---
title: "Commentary on Homer's Iliad: Book XXIV"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ἰλιάδα, Ω"
author: Eustathius of Thessalonica
eul_wid: xpw-adx
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-iliad-book-24-xpw-adx"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:b653d4c5dfb5d724adec34056e5835d5322b2ce7c5eb9e32dbb2b97631c5f674"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Iliad: Book XXIV

*Ὑπόμνημα εἰς τὴν Ἰλιάδα, Ω*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-adx` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-iliad-book-24-xpw-adx)

## Text

<!-- 4.856 -->

ΕΚ ΤΩΝ ΤΗΣ Ω

Ὅτι ἐπιγραφὴ τῆς ῥαψῳδίας ταύτης ἔμμετρος αὕτη· ῶ, νέκυν Ἕκτορα πατρὶ λύτρων πόρεν ὠκὺς Ἀχιλλεύς, κοινὴ δὲ ἥδε· Ἕκτορος λύτρα. Ὅτι ἀκροστιχὶς τῶν πρώτων πέντε τῆς ῥαψῳδίας ταύτης ἐπῶν «λεύκη», ὅπερ καὶ τὸ πάθος δηλοῖ σωματικὸν καὶ εἰς φυτοῦ δὲ τέθειται ὄνομα. οὐκ ἐπετηδεύθη δὲ τῷ ποιητῇ, ἀλλʼ οὕτω παρατυχὸν τὸ τῆς ἀκροστιχίδος συνέπεσεν, ὁποῖα καὶ ἄλλα παραπίπτουσιν, εἰ καὶ μὴ τοιαῦτα. τῶν τινες γοῦν παλαιῶν ἀστείως περιεργαζόμενοι ἐζήτουν στίχους εὑρέσθαι, ἐν οἷς ἢ τὰ τέλη καὶ αἱ ἀρχαὶ εἰς τὸ αὐτὸ φωνῆεν κατέληγον, οἷον «ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα», καὶ «εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε», ἢ ἐφʼ ὧν στίχων ἀπὸ πρώτης καὶ ἐσχάτης συλλαβῆς δηλοῦται κύριον ὄνομα, οἷον «Αἶας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας», ἢ ὧν στίχων ἡ κεφαλὴ καὶ ὁ ποὺς σκεύους ἀπαρτίζει ὄνομα, οἷον ὄλμος μὲν ἀναφαίνεται ἐν τῷ «ὀλλομένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός», μύλος δὲ ἐν τῷ «μυθεῖται κατὰ μοῖραν, ἅπερ κʼ οἴοιτο καὶ ἄλλος», λύρη δὲ ἐν τῷ «λυγρὸς ἐών, μή πού τι καὶ μεῖζον ἐπαύρῃ». οὕτω δὲ καί τινα ἐδώδιμα στίχοι φαίνουσιν ἐν ταῖς αὐτῶν ἀρχαῖς καὶ λήξεσι. κεῖται γὰρ ἄρτος μὲν ἐν τῷ «ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος», μῆλα δὲ ἐν τῷ «μή τι σὺ ταῦτα ἕκαστα διείρεο, μηδὲ μετάλλα». οἱ δὲ ταῦτα ἐνοπτρισάμενοι παρὰ τῷ ποιητῇ, εὑρόντες παρʼ αὐτῷ καὶ ἄσιγμον ἔπος <!-- 4.857 -->τὸ «πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιδοῦναι», ἀρχὴν ἐνδεδώκασιν εἰκαίου ζήλου καὶ πόνου τοῖς ὕστερον. λέγεται γοῦν καὶ Πινδάρῳ πονηθῆναι ἀσιγμοποιηθεῖσα ᾠδὴ καὶ τῷ Ἑρμιονεῖ δὲ Λάσῳ ἄσιγμος ὕμνος εἰς Δήμητραν. Ὅτι οἰκεῖον λύσει ἀγῶνος ἢ ἁπλῶς συνάξεως λαοῦ τὸ «λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι ἐσκίδναντʼ ἰέναι. Ἀγὼν δὲ καὶ νῦν τὸ πλῆθος. παρὰ δὲ Βοιωτοῖς ἀγὼν κατὰ τοὺς παλαιοὺς ἡ ἀγορά. ὅθεν καὶ ἀγορανόμος ὁ ἀγωνάρχης, καὶ παρʼ Αἰσχύλῳ “ἀγώνιοι θεοί” οἱ ἀγοραῖοι. ἐτυμολογεῖται δὲ ἀγὼν ἢ παρὰ τὸ ἄγω, ἢ ἀπὸ Ἀγώνου, ἡνιόχου, φασί, Πέλοπος, ἢ παρὰ τὴν α στέρησιν καὶ τὴν γωνίαν ἀγών, οἱονεὶ τόπος κυκλοτερής, γωνίαν οὐκ ἔχων καὶ διὰ τοῦτο εὐρύς. καὶ Ὅμηρος γὰρ φθάσας ἱερὸν κύκλον ἔφη τὴν ἀγοράν, καὶ Σοφοκλῆς δέ που “κυκλόεντα θῶκον ἀγορᾶς εὐκλεῆ” λέγει, καὶ Εὐριπίδης δὲ οὕτως οἶδεν ἐν τῷ “ἀγορᾶς χραίνων κύκλον”. Ὅτι λύπην Ἀχιλλέως ὑπογράφων τὴν ἐπὶ τῷ Πατρόκλῳ, διʼ ἣν καὶ ἄσιτος καὶ ἄϋπνος ἦν, φησίν, ἃ καὶ ἐπὶ ἑτέρων ῥηθήσεταί τινων πασχόντων ὅμοια, ὡς οἱ μὲν ἄλλοι “δόρποιο μέδοντο ὕπνου τε γλυκεροῖο ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα, Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ”. ἅπερ καὶ ἐνταῦθα, ὥς που καὶ ἐν τοῖς πρὸ τούτων, ἐκ παραλλήλου τὴν ἀνδρίαν δηλοῦσιν, “ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα, ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων· τῶν” νῦν “μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν”. Εἶτα ἑρμηνεύων τὸ “ἐστρέφετο ἔνθα καὶ ἔνθα” ἐπάγει “ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε ὕπτιος, ἄλλοτε δὲ πρηνής, τότε δʼ ὀρθὸς ἀναστὰς δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε”, διὰ τὸ ἀγρυπνεῖν δηλαδὴ καὶ φροντίζειν. ὁποῖόν τι καὶ ἐν Ὀδυσσείᾳ λέγει ὁ ποιητής, ἔνθα τῷ δούλῳ Μελανθίῳ ἐμπαίζων τις ἦρεν αὐτὸν μετέωρον. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν πανδαμάτορα τὸν <!-- 4.858 -->ὕπνον ἔφη, Σιμωνίδης δὲ σμικροπρεπῶς, φασί, δαμασίφωτα, δέει τοῦ μὴ καὶ τὸ θεῖον κοιμᾶσθαι παραποιήσας τὴν Ὁμηρικὴν ἀκρίβειαν, ὃς οὐ πάντας, ἀλλὰ πάντα δαμάζεσθαι ὕπνῳ φησὶ τὰ πεφυκότα ὑπνοῦν, ὡς οἷα τῶν τοιούτων πάντων ἰσχυροτέρῳ ἢ πάντων ἄνακτι, κατὰ τὸ “Ὕπνε ἄναξ”. δαμᾶν γὰρ καὶ δαμάζειν τὸ ταπεινοῦν καὶ ὑποτάσσειν. ὅθεν καὶ δμῶες καὶ δμωΐδες παρὰ τὸ δεδμῆσθαι, τοῦτο δὲ ἀπὸ κτηνῶν, φασίν, ὑποζυγίων, ἃ δαμαζόμενα εὐπειθέστερον ὕπεισι τὸν ζυγὸν καὶ ἡσυχαίτερον σφαδᾴζουσι. καὶ ἡ δάμαρ δὲ ἐνθένδε κέκληται, φασί, ἀνδρὶ συνεζευγμένη καὶ δεδαμασμένη. τοιαύτην δὲ ὑποβάλλει ἔννοιαν καὶ ὁ λαοδάμας καὶ ὁ λαγέτας, ὃς δηλαδὴ δαμάζει καὶ ὑφʼ ἑαυτῷ ἄγει λαὸν ὑπὸ ζυγῷ νῶτον εὐλόφως φέροντα. καὶ οὕτω μὲν πανδαμάτωρ ὁ ὕπνος. εἰ δὲ καὶ λυσίπονος καὶ λυσιμελής ἐστιν ὡς λύων μελεδήματα θυμοῦ, ἐρρέθη ἀλλαχοῦ. ὡς δὲ καὶ καμάτων λιμήν ἐστι, δηλοῖ ὁ καὶ τὴν ὑγείαν εἰπὼν τερπνοτάτην θεῶν βροτοῖς καὶ τὴν σωφροσύνην εὐσεβείης γείτονα. Ἄλεξις δὲ σεμνύνων τὸν ὕπνον, “βροτείων πόνων παυστῆρα” καλεῖ, καὶ γρῖφον ἐπʼ αὐτῷ τοιοῦτον προβάλλει “οὐ θνητὸς οὐδʼ ἀθάνατος, ἀλλʼ ἔχων τινὰ σύγκρασιν, ὥστε μήτʼ ἐν ἀνθρώπου μέρει μήτʼ ἐν θεοῖς ζῆν, ἀλλὰ φύεσθαί τε ἀεὶ καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν, ἀόρατος ὄψιν, γνώριμος δʼ ἅπασιν ὢν ἀεί”. ἔστι δὲ τοῦ τοιούτου γρίφου τὸ “ἀόρατος ὄψιν” ἐξ Ὁμήρου, ὃς ἀόρατον Διῒ τὸν ὕπνον πεποίηκε. καὶ τοῦτο μὲν τοιοῦτον. Ἰστέον δὲ καὶ ὅτι τολύπη κατὰ τοὺς παλαιοὺς ἐρίων <!-- 4.859 -->σφαῖρα, ὅθεν τὸ τὰ πολλὰ εἰς τέλος ἓν συγκεφαλαιοῦν τολυπεύειν λέγεται. καὶ ἄλλως δὲ τολυπεύειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ κεῖται, τὸ κατεργάζεσθαι, παρόσον καὶ ἡ τολύπη κατείργασται. τὸ δὲ λέγειν τολυπεύειν τὸ κακοπαθεῖν, ὡς ἀπὸ τολύπης θανατηρᾶς βοτάνης, οὐχʼ Ὁμηρικόν, τά τε ἄλλα, καὶ ὅτι οὐδὲ παθητικὴ παρʼ αὐτῷ λέξις τὸ τολυπεύειν οὔτʼ ἐνταῦθα οὔτʼ ἐν Ὀδυσσείᾳ. ἐνεργητικῶς οὖν εἴρηται τὸ “ὅσα τολύπευσεν”, οὗ ἐναντίον τὸ “καὶ πάθεν ἄλγεα”. Τὸ δὲ “πείρων” τοῖς κύμασι προσνεμετέον. τοῖς δέ γε πολέμοις ἐπιλογιστέον οἰκείαν τινὰ ἑτέραν μετοχήν. συνήθη δὲ τῇ ποιήσει καὶ τὰ τοιαῦτα, ὁποῖον σὺν πολλοῖς ἄλλοις καὶ τὸ “σῖτον καὶ οἶνον ἔδοντες”. Πάμφιλος δέ, φασί, περισπᾷ τὸ “πείρων”, παράγων εἰς ὁμοιότητα τὸ “περόωσι”, καὶ τὸ “περάᾳ μέγα λαῖτμα”, ἀφʼ ὧν φησιν εἶναι καὶ τὸ πειρῶν. τὴν γὰρ τοῦ ι πρόσθεσιν μὴ ἐξαλλάσσειν τὸν τόνον. Ἀρίσταρχος δὲ βαρύνει ὡς τὸ κείρων. ἐν Ὀδυσσείᾳ γοῦν λέγεται “παννυχίη πεῖρε κέλευθον”. ὡς οὖν ἔκειρε κείρων, οὕτως ἔπειρε πείρων. διαιτῶσιν οὖν οἱ παλαιοί, ὅτι τὸ μὲν σὺν τῷ ι βαρυνθήσεται, τὸ δὲ χωρὶς τοῦ ι περισπασθήσεται. Τοῦ δὲ εἴβειν καὶ ὄνομα παράγεται κατὰ τοὺς παλαιοὺς ὁ Εἴβιμος. Τὸ δὲ “ἐπὶ πλευράς τε”, ὅ ἐστι κατὰ δεξιὰ καὶ ἀριστερά, καὶ τὸ “ὕπτιος” καὶ “πρηνής” εἰλεῖσθαι κύκλῳ δηλοῖ τὸν ἥρωα, ἤγουν κατὰ μίαν συζυγίαν τὴν τῶν πλευρῶν καὶ καθʼ ἑτέραν τὴν τοῦ ὑπτίου καὶ πρανοῦς, ὅπερ ἀμφὶς ὂν διὰ τὰ δύο συζυγοῦντα χρήσιμόν ἐστιν εἰς τὸ “ἀμφίαλος νῆσος”. Τὸ δὲ ἀλύειν ψιλοῦται, ὡς ἡ συναλιφὴ δηλοῖ τὸ “δινεύεσκʼ ἀλύων”. ἔστι δὲ ἀλύειν τὸ ἀδημονεῖν καὶ οἷον ἐκλελῦσθαι. ὅτι δέ ποτε καὶ ἐπὶ τοῦ ἀνάπαλιν τίθεται, ἐν ἄλλοις δεδήλωται, καὶ μάλιστα ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ “ὑπὲρ ἅλα καὶ ᾐόνας” οὐκ ἀναγκαίως μὲν κεῖται, ἀλλὰ πρὸς ἀναπλήρωσιν στίχου. ἔχει δὲ ὅμως ἀνθρωπίνως. οὐ γὰρ ἐφιλοτιμεῖτο τὴν τῆς ἠοῦς θέαν ὁ <!-- 4.860 -->Ἀχιλλεύς, ἀλλʼ ἔβλεπεν ἄλλως αὐτήν, ὅτε πρῶτον τὸ ναύσταθμον περιέλαμψεν. Ὅρα δὲ ὅπως μετὰ τὸν ἐπιτάφιον ἀγῶνα μέλλων ὁ ποιητὴς περιαγαγεῖν τὸν λόγον εἰς τὰ κατὰ τὸν Ἕκτορα, εὐτάκτως ἐκ τῶν ὧδε πρόεισιν. ἄχθεται γὰρ ἀναμνησθεὶς τοῦ Πατρόκλου καὶ χολοῦται κατὰ τοῦ Ἕκτορος, ὡς εἰκός, καὶ εὐθὺς δήσας ἕλκει ἀεικῶς. καὶ οἱ μάκαρες εἰσορῶντες ἐλεοῦσιν ἀναγκαίως. καὶ πρῶτα μὲν βουλεύονται κλαπῆναι τὸν νεκρὸν ὑπὸ Ἑρμοῦ, καὶ κινοῦνται εἰς τοῦτο λόγοι καλοὶ καὶ Ὁμήρῳ πρέποντες. καὶ ἐπέχεται μὲν ἡ κλοπή, γίνεται δὲ ἄλλως τὸ πιθανὸν διὰ τῆς μητρὸς μὲν Θέτιδος ἐπὶ τῷ Ἀχιλλεῖ, διὰ δὲ τῆς Ἴριδος ἐπὶ τῷ Πριάμῳ. καὶ αὐτὸς μὲν θαρρεῖ τὴν λιτήν, ὁ δὲ Ἀχιλλεὺς πραΰνεται καὶ κατακάμπτεται. καὶ οὕτω τῇ τοῦ Ἕκτορος λύσει καὶ ταφῇ συγκαταπαύεται καὶ ἡ Ἰλιάς, οὐκ ἀνασχομένη ἐμπεσεῖν καὶ εἰς ἀφήγησιν καὶ διατριβὴν τοῦ κατὰ τὸν φίλον Ἀχιλλέα θανάτου καὶ ἐπικλαῦσαι πεσόντι, οὗ χάριν ζῶντος τοσαῦτα ἐχόρευσεν. Ὅτι Ἀχιλλεύς, “ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, Ἕκτορα ἕλκεσθαι” καὶ νῦν “δησάσκετο δίφρου ὄπισθε, τρὶς δʼ ἐρύσας περὶ σῆμα Πατρόκλου αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τόνδε δʼ ἔασκεν ἐν κόνει ἐκτανύσας προπρηνέα”, ἐν οἴῳ δηλαδὴ σχήματι καὶ πρὸ τούτων αὐτὸν ἐτάνυσεν, ἵνα δηλαδὴ μὴ βλέποιτο ἡλίῳ τὸ αὐτοῦ πρόσωπον, ἢ καὶ πρὸς ὁμοιότητα τῶν κατὰ γῆς τεινομένων, ὥστε τὰ ὀπίσω κολάζεσθαι, καὶ ἵνα δὲ ἀποδρύπτοιτο τὰ κατʼ ὄψιν. Ὅτι δὲ ἀπηνὲς τὸ ἔργον, ἐπισημανεῖται καὶ ὁ ποιητὴς εἰπών, ὅτι ἐφʼ οἷς “Ἕκτορα δῖον ἀείκιζε μενεαίνων” Ἀχιλλεύς, “ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες”. Ἰστέον δὲ ὅτι νῦν μὲν καὶ ἅρματος ὁ ποιητὴς ἐμνήσθη καὶ ἵππων ὑπʼ αὐτῷ ζευχθέντων, προϊὼν δὲ σιγᾷ μὲν τὸ ἅρμα, λέγει δὲ ὅτι Ἀχιλλεὺς Ἕκτορα δῖον ἵππων ἐξάπτων περὶ σῆμα ἑτάρου ἕλκει. Ὁσημέραι δὲ τοῦτο ἐποίει, καὶ ὡς ὁ ποιητὴς λέγει, ἐπὶ <!-- 4.861 -->δυώδεκα ἡμέραις, ὃ καὶ ποιεῖ τὴν παραδοξίαν τοῦ μὴ σαπῆναι τὸν Ἕκτορα. Ὅθεν καὶ ὁ ποιητὴς τοῦτο εἰς θεῖόν τι ἀνάγων Ἀπόλλωνι ἐνταῦθα τὸ αἴτιον ἀνατίθησιν, εἰπὼν “τοῖο δʼ Ἀπόλλων πᾶσαν ἀεικίην ἄπεχε χροΐ”, ἤγουν ἀπεῖχε, πόρρω εἶχε τοῦ χροός, ἐκώλυε, “φῶτʼ ἐλεαίρων καὶ τεθνειότα περ, περὶ δʼ αἰγίδι πάντα κάλυπτε χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι”, ὡς καὶ προγέγραπται. Καὶ ὅρα καὶ Ἀπόλλωνος ταύτην αἰγίδα, θεῖαν μὲν οὖσαν, σκέπουσαν δὲ τὸν θεοῖς, ὡς ὁ μῦθός φησι, φίλτατον Ἕκτορα διὰ τὴν ἀφθονίαν τῶν θυσιῶν, ἃς ἐκεῖνοι γέρας ἔλαχον. ἄλλως γάρ τοι οὐκ εὐκάθαρτον ἦν νεκροῦ ταύτην περίβλημα γίνεσθαι. νοεῖται δὲ νῦν αἰγὶς Ἀπόλλωνος ἡ σκιὰ καὶ τὸ νέφος, ὃ καὶ πρὸ ὀλίγου περὶ τὸν κείμενον Ἀπόλλων ἔστησεν, ὡς ἂν ἔνικμος διαμείνῃ. κωλύσει δὲ οὐδὲν εἰς ἔννοιαν νέφους τὸ τῆς αἰγίδος χρύσεον, εἴγε καὶ νέφη πολλάκις τῷ χρυσῷ παρονομάζονται, ὥς που ἐδήλωσεν Ὅμηρος. Τὴν δὲ ἀεικίην, ὅ ἐστιν αἰκίαν, ἑρμηνεύων Ὅμηρος ἐπάγει, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων, ἤγουν ἵνα μὴ αἰκίζηται τὸν νεκρόν, ὡς ταὐτὸν ὂν ἀεικίαν καὶ δρύψιν εἰπεῖν καὶ ἀεικίζεσθαι καὶ δρύπτεσθαι. διφορεῖται δὲ κἀνταῦθα, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἡ παραλήγουσα τῆς ἀεικείας. οὐ μόνον γὰρ διὰ τοῦ ι γράφεται τῷ λόγῳ τῆς αἰκίας, ἀλλὰ καὶ διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ ἀεικής, ὅθεν ἀείκεια, ὡς ἐπιεικής ἐπιείκεια. δῆλον δʼ ὅτι ὡς ἀπὸ τοῦ ἀείρω καὶ φαείνω τὸ αἴρω καὶ φαίνω γίνεται, οὕτω καὶ ἀπὸ τοῦ ἀεικίζω καὶ ἀεικίας τὸ αἰκίζω καὶ ἡ αἰκία. Τὸ δὲ “καὶ τεθνειότα περ” ἐπεσημήνατο εἰς δεῖξιν τοῦ καὶ ἐπὶ νεκρῶν κυριολεκτεῖσθαι τὸ ἐλεεῖν, ὥσπερ καὶ τὸ σῴζειν, καθὰ δηλοῖ μετʼ ὀλίγα τὸ “νέκυν σαῶσαι”. Ὅρα δὲ ὅτι τὸ “τεθνειότα” συνέστειλε καὶ νῦν κοινῶς τὴν παραλήγουσαν τῷ συνήθει λόγῳ τῶν μετοχῶν. τὸ γάρ τοι ἐκτεταμένον Ἰωνικόν <!-- 4.862 -->ἐστιν. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ μενεαίνειν οὐκ ἐπὶ προθυμίας ἁπλῶς, ἀλλʼ ἐπὶ θυμοῦ. φησὶ γάρ, ὡς Ἕκτορα δῖον ἀείκιζεν Ἀχιλλεὺς μενεαίνων. Ὅτι ἐνδεικνύμενος Ὅμηρος δυνατῶς ἔχειν ὥσπερ λύσασθαι δώρων τὸν Ἕκτορα, οὕτω καὶ διὰ κλοπῆς ὑφελέσθαι, πλάττει τοὺς μάκαρας ἐλεαίροντας αἰκιζόμενον Ἕκτορα καὶ ὀτρύνοντας τὸν Ἑρμῆν εἰς κλοπήν. “κλέψαι” γάρ, φησίν, “ὠτρύνεσκον ἐΰσκοπον Ἀργεϊφόντην”. καὶ τοῖς μὲν ἄλλοις ἤρεσκεν, τρισὶ δέ τισιν οὔ. διὸ κεκώλυτο ἡ κλοπή. Φησὶ γάρ “ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ οὐδὲ Ποσειδῶνι”, οὐδὲ Ἀθηνᾷ, “ἀλλʼ ἔχον, ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης, ὃς νείκεσσε θεάς, ὅτε οἱ”, καὶ ἑξῆς. Πλάττει δὲ τὴν ῥηθεῖσαν κωλύμην ὁ ποιητὴς διὰ τὸ τὴν μὲν κλοπὴν οὐ πάνυ πιθανῶς ἔχειν <!-- 4.863 -->ἂν πλασθῆναι, τὴν δὲ λύτρωσιν καὶ εὐπλαστοτέραν ἔσεσθαι, καὶ πρὸς τιμῆς δὲ τῷ Ἀχιλλεῖ, καὶ ἔτι γλυκυτέραν διὰ τὸ τῆς ποιητικῆς ἐνταῦθα ῥητορείας πολυειδές, ὡς φανήσεται. Δῆλον δὲ ὅτι κλοπῆς ἐπεστάτει Ἑρμῆς, ὃς καὶ βρέφος ἔτι ὤν, λουομένων τῆς τε μητρὸς καὶ τῶν ἀδελφῶν, τὰς ἐσθῆτας ὑφείλετο καὶ γέλωτα ποιήσας ἀπέδωκεν. ὁ δʼ αὐτὸς καὶ τὰς Ἀπόλλωνος ἔκλεψε βοῦς, ἀνθʼ ὧν καὶ τὴν χέλυν, ὅ ἐστι τὴν ἐξ ὀστράκου χελώνης γενομένην κατʼ ἀρχὰς λύραν, ἀντέδωκεν. ἐπιστατεῖ δὲ κλοπῆς, ὥσπερ καὶ λόγου καὶ κερδῶν, καὶ ἀστὴρ Ἑρμῆς κατὰ τοὺς οὐρανογνώμονας. Ἰστέον δὲ ὅτι τὸ “κλέψαι δʼ ὠτρύνεσκον” καὶ ἑξῆς τοὺς πέντε στίχους, ἀθετοῦσιν οἱ παλαιοὶ διά τε ἄλλα, καὶ ὅτι ἀπρεπὲς τοὺς ἀμφὶ τὴν Ἀθηνᾶν θυμὸν ἔχειν τὸν αὐτὸν τῷ Ἀχιλλεῖ, καὶ ὅτι θεοῖς οὐ πρέπον τὸ κλέπτειν. Ἐΰσκοπος δὲ Ἑρμῆς μυθικῶς μὲν ὁ δεξιὸς σκοπεῦσαι, ὃ δὴ καὶ αὐτὸ ἀγαθοῦ ἀγγέλου ἔργον ἐστίν, ἀλληγορικῶς δὲ ὁ πάντα κατὰ σκοπὸν ποιῶν. οὐδεμία γὰρ λογικὴ μέθοδος ἄλλως προβάλλεται, εἰ μὴ πρός τινα βάλῃ σκοπόν. Ὃς δὴ σκοπὸς παντὸς ἔργου πρόκειται. ὁ δὲ τοιοῦτος ἐΰσκοπος Ἑρμῆς, ἤγουν λόγος, εἰ καὶ βρέφος ἔτι ὤν, ἀμεθόδως καὶ οὐδὲ εὐσκόπως ἔκλεπτεν, ὡς εἴρηται, ἀλλὰ τελειωθεὶς καὶ τοῦ εὖ γενόμενος κατὰ σπουδὴν κλέπτοι ἄν, ἤγουν ἐπὶ καλῷ, οὕτω δὲ καὶ δολιεύσηται, καθότι κλέπτης ὁ αὐτὸς ὑπόκειται καὶ δόλιος. καλῶς ἄρα Ἑρμοῦ λέγεται κατάγεσθαι καὶ Ὀδυσσεύς, ὁ καὶ “δόλων ἆτος” καθʼ Ὅμηρον, καὶ κλέπτειν δὲ εὖ εἰδὼς ἐπʼ ὠφελείᾳ ἑαυτοῦ τε καὶ τῶν αὑτοῦ. Ὅτι ἐνταῦθα Ὅμηρος μέμνηται τῆς ἀλλαχοῦ ῥηθείσης τοῦ Πάριδος κρίσεως, εἰπὼν “ὃς νείκεσσε θεάς, ὅτε οἱ μέσαυλον ἵκοντο, τὴν δʼ ᾔνησεν”, ἤγουν ἐπῄνεσεν, “ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν”, σεμνῶς κἀνταῦθα φράσας τῇ τε σιωπῇ τῶν θείων προσώπων καὶ τῷ τῆς διηγήσεως ἀπλατεῖ καί πως καὶ μυστικῷ διὰ τὸ ἀσαφὲς τοῦ “νείκεσσε” καὶ τῶν λοιπῶν. Καὶ ὅρα ὅπως τὴν τοῦ Τρωϊκοῦ πολέμου αἰτιωτάτην πρᾶξιν τῷ τέλει τῆς Ἰλιάδος ἐταμιεύσατο, ἐπὶ τοσοῦτον ἀναρτήσας τὸν ἀκροατήν. Τινὲς <!-- 4.864 -->δὲ ἀθετοῦσι καὶ τοῦτον τὸν τόπον. εἰ γὰρ ᾔδει, φασί, τὴν περὶ τοῦ κάλλους κρίσιν ὁ ποιητής, πολλαχοῦ ἂν ἐμνήσθη αὐτῆς. καὶ μὴν ἔστι πρὸς τοῦτο εἰπεῖν, ὅτι πολλῶν καὶ ἄλλων ἅπαξ ὁ ποιητὴς ἐμνήσθη, ἅπερ οὐκ ἠθέτηνται. Ἀρίσταρχος δὲ διὰ τὴν τῆς μαχλοσύνης λέξιν ἀθετεῖ τὸν στίχον. νεωτέρων γὰρ ἡ λέξις καὶ Ἡσιόδειος, ἐκείνου πρώτου χρησαμένου αὐτῇ ἐπὶ τῶν Προίτου θυγατέρων. καὶ ἔτι μαχλοσύνη, φησί, κοινῶς ἐστιν ἡ ἐν γυναιξὶ μανία, ἐπὶ ἀνδρῶν δὲ οὐ τίθεται. δέδωκε δὲ Ἀφροδίτη τῷ Πάριδι οὐ ταύτην, ἀλλὰ τὴν καλλίστην Ἑλένην. διό τινες γράφουσιν οὕτως “τὴν δὲ ᾔνεσεν, ἥ οἱ κεχαρισμένα δῶρʼ ὀνόμηνε”. καὶ ἄλλως δὲ φράσαι, ἀθετοῦνται κατὰ τοὺς παλαιοὺς ὥσπερ οἱ ἄνω αὐτῶν πέντε στίχοι, οὕτως καὶ οἱ ῥηθέντες δύο. νεωτέρων τε γὰρ λέξις ἡ μαχλοσύνη, καὶ οὐδὲ ἐπὶ ἀνδρῶν τίθεται. οὕτω δὲ καὶ δύο ἀνωτέρω ἠθετοῦντο ἐν τῷ περὶ αἰγίδος λόγῳ. νέφει τε γάρ, φασί, σκέπεταί τις κυανέῳ, καὶ ἡ αἰγὶς δὲ οὐκ ἔστιν Ἀπόλλωνος. ὡς δὲ ἀντιλέγεται ἡ τοιαύτη ἀθέτησις, δῆλον τοῖς εὐφυῶς ἐπιβάλλουσιν. Ἔστι δὲ τὸ μὲν “νείκεσσεν” ἀντὶ τοῦ κατεδίκασε φιλονείκως καὶ ὀνειδιστικῶς. εἰκὸς γὰρ τὸν χαρισάμενον τῇ Ἀφροδίτῃ φιλόνεικον ἐξενεχθῆναι ταῖς ἀντιδίκοις. Μέσαυλον δὲ ποιμενικὴ κατοικία ἤτοι ἔπαυλις, ἀγροτικὸς <!-- 4.865 -->σταθμός. πολλαχοῦ δὲ ἡ λέξις κείται, παραγομένη ἐκ τῆς αὐλῆς, ἥτις ἐκ τοῦ ἄω, τὸ πνέω, ἐπενθέσει τοῦ υ γίνεται, ὅθεν καὶ ὁ αὐλὸς καὶ ὁ αὐλών. ἀπὸ δὲ τῆς αὐλῆς καὶ τὸ αὔλιον ὑποκοριστικῶς ἢ κατὰ παραγωγήν, ὡς τὸ ἴχνιον, καὶ ἡ αὔλειος θύρα, καὶ ἐπαύλια τὰ μετὰ τὸν γάμον, ὡς δηλοῖ καὶ Παυσανίας, ἐν οἷς λέγει ἐπαυλίαν ἡμέραν, καθʼ ἣν ἐν τῇ τοῦ νυμφίου οἰκίᾳ ἡ νύμφη πρῶτον ἐπηύλισται, καὶ ἐπαύλια τὰ μετὰ τὴν ἐχομένην ἡμέραν τοῦ γάμου δῶρα παρὰ τοῦ τῆς νύμφης πατρὸς φερόμενα τοῖς νυμφίοις ἐν σχήματι πομπῆς. παῖς γάρ, φησίν, ἡγεῖτο, χλανίδα λευκὴν ἔχων καὶ λαμπάδα καιομένην, ἔπειτα παῖς ἑτέρα κανηφόρος, εἶτα λοιπαὶ φέρουσαι λεκανίδας, σμήγματα, φορεῖα, κτένας, κοίτας, ἀλαβάστρους, σανδάλια, θήκας, μύρα, νίτρα, ἐνίοτε, φησί, καὶ τὴν προῖκα. Ὅτι τὸ “σχέτλιοί ἐστε, δηλήμονες” Ἀπόλλωνος μέν ἐστι λόγος πρὸς τοὺς ἀμφὶ τὸν Δία, φαύλοις δὲ ἀνδράσιν ἐπιρρηθήσεται. ἐκ τούτου δὲ παρῳδήσας ἐν Ὀδυσσείᾳ φησὶ “σχέτλιοί ἐστε θεοὶ ζηλήμονες”. Ὅτι σχῆμα γοργὸν κατὰ κόμμα τὸ “οὐκ ἔτλητε νέκυν σαῶσαι ἀλόχῳ τε ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ καὶ πατέρι Πριάμῳ λαοῖσί τε”. κεῖται δὲ καὶ αὐτά, ἐν οἷς Ἀπόλλων ὀνειδίζει θεοῖς, ὡς τοσαῦτα τοῦ Ἕκτορος αὐτοῖς θύοντος, ὅτε ζῶν ἦν, ὑμεῖς, φησίν, οὐκ ἔτλητε οὐδὲ νεκρὸν αὐτὸν περισώσασθαι τοῖς ἑαυτοῦ χάριν ταφῆς, “ἀλλὰ ὀλοῷ”, φησίν, “Ἀχιλῆϊ ἐπαρήγετε”, καὶ ἑξῆς ὡς εὐθὺς γραφήσεται. Καὶ ὅρα τὸ “οὐκ ἔτλητε”, δηλοῦν ὡς ἐχρῆν τλῆναι. καλῶς ἄρα σχέτλιοι προσεχῶς ἐρρέθησαν οἱ τοιοῦτοι, ὡς χρεὼν ὂν σχέσθαι αὐτοὺς καὶ τλῆναι, καθὰ εἴρηται. Ὁ δὲ τοῦ Ἀχιλλέως ἐνταῦθα ψόγος ὑπὸ Ἀπόλλωνος δίγλωσσον καὶ αὐτὸς τὸν ποιητὴν παριστᾷ, παρʼ ᾧ καὶ ἔπαινοι τοῦ Ἀχιλλέως κεῖνται καὶ ψόγοι παρεσπαρμένοι πολλαχοῦ, ὡς καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ διὰ τοῦ Διὸς ἀπʼ ἐναντίας τοῖς ἄρτι, ὡς οὔτε ἄφρων ὁ Ἀχιλλεὺς οὔτε <!-- 4.866 -->ἄσκοπος οὔτε ἀλιτήμων. Ἀνεκτὸν δὲ “ὀλοόν” Ἀχιλλέα λέγεσθαι πρὸς τοῦ ἐχθροῦ, ὃ καὶ τοῦ Διός ποτε καταλέγεται ἐν τῷ “θεῶν ὀλοώτερος”. κεφάλαιον δὲ τοῦ ψόγου ἐνταῦθα τὸ ἀπηνῆ τὸν Ἀχιλλέα εἶναι ὑπὲρ τὸ δέον, ὡς καὶ τὰ ἑξῆς δείξει. Ὅτι τοῖς ἀγαπῶσιν ἀπηνῆ ἄνδρα, ὁποῖος ἐνταῦθα λέγεται, ἐρεῖ τις βραχὺ παρῳδήσας τὸ “ἀλλὰ ὀλοῷ ἀνδρὶ βούλεσθʼ ἐπαρήγειν, ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν, ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ εἴξας εἶσιν ἐπὶ μῆλα βροτῶν, ἵνα δαῖτα λάβῃσιν· ὣς ὁ δεῖνα ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς γίνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν”. Ἀπόλλων δὲ ταῦτά φησιν αἰτιώμενος, ὅτι τὸν Ἀχιλλέα ἐφʼ οἷς ἀπηνῶς ἔχει ἐφʼ Ἕκτορι, οὔτε ἔλεος ὕπεισιν οὔτε αἰδώς. ὧν καὶ θάτερον καταπαύειν οἶδεν ἄμετρον ὀργήν. Νόημα δὲ γναμπτὸν τὴν ἐπιείκειαν λέγει καὶ τὸ ἐκ μεταμέλου στρεπτὸν κατὰ τὸ “στρεπταὶ δέ τοι φρένες ἐσθλῶν”, καὶ κατὰ τὸ “ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη”. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα μετοχὴ ἀντὶ ὁριστικοῦ ῥήματος κεῖται. τὸ γὰρ “ἐπεὶ εἴξας θυμῷ” ταὐτόν ἐστι τῷ “ἐπειδὰν εἴξῃ”. τοιοῦτον δὲ ἦν σὺν ἄλλοις καὶ τὸ “μήκων ἥ τʼ ἐνὶ κήπῳ καρπῷ βριθομένη”, ἀντὶ τοῦ βρίθεται. ἔστι δὲ καὶ ὧδε ὑπαρκτικοῦ ῥήματος ἔλλειψις, ὡς καὶ ἐκεῖ. τὸ γὰρ “ἐπεὶ θυμῷ εἴξας” ταὐτόν ἐστι τῷ “ἐπειδὰν θυμῷ εἴξας εἴη”, ὃ περίφρασίς ἐστι τοῦ θυμωθείη. εἰ δʼ ἴσως γράφεταί που “ὅς τʼ ἐπὶ ἂρ μεγάλῃ τε βίῃ” καὶ ἑξῆς, τότε δὴ ἀπράγμων ἐστὶν ἡ φράσις. λέγει γὰρ ὅτι, ὃς, ἤγουν ὁ λέων, ἐπὶ σθένει καὶ θυμῷ πεποιθὼς εἶσιν ἐπὶ μῆλα, ὃ καὶ νῦν ἁπλῶς δηλοῖ τὰ βοσκήματα. Ὅρα δʼ ἐνταῦθα ἔπαινον Ἀχιλλέως συναναμεμιγμένον οἷς πρὸς Ἀπόλλωνος ἔσκωπται. τὸ γὰρ “μεγάλῃ βίῃ καὶ ἀγήνορι θυμῷ” ἀνδρίαν τῷ ἥρωϊ καὶ θαρραλεότητα ἐπιμαρτύρεται. Ἀστεῖον δʼ ἐνταῦθα τὸ “εἴξας”. εἴκειν γὰρ δοκεῖ Ἀχιλλεὺς τῇ μεγάλῃ βίᾳ καὶ τῇ ἀγηνορίᾳ, ὅσα καὶ δεσπόταις <!-- 4.867 -->ἐγκελευομένοις αὐτῷ. Τὸ δὲ “ἵνα δαῖτα λάβῃσι” σκώπτει ἐς Ἀχιλλέα, ὡς καὶ μετὰ τὴν ἄνυσιν τοῦ σκοποῦ καὶ τὴν ἐφετὴν ἄγραν ἔτι ἐκθηριούμενον. Τὸ δὲ περὶ τῆς αἰδοῦς γνωμικόν, διʼ οὗ δηλοῦται ὡς ἡ αἰδὼς διπλῆ ἔστιν, ἡ μὲν μέγα βλάπτουσα, ἡ δὲ ὠφελοῦσα, καὶ παρʼ Ἡσιόδῳ κεῖται, καὶ Εὐριπίδης δὲ οὕτω δοξάζει, γνωμολογεῖ δὲ οὕτω καὶ ἡ Ὀδύσσεια. Ὅτι παραμυθητικόν ποτε πένθους τὸ “μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν, ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυρόμενος μεθέηκε”, τουτέστιν ἠμέλησε, “τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισι”. τοῦτο δὲ γνωμικῶς εἴρηται διὰ τὸ ἐν ἀνθρώποις τλησίπονον, ὑφʼ οὗ καὶ ὁ τοῦ γόου κόρος ταχὺ γίνεται, ὡς καὶ αὐτὸ λέγει που ὁ ποιητής. Δείκνυται δὲ τλητὸς ὁ τοῦ ἀνθρώπου θυμὸς ἐν ἄλλοις, ὅπου γνωματεύει ὁ ποιητὴς πολλάκις δυστυχοῦντα τὸν ἄνθρωπον ἀποφάσκειν μὴ ἂν ὑπομεῖναι τοῦ λοιποῦ δυσπραγίαν, φέροντα δὲ ὅμως, εἴ που καὶ εἰσαῦθις κακόν τι καταράξει εἰς αὐτόν. διὸ καὶ ὀϊζυρότατον ἀποφαίνεται τὸ κατʼ ἄνθρωπον γένος, ὅτι καὶ τλημονέστατον. Ἰστέον δὲ ὅτι τὸ “μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον” καὶ ἑξῆς, ὀνειδιστικῶς ὁ Ἀπόλλων φησὶ κατὰ προσώπου διαφορὰν περὶ Ἀχιλλέως, λέγων ὡς οἱ μὲν ἄλλοι τῶν ἀνθρώπων καὶ ἐπὶ τῶν γνησιωτάτων μεθίενταί ποτε τοῦ ἐπὶ τεθνεῶσιν αὐτοῖς ὀδύρεσθαι, Ἀχιλλεὺς δὲ οὐ τοιοῦτος ἐπὶ τῷ Πατρόκλῳ, ἀλλὰ τὸν τοῦ Ἕκτορος νεκρὸν χάριν ἐκείνου ἀπηνῶς ἀεὶ αἰκίζεται, ἵππων ἐξάπτων, ὥς που καὶ ἀλλαχοῦ προείρηται, καὶ περὶ τὸ ἐκείνου σῆμα ἕλκων. Τὸ δὲ “ὁμογάστριον” οὐ μάτην πρόσκειται ἀλλʼ ἢ πρὸς σαφήνειαν, ἔφθη γάρ που κασιγνήτους καὶ τοὺς αὐτανεψιοὺς εἰπεῖν, ἢ μᾶλλον ὅτι οὗτοι, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ἐνδιάθετοί εἰσι τοῖς ἀδελφοῖς. τούτους μὲν γὰρ ἴσασιν ἀδελφοὺς ὄντας, τοὺς δὲ μόνον ὁμοπατρίους οἴονται. ὅθεν καὶ Λυκάων εἶπεν οὐχʼ ὁμογάστριος εἶναι τῷ Ἕκτορι, διὸ μηδὲ πάνυ φιλεῖσθαι, καὶ Ἑλένη δὲ φιλίας ἀδελφικῆς ἐπίτασιν ἐμφαίνει ἐν τῷ “οὕς μοι μία γείνατο μήτηρ”. Ὅτι ἀπειλὴ μεγιστάνων πρός τινα ἥττονα μὴ εἴκοντα τὸ “οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον. μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθῶμέν οἱ ἡμεῖς”. Ἀπόλλωνος δὲ καὶ ταῦτα κατὰ Ἀχιλλέως, ἐφʼ οἷς οὐκ ἐλεεῖ ἐκεῖνος αἰκιζόμενος τὸν Ἕκτορα. Ὅρα δὲ τὸ “νεμεσσηθῶμεν” παθητικῶς τε προφερόμενον καὶ ἐνεργητικῶς δὲ πολλαχοῦ. Τοῖς δὲ ῥηθεῖσιν ἐπάγει ὁ Φοῖβος καὶ τὸ <!-- 4.868 -->“κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων”, ὃ δὴ οὐκ ἐπὶ νεκρικῆς μόνον ὕβρεως, ἀλλά ποτε καὶ ἐπὶ τῶν ἄλλως δυστυχῶς καταβεβλημένων παροιμιακῶς λέγεται. κωφὴν δὲ γῆν ἁπλῶς φησιν ἀντὶ τοῦ ἀναίσθητον διὰ τὸ καὶ ἀπὸ γῆς τὸ σῶμα εἶναι καὶ βαρὺ καὶ γεῶδες. τὸ δέ γε σῶμα τοῦ ζῶντος γαῖα μέν, οὐ κωφὴ δέ. σεμνότερον δὲ ὁ ποιητὴς Ἐμπεδοκλέος εἶπεν. ἐκεῖνος γὰρ “νέκυες” φησὶ “κοπρίων ἐκβλητότεροι”. Ὅτι φορτικός τις τοξότης τυχὸν ἢ ἄλλως ἐπεσβόλος μεσιτεύων ἰσότητα τιμῆς τοῖς μὴ ἐπίσης ἀρίστοις, ἀκούσοι ἄν ποθεν τὸ “εἴη κεν καὶ τοῦτο τεόν”, ἤγουν σόν, “ἔπος, ἀργυρότοξε, εἰ δὴ” ὁμοίαν τῷ δείνι καὶ δεῖνι θήσετε τιμήν». ὁ μὲν γὰρ τοιόσδε, ὁ δὲ τοιόσδε. Ἥρα δὲ ταῦτά φησι τῷ Ἀπόλλωνι, ὑπερτιθεῖσα τὸν ἐκ θεᾶς Ἀχιλλέα Ἕκτορος. Φράζει δʼ ἐνταῦθα ὁ ποιητὴς οὕτω μετὰ τὸ «ἀργυρότοξε»· «εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν, Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν· αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ θρέψα τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν Πηλεῖ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι. πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι δαίνυσʼ ἔχων φόρμιγγα, κακῶν ἕταρʼ αἰὲν ἄπιστε». οὗ ἀπόδειξις καὶ τὸ μυθικῶς προϊστορηθέν, ὅτι δηλαδὴ μετὰ Ποσειδῶνος συνθητεύσας τῷ Λαομέδοντι καὶ μισεῖν ὀφείλων τοὺς ἐξ ἐκείνου, καθὰ καὶ ὁ Ποσειδῶν διάκειται, ὅμως ἑταιρισάμενος αὐτοὺς ἐπικουρεῖ, τῷ ἅρπαγι καὶ κακῷ Πάριδι βοηθῶν. Σημείωσαι δὲ ὅτι τῶν μὲν κατὰ πράξεις ἐγκωμίων ἅλις ἤδη ἔχει ὁ Ἀχιλλεὺς παρὰ τῷ φίλῳ ποιητῇ, τὰ δὲ νῦν λεχθέντα τοῦ κατὰ πατέρας ἐγκωμιαστικοῦ κεφαλαίου ἔχεται, περὶ ὧν πολλαχοῦ μὲν δεδήλωται ἱστορικώτερον, ἐνταῦθα δὲ σεμνότερον διὰ τὸ ὑπὸ θείου προσώπου τὰ λεγόμενα φράζεσθαι. εἰ δὲ καὶ πρὸ τούτων συγκρίσεις τοιαῦταί τινες ἦσαν, ἀλλʼ αὕτη οὐχʼ ὁμοία ἐστὶν ἐκείναις, οὐδὲ ἀνδρίαν παραβάλλουσα, ἀλλὰ μόνην εὐγένειαν. Τοῦ δὲ «ὁμήν» ὅ ἐστιν ὁμοίαν, εἴρηται καὶ οὐδέτερον οὐ πρὸ πολλῶν ἐν τῷ «ὁμὸν λέχος εἰσαναβαίνοι». ἐξ ὧν ἐπίρρημα μεσότητος τὸ ὁμῶς ἤγουν ὁμοίως. Τὸ δὲ «Ἕκτωρ μὲν θνητός» ἦν ἂν <!-- 4.869 -->τέλειον μετὰ συνδέσμου λεχθέν, οἷον «Ἕκτωρ μὲν γὰρ θνητός». εἴρηται δὲ ὅμως ἀσυνδέτως, οἷα τῆς Ἥρας θυμῷ ἐγκοπτομένης τοῦ λαλεῖν ἐντελῶς. Τὸ δὲ «γυναῖκα μαζόν» ἀντὶ τοῦ γυναικεῖον κτητικοῦ ὀνόματος. Ἀττικοὶ γὰρ καὶ Δωριεῖς τοῖς κυριωτέροις χρῶνται ἀντὶ κτητικῶν, ὥς φασιν οἱ παλαιοί, οἷον «Ἕλληνα στρατόν» τὸν Ἑλληνικόν, «ἄνθρωπον ἦθος» ἀντὶ τοῦ ἀνθρώπινον, Ἑλλάδα διάλεκτον, «δοῦλον γένος», «Σκύθην οἶμον». ἔνιοι δὲ τῶν κριτικῶν κατὰ συνωνυμίαν νοοῦσι, μεταλαμβάνοντες καὶ ταὐτὸν εἶναι λέγοντες γυναῖκα καὶ ἄνθρωπον θνητόν, ὡς λέγειν, ὅτι θνητὸν Ἕκτωρ ἐθήλαζε μαζόν. ἄλλως μέντοι ἁπλούστερον Ὁμηρικὸν τὸ σχῆμα, ἢ τῆς μιᾶς αἰτιατικῆς, ἤτοι τοῦ ὅλου, νοουμένης ἀντὶ γενικῆς, οἷον γυναικὸς μαζόν, ἢ συννοουμένης προθέσεως, ἵνα λέγῃ ὅτι γυναῖκα ἐθήλασε κατὰ τὸν μαζόν, ἢ τῷ ὅλῳ ἐπαγομένου μέρους διὰ σαφήνειαν, οἷον γυναῖκα ἐθήλασεν, ἤγουν μαζόν. οἱ μέντοι Στωϊκοὶ τοῦ πολυλογεῖν ἀφέμενοι σόλοικα τὰ τοιαῦτά φασιν. ἐνταῦθα δὲ καὶ ἔννοιαι κεῖνται συχναὶ κομματικαὶ κατὰ ὀργὴν καὶ αὐταὶ Ἥρας, ἃς ὁ θέλων ἀναλέξεται εἰς μίμησιν. Θρέψαι δὲ τὴν Θέτιν ἡ Ἥρα λέγει μυθικῶς μὲν χάριν σεμνώματος κατά τι ἔθος βιωτικόν, κατὰ ἀλληγορίαν δέ, ὡς τῆς Θέτιδος καὶ εἰς ἀτμίδα νοουμένης, ἥτις κουφιζομένη πρὸς ἀέρα τρέφεται, ὅ ἐστι πήγνυται καὶ πυκνοῦται καὶ οὕτω συνίσταται. ὅτι δὲ τὸ τρέφεσθαι καὶ ἐπὶ τοιούτου σημαινομένου νοεῖται, δῆλον ἐξ οὗ καὶ «τρόφι κῦμα» εἴρηται, καὶ τροφαλίς δὲ κατὰ Ἡρῳδιανὸν ἐπὶ τυροῦ, ἧς χρῆσις καὶ παρὰ τῷ Κωμικῷ Ἀντιφάνει ἐν τῷ «τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω», ἵνα εἴη αἰνιγματωδῶς λέγων λινοσάρκους, ἤγουν λεπτὰς καὶ ἁπαλὰς τροφαλίδας, τὸν τοιοῦτον τυρόν. χρῆσις δὲ τοῦ <!-- 4.870 -->εἰρημένου τρέφεσθαι παρὰ τῷ ποιητῇ ἐν τῷ «μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι». τῷ δὲ τοιούτῳ τρέφειν καὶ τρέφεσθαι. ἀκολούθως καὶ ἐν τοῖς ἑξῆς ἡ Ἶρις ἄγγελος τῇ Θέτιδι πέμπεται. συνεστηκυίαις γὰρ ἀτμίσι καὶ ἤδη πεπυκνωμέναις εἰς σταγόνας, ἡ κατὰ οὐρανὸν Ἶρις ἐμφαίνεται ἀγγέλλουσα ὑετόν. Τὸ δὲ «θρέψα τε καὶ ἀτίτηλα καὶ πόρον παράκοιτιν» συχνὴν ἔχει χάριν. πολλοὶ γὰρ τρέφουσι μὲν θρεπτοὺς ἢ θρεπτάς τινας, οὐκ ἀτιτάλλουσι δέ, ἀλλὰ βίῳ τρύχουσι τάλανι, ἢ καὶ ἄμφω ταῦτα ποιοῦντες, οὐ τελοῦσι καὶ γάμους αὐτοῖς, ἀλλʼ ἀφιᾶσιν ἀσπέρμους οἴχεσθαι. Τὸ δὲ «ἀνδρὶ πόρον» Ὁμήρῳ σύνηθες λέγειν. οὐ γὰρ ἀνὴρ γυναικί, ἀλλὰ γυνὴ ἀνδρὶ ὀρθῶς λέγεται δίδοσθαι, ὡς μὴ ἄρξουσα τοῦ ἀνδρὸς ἀλλʼ ἀνάπαλιν πεισομένη. ἔχει δέ τι καὶ ἀστειότητος τὸ «πόρον παράκοιτιν Πηλεῖ», ὡς οἷά τι δηλαδὴ δῶρον, κατὰ τὸ «ἀτὰρ δόρυ Μηριόνῃ πόρωμεν». δῶρον γὰρ καὶ ἐκεῖνο τὸ δόρυ. ὅτι δὲ τοιούτου δώρου, ἀγαθῆς δηλονότι γυναικός, οὐκ ἔστι ληΐσασθαί τι ἄμεινον, ποιητικὴ γνώμη μαρτυρεῖ. Τὸ δὲ «πάντες ἀντιάασθε θεοὶ γάμου», καὶ ἑξῆς, χρησιμεύσει μέν πως καὶ εἰς λόγον γαμήλιον παρῳδηθέν, παραποιηθήσεται δὲ ἐν μέρει καὶ εἰς ὄνειδος ἀνδρὸς βλάπτοντος τοὺς συμποσιάσαντας. Ὅρα δʼ ἐνταῦθα καὶ ὅτι τὸ «ἐν δὲ σύ» τούτοις, ἐκ περισσοῦ κεῖται. ἐν γὰρ τῷ «πάντες ἀντιάασθε» νοεῖται πάντως τὸ σύ. θυμοῦ δὲ ὅμως ταράττοντος καὶ οἷον λήθης γενομένης ἰδίᾳ τὸ σύ κατὰ τὸ πλεονάζον ἐκπεφώνηται. Κακῶν δὲ ἕταρον τὸν Ἀπόλλωνα λέγει, οἷον Ἀλεξάνδρου, ὡς ἐρρέθη, καὶ Ἕκτορος, καὶ ὅλως τῶν ὑπερφιάλων Τρώων. μέγα δὲ πάντως εἰς ὕβριν τὸ τοὺς κακοὺς ἑταιρίζεσθαι. διὸ καὶ Ἡσίοδος παραινεῖ μὴ κακῶν ἕταρον εἶναι. Τὸ δὲ «αἰὲν ἄπιστε» οὐ μακράν ἐστι τοῦ ἀλλοπρόσαλλον σκῶψαι καὶ τὸν Ἀπόλλωνα. Ὅτι ἀπολύων τις ἑαυτὸν αἰτίας ἐφʼ οἷς ὀργὴν ἔχει ὡς μεγίστῳ τινὶ παρεξισῶν ἐλάττονα φιλότιμον ἄνδρα, εἴποι ἂν «μὴ δὴ πάμπαν ἀποσκύδμαινε· οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ ὁ δεῖνα φίλτατος ἔσκεν· ὣς γὰρ ἔμοιγε, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων», ἤγουν ἐπεὶ μεγαλόδωρος ἦν. Ζεὺς δὲ ἄλλως τοῦτό φησι πρὸς Ἥραν περὶ Ἕκτορος, λέγων μὴ δεῖν εἶναι σκυδμαίνειν ἐκείνην. εἰ γὰρ καὶ μὴ ἐν μιᾷ ἔσται τιμῇ Ἕκτωρ καὶ Ἀχιλλεύς, ἀλλʼ ὅμως καὶ ὁ Ἕκτωρ φίλος οὐχʼ ἁπλῶς, ἀλλὰ φίλτατος Ἰλιέων διὰ λοιβὰς καὶ κνίσσας, ἅς οἱ κατὰ τὸν Δία γέρας ἔλαχον. Τὸ δὲ μία ἐν τῷ «τιμή γε μία» ἶσόν ἐστι τῷ τιμὴ ὁμή, ὅπερ εἴρηται πρὸ βραχέων. Τὸ δὲ «ὣς γὰρ ἔμοιγε» γοργῶς <!-- 4.871 -->εἴρηται ἀντὶ τοῦ οὕτω γὰρ ἔμοιγε ἦν, φίλτατος δηλαδή. Ὅτι ἀπανούργου ἤθους τὸ «ἀλλὰ κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι λάθρῃ» τοῦ δεῖνος. περὶ Ἀχιλλέως δὲ ὁ λόγος τῷ Διῒ κωλύοντι κλαπῆναι τὸν Ἕκτορα διὰ τὰς προρρηθείσας αἰτίας, καὶ μάλιστα κατὰ μῦθον, ἐπεὶ μὴ δυνατὸν λαθεῖν τὸν Ἀχιλλέα διὰ τὸ τὴν μητέρα Θέτιν ἀεὶ σὺν αὐτῷ εἶναι παραμυθουμένην. Κεῖται δʼ ἐνταῦθα καὶ τὸ «παραμέμβλωκεν» ἀντὶ τοῦ παραμεμέληκεν ἢ παραμεμόληκε, περὶ οὗ προδεδήλωται. φησὶ γὰρ ὅτι τῷ Ἀχιλλεῖ «αἰεὶ μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτας τε καὶ ἦμαρ», ὅπερ ἐπιμέλειαν δηλοῖ παράμονον. Καὶ ὅρα καὶ νῦν ὡς οὐδὲν κωλύει νύκτας τε καὶ ἦμαρ εἰπεῖν καὶ νύκτας καὶ ἤματα. καὶ γὰρ καὶ τὸ ἦμαρ κατὰ προσηγορίας ἔννοιαν καθολικὴν ταὐτόν ἐστι τῷ ἤματα. Ὅτι τὸ «ἀλλʼ εἴ τις καλέσειε Θέτιν»—Ζεὺς δὲ καὶ τοῦτό φησι—ταὐτόν ἐστι τῷ «ἀλλʼ ἄγε τις καλεσάτω». κατʼ ἔλλειψιν δὲ δοκεῖ καὶ αὐτὸ ἐσχηματίσθαι, ὡς τοῦ ὅλου τοιούτου ὄντος «ἀλλʼ εἴ τις καλέσειε» τὴν Θέτιν, θέλοιμι ἂν τοῦτο, ἢ βουλοίμην, ἢ τοιόνδε τι, ὥστε καὶ ἐν τῷ «εἰ δʼ ἄγε μὴν πείρησαι» καὶ τοῖς ὁμοίοις λείπει ῥῆμα, ἵνα λέγῃ· εἰ δὲ βούλει ἢ θέλεις. οὕτω καὶ ἐνταῦθα ὁ ει σύνδεσμος ῥῆμα ἐπαγόμενον ἔχει τὸ «καλέσειε». δύναται μέντοι ἄλλως καὶ αὐτὸς νοεῖσθαι ἀντὶ τοῦ εἴα δὲ φέρε, καθάπερ καὶ ἐκεῖ, ἵνα νοηθέντος τοῦ «καλέσειε» προστακτικῶς λέγῃ, ἀλλʼ εἴα δὴ φέρε καλέσειεν ἤτοι καλεσάτω τις. Ὅτι ἀνωτέρω τὸ λαχεῖν αἰτιατικῇ συντάξας ἐν τῷ «τὸ γὰρ λάχομεν γέρας ἡμεῖς», ἐνταῦθα γενικὴν ἐπʼ αὐτοῦ ποιεῖται σύνταξιν, εἰπὼν «ὥς κεν Ἀχιλλεὺς δώρων ἐκ Πριάμου λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ». ἡ δʼ αὐτὴ σύνταξις καὶ ἐν τῷ «πυρὸς λαχεῖν». Κυροῦται δὲ ἐν τούτοις ὑπὸ Διὸς ἡ διὰ δώρων λύσις τοῦ Ἕκτορος διὰ μέσης τῆς μητρὸς Θέτιδος, ἣν λύσιν καὶ ἐπαινῶν ὁ τοῦ μύθου Ζεὺς πυκινὸν ἔπος λέγει τὴν περὶ ταύτης συμβουλήν. δῆλον δὲ ὡς τὸν ἐν ἑαυτῷ Δία νοῦν Ὅμηρος ἐπαινεῖ διὰ τὸ πιθανὸν τῆς τοιαύτης πλάσεως. <!