τὸ ὑποκείμενον ἐπὶ ὀβολιμαίῳ τόκῳ. τοῦτο μέντοι, οὐκ ἀπὸ τῆς βολῆς ἢ τοῦ βόλου, ἀλλὰ ἐκ τοῦ ὀβολοῦ. ὃς καὶ αὐτὸς, ἐκ τῆς βολῆς καὶ τοῦ βάλλειν γίνεται καθὰ καὶ ὁ ὀβελός. ὃς καὶ ἐκ τοῦ βέλους δύναται εἶναι πλεονασμῷ τοῦ ο. ἀφʼ ὧν ἤτοι τοῦ ὀβολοῦ καὶ τοῦ ὀβελοῦ, τὸ Ὁμηρικόν τε πεμπώβολον, καὶ ἄρτος ὀβελίας ὁ ἐπὶ τοῖς ὀβελοῖς ὀπτώμενος. καὶ ἀκρωβελίας, ἄκρον ὀβολιαίου ἄρτου. καὶ ἐπωβελία, τὸ ἐπιδέκατον κατὰ τοὺς παλαιούς. καὶ ἡμιωβολιαῖον, τὸ τιμώμενον ἡμίσεος ὀβολοῦ. καὶ τριώβολον, μισθὸς δικαστικός. καὶ οἱ ἁπλῶς τρεῖς ὀβολοί. ἐξ ὧν τριωβολιμαῖος, ὁ εὐτελής. καὶ τετρωβολίζειν, τὸ λαμβάνειν δικαστικὸν τετρώβολον. ἐγένετο γάρ φασι καὶ τοσοῦτον ποτέ. καὶ τετρωβόλου βίος παρὰ Παυσανίᾳ, ἀντὶ τοῦ στρατιώτου μισθὸς. καὶ ἀμφώβολά φασι παρὰ Σοφοκλεῖ, αἱ διὰ σπλάγχνων μαντεῖαι. καὶ τοιαῦτα μὲν ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, τὰ τοῦ βάλλειν παρακινήματα. ἐν οἷς τηρητέον, καὶ ὅτι ἐκ τοῦ βάλλω καὶ ἐν συγκοπῇ βλῶ καὶ παραγωγῇ βλάζω, γίνεται βλὰξ βλακὸς, ὁ καταβεβλημένος οἷον καὶ μὴ δυνάμενος ὀρθοῦσθαι διὰ τρυφὴν ἢ καὶ εὐήθειαν. ὅθεν φασὶ καὶ βλὰξ, ἰχθὺς τέλεον ἀχρεῖος ὡς μηδέν τι ζῷον ἐσθίειν αὐτοῦ. καὶ βλακεύβεσθαι δὲ, τὸ μωραίνειν. καὶ βλακεύματα, αἱ εὐήθειαι. Ξενοφῶν δὲ, βλακεύεσθαι ἔφη τὸ νωθρεύεσθαι. αὐτὸ δὲ τὸ βάλλειν ἐν ἁπλότητι μὲν, ἔστιν ὅτε δοκεῖ καὶ τὸ ἀπάγειν σημαίνειν. ὡς ἐν τῷ, βάλλʼ ἐς κόρακας. ἤγουν ἄπαγε εἰς ὄρη καὶ κρημνοὺς, ὡς καὶ ἐν τοῖς ἑξῆς που κεῖται. καὶ βάλλʼ ἐς μακαρίαν. ἤγουν ἄπαγε εἰς ὄλεθρον ἢ εἰς ᾅδου. ἐπειδὴ οἱ νεκροὶ μακαρίται λέγονται. ἢ καὶ ἄλλως, ἐπεὶ Μακαρία Ἡρακλέος θυγάτηρ ὅτε Ἀθηναίοις Εὐρυσθεὺς ἐπεστράτευσεν, ἑαυτὴν ἐπέδωκεν εἰς σφαγὴν ὑπὲρ σωτηρίας τῶν πατριωτῶν. ὅτε δὲ καὶ συντεθῇ τὸ βάλλειν μετὰ ἑκάστης τῶν προθέσεων, πλείω τὴν ποικιλίαν ἐκφαίνει. ἐμβάλλειν οὖν κυρίως, τὸ εἰς μάχην συμπλέκεσθαι. ὅθεν καὶ στρατοῦ ἐμβολὴ καὶ κυμάτων. καὶ ἡ παρεμβολὴ δὲ καὶ τὸ παρεμβάλλειν, λέξεις στρατιωτικαί. ἡ μέντοι ἐπεμβολὴ οὐ τοιοῦτόν τι, ἀλλὰ σχῆμα ῥητορικόν ἐστιν. ἀνάλογον δὲ αὐτῇ, καὶ τὸ ἐπεμβάλλειν, ἐξ οὗ γέγονε. δοκεῖ δὲ, καὶ ἄλλο τι δηλοῦσθαι διὰ τοῦ ἐπεμβάλλειν. εἴτις ἐνθυμηθείη τὸν Ἀριστοτέλην, ἀπίους ἐμβολάδας εἰπόντα, τὰς ὡς οἱ πολλοί φασιν ἐγκεκεντρισμένας. ὡς εἶναι ἐπεμβάλλειν, καὶ τὸ ἐπὶ τὸ προϋπάρχον φυτὸν ἐντιθέναι ἄλλου φυτοῦ κλαδίσκον, οὗ ὁ καρπὸς, ἐπεμβολὰς ἂν λέγοιτο, τὸ δὲ τοιοῦτον ἐπεμβάλλειν, ἐμφυλλίζειν καὶ ἐγκεντρίζειν ἡ κοινὴ γλῶσσα φησί. ἄλλως δέ γε ἀπὸ τοῦ ἐμβάλλειν, καὶ μῆνες ἐμβόλιμοι καὶ ἐνιαυτοί. καὶ ἔμβολος, ὁ κατωτέρω ἔκβολος. τὸ δὲ εἰσβάλλειν καὶ ἡ εἰσβολὴ, ἀρχήν τινα ἔργου ἢ πάθους ἢ καὶ τοπικὴν, ἐμφαίνει. ὡς καὶ ὅτε εἰσβολὴν ὄρους εἴποι τις. ἐκβάλλει δὲ ποταμὸς εἰς θάλασσαν, ἤγουν ἐξάγει καὶ ἀπερεύγεται ὃν κατασύρει συρφετόν. ἐξ αὐτοῦ δὲ, καὶ ὁ ἔκβλητος παρʼ Εὐριπίδῃ. καὶ ὁ ἐπὶ ὀξέος ἀκρωτηρίου ἔκβολος. ὁποῖον καὶ τὸ ἀντικρὺ ῥόδου ὃ τριήρους παραυγάζει, σχῆμα τοῖς πόῤῥωθεν βλέπουσιν. ὃς καὶ ἔμβολος λέγεται καθʼ ὁμοιότητα τοῦ ἀνωτέρω ῥηθέντος ἐμβόλου τῆς νεώς. καὶ τὸ συμβάλλειν δὲ, μάχιμόν ποτε καὶ αὐτὸ καὶ ἡ ἀπʼ αὐτοῦ <!-- 1.42 -->συμβολή. ἔστι δʼ ὅτε καὶ τὸ ἁπλῶς ὁμοῦ ἰέναι δηλοῖ. οὕτω γὰρ ὕδατα συμβάλλειν λέγεται. ὅθεν καὶ συμβολὴ ποταμῶν ἣν καὶ ξύνεσιν ὁ ποιητὴς λέγει. καὶ παθητικῶς δὲ συμβάλλεσθαι, τὸ συγκροτεῖν καὶ βοηθεῖν ὁμοῦ ἰόντα. ὅθεν καὶ συμβολὴ ἡ ἐπὶ ἐράνου. καὶ δεῖπνον ἐξ αὐτοῦ ἀσύμβολον παρὰ Ἀθηναίῳ, τὸ δωρεὰν καὶ δίχα ἐράνου. οὗ τις ὑστερήσας, καὶ τάξιν ἄν φασι λίποι. ἔτι συμβάλλειν, καὶ τὸ συναντᾶν. ὅθεν καὶ οἱ κατὰ μαντείαν ἐνόδιοι σύμβολοι, καὶ ἀνὴρ ἀξύμβολος παρὰ τῷ Ἀφροδισιεῖ Ἀλεξάνδρῳ, οἱονεὶ ὁ δυσοιώνιστος καὶ ἀπαίσιος. ἢ καὶ ἄλλως, ὁ ἀσυντελής. ἐκ τοῦ συμβάλλεσθαι τὰ εἰς ὠφέλειαν. ὅθεν καὶ τὰ πολιτικὰ συμβόλαια. ἔκ τινος καὶ αὐτὰ γινόμενα συμβολῆς καθὰ καὶ ἡ συμβουλὴ, πρὸς ὁμοιότητα ἐράνου, ἐπεὶ καὶ ἐν τῇ βουλῇ πολλῶν ἀγειρομένων καὶ συμβολήν τινα ποιησαμένων λογικὴν, κυροῦται τὸ δοκοῦν κράτιστον βούλευμα. ἐπεὶ δὲ ξυμβάλλειν καὶ τὸ συγκρίνειν. ἀκολούθως ἐξ αὐτοῦ, ἀξύμβλητος ὁ ἀσύγκριτος, ὁ καὶ ἀπαράβλητος. ἢ καὶ ᾧ οὐκ ἔστιν ἀπαντῆσαι ὡς Σοφοκλῆς που φησίν. ἄπλαστον ἀξύμβλητον ἐξεθρεψάμεν. καὶ νοεῖν δέ ποτε τὸ συμβάλλειν. ἐξ οὗ καὶ σύμβολα οὐ μόνον τὰ τεκμηριώδη ἁπλῶς, ἀλλὰ καὶ ἰδίως τὰ μαντικά. προβάλλειν δὲ, στάσεως τινὸς καὶ αὐτό. οἷον, προσέβαλε τῷ τείχει. καὶ ὄνομα ἐκ τούτου ἡ προσβολή. προβάλλειν δὲ, οὐ μόνον τὸ προαφιέναι, ἀλλὰ καὶ τὸ προτιθέναι. καὶ προβάλλεσθαι, τὸ προΐσχεσθαι· ἀφʼ οὗ καὶ τὸ προφασίζεσθαι καθʼ ὁμοιότητα τῶν τιθέντων τι ἐπίπροσθεν τῆς βολῆς ὅθεν καὶ ὅπλον πρόβλημα. καὶ προβλὴς πέτρα ἡ προβεβλημένη τῆς θαλάσσης. μᾶλλον δὲ, ἣν ἡ γῆ προΐσχεται πρόβλημα. οὗ προβλῆτος ὁ σχηματισμὸς, ὅμοιος τῷ, ἐπιβλὴς ἐπιβλῆτος, ὃ δηλοῖ τὸν τῆς θύρας μοχλόν, καὶ ἀβλὴς ἀβλῆτος ἐπὶ ὀϊστοῦ. ἐκ τοῦ προβάλλειν δὲ, καὶ τὸ ῥητορικὸν πρόβλημα. καὶ τὸ κεφάλαιον ἡ προβολή. λεγομένη οὕτως, ἢ διὰ τὸ προτίθεσθαι τῶν ἄλλων, ἢ ὡς πρὸ τῶν λοιπῶν κεφαλαίων βάλλουσα τὸν διωκόμενον. ὅμοιόν τι καὶ ὁ πρόβολος, ὡς οἷον πρόμαχος. ἀναβάλλειν δὲ, οὐ μόνον τὸ ἀνάγειν ὡς ἐν ἀρχῇ τῆς προκειμένης θεωρίας ἐῤῥέθη. ἐξ οὗ καὶ λέβης ἀμβολάδην ζέων, καὶ ἀμβλήδην γοόωσα ὡς καὶ ἐν Ἰλιάδι κεῖται. καὶ ἀμβλίσκειν, καὶ ἀμβλῶσαι, ἀφʼ ὧν καὶ ἀμβλωθρίδιον καὶ ἄμβλωμα τὸ οἷον ἀναβληθὲν ἐκ τῆς μήτρας ὡς ἐκ μεταφορᾶς τῶν ἐκ μυχοῦ ἀναβαλλομένων σωμάτων. καὶ τὸ ἀναβάλλειν σφαῖραν ἄνω. καὶ ἡ αὐτῆς εἰς ὕψος ἀναβολή. καὶ τὸ εἰς ἵππον ἀνάγειν καὶ ἔποχον ποιεῖν, ὅθεν καὶ ἀναβολεὺς, οὐ μόνον τὸ σιδήριον ᾧ τοὺς πόδας ἐντιθέντες ἔφιπποι γίνονταί τινες, ἀλλὰ καὶ ἄνθρωπος ὃς εἰς τοιοῦτον ἔργον καθυπουργεῖ. οἷον, τὸν βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν ἤγουν ἀνεβίβαζεν, ἀλλὰ καὶ τὸ ἐνδύεσθαι, ἀναβάλλεσθαι λέγεται. καὶ ὄνομα τούτου, ἡ ἀναβολὴ. ἀναβάλλεσθαι δὲ, καὶ τὸ ἀνατιθέναι τὸ ἔργον. ἀντὶ τοῦ, ὀκνεῖν καὶ ἀναδύεσθαι. ὅθεν καὶ ἀναβολὴ ἡ ἀνάπτωσις. καὶ ἀμβολιεργὸς, ὁ ἀναπίπτων εἰς ἔργον. ἴσως δὲ καὶ ἀμβλὺ, τὸ ἀνάπαλιν τοῦ βάλλοντος ὀξέως. ὃ δοκεῖ ἀναβάλλεσθαι οἷον τὴν ἐνδοτέρω τομήν. τὸ δὲ καταβαλεῖν, καταῤῥίψαι ἐστίν. ὃ δὴ συγκοπὲν, ποιεῖ τὸ καββαλεῖν, ἴσως δὲ καὶ τὴν κοινῶς λεγομένην καβαλῖνα. καθʼ ἣν ὁ Κοπρώνυμος, καβαλῖνος ἔσκωπται. περὶ ἧς φέρεται, ὅτι καβαλὶς, δικατάληκτον. ἔγκειται δέ φασιν ἡ κάπη καὶ τὸ ἅλις ἤγουν αὐτάρκως. περίττωμα γάρ ἐστι τῶν ἀπὸ κάπης ἐσθιόντων ἀλόγων. οὔκουν κωλύει τὴν αὐτὴν οὕτω ῥηθῆναι, καὶ παρὰ τὸ τῆς κάπης ἀποβάλλεσθαι. καταβάλλεσθαι δὲ καὶ καταβολὴ, ἐπὶ καταθέσεως εἴτουν ἀποδόσεως. τὸ διαβάλλειν δὲ, οὐ μόνον συκοφαντικὸν ἔχει νοῦν, ὅθεν καὶ ἡ διαβολή. καὶ ὁ παρὰ τῷ Πινδάρῳ διάβολος ἄνθρωπος. ὁμοίως δὲ καὶ παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, οἱ πολλοὶ τῶν τοῦ Πλάτωνος μαθητῶν, τυραννικοί τινες καὶ διάβολοι γεγόνασι. καὶ ἐν τῷ, ὧν εἷς ἐβασίλευε φαῦλος ὢν καὶ διάβολος, ἀλλὰ καὶ ἀντὶ τοῦ ἀπατᾶν καὶ παραλογίζεσθαι τίθεται παρὰ Θουκυδίδῃ. παρὰ τῷ κωμικῷ δὲ ἐν τῷ, διέβαλέ με ἡ γραῦς. μεταβάλλειν δὲ, λέγεται μὲν καὶ ἐπὶ παραφραστικῆς μεθόδου. μεταβάλλειν γὰρ λέγεται λέξεις, ὁ δίγλωσσος. ὅθεν καὶ ὁ τὸ βιβλίον ὅλον τοῦτο παραφράσας Θρᾷξ Δημοσθένης, μεταβολὰς Ὀδυσσείας τὴν τοιαύτην αὐτοῦ πραγματείαν ἐκάλεσεν. ἔστι δὲ καὶ λέξις ἐμπορική, ὅθεν μεταβολεῖς ὁ βολῶν ὡς ἐῤῥέθη καὶ ἀλφίτων καὶ τῶν τοιούτων, οἱ αὐτὰ καταλλάσσοντες. παραβάλλειν δὲ, οὐ μόνον τὸ ἐν παραθέσει συγκρίνειν ὅθεν καὶ ἡ παραβολὴ παράθεσις οὖσα ὁμοιωματικὴ ἐπὶ σαφηνείᾳ τῶν ὑποκειμένων. καὶ τὸ παραβαλεῖν οὖς ἤγουν πλαγιάσαι. ὑποκλίναι. ὑποθέσθαι εἰς μεμεριμνημένην ἀκοήν. καὶ τὸ παραβλήδην παρʼ Ὁμήρῳ ἀντὶ τοῦ συγκριτικῶς ὡς οἱ πλείους φασί. κατὰ δὲ τὸν Σουΐδαν, ἀντὶ τοῦ ἀπατητικῶς. παραλογιστικῶς. παραβάλλεσθαι γάρ φησι καὶ τὸ ἐξαπατᾶν <!-- 1.43 -->ἐξ οὗ καὶ παραβαλέταιρος ὁ ἀπατῶν τοὺς φίλους, ἀλλὰ καὶ τὸ ἁπλῶς παρατιθέναι. ἀφʼ οὗ καὶ παράβλημα κοινῶς, τὸ ζῴοις εἰς τροφὴν παρατιθέμενον. ἐκεῖθεν καὶ ὁ παράβολος ἄνθρωπος ὁ κινδύνοις ἑαυτὸν παραβάλλων ὅ ἐστι παρατιθείς. καὶ πρᾶγμα παράβολον ὅπερ ὁ τοιοῦτος ποιεῖ. ἀντιβάλλειν δὲ δὲ τὸ ἀντιθέναι οἷον λόγους ἤ τι τοιοῦτον. σύστοιχον δὲ τούτῳ, καὶ τὸ ὡς ἐῤῥέθη ἀντιβολεῖν. καὶ ἀντιβολία ἡ δέησις. Εὔπολις. κατʼ ἀντιβολίαν δέκα τάλαντʼ ἀπετισάμην. τὸ δὲ ἐπιβάλλειν, πρόθεσίν τινα δηλοῖ καὶ περιττότητα ἐπιτευτικὴν. ἐπιβάλλει γοῦν τις νοήματι, ἢ ἔργῳ. ἤγουν ἠκριβωμένος ἐγχειρεῖ καὶ ἐπιτυχῶς νοεῖ. ὃ καὶ ἐπηβόλως φαμέν. λέγεται δὲ καὶ ἐπιβάλλεσθαι τὸ ἐπιθυμεῖν. οἷον, μεγάλων ἔργων ἐπιβαλλόμενος. περιβάλλειν δὲ, τὸ περιττὰ τιθέναι ἤτοι περισσὰ ἐμβάλλειν. ὅθεν καὶ περιβολὴ, λόγου ἰδέα. καὶ λόγος ἐμπερίβολος. λέγεται δὲ περιβάλλειν, καὶ τὸ ἐνδύειν. ὅθεν καὶ περιβολὴ ἀφʼ ἧς περιβόλαιον τὸ ἔνδυμα ὡς κεφαλὴ κεφάλαιον. τὸ δʼ αὐτὸ, καὶ περίβλημα. καὶ περίβολος δὲ οἴκου ἢ κήπου, ὁ περιβάλλων ἤτοι ἐνδύων τὰ φυλασσόμενα κύκλῳ. ὅθεν καὶ πόλεως ἐσθὴς τὸ τεῖχος. περιβάλλει δέ τις καὶ πέδην κατὰ τὸν Κίλικα ποιητήν. ἀμφιβάλλειν δὲ, οὐ μόνον τὸ ἐνδοιάζειν καὶ ἀμφὶς βάλλειν ἤγουν ἀμφοτέρωσε ῥίπτειν τὸν νοῦν, ἀλλὰ καὶ τὸ ἑκατέρωθεν βάλλειν. ὡς δῆλον ἐκ τοῦ ἀμφίβολος. ὃς παρά τε Ἀῤῥιανῷ καὶ ἑτέροις, τὸν ἀμφοτέρωθεν βαλλόμενον σημαίνει. δηλοῖ δὲ καὶ τὸ περιβάλλειν ἤγουν κυκλοῦν. ὅθεν τὸ ἀμφίβληστρον. ἀποβάλλειν δὲ, τὸ ἀποῤῥίπτειν. ὅθεν καὶ ὁ ἀπόβλητος. τὸ δὲ ὑποβάλλειν, ὑπουλότητά τινα ἐμφαίνει καὶ δολιότητα. ὑποβάλλει γοῦν ὀφθαλμοὺς, ὁ ὑπούλως βλέπων καὶ ὡς εἰπεῖν ὑποβλὼψ καθʼ ὁμοιότητα τοῦ παραβλώψ. ἔτι δὲ καὶ τοῦ βλοσυρός. ὃς δηλαδὴ τὸ βλέμμα ὑποσύρει. ἐκ τοιαύτης ἐννοίας. καὶ ὑπόβλητος ὁ καὶ ὑποβολιμαῖος λόγος, ὁ μὴ τῇ ἀληθείᾳ ὅσα καὶ μητρὶ γνήσιος. καὶ ὑποβολιμαῖον βρέφος, τὸ ὑποβληθὲν λάθρᾳ τῇ γεννώσῃ, οὐ μὴν γεννηθὲν ὑπʼ αὐτῆς. καθυποβάλλει δέ τις καὶ βλάβη τινὰ, ἤγουν λεληθότως βλάπτει. λέγεται δὲ ὑποβάλλειν, καὶ τὸ ὑποκρούειν ὅ ἐστιν ἐμποδίζειν ἐν τῷ λέγειν, καὶ τὸ διʼ ἑρμηνέως λαλεῖν. ἐξ ὧν τὸ ὑββάλλειν παρὰ τῷ ποιητῇ. καὶ ὑποβολεὺς. ὁ ἑρμηνεύς. ἐξ αὐτοῦ δὲ καὶ ὑπόβολον οὐ μόνον τὸ νομικὸν ὡς ἐῤῥέθη, ἀλλὰ καὶ τὸ ἐπὶ τόκῳ ἐνεχυρασθὲν ὡς καὶ αὐτὸ προγέγραπται. καὶ τὸ ὑποβλήδην δὲ λαλεῖν, ἐξ αὐτοῦ προάγεται. ᾧ σύστοιχόν ἐστι καὶ τὸ, ὑποβαλὼν λόγον. ἀντὶ τοῦ, λαλήσας πρὸ τοῦ λαβεῖν τέλος τὰ προλαλούμενα. τοῦτο δὲ, καὶ ὑπολαβεῖν λέγεται. οἷον, ὑπολαβὼν δὲ ὁ δεῖνα εἶπεν, ὑπερβάλλειν δὲ καὶ ὑπερβολὴ, κυρίως μὲν, ἐπὶ τοῦ ὑπερακοντίζειν ἢ ὑπεροϊστεύειν, ἢ ὑπὲρ μέτρον δισκεύειν. μεταφορικῶς δὲ, καὶ ἐπὶ ἑτέρων ὑπεροχῶν ἢ καὶ ἐπὶ ἀσυμμετριῶν. καὶ ταῦτα μὲν τὰ περὶ τῆς πολυκινησίας τοῦ βάλλειν. ἧς μέρος τι, καὶ τὸ ἀνεβάλλετο καλὸν ἀείδειν. εἰ δὲ τὸ ἀνεβάλλετο ταυτόν ἐστι τῷ ἀνενέγκατο ὡς τὸ, ἀνενείκατο φώνησέν τε, τοσοῦτον ἄρτι καὶ μόνον ῥητέον, ὅτι ταυτόν ἐστιν εἰπεῖν, ἀνεβάλλετο καὶ ἀνενείκατο καὶ ἀνεφύσησε. μουσικὴ γὰρ λέξις καὶ ἡ ἀναφύσησις. φησὶ γοῦν Παυσανίας, ὅτι γρόνθων, ἀναφύσησίς τις ἣν πρώτως μανθάνουσιν οἱ αὐληταί. τούτοις δὴ συνεπιλεκτέον καὶ ὅτι τὸ βάλλειν, ποτὲ μὲν, φυλάσσει τὸ ἄλφα ἐν ταῖς ἀπʼ αὐτοῦ κινήσεσι. ποτὲ δὲ, ἀντʼ αὐτοῦ ἔχει τὸ ο ἴσως μὲν, τοῦ ἄλφα τραπέντος εἰς αὐτὸ, ἴσως δὲ καὶ προϋποκειμένου ἀῤῥήτου ῥήματος τοῦ βέλλω ἐξ οὗ τὸ βέλος. παράδειγμα τῶν μὲν φυλασσόντων τὸ ἄλφα, ἡ βαλιὰ ἔλαφος. καὶ τὸ ἀρσενικὸν αὐτῆς ὁ βαλιὸς ὀξυτόνως. καὶ βαλιὸς ἵππος βαρυτόνως, ὁ τοῦ Ἀχιλλέως. καὶ βαλάντιον. καὶ ἀρύβαλος ὁ πρὸ βραχέων γραφείς. τῶν δὲ ἐχόντων ἀντεγκείμενον τὸ ο, ἡ βολὴ, καὶ ἡ βολὶς, καὶ ὁ ἔμβολος. καὶ ὁ ἀναγεγραμμένος διάβολος. κατὰ δὲ τὴν τοιαύτην ἀκολουθίαν τοῦ βάλλειν, καὶ τὸ λέπω, πῇ μὲν φυλάσσει τὸ ε, πῇ δὲ ἀντιπαρακείμενον ἔχει τὸ ο καθὰ καὶ ἐν τοῖς ἑξῆς φανεῖται. ὅτι δὲ τὸ α εἰς ο μεταβάλλεται, δηλοῖ σὺν ἄλλοις καὶ ἡ ἀσταφίς. λέγεται γὰρ καὶ ὀσταφίς. οὕτω δὲ καὶ ἡ μαλάχη, μολόχη ὡς καὶ ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. οἷον, τρώγοντας μολόχης ῥίζαν. καὶ πάμα, πρᾳότερος ἔγωγε μολόχης. Ὅτι μυστηριαζομένῳ οἰκεῖον τὸ, ἄγχι σχὼν κεφαλὴν ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι. τὸ δὲ πευθοίατο μετὰ τῶν ἐφεξῆς τοῦ ἰδοίατο καὶ ἀρησαίατο, ποιητικὸν κάλλος ἐν παρισώσει ποιεῖ. Ὅτι ὁ εὐλαβῶς σκώπτων, προοιμιάσαιτο ἄν ποτε πρὸς τὸν ἀκροατὴν, οὕτω. ξεῖνε φίλε, εἰ καί μοι νεμεσήσεαι ὅττικεν εἴπω; λέγει δὲ τοῦτο Τηλέμαχος πρὸς τὸν Μέντην, ὅτε πρινὴ ἐρωτηθῆναι ὑπὸ τῆς Ἀθηνᾶς, σκώπτει τοὺς μνηστῆρας. ἐμφαίνοντος τοῦ ποιητοῦ, φορτικὸν εἶναι τὸ ἁπλῶς κωμῳδεῖν. Ὅτι τὸ, βίον ἀνέρος οὗ δήπου λευκὰ ὀστέα πύθεται ὄμβρῳ κείμενα <!-- 1.44 -->ἐπʼ ἠπείρου ἢ εἰν ἁλὶ κῦμα κυλίνδει, σχῆμά ἐστι περιφράσεως. βούλεται γὰρ εἰπεῖν, βίον ἀνδρὸς ὃς ἐν πλάνῃ θανὼν, οὐκ ἐτάφη. τοῦ γὰρ τοιούτου ἀνδρὸς, ἢ ἐν χέρσῳ ἢ ἐν θαλάσσῃ τὰ ὀστᾶ. Ἐνταῦθα δὲ τὸ ἀνέρος, ἐκτείνει τὴν ἄρχουσαν ὡς καὶ ἀλλαχοῦ. ἐν δὲ ἑτέροις τόποις, τὸ αὐτὸ καὶ συστέλλεται, Τὸ δὲ δή που νῦν μὲν τοπικῶς κεῖται. ἄλλως δὲ παρὰ τοῖς ὕστερον Ἀττικοῖς, καὶ αὐτὸ καὶ τὸ δήπουθεν, βεβαιωτικά εἰσιν. ὥσπερ τὸ δηλαδή. καὶ τὸ πάντως. καὶ τὸ ἀμέλει. καὶ αὐτὸ γὰρ ὡς τὰ πολλὰ καθάπερ ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἀντὶ τοῦ πάντως λαμβάνεται, συγκατάθεσιν δηλοῦν. τὸ μέντοι δῆθεν, ἀλλʼ αὐτὸ δισταγμοῦ ἐστιν ἐπίῤῥημα. Λευκὰ δὲ ὀστέα λέγει ὡς καὶ ἐν Ἰλιάδι λευκὸν ὀδόντα συὸς, κατὰ κοινὸν ἐπίθετον. καί τοι τινὲς ὑπώπτευσαν, πρὸς ἀντιδιαστολὴν λέγεσθαι, διὰ τὸ καὶ μέλανα ὀστᾶ φαίνεσθαι εἶναι καθά τινες ἐν Ἰλιάδι ἀνέγνων, ἀετοῦ μελανόστου θηρητῆρος, τουτέστιν ὀστᾶ μέλανα ἔχοντος. ὅπερ ἀντιλέγεται. οὕτω καὶ κρῖ λευκὸν εἰπόντος τοῦ ποιητοῦ, δοκεῖ τισι, πρὸς διαστολὴν κρίμνου μέλανος οὕτω ῥηθῆναι. ὡς ὄντος καὶ τοιούτου ἀληθῶς ἔν τισι τόποις, οἷον καὶ τοῖς περὶ Λυκαονίαν. ὁ δὲ ποιητὴς, ἔοικεν ἁπλοϊκῶς καὶ τοῦτο εἰπεῖν, ἐπειδὴ τὸ κρῖμνον οὗ παράγωγον ὁ κριμνίτης πλακοῦς καθὰ καὶ σταιτίτης ὁ ἀπὸ σταιτὸς καὶ μέλιτος, σίτου λευκότερον. Τὸ δὲ κυλίνδω, ἀεὶ παρὰ τῷ ποιητῇ βαρύνεται. εἰ καὶ παρὰ τοῖς ὕστερον περισπᾶται. οἳ κυλινδεῖσθαί φασι καὶ τὰ ὅμοια. Τὸ δὲ ἐν ἁλὶ, εἰν ἁλὶ ὁ ποιητὴς λέγει κατὰ συνήθη ἐπένθεσιν τοῦ ἰῶτα. Ἰστέον γὰρ ὅτι ἡ εν πρόθεσις ταῖς μὲν δισυλλάβοις ἐξομοιοῦται προθέσεσι, τῇ ἐπεκτάσει. οἷον, ἐνὶ προθύροις Ὀδυσῆος. ταῖς δὲ μακραῖς μονοσυλλάβοις, τῇ ῥηθείσῃ τοῦ ι ἐπενθέσει. ταῖς δὲ λοιπαῖς, καθʼ ἑαυτὴν οὖσα. Ὅτι προϊὼν μὲν ὁ ποιητὴς, ἐρεῖ. ὡς ἐὰν Ὀδυσσεὺς εἰς τὰ ἑαυτοῦ ἔλθῃ, τὰ τοῦ οἴκου θύρετρα καὶ μάλα εἰς εὖρος ἀναπεπταμένα, στενοχοροῖντο ἂν τοῖς μνηστῆρσι τεθορυβημένως φεύγουσιν. Ὀδυσσεὺς δὲ πρός τινα λαλῶν λέγει. μὴ σύγε τύχης ἐνταῦθα ὅτε Ὀδυσσεὺς ἔλθοι. νῦν δὲ ἄλλως φράζων τὴν ἐσομένην τῶν μνηστήρων ἀγωνίαν, φησίν. ἐὰν ἐκεῖνον ἴδοιεν νοστήσαντα, εὔξαιντο ἂν ἐλαφρότεροι πόδας εἶναι ἤπερ ἀφνειότεροι χρυσοῦ τε ἐσθῆτός τε, καὶ ἔστιν ἀστεῖος πάνυ ὁ λόγος οὗτος. θέλουσι μὲν γὰρ αὐτοὶ, βαρεῖσθαι πολλῷ χρυσῷ καὶ ἐσθῆτι. ἴσως μὲν, κειμηλίοις. ἴσως δὲ καὶ οἷς φοροῦσιν. ἀλλὰ τότε, οὐ μόνον αὐτὰ ἀποθήσονται, ἀλλὰ καὶ ἄλλως ἐλαφρότεροι γενέσθαι εὔξονται ὡς ἂν ῥᾷον ἔχοιεν φεύγειν. ὅπως δὲ καὶ βαροῦνται χρυσῷ καὶ χαίρουσι τοῦτο πάσχοντες οἱ τὸν ἀλλότριον πλοῦτον ἐπαχθιζόμενοι, ὁ τῆς ἱστορίας Ἀλκμαίων δηλοῖ. ὃς τὸν Λυδῶν βασιλέα, γέλωτος ἔπλησεν, ἰδόντα τὸ αὐτοῦ εἰδεχθὲς καὶ κατάπονον ὅτε τοῦ βασιλικοῦ θησαυροῦ ἐξήει γέμων χρυσοῦ. Σημείωσαι δʼ ἐνταῦθα ὅτι τὲ βάρος τι ὁ ποιητὴς εἶναι ὑπολαλεῖ ἐν τῷ ἄγαν ἀφνειόν τινα εἶναι, καὶ τὸ ἐλαφρότεροι πόδας ὅ ἐστιν ἐλαφηροὶ καὶ ταχεῖς δίκην ἐλάφου, κυριολεκτεῖται μᾶλλον μεταφορικῶς, ἤπερ τὸ πλέειν ἐλαφρῶς. ὡς τὸ, τά οἱ πλώοιεν ἐλαφρῶς. καὶ μὴν ἐκεῖνο οἰκειοῦται τῇ ἐλάφῳ, οὐχ ὡς ταχυδρόμῳ μέντοι ἀλλʼ ὡς κούφῃ νήχεσθαι. Ὅτι τὸ ἡμῖν καὶ ἡμῶν καὶ καὶ ἡμᾶς, ἐγκλίνονται μὲν παρὰ τοῖς παλαιοῖς. οὐκ ἀνακλίνουσι δὲ ἑτέρᾳ λέξει τὸν τόνον, ἀλλʼ ἀναπέμπουσιν εἰς τὴν οἰκείαν παραλήγουσαν. οἷον, ἧμιν, ἥμων, ἥμας. ὥσπερ καὶ ἐνταῦθα πολλὰ τῶν ἀντιγράφων ἔχουσιν. οὐδέ τις ἧμιν θαλπωρή. μονόχρονος μὲν οὖν ποτε λέξις, ἐγκλιθήσεται. οἷον τὸ τίς. καὶ δίχρονος, οἷον τὸ τινές. καὶ τρίχρονος, οἷον τὸ φημί. καὶ τὸ τινῶν. τετράχρονος δὲ λέξις, οὖκ ἂν ἀπαλλαγείη παντελῶς τοῦ οἰκείου τόνου. ὡς διὰ τὸ βριθὺ τῆς τετραχρονίας, κωλουμένης τῆς προπαροξυτονήσεως. Ὅτι τὸ ἐν πλάνῃ τινὰ θανεῖν, οὕτω φράζει, νῦν δʼ ὁ μὲν, ἀπόλωλε κακὸν μόρον. καὶ, τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ. Ὅτι ὁ ἀπελπίσας, εἴποι ἂν, οὐδέ τις ἡμῖν θαλπωρή, ὃ γράφεται καὶ ἐλπωρή. Ἰστέον δὲ ὅτι τὴν χαροποιὸν ἐλπίδα θαλπωρὴν λέγει, ἐπεὶ θάλπει τοὺς πολλοὺς ἡ τῶν ἀγαθῶν ἐλπίς. ὥσπερ αὖ πάλιν ἡ τῶν ἐναντίων, οὐ μόνον ψύχει ἁπλῶς, ἀλλὰ πολλοὺς καὶ ἀπονεκροῖ. καὶ ἡ τραγῳδία δὲ τὸν κενὴν θαλπωρὴν ἔχοντα, κεναῖς ἐλπίσι λέγει θερμαίνεσθαι. καὶ θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχειν. Ὅτι πρὸς τὸν ἐξ ἀλλοδαπῆς νέον ἐλθόντα καὶ ἀγνοούμενον, οἰκεῖον τὸ, τίς πόθεν εἶς ἀνδρῶν πόθι τοι πόλις ἠδὲ τοκῆες. καὶ τὸ, καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον ὄφρʼ εὖ εἰδῶ, ἠὲ νέον μεθέπεις ἤγουν εἰς ἡμᾶς ἥκεις, ἢ καὶ πατρώϊος ἐσσὶ ξεῖνος. Ἰστέον δὲ ὅτι ἐν τῷ, πόθεν εἶς ἀνδρῶν, εἰ μὲν περισπᾶται τὸ εἶς, δηλοῖ ἂν τὸ ἥκεις, ἀπὸ τοῦ εἶμι ῥήματος ὃ δηλοῖ τὸ ἔρχομαι. εἰ δὲ δίχα τόνου ἐστὶν ὅπερ ἀρέσκει τοῖς ἀκριβεστέροις <!-- 1.45 -->τῶν παλαιῶν, ῥῆμά ἐστιν ἐγκλιτικὸν ὑπαρκτικὸν ἀπὸ τοῦ εἰμὶ ῥήματος τοῦ τὸ ὑπάρχειν δηλοῦντος. Ψιλοῦται δὲ τὸ εἶμι καὶ τὸ εἶς ἀντὶ τοῦ πορεύῃ, ἔρχῃ, διὰ τὴν ἐπένθεσιν τοῦ ἰῶτα. ἄλλως γὰρ, δασύνεσθαι ὤφειλεν ἀπὸ τοῦ ἕω τὸ πορεύομαι ἀφʼ οὗ καὶ ἡ ὁδός. Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω καὶ ἐν Ὀδυσσείᾳ, εὔχεσθαι οὐ μόνον τὸ θεοκλυτεῖν, ἀλλὰ καὶ τὸ καυχᾶσθαι. ὅθεν καὶ τὸ καύχημα, εὐχωλή. καὶ τὸ λέγεσθαι δὲ καὶ φημίζεσθαι, εὔχεσθαι λέγεται. ἀφʼ οὗ καὶ τὸ, τίνες ἔμμεναι εὐχετόωνται ἤτοι ᾄδονται, λέγονται. καὶ κατωτέρω δὲ ἐρεῖ, Ἀγχιάλοιο εὔχομαι εἶναι υἱός. ἤτοι λέγομαι. καὶ ξένοι ἀλλήλων πατρώϊοι εὐχόμεθα εἶναι. Ἰστέον δὲ ὅτι τὸ ἔμμεναι, ὁ Ἡρακλείδης, οὐ κατὰ τὴν δοκοῦσαν τοῖς πλείοσιν ἀκολουθίαν παράγει, ἀλλὰ τὴν προπαραλήγουσαν αὐτοῦ ἤγουν τὴν εμ συλλαβὴν, ἀπὸ παραλήγοντος η γένεσθαι βούλεται συστολῇ καὶ διπλασιασμῷ, ἄλλως παρὰ τὸ ἐν τοῖς εἰς τὴν Ἰλιάδα γραφέν. φησὶ γὰρ οὕτως. μέγιστον τεκμήριον ἐν ἀμφισβητήσει τόνων θεματικῶν, τὸ τηνικαῦτα περισπᾶται τὰ ῥήματα, ὅτε τὸ ἀπαρέμφατον διὰ προπαραλήγοντος τοῦ η λέγεται. τὸ γὰρ κυῶ περισπᾶται, ὅτι κυήμεναι τὸ ἀπαρέμφατον. εἰ δὲ ἦν κύω βαρυτόνως, κυέμεναι ἂν ἦν κατὰ τὸ εὑρέμεναι. οὕτω καὶ φιλῶ φιλεῖν φιλήμεναι. καὶ νοήμεναι. καὶ φρονήμεναι, καὶ τὸ ἀήμεναι δὲ, μαρτυρεῖ τῷ ἀῶ περισπωμένῳ. δῆλον οὖν φησιν ὡς καὶ τὸ ἔμμεναι, ἀπὸ τοῦ ὦ περισπωμένου τῆς πρώτης συζυγίας οὗ καὶ μετοχὴ περισπᾶται, Αἰολιστί φαμεν ἔμμεναι. καθότι Αἰολεῖς καὶ ἐν θέμασι τὸ προηγούμενον η τοῦ μ εἰς ε μετατιθέντες, διπλοῦσι τὸ μ. οἷον. πόθημι πόθεμμι. φίλημι φίλεμμι. οὐκοῦν ὁ Ἡρακλείδης φαίνεται εἰδὼς καὶ τὸ ἔμμεναι ἀπὸ τοῦ ἦναι γενέσθαι τοῦ παραληγομένου τῷ η. οὗ θέμα μὲν, τὸ ὦ ἤγουν ὑπάρχω περισπωμένως. παρατατικὸς δὲ, ἦν. κατὰ τὸ, φιλῶ ἐφίλην. νοῶ ἐνόην. καὶ τὰ ὅμοια Αἰολικά. καὶ τοῦτο μὲν, τοιοῦτον καθʼ Ἡρακλείδην. Τὸ δὲ πατρώϊος ὅτι ἐκ τοῦ πατρὸς γίνεται, μετʼ ὀλίγα ῥηθήσεται. Ὅτι πεζὸς, ἐκ τοῦ πέδον γίνεται κατὰ συγγένειαν τῶν συμφώνων ὡς ἀλλαχοῦ ἐῤῥέθη πλατύτερον. ἔστι γὰρ πεζὸς, ὁ ἐν τῷ πέδῳ βαίνων. διὸ οὐ πεζὸς ὁ ἔφιππος, ἀλλʼ οὐδὲ ὁ πλέων. καὶ γὰρ καὶ αἱ νῆες, ἵπποι ἁλὸς κατὰ τὸν ποιητήν. Ἰστέον δὲ ὅτι ἀφελὴς ἐνταῦθα καὶ ἀστεῖος ὁ τοῦ Τηλεμάχου λόγος ἐν τῷ, οὐ γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδε ἱκέσθαι. ἤγουν ἐν τῇ καθʼ ἡμᾶς νήσῳ. σπουδαῖον δὲ ὁ λόγος ἔχει οὐδὲν, ὁποῖα τὰ τοῦ σχεδιασμοῦ. καὶ μάλιστα, ἐν τοῖς νέοις καὶ μήπω πεπαιδευμένοις λέγειν. Ὅτι τὸ ἐτήτυμον ὤφειλε μὲν ὡς ἀναδιπλασιασμὸς τοῦ ἔτυμος, συστέλλειν τὴν προπαραλήγουσαν. ἀλλὰ διὰ τὸ ἐπάλληλον τῶν βραχειῶν, οὐ γέγονε τοῦτο. καθάπερ καὶ ἐν τῷ κηκάζω. καὶ ἐν τῷ ἐκήκιεν. οἷον. μέλαν δʼ ἀνεκήκιεν αἷμα. καὶ ἐν τῷ, σῖτον παρενήνεον ἤτοι ἐσώρευον. καὶ ἐν ἄλλοις. Τοῦ δὲ ἔτυμος ἡ παραγωγὸς γραμματικὴ σκευωρία, τοιαύτη ἐστίν. ὡς δίδωμι δοτὸς, τίθημι θετός, οὕτω φασὶν εἰμὶ ἐτός. καὶ ὡς ἔλος ἔλυμος εἶδος σπέρματος ἕλεσι χαίροντος, οὕτως ἐτὸς ἔτυμος ὁ ὢν εἴτουν ἀληθής. ὅθεν καὶ ἐτυμολογία, λόγος ἐπαληθιζομένην δεικνύς φασι τὴν λέξιν τῇ φύσει τοῦ πράγματος. εἶτα ὥσπερ ἀητρὸς ἀταρτηρὸς ἐπενθέσει πλεοναστικῇ, οὕτω καὶ ἔτυμος ἐτήτυμος. Ὅτι τὸ ἐσσὶ ἀντὶ τοῦ ὑπάρχεις, πλεονασμὸν ἔχει τοῦ ι, καὶ ἀλλόκοτόν ἐστι ῥῆμα. οὐδὲν γὰρ εὕρηται λῆγον εἰς σι ῥῆμα δευτέρου προσώπου, δίχα τούτου. διὸ οὐδὲ ἐφελκυστικόν ποτε γίνεται τοῦ νῦ. περὶ δὲ τῆς γενέσεως αὐτοῦ, ἐν τῇ Ἰλιάδι εἴρηται. Ὅτι φιλόξενος ἀνὴρ, εἴποι ἂν τὸ, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ. ἤτοι πολλοὶ ἔγνων. ἔμαθον. Τὸ δὲ ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων, ἁρμόττει ἀνθρώπῳ φιλοξένῳ ἢ ἄλλως ἐνδόξῳ. ἔστι δὲ τὸ ἐπίστροφος, μέση λέξις. πάθος τὲ γὰρ δηλοῖ καὶ ἐνέργειαν. τὸ γοῦν ἐπεὶ καὶ ἐκεῖνος ἐπίστροφος ἦν ἀνθρώπων, ἢ δράσιν δηλοῖ. ὡς ἂν εἴη ἐπίστροφος ἀνθρώπων, ὁ ἐνεργῶν καὶ ποιούμενος τὴν εἰς ἄλλους ἐπιστροφήν. ὅ ἐστι φιλόξενος καὶ πολλοὺς ξενοδοχῶν. ἢ παθητικὴν ἔννοιαν ἔχει ὡς πάσχων ἐκ τῶν ἄλλων ἐπιστροφὴν καὶ ἀγαπώμενος. ὅπερ καὶ κρεῖττον. ἐν ἄλλοις γοῦν ἐρεῖ ὅτι πολλοῖς ἔσκε φίλος. παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι. καὶ Ὀδυσσεὺς δέ που λέγει ὅτι εἰμὶ Ὀδυσσεὺς ὃς πᾶσιν ἀνθρώποις μέλομαι. ὅ ἐστιν ἐν ἐπιστροφῇ καὶ μελήσει γίνομαι ἀγαπώμενος. οὕτω καί τις ποιητὴς λιμένα ἐπίστροφον λέγει, οὐ μόνον τὸν στρογγύλον καὶ περιφερῆ κατά τινας, ἀλλὰ καὶ τὸν ὑπὸ τῶν καταίρειν θελόντων, ζητούμενον. Ὅρα δὲ ὅτι δὶς ἐν τῷ τόπῳ κεῖται τὸ ἐπει συναπτῶς ἐν δυσὶ στίχοις. ἐπεὶ πολλοὶ ἴσαν ἡμέτερον δῶ. ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν. Τὸ δὲ δῶ, ἀποκέκοπται ἐκ τοῦ δῶμα καθὰ καὶ ἐκ τοῦ ἧλος τὸ ἧλ κατὰ τὸν γεωγράφον. καὶ ἄλλα ὅμοια. καὶ ὡς τὸ παῦσαι, παῦ ἔλεγον μονοσυλλάβως κατὰ Αἴλιον Διονύσιον. <!-- 1.46 -->Ὅτι κατελθεῖν, οὐ μόνον τὸ ἁπλῶς κάτω που ἐλθεῖν, ἀλλὰ καὶ τὸ εἰς λιμένα ἐλθεῖν. ὥσπερ καὶ καταβῆναι καὶ καταπλεῦσαι καὶ καταχθῆναι καὶ κατᾶραι, τὸ ἐλλιμενίσαι λέγεται. τὸ μέντοι ἀπᾶραι τοῦ λιμένος ἀνελθεῖν καὶ ἀναβῆναι καὶ ἀναπλεῦσαι καὶ ἀναχθῆναι λέγεται. κατάπλους μὲν γὰρ, ἡ εἰς τὸν λιμένα ἔλευσις. ἀνάπλους δὲ, τὸ ἀνάπαλιν, ὡς τοῦ θαλαττίου ὕδατος ὑπερκειμένου γῆς. διὸ καὶ ὁ ποιητὴς μετʼ ὀλίγα φησί. πρὶν ἐς Τροίαν ἀναβήμεναι, ἤγουν διὰ θαλάσσης ἐκεῖ ἀνελθεῖν. ὅτι δὲ καὶ τὸ τὸν φυγάδα εἰς τὴν πατρίδα ἐλθεῖν, κατελθεῖν λέγεται, δῆλον παρὰ τοῖς μεθʼ Ὅμηρον ἀττικίζουσι. λέγεται δὲ καὶ αὐτὸ, κατά τινα κυριολεξίαν. ἐπεί περ οἷα λιμὴν καὶ ἐκείνοις ἡ πατρὶς ὑπόκειται κινδυνεῦσαι φθάσασιν. ἔχει δὲ παρʼ Ὁμήρῳ ἡ λέξις οὕτω. νῦν δʼ ὧδε ξὺν νηῒ κατήλυθον ἤγουν κατέπλευσα. ἔστι δὲ τὸ ὧδε, ἀντὶ τοῦ οὕτως. ἁπλῶς δηλαδή. καὶ ὡς εἰπεῖν, αὕτως. οὐδέποτε γάρ φασιν ὁ ποιητὴς τοπικὸν οἶδε τὸ ὧδε. καθὰ καὶ ἐν Ἰλιάδι σεσημείωται. Ἰστέον δὲ ὅτι κατὰ τὴν ὕστερον παρατήρησιν, ἡ τοῦ Μέντου πλαστὴ ναῦς, πλοῖον οὐκ ἂν λέγοιτο καθά τις οἰήσεται. Δίδυμος γάρ φασι διαφορὰν οἶδε πλοίου καὶ νηός. παραγαγὼν χρῆσιν ταύτην. Ἀλέξανδρος ὁ Μολοττὸς μεταπεμψαμένων Ταραντίνων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον, ἐξέπλευσε ναυσὶ μὲν, πεντεκαίδεκα. πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατιωτικοῖς. γενικῶς δὲ, νῆες αἱ μέν εἰσι στρογγύλαι αἱ δέ φησι στρατιώτιδες. Ὅτι ὁ εἰς ἀλλοδαπὴν πλέων, εἴποι ἂν πλέειν ἐπὶ οἴνοπα πόντον, ἐπʼ ἀλλοθρόους ἀνθρώπους. Λέγει δὲ οἴνοπα πόντον, τὸν μέλανα. ὡς ἔχοντα οἴνου ὄψιν μέλανος, περὶ οὗ ἀλλαχοῦ πλατύτερον εἴρηται. Ἀλλόθροοι δὲ ἄνθρωποι, οἱ ἀλλόγλωσσοι. καὶ ἄλλα θροοῦντες ἤγουν λέγοντες παρὰ τὰ Ἑλληνικά. ἢ ἀγνώριστοι καὶ ὑπὸ ἄλλων θροούμενοι ἤτοι λαλούμενοι. οὗτοι δὲ καὶ ἀλλόγνωτοι λεχθήσονται. Ὅτι ἐν οἷς ὁ μυθικὸς Μέντης λέγει ὡς πλέω ἐς Τεμέσην μετὰ χαλκὸν ἤγουν εἰς χαλκὸν ἢ διὰ χαλκὸν, ἄγω δʼ αἴθωνα σίδηρον, Τεμέσην ὁ ποιητὴς λέγει, τὴν Ἰταλικήν. τὸ νῦν ὥς τινές φασι Βρεντέσιον. ὁ γὰρ εἰς ταύτην ἐκ τῆς Τάφου πλέων, διέρχοιτο ἂν ἐκ παρόδου καὶ τὴν Ἰθάκην. ἐπανιὼν δὲ ἐκεῖθεν, διὰ τῆς Ἰθάκης ἔρχοιτο ἂν. καθάπερ ὁ Μέντης ὑπισχνεῖται ἐν τοῖς ἑξῆς. Ἐν δὲ τῇ τοιαύτῃ Τεμέσῃ, καὶ μέταλλα ἦσαν χαλκᾶ. ὡς δηλοῖ τὸ, ἐς Τεμέσην μετὰ χαλκόν. ἄγω δʼ αἴθωνα σίδηρον. ὡς τῶν ἐκεῖ, σπανιζόντων ἴσως σιδήρου. ἔστι δὲ καὶ Κύπρου πόλις Τεμέση κατά τινας, χαλκοφόρος καὶ αὐτή. ὁ μέντοι γεωγράφος, οὐ συνάγει εἰς ταυτὸν τὴν Ὁμηρικὴν Τεμέσην καὶ τὸ Βρεντέσιον, ἀλλʼ ἰδίᾳ μὲν περὶ Τεμέσης γράφει. ἰδίᾳ δὲ περὶ Βρεντεσίου. καὶ τὸ μὲν Βρεντέσιον, εὐλίμενον εἶναι λέγει. καὶ κέρασιν ἐλάφου ἐοικέναι φησὶ κατὰ τὸ σχῆμα, διὰ τὸ εἰς πολλοὺς κόλπους ἐκείνου πολυσχιδές. καθʼ ὁμοιότητά τινα ὡς εἰκὸς, τοῦ βιζαντίου κέρως. γλῶσσα γάρ φησι Μεσαππίων, Βρεντέσιον τὴν τῆς ἐλάφου καλεῖ κεφαλήν. περὶ δὲ τῆς Τεμέσης, ἐκεῖνος γράφει. ὅτι πόλις πρώτη Βρεττίας ἡ Τεμέση, ἡ ὕστερον Τέμψα κληθεῖσα. Αὐσόνων κτίσμα. ὕστερον δὲ, καὶ Αἰτωλῶν, ἐν ᾗ καὶ ἡρῶον Πολίτου Ὀδυσσέως ἑταίρου, ἀγριελαίαις συνηρεφές. ὃς δολοφονηθεὶς καὶ βαρύμηνις γενόμενος, ἐδασμολόγει τοὺς περιοίκους. ὅθεν ἐπὶ τῶν ἀγριαινόντων ἔξω καιροῦ παροιμία κεῖται, ὁ ἐν Τεμέσῃ ἥρως. ἤγουν ὁ ἐν οἷς οὐ δεῖ ἀγριώτατος. τὴν μέντοι ἐν Κύπρῳ Τεμέσην, Τάμασον ἀξιοῦσι διὰ τοῦ α οἱ παλαιοὶ λέγεσθαι, ἀφʼ ἧς καὶ παρὰ Λυκόφρονι ὁ Ταμάσιος κρατήρ. ἔνθα κατὰ τὸν γεωγράφον, καὶ ὁ ἰὸς τοῦ χαλκοῦ πρὸς ἰατρικὴν δύναμιν χρήσιμος, καὶ τὸ χαλκανθὲς διʼ οὗ τὸ γραφικὸν μέλαν σκευάζεται. Ἰστέον δὲ ὅτι ἐκ τοῦ χαλκοῦ, κυβευτική τις παιδιὰ, ἐλέγετο χαλκισμός. ἦν δέ φασιν αὕτη, ὀρθοῦ νομίσματος περιστροφὴ σύντονος. μεθʼ ἣν, ἔδει τὸν παίζοντα ἐπέχειν τῷ δακτύλῳ τὸ νόμισμα ὀρθόν. καὶ ἐνίκα ὁ τοῦτο κατορθώσας. Αἴθωνα δὲ σίδηρον λέγει, τὸν ἀκατέργαστον καὶ ἐπιτήδειον εἰς καῦσιν καὶ ἐργασίαν, ἐκ τοῦ αἴθω τὸ καίω. ἢ τὸν κατειργασμένον καὶ λαμπρὸν, ἐκ τοῦ αἴθω τὸ λάμπω. ἢ καὶ τὸν ἁπλῶς μέλανα, ὅθεν καὶ χροιὰ αἶθοψ ἡ μέλαινα. πάντα δὲ τὰ εἰς θῶν, φυλάττουσι τὸ ω ἐπὶ γενικῆς. οἷον. αἴθωνος. γρόνθωνος. κώθωνος. μόθωνος. ῥώθωνος. Ὅτι τὸ ἧδε ἀντὶ τοῦ αὕτη, δεικτικὸν μὲν ὂν, παροξύνεται. ἀναφορικὸν δὲ, προπερισπᾶται ὥς φασιν οἱ παλαιοὶ, ὥσπερ ἐνταῦθα, ναῦς δέ μοι ἧ δʼ ἕστηκεν ἐπʼ ἀγροῦ. ἀναφορικὸν γὰρ τὸ ἧδε, οὐ μὲν δεικτικόν. οὐ γὰρ δείκνυται νῦν ἡ ναῦς ἀλλὰ ἡ διάνοια τοῦ Τηλεμάχου εἰς ἐκείνην ἀναφέρεται. Ἰστέον δὲ ὅτι τὲ τὸ ναῦς κοινὸν ὂν, Ὅμηρος διαλύσας καὶ τὴν παραλήγουσαν ἐκτείνας, νηῢς ἔφη κατὰ τὸ, γραῦς γρηΰς. καὶ ὅτι παρὰ τοῖς ὕστερον ὥσπερ ἐκ τοῦ ναύτης κοινότερον τὸ ναυτιᾶν, οὕτω <!-- 1.47 -->καινότερον ἀπὸ τοῦ ναῦς τὸ ναυσιᾶν. ἔτι δὲ ξενίζον εἰς πλέον κατὰ τὴν τῶν παλαιῶν παράδοσιν, ἡ ἀναυσία. ὅπερ ἐστι στέρησις τοῦ μὴ ναυσιᾶν ἤγουν ναυτιᾶν. καὶ ὅτι ὥσπερ τὸ ἥδε, πῇ μὲν δεικτικόν ἐστιν ὡς εἴρηται, πῇ δὲ ἀναφορικὸν, οὕτω καὶ τὸ οὗτος, ἀναφορὰν μὲν δηλοῖ παρʼ Ἡσιόδῳ ἐν τῷ, οὗτος μὲν πανάριστος καὶ ἑξῆς. δεῖξιν δὲ, παρʼ Ὁμήρῳ ἐν τῷ, οὗτός τοι Διόμηδες ἀπὸ στρατοῦ. τὸ μέν τοι οὑτοσὶ, παραδέδοται ὑπὸ τῶν ὕστερον, δεικτικὸν εἶναι οὐ μὴν καὶ ἀναφορικόν. Τὸ δὲ ἐπʼ ἀγροῦ νόσφι πόληος, ὅμοιόν ἐστι τῷ, ἐν ἐσχατιᾷ τινι τῆς νήσου. Ὅτι Ὁμήρου εἰπόντος ἵστασθαι νῆα ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηΐῳ ὑλήεντι, φασὶν οἱ παλαιοὶ ῥεῖθρον κατὰ κύριόν τι ὄνομα, καλεῖσθαι τὸν ἐν Ἰθάκῃ λιμένα, διὰ τὸν εἰς αὐτὸν ἐκ τοῦ νηΐου καταῤῥέοντα χείμαῤῥον. Τὸ δὲ νήϊον, ὄρος Ἰθάκης νηῶν δεκτικόν. ὅθεν καὶ τὴν Ἰθάκην ὑπονήιον ἐρεῖ ἐν τοῖς ἑξῆς. τῷ δὲ Νηΐῳ τούτῳ, ὑποκεῖσθαι τὸν λιμένα λέγουσιν. ἔχει γὰρ ἡ ἱστορία οὕτως, Νήϊον, ὄρος Ἰθάκης κάθυγρον. ὅπερ εἰς τὸν ὑποκείμενον ἀποῤῥέον λιμένα, ἐκ τοῦ συμβαίνοντος τῷ λιμένι, ῥεῖθρον προσαγορεύεται. Καὶ σημείωσαι ὅτι κατὰ ταύτην τὴν ἱστορίαν, καὶ τὸ ὑπερκείμενον τοῦ λιμένος, ῥεῖθρον λέγεται καὶ οὐ μόνος αὐτὸς λιμήν. ἄλλοι δὲ, οὕτω φασί. Νήριτον, ὄρος Ἰθάκης ὡς ἐν τοῖς ἑξῆς φανήσεται. ᾧ τινι παράκειται Νήϊον ὄρος, οὗ τὰ τῶν νηῶν ἐξέδεον πείσματα. ὡς εἶναι κατὰ τοῦτον τὸν λόγον, μέρος τοῦ Νηρίτου τὸ Νήϊον. Ἰστέον δὲ ὅτι εἰς τὸ, λιμένι Ῥείθρῳ, εἴπερ οὐδετέρου γένους ἐστι τὸ, Ῥείθρῳ, συμβάλλεταί τι οὐ μικρὸν καὶ Σοφοκλέους τὸ, ὁρᾷς παρὰ ῥείθροισι χειμάῤῥοις, καὶ τὰ ἑξῆς. Τὸ δὲ ὑπὸ νηΐω, οἱ μὲν, ὑφʼ ἓν ἀναγινώσκουσι, λέγοντες ὑπονήϊον τὸν λιμένα. οἱ δὲ, ἐν δυσὶ μέρεσιν. ὑπὸ τῷ Νηΐῳ ὄρει τῷ ὑλήεντι, ἤγουν τῷ δασεῖ. ὅπερ καὶ κρεῖττον. εἰ μὲν γὰρ ἓν μέρος λόγου τὸ ὑπονήϊον ὡς ἐπίθετον τοῦ λιμένος, εἴη ἂν καὶ τὸ ὑλήεντι, ἐπίθετον τοῦ λιμένος. ὅπερ ἐστι φορτικὸν, οὐδεὶς γὰρ ἂν ὑλήεντα εἴπῃ λιμένα. ἐὰν δὲ δύο μέρη λόγου εἶεν τὸ, ὑπὸ νηΐῳ, πολλῷ ἀκριβεστέρα ἡ γραφή. ἵνα λέγῃ τὸν λιμένα κεῖσθαι ὑπὸ τῷ Νηΐῳ, ὄρει ὑλήεντι. τινὲς μέντοι, ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηρίτῳ ἔγραφον. διὰ τὸ καὶ τὸ Νήϊον, τοῦ Νηρίτου μέρος εἶναι ὡς γέγραπται. ὁ δὲ γεωγράφος λέγει καὶ ὅτι Νήϊον, ἄδηλον εἴτε τὸ αὐτό ἐστι τῷ Νηρίτῳ, εἴτε καὶ ἕτερον ὄρος ἢ χωρίον. Ὅτι φιλίαν ἀρχαίαν φράζει τὸ ξεῖνοι δʼ ἀλλήλων πατρώϊοι εὐχόμεθʼ εἶναι ἐξ ἀρχῆς εἴπερ τὸν δεῖναι εἴρηαι τουτέστιν ἐρωτήσεις ἐπελθών. Ἰστέον δὲ ὅτι τὸ πατρῷος, κτητικὸν μέν ἐστι. γίνεται δὲ ἐκ τῆς πατρὸς γενικῆς, πατροῖος ὁ τοῦ πατρός. ὡς παντὸς παντοῖος. καὶ ἐκτάσει τοῦ ο εἰς ω, πατρῷος, μένοντος τοῦ ἰῶτα ἐν προσγραφῇ. οὕτω δὲ καὶ τὸ μητρῷος γίνεται. καὶ τὸ παππῷος. στιχθέντος δὲ τοῦ προσγεγραμμένου ἰῶτα καὶ εὐθὺς ἐκφωνηθέντος. γίνεται πατρῴϊος. μητρῴϊος. παππώϊος. οὕτω καὶ ὁ μινῷος, μινώϊος ἐκφονεῖται. καὶ τὸ λῷον, λώϊον. καὶ τὸ ὑπερῷον ὑπερώϊον. ὅθεν τὸ ὑπερωΐοθεν παρὰ τῷ ποιητῇ. Ὅτι ἐρημάζοντος δηλωτικὸν τὸ, ὃν οὐκέτι φασὶ πόλινδε ἔρχεσθαι ὅπέρ ἐστιν ἀστυπολεῖν, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν. οἱ δὲ τοιοῦτοι ὁποῖος καὶ ὁ γέρων Λαέρτης καὶ οἱ ἄλλως δὲ κατὰ τοὺς ἀμφὶ τὸν Εὔμαιον ἐν ἐσχατιαῖς οἰκοῦντες, ἄγροικοι προπαροξυτόνως λέγονται, καὶ ἡ αὐτῶν οἴκησις, ἀγροικία κατὰ ἰδέαν δριμύτητος ἤγουν γλυκύτητος ὡς δηλοῖ Ἀθήναιος ἐν τῷ, εἰς τὸ ὄρος ὁρμώμενοι, τὰς ἀγροικίας κακοποιοῦσι πολλοὶ συναθροισθέντες. ἄλλως δέ γε, ἀγροῖκος μὲν προπερισπωμένως, ὁ ἀπαίδευτος. ἀγροικία δὲ κοινότερον σκωπτικῶς, ἡ τοῦ τοιούτου ἀγροίκου φαύλη ἕξις. ἴσως δὲ, ὁ ἐν παροξυνήσει ἀγρότης, ὁ αὐτός ἐστι τῷ ἀγρεῖος. ὃ διὰ διφθόγγου γράφεται κατὰ τὸ ἀργεῖος. Ὅτι ὁ γέρων Λαέρτης εἰς τὴν πόλιν οὐκέτι ἤρχετο, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα ἔπασχε γρηῒ σὺν ἀμφιπόλῳ. ἥτις αὐτῷ βρῶσιν τε πόσιν τε παρετίθει ὅτε ἂν αὐτὸν κάματος κατὰ γυῖα λάβῃ, ἑρπύζοντα ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο. οὗ ἡ σύνθεσις, κατὰ τὸ στρατόπεδον. πλὴν, οὐχʼ ὥσπερ στρατὸς στρατόπεδον, οὕτω καὶ οἶνος οἰνόπεδον, ἀλλὰ ὥσπερ τιμὴ Τιμόθεος, οὕτως ἂν εἴη καὶ οἴνη οἰνόπεδος. Σημείωσαι δὲ ὅπως οὐκ ἄλλως οὐδὲ τῷ γέροντι τροφὴ δίδοται εἰ μὴ κάματος αὐτὸν λάβῃ. Ὅρα δὲ καὶ οἷον ἡ λύπη. τὸν γὰρ βασιλέα Λαέρτην, τὸ ἐπὶ τῷ παιδὶ πένθος εἰς τοὺς ἀγροὺς μετώκιε. καὶ ζῆν οἰκτρῶς καὶ οἷον δουλικῶς ἀνέπεισε. καὶ βίον τρίβειν μονίαν καὶ κατηφῆ ὡς ὁ τὴν Ὀδύσσειαν παραφράσας ῥήτωρ γράφει. ἴσως δὲ, καὶ μὴ φέρων τὴν ὕβριν τῶν μνηστήρων ὁ σώφρων γέρων, ἐκτοπίζεται. καὶ ἀντὶ ἀστοῦ, ἀγρεῖος γίνεται. ταυτόν δʼ εἰπεῖν ἄγροικος. χρῆσις δὲ ἀγρείου τοιούτου, παρὰ τῷ εἰπόντι ὡς οἱ ἄγροικοι, καὶ κραδοφάγοι λέγονται καὶ <!-- 1.48 -->κραδοπῶλαι, ὡς ἀπὸ φύλλων καὶ δένδρων ποριζόμενοι. Σημείωσαι δὲ ὅτι ταῦτα μὲν, προεκθετικὴ ὡσανεὶ κεφαλαίωσίς ἐστι τῶν ἐσύστερον περὶ Λαέρτου ῥηθησομένων. μετʼ ὀλίγα μέντοι, καθαρὰ προέκθεσις φανεῖται ἐν τῷ, οὔτοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης ἔσσεται, καὶ ἑξῆς. Ἁπλότητος δὲ ἡρωϊκῆς καὶ ἀφελείας, ἡ διʼ ἀμφιπόλου γραὸς ὑπηρεσία. ἧς εὐθεῖα, οὐ μόνον γραῦς ὡς ναῦς, καὶ γρηῦς ὡς νηῦς ἐξ ὧν τὸ νηῒ καὶ γρηῒ, ἀλλὰ καὶ γρηΐς, ἔτι δὲ καὶ γραΐς. ὅθεν τὸ γραίδιον ὑποκοριστικῶς. καὶ συνῃρημένως; γρᾴδιον. οἷον, μετὰ γρᾳδίου βαρβάρου διατελῶν, Τὸ δὲ ὅτε ἂν αὐτὸν κάματος κατὰ γυῖα λάβῃ, ἐντελέστατα εἴρηται. καὶ χρὴ ἔχειν αὐτὸ εἰς σαφήνειαν τοῦ, περὶ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα καὶ φλοιόν. καὶ τῶν ὁμοίων. ὡς λειπούσης καὶ ἐκεῖ τῆς κατα προθέσεως. εἰ δὲ ἦν, ὅτε ἂν αὐτὸν κάματος γυῖα λάβῃ, ἦν ἂν καὶ αὐτὸ ἐλλειπτικῶς ὅμοιον ἐκείνοις. Ἑρπύζειν δὲ λέγεται νῦν ὡς ἐκ μεταφορᾶς, τὸ βραδέως βαδίζειν, ἢ διὰ γῆρας, ἢ καὶ διὰ λύπην πολλὴν τὴν ἐπὶ τῷ φίλῳ υἱῷ καθὰ καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι ὁ σθεναρώτατος, καὶ ὠκύτατος, ἑρπύζει περὶ τὴν τοῦ ἑταίρου πυρκαϊάν. Γουνὸς δὲ, ὁ γόνιμος τόπος καὶ κάρπιμος, ἀπὸ τοῦ γονὸς ὀξυτόνου ὀνόματος, Ἰωνικῇ ἐπενθέσει τοῦ υ. γόνος μὲν γὰρ βαρυτόνως, ὁ γεννώμενος. γονὸς δὲ πρὸς διάφορον σημασίαν ὀξυτόνως, ὁ γόνιμος. Ἀλωὴ δὲ, τριχῶς. ἥ, τε σιτοφόρος γῆ. καὶ ἡ δενδροφόρος. καὶ ἡ ἀμπελόφυτος. διὸ καὶ ὁ ποιητὴς ἀλωῆς εἰπὼν, ἐπήγαγε καὶ οἰνοπέδοιο, ἵνα μὴ ἀσαφὴς ἡ λέξις ᾖ, ἀορισταίνουσα διὰ τὸ πολυσήμαντον. Ἰστέον δὲ ὅτι ἀλωή ποτε, καὶ ἡ ἅλως ἐκ τοῦ ἀλοίω τὸ τύπτω καὶ συντρίβω, ἐκτάσει τοῦ ο εἰς ω. ἔνθα τρίβονται οἱ καρποί. Ὅτι ἐπιδήμιος ἁπλῶς μὲν, ὁ ἐξ ἀλλοδαπῆς εἰς τὴν πατρίδα ἐλθών. ἐνταῦθα δὲ ἐπὶ Ὀδυσσέως, καὶ πλεῖόν τι ἡ λέξις ἐμφαίνει. ἐπεὶ γὰρ ἐν δήμῳ Ἰθάκης ἐστὶ τὸ τοῦ Ὀδυσσέως βασίλειον, λέγοιτο ἂν αὐτὸς ἐπιδήμιος εἶναι, καὶ ὡς εἰς τὸν τοιοῦτον δῆμον ἐλθών. ἐν δὲ Ἰλιάδι ἐπιδήμιος πόλεμος, ὁ ἐμφύλιος. Ὅτι βλάπτειν ὁδοῦ ἢ κελεύθου, τὸ κατέχειν καὶ κωλύειν. ἔστι δὲ καὶ βλάβω σεσιγημένος ἐνεστώς. ἐξ οὗ τὸ, βλάβεται δέ οἱ γούνατʼ ἰόντι. καὶ τὸ ἐβλάβη. καὶ ὄνομα ἡ βλάβη. καὶ τὸ ἀπʼ αὐτῆς βλάβος παρὰ τῷ κωμικῷ πρὸς ὁμοιότητα τοῦ, δίψα δίψος καὶ τῶν ὁμοίων. Ἰστέον δὲ ὅτι καθὰ τὸ βλάπτω ἐν τῇ διφορήσει ἀναφαίνει τὸ β οὕτω σὺν ἄλλοις καὶ τὸ στρέφω. καὶ δῆλον αὐτὸ, ἔκ τε τοῦ στρεβλὸς, καὶ τοῦ στραβὸς, οὗ παρώνυμον ὁ Στράβων. ἔτι δὲ καὶ ἐκ τοῦ ἀστράβη. ὃ σημαίνει σέλλαν καὶ σαγμάριον. οἷον. ἠπειλήσατο τῷ ὀνηλάτῃ, τὰ γύναια καταβαλεῖν σὺν τοῖς ὀναρίοις καὶ ταῖς ἀστράβαις. Ἔτι ἰστέον καὶ ὅτι βλάπτειν κυρίως τὸ ἐμποδίζειν τὸν τρέχοντα, καὶ οἱονεὶ βάλλειν ὅ ἐστι ῥίπτειν καὶ οὕτως ἰάπτειν. ἐξ ὧν δοκεῖ τὸ βλάπτειν συγκεῖσθαι. καὶ ἔστιν ὅμοιον, βλάπτειν εἰπεῖν καὶ σφάλλειν. οὗ τὸ ἀνάπαλιν, ἀνασφάλλειν. ἤγουν ἀνίστασθαι καὶ ὀρθοῦσθαι. καὶ Ὅμηρος οὖν οὐχʼ ἁπλῶς εἶπε βλάπτειν ἀλλὰ βλάπτουσι κελεύθου, ἤτοι ἐμποδὼν γίνονται εἰς ὁδόν. Ὅτι τὸ, ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ, προϊών που ὁ ποιητής, παρῳδεῖ κατὰ τὴν τοῦ ἔπους ἀρχὴν, οὕτω. εἰς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ, τοῦτο δέ τις παρῳδήσας ἐν τῷ τέλει ἀστείως, ἐπὶ προσώπου ἀξιολόγου ἐρεῖ. εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέϊ κόσμῳ. οἱονεὶ λέγων ὅτι ὁ δεῖνα μόνος ἐναπέμεινε τῷ κόσμῳ. καὶ προσφωνητικῶς δέ ποτε ἐρεῖ πρός τινα. εἷς δʼ ἔτι που ζωὸς κατερύκεαι, καὶ ἑξῆς. Ὅτι τὸ ἀμφιρύτη ὥσπερ ἐν τοῖς πρὸ τούτου, οὕτω καὶ ἐνταῦθα διὰ τὸ μέτρον, ἓν ἔχει ἀμετάβολον. Ὅτι ὁ ποιητὴς χρησμοῦ μιμεῖται λοξότητα ἐν οἷς ὁ Μέντης πῇ μὲν, λέγει ὅτι ζῶν Ὀδυσσεὺς κατερύκεται ἐν νήσῳ ἀμφιρύτῃ, ὅπέρ ἐστιν ἀληθές. πῇ δὲ, ὅτι χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν ἄγριοι, ὅπερ οὐκ ἀληθές. ἡ γὰρ τοιαύτη νῆσος, ἔκτοπος καὶ ἀοίκητος ἀνδράσι πλάττεται. Καὶ σημείωσαι ὅτι συνεπιπλέκονται ὧδε τὰ ἀληθῆ τοῖς μὴ τοιούτοις, ὡς ἂν ἡ τοῦ μέλλοντος γνῶσις ἀνθρωπίνως ταράττοιτο. καὶ ἵνα μὴ δὲ ἀπίθανος ὁ λόγος δοκοίη. πῶς γὰρ ὁ φαινόμενος οὗτος Μέντης οἶδεν εἰ καὶ ἀοίκητος ἡ νῆσος ἐστὶν ἐν ᾗ κατέχεται Ὀδυσσεύς; ἄλλως τε, οὐδὲ ἀναγκαῖον ἦν, οὐδὲ συνέφερε γνωσθῆναι τῷ Τηλεμάχῳ τῷ ἀληθές. εἰ γὰρ ἔμαθεν οὕτως ἐκτετοπίσθαι τὸν πατέρα ἐν ἐρημίᾳ καὶ ὑπὸ θεᾶς δὲ κωλύεσθαι, ἀπέγνω ἂν τὴν ἐκείνου ἐπανέλευσιν καὶ οὐκ ἂν ἀπεδήμησε διʼ ἐκεῖνον. καὶ συνέβαινεν ἐκ τούτου, ἐλλελεῖφθαι τῇ ποιήσει μυρίας χάριτας. Ἀγρίους δὲ ἄνδρας, ἡ μὲν κωμῳδία, ἐπὶ ἄλλης φαυλότητος τίθησιν. ὁ δὲ ποιητὴς, τοὺς λῃστρικοὺς οὕτω καλεῖ ὡς ψευδομένους τὴν κατʼ ἄνθρωπον ἡμερότητα διὰ χαλεπότητα. διὸ ἐκ παραλλήλου γράφων, φησί. χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν ἄγριοι.

<!-- 1.49 -->Ὅτι τὸ ἐνθυμεῖσθαι, ἐν θυμῷ βάλλειν φησί. καὶ ὅτι τὸ, ὡς ἐν θυμῷ ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω, στοχαστικὴν τέχνην εἶναι, δηλοῖ τὴν μαντευτικήν. ὡς δοκεῖ καὶ τοῖς μεθʼ Ὅμηρον σοφοῖς. τοῦτο γὰρ δηλοῖ τὸ, ὡς τελέεσθαι ὀΐω. ἤγουν νομίζω. στοχάζομαι. Καὶ ὅρα τὸ τελέεσθαι ἀφʼ οὗπερ οὐ μόνον ἀτελὲς τὸ μήπω τελεσθὲν, καὶ ἀτέλεστον τὸ ἀδύνατον τελεσθῆναι, ἅπερ ὁ ἐναλλάσσων ἀκυρολογεῖ κατὰ τοὺς παλαιοὺς, ἀλλὰ καὶ ἀποτελεσματικὴ σοφία λέγεται παρὰ τοῖς μεθʼ Ὅμηρον, καὶ σοφοὶ ἀποτελεσματικοί. Μέμικται δὲ καὶ ἐνταῦθα ὡς ἀνωτέρω, τὸ ψεῦδος τῇ ἀληθείᾳ. ὅτι μὲν γὰρ ἐν θυμῷ ἀθάνατοι βάλλουσι σωθῆναι τὸν Ὀδυσσέα, ἀληθὲς, τὸ δὲ τελέεσθαι ὀΐω, ψευδές. οὐ γὰρ ὀΐεται τὸ μέλλον ἀνθρωπίνως ἡ τοῦ Διὸς Ἀθηνᾶ, ἀλλὰ οἶδε. Βάλλουσι δὲ, ἀντὶ τοῦ νοοῦσιν ἐπιτυχῶς καὶ ὡς εἰπεῖν, ἐπηβόλως. ἢ τιθέασιν.

Ὅτι ἐν μὲν τῇ Ἰλιάδι εἰπὼν ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ ὀνειροπόλον, τῷ τοῦ μάντεως ὀνόματι τὸν οἰωνοπόλον ἐδόκει δηλοῦν κατʼ ἐξοχὴν, ὡς ἐῤῥέθη ἐκεῖ. ἐνταῦθα δὲ λέγων ὅτι οὔ τέ τι μάντις ἐὼν οὔ τε οἰωνῶν σάφα εἰδώς, ἤγουν κατὰ τὸν παραφραστὴν, οὐ βλέπων εἰς οἰωνοὺς ἀλλὰ δηλαδή φησιν ὡς ὁ θεὸς κινεῖ καὶ αὐτὰ τὰ πράγματα ὑποβάλλει προθεσπίζων, μάντιν μὲν εἰπεῖν δοκεῖ γενικώτερον, τὸν ἁπλῶς ὁπωσοῦν μαντευόμενον. τὸν δὲ οἰωνοπόλον, ἰδίᾳ ὡς εἶδος τοῦ μάντεως ἐκφωνῆσαι. οὕτω δὲ καὶ ἀλλαχοῦ ἐν τῇ Ἰλιάδι μάντεως μνησθεὶς, ἐπιφέρει τὰ εἴδη. τὸν θυοσκόον καὶ τὸν ἱερέα. ἴσως δὲ ἐνταῦθα καὶ κατὰ πολυωνυμίαν, ταυτὸν δηλοῖ ὅ, τε μάντις, καὶ ὁ σάφα εἰδὼς οἰωνῶν. εἰ γὰρ ὄρνις καὶ οἰωνὸς λέγεται πᾶν τὸ σημαντικὸν τοῦ μέλλοντος, εἴη ἂν ἐκ παραλλήλου θέσεως, καὶ ὁ ἁπλῶς μάντις καὶ ὁ οἰωνοὺς εἰδὼς, ὁ αὐτός. καὶ ἄλλως δὲ μάντις μὲν, ὁ ἔνθεος καὶ θεοφορούμενος, παρὰ τὸ μαίνεσθαι, εἴπερ καὶ ἡ μαντεία θεία μανία παρὰ τοῖς παλαιοῖς ἐδοξάζετο. καὶ μανική τις ἡ μαντική. Τὸ δὲ ἐὼν ἤγουν ὑπάρχων, κοινῶς μὲν, δοκεῖ ἀπὸ τοῦ ἦον δευτέρου ἀορίστου γενέσθαι, διὸ καὶ ἀναλόγως ὀξυτονεῖσθαι. Ἡρακλείδης δὲ, παραλόγως ὀξύνεσθαι αὐτό φησι, καὶ ἡμαρτῆσθαι. λογιζόμενος αὐτὸ, οὐ μετοχὴν δευτέρου ἀορίστου ἀπὸ θέματος βαρυτόνου τοῦ ἔω, ἀλλὰ καὶ ἐκ περισπωμένου τοῦ ὦ ἤγουν ὑπάρχω. ἔτι δὲ λέγει σφοδρῶς, καὶ ὅτι ἔγωγε ἄνοιαν καταδικάζω τῶν οἰομένων ἐπέκτασιν τῆς ὢν, εἶναι τὴν ἐὼν μετοχήν. οὐδεμία γάρ φησιν εἰς ων λήγουσα μετοχὴ, ἐπεκτείνεται διὰ τοῦ ε. εἶτα γράψας τὰ δοκοῦντα ἐν οἷς καὶ ὅτι πᾶσα μετοχὴ εἰς ων λήγουσα καθαρὸν ὀξύτονος τὸ ι ἔχει παραλῆγον. οἷον, πιὼν, κιὼν, ἰὼν, ἐπάγει. ὥστε ἄμεινον ἡμῶν, Βοιωτοὶ τὴν ἐὼν, ἰὼν λέγουσι. μέμφεται δὲ καὶ τὸν Σιδώνιον Διονύσιον, εἰπόντα διαλέκτῳ Ἀτθίδι πεποιῆσθαι ὅσα πλεονάζει τὸ ε καταρχάς. ὧν ἐστὶ καὶ τὸ ἐμῳνοχόει. καὶ τὸ ἐὼν, ἀγνοεῖ δέ φησιν ἐκεῖνος τὸ, ἔργων ἐέρων. καὶ τὸ, ἔλπων ἐέλπων. καὶ τὸ, ἀλλὰ σύπέρ μοι ἔειπε ἀντὶ τοῦ εἰπέ. ὃ καὶ σημείωσαι ὡς καινόν. τὰ πλείω γὰρ τῶν Ὁμηρικῶν ἀντιγράφων, ἀλλὰ σύπέρ μοι εἰπὲ γράφουσιν. Οἰωνῶν δὲ εἰδὼς, ὁ τὰς ἐκ τῶν οἰωνῶν ἤτοι μαντικῶν σημείων μεθόδους ἔχων, καὶ τοῦ μέλλοντος ἐκεῖθεν κατευστοχῶν τεχνικῶς. Ὅρα δὲ ὅτι ἐν μὲν Ἰλιάδι, εὖ εἰδὼς τόξων ἔλεγε, καὶ τοιαῦτά τινα κατὰ σύνταξιν γενικήν. ἐνταῦθα δὲ, σάφα εἰδὼς οἰωνῶν. ἁπλῶς δὲ, τὸ εἰδὼς, εὕρηται γενικῇ συντάσσων ὁ ποιητὴς ἐν πολλοῖς. οὐχʼ ὡς μετοχὴν λαμβάνων αὐτὸ, ἀλλʼ ἀντὶ ὀνόματος τοῦ, τεχνίτης καὶ εἰδήμων καὶ ἐπιστήμων. ἢ ἀντὶ τοῦ, τέχνην ἔχων καὶ εἴδησιν. ὁ δʼ αὐτὸς καὶ τὸ γνῶ, γενικῇ συντάσσει ἐν τῷ, γνώτην ἀλλήλοιϊν. ἤγουν γνώριμοι ἀλλήλοις ἐγένοντο. Σημείωσαι δὲ ὅτι παρακειμένων ἀλλήλοις τριῶν τούτων. τοῦ οἰωνός. τοῦ ὄρνις. καὶ τοῦ στρουθός. οἰωνὸς μὲν καὶ ὄρνις, λαμβάνονταί ποτε καὶ εἰς μέλλουσαν σημασίαν. οἷον, οἰωνὸς ἢ ὄρνις ἐπετάσθη ἀετὸς τυχὸν ἢ ἱέραξ. καὶ ἦν αὐτὸς, οἰωνὸς αἴσιος. ἢ ὄρνις ἐναίσιμος. τουτέστι δηλωτικὸς αἴσης τοιᾶς δέ τινος. στρουθὸς μέντοι, ἐπὶ τοιαύτης ἑρμηνείας οὐχʼ εὕρηταί που. αἴτιον δʼ ἴσως, ὅτι οὐδὲ καθολικὸν ὄνομα ὁ στρουθὸς ἢ θηλυκῶς εἰπεῖν ἡ στρουθὸς ἔστιν. εἰ γὰρ καί τις κωμικὸς εἰπὼν ὡς ἐκολάκευσεν οὐ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιος, ἀλλὰ τοῖσι στρουθίοισι χαυνοῦσα ὁμοίως, κοινοῦται καὶ ἄλλοις ὀρνέοις τοὔνομα τῆς στρουθοῦ, ἀλλʼ αὐτὸ οὐκ ἔστιν ἀναντίῤῥητον. ἀρέσκει δὲ μᾶλλον, στρουθοὺς λέγεσθαι ὡς ἐπὶ πολὺ τὰς ὁμοειδεῖς τῇ Ὁμηρικῇ, περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. οὓς ἡ πολλὴ μὲν εἴδησις, ὀχευτικοὺς οἶδε. Τερψικλῆς δέ τις, καὶ τοὺς ἐμφαγόντας αὐτῶν, καταφόρους λέγει πρὸς τὰ ἐς Ἀφροδίτην γίνεσθαι. οἴδασι δὲ οἱ σοφοὶ καὶ ἑτεροίας στρουθοὺς, οὐ μικρὰς ἐκεῖνας ἀλλʼ ἀληθῶς μεγάλας, ὡς δηλοῖ τὸ, μεγάλας στρουθούς. ὧν γνῶσις ἦν καὶ τῷ κωμικῷ. ἐλέγοντο δὲ αὗται, καὶ <!-- 1.50 -->Λιβυκαὶ στρουθοί. καὶ στρουθοὶ δὲ καταμόνας. οἷον. ἀφείθη ἐλεφάντων ἅρματα κ δ. συνωρίδες τράγων, ἑξήκοντα. βουβαλίων ι ε. στρουθῶν, ὀκτώ. ποτήριον δέ τι Περσικὸν στρουθίον καλούμενον ὥς φησιν Ἀθήναιος, ἄδηλον ἐκ ποίων στρουθῶν παρωνόμασται. τὸ μέντοι στρουθίζειν ὅ φησιν ὁ κωμικὸς, ἐκ τῆς Ὁμηρικῆς παρῆκται στρουθοῦ. Ὅτι ὅτε λέγει ὁ μυθικὸς Μέντης ἤγουν ἡ Ἀθηνᾶ, ὡς μαντεύσεται τὸ ἀληθὲς οὔτε μάντις ἐὼν οὔτε οἰωνοὺς εἰδὼς, προσυπακουστέον ἔξωθεν τὸ, ἀλλὰ φύσει τὸ μέλλον εἰδὼς ὡς θεὸς δῆθεν καὶ αὐτομαθής. ἐσχημάτισται γὰρ καὶ ἐνταῦθα ὁ λόγος ἐλλειπτικῶς πρὸς ἐπίκρυψιν. καὶ ἡ μὲν ἄρσις, ἐκφωνεῖται. ἤγουν τὸ οὔ. ἡ δὲ θέσις, ἐπεκρύβη. ἤγουν τὸ ἀλλὰ. ὅμοιον δὲ τῷ σχήματι τούτῳ, καὶ τὸ, οὐ γὰρ σῖτον ἔδουσιν οὐ πίνουσιν αἴθοπα οἶνον. καὶ ἐνταῦθα γὰρ ἔξωθεν αἱ θέσεις νοοῦνται, τὸ ἀλλὰ ἀμβροσίαν ἔδουσιν. ἀλλὰ νέκταρ πίνουσιν. Ὅτι δὲ Ἰακόν ἐστι τὸ ἐὼν ἢ Αἰολικὸν ἢ Δωρικὸν, πάντες γὰρ αὐτῷ χρῶνται, Ἡρακλείδης ἔγραψέ που. ἔνθα ἔφη καὶ ὅτι, ὡς ἐλθὼν ἐλθέτω καὶ τὰ ὅμοια, οὕτως ἐὼν ἐέτω. καὶ ἀναλόγῳ κράσει, εἴτω διὰ διφθόγγου. ὡς φιλείτω. πλείτω. καὶ Δωρικῶς ἤτω. Δοριεῖς γὰρ, οὕτω μεταποιοῦσι τὰς τοιαύτας παραληγούσας, τὸ φιλείτω νοείτω, φιλήτω καὶ νοήτω λέγοντες. Ὅτι ὥσπερ ξεσμὸς ξέσμα παρʼ Ἀττικοῖς. καὶ ἀσπασμὸς ἄσπασμα. καὶ βρεχμὸς βρέχμα, οὕτω καὶ δεσμὸς δέσμα. φησὶ γὰρ ὅτι πολυμήχανος ὁ Ὀδυσσεὺς, καὶ φράσεται ὅπως ἂν εἰς τὴν πατρίδα νοστήσῃ εἴπέρ τε σιδήρεα δέσματα ἔχῃσιν. ὅμοιον δὲ τοῖς ῥηθεῖσι καὶ τὸ ἐχμὸς ἔχμα. ἀναιδέος ἔγχματα πέτρης. ἐνταῦθα δὲ καὶ σχῆμα ἀμφιβολίας ἐστίν. ἢ γὰρ δηλοῖ ὅτι ἐὰν καὶ σιδήρεοι δεσμοὶ ἔχωσι τὸν Ὀδυσσέα ἤτοι ἐπέχωσιν, ἢ ἐὰν σιδηρέους δεσμοὺς ἔχῃ ὁ Ὀδυσσεὺς ἤτοι φέρῃ περὶ αὐτόν. ὥσπερ καὶ δακτύλιον καὶ ἱμάτιον ἔχειν τις λέγεται. πῶς δὲ πολυμήχανος Ὀδυσσεὺς, ἐν τοῖς ἑξῆς που δηλωθήσεται. Ἰστέον δὲ ὅτι περὶ ἀνδρὸς φυγάδος μὲν τῆς πατρίδος δραστηρίου δὲ καὶ σοφοῦ καὶ ἐφιεμένου κατελθεῖν, ῥηθήσεται τὸ Ὁμηρικὸν χωρίον τὸ, οὔτοι ἔτι δηρόν γε φίλης ἄπο πατρίδος αἴης ἔσσεται οὐδʼ εἴπέρ τε σιδήρεα δέσματʼ ἔχῃσι. φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστι. Τὸ δὲ Ὁμηρικὸν δέσμα, δεσμὸν ἐν ἄλλοις ἔστιν εὑρεῖν κατὰ γένους μεταπλασμόν. ὁποῖον καὶ τὸ ζυγόν. καὶ τὸ κέλευθον. καὶ τὸ λύχνον. καὶ ἕτερα μυρία ὅσα. Δῆλον δὲ, ὅτι ταυτόν ἐστι σιδήρεον δέσμα καὶ σιδηροπέδην ἢ σιδηρᾶν ποδοκάκην εἰπεῖν. τινὲς δὲ καὶ τὸ ζητρεῖον ποδός φασι δεσμόν. Ὅτι δὲ τοῦ δεσμὸς καὶ τοῦ δέσμα, ἔστι καὶ θηλυκὸν ἡ δέσμη, δηλοῖ καὶ χρῆσις Ἀλέξιδος ἐν τῷ, καὶ θύμου δέσμαί τινες. Σημείωσαι δὲ καὶ ὅτι τὸ, φράσσεται ὥς κε νέηται καὶ ἑξῆς προέκκειται, προαναφώνησίς ἐστιν ἤτοι προέκθεσις ῥητορική. ταυτὸν δʼ εἰπεῖν, ὑπόσχεσις παραμυθουμένη τὸν ἀκροατήν. προλαλεῖ γὰρ, ὡς εἰ καὶ ἀμήχανόν ἐστι τὸν Ὀδυσσέα ἐκ τῆς κατὰ τὴν Καλυψὼ νήσου πλεύσαντα νοστῆσαι οἴκαδε, ἀλλʼ ἐκεῖνος πολυμήχανος ὢν καὶ διατοῦτο καὶ ναυπηγεῖν εἰδὼς, νέηται ἤγουν νοστήσει εἰς τὴν πατρίδα. τὸ γὰρ τοιοῦτον νέεσθαι, δῆλον ὅτι τὸν νόστον παράγει. Τοῦ δὲ φράσσεται, πρωτότυπον τὸ φῶ ἐξ οὗ πλεονασμῷ τοῦ ρ, φρῶ. ὅθεν τὸ φράζω. καὶ περὶ μὲν τοῦ φῶ καὶ τῆς κατʼ αὐτὸ ὁμωνυμίας, ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. τὸ δὲ φράζειν καὶ φράζεσθαι, ὁμωνυμίαν καὶ αὐτὸ ἔχει. καὶ νῦν μὲν, τὸ βουλεύεσθαι δηλοῖ. ἀφʼ οὗ καὶ φραδὴς νοῦς. ὡς τὸ, φραδέος νόου τέτυκται. καὶ ἀριφραδὴς ὁ ἄγαν συνετός. οὗ διέσταλται κατὰ τόνον, Ἀριφράδης τὸ κύριον, καὶ φράδμων ὁ βουλευτής. οἷς ἐναντίον, ὁ ἀφραδής. τιθέμενος καὶ ἐπὶ νεκύων κατὰ τὸν ἐξωτερικὸν μῦθον. ἔτι δὲ λέγεται φράζειν, καὶ τὸ λαλεῖν λεκτικῶς. ὅθεν καὶ φράσις καὶ περίφρασις καὶ παραφραστὴς καὶ ὅσα τοιαῦτα. δοκεῖ δὲ ἔκ τινος ἑτεροσημάντου φῶ καὶ φρῶ, γίνεσθαι τὸ φράσσω. ἀφʼ οὗ ὁ κατάφρακτος στρατιώτης καὶ οἱ φραγμοὶ καὶ ὅσα τοιαῦτα. Ὅτι ὡς καὶ ἀλλαχοῦ φαίνεται, τὸ ῥῆμα μὲν τοῦ λέγειν, οἶδεν ὁ ποιητής. ὡς καὶ ἐνταῦθα ἐν τῷ, ἀτρεκέως κατάλεξον. τὸ δὲ ἐξ αὐτοῦ ὄνομα τὸ λόγος, οὐκ οἶδεν, ἀλλὰ μῦθον ἀεὶ τὸν λόγον φησίν. ἔστι δὲ πάντως τὸ κατάλεξον ταυτὸν τῷ, ἀγόρευσον. διὸ καὶ ἐπάγεται τὸ, μάλʼ ἀτρεκέως ἀγόρευσον. Ὅτι ἐκ τῆς κεφαλῆς καὶ τῶν ὀμμάτων χαρακτηρίζεται ἡ τοῦ Τηλεμάχου πρὸς τὸν πατέρα ὁμοιότης, ἐν τῷ, αἰνῶς κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας ἐκείνῳ. ὁ δὲ λόγος ἁρμόζει παντὶ ἔχοντι πρὸς τὸν τεκόντα ἐμφέρειαν. ἐρεῖ δέ τι τοιοῦτον καὶ ἐν τοῖς ἑξῆς ὁ Μενέλαος ὃς ἔκ τε χειρῶν καὶ ποδῶν καὶ ὀφθαλμῶν βολῆς καὶ χαίτης, τὴν πρὸς τὸν Ὀδυσσέα τῷ Τηλεμάχῳ συνάξει ὁμοιότητα. Ὅτι κυρίως μὲν, τὸ μίσγεσθαι λέγεται ἐπὶ ὑγρῶν. χείμαῤῥοι γοῦν ἐν Ἰλιάδι μίσγεσθαι λέγονται, ὅθεν καὶ ἡ μισγάγκεια. <!-- 1.51 -->καὶ κήρυκες οἶνον ἔμισγον ἐν κρατῆρσι καὶ ὕδωρ. ἐνταῦθα δὲ, φίλοι ἀλλήλοις θαμὰ μίσγεσθαι λέγονται. συνακίρναται γάρ πως ἡ φιλία τοῖς ἤθεσι. καὶ ἔστι σωμάτων μὲν, τὸ παρατίθεσθαι. ψυχῶν δὲ, τὸ μίσγεσθαι, συνανακιρναμένων φιλικῶς. δῆλον δὲ ὅτι καὶ ἐπὶ συνεύνων τὸ μίσγεσθαι λέγεται. καὶ ὡς οἰκεία ἡ λέξις ἐπὶ μάχης καὶ ἔριδος. ὅθεν καὶ τὸ ἐπιμὶξ μάχεσθαι. οἴδασι δὲ καὶ φιλόσοφοι τὴν αὐτὴν λέξιν ἐν τοῖς κατʼ αὐτοὺς συλλογιστικοῖς σχήμασιν. Ὅτι ἀναβῆναι εἰς Τροίαν ὡς καὶ προεγράφη, τὸ ἀναπλεῦσαι. δῆλον δὲ ὅτι καὶ βῆναι τὸ τοιοῦτον λέγεται, οὐχʼ ἁπλῶς μέντοι ἀλλὰ μετὰ νηὸς, ὡς δηλοῖ τὸ, ἔνθά περ ἄλλοι Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλαις ἐπὶ νηυσί. καὶ ὅρα τὸ, Ἀργείων οἱ ἄριστοι οὓς ὡς ἀρίστους ἥρωας ἐν Ἰλιάδι καλεῖ ὁ ποιητής. Ὅτι τὸ πεπνυμένος ὁ φρόνιμος, ἀπὸ τοῦ πνύω ἐνεστῶτος γίνεται, αὐτὸ δὲ, ἢ ἀπὸ τοῦ πονῶ πονύω κατὰ συγκοπὴν ὃ δηλοῖ τὸ ἐνεργῶ. ἐνεργὴς γὰρ ὁ φρόνιμος, ἢ ἀπὸ τοῦ πινύσσω τὸ φρονῶ. ἐξ οὗ καὶ ἀπινύσσειν τὸ ἀφραίνειν. καὶ πινυτὸς ὁ φρόνιμος. Ὅτι λόγου μειρακιώδους καὶ ἀφελοῦς τὰ τοῦ Τηλεμάχου μιμητικῶς ὑπὸ Ὁμήρου γραφέντα. ἐν οἷς ἐρωτηθεὶς εἰ τοῦ Ὀδυσσέως ἐστὶν υἱὸς, λέγει ἁπλοϊκῶς ὅτι ἡ μήτηρ μέν φησιν Ὀδυσσέως ἐμὲ εἶναι υἱὸν, αὐτὰρ ἔγωγε οὐκ οἶδα, οὗ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω. ἤγουν ἡ μήτηρ μὲν εὖ γινώσκουσα, τοῦ Ὀδυσσέως ἐμὲ υἱὸν εἶναι φησὶν, ᾗ τινι πάντως καὶ πείθομαι. ἐγὼ μέν τοι οὐκ οἶδα ἐξ ἐμαυτοῦ δηλονότι. ὅτι μὴ δὲ ἄλλως τις ἀφʼ ἑαυτοῦ ἔγνω πόθεν γέγονεν, εἰ μὴ μάλιστα μὲν, ἐκ μητρὸς ἤδη δὲ καὶ ἀπʼ ἄλλων εὖ εἰδότων. διὸ καὶ φησί. τοῦ μʼ ἐκ φασὶ γενέσθαι, ἐπεὶ σύγε τοῦτο ἐρεείνεις. Καὶ ὅρα ὅτι οὐκ εἶπεν ἡ μήτηρ μέν με φησὶ τούτου εἶναι αὐτὰρ ἐγὼ οὐ πείθομαι, ἀλλὰ οὐκ οἶδα οἴκοθεν. πείθομαι δὲ δηλαδὴ τῇ μητρί. διὸ καὶ ἐπάγει, ὡς δὴ ἔγωγʼ ὄφελον μάκαρος δή τινος εἶναι υἱός. Ὀδυσσεὺς γὰρ ἀποτμότατος ἐγένετο ἀνθρώπων. Πιστεύων ἄρα τῇ μητρὶ, ἀπεύχεται Ὀδυσσέα ἔχειν πατέρα. ἴσως δὲ, καὶ βαρυνομένης ψυχῆς ἡ φαινομένη αὕτη ἀφέλεια, καὶ οὐκ ἐξ ὀρθοῦ, ἀφελοῦς. ἐνάγει γὰρ αὐτὸν ἡ λύπη, εἰς τὸ μὴ ἂν ἔχειν ῥᾳδίως πιστεῦσαι ὡς Ὀδυσσέως ἔστιν υἱός. τοῦ τηλικούτου. τοῦ οὕτω μεγάλου. Τὸ δὲ τοῦ μʼ ἐκ φασὶ γενέσθαι, ὅμοιόν ἐστι τῷ ἐν Ἰλιάδι. τόν με φασὶ γείνασθαι. ὅπερ ἐκεῖ ὁ Ἀστεροπαῖος φησί. καὶ τῷ, τὸν δὲ, ἐμὸν πατέρα φασὶ ἔμμεναι. ὃ περὶ τοῦ Προτέως ἡ Εἰδοθέα φησίν. ὅτι δὲ τῇ μητρὶ ἀνάκειται ἡ περὶ τῶν παίδων ἀκριβὴς εἴδησις, δηλοῖ καὶ Εὐριπίδης. λέγων. μήτηρ, φιλότεκνος μᾶλλον πατρός. ἡ μὲν, γὰρ αὐτῆς οἶδεν ὄντα, ὅ δʼ οἴεται. καὶ Μένανδρος. αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτʼ ἐγένετο, ἀλλʼ ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν. ἡ γὰρ ἀκριβὴς εἴδησις ἐν τοῖς τοιούτοις, τῇ μητρὶ ἀνάκειται. διὸ καὶ ὁ Τηλέμαχος πρῶτον εἰπὼν μήτηρ μέν με φησὶ τούτου εἶναι, ὕστερον ἐπάγει τὸ ἀπὸ τῆς κοινῆς φήμης τῆς μὴ πάνυ ἀκριβοῦς. λέγων. τοῦ μʼ ἐκ φασὶ γενέσθαι. δοκεῖ δὲ καὶ τῷ Ἀριστοτέλει τὰ εἰρημένα ὀρθῶς ἔχειν, ὅς φησιν ὡς ἄριστα περὶ τῶν τέκνων κρίνουσιν αἱ γυναῖκες. διό φησι Πεπαρηθία τις γυνὴ μαρτυρήσασα οἰκεῖον τινὰ εἶναι παῖδα, ἔλυσε τὴν περὶ ἐκείνου ἀμφιβολίαν. καὶ ἕτεραι δέ τινες, ὡς ἐν τῇ ῥητορικῇ αὐτοῦ λέγει. Ἰστέον δὲ καὶ ὅτι τὸ φασὶν, εἴωθεν ὁ ποιητὴς ποτὲ μὲν, λέγειν ἐπὶ τῆς ἁπλῶς φήμης, ὡς ὅτε ὁ Αἰνείας λέγει πρὸς Ἀχιλλέα, ὅτι φασὶ σὲ μὲν, Πηλέος ἔκγονον εἶναι. καὶ ἐνταῦθα δὲ ὁ Μέντης περὶ τοῦ Λαέρτου εἶπεν. ὃν οὐκέτι φασὶ πόλινδε ἔρχεσθαι. ἔστι δὲ ὅτε, καὶ ἐπὶ ὁμολογουμένων λέγει ὁ ποιητὴς τὸ φασὶν, ὡς ὅτε εἴπῃ ὅτι τὸν ἀετόν φασιν ὀξύτατα δέρκεσθαι. οὕτω δὲ καὶ τὸ φημὶ, ἐπὶ ἀκριβοῦς εἰδήσεως ἐν πολλοῖς τίθησιν. ὡς ὅτε Ἀχιλλεὺς ἐρεῖ πρὸς τὸν Αἰνείαν, ἤδη μέν σε φημὶ καὶ ἄλλο τε δουρὶ φηβῆσαι. καὶ ὅτε ὁ Νέστωρ λέγει. φημὶ κατανεῦται Δία Κρονίωνα. ἐνταῦθα οὖν τὸ μὲν ἡ μήτηρ μέν φησιν, ἐπὶ ἀκριβεστάτης εἰδήσεως νοηθήσεται. εὖ γὰρ εἰδυῖα ἡ Πηνελόπη, φησὶν ὅτι ὁ Τηλέμαχος υἱὸς τοῦ Ὀδυσσέως ἐστί. Τὸ δὲ ἐκ τούτου με φασὶ γενέσθαι, τὴν φήμην δηλοῖ τὴν ἐκ τῶν πολλῶν. Γόνος δὲ νῦν, ἡ γονή. ἀφʼ ἧς καὶ γίνεται ὥς που ἐν τῷ τέλει τῆς ῥαψῳδίας ταύτης ῥηθήσεται. τὸ δὲ εἰπεῖν γόνον τὸν γεννήσαντα, ἴσως οὐκ ὀρθόν. ὤφειλε γὰρ ὀξυνθῆναι, ὡς δηλοῖ τὸ γουνὸς, ὃ σημαίνει τὸν γόνιμον τόπον. Ἰστέον δὲ ὅτι ἐκ τοῦ γόνος ἤτοι γονὴ, οὐ μόνον ὁ λάγνος, ἀλλὰ καὶ ὁ κατὰ τοὺς παλαιοὺς λάγνης, ὡς οἱονεὶ λαγόνης, ἤγουν λίαν πολύγονος. καὶ μέν τινες, παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ γυνὴ, τὰ τοιαῦτα παρήγαγον. ἵνα εἴη ἁπλοῦν τοῦ λάγνου, ὁ γύνις, ἄλλό τι ὢν αὐτὸς παρὰ τὸν παρθενοπίπην, καὶ τὸν ἀῤῥενώπαν ὃς ἐδήλου τὸν ἀνδρόγυνον. καὶ παρὰ τὸν εἰδομαλίδην ἤγουν τὸν καλλωπίζοντα τὰ μῆλα τῆς <!-- 1.52 -->ὄψεως ὥς φασιν οἱ παλαιοί. Ὅτι ἀφελῶς ὁ Τηλέμαχος ἤτοι ἁπλοϊκῶς, μάκαρα ἄνδρα ὁρίζεται, τὸν ἐπὶ τοῖς ἑαυτοῦ γηράσαντα κτήμασιν. εἰπών. ὡς δὴ ἔγωγʼ ὄφελον μάκαρος νύ τευ ἔμμεναι υἱὸς ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἐπὶ γῆρας ἔτετμε. νῦν δʼ ὃς, ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων. οὐ μὴν ἀκριβῶς ἐκεῖνος λέγει, πολλῶν γὰρ πάντως καὶ ἄλλων χρεία εἰς τελείαν εὐδαιμονίαν καὶ μακαριότητα, καὶ οὐ μόνον τοῦ οἴκοι τινὰ τελευτῆσαι ἀνενδεῶς ζήσαντα. Ὅρα δὲ ὅτι τῷ μάκαρι τὸν ἄποτμον ὅ ἐστι δύσποτμον ἀντέθετο. οἱ μέντοι μεθʼ Ὅμηρον, μακάριον τὸν εὐδαίμονα καλοῦντες, ἄθλιόν φασι τὸν δυσδαίμονα. Τὸ δὲ ὄφελον ταυτὸν ὂν τῷ ὤφειλον, ἀναυξησίαν τὲ Ἰωνικὴν ἔχει, καὶ ἀπέλευσιν τοῦ ι. Τὸ δὲ κτεάτεσσι, πλεονασμὸν ἔπαθε τῆς τε συλλαβῆς καθὰ καὶ τὸ στομάτεσσι παρὰ τὸ Ὀππιανῷ. Τὸ δὲ ἔτετμεν, ἀχρεῖον μέν ἐστιν εἰς πεζὴν γραφὴν, δηλοῖ δὲ τὸ κατέλαβε, κυρίως μέντοι τέτμειν, τὸ ἐν ἐπιτόμῳ καὶ συντόμως καταλαμβάνειν. καὶ γίνεται ἐκ τοῦ τέμω τμῶ καὶ κατὰ ἀναδιπλασιασμὸν τέτμω. Ἀποτμότατος δὲ ὁ δύσποτμος ὅ ἐστι δυστυχής. πότμος γὰρ, οὐ μόνον ὁ θάνατος ἀλλὰ καὶ ἡ τύχη, παρὰ τὸ πετεῖν ὅ ἐστι πεσεῖν ἀφʼ οὗ καὶ ἡ περιπέτεια. τὰ γὰρ ἀπὸ τύχης, συμπίπτειν λέγεται, ἤγουν συμβαίνειν. ὅθεν εὔποτμος μὲν, ὁ εὐτυχής. πανάποτμος δὲ καὶ ἀποτμότατος, ὁ κακοτυχής. Ὅτι πρέπει ἐνδόξῳ νέῳ ἐπειπεῖν τὸ, οὐ μέν σοι γενεὴν θεὸς νώνυμον ὀπίσω ἔθηκεν, ἐπεὶ σέ γε τοῖον ἡ μήτηρ ἐγείνατο. Ἰστέον δὲ ὅτι ὁ ποιητὴς εἴωθεν ἐπὶ μέλλοντος μὲν, τιθέναι τὸ ὀπίσω. ἐπὶ δὲ παρῳχημένου χρόνου, τὸ ἔμπροσθεν. ὅσα μὲν γὰρ οὔπω ἐθεάθησαν ἢ ἐγνώσθησαν, ὀπίσω ἡμῶν εἶναι δοκοῦσιν ὡς μὴ ἐλθόντα ὅλως εἰς ὄψιν. τὰ δὲ παρῳχημένα, ὡς ἤδη τεθεαμένα, ἔμπροσθεν γενέσθαι λογίζονται. Ὅτι ὥσπερ Ὑψιπύλη Ὑψιπύλεια, Περσεφόνη Περσεφόνεια, οὕτω καὶ Πηνελόπη Πηνελόπεια. καὶ Βερονίκη δὲ Βερονίκεια παρʼ Ἡροδότῳ. παράγονται δὲ ὁμοίως καὶ ἄλλα πολλά. Ὅτι τοῖς ἀτάκτως μεθʼ ὕβρεως εὐωχουμένοις καὶ πολυτελῶς, ἐπιλεχθήσεται ἂν τὸ, τίς δαὶς τίς δὲ ὅμιλος ὅδε. εἰλαπίνη ἠὲ γάμος. ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν. ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι δαίνυσθαι. νεμεσήσαιτό κεν ἀνὴρ σώφρων αἴσχεα πόλλʼ ὁρόων ὃς πινυτός γε μετέλθοι. ἤγουν ὃς φρονῶν συνέλθοι αὐτοῖς. ὁ γάρ τοι κατʼ αὐτοὺς ἄφρων, οὐκ ἂν νεμεσήσαιτο. Ἰστέον δὲ ὅτι κατὰ τρεῖς μάλιστα τρόπους συνέλθοιεν ἂν πολλοὶ ἐπὶ εὐωχίᾳ, ἤγουν ἐν εἰλαπίνῃ. ἐν γάμῳ, καὶ ἐν ἐράνῳ. καὶ ὁ μὲν ἔρανος, κόσμιον, καὶ οὐδὲ πολυτελὲς, ἀλλὰ καὶ φειδωλῶς ἤσθιον ὡς τὰ πολλὰ οἱ ἐρανισταὶ, ὡς ἂν ἴδιον ἐσθίοντες ἕκαστος. ἔστι δὲ ἔρανος, ἡ ἀπὸ κοινῆς συμβολῆς ἤγουν καταβολῆς καὶ δαπάνης, πολλῶν τινῶν εὐωχία. ὡς καὶ Ἡσίοδος. ἐκ κοινοῦ, πλείστη τε χάρις δαπάνη τʼ ὀλιγίστη. εἰ μὴ ἄρα ποτὲ ἀφνειός τις συντελοίη τὸν ἔρανον, ἀσύμβολον δεῖπνον καθίζων οἷς ἐθέλει, τότε γὰρ πολυτελὴς ἔσται καὶ αὐτός. ὥς που καὶ ὁ ποιητὴς ἐμφαίνει ἐν τῷ, καθὰ σύες ἐν ἀφνειοῦ ἀνδρὸς ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαμπίνῃ σφαζόμενοι· καὶ τοιοῦτος μὲν ὁ ἔρανος. ὁ δὲ γάμος, δῆλον ὅτι ὁμίλου ἐστὶ συνέλευσις ἐπὶ νυμφίων συναρμογῇ. ἡ δὲ εἰλαπίνη, εὐωχία ἐστὶ καὶ αὐτὴ πολυτελής, ἐν ᾗ κατὰ εἴλας ὡς οἱ παλαιοὶ γράφουσιν ἢ ὁμοῦ εἰλούμενοι πολλοὶ, ἔπινον. χαίροντος δηλαδὴ τοῦ δειπνοκλήτωρος. ὁ μέντοι Ἀθήναιος, ἐκ τοῦ λάπτειν τὴν λέξιν ἐτυμολογεῖ διὰ τὸ λαπτικὸν τῆς τοιαύτης λαμπρᾶς παρασκευῆς καὶ διάπανον. λαφύττειν γάρ φησι καὶ λαπάξειν ὥσπερ καὶ ἀλαπάζειν κατὰ πλεονασμὸν τοῦ α, τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν ἐστίν. ὅθεν καὶ τὰ διαρπαζόμενα ἐν τῷ ἀλαπάζεσθαι ἤγουν πορθεῖσθαι πόλιν, λάφυρα λέγεται παρὰ τὴν λάφυξιν. λάπτειν δέ φησι, καὶ τὸ γίνεσθαι λαγαρόν τινα, ἐκπεττομένης καὶ κενουμένης τῆς τροφῆς. ὅ περ ἡ γαστὴρ πάσχει καὶ διὰ βοτάνης λαπάθου. γινομένης καὶ αὐτῆς ἀπὸ τοῦ λάπτειν. ὅθεν καὶ ἡ λαπάρα. ὡς καὶ ἀπὸ τοῦ λαγαροῦ ἡ λαγών. οἱ δὲ ταῦτα λέγοντες, παραπηγνύουσιν ἐνταῦθα καὶ ὅτι τὸ δαπανᾶν τὸ ἀπὸ τοῦ δάπτειν γινόμενον, τοῦ δαψιλοῦς ἔχεται καθὰ καὶ τὸ λάπτειν. διὸ ἐπὶ τῶν ἀπλήστως καὶ θηριωδῶς ἐσθιόντων, καὶ τὸ δάψαι τίθεται, καὶ τὸ ἐξ αὐτοῦ παράγωγον, τὸ δαρδάψαι. τὰ τοίνυν κατὰ τοὺς μνηστῆρας, ἐράνῳ μὲν οὐκ ἐοίκασιν. οὐδὲ γὰρ ἔχουσιν οὔτε εὐτελὲς οὔτε κόσμιον καὶ σεμνὸν, ἃ δὴ δοκεῖ ἔχειν ὁ ἔρανος. γάμος δὲ οὐκ ἔοικεν εἶναι. ποῦ γὰρ οἱ νυμφίοι καὶ ὅσα γάμου ἴδια; λείπεται ἄρα εἰλαπίνη εἶναι. καὶ μὲν, οὐδὲ τοῦτο. ὁ γὰρ τῆς εἰλαπίνης ἐπιστατῶν Τηλέμαχος, οὐ χαίρει τοῖς γινομένοις, ἀλλʼ αἰτιᾶται τοὺς συμπότας, διότι ἀλλότριον βίοτον νήποινον ἔδουσιν. ἐπεὶ οὖν οὔτε γάμος τελεῖται οὗ οἱ μνηστῆρες ἐφίενται, οὔτε εἰλαπίνη. ἔρανον δὲ οὐκ ἄν τις <!-- 1.53 -->οὐδὲ νομίσοι τὸ γινόμενον, ὕβρις ἄρα ἐστὶ τὸ συμπόσιον τοῦτο. καὶ ὑβρισταὶ οἱ τοῦτο τελοῦντες. διὸ καὶ ἐπάγει συλλογιστικῶς ἡ Ὁμηρικὴ Ἀθηνᾶ. ὥστε μοι ὑβρίζοντες ὑπερφιάλως δοκοῦσι δαίνυσθαι. Σημείωσαι οὖν ὅτι καὶ τὸ εἰλαπίνη ἠὲ γάμος βαρέως ἠρώτησεν ὁ ξένος καὶ οὐχʼ ὡς ἀληθῶς ἀπορῶν, ἔγνω γὰρ ὡς οὔτε εἰλαπίνη οὔτε γάμος, ὥσπερ οὐδὲ ἔρανος. δαὶς ἄρα ὑβριστική. γένος γὰρ τῶν τοιούτων ἡ δαὶς καὶ τὸ δαίνυσθαι, καθὰ μετʼ ὀλίγα εὐθὺς ῥηθήσεται. Τὸ δὲ ὑβριστὰς εἶναι τοὺς μνηστῆρας, δηλοῖ καὶ ὁ εἰπὼν ὅτι τὸ μὲν τῶν μνηστήρων συμπόσιον ἦν οἷον ἂν γένοιτο νεανίσκων, μέθαις καὶ ἔρωσιν ἀνακειμένων. τὸ δὲ τῶν Φαιάκων, εὐσταθέστερον μὲν τούτων, φιλήδονον δέ. Σημείωσαι δὲ ἐνταῦθα καὶ ὅτι ὥσπερ τῆς δαιτὸς παρώνυμον Δαίτων κύριον καὶ Δαίτης, οὕτω καὶ ἐκ τοῦ κερᾶν καὶ τοῦ εἰλαπινάζειν, ἦν τις Κεράων καὶ Εἰλαπιναστὴς κατὰ τὴν τοῦ Ἀθηναίου ἱστορίαν. εἰπόντος ὅτι ἐν τῇ Λακωνικῇ που λέγεται ἱδρύσθαι ἥρωας, Δαίτωνα καὶ Κεράωνα ὑπὸ τῶν ἐν τοῖς φειδιτίοις ποιούντων μάζας διακόνων καὶ κεραννύντων οἶνον. καὶ παρὰ Τρωσὶ δέ φασι, Δαίτην ἥρωα τιμᾶσθαι. καὶ ἐν Κύπρῳ, Δία εἰλαπιναστὴν καὶ σπλαγχνοτόμον. ὅτι δὲ τὰ φειδίτια συσσίτιον ἦν Λακωνικὸν περιώνυμον μὲν οὐ πολυτελὲς δὲ, περιᾴδεται τοῖς παλαιοῖς. εἰλαπιναστοῦ δὲ ἀνδρὸς, χρῆσις καὶ ἐν Ἰλιάδι. Ἰστέον δὲ ὅτι γάμος μὲν, ὁμολογουμένως οὐκ ἔστι τὰ παρόντα, οὐ μὴν οὐδὲ ἔρανος. εἰλαπίνη δέ τις ὅμως ἐστὶ βιαία ἐπὶ γάμου ἐλπίδι. διὸ καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς, εἰλαπίνην εἶναι τὸ πρᾶγμα ἐρεῖ, ἐν τῷ, θρῆνυν ᾧ Ἀντίνοος ἐπεῖχε πόδα εἰλαπινάζων. καὶ ἀλλαχοῦ δὲ, εἰλαπινάζειν τοὺς μνηστῆρας ἐρεῖ, ὡς καὶ ὁ Τηλέμαχος ἐν τοῖς ἑξῆς. Σημείωσαι δὲ ὅτι δαὶς μὲν, ἡ ἁπλῶς εὐωχία ὡς ὄνομα κοινὸν καὶ γενικόν. ἡ δὲ εἰλαπίνη καὶ ὁ γάμος καὶ ὁ ἔρανος, εἴδη εἰσὶ τῆς δαιτός. διὸ καὶ ἡ ἐρώτησις οὕτω προάγεται. τίς ἡ παροῦσα δαίς; ἆρά γε εἰλαπίνη; ἢ γάμος; ἢ ἔρανος; ὡς καὶ ἐάν τις εἴποι, τί ζῷον τοῦτο; βοῦς; ἢ ἵππος; ἢ κύων; οὕτω δὲ γενικόν τι ἐπὶ τῶν τοιούτων ὄνομα, καὶ ὁ προῤῥηθεὶς ὅμιλος. ἀπὸ τῆς ἴλης ὢν καὶ αὐτὸς ἀφʼ ἧς καὶ ἡ εἰλαπίνη κατά τινας. ὅτι δὲ ἡ γραφὴ τῆς ἴλης ἐδιφορεῖτο παρὰ τοῖς παλαιοῖς, δηλοῦσι καὶ οἱ ἐν ῥητορικοῖς λεξικοῖς παραδόντες, ὡς καὶ τὸ ἰστέον ἀντὶ τοῦ γνωστέον, διὰ διφθόγγου εἶχε ποτὲ τὴν γραφὴν ἀπὸ τοῦ εἴδω. καὶ τὸ ἴλη ἐπὶ τάγματος καὶ πλήθους, παρὰ τὸ εἰλῶ. καὶ τὸ ἰλυσπᾶσθαι, ὅ ἐστιν ὁμοίως ὄφει καὶ σκώληκι εἰλεῖσθαι καὶ σπᾶσθαι ἤγουν κινεῖσθαι. ὅθεν καὶ εἰλύσπωμα ἡ τοιαύτη κίνησις. καὶ ἡ κλεισία δὲ καὶ τὸ κλείσιον καὶ τὸ πέδειλον, διφορεῖται τοῖς παλαιοῖς. καὶ ἄλλα, ἐν οἷς καὶ ὁ χιλός. Αἴλιος δὲ Διονύσιος, καὶ τοῦ ἰθύφαλλος τὴν ἀρχήν, διὰ διφθόγγου γράφει. ὃ δηλοῖ φησιν, αἰδοῖον ἐντεταμένον, καὶ ᾆσμα Διονυσιακὸν Ἀθήνῃσι, καὶ ἑταιρικὸν δέ. τουτέστι φίλον ταῖς ἑταίρισιν. αἳ καὶ ἀνασεισίφαλλοι φερωνύμως λέγονται παρὰ τῇ κωμῳδία, ὡς ἀνασείουσαι φησὶ τὸν φάλητα ὅς ἐστιν αἰδοῖον ἀνδρός. Παυσανίας δὲ διὰ διφθόγγου γράφων καὶ αὐτὸς, φησὶν ὅτι εἰθύφαλλος, αἰδοῖον. καὶ ὁ πρόχειρος εἰς συνουσίαν. καὶ ᾠδὴ ὑπόκενος. Σημείωσαι δὲ ὅτι γενικώτερον τῆς δαιτὸς ὁ ὅμιλος, εἰ καὶ κατὰ τρόπον ὑστερολογίας ἡ ποιητικὴ φράσις προτίθησι τὴν δαῖτα ἐν τῷ, τίς δαὶς τίς δὲ ὅμιλος. χρὴ γὰρ πρῶτον ὁμιλαδὸν γενέσθαι τινὰς, εἶτα ἢ μάχην τυχὸν ἢ ἑορτὴν θέσθαι. ἢ πανήγυριν. ἢ καὶ δαῖτα. καὶ ταύτην, ἢν ἐν γάμῳ ἢ ἐν εἰλαπίνῃ ὡς ἐῤῥέθη ἢ ἐν ἐράνῳ. Τὸ δὲ ὑβρίζοντες, πάνυ κυριολεκτικῶς εἶπεν. ὕβρις γὰρ οὐ μόνον ἡ ἐν λόγοις ἀλλὰ καὶ ἡ κατὰ πᾶν ἔργον αἰσχρόν. ὑβρισταὶ γοῦν καὶ οἱ κακολογοῦντες. ὑβρισταὶ δὲ ὡς μάλιστα, καὶ οἱ αἰσχρουργοῦντες, ὁποῖοι καὶ οἱ μνηστῆρες. οἷς δίχα τῶν ἄλλων ἤρκει πρὸς ὕβριν, καὶ τὸ ἄμετρον τῆς τρυφῆς. τὸ γάρ τοι μέτρον καὶ τὸ παρώνυμον αὐτῷ μέτριον τὸ καὶ ἄρκιον οὗπερ στοχάζεται σώφρων ἄνθρωπος, καὶ ἐν αὐταῖς τραπέζαις ἀγαθόν ἐστιν. ὡς δηλοῖ ὁ γράψας τὸ, τοῖς ὑπερβάλλουσι, δαπάνη πρόσεστιν ἡδονὴ δʼ οὐδʼ ἡτισοῦν. καὶ πάλιν. ὡς ἡδὺ πᾶν τὸ μέτριον. οὔθʼ ὑπεργέμων ἀπέρχομαι νῦν, οὔτε κενὸς, ἀλλʼ ἡδέως ἔχων ἐμαυτοῦ. καὶ πάλιν. δεῖ φεύγειν ἁπάντων τὰς ὑπερβολάς. λέγεται δὲ καὶ Γοργίας ὁ Λεοντῖνος ἐν βαθεῖ γήρᾳ ζήσας μετʼ αἰσθήσεως ἤγουν ἐν τῷ καὶ τῶν αἰσθήσεων ὑγιῶς ἔχειν. καὶ ἐρωτηθεὶς τίνι διαίτῃ χρώμενος οὕτω βιώσοι, φάναι ὡς οὐδὲν πώποτε ἡδονῆς ἕνεκα πράξας. Τιθωνὸς μέντοι ἐπιθυμίαις οὕτως ἐμπεπλεγμένος ὡς ἀπὸ τῆς ἕω μὲν κοιμᾶσθαι μέχρι δύσεων πρὸς ἑσπέραν δὲ τῇ ἐπιθυμία ἐπεγείρεσθαι, λόγον εὗρεν, ἠοῖ συγκοιμᾶσθαι. ἔχει δὲ ὁ Ἀθήναιος καὶ ἄλλα χρήσιμα εἰς συμμετρίαν βρώσεως. δῆλον δὲ ὅτι καὶ ἐν δημηγορίαις καὶ λοιποῖς λόγων εἴδεσι χρηστότατον τὸ μέτριον. διὸ <!-- 1.54 -->καλῶς ὁ τοῦτο μὴ εἰδὼς Θερσίτης, ἀμετρεπὴς ἔσκωπται. Τὸ δὲ αἴσχεα πόλλʼ ὁρόων, ἀντὶ τοῦ πολλὰ βλέπων μὴ καλά. ἐναντίον γὰρ τὸ αἶσχος καὶ τὸ αἰσχρὸν, πρὸς τὸ καλόν. Ὅτι ἐν τῷ, ξεῖνε ἐπεί με ταῦτα μεταλλᾷς ὅ ἐστι πολυπραγμονεῖς, ἐκ τῶν μετάλλων φασὶν οἱ παλαιοὶ τὴν λέξιν ληφθῆναι, ἐπεὶ μηδὲν περιεργότερον μεταλλουργίας. μέταλλα δὲ, ἀπὸ τοῦ μετὰ τὰ ἄλλα τὰ κατὰ τὸν βίον. τῶν γὰρ ἀναγκαιοτάτων εὑρεθέντων, εἶτα ἐπολυπραγμονήθη τὰ μεταλλικά. Ξένος δέ φασιν, οὐ μόνον ὁ καταγόμενος, ἀλλὰ καὶ ὁ ὑποδεχόμενος αὐτόν. Ὅτι ἐπὶ οἴκου μεταπεσόντος τῆς παλαιᾶς εὐτυχίας, οἰκεῖον εἰπεῖν τὸ, μέλλε μέν ποτε οἶκος ὅδε ἀφνειὸς καὶ ἀμύμων εἶναι ἕως ἔτι ἐκεῖνος ἀνὴρ ἐπιδήμιος ἦν. ἢ ἔζη. ἢ ἁπλῶς ἕως τό δέ τι ἐγίνετο. νῦν δʼ ἑτέρως ἐβούλετο θεὸς, ἢ ἐβάλλετο ἀντὶ τοῦ ἔῤῥιψεν, ὡς ἐκ μεταφορᾶς τῶν κύβων. ἀστείως Ὁμήρου ἐνταῦθα εἰπόντος τὸ, ἑτέρως ἐβάλοντο θεοὶ, ἤγουν οὐκ εὖ. κατὰ τὸ, τρὶς ἓξ βαλούσης τῆς Διὸς φρυκτωρίας. οὐδὲ κατὰ τὸ, αἰεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι, ἀλλὰ δηλονότι, κατὰ τύχην ὡς εἰπεῖν παλίμβολον. καὶ δῆλον ὡς καλλίων ἡ τοιαύτη γραφὴ τοῦ, ἐβούλοντο. ἐκεῖνο γὰρ, οὐδὲ εὐμετρίαν ἔχει. Τὸ δὲ ἔμελλεν, ἀντὶ τοῦ ἔοικεν ἐνταῦθα κεῖται. Ἰστέον δὲ ὅτι τοιοῦτον μέλλειν στοχαστικὸν καὶ αὐτὸ ῥῆμα ὂν, οὐ μόνον ἐπὶ γενησομένου λέγεται πράγματος, οἷον μέλλει ἔσεσθαι τόδε τι, ἀλλὰ καὶ ἐπὶ παρῳχημένου μὲν ἀδήλου δὲ, ὡς καὶ ἐνταῦθα. στοχαζόμενος γὰρ ὁ Τηλέμαχος, λέγει ὅτι ἔμελλέ ποτε ὁ οἶκος οὗτος, ἀφνειὸς εἶναι. Ἀγαμέμνων δέ φησιν ἐν Ἰλιάδι ἐπὶ ἐνεστῶτος, οὕτω που Διῒ μέλλει φίλον εἶναι. ἀντὶ τοῦ, ὡς ἔοικεν οὕτω θέλει ὁ Ζεύς. ὥστε, τοῖς τρισὶ χρόνοις συντάσσεται. Τὸ δὲ ἀμύμων, ἐνδείκνυται δεῖν εἶναι, τῷ πλούτῳ μετεῖναι ἀρετῆς, ἵνα οὕτω ἀμύμων εἴη ὁ πλουτῶν καὶ ἄλλως δὲ, ὁ Τηλέμαχος προστίθησιν αὐτὸ, πρὸς δεῖξιν τοῦ μὴ καὶ τὸν Ὀδυσσέα ὑβριστὴν εἶναι κατὰ τοὺς νῦν τοιούτους μνηστῆρας. Ὅτι οὐ λυπεῖ τὸν Τηλέμαχον ὁ τοῦ πατρὸς ἁπλῶς οὕτω θάνατος, ὅσον ὅτι αὐτὸν ἀκλεῶς Ἅρπυιαι ἀνηρείψαντο, καθαπερεί τι τῶν ἐλαφρῶν σωμάτων καὶ κατὰ γῆς ἐῤῥιμμένων. καὶ ὅτι οἴχεται ἄϊστος. ἄπυστος. ἐμοί δʼ ὀδύνας τέ φησι γόους τε κάλλιπεν. ὡς εἴγε φησὶν ἐν Τροίᾳ σὺν τοῖς ἑταίροις ἐφθάρη, ἢ φίλων ἐν χερσὶν ἐπεὶ πόλεμον τολύπευσε, τύμβον τὲ ἂν αὐτῷ ἐποίησαν Παναχαιοὶ, καὶ τῷ παιδὶ μέγα κλέος ᾔρατʼ ὀπίσσω. Ἔστι δὲ τολυπεῦσαι κατὰ τοὺς παλαιοὺς, τὸ συγκεφαλαιώσασθαι καὶ κατεργάσασθαι. ὅθεν καὶ τὴν Πηνελόπην δόλους τολυπεύειν ἐρεῖ. γίνεται δὲ ἡ λέξις, ἀπὸ τῆς τολύπης, ἥτις ἐστὶ κατειργασμένον καὶ ξανθὲν ἔριον καὶ ἀσκηθὸν εἰς τὸ κλωσθῆναι. τὸ δὲ εἰπεῖν τολυπεύειν τὸ κακοπαθεῖν ὡς ἀπὸ βοτάνης θανασίμου τῆς τολύπης, πιθανὸν μὲν, οὐκ ἀρέσκει δὲ τοῖς παλαιοῖς. Ἰστέον δὲ ὡς ἡ τολύπη, καὶ ἄγμα λέγεται, τὸ καὶ κάταγμα παρὰ Σοφοκλεῖ. εὕρηται γοῦν ἐν λεξικῷ ῥητορικῷ, ὅτι ἄγμα, οὐ μόνον σύντριμμα, ἀλλὰ καὶ κατειργασμένον ἔριον. ὅτι δὲ καὶ βήρηξ ἡ αὐτὴ ἐλέγετο, δηλοῖ ὁ εἰπών. βήρηκες, φυράματα μαζῶν, καὶ αἱ τολύπαι τῶν ἐρίων. ὅτι δὲ τολύπη καὶ μάζης ἦν εἶδος, δηλοῖ ὁ γράψας τὸ, καρδαμύλη καὶ τολύπη καὶ ἀχίλλειον. ἔνθα ἐννοητέον, ὡς ὁμώνυμος λέξις καὶ ἡ καρδαμύλη. πόλις τὲ γὰρ ἐν Ἰλιάδι, καὶ νῦν ἰδοὺ μάζα. καὶ ὅτι ἐξ ἀχιλλείων ἴσως κριθῶν τῶν ἀλλαχοῦ δεδηλωμένων, ἐποιεῖτο ἡ μάζα τὸ ἀχίλλειον. Τὸ δὲ σὺν ἑταίροις καὶ φίλων ἐν χερσὶ διαφορὰν ὑποβάλλει. ὡς ἑταίρων μὲν, τῶν συνήθων ὄντων. φίλων δὲ, τῶν πρὸς γένους. καθὰ πολλαχοῦ φαίνεται. Ὅρα δὲ καὶ τὸ τύμβον ἐποίησαν, κοινότερον ῥηθὲν, ὡς καὶ ἀνωτέρω. κεῖνον μὲν, ἄϊστον ἐποίησαν. Τὸ δὲ Παναχαιοὶ, ἐμφαίνει μὲν πολλὴν ἐξ ἁπάντων πρὸς Ὀδυσσέα εὔνοιαν, ἀρχὴ δὲ γέγονε τοῦ λέγειν τὸ Πανελλήνιον ὅμοιον δὲ καὶ τὸ, Πανίωνες καὶ Πανιώνιον, ἤτοι πᾶν τὸ πλῆθος τῶν Ἰώνων ὡς καὶ ἀλλαχοῦ δεδήλωται. Τὸ δὲ τῷ παιδὶ μέγα κλέος ᾔρατο, ἀντὶ τοῦ ὕψωσεν ἂν τὴν εὔκλειαν τῷ υἱῷ. γέγονε δὲ κυρίου ὕστερον ὀνόματος τοῦ Μεγακλέους ἀρχὴ, τὸ ἐνταῦθα μέγα κλέος. Ἅρπυιαι δὲ ἀλληγορικῶς μὲν, ἄνεμοι καταιγιδώδεις καὶ ἁρπακτικοὶ καθὰ καὶ ἐν Ἰλιάδι δεδήλωται, κατεπιχειροῦντες καὶ σωμάτων βαρέων καὶ αὐτῶν ἀνθρώπων ὡς τεθεώρηται, καὶ μετεωρίζοντες αὐτά. μυθικῶς δὲ Ἅρπυιαι, δαιμόνιά τινα πτερωτά. οἷα καὶ ἀνθρώπους ἁρπάζειν βιαίως. ὅθεν εἴ τις ἀφανὴς ἐγένετο, Ἅρπυιαι τὸν τοιοῦτον ἀνερείπτειν ἐλέγοντο. τὸ δὲ ἀνερείπτειν, ἀπὸ τοῦ ἐρέπτω γίνεται πλεονασμῷ τοῦ ἰῶτα. ἐρέπτω δὲ κυρίως μὲν, ἐπὶ τροφῆς ἀλόγων, τὸ ἀπὸ τῆς ἔρας ἤτοι τῆς γῆς λαμβάνειν. ἔχει δέ τινα καὶ ἄλλην ἑρμηνείαν ὡς δηλοῖ τὸ, κόνιν δʼ ὑπέρεπτε ποδοῖϊν. Τὸ δὲ ἄϊστος ἄπυστος, τὸν τελείως ἀφανῆ σημαίνει. περὶ οὗ μηδὲν ἴσησί τις. οὔτε <!-- 1.55 -->αὐτὸς ἰδὼν, οὔτε γνοὺς ἀπὸ πύστεως ἤτοι μαθήσεως. ἔστι δὲ τοῦτο καὶ ἐφερμενευτικὸν τοῦ, ἀκλειῶς Ἅρπυιαι ἀνηρείψαντο. ἀκλεὴς γὰρ πάντως ἀνήρειπται, οὗ μηδαμοῦ κλέος. ὅ ἐστι φήμη. τοιοῦτος δὲ, ὁ ἄϊστος ἄπυστος. Τὸ δὲ ἐμοὶ ὀδύνας τε γόους τε κάλλιπεν, ἀστείως εἴρηται. οἱονεὶ γὰρ λέγει ὁ παῖς, ὅτι ὁ πατὴρ εἰς κληρονομίαν, λύπας μοι κατέλιπεν. Ὅτι διηγούμενος τὰ κατὰ τοὺς μνηστῆρας ὁ Τηλέμαχος, οὕτω φησίν, ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ. ἠδʼ ὅσοι κραναὴν Ἰθάκην κατακοιρανέουσι. τόσοι μητέρα ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον. δέον ὂν μᾶλλον ἑδνοφορεῖν ὡς μνηστῆρας. ἡ δὲ, οὔτε ἀρνεῖται στυγερὸν γάμον, δέδοικε γὰρ μὴ ἐκβιασθείη, οὔτε τελευτὴν ποιῆσαι δύναται ὡς καραδοκοῦσα δηλαδὴ τὸν Ὀδυσσέα. οἱ δὲ φθινύθουσιν ἔδοντες, οἶκον ἐμόν. ὅπερ ἀνωτέρω τρύχουσιν εἶπε. τάχα δή με διαῤῥαίσουσι καὶ αὐτόν. Καὶ σημείωσαι ὅτι νῦν μὲν, ἁπλή ἐστι τῷ Τηλεμάχῳ ἡ διήγησις. ἐν δὲ τῇ β ῥαψῳδίᾳ, καὶ ἐνδιασκεύως τὸ αὐτὸ πρᾶγμα καὶ ἐγκατασκεύως προαχθήσεται. καὶ ἄλλην ἐμβρίθειαν ἕξει δικανικῷ λόγῳ πρέπουσαν. Ὅρα δʼ ἐν τούτοις ὅτι τὸ ἐπικρατεῖν, δοτικῇ συνέταξεν. ὡς καὶ τὸ ἄρχειν ἐν τῷ ἄρχευ Ἀργείοισι. Τὸ δὲ ἄριστοι, πιθανῶς ἔχει, ὡς τῶν τῆς Πηνελόπης μνηστήρων τοιούτων ὡς εἰκὸς ὄντων. Τὸ δὲ Δουλίχιον, νῆσος ἐστὶ μία τῶν Ἐχινάδων. αἱ δὲ Ἐχινάδες, νῆσοι εἰσὶ πρὸς τῇ ἐκβολῇ τοῦ Ἀχελῴου ποταμοῦ. ἡ δὲ Σάμη, νῆσος περὶ Κεφαλληνίαν, λεγομένη καὶ Σάμος. καὶ ὁ πολίτης αὐτῆς, Σαμαῖος. ὁ μέντοι τῆς ἑῴας Σάμου πολίτης, Σάμιος λέγεται. περὶ δὲ αὐτῆς γέγραπται κάλλιον ἐν τοῖς εἰς τὸν περιηγητήν. Τὸ δὲ ὑλήεντι Ζακύνθῳ, ὅμοιόν ἐστι τῷ, ἠμαθόεντι Πύλῳ ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. Ὑλήεις δὲ, τουτέστιν ὕλην ἔχουσα. καὶ οὐ τραχεῖα κατὰ τὴν Ἰθάκην ἥτις κραναὴ λέγεται διὰ τὴν τραχύτητα. Τὸ δὲ κατακοιρανέουσι, δηλοῖ τὸ βασιλεύουσι καὶ ὡς ἀνωτέρω ἔφη, ἐπικρατέουσιν. ἢ τὸ βασιλικὰ δρῶσιν. ὡς καὶ Ὀδυσσεὺς ἐν Ἰλιάδι, κοιρανέων διεῖπε στρατόν. ἤγουν δρῶν ἔργα βασιλικά. Καὶ σημείωσαι ὅτι παρὰ τοῖς παλαιοῖς οἱ ἔνδοξοι καὶ ἄριστοι, προσρήσεσιν ἐκοσμοῦντο βασιλικαῖς, ὡς καὶ μετʼ ὀλίγα φανήσεται. Τὸ δὲ στυγερὸν γάμον, τὴν τῶν μνηστήρων αἰνίττεται βίαν. πῶς γὰρ οὐ πολλὴ βία καὶ πτοία, ἔνθα οὐ δύναταί τις ἀρνεῖσθαι τὸ στυγερόν; Τελευτὴ δὲ δὲ παρὰ τοῖς παλαιοῖς, τὸ τέλος τοῦ ἔργου. καὶ τελευτᾶν, τὸ εἰς τέλος τι ἄγειν. διὸ μετʼ ὀλίγα φησίν. αὐτὰρ ἐπὰν πάντα τελευτήσῃς τὲ καὶ ἔρξῃς, ἤτοι ἀποπληρώσῃς. οὕτω δὲ καὶ τελευτῶν τις ἐποίει τό δέ τι, τουτέστιν ἐν τῷ τέλει τῶν βουλευμάτων. οἱ δέ γε μεθʼ Ὅμηρον, πρῶτα μὲν, καὶ τὸν θάνατον τελευτὴν ζωῆς ἔλεγον. καὶ τελευτᾶν τὸν βίον. καὶ τοιαῦτά τινα ὕστερον δὲ κατεκράτησε, τελευτὴν ἁπλῶς τὸν θάνατον λέγεσθαι. Τὸ δὲ φθινύθειν, μέση λέξις ἐστί. καὶ ἐνταῦθα μὲν δηλοῖ τὸ φθείρειν, καὶ ἀπόλλειν. φθινύθουσι γὰρ οἱ μνηστῆρες τὸν οἶκον τοῦ Τηλεμάχου. ἀλλαχοῦ δὲ, πάθος δηλοῖ. οἷον. τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο. τουτέστι φθείρεσθαι καὶ ἀπόλλυσθαι. Τὸ δὲ τάχα, σημειοῦνται οἱ παλαιοὶ, μηδέ ποτε παρὰ τῷ ποιητῇ διστακτικὸν εὑρίσκεσθαι, ἀλλὰ ἀντὶ τοῦ ταχέως ἀεὶ παραλαμβάνεσθαι. γενόμενον κατὰ συγκοπὴν ὡς σαφέα σάφα ἀντία ἄντα, οὕτω ταχέα τάχα. ὃ καὶ ὅμοιόν ἐστι τῷ ταχύ. ταυτὸν γὰρ εἰπεῖν, τάχα με διαῤῥαίσουσι, καὶ ταχὺ διαῤῥαίσουσιν. Ὅτι τὸ, τόν δʼ ἐπαλαστήσασα προσέφη Παλλὰς, οὐκ ἔστι παρήχησις διὰ τὴν ταυτότητα τοῦ ἤχου τοῦ ἐπαλαστήσασα καὶ Παλλὰς, ἀλλʼ ἁπλῶς οὕτως ἐκ τοῦ παρατυχόντος αἱ λέξεις συνέπεσον. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα ἐν τοῖς ἑξῆς εὑρεθήσονται. Ὅμηρος γὰρ ἐν σπουδαίοις λόγοις τοιαῦτα παίζειν οὐκ εἴωθεν. Ἐπαλαστεῖν δὲ λέγεται, τὸ δεινοπαθεῖν ὡς ἐπὶ ἀλάστοις καὶ ἀλαθήτοις κακοῖς. οὗ τὸ ἁπλοῦν ἐν Ἰλιάδι, ἔνθα ὁ Ἄσιος ἀλαστήσας, ἔπος ἤυδα. καὶ θεοὶ δὲ ἠλάστεον. ἐκ δὲ τούτου καὶ ὁ Ἀλάστωρ γίνεται οὐ μόνον τὸ κύριον, ἀλλὰ καὶ φθονερὸν δαιμόνιον. καὶ Ζεὺς ἀλάστωρ οὗ ἡ βλάβη ἄληστος. ἢ ὃν οὐκ ἔστι λαθεῖν. ἢ ὁ ἐπαμύνων τοῖς ἄλαστα παθοῦσι. λέγεται δέ φασιν ἀλάστωρ, καὶ ὁ τιμωρός. καὶ ὁ φυγῆς ἄξια εἰργασμένος. τινὲς δὲ, γράφουσι παλαστήσασα. τουτέστι τῇ παλαιστῇ τῆς χειρὸς ὠθήσασα. Ὅτι δὲ εἰς πολυωνυμίας τρόπον ἄγουσί τινες τὴν παλαιστὴν καὶ τὸ δῶρον καὶ τὴν δόχμην ἢ δοχμὴν, ἀλλαχοῦ δεδήλωται. Ὅτι σύγκρισις μικροτέρου τινὸς πρὸς μείζονα βοηθὸν τὸ, ἦ δὴ πολλὸν ἀποιχομένου τοῦ δεῖνος δεύῃ. Ὅτι δόμου πρώτας θύρας, τὸ πρόθυρον φησί. διαλύσας τὴν σύνθεσιν Ἰωνικῶς. οὕτω δὲ καὶ ἐν Ἰλιάδι εὕρηται.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-aca`.