-- 4.872 -->Ὅτι πεμφθεῖσα πρὸς Διὸς εἰς Θέτιν ἡ μυθικὴ Ἶρις «μεσσηγὺς Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης ἔνθορε μείλανι πόντῳ», οὕτω κειμένῳ τοπικῶς. Σάμον δʼ ἐνταῦθα τὴν Θρῃκίην Σάμον, ἤτοι Σαμοθρᾴκην, φησίν, ἣ Λευκωνία, φασί, πρότερον ἐκαλεῖτο, εἶτα ὑπὸ Σαμίων οἰκισθεῖσα, ὧν τὰ σκάφη αὐτόθι αἰχμάλωτοι Θρῇσσαι κατέκαυσαν, Σαμοθρᾴκη ὠνόμασται. Σάμος δὲ ἐλέγετο διὰ τὸ ὑψηλόν. σάμους γὰρ οἱ τότε τοὺς λόφους ἔλεγον, ὡς ἔν τε ἄλλοις καὶ τοῖς τοῦ Περιηγητοῦ εἴρηται. Τὸ δὲ «μείλανι» ἐπενθέσει τοῦ ι γέγονεν ἐκ τοῦ μέλας μέλανος, ὃν τρόπον καὶ ὁ Μελανίων τὸ κύριον Μειλανίων λέγεται καὶ τὸ θεμέλιον θεμείλιον καὶ τὸ μελίσσειν καὶ ὁ μέλιχος μειλίσσειν καὶ μείλιχος, ὅθεν καὶ τὰ προηρμηνευμένα ἐπιμείλια. Μέλας δὲ πόντος ὁ ὕστερον Καρδιανὸς κόλπος ἀπὸ Καρδίας πόλεως. καλεῖται δὲ Μέλας ἢ ἀπὸ ποταμοῦ Μέλανος ἐκεῖ που ἐμβάλλοντος, ἢ διὰ τὴν ἐκ βάθους μελανίαν, ἢ διότι ποταμὸς διὰ μελαγγείων ῥέων μελαίνει αὐτόν. ἐκεῖ δέ πού ἐστι καὶ ἡ λεγομένη Σαρπηδονία ἄκρα. γέγονε δέ τις μνεία τοῦ τοιούτου πόντου ἤτοι κόλπου καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ, ὃν ὁ ποιητὴς καὶ λίμνην λέγει, εἰπὼν «ἐπεστενάχισε δέ», ἢ ἐπεστονάχισε, «λίμνη». σύνηθες δὲ τὸ τοιοῦτον ῥῆμα τῇ ποιήσει, καθὰ καὶ τὸ στένειν, ἐπὶ θαλάσσης καὶ αὐτό που λεχθέν. Ὅτι Θέτιν μὲν ἀνιοῦσαν ἐκ θαλάττης εἴκασεν ὁμίχλῃ ἀλλαχοῦ, ὡς δεδήλωται, Ἶρις δὲ ἐνταῦθα τῇ Θέτιδι ἄγγελος ἐκ Διὸς κατὰ μῦθον ἥκουσα—ἡ γὰρ ταύτης ἀλληγορία πρὸ βραχέων εἴρηται—”μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν». ἦν γὰρ ἐκεῖ μὲν χρεία κουφότητος εἰς ἄνοδον, ᾗπερ οἰκεῖον τὸ τῆς ὁμίχλης ἀνωφορούμενον, ἐνταῦθα δὲ <!-- 4.873 -->βάρους εἰς κατάδυσιν, ἣ ῥᾷον πάσχει μόλιβδος. Εἶτα ἑρμηνεύων, τίνα λέγει μολύβδαιναν, φησὶν «ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα ἔρχεται», ὅ ἐστι κατέρχεται, «ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα». ἔστι γὰρ μολύβδαινα ὁ πρὸς τῇ ὁρμιᾷ καὶ τῷ ἀγκίστρῳ περιτιθέμενος μόλιβδος διὰ τὸ θᾶττον καθικνεῖσθαι, ὅ ἐστι καθίεσθαι, τὸ ἄγκιστρον. Ἰστέον δὲ ὅτι τὴν παραλήγουσαν τοῦ μόλιβδος διὰ τοῦ υ προέφερον οἱ ἀρχαῖοι, ὡς καὶ τοῦ βίβλος. Αἴλιος γοῦν Διονύσιός φησιν, ὅτι μόλυβδος διὰ τοῦ υ καὶ δ. ὅθεν δηλαδὴ ὁμοιόγραφος καὶ ἡ μολύβδαινα. ἐν δὲ τῷ «μόλιβος ὡς ἐτράπετʼ αἰχμή» διὰ μέτρον, φασίν, οὕτω γέγραπται. ἐπεὶ καὶ Ἴωνες ὁμοίως Ἀττικοῖς μόλιβδον λέγουσιν. ὅθεν καὶ τὸ «μολυβδαίνῃ ἰκέλη». Βοὸς δὲ κέρας μέρος τι ἀπὸ ὅλου κέρατος, ᾧ τρόπῳ καὶ ἐλέφας ἀλλαχοῦ τὸ ἐξ ἐλέφαντος ὀστοῦν. ἦν γὰρ σύριγξ κερατίνη ἐκ βοός, ἣν προσῆπτον μεταξὺ ὁρμιᾶς καὶ ἀγκίστρου διά τε τὸ πρὸς τὴν θάλασσαν ὁμόχροον τοῦ κέρατος, καὶ ὅπως μὴ ἀποτρώγωσιν οἱ ἰχθύες τὸ λίνον. οἱ δὲ νεώτεροι κέρας καὶ νῦν εἶπον συμπλοκὴν τριχῶν, ὡς εἶναι κέρας βοὸς πλέγμα βοείων τριχῶν, οἷα τοιαύτης πάλαι ποτὲ οὔσης τῆς ὁρμιᾶς. ὁ δέ γε ποιητὴς λίνῳ φησί που καὶ ἤνοπι χαλκῷ, ὡς καὶ λιναῖς χρωμένων ὁρμιαῖς. οἱ δὲ ὕστερον καὶ ἱππείαις θριξὶ χρῶνται. ὅτι δὲ κέρας καὶ ἐπὶ τριχῶν λέγεται, δηλοῦσι καὶ οἱ ἐπὶ Ἀλεξάνδρου τὸ «κέρʼ ἀγλαέ» εἰπόντες ἀντὶ τοῦ λαμπρὲ τὴν ἐπιπλοκὴν τῶν τριχῶν. Τὸ δὲ βυσσός, ὃ πλεονασμῷ ἢ ἐπιτάσει γίνεται ἄβυσσος, ὀξύνεται κανόνι <!-- 4.874 -->τοιούτῳ. τὰ εἰς ος ὀνόματα δισύλλαβα, μὴ ἀπὸ φωνήεντος ἀρχόμενα, διπλοῦν ἔχοντα τὸ σ, ὀξύνεται· κισσός, βυσσός. ἀντιπίπτει τὸ Νέσσος, κύριον ὄνομα. Τὸ δὲ «ἐμβεβαυῖα» ταὐτὸν ἂν εἴη τῷ ἐπιβεβηκυῖα ἤτοι ἐπικειμένη. οἱ δέ γε μεθʼ Ὅμηρον καὶ στασιώδη τὴν τοιαύτην οἴδασι λέξιν, ὅτε μετὰ τῆς ἐπι ἢ προς προθέσεως σύγκειται. ἐπεμβαίνει γοῦν τις ἐχθρῷ κειμένῳ, ναὶ μὴν καὶ προσεμβαίνει κατὰ τὸ «οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή». Τὸ δὲ ὠμηστής οὐ μόνον ἰχθύων, ἀλλὰ καὶ λεόντων καὶ τῶν ὁμοίων θηρίων ἐπίθετόν ἐστιν. Ὅτι Θέτις ἐν μέσαις Νηρηΐσιν, ἃς καὶ ὧδε καλεῖ ἁλίας θεάς, ἔκλαιε τὸν υἱὸν Ἀχιλλέα θανούμενον. Καὶ ὅρα ὡς οὕτω πάνυ συχνὰ ὁ ποιητὴς ἀναφωνεῖ τὰ κατὰ τὸν Ἀχιλλέα, μεμνημένος αὐτοῦ τὸν μὲν καιρὸν τοῦ μηνίειν, ὡς ἐξελευσομένου εἰς μάχην, εἶτα ὕστερον καὶ ὡς τεθνηξομένου. περιπαθὲς δὲ τὸ κλαίειν τὸν ζῶντα, ὅπερ ἡ Θέτις ἐπὶ τῷ υἱῷ ποιεῖ. καί φασιν οἱ παλαιοί, ὡς ἐπεὶ μέλλει καταστρέφειν, ἤγουν τελειοῦν, τὸν λόγον ὁ ποιητὴς εἰς τὰς τοῦ Ἕκτορος ταφάς, ἐγκαταλείπει πόθου τι κέντρον τοῖς ἀκροαταῖς διʼ ὧν ἐν τούτοις λαλεῖ, ὥστε ποθεῖν ἀκοῦσαί τι καὶ περὶ τῆς Ἀχιλλέως ἀναιρέσεως καὶ ἐννοεῖσθαι οἷος ἂν ὁ ποιητὴς ἐγένετο καὶ αὐτὰ διατιθέμενος. Φράζει δʼ ἐνταῦθα ὁ ποιητὴς οὕτως «εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν», ἡ Ἶρις δηλαδή, «ἀμφὶ δέ τʼ ἄλλαι εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐν μέσσῃσʼ ἔκλαιε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε φθίσεσθαι», καὶ ἑξῆς. ταῦτα δὲ παρῳδηθήσεταί ποτε καὶ εἰς ἑτεροῖον συγγενικὸν κλαυθμόν. Ὥσπερ καὶ ὁ ἐν τῷ πάνυ λυπεῖσθαι κληθεὶς ὑπό τινος μεγάλου καὶ ὑπακούσας ἐρεῖ ἄν, παρῳδήσας τὰ ἑξῆς τῆς Θέτιδος παρὰ δύο μόνας λέξεις, «τίπτε με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ μίσγεσθʼ ἀθανάτοισιν· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ· εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττι κεν εἴπῃ». ἀλλαγὲν γὰρ τὸ θεός εἰς τὸ ἀνήρ καὶ τὸ ἀθανάτοισιν εἰς τὸ κρείττοσι ποιήσοι ἂν παρῳδίαν εὔχρηστον. Ὁ δέ γε τοιοῦτον πρόσωπον καλέσας ἐρεῖ ἂν ἐλθόντι κατὰ παρῴδησιν ὁμοίαν τὸ «ἤλυθες κηδόμενός περ, πένθος ἄλαστον ἔχων μετὰ φρεσίν· οἶδα καὶ αὐτός. ἀλλὰ καὶ ὣς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα». Ζεὺς δὲ τὸ τοιοῦτον πρὸς τὴν Θέτιν εἶπε <!-- 4.875 -->κατὰ σχηματισμὸν δηλαδὴ γένους θηλυκοῦ. Ἰστέον δὲ ὅτι, ὅπερ οἱ οἶκοι ἀνθρώποις, τοῦτο καὶ σπήλαια δαίμοσι τοῖς κάτω κατὰ τὸν μῦθον. οὕτως ἡ Καλυψὼ οἰκεῖ, οὕτως ἡ Κίρκη, οὕτω καὶ ἡ Θέτις, καὶ τὰ κατʼ αὐτὴν δαιμόνια. Ἄκριτα δὲ ἄχεα τὰ πολλά, ὡς καὶ ἀκριτόμυθος ὁ πολύμυθος. κομματικὸν δὲ ἡ ῥηθεῖσα φράσις τῆς Θέτιδος, ἀναλόγως προσώπῳ ἐγκοπτομένῳ τὸ πνεῦμα ὑπὸ κλαυθμοῦ. Τὸ δὲ πένθος ἔχειν ἄλαστον, ἐξ οὗ τὸ ἐπαλαστεῖν, ἐφερμηνευτικόν ἐστι τοῦ κήδεσθαι, ἵνα ᾗ ἐν τοῖς ῥηθεῖσι κήδεσθαι τὸ πενθικῶς βλάπτεσθαι. Ὅτι διὰ πένθος τὸ ἐπὶ Ἀχιλλεῖ, καὶ ταῦτα ζῶντι ἔτι, κάλυμμα ἡ Θέτις ἕλε κυάνεον, ὡς εἰκὸς τοὺς ἐπὶ νεκροῖς παθαινομένους. «τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος». προσέθετο δὲ τὸ «ἔσθος» διά τε νύκτα βαθεῖαν καὶ νέφη μέλανα, ἴσως δὲ καὶ πίσσαν κατὰ τὸ «μελάντερον ἠΰτε πίσσα», καὶ ἕτερα τοιαῦτα, ἤδη δὲ μᾶλλον διὰ τὴν τοῦ Ἄϊδος κυνέην, ἥτις εἰ καὶ μελαντάτη, ἀλλʼ ὅπλον ἦν, οὐ μὴν ἔσθος. ψιλοῦται δὲ τὸ ἔσθος κανόνι τοιούτῳ. τὸ σ, πρὸ δασέος κείμενον, ψιλοῖ τὸ πρὸ αὐτοῦ φωνῆεν· ὀσφύς, ἀσφόδελος, ἀσφάραγος, ἀσχάλλω, ὀσχεός, ἰσχάς, ἐσθλός. οὕτως οὖν καὶ ἔσθος. Ὅτι λιάζεσθαι ἐνταῦθα τὸ διαχωρίζεσθαι καὶ διΐστασθαι, ἢ καὶ ἁπλῶς κινεῖσθαι. φησὶ γοῦν «ἀμφὶ δέ σφι λιάζετο κῦμα θαλάσσης», ἤγουν ἀμφὶ τῇ Ἴριδι καὶ τῇ Θέτιδι ἐκινεῖτο, οἷά τι αἰσθητικὸν καὶ νοοῦν, καθὰ καὶ εἴ τις ὁδοῦ ὑπεξίσταται διερχομένοις τοῖς κρείττοσιν. Ὅτι τὸ «ἀκτὴν δʼ εἰσαναβᾶσαι εἰς οὐρανὸν ἀϊχθήτην» παρῳδηθήσεται ἂν εἴς τινας ὡς ἐκ βυθοῦ δυστυχίας ἠρέμα παρυψωθέντας εἰς τὸ τῆς εὐδαιμονίας ἀκρότατον. Ἶρις δὲ καὶ Θέτις ἐνταῦθά εἰσιν αἱ ἐκ βάθους θαλάσσης οὐρανόθι ἀΐξασαι. εἰ δὲ ἀναβαίνεται ἡ ἀκτή, καλῶς ἄρα εἴρηται τὸ «ὑψοῦ ἐπὶ ψαμάθοισι». Τὸ δὲ «εὗρον εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες εἴαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες» παρῳδήσοι τις ἂν εἰς συνεδρίαν μεγάλων ἀνδρῶν. Ὅτι δεξιωτικὴν δηλοῖ πρόποσιν τὸ «Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε καί ῥʼ εὔφρηνʼ ἐπέεσσι. Θέτις δʼ ὤρεξε πιοῦσα», ἤτοι ἀντέστρεψε τὸ ποτήριον. <!-- 4.876 -->Ἰστέον δὲ ὅτι τὸ «εὔφρηνʼ ἐπέεσιν» ἔπαιξέ τις ἀσυναλείπτως οὐ πρὸ μακροῦ ἐπὶ γυναικός, ἣν ἔγνω χαίρουσαν εἰς τὸ πέος, οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ, ἀφʼ οὗ καὶ ὁ πειώλης παράγεται. Ὅτι πτολίπορθον κἀνταῦθα τὸν Ἀχιλλέα λέγει, συντάσσων καὶ τὴν ἀμφι πρόθεσιν μετὰ δοτικῆς ἐν τῷ «ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισεν ὄρωρεν Ἕκτορος ἀμφὶ νέκυϊ καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ». Καὶ ὅρα πάλιν τὸ ἐννῆμαρ”, ἀμάρτυρον μὲν ὄν, ποθητὸν δὲ τῷ φιλομούσῳ ποιητῇ. λέγει δὲ νεῖκος τὸ περὶ τῆς, ὡς ἐρρέθη, μελετωμένης κλοπῆς ἐπὶ Ἕκτορι. Ἐπάγει οὖν “κλέψαι δʼ ὠτρύνεσκον ἐΰσκοπον Ἀργεϊφόντην”, ὡς καὶ προγέγραπται. Ὅπερ κωλύων ὁ τοῦ μύθου Ζεὺς λέγει πρεπόντως χάριτι φιλικῇ τὸ “αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω, αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάττων”. Καὶ ὅρα τὸ “προτιάπτω”, ἤγουν προσάπτω καί, ὡς εἰπεῖν, προσκολλῶ, ἐξ οὗ λαβόντες οἱ μεθʼ Ὅμηρόν φασι προσάπτεσθαί τινι αἰτίασιν καὶ ὅσα τοιαῦτα. εἰ δὲ γράφεται κατά τινα τῶν ἀντιγράφων “προϊάπτω”, σημείωσαι ἄλλο τοῦτο προϊάπτειν παρὰ τὰ δεδηλωμένα ἤδη πρὸ τούτων. Ὅτι κρίνων ὁ ποιητὴς οὐκ ἀγαθὸν εἶναι τὸν Ἀχιλλέα τῷ Ἕκτορι, ποιεῖ τὸν Δία δηλοῦντα τῷ Ἀχιλλεῖ διὰ τῆς μητρὸς Θέτιδος, ὡς μαινόμενος τὸν Ἕκτορα ἔχει παρὰ νηυσὶν οὐδʼ ἀπέλυσεν. Ἐπεὶ δὲ ἀλόγιστον δοκεῖ τὸ λεχθέν. πῶς γὰρ ἂν ἀπέλυσεν Ἀχιλλεὺς τὸν μή ποθεν αἰτηθέντα; —ἦν δὲ καὶ σφοδρὰ ἡ λέξις τοῦ μαίνεσθαι—φησὶν “αἴ κέν πως ἐμέ τε δείσῃ” καὶ ἑξῆς, διδάσκων ἐν τούτοις ὡς ἔστιν οὗ ὁ ἐνδόξως μηνύων τῷ πάνυ ἐλάττονι αὐστηρότερον τοὺς λόγους μεταχειρίσεται καὶ βαρύτερον ἐνσκήψει. οὕτω γὰρ καὶ ἐνταῦθα οὐ μόνον σφοδρὸν <!-- 4.877 -->τὸ μαίνεσθαι τὸν Ἀχιλλέα φρεσίν, ἀλλὰ καὶ ἀχθεινὸν τὸ “οὐδʼ ἀπέλυσε”. μονονουχὶ γὰρ ἀπαιτεῖ τὸν Ἀχιλλέα, ἐκεῖνον φθάσαι ποτνιάσασθαι πρὸς τῶν Τρώων τὴν λύσιν τοῦ Ἕκτορος. ὅτι δὲ ἄλλως ὁ Ὁμηρικὸς Ζεύς, ἤτοι νοῦς, οὐ φύσει μαινόμενον φρεσὶν οἶδε τὸν Ἀχιλλέα, δηλοῖ ἐν οἷς ἐρεῖ ὅτι οὔτε ἄφρων ἐστὶ καὶ ἑξῆς. Ἡ δὲ ποιητικὴ ἐνταῦθα φράσις τοιαύτη “αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον· σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν Ἕκτορʼ ἔχει παρὰ νηυσὶν οὐδʼ ἀπέλυσεν, αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ”. Εἶτα καὶ προέκθεσιν γράφων τῶν ἐφεξῆς ἱστορηθησομένων ἐπιφέρει “αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω λύσασθαι φίλον υἱόν, ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ”, τουτέστιν εὐφράνῃ, διαχέῃ. οὓς δὴ δύο στίχους καὶ μετʼ ὀλίγα ἐν τοῖς κατὰ τὴν Ἶριν θήσει ὁ ποιητής. Ἰστέον δὲ ὅτι τε πάνυ πιθανολογεῖ τὴν τοῦ Ἕκτορος λύσιν ἡ τοῦ Διὸς ἀπειλὴ κατὰ Ἀχιλλέως καὶ ἡ τῆς μητρὸς πρὸς αὐτὸν ἀγγελία καὶ ὁμιλία, καὶ ὅτι τὸ “υἱέϊ σῷ ἐπίτειλον” ταὐτόν ἐστι τῷ “ἄγγειλον”, ὡς δηλοῖ ἐν τοῖς ἑξῆς τὸ “ἄγγειλον Πριάμῳ”. ὃν μεγαλήτορα λέγει ὡς μεγάλου κατατολμήσαντα πράγματος τοῦ εἰς τὸν ἔχθιστον Ἀχιλλέα τε καὶ στρατὸν νύκτωρ ἐλθεῖν. Ὅρα δὲ ὅτι τοῖς παίζειν τὰ σχεδικὰ ἐθέλουσιν ἀφορμὴν δίδωσι τὸ “αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ”, ὡς τοῦ “δείσῃ” καὶ δειλίαν δηλοῦντος καὶ δεσμὸν κατά γε μόνην τὴν προφοράν, ᾧ δὴ δεσμῷ λύσις ἀντίκειται, ὡς καὶ τῷ δήσειν τὸ λύσειν. Σημείωσαι δὲ καὶ ὅτι πλείστη ἐν τῷ γράμματι τούτῳ ἡ χρῆσις τῶν κινήσεων τοῦ λύω ῥήματος ἁπλῶς τε καὶ μετὰ τῆς απο προθέσεως, καὶ ἐνεργητικῶς καὶ παθητικῶς, οἷον “οὐδʼ ἀπέλυσε”, καὶ “ἀπό θʼ Ἕκτορα λύσῃ”, καὶ “λύσασθαι φίλον υἱόν”, καὶ “ἀλλά γε δὴ λῦσον”, καὶ ἄλλα. οὐ γὰρ ἔχει λέξιν καιριωτέραν ἐπὶ τῆς τοῦ Ἕκτορος λύσεως, ἤγουν ἀποδόσεως τῆς διὰ λύτρων. Τὸ δὲ “ἐφήσω” ἐνταῦθα μὲν ἀντὶ τοῦ ἐπιπέμψω κεῖται, ἀλλαχοῦ δὲ δύναται ἶσον τῷ ἐντελοῦμαι, ἀφʼ οὗ καὶ ἐφημοσύνη ἡ ἐντολή. Ἰστέον δὲ καὶ ὅτι δύο ἀγγελιῶν γεγονυιῶν ἐνταῦθα, μιᾶς, ἣν ἡ Θέτις ἤγγειλε τῷ υἱῷ, ἑτέρας δέ, ἣν ἡ Ἶρις τῷ Πριάμῳ, αἳ δὴ καὶ ἄμφω Διὸς εἶναι εἶπον <!-- 4.878 -->ἄγγελοι, αὐτὰ ἐκεῖνα Ὁμηρικῷ ἔθει λέγουσιν ἀπαραποιήτως αἱ ἀγγέλλουσαι, ἅπερ ὁ στείλας ἐκέλευσε Ζεύς, ἡ Θέτις μὲν ἐν στίχοις τρισίν, ἡ δὲ Ἶρις ἐν ιβʹ μικρόν τι παραποιήσασαι τὰς τοῦ Διὸς ἐπιτολὰς ἐν ἀντωνυμίαις καὶ ἑτέροις ὀλίγοις, ὡς ἂν ἐκ πρώτου προσώπου τοῦ κελεύοντος ἑτέρῳ τρίτῳ δηλαδὴ προσώπῳ τῷ κελευομένῳ οἱ λόγοι ἁρμόσαιεν. Ὅτι πενθίμου τραπέζης δηλοῖ σχῆμα τὸ “φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι ἀδινὰ στενάχοντα ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον”. Καὶ ὅρα ὅτι κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν ἅπαξ νῦν ὧδε ἄριστον εἶπε τὸ πρωϊνὸν ἔμβρωμα. οὕτω δὲ καὶ ἐν Ὀδυσσείᾳ. καὶ ζητητέον ἐκεῖ περὶ τούτου. τί δὲ νῦν τὸ ἡρωϊκὸν ἄριστον; “Τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο”. καίρια δʼ ἐνταῦθα πάρισα τὸ “ἐπένοντο” καὶ “ἐντύνοντο”, καθὰ καὶ ἀνωτέρω τὸ “ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ”. Ὅρα δὲ τὸ τῆς φράσεως γοργὸν ἔν τε τῇ κατασκευῇ τοῦ ἀρίστου ταύτῃ, ἀδιάσκευος γὰρ πάντῃ κεῖται, καὶ ἐν τῷ “ἀδινὰ στενάχοντα”. ὡς γὰρ πρὸ ὀλίγων ἐν τῷ “κλαῖε μόρον οὗ παιδός” ἀπεριλάλητον ἀφῆκε τὸν κλαυθμόν, οὕτω κἀνταῦθα τὴν ἀδινὴν στοναχὴν οἷα μεθοδεύσας μὴ δέον εἶναι ἀκαίρως νῦν τοιούτοις ἐμπλατύνασθαι. Τὸν δὲ λάσιον ὄϊν στεινόμενον μαλλοῖς φησιν ἡ Ὀδύσσεια. Τὸ δὲ “ἱέρευτο” ἁπλῶς ἀντὶ τοῦ ἔσφακτο, ἐπεὶ καὶ ἱερεῖα τὰ σφάγια. Ὅτι τὸ κατὰ Πυθαγόραν μὴ ἐσθίειν καρδίαν, ὅ ἐστιν ἄλυπον καὶ ἀτάραχον διαμένειν τὸν ἄνθρωπον, καί, ὡς εἰπεῖν, ἀλυπίαν ἀσκεῖν, ἐκ τῶν Ὁμήρου παρέξεσται, εἰπόντος “τέκνον ἐμὸν, τέο μέχρις”, ἤγουν μέχρι τίνος, “ὀδυρόμενος καὶ ἀχεύων σὴν ἔδεαι κραδίην, μεμνημένος οὔτε τι σίτου οὔτʼ εὐνῆς”, καὶ ἑξῆς. Τὸ δὲ “ἔδεαι” οὐκ ἐνέργειαν δηλοῖ κατὰ τὸ ἔδοντες καὶ ὅσα τοιαῦτα, πάθος δὲ μᾶλλον. ἐσθίεται γάρ τις τὴν καρδίαν ἀχεύων. ἔχει δέ τε καὶ ἀντιθετικὸν ὁ τόπος οὗτος. οἱονεὶ γάρ φησιν ὡς· τί δήποτε τὴν καρδίαν ὀδυρμοῖς ἐδόμενος αὐτὸς ἄσιτος μένεις; Ἰστέον δὲ ὅτι Θέτιδος εἰπούσης ἐν τῇ πρὸς τὸν υἱὸν προαναφωνήσει χρῆναι μεμνῆσθαι τὸν Ἀχιλλέα σίτου, ὡς ἐρρέθη, καὶ εὐνῆς, “ἀγαθὸν δέ”, φησί, “γυναικί περ ἐν φιλότητι μίσγεσθαι, οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη ἄγχι παρέστηκε θάνατος καὶ μοῖρα κραταιή” ἀθετοῦσι τοὺς στίχους τούτους οἱ παλαιοί, διά τε ἄλλα, καὶ μάλιστα διὰ τὴν εὐνήν, ὅ ἐστι μῖξιν. τοῖς γὰρ πολεμοῦσιν οὐ τοιούτων <!-- 4.879 -->ἀλλʼ εὐτονίας χρεία, φασί, καὶ πνεύματος, ὡς καὶ τοῖς γυμναζομένοις. διὸ καὶ οἱ ἀθληταὶ τὸν τοῦ ἀθλεῖν πάντα καιρὸν οὐκ ἀφίεντο πλησιάζειν γυναιξί. Τὸ δὲ “βέῃ” δηλοῖ μὲν τὸ βιώσῃ, ἔχει δὲ πρῶτον πρόσωπον μετὰ παρενθέσεως τοῦ ι τὸ “τέκνον τί νυ βείομαι”; τουτέστι βιώσομαι. Μοῖρα δὲ κραταιὴ ἡ αὐτὴ τῷ θανάτῳ πρὸς διαστολὴν ῥηθεῖσα μοιρῶν ἑτέρων, ὧν οὐδεμία κραταιοτέρα θανάτου ἐστί. Ὅτι κεῖται καὶ ἐνταῦθα σύνθετος ἀντωνυμία “ἑέ” ἀντὶ τοῦ ἑαυτόν, ἔνθα Διὸς εἰπόντος “σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων”, Θέτις ἀγγέλλουσά φησι “σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων”. ἴσως δὲ καὶ κατὰ παράθεσιν δεδίπλασται, ἵνα ᾖ ἕ ἕ ἀντὶ τοῦ αὐτόν κατʼ ἐξοχὴν τὸν Δία. πρωτότυπον δέ ἐστι τοῦ σκυδμαίνειν τὸ σκύζεσθαι, ὃ πολλαχοῦ κεῖται, ὡς καὶ τοῦ ἐριδμαίνειν τὸ ἐρίζειν. Ὅτι ὁ ὑπὲρ χρεώστου ἀρρώστου μεσιτεύων εὐφυῶς ἂν εἴποι τὸ πρὸς Ἀχιλλέα ὑπὸ Θέτιδος περὶ Ἕκτορος ῥηθὲν “ἀλλʼ ἄγε δή, λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα”. Ὅτι μαθὼν Ἀχιλλεὺς τοὺς θεοὺς αὐτῷ σκύζεσθαι διʼ Ἕκτορα, καὶ ὅτι δοκεῖ φρεσὶ μαινομέναις αὐτὸν κατέχειν, καὶ ὅτι ἐπιτέλλουσιν ἀποίνων λῦσαι αὐτὸν, ἁρπάζει πιθανῶς τὸν λόγον οἷα ἐχέφρων καὶ κατʼ ἀγχίνοιαν προεσκεμμένος, καί φησιν ἅπερ ἂν καὶ ἄλλος τις ἐρεῖ ἐπὶ δώροις καταλαμβανόμενος “τῇδʼ εἴη, ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο”, μεταβουλευσάμενος ὁ ἥρως, ὡς εἰκός. Καὶ σημείωσαι καὶ νῦν ὡς ἐπὶ νεκροῦ ἐρρέθη τὸ “ἄγοιτο”, καθὰ καὶ μετʼ ὀλίγα τὸ “νεκρὸν ἄγοι προτὶ ἄστυ”. Ἐν οἷς ὅρα καὶ ὅτι παθητικῶς τε “ἄγοιτο” εἶπε καὶ αὖθις “ἄγοι” ἐνεργητικῶς, καὶ ὡς τὰ δῶρα θυμοῦ πραϋντικά, καὶ ὡς ὁ φόβος τῶν κρειττόνων ὑπενδιδόναι ποιεῖ τοὺς ἀγριουμένους, καὶ ὡς ὁ διὰ μέσου καιρὸς μαλάττει τὴν ἐν τοῖς θυμουμένοις σκληρότητα, ὥστε ἀληθεύειν τὸν εἰπόντα ὅτι “χρόνος εὐμαρὴς θεός”. Τὸ δὲ “τῇδε εἴη” ἀντὶ τοῦ ὑπάρχοι ἢ ἀντὶ τοῦ ἔρχοιτο. δῆλον γὰρ ὅτι ἐστὶν ἐνεστὼς εἴω, τὸ πορεύομαι, οὗ καὶ χρῆσις παρὰ τοῖς παλαιοῖς <!-- 4.880 -->προδεδήλωται, ἀφʼ οὗ καὶ τὸ ἴον, ὅθεν ἡ μετοχὴ ἰών. ἐκ τοῦ τοιούτου δὲ εἴω καὶ ᾔειν ὑπερσυντέλικος ἀντὶ τοῦ ἦλθον, ὡς καὶ αὐτὸ προπαραδέδοται, καθὰ καὶ ἐκ τοῦ εἴδω τὸ ᾔδειν, ὅ ἐστιν ἠπιστάμην. Ἀλλὰ τὸ τοιοῦτον μὲν “εἴη” δυσκόλως ἂν λογισθείη εὐκτικόν. ἔστι γὰρ μάλιστα ἐνεστῶτος θεματικοῦ καὶ σημαίνει τὸ ἔρχεται. κρεῖττον οὖν κανονίσαι αὐτὸ εἶμι, ὃ δηλοῖ τὸ πορεύομαι, ὃ καὶ αὐτὸ ἐκ τοῦ εἰρημένου εἴω γίνεται, ἵνα ᾖ ὥσπερ τίθημι τιθείς τιθέντος τιθείη, οὕτω καὶ εἶμι εἴς ἔντος εἴη. Ὅτι θείαν δηλοῖ κέλευσιν τὸ “εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει”. ζήτει δὲ εἰ ταὐτὸν εἰπεῖν πρόφρονα θυμὸν καὶ ἐπίφρονα βουλήν. Ὅτι τὸ ναύσταθμον νηῶν ἄγυριν λέγει, ὅ ἐστιν ἄθροισιν, ἤ, ὡς εἰπεῖν, πανήγυριν. φησὶ γάρ “ὡς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς πολλὰ πρὸς ἀλλήλους ἀγόρευον”. ταὐτὸν δὲ νηῶν ἄγυριν εἰπεῖν καὶ ἀγῶνα, ὡς δηλοῖ καὶ τὸ “νηῶν ἐν ἀγῶνι πεσόντα”. Ὅτι συνετοῦ μεσίτου τὸ μὴ θέλειν ζημιοῦν τὸν φίλον διὰ φιλίαν ἑτέρου. Ζεὺς γοῦν ὁ Ὁμηρικὸς κελεύει τὸν Πρίαμον δῶρα φέρειν Ἀχιλλεῖ, “ἅ κεν θυμὸν ἰήνῃ”, ὡς εἴρηται, ἤγουν εὐφράνῃ, ἀπὸ τοῦ ἰαίνω, τὸ διαχέω. οὐ γὰρ, εἰ καὶ μέγας τὸ κράτος ὁ μέσος, εὖ ἔχει ζημιῶσαι τὸν Ἀχιλλέα διὰ τὸν Πρίαμον. Ὅτι προεκτίθεται διὰ τοῦ Διὸς ὁ ποιητής, ὡς χρὴ τὸν Πρίαμον ἐς Ἀχιλλέως ἀπελθεῖν οἶον, τουτέστι μόνον. ὃ καὶ αὐτὸς περιφραστικῶς ἑρμηνεύων φησὶ “μηδέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. κῆρυξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνῃ ἡμιόνους καὶ ἅμαξαν ἐΰτροχον”, καὶ ἑξῆς. οὕτω γὰρ ἔκρινε δέον εἶναι ὁ <!-- 4.881 -->ποιητής, ἐπεὶ μηδεμία χρεία ἦν περιττότητος τῷ Πριάμῳ εἰς ἔργον ἀπιόντι, ἔνθα εἰ μὴ καὶ γέρων ἦν καὶ λύτρα ἦγεν, ἔδει πεζῇ αὐτὸν ἀπελθεῖν, ὡς ἂν καὶ λάθῃ τοὺς Ἑλληνικοὺς φύλακας. διὸ ἅρμα μὲν ζεύγνυσιν ἐν τοῖς ἑξῆς καὶ ἵππους ἄτερ ἡνιόχου, ταλαεργοὺς δὲ ἡμιόνους ὑπὸ ἅμαξαν ἄγειν ἐνταῦθα κελεύει τοῖς υἱοῖς εὔτροχον ἡμιονείην, ἣν ἐν τοῖς ἑξῆς ἐρεῖ καὶ ἀπήνην τετράκυκλον, ὅ ἐστι τετράτροχον, καὶ καλήν, πρωτοπαγέα, εὐξέστην, ᾗ μόνος κῆρυξ ἕπεται, νῦν μὲν λύτρα φερούσῃ, ὕστερον δὲ νεκροφορούσῃ. Ἰστέον δὲ ὅτι ὧδε μὲν τό τις, φύσει βραχὺ ὄν, ἐκτείνεται ἄλλως πολυτρόπως λόγῳ κοινῆς συλλαβῆς, μετʼ ὀλίγα δʼ ἐν τῷ “κῆρύξ τίς τοι ἕποιτο” θέσει μακρὸν ἑτεροίως γίνεται. Ἔτι ἰστέον καὶ ὅτι τὸ “γεραίτερος” ἀφοβίαν στερεοῖ τῷ γέροντι Πριάμῳ. εἰ γὰρ γέρων μὲν ἐκεῖνος, παραγγέλλεται δὲ καὶ γεραίτερον προσλαβέσθαι ἡνίοχον, οὐδαμοῦ ἄρα κίνδυνος ἔσται αὐτῷ. ἐκ τοῦ γεραιός δὲ ὁ γεραίτερος, συγκοπεὶς ἐκ τοῦ γεραιότερος. οὐ δήπου γὰρ ἐκ τοῦ γέρων γέγονε. μνηστέον δʼ ἐνταῦθα καὶ ὅτι γέρων οὐ μόνον ἡλικίας ὄνομα τῆς κατʼ ἄνθρωπον, ἀλλὰ καὶ ἀκάνθης ἐπάνθημα κατὰ τὸν Δειπνοσοφιστήν, ἐφʼ ᾧ καὶ αἴνιγμα ἦν τὸ “κἂν γέρων ᾖ, ἄπτερος ὢν κοῦφον πέτεται”. διὸ καὶ χαίρουσιν αὐτῷ παῖδες, φυσῶντες ὡς πέτεσθαι. ὁ δὲ τοιοῦτος γέρων ἀστείως καὶ πάππος ἐκλήθη, λευκῆς γήρειον ἀκάνθης ὢν κατὰ τὸν Ἄρατον. καὶ ἦν τῷ τοιούτῳ γηρείῳ εὐτράπελος ὁμωνυμία πρὸς τὸν κατὰ συγγένειαν πολιὸν πάππον, ἴσως δὲ καὶ τῆς πρὸς τὸν πάππαν, ἐξ οὗ τὸ παππάζειν προέγνωσται. οὐκοῦν ὁ τῆς ἀκάνθης γέρων ὁ καὶ πάππος ἐξάνθημα μὲν ἀκάνθης οἷον κινάρας καὶ τῶν τοιούτων διασαφητικῶς λέγεται, λευκῆς δὲ γήρειον ἀκάνθης ὁριστικῶς; ἐν οἷς τὸ γήρειον ἐκ τοῦ γῆρος <!-- 4.882 -->γίνεται οὐδετέρου ἑνικοῦ ὀνόματος ὁμοίως τῷ κῆτος κήτειος, κῆδος κήδειος, καὶ τοῖς τοιούτοις. Ὅτι ἀσφαλοῦς πομπῆς εἰς ὁδὸν δηλωτικὸν τὸ “μηδέ τί οἱ θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος· τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν”. εἰ δὲ καὶ λόγιος εἴη ὁ τῆς ὁδοῦ προάγων, εἰπεῖν ἁρμόσει καὶ τὸ “Ἀργεϊφόντην”, ὃ δηλοῖ τὸν Ἑρμῆν λόγον, ἵνα ᾖ· τοῖον πομπὸν ὀπάσσομεν Ἀργεϊφόντην, ὃς ἄξει ἕως τοῦδε. Τὸ δὲ “μή οἱ θάνατος μελέτω φρεσίν” ἀλλαχοῦ παραφραστικῶς “μηδέ τί οἱ θάνατος καταθύμιος ἔστω” φησίν. Ὅτι ἀγαθοῦ ἐχθροῦ σέμνωμα τὸ “αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην”, ἤγουν ἐς τὴν σκηνήν, “οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει”. Ἔπαινος δὲ τελείου καὶ φιλοξένου ἀνδρὸς πρὸς Διὸς καὶ αὐτὸ περὶ Ἀχιλλέως ῥηθὲν τὸ “οὔτε γάρ ἐστʼ ἄφρων, οὔτʼ ἄσκοπος, οὔτʼ ἀλιτήμων, ἀλλὰ μάλʼ ἐνδυκέως”, ἤγουν ἐπιμελῶς, ὡς προγέγραπται, “ἱκέτεω”, ἤγουν ἱκέτου, “πεφιδήσεται ἀνδρός”, καθότι αἰδοῖοι πανταχοῦ ὥσπερ οἱ ἁπλῶς ξένοι, οὕτω καὶ οἱ ἱκέται, ὁποῖος ἔσται καὶ ὁ Πρίαμος τῷ Ἀχιλλεῖ. ἐνταῦθα δὲ κατὰ τοὺς παλαιοὺς διέλαβεν ὁ ποιητὴς διὰ ταχέων, ὅθεν ἔρχονται εἰς τὸ ἀδικεῖν ἄνθρωποι· ἢ γὰρ διʼ ἀσυνεσίαν, ὃ δηλοῦται διὰ τοῦ “ἄφρων”, ἢ ἀκόντως, ὃ δηλοῖ Ὅμηρος διὰ τοῦ “ἄσκοπος”, ὃ σημαίνει τὸν μὴ τοῦ συμφέροντος προνοούμενον κατὰ τὸν ἐΰσκοπον Ἑρμῆν, ἢ ἑκουσίως, ὃ διὰ τοῦ “ἀλιτήμων” ἐδήλωσεν, ἀλιτήμων γὰρ ὁ ἑκουσίως ἁμαρτάνων τοῦ δέοντος. τινὲς δὲ τὸ ἀλιτήμων ἀντὶ τοῦ ἀλιτάνευτος. διὸ καὶ ἐπάγει “ἀλλὰ μάλα ἐνδυκέως ἱκέτεω πεφιδήσεται”. τίς δὲ ἡ φειδὼ αὕτη; “οὔτʼ αὐτός”, φησί, “κτενέει”, καὶ τοὺς ἄλλους κωλύσει. προαναφώνησις δὲ Ὁμηρικὴ καὶ αὐτό, προεκτεθεῖσα μηδὲν δεινὸν πρὸς Ἀχιλλέως τὸν Πρίαμον πείσεσθαι. κάλλους δὲ σχῆμα ἡ κατὰ ἄρσιν καὶ θέσιν φράσις ἐν τῷ “οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους ἐρύξει”. τὸ γὰρ κοινὸν ἦν “οὔτʼ αὐτὸς κτενέει οὔτʼ ἄλλον ἐάσει”. Ὅτι διασκευάζων Ὅμηρος τὸ ἐν τῇ πόλει πένθος ἐπὶ τῷ Ἕκτορί φησιν, ὡς ἡ Ἶρις ἐλθοῦσα “ἐς Πριάμου κίχεν”, ἤγουν εὗρεν, “ἐνοπήν τε γόον τε. παῖδες μὲν πατέρʼ ἀμφικαθήμενοι ἔνδοθεν αὐλῆς δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσοισι <!-- 4.883 -->γεραιὸς ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος ἀμφὶ δὲ πολλὴ κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος, τήν ῥα”, ἤγουν ἣν δή, “κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο, τῶν μιμνησκόμεναι, οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες”. Καὶ σημείωσαι θρῆνον, Ἕκτορα πρόφασιν, καθʼ ὁμοιότητα τοῦ “Πάτροκλον πρόφασιν”. οὐ γὰρ ἐπὶ Ἕκτορι ἀλλὰ τοῖς πολλοῖς καὶ ἐσθλοῖς, τοῖς ἑαυτῶν δηλαδή, ἔκλαιον αἱ γυναῖκες. Ὅρα δὲ τὸ “ἔφυρον” ἐνταῦθα. ὡς γὰρ χείλη αἵματι φύρεται, οὕτω καὶ εἵματα δάκρυσιν. οὐ πάνυ δὲ πολὺ ἐνταῦθα τὸ δάκρυον, καθάπερ ὅπου καὶ ψάμαθοι δεύοντο. Τὸ δὲ “ἐντυπάς” ἀντὶ τοῦ ἐντυπωδῶς καὶ οἷον ἐντετυπωμένως τῷ ἱματίῳ, ὥστε διʼ αὐτοῦ σώματος μόνον τύπον φαίνεσθαι καὶ διὰ τοῦ σκέποντος ὁρᾶσθαι τὸν τοῦ σκεπομένου τύπον. ἕτεροι δὲ οὕτω συντόμως φράζουσιν· ἐντυπάς· ἐν χρῷ, ἐντετυπωμένως ἐν ἱματίῳ, ὥστε διʼ αὐτοῦ βλέπειν. ἔστι δὲ κατὰ τοὺς παλαιοὺς ἐπίρρημα ποιότητος τὸ ἐντυπάς, τῷ τόνῳ ὡς ἑκάς, ἀνδρακάς. κεκάλυπτο δὲ οὕτως ὁ γέρων τάχα μὲν καὶ ἐπεὶ ἄϋπνος ἦν, ἀφʼ οὗ Ἕκτωρ τέθνηκε, μάλιστα δὲ διὰ τὸ πένθος οὕτω διάκειται. ὑπερβολὴν γάρ, φασί, πένθους ἀξίαν οὐχʼ εὑρίσκων ὁ ποιητὴς τῷ γέροντι περιθεῖναι καλύπτει αὐτόν, καὶ οὐ μόνον σιγῶντα ποιεῖ, ἀλλὰ καὶ μηδὲ βλεπόμενον. ἐντεῦθεν, φασίν, ὁ Σικυώνιος γραφεὺς Σημάνθης τὴν ἐν Αὐλίδι γράφων σφαγὴν τῆς Ἰφιγενείας ἐκάλυψε τὸν Ἀγαμέμνονα, ὅπερ καὶ Αἰσχύλος μιμησάμενος τήν τε Νιόβην καὶ ἄλλα πρόσωπα ὁμοίως ἐσχημάτισε, σκωπτόμενος μὲν ὑπὸ τοῦ Κωμικοῦ, ἐπαινούμενος δὲ ἄλλως διὰ τὸ τῆς μιμήσεως ἀξιόχρεων. οὐ γὰρ μόνον βλέπεσθαι ἀπαξιοῖ ὁ ἐν ἄκρᾳ θλίψει, ἀλλʼ οὐδὲ βλέπει, ὡς οἷα νύκτερον βίον αἱρούμενος ἢ καὶ ὑπόγαιον. διὸ καὶ τῇ κεφαλῇ κόπρος ἐπαμᾶται τῷ γέροντι πρὸς τύπον ἐπιταφίου κόνεως καὶ οὐδὲ αὐτῆς αἱρετῆς τοῖς πλείοσι. Τὸ δὲ “τοῖο γέροντος” ἢ τούτου τοῦ γέροντος, ἢ <!-- 4.884 -->μᾶλλον ἀντὶ τοῦ “τοῦ γέροντος”, ἵνα ᾖ ἄρθρον τὸ τοῖο καὶ μὴ ἀντωνυμία. Τὸ δὲ “καταμήσατο χερσίν” ἀντὶ τοῦ συνῆξε ταῖς δραξί, κατὰ μίμησιν τῶν ἀμώντων. Ἰστέον δὲ ὅτι Ὁμήρου ἐφʼ ὅσον ἐχρῆν διασκευάσαντος τὸ κατὰ Πρίαμον πάθος, οἱ μεθʼ Ὅμηρον καὶ κείρουσιν αὐτόν. ὅθεν καὶ πριαμωθῆναι τὸ ξυρηθῆναι. ἦν δέ, φασί, σκῶμμα, ἐπεὶ ὁ τραγικὸς Πρίαμος ξυρίας εἰσήγετο. δοκεῖ δὲ καὶ τὸ τοιοῦτον σύνηθες εἶναι τοῖς παλαιοῖς, ὡς δηλοῖ καὶ τὸ “δεσπότου κειραμένου”. Ὅτι Ἶρις μὲν λαλεῖ πρὸς Πρίαμον τυτθὸν φθεγξαμένη, ὡς μὴ καταπλήξῃ τὸν ἐντυπὰς καθήμενον, “τὸν δὲ τρόμος ἔλλαβε γυῖα”. τοιοῦτον γὰρ ψυχὴ προπεπονθυῖα, εὐθορύβητος καὶ ἐν τοῖς τυχοῦσιν οὖσα. Τῶν δὲ τῆς Ἴριδος θαρσοποιὸν τὸ “θάρσει, Δαρδανίδη, φρεσί, μηδέ τι τάρβει· οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω”, ἀντὶ τοῦ ἐνταῦθα, ὡς καὶ ἐν Ὀδυσσείᾳ κεῖται, “ἀλλʼ ἀγαθὰ φρονέουσα”. Καὶ ὅρα ὅτι ἕτερον τὸ “κακοσσόμενος”, καὶ ἕτερον τὸ “κακὸν ὀσσομένη”. ἐκεῖνο μὲν γὰρ τί δηλοῖ, προδεδήλωται. τὸ δὲ “κακὸν ὀσσομένη” ἀντὶ τοῦ “προλέγουσα κακόν”. Σημείωσαι δʼ ἐνταῦθα, ὅτι τε γυῖα Πριάμου τὰ καθʼ ὅλον αὐτοῦ τὸ σῶμα ἔφη, καὶ ὅτι ἐν ἄλλοις ἡ λέξις ἐπὶ ποδῶν τε ἰδιάζεται καὶ ἔτι ἐπὶ χειρῶν μόνων, ὅτε καὶ ἐγγυαλίζειν νοεῖται τὸ παρέχειν καὶ ἐν χερσὶ διδόναι, καὶ ἡ ἐγγύη γίνεται ἐν γυίοις, ὅ ἐστι χερσί, τιθεῖσα τὸ πρᾶγμα τῷ δεχομένῳ τὸν ἐγγυητὴν καὶ οὕτως ὀχυρὸν ποιοῦσα τὸ συνάλλαγμα, ὡς εἰ καὶ <!-- 4.885 -->ἐνέχυρα ἐκεῖνος ἐχειρίζετο, καὶ ὅτι ἡ τῆς Ἴριδος εἰς τὸν Πρίαμον πάροδος ἀγγελίαν συνήθως δηλοῖ, δηλώσασαν τῷ γέροντι βασιλεῖ ὅτι, ὡς εἰκός, ὁ Ἀχιλλεὺς ὑπομαλαχθεὶς ἕτοιμος λύσασθαι δώρων τὸν Ἕκτορα. διὸ καὶ ὁ γέρων κατὰ τὴν τοιαύτην ἄγγελον ποιήσει τὰ εἰρησόμενα ἐν τοῖς ἐφεξῆς. καὶ ἔστιν ἐνταῦθα λογίσασθαι ὅτι τὸ “οὐδʼ ἀπέλυσεν Ἕκτορα” ὁ Ἀχιλλεύς, ὃ φθάσας ὁ Ζεὺς ᾐτιάσατο ἐπὶ τῷ Ἀχιλλεῖ, προαναφώνησις ἦν τις, ἐμφαίνουσα ὡς μικρὸν ὅσον λελύσεται ὁ Ἕκτωρ ὑπʼ Ἀχιλλέως, αἰτίαν ἤδη σχόντος ὅτι μὴ πάλαι φθάσας τοῦτο ἐποίησεν. Ὅτι ἐν τῷ “ἅμαξαν ὁπλίσαι ἠνώγει ἐΰτροχον”, ὡς εἴρηται, ἡμιονείην, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς», ὁπλίσαι μὲν λέγει συνήθως τὸ εὐτρεπίσαι, πείρινθα δὲ τὸ πλινθίον τὸ ἄνω τῆς ἁμάξης, ὅπου τὰ φορτία ἐπιτίθενται, ὃ καὶ ὑπερτερίη λέγεται διὰ τὸ ὑπερκεῖσθαι τοῦ ἄξονος. οἱ δὲ παλαιοὶ οὕτω φασί· πείρινθα, τὸ τετράγωνον πλινθίον τὸ ἄνω περιδούμενον ταῖς ἁμάξαις, πλεκόμενον ἀπὸ ῥιπῶν. ῥῖπες δέ, οἱ τῆς οἰσύας λύγοι, ὥστε εἶναι ῥίπινθα, καὶ μεταθέσει καὶ πλεονασμῷ τοῦ ε πείρινθα. ὁ δὲ Ξενοφῶν κάνναθρον αὐτό φησι. κάννη γὰρ ἡ ψίαθος. πλέγμα δὲ καὶ αὐτὸ ψιαθῶδες, συνέχειν φόρτον ἰσχῦον. δύναται δὲ καὶ ἀπὸ τοῦ περιθέειν γίνεσθαι, ἀφʼ οὗ καὶ ὁ Πειρίθους, ἢ ἀπὸ τοῦ πέρας εἶναι τοῦ κατὰ ἅμαξαν ὕψους. περὶ δὲ τῆς τοιαύτης λέξεως κεῖταί τι καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ὅτι τὸν τοῦ Πριάμου θάλαμον «κηώεντα κέδρινον ὑψόροφον» λέγει, ὃς «γλήνεα πολλὰ κεχάνδει», ἤγουν πολλὰ ἐχώρει κειμήλια γλήνης ἄξια. γλήνη δέ, φασίν, οὐ μόνον ἡ τοῦ ὀφθαλμοῦ κόρη καὶ ἡ πρόσοψις, ἀλλὰ καὶ κηρία μελισσῶν, καὶ παίγνιον, οἱ δέ· τὸ οὐδενὸς ἄξιον. ὡς δὲ καὶ διὰ τοῦ ι γλίνη εὕρηταί που ὁ ῥύπος, ὅ ἐστι γλοιός, <!-- 4.886 -->ἕτεροι δηλοῦσιν. ἄλλοι δὲ γλήνεα ἑρμηνεύουσι τὰ ποικίλα, οἱ δέ τινες ζῴδια, καθά που ὑποδηλοῦται καὶ ἐν τῷ «τρίγληνα μορόεντα». Ἰστέον δὲ ὅτι καὶ ἄλλοι τῶν ποιητῶν τοὺς τῶν βασιλέων οἴκους ἐκ κεδρῶν ποιοῦσι διὰ τὸ τοῦ δένδρου ἄσηπτον καὶ εὐῶδες, ὅθεν καὶ «κεδρωταὶ παστάδες» παρά τινι. ἡ δὲ ὕστερον πολυτέλεια οὔπω τότε ἦν. τὰ μέντοι τοῦ Μενελάου εἶχόν τι τῆς μεταγενεστέρας περινοίας, ὡς ἐν τῇ Ὀδυσσείᾳ φαίνεται. Τοῦ δὲ «κεχάνδει» ἐστὶ καὶ μετοχὴ τὸ «κεχανδότα πολλὰ καὶ ἐσθλά». φαίνεται δʼ ἐκ τούτων, ὅτι ἐν τῷ «Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον» ἔχαδε δεῖ γράφειν ὡς δεύτερον ἀόριστον. εἰ γὰρ ἦν κέχαδεν, ὤφειλε καὶ αὐτὸ εἶναι διὰ τοῦ ν «κέχανδε» καὶ γεννᾶν ὑπερσυντέλικον κεχάνδει. Τοῦ δὲ γλήνεα ζητητέον εἴτε γλῆνος ἡ εὐθεῖα εἴτε μᾶλλον γλήνειον καὶ Ἰωνικῶς γλήνεον, ὡς δαιδάλειον δαιδάλεον, καὶ κήλειον κήλεον. Τὸ δʼ ὅμοιον ζητητέον καὶ περὶ τοῦ δήνεα, τὰ βουλεύματα. Ὅτι κοινοῦται τῇ Ἑκάβῃ ὁ γέρων Πρίαμος τὰ περὶ τῆς λύσεως τοῦ νεκροῦ Ἕκτορος. καὶ ἔστιν, ὡς καὶ οἱ παλαιοί φασιν, ἀνθρώπινον τὸ ἀνατίθεσθαι τὸ πρᾶγμα γυναικὶ κοινωνῷ τῶν παθημάτων. καὶ αὐτὸς μὲν ἤδη κέκρικε τὸ ποιητέον, ἐρωτᾷ δὲ ὅμως, εἰ καὶ αὐτὴ ἐπὶ τοῖς δεδογμένοις σύμψηφός ἐστιν. ἡ δὲ ποθεῖ μὲν καὶ τὸν υἱόν, ἀδύνατον δὲ νομίζουσα ἐκεῖνον κομίσασθαι κωλύει τὴν ὁδόν, ἵνα μὴ προσαποβαλεῖται καὶ Πρίαμον. ὁ δʼ οὐ πείθεται, κρίνας καθάπαξ, ὃ ποιήσει, ὡς ὁ Ζεὺς ἐκέλευσεν, ὁ παρʼ αὐτῷ δηλαδὴ νοῦς, ἤδη δὲ καὶ ὡς ἡ Ἶρις ἐδήλωσε, φήμη τις δηλαδὴ ἀγγείλασα, ὡς εἰκός, ὅτι δῶρα λαβὼν Ἀχιλλεὺς λύσεται τὸν Ἕκτορα. Ἔστι δὲ ἡ μὲν ἐρώτησις τοῦ Πριάμου τοιαύτη «ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι; αἰνῶς γάρ με αὐτόν γε μένος καὶ θυμὸς ἀνώγει κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν», ἤγουν εἰς <!-- 4.887 -->τὸν Ἑλληνικὸν στρατόν. καὶ οὕτω μὲν αὐτός. Ἡ δὲ γυνὴ ταῦτα μαθοῦσα «κώκυσε», καὶ «ὤμοι» φησὶ «πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς», ἤγουν αἷς, «τὸ πάρος περ ἔκλεο», τουτέστιν ἐδοξάζου, «ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις; πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος ἀνδρὸς ἐς ὀφθαλμούς, ὅς τοι πολέας τε καὶ ἐσθλοὺς υἱέας ἐξενάριξε; σιδήρειον νύ τοι ἦτορ. εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅδε, οὔ σʼ ἐλεήσει, οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν ἥμενοι ἐν μεγάρῳ. τῷ δʼ ὥς ποθι μοῖρα κραταιὴ γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή», ἤγουν τῷ δὲ Ἕκτορι οὕτω που ἦν ἐκ γενετῆς πεπρωμένον. πῶς οὕτω; «ἀργίποδας κύνας ἆσαι», ὅ ἐστι κορέσαι, «ἑῶν ἀπάνευθεν τοκήων ἀνδρὶ παρὰ κρατερῷ. τοῦ δʼ ἐγὼ μέσον ἧπαρ ἔχοιμι ἐσθέμεναι προσφῦσα. τότʼ ἄντιτα ἔργα γένοιτο παιδὸς ἐμοῦ. ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων ἑσταότα, οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς». καὶ ἔστιν ὁ τῆς γραὸς λόγος κεκραμένος ἀποτροπῇ τοῦ ἀνδρὸς οἴκτῳ τοῦ παιδὸς καὶ χόλῳ κατὰ ἐχθροῦ. Ἔνθα ὅρα ὅτι Ἑκάβη μὲν ὡς καὶ γυνὴ καὶ πρεσβῦτις καὶ μήτηρ ἀγαθοῦ τέκνου, καὶ οὐ μόνον ἀναιρεθέντος ἀλλὰ καὶ ἀτάφου αἰκιζομένου, εἰ καὶ ἀγριώτερον λαλεῖ καὶ οὐ φαγεῖν ἁπλῶς ἐθέλει ἀλλὰ ἐν παρατάσει ἐσθίειν, καὶ οὐ λαβοῦσα, ἀλλʼ αὐτῷ προσφῦσα τὸ στόμα τῷ ἥπατι ὡς εἴ τι σαρκοφάγον θηρίον, εὐπαράδεκτός ἐστιν ὅμως καὶ ἡ ὑπερβολὴ πιθανή. προείληπται γὰρ τὸ κατʼ αὐτὴν ὑπερπαθές. Ἀχιλλεὺς δέ, εἴπερ φθάσας οὕτως εἶπεν, ἀσύγγνωστος ἂν ἦν. διὸ οὐ τοιαῦτα ἐπὶ τῷ ἐχθρῷ ἐλάλησεν Ἕκτορι, ἀλλʼ αὐτὸ τοῦτο εὔξατο, γενέσθαι οἱ ἐπιθυμίαν γεύσασθαι τῶν τοῦ Ἕκτορος σαρκῶν, ὡς μὴ ἔχοντι αὐτὸ διʼ ἐφέσεως καὶ οὐδὲ σαρκῶν ἁπλῶς φαγεῖν, ἀλλὰ τῶν ἐντοσθίων κορέσασθαι, ὡς εἴπερ σπλάγχνα ἱερείου ἐπεθύμει φαγεῖν. ἐξ ὧν ἀστείως ὁ Κωμικὸς Πλάτων ἔφη κατὰ τὴν τοῦ Δειπνοσοφιστοῦ ἱστορίαν τὸ «ἄγευστος, ἄσπλαγχνος, ἀπλάκουντος, ἀλιβάνωτος». δῆλον οὖν ὡς κἀνταῦθα πάνυ Ἀχιλλέως ἀγριωτέρα ἡ γραῦς αὕτη. ὁ μὲν γὰρ οὐδέν τι πλέον ἑλκυσμοῦ εἰς τὸν Ἕκτορα πλημελεῖ. σῷον γοῦν ἐκεῖνον ἀπολύσει, αὐτὴ δὲ ἀναρρῆξαι τὸν ἥρωα ἐθέλει, ὡς <!-- 4.888 -->ἂν τῶν ἐντὸς αὐτοῦ ἐμφάγοι. Μύσος δὲ τοιαύτης κρεωφαγίας ἐν τοῖς ὕστερον καὶ ἐκ τῶν κατὰ τὸν κακὸν Διονύσιον, οὗ γυναῖκα καὶ τέκνα λαβόντες ὑποχείρια οἱ ἑσπέριοι Λοκροὶ καὶ ἐνακολασταίνοντες αὐτοῖς, ἐπεὶ τῆς ὕβρεως πλήρεις ἦσαν, κεντοῦντες, φασίν, ὑπὸ τοὺς τῶν χειρῶν ὄνυχας βελόναις ἀνεῖλον, εἶτα τὰ μὲν ὀστᾶ ἐν ὅλμοις κατέκοψαν, καταλέσαντες αὐτῶν τὰς σάρκας, τὰ δὲ λοιπὰ κρέα νεμησάμενοι ἐπηράσαντο τοῖς μὴ γευσαμένοις αὐτῶν. εἰ δὲ δεινὸν καὶ ὁ ἀλλαχοῦ δηλωθεὶς Μιλήσιος ἀλοητὸς καὶ ἡ καταπίττωσις, ἀλλὰ τοῦτο θηριωδέστερον διὰ τὴν κρεωβορίαν. Ὅρα δὲ καὶ ὅτι ὡς μήτηρ ἐπέκρυψε τὸν τοῦ υἱοῦ ψόγον. ὁ μὲν γὰρ τρὶς περιέδραμε τὴν Ἴλιον φεύγων, ἡ δὲ ταῦτα μὲν σιγᾷ, τῆς δὲ ὕστερον ἀντιστάσεως μέμνηται, καθʼ ἣν οὐκ ἔτι ἔφευγεν. ἡ δʼ αὐτὴ καὶ ἐν τῷ «ἄπιστος ἀνὴρ ὅδε» ψεύδεται. ἀμάρτυρον γὰρ ἄπιστον εἶναι τὸν Ἀχιλλέα. Τρῶες μέντοι τοιοῦτοι καὶ οἱ Πριαμίδαι, καὶ αὐτὸς μάλιστα Ἕκτωρ, ᾧ παρὸν λῦσαι τὸν πόλεμον κατὰ τοὺς ὅρκους, ὡς προϊστόρηται, ὁ δὲ οὐκ ἐποίησεν οὕτως. ἡ δὲ καὶ εὐχομένη σχεῖν μέσον τὸ τοῦ Ἀχιλλέως ἧπαρ ἐφʼ ᾧ ἀπεσθίειν οὐκ ἂν ἀληθῶς ὠμηστὴν λέγοι ἐκεῖνον τὸν μηδὲν τοιοῦτον ἐπὶ τῷ Ἕκτορι δράσαντα, εὐξάμενον δὲ μόνον ἐπιθυμίαν ἐγγενέσθαι αὐτῷ ἀποταμνόμενον ὠμὰ κρέα ἔδμεναι τὰ τοῦ Ἕκτορος. Εἴη δʼ ἂν τὸ ἐκείνου ὀργίλον στοχαστικῶς χαρακτηρίζουσα ἐξ ἑαυτῆς. Σημείωσαι δὲ ὅτι καὶ Ἀχιλλεὺς ἐν τοῖς ἑξῆς, θαυμάσας τὴν τοῦ Πριάμου ὁδόν, ἐρεῖ τινα τῶν τῆς Ἑκάβης, οἷον τὸ «σιδήρειον νύ τοι ἦτορ», ὃ καὶ ἐν Ὀδυσσείᾳ κεῖται, καὶ «πῶς ἔτλης ἐλθεῖν μόνος εἰς ἄνδρα, ὅς σοι πολλοὺς καὶ ἐσθλοὺς υἱοὺς ἐξενάριξα»; Ἰστέον δὲ ὅτι τοῦ «ἔκλεο», τουτέστιν ἐφημίζου, τὸ θέμα κλέω, ἀφʼ οὗ τὸ κλεΐζω. χρῆσις δὲ αὐτοῦ σὺν τῷ ἰῶτα ἐν Ὀδυσσείᾳ, ἵνα ᾖ ὡς θέω θείω τὸ τρέχω, οἷον «θείειν ἀνέμοισιν ὁμοῖοι», οὕτω <!-- 4.889 -->καὶ κλέω κλείω. Τὸ δὲ «ἠδʼ οἷσιν ἀνάσσεις» ἐξαλλαγὴν ἐποίησε σχήματος. ἦν γὰρ τὸ κοινὸν ἐπʼ ἀνθρώπους ξείνους καὶ Τρῶας, ὧν δηλαδὴ ἀνάσσει ὁ Πρίαμος. Τὸ δὲ «πολέας υἱούς» ἐπιτείνει τὴν δυστυχίαν τῇ προσθήκῃ τοῦ «καὶ ἐσθλούς». Ὡς δὲ πολύτεκνος ὁ Πρίαμος, φανείται μὲν καὶ ἐν τοῖς ἑξῆς, ἐνταῦθα δὲ ῥητέον ὅτι, καθὰ ὁ Πρίαμος, πολλοὶ δὲ ὕστερον καὶ ἄλλοι. οὕτω πολυγύναιος παραδέδοται καὶ ὁ παλαιὸς Αἰγεύς, τήν τε τοῦ Ὅπλητος θυγατέρα σχὼν καὶ τὴν τοῦ Χαλκώδοντος γάμου νόμῳ, πολλαῖς δὲ καὶ ἄλλαις χωρὶς γάμων συνών. Αἴθραν τε γὰρ μετʼ αὐτὰς ἔλαβεν, εἶτα Μήδειαν καὶ ἄλλας, τὰς μὲν ἐξ ἔρωτος, ἃς δʼ ἐξ ἁρπαγῆς, φασί, καὶ νομίμων γάμων, ὡς Ἑλένην, Ἀριάδνην, Ἱππολύτην τὴν Ἀμαζόνα, Φαίδραν τὴν ἐκ Κρήτης. καὶ Φίλιππος δὲ ἐν τοῖς ὕστερον Φεραίαν μέν, φασίν, ἔγημε γυναῖκα, Νικησίπολιν, ἐξ ἧς αὐτῷ ἐγένετο Θετταλονίκη, καὶ Λαρισσαίαν Φίλινναν, ἧς ὁ περιᾳδόμενος Ἀρριδαῖος. προσεκτήσατο δέ, φασί, καὶ τὴν ἐκ Μολοττῶν Ὀλυμπιάδα, τὴν Ἀλεξάνδρου τοῦ μεγάλου καὶ Κλεοπάτρας μητέρα. δῆλον δὲ ὡς ἐν ἔτι νεότητι τὰς πολλὰς ἔσχε γυναῖκας ὁ νῦν γέρων Πρίαμος. ἄλλως γὰρ κατὰ τὸν ποιητὴν Θέογνιν οὐ σύμφορος γυνὴ νέα ἀνδρὶ γεραιῷ. οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, οὐδʼ ἄγκυραν ἔχουσιν, ἀπορρήξασα δὲ δεσμὰ πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα. τοῦτο δὲ προσφυὲς καὶ τοῖς κατὰ τὸν γέροντα Τιθωνὸν καὶ τὴν Ἠῶ, τὴν ἢ μυθευομένην ἢ κυριωνυμουμένην, μάλιστα δὲ τὴν τοῦ μύθου. οὐδʼ αὐτὴ γὰρ ἀεὶ νεάζουσα προσήκοι ἂν ἐραστῇ πεμπέλῳ. Σιδήρειον δὲ ἦτορ νῦν μὲν τὸ στερρόν, οὗ δέος οὐχʼ ἅπτεται, δηλοῖ δέ ποτε καὶ τὸ σκληρὸν καὶ ἄτεγκτον ὡς ἀνηλεές, καθὰ καὶ ὁ προγεγραμμένος σιδήρειος θυμός. Τὸ δὲ «εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται» σύγχυσιν λογισμοῦ δηλοῖ τῷ πρωθυστέρῳ σχηματισμῷ. πρῶτον γὰρ φύσει τὸ «ἐσόψεται», εἶτα τὸ «αἱρήσει». <!-- 4.890 -->Τὸ δὲ «οὔ σʼ ἐλεήσει οὐδʼ αἰδέσεται» καὶ Ἕκτωρ προλαβὼν εἶπε περὶ αὐτοῦ. Τὸ δὲ «γεινομένῳ» ἐφερμηνεύων ἐπήγαγε τὸ «ὃν τέκον αὐτή». Τὸ δὲ κλῶσμα τοῦ λίνου τῆς Μοίρας τί ποτε δηλοῖ, ἀλλαχοῦ γέγραπται. Τὸ δὲ «ἑῶν ἀπάνευθε τοκήων» γενναίως βούλεται κωλῦσαι τῆς ὁδοῦ τὸν γέροντα. εἰ γὰρ μεμοίραται ὀλέσθαι τὸν υἱὸν ἀπάνευθε τῶν αὑτοῦ, οὐδʼ ἄρα ἐκείνους χρὴ ἀπελθεῖν ἔνθα ἐκεῖνος κεῖται. Κρατερὸς δʼ ἐνταῦθα οὐχʼ οὕτως εἰς ἔπαινον, ὅσον μάλιστα εἰς ψόγον ὡς ἐπὶ βιαίου. Τὸ δὲ «προσφῦσα» ὅμοιόν ἐστιν τῷ «ἐμφῦσα», ὅ ἐστιν ἐμπλακεῖσα, μᾶλλον δὲ ἐμφαντικώτερον ἐκείνου εἰς ἐπιθετικὴν ἐμπλοκήν. Τὸ δὲ «ἄντιτα ἔργα παιδὸς ἐμοῦ» ἀντὶ τοῦ ἀντίποινα, ἀντιτιμώρητα, ἀντίσηκα τοῦ Ἕκτορος φόνου. καὶ ἔστι χρήσιμον εἰς τὸ «τρεῖς ἑνὸς ἀντιπεφάσθαι». Καὶ ὅρα τὴν ἀντισήκωσιν. οὐ γὰρ ἀξιόχρεων ἡγεῖται, φασίν, ἀντιθανεῖν τὸν τοῦ ἐχθροῦ φονέα ἡ μήτηρ, εἰ μὴ καὶ τῶν σαρκῶν αὐτοῦ ἐμφάγοι. Τὸ δὲ «ἐπεὶ οὔ ἑ κακιζόμενον κατέκτα» αἱ κοιναὶ ἤγουν αἱ πλείους ἐκδόσεις γράφουσιν «ἐπεὶ οὔ τι κακιζόμενον». δηλοῖ δὲ ὅτι οὐχʼ ὁ τυχὼν ἦν οὐδὲ γύννις. πῶς γὰρ τοιοῦτος ὁ πρὸ τῶν πολιτῶν μόνος ἑστώς; αὔξεται οὖν, φασί, τὸ πάθος, εἰ ἀναξίως ὕβρισται, δέον ὂν μὴ οὕτω παθεῖν. τοιαῦτα δέ τινα καὶ Πρίαμος ἐρεῖ πρὸς Ἀχιλλέα, πεφεισμένως μέντοι, ἐν τῷ «τὸν δὲ σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης». Τὸ δὲ «πρὸ Τρώων» καὶ ἑξῆς, εἰ γράφεται «πρὸς Τρώων»—φέρεται γὰρ καὶ τοιαύτη γραφή—δηλοῖ τὸ ἔμπροσθεν, ὡς καὶ ἐν ἄλλοις. Τὸ δὲ «βαθύκολπον» ὅτι ἐπὶ βαρβάρων τίθησιν ὁ ποιητής, προγέγραπται. Τὴν δὲ ἀλεωρὴν διαστέλλει τοῦ φόβου, ἐπεὶ ὃ μὲν φυγὴν δηλοῖ, ἀλεωρὴ δὲ ἡ κατʼ ἐπιτηδειότητα ἔκκλισίς ἐστι κατὰ τὸ «ἔγχος ἐμὸν ἄλευαι». Ἰστέον δὲ καὶ ὅτι ὁ γέρων, λαλεῖν <!-- 4.891 -->τῇ Ἑκάβῃ ἀρξάμενος, δαιμονίην ἐκείνην αὐτίκα προσέφη, ὅ ἐστι δυστυχῆ, εἰπὼν «δαιμονίη, Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθεν». Ὅτι ὁ διὰ θεῖον θάρρος μὴ πειθόμενος τῷ εἰς ἀγαθὸν ἔργον κωλύοντι ἐρεῖ ἂν «μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μηδέ μοι ὄρνις ἐν μεγάροις κακὸς πέλευ· οὐδέ με πείσεις. εἰ μὲν γάρ τις μʼ ἄλλος ἐπιχθονίων ἐκέλευε, ψεῦδός κε φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· νῦν δʼ αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην», ἤγουν καὶ ἀντικρὺ εἶδον, «εἶμι καὶ οὐχʼ ἅλιον ἔπος ἔσσεται», ἢ «οὐχʼ ἁλίη ὁδὸς ἔσσεται». Πρίαμος δέ φησι ταῦτα πρὸς Ἑκάβην, ἐπάγων καὶ ὅτι «εἰ δέ μοι αἶσα τεθνᾶναι παρὰ νηυσὶν Ἀχαιῶν, βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην», ἤγουν ἐπειδὰν ἐκπληρώσαιμι τὸν τοῦ κλαίειν ἔρωτα, καθʼ ὁμοιότητα τοῦ «ἐδητύος ἐξ ἔρον ἕντο». διὸ καὶ δασύνεται τὸ «εἵην» ὡς ἐκεῖ τὸ «ἕντο», καθὰ καὶ ἀλλαχοῦ τὸ εἷναι ἐν τῷ «ἐξ ἔρον εἷναι». Ὁ δὲ γέρων καὶ μετὰ τὸ «εἰ γάρ τίς με ἄλλος ἐκέλευεν» ἐφερμηνεύων τίς ἂν εἴη ὁ ἄλλος, ἐπάγει «οἷοι», μᾶλλον δέ «ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες», προθεὶς μὲν καὶ νῦν, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ, τὸ γενικὸν τὸ μάντεις, ἐπαγαγὼν δὲ τὰ εἴδη, τὸ ἱερῆες καὶ τὸ θυοσκόοι, ὅπερ ἐκεῖ οὐκ ἐξεφώνησεν, ἕτερον εἶδος εἰπὼν τὸν ὀνειροπόλον. Εἰσὶ δὲ θυοσκόοι μὲν κατὰ τοὺς παλαιούς, περὶ ὧν δηλοῖ καὶ ἡ Ὀδύσσεια, οἱ διὰ τῶν ἐπιθυμιωμένων μαντευόμενοι, οἱ καὶ ἐμπυροσκόποι καὶ λιβανομάντεις, ἱερεῖς δὲ οἱ διὰ σπλάγχνων. θύη μὲν γάρ, φασί, τὰ θυμιάματα, ἱερὰ δὲ τὰ σπλάγχνα. καὶ ταῦτα μὲν οὕτως. Τὸ δὲ «μή μοι ὄρνις κακὸς πέλευ», ἤγουν πέλε, ὅ ἐστι γίνου, καὶ παροιμιῶδες γέγονεν ἐν ἴσῳ τῷ «κακὸς οἰωνός». Ὅτι δὲ πᾶν σύμβολον μέλλοντος ὄρνις ὡς ἀπὸ μέρους ἐλέγετο, καὶ ὁ Κωμικὸς <!-- 4.892 -->ἐν Ὄρνισι δηλοῖ σαφέστατα. ὄρνις δὲ κακὸς ἡ Ἑκάβη τῷ ἀνδρί, διότι δυσφημεῖ καὶ κλαίει ἀπιόντος λύσασθαι τὸν υἱόν, ὅπερ ἐν τῷ περὶ ὀλολυγῆς λόγῳ ἀπαίσιον εἶναι δεδήλωται. Τὸ δὲ «ψεῦδός κε φαῖμεν» καὶ ἑξῆς, φασὶν οἱ παλαιοὶ ἐνταῦθα μᾶλλον οἰκεῖον εἶναι ῥηθῆναι ἤπερ ἐν τῇ βʹ ῥαψῳδίᾳ. ἐκεῖ μὲν γὰρ ὁ στίχος εἶχεν ἀπορίαν, ἐνταῦθα δὲ ἀσφαλὴς ἡ ἔννοια. οὐ γὰρ οὕτω πειστέον ἑτέροις ὡς θεῷ αὐτῷ. Σημείωσαι δὲ ὅτι, εἰ καὶ θαρρεῖ ἄλλως ὁ γέρων μὴ ἂν παθεῖν τι κακόν, ὅμως ἵνα παύσῃ τὴν Ἑκάβην, φησὶν ἀντιπαραστατικῶς ὡς, εἰ καί με χρὴ θανεῖν, πεσοῦμαι ἀγκὰς ἑλὼν ἐμὸν υἱὸν καὶ ἑξῆς, οὐχʼ ἁπλῶς ἀποφηνάμενος ὁ γέρων, ἀλλʼ εὐξάμενος οὕτω παθεῖν. καὶ ἔστι τὸ σχῆμα τοῦ λόγου ὅμοιόν τι τῷ «ἰδόντα με καὶ λίπῃ αἰών». Ἐν τούτοις δὲ ὅρα καὶ τὸ «ἐμὸν υἱόν», δριμέως πρὸς ἐντροπὴν τῆς Ἑκάβης ῥηθέν. αὐτῆς γὰρ οὐκ ἂν εἴη τῆς κωλυούσης τὰ εἰς ἐκείνου τιμήν. καὶ οὕτω μὲν ἐνταῦθα. προϊὼν δὲ καὶ τὸν υἱὸν ἀποσεμνύνων ἀπονοσφίσει πως ἑαυτοῦ, εἰπὼν ἐκεῖνον ἐκ θεοῦ εἶναι, οὐχʼ ἁπλῶς μέντοι, ἀλλʼ ἐοικέναι. Τὸ δὲ «εἶμι» ἀσυνδέτως εἰπὼν ὁ γέρων εἴποις ἂν ὡς αὐτίκα ὁρμᾶται. διὸ καὶ τὴν φράσιν τῷ ἔργῳ συνετρόχασεν. Ὅρα δὲ καὶ ὅτι τὸ «ἀγκάς» κἀνταῦθα συνέσταλται κατὰ τὴν λήγουσαν, εἴτε ὄνομά ἐστιν εἴτε ἐπίρρημα. Ὅτι τὸ ἀνοῖξαι κιβώτια οὕτω φράζει· «φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγε». λέγει δὲ ἐπιθήματα τὰ πώματα, ἤτοι τὰ σκεπάσματα, παρὰ τὸ ἐπιθεῖναι, τὸ κλεῖσαι, κατὰ τὸ «ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι», ἢ μᾶλλον παρὰ τὸ ἐπιθεῖναι, ἤγουν ἐπάνω θεῖναι. μετʼ ὀλίγα γοῦν ἐρεῖ «ταῦτά τε πάντʼ ἐπιθεῖτε». ἐντεῦθεν δὲ μεταφορικῶς καὶ ἐπιθεῖναι τὸ ἐπιβαλεῖν, ὡς τὸ <!-- 4.893 -->«ἡμιτάλαντον ἐπιθήσω». Φωριαμὸς δὲ ἢ παρὰ τὸ αὐτόθι τὰ φάρη ἀμᾶσθαι, ὅ ἐστι συνάγεσθαι, ἢ διὰ τὸ τοὺς φῶρας ἀπείργειν. ὀξύνεται δὲ ἡ λέξις κανόνι τοιούτῳ. τὰ διὰ τοῦ αμος τριβράχεα, μὴ ἐπιθετικὰ ὄντα, βαρύνεται· κάλαμος, Πρίαμος, τὸ ἰταμός ἐπίθετον, τὸ ποταμός ἐκ τοῦ ποτασμός γέγονεν ἀφαιρέσει τοῦ σ. ἔτι δὲ τὰ ἔχοντα τὴν ἄρχουσαν μακρὰν θέσει βαρύνεται· ὄρχαμος, Τύρταμος, Πέργαμος. τὰ δὲ φύσει, εἰ μέν εἰσι κύρια, βαρύνεται· Πύραμος, Τεύταμος. εἰ δὲ μή, ὀξύνεται· χηραμός, οὐλαμός. οὕτω καὶ φωριαμός, ἡ κιβωτός. Ὅτι τὰ ὑπὲρ Ἕκτορος δῶρα, ὅ ἐστι λύτρα, οὕτω μετρεῖ Ὅμηρος «ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα καλά, τόσσους δʼ ἐπὶ τοῖσι χιτῶνας. χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες ἐξεσίηνδʼ ἐλθόντι» ἢ «ἐξεσίην ἐλθόντι», «μέγα κτέρας». Καὶ ὅρα τὴν τοῦ σκεύους αὔξησιν. καλόν τε γὰρ αὐτὸ καὶ παλαιὸν κειμήλιον εἶναι δηλοῖ, καὶ ἐξεσίας, ἤτοι πρεσβείας, δῶρον, καὶ οὐχʼ ἁπλῶς, ἀλλὰ ἔθνους ὅλου δῶρον πρεσβεῖ βασιλεῖ. καὶ καλὰ μὲν καὶ τὰ ἄλλα, τοῦτο δὲ καὶ περικαλλὲς καὶ μέγα κτέρας, ὡς καὶ ἀπερείσια σὺν αὐτῷ τὰ ῥηθέντα δῶρα ῥηθῆναι ἐν τοῖς ἑξῆς. διὸ ἐπάγει πρὸς ἐξοχήν, ὡς οὐδὲ τούτου ὁ γέρων ἐφείσατο διὰ τὸν φίλον υἱόν. Φησὶ γὰρ «οὐδέ νυ τοῦ περ φείσατʼ ἐνὶ μεγάροις ὁ γέρων, περὶ δʼ ἤθελε θυμῷ λύσασθαι φίλον υἱόν». Καὶ ἔστιν ὅμοιον τοῦτο πρὸς τὸ «καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον», ἤγουν τὸν ἀργύρεον κρητῆρα, οὗ ποτε ὁ Πριαμίδης Λυκάων ἐξωνήθη. καὶ ἰδοὺ δέπας καὶ τοῦτο περιώνυμον, καθὰ καὶ κρατὴρ ἐκεῖνος. Καὶ ὅρα ἐν τούτοις ὡς παρελάλησε μὲν ὁ ποιητὴς ἱστορίαν. ἀφῆκε δὲ διασκευάσαι αὐτήν. εἶχε μὲν γὰρ ἱστορῆσαι τὸ τῆς ἐξεσίας αἴτιον, ἀφῆκε δὲ εἰπεῖν, ὡς ἂν μὴ καὶ ἐγκόψῃ τὴν τοῦ λόγου συνέχειαν καὶ ὑπτιάσῃ τὸ ἐναγώνιον τῷ ἀφηγηματικῷ εἴδει ἔξω καιροῦ. εἴρηται δὲ ἐξεσία παρὰ τὴν ἕσιν, τὴν πέμψιν. ὡς γὰρ θήσω θεσία καὶ συνθεσία, καὶ θύσω θυσία, οὕτω καὶ παρὰ τὸν ἥσω δασυνόμενον μέλλοντα, ὡς δηλοῖ τὸ ἀφήσω καὶ μέμψω, ὡς τὸ «ἥσω γὰρ καὶ ἐγώ», ἑσία καὶ ἐξεσία ἡ εἰς πρεσβείαν ἔκπεμψις καὶ ἀποστολή. διό, φασι, καὶ Ἀρίσταρχος δασύνει τὴν λέξιν ἐν τῇ μέσῃ δηλαδὴ συλλαβῇ κατὰ παλαιὰν συνήθειαν, τὴν δηλωθεῖσαν καὶ ἀλλαχοῦ. <!-- 4.894 -->Νεοπτόλεμος δέ, φασίν, ὁ Παριανός, ψιλοῖ, ἀπὸ τοῦ ἐξιέναι. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἵημι ἥσω, ἐξ οὗ ὡς εἴρηται ἐξεσία, ἡ ἔκπεμψις, κεῖται καὶ ἐν τῇ λʹ ῥαψῳδίᾳ τὸ ἐξέμεν ἀντὶ τοῦ ἐκπέμψαι. χρῆσις δὲ τῆς ἐξεσίας καὶ ἐν Ὀδυσσείᾳ. καὶ τοιαῦτα μὲν ταῦτα. Πέπλοι δὲ γυναικεῖον φόρημα κατὰ τοὺς παλαιούς, ἃ ἐπερονῶντο αἱ γυναῖκες, οἳ καὶ ἑανοὶ ἐκαλοῦντο. δῆλον δὲ ὅτι καὶ ἐπὶ ἀρραφοῦς ὑφάσματος ἡ λέξις ἐλαμβάνετό ποτε, ἐτυμολογουμένη παρὰ τὸ διαπεπτάσθαι. τοιοῦτος γοῦν πέπλος δοκεῖ καὶ ἐν Ὀδυσσείᾳ τῷ Τηλεμάχῳ παρὰ τῆς Ἑλένης δεδόσθαι, καὶ τῇ Τρωϊκῇ δὲ Ἀθηνᾷ ὅμοιος ἐν γούνασι τεθῆναι. ὡς δὲ καὶ ταὐτόν τι πέπλος καὶ ἑανός, παραδηλοῦται ἀπὸ τοῦ ἐς φιάλην χρυσῆν τὰ τοῦ Πατρόκλου ὀστᾶ τεθέντα ἑανῷ λιτὶ καλυφθῆναι. ὁμοίως δὲ καὶ τὰ τοῦ Ἕκτορος πορφυρέοις πέπλοις ἐν τοῖς ἑξῆς κατατεθέντα εἰς χρυσῆν λάρνακα. Αἱ δὲ χλαῖναι περιβλήματα, φασίν, ἦσαν κλίνης. ἐοίκασι δέ ποτε καὶ δεδιπλῶσθαι, ὡς ἂν πλέον χλιαίνοιεν. ὧν πρὸς διαστολὴν αἱ ἁπλοΐδες ἐνταῦθα εἴρηνται. Οἱ δὲ τάπητες πολλαχοῦ φαίνονται ὑποκεῖσθαι κατά τι εἶδος στρωμνῆς, ὁποῖα ἴσως καὶ τὰ καλούμενα ἐπεύχια. διὸ καὶ ἡ πολλὴ ἐτυμολογία ἐκ τοῦ πατεῖσθαι αὐτὰ παράγει. εἰ δέ τις μάθοι ἐν τοῖς ἑξῆς τὸ «δέμνια θεῖναι καὶ ῥήγεα ἐμβαλεῖν στορέσαι τʼ ἐφύπερθε τάπητας» ἕτερόν τι νοήσει τοὺς τάπητας, οὓς οἱ παλαιοὶ μεταβολεῖς τῶν λέξεων ἓν πρὸς ἓν φράζοντες ἐφαπλώματα ἑρμηνεύουσι, συγκροτούμενοι ἐκ τοῦ «ἐφύπερθεν». καὶ ἀργεῖ ἐνταῦθα ἡ ἐκ τοῦ πατεῖν ἐτυμολογία. κρεῖττον δὲ ἢ ἐκ τοῦ θάλπω εἰπεῖν κατὰ τοὺς παλαιοὺς θάλπης, καὶ μεταθέσει Ἰωνικῇ καὶ ἐκβολῇ τοῦ λ, τάπης, ἢ ἐκ τοῦ ταφών, ὁ ἐκπλαγεὶς τάφης καὶ τάπης ὁ τὸν ὁρῶντα ἐκπλήττων. λέγονται δέ, φασίν, οἱ τάπητες καὶ δάπιδες παρὰ τὸ ἐν δαπέδῳ στρώνυσθαι. Τὰ δὲ <!-- 4.895 -->φάρεα γυναικῶν τε καὶ ἀνδρῶν ἱμάτια. Χιτῶνες δὲ ἀνδρεῖα ἐνδύματα, καθὰ καὶ ταῦτά φασιν οἱ παλαιοί. Τὸ δὲ «στήσας» ἀντὶ τοῦ σταθμήσας ὡς πρὸς ἀκρίβειαν, ἵνα μὴ καὶ ψεύσηται τὸν σταθμὸν τυχὸν ἐρωτηθείς. ἐκ τούτου δὲ καὶ πρὸ τούτων τὸ «χθιζὸν ἀποστήσονται χρέος», ὡς προηρμήνευται, καὶ μεταστῆσαι ἐν Ὀδυσσείᾳ τὸ μεταλλάξαι εἴρηται μεταφορικῶς. Αἴθωνες δὲ τρίποδες οἱ αἰθόμενοι, ὅ ἐστι λάμποντες ὡς γεγανωμένοι. οὐ γὰρ ἂν εἶεν ἀφιλότιμοι ὡς ἀπὸ πυρὸς αἰθομένου, τιμιώτεροι δὲ λεβήτων ὄντες ὑποδιπλασίονες ἐκείνων εἰσί. Τὸ δὲ ῥηθὲν δέπας ἴσως ἂν χρυσοῦν ἦν, ὡς ἔστιν ἐκ τοῦ «περικαλλές» τεκμήρασθαι. χρυσοῦ γὰρ ἐν πολλοῖς ἐπίθετον τὸ καλόν. διὸ καὶ τὸ περικαλλές, ὅπερ ἐστὶ καλὸν λίαν, ὅθεν συγκοπὲν τὸ κάλλος ἐν δυσὶ λ προφέρεται. οὕτω δʼ ἐπαγωγὸν φαίνεται τὸ ῥηθὲν δέπας, ὡς φυλαχθῆναι μέχρι καὶ νῦν τῷ γέροντι ἐν τοσαύταις δαπάναις ταῖς εἰς πόλεμον. Ὅτι τὰς αἰθούσας οὐχʼ ὑψηλάς τινας ἀλλὰ περί που τὴν αὐλὴν οὔσας ὁ ποιητὴς καὶ ἐνταῦθα δηλοῖ, λέγων ὅτι ὁ Πρίαμος Τρῶας «ἅπαντας αἰθούσης ἀπέεργεν» ἢ «ἀνέεργεν ἔπεσσιν αἰσχροῖσιν ἐνίπτων», ἤγουν ἐπιπλήττων. καὶ προϊὼν δέ φησι «ἐκ δʼ ἔλασεν», ἤτοι ἐξῆλθεν ἔφιππος, «προθύροιο καὶ αἰθούσης», ἣν καὶ ἐρίδουπον συνήθως, ὡς καὶ ἐν Ὀδυσσείᾳ, λέγει διὰ τὸ ἐκκεῖσθαι ἀνέμοις καθὰ καὶ τὴν αὐλήν, περὶ ἣν ἡ αἴθουσα ἦν. καὶ ἡ αὐλὴ γὰρ ἀπὸ τοῦ ἄω τὸ πνέω, λέγεται. οἱ δὲ παλαιοί φασι καὶ ταῦτα· αἴθουσαι· αὐλῆς τειχία. Σικελοὶ δὲ τὴν αἴθουσαν αὔλειον θύραν φασί, Κύπριοι δὲ παστάδα ἀμφίθυρον. Ἰστέον δὲ ὅτι τὸ «ἔπεσσʼ αἰσχροῖσιν ἐνίπτων», ἐξ οὗ καὶ ἐνιπή, ἡ διʼ αἰσχρολογίας ἐπίπληξις, γράφεται καὶ ἐνίσσων. καὶ ἔστι γλώσσης καὶ αὐτό, <!-- 4.896 -->ὁποίας καὶ τὸ πέπτω πέσσω, περὶ οὗ προγέγραπται. Ὅτι ἔπεσιν αἰσχροῖς ὁ γέρων τὸν λαὸν ἀπάγων ἑαυτοῦ φησιν «ἔρρετε λωβητῆρες, ἐλεγχέες, οὔ νυ καὶ ὑμῖν οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες; ἢ οὔνεσθε», τουτέστιν ὀνεῖσθε, «ὅτι μοι θεὸς ἄλγεʼ ἔδωκε, παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες· ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσι δὴ ἔσεσθε κείνου τεθνειῶτος ἐναιρέμεν», ἤτοι φονεύεσθαι, ἢ μάλιστα· ῥᾴονες εἰς τὸ ἐναίρειν ἐκείνους δρῶντας τοῦτο ἐφʼ ἡμῖν. Ἰστέον δὲ ὅτι τὸ μὲν «οὐχὶ καὶ ὑμῖν οἴκοι γόος» ἕως τοῦ «κηδήσοντες» ῥηθήσεται πρὸς τοὺς πενθεῖν τινα ἐρεθίζοντας ἐν τῷ ἀκαίρως συμπαθεῖν. Τὸ δὲ «ἀτὰρ γνώσεσθε» καὶ ἑξῆς, πρὸς τοὺς μὴ ἐξ ὀρθοῦ ἀχθομένους ἐπὶ ἀριστέως θανάτῳ. νοητέον δʼ ἐν τούτοις ὡς γοῶντες ἦσαν οἱ Τρῶες ἐν τῇ βασιλικῇ αὐλῇ. Λωβητῆρες δὲ ἢ οἱ λώβας ποιοῦντες ἢ οἱ λωβᾶσθαι ἄξιοι. αἰσχρὸν δὲ πάντως ἔπος τοῦτο, καθὰ καὶ τὸ «ἐλεγχέες», τουτέστιν αἰσχυντηλόν, ὑβριστικόν, ὡς ὁ ποιητὴς προεθεώρησεν. Ἡ δὲ ἔννοια τοῦ «οὐ καὶ ὑμῖν γόος» διπλῆ· οὐχὶ καὶ ὑμῖν οἴκαδε ἴδιός τις γόος ἐστί, καὶ διὰ τοῦτο ἥκετε λυπήσοντές με μᾶλλον ἢ συμπενθήσοντες, ἢ ὅτι οὐχὶ καὶ οἴκαδε γοήσεσθε τὸν Ἕκτορα ἕκαστος, ἀλλὰ παρʼ ἐμοί; οἱ δὲ παλαιοὶ κάλλιον φράζουσιν οὕτως· οὐκ ἔχοντες πένθος ἐμὲ παραμυθεῖσθε, ἢ καὶ ἄλλως· ἐμοί, φησί, συμπαθήσοντες ἥκετε, οὐχὶ δὲ ἕκαστος ἴδιον ὁρίζεται πένθος τὸν θάνατον Ἕκτορος. βούλεται δέ, φασί, λέγειν ὡς δεῖ ἕκαστον οἴκοι μένοντα πενθεῖν τὸν Ἕκτορα. Τὸ δὲ «κηδήσοντες» καὶ νῦν ἀντὶ τοῦ λυπήσοντες. <!-- 4.897 -->Τὸ δὲ «οὔνεσθε» Ἰωνικόν ἐστιν ἀπὸ τοῦ ὀνῶ ὄνημι, οὗ παθητικὸν ὄναμαι ὄνασθε. Τὸ δὲ «ἄλγεʼ ἔδωκεν» οὐ πολλά τινα μετρεῖ κήδεα, στενοχωρεῖται δὲ εἰς μόνον τὸν μέγαν Ἕκτορα, ὡς δηλοῖ τὸ «παῖδα ὀλέσαι τὸν ἄριστον», οὗ τὸ ἐξοχικὸν μεγαλεῖον ἡ σὺν τῷ ἄρθρῳ δηλοῖ προφορά. οὐ γὰρ ἁπλῶς ἔφη «ἄριστον», ἀλλὰ καθʼ ὑπεροχὴν «τὸν ἄριστον». Ὅτι φιλοπάτριδος ἀνδρὸς λόγος τὸ «ἀτὰρ ἔγωγε πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω». Ὅτι πρὸ βραχέων μὲν αἰθούσης ἀνέεργεν ἢ ἀπέεργεν τοὺς Τρῶας ὁ Πρίαμος λόγοις αἰσχροῖς ἐπιπλήττων, ὑποκαταβὰς δὲ οὐκέτι λόγοις, ἀλλὰ σκήπτρῳ, ὡς εἰκός, ἀπείργει. Φησὶ γὰρ «ἦ καὶ σκηπανίῳ», τῷ καὶ προερμηνευθέντι, «δίεπʼ ἀνέρας», τουτέστιν, εὐθὺς μετὰ τοὺς λόγους ἐποίει ἔργον «οἳ δʼ ἴσαν ἔξω», ἤγουν ἐξῆλθον, «σπερχομένοιο γέροντος». σεμνῶς δὲ τὸ διέπειν εἶπεν ὡς ἐπὶ βασιλέως. βούλεται γὰρ εἰπεῖν ἐδίωκεν ἢ ἔπληττε. Τὸ δὲ «σπερχομένοιο» ἐνεργητικῶς νῦν ἐρρέθη ἀντὶ τοῦ σπέρχοντος καὶ κατεπείγοντος. ἴσως δὲ καὶ παθητικῶς δηλοῖ σεμνότητος λόγῳ τὸν τοῦ βασιλέως θυμόν. Ὅτι κατάλογον λεληθότως Ὅμηρος ποιούμενος τῶν ὑπολελειμμένων τῷ Πριάμῳ παίδων ἔφη «ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα νεικείων», οἵπερ ἦσαν Ἕλενος, Πάρις, Ἀγάθων, Πάμμων, ὃ συντεθὲν ποιεῖ τὸν πολυπάμμονα, ὅ ἐστι πολυθρέμμονα, Ἀντίφονος, Πολίτης, βοὴν ἀγαθός, Δηΐφοβος, Ἱππόθοος, καὶ Δῖος ἀγαυός, ἐννέα οὗτοι. Ἐνταῦθα δὲ οἱ μὲν τὸ Δῖός φασιν κύριον, οἱ δὲ τὸ Ἀγαυός. νικᾷ δὲ εἶναι Δίου ἐπίθετον τὸ ἀγαυός. ἦν δέ, φασίν, ὡς ἱστορεῖ Φερεκύδης, νόθος Πριάμου υἱὸς ὁ Δῖος. Ἰστέον δὲ ὅτι ὡς τῷ μέτρῳ συνήνεγκεν, ἀπηριθμήσατο τοὺς παῖδας ὁ ποιητής. οὐ γὰρ ἂν ἕβδομον τὸν Δηΐφοβον ἔταξεν ὑπερτεροῦντα τῶν ἄλλων μετὰ τὸν Ἕκτορα, περὶ οὗ φασι καί, ὅτι Ἀλεξάνδρου πεσόντος Πρίαμος τὸν Ἑλένης γάμον ἔπαθλον ἔθετο τῷ τὴν μάχην ἀρίστῳ. Δηΐφοβος οὖν, γενναίως ἀγωνισάμενος, ἔσχεν αὐτὴν ἀριστεῖον μάχης. τῷ δʼ αὐτῷ λόγῳ καὶ ἐφεξῆς τὸν Ἕκτορα ἐν τεθνεῶσιν υἱοῖς τρίτον ἔθηκε μετὰ Μήστορα ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην, ὅν φασιν ἵππους ἐν τῷ Θυμβραίῳ γυμνάζοντα λόγχῃ <!-- 4.898 -->πεσεῖν ὑπʼ Ἀχιλλέως. Πλὴν σημείωσαι ὡς, εἰ καὶ τὸ μέτρον τρίτην τάξιν ἔνειμεν Ἕκτορι, ἀλλὰ τῷ ἐπαίνῳ πάντων ὑπερτέθειται τῶν τε ἀπόντων καὶ τῶν περιόντων. θεῷ γὰρ εἰκάσει αὐτόν, ὡς ῥηθήσεται. Ὅρα δὲ κἀνταῦθα τοὺς υἱοὺς Πριάμου τῷ ἐννέα μετρουμένους ἀριθμῷ, ὃν στέργειν δέδεικται ὁ ποιητὴς μάλιστα. Ἐν δὲ τῷ «υἱάσιν οἷσιν» τὸ μὲν «υἱάσιν» ὁμοίως τοῖς συγγενικοῖς ἐσχημάτισται, τῷ πατράσι, μητράσι, θυγατράσιν. ἄλλως γὰρ «υἱεῦσιν» ἢ «υἱέσιν» ὤφειλεν εἶναι. Τὸ δὲ «οἷσιν», ἤγουν ἰδίοις, διαστολὴν ἔχει τῶν οἳ ἑτέρων πατέρων εἰσὶν υἱοί. Τὸ δὲ ὁμοκλᾶν καὶ νεικείειν ὅμοιόν ἐστι τῷ, ὡς ἐρρέθη, ἔπεσιν αἰσχροῖς ἐνίπτειν. Ἄλλως δὲ τὸ νεικείειν εἶδός ἐστιν ὁμοκλῆς καὶ οὐκ αὐτόχρημα ὁμοκλή. ὁμοκλᾷ γοῦν τις καὶ ἀπειλῆς δίχα καὶ νείκους, ὡς δηλοῖ μετʼ ὀλίγα τὸ «ὁμοκλήσας ἐκέλευσεν», εἰ μὴ ἄρα νεικεῖν ἐστι καὶ ἐκεῖνο. Κακολογήσει γὰρ ὑβριστικῶς καὶ τοὺς ῥηθέντας υἱοὺς ὁ Πρίαμος εὐθὺς αὐτίκα, εἰπὼν «σπεύσατέ μοι, κακὰ τέκνα, κατηφόνες, αἴθʼ ἅμα πάντες Ἕκτορος ὠφέλετε ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι». ὅπερ ὅμοιόν ἐστι τῷ «τρεῖς ἑνὸς ἀντιπεφάσθαι». Εἶτα οἰκτιζόμενος, ἃ δὴ πατρὶ χειρόνων παίδων ἁρμόττει ἐστερημένῳ τῶν κρειττόνων, φησὶν ἠθοποιητικῶς· «ὤμοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι». Ἐν οἷς μετρήσας τὸν προρρηθέντα Μήστορα καὶ τὸν Τρωΐλον μετʼ ἐπιθέτων σεμνῶν, ὡς προελέχθη, καὶ τὸν Ἕκτορα δὲ ἄνευ ἐπιθέτου, ὅμως ἄλλως αὐτὸν σεμνύνει, εἰπὼν «ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται, ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι, ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες». Ἦν δὲ τὸ ἔργον, εἰς ὃ τοὺς υἱοὺς ἐπέσπευδεν, ἐφοπλίσαι ἅμαξαν καὶ ἐπιθεῖναι τὰ λύτρα, μικρὸν μὲν ὂν καὶ ἐλαφρόν, δριμέως δὲ ἐπιταχθὲν ἐν ὀλιγίστῳ. φησὶ γὰρ «οὐκ ἂν δή μοι ἅμαξαν ἐφοπλίσητε», ἢ «ἐφοπλίσαιτε τάχιστα, ταῦτά τε πάντʼ ἐπιθεῖτε», τὰ πρὸ <!-- 4.899 -->ὀφθαλμῶν δηλαδὴ κείμενα δῶρα, «ἵνα πρήσσωμεν ὁδοῖο», τουτέστιν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ὁδεύσωμεν. Καὶ ὅρα ὅπως τόπον εὗρεν ὁ ποιητής, ἐν ᾧ εὐαφόρμως κατηγόρησε τῶν Πριαμιδῶν, χαρακτηρίσας αὐτοὺς σκωπτικῶς. Εἰσὶ δὲ κατηφόνες μὲν οἱονεὶ αὐτόχρημα κατήφειαι. θηλυκὴ γὰρ ἡ προσηγορία κατὰ τὸν Ἀρίσταρχον. διασαφητικὸν δέ πώς ἐστι τοῦτο τοῦ «κακὰ τέκνα». Καὶ ἄλλως δέ, κατηφόνες· καθʼ ὧν φόνος ψηφιστέος, ἵνα ᾖ τὸ μὲν πρῶτον ἀναλόγως τῇ κατηφείᾳ, ὧν εἶναι χρὴ κάτω τὰ φάη ἐπικρυπτομένων τὸ βλέπεσθαι, τὸ δὲ δεύτερον, ὡς ἐκ τοῦ φῶ, τὸ φονεύω, ἵνα εἶεν κατηφόνες οἱ φόνου κατάξιοι. ἡρα— Τὸ δὲ «πανάποτμος» ταὐτὸν τῷ δυσάμμορος, περὶ οὗ ἀλλαχοῦ εἴρηται. Τὸ δὲ «οὔ τινά φημι λελεῖφθαι» ἢ ἐνδοιάζει πιθανῶς κατὰ τὸ φημί, ἢ καὶ ἄλλως σεμνῶς εἴρηται κατὰ ἀπόφανσιν, ὡς οἷα τῶν ἄλλων μὴ προσλογιζομένων περιεῖναι. πολλαχοῦ δὲ καὶ οὕτω σχηματίζει ὁ ποιητής. Σημείωσαι δὲ καὶ Μήστορα, τὸ κύριον, συστεῖλαν τὴν παραλήγουσαν. ἐπὶ δέ γε τοῦ βουλευτοῦ ἐκτείνεται, οἷον «μήστωρα φόβοιο». Ὅρα δὲ καὶ ὅτι πολλῶν υἱῶν θανόντων τῷ γέροντι τρεῖς ἐξῆρε τοὺς ῥηθέντας, καὶ ὅτι ἐπεὶ μέγα ἦν εἰπεῖν θεὸν ἐν ἀνδράσιν εἶναι τὸν Ἕκτορα, ἐμφαίνει εὐθὺς ὁ ποιητὴς δεῖν κἀνταῦθα προσυπακούειν συνήθως τὸ ὡς, ἵνα λέγῃ ὅτι ὡς θεὸς ἦν. διὸ ἐπάγει «οὐδὲ ἐῴκει θνητοῦ παῖς εἶναι, ἀλλὰ θεοῦ», ἠθικῶς, φασί, λέγων τὸν παῖδα κρείττονα τοῦ δοκεῖν ἐξ αὐτοῦ γεγεννῆσθαι. καὶ Ὅμηρος μὲν οὕτω ῥητορικῶς τε καὶ ἀσφαλῶς. οἱ δὲ μετʼ αὐτὸν ἀναιδέστερον λέγοντες ἐξ Ἀπόλλωνος αὐτὸν σπερματίζουσι τὰ συνήθη παίζοντες μυθικά. περίφρασις δέ εἰσι τὰ εἰρημένα τοῦ ἀντίθεον καὶ τὸν Ἕκτορα εἶναι, καθὰ καὶ τὸν Μήστορα, πλατυνθεῖσα εἰς πλεῖον σέμνωμα τοῦ ἥρωος. Τὸ δὲ «ἐλέγχεα» ταὐτόν ἐστι τῷ «ἐλεγχέες». σαφέστερον δὲ τούτου ἐκεῖνο. τὸ γὰρ «ἐλέγχεα» καὶ ποιότητός ἐστι δηλωτικόν ποτε. Τὸ δὲ ψεῦσται ταὐτόν πως τῷ ἄπιστοι κατὰ τὸ «παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι». <!-- 4.900 -->Ἐκ Πάριδος δὲ τοῦτο τὸ σκῶμμα καθήκει τοῖς ἀδελφοῖς, ὃς τοιοῦτος ἐφάνη τῷ Μενελάῳ κατὰ τὴν τοῦ Λυκόφρονος ἱστορίαν. μήποτε δὲ τοιοῦτος καὶ ὁ Ἕκτωρ καὶ πρὸ αὐτοῦ Πρίαμος καὶ οἱ ἀμφʼ αὐτόν, οἳ μετὰ τὸ «νίκη μὲν δὴ φαίνεται Μενελάου» κατεπάτησαν τὰ πιστὰ ὅρκια. Τὸ δὲ «ἀρνῶν καὶ ἐρίφων» τρυφήν τε ἄκραν δηλοῖ τῶν οὕτω ἁπαλοῖς χαιρόντων ἐδέσμασι, καὶ τὴν ἁρπαγὴν δὲ πιθανεύεται. τοιαῦτα γὰρ ζωΐδια ταχὺ καὶ ῥᾷον ἁρπάζονται. εἰκὸς δὲ ὠνειδίσθαι ταῦτα τοὺς Πριαμίδας καὶ ὡς ἀναλίσκοντας τὰ μὴ νενομισμένα τοῖς κατὰ Τροίαν, ἐπεί τοι καὶ Ἀθήνῃσι νενόμιστο, ἤγουν νόμος ἦν, ἀπέκτου ἀρνὸς μηδένα γεύεσθαι, ἐπιλιπούσης ποτέ, φασί, τῆς τῶν ζῴων τούτων γενέσεως. ἐρίφων δὲ εὐφορία, εἴπερ που, ἐν τῇ νήσῳ Μήλῳ ἦν. περιᾴδονται γὰρ οἱ ἐκεῖσε ἔριφοι, ὡς ὁ Δειπνοσοφιστὴς καὶ τοῦτο ἱστορεῖ. Ἄπεκτον δὲ ἄρνα ἡ ἱστορία ἔφη τὸν μήπω πεχθέντα, ἤγουν καρέντα, καὶ εἰπεῖν κατὰ Θεόκριτον, ποκιχθέντα. ὅτι δὲ ὁμωνυμίας λόγῳ ἔριφοι ὠνομάσθησαν καί τι κατʼ οὐρανὸν ἀστροθέτημα, δῆλον ἀπὸ λοπάδος, ἣν σεμνύνων τις παρὰ τῷ Δειπνοσοφιστῇ ἀστείως ἔφη τὸ «παρετέθη ὑπερήφανος ὄζουσα τῶν Ὡρῶν λοπάς, τὸ τοῦ πόλου παντὸς ἡμισφαίριον». ὃ καὶ κατασκευάζων ἐξ ὁμωνυμίας ἀστέρων πρὸς ζῷα ἐδώδιμα λοπάσιν ἑψόμενά φησιν ὡς ἅπαντʼ ἐκεῖ ἐνῆν τὰ οὐρανία καλά, ἰχθῦς, ἔριφοι, σκορπίος, ἃ δηλαδὴ καὶ ἐν οὐρανῷ εἰσιν. εἶτα εἰπὼν ὡς «ὑπέφαινεν ᾤων ἡμίτομα τοὺς ἀστέρας», ἐπάγει περὶ ταύτης «ὁ πᾶς ἀγὼν ἐπʼ ἐμὲ κατήντα. τὸ πέρας», ἤγουν ὕστερον, «οὐκ ἀνῆκα, ἕως τὴν λοπάδʼ ὀρύττων ἀποδέδειχα κόσκινον». καὶ οὕτω μέν εἰσι καὶ οὐρανοῦ ἔριφοι. Τὸ δὲ «ὄζουσα Ὡρῶν» παραπεποιῆσθαι δοκεῖ ἐκ Θεοκρίτου, ὃς πλυθῆναί τι ἔφη πρὸς κράναις Ὡρᾶν, ἤγουν πρὸς ταῖς κρήναις αὐτῶν τῶν Ὡρῶν, ἃς κάλλος ἔστι νοεῖν, σεμνύνων ἐκεῖνος οὕτω τὸ καλῶς πλυθέν. Ὅμηρος δὲ μεγάλα λέγων πρὸς ὄγκον σεμνὸν ἄλλως ταῖς Ὥραις ἀνατίθησι τὰ οὐράνια, οὐ σμικρολογούμενος ταπεινῶς. ὅτι δὲ ὥρα καὶ ἐπὶ κάλλους λέγεται, δῆλον καὶ ἐκ τοῦ «ἐν Σάμῳ Ἀφροδίτην ἑταῖραι ἱδρύσαντο, ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας». τοιοῦτον δέ τι καὶ τὸ «γυναῖκες αἱ ἐν ὥρᾳ». <!-- 4.901 -->ἴσως δὲ αὐτὸ καὶ χρόνον δηλοῖ, καθὸ καὶ ὡραῖαι γάμου αἱ αὐταὶ λέγονται, ὡς καὶ βότρυς ὡραῖος τρυγᾶσθαι. ἡ δὲ τοιαύτη ὥρα καὶ τὸ ὡρολογεῖν ποιεῖ καὶ τὸν ἐξ αὐτοῦ ὡρολογητήν, ὃν ὁ παρὰ τῷ Ἀθηναίῳ Τίμων λαβάργυρον ἔφη ὡς ἐπὶ μισθῷ ὡρολογοῦντα. καὶ οὕτω μὲν καὶ ταῦτα. Τὸ δὲ, ὡς ἐρρέθη, ἀρνῶν καὶ ἐρίφων ἐπιδήμιοι ἅρπαγες καὶ ἀναίδειαν καὶ θηριωδίαν καταλαλεῖ τῶν εἰρημένων Πριαμιδῶν. θῆρες γὰρ ἁρπακτῆρές εἰσιν, οἳ καὶ δημοτικοῖς ἐπιτίθενται ζῴοις, ὁποῖος καὶ ὁ τοῦ Ἀράτου μονόλυκος ὅτε λιμὸν καραδοκεῖ. Ὅτι δὲ σκῶμμα στρατιωτικόν ποτε καὶ τὸ λύκος, δηλοῖ καὶ Ἀθήναιος, ἔνθα ἱστορεῖ ὡς Γνάθαινα ἡ ἑταιρίς, ἐπεὶ δύο τινὲς αὐτὴν ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας, ὁμώνυμοι, ὡς ἔοικε, ποταμοῖς, καὶ ὁ στρατιώτης ἀναγωγότερον, ἤγουν ἀπαιδευτότερον, λάκκον αὐτὴν ὠνόμασε, πῶς ἔφη; καὶ αὐτίκα λύουσα ἡ αὐτὴ ἐπεῖπεν· ἢ ὅτι δύο ποταμοὶ ἐμβάλλετόν μοι ὁ Λύκος καὶ ὁ Μαστιγίας, σκώψασα ἐκείνη τὸν στρατιώτην μὲν τῷ τοῦ λύκου ὀνόματι, τὸν δὲ δοῦλον ἐραστὴν τῷ τοῦ μαστιγίου. ἐπορίσατο δὲ τὸ τῆς ἐμβολῆς τῶν δύο ποταμῶν εἰς ἕνα λάκκον ἡ Γνάθαινα νόημα ἐκ τῶν Ὁμηρικῶν δύο μεγάλων κρουνῶν, οἳ συμβάλλουσιν εἰς μίαν μισγάγκειαν. σοφὴ δὲ ἡ ῥηθεῖσα Γνάθαινα ὑποκοριζομένη καὶ εἰς Γναθαίνιον. ἧς ἀπομνημονεύεται καὶ ὅτι φαῦλον παλαιστὴν ὀνηλάτην ἀπειλήσαντα καταβαλεῖν γύναια σὺν τοῖς ὀναρίοις καὶ ταῖς ἀστράβαις, ἔσκωψεν εἰποῦσα ἰαμβικῶς· μὴ δῆτʼ, ἄνερ, οὐδέποτε γὰρ τοῦτʼ ἔστι σοι πεπραγμένον, ἤγουν τὸ ῥῖψαί τινα. Τὸ δὲ «ὀρχησταὶ χοροιτυπίαις ἄριστοι» ἀντὶ τοῦ οὐκ ἐν πολέμῳ ὀρχησταί, οἷός που ἐν τοῖς πρὸ τούτων ἐρρέθη τις τῶν ἡρώων, οὐδὲ τὰ ἐνόπλια πυρριχίζοντες, ὃ δὴ πολλάκις βασιλεῦσιν ἔργον ἦν ἡδύ. Ἀντιόχῳ γοῦν, βασιλεῖ τῷ μεγάλῳ, πρὸς ὅπλα τινὲς ὠρχοῦντο ἐν τῷ δείπνῳ, ἀλλὰ τὰ ἐς χοροὺς ὀρχούμενοι. Ἐπιδήμιοι δὲ οἱ μὴ τὰ τῶν πολεμίων <!-- 4.902 -->ἀλλὰ τὰ τοῦ ἰδίου δήμου ἁρπάζοντες καὶ δημοβόρων δίκην ἀδικεῖν τοὺς οἰκείους γενναῖοι. ὅθεν παροιμία «οἴκοι λέοντες, ἐν δὲ μάχῃ ἀλώπεκες». Λέγει δὲ καὶ ἡ καθωμιλημένη γλῶσσα τοὺς ἀτυχεστέρους τῶν ἀρχόντων ἰσχυροὺς εἶναι κατὰ τοῦ ὑπʼ αὐτοὺς δήμου. Τὸ δὲ ἐπιδήμιον ἔγνωσται καὶ τοῖς Ἀσκληπιάδαις, ἐπὶ νοσημάτων μέντοι. Τὸ δὲ ἁρπακτῆρες ποιηταῖς φίλη λέξις, καθὰ καὶ τὸ φυλακτῆρες, καὶ τὸ πρηκτήρ καὶ ῥητήρ καὶ θηρητήρ. Τὸ δὲ «ἐπιθεῖτε» ἐκ τοῦ ἐπιθείητε συγκέκοπται, καὶ ἔστιν ἀκόλουθον τῷ ἐφοπλίσσαιτε εὐκτικῷ. οἱ δὲ γράφοντες «ἐπιθῆτε» διὰ τοῦ η ποιοῦσιν οὕτω πρὸς ἀκολουθίαν τοῦ «ἐφοπλίσσητε» κατὰ ἔγκλισιν ὑποτακτικήν. Ἰστέον δὲ ὅτι ἐπιθεῖναι λέγεται καὶ τὸ προσθεῖναι, εἶτʼ οὖν ἐπιβαλεῖν, ὡς καὶ προδεδήλωται ἐν τῷ τοῦ Πατρόκλου ἐπιταφίῳ ἀγῶνι, καὶ ἐξ αὐτοῦ παρὰ τοῖς ὕστερον ἐπιθήκη ἡ προσθήκη, οἷον ἐπιθήκη θαύματος ἢ ἐκπλήξεως. ἡ δʼ αὐτὴ καὶ ἐπενθήκη. ἡ δὲ λέξις τῆς ἐπενθέσεως Γραμματικοῖς μάλιστα ἔγνωσται. Ὅτι θελήσας Ὅμηρος κατὰ συνήθη φιλοτιμίαν διασκευάσαι ζεῦγμα ἡμιονείας ἀπήνης φησὶν «ἐκ μὲν ἅμαξαν ἄειραν», οἱ Πριαμίδαι δηλαδή, «ἐΰτροχον, ἡμιονείην, καλήν, πρωτοπαγέα», ὥς που προεγράφη, «πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς», ὡς καὶ αὐτὸ προγέγραπται, οὐ τότε ποιηθὲν ὑπὸ τῶν Πριαμιδῶν, ἀλλʼ ὅτε ὁμοκλῆς ἀκούσαντες ὑπέδεισαν «κὰδ δʼ ἀπὸ πασσαλόφιν ζυγὸν ᾕρεον ἡμιόνειον, πύξινον, ὀμφαλόεν, εὖ οἰήκεσσιν ἀρηρός· ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ, ἐννεάπηχυ. καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ, πέζῃ ἐπὶ πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον· τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔγναμψαν», ἤγουν ἔκαμψαν, «ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα· ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, τοὺς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα». καὶ ταῦτα οὕτω διασκευάσας τὸ ζεῦγμα τῶν ἵππων οὐ πολυλογεῖ, ὡς ἀλλαχοῦ που καὶ περὶ τοιούτων λαλήσας, λέγει δὲ μόνον ὅτι «ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὁ γεραιὸς αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῳ ἐπὶ φάτνῃ». Καὶ «ζευγνύσθην», ἤγουν ἐζεύγνυον, τούτους «ἐν δώμασιν ὑψηλοῖσιν κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ <!-- 4.903 -->μήδεʼ ἔχοντες». Καὶ ὅρα ὡς κἀνταῦθα βασιλικοὶ ἄνδρες αὐτοδιακονοῦσι καὶ αὐτὸς ὁ βασιλεύς, ὡς ἡρωϊκὸς νενομοθέτητο βίος. Τὰ δὲ κατὰ μέρος τοῦ χωρίου τοιαῦτα. Ἅμαξαν μὲν καὶ ἀπήνην εἰπεῖν, ταὐτόν ἐστιν. Ἀείρεται δέ, ὅ ἐστιν αἴρεται, ὑψοῦ βασταζομένη, ὡς ἐλαφροτέρα. τοιαῦται γάρ, ὡς εἰκός, αἱ ἡμιόνειαι, ὧν καὶ τὸ ζυγὸν ἀναλόγως εἶχε πρὸς ἐλαφρότητα. Τὸ δὲ ἐΰτροχος εὔκυκλος ἐν ἄλλοις λέγεται, καλὴ δὲ ἡ ἄλλως τε, οἷα εἰκός, εὐειδής, καὶ διὰ τὸ πρωτοπαγὲς δέ, καθʼ ὃ εἴη ἂν καλὴ καὶ ναῦς πρωτόπλοος. εὐπηγῆ δὲ εἰπὼν ἄνδρα ἐν Ὀδυσσείᾳ κατὰ χρείαν μέτρου ἐνταῦθα πρωτοπαγέα λέγει ἀπήνην διὰ τοῦ α. Τὸ δὲ καθῄρεον ἐκ πασσάλου ἀντὶ τοῦ κατῆγον, κατεβίβαζον. εἴρηται δέ που ἡ λέξις οὕτω καὶ ἔνθα ὁ ποταμὸς καθῄρει τὸν Ἀχιλλέα. Τὸ δὲ «ἀπὸ πασσαλόφιν» συνήθως εἴρηται. πολλὰ γὰρ χρήσιμα πασσάλων ᾐώρηντο, ὡς ἐν Ὀδυσσείᾳ μάλιστα φαίνεται, εἰ καὶ οἱ μεθʼ Ὅμηρον τὰ μὴ εὔχρηστα οὕτως αἰωρεῖσθαί φασι, καθὰ καὶ τὰ ὑπὲρ καπνοῦ, παροιμιωδῶς. Δοκεῖ δὲ τοῦ πασσάλου προηγεῖσθαι ὁ πάσσος ἐκ τοῦ πήσσω ῥήματος, ἐκεῖθεν δὲ πλεονασμῷ μὲν τῆς αλ συλλαβῆς γενέσθαι πάσσαλος. ἄλλως δὲ καθʼ ὑποκορισμὸν ὁ παρὰ τῷ Κωμικῷ πάσσαξ, οὗ γενικὴ πάσσακος. Τὸ δὲ ζυγόν, καθὰ καὶ τὸ ζυγόδεσμον, οὐδετέρως φησὶ κατὰ γένους μεταπλασμόν, ὡς δηλοῖ τὸ ὀμφαλόεν καὶ τὸ ἀρηρός. Τὸ δὲ «πύξινον» ἐστὶ μὲν καὶ πρὸς στερρότητα, ἔχει δέ τι καὶ κάλλους, βασιλικῇ πρέποντος ἀπήνῃ. οὐκ ἂν δὲ ζυγὸς βόειος τοιοῦτος εἴη. γίνεται δέ, ὡς καὶ προερρέθη, ὁ πύξος, ὅθεν καὶ τὸ πυκνόν· ἐκ τοῦ πτύσσω γὰρ πτύξω, ἐπειδὴ πάνυ πυκνὸν ξύλον τὸ πύξινον. ὡς δέ τις τῶν παλαιῶν ὠχρὸς τὴν ὄψιν πύξινος ἐσκώπτετο διὰ τὸ τῆς χρόας ὁμοιοειδές, ἀναλεκτέον ἐξ ἱστορίας. Ὀμφαλόεν δὲ τὸ ἢ κύκλους τινὰς <!-- 4.904 -->κοίλους ἔχον ὀμφαλοειδεῖς ἢ γλύμμα τι κοῖλον περὶ τὸ μέσον τοῦ ζυγοῦ, ὅπου οἱ ἱμάντες περιτίθενται, ὡς δηλοῖ τὸ «τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν», ὅ ἐστιν ἐπὶ τὸ μέσον τοῦ ζυγοῦ. οἱ δὲ ἀκριβέστεροι ὀμφαλόεν φασὶ τὸ ὑπεροχάς τινας ἔχον ἐν μέσῳ, αἷς οἱ ἱμάντες περιειλοῦνται, ἢ τὸ ἔχον μέσον ὀμφαλόν, ᾧ προσδεῖται ἱμᾶσιν ὁ ῥυμός. Οἴηκες δὲ νῦν ἢ κρίκοι τινὲς συνέχοντες τὸν ζυγόν, ἢ διʼ ὧν ἐνείρονται αἱ τοὺς ἡμιόνους οἰακίζουσαι ἡνίαι. ὁμώνυμον ἄρα καὶ ὁ οἴαξ, οὐ μόνον κύριον ὂν καὶ ἐπὶ νηὸς δὲ λεγόμενον, ἀλλʼ ἰδοὺ καὶ ἐπὶ ἀπήνης. Τὸ δὲ ζυγόδεσμον ἱμάς ἐστιν ἢ σχοινίον, ὅπερ Ὅμηρος κατὰ πάρεργον λόγου ὡς ἐκ παρόδου μετρῶν ἐννεάπηχυ εἶναί φησι. Πέζαν δὲ ῥυμοῦ πρώτην τὸ ἄκρον φησίν, ᾧ ἐπίκειται ὁ ζυγός. λέγεται δὲ πέζα, ἐπεὶ κάτω καὶ αὐτὸ ἐπὶ γῆς γίνεται, ὅτε λυθῇ ὁ ῥυμός, ὃς οὕτω λέγεται παρὰ τὸ ῥύειν καὶ ἑλκύειν τὴν ἅμαξαν. Ὁ δὲ κρίκος ἐξ ὀνοματοποιΐας παρῆκται καὶ αὐτός, καθὰ καὶ ὁ κίρκος ὄρνις, τουτέστιν ἐκ τοῦ κρίζειν, οὗ ἡ χρῆσις παρὰ Μενάνδρῳ, οἷον «ἀλλὰ καὶ χαμαιτύπη κρίζει τις», ὅ ἐστι ποιόν τινα ἦχον ἀποτελεῖ, ἐξ οὗ καὶ «κρίγε» δεύτερος ἀόριστος καθʼ ὁμοιότητα τοῦ ἤρυγε καὶ τῶν ὁμοίων. Ἕστωρ δὲ πάσσαλος τῷ ζυγῷ ἐνιέμενος, ἐν ἄκρῳ τῷ ῥυμῷ πεπηγώς, ἔνθα κρίκος ἐμβάλλεται καὶ τὸ ζυγόδεσμον ἀποδέδεται εἰς συνοχὴν τοῦ ζυγοῦ. τινὲς δὲ <!-- 4.905 -->ἕστορα εἶπον γλύμμα, ἤτοι κύκλωμα, ζυγοῦ, εἰς ὃ ὁ τῶν ζῴων ἐνίεται, ἤγουν ἐντίθεται, τράχηλος ἑκατέρωθεν. δασύνεται δὲ ὁ ἕστωρ ἀπὸ τοῦ ἵημι ἥσω καὶ τῆς ἐκεῖθεν γινομένης ἕσεως, ἤτοι ἐμβολῆς, ὁ ἐνιέμενος ἐπʼ ἄκρῳ τοῦ ζυγοῦ, περὶ ὃν ὁ κρίκος ἐντίθεται. ἢ καὶ ἄλλως εἰπεῖν, ἕστωρ ἀπὸ τοῦ ἥσω, ἐξ οὗ καὶ ἧλος, ἵνα ᾖ ἕστωρ ὁ ἐνηλούμενος τῷ ζυγῷ. ἐν δὲ ῥητορικῷ Λεξικῷ γράφει οὕτως· ἕστωρ· σφήν, ἔμβολος, γόμφος ἢ πρῶτος τύλος τοῦ ῥυμοῦ ἢ κοίλωμα ζυγοῦ, ὑφʼ ὃ ὁ τράχηλος. Τὸ δὲ «ἔδησαν» καὶ «κατέδησαν» διλογεῖται ὡς καίριον. Γλωχῖνα δὲ κάμψαι φησὶ τὸ μετὰ δεσμὸν ὑποβαλεῖν τῇ καμπῇ τοῦ δεσμοῦ τὸ τοῦ ἱμάντος ἄκρον καὶ γωνιῶσαι αὐτό, ὡς ἂν εἴη εὔλυτον ὕστερον διὰ τῆς χυδαϊστὶ λεγομένης θηλέας. οἱ δὲ γλωχῖνά φασι τὴν ἐκ τοῦ ῥυμοῦ καὶ ζυγοῦ γωνίαν, ἔνθα κάμπτεται περὶ τὸν μέσον τοῦ ζυγοῦ ὀμφαλὸν τὸ ζυγόδεσμον. δηλοῖ δέ, φασί, καὶ γλωσσίδα τινά. Γίνεται δὲ τὸ γνάμπτειν ἐκ τοῦ γόνυ καὶ τῆς κατʼ αὐτὸ γωνίας, ὅτε κάμπτεται, ἵνα ᾖ γονάπτω, καὶ συγκοπῇ γνάπτω, καὶ πλεονασμῷ διὰ στομφασμὸν εὔφωνον γνάμπτω. Ἐΰξεστος δὲ ἀπήνη, καθὰ καὶ ἅρμα ἐΰξοον. Τὸ δὲ «νήεον», ἤτοι συνῆγον, ἐσώρευον, πρωτότυπόν ἐστι τοῦ «παρενήνεον ἐν κανέοισιν». ἐξ αὐτοῦ δὲ καὶ τὸ «νῆα νηησάσθω», ἐν τοῖς πρὸ τούτων που εἴρηται, πρώτης ὂν συζυγίας τῶν περισπωμένων, ὡς φαίνεται. Ἡ δὲ Ἑκτορέη κεφαλὴ ἁπλοϊκῶς νῦν τὸν τοῦ Ἕκτορος φράζει νεκρόν. τὸ μέντοι «Τεῦκρε, φίλη κεφαλή» ἄλλην ἀγωγὴν ἔχει, οὗ πρὸς ὁμοιότητα «φίλτατον κάρα» φησὶ Σοφοκλῆς. Τοῦ δὲ «ζεῦξαν» ὁ ἐνεστὼς τὸ ζεύγω οὐχʼ εὕρηται χρηστόν, εὐχρηστεῖται δὲ ἀντʼ αὐτοῦ τὸ <!-- 4.906 -->παράγωγον ζευγνύω. Κρατερώνυχες δὲ ἡμίονοι, ὡς ἀλλαχοῦ, ἵπποι χαλκόποδες. καὶ λύκοι δέ που κεῖνται κρατερώνυχες. Ἐντεσιουργοὶ δὲ ἡμίονοι οἱ ἐν ἔντεσιν ἐργαζόμενοι, τουτέστιν οἱ ἁμάξας ἕλκοντες καὶ μὴ ἁπλῶς νωτοφόροι. ἔντεα γὰρ παρὰ Πινδάρῳ τὰ ἅρματα. καὶ ἄλλως ἐντεσιουργοὺς λέγει τοὺς ἑτοίμους εἰς ἔργον. εἰ γὰρ ἡ ἅμαξα ὥπλισται, ὡς ἐρρέθη, εἶεν ἂν εἰς ἔργον ὡπλισμένοι καὶ αὐτοὶ διὰ τὸ συνώνυμα εἶναι τὰ ὅπλα καὶ τὰ ἔντεα. συντελεῖ δὲ ἐνταῦθα καὶ τὸ ἀλλαχοῦ ῥηθὲν «ἔντυεν ἵππους», ἤγουν εὐτρέπιζεν εἰς ἅρμα. ὅτι δὲ τὰ ἔντεα δοκεῖ δασύνειν τὴν ἀρχοῦσαν παρὰ τοῖς παλαιοῖς, δηλοῖ καὶ ὁ αὐθέντης, οὐχʼ ὁ δεσπότης, ὥς φησιν Αἴλιος Διονύσιος, ἀλλʼ ὁ αὐτοέντης καὶ αὐτοχειρίᾳ φονεύς, ὁ καὶ αὐτοφόντης. Μυσοὺς δὲ ποίους ἐνταῦθα λέγει ὁ ποιητὴς, ἄδηλον, εἴτε Εὐρωπαίους, εἴτε Ἀσιανούς. ἐμφαίνει δὲ καὶ νῦν ὅτι ἔχων ἱστορίαν εἰπεῖν, παρίησιν, ὃ καὶ πρὸ ὀλίγου πεποίηκεν. Οἱ δὲ παρʼ αὐτῷ τῷ γέροντι ἀτάλλοντες ἵπποι φίλιππον αὐτὸν παραδεικνύουσι καὶ ἐν γήρᾳ βαθεῖ. Ἡ δὲ εὔξεστος φάτνη ἄδηλον εἴπερ ἐκ λίθων ἢ ξύλων ἤσκηται, ἐπεὶ καὶ ἐπʼ ἀμφοῖν τὸ ξέειν λέγεται, ὡς καὶ ὁ λιθοξόος δηλοῖ καὶ ἡ εὐξέστη ἀπήνη καὶ ὁ ξεστὸς δίφρος. Ἐν δὲ τῷ «δώμασιν ὑψηλοῖσι» δοκεῖ παρέλκειν τὸ «ὑψηλοῖσι», τεθὲν πρὸς ἀναπλήρωσιν ἔπους. ἄλλως γὰρ οὐκ ἐν μετεώρῳ ἐπὶ ὑπερῴου ἵπποι ἐζεύγνυντο, ἀλλʼ ἁπλῶς ἔσω οἴκου. Ἰστέον δὲ ὅτι καὶ ζεῦξαι καὶ ζεύξασθαι πολλαχοῦ λέγεται. καὶ ἐνταῦθα γοῦν «ζεῦξαν ἡμιόνους» φησὶ καὶ «ζευγνύσθην ἵππους». Ἰστέον δὲ καὶ ὡς, ἐπεὶ φρονήσεως μάλιστα ἔδει τοῖς πρὸς Ἀχιλλέα πρεσβευσομένοις ὑπὲρ τοῦ Ἕκτορος, οὔτε νέους τινὰς Ὅμηρος πλάττει τούτους, ἀλλὰ καὶ φρόνησιν αὐτοῖς ἐπιμαρτύρεται κατʼ ἐξαίρετον, εἰπών, ὡς προέκκειται, τὸ «κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες». Ὅτι Ἑκάβη, μὴ πείσασα τὸν γέροντα, παραινεῖ σπείσαντα γοῦν τῷ Διῒ ἀπελθεῖν καὶ παρίσταται οἶνον ἔχουσα ἐν χειρὶ ὥς ποτε καὶ ἐπὶ Ἕκτορος, καὶ εὔχεσθαι ὑποτίθεται σπείσαντα, εἰποῦσα ταῦτα ἐν τῷ <!-- 4.907 -->στῆναι ἵππων προπάροιθεν «τῆ», ὅ ἐστι λάβε, ὡς καὶ προδεδήλωται, «σπεῖσον Διῒ πατρὶ καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς ὀτρύνει ἐπὶ νῆας», ἱκέσθαι δηλαδή, «ἐμεῖο μὲν οὐκ ἐθελούσης. ἀλλʼ εὔχευ», ἢ εὔχεο, «σύ γʼ ἔπειτα» Διῒ «Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται, αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ», ἤγουν ἑαυτῷ, «φίλτατος οἰωνῶν, καὶ εὗ κράτος ἐστὶ μέγιστον, δεξιόν· ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας τῷ», ἤγουν αὐτῷ, «πίσυνος», τουτέστι θαρρῶν, «ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων». Ὡς εἴ γε μὴ τοῦτο, οὐ θέλει ἡ γραῦς ἐποτρῦναι αὐτὸν ἀπελθεῖν. Καὶ ὁ γέρων πείθεται, καὶ εἰπὼν «ὦ γύναι, οὐ μέν τοι τόδʼ ἐφιεμένῃ», τουτέστιν ἐντελλομένῃ, «σοι ἀπιθήσω», καὶ ἐπαγαγὼν γνωμικῶς τὸ «ἐσθλὸν γὰρ Διῒ χεῖρας ἀνασχέμεν», ἤγουν ἀνατεῖναι, «αἴ κʼ ἐλεήσῃ», ὅπερ ἐστὶν «εἴ πως ἐλεήσῃ», ταὐτὸν ὂν τῷ «ὅπως ἐλεήσῃ». Εἶτα ὀτρύνει ἀμφίπολον ταμίην «χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον. ἣ δὲ παρέστη χέρνιβον, ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα». Νιψάμενος δὲ καὶ δεξάμενος κύπελλον ἐκ τῆς Ἑκάβης εὔχεται μέσῳ στὰς ἕρκεϊ, λείβων οἶνον καὶ οὐρανὸν εἰσανιδών φησι «Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε», ὡς καὶ ἀλλαχοῦ κεῖται, «δός μʼ ἐς Ἀχιλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν· πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον», καὶ ἑξῆς τοὺς τέσσαρας στίχους, ὡς ἡ Ἑκάβη ἐδίδαξε. καὶ ὁ Ζεὺς ὑπακούει καὶ στέλλει δεξιὸν οἰωνόν. Ἐν τούτοις δὲ δηλοῖ ὁ ποιητής, ὡς καὶ ἀλλαχοῦ, ταὐτὸν εἶναι λεῖψαι καὶ σπεῖσαι, ὡσαύτως καὶ δέπας καὶ κύπελλον. Ἔχει δὲ καὶ τὸν μεν σύνδεσμον ἀναπόδοτον ἐν τῷ «ἐμεῖο μὲν οὐκ ἐθελούσης». Καὶ τὸν Ἰδαῖον δέ πως παρετυμολογῶν ὡς καὶ τῆς Ἴδης ἀπὸ τοῦ ἰδεῖν λεγομένης, ὃ ταὐτόν ἐστι τῷ ὁρᾶν, φησί· Διῒ Ἰδαίῳ, ὃς ὁρᾶται, ἤγουν καθορᾷ, πᾶσαν τὴν Τροίαν. Λέγει δὲ καὶ τὸν τῆς σπονδῆς οἶνον μελίφρονα, καὶ τὸ δέπας χρύσεον, κρατούμενον χειρὶ δεξιᾷ, εἰς ἀγαθὸν καὶ αὐτὸ οἰώνισμα. ἔφη γὰρ ὡς ἀγχίμολον ἦλθεν Ἑκάβη «οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῇφι χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε», <!-- 4.908 -->ὅ ἐστι σπείσαντες, «κιοίτην». Οἰωνὸν δὲ καὶ νῦν λέγει οὐχʼ ἁπλῶς πτηνόν, ἀλλὰ σύμβολον μέλλοντός τινος ἀγγελτικόν. διὸ καὶ ἐπάγει τὸ «ταχὺν ἄγγελον». ἔνθα τὸ «ταχύν» ἢ ὡς ἐπίθετον κεῖται πτηνοῦ, ἢ πρὸς ἔνδειξιν τοῦ χρῆναι ταχὺ καὶ αὐθωρὸν δοθῆναι τὸν αἰτούμενον ὄρνιν, ὃς ὅτε Διὸς ἄγγελος λέγεται οἷα σημαίνων μόρσιμόν τι, ἐπεὶ καὶ εἰς μοῖραν μεταλαμβάνεται ὁ Ζεύς, οὐκ ἂν προσφυῶς ἐτυμολογοῖτο κατὰ τὸν κοινῶς λεγόμενον ὄρνιν, ἀλλὰ μάλιστα παρὰ τὸ εἴρω, τὸ ἀγγέλλω. ἄγγελος γὰρ ὑπόκειται Διὸς ὁ τοιοῦτος ὄρνις, ἵνα τὸ μὲν ο τῆς ἀρχούσης ἀντιπαρακέοιτο τῷ ψιλῷ ε τοῦ ῥήματος, ἤγουν τοῦ εἴρω, τὸ δὲ ν πλεονάζοι, ὡς καὶ ἐν ἄλλοις. Ὅρα δὲ ὅτι ὀνειδισθεῖσα πρὸ ὀλίγων ἡ γραῦς ὄρνις κακὸς τῷ γέροντι πέλεσθαι, νῦν διʼ ὧν παραινεῖ, ἀγαθὸς ὄρνις αὐτῷ γίνεται. αἰνίττεται δὲ τὸν ῥηθέντα οἰωνὸν εἰς ἀετόν. αὐτὸς γὰρ φίλτατος τῷ Διῒ ᾄδεται ἢ ὡς βασιλεύς, ἢ ὅτι κατὰ τὸν μῦθον τῇ αὐτῇ τῷ Διῒ ἐγγεννήθη ἡμέρᾳ, ἢ ὅτι ὁρμῶντι ἐπὶ βασιλείαν εὐτυχίας σύμβολον ἐμφανισθεὶς ἔφηνε τὸ μέλλον, ἢ ὅτι γεννηθέντα τὸν Δία εἰς οὐρανὸν ἀνεκόμισε. φέρεται δὲ μῦθος καὶ ὅτι Μέροψ Κῷος, ἀπαύστως τὴν γυναῖκα πενθῶν θανοῦσαν, ξενίσας Ῥέαν, μετεβλήθη εἰς ἀετόν. καὶ σύνεστιν ἀεὶ τῷ Διΐ. Αἰλιανὸς μέντοι λῃστήν ποτε γενόμενον μεταβληθῆναι εἰς ἀετὸν λέγει. διὸ καὶ γαμψώνυχον μὲν εἶναι θηρατικόν, ἐν γήρᾳ δὲ ἀχρειοῦσθαι τὸ ῥάμφος τῇ ἄγαν ἐπικάμψει, καὶ ἔχει ποινὴν τῆς ποτὲ θηριωδίας τὸν ἐν γήρᾳ λιμόν, ἤδη δὲ καὶ τὸν ἐκ κανθάρων πόλεμον, ὡς εὐθὺς μετʼ ὀλίγα ῥηθήσεται. Ἡ δὲ Βυζαντία Μοιρώ, ποιήτρια δὲ καὶ αὕτη, γράφει κατὰ τὴν τοῦ Ἀθηναίου ἱστορίαν ἐν τῷ περὶ διαλέκτων περὶ αἰετοῦ, ὡς ἐτρέφετο μὲν Ζεὺς ἐνὶ Κρήτῃ, «νέκταρ δʼ ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων γαμφηλῇς φορέεσκε Διῒ μητιόεντι. τό», ἤγουν διό, «καὶ νικήσας Κρόνον εὐρύοπα Ζεὺς ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν», ἀστροθετηθέντα δηλαδή. «ὡς δʼ αὔτως», φησί, «τρήρωσι πελειάσιν ὤπασε τιμήν, αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσιν», ὃ δὴ καὶ Ἡσιόδῳ δοκεῖ. Ὅρα δὲ ἐν τῷ «ὡς δʼ αὔτως πελειάσιν ὤπασε τιμήν», ὅτι Ὁμήρῳ συμφωνεῖν ἡ Μοιρὼ ἐθέλει. ὡς γὰρ κατʼ αὐτὴν ὁ ἀετός, οὕτω καθʼ Ὅμηρον αἱ πελειάδες <!-- 4.909 -->ἀμβροσίαν φέρουσι τῷ Διΐ. διό, φασί, καὶ ἐν τῇ Ἀσπιδοποιΐᾳ τῶν ἄλλων ἄστρων τὰς Πλειάδας, ταὐτὸν δʼ εἰπεῖν πελειάδας, προὔταξε διὰ τὸ πάντῃ ἐπίσημον, εἰπὼν «Πληϊάδας θʼ Ὑάδας τε». καὶ τῶν ἄλλων δὲ πτηνῶν αὐτὰς ἐχώρισε κατά τι ἐξαίρετον ἐν τῷ «τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι». ὡς δὲ ταὐτίζονται πρός τινων πελειάδες καὶ Πλειάδες, δηλοῖ μὲν καὶ Ἀσκληπιάδης ὁ Μυρλεανός, ἐθέλων τὰς Πλειάδας ἀμβροσίαν τῷ Διῒ φέρειν. ἄσεμνον γάρ, φησί, τὰς Πελειάδας φέρειν αὐτό. ἔχει δέ τι γραφὲν περὶ αὐτῶν καὶ ἡ Νεστορίς, ταὐτὸν δʼ εἰπεῖν, τὸ παρʼ Ὁμήρῳ καλὸν ποτήριον τοῦ σοφοῦ Νέστορος. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Τὸ δὲ «φίλτατος» εἰς πλέον διασαφῶν ὁ ποιητής φησιν αὐτὸν ὑποκαταβὰς καὶ οἰκεῖον ἄγγελον τῷ Διΐ, εἰπὼν «εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον, οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα». Τὸ δὲ «φίλτατος οἰωνῶν» οὐκ ἐξ ἀνάγκης οἰωνοὺς λέγει τοὺς μαντικοὺς συμβόλους, ἀλλʼ ἴσως γενικῶς εἴρηται, ἵνα πάντων ὀρνέων φίλτατος ᾖ ὁ ἀετὸς τῷ Διΐ, ὃς καὶ στελεῖ τὸν γενικῷ λόγῳ οἰωνὸν ἀετόν, ὡς ἄλλως μαντικὸν οἰωνόν. Τὸ δὲ «καὶ εὖ κράτος ἐστὶ μέγιστον», ἤγουν οὗπερ ἀετοῦ ὡς βασιλικοῦ ζῴου πολλὴ ἰσχύς, γράφεται καὶ κατʼ ἔγκλισιν «καί εὑ». καὶ ἦν μὲν φράσαι λειότερον «καί οἱ κράτος ἐστὶ μέγιστον», προεκρίθη δὲ τὸ ποιητικώτερον. γίνεται δέ, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, τὸ εὗ ὡς τὸ ἐμεῦ καὶ τὸ σεῦ. Τὸ δὲ «δεξιόν» δῆλον ὅτι πανταχοῦ χρηστόν ἐστι καὶ αἴσιον. διὸ καὶ χειρί, ὡς ἐρρέθη, δεξιτερῇ τὸ δέπας Ἑκάβη ἔχει, καὶ οἰωνὸν δεξιὸν βούλεται. καὶ ὁ αἰτηθεὶς δὲ οἰωνὸς ἐφάνη «δεξιὸς ἀΐξας ὑπὲρ ἄστεος». Τὸ δὲ «ὀφθαλμοῖς νοήσας» ἐδίδαξε ῥηθῆναι πρὸς τῶν ὕστερον τὸ «νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει». Ὕδωρ δὲ ἀκήρατον τὸ καθαρὸν καὶ μὴ ἔχον κῆρά τινα, ᾧ λόγῳ καὶ οἶνος ἐν τῇ Ὀδυσσείᾳ ἀκηράσιος, καὶ κτήματα δὲ ἀκήρατα ἐκεῖ τὰ ἀκέραια. Χέρνιβον δὲ Ὁμήρῳ μὲν ἀσυνήθως, ἅπαξ γὰρ νῦν εἶπεν, ἡμῖν <!-- 4.910 -->δὲ συνήθως τὸ χερόνιπτρον, ὡς παρασημειοῦνται καὶ οἱ παλαιοί, τουτέστι τὸ τοῦ ὑγροῦ ὑποδεκτικὸν ἀγγεῖον, ὃ λέβητα καλεῖν αὐτὸς εἴωθεν. ἄλλως μέντοι χέρνιβα λέγειν ἔθος αὐτῷ τὸ κατὰ χειρῶν διδόμενον ὕδωρ. Πρόχοος δὲ ὁ τὸ τοιοῦτον ὕδωρ χέων λέβης. Μέσῳ δὲ ἵσταται ὁ γέρων ἕρκεϊ, ὡς ἴσως βωμοῦ ὄντος αὐτόθι Ἑρκείου Διός, ὁποῖός τις καὶ ἐν Ὀδυσσείᾳ κατὰ τὸν τοῦ Ὀδυσσέως οἶκόν ἐστι. Τὸ δὲ «φίλον γενέσθαι καὶ ἐλεεινόν» καὶ Ὀδυσσεὺς ἐν τοῖς Φαίαξιν εὔχεται. αἰτεῖται δὲ ὁ γέρων ὡς μὲν ἐχθρὸς λύσιν ἔχθρας, ὡς δὲ δυστυχὴς ἐλέους τυχεῖν, ὃ καὶ εὑρίσκει. δικαία γὰρ εὐχὴ οὐ διαπίπτει παρὰ τῷ ποιητῇ. ἔστιν οὖν φίλος μὲν ἐνταῦθα ὁ μὴ ἐχθρῶς, φασί, προσδεχθείς, ἐλεεινὸς δὲ ὁ ἐλέους ἄξιος. Ἐν δὲ τοῖς ῥηθεῖσι κεῖσθαι καὶ λόγος Πριάμου ἐφάνη ἐνδεικτικὸς εὐσεβοῦς ἤθους τὸ «ἐσθλὸν θεῷ χεῖρας ἀνασχεῖν», εἴ πως ἐλεήσει, παρῳδηθὲν βραχύ τι ἐκ τοῦ ποιητικοῦ. λέγει δὲ ὁ γέρων τοῦτο πρὸς Ἑκάβην ἐφιεμένην, ὅ ἐστιν ἐντελλομένην, ὡς εἴρηται, αὐτῷ τὰ περὶ σπονδῆς. Ὅτι εὐξαμένου, ὡς ἐρρέθη, Πριάμου, αὐτίκα Ζεὺς «αἰετὸν ἧκε, τελειότατον πετεηνῶν, μόρφνον, θηρητῆρα, ὃν καὶ περκνὸν καλέουσι». τελειότατον δὲ λέγει τὸν ἐπιτελεστικώτατόν, φασίν, οἷς ἂν ὀφθείη Διὸς ἄγγελος, ἢ καὶ ἄλλως τὸν ἐν ἀξιώματι καὶ ὑπεροχῇ, ὡς εἴ τις καὶ λέοντα φῇ τελειότατον θηρῶν, ἤτοι βασιλικώτατον. Μόρφνος δὲ τῷ μὲν τόνῳ βαρυτόνως ὡς ὕπνος. ἔστι δὲ οἷον μορόφονος ὡς φόνιος καὶ μόρου αἴτιος τοῖς ἄλλοις ὀρνέοις, ἢ μεμορημένος περὶ φόνον, ἢ μόρον φέρων· οἳ δὲ εὔμορφος· κατὰ δὲ ἑτέρους μέλας, παρὰ τὴν ὄρφνην, πλεονάσαντος τοῦ μ, ὡς καὶ ἐν τῷ μοχλός· ἢ συλληπτικὸς τῶν διωκομένων, παρὰ τὸ μάρπτω, τὸ συλλαμβάνω, μέμαρφα, τροπῇ τοῦ α εἰς ο καὶ πλεονασμῷ τοῦ ν. ὁ δὲ χαρακτὴρ τοῦ τόνου τοιοῦτος κατὰ τοὺς παλαιούς. τὰ εἰς ος δισύλλαβα, ἔχοντα πρὸ τέλους τὴν ορ συλλαβήν, ἀπαρασχημάτιστα θηλυκῷ γένει, βαρύνονται· χόρτος, φόρτος, <!-- 4.911 -->ὅρκος, πόρνος, Ὄρθος τὸ μονογενές, ἦν δὲ κύων Γηρυόνου, πτόρθος. παραφυλακτέον ἐν τῷ κανόνι τὰ εἰς μος, οἷον· κορμός, φορμός. τὸ δὲ περκνός ὀξύνεται ὡς τὸ πυκνός. σημαίνει δὲ τὸν μέλανα ὡς ἀπὸ τῆς περκαζούσης μελαίνης σταφυλῆς, ἀφʼ ἧς καὶ ὁ μέλας οἶνος. ὁ μέντοι Ἀρίσταρχος, ὥς φασιν, ἐβάρυνε τὸ περκνός, ἀλλʼ ἡ παράδοσις ἐπείσθη τοῖς ὀξύνουσιν. Ὅρα δὲ ἐνταῦθα καὶ τὴν τοῦ πτηνοῦ διωνυμίαν, ὃς καὶ μόρφνος καὶ περκνὸς λέγεται ὁ αὐτός. οἱ δὲ παλαιοὶ τὸν ῥηθέντα περκνὸν θηρητῆρα λογίως ἐπισκεπτόμενοί φασι καὶ ὅτι μέλας μὲν ὢν τὸ τῆς εἰσόδου τῷ γέροντι ἐδήλου λαθρίδιον, ὁ δὲ θηρητὴρ τὸ ἐπιτευκτικόν, οὐδὲν δὲ κτείνων ἢ κατέχων ἐπιφαίνεται ἀλλʼ ἥμερος, δηλῶν τοιοῦτον τῷ Πριάμῳ τὸν Ἀχιλλέα ἔσεσθαι, καὶ ὡς οὐδὲ συλληφθήσεται ὑπὸ τῶν φυλάκων, καὶ ὅτι ὁ Ἀχιλλεύς ἐστιν ἐπὶ τοῦ κρείσσονος προσχήματος, ἤγουν ὁ Ἀχιλλεὺς νοεῖται διὰ τοῦ βασιλικοῦ τούτου ἀετοῦ, ὁ καὶ ἐπιτελεστικὸς ὧν ἐθέλει ὁ Πρίαμος. Ὅτι τὰς τοῦ φανέντος ἀετοῦ πτέρυγας τεταμένας διαμετρῶν ὁ ποιητής φησιν «ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται ἀνέρος ἀφνειοῖο ἐϋκλήϊς ἀραρυῖα, τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά». Καὶ ὅρα ὡς τὸ τὰς θύρας διαπετάννυσθαι καὶ τὸ «πεπταμένας πύλας ἔχετε», καὶ «αἳ δὲ πετασθεῖσαι φάος τεῦξαν», καὶ τὰ ὅμοια ἐνταῦθα ἡρμήνευσεν ὁ ποιητὴς διὰ τῆς ἁπλώσεως τῶν τοῦ ἀετοῦ πτερύγων, ἃς θύραις εἴκασεν. εἰ γὰρ αὗται θύραι ὡσανεί, καλῶς ἄρα καὶ αἱ θύραι πτέρυγες ὡσανεὶ διαπεπετασμέναι. Σημείωσαι δὲ τὴν στροφὴν τοῦ νοήματος. πύλας γὰρ ἀλλαχοῦ ἀναπεπταμένας εἰπών, ὡς ἀπὸ ἡπλωμένων πτερύγων ἐνταῦθα πτέρυγας ἁπλωθείσας θύραις εἴκασεν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀετοῦ τοῦ ζώου καὶ μέρος τι τῶν ναῶν οὐ μόνον ἀέτωμα ἐλέγετο ἀλλὰ καὶ αἰετοί, διὰ τὸ ἐοικέναι, φασί, πτέρυξιν ἀετοῦ. καὶ ζήτει περὶ τούτου καὶ ἔνθα ὁ Κωμικὸς ἐρέφεσθαί τι λέγει πρὸς ἀετόν. Ὁ δὲ μῦθος ἐπὶ τοῦ βασιλικοῦ ἀετοῦ, παιδεύων ὡς ὑφεδρεύει ἀεὶ τοῖς μεγάλοις, εἰ μὴ μεγάλα, μικρὰ γοῦν τινα δυσχερῆ, πλάττει τὸν ἀετὸν κανθάρῳ μὴ φίλον, ὅς, φησίν, ἀνέρπων εἰς τὰς τοῦ ἀετοῦ καλιὰς ἢ καὶ ἀνιπτάμενος κατὰ τὸν τοῦ Κωμικοῦ ἱπποκάνθαρον ἐλυμαίνετο τοῖς ἐκείνου ᾠοῖς, ὁ δʼ ὑπʼ ἀμηχανίας ἱκετεύσας <!-- 4.912 -->ἐννεοττεύει τοῖς τοῦ Διὸς κόλποις. καὶ ὁ κάνθαρος κατατολμᾷ καὶ τῶν ἐκεῖ καὶ λαθὼν γίνεται καὶ αὐτὸς τοῦ Διΐου κόλπου. καὶ ὁ Ζεὺς ἰδὼν μυσάττεται καὶ ἀνίσταται ὡς εἶχε, καὶ τὰ ᾠὰ καταπίπτει καὶ ῥήγνυται, τὸ θελητὸν τῷ κανθάρῳ. ἐκ τούτων δὴ παροιμία τὸ «αἰετὸν κάνθαρος μαιεύσομαι», ἧς τὸ ἀληθές· ἐπεὶ τὰ τῶν ἀετῶν ᾠὰ κάνθαροι διαφθείρουσι. Τὸ δὲ «ἐϋκλήϊς» κἀνταῦθα συνήθως ἐκτείνει τὴν λήγουσαν. Πτερὰ δὲ καταχρηστικῶς τὰς πτέρυγας λέγει. κυρίως μὲν γὰρ πτερὰ τὰ πτίλα, τὸ δὲ ὅλον πτέρυξ, ἢ ὀξυτόνως πτερύξ κατὰ Ἀρίσταρχον, ὡς καὶ προδεδήλωται. Ὅτι χαρᾶς μὲν τῆς ἐπὶ θέᾳ τὸ «οἳ δὲ ἰδόντες γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη», λύπης δʼ ἐπὶ φίλου ἀποδημίᾳ τὸ «φίλοι δʼ ἅμα πάντες ἕποντο, πόλλʼ ὀλοφυράμενοι, ὡσεὶ θάνατόνδε κιόντα». ὃ δὴ ἔπασχον οἱ Τρῶες ἐπὶ Πριάμῳ ἀπιόντι νύκτωρ εἰς Ἀχιλλέα. Ὅτι φθάσας μὲν εὐπλεκέα καὶ εὔπλεκτον δίφρον ἔφη, ἐνταῦθα δὲ ξεστόν, ἐκ μέρους καὶ ἄμφω εἰπών. πῇ μὲν γὰρ ἔξεστο καθʼ ὅσον εἶχε ξύλινον, πῇ δὲ ἐπέπλεκτο. Ἐν τούτοις δὲ καὶ αἴθουσάν φησιν ἐρίδουπον δίχα τοῦ γ, ἥτις, ὅτι καταλάμπεται ἡλίῳ καὶ ἀνέμοις ἔκκειται ὕπαιθρος οὖσα, ἔγνωσται, ὥσπερ καὶ ὅτι περί που τὴν αὐλὴν ἦν. Ἔστι δʼ ἐνταῦθα καὶ σχῆμα πρωθύστερον ἐν τῷ «ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου». πρῶτον γὰρ αἴθουσα, εἶτα πρόθυρον, οὗ ἔξεισί τις. Λέγει δὲ καὶ ἐφέπειν ἵππους μάστιγι ἀντὶ τοῦ πλήττειν, ὡς καὶ πρὸ ὀλίγου σκηπανίῳ διέπειν ἄνδρας. Εὕρηται δʼ ἐνταῦθα καὶ ἅρμα ἐλαυνόμενον ἡνιόχῳ μόνῳ τῷ Πριάμῳ, καθὰ καὶ τὴν ἀπήνην μόνος Ἰδαῖος ἐλαύνει προπορευόμενος τοῦ γέροντος. Φησὶ γὰρ ὅτι «πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην, τάς», ἤγουν ἅς, «Ἰδαῖος ἔλαυνε δαΐφρων, αὐτὰρ ὄπισθεν ἵπποι, τοὺς ὁ γέρων μάστιγι κέλευεν». Ἰστέον δὲ ὅτι <!-- 4.913 -->προϊὼν ὁ ποιητὴς ἀναπληρώσει τὸ λεῖπον τῷ γέροντι, ἔνθα Ἑρμῆς ἐπαΐξας ἅρμα καὶ ἵππους, μάστιγα καὶ ἡνία λήψεται χερσίν, ἐμπνεύσας μένος ἵπποις τε καὶ ἡμιόνοις. Ὅτι καὶ ἐνταῦθα ἔστιν εὑρεῖν ὡς καὶ πρὸ τούτων τὴν «Ζῆνα» αἰτιατικήν, κουφίσασαν μὲν τὸ α διʼ ἐκθλίψεως ἐν τέλει στίχου, τὸ δὲ νῦ προσθεῖσαν τῷ ἐφεξῆς στίχῳ ἐν τῷ «οὐ λάθον εὐρύοπα Ζῆνʼ ἐς πεδίον προφανέντε». καὶ ἡ αἰτία τῆς τοιαύτης στοιχειακῆς συνθήκης προδεδήλωται. Ὅτι ἀνδρὶ φιλοποιῷ οἰκεῖον τὸ «ὦ δεῖνα· σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες, ᾧ κʼ ἐθέλῃσθα». περὶ Ἑρμοῦ δὲ ἐκ Διὸς ὁ λόγος, ὃς φιλεῖ ἑταιρίσαι, ἤγουν φιλιωθῆναι ἢ φιλίαν καταπράξεσθαι, ὡς τῶν τοιούτων πράξεων τῷ μυθικῷ ἢ τῷ ἀστέρι ἀνακειμένων Ἑρμῇ κατὰ τοὺς οὕτω φρονοῦντας, καθὰ καὶ τῆς κλεπτικῆς καὶ τοῦ δόλῳ καὶ λάθρᾳ τι ποιεῖν, καθὰ καὶ ἐν τοῖς ἐφεξῆς φαίνεται, ὅπου ὁ Ἑρμῆς ἑαυτὸν γενεαλογεῖ. Πομπῷ δέ, ἤτοι ὁδηγῷ, ἀγαθῷ προσρηθήσεται τὸ «βάσκʼ ἴθι, καὶ τὸν δεῖνα ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ τῶν ἄλλων, πρὶν τὸν δεῖνα ἱκέσθαι»; ὃ δὴ καὶ αὐτὸ Ζεύς φησι τῷ Ἑρμῇ περὶ Πριάμου. Σημείωσαι δὲ ὅτι οὐ μόνον διὰ τὸ κατʼ ἐπιστήμας τετραμερὲς τῆς φιλοσοφίας τέσσαρες τῷ ῥηθέντι Ἑρμῇ κατὰ τὸν πάλαι μῦθον προσπλάττονται κεφαλαί, ἀλλὰ καὶ διὰ τὸ ἄλλως πολυδύναμον. οὐ μόνον γὰρ φιλιοποιός, ὡς ἐρρέθη, καὶ κλοπῆς τε καὶ δόλου αἴτιος, καὶ τὸ ὅλον εἰπεῖν, ἁπάσης ἀπάτης, ἀλλὰ καὶ ἐμπολαῖος καὶ ἑρμαίων δοτήρ, καὶ πειθοῦς δὲ τεχνίτης καὶ ἑτέρων τοιούτων. ἀνάκειται δὲ αὐτῷ καὶ ὡς <!-- 4.914 -->δίχα ψόγου, φασί, τετραγώνου ἡ τετρὰς ἄλλον τρόπον ἤπερ τῷ Ἡρακλεῖ, ἐξ οὗ παροιμία τὸ «ἐν τετράδι γέγονας», ἤγουν ἐν ἀποφράδι ἡμέρα, ἐπεὶ καὶ Ἡρακλῆς ἐν τοιαύτῃ γεννηθεὶς κακὸν διήθλει βίον. δηλοῖ δὲ τὰ κατὰ τὸν Ἑρμῆν καὶ ὁ γράψας οὕτω ῥητῶς· Ἑρμῆς τετρακέφαλος ἐν Κεραμεικῷ Τελεσαρχίδου ἔργον, ᾧ ἐπεγέγραπτο «Ἑρμῆ τετρακέφαλε, καλὸν Τελεσαρχίδου ἔργον, πάνθʼ ὁράᾳς». καὶ ἡ τετρὰς δέ, φησίν, ἱερὰ τοῦ θεοῦ. στροφαῖος δὲ Ἑρμῆς, φησίν, οὐ μόνον ὁ παρὰ τῷ στροφεῖ ἱδρυμένος, ἀλλὰ καὶ ὁ στρέφων καὶ ἐξαπατῶν οἷον στρόφις. Τὸ δὲ «ἔκλυες ᾧ ἐθέλῃσθα» ἀντὶ τοῦ ὑπήκουσας. ἄλλως γὰρ οὐκ ἔστι τὸ κλύειν δοτικῇ συντάσσεσθαι. Ὅρα δὲ καὶ ὡς διέστειλε τὸ ἰδεῖν πρὸς τὸ νοῆσαι οὐχʼ ἁπλῶς, ἀλλʼ ἐπειδὴ νοεῖ ποτέ τις καὶ δίχα αἰσθήσεως. Ὅτι κάλλιον ἐνταῦθα ἐπὶ Ἑρμοῦ ἤπερ ἐν Ὀδυσσείᾳ, ὥς φασιν οἱ παλαιοί, τὸ «αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, ἀμβρόσια, χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει. τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς Ἀργεϊφόντης. αἶψα δὲ ἵκανε», καὶ ἑξῆς. αἰνίττεται δὲ διὰ τούτων ἡ ποίησις τὸ βέβαιον καὶ λαμπρὸν καὶ ταχὺ τοῦ εἰς λόγον ἀλληγορουμένου Ἑρμοῦ· τὸ βέβαιον μὲν καί, ὡς εἰπεῖν, ἔμπεδον διὰ τῶν πεδίλων, τὸ δὲ λαμπρὸν διὰ τοῦ χρυσοῦ, τὸ δὲ ταχὺ διὰ τῆς πτήσεως, ὅπερ ἐπʼ αὐτῷ ἐν Ὀδυσσείᾳ καὶ διὰ τῆς τοῦ λάρου ᾐνίξατο παραβολῆς. εἰ δέ πως ὁμοίως καὶ ἡ τοῦ Διὸς Ἀθηνᾶ σκευάζεται, οὐκ ἂν εἴη ἀνεύλογον, εἴ γε καὶ συγγενές τι λόγος καὶ φρόνησις, ὧν τὸ μὲν Ἑρμοῦ, τὸ δʼ Ἀθηνᾶς. Ἡ δὲ τεραστία καὶ τὰ ἐναντία δυναμένη ῥάβδος μυθικῶς μὲν δῶρόν ἐστι τῷ Ἑρμῇ πρὸς Ἀπόλλωνος, ᾗ τὰς βοῦς Ἀδμήτου ἐκεῖνος <!-- 4.915 -->ἐβουκόλει, ἀντιδοθεῖσα τῆς χέλυος ἤτοι λύρας, ἣν ὑφʼ Ἑρμοῦ ἔλαβεν, ἄλλως δὲ ὡς οἷά τι σκῆπτρον τὸ τοῦ λόγου δηλοῖ βασιλικόν τε ἅμα καὶ ὑπερειστικόν. ὕπνου δὲ καὶ ἐγρηγόρσεως δεσπόζει, ἐπεὶ λόγος κηλεῖ καὶ αὖθις ἀναπτεροῖ, ὃς καὶ λύραν εὗρε τὴν καὶ κηλοῦσαν καὶ πόλεμον κινοῦσαν. καὶ ἑτέρως δὲ εἰπεῖν, ἡ ῥάβδος τὴν τοῦ λόγου αἰνίττεται δύναμιν, ἥτις δυεῖν ἐναντίων κρατεῖ, τοῦ τε ποιεῖν ἐγρηγορέναι τοὺς ἐπιγνόντας ὅ τί ποτέ ἐστι τὸ τοῦ λόγου καλόν, καὶ αὖ πάλιν ἀπονυστάζειν τοὺς μὴ κατευμεγεθοῦντας αὐτοῦ. καὶ ἄλλως δὲ θεωρῆσαι, τὸ διττὸν τοῦ λόγου αἰνίττεται, ὃς ἐν κατηγορίαις μὲν καὶ λόγοις καταφορικοῖς καὶ ὅλως ἐν τῷ δικανικῷ εἴδει ἐρεθίζει θυμοῦσθαι, αὖθις δὲ κατακοιμίζει θυμὸν ἐν οἴκτοις καὶ ἐλεεινολογίαις, καὶ ὅλως ἀνίησι καὶ ὑφʼ ἡδονῆς κατακηλεῖ καὶ ὑπτιάζει ἐν τοῖς πανηγυρικοῖς θέλγων, ὡς εἴωθε νοεῖν Ὅμηρος τὸ θέλγειν, περὶ οὗ σαφῶς προδεδήλωται. Τὴν δὲ ῥάβδον οἱ μὲν προπερισπῶσι διὰ τὸ ῥᾷον, φάμενοι γίνεσθαι παρὰ τὸ ῥᾷον βαδίζειν ποιεῖν, ἕτεροι δὲ παρὰ τὸ ῥαπίζειν λέγοντες αὐτὴν γίνεσθαι, φασὶ καὶ ὅτι τὸ α πρὸ τοῦ β συστέλλεσθαι θέλει· ἁβρός, Ἄβδηρος, ἀβαρβαραία, ἐπιγράβδην. οὕτω οὖν, φασί, καὶ ῥάβδος. σεσημείωται τὸ ἀβάλε. Τοῦ δὲ κρατύς δοκεῖ κλίσις εἶναι ὡς ὁ ἡδύς. καὶ ἴσως αὐτόθεν τὸ ἐπικρατέως ἐπίρρημα. Ὅτι ἐν τῷ «αἶψα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανεν Ἑρμῆς, δηλοῖ μὴ τὸ Αἰγαῖον ἀλλὰ τὸν Ἑλλήσποντον ὑποκεῖσθαι τοῖς περὶ Τρῳάδα τόποις, ὅπερ ἀλλαχοῦ πλατὺς ἐρρέθη Ἑλλήσποντος. Ὅτι τὸν Ἑρμῆν ἐνταῦθα Ὅμηρος νέῳ αἰσυητῆρι εἰκάζει, εἰπὼν “βῆ δʼ ἰέναι κούρῳ αἰσυητῆρι ἐοικώς, πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη”. Καὶ ὅρα <!-- 4.916 -->ὅτι ἥβην ἐπὶ τοῦ πρῶτον ὑπηνήτου λέγει, ὃς καὶ κυρίως ἡβῶν λέγεται. ἡ δὲ ἡλικία τοῦ ὑπηνήτου κατὰ τοὺς παλαιοὺς μεθόριόν ἐστιν ἀνδρὸς καὶ παιδός, ἁβροτέρα μὲν ἢ κατὰ ἄνδρα, γενναιοτέρα δὲ ἢ κατὰ παῖδα. Ὅτι δὲ τῆς ὑπήνης παράγωγον καὶ ὁ ἀνύπηνος, καθὰ τῆς ἥβης ὁ ἄνηβος, δῆλον ἐκ τῶν παλαιῶν. σημαίνει δὲ ὁ ἀνύπηνος τὸ ἀγένειος. Τὸ δὲ “χαριεστάτη” χρήσιμον εἰς τὴν ἐκ τοῦ ἥδω παλαιὰν ἐτυμολογίαν τῆς ἥβης. ἡδὺ γὰρ πάντως ἅπαν τὸ χαρίεν. οὐκοῦν καὶ ἡ ἥβη καὶ ὁ ἡβῶν ὁ καὶ ὑπηνήτης. Ἔστι δὲ “αἰσυητήρ” μὲν βασιλεὺς ἢ βασιλικός, οἱονεὶ τηρῶν τὰ αἴσια, ὃν ἄλλοι αἰσυμνητῆρα καὶ αἰσυμνήτην φασίν, ἤγουν ἄρχοντα τῶν αἰσίων καὶ δικαίων μνήμην ποιούμενον. ὅθεν καὶ αἰσυμνᾶν τὸ ἄρχειν. οἱ δέ φασιν ὅτι αἰσυητὴρ ὄνομα ἡλικίας, ἢ ὁ ἄγαν ἐρρωμένος, παρὰ τὸ α ἐπιτατικὸν καὶ τὸ σύω, τὸ ὁρμῶ, ὁ ἄγαν συόμενος, καὶ κατὰ τοὺς παλαιοὺς εἰπεῖν, κεκινημένος, ἐντρεχὴς νεανίας, ἢ καὶ ἄλλως κατʼ αὐτούς, εὔμοιρος, κόσμιος, καθήκων, παρὰ τὴν αἶσαν, ἀφʼ ἧς αἰσύω ῥῆμα καὶ αἰσυητήρ. καὶ ἄλλως δέ, αἰσυητὴρ ὁ ἐπιτελεστικὸς παρὰ τὴν αὐτὴν αἶσαν, κατὰ δέ τινας νομεύς ἢ εὐκίνητος παρὰ τὸ ἀΐσσειν. Ἀρίσταρχος δὲ ἀρέσκεται βασιλέα λέγειν, ὡς εἴρηται. βασιλεῖς γάρ, φησί, τὸ αἴσιμον νέμουσιν, ὅθεν καὶ ὁ αἰσυμνητήρ. εἰ δὲ παρώνυμος τοιούτου αἰσυητῆρος ὁ Τρωϊκὸς Αἰσυήτης, τὸ κύριον, οὐκ ἔστι μετὰ μαρτυρίας εἰπεῖν. Ὑπήνη δὲ ἢ κοινῶς τὸ γένειον κατά τινας, ἢ καὶ ἄλλως, μύσταξ μέν, φασίν, αἱ τοῦ ἄνω χείλους τρίχες, αἱ δὲ κάτω πάππος, τὸ δὲ ἐξ ἀμφοῖν ὑπήνη. καὶ ὁ Κωμικὸς οὕτω νοεῖ, ἐν οἷς λέγει <!-- 4.917 -->μολύνειν τινὰ τὴν ὑπήνην. Ἥβη δὲ ὅτι οὐ μόνον ἡλικία νεωτερική, ἀλλὰ καὶ τόπος σωματικός, ᾧ παρώνυμον καὶ τὸ ἐφήβαιον, ὡς τῇ κεφαλῇ τὸ κεφάλαιον, καὶ ὡς ἐκεῖθεν καὶ τὸ ἡβηδόν ἐπίρρημα, καὶ ῥῆμα παρὰ τῷ Κωμικῷ τὸ ἡβυλλιᾶν, καὶ ὁ πρωθήβης καὶ ὁ ἄνηβος καὶ ὁ ἄκρηβος καὶ τὰ τοιαῦτα, πολλαχόθεν φαίνεται. Ὅτι τὸ παρέξ, περὶ οὗ πολλαχοῦ διείλειπται, κἀνταῦθα κεῖται μετὰ αἰτιατικῆς ἐν τῷ “μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασαν”, ὁ Πρίαμος δηλαδὴ καὶ ὁ κήρυξ. ὁμοίως καὶ ἑξῆς ἐν τῷ “δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι”. δῆλον δὲ ὅτι τὸ τοῦ Ἴλου σῆμα ἔξω τῆς πόλεως ἦν “μέσον κὰπ πεδίον, ὡς προείρηται, ταφέντος ἐκεῖ, ἐπεὶ πρῶτος ἐθάρρησε, φασίν, ἐν πεδίοις θέσθαι τὴν κατοικίαν. Ὅτι κατάλυσιν ἐξ ὁδοῦ φράζει τὸ «στῆσαν ἂρ ἵππους τε καὶ ἡμιόνους, ὄφρα πίοιεν ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἦλθε γαῖαν». περὶ Πριάμου δὲ τοῦτο καὶ τοῦ σὺν αὐτῷ κήρυκος. Ἰστέον δὲ ὅτι τοῦ «κνέφας» γενικὴ πρὸς ἀναλογίαν οὐχʼ εὕρηται, κνέφους δὲ κεῖται παρὰ Ἀριστοφάνει ἐν Ἐκκλησιαζούσαις ὡς ἀπὸ τοῦ κνέφος πρὸς ἀναλογίαν τοῦ γῆρος γήρους, οὗ κοινότερον τὸ γῆρας γήραος, καὶ ὅτι τοῦ φάος τὸ μὲν ἄλφα φυλάσσεται ἐν τῷ κνέφας, ὅπερ ἐστὶ κενότης φάους, τὸ δὲ ο τηρεῖται ἐν τῷ νέφος, ὃ στέρησις φάους ἐστί. παράγωγον δὲ τοῦ κνέφας ὁ κνεφαῖος ἐν τῇ τραγῳδίᾳ. Ὅτι ἐν τῷ «ποτὶ Πρίαμον φάτο φώνησέν τε» ἢ ταὐτολογεῖται τὸ «φάτο» καὶ τὸ «φώνησεν» ἢ διαφέρετον καθότι τρανέστερον τοῦ «φάτο» τὸ «φώνησεν». Ὅτι βουλευτικὸν τὸ «φράζεο, ὦ δεῖνα, φραδέος νόου ἔργα τέτυκται». Εἰ δὲ καὶ πολέμιός τις καθορᾶται, οἰκεῖον καὶ τὸ «ἄνδρα ὁρῶ· τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω. ἀλλʼ ἄγε δὴ φεύγωμεν, ἢ γούνων ἁψάμενοι λιτανεύσομεν, αἴ κʼ ἐλεήσῃ». Ἰδαίου δὲ τοῦ κήρυκος ταῦτα λόγοι <!-- 4.918 -->πρὸς Πρίαμον, ὅτε ἐξ ἀγχιμόλου, ἤτοι ἐκ τοῦ σύνεγγυς, ἰδὼν ἐφράσατο τὸν Ἑρμῆν. Ἔνθα ὅρα τὸ «φραδέος» ἐκ τοῦ ὁ φραδής, οὗ κατὰ στέρησιν ὁ ἀφραδής καὶ τὸ ἀφραδέως ἐπίρρημα. καὶ οὕτω μὲν ταῦτα. Τοῦ δὲ Πριάμου τὸ ἐπὶ τούτοις πάθος δειλῷ πρέπει ἐπιλογισθῆναι. φησὶ γὰρ Ὅμηρος «σὺν δὲ γέροντι νόος χύτο· δείδιε δʼ αἰνῶς, ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι», περὶ ἃ δηλαδὴ τρίχες. «στῆ δὲ ταφών», ὅ ἐστιν ἐκπλαγείς, ὡς ἀλλαχοῦ δεδήλωται. Τὸ δὲ ὀρθὰς στῆναι τρίχας τοῦτο ἦν τὸ φρίσσειν. μεγάλου δὲ φόβου πάθη ἐνταῦθα ἐδήλωσεν ὁ ποιητής. Ἐν τούτοις δέ φασιν οἱ παλαιοὶ πρὸς μὲν τὸ φεύγωμεν” καὶ “λιτανεύσομεν”, ὅτι ὁ κῆρυξ τῆς ἰδίας μᾶλλον φροντίζει σωτηρίας ἢ τῆς τοῦ νεκροῦ λυτρώσεως, εἰς δὲ τὸ “σὺν δὲ γέροντι χύτο νόος”, ὅτι τὴν ταραχὴν τῆς γεροντικῆς διανοίας Ὅμηρος μεμίμηται διὰ τοῦ ὑπερβατοῦ σχήματος. εἶπε δέ που πρὸ τούτων Ὅμηρος τὸ συγκεχύσθαι καὶ ἐπὶ ἡνίων. λέγεται δὲ καὶ λόγου σύγχυσις, καὶ νημάτων, καὶ οἰκημάτων πεσόντων, καὶ πολυειδῶν ὀσπρίων, καὶ στρατευμάτων δὲ καὶ ἑτέρων πολλῶν. μετήνεκται δὲ ἡ λέξις ἀπὸ χύσεως ὑγρῶν ὁμοῦ γινομένης, ὧν μιγέντων οὐ φυλάττεται τὸ ῥεῖθρον εὐκρινές. Δῆλον δʼ ὅτι τοῦ λιτανεύω δύο θέματα προϋπόκεινται, πρωτότυπον μὲν τὸ λίτω, παράγωγον δὲ ἐξ αὐτοῦ τὸ λιτάνω, πρὸς ὁμοιότητα τοῦ μήθω μανθάνω καὶ τῶν ὁμοίων. Ὅτι παρʼ ἑτέροις μὲν ἐριούνης Ἑρμῆς τετρασυλλάβως, Ὅμηρος δὲ πεντασυλλάβως φησὶν “ἐπαΐξας ἐριούνιος ἅρμα καὶ ἵππους”, καὶ “Ἑρμείας ἐριούνιος ὤϊξε γέροντι”, καὶ “αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθών” καὶ ἑξῆς. τί δὲ ἡ λέξις δηλοῖ, δεδήλωται ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι φιλόφρονος ἤθους τὸ “αὐτὸς δὲ ἐγγύθεν ἐλθὼν χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ μετέειπε”. Ὅτι τὴν ἀρχὴν μὲν ἡμέρα ἦν ἐξελάσαντι ἐκ Τροίας τῷ γέροντι, ἐλθόντι δὲ παρὰ τὸ ῥηθὲν τοῦ Ἴλου σῆμα, καὶ στήσαντι τὰ ζῷα πιεῖν ἐν ποταμῷ, κνέφας ἦν, ὡς ἐρρέθη, ἐπεληλυθός. Ἑρμῆς δὲ <!-- 4.919 -->ἐπιφανεὶς καιρὸν εἶναι νυκτός φησι βαθείας. ἐν τούτοις δὲ ὁ ποιητὴς πόρρω τε τῆς πόλεως εἶναι πραγματικῶς δηλοῖ τὸ ναύσταθμον, καὶ καιρὸν τοῦ ἱκετεύειν παραδίδωσιν, ὁποῖος καὶ ἐν Ὀδυσσείᾳ ἐπεκρίθη ἐς Φαίακας ἱκετεύσαντι τῷ Ὀδυσσεῖ, ὁπηνίκα δηλαδὴ ὁ ἱκετευόμενος, πραϋνθεὶς ἐκ δαιτός, ἀνίεται καὶ εὐέντευκτος γίνεται. διὸ καὶ Πρίαμος, εὐτυχήσας ἐντυχεῖν τῷ Ἀχιλλεῖ νέον ἀπολήξαντι τοῦ ἔσθειν καὶ πίνειν, ἐμειλίξατο τὸν ἄγριον. ὡς εἴγε μὴ τοῦτο ἦν, οὐκ ἂν ἴσως διεξέφυγε τὸ κακῶς παθεῖν, ὃς καὶ οὕτω βαρύν τινα βραχὺν ἐξ Ἀχιλλέως λόγον μαθὼν ἔδεισεν. Ὅτι πρὸς γέροντα ζῳοτρόφον νυκτὸς ἰόντα διὰ πολεμίας γῆς νεώτερός τις ἀντήσας ἐρεῖ “πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι; οὐδὲ σύ γʼ ἔδδεισας μένεα πνέοντας τοὺς δεῖνα, οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασιν”, ἤγουν εἰσί; “τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν”, τὴν καὶ ἀλλαχοῦ κειμένην, “τόσσαδε” ἢ “τοσσάδʼ ὀνείατʼ ἄγοντα”, ἢ ἔχοντα, “τίς ἂν δή τοι νόος εἴη”, ἤγουν τί νοεῖς παθεῖν; ὃ δὴ γοργῶς οὕτω ῥηθὲν μέγαν ὑποδηλοῖ καὶ δυσέκφραστον κίνδυνον. Εἰ δὲ καὶ γέροντα ὁ τοιοῦτος ἔχει θεράποντα, προσαρμόττει καὶ τὸ ἑξῆς “οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ”. Ἐὰν δʼ ὁ ταῦτα λέγων οἷός τε ᾖ ἐπαρῆξαι τῷ γέροντι, καλὸν εἰπεῖν καὶ τὸ “ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακὸν ἠδέ κεν”, ἢ “καὶ δέ κεν”, “ἄλλον σεῦ ἀπαλεξήσαιμι”, τουτέστι καὶ ἄλλον ἄν σου ἀποσοβήσαιμι, “φίλῳ δέ σε πατρὶ ἐΐσκω”. Ὁ δὲ τοιοῦτος γέρων προσφυῶς ἂν ἐρεῖ τῷ τοιούτῳ ἀλεξητῆρι νέῳ, εἴπερ εὐγενής ἐστιν ἐκεῖνος καὶ ἄλλως ἀγαθός, τὸ “οὕτω πῃ τάδε γʼ ἐστί, φίλον τέκος, ὡς ἀγορεύεις. ἀλλʼ ἔτι καὶ ἐμοῦ θεὸς ὑπερέσχεθε χεῖρα, ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι, αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξ ἐσσὶ τοκήων”. ἅπερ εὐγενοῦς ἀγαθοῦ ἀνδρός <!-- 4.920 -->εἰσιν ἔπαινος. Σημείωσαι δὲ ὅτι τὸ “οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ” γοργῶς παραπέφρασται ἀπὸ τοῦ “ὦ γέρον, σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει, ἠπεδανὸς δὲ νύ τοι θεράπων”. Τί δέ ἐστι τὸ μένεα πνέειν, προδεδήλωται. Δῆλον δὲ καὶ ὅτι ταὐτὸν δυσμενεῖς καὶ ἀνάρσιοι. Θοὴ δὲ καὶ ἐνταῦθα νὺξ κατὰ τοὺς σοφοὺς ἡ ὀξεῖα τῇ σκιᾷ, καθʼ ἣν γίνεται. Ὀνείατα δὲ νῦν τὰ δῶρα, ὡς ἂν ὠφελήματα. οὐκ ἄρα τὰ βρώματα μόνον ὀνείατα. Τὸ δὲ “οὔτʼ αὐτὸς νέος ἐσσί” ταὐτὸν μέν ἐστι τῷ “γέρων”. ὅμως μέντοι εὐφήμως ἐπεφωνήθη τῷ Πριάμῳ. δυσχεραίνουσι γὰρ οἱ πολλοὶ τὴν προσωνυμίαν τοῦ γέροντος. Τὸ δὲ “γέρων οὗτος ἄνδρʼ ἀπαμύνασθαι”, ὡς καὶ ἀλλαχοῦ κεῖται, χαλεπήναντα, ὅμοιόν ἐστι τῷ ἀσθενής. ἀπάλαμνοι γὰρ φύσει πρὸς ἄμυναν ἰσχυρὰν οἱ γέροντες. Τὸ δὲ “οὐδέν σε ῥέξω κακόν, ἀλλὰ καὶ ἄλλον ἀπαλεξήσω” καὶ Ἀχιλλεὺς προερρέθη δύνασθαι κατὰ τὸν τοῦ Διὸς λόγον, εἰπόντος ὡς “οὔτʼ αὐτὸς κτενέει, ἀπό τʼ ἄλλους ἐρύξει”. Ἐν δὲ τῷ “πῇ πάτερ”, καὶ “φίλῳ δέ σε πατρὶ ἐΐσκω” διδάσκει ὁ ποιητὴς τοὺς φιλοπάτορας σέβεσθαι τοὺς ἡλικιώτας τῶν πατέρων. διὸ καὶ Πρίαμος πρὸς τὸν Ἀχιλλέα φησὶ “μνῆσαι πατρὸς σοῦ τηλίκου ὥς περ ἐγώ” καὶ ἑξῆς. Πλάτων δὲ κοινὰς εἶναι τὰς γυναῖκας ἐκέλευσεν, ὅπως οἱ γέροντες ὡς πατέρες τιμῶνται. Τὸ δὲ “θεὸς ὑπερέσχεθε χεῖρα”, ἤγουν ὑπεράνω ἔσχεν, ἐσκέπασε, τροπικῶς ἐφράσθη ἐκ τῶν ἐν καιρῷ κινδύνου σκεπόντων κεφαλήν, μὴ καὶ πληγεῖσα διάνδιχα κεασθῇ. Τὸ δὲ “ὁδοιπόρον ἀντιβολῆσαι αἴσιον” τὸν αἰσυητῆρα ὑπολαλεῖν δοκεῖ κατὰ τοὺς ἐκεῖνον ἐτυμολογοῦντας ἀπὸ τοῦ αἰσίου ἢ τῆς αἴσης. Τὸ δὲ “μακάρων ἔξ ἐσσι τοκήων” στοχαστικῶς ἐκ τῆς ὄψεως εἴρηται, ὡς τῶν, ὅσοι δέμας καὶ εἶδος ἀγητοί, βασιλικῶν τε καὶ θείων νομιζομένων, ὡς καὶ ἐν Ὀδυσσείᾳ εὕρηται, ἐφʼ ὧν ἔστιν Ὁμηρικῶς εἰπεῖν μικρόν τι παρῳδήσαντα καὶ τὸ “ἐπεὶ οὐκ ἄν γε θνητοὶ τοιούσδε τέκοιεν”. προσενθυμητέον δὲ καὶ ὅτι Ἀλέξανδρος διὰ μόνον καλὸν εἶδος τὸ θεοειδής ἔσχεν ἐπίθετον, Ἑλένη δὲ ὅτι θεαῖς εἰς ὦπα ἔοικε, Διὸς ἐκγεγαυῖα λέγεται. οἱ δὲ παλαιοὶ καὶ ταῦτά φασι· δέμας καὶ εἶδος σωματικά, τὸ πέπνυσαι ψυχικόν, μακάρων δὲ τοκήων ἐξεῖναι ὡς εὐγενῆ ἐπὶ τῶν <!-- 4.921 -->ἐκτός. ἐξ Ὁμήρου ἄρα οἱ ἐκ τοῦ Περιπάτου τὴν τριάδα τῶν ἀγαθῶν εἰλήφασιν, ἅπερ εἰσὶ τὰ κατὰ σῶμα καὶ ψυχὴν καὶ ἐκτός. ὡς δὲ καὶ ἡρῷα τοῖς περικαλλέσιν ἐγίνοντο, τουτέστιν ναοὶ πρέποντες ἥρωσι, προγέγραπται. Ὅτι πολλαχοῦ ὁ ποιητὴς φιλοτιμούμενος τὴν αὐτὴν πρᾶξιν ἐνδείκνυσθαι διαφόροις, ὡς εἰκός, ποτε γινομένην αἰτίαις καὶ οὕτω πολυπειρίαν τε τῷ ἀκροατῇ καὶ τῇ ἑαυτοῦ ποιήσει πλατυσμὸν ἐμποιεῖν, πλάττει κἀνταῦθα τὸν Ἑρμῆν ἐρωτῶντα ἐν τοιαύτῃ μεθόδῳ, ποῦ ὁ γέρων Πρίαμος ἄγει τὰ τῆς ἀπήνης. Φησὶ γὰρ “εἰπέ μοι, ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ ἄνδρας εἰς ἀλλοδαπούς, ἵνα περ τάδε τοι σόα μίμνῃ”, ὃ καὶ διὰ τοῦ τραγῳδουμένου Πολυδώρου πεποίηται, “ἢ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρήν, δειδιότες”. Ἐφʼ οἷς ὡς μὴ εὐστοχήσαντος τοῦ Ἑρμοῦ ἐρεῖ μετʼ ὀλίγα ὁ γέρων αὐτὸ τὸ ὄν, οὐκ ἐν ἀφηγήσει, ἀλλὰ πάνυ στενῶς, εἰπὼν “πέμψον δέ με σύν γε θεῷ, ὄφρα κεν ἐς κλισίην Ἀχιλλέως ἀφίκωμαι”, μονονουχὶ φάμενος, ὡς οὔτε εἰς ἀλλοτρίαν πέμπω κειμήλια οὔτε φεύγω σὺν τοῖς ἄλλοις ἀλλʼ ἐς Ἀχιλλέως ἥκω. Ἐπὶ δὲ τούτοις ἐπάγεται ἔπαινος ἀριστέως τεθνεῶτος, τὸ “τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε, σὸς παῖς· οὐ μὲν γάρ τι μάχης ἐπεδεύετʼ Ἀχαιῶν”. ἐξ οὗ προκαλεῖται ὁ γέρων εὐθὺς εὐαφόρμως εἰς τοὺς περὶ τοῦ παιδὸς Ἕκτορος λόγους. Ἰστέον δὲ ὡς, εἴγε ἀρίστου ἀνδρὸς πτῶσις τὴν Ἴλιον ὀλέσει, καλῶς ἄρα καὶ ὁ Ἑρμῆς ἑνὸς τούτου γέροντος τοῦ βασιλέως λιπόντος τὴν πόλιν λέγει καὶ τοὺς ἄλλους πάντας οὕτω ποιήσειν. Ὅτι ἐπὶ ἐνδόξῳ ἀγνῶτι ῥηθείη ἂν τὸ “τίς δὲ σύ ἐσσι φέριστε; τέων δʼ ἔξ ἐσσι τοκήων”; Ὅτι κἀνταῦθα κεῖται τὸ καλά ἐπίρρημα ἀντὶ τοῦ καλῶς ἐν τῷ “ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες”. ἔνθα λογιστέον ὡς, εἰ μὲν ἐπὶ θανάτου κεῖται οἶτος καὶ πότμος, λέγοι ἂν θάνατον δυσθανάτου παιδός, εἰ δὲ ἐπὶ τύχης ἀμφότερα, εἴη ἂν λέγων τύχην δυστυχοῦς παιδός. δοκεῖ δὲ περιττὸν κεῖσθαι τὸ ἄρθρον καὶ οὐ συνήθως φράζεσθαι. ἐχρῆν γὰρ ἢ τὸν οἶτον τοῦ παιδὸς εἰπεῖν ἐν δυσὶν ἄρθροις, ἢ ἀνάρθρως οἶτον παιδός. Ὅτι πρὸς γηραιὸν πειράζοντα οἰκεῖον εἰπεῖν “πειρᾷ ἐμεῖο, γεραιέ, καὶ εἴρεαι”. καὶ ἐν τοῖς ἑξῆς δὲ παραιτητικὸν δώρου τὸ “πειρᾷ ἐμεῖο, γεραιέ, νεωτέρου, οὐδέ με πείσεις, ὅς με κέλῃ σέο δῶρα δέχεσθαι”. Ἀριστέως δὲ καθʼ Ἕκτορα ἔπαινος τὸ “τοῦτον μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἐνὶ κυδιανείρῃ ὀφθαλμοῖσιν ὄπωπα, ὅτε τοὺς κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ, ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν”. Ἑρμοῦ δὲ <!-- 4.922 -->καὶ ταῦτα πρὸς Πρίαμον. Ὅτι προϊὼν μὲν Ἑρμῆς ἐκφήνῃ ἑαυτὸν ἀναγκαίως, ἐνταῦθα δὲ πρὸς τὸν γέροντα βασιλέα ὑποψευδόμενος, καὶ εἰπὼν “τοῦ γάρ”, ἤγουν τοῦ Ἀχιλλέως, “ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής· Μυρμιδόνων δʼ ἔξ εἰμι”, ἅπερ πάντῃ ψευδῆ. Εἶτα ἐπάγει μέσως λέγων “πατὴρ δέ μοί ἐστι Πολύκτωρ. ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε, ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ τοι ἕβδομός εἰμι· τῶν μεταπαλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι”. Καὶ ὅρα τὸ “ἐνθάδε” μέσως ῥηθέν. πρὸς μὲν γὰρ τὸ ψευδῶς λεχθὲν ἐκ Μυρμιδόνων εἶναι τὸν φανέντα δηλοῖ τὸ “εἰς τὴν Τροίαν”, κλήρῳ γὰρ δῆθεν λαχὼν ἐκ Θετταλίας ἦλθε σὺν Ἀχιλλεῖ, πρὸς δὲ τὸ ἀλληγορούμενον ἀντὶ τοῦ “εἰς σέ”. εἴληχα γὰρ ὥσπερ ἐκ κλήρου ὁ ἀστὴρ Ἑρμῆς τοῖς τοιούτοις παρεῖναι ὡς φιλιοποιός. τούτῳ δʼ ἀκόλουθα καὶ τὰ λοιπά. Πολύκτωρ μὲν γὰρ πατὴρ τῷ τοιούτῳ Ἑρμῇ, ὁ πάντα εἴσω σφίγγων καὶ οἷον κεκτημένος οὐρανὸς ἢ αἰθὴρ ἢ Ζεύς, ἡ πρόνοια ἢ ψυχὴ τοῦ παντός. Ἀφνειὸς δὲ οὗτος διὰ τὴν τοῦ παντὸς περιοχὴν καὶ τὸν κατὰ τὸ πᾶν οἷον περιουσιασμόν, γέρων δέ, διὰ τὸ αἰὲν εἶναι, καὶ ὅτι αἰειγενέτης κατὰ τὸν μῦθον καὶ αὐτός, ἓξ δὲ υἱοὶ αὐτῷ, ἐν οἷς οὗτος ἕβδομος, οὗ λάχος ἡ ἐνθάδε ἔλευσις, οἱ ἓξ πλάνητες, οἷς συντέτακται καὶ Ἑρμῆς, ἑταιρίζειν τε λαχὼν καὶ τὰ λοιπά, ὡς προγέγραπται. Τὸ δὲ “ὡς σύ περ ὧδε” ἀφιδρύματα θεῖα τοὺς γηραιοὺς εἶναι δηλοῖ, καὶ μάλιστα τοὺς καὶ βασιλικοὺς καὶ ἀγαθούς, κατά τε ἀρετὴν καὶ τιμὴν καὶ τὸ μακροχρόνιον. Ἰστέον δὲ ὅτι ποιητικώτερον μὲν καὶ τερατωδέστερον Ἑρμῆς αὐτὸς ἐκεῖνος ὁ σωματοειδὴς νοοῖτο ἂν ἐναργὴς φανῆναι τῷ Πριάμῳ, ἵνα πολλὰ λύσῃ τῶν ἀπόρων, τὸ λαθεῖν ἐν τῇ εἰσόδῳ τοὺς πυλωρούς, τὸ τὰς πύλας τοῦ τείχους καὶ τὰς τοῦ Ἀχιλλέως ἀνοῖξαι, τὸ εἰς Ἀχιλλέα ἐλθεῖν καὶ αὖθις ἀκινδύνως ἐπανελθεῖν. καὶ οὕτω μὲν ποιητικώτερον. <!-- 4.923 -->ἑτέρως δὲ ἀναγωγικῶς Ἑρμοῦ ταῦτα ἔργα, τοῦ ἀστέρος, οὗ συλλαβομένου ἔλαθέ τε καὶ ἐφιλιώθη, ὡς αὐτοῦ καὶ τούτοις ἐπιστατοῦντος. ἱστορικῶς μέντοι καὶ κατά τινα ἠθικὴν ἀλληγορίαν ἔοικε τῶν τις Μυρμιδόνων ἐντυχεῖν που πρὸ τοῦ τείχους ἀγαθῇ τύχῃ τῷ Πριάμῳ, καὶ καταπράξασθαι αὐτῷ ἐλλόγως καὶ οὕτως Ἑρμαϊκῶς τὰ καιριώτατα, ὃν διὰ τὸ ἄγαν εὐτυχῶς ἐπιφανῆναι καὶ κερδῷον γενέσθαι καὶ ὡς οἷά τι ἀγαθὸν ἕρμαιον εὑρεθῆναι τῷ τε δόλῳ συμπράξαντα καὶ ἑταιρίσαντα. ταῦτα δὴ τὰ Ἑρμαϊκὰ εἰς Ἑρμῆν ὁ μῦθος εἴκασεν, ὥσπερ καὶ τὸν διὰ φρονήσεως ἐνεργοῦντα ἡ ποίησις εἰκάζει πολλαχοῦ τῇ Ἀθηνᾷ καὶ τὸν ἀρεϊκὸν Ἄρεϊ. Ὅρα δὲ καὶ τὸ “μεταπαλλόμενος κλήρῳ λάχον”. πάνυ γὰρ δεξιῶς τὰς συγγενεῖς λέξεις ὁμοῦ παρέθετο, ἑτέραν καιριωτέραν οὐκ ἀφείς. Ἰστέον δὲ καὶ ὅτι ἐνταῦθα μὲν τὸ “ὡς σύ περ ὧδε” σαφῶς κεῖται ἀντὶ τοῦ οὕτως ὡς σύ, ἀλλαχοῦ δὲ τὸ “ὡς νύ περ ὧδε” οὐ πάνυ σαφῶς ἔχει, ὡς ἐκεῖ φαίνεται. Ὅτι προθυμίας ἄκρας εἰς μάχην τὸ “ἠῶθεν θήσονται περὶ ἄστυ μάχην· ἀσχαλόωσι γὰρ οἵ γε καθήμενοι οὐδὲ δύνανται ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν”. Ἑρμῆς δὲ τοῦτο πλάττει, ὡς οἷα εἰδὼς οὕτω γενησόμενον, εἰ μὴ ὁ Πρίαμος ἐπρέσβευσεν. Ὅτι στοχαζόμενος ὁ γέρων τῆς Ἀχιλλέως ὠμότητος ἐρωτᾷ, μήποτε τὸν Ἕκτορα κυσὶ μελεϊστὶ ταμὼν προὔθηκεν. Ἀκούει δὲ ἐξ Ἑρμοῦ, ὡς οὔπω τόν γε φάγον κύνες οὐδʼ οἰωνοί. Καὶ ὅρα τὸ “οὔπω”. δηλοῖ γὰρ ὡς, εἰ μὴ ἔσπευσεν ὁ γέρων, ἐσπαράχθη ἂν ζῴοις ὁ νεκρός. καὶ ἄλλως δέ, ἀπειλήν τινα ὑποτείνει τὸ “οὔπω”, ἵνα δηλοῖ ὡς, εἰ καὶ μήπω ἔφαγον αὐτὸν κύνες, ἀλλὰ μικρὸν ὅσον ἔσται καὶ τοῦτο. προαναφωνεῖ δὲ καὶ τοῖς Ὁμηρίδαις ὁ λόγος, ὅτι οὐ πτοητέον ὡς μάτην ὁ γέρων πρεσβεύσει περὶ νεκροῦ μηκέτʼ ὄντος. Θηλυκῶς δὲ καὶ ἐνταῦθα αἱ κύνες, ὡς δηλοῖ τὸ “ᾗσιν”, ἤγουν ἰδίαις, “κυσὶ προὔθηκεν”. Ἐπὶ δὲ τούτοις πάνυ τερατωδῶς ὁ ποιητὴς καὶ πρεπόντως τῇ κατʼ αὐτὸν ποιήσει φησὶ διʼ Ἑρμοῦ περὶ Ἕκτορος τὸ “ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ οὕτως”, ἢ αὕτως, “ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠώς”, ἢ “δυωδεκάτη δέ οἱ ἥδε, κειμένῳ, οὐδὲ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ ἔσθουσιν. ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο ἕλκει ἀκηδέστως, ἠὼς ὅτε δῖα φανείη, οὐδέ μιν αἰσχύνει· θηοῖο κεν αὐτὸς ἐπελθών, <!-- 4.924 -->οἷον ἑρσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται, οὐδέ ποθι μιαρός, σὺν δʼ ἕλκεα πάντα μέμυκεν, ὅσσʼ ἐτύπη. πολέες γὰρ ἐπʼ αὐτῷ χαλκὸν ἔλασαν”. Ἃ δὴ ἀνάγων παιδευτικῶς εἰς θεοφίλειαν, ἐπάγει “ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι”. ἢ σὺ ὁ πατήρ, διʼ ὃν ταῦτα πρὸς εὐσεβείας χάριν, ἢ μάλιστα ὁ Ἕκτωρ διὰ τὴν αὐτὴν αἰτίαν. Ἔστι δʼ ἐν τοῖς ῥηθεῖσι τὸ μὲν αὕτως ταὐτὸν τῷ οὕτως, ὡς ἐξ ἀρχῆς δηλαδὴ ἐτέθη. Εὐλαὶ δέ, ὡς καὶ ἀλλαχοῦ, οἱ τοῖς τεθνεῶσιν ἐγγεννώμενοι σκώληκες. διὸ ἑρμηνεύων ὁ ποιητής φησι “αἳ φῶτας ἀρηϊφάτους κατέδουσιν”, ὡς εἶναι σκώληκας νεκροφάγους τὰς εὐλάς. Ἀκηδέστως δὲ τὸ ἀνηλεῶς, δίχα τοῦ κήδεσθαι, ἐκ τοῦ κηδῶ κηδέσω, ἐξ οὗ καὶ κηδεμών καὶ κηδεστής. ἁπλοῦν δὲ τοῦ κηδῶ κηδέω, οὗ δεύτερον τὸ κηδεύω, ἐπί τε ταφῆς καὶ ἐπὶ γαμβρείας. Τὸ δὲ “φανείη” ἐν πολλοῖς τῶν ἀντιγράφων διὰ τοῦ η συνήθως ἔχει τὴν παραλήγουσαν μετὰ καὶ προσγραφῆς τοῦ ι λόγῳ διφθόγγου. Δύναται δὲ καὶ ἐκ τοῦ φανῇ δισυλλάβου εἶναι τὸ “φανήῃ” δίχα προσγραφῆς τοῦ ἰῶτα διὰ τὸν τοῦ ἦτα πλεονασμόν. Τὸ δὲ “αἰσχύνει” ῥῆμά ἐστιν ἀντίθετον τοῦ καλὸν εἶναι, καθὰ καὶ τὸ αἶσχος τῷ κάλλει ἀντίκειται. αἰσχύνεται δὲ νεκρός, ὅτε <!-- 4.925 -->ἀποδρυφθῇ ἢ ἄλλα τι τοιοῦτον πάθοι. Τὸ δὲ “θηοῖο” ἀντὶ τοῦ θαυμάσοις πρὸς τὸ θηητόν συστοιχεῖ. Τὸ δὲ ἑρσήεις», ὅ ἐστι δροσώδης, τεράστιον, εἴπερ ἀντὶ σηπεδόνος καὶ τοῦ μυδᾶν δρόσος αὐτὸν περικέχυται. διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο εἰπὼν «θηοῖό κεν αὐτός», τουτέστιν θηητὸν κρινεῖς ὡς ἑρσήεις κεῖται. Οὕτω δὲ τέρας καὶ τὸ τὰ ἕλκη πάντα μεμυκέναι. οὐκ εἶπε δὲ οὐλωθῆναι, διότι πάνυ ἀτηρὰ ἡ τοιαύτη τόλμα. εἰ δὲ καὶ τὸ μεμυκέναι παράδοξον, τὰ γὰρ μετὰ θάνατον γινόμενα ἕλκη οὐ μύει ἀλλὰ σήπεται, ὅμως οὐ τοσαύτην ἔχει παραδοξίαν ὅσην ἡ ἀπούλωσις. Πολλὴ δὲ καὶ ἡ ὁμωνυμία καὶ ἡ παραγωγὴ τοῦ μύειν. μύει γὰρ οὐ μόνον ἕλκη ἀλλὰ καὶ χείλη καὶ ὄμματα, καὶ ῥόδα δὲ τὰ ἔτι ἐν κάλυξι καὶ ὅσα τοιαῦτα ἐκ δὲ τοῦ μύειν ἐστὶ καὶ τὸ μυεῖν, ἱερὰ λέξις αὕτη Ἀττική, ἀφʼ ἧς καὶ ὁ μύστης καὶ ἡ μύστις, οἷς ἀνάγκη μύειν τὸ στόμα καὶ μὴ ἐκφαίνειν ἃ μεμύηνται. τοῦ δὲ μύειν παράγωγον καὶ τὸ μῦθος, πρὸς ὃ μύομεν ὄψιν, καὶ οἱ μύες δὲ οἵ τε κατὰ σῶμα καὶ τὰ ζωΐδια, καὶ ἡ μυῖα δὲ, καὶ οἱ μυῶνες, καὶ ἄλλα δέ τινα. Τὸ δὲ «οὐδέ ποθι μιαρός», ἀντὶ τοῦ οὐδαμοῦ βεβαμμένος αἵματι, ἐπεὶ τὸ αἷμα, ὡς ἐρρέθη, πέριξ νένιπται. κἀνταῦθα μὲν ἰδίᾳ εἶπε τὸ «αἷμα» καὶ ἰδίᾳ τὸ «μιαρός, ἀλλαχοῦ δὲ ὁμοῦ παράκεινται ἐν τῷ “μιάνθην αἵματι μηροί”. ἐν δέ γε τῷ “μιαιφόνος Ἄρης” συνετέθη ὁ αὐτὸς νοῦς, οὐ ψόγον δηλῶν ὡς παρὰ τοῖς ὕστερον, ἀλλὰ πολεμικόν τι παρακολούθημα, τὴν ἐξ αἵματος δηλαδὴ βαφήν, ὁποίαν δή τινα πάσχει καὶ ἐλέφας, ὃν γυνὴ Κάειρα φοίνικι μιήνῃ, ὡς προδεδήλωται. Σημείωσαι δὲ ὅτι πολλαὶ λέξεις, <!-- 4.926 -->πάλαι ποτὲ μέσως λεγόμεναι, ὕστερον ἐπὶ οὐκ ἀγαθῷ ἐδέχθησαν, ὥσπερ καὶ μιαρός παρὰ τοῖς μεθʼ Ὅμηρον ὁ λυμάτων ἄξιος, ὅ ἐστι ῥυπαρός, λυμεών, ἀκάθαρτος. οὕτω καὶ ἅγιος παρὰ τοῖς παλαιοῖς οὐ μόνον ὁ καθαρός, ἀλλὰ καὶ ὁ μιαρός, διὰ τὸ τοῦ ἅγους διπλόσημον, ἐξ οὗ καὶ ὁ εὐαγής, καὶ αὖ πάλιν ὁ ἐξάγιστος καὶ τὰ τούτῳ ἐναντία, ἡ ἁγιστεία καὶ τὸ καθαγιάζειν. οὕτω καὶ φαῦλον οὐ μόνον τὸ κακόηθες, ὡς παρὰ Δημοσθένει δηλοῖ τὸ “οὐ γὰρ εἰ φαύλοις ὑμεῖς συμμάχοις χρῆσθε”, ἀλλὰ καὶ τὸ ἀγαθόν, ὡς Εὐριπίδης “φαῦλον, κομψόν, τάχιστον”, οὐδὲ μόνον ἐπὶ μεγέθους, ὡς τὸ “φαῦλον στόμα”, ἀλλὰ καὶ ἐπὶ σμικρότητος, ὅθεν καὶ φαύλη ἐλαία ἡ μικρόκαρπος, ἡ καὶ φαυλία, γινομένη, φασίν, ἐκ κοτίνου κοπέντος καὶ μεταφυτευθέντος. λέγεται δέ, φασί, φαῦλον καὶ τὸ ἁπλοῦν καὶ μέτριον, καὶ φαύλως τὸ ἁπλῶς καὶ ἡσυχῇ. Ἀριστοφάνης “φαύλως φέρει νῦν τὸ κακόν”. καθʼ ὅμοιον τρόπον καὶ παντουργός ἦν μὲν ὅτε ὁ πανοῦργος, νῦν δὲ θεῷ ἡ λέξις ἐπίκειται. καὶ καθωσιωμένος τὸ ἀρχαῖον ὁ ὅσιος, καὶ οὐχʼ ὡς ὕστερον ἐπὶ ψόγου. μυρία δὲ καὶ ἄλλα ὅμοια, ἐν οἷς καὶ ἡ συνωμοσία, χρόνῳ μέν ποτε λαγχάνουσα ἔπαινον ὡς ἐπὶ καλῷ οὖσα, νῦν δὲ ἀποκληρωθεῖσα τοῖς φαύλως εἰς ὅρκον συνιοῦσι καὶ ἐπιτρίβουσα τοὺς οὕτω συνωμότας. Τὸ δὲ “ἐτύπη” κατὰ κυριολεξίαν φησίν. οὐ γὰρ ἐβλήθη πεσὼν ὁ Ἕκτωρ, ἀλλʼ ἕκαστος τότε “οὐτήσασκε παραστάς”. Ὅτι ἐπὶ θεοφιλεῖ νεκρῷ ῥηθείη ἂν παρῳδηθὲν τὸ “ὥς τοι κήδονται μάκαρες τοῦ δεῖνος καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι”. Ὅτι ἐνάγων θεοσεβεῖν ὁ Ὁμηρικὸς Πρίαμός φησιν “ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδόναι ἀθανάτῳ. Εἶτα ῥητορικῶς πιστούμενος ἐκ μέρους τὸ καθόλου φησὶν «ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε, λήθετʼ ἐνὶ μεγάροισι θεῶν· τῷ οἱ ἐπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ». Καὶ ὅρα τὸ «εἴ ποτʼ ἔην» περιπαθῶς λεχθὲν καὶ συνήθως ὡς εἰ μηδὲ γέγονέ ποτε ὁ τοσοῦτος Ἕκτωρ. <!-- 4.927 -->Αἴσιμα δὲ δῶρα τὸ εὔχεσθαι, τὸ σπένδειν, τὸ θύειν καὶ τὰ τοιαῦτα. Τὸ δὲ «διδόναι», τελευταῖος ὢν ποὺς ἐν τῷ «δῶρα διδόναι» καινῶς ποδίζει τὸ ἡρῷον μέτρον. ἐκταθῆναι μὲν γὰρ αὐτὸ κατὰ τὸ γνῶναι καὶ βιῶναι οὐ παραδέδοται, διδοῦναι δὲ γράψαι οὐκ εὐσυγχώρητον. λείπεται οὖν ἐκτείνεσθαι τὸ μικρὸν ο τοῦ διδόναι ὁμοίως τῷ «ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν». τινὰ δέ γε τῶν ἀντιγράφων ἐτόλμησαν γράψαι «διδοῦναι» πρὸς ὁμοιότητα ἴσως τοῦ τιθέναι τιθεῖναι διὰ διφθόγγου ἢ τιθῆναι διὰ τοῦ η, ἐξ οὗ τὸ «τιθήμεναι», παθὸν οὕτω πρὸς εὐχρηστίαν μέτρου. Τὸ δὲ «ἀπεμνήσαντο» γράφεται καὶ «ἐπεμνήσαντο». ἀκριβέστερον δὲ τὸ «ἀπεμνήσαντο», καὶ δηλοῖ τὸ ἐμνήσαντο, ὁμοίως τῷ ἀπομηνίσαι ἀντὶ τοῦ μηνίσαι καὶ τοῖς ὁμοίοις, περὶ ὧν δεδήλωται. ἐκ δὲ τοῦ τοιούτου ἀπομνήσασθαι καὶ τὸ ἀπομνημόνευμα γέγονε παρὰ τοῖς ὕστερον. Ὅτι ἐν τῷ «ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεῷ» καὶ ἑξῆς, νοητέον ὅτι κατὰ τὸ σιωπώμενον προμηθέστερον διατεθεὶς ὁ γέρων ἔφερε καί τινα ἕτερα δίχα τῶν λύτρων, εἴπως καὶ τούτων χρεία παραπέσοι. ἐν δὲ καὶ τὸ ἄλεισον, ὃ δίδωσι τῷ Ἑρμῇ. οὐ γὰρ ἂν ἐκεῖνο τὸ περικαλλὲς δέπας, τὸ μέγα κτέρας, ἐδίδου. εἰ δὲ καὶ ἐκεῖνο τυχὸν ἐθέλει δοῦναι, ἐστὶ τοῦτο τῆς τοῦ γέροντος δειλίας τε καὶ συγχύσεως. εἶδος δὲ ποτηρίου καὶ τὸ ἄλεισον, οὗ ἐτυμολογίαι διάφοροι. ἀρέσκει δὲ τοῖς πλείοσιν ἀπὸ τοῦ λεῖον γενέσθαι πλεονασμῷ τοῦ σ μετὰ τοῦ α στερητικοῦ ἢ ἐπιτατικοῦ, οἱονεὶ τὸ μὴ ὂν λεῖον ἀλλὰ περιφερὲς ἢ ἐμπαιστόν, ἢ τὸ ἄγαν λεῖον. λέγεται δὲ καὶ ἀρσενικῶς κατά τινας, οἳ καὶ χρῆσιν τούτου προφέρουσιν. <!-- 4.928 -->Εἰ δὲ καινὸν τοῦτο δοκεῖ, ἐνθυμητέον εἰς ὁμοιότητα καὶ τὸ σύμβολον, οὗπερ εὕρηται παρὰ πολλοῖς τῶν ῥητόρων, καὶ ἄρρεν ὁ σύμβολος. Ἰστέον δὲ ὡς, εἰ μὴ ἡ παράδοσις ἦν, οὐκ ἂν εἶχέ τις ὄκνον γράφειν τὸ ἄλεισον ἐν μόνῳ τῷ ι, καὶ ἐν δυσὶ σίγμα, ὡς ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ λισσόν, τὸ λεῖον, οὗ χρῆσις καὶ ἐν τῷ «λισσὴ δʼ ἀναδέδρομε πέτρη». Ὅτι ὁ δῆθεν Ἀχιλλέως θεράπων Ἑρμῆς, πιστὸν ἑταῖρον ὑπογράφων, φησὶ μὴ πείσεσθαι δῶρα πρὸς Πριάμου παρὲξ Ἀχιλλέα, ὡς προεγράφη, δέξασθαι «ἐπεί», φησίν, «αὐτὸν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι συλεύειν, μή μοί τι κακὸν μετόπισθεν γένοιτο», ἢ θεόθεν δηλαδὴ ἢ ἐξ Ἀχιλλέως, εἴπερ φωραθῶ. Καὶ ὅρα τὸ συλεύειν φανερῶς ῥηθὲν ἐπὶ κλοπῆς. οὐ τοίνυν ἡ λέξις μόνον δηλοῖ τὸ λαφυραγωγεῖν. ἀστεῖον δέ, εἴπερ ὁ κατὰ τὸν μῦθον οἰκειούμενος τὴν κλεπτικὴν ἀποτροπιάζεται τὸ συλεύειν. πάντως δὲ ἐν καιρῷ τοῦτο ποιεῖ. παιδευτικὸν δὲ τὸ δοξάζειν κλεπτικὸν θεράποντα εἶναι καὶ τὸν πάρεξ τοῦ δεσπότου δῶρα λαμβάνοντα. Ὅρα δὲ κἀνταῦθα ὡς αἰδὼς καὶ δέος συνέχει τὴν πρὸς τοὺς μείζονας εὔνοιαν. ὃ δηλοῦται καὶ ἐν τῷ «αἰδοῖος τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε». Σημείωσαι δὲ καὶ ὅτι εὔλογος τῷ δῆθεν Μυρμιδόνι ὁ ἐπὶ τῷ Ἀχιλλεῖ φόβος, εἴγε καὶ ῥᾴων εἰς θυμὸν ὁ ἥρως, ὡς φανεῖται, καὶ ἀναίτιον δὲ αἰτιᾶσθαι πρόχειρος, ὡς δεδήλωται ἀλλαχοῦ. Ὅτι πομποῦ ἀγαθοῦ τὸ «σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων, οὐκ ἂν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο». ἄδηλον δὲ ποῖον λέγει Ἄργος. δόξειε δʼ ἂν μάλιστα ὡς Μυρμιδὼν τὸ Θετταλικὸν λέγειν. ἐπιστήμων δὲ πομπὸς ὁ καὶ διὰ ξηρᾶς καὶ διὰ θαλάττης πέμπειν εἰδώς. Ὅτι παρὰ μὲν τοῖς ὕστερον τὸ ἐπαΐξαι δοτικῇ συντάσσεται, Ὅμηρος δʼ ἐνταῦθά φησιν «ἐπαΐξας Ἐριούνιος ἅρμα καὶ ἵππους», ἤγουν ἀΐξας ἐπὶ ἅρμα καὶ ἵππους. ἄλλως δὲ πάντως ἐπαΐσσει τις ἅρμα, καὶ ἄλλως ἵππους, τὸ μὲν ἀναβαίνων, τοὺς δὲ ἰθύνων. Εἶτα κεῖται ἡνιόχου ἀρετὴ τὸ «ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ». Ὅτι πρωθυστέρου τρόπου καὶ τὸ «ὅτε πύργους νεῶν καὶ τάφρον ἵκοντο», πρῶτον γὰρ τάφρος, εἶτα πύργοι. ὅμοιον καὶ μετʼ ὀλίγα τὸ «ὤϊξε πύλας καὶ <!-- 4.929 -->ἀπῶσεν ὀχῆας». ἀπωσθέντων γὰρ ὀχέων οἴγονται μετὰ τοῦτο πύλαι. Ὅτι ἐνδεικνύμενος ὁ ποιητής, ὅπως ἡ τοῦ Ἑρμοῦ ῥάβδος κατὰ μῦθον ἀνδρῶν ὄμματα θέλγει, φησὶν «οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο· τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος Ἀργεϊφόντης πᾶσι». Καὶ ὅρα τὸ «πᾶσιν», εἰς ὃ καὶ μάλιστα χρεία Ἑρμοῦ τῷ ποιητῇ. Ἐχρῆν γὰρ ὀλίγους τινὰς ἢ ἀλλʼ ἕνα γοῦν ἐγρηγορέναι, εἰ μὴ ἐθέλχθησαν πληγέντες καὶ τῇ ῥάβδῳ κατὰ τὸ σιωπώμενον, διʼ ἧς οἶδε θέλγειν Ἑρμῆς. Σημείωσαι δὲ καὶ οἷον τὸ ἀναπίπτειν, ὅτε δοκεῖ μηδὲν εἶναί ποθεν κακόν. ἰδοὺ γὰρ οἱ φύλακες ἀναπεσόντες, ὅτι μὴ ἐδεδίεσαν, αἰτιάσει περιέπεσον ἄν, ὡς εἰκός, εἰ καὶ μηδὲν τοιοῦτον ὁ ποιητὴς ἔφθη ἐπισημήνασθαι οἷα ταχὺ παύσας τὴν ποίησιν. ἔστι δʼ ἐν τῷ ῥηθέντι μετὰ δόρπον ὕπνῳ ὑπονοῆσαι ἀλληγορικῶς καὶ ὡς ἡ καθʼ Ἑρμῆν ὑπνοποιὸς ῥάβδος καὶ αὖ πάλιν ἐξεγερτικὴ τὸν ἔλλογον ὕπνον δηλοῖ καὶ τὴν ὁμοίαν αὖθις ἐγρήγορσιν. εἴη δὲ ἂν τοιοῦτος ὕπνος ὁ ἐξ ἀνάγκης καὶ φύσει νύκτερος μετὰ τὸ φαγεῖν. πάνυ γὰρ πιθανῶς ὁ μῦθος κατακοιμίζει νῦν φαγόντας τοὺς φύλακας. Τὸ δὲ δόρπα μεταπέπλασται, καθὰ καὶ τὸ ζυγόν πρὸ ὀλίγου, καὶ ὡς τὸ δεσμόν καὶ τὸ κέλευθον. φησὶ δὲ καὶ Αἰσχύλος «ἄριστα δεῖπνα δόρπαθʼ αἱρεῖσθαι τρία». Καὶ μὴν οἱ Ὁμηρίδαι ψέγουσι τοὺς λέγοντας τρὶς τῆς ἡμέρας ἐσθίειν τοὺς παρʼ Ὁμήρῳ, καθὰ καὶ ἀλλαχοῦ παρεσημάνθη. Πλάτων δέ γε ὕστερον ἔφη, ὡς ἐλθόντα με εἰς Σικελίαν ὁ ταύτῃ βίος οὐδαμῇ οὐδαμῶς ἤρεσε, δίς τε τῆς ἡμέρας ἐμπιπλάμενον ζῆν, καὶ τὰ ἑξῆς. τῷ ὄντι γὰρ τὸ τρὶς ἐσθίειν διʼ ἡμέρας τρυφῆς ἐστιν ἄκρας, διʼ ἧς πολλοὶ καὶ κατʼ ἄνδρα καὶ κατά τι πλῆθος καὶ κατὰ πόλεις δὲ ὤλοντο. καὶ τὸ Συβαριτικὸν μὲν πάθος τεθρύληται. Μιλήσιοι δὲ καὶ αὐτοὶ ἕως μέν, φασίν, οὐκ ἐτρύφων, ἐνίκων Σκύθας καὶ πόλεις ἐφʼ Ἑλλησπόντῳ ἔκτισαν καὶ τὸν Εὔξεινον κατῴκισαν πόλεσι λαμπραῖς καὶ πάντες εἰς Μίλητον ἔθεον, ὡς δʼ ὑπήχθησαν ἡδοναῖς, κατερρύη τὸ τῆς πόλεως ἀνδρεῖον, ὡς Ἀριστοτέλης φησί, καὶ παροιμία ἐντεῦθεν ἐξέπεσε τὸ «πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι». <!-- 4.930 -->αὐτοὶ δὲ καὶ ἄλλοις διαδιδόντες τὴν τρυφὴν ἤκουσαν ὀνειδιστικῶς ἐν Λακεδαίμονι τὸ «οἴκοι τὰ Μιλήσια κἀπιχώρια», ἤγουν οἴκοι τρυφᾶτε καὶ μὴ ἐνθάδε, κατὰ δὲ ἑτεροίαν γραφήν «οἴκοι τὰ Μιλήσια, μὴ γὰρ ἐνθάδε». ὃ δὴ μὴ μαθόντες λέγειν οἱ τῆς Ἀβύδου, ἐσκώπτοντο ἐπὶ τρυφῇ, Μιλησίων ὄντες ἄποικοι, ἀνειμένοι δὲ τὴν δίαιταν καὶ κατεαγότες, ὡς γράφει ὁ Δειπνοσοφιστής. Ὅτι ἐκφράζων τὴν τοῦ Ἀχιλλέως κλισίαν καὶ διʼ αὐτῆς ἐμφαίνων, ὡς εἰκός, καὶ ἄλλας ὁποῖαί τινες ἦσαν, φησὶ «κλισίην Πηληϊάδεω ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι, δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν λαχνήεντʼ ὄροφον, λειμωνόθεν ἀμήσαντες· ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος», ἤγουν εἷς, «ἐπιβλὴς εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσεσκον Ἀχαιοί, τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων, τῶν ἄλλων· Ἀχιλλεὺς δʼ ἂρ ἐπιρρήσσεσκε καὶ οἶος», ἤγουν ἐπετίθει. καιρία δὲ ἡ λέξις, καὶ οὐκ ἔσχεν ὁ ποιητὴς εὑρεῖν κρείττονα. διὸ καὶ δὶς εἶπεν αὐτήν. Σημείωσαι δὲ ἐνταῦθα τὸ τρεῖς χρησιμεῦον εἰς τὴν ὑπόνοιαν τοῦ, ὡς προερρέθη, Μυρμιδόνα τινὰ ἴσως εἶναι τὸν ἐπιφανέντα ὡς Ἑρμῆν. εἰ γὰρ τρεῖς ἐπιρρήσεσκον τὸν ἐπιβλῆτα, ἰδοὺ εἷς ὁ Πρίαμος, δεύτερος ὁ κῆρυξ, καὶ τρίτος ὁ λεγόμενος Μυρμιδών. καὶ πιθανῶς ἀναβαλοῦνται ἂν οἱ τρεῖς τὸν ὑπὸ μόνου Ἀχιλλέως ἐπιβαλλόμενον μοχλόν, ὑπερβάντες τοὺς <!-- 4.931 -->σταυροὺς καὶ ἔνδον γενόμενοι τῆς αὐλῆς. Τὸ δὲ ἐπιρρήσσειν οἱ μεθʼ Ὅμηρον καταρρήσσειν καὶ καταράσσειν φασίν, ὅθεν καὶ ὁ καταράκτης, λέξις αὕτη ὁμώνυμος. ὀρνέου τε γὰρ ἅρπαγος ὄνομά ἐστι, καὶ μέρους ποταμῶν, οἳ διὰ πετρῶν καταράσσουσιν, ὁποῖοι καὶ οἱ Αἰθιοπικοί, καὶ πύλης δὲ ἐνδομύχου συντελούσης ἐν πολιορκίᾳ πόλεως. ἰδοὺ δὲ καταράκτης καὶ ὁ κατὰ πύλας ἐπιβλής, περὶ οὗ εἰρήσεται. ῥωμαλεότης δὲ Ἀχιλλέως τὸ τριῶν ἄλλων ἐπιρρησσόντων αὐτὸν μόνον τοῦτο ποιεῖν, ὃ δὴ καὶ ὁ μυθικὸς Ἑρμῆς ῥᾷον ἤνυσε. Σημείωσαι δὲ καὶ ὅτι ὡς ἄνακτι τῷ Ἀχιλλεῖ τοσαύτη κλισία πεποίητο. τοῖς γὰρ ταπεινοτέροις τοιαῦται μέν, οὐ τηλικαῦται δέ. διὸ προϊὼν ὁ ποιητὴς ἀξιώσει καὶ οἶκον εἰπεῖν αὐτὴν ἐν τῷ «γέρων δʼ ἰθὺς κίεν οἴκου», καὶ «οἴκοιο ἆλτο θύραζε». ἔστι δὲ καὶ ἄλλως οἶκος ἡ κλισιὰ ὀνόματι γενικῷ. Τὸ δὲ «ποίησαν», εἰ καὶ παρὰ τοῖς ὕστερον ταὐτόν ἐστι τῷ ποιητικῶς εἶπον, ὡς καὶ προδεδήλωται, ἀλλʼ Ὅμηρος καὶ ὧδε καὶ ἀλλαχοῦ συνήθως ποιεῖν λέγει τὸ κατασκευάζειν καὶ τεχνᾶσθαι. Τὸ δὲ «ἄνακτι» δὶς καὶ αὐτὸ ἐν τοῖς ῥηθεῖσι κεῖται ἐν τέλει στίχων ἁπλοϊκῶς οὕτω πρὸς ἀναπλήρωσιν, καθὰ καὶ τὸ «ποίησαν». κλισίην γάρ, φησί, «ποίησαν ἄνακτι», καὶ ”αὐλὴν ποίησαν ἄνακτι». Δοκεῖ δὲ ἀρέσκεσθαι ταῖς ἐλάταις ὁ ποιητὴς εἰς κλισίας ποίησιν. Κέρσαι δὲ ἰδοὺ καὶ ἐπὶ ξύλων. εἰ δὲ δοκεῖ καινὸν διὰ τὸ ἀκερσεκόμης, ἀλλʼ οἶδε καὶ ἐπὶ δένδρων κόμην ἡ μεταφορά. ἐκ δὲ τοῦ τοιούτου κείρειν καὶ ὁ κορμός. Τὸ δὲ «ἔρεψαν» τοῦτό ἐστιν, ὃ ἐτυμολογικῷ τρόπῳ ποιεῖ τὸν ὄροφον. ὄροφος δὲ καλαμίσκου εἶδος ὑδροχαροῦς, ἐπιτηδείου εἰς ὀροφήν, ὃς ἐν λειμῶνι πεπανθεὶς δασεῖαν ἐπανθοῦσαν ἔχει λάχνην, ὅτε καὶ ἔστιν ἀγαθὸς ἐρέφειν. ἀπʼ αὐτοῦ δὲ διὰ τὴν παλαιτάτην <!-- 4.932 -->χρῆσιν καὶ ἁπλῶς αἱ τῶν οἰκιῶν στέγαι πᾶσαι ὄροφοι λέγονται, ἀφʼ ὧν καὶ φάλαγγες ἤτοι ἀράχναι ὑπωρόφιοι οἱ φωλοῦντες ὑπὸ τοὺς ὀρόφους. Λειμὼν δέ, εἰς ὃν ὕδωρ λείβεται, ἀπὸ τοῦ λέλειμμαι παρακειμένου, ὃν ἡ πολλὴ γλῶσσα λιβάδιον λέγει ἀπὸ τοῦ δευτέρου ἀορίστου τοῦ ἔλιβον. Ἀμῆσαι δὲ τὸ συναγαγεῖν, ἢ μάλιστα θερίσαι. Σταυροὶ δὲ οἱ σκόλοπες καί, ὡς ἀλλαχοῦ ἐρρέθη, τὰ κατὰ φθορὰν λεγόμενα σταύαρα, οἷς ὅσα καὶ ἑρκίῳ τοίχου αὐλὴ φράττεται. διὸ καὶ πυκνοῦσθαι αὐτοὺς χρή. σκολόπων δὲ ὄντων τῶν σταυρῶν εἰκότως καὶ τὸ ἀνασκολοπίζειν ἀνασταυροῦν λέγεται. Ἐπιβλὴς δὲ ξύλον συνέχον ἐπικεκλεισμένας τὰς θύρας ἐν τῷ ἀπὸ τοίχου εἰς τοῖχον ἢ ἀπὸ στύλου εἰς στῦλον τῇ θύρᾳ ἢ ταῖς θύραις ἐπιβάλλεσθαι. Ὁ δὲ ποιητὴς ἑρμηνεύων τὴν λέξιν καὶ μεγάλην κληῗδα θυρῶν αὐτήν φησι, ταὐτὸν εἶναι κληῖδα καὶ ἐπιβλῆτα παραδιδούς. ἀμφότερα δὲ μοχλὸν δηλοῦσιν, ὃς καὶ κλεῖθρον λέγεται, ὁποῖόν τι καὶ ἡ Ὀδύσσεια δηλοῖ ἐν τῷ «ἐπὶ δὲ κληῗδʼ ἐτάνυσεν ἱμάντι». κληῖδα γὰρ καὶ ἐκεῖ τὸ κλεῖθρον καλεῖ, μικρὸν ὄν, ὡς μὴ χειρὶ καταρρήσσεσθαι, ἀλλὰ ἱμάντι τείνεσθαι. ὁ δὲ τοιοῦτος μοχλὸς καὶ ὀχεύς ἐστιν ἢ ὀχῆες, κατὰ τὸ «ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας», ὧν ῥῆμα τὸ ἔχειν. Διὸ θύρην ἔχε, φησίν, ἐπιβλής. φησὶ δὲ καὶ ἐν τοῖς ἑξῆς Ἀχιλλεύς, ὅτι οὐκ ἂν ὀχῆας ῥεῖα μετοχλίσειε θυράων ἡμετέρων. Ἔνθα καὶ σημείωσαι τὸ «μετοχλίσειεν», ἐξ οὗ γίνεται, ὡς μετʼ ὀλίγα ῥηθήσεται, ὁ μοχλός ὥστε ταὐτὰ κατὰ πολυωνυμίαν μοχλός, ὀχεύς, ἐπιβλής, κληῒς καὶ κλεῖθρον. Σημείωσαι δὲ καὶ ὅτι ἐξ ἑρμηνείας τοῦ ἐπιρρήσσειν ἔοικεν ἐπινοηθῆναι ὁ ἐπιβλής. ἐπιρρήσσειν γάρ, ὡς ἐρρέθη, τὸ ἐπιτιθέναι ἤτοι ἐπιβάλλειν, ὅθεν παρῆκται ὁ ἐπιβλής. οὗ ἀνάπαλιν τὸ ἀπωθεῖν. ἄνωθεν μὲν γὰρ κάτω ἐπιρρήσσεται, κάτωθεν δὲ ἄνω ἀπωθεῖται, ὡς δῆλον ἐκ <!-- 4.933 -->τοῦ «ἀπῶσεν ὀχῆας». εἰ δὲ ἐπιβλὴς μὲν ἑνικῶς, ὀχῆες δὲ πληθυντικῶς ἐπὶ τοῦ αὐτοῦ σημαινομένου κείμενα, καινὸν οὐδέν, ἐπεὶ καὶ τὴν θύραν, ἣν ἔχει ὁ ἐνταῦθα ἐπιβλής, καὶ πληθυντικῶς θύρας λέγει, ὥσπερ καὶ πύλας ἀνωτέρω, ἔνθα καὶ οἱ αὐτῶν ὀχῆες. Ὀξύνεται δὲ ὁ ἐπιβλὴς ὡς τὸ προβλής, ἡμιθνής, ἀδμής. τὰ γὰρ εἰς σ λήγοντα ἀρσενικὰ σύνθετα, ἔχοντα ἐν τῷ τέλει μίαν συλλαβὴν τοῦ ῥήματος καὶ διὰ τοῦ τος κλινόμενα, ὀξύνεται. διὸ καὶ παρὰ Ἀριστοφάνει τὸ «ὁ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλής», ὅ ἐστι ῥίψασπις, καίτοι ἐκ τριῶν συγκείμενον λέξεων, ὅμως ὀξύνεται. οὐ καλῶς οὖν, φασί, τὸ ἐπιβλής βαρύνει Ἀρίσταρχος. Ὅρα δὲ καὶ ὅτι ἐλάτην ἀνωτέρω τὸ φυτὸν εἰπὼν διὰ μόνου τοῦ ε εἰλάτινον ἔφη τὸ αὐτῆς παρώνυμον κατὰ διχρόνου ἐπένθεσιν, μέτρου τοῦτο θέλοντος. Ὅτι ἐναργείας θείας τὸ «ὦ γέρον, ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα Ἑρμείας», ταὐτὸν δʼ εἰπεῖν, λόγος, «σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν». Ὅτι τὸ «νεμεσητὸν δέ κεν εἴη ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην», ὃ δὴ ὁ τοῦ μύθου Ἑρμῆς φησι μὴ θέλων εἰς ὀφθαλμούς, ἤγουν εἰς ὄψιν, ἐλθεῖν τῷ Ἀχιλλεῖ, ποιεῖν δοκεῖ δυσεντεύκτους τοὺς ὕστερον ἄρχοντας, ἀποθεοῦντας οἷον ἑαυτοὺς καὶ ἀπαξιοῦντας βλέπεσθαι. Ὅτι ὁ λόγιος Ἑρμῆς, ὁ παρὰ τῷ συνετῷ γέροντι δηλαδὴ ἐνδιάθετος λόγος, τόπους τε αὐτῷ ἱκετευτικῶν νοημάτων μεθοδεύει, λέγων «εἰσελθὼν λάβε γούνατα Πηλεΐωνος, καί μιν ὑπὲρ πατρὸς καὶ μητρὸς ἠϋκόμοιο λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς», τουτέστιν, ἵνα σὺν τοῖς δώροις ὀρίνῃς αὐτὸν καὶ λόγοις εἰς οἶκτον. καὶ ἐν καιρῷ δὲ εὐθέτῳ, καθὰ καὶ προεγράφη, ἄγει πρὸς Ἀχιλλέα, ὅτε δηλαδὴ ὁ ἥρως ἀνειμένος τὴν γνώμην ῥᾷον ἂν δυσωπηθείη. «Νέον γάρ», φησίν, «ἀπέληγεν ἐδωδῆς» καὶ τὰ ἑξῆς. διὸ καὶ εἰς δάκρυον κινηθεὶς Ἀχιλλεὺς παντοῖος γίνεται, καὶ ποτὲ μὲν εἰς θρῆνον ἐρεθισθεὶς κλαίει τὸν πατέρα καὶ τὸν Πάτροκλον, ποτὲ δὲ παραμυθεῖται οἰκτιζόμενος τὸν γέροντα. καὶ ἐπαινεῖ δέ, ὡς φανήσεται. οὐκ ἐξίσταται μέντοι ἐν πᾶσι τούτοις <!-- 4.934 -->οὐδὲ τοῦ ἀληθῶς μὲν ἐμβριθοῦς ἡρωϊκοῦ, ὡς δέ τινές φασι, παλιμβόλου ἤθους, ἀλλʼ ὅτι μικρόν τι ὁ γέρων ἀπήρεσεν αὐτῷ, ἐν οἷς οὐκ ἐπείσθη καθεσθῆναι εἰς θρόνον, «ἀλλὰ τάχιστα λῦσον» εἶπε τὸν Ἕκτορα, ἄλλως δὲ «μή μʼ ἐς θρόνον κάθιζε», ταράσσεται εἰς θυμὸν πλείω τοῦ δέοντος, ὡς ῥηθήσεται ἐν οἰκείῳ τόπῳ. Σημείωσαι δὲ ὅτι, εἰ καὶ προεκθετικῶς τῷ γέροντι ἔδοξε καὶ ἀπὸ μητρός, ὡς εἰρήσεται, καὶ τέκνου ἱκετεύσειν τὸν Ἀχιλλέα, ὅμως οὐ γίνεται τοῦτο, τάχα μὲν καὶ διότι ἐξέκρουσεν ἡ λύπη τῆς τοῦ γέροντος ψυχῆς τὴν τοῦ διδασκάλου Ἑρμοῦ μέθοδον, μάλιστα δέ, ὡς τοῦ Ἀχιλλέως τῇ τοῦ πατρὸς καὶ μόνου μνήμῃ καταμαλαχθέντος εἰς ἔλεον ἔτι τὸν μὲν Πηλέα προὐβάλετο Πρίαμος εἰς δυσωπίαν ὡς ὅμοιόν τι πρὸς ἐκεῖνον ἔχων, καθὰ καὶ ἑξῆς δηλωθήσεται, τῇ Θέτιδι δὲ καὶ αὐτῷ οὐδέν τι κοινὸν θεᾷ οὔσῃ καὶ κακῶν ἀπαθεῖ, Νεοπτόλεμος δέ, ὁ τοῦ Ἀχιλλέως παῖς, οὐδʼ αὐτός πω δυστυχεῖ ὡς οὕτω πρὸς ὁμοιότητα συμβαλέσθαι τῷ γέροντι, αἰδεῖται δὲ ἴσως ὁ τηλικοῦτος γέρων καὶ καταβαλεῖν οὕτω τὴν ἀξίαν ἀγεννῶς διʼ ἐπιχύσεως οἰκτρῶν ἐπιχειρημάτων οἷά τι θαρρῶν καὶ τῇ τῶν δώρων μεγαλοπρεπείᾳ. Ὅρα δὲ ὅτι ἐνταῦθα μὲν τὸ «θυμὸν ὀρίνῃς» τὴν εἰς ἔλεον κίνησιν δηλοῖ, ἐν δὲ τοῖς ἑξῆς τὸ «μή μοι μᾶλλον θυμὸν ὀρίνῃς», καὶ τὸ «μὴ Ἀχιλῆϊ ὀρινθείη φίλον ἦτορ», τὸν εἰς χόλον ἐρεθισμὸν συνήθως δηλοῦσιν. Ὅρα δὲ καὶ τὸ «λάβε γούνατα» κατὰ αἰτιατικὴν σύνταξιν, ὅπερ ἀλλαχοῦ «λάβε γούνων» φησί, καὶ μετʼ ὀλίγα δὲ «χερσὶν Ἀχιλλῆος λάβε γούνατα». Ἰστέον δὲ ὅτι μέθοδος ἱκετείας τὸ «τύνη δʼ εἰσελθὼν λάβε γούνατα» τοῦ δεῖνος, «καί μιν ὑπὲρ πατρός» καὶ ἑξῆς, ὡς προσεχῶς ἀνωτέρω κεῖται. Τὸ δὲ «τύνη» Δωρικὸν καὶ Ὁμήρῳ ἔγνωσται, καὶ παρʼ <!-- 4.935 -->Ἡσιόδῳ ἔστι. γίνεται δὲ, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ἀπὸ τοῦ τύ, ἤγουν σύ, κατὰ πλεονασμὸν ὅμοιον τῷ ἐγώ ἐγώνη. Τὸ δὲ «ὑπὲρ πατρὸς καὶ μητρός» ὅμοιον ὡς εἰ καὶ «πρὸς μητρὸς ἔφη καὶ πατρός», ὡς καὶ ἐν τοῖς τοῦ Κωμικοῦ κεῖται. Ὅτι τὸ Ἰδαῖος «ἔμιμνεν ἐρύκων ἵππους» ἀντὶ τοῦ πεζεύσαντος Πριάμου κατεῖχεν ὥστε ἐφʼ ἑνὸς τόπου ἵστασθαι. Ὅτι ὁ γέρων ἰθὺς ἐλθὼν οἴκου ἔνθʼ Ἀχιλλεὺς ἵζεσκε Διῒ φίλος, εὗρέ μιν αὐτόν, «ἕταροι δʼ ἀπάνευθεν καθείατο», ἔθος δὴ τοῦτο Ῥωμαίοις ἔτι καὶ νῦν ἀρέσκον. δύο δὲ μόνοι περὶ αὐτὸν ἐπονοῦντο παρόντες, «ἥρως Αὐτομέδων καὶ Ἄλκιμος, ὄζος Ἄρηος», συγκοπεὶς ἐκ τοῦ Ἀλκιμέδων κατά τινας, οὓς δὴ τούτους δύο ἑταίρους, ὡς ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ἐρεῖ, μάλιστα ἑτάρων Ἀχιλλεὺς ἐτίμα μετὰ Πάτροκλόν γε θανόντα, οἳ καὶ τοῦ ζυγοῦ λύσουσιν ἐν τοῖς ἑξῆς τοὺς τοῦ γέροντος ἵππους ἡμιόνους τε, καὶ τὰ λύτρα ἐκ τῆς ἀπήνης λήψονται, ἀλλὰ ταῦτα μὲν ἐν τοῖς μετὰ ταῦτα. Νῦν δὲ λέγει καὶ τὸ «νέον δʼ ἀπέληγεν ἐδωδῆς», ὁ Ἀχιλλεὺς δηλαδή, «ἔσθων καὶ πίνων. ἔτι καὶ παρέκειτο τράπεζα. τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας», ὃν δηλαδὴ οὐ λαθεῖν ἔδει ἐλθόντα οὕτως οἰκτρῶς, μέγαν ἄλλως ὄντα καὶ οἷον χρῆναι προϊέναι περίκλυτον. «ἄγχι δʼ ἄρα στὰς χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας, δεινάς, ἀνδροφόνους, αἳ οἱ πολέας κτάνον υἷας», ὃ δὴ καὶ αὐτὸ οἰκτρόν, εἴπερ ἃς ἡδέως ἀποτέμοι ἄν, ταύτας φιλεῖ. Ὅρα δὲ τὸ τοῦ γέροντος δεξιὸν οὕτω μετρησαμένου τὸν καιρὸν εὐτυχῶς, ὡς εὑρεῖν ἔτι τὸν Ἀχιλλέα μετὰ δόρπον καθήμενον, μεθʼ ὃν δόρπον ὕπνωσεν ἂν πάντως κατὰ τοὺς φυλακτῆρας καὶ αὐτός. Τὸ δὲ «μιν αὐτόν» ἀντὶ τοῦ αὐτὸν ἐκεῖνον κατʼ ἐξοχὴν ἀμέσως καὶ οὐ διά τινος τῶν ἑταίρων, ὧν ἕκαστος κατὰ τὴν παροιμίαν τῇ πρὸς τὸν φίλον παραθέσει ἄλλος αὐτός ἐστιν. οὐ μὴν αὐτὸς αὐτός. λαμβάνεται δέ ποτε, ὡς καὶ προδεδήλωται, τὸ αὐτόν μιν καὶ ἀντὶ τοῦ ἑαυτόν. Τὸ δὲ «χεῖρας δεινὰς ἀνδροφόνους» λυτικόν ἐστιν ἀμφιβολίας τῆς ἐν τῷ «χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου». δοκεῖ γὰρ κρεῖττον εἶναι καὶ ἐκεῖ χεῖρας ἀνδροφόνους μὴ τὰς τοῦ Πατρόκλου, ἀλλὰ τὰς τοῦ Ἀχιλλέως μάλιστα νοεῖν. Τὸ δὲ «ἔτι παρέκειτο τράπεζα» ἑρμηνευτικόν ἐστι τοῦ «νέον ἀπέληγεν ἐδωδῆς». <!-- 4.936 -->Ἔνθα, ὥς φησιν Ἀθήναιος, ἀρέσκει τοῖς παλαιοῖς δηλαδὴ μὴ τιθέναι μετὰ τοῦ ἔσθων καὶ πίνων, ἀλλὰ συντάσσειν τοῖς ἐφεξῆς, ἵνα ᾖ «ἔτι καὶ παρέκειτο τράπεζα». εἰ δὲ καὶ ἐσίγησεν ὁ ποιητὴς ἐν τῷ «ἔσθων καὶ πίνων», τί δή ποτε ἤσθιεν ὁ Ἀχιλλεύς, ἀλλʼ ἔστι νοεῖν ἐκ τῶν ἑξῆς ὡς τοιαύτην, καθὰ εἰκός, εἶχε δαῖτα, ὁποία καὶ τῷ Πριάμῳ παρετέθη, τυχὸν δὲ καὶ δαψιλεστέρᾳ ἐχρῆτο. εἰ γὰρ καὶ ἁπλῆ παρασεσημείωται τοῖς παλαιοῖς ἡ παρʼ Ὁμήρῳ ἡρωϊκὴ δίαιτα— καὶ αὐτοὶ γὰρ οἱ τρυφεροὶ Φαίακες καὶ μνηστῆρες οἱ ὑβρισταὶ παρʼ Ὁμήρῳ κρεῶν ὡς ἐπὶ πολὺ βοείων καὶ αὐτῶν ὠπτημένων ἤσθιον, καὶ οὐδὲ ὀπώρα παράκειται οὐδʼ αὐτοῖς Φαίαξι καίπερ οὖσα πολλὴ καὶ ἥδιστα μνημονευομένη καί πως ἀθανατιζομένη, φασίν, ἐν τῷ «ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει—, ἀλλʼ ἐπεμελοῦντο καὶ τῶν ἄλλων ἡδέων, ὡς μυριαχοῦ φαίνεται, καὶ οὐ μόνον ἀκροδρύων, ἃ δενδρέων καλῶν ἐκφύονται, ἀλλὰ καὶ αὐτῆς λαχανείας, οἷς ὄρχοι κοσμητῶν ἦσαν πρασιῶν. οἱ δὲ περὶ Σικελίαν ἀγκίστροις ἰχθύας ἀνάγοντες ἐν τῷ πάντως οἴκοθεν ἔχειν ἄγκιστρα ἐκεῖ τε ἰχθυοφαγοῦσι καὶ τέχνην ἔχειν τὸ ἁλιεύειν δηλοῦσιν. οἱ δὲ παρʼ ἐκείνοις ὀρνιθοθῆραι καλῶς λέγονται μηδὲ τὸν ἀέρα ἐᾶν ἐλεύθερον διὰ τὸ ἐπιβουλεύειν καὶ αὐτοῖς ὄρνισι. Τὸ δέ γε “κρειῶν πίνακας παρέθηκε παντοίων” οὐ μόνον κρεῶν, φασί, δηλοῖ ἐξαλλαγήν, οἷον ὀρνιθείων, χοιρείων, ἐριφείων, βοείων, ἀλλὰ καὶ σκευασίαν αὐτῶν περιττήν, διʼ ἧς ἀνακύπτουσι τράπεζαι Σικελικαί, φασί, καὶ Συβαριτικαὶ καὶ Ἰταλικαί, ἤδη δὲ καὶ Χῖαι. μαρτυροῦνται γὰρ καὶ Χῖοι ὀψαρτυσίαν ἀσκεῖν οὐκ ἔλαττον τῶν εἰρημένων. οὐκοῦν οὐκ ἂν εἴη ἀπεικὸς καὶ τὸν ἐκ Θέτιδος ἥρωα, εἰ καὶ μὴ βορὸν καὶ παμφάγον, ἀλλʼ οὖν μηδὲ πάντῃ ἁπλοῦν εἶναι τὴν δίαιταν; Ὅτι παραβολικῶς ὑποδηλῶν ὁ ποιητής, ὅπως ὁ Ἀχιλλεὺς διετέθη ἐπὶ τοῖς κατὰ Πρίαμον, φησὶν “ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ φῶτα <!-- 4.937 -->κατακτείνας, ἄλλων ἐξίκετο δῆμον ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας, ὣς Ἀχιλλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα, θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο”, οἷα εἰκός, οὐ γὰρ ἦν ἄλλως γενέσθαι. σχῆμα δὲ τοῦτο θάμβους καὶ ἀπορίας, καὶ οἷον πύσμα σιωπηρόν, τί ἂν εἴη τὸ βλεπόμενον. σημειωτέον δὲ τὴν παραβολὴν πρὸς μόνον τὸ πολὺ τοῦ θάμβους γενομένην. ἄλλως γὰρ ἀντέστραπται πρὸς τὸ πρᾶγμα. οὐ γὰρ ὁ ἱκετεύων φονεὺς νῦν, ἀλλʼ ὁ ἱκετευόμενος. Ὅρα δὲ καὶ τὴν ἐν τῷ θάμβος καὶ θαμβεῖσθαι ἐπιμονὴν διὰ τὸ καίριον τῆς λέξεως. Ἄτην δὲ πυκινήν, ὅ ἐστι πυκνὴν καὶ πυκνοποιόν, λέγει, ὡς τῆς κατὰ τὴν ἡδονὴν θαλπωρῆς ἀνάπαλιν δηλαδὴ χαυνούσης καὶ ἀραιούσης καὶ διαχεούσης, ὅθεν καὶ διάχυσις καὶ χάρμα καὶ χαρὰ δὲ λέγεται. Ἡ δὲ πάτρη τὸ πρωτότυπόν ἐστι τοῦ πατρίς, παρωνύμου ἐκείνου ὄντος οὐχʼ ὑποκοριστικοῦ. Τὸ δὲ “ἐς ἀφνειοῦ” καλῶς καὶ αὐτὸ κεῖται, ὡς τῶν φονέων τοιούτοις μάλιστα προσιόντων οὐ διὰ τροφήν, ἀλλʼ ὡς ἂν βοηθοῖντο βλαπτόμενοι. Ὅτι τοιαύτη τις ἡ τοῦ Πριάμου πρὸς τὸν Ἀχιλλέα ἱκετεία. οἵα τε οὖσα πολὺν οἶκτον ἐνθέσθαι τῷ ἀκούοντι. τοιοῦτος γὰρ ὁ ταῦτα ποιῶν καλὸς Ὅμηρος, ὁ τὴν Μοῦσαν παντοῖος, παρʼ ᾧ καὶ πτοήσεταί τις που ἀκούων καὶ ἀναθαρρήσει δὲ ἀλλαχοῦ, καὶ γελάσει ἑτέρωθι, καὶ οἰκτίσεται ἐν ἄλλοις, καὶ ὅλως παντοδαπὸς γενήσεται. Εἰκότως οὖν ὁ ποιητὴς ἐφιλεῖτο τοῖς γε τὸ καλὸν εἰδόσιν. ἱστοροῦνται γοῦν φιλόμηροι μάλιστα μὲν ὁ μέγας Ἀλέξανδρος, ἤδη δὲ καὶ Κάσανδρος, ὁ καὶ αὐτὸς Μακεδόνων βασιλεύς, οὕτω φιλῶν Ὅμηρον ὡς διὰ στόματος, φασίν, ἔχειν τῶν ἐπῶν αὐτοῦ τὰ πολλά. ἦν δὲ τοιοῦτος καὶ ὁ Φαληρεὺς Δημήτριος, ὃς πρῶτος εἰς θέατρον παρήγαγε, φασί, ῥαψῳδοὺς τοὺς καὶ Ὁμηριστὰς καλουμένους, οἳ ἐμελῴδουν τὰ τοῦ Ὁμήρου, καθάπερ ἄλλοι τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου καὶ ἑτέρων. καὶ τοῦ μὲν τοιοῦτον. Ἡ δὲ τοῦ Πριάμου, ὡς εἴρηται, ἱκεσία ἦν τοιαύτη “μνῆσαι”, φησί, “πατρὸς σεῖο, θεοῖς ἐπιεικέλʼ Ἀχιλλεῦ, τηλίκου ὥσπερ ἐγὼν ὀλοῷ ἐπὶ γήραος οὐδῷ. καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες τείρουσʼ, οὐδέ τίς <!-- 4.938 -->ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων, χαίρει τʼ ἐν θυμῷ ἐπί τʼ ἔλπεται ἤματα πάντα ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα. αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι”. Εἶτα μετρῶν τοὺς τόκους φησὶ “πεντήκοντά μοι ἦσαν, ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν. ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν, ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, τὸν σὺ πρῴην κτείνας ἀμυνόμενον περὶ πάτρης, Ἕκτορα”. Ὑπὲρ οὗ ἱκετεύειν εἰπών, φέρειν δὲ καὶ ἄποινα, οὐχʼ ἁπλῶς ἀλλʼ ἀπερείσια, ὃ καὶ αὐτὸς ὁ ποιητὴς ἀποφαίνεται, ἐπάγει τὴν ἀξίωσιν “ἀλλʼ αἰδεῖο θεούς, Ἀχιλεῦ· αὐτόν τʼ ἐλέησον μνησάμενος σοῦ πατρός, ἐγὼ δʼ ἐλεεινότερός περ”. Ὃ καὶ κατασκευάζων φησὶν “ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρας ὀρέξαι”, ἤγουν ἐκτεῖναι, ἢ “χεῖρʼ ὀρέγεσθαι”. Καὶ σημείωσαι ὅπως νῦν καινότερον παρέφρασε τὸ “ὑπʼ ἀνθερεῶνος ἑλεῖν” διὰ τοῦ “ποτὶ στόμα χεῖρα ὀρέξαι”. Φασὶ οἱ παλαιοὶ ὅτι ἐν τῷ “τηλίκου ὥσπερ ἐγὼ ἐπὶ γήραος οὐδῷ” ψεύδεται ὁ Πρίαμος ἐπίτηδες. πρεσβύτερος γάρ, φασίν, ὁ Πηλεύς. εἴγε ὁπηνίκα τῷ Ἡρακλεῖ τέλειος αἰχμητὴς συνεστράτευσεν ἐκεῖνος εἰς Ἴλιον, τηνικαῦτα ὁ Πρίαμος ἀπεδόθη, τουτέστι διεπράθη, Τρωϊκὸς μὲν ὢν βασιλικὸς νέος παῖς, Ποδάρκης δὲ καλούμενος. ἴσως δέ, εἰ καὶ ψεύδεσθαι φαίνεται ὁ γέρων, ἀλλὰ τῇ φράσει ἐκφεύγει τὸ εἰκῇ κολακικόν. ἐπὶ γήραος γὰρ οὐδῷ εἶναί τινα διπλόην ἔχει. ὁ τε γὰρ ἔτι ὠμογέρων ἐπὶ γήραός ἐστιν οὐδῷ οἷα τρόπον τινὰ τὸ γῆρας ὑπεισερχόμενος ὁποῖος ἴσως εἴη ἂν ὁ Πρίαμος, καὶ ὁ ἤδη δὲ πέμπελος ἐν οὐδῷ γέγονε γήραος, ὡς ἤδη τὸν βίον ὑπεξιών, ὁποῖον εἶναι τὸν Πηλέα εἰκός. γήραος οὖν οὐδὸν εἰπὼν ὁ Πρίαμος, ἀφίησι νοεῖν τὸν συνετὸν ἀκροατὴν ἐπί τε αὐτοῦ καὶ ἐπὶ τοῦ Πηλέως τὸ εἰκός, οἷα τοῦ οὐδοῦ ὑποκειμένου καὶ εἰς εἴσοδον καὶ εἰς ἔξοδον. Ἔστι δὲ τὸ <!-- 4.939 -->“ὥσπερ ἐγώ” καὶ ἑξῆς, διασαφητικὸν τοῦ τηλίκου. ὁμοιότητα δέ φησιν ὁ Πρίαμος ἔχειν πρὸς τὸν Πηλέα, καὶ καθότι καὶ ἐκεῖνόν που, ἤγουν τυχόν, ἴσως, οὐ γὰρ ὁμολογούμενόν ἐστιν, οἱ περίοικοι τείρουσιν, ὥσπερ ἡμᾶς οἱ Ἀχαιοί, καὶ ὅτι οὐδʼ ἐκείνῳ ἐστίν, ὃς νῦν ἐκεῖσε παρὼν ἀμυνεῖται, ὥσπερ οὐδὲ ἐμοί, ᾧ μόνος ὁ Ἕκτωρ ἦν. Εἶτα μετὰ τὴν τοιαύτην κοινωνίαν ἐπάγει διαφοράν, ὅτι ἀλλʼ ὁ μὲν Πηλεὺς ἐλπίσι θάλπεται ὄψεσθαί σε νοστήσαντα, οὗ περίφρασις τὸ “ἀπὸ Τροίηθεν ἰόντα”, ἐμοὶ δὲ οὔτινα τῶν ἀρίστων υἱῶν λελεῖφθαί φημι, κἂν ἄλλοι τάχα τινὲς εἴπωσι περιεῖναί μοι. Ὅτι δὲ περιναιέται καὶ περιναέται οἱ περίοικοι λέγονται, πρόδηλόν ἐστιν. ὁ δὲ ποιητὴς ἐνταῦθα ἡρμήνευσεν αὐτούς, ἐπαγαγὼν διὰ συγγένειαν τῆς ἀμφι καὶ τῆς περι τὸ “ἀμφὶς ἐόντες”, ἐπειδὴ καὶ περιναέται καὶ περίοικοι οἱ πέριξ, ὅ ἐστιν ἀμφίς, οἰκοῦντες καὶ ναίοντες, γενικῶς δὲ εἰπεῖν, ἐόντες. Ὅρα δὲ καὶ ὅτι τὸ “πεντήκοντά μοι ἦσαν” ἀσαφῶς εἶπεν ἐπίτηδες, ὡς ἂν εἴη νοεῖν, εἰ βούλοιτό τις, υἱοὺς εἶναι τοὺς πεντήκοντα πρὸς ἐπίτασιν ἀθλιότητος. διὸ καὶ τὸ “υἷες Ἀχαιῶν” εὐθὺς ἔφη, ὡς ἂν τὸ “υἷες” δοκῇ μερίζεσθαι τῇ ἄγαν ἐγγύτητι καὶ πρὸς τὸ “πεντήκοντα”. ὅτι δὲ οὐχʼ οὕτως ἔχει τἀληθές, δηλοῖ ὁ ποιητής, ἔνθα καὶ θυγατέρων Πριάμου θαλάμους μετρεῖ. Καὶ μὴν ἄλλως οὐδέν τι προσίσταται καὶ υἱοὺς εἶναι τῷ Πριάμῳ πεντήκοντα, καὶ θυγατέρας δὲ κατʼ ἐπιθήκην τὰς προϊστορηθείσας. Χρήσιμον δὲ τῷ τοιούτῳ λόγῳ καὶ τὸ “τοὺς δʼ ἄλλους μοι ἔτικτον γυναῖκες”. εἰπὼν γὰρ “τοὺς δʼ ἄλλους” διαστολὴν αὐτῶν ἐποίησεν, οὐ πρὸς θηλείας, ἀλλὰ πρὸς ἄνδρας τοὺς ἐκ μιᾶς νηδύος, οἳ ἀλλήλοις μὲν ἦσαν ὁμογάστριοι, τοῖς δὲ ἄλλοις ἀμφιμήτριοι. Τὸ δὲ “ἔτικτον γυναῖκες”, αἱ παλλακαὶ δηλαδή, αἳ τοῖς παλαιοῖς εἰς πλῆθος ἦσαν, καὶ μάλιστα τοῖς βαρβάροις, οἳ ἐκ πλειόνων ἐπαιδοποιοῦντο. πρεσβύτερον δὲ τῶν Πριαμιδῶν τὸν Πολίτην εἶναί φασι. Τὸ δὲ “ὃς δέ μοι οἶος ἦν” ὡς περὶ ἀριστέως λέγει τοῦ Ἕκτορος, οἷα τὸν ἀντιζυγοῦντα μὴ ἔχοντος. ἄλλως γὰρ ὡς πρὸς τὰ πεντήκοντα τέκνα, ὅπερ ἡ παρὰ τῷ Εὐριπίδῃ Ἑκάβη λέγει κοινοποιουμένη αὐτὰ <!-- 4.940 -->τῷ ἀνδρί, οὐ μόνος ὁ Ἕκτωρ ἁπλῶς ἦν υἱός. Ἰστέον δὲ ὅτι, καθὰ καὶ προεγράφη, καὶ ἄλλως δὲ ἔγνωσται, ὥσπερ ὕστερον ἡ παρὰ Πέρσαις βασιλεία τοῦ πλήθους τῶν παλλακίδων, ὥς φησιν ὁ Δειπνοσοφιστὴς, ἠνείχετο, διότι τε ὡς δεσπότης ἦρχε, φησί, τῆς γαμετῆς ὁ βασιλεύς, καὶ διότι ἡ βασιλὶς ὑπὸ τῶν παλλακίδων ἐθρησκεύετο, οὕτω που καὶ ἐπὶ τῶν προτέρων ἐγίνετο. Πρίαμος γοῦν πολλαῖς, φασί, χρῆται γυναιξὶ καὶ ἡ Ἑκάβη οὐ δυσχεραίνει. παρὰ δὲ Ἕλλησιν οὐκ ἀνέχεται, φησίν, ἡ τοῦ Φοίνικος μήτηρ τὴν τοῦ Ἀμύντορος παλλακίδα. καὶ Μήδεια δέ, ἡ ἐκ βαρβάρων εἰς τὰ ἀμείνω καὶ Ἑλληνικὰ ἤδη ἐκδεδιῃτημένη, οὐ φέρει τὸν τῆς Κορινθίας Γλαύκης γάμον. καὶ Κλυταιμνήστρα δὲ διὰ Κασάνδραν τὸν ἄνδρα ἔκτεινεν, ᾧ κατὰ τὸν Θερσίτου λόγον ὡς πολυγυναίῳ πολλαὶ γυναῖκές εἰσιν ἐν κλισίῃ ἐξαίρετοι, εἰ καὶ μὴ πρὸς χρῆσιν, ὡς ὁ Ἀριστοτέλης ἔφη, ἀλλʼ, ὡς εἰκός, εἰς γέρας, ἐπεί, φησίν, οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ αὐτὸς μεθύειν παρεσκευάσατο. ἴσως οὖν, φασίν, ὁ Μενέλαος, ἵνα μὴ τὴν γαμετὴν Ἑλένην λυποίη τῇ φήμῃ, ἐφυλάττετο τὴν πρὸς ἄλλην κοινωνίαν, ὡς καὶ προδεδήλωται. ᾧ δὴ Ἀριστοτέλης ἐπέστησε θαυμάζων, εἰ πᾶσι δοὺς γυναῖκας Ὅμηρος οὐκ ἐποίησε καὶ Μενελάου παλλακίδα. καὶ ταῦτα μὲν περὶ πολυγυναίων. τὰ δὲ πρὸ τοῦ Κέκροπος ἀτεχνῶς θηριώδη καὶ ἀλόγιστα ἦσαν. ἀνέδην γάρ, φασί, τὸ πρότερον κοινογαμείων ὄντων, αὐτὸς πρῶτος Ἀθήνῃσι μίαν ἑνὶ ἔζευξε, διὸ καὶ διφυὴς ἐδοξάσθη, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, οὐκ εἰδότων τῶν προτέρων διὰ τὸ πλῆθος τὸν πατέρα, ὃ δὴ καὶ Διογένης ἔσκωψεν εἰς παῖδα πόρνης λίθους ἐν δήμῳ ῥίπτοντα εἰπών· ὅρα, νεανίσκε, μήποτε τὸν πατέρα τρώσῃς, ὃν δηλαδὴ οὐκ οἶδας. Τὸ δὲ “ἄστυ καὶ αὐτούς” ἢ τὴν πόλιν καὶ τοὺς πολίτας ἀπὸ κοινοῦ καὶ νῦν συνήθως λαμβανομένους ἐκ τοῦ ἄστεος, ἢ τὴν πόλιν καὶ τοὺς υἱούς μου. Τὸ δὲ “ἀμυνόμενον περὶ πάτρης” σεμνύνει τὸν Ἀχιλλέα, εἴπερ μὴ ἀγεννῶς φεύγοντα κτείνει, ἀλλʼ ἀνδρείως ἱστάμενον. Τὸ δὲ “θεοὺς αἰδέσθητι αὐτόν τʼ ἐλέησον” σαφέστερον ἡρμήνευται τῶν πρὸ ὀλίγου ῥηθέντων, ἔνθα αἰδοῦς καὶ ἐλέους ἐμέμνητο. Τὸ δὲ “αἰδεῖο θεούς”, ὅ ἐστιν αἰδέσθητι, ὡς εὐκτικὸν μὲν οὐκ εὐχερῶς ἂν <!-- 4.941 -->συμβιβασθείη. τὰ γὰρ εἰς μην περισπώμενα εὐκτικὰ οὐ τοιαύτῃ διφθόγγῳ παραλήγονται, ὡς δῆλον ἐκ τοῦ ποιοίμην ποιοῖο, χρυσοίμην χρυσοῖο, βοῴμην βοῷο, οἷς ἀναλόγως ὤφειλεν εἶναι καὶ αἰδοίμην αἰδοῖο, ἤγουν ἀλλὰ καὶ ἀπὸ τοῦ αἴδω βαρυτόνου ἐχρῆν αἰδοίμην αἴδοιο εἶναι, ὡς τυπτοίμην τύπτοιο. ἴσως οὖν ἐκ προστακτικοῦ τοῦ αἴδεο, οἷον “τάδε τʼ αἴδεο καί μʼ ἐλέησον” γέγονε τὸ αἰδεῖο ἐπενθέσει τοῦ ι, καὶ ἅμα καταβιβασμῷ τοῦ τόνου πρός τινα ἔμφασιν εὐκτικοῦ. ἄλλως γὰρ οὐκ ἦν ἀνάλογος οὐδὲ ἡ τοῦ “αἴδειο” προπαροξυτόνησις. Τὸ δὲ “μνησάμενος σοῦ πατρός” πρὸς ἀναφορὰν εἴρηται τοῦ δοκεῖν τὸν Πηλέα ἐλεεῖσθαι διὰ τοῦ ὁμοιοπαθοῦς Πριάμου. ὅτι δὲ καὶ ἐλεεινότερος οὗτος ἐκείνου, προκατεσκεύασε τῇ τε ὁμοιότητι τοῦ καὶ ἐκεῖνον τείρεσθαι ὑπὸ τῶν πέριξ, καὶ τῇ διαφορᾷ τοῦ ἐκεῖνον μὲν εὔελπιν εἶναι, τούτῳ δὲ μὴ περιλελεῖφθαι τὸν ἀμυνούμενον. ἐν οἷς ὅρα καὶ ὅτι τῷ πένθει νικώμενος ὁ γέρων οὐκ αἰδεῖται προφαίνων τὸ ἀληθές, ὡς ἐπιλελοίπασι τοῖς Τρωσὶν οἱ ἀριστεῖς. Τὸ δὲ “οὔπω” ἀποφαντικῶς ὁ ποιητὴς ἔφη διὰ τοῦ Πριάμου πρός τινα παράπηξιν καινότητος, ὡς μὴ ἱστορουμένου ἑτέρου τοιούτου συμβάματος. Ὅτι τοῖς λόγοις τοῦ Πριάμου οἶκτόν τε ὁ Ἀχιλλεὺς παθὼν καὶ ἐπὶ τῷ πατρὶ δὲ Πηλεῖ παθηνάμενος ἀπάγει μὲν ἐκ τοῦ στόματος τὴν χεῖρα τοῦ γέροντος, κινεῖται δὲ εἰς κλαυθμόν. Φησὶ γὰρ “τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο, ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα”. Καὶ ὅρα οἵα ἡ τοῦ γέροντος λαλιά, δυνηθεῖσα καὶ αἰδοῖον τῷ Ἀχιλλεῖ καὶ ἐλεεινὸν αὐτὸν θέσθαι, καὶ δάκρυον δὲ κινήσασα τῷ ἥρωϊ, φιλοῦντι οὕτω πάσχειν ἑτοίμως, ἐφʼ οἷς χρή, ὡς προδέδεικται. καλῶς δὲ κεῖται τὸ “ἀπώσατο ἦκα”. εἰ γὰρ δριμέως τοῦτο γέγονεν, ἐξέθανεν ἂν τῷ δέει ὁ γέρων. Ὅτι ἐν τῷ “τὼ δὲ μνησαμένω”, ἤγουν οἱ δὲ ἀναμνησθέντες, “ὃ μὲν Ἕκτορος ἔκλαιεν ἀδινά, αὐτὰρ Ἀχιλλεὺς ἔκλαιεν ἑὸν πατέρα, ἄλλοτε δὲ Πάτροκλον” καινῶς διὰ σαφήνειαν ἐσχημάτισεν ὁ ποιητής. ἠδύνατο γὰρ ἄλλως τὸ ὅλον στρυφνῶς οὕτω φράσαι· μνησαμένω ὁ μὲν Ἕκτορος, Ἀχιλλεὺς δὲ πατρός, ἔκλαιον, ὃ δὴ καιρία λέξις <!-- 4.942 -->ὂν δὶς ἐνταῦθα κεῖται. Οἰκτρὸς δὲ νῦν ὁ τοῦ γέροντος κλαυθμός, εἰ καὶ “ἀδινὰ κλαίει” καὶ “προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς”, ὅ ἐστι συστραφείς, καὶ τὸ μέγας εἶναι μεταβαλὼν οὕτω εἰς τὸ μικρὸς φαίνεσθαι καὶ οἷον δοκεῖν κεκρύφθαι. πρωτότυπον γὰρ τοῦ εἰλύειν καὶ ἐπειλύειν τὸ ἐλύειν, οὗ μετοχὴ ὁ ἐλυσθείς. Ὅτι ἐν τῷ “γόοιο τετάρπετο Ἀχιλλεὺς καί οἱ ἀπὸ πραπίδων”, ὅ ἐστι φρενῶν, “ἦλθεν ἵμερος ἠδʼ ἀπὸ γύιων” ταὐτόν ἐστι τῷ διὰ μιᾶς λέξεως εἰπεῖν τερφθῆναι, καὶ αὖ περιφραστικῶς, ἀπελθεῖν φρενῶν καὶ γύιων τὸν ἵμερον, τὸν τοῦ γόου δηλαδή. τοῦτο δὲ καὶ τὸ κορεσθῆναι γόου δηλοῖ τὸν ἥρωα. παρελκόντως δὲ κεῖται τὸ “ἠδʼ ἀπὸ γύιων”. ἤρκει γὰρ καὶ μόνον τὸ “ἠδʼ ἀπὸ φρενῶν”. πρόσκειται δὲ ὅμως ἐκ περισσοῦ καὶ αὐτὸ διὰ τὸ τοῖς πενθικῶς κυλιομένοις τάς τε χεῖρας τούς τε πόδας σφαδάζειν, ἕως ἂν κατάπονοι γένωνται καὶ οὕτως ἀπέλθοι ὅλων αὐτῶν ὁ ἵμερος τοῦ τε κλαυθμοῦ τοῦ τε σπασμοῦ. Ὅτι κορεσθεὶς γόου Ἀχιλλεὺς “αὐτίκʼ ἀπὸ θρόνου ὦρτο. γέροντα δὲ χειρὸς ἀνίστη, οἰκτείρων πολιόν τε κάρη πολιόν τε γένειον”. καὶ ἰδοὺ ὡς ἱκέτευσεν, ἐλεεῖται τῇ πρὸς τὸν Πηλέα ὁ γέρων Πρίαμος ἀναφορᾷ. οἷα δὲ καὶ ἐρεῖ ὁ Ἀχιλλεύς, εὐθὺς δηλωθήσεται. Σημείωσαι δὲ τὸ “οἰκτείρων πολιόν τε κάρη πολιόν τε γένειον”, διʼ οὗ δηλοῦται μὴ μόνον αἰδεσιμώτερον τὸ γῆρας νεότητος εἶναι, ἀλλὰ καὶ οἴκτου ἐπὶ πλέον ἄξιον. Ὅτι οἱ πρὸς Πρίαμον λόγοι τοῦ Πηλείδου τοιοῦτοι “ἆ δεῖλʼ, ἦ δή”, τουτέστιν ὦ δειλέ, ὄντως δή, “πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν. πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἷος ἀνδρὸς ἐς ὀφθαλμούς, ὅς τοι πολέας τε καὶ ἐσθλοὺς υἱοὺς ἐξενάριξα; σιδήρειον νύ τοι ἦτορ”. ἃ δὴ καὶ ἡ γραῦς Ἑκάβη πρὸ τούτων ἔφη πρὸς Πρίαμον κατʼ Ἀχιλλέως. ἐξ οὗ καὶ νῦν δηλοῖ Ὅμηρος δυνατὸν εἶναι τὰ αὐτὰ νοήματα εἰς διαφόρους ἔρχεσθαι αὐτοφυῶς. Δάκοι δὲ ἂν τὸν γέροντα, εἴπερ αὐτὸς μὲν παιδοφόνον, ὡς εἰκός, τὸν Ἀχιλλέα ἔφη διὰ τὸν τοῦ παιδὸς Ἕκτορος φόνον, ὁ δὲ ὡς οἷον εὐτελίζων ἐκεῖνον οὐ μόνον πολλοὺς ἀλλὰ καὶ ἐσθλοὺς Πριαμίδας ἐναρίξαι λέγει. Εἶτα παραμυθούμενος ὁ ἥρως τὸν γέροντά φησιν “ἀλλʼ ἄγε δὴ κατά ῥʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης <!-- 4.943 -->ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ· οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο. ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι ζώειν ἀχνυμένους· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσίν”. Ἐπὶ τούτοις δὲ φιλοτιμούμενος ὁ ποιητὴς τὸν αὐτῷ φιλούμενον Ἀχιλλέα καὶ λόγιον δεῖξαι οἷα καὶ ἀγαθοῖς διδασκάλοις φοιτήσαντα, τῷ τε Χείρωνι τῷ τε πατρὶ τῷ τε Φοίνικι, πλάττει αὐτὸν καὶ περὶ τῆς κατὰ Δία εἱμαρμένης λογοποιοῦντά τι καινότερον, ἢ αὐτὸν πλασάμενον εὐφυῶς, ἢ καὶ παραλαβόντα ἐκ διδασκαλικῆς παραδόσεως, καὶ λέγοντα οὕτω “δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει δώρων, οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἑάων”, ἤτοι ἀγαθῶν “ᾧ μὲν καμμίξας δῴη Ζεὺς τερπικέραυνος, ἄλλοτε μέν τε κακῷ ὅ γε, ἤγουν ὁ τοιοῦτος, «κύρεται, ἄλλοτε δʼ ἐσθλῷ· ᾧ δέ κε τῶν λυγρῶν δῴη, λωβητὸν ἔθηκε, καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος, οὔτε βροτοῖσι». Καὶ οὕτω καθόλου καὶ οἷον γνωμικῶς εἰπὼν ὁ Ἀχιλλεύς, εἶτα μερικεύει τὸν λόγον, κατάγων συνήθως εἰς τὸ ὑποκείμενον, πίστιν τεχνικῶς τῷ λόγῳ πορίζων τῷ περὶ τοῦ κράματος τῶν πίθων ἐκ τῶν, ὅ φασι, παρὰ πόδας, ἤγουν ἀπὸ τῆς κατὰ τὸν Πηλέα καὶ τὸν Πρίαμον ὁμοιότητος, καί φησιν «ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι, καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν». Καὶ στήσας ἐνταῦθα τὰ τοῦ Πηλέως ἐσθλά, ἐπάγει καὶ τὰ ἐκ τοῦ ἑτέρου πίθου λυγρά, εἰπὼν «ἀλλʼ ἐπὶ καὶ τῷ», ἤγουν καὶ ἐπʼ αὐτῷ, «θῆκε θεὸς κακόν, ὅττι οἱ οὔ τι παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων, ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα». Εἶτα ἐν ὀλιγίστῳ λαλῶν καὶ τὸ δοθὲν μίγμα τῷ Πριάμῳ ἐκ τῶν παρὰ τῷ Διῒ δύο πίθων, διʼ ὧν ἡ κατʼ ἀνθρώπους <!-- 4.944 -->εὐδαιμονία αἰνιγματωδῶς δηλοῦται, οὐ παντελῶς εἶναι κακῶν ἀμιγὲς λέγει «καὶ σέ, γέρον, τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι. ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων. τῶν», ἤγουν ἐφʼ ὧν ἢ ὧν πάντων πλέον, ἢ καὶ ἄλλως δίχα τοῦ ν «τῷ», ἀντὶ τοῦ διό, «σὲ γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι». καὶ ταῦτα μὲν καὶ τὰ τοῦ γέροντος ἐσθλά. Τὰ δὲ μὴ ἐσθλὰ φράζει οὕτως «αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγε θεός, αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε». Ἐφʼ οἷς περατῶν τὸν λόγον εἰς παραμυθίαν φησὶν ἀσυνδέτως «ἄνσχεο, μήδʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος», ὃ πολλαχοῦ κεῖται, «οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα». Καὶ ταῦτα μὲν ὁ καὶ ἀνδρεῖος καὶ λόγιος ἑταῖρος φίλος τοῦ ποιητοῦ. πολύχρηστον δὲ τὸ ῥηθὲν χωρίον, καὶ μάλιστα ἐν λόγοις παραμυθητικοῖς, ὡς ἔστιν ἀναλέγεσθαι τῷ βουλομένῳ. Ἐν δὲ τῷ «ἆ δειλέ» κλητικὸν συνήθως ἐπίρρημα τὸ ἆ, οὐ μόνον ποιητικώτερον τοῦ ὦ, ἀλλὰ καὶ θυμουμένοις καὶ ἐκπληττομένοις καὶ ἀπειλοῦσι σύνηθες, καθὰ καὶ προηρμήνευται. Τὸ δὲ θυμῷ οἷα καί τινι πίθῳ κατακεῖσθαι τὰ ἄλγη, ὅμοιόν ἐστι τῷ πέττεσθαι, ἢ καὶ οἷον κειμήλια εἶναι ἀνέκφορα. Ἀλλὰ τοῦτο μὲν ἐπὶ ἄλγους. ὅτε μέντοι χόλος θυμῷ κατάκειται πεφθείς, κότος τότε ἀποτελεῖται. Τὸ δὲ «οὐ γάρ τις πρῆξις πέλεται», ἤγουν πέλει, «γόοιο» ἀντὶ τοῦ οὐδέν τι πράσσει τις θρηνῶν, ἀλλὰ μᾶλλον πάσχει. διὸ καὶ ὑποκαταβάς φησιν «οὐ γάρ τι πρήξεις ἀκαχήμενος ἐπὶ τῷ υἱῷ, οὗ διασαφητικὸν εὐθὺς ἐπαχθὲν τὸ “οὐδέ μιν ἀνστήσεις”. Τὸ δὲ <!-- 4.945 -->“δειλοῖσι βροτοῖσι” παραμυθητικόν ἐστι τοῦ γέροντος, ὡς μὴ περιϋβρισμένου ἐν τῷ “ἆ δειλέ”, ἀλλὰ προσφωνηθέντος κατὰ κοινὸν ἐπίθετον. δειλοὶ γὰρ πάντες ἄνθρωποι, ὅ ἐστι δείλαιοι. τοῦ δὲ τοιούτου δειλοῦ σύνθεσιν ἔχει καὶ ἡ παρὰ τῷ Κωμικῷ δειλάκρα, ὅ ἐστιν ἄκρως δειλαία, παιχθεῖσα πρός τινα ὁμοιότητα τοῦ φαλάκρα. Πρὸς δὲ τὸ τοῖς βροτοῖς τοὺς θεοὺς ἐπικλώθειν τὸ ἄχνυσθαι, αὐτοὺς ἀκηδέας ὄντας, Ἐπίκουρος ἐναντιούμενός φησιν ὅτι τὸ ἀθάνατον καὶ ἄφθαρτον οὔτʼ αὐτὸ πράγματα ἔχει οὔτʼ ἄλλοις παρέχει. διὸ οὔτε ὀργαῖς οὔτε λύπαις συνέχεται. καὶ Πλάτων δὲ ἐν Πολιτείαις φησίν, ὡς ὁ θεὸς ἀγαθός, οὐδὲν δὲ ἀγαθὸν βλαβερόν, ὃ δὲ μὴ βλαβερόν, οὐδὲ βλάπτει. καὶ οἱ μὲν φιλόσοφοι ταῦτα. ὁ δὲ ποιητὴς ἀνθρωποπαθεῖς τοὺς θεοὺς εἰσάγων δίδωσιν, ὡς μυριαχοῦ δηλοῦται, χώραν πάθεσι περὶ αὐτούς, ὁπόσα καὶ ἄνθρωποι πάθοιεν ἄν. ἐν οἷς καὶ τὸ μὴ ἐθέλειν τοὺς ὑπερέχοντας ἶσα τοῖς ταπεινοτέροις φέρεσθαι, ἀλλὰ κολούειν αὐτούς, εἴτε ἀγαιομένους καί, ὡς ἂν Ἡρόδοτος εἴπῃ, φθονοῦντας, εἴτε καὶ ἑτέρως ὁπωσοῦν. Οὐκοῦν ἐπεὶ θεῖον τὸ μετὰ ῥᾳστώνης ἔμφρονος ζῆν, ὅ φησιν ἡ ποίησις “θεοὶ ῥεῖα ζώοντες”, οὐκ ἂν οὕτω βιῷεν καὶ οἱ θνητοί; ἀνθρώπῳ γὰρ ἀγαπητόν, εἰ μὴ ἀκράτου τοῦ τῶν κακῶν ἀπαντλεῖται αὐτῷ πίθου. ἔχει δʼ ἀναμεμιγμένα καὶ ἀγαθὰ τοῖς κακοῖς, κατὰ τὸ “ἀλλὰ σοὶ μὲν παρὰ καὶ κακῷ καλὸν ἔθηκε δαίμων”. διὸ καὶ ὁ ἐν Ὀδυσσείᾳ Δημόδοκος, τῇ Μούσῃ πεφιλημένος, οὕτω τὸν βίον κέκραται. φησὶ γὰρ “ὃν περὶ Μοῦσʼ ἐφίλησε”. καὶ τί <!-- 4.946 -->ἐστι τὸ ἐφίλησε περισσῶς; “ἐδίδου”, φησίν, “ἀγαθόν τε κακόν τε”. ποῖα ταῦτα; “ὀφθαλμῶν μὲν ἄμερσεν, ἐδίδου δὲ ἡδεῖαν ἀοιδήν”. καὶ οὕτω μὲν οἱ Ὁμηρικοὶ πίθοι, ὁ τῶν ἐσθλῶν καὶ ὁ τῶν κακῶν, κιρνῶσι τὴν ἐν ἀνθρώποις εὐδαιμονίαν, μίγμα οὖσαν καὶ συγκύρημα ἄλλοτε μὲν κακῶν, ἄλλοτε δὲ ἐσθλῶν. ὡς τό γε κατὰ μόνας ἐξ ἑνὸς πίθου δῶρον ἐκ μὲν τοῦ τῶν ἐσθλῶν πίθου ἀνθρώπῳ οὐκ ἄν, ἐκ δὲ τοῦ τῶν λυγρῶν γένοιτʼ ἄν. καὶ τοίνυν πανάθλιος ἐκεῖνος, πάσχων ὅσα ἐν στενῷ εἶπεν ὁ ποιητής. Εἰ δὲ ταῦθʼ οὕτω δοκεῖ περὶ τοῦ κατὰ βίον μίγματος τῶν τε ἐσθλῶν τῶν τε λυγρῶν, μάταιος ἄρα Θεόμανδρος ὁ Κυρηναῖος, ὅς, φασί, περιϊὼν ἐπηγγέλλετο διδάξειν τὴν διὰ βίου εὐτυχίαν. εἰ δὲ αὐτὸς μάταιος, οἷός τις ἄρα Πτολεμαῖος ὁ δεύτερος, Αἰγύπτου βασιλεύς, ὅς, φασίν, ἀγαθὸς τὰ ἄλλα ὤν, ὅμως οὕτως ὑπὸ τρυφῆς διεφθάρη, ὡς τὸν πάντα χρόνον ὑπολαβεῖν βιώσεσθαι, καὶ λέγειν ὡς μόνος εὕροι τὴν ἀθανασίαν. εἴη δʼ ἂν κατʼ αὐτὸν γελοῖος καὶ ἰατρὸς ἐκεῖνος, ὃς ὑγιεινὴν παραδιδοὺς δίαιταν ηὔχησε διʼ αὐτῆς ἀπαθανατίσαι, ἢ κατά τινας ἀπαθανατῶσαι, ἄνθρωπον. Ἡσίοδος μέντοι ἕνα πίθον κεραμεύων κατὰ ἄλλην ἔννοιαν κακῶν αὐτὸν γέμοντα ποιεῖ πάλαι ποτέ, ὃς ἀνοιγεὶς ἐσκέδασε κατὰ γῆν ἅπασαν τὰ κακά, οὐ δίκην σώματος ἐξαντλεῖσθαι πεφυκότος αὐτῷ ἐγκείμενα καὶ ἐξαντλούμενα, ὃ δὴ τοῖς Ὁμηρικοῖς ἐμφαίνεται, ἀλλʼ ἔμψυχα ὄντα ὡς οἷον δαιμόνια, καὶ ἐγκεκλεισμένα, καθά ποτε Ἄρης ἦν ἐν χαλκέῳ κεράμῳ, ὕστερον δὲ πτερυξάμενα καὶ τὸν πίθον κενώσαντα, ὅπερ οἱ Ὁμηρικοὶ πίθοι οὐκ ἂν πάθοιεν. τοῦ δὲ τοιούτου τῶν κακῶν πίθου εἴη ἂν καὶ ἡ Πιθοιγία, οὐχʼ ἑορτάσιμος κατὰ τὴν παρʼ Ἡσιόδῳ, ἐν ᾗ ἀρχομένου πίθου ἐχρῆν <!-- 4.947 -->κορέννυσθαι, ἀλλʼ εἰς τὸ πᾶν ἀποφράς. Ἰστέον δὲ ὅτι ἐν τῷ περὶ τῶν εἰρημένων δύο πίθων λόγῳ, ἔνθα οἱ πλείους εἱμαρμένην ὑπονοοῦσι καὶ τὰ ἐξ αὐτῆς δοκοῦντα συγκυρεῖν ἀνθρώποις, δύναταί τις καὶ ἄλλως Δία μὲν ἐκλαβέσθαι εἰς νοῦν, ὃς ἀμφοτεροδύναμός ἐστιν, ἀγαθά τε δυνάμενος καὶ κακά, ὃ καὶ ὁ τῶν πλαστίγγων λόγος αἰνίττεταί πως, ἃς ὁ Ζεὺς ἐν τοῖς πρὸ τούτων μετεχειρίζετο, ἵνα μὴ μόνον κατὰ τὴν παροιμίαν λέγηται ὡς πολύποδος κεφαλή, ἔνι μὲν καλόν, ἔνι δὲ καὶ ἐσθλόν, ἀλλὰ καὶ ὅτι νοῦς ἀνθρώπινος, ὁ κατὰ βίον καὶ πράξεις πολιτικάς, γέμει μὲν καλῶν φύσει, γέμει δʼ ἄλλως κακῶν, ὅτε μὴ τὰ ἐπαινετὰ βούλοιτο. εἰ δὴ αἱ τοιαῦται δυνάμεις ὡς εἰς πίθους δύο πλασθεῖεν γέμοντας τὸν μὲν ἀγαθῶν, τὸν δὲ μὴ τοιούτων, εὐοδοῦται τὸ νόημα εἰς τὸ εἶναι τὰ μὲν ἐξ ἀκράτου τοῦ τῶν ἀγαθῶν πίθου ἄκρας μακαριότητος, τὰ δʼ ἐκ μόνου τοῦ τῶν κακῶν ἀθλιότητος ψυχικῆς, τὰ δὲ ἐξ ἀμφοῖν καταστάσεως πολιτικῆς, μέσως ἐχούσης κατὰ τὸ ἐγχωροῦν ἀνθρώπῳ ἐν τῷ κεράννυσθαι οὕτω καὶ οὕτω κατά γε τὸ ἐν πράγμασιν ἐνδεχόμενον. καὶ τοῦτο μὲν τοιοῦτον. οἱ δὲ Ὁμηρικοὶ πίθοι πρὸς ὁμοιότητά τινα σφαιρώσεως ἐπλάσθησαν, ἥτις τὰ ἄνω σεμνύνει. ἔνθα καὶ αὐτοὶ κατακεῖσθαι λέγονται, Διὸς λόγῳ, ἤγουν εἱμαρμένης. ἦν δὲ καὶ ἄλλως σεμνότερον πίθοις ἐνταμιεύσασθαι τὰ ῥηθέντα θεῖα δῶρα ἤπερ εἰπεῖν κατὰ ἐδάφους κεχῦσθαι ἢ κιβωτίοις ἐγκεκλεῖσθαι εἴτε σιροῖς. εὐεπίφορος δὲ ὁ μῦθος εἰς πιθοπλαστίαν, ὃς καὶ χάλκεον κέραμον, ὅ ἐστι πίθον, εἰς δεσμὸν τεχνάζεται Ἄρεος καὶ Δαναΐδων πίθον ἐκτίθεται. τολμᾷ δὲ ἀσφαλῶς καὶ ἡ παροιμία φρενῶν πίθον εἰπεῖν ἐκ τοῦ <!-- 4.948 -->κατὰ τὸν Διογένην πίθου ἀπαντληθεῖσα, οὗπερ ἐνοικοῦντος πίθῳ διὰ τὸ κατὰ βίον ἀπέριττον ὁ μέν τις “ὦ πίθε, μεστὲ φρενῶν” εἶπεν, ἕτερος δέ τις, ἐκφαυλίζων τὸ ῥηθέν, ἔφη “θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον”. ὅτι δὲ πίθος αἰνίξεταί ποτε παροιμιακῶς καὶ ψυχήν, δηλοῖ ὁ γράψας ἔν τινι σκωπτικῷ λόγῳ τὸ “ταῦτά σοι γεῦμα τοῦ πλήρους πίθου”, ἤγουν βραχέα νοήματα, ἐξ ὧν πολλῶν ἐν τῇ ψυχῇ ἔχω. ἀνάπαλιν δέ ποτε καὶ ψυχὴν ὁ πίθος αἰνίττεται, καθὰ καὶ ὁ ἀσκός, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται. ἡ γοῦν Ἡσιόδειος πιθοιγία εἰς τοιοῦτόν τι κατὰ τοὺς παλαιοὺς ἐκλαμβάνεται, παραγγέλλουσα συμβολικῶς νέον μέν τινα ὄντα ἢ γηραιὸν ἀνίεσθαι ἀναγκαίως, ἀκμάζοντα δὲ μὴ οὕτως ἔχειν, ἀλλʼ ἐν σπουδῇ γινόμενον φείδεσθαι χρόνου τοῦ πολυτελεστάτου δαπανήματος. καὶ τοιόνδε μὲν καὶ τοῦτο. Ἡ δὲ Ὁμηρικὴ φράσις τὸ “οἱ δὲ πίθοι, κακῶν, ἕτερος δὲ ἀγαθῶν”, ἀμφίβολον ἔννοιαν ἀπετέλεσε, πίθους τρεῖς νοησάντων τινῶν, δύο μὲν κακῶν, ἕνα δὲ ἀγαθῶν. Πίνδαρος οὖν οὕτω νοεῖ ἔν τε ἄλλοις, καὶ ἐν οἷς λέγει “ἓν παρʼ ἐσλόν”, ὅ ἐστιν ἐσθλόν, “πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι”. λέγει δὲ ἐκεῖνος ἓν μὲν ἐσθλὸν τὸ ἐκ τοῦ ἑνὸς πίθου, σύνδυο δὲ τὰ ἐκ τῶν ἑτέρων δύο πίθων. καὶ μὴν τὸ “ἕτερος” οὐκ ἐπὶ τριῶν ἢ πλειόνων παρʼ Ὁμήρῳ κεῖται ἀλλʼ ἐπὶ μόνων δύο, καὶ μερίζον παριστᾷ τὸ ἕτερον αὐτῶν. ἔπταισται οὖν ἡ Ὁμηρικὴ φράσις ὡς ἀσαφής. καὶ θεραπεύεται ὡς σχῆμα ἐλλείψεως, ἵνα ᾖ· κακῶν ὁ εἷς, ἕτερος δὲ ἀγαθῶν. Περὶ δὲ τοῦ “ἐάων” δηλοῦται μὲν καὶ ἐν τῷ “θεοὶ δωτῆρες ἐάων”, ἤγουν ἀγαθοδόται. οὐ <!-- 4.949 -->περιττὸν δὲ καὶ νῦν εἰπεῖν, ὡς ἔοικε γένους οὐδετέρου ἡ λέξις εἶναι ὡς ἀπὸ τοῦ ἑόν, τὸ ἴδιον. ἰδιοποιεῖται γάρ τις τὸ ἀγαθόν. ἔχει δὲ πλεονασμὸν τοῦ α, οὐ συνήθη μέν, ὅμοιον δὲ τῷ “βλεφάρων ἀπὸ κυανεάων”, ὅπερ ἐν τῇ τοῦ Ἡσιόδου Ἀσπίδι κατʼ ἀρχὰς κεῖται. Τὸ δὲ “δώρων”, καὶ “δίδωσι”, καὶ “δῴη”, τὸ δὶς λεχθέν, καὶ τὸ “δόσαν”, σχῆμα ἐπιμονῆς ποιεῖ. Τὸ δὲ “κύρεται” δηλοῖ μὲν τὸ ἐντυγχάνει, ἐξ αὐτοῦ δὲ γίνεται καὶ τὸ συνέκυρσε καὶ ἡ συγκυρία. λέγεται δὲ καὶ περισπωμένως κυρεῖν, ἐξ οὗ τὸ ἐκύρησεν, ὡς τὸ “συντυχία κρείσσων ἐκύρησε”. Λωβητός δὲ καὶ νῦν ὁ ἐφύβριστος καὶ ἄτιμος, οὗ ἑρμηνεία τὸ “οὔτε θεοῖς τετιμένος οὔτε βροτοῖς”. Δῆλον δʼ ὅτι πολλοὶ τῶν ἀνθρώπων θεῷ τιμώμενοι, ὡς θεοφιλεῖς, ἀνθρώποις ἀπότροποί εἰσιν, ἄλλοι δʼ αὖ ἀνθρώποις προσεχόμενοι ἀποθύμιοι τῷ κρείττονι διεκπίπτουσι. Τὸ δὲ “ἔθηκε” κοινῶς ῥηθέν, κατωτέρω “θῆκεν” Ἰωνικῶς φησιν, οἷα πολλὴν ἔχων ἄδειαν ἐγχορεύειν, αἷς ἂν διαλέκτοις βούλοιτο. Βούβρωστις δὲ κυρίως μὲν κατὰ τὸ τῆς λέξεως ἔτυμον ὁ μέγας λιμός, ἡ μεγάλη πεῖνα, καὶ ὡς εἰπεῖν, βούπεινα, ἡ πολλὴ τῆς βρώσεως ἔφεσις. δηλοῖ καὶ ἁπλῶς τὴν μεγάλην ἀνίαν, ὑφʼ ἧς ἄσιτοι πολλοὶ γίνονται, ἢ τὴν σύντονον ὀδύνην κατὰ τοὺς παλαιούς, ὡς ἀναλωτικήν. ὑπὸ γὰρ λύπης ἑαυτοὺς ἐσθίομεν κατὰ τὸ “ὃν θυμὸν κατέδων”. εἰ δὲ καὶ ὁ βούλιμος καὶ τὸ βουλιμιᾶν παρέοικε τοῖς ῥηθεῖσι, δηλοῖ ὅμως ὁ Χαιρονεὺς σοφὸς τὴν αὐτοῦ πρὸς ταῦτα διαφορὰν ἐν τοῖς αὐτοῦ <!-- 4.950 -->Συμποσιακοῖς. οἱ δὲ βούβρωστίν φασι δαίμονα Ἰώνων, παρʼ ᾗ κατηρῶντο τοῖς πολεμίοις, ἧς ἱερόν, φασίν, ἐν Σμύρνῃ. Χθὼν δὲ δῖα, καθὰ καὶ θάλασσα, διὰ τὸ ἔντιμον. ἐκείνη δὲ καὶ παρὰ τὸ δέος κατὰ τοὺς παλαιούς, ὁμοίως τῷ “δῖα Χάρυβδις”. Τὸ δὲ τετιμένος» ἢ ἐκ τοῦ τετιμημένος συγκέκοπται, ἢ ἐκ τοῦ τίω, τὸ τιμῶ, κεκανόνισται. Τοῦτο δὲ ἀνομοίως πάντως ἔχει πρὸς τὸ τετιημένος, ἐκεῖνο γὰρ οὐκ εὔκλειαν ἀλλὰ τιμωρίαν δηλοῖ, ὡς πολλαχοῦ φαίνεται. Τὸ δὲ «θεοῖσι τετιμημένος» θεόσδοτα παρʼ ἀνθρώποις βούλεται εἶναι καὶ τὰ κατὰ βίον ἐπίσημα καλά, οἷον τὸ ἐκ γενετῆς ἐπὶ πάντας κεκοσμῆσθαι ὄλβῳ καὶ πλούτῳ, τὸ ἀνάσσειν, τὸ ἀγαθοῦ τυχεῖν, τὸ εὐτυχῆσαι εἰς πολλὰ τέκνα, ὑφʼ ὧν γηράσκων κομισθήσεται. Ὄλβος δὲ κατὰ μέν τινας ἡ εὐδαιμονία ἢ ἡ φρόνησις, ὅθεν κατωτέρω μὲν ὄλβιος Πρίαμος, ἄνολβος δὲ παρὰ Σοφοκλεῖ ὁ ἀπαίδευτος ἐν τῷ «ἄνολβον ἄνδρα ἐνουθέτει παρών». Ἴσως δὲ καὶ ταὐτὸν ὄλβος καὶ πλοῦτος. διὸ εἰπὼν ἀνωτέρω «ὄλβῳ τε πλούτῳ τε» ὑποκαταβὰς πλούτῳ τε καὶ υἱάσι φησίν, ὡς τῷ πλούτῳ διὰ τὸ ταὐτοδύναμον συννοουμένου καὶ τοῦ ὄλβου. ἕτεροι δὲ ὄλβον φασὶ τὴν τῶν ἀγρῶν κτῆσιν παρὰ τὰς ὀλάς, ὅ ἐστι κριθάς, ἵνα ᾖ ὄλβος, ὡς καὶ ἀλλαχοῦ που ἐγράφη, ὁ περὶ ὀλὰς βίος, τουτέστιν ἐκ μέρους, ὁ ἐκ γεωργίας. Τὸ δὲ «θεὰν ποίησαν ἄκοιτιν», ὅ ἐστιν ἔθεντο—οὐ γάρ ἐστιν ἑρμηνεῦσαι καιριώτερον—τὸ ἐξαίρετόν ἐστι τῆς τοῦ Πηλέως εὐδαιμονίας, καθὸ ὑπερέσχε Πριάμου. ἄλλως γὰρ μείζων Πηλέως ὁ Πρίαμος, εἴπερ ὁ μὲν Μυρμιδόνεσσιν ἀνάσσει, Πρίαμος δὲ εὐρυκρείων φαίνεται, ἀφʼ ὧν αὐτὸς εἶπεν ἐνταῦθα ὁ Ἀχιλλεύς, καὶ Πηλεῖ μὲν κακόν, ὅτι μὴ πολλοὺς ἔσχε παῖδας, Πριάμῳ δὲ τοσοῦτοι ἐγένοντο. εἰ δὲ καὶ ἡ Θέτις ἑπτὰ παῖδας <!-- 4.951 -->ἔτεκε τῷ Πηλεῖ, οὓς ἐσπόδησε κατὰ τὸν Λυκόφρονα φέψαλος, ἀλλʼ ἐκείνους οὐδὲ εἶδε τάχα που ἥλιος. εἰ δὲ καὶ κατὰ τὸν μῦθον ἀφῆκε τὸν Πηλέα ἡ Θέτις ἀχθομένη συνοικεῖν θνητῷ, ἢ κατὰ τὸν Κωμικόν, «ὅτιπερ οὐκ ἦν ἡδὺς ἐν τοῖς στρώμασι τὴν νύκτα παννυχίζειν», ἄλλο τοῦτο λυγρὸν τῷ Πηλεῖ. Ἰστέον δὲ ὅτι τὸ «θεὰν ποίησαν ἄκοιτιν», ὅ ἐστιν ἔθεντο, καθὰ εἴρηται, δηλοῖ μὴ φύσει δοθῆναι τοιαύτην γυναῖκα τῷ Πηλεῖ ὡς οἷα θείῳ, ἀλλὰ θέσει, ἤγουν θετήν, καὶ οἷον εἰπεῖν ποιητήν, ἤγουν εἰσποίητον. διὸ οὐδὲ παραμεμένηκεν αὐτῷ μέχρι γήρως, ἀλλʼ ἔπαθεν ὁ Πηλεὺς ἐπʼ αὐτῇ, ὅπερ ἡ προϊστορηθεῖσα Μάρπησσα ἔδεισεν ἐπὶ τῷ Ἀπόλλωνι, εὐλαβηθεῖσα ὃ δὴ καὶ γέγονε, μὴ γεγηρακυῖαν αὐτὴν ἐκεῖνος ἀφήσει μονάζειν ἀνδρός. ἀλλὰ τὸ μὲν οὕτω περὶ Θέτιδος εἰπεῖν μύθου παίγνιόν ἐστιν. ἄλλως δέ, θανοῦσα ἡ γυνὴ Θέτις πρὸ ὥρας, ἐσεμνώθη μὲν ἐπωνυμίᾳ Νηρηΐδος, καὶ θαλάσσῃ ἐνοικεῖν ἔλαχε θαλασσία νομισθεῖσα θεὰ κατὰ τὴν Ἰνὼ δήπουθεν. οὐκ ἀφαιρεῖται δὲ τὸν Πηλέα οὐδʼ οὕτω τοῦ λυγρὰ παθεῖν. Ἀχιλλεὺς μέντοι μόνης τῆς τῶν γονέων συνοικήσεως μνησθεὶς πρὸς ῥῆμα, τὰ λοιπὰ ἐνέφηνε δεξιῶς διὰ τοῦ μὴ ἐν τοῖς τοῦ Πηλέως μεγάροις παίδων γενέσθαι γονὴν κρειόντων, ἤγουν κοινῶς μὲν εἰπεῖν, βασιλευόντων, κατὰ δέ τινας, κρατούντων τῷ πλήθει, ὅ ἐστι πολλῶν. Ἀττικῆς δὲ φράσεως πάνυ συνήθους τὸ «γονὴ γένετο». Παναώριον δὲ ἢ τὸν πάντῃ ἄωρον λέγει παρὰ τὴν ὥραν, τὸν καιρόν, διὸ καὶ ἐδασύνετο παρά τισι κατὰ τὴν προπαραλήγουσαν, ἢ παρὰ τὴν ὤραν, τὴν φροντίδα, τὸν πάνυ πεφροντισμένον, ἢ ἀνάπαλιν ὡς ἐν ἤθει, τὸν πάνυ δίχα φροντίδος, ὅθεν τινὲς καὶ ἐψίλουν αὐτό. νοῆσαι γὰρ φιλαύτως τὸν πάντῃ ὡραῖον, ὃ δή τινες εἶπον, ὀκνήσοι τις ἄν. Τρισύνθετον δὲ ἰδοὺ ὄνομα καὶ ὁ παναώριος, καθὰ καὶ ὁ δυσάμμορος καὶ ὁ πανάποτμος καὶ ἡ δυσαριστοτόκεια, οἵοις οὐ πάντῃ Ὅμηρος ἐφάνη ἐμφιλοχωρῶν. Τὸ δὲ «γηράσκοντα κομίζω», ἐξ οὗ τὸ γηρωκομεῖν σύγκειται, φιλοπάτορα τὸν Ἀχιλλέα δηλοῖ, αἱρούμενον οὐχʼ ἑαυτῷ ζῆν, ἀλλʼ ἵνα ἐπιμελοῖτο πατρὸς <!-- 4.952 -->γέροντος, ὃ δηλοῖ καὶ ὁ ἐν Ὀδυσσείᾳ καθʼ Ἅιδου Ἀχιλλεύς, αἱρούμενος πτωχικῶς ἄνω γῆς εἶναι διὰ τὸν πατέρα ἢ πᾶσι νεκύεσσιν ἀνάσσειν. Τὸ δὲ «σὲ κήδων καὶ σὰ τέκνα» διττόν τινα ἔχει μυκτῆρα, ἕνα μέν, ὅτι σὺ μὲν ὁ γέρων ἔφης διστάζων ὡς τὸν Πηλέα τείρουσί που οἱ περίοικοι, ἐγὼ δέ σε κήδω κατὰ τὸ ὁμολογούμενον, ἕτερον δέ, ὅτι σὺ μὲν ἔφης πολλὰ τέκνα σχεῖν, τί δέ σοι τῶν πολλῶν ὄφελος, εἴπερ ὁ εἷς ἐγὼ κήδω καὶ σὲ καὶ αὐτά. ἐκ δὲ τοῦ τοιούτου κήδειν καὶ ἀκηδέες ἀνωτέρω εἴρηνται, οὓς οὐκ ἔστι κήδειν ἢ κήδεα ἔχειν. Ἐν δὲ τῷ μέγαν εἶναι τὸν Πρίαμον περὶ τόπον ὅσον Λέσβος ἐντὸς εἴργει καὶ Φρυγία καθʼ ὕπερθεν καὶ Ἑλλήσποντος περιορισμὸς κεῖται ἱστορικὸς τῆς Πριάμου ἀρχῆς, ἣν περιώριζεν ἐκ μεσημβρίας μὲν Λέσβος, Φρυγία δὲ ἐξ ἀνατολῆς, ἐκ δὲ ἄρκτων Ἑλλήσποντος. Ἰστέον δὲ ὅτι τὴν ὑπὸ τῷ Πριάμῳ χώραν κατὰ τὴν τοῦ Γεωγράφου ἐν τρισκαιδεκάτῳ αὐτοῦ βιβλίῳ παρατήρησιν εἰς ἐννέα δυναστείας διαιροῦσιν οἱ παλαιοί, ἐξ Ὁμήρου ὁρμώμενοι, ὧν δυναστειῶν ὁ Πρίαμος ἦρχε, φησίν, ὡς δηλοῖ τὸ «καὶ σὲ γέρον τὸ πρὶν ἀκούομεν» καὶ ἑξῆς ἕως τοῦ «καὶ Ἑλλήσποντος ἀπείρων». ὑπʼ αὐτῷ γάρ, φησίν, ἦν καὶ ἡ τοῦ Μύνητος πόλις ἡ Λυρνησσός, καὶ ἡ Ὑπόπλακος Θήβη. Τρωϊκὴ δὲ καὶ ἡ τῶν Λελέγων, ἧς, ὡς προϊστόρηται, ὁ Ἄλτης ἦρχε, Τρῶές τε καὶ οἱ ὑπὸ τῷ Αἰνείᾳ Δάρδανοι, καὶ οἱ ὑπὸ τῷ Πανδάρῳ δὲ Λύκιοι, καὶ οἱ μεταξὺ Αἰσήπου καὶ Ἀβύδου, καὶ οἱ Περκώσιοι, ὥστε κατὰ τὸν Γεωγράφον καὶ τοὺς κατʼ αὐτὸν ἀριδήλως εὐρυκρείων καὶ ὁ Πρίαμος φαίνεται. Μάκαρος δὲ ἕδος ἡ Λέσβος νῆσος, περὶ ἣν καὶ ἡ Μιτυλήνη, ὡς Μάκαρός τινος ἐκεῖ βασιλεύσαντος, καθὰ καὶ ἡ Λεύκοφρυς Τένου ἕδος, ὅθεν εἰς Τένεδον σύγκειται. Τὸ δὲ «καθύπερθεν» ἀντὶ τοῦ ἡ ἐξ ἀνατολῆς. ἔστι γὰρ καὶ ἄλλη Φρυγία ἡ ἀμπελόεσσα ἡ παρὰ Σαγγαρίῳ. Ἀλίαστον δὲ ὀδύρεσθαί ἐστι τὸ ἀεὶ καὶ ἀχωρίστως, ὡς μὴ ἔχειν λιασθῆναι, ὅ ἐστιν ἐκκλῖναι, τὸν ὀδυρμόν. Τὸ δὲ «οὐδέ μιν ἀνστήσεις» ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ἐπὶ Ἑκάβης ἄλλως <!-- 4.953 -->μεταχειρισάμενος οὕτω σχηματίζει τὸ νόημα, ὡς ἐποίει μὲν ὁ Ἀχιλλεὺς τάδε διὰ Πάτροκλον, «ἀνέστησε δέ μιν οὐδʼ ὥς». Σοφοκλῆς δὲ, τὸ τοῦ Ἀχιλλέως μιμούμενος, φησὶν «οὐδέ μιν ἐξ Ἀΐδου παγκοίνου λίμνης ἀναστήσεις». Τὸ δὲ «πρὶν καὶ κακὸν ἄλλο πάθῃς» ἀπειλήν τινα παραρριπτεῖ τῶν μενόντων πολλῶν κακῶν τὸν γέροντα, οἷς μὴ φθάσας ἐνδιατρῖψαι ὁ ποιητὴς γραφικῶς ὅμως ἄλλως προαναφωνεῖ αὐτά. Ὅτι ὁ παραιτούμενος ἀνάπαυσιν, ὅτε φίλος κακουχεῖται, εἴποι ἂν κατὰ Πρίαμον τὸ «μὴ μέ πω ἐς θρόνον ἷζε, διοτρεφές, ὄφρα κεν ὁ δεῖνα κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής». Ὁ δὲ ἐπί τινι παραχωρήσει δῶρα ξένῳ τινὶ εὐγνωμόνως διδοὺς ἐρεῖ ἂν ὁμοίως τὸ «σὺ δὲ δέξαι ἄποινα πολλά, τά τοι φέρομαι» ἢ φέρομεν, «σὺ δὲ τῶνδʼ ἀπόναιο καὶ ἔλθοις σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτος», ἢ «πρῶτον, ἔασας». Ἐνταῦθα δὲ ὅρα ὅτι τε τὸ «ἔασας» ἔλλειψιν ἔχει μυστικωτέραν, οὐκ ἔχει γὰρ αὐθωρὸν ἐντελῶς φράσαι, τί ἔασεν ὁ Ἀχιλλεύς, μὴ καὶ λυπήσῃ ἐκεῖνον ἴσως, εἰπὼν ὅτι με εἴασας λαλῆσαι ἢ ζῆν ἢ πελάσαι σοι, μήποτε ὁ ἥρως δόξας εἰς ἀγριότητα ὠνειδίσθαι βλάψῃ τὸν γέροντα, καὶ ὅτι ἀκηδῆ ἔφη οὐ τὸν ἀβλαβῆ, ὡς πρὸ βραχέων ἐφράσθη, ἀλλὰ τὸν ἀκήδεστον καὶ οὗπερ οὐδεὶς κήδεται— ὁμώνυμος γὰρ καὶ ἡ τοιαύτη λέξις—, καὶ ὅτι ἅπερ εἶπεν «ἀπερείσια ἄποινα», πολλὰ λέγει, ἑρμηνεύων ἐκείνην τὴν λέξιν, ὡς καὶ μετʼ ὀλίγα ἐν τῷ «πολλὰ δʼ ἔδωκας», καὶ ὅτι τὸ «φέρω» παθητικῶς φησι «φέρομαι», ὡς διφορουμένου καὶ τούτου τοῦ ῥήματος, καὶ ὅτι δὶς εἶπε τὸ «σὺ δέ» οὐκ αἰδεσθεὶς τὴν ἐν σχεδιασμῷ ταὐτολογίαν. Ἡ δὲ εὐχὴ τοῦ ἀπόνασθαι τῶν δώρων τὸν Ἀχιλλέα καθʼ ὁμοιότητα τοῦ Χρύσου πεποίηται, ὃς καὶ αὐτὸς δεόντως τοῖς πολεμίοις ηὔχετο, καὶ οὐ κολακεύει μόνον ἡ τοῦ Πριάμου εὐχή, ἀλλὰ καὶ δυσχέρειαν ἐμφαίνει πράγματος. ὡς γὰρ ἐκεῖ τὸ εὖ οἴκαδʼ ἱκέσθαι τοὺς Ἀχαιοὺς ὁ Χρύσης ηὔξατο, οἷα εἰδώς, ὡς εἰκός, ἃ μετὰ Τροίας ἅλωσιν πείσονται, οὕτω καὶ Πρίαμος, μαθὼν ἴσως μαντικῶς ὡς ὁ νεκροπέρνας Ἀχιλλεὺς ὕστερον πεσὼν οὐκ ἄλλως ἐκ τῶν πολεμίων λυθήσεται, ἀλλὰ «τὸν ἀντίποινον», καθά τις ἔφη, χρυσὸν «ἐκχέας ἶσον», εὔχεται τῶν ἄρτι δώρων <!-- 4.954 -->ἀπόνασθαι τὸν Ἀχιλλέα. Ὅτι δὲ θρόνος, οὗ καὶ ἐνταῦθα ὁ Πρίαμος μέμνηται, καὶ ἡ λοιπὴ δὲ ἅπασα κοινὴ χρῆσις ὁμωνυμίᾳ ὑπέπεσε, δηλοῖ ὁ Δειπνοσοφιστὴς ἱστορήσας ὡς καὶ εἶδός τι ἄρτου ὁ θρόνος. Ὅτι ἐν τῷ «τὸν δʼ ἂρ ὑπόδρα ἰδὼν προσέφη Ἀχιλλεύς· μηκέτι νῦν μʼ ἐρέθιζε, γέρον, νοέω δὲ καὶ αὐτὸς Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε μήτηρ» καὶ ὀξὺς ἐλέγχεται εἰς θυμὸν ὁ Ἀχιλλεὺς εἰς οὐδὲν δέον χολωθεὶς κατὰ Πριάμου, δριμὺ γὰρ φανερῶς εἶπεν ὁ γέρων οὐδέν, καὶ ἀληθὴς δὲ φαίνεται. οὐ γὰρ πρὸς χάριν κενήν, ὡς ἐλεῶν, ἀλλʼ ὡς Διόθεν κελευσθεὶς λύσειν φησὶ τὸν Ἕκτορα. τοῦτο δὲ καί τι βάρους ἔχει. παραλαλεῖ γὰρ ὡς, εἰ μὴ ἐδεδίει θεόν, οὐκ ἂν ἀπέλυσε τὸν τοῦ Πατρόκλου φονέα. καὶ ἄλλως δὲ παραμυθεῖται τὸν γέροντα, ὡς θεοφιλοῦς ὄντος καὶ τοῦ Ἕκτορος. παύει δὲ πάνυ δεξιῶς καὶ τὰ ἐφεξῆς τοῦ Πριάμου, οἷον μὴ καὶ πλεῖόν τι ῥητορεύσῃ, μὴ καὶ τραχυνθείη κατὰ τοῦ Ἀχιλλέως, μὴ καὶ κωκύσῃ ἐπὶ τῷ νεκρῷ, καὶ μακρολογήσῃ ἐπʼ ἐκείνῳ, καὶ ἅμα, ἵνα καὶ τρέσας τάχιον ἀναχωρήσῃ ἐς Τροίαν. Ἔστι δὲ ὡς μάλιστα τῷ Ἀχιλλεῖ ὁ θυμὸς διὰ τὴν τοῦ Πατρόκλου τε ἀνάμνησιν καὶ τὴν εὐθὺς ἐπʼ ἐκείνῳ λύπην, καὶ διὰ τοὺς ὑπὲρ τοῦ Ἕκτορος λόγους. Διὸ ὑποκαταβὰς καὶ διασαφῶν τὸ «μή μʼ ἐρέθιζε γέρον» φησὶ «μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς, μή σε, γέρον, οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω, καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς», ἤγουν ἀλιτρὸς καὶ ὡς οἷον ἀλιτήριος γένωμαι ἁμαρτὼν διὰ σὲ εἰς Διὸς ἱκεσίου ἐντολάς. δοκεῖ τοίνυν ὁ Ἀχιλλεὺς Ἡρακλέος τι ὄζειν, ὃς οὐ διὰ δάκρυον, ἀλλὰ διὰ γέλωτα ἱστόρηται ἀνελεῖν τινα, καὶ οὐδὲ τῷ διδασκάλῳ Λίνῳ, μεμψαμένῳ αὐτὸν ἐπὶ μουσικῷ κρούματι, ἀποτῖσαι ἀγαθὰ δίδακτρα. ἰδοὺ γὰρ καὶ ὁ ἥρως οὗτος εἰς οὐδὲν δέον παρὰ βραχὺ ἔρχεται τοῦ εἰς ἱκέτην <!-- 4.955 -->ἐφάμαρτος ἐκβῆναι. Εἶτα λέγει καὶ λόγον γνωριμότητος καὶ θεοφιλείας τὸ «καὶ δέ σε γινώσκω φρεσὶν οὐδέ με λήθεις, ὅττι θεός σε ἤγαγεν». Εἶτα φράζει ἀσφαλῆ φυλακὴν στρατοπέδου ἐν τῷ «οὐ γάρ κεν τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν, ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι». Τὸ δὲ ἑξῆς οἴκου φράζει ἀσφάλειαν, τὸ «οὐδέ κʼ ὀχῆας ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων». ἰστέον δὲ ὅτι παρὰ τῷ ποιητῇ τριχῶς λέγονται οἱ τοῦ φυλάσσειν. φυλακτῆρές τε γάρ, ὡς πρὸ ὀλίγων, καὶ φύλακες κοινῶς, καὶ ποιητικῶς φύλακοι, οὓς Ἀρίσταρχος λέγεται οὐ βαρυτόνως φυλάκους προφέρειν, ἀλλʼ ὀξυτόνως, καὶ κανόνα παράγειν, ὡς τὰ εἰς κος ὑπὲρ δύο συλλαβάς, παραληγόμενα τῷ α, ἐπιθετικὰ ὄντα, ὀξύνονται· μαλακός, παρδακός, φαρμακός, ἀνακός· ὅθεν καὶ τὸ «ἀνακοῖν Διοσκούροιν». καὶ οὕτω μὲν κατὰ Ἀρίσταρχον. ἄλλως δὲ τὸ βαρυτονεῖσθαι τὴν λέξιν πιθανὸν ἐκ τοῦ φύλαξ φύλακος, ἐξ οὗ ὁ φύλακος, ἀναδραμούσης εἰς εὐθεῖαν τῆς γενικῆς. Ὅρα δὲ καὶ τό· οὐ μετοχλίσει τοὺς ὀχέας τῶν θυρῶν, ἀντὶ τοῦ οὐ μετακινήσει. ἀπὸ γὰρ τοιαύτης στερήσεως καὶ τοῦ ὀχλίζειν ῥήματος γίνεται μοχλός, ὁ μὴ ὀχλιζόμενος, ἤγουν οὐ μετακινούμενος, ἐκθλιβέντος τοῦ η. Ἰστέον δὲ καὶ ὡς ἀγρίου ἤθους παρῳδηθὲν τὸ «μή μοι μᾶλλον ἐν ἄλγεσι θυμόν», ὡς εἴρηται, «ὀρίνῃς, μὴ τόδε τι ποιήσας θεοῦ ἀλίτωμαι ἐφετμάς». Ὅρα δὲ καὶ ὅπως αἰδοῖος ὁ ἱκέτης διὰ τὸν ἱκέσιον Δία, εἰς ὃν ὁ ἁμαρτὼν εἰς θεοῦ ἐφετμὰς ἤλιτε. Τὸ δὲ «οὐδʼ αὐτὸν ἐάσω» εἴρηται πρὸς τὸ «ἐπεί με πρῶτος ἔασας». οἱονεὶ γὰρ λέγει ὡς, εἰ καὶ εἴασά σε, ζῆν δηλαδή, ὡς προείρηται, ἀλλʼ οὐκ ἔτι ἐάσω. Τὸ δὲ «οὐδʼ αὐτόν» ὡς πρὸς τὸν Ἕκτορα τείνεται. οὐ γὰρ μόνον οὐ δώσω ἐκεῖνον, ἀλλʼ οὐδὲ σὲ αὐτὸν ἐάσω. εὐφήμως δὲ τὸ «ἐάσω» εἶπε, χεῖρόν τι, ὡς εἰκός, εἰπεῖν βουλόμενος, ὅπερ ἐστὶ τὸ κτεῖναι τὸν γέροντα, ὡς ἑξῆς ῥηθήσεται. καὶ Ἑρμῆς δὲ προϊὼν τῇ λέξει ταύτῃ χρᾶται ὡς καιρίᾳ ἐν τῷ «ἐπεί <!-- 4.956 -->σʼ εἴασεν Ἀχιλλεύς». Σημείωσαι δὲ ὅτι Ἀριστοτέλης, ὥς φασιν οἱ παλαιοί, ἀνώμαλον εἶναι τὸ τοῦ Ἀχιλλέως ἦθος συνάγει, ὃς τὰ πρῶτα μειλιχίοις δεξιωσάμενος τὸν ἱκέτην Πρίαμον, εἶτα λεοντωθεὶς οἷον, ὡς δηλοῖ τὸ «λέων ὣς ἆλτο θύραζε»—διὸ καὶ νῦν «ἔδδεισεν ὁ γέρων καὶ ἐπείθετο μύθῳ»—ἀγριοῦται καὶ ἀπειλεῖται τὰ προρρηθέντα. καὶ δοκεῖ μὲν ἐπίτηδες οὕτω ποιεῖν, ὡς ἂν ἐκπλήξῃ τὸν γέροντα καὶ ἀποστήσῃ τοῦ οἴκτου. τὸ δʼ ἔστιν οὐ τοιοῦτον. Καὶ προϊὼν γὰρ ὁ ποιητὴς ὑπολαλεῖ δέος εἶναι, μήποτε Πρίαμος μὲν «ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς», ὅ ἐστιν ἐντολάς, ἀπὸ τοῦ ἐφίημι, τὸ ἐντέλλομαι, ὡς τὸ «οὔ σοι ἐφιεμένῃ ἀπιθήσω», ὃ δὴ Πρίαμος ἔφη τῇ Ἑκάβῃ. ὅλως γὰρ ταράσσεται ὁ Ἀχιλλεὺς ἐνταῦθα ὡς μάλιστα, εἰ καὶ μόνον ἀκούσοι Ἕκτορος ὄνομα. Ὃ δὴ καὶ Φίλιππος λέγεται πάσχειν μετὰ τὴν ἐν μάχῃ πήρωσιν θατέρου τοῖν ὀφθαλμοῖν, εἴ που ὀφθαλμοῦ ὄνομα λαλοῖτο. Διὸ οὐδʼ ἐμφανίζει αὐτῷ τὸν υἱόν, μὴ καὶ ὁ ἐπὶ τῷ νεκρῷ οἶκτος τοῦ πατρὸς ἀναζωπυρήσῃ χόλον τῷ Ἀχιλλεῖ, ἅμα δὲ ἠοῖ φαινομένῃ ὄψεσθαι αὐτὸν λέγει. συνάγεται δὲ τὸ τοῦ Ἀχιλλέως ἄστατον καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ καὶ ἐν ταῖς Λιταῖς. ἡ δὲ τοῦ λέοντος παραβολὴ ἐστένωται, ὅτι μὴ ἔχει ἐνέργειαν λέοντος εὑρεῖν τοιούτῳ πράγματι πρέπουσαν, ἀλλὰ μόνην τὴν τοῦ Ἀχιλλέως ὁρμὴν εἰκάζει ἁπλῶς κινήσει λέοντος ἀπρακτοῦντος, οὗ καθʼ ὁμοιότητα ὁ Ἀχιλλεὺς καὶ ἐν οἷς οἰκτίζεται, φρικτὸς φαίνεται. Ὅτι πεπαιδευμένως ἅμα καὶ βιωτικῶς ἐπιμελόμενοι τῶν τοῦ Πριάμου οἱ ἀμφὶ τὸν Πηλέα, ἤγουν ἥρως Αὐτομέδων καὶ Ἄλκιμος, οἱ προρρηθέντες, «ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε», καὶ τὸν κήρυκα Ἰδαῖον εἰσαγαγόντες ἐπὶ δίφρου ἐκάθισαν ἐϋξέστου. Ἰστέον δὲ ὅτι τῷ μετὰ τοῦ Πριάμου κήρυκι κύριον μὲν ὄνομα τὸ Ἰδαῖος, ἐκ Τρωϊκοῦ ὄρους τῆς Ἴδης ληφθέν, ἐπίθετα δὲ τό τε καλήτωρ, οἷον «ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος», ὡς ἐκ τοῦ καλῶ καλήσω, ἐξ οὗ καὶ κύριόν που ἦν τὸ Καλήσιος, καὶ τὸ ἀστυβοώτης παρὰ τὸ κατὰ τὸ ἄστυ βοᾶν, ὥσπερ καὶ ἀπὸ τοῦ ἠπύειν, ὃ δηλοῖ τὸ φωνεῖν, ἠπύτα κῆρύξ που ὁ φωνητικός. ἐνδείκνυται δὲ κἀνταῦθα ὁ ποιητὴς εὐπορεῖν ὀνομάτων τοῖς κήρυξιν, εἰ βούλοιτο. Ὅτι πυκάσαι κυρίως μὲν τὸ πυκνῶσαι, ἄλλως δὲ καὶ τὸ σκεπάσαι, ὅ ἐστι <!-- 4.957 -->καλύψαι. Φησὶ γοῦν δύο φάρεα καὶ ἐΰνητον, ὅ ἐστιν εὔνητον, εὔκλωστον, χιτῶνα καταλιπεῖν ἔξω τοὺς Ἀχιλλέως ἑτάρους, κελεύσει ἐκείνου δηλαδὴ κατὰ τὸ σιωπώμενον, «ὄφρα νέκυν πυκάσας δῴη τῷ Πριάμῳ οἶκόνδε φέρεσθαι». Λούουσι δὲ καὶ δμῳαὶ τὸν Ἕκτορα, οὐ λόγῳ κηδεμονίας, ἀλλʼ ἵνα μή, ὡς ἐρρέθη, ὁ γέρων, ἰδὼν καὶ χολωθείς, ὀρίνῃ τὸ τοῦ Ἀχιλλέως ἦτορ καὶ πάθοι τι κακόν. Ἐνταῦθα δὲ κεῖται κυριολεκτικῶς καὶ ἐκκαλέσαι τὸ ἔξω καλέσαι. φησὶ γὰρ «δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι, νόμῳ δηλαδὴ τῶν ἐν ζωῇ λουομένων». Λιβάνιος δὲ τὸ τοιοῦτον ἐκκαλέσαι παθητικῶς εἶπεν ἐν τῷ «καὶ τῶν πτερῶν ἐξεκαλεῖτο», ἤγουν ἔξω τῆς σαρκὸς ἔρριπεν, ὁ κολοιὸς δηλονότι, «ὁπόσα οἱ ὥραν οὐκ ἔφερεν». ἄλλως δὲ κοινότερον ἐκκαλεῖσθαι τί ἐστιν, οἴδασιν οἱ περὶ τὰς δίκας. ἐκεῖνο δὲ καὶ ἀσυνθέτως καλεῖσθαι λέγεται, οἷον· καλοῦμαι τὸν δεῖνα, ἤγουν ἐκκαλοῦμαι εἰς ἕτερον. Ὅτι ἐπεὶ τὸν τοῦ Ἕκτορος νεκρὸν Ἀχιλλέως κελεύσαντος δμῳαὶ λοῦσαν καί, ὡς ἐρρέθη, «χρῖσαν ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα, αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας», ἀνατλὰς τοῦτό γε κατά τινα τρόπον ὁσίας διὰ τὰ ἐπὶ τῷ νεκρῷ δῶρα. Καὶ ὅρα οἷόν τι χρῆμα ἡ δωροληψία, πραΰνουσα καὶ τοὺς ἐχθίστους. ἴσως δὲ καὶ διὰ τὸ ἀνεμέσητον καὶ δέει τῶν καταχθονίων οὕτω καθυπουργεῖ Ἀχιλλεύς, ἀφοσιούμενος οἷον δούλευμά τι τῷ νεκρῷ. ἄλλως γὰρ οἱ ἑταῖροι ἐκείνου τὸ πλεῖον ἔδρασαν. Φησὶ γὰρ «σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην». πέφρασται δὲ ἐϋξέστη ἀπήνη ὡς ἡ ἀσβέστη φλόξ. Ὅρα δὲ τὸ «αὐτὸς Ἀχιλλεύς», ὃ δηλοῖ καινόν τι δοκεῖν, εἰ τὸν νεκρὸν τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς τημελεῖ. Τὸ δὲ <!-- 4.958 -->«λεχέων ἐπέθηκεν», ἤγουν ἐπάνω ἔθετο, οἱ μεθʼ Ὅμηρον ἄλλως ἂν συντάξαιεν, ἤγουν «λεχέεσιν ἐπέθεντο». Ὅτι θρηνῶδες τὸ «ᾤμωξέν τʼ ἂρ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον». Καὶ σημείωσαι ὅτι ὀνομαίνειν μὲν τὸ πρὸς ὄνομα καλεῖν. Ἐπάγει οὖν «μή μοι Πάτροκλε» καὶ ἑξῆς. Τὸ δὲ ἐξονομάζειν ἑτεροῖόν ἐστιν, ὡς πολλαχοῦ πέφανται. Ὅτι ὁ παραιτούμενος νέμεσιν, ἐφʼ οἷς οἰκτίζεται νεκρὸν ἐχθροῦ φίλου τεθνεῶτος, ἐρεῖ ἂν κατὰ τὸν Ἀχιλλέα μικρὸν παρῳδήσας «μή μοι, ὦ δεῖνα, σκυδμαινέμεν, αἴ κε πύθηαι εἰν Ἄϊδός περ ἐών», ὅτι ἐσπεισάμην τῷ δεῖνι. Εἰ δὲ καὶ δῶρα ἔλαβεν, ἁρμόττει καὶ τὸ ἑξῆς «ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα, σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικε». Καὶ ὅρα ὅτι, ἅπερ εἶπεν ἀπερείσια καὶ πολλά, νῦν «οὐχὶ ἀεικέα», δηλονότι δὲ ἐοικότα, φησίν, ἅπαξ μὲν φθάσας μετρῆσαι τὰ δῶρα, ταῦτα δὲ ὡς πρὸς εἰδότας ἀορίστως δηλῶν. καινὸν δὲ οὐδέν, εἰ καὶ τῷ φιλτάτῳ Πατρόκλῳ τῶν δώρων Ἀχιλλεὺς ἀποδάσεται, ὁ καὶ τῷ ἐχθίστῳ Ἕκτορι παραχωρήσας τινῶν χάριν τιμῆς, ὡς προείρηται. Τὸ δὲ «ἀποδάσομαι» τὸν ἀπόδασμον παράγει, ὥσπερ τὸν δασμὸν τὸ δάσασθαι. Ὅτι μετὰ τὴν τοῦ Ἕκτορος ἐπιμέλειαν Πρίαμον μὲν ἐς θρόνον ἵζει Ἀχιλλεύς, τὸν κήρυκα δὲ ἐπὶ δίφρου ἤδη ἐκάθισαν οἱ τοῦ Ἀχιλλέως ἑταῖροι, αὐτὸς δὲ «ἕζετο ἐν κλισμῷ πολυδαιδάλῳ, ἔνθεν ἀνέστη, τοίχου τοῦ ἑτέρου», ἤγουν ἀντικρὺ κατὰ τὸν ἕτερον τοῖχον. Καὶ ὅρα ταὐτότητα, ὡς ἐν πολυωνυμίᾳ, θρόνου, δίφρου, καὶ κλισμοῦ. ἐξαίρετον δὲ τῷ τοῦ Ἀχιλλέως θρόνῳ τὸ κατὰ γλυφὴν ἢ γραφὴν πολυδαίδαλον. ὅτι δὲ καὶ θρόνος λέγεται ὁ κλισμός, αὐτὸς ὁ ποιητὴς ἐνταῦθα δηλοῖ. πρὸ ὀλίγων μὲν γὰρ ἔφη ὡς ἀπὸ θρόνου ὦρτο Ἀχιλλεύς, ἐνταῦθα δέ, ὅτι «ἕζετο ἐν κλισμῷ, ἔνθεν ἀνέστη». Ὅτι κἀνταῦθα τὸ ἄγειν ἐπὶ νεκροῦ τοῦ Ἕκτορος ἐν τῷ «ὄψεαι αὐτὸς ἄγων», ἐρεῖ δὲ καὶ προϊὼν «Ἴλιον εἰσαγαγών», καὶ «ἡμίονοι νέκυν ἄγον», καὶ «ξύμβληντο νεκρὸν ἄγοντι», καὶ «ἐπὴν ἀγάγοιμι δόμονδε», καὶ «εἰσάγαγον κλυτὰ δώματα». φθάσας δὲ τὴν λέξιν καὶ ἐπὶ ζῶντος εἶπεν ἐν τῷ «ἐς δʼ ἄγαγον κήρυκα». ἔστι δὲ τοῦτο μὲν δηλοῦν εἴσοδον τοῦ κήρυκος, ἐκεῖνα δὲ φορὰν τοῦ νεκροῦ. Ἰστέον δὲ ὅτι ἐπιδεικνύμενος Ἀχιλλεὺς κἀνταῦθα πολυπειρίαν ῥητορικήν, ἣν, ὡς εἰκός, ἀπώνατο καὶ Φοίνικος, ὃς αὐτῷ οὐ μόνον <!-- 4.959 -->ἔργων πρηκτὴρ ἕπεται ἀλλὰ καὶ μύθου ῥητήρ, ὥς που δεδήλωται, φθάσας μὲν φιλοσοφώτερον τὸν γέροντα τοῦ πενθεῖν ἀνεκτήσατο, ἐνταῦθα δὲ, ὀτρύνων αὐτὸν φαγεῖν, ἐξ ἱστορίας πειρᾶται πείθειν ὡς ἐν λόγῳ καὶ τοῦτο παραμυθητικῷ, ἐπεξεργαζόμενος τὸ ἱστορικὸν σιωπῶντι τῷ γέροντι, ὡς ἢ ἀγνοοῦντι τυχόν, ἢ καί, ὡς εἰκός, ὑποκρινομένῳ τὴν ἄγνοιαν πρὸς χάριν Ἀχιλλέως καὶ μείλιγμα. Ἔστι δὲ ὃ λέγει τοιοῦτον «υἱὸς μὲν δή τοι λέλυται, γέρον, ὡς ἐκέλευες, κεῖται δʼ ἐν λεχέεσσʼ, ἅμα δʼ ἠοῖ φαινομένῃφι ὄψεαι αὐτὸς ἄγων», ὡς ἐρρέθη, «νῦν δὲ μνησώμεθα δόρπου. καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου, τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο, ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώωντες. τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο, χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα, οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ· φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς· τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσαν. οἳ μὲν ἂρ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων. τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ οὐρανίωνες. ἣ δʼ ἄρα σίτου μνήσατο, ἐπεὶ κάμε δακρυχέουσα». μέχρι τούτου ἡ ἱστορία. Εἶτα ἐπιπλέκει καὶ μῦθον, λέγων, ὅτι «νῦν δέ που ἐν πέτρῃσιν, ἐν οὔρεσιν οἰοπόλοισιν», ὃ καὶ ἀλλαχοῦ κεῖται, «ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο, ἔνθα, λίθος περ ἐοῦσα, θεῶν ἐκ κήδεα πέσσει». Εἶτα ἐπάγει τὴν ἀξίωσιν μετὰ καὶ ἐπαίνου «ἀλλʼ ἄγε δὴ καὶ νῶϊ», τουτέστιν ἡμεῖς, «μεδώμεθα, δῖε γεραιέ, σίτου, ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται», εἴγε δηλαδὴ διʼ αὐτὸν καὶ οὕτω κατετόλμησας καὶ τοσαῦτα λύτρα δέδωκας, καὶ ὧδε παρʼ ἡμῖν τοῖς ἐχθίστοις πενθεῖς. Ὅρα δὲ ὅτι οὐδʼ ἐνταῦθα κλαίειν ἀφίησιν ἄρτι τὸν Πρίαμον ὁ Ἀχιλλεὺς διὰ τὰ προειρημένα, καὶ ὅτι τὴν μυθικήν, εἴτε ἀφέλειαν εἴτε γλυκύτητα καλοῖς, ὁ ποιητὴς ἐκόσμησε σχήμασιν, ἤγουν παρίσοις, τρισὶ μὲν κατὰ πτῶσιν δοτικήν· πέτρῃσιν, οὔρεσιν, οἰοπόλοισιν, δυσὶ δὲ κατὰ γενικήν· θεάων, νυμφάων, ἔτι δὲ καὶ ἐπαναφορᾷ τῇ κατὰ πρόθεσιν· ἐν πέτραις, ἐν Σιπύλῳ. Ἰστέον δὲ ὅτι τὴν Νιόβην οἱ μὲν Ταντάλου, οἱ δὲ Πέλοπος κατάγουσι, καὶ γυναῖκα δέ τινες μὲν Ζήθου φασίν, οἱ δὲ Ἀμφίονος, ἕτεροι δὲ Ἀλαλκομενέως. καὶ ἡ συμφορὰ δὲ αὐτῆς κατὰ μέν τινας ἐν Λυδίᾳ, κατὰ δέ τινας ἐν Θήβαις γενέσθαι λέγεται. Σοφοκλῆς δὲ τοὺς μὲν παῖδας αὐτῇ ἐν Θήβαις <!-- 4.960 -->ἀπολέσθαι φησίν, αὐτὴν δὲ εἰς Λυδίαν ἐλθεῖν. ὁ δὲ τῶν παίδων αὐτῇ ἀριθμὸς Ὁμήρῳ μὲν κατὰ ἑξάδα μετρεῖται θυγατέρων καὶ ἑξάδα υἱῶν, προτεθεισῶν ἐν τῷ μέτρῳ τῶν θηλειῶν, ἢ ἁπλοϊκῶς, ὡς Ὁμήρῳ ἔδοξεν, ἢ καὶ συνδιατιθεμένης τῆς ποιήσεως, ἐπεὶ προσπαθέστερον ἡ μήτηρ εἶχεν αὐταῖς. Εὐριπίδης δὲ θυγατέρας ἑπτὰ Νιόβης ἱστορεῖ. τῶν δὲ ἔτι νεωτέρων οἱ μὲν δεκατέσσαρας τοὺς παῖδας εἶπον, οἱ δὲ εἴκοσι. δοκεῖ δὲ ὁ τῶν παίδων τῆς Νιόβης θάνατος ἐξ αἰτίας λοιμώδους γενέσθαι, ἢ καὶ ἄλλως ἀπὸ αἰφνιδίου πάθους τινός, ὅθεν Ἀπόλλωνι καὶ Ἀρτέμιδι ἀνάπτεται, οἳ τοῦ τοιούτου θανάτου εἰσὶν αἴτιοι, τόξοις λεγόμενοι βάλλειν τοὺς οὕτω θνῄσκοντας. φησὶν οὖν καὶ Ἱπποκράτης ἐν τῷ Περὶ ὀξέων, ὅτι τοὺς ὑπὸ ὀρθοπνοίης καὶ κυνάγχης ἀπολλυμένους ᾤοντο βλητοὺς εἶναι, διὰ τὸ αἴφνης δηλαδὴ καὶ μετʼ ὀδύνης τελευτᾶν. Τροπικῶς δὲ ὥσπερ Ἀπόλλωνος τόξα, οὕτω καὶ Ἀρτέμιδος αἱ λοιμώδεις βολαί. δίδωσι δὲ ἡ τροπὴ καὶ τῷ Ἔρωτι τόξον. ἡ δʼ αὐτὴ καὶ τὸν εἰς μέθην οἶνον τόξα καλεῖ κωμικώτερον ἐν τῷ «ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες». Ἐνταῦθα δὲ παρασημειοῦνται οἱ παλαιοὶ κεῖσθαι διηγηματικὴν ἀναστροφήν. εἰπὼν γάρ, φασί, δώδεκα παῖδας ἐν μεγάροις ὀλωλέναι τῇ Νιόβῃ, τότε δὴ ἐπάγει τὸ φύσει πρῶτον, ἤγουν τὴν προηγησαμένην τοῦ ὀλέθρου αἰτίαν, τὸ ὅτι ἰσάσκετο τῇ Λητοῖ. παρασημαίνονται δὲ οἱ αὐτοὶ καὶ ὅτι οὐχʼ ἧττον τὸ τῆς Νιόβης πάθος τοῦ κατὰ τὸν Πρίαμον. εἰ γὰρ καὶ πλείους αὐτῷ παῖδες ὤλοντο, ἀλλὰ Νιόβη μὲν πάντων ἅμα ἐστέρητο, καὶ ἄθρουν αὐτῇ τὸ κακόν, ὁ δὲ οὐχʼ οὕτως. Ὅρα δὲ ὅτι τε τὸ «Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο», καὶ τὸ «Ἄρτεμις ἰοχέαιρα» ἥνωταί πως κατὰ νοῦν, ἐκ βιοῦ γὰρ ἰοὶ χέονται, καὶ ὅτι πάνυ συντόμως ἡρμήνευσε, κατὰ τί παρεξισοῦτο τῇ <!-- 4.961 -->Λητοῖ ἡ Νιόβη, λέγων «ἔφη δύο τεκεῖν, ἣ δὲ γείνατο πολλούς». τοῦτο δὲ καινότερον ἐσχημάτισται. ἀντὶ γὰρ τοῦ εἰπεῖν «ἔφη τὴν Λητὼ μὲν δύο τεκεῖν, αὐτὴν δὲ πολλούς», ἤλλαξε τὸ σχῆμα. Τὸ δὲ «οἳ δὲ καὶ δύο ὄντες πάντας ἀπώλεσαν» ὅμοιόν ἐστι τοῖς κατὰ τὸν Ἀχιλλέα. καὶ αὐτὸς γὰρ εἷς ὢν τῇ Θέτιδι τοὺς τῷ Πριάμῳ πολλοὺς ἀνῄρει, καθὰ καὶ τοὺς τῆς Νιόβης Ἀπόλλων καὶ Ἄρτεμις. Τὸ δὲ «ἐννῆμαρ» οὐ τῇ ἱστορίᾳ μόνον ἀλλὰ καὶ τῇ Ὁμηρικῇ προσλογιστέον γνώμῃ. φιληδεῖ γὰρ τῷ τοιούτῳ ἀριθμῷ Ὅμηρος. Παραμυθεῖται δὲ τὸν Πρίαμον καὶ τὸ ἐν πολλαῖς ἡμέραις ἄταφον τῶν τῆς Νιόβης παίδων, οἷς ὁμοίως καὶ ὁ Ἕκτωρ οὕτω κεῖται. ταῦτα δὲ καὶ τὸν Πρίαμον πλαγίως ὑποσεμνύνει ὡς ἰσασκόμενον θεοῖς, καὶ τὸν Ἕκτορα δέ, ὡς τοιούτου πατρὸς υἱόν, ἔτι δὲ καὶ τὸν Ἀχιλλέα ὡς ἀνδρισάμενον αὐτὸν ἕνα κατὰ Ἀπόλλωνα καὶ Ἄρτεμιν. ἀπολογίαν δὲ αὐτὰ ἔχει καὶ ὑπὲρ τοῦ ἀτημέλητον ἐπὶ τοσοῦτον κεῖσθαι τὸν Ἕκτορα. εἰ γὰρ ἐπὶ τῆς Νιόβης οὐδεὶς ἦν θάψαι τοὺς ἐκείνης νεκρούς, ἔνθα πολὺ τὸ ὁμόφυλον, πῶς ἂν ἐν ἐχθροῖς κηδεμονίας ὁ πολέμιος Ἕκτωρ ἔτυχεν, ὃν ἔδει καὶ κυσὶ καὶ οἰωνοῖς παραβληθῆναι. Ἐν δὲ τῷ «ἔκειντο ἐν φόνῳ», φόνον φασὶ τὸν τόπον, ἐν ᾧ οἱ φονευθέντες ἔκειντο. Τὸ δὲ «λαοὺς ἐποίησεν» ὁ Ζεύς, ἀντὶ τοῦ λιθίνους τὰς ψυχὰς ἐκείνους ἀπέδειξε καὶ σκληροὺς καὶ ἀσυμπαθεῖς. ἄτεγκτοι γάρ, φασίν, ἦσαν τῇ Νιόβῃ, ὀργιζόμενοι αὐτῇ, ἐπεὶ διὰ τὴν αὐτῆς ἀσέβειαν μικροῦ δεῖν πάντες ἂν ἀπώλοντο λοιμῷ. ἔχει δέ τι καὶ ἀστεῖον ὁ λόγος, εἴπερ ὁ μῦθος μὲν λαοὺς ἐκ λάων, ὅ ἐστι λίθων, ποιεῖ, ὡς ἀλλαχοῦ εἴρηται, ἐνταῦθα δὲ οἱ λαοὶ λίθοι γίνονται. νοητέον δὲ ἐντεῦθεν κατὰ θεραπείαν μυθικὴν ὅτι, καθάπερ νῦν οἱ λαοὶ λίθοι ὡς ἀντὶ τοῦ τέγγεσθαι εἰς ἔλεον σκληρυνθέντες εἰς τὸ μὴ ἐλεεῖν, οὕτως ἀνάπαλιν οἱ λίθοι ἐκεῖ λαοὶ ἐποιήθησαν, ὡς ἐξ ἀγριότητος καὶ τοῦ σκληροὶ οὕτως εἶναι μαλθακισθέντες εἰς τὸ ἥμερον. Τὸ δὲ «θάψαν θεοί» τὸ ὑπὸ μειζόνων τινῶν ἀγαθῶν ἀνδρῶν ταφῆναι τοὺς νεκροὺς ἐκείνους δηλοῖ. ὁ μὲν γὰρ λαὸς ἐσκληρύνετο, προὔχοντες δέ τινες, οὓς εἰς γένος θεῖον οἱ παλαιοὶ ἀνῆγον, ἔθαψαν <!-- 4.962 -->ἐκνικήσαντες. Τὸ δὲ «σίτου μνήσατο» δὶς εἶπε, μὴ θελήσας ἀλλάξαι τὴν λεκτικήν. Τὸ δὲ Σίπυλον πόλις ἢ ὄρος Φρύγιον, ὅπερ οἴονταί τινες εἶναι τὸν νῦν λεγόμενον Κουζινᾶν. περὶ τοῦτο τὸ ὄρος Ἀχελῷος εἶναί τις δοκεῖ ποταμός, οὗ, φασίν, ὁ ποιητὴς ἐνταῦθα μέμνηται, εἰπὼν νύμφας τινάς, «αἳ ἀμφʼ Ἀχελῶον ἐρρώσαντο», τουτέστιν ἐρρωμένως ἐκινήθησαν, ὅ ἐστι κινοῦνται. ὅπερ ἀντίθετόν ἐστι πρὸς τὸ «θεάων ἔμμεναι εὐνάς», ὅπερ ἐκ τοῦ «ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς» παραπέφρασται. εὐνάζονται μὲν γὰρ αἱ νύμφαι αὗται κατὰ τὴν ἐν Σιπύλῳ διατριβήν, ῥώονται δὲ κατὰ τὸν Ἀχελῷον. καινὸν δὲ οὐδὲν ὁμωνυμεῖν τὸν Ἀχελῷον τοῦτον τῷ Αἰτωλικῷ. καὶ γάρ τοι καὶ περὶ Θετταλίαν Ἀχελῷος ποταμὸς ἱστόρηται. εἰ μὴ ἄρα τις, ὡς καὶ προεγράφη, Ἀχελῷον ἁπλῶς τὸ ὕδωρ καὶ ἐνταῦθα νοεῖν βούλεται, ὡς εἶναι τῷ λόγῳ τούτῳ τὰς Νηΐδας ἁπάσας νύμφας Ἀχελωΐδας. τινὲς δὲ τὸν ἐνταῦθα εἰρημένον Ἀχελώϊον Ἀχελήϊον γράφουσι, λέγοντες ποταμὸν εἶναι ἀπὸ Σιπύλου εἰς τὴν τῶν Σμυρναίων ῥέοντα γῆν. τὸν δὲ Ἀχελῷον ἀπὸ τοῦ ἄχη λύειν ἐτυμολογοῦσί τινες. Ἰστέον δὲ ὅτι τριῶν τούτων κειμένων ἐν τοῖς ῥηθεῖσι, τοῦ «ἐν πέτρῃσι», τοῦ «ἐν οὔρεσι», τοῦ «ἐν Σιπύλῳ», τὸ μὲν «ἐν οὔρεσι» διασαφητικόν ἐστι τοῦ «ἐν πέτρῃσι», τὸ δὲ «ἐν Σιπύλῳ» ἀμφοῖν ἐκείνοιν ἐστὶν ἐφερμηνευτικόν, καταβεβηκὸς ἐξ ἀορίστου πληθυντικοῦ εἰς ὡρισμένον ἑνικόν. Ἡ δὲ τῆς Νιόβης <!-- 4.963 -->ὕστερον ἀπολίθωσις καὶ τὸ ἐκεῖθεν δάκρυον δοκεῖ ἐνταῦθα ὑπαινιχθῆναί πως τῷ ποιητῇ πρὸς ἀλήθειαν διὰ τοῦ «λαοὺς δὲ λίθους ποίησε Κρονίων». ὡς γὰρ ἐκείνους ἐρρέθη ἀπολιθωθῆναι διὰ τὸ πρὸς τοὺς κειμένους ἄτεγκτον καὶ ἀνεπίστροφον καὶ ἀπαθές, οὕτως ἂν κατʼ ἄλλον λόγον ἀπολιθωθῆναι καὶ ἡ Νιόβη νοηθείη ὡς εἰς ἀφωνίαν ἢ καὶ παντελῆ ἀναισθησίαν καὶ ἠλιθιότητα μεταπεσοῦσα τῇ τοῦ πένθους ὑπερβολῇ, δάκρυον δὲ ὅμως ἐκπέμπουσα τῇ συνοχῇ τῆς ψυχῆς ἐν τῷ τοὺς παῖδας φαντάζεσθαι. Φέρεται δὲ χρῆσις, ὡς καὶ ὁ Κωμικὸς Φιλήμων λέγει, ὅτι «λίθον μὲν τὴν Νιόβην, μὰ τοὺς θεούς, οὐδέποτʼ ἐπείσθην οὐδὲ νῦν πεισθήσομαι ὡς τοῦτʼ ἐγένετο καὶ κήδεα πέσσει, ἀλλʼ ὑπὸ τῶν κακῶν τῶν συμπεσόντων καὶ τοῦ συμβάντος πάθους οὐδὲ λαλῆσαι δυναμένη πρὸς οὐδένα προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος». καὶ τοῦτο μὲν οὕτως. Ὁ δὲ Λυδός φησιν ὅτι ἐρασθείς τις αὐτῆς μὴ πειθομένης τὸν οἶκον ἐνέπρησεν, ἡ δὲ φεύγουσα ηὔξατο λιθωθῆναι καὶ ἐλιθώθη. Παλαιφάτῳ δὲ δοκεῖ ἄγαλμα Νιόβης ἑστάναι ὕλης στερεᾶς, ὃ τῇ κάτωθεν ἕως καὶ εἰς ὀφθαλμοὺς συντρήσει διά τινων ἀνωγέων ὕδωρ ἀναθλῖβον κατά τινα μηχανὴν διηθεῖ αὐτὸ διὰ τῶν ἐν τοῖς ὀφθαλμοῖς πυκνῶν πόρων εἴτʼ οὖν τρημάτων, ὡς δοκεῖν ἐκεῖθεν καταρρέειν δάκρυον. Ἕτεροι δὲ ἄκρον τι πετρῶδες περὶ τὸ Σίπυλον εἶναί φασιν, ὅπερ ἄκρον φαντασίαν τε γυναικὸς πέμπειν τοῖς πόρρω καὶ ὕδωρ καταλείβειν, καὶ οὕτω μῦθον διαδοθῆναι, τὴν Νιόβην εἰς ἐκεῖνον τὸν λίθον μεταβεβλῆσθαι, καὶ καταστάζειν ἔτι δάκρυον, πενθοῦσαν ἐπὶ τῷ τῶν παίδων ὀλέθρῳ. καὶ τοιοῦτον μέν, φασί, τὸ ἀκρωτήριον τοῖς ἕκαθεν βλέπουσιν. εἰ δέ τις πελάσοι, ἐσκέδασται ἡ φαντασία, καὶ ὁρᾶται τὸ ἀκριβές, πέτρα δηλαδή, ἀφʼ ἧς ὕδωρ ἐκπιδῦον κάτω φέρεται. οὕτω θεραπεύει τὸν μῦθον τῶν τις παλαιῶν Ἐποποιῶν, εὖ μὲν ποιῶν, καθόσον τὸ τοῦ μύθου νοσοῦν θεραπεύει, οὐ μὴν εὐστοχῶν τοῦ τῇ ποιήσει <!-- 4.964 -->πρέποντος σκοποῦ. ποιητοῦ γὰρ ἴδιον ἀπαραμυθήτους παραρριπεῖν μύθους, καὶ ἄλλοις μὲν ἀφιέναι ὑπονοεῖν ἀλληγορίαν, αὐτὸν δὲ τὸ φαινόμενον λέγειν, καὶ τοῦ ὡς ἐν μύθῳ πιθανοῦ μόνου γίνεσθαι, μὴ ἐξαφανίζειν δὲ διʼ ἀλληγορίας αὐτόν, πλὴν εἴ που λέξεις τινὰς παραρρίψει, λαβὰς διδοὺς εἰς ἀλληγορίαν, ὃ καὶ Ὅμηρος ποιεῖ, ὃς κἀνταῦθα τὴν τοιαύτην θεραπείαν τοῦ κατὰ τὴν ἀπολίθωσιν μύθου ἐνέφηνεν ἐν τῷ μνησθῆναι Σιπύλου καὶ πετρῶν ὀρεινῶν καὶ Νηΐδων νυμφῶν. τοιαῦται γὰρ αἱ ἀμφʼ Ἀχελῷον, ὡς εἴρηται. ὅτι δὲ τοῖς τῶν ὀρέων ἄκροις φαντασίαι ζῴων ἐμφαίνονται, δηλοῦσι καὶ παῖδες ζωγράφων, χειρογραφοῦντες μιμητικῶς τὴν ἀλήθειαν. γράψαντες γὰρ ὄρος ἐμφαντάζουσι τεχνικῶς διὰ τῶν χρωμάτων τοῖς ἄκροις λεόντων ἤ τινων ἑτέρων ζῴων μορφάς. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. εἰκὸς δὲ καὶ μετὰ τὸν ὄλεθρον τῶν παίδων ταχὺ τὴν Νιόβην θανοῦσαν καὶ κατορυγεῖσαν, εἶτα στεγανωθεῖσαν λίθοις τὸ πᾶν, ὁποῖόν τι καὶ περὶ τὸν Ἕκτορος γενήσεται τάφον, τοιούτῳ μύθῳ ἐντεῦθεν ἐπιγραφῆναι. ἐνάγει δὲ εἰς νοῦν τοιοῦτον καὶ Σοφοκλῆς, ὃς τὴν Ἀντιγόνην οὕτω κατορυχθεῖσαν, ὅτε τὸν ἀδελφὸν Πολυνείκην ταφῇ καθωσίωσε, τῇ Νιόβῃ παρείκασε. φέρεται δὲ καὶ ἀστεῖον ἐπὶ τῇ Νιόβῃ ἐπίγραμμα τοῦτο. ὁ τύμβος οὗτος ἔνδον οὐκ ἔχει νέκυν· ὁ νεκρὸς οὗτος ἐκτὸς οὐκ ἔχει τάφον· ἀλλʼ αὐτὸς αὑτοῦ νεκρός ἐστι καὶ τάφος. καὶ μήποτε Σοφοκλῆς καὶ τούτου τὴν ἀρχὴν ἐνδέδωκεν, ἔνθα φησὶν ἐν πετραίῳ τάφῳ τὴν Νιόβην δακρύειν. Τὸ δὲ «κήδεα πέσσει» ὅμοιόν ἐστιν, ὡς καὶ προείρηται, τῷ «ἄλγεα ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν». Τὸ δὲ «κλαίοισθα» δηλοῖ καὶ τοῖς εὐκτικοῖς ῥήμασι προσέρχεσθαι τὴν θα ἐπέκτασιν. Τὸ δὲ «πολυδάκρυτος δέ τοι ἔσται» ἢ ἀφελῶς οὕτως εἴρηται ὡς τῆς ἐνταῦθα ἐποχῆς τοῦ δακρύου πολλῆς ἀναρραγησομένης ἐκεῖ, ἢ δηλοῖ ὡς ἐνταῦθα μὲν οὐ πολὺ γέρας τῷ κειμένῳ, ἑνός τινος ἐπʼ αὐτῷ δακρύοντος, ἐν δὲ Τροίᾳ πλεῖον τὸ γέρας, πολλῶν δακρυόντων. <!-- 4.965 -->Ὅτι καὶ ἐνταῦθα τὸ ἡρωϊκὸν αὐτοδιάκονον φαίνεται, ἐν οἷς Ἀχιλλεὺς αὐτὸς ἀναΐξας ὄϊν ἄργυφον σφάζει διὰ τὸν γέροντα. Ἔνθα γοργῶς, καθὰ καὶ ἀλλαχοῦ, διασκευάζων τὰ κατὰ τὴν δαῖτα, καὶ τῷ στενῷ τοῦ καιροῦ συνεπιτέμνων τὸν λόγον, φησὶν «ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον, μίστυλλόν τʼ ἂρ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα. Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς». Ἐνταῦθα δὲ ὅρα τὸ ἄργυφον ἐπὶ προβάτου τεθέν, ὥστε οὐκ ἐπὶ μόνου ἱματίου παρὰ τὸ λευκὸν τοῦ ὕφους ἡ λέξις κεῖται, ἀλλὰ καὶ ἐπὶ ζῴου ἀργοῦ φανῆναι, ἤτοι λευκοῦ, τραπέντος ὡς καὶ ἐν τῷ «ἀργύφεον σπέος», Αἰολικῶς τοῦ ο εἰς τὸ υ. Τὸ δὲ «εὖ» καὶ τὸ «κατὰ κόσμον» τῆς αὐτῆς ἐννοίας εἰσίν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ μιστύλλειν οὐ μόνον, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, τὸ μιστυλᾶσθαι παρῆκται κατά τινα ἐμφαινομένην ἀμυδρὰν ὁμοιότητα, ὃ παρὰ τῷ Κωμικῷ κεῖται, ἀλλὰ καὶ ἡ μιστύλη, ἥ, φασί, καὶ μύστρος λέγεται, ὡς δηλοῖ παρὰ τῷ Δειπνοσοφιστῇ τὸ «δοθέντων μύστρων χρυσῶν», καὶ τὸ «ἀλφιτοπώλαις, μυστριοπώλαις», καὶ ἑξῆς. δῆλον δʼ ὅτι ὑποκοριστικὸν τὸ μυστρίον, ὅθεν οἱ μυστριοπῶλαι. Τοῦ δὲ ὀπτᾶν πολλὰ μὲν καὶ ἄλλα προῆκται, καὶ ἡ παρὰ τῷ Ἀθηναίῳ δὲ ὀπτήσιμος γογγυλίς, ἤγουν ἐπιτηδεία ὀπτᾶσθαι. Τὸ δὲ «νεῖμε», ταὐτὸν δʼ εἰπεῖν, ἐπένειμεν, ἔστιν εἰπεῖν καὶ νεμήσασθαι, ὡς δῆλον ἐκ τοῦ «τὰ δὲ λοιπὰ κρέα νεμησάμενοι». τοῦτο δὲ καὶ νωμῆσαι οἶδε λέγειν ὁ ποιητής. Ὅτι Πρίαμος μετὰ τὸ φαγεῖν καθήμενος «θαύμαζʼ Ἀχιλῆα, ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει». Εἶτα ἀντιστρέφων τὸ θάμβος ὁ ποιητής φησιν «αὐτὰρ Πρίαμον <!-- 4.966 -->θαύμαζεν Ἀχιλλεύς, εἰσορόων ὄψιν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων. αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες», ζητεῖ κοιμηθῆναι ὁ γέρων ὡς ἤδη ἐκφροντίσας, εἰπὼν ὅσα καί τις ἐν πένθει μείνας ἐπὶ μακρὸν ἄϋπνος καὶ ἄσιτος. Φησὶ γὰρ «λέξον», ἤγουν κοίμισον, «νῦν με τάχιστα, διοτρεφές, ὄφρα καὶ ἤδη ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες· οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν, ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν, ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. νῦν δὴ καὶ σίτου πασάμην», ὅ ἐστιν ἐγευσάμην, «καὶ αἴθοπα οἶνον λαυκανίης καθέηκα», τουτέστι λαιμοῦ, ὡς προγέγραπται ἐν τῷ φόνῳ τοῦ Ἕκτορος, «πάρος γε μὲν οὔ τι πεπάσμην». μέγα τοίνυν εἰς οἶκτον καὶ τὸ διὰ τοσούτων ἡμερῶν καὶ ἄϋπνον διατελέσαι τὸν γέροντα πενθοῦντα καὶ μηδέν τι πάσασθαι. Ἰστέον δὲ ὡς εἶχε μὲν ἀπαγαγεῖν Ὅμηρος αὐτίκα νῦν τοῦ ναυστάθμου τὸν Πρίαμον. ἐπεὶ δὲ τὸ ὑπνῶσαι αὐτὸν παρὰ τῇ σκηνῇ τοῦ Ἀχιλλέως ἔχει καὶ αὐτὸ ἀγαθὴν λόγου τριβήν, πλάττει καὶ τοῦτο πιθανῶς. Ἰστέον δὲ καὶ ὅτι τὸ «ὅσσος ἔην οἷός τε» τῷ ἀορίστῳ τῆς φράσεως αὔξει τὸν τοῦ ἥρωος ἔπαινον. ἐμφαίνει γὰρ μὴ ἂν εἶναι ῥᾷον περιηγήσασθαι τὰ ἐκείνου ἐκφραστικῶς. Τὸ δὲ «θεοῖσιν ἄντα ἐῴκει» ὁμοιοῦται μὲν πρὸς τὸ «θεαῖς εἰς ὦπα ἐῴκει», βούλεται δὲ θεοειδέα τὸν Ἀχιλλέα εἰπεῖν. καὶ ἔστι τὸ «θεοῖς ἐοικώς» περίφρασις τοῦ θεοειδής. Τὸ δὲ «εἰσορόων ὄψιν ἀγαθὴν καὶ μῦθον ἀκούων» δοκεῖ παραφρασθῆναι ἐκ τοῦ «ὅσσος ἔην οἷός τε», ὡς καὶ τοῦ Πριάμου θαυμαστοῦ ὄντος κατὰ τὸν Ἀχιλλέα, ἵνα ἡ μὲν ὄψις εἴη δηλωτικὴ τῆς ἐν τῷ «ὅσσος» ποσότητος, ἡ δὲ ἐν μύθοις δεξιότης τῆς ἐν τῷ «οἷος» ποιότητος. Τὸ δὲ «λέξον» ἀντὶ τοῦ κοίμησον, κελεύσας ὑποστρωθῆναί μοι δηλαδὴ λέχος. ἐπεὶ δὲ ὁμώνυμον ἄλλως τὸ «λέξον», διασαφεῖ ἐπαγαγὼν «ὄφρα ὕπνῳ ταρπώμεθα» καὶ ἑξῆς. Τοῦ δὲ «ὕπνῳ ταρπώμεθα» ὁμοιότης ἀνωτέρω ἐν τῷ «τάρπησαν ὁρόωντες», ὃ ταὐτόν ἐστι τῷ τάρπησαν τῇ ὄψει. Τὸ δὲ «οὐ γάρ πω μύσαν ὄσσε» μύσιν λέγει τὴν ἐπὶ ὕπνῳ. ἄλλως γὰρ οὐκ ἂν εἴη ἀληθὴς ὁ λόγος. <!-- 4.967 -->Τὸ δὲ «κήδεα πέσσειν» ῥηθὲν κἀνταῦθα ὡς καὶ ἐπὶ Νιόβης, τὸ καίριον δηλοῖ τῆς φράσεως, διʼ ἣν ἡ ἐπιμονή. Τὸ δὲ «αὐλῆς ἐν χόρτοις», περὶ οὗ κεῖταί τι καὶ ἐν ταῖς Λιταῖς, οἳ μέν φασιν ἐν τοῖς περιχωρήμασι τῆς αὐλῆς, ἔνθα χόρτοι τὰ πολλὰ φύονται, εἴπερ εὐρεῖα ἡ αὐλὴ καὶ κόπροις πίων, οἳ δὲ περιφραστικῶς ἁπλῶς ἀντὶ τοῦ ἐν τῇ αὐλῇ, ὡς ἀπὸ ἀρχαίου ἔθους ἀγροτικοῦ, οἳ τὰς αὐλὰς περιορίζοντες χόρτοις περιέγραφον, ἀφιέντες αὐτομάτως φύεσθαι αὐτούς. Τὸ δὲ «σίτου πασάμην» περίφρασίς ἐστι τοῦ ἔφαγον, ὡς καὶ τὸ «αἴθοπα οἶνον» καὶ ἑξῆς τοῦ ἔπιον. Τὸ δὲ «πάρος γε μὲν οὔ τι πεπάσμην» ἀλλαχοῦ παρῳδηθὲν ἐπὶ ἀκοῆς, ἐρρέθη «πάρος γε μὲν οὔ τι πεπύσμην», ἤγουν οὐδέν τι προέμαθον. Τὸ δὲ «καθέηκα» πάνυ ἐστὶ καιριώτατον. ἀνίησι μὲν γὰρ ὁ ἐξεμῶν, ὁ δὲ ἐσθίων καὶ πίνων καθίησι πάντως τοῦ λαιμοῦ. Ὅτι σαφῶς καὶ ἐνταῦθα δηλοῦται, τί ἐστιν ἡ αἴθουσα, ὅτι δηλαδὴ ἐξωτάτω πρὸς τῇ αὐλῇ τόπος, ἐν ᾧ ἀναγκαίως κατακοιμίζεται Πρίαμος, ὡς ἂν ῥᾷον πιθανῶς ἀναχωρήσῃ. προϊὼν δὲ τὴν αἴθουσαν πρόδομόν φησιν ἐν τῷ «οἳ μὲν ἐν προδόμῳ δόμου κοιμήσαντο», ὅπερ καὶ κάλλος ἔχει φράσεως, ὁποῖον τὸ «Σαμία μία», καὶ τὰ τοιαῦτα. Ἐν τούτοις δὲ ἑρμηνεύων τὴν διάθεσιν τῆς στρωμνῆς φησι «δμῳῇσι κέλευε δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ πορφύρεα ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας, χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι», τουτέστιν ἐνδύσασθαι. ταῦτα δὲ καὶ ἐν Ὀδυσσείᾳ κεῖνται ὁμοίως. Καὶ ὅρα ὅτι τε ταὐτὸν τὸ «ἐμβαλεῖν» καὶ τὸ «ἐνθέμεναι», ὅπερ δὶς ἔφη ὁ ποιητὴς διὰ τὸ τῆς λέξεως ἐν ποιήσει καίριον, καὶ ὅτι ὑπόκειται μὲν τὰ δέμνια, ἐπιβέβληται δὲ τὰ ῥήγεα, ἐστορέσθησαν δὲ οἱ τάπητες ὕπερθεν—ἐπιφανείας γὰρ τὸ στόρεσμα <!-- 4.968 -->πανταχοῦ—, ἔτι δὲ ὕπερθεν αἱ χλαῖναι, ὡς ὑποκεῖσθαι μὲν δέμνια δίκην κλίνης καὶ ῥήγεα χάριν ἀναπτώσεως, ὑπερκεῖσθαι δὲ τάπητας μὲν εἰς σκέπην κατά τινας, χλαίνας δὲ εἰς ἔνδυσιν. Δῆλον δὲ ὡς δέμνια ἐκ μέρους καὶ ἡ ὅλη στρωμνὴ λέγεσθαι εἴωθε. παρὰ δὲ Αἰλίῳ Διονυσίῳ καὶ ἑτέροις φέρεται καὶ ταῦτα. δάπιδες· στρώματα ἄττα. Φερεκράτης «ὁ χορὸς δʼ αὐτοῖς εἶχε δάπιδας ῥυπαρὰς καὶ στρωματοδέσματα». λέγουσι δέ, φησί, καὶ ἐν τῷ ταῦ τάπιδας. καὶ δάπητας δέ, φησίν, ἔλεγον οἱ παλαιοὶ τὰ ἐπιβόλαια. οἱ δὲ νεώτεροι τάπητας ἐν δυσὶ ταῦ, τῷ κατὰ τὴν ἀρχήν, τῷ κατὰ τὸ τέλος. ὅτι δὲ οἱ τάπητες οὐ σκέπουσιν, ὡς ἐρρέθη, ἀλλʼ ὑπόκεινται μᾶλλον, ὡς καὶ ἡ ἐτυμολογία δηλοῖ, παρὰ τὸ πατεῖσθαι γὰρ γίνονται, πολλαχοῦ φαίνεται. εἴρηται δὲ περὶ αὐτῶν καὶ πρὸ μικροῦ. Τὸ δὲ «στορέσαι», καθὰ καὶ τὸ στρῶσαι, καὶ ἐπὶ λίθων λέγεται, ὡς δηλοῖ τὸ «ἔστρωσε λίθοις τὴν ὁδόν», καὶ τὸ «λίθοις κατεστόρεσαν μεγάλοις τὸ τοῦ Ἕκτορος σῆμα», καὶ ἐπὶ σανίδων δέ, ἐξ ὧν τὸ ἐν νηῒ κατάστρωμα, καὶ ἐπὶ κυμάτων δὲ γαλήνης ἡ λέξις κεῖται. Ὅτι δὲ ῥήγεα κυρίως τὰ βαπτά, καὶ τίνες αἱ οὖλαι χλαῖναι, ἐν ἄλλοις εἴρηται. Ὅτι ἐν τῷ «ἐστόρεσαν αἱ δμῳαὶ λέχεʼ ἐγκονέουσαι» φασὶν οἱ παλαιοί, ὡς τὸ πονεῖν καὶ ἐνεργεῖν Ἰακῶς ἐγκονεῖν λέγεται, ὥσπερ καὶ τὸ ὅπως ὅκως, καὶ τὰ ὅμοια. δουλίδων δὲ καὶ ἐνταῦθα ἔργον τὸ τοιαῦτα διακονεῖν. παρὰ δὲ τοῖς μεθʼ <!-- 4.969 -->Ὅμηρον καὶ ἄνδρες οὕτως ὑπούργουν, ὡς καὶ οἱ στρῶται δηλοῦσιν οἱ παρὰ Πέρσαις. Ὅτι ἐπικερτομέων ὁ Ἀχιλλεύς, τουτέστι μετρίως χλευάζων, εἶπε τῷ Πριάμῳ «ἐκτὸς μὲν δὴ λέξο», τουτέστι κοιμήθητι, «γέρον φίλε, μή τις Ἀχαιῶν ἐνθάδʼ ἐπέλθῃσι βουληφόρος, οἵ τέ μοι αἰεὶ βουλὰς βουλεύουσι παρήμενοι, ᾗ θέμις ἐστί· τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν, αὐτίκʼ ἂν ἐξείποι τῷ βασιλεῖ, καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένοιτο», τουτέστιν ἀναβολὴ καὶ ἀργία, ὃ δὴ μάλιστα δάκνει τὸν γέροντα. καὶ οὕτω μὲν ὁ Ἀχιλλεύς, οὐκ ἀληθῆ λέγων, ἀλλʼ ὑποπαίζων, καὶ, ὡς εἰπεῖν, λέων καὶ οὗτος γελῶν. Ἔνθα καὶ σημείωσαι τὸ κερτομεῖν, οὐ τραχύτητα ἔχον ὑβριστικὴν ἢ ὀνειδιστικήν, ἀλλʼ εἰσήγησιν φόβου ψευδοῦς, ἵνα μὴ ὁ γέρων βασιλεὺς λυπηθῇ ὡς ἔξω παραρριπτούμενος. Ἑρμῆς δὲ ἐν τοῖς ἑξῆς, ὁποῖος ἂν καὶ εἴη αὐτὸς εἴτε ὁ κατὰ ἀλληγορίαν ἐνδιάθετος εἴτε καὶ ὁ τοῦ μύθου εἴτε καὶ ὁ καθʼ ἱστορίαν ὑπονοούμενος, μείζω φόβον ἐπισείει τῷ γέροντι, εἰπών, ὡς «νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας· σεῖο δέ κεν ζῴου καὶ τρὶς τόσα δοῖεν», ὡς εἰκός, «ἄποινα παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴκε βασιλεὺς γνοίῃσι, γνώωσι δὲ πάντες Ἀχαιοί». Καὶ τοῖς λόγοις τούτοις Ἀχιλλεὺς μὲν τὸν γέροντα πιθανῶς ἔξω κοιμίζει, Ἑρμῆς δὲ εἰς ὁδὸν ἀφυπνίζει δείσαντα, ὡς δηλοῦται ἐν τῷ «ἔδδεισε δʼ ὁ γέρων», ὃ δήπου καὶ ἐπὶ Χρύσου εἴρηται, καὶ διὰ τοῦτο μηδὲ συνταξάμενον τῷ Ἀχιλλεῖ ὡς οὐδὲ ὁ Τηλέμαχος Νέστορι ἐν τοῖς κατὰ τὴν Ὀδύσσειαν. ταῦτα δὲ οἰκονομίαι εἰσὶ τοῦ ποιητοῦ εἰς τὸ λαθεῖν τὸν Πρίαμον ὥσπερ ἐλθόντα, οὕτω καὶ ἀπελθόντα, μὴ καὶ ἁλοὺς πράγματα παρέξει Ὁμήρῳ εἰς τὸ πιθανεύσασθαι δεξιῶς τὴν αὐτοῦ λύσιν. Ἰστέον δὲ ὅτι ἐν οἷς ὁ Ἀχιλλεὺς <!-- 4.970 -->κερτομεῖ, δοκεῖ καὶ σεμνύνεσθαι, βεβαιῶν ὡς πάντα διʼ αὐτοῦ γίνεται, καὶ ὡς πάντες πρὸς αὐτὸν φοιτῶσι, θρυπτόμενος πρὸς τὸν γέροντα, ἵνα καὶ ἡ ῥηθησομένη τῆς μάχης ἀνοχὴ πιστὴ δόξῃ αὐτῷ. Ὅρα δὲ ὡς καὶ Ζωΐλῳ καὶ ἄλλοις ἐπηρεασταῖς τόπους ἀνασκευῆς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ δέδωκεν Ὅμηρος. δοκεῖ γὰρ οὐ πιθανὸν ἐθελῆσαι νύκτωρ τὸν Πρίαμον ἐπιβαλεῖν τῷ ναυστάθμῳ μὴ φθάσαντα πρεσβεῦσαι καὶ σχεῖν ἐνδόσιμον. ἔτι δὲ καὶ τὸ λαθόντα τοὺς νυκτοφύλακας εἰσελθεῖν, καὶ τὸ ἔσω τῆς τοῦ Ἀχιλλέως γενέσθαι κλισίας οὕτω κατησφαλισμένης. καινότατον δὲ καὶ τὸ πεῖσαι τὸν ἄγριον καὶ λόγοις θέλξαι τὸ θηρίον. τὸ δʼ ἦν ὁ Ἀχιλλεύς. ἀπίθανον δὲ καὶ τὸ τολμῆσαι τὸν γέροντα παρρησιάσασθαι τὴν δέησιν, καὶ ἐπὶ τῷ υἱῷ δὲ παθήνασθαι, οὗ καὶ μνήσασθαι μόνον ὤκνει ὁ ἥρως, καὶ τὸ μὴ ὑποπτῆξαι, ὡς εἰ καὶ τὸν Ἀχιλλέα πείσει, ἀλλʼ ὁ βασιλεὺς ἴσως αὐτὸν συσχὼν ἢ λύτρα μυρία λήψεται ἢ ἀλλὰ καὶ τὴν Ἑλένην προσαπαιτήσας λάβοι. ἔχει δʼ ἀπορίαν καὶ ὁ κατὰ τὸν γέροντα ὕπνος, καὶ πῶς ἔλαθεν ἐπανερχόμενος, καὶ πῶς ὁ Ἕκτωρ ἄταφος ἐπὶ πολὺ κείμενος καὶ γυμνὸς δὲ περιελκόμενος οὔτε ὦζεν ἄρτι καὶ οὐδὲ ἀπεδρύφθη τῶν σαρκῶν. ταῦτα δὲ πάντα καὶ ὅσα τοιαῦτα ὑποκρουσάμενος τοῖς Ὁμηρισταῖς ὁ ποιητὴς αὐτὸς αὖθις ἐπελύσατο διά τε θείων προσώπων καὶ διὰ λόγων δεξιότητος καὶ διʼ ὀνείρου καὶ ἑτεροίων τρόπων ἐθάδων αὐτῷ, καθὰ δέδεικται. ὡς δὲ φιλοτιμότερον ὁ Ἀχιλλεὺς ἐρρητόρευσεν ἐπιδεικνύμενος τῷ σοφῷ γέροντι, δέδεικται καὶ αὐτό. Ὅρα δὲ ὅτι τὸ συσσίτιον καὶ τὰ δῶρα οὕτω κατήλλαξαν τῷ Ἀχιλλεῖ τὸν Πρίαμον, ὥστε κατὰ Ἑρμοῦ ἔργον καὶ ἑταιρίσασθαι καὶ γέροντα φίλον αὐτὸν προσειπεῖν. Τὸ δὲ ῥηθὲν «λέξο» ἐκ τοῦ ἐλελέγμην ἐλέλεξο κλιθέν, κατὰ τὸ ἐτέτυψο, ἀφαιρέσει ποιητικῇ τῶν αὐξήσεων, ὅμως οὐ χρηστόν ἐστι λέξει πεζῇ. Ὅρα δὲ καὶ τὸ «ἐπέλθῃσιν» ἀντὶ τοῦ «ἐπʼ ἐμὲ ἔλθῃ», ἀσύνηθες ὂν τοῖς <!-- 4.971 -->μεθʼ Ὅμηρον. αὐτοὶ γὰρ μάχιμον λέξιν ταύτην οἴδασιν, οἷον «ἐπῆλθε στρατός». Τὸ δὲ «βουληφόρος» προσηγορικῶς ἔχει. ἀντὶ πληθυντικοῦ γὰρ εἴρηταί πως, ὡς δηλοῖ τὸ «οἵ τέ μοι αἰεί», καὶ ἑξῆς. Τὸ δὲ «βουλὰς βουλεύουσιν» Ἀττικῶς κεκίνηται, ὡς πολλαχοῦ εἴρηται. Τὸ δὲ «καθὰ θέμις ἐστι», καὶ τὸ «αἰεί» τῆς τοῦ Ἀχιλλέως ἐστὶ σεμνότητος, ὡς ἀεί τε τῶν βουληφόρων περὶ αὐτὸν ἀθροιζομένων, καὶ ὡς θεμιτὸν ὂν οὕτω γίνεσθαι διὰ τὸ περιφανὲς τοῦ ἥρωος. Τῆς δὲ ἀναβλήσεως θέμα τὸ παρʼ Ἡσιόδῳ ἀναβάλλεσθαι, ὅθεν καὶ ὁ ἀμβολιεργός. Ὅτι οὕτω φιλίως ἔσχεν ὁ Ἀχιλλεὺς τῷ ἱκέτῃ Πριάμῳ, ὡς καὶ ἐρωτῆσαι αὐθορμήτως ἐκεῖνον «ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον; ὄφρα τέως», ἤγουν ἐν τοσούτῳ, «αὐτός τε μένω καὶ λαὸν ἐρύκω», ὡς πολέμαρχος δηλαδή. καὶ οὕτω μὲν Ἀχιλλεύς. ὁ δὲ γέρων δώδεκα ἡμέρας ὁρίζει τῷ πράγματι, ὡς ῥηθήσεται. Ὅρα δὲ ὡς καθʼ ὁμοιότητα τοῦ «αὐτῆμαρ» καὶ «ἐννῆμαρ» λέγει ἐνταῦθα καὶ «ποσσῆμαρ», ἤτοι πόσας ἡμέρας, καὶ ὅτι δῖον τὸν ἔχθιστον Ἕκτορα λέγει, ὡς ἤδη καταμαλαχθεὶς εἰς πρᾳότητα, διʼ ἣν καὶ τὸν Πρίαμον γέροντα φίλον προσέφη, ὃς δὴ γέρων θαρρήσας ἤδη ὡς οὐ χολοῦται Ἀχιλλεύς, δῖον καὶ αὐτὸς τὸν υἱὸν καλεῖ, ὡς αὐτίκα εἰρήσεται, εὐκαιρήσας εἰς ἔπαινον τοῦ φιλτάτου παιδός. Ὅτι ὁ Πρίαμος δώδεκα ἡμέρας ἐνδοθῆναι, ὡς ἐρρέθη, αὑτῷ ζητεῖ πρὸς Ἀχιλλέως, ὡς πολεμάρχου δηλαδή, εἰπὼν «εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, ὧδε κέ μοι ῥέξας», ἢ «ῥέζων, Ἀχιλεῦ, κεχαρισμένα θείης», ὅπερ ἐστὶ περίφρασις τοῦ χαρίσαιο, τουτέστι τὰ πρὸς χάριν ποιήσοις. «οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα», ὅ ἐστιν εἰλούμεθα, συγκλειόμεθα, «τηλόθι δʼ ὕλη ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν. ἐννῆμαρ μὲν αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, τῇ δεκάτῃ δέ κε θάπτοιμεν, δαινῦτό τε λαός· ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν, τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν, εἴ περ ἀνάγκη», ἀντὶ τοῦ ἐπεὶ πέπρωται οὕτως. ἀνάγκη γὰρ νῦν μάλιστα, ἡ δοξαζομένη κρείττων εἶναι καὶ <!-- 4.972 -->τῶν Μοιρῶν. δύναται δὲ νοηθῆναι καὶ ἀντὶ τοῦ «ἐάν περ ἀνάγκη», ὡς μὴ φύσει μηδὲ ἀναγκαίου τοῦ πολέμου ὄντος, θέσει δὲ καὶ ἐξ ἔριδος οἷα τυκτοῦ κακοῦ, ὥς που προείρηται. Καὶ ὅρα ὅπως γοργῶς διὰ τὸ μὴ εὐκαιρεῖν ἐν ὀλίγοις ἔπεσι διασκευὴν ἐνδόξου ταφῆς προεξέθετο. Ἰστέον δὲ ὅτι βαρβαρικὸν τὸ ἐννῆμαρ κλαίειν τὸν νεκρόν, ὥσπερ καὶ αἱ μετʼ ὀλίγα δηλωθησόμεναι ἀοιδοὶ θρήνων ἔξαρχοι. ὁ γάρ τοι ἄγαν φιλῶν τὸν Πάτροκλον Ἀχιλλεὺς ἄλλως ἐκεῖνον Ἑλληνικῶς ἐτίμησεν. τάχα δὲ καὶ διότι τηλόθεν ἡ ὕλη τοῖς ἄνω περὶ τὴν Τροίαν, καθάπερ ὁ γέρων λέγει, ταῖς ἡμέραις τῆς κομιδῆς ἐκείνης ὁ γόος συμμεμέτρηται. Ὅρα δὲ καὶ τὰ ἐν πενθικῷ λόγῳ πάρισα, οὐ κατʼ ἐπιτήδευσιν εὑρημένα, οἴκτοις γὰρ οὐ πάνυ δοκεῖ πρέπειν τὰ τοιαῦτα, τεθειμένα δὲ κατὰ φύσιν ἀφελῶς, τὸ γοάοιμεν, θάπτοιμεν, ποιήσαιμεν, πτολεμίξομεν. Δῆλον δʼ ὅτι καὶ ὁ γόος καὶ τὸ γοᾶν ὠνοματοπεποίηνται, ἐξ ὧν καὶ ὁ γόης, ὡς ἐν ἄλλοις δεδήλωται. Ὅρα δὲ καὶ ὡς ἐκ τοῦ γαρ συνδέσμου κἀνταῦθα ἤρξατο, εἰπὼν «οἶσθα γάρ», καὶ ἑξῆς, ὅπερ καὶ ὁ ἐπει σύνδεσμος ποιεῖ, φίλαρχος ὤν ποτε καὶ αὐτός. λέγει οὖν· ἐπειδὴ τὰ καὶ τὰ πάσχομεν, ἐννῆμαρ μὲν γοάοιμεν, καὶ τὰ ἑξῆς, ὡς ἐν λόγῳ συνήθους προαναφωνήσεως. Τὸ δὲ «ἄγειν ὕλην» καὶ νῦν ἢ τὸ κλᾶν δηλοῖ, ὅθεν καὶ ἡ ἀξίνη, ἢ ἁπλῶς τὸ φέρειν. Τὸ δὲ δαίνυσθαι ἐνταῦθα τὸν τάφον δηλοῖ, τουτέστι τὸ ἐπὶ τῷ νεκρῷ περίδειπνον, ὃ καὶ αὐτὸ δαῖτα ἔστι λέγειν γενικῶς. εἴη δὲ ἂν ἐνταῦθα τὸ «δαινῦτο» συγκοπὲν ἴσως ἐκ τοῦ δαινύοιτο, ἵνα ὁμοεγκλίτως εἴη «δάπτοιμεν δαινύοιτό τε λαός». Ἰστέον δὲ ὅτι τοῦ γέροντος δωδεκαήμερον, ὡς εἴρηται, προθεσμίαν αἰτήσαντος, Ἀχιλλεύς φησιν «ἔσται τοι καὶ ταῦτα, γέρον Πρίαμε, ὡς σὺ <!-- 4.973 -->κελεύεις· σχήσω γὰρ τόσσον πόλεμον χρόνον, ὡς σὺ ἄνωγας», ἢ «ὅσσον ἄνωγας». Ἔνθα ὅρα ὅτι τε ταὐτὸν κελεύειν καὶ ἀνώγειν, καὶ ὡς τὸ πᾶν δύναται Ἀχιλλεὺς παρὰ τοῖς Ἀχαιοῖς. Λέγει δὲ ὁ ποιητὴς καὶ ὅτι οὕτως εἰπὼν Ἀχιλλεὺς «ἐπὶ καρπῷ χεῖρα γέροντος ἔλλαβε δεξιτερήν, μή πως δείσῃ ἐνὶ θυμῷ». μέγα οὖν εἰς πίστωσιν τὸ δεξιοῦσθαι, ὅ ἐστι τῶν δεξιῶν χειρῶν ἅπτεσθαι. Ὅρα δὲ καὶ ὡς οὐ θέναρος οἱ δεξιούμενοι, ἀλλὰ καρποῦ ἥπτοντο. οὐδαμοῦ δὲ τὸ τοιοῦτον σαφέστερον ἡρμήνευσεν ὁ ποιητής. Κεῖται δʼ ἐν τούτοις πάλιν τὸ εὔπηκτον, ὡς καὶ ἐν τῇ ιʹ ῥαψῳδία ἐπὶ σκηνῆς, ὡς ἑτέρωθι ἐπὶ οἴκων τὸ τυκτόν καὶ εὔτυκτον. φησὶ γὰρ «αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτοιο», ἤγουν εὐπαγοῦς. εἶπε δὲ τὸ «μυχῷ» πρὸς διαστολὴν τοῦ κατὰ τὴν αἴθουσαν προδόμου, ἔνθα καὶ κοιμήσαντο κῆρυξ καὶ Πρίαμος. Εἶτα μέμνηται Ὅμηρος εἰς οὐδὲν ἀναγκαῖον καὶ τῆς Βρισηΐδος, ὑποκινῶν τῷ ἀκροατῇ μνήμην αὐτῆς, ὡς μυρίων περιπετειῶν αἰτίας διὰ τὴν ἐπʼ αὐτὴν μῆνιν τοῦ Ἀχιλλέως. φησὶ γὰρ «τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος». Ὅτι κἀνταῦθα σχῆμα κεῖται τῷ ποιητῇ σύνηθες τὸ «ἄλλοι μὲν θεοὶ καὶ ἄνδρες εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ, ἀλλʼ οὐχὶ τὸν δεῖνα ὕπνος ἔμαρπτεν, ὁρμαίνοντα ἀνὰ θυμὸν ὅπως» τόδε τι ποιήσῃ. περὶ Ἑρμοῦ δὲ ἐριουνίου ὁ λόγος, ταὐτὸν δʼ εἰπεῖν, Ὁμήρου τοῦ κατὰ λογιότητα Ἑρμαϊκοῦ, μελετῶντος ἐκ τοῦ ναυστάθμου τὸν Πρίαμον πιθανῶς περισώσασθαι. Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ ἀλλαχοῦ τὸ τῶν φυλάκων τάγμα τέλος ἱερὸν εἶπεν, οὕτω καὶ ἐνταῦθά φησιν, ὅπως Ἑρμείας Πρίαμον βασιλῆα νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς, καλέσας ἐν παρισώσει αὐτοὺς ἱεροὺς διὰ τὸ ἄγρυπνον αὐτῶν καὶ ὑπὲρ τοῦ κοινοῦ φροντιστικόν, ᾧ λόγῳ καὶ πόλεις φησὶν ἱεράς. <!-- 4.974 -->Ὅτι ἐγερτικὸν τοῦ ἐν ἀλλοτρίᾳ γῇ ἀναπίπτοντος τὸ «ὦ γέρον, οὐ νύ τι σοί γε μέλει κακόν, οἷον ἔτι εὕδεις ἀνδράσιν ἐν δηΐοισιν», ὅ ἐστι πολεμίοις, ὡς ἐν τῇ τῶν φίλων οὐ χαλεπὸν ὂν ἀναπαύεσθαι. καθʼ ὕπνον δὲ στὰς ὑπὲρ κεφαλῆς ὁ Ἑρμῆς οὕτω πρὸς Πρίαμον ἐλάλησεν, ἐπαγαγὼν τὸ «καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο» καὶ ἑξῆς, ὡς προέκκειται. Ἔνθα κεῖται καὶ τὸ «παῖδες τοὶ μετόπισθε λελειμμένοι», ἀντὶ τοῦ οἱ ἔτι ζῶντες, τοῦ τοι Δωρικῶς λεχθέντος ἀντὶ τοῦ οἱ προτακτικοῦ πληθυντικοῦ ἄρθρου. εἰ μὴ ἄρα ἐγκλιτικῶς γράφουσι «παῖδές τοι». Ἰστέον δὲ ὅτι τε πιθανῶς ὁ γέρων βασιλεὺς καὶ ταχὺ ἐκοιμήθη, καὶ βαθὺ δὲ ὡς καὶ ὀνειροπολεῖν οἷα πολυήμερον ἀϋπνίαν ὑπομείνας, καὶ ὅτι τὸ «οὔ τι σοί γε μέλει κακόν» κάλλιόν ἐστιν ἀναγινώσκεσθαι ἀποφαντικῶς. τὸ γὰρ κατʼ ἐρώτησιν οὐ τοσαύτην ἔχει χάριν ἤθους. Ὅτι θρηνῶδες τὸ «οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε ἵππους». κεῖται δʼ ἐνταῦθα καὶ τὸ φέρειν κυριολεκτικῶς ἐπὶ νεκροῦ ἐν τῷ «ἡμίονοι δὲ νέκυν φέρον». Ὅτι τὴν Κασάνδραν, ἣν ἱκέλην χρυσῇ Ἀφροδίτῃ λέγει διὰ τὸ κάλλος, φιλάδελφον πάνυ παριστᾷ καί που ἴσως καὶ μαντικήν, ἐν οἷς λέγει προμαθεῖν αὐτὴν ἀνακομιζόμενον τὸν ἀδελφόν. φησὶ γὰρ «οὐδέ τις ἄλλος ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν· ἀλλʼ αὐτὴ πέργαμον εἰσαναβᾶσα φίλον πατέρα εἰσενόησεν ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην» τὸν καὶ καλήτορα προρρηθέντα. Τὸν δὲ νέκυν «ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι, κώκυσέ τʼ ἂρ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ» λόγον προκλητικὸν εἰς νεκροῦ πομπήν, καὶ αὐτὸν σύντομον διὰ τὸ πένθος ὡς ἐν σχήματι κηρύγματος. Ὁ δὲ ἦν τοιοῦτος «ὄψεσθε, Τρῶες καὶ Τρωϊάδες», ἢ «Τρῳάδες», «Ἕκτορʼ ἰόντες, εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι χαίρετε· ἐπεὶ μέγα χάρμα πόλει τε ἦν παντί τε δήμῳ». καὶ αὐτὴ μὲν οὕτως. οἳ δὲ ὡς ὑπὸ κήρυκι τῇ Κασάνδρᾳ προεχέθησαν τῆς πόλεως. Φησὶ γὰρ «ὣς ἔφατο, οὐδέ <!-- 4.975 -->τις αὐτόθʼ ἐνὶ πτόλεϊ λείπετο ἀνὴρ οὐδὲ γυνή, πάντας γὰρ ἀάσχετον ἵκετο πένθος, ἀγχοῦ δὲ ξύμβληντο πυλάων», τουτέστιν ξυνέβαλον, συνήντησαν, τῷ βασιλεῖ δηλαδή, «νεκρὸν ἄγοντι. πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ τιλλέσθην ἐπʼ ἄμαξαν ἀΐξασαι, ἁπτόμεναι κεφαλῆς, κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος». χρήσιμα δέ ποτε ταῦτα εἰς πομπήν, ὡς εἴρηται, νεκρικήν, ὥσπερ καὶ ἐφεξῆς τὸ καὶ «δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δακρυχέοντες ὀδύροντο πρὸ πυλάων, εἰ μὴ» ὁ δεῖνα, οἷον ὁ «γέρων, λαοῖσι μετηύδα· εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα ἄσεσθε», τουτέστι κορέσεσθε, «κλαυθμοῖο, ἐπὴν ἀγάγοιμι δόμονδε». Ὅρα δὲ ὅτι τε τὸ «ἔγνω» ἡρμήνευσεν ὁ ποιητὴς διὰ τοῦ «εἰσενόησεν», ἐν ᾧ περιττὴ ἡ πρόθεσις, ὡς καὶ ἐν τῷ «πέργαμον εἰσαναβᾶσα», οὕτω καὶ τοὺς ἡμιόνους ὡς καὶ πρὸ τούτου ἑρμηνεύει οὐρεῖς αὐτοὺς εἰπών, καὶ ὅτι λέχος ἐνταῦθα ἐπὶ τῆς ἁπλῶς ἀνακλίσεως ἔφη, ἐν ᾧ φάρος ἴσως ἓν κατὰ ἔλεον Ἀχιλλέως τῷ νεκρῷ ὑπέστρωτο Ἕκτορι ἐπὶ ἁμάξης κειμένῳ. ἐν μέντοι τῇ πόλει οὐ τοιαῦτα λέχεα τούτῳ ἔσονται ὑπνοῦντι ἀνέγερτον, ἀλλὰ τρητοῖς ἐν λεχέεσσι τεθήσεται. Τὸ δὲ «γέγωνε» συνήθως κἀνταῦθα δηλοῖ τὸ γνωστὸν καὶ ἐξάκουστον ἐβόησε. Τὸ δὲ «ἰόντες» ἐξενίκησεν ἀποδοθῆναι πρὸς τὸ «Τρῶες», ὡς ἀρσενικόν, κατὰ τὸ «Μοῦσαι καὶ Ἀπόλλων, οἷς ἐγὼ σπένδω». Τὸ δὲ «ἐχαίρετε» εἰς λύπην προκαλεῖται ἀνάλογον. εἰ γὰρ ἔχαιρον ζῶντι μάχης ἐκνοστοῦντι τῷ Ἕκτορι, δῆλον ὅτι τεθνεῶτος μεγάλα πενθήσουσιν, ἐπεὶ μέγα τότε χάρμα ἦν, ὅ ἐστιν ἡδονή, οὐ μὴν ἐπίχαρμα δυσμενέεσσι. Τὸ δὲ «πόλει παντί τε δήμῳ» ἢ ὡς ἐν σχεδιασμῷ ταὐτολογεῖ, ταὐτὸν γὰρ πόλις καὶ δῆμος, καθὰ δηλοῖ εὐθὺς ῥηθὲν τὸ «οὐδέ τις ἐν πτόλεϊ ἐλείπετο», καὶ Ἕκτωρ δέ που χολούμενος τῷ ἀδελφῷ ἔφη «πῆμα πόληΐ τε παντί τε δήμῳ», ἢ δῆμος μὲν οὐ δηλοῖ καὶ γυναῖκας, ἡ πόλις δὲ καὶ αὐτάς. Τὸ δὲ «ἐνὶ πτόλεϊ» συνίζησιν ἔχει τῶν τελευταίων δύο φωνηέντων τοῦ ε καὶ τοῦ ι εἰς μίαν βραχεῖαν, <!-- 4.976 -->ὃ δὴ σπανίως γινόμενον συνέβη καὶ ἐν τῷ «ἀλλὰ τεὸν οὔποτε θυμόν» καὶ ἑξῆς, ὥς που προδεδήλωται. Τὸ δὲ «ἀάσχετον» ἀντὶ τοῦ λίαν ἄσχετον πρὸς διαστολὴν λέγεται τοῦ μὴ λίαν ἀσχέτου, ὁποῖος καὶ ὁ γόος, οὗ αἶψα κορεννύμεθα. καὶ ἔστι καὶ ἡ τοιαύτη λέξις τρισύνθετος, εἰ καὶ μὴ κατὰ τὸ δυσαριστοτόκεια μηδὲ κατὰ τὸ πανάποτμος καὶ δυσάμμορος καὶ παναώριος, ἀλλά γε κατὰ τὸ ἀάατος. Τὸ δὲ «πρῶται τόν γε τιλλέσθην», ἀντὶ τοῦ εἰς τοῦτον ἢ διὰ τοῦτον, τὸν φερόμενον δηλαδὴ νεκρόν. δηλοῖ δὲ ἐλλειπτικῶς τὸ τίλλεσθαι ἐνταῦθα μὲν τριχῶν πένθιμον ἔκσπασιν, ἡ δὲ παρὰ τῷ Κωμικῷ Ἀττικὴ χρῆσις οὐκ εὐσχήμονα σημασίαν δηλοῖ, δρωπακισμόν τε σημαίνουσα καί τι κακοσχημονέστερον ἕτερον. Τὸ δὲ «ἐπʼ ἄμαξαν» Ἰωνικὴν ψίλωσιν τῆς ἀμάξης δηλοῖ. εἰ δέ τις ἰσχυρογνωμονεῖ, γράφων «ἐφʼ ἅμαξαν», εἴη ἂν προσήκων ταῖς ἐξ ἀμάξης, ὅ φασιν, λοιδορίαις διὰ τὸ φίλερι. Τὸ δὲ «ἁπτόμεναι κεφαλῆς» τῆς ἦν ὅτε φιλτάτης, οἴκτιστον ἐν τοῖς ῥηθεῖσι καὶ αὐτό. Μετʼ ὀλίγα οὖν καὶ ἡ φίλανδρος λευκώλενος, ὡς ἐκεῖ ὁ ποιητὴς ἐρεῖ, Ἀνδρομάχη ἐξάρχει γόου «Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα». Ὅτι τὸ τὸν ὄχλον ὧδε καὶ ἐκεῖ χωρισθῆναι οὐ μόνον διασχεῖν λέγεται, ἀλλὰ καὶ εἴξειν καὶ διαστῆναι. φησὶ γοῦν «εἴξατέ μοι οὐρεῦσι διελθέμεν», οὓς φθάσας ἡμιόνους ἔλεγε, καὶ μετʼ ὀλίγα, «οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ». Ὅτι παρεκάθισαν τῷ τοῦ Ἕκτορος νεκρῷ ἀοιδοὺς θρήνων ἐξάρχους, οἳ δέ”, ἢ “οἵ τε”, “στονόεσσαν ἀοιδὴν οἳ μὲν ἂρ ἐθρήνεον, ἐπὶ δʼ ἐστενάχοντο γυναῖκες”, ὅπερ καὶ ἐπὶ τῆς Ἀνδρομάχης ἐρεῖ, ἐπὶ δὲ τῆς Ἑκάβης “γόον ἀλίαστον ὄρινεν”, ἐπὶ δὲ Ἑλένης “ἔστενε δῆμος ἀπείρων”. Βαρβαρικὸν <!-- 4.977 -->δὲ καὶ οἱ τῶν θρήνων ἔξαρχοι ἀοιδοί. ἦσαν γὰρ καὶ ᾠδαὶ θρηνητήριοι, ὁποῖα ὕστερον καὶ τὰ λεγόμενα μέλη Καρικά. καὶ οἱ Ἑλληνικοὶ δὲ ἔλεγοι, ὅ ἐστι θρῆνοι, οἳ μετʼ αὐλοῦ, φασίν, ᾔδοντο. πένθιμος γὰρ ἦν τὸ πρῶτον, φασίν, ὁ αὐλός. Μίδας δὲ ὁ Γορδίου παραβώμιον αὐτὸν ἐποίησεν ἀποθεῶσαι τὴν μητέρα βουληθείς. Τὸ δέ “οἳ μὲν ἄρ” περισσὸν κεῖται διὰ καινὸν σχηματισμόν. καὶ χωρὶς γὰρ αὐτοῦ ὁ λόγος εὐσύντακτος. ποιεῖ δὲ ὅμως αὐτὸ καινότητα σχήματος, ἧς αἴτιος δοκεῖ εἶναι ὁ σχεδιασμός. ἐπεὶ γὰρ ἡ στονόεσσα ἀοιδή, ὅ ἐστιν ὁ θρῆνος, οὐκ ἦν καὶ ἀνδρῶν καὶ γυναικῶν, ἀλλʼ αἳ μὲν ἐστενάχοντο, οἳ δʼ ἐθρήνουν, διὰ τοῦτο εἰπὼν “οἳ στονόεσσαν ἀοιδήν”, ὃ οὐκ ἦν ἀμφοῖν κοινόν, ἐπαναλαβὼν καὶ μερίσας διευκρίνησεν· οἳ μὲν ἐθρήνεον διὰ τῆς εἰρημένης ἀοιδῆς, αἱ δὲ γυναῖκες ἐστέναζον, ὡς οἷον ὄργανόν τι οὖσαι βομβητικὸν αὐταὶ διὰ στεναγμοῦ ἐπὶ τῇ ἐμμελείᾳ τῆς ῥηθείσης ἀοιδῆς. Ὅρα δὲ τὸ “θρήνων ἔξαρχοι”, ὅθεν ἐπὶ μὲν Ἀνδρομάχης ἐρεῖ ἦρχε γόοιο», ἐπὶ δὲ Ἑκάβης καὶ Ἑλένης «ἐξῆρχε γόοιο». Ὅτι ἐπεὶ ἐχρῆν μὴ μόνον ἔξω τῆς πόλεως κείμενον τὸν Ἕκτορα ἐν τοῖς πρὸ τούτων μονῳδηθῆναι, ἀλλὰ καὶ μάλιστα εἰς Τροίαν ἀχθέντα, τὸν μὲν Πρίαμον οὐδέν τι πένθιμον ὁ ποιητὴς πλάττει λαλοῦντα, ἱκανῶς γὰρ ἤδη ὁ γέρων ἐπαθήνατο ἔν τε τῇ Τροίᾳ καὶ παρὰ τῷ Ἀχιλλεῖ, τὴν γυναῖκα δὲ Ἀνδρομάχην ἐπιλεξάμενος, ἣ μάλιστα καὶ ἐφίλει τὸν Ἕκτορα καὶ αὖ πάλιν ἀντεφιλεῖτο, μετὰ δέ, τὴν μητέρα, οὐδὲν ἧττον τῆς γυναικὸς διατεθειμένην περὶ τὸν κείμενον, καὶ ἐπὶ ταύταις τὴν Ἑλένην διὰ τὸ καινότερον, ξενίζει γὰρ τὸ τὴν ἔπηλυν ὑπὲρ τὰς τοῦ ἄστεος ἐπὶ τῷ κειμένῳ παθαίνεσθαι, μονῳδεῖ τεχνικῶς διὰ τῶν τριῶν τούτων προσώπων τὰ καίρια, ἀπαξιώσας μὲν ἄνδρας πενθεῖν ἐξάρχοντας θρήνου ἀοιδῆς, γυναιξὶ δὲ τοὺς <!-- 4.978 -->ὀδυρμοὺς ἀναθείς. καὶ Ἀνδρομάχη μὲν πολυνούστερον διὰ πολλῶν κεφαλαίων τὸν οἶκτον ἐργάζεται, ἡ δὲ μήτηρ τὸ θεοφιλὲς τοῦ παιδὸς ἴσχει τοῦ λόγου κεφάλαιον, οὗ χάριν καὶ ἄσηπτος πεφύλακται, τῇ δὲ Ἑλένῃ τοῦ λόγου ὕλη τὸ πρὸς αὐτὴν μάλιστα μειλίχιον τοῦ Ἕκτορος. Ἔχει δὲ οὕτω τὰ τῆς Ἀνδρομάχης, ἅπερ ἔλεγεν, «Ἕκτορος ἀνδροφόνοιο», καθὰ εἴρηται, «κάρη μετὰ χερσὶν ἔχουσα», ὅπερ οὔτε ἡ Ἑκάβη νῦν ὡς πρὸ βραχέων οὔτε ἡ Ἑλένη ποιεῖ, ὡς τὸ σχῆμα προκατασχούσης ἄρτι τῆς γυναικός «ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην λείπεις ἐν μεγάροισι, πάϊς δʼ ἔτι νήπιος αὕτως, ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα, αἳ δή τοι τάχα νηυσὶν οἰχήσονται γλαφυρῇσι. καὶ μὲν ἐγὼ μετὰ τῇσιν», ἤγουν σὺν ταύταις, «σὺ δʼ αὖ, τέκος, ἢ ἐμοὶ αὐτῇ ἕψεαι ἔνθα κεν ἔργα ἀεικέα ἐργάζοιο ἀεθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον, χωόμενος», ᾧ τινι «δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ ἢ πατέρα ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας. οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ. τῷ καί μιν λαοὶ ὀδύρονται κατὰ ἄστυ, ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας, Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά· οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας, οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ μεμνῄμην νύκτας τε καὶ ἤματα δακρυχέουσα», ὡς δηλαδὴ τῶν ἐξοδίων καὶ σχημάτων καὶ λόγων ἐπὶ μνήμης φερομένων μάλιστα τοῖς ἐνδιαθέτως ἀκροωμένοις. Ἰστέον δὲ ὅτι τὸ μὲν «ἀπʼ αἰῶνος ὤλεο νέος» ἀντὶ τοῦ ἐν νεότητι ἐξεκόπης τῆς τεταγμένης ζωῆς, ὃ δή ἐστιν οἰκτρότατον. τοὺς γὰρ ἐν γήρᾳ θανόντας μᾶλλον εὐδαιμονίζομεν, εἰ καὶ ἄλλως λόγος τε σοφοῦ περιφέρεται τὸ νέους θνῄσκειν οὓς φιλοῦσι θεοί, καί τι βάρβαρον μὲν ἔθνος, ἑλληνίζον δὲ ὅμως τὰ εἰς τὸ κατανοῆσαι τὸ τοῦ βίου πραγματειῶδες, ἐπὶ γενέθλῃ μὲν παιδὸς πενθοῦσι, γέροντος δὲ οἰχομένου χαίρουσι, τὸ μέν, ὅτι πειράσεται δεινῶν ὁ γεννηθείς, τὸ δʼ ὅτι ἀπήλλακται κακῶν ὁ γηρῶν. <!-- 4.979 -->Τὸ δὲ «ὃν τέκομεν σύ τʼ ἐγώ τε» πρὸς διαστολὴν ἑτεροίων παίδων ἐρρέθη, οὓς οὐ πάνυ στέργουσιν οἱ σύνευνοι διὰ τὸ ἐν αὐτοῖς οὐ γνήσιον. Τὸ δὲ «κατʼ ἄκρης» τί δηλοῖ, προηρμήνευται. Τὸ δὲ «ἐπίσκοπος» ἑρμηνεύων φησὶν «ὃς αὐτὴν ἐφύλαττες». τοῦτο γὰρ δηλοῖ τὸ ῥύσκεσθαι, ὃ πάλιν ἐφερμηνεύων ἐπήγαγεν «ἔχες δʼ ἀλόχους καὶ τέκνα». ἐπισκοπεῖν γὰρ καὶ ῥύσκεσθαι καὶ ἔχειν ταὐτὸν δηλοῦσι. Γίνεται δὲ καὶ τὸ ῥύσκω ἀπὸ τοῦ ῥύω ῥύσω πλεονασμῷ τοῦ κάππα πρὸς ὁμοιότητα τοῦ θνῶ θνήσω θνήσκω, δαίω, τὸ μανθάνω, δαίσω δαίσκω, καὶ ἀναδιπλασιασμῷ καὶ ἀπελεύσει τοῦ ἰῶτα τῆς διφθόγγου, διδάσκω, οἷς ἐν τῇ εἰς τὸν μέλλοντα κλίσει οὐ προσλογίζεται τὸ φυσικὸν σίγμα, ἀλλὰ πρὸς τὸ τῆς παραληγούσης κάππα κλίνεται, ὡς εἴπερ ἦν θνήκω καὶ διδάκω, ὧν δηλαδὴ μέλλοντες θνήξω καὶ διδάξω. ὅτι δὲ οὐκ ἐπὶ πάντων τῶν τοιούτων τοιαύτη κλίσις γίνεται, οὐκ ἔστιν ἀμφιβαλεῖν. τοῦ γὰρ ἐΐσκω καὶ ῥύσκω καὶ ῥυΐσκω καὶ κικλήσκω καὶ μιμνήσκω καὶ ἄλλων οὐδʼ ὅλως εἰσὶ μέλλοντες. Τὸ δὲ «ὅς τέ μιν αὐτήν», ἤγουν τὴν Τροίαν, κατʼ ἐξοχήν τινα κεῖται, ὡς καὶ μετʼ ὀλίγα τὸ «ἐμοὶ αὐτῇ ἕψεαι». ἐν ἑτέροις δὲ σύνθετοι ἐφάνησαν ἀντωνυμίαι δηλοῦσθαι διὰ τῆς παραλληλίας τῶν τοιούτων ἀντωνυμιῶν. παράγωγον δὲ τοῦ ῥύεσθαι, ὡς ἐρρέθη, τὸ ῥύσκεσθαι καὶ ποιητικώτερον, ὥσπερ μετʼ ὀλίγα καὶ τὸ «ῥυστάζεσκε», τρεῖς ἔχον παραγωγάς. ῥύω γάρ· ἀφʼ οὗ ῥυστῶ· ἐξ οὗ ῥυστάζω, ὅθεν τὸ ῥυσταζέσκω. Τὸ δὲ «σὺ δὲ, τέκος, ἢ ἐμοὶ ἕψεαι» ἢ ἀπὸ πύργου ῥιφήσει ὡς ἐν ἠθοποιΐᾳ τοῦ μέλλοντος ἅπτεται χρόνου. λαλεῖ δὲ καὶ πολέμου ἔθος. οἱ γὰρ ἐν ἁλώσει πόλεως μὴ δυνάμενοι δουλεύειν παῖδες ῥίπτονται καὶ συντρίβονται, καὶ μᾶλλον, εἰ καὶ ἄμυνά τις προοφείλεται, ὅπερ Ἀνδρομάχη μὲν στοζαχομένη τὸν παῖδα νομίζει παθεῖν, ἡ καὶ εἰποῦσα τὸ «οὐδέ μιν οἴω ἥβην ἵξεσθαι». οἱ δὲ μεθʼ Ὅμηρον ἱστοροῦσι, φάμενοι τὸν Ἀστυάνακτα κατὰ τοῦ τείχους ῥιφῆναι διὰ τὰ εἰς τοὺς <!-- 4.980 -->Ἀχαιοὺς κακὰ τοῦ πατρός, ἃ καὶ ἡ γυνὴ ἐκτίθεται. Τὸ δὲ «ἔργα ἐργάζοιο» μυρία ὅμοια ἔχει κατὰ ἐτυμολογίαν Ἀττικῶς οὕτω φραζόμενα. Τοῦ δὲ «ἀεικέα ἔργα» ἑρμηνεία εὐθὺς ἐπάγεται τὸ «ἀεθλεύων πρὸ ἄνακτος», ἤγουν κατὰ τοὺς παλαιούς, ὑπὲρ δεσπότου κακοπαθῶν. ὅθεν ὁ Πίνδαρός φησι «λυσίπονοι δεσποτῶν θεράποντες», ὑπὲρ ὧν δηλαδὴ πλέουσι, γεωργοῦσιν, ἀχθοφοροῦσι καὶ πάντα τὰ τοιαῦτα πάσχουσι. Τὸ δὲ «λυγρὸν ὄλεθρον» ἔλλειψιν προθέσεως ἔπαθε. κεῖται γὰρ ἀντὶ τοῦ εἰς λυγρὸν ἢ κατὰ λυγρὸν ὄλεθρον. ἴσως δὲ καὶ ἀσυνδέτως ἀναφωνεῖται κατά τι πάθος ἁπλοϊκώτερον. Οὕτω δὲ ἁπλοϊκὸν καὶ τὸ «ᾧτινι δήπου ἀδελφεὸν ἔκτανεν». οὐ γὰρ ἀδελφοὺς μόνους ἔκτεινεν Ἕκτωρ, ἀλλὰ καὶ ἑτεροίαν συγγένειαν, ἤδη δὲ καὶ θεράποντας, ἑταίρους, φίλους, ὁποῖος καὶ ὁ Πάτροκλος τῷ Ἀχιλλεῖ. διὸ καὶ τὸ «δήπου» διστακτικὸν ἐνταῦθα εἶναι δοκεῖ, οὐ μὴν βεβαιωτικόν, ὡς καὶ τὸ δήπουθεν παρὰ τοῖς ὕστερον. Τὸ δὲ «ὀδὰξ ἕλον ἄσπετον οὖδας» ἐκ μέρους τοὺς ἁπλῶς ἀναιρεθέντας δηλοῖ. οὐ γὰρ ἐξ ἀνάγκης πᾶς ἐν πολέμῳ θανὼν δάκνει τὴν γῆν. Δῆλον δὲ καὶ ὅτι τὸ «ἄσπετον», τῆς ὅλης γῆς ἐπίθετον ὄν, καθὰ καὶ τὸ ἄπειρον, ὅμως ὥσπερ ἐν Ὀδυσσείᾳ, οὕτω καὶ ἐν Ἰλιάδι συνήθως ἐπὶ βραχυτάτης καὶ νῦν ἐλέχθη γῆς. Τὸ δὲ «οὐ μείλιχος ἐν μάχῃ» ἐρρέθη, ὡς ἄλλως μειλιχίου ὄντος Ἕκτορος, καὶ ὡς ἡ Ἑλένη ἐρεῖ «ἀγανόφρονος». Ὅρα δὲ καὶ τὸ «πένθος ἔθηκας, Ἕκτορ». ἐνήλλαξε γὰρ ἀνελπίστως τὸν λόγον ἀπὸ τρίτου προσώπου εἰς δεύτερον κατὰ σχῆμα ἐνδιαθέτου ἀποστροφῆς, ἵνα καταλήξῃ ὁμοίως τῇ ἀρχῇ κλητικῶς ἐκτεθείσῃ τῇ «ἆνερ, ἀπʼ αἰῶνος ὤλεο». ἔστι δέ τις ἐνταῦθα καὶ ἑτέρα ἐναλλαγὴ σχήματος. Ἑκάβη μὲν γὰρ καὶ Ἑλένη ἀπὸ τῆς τοῦ Ἕκτορος κλητικῆς ἄρχονται, Ἀνδρομάχη δέ, προτιμησαμένη ἐκ τοῦ «ἄνερ» κατάρξασθαι, εἶτα εἰς τὸ «Ἕκτορ» κατέληξεν, οἱονεὶ οὕτως εἰποῦσα «ἄνερ Ἕκτορ», ὥς που καὶ ἐχρῆν τὴν γυναῖκα εἰπεῖν, καθὰ καὶ ἡ μήτηρ Ἑκάβη «Ἕκτορ» φησὶν «ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων», καὶ ἡ νυὸς Ἑλένη κατὰ παρῳδίαν «Ἕκτορ, ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων». καὶ τοιαῦτα μὲν τὰ τῆς γυναικός. <!-- 4.981 -->Ἐν οἷς τὸ μὲν «λελείψεται ἄλγεα λυγρά», ὅμοιον τῷ «τὰ δὲ λείψεται ἄλγεα λυγρά», ὅ φησιν Ἡσίοδος. Τὸ δὲ «μεμνῄμην» ἀνάλογον εὐκτικὸν κατὰ τὸ κέκλημαι κεκλῄμην καὶ τὰ ὅμοια, ὡς οἱ Τεχνικοὶ κανονικῶς παραδιδόασιν. Ἡ δὲ μήτηρ καὶ ζῶντα θεοφιλῆ τὸν κείμενον δεικνῦσα καὶ θανόντα φησὶν «Ἕκτορ» καὶ ἑξῆς, ὡς προείρηται, «ἦ μέν μοι, ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς πέρνασκεν, ἤν τινα», ἢ «ὅν τινα ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναηκέϊ χαλκῷ, πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμα ἑτάροιο Πατρόκλου, τὸν ἔπεφνες. ἀνέστησε δέ μιν οὐδʼ ὥς», ὡς καὶ προεγράφη, «νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε», τουτέστιν, ὅμοιος οὐ πεφονευμένῳ ἀλλά τινι ἐξαίφνης θανόντι, ὡς πολλαχοῦ δεδήλωται. τοῦτο δὲ ἡ γραῦς εἶπε διὰ τὸ μεμυκέναι, ὡς καὶ προερρέθη, τὰ ἕλκη τοῦ νεκροῦ καὶ μηδὲν ἔχειν σημεῖον τρώσεως. Τριῶν δὲ νήσων μέμνηται, ἢ γυναικικῶς οἷα μὴ πολυΐστωρ, ἢ ὅτι, ὡς εἰκός, ἐν αὐταῖς ἐπέρναντο οἱ τῶν Τρώων αἰχμάλωτοι, ὅ ἐστιν ἐπωλοῦντο πέραν ἁλὸς ἀγόμενοι, ἀφʼ οὗ παρῆκται τὸ πέρνασθαι, πολλαχοῦ κείμενον παρὰ τῷ ποιητῇ, ὡς εἶναι τὸ «πέρνασκε πέρην ἁλός» τρόπου καὶ αὐτὸ ἐτυμολογικοῦ. Ὅρα δὲ κἀνταῦθα ποιητικὰ πάρισα, τὸ «πέρνασκε» καὶ τὸ «ἕλεσκεν», ἁπλοϊκῶς οὕτω παραπεσόντα τῇ ἠθοποιΐᾳ τῆς γραός. Θανάτοιο δὲ αἶσα περιφραστικῶς ὁ θάνατος πρὸς διαστολὴν ἑτέρας αἴσης. ἐν τούτοις δὲ ἡ ποίησις τὸν θεοφιλῆ ἄνδρα καὶ ζῶντα καὶ τεθνεῶτα φιλεῖσθαι λέγει θεῷ. Τὸ δὲ «παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεύς» ἔχει τι κάλλους κατὰ τὸ «παῖδας» καὶ «πόδας». Σάμον δὲ καὶ νῦν τὴν Θρᾳκίαν λέγει. αὕτη γὰρ τοῖς περὶ Λῆμνον καὶ Ἴμβρον τόποις παράκειται, οὐ μὴν ἡ ἀνατολικωτέρα Ἰωνική. Ἀμιχθαλόεσσα δὲ οἱονεὶ ἀμικτόεσσα, τροπῇ τῶν ψιλῶν εἰς δασέα καὶ πλεονασμῷ τῆς αλ <!-- 4.982 -->συλλαβῆς ἐκ τοῦ ἄμικτος. ἀπρόσμικτος γὰρ ἦν ἡ Λῆμνος τοῖς πλέουσιν, ἐπεὶ Σίντιες οἱ Λήμνιοι καὶ πειρατικοί. ἢ καὶ διὰ τὸ πετρῶδες ἐν πολλοῖς καὶ δυσπρόσιτον, περὶ ὧν καὶ Σοφοκλῆς φησιν «οὐκ ἐνθάδʼ οἱ πλοῖ τοῖσι σώφροσι βροτῶν». οἱ δὲ παλαιοί φασιν καί, ὅτι κατὰ Κυπρίους ἀμιχθαλόεσσα ἡ εὐδαίμων, τοῦτο δὲ ὡς οἷα πολύμικτος. Τὸ δὲ «σεῦ δʼ ἐπεὶ ἐξέλετο θυμὸν ῥυστάζεσκεν» οὐκ ἀναγκαίως πάντῃ πεπλαγίασται. εἶχε γὰρ καὶ κατὰ αἰτιατικὴν εἰπεῖν «σὲ δὲ ῥυστάζεσκε», εἰ μὴ τὸ μέτρον ἀπῄτησε πλαγιασμόν. Τὸ δὲ «ὃν πέφνες» ἡ παραμυθία τῆς Ἑκάβης ἐστί. λέγει δὲ αὐτὸ καὶ εἰς ἔπαινον τοῦ παιδός. Τὸ δὲ «ἀνέστησε δέ μιν οὐδʼ ὥς» καταφορὰ τῆς τοῦ Ἀχιλλέως ἐστὶν ὠμότητος, ὡς ἐπὶ ἀνηνύτοις χολοῦντος. Τὸ δὲ «ἑρσήεις» ἀποφάσκει τοῦ Ἕκτορος τὴν νεκρικὴν ξηρότητα. εἰ γὰρ ἑρσήεις ἐστί, δῆλον ὡς οὐκ ἔστιν ἀλίβας. τοῦτο δὲ σὺν καὶ τοῖς ἑξῆς τὴν πρὸς Ἕκτορα τῶν μακάρων φιλίαν δηλοῖ. Τὸ δὲ «πρόσφατος» ἀντὶ τοῦ νεωστὶ καὶ ἐγγὺς φατός, ὅ ἐστι πεφονευμένος, ἀφʼ οὗ καὶ ἀρηΐφατος. παρὰ δὲ τοῖς μεθʼ Ὅμηρον πρόσφατον τὸ νεαρὸν καί, ὡς εἰπεῖν, ἐγγὺς φατόν, ἤτοι φανὲν καὶ δειχθέν, ἢ καὶ ἄλλως, ἐγγὺς καὶ προσεχῶς φατόν, ἤτοι λεκτόν, ἐξ οὗ καὶ φατειός, οὗ καθʼ ὁμοιότητα καὶ ποταίνιον οἱ ὕστερον τὸ νεωστὶ συμβὰν εἶπον, ταὐτὸν θέντες εἶναι τὸ ποτι καὶ τὸ προς, ὁμοίως καὶ τὸ αἶνος καὶ τὸ φατός, κἀντεῦθεν εἰς ὅμοιον ἥκειν τὸ ποταίνιον καὶ τὸ πρόσφατον. δῆλον δὲ ὅτι, ὥσπερ ἡ φάσις, οὕτω καὶ ὁ αἶνος ἐπὶ <!-- 4.983 -->λόγου δύναται τίθεσθαι ἁπλῶς. καὶ τοιάδε μὲν καὶ τὰ κατὰ τὴν μητέρα Ἑκάβην. Ἡ δὲ Ἑλένη τριτάτη ἐξάρχουσα γόοιο καὶ ἀρξαμένη ἔν τε πρώτῳ στίχῳ καὶ δευτέρῳ κατὰ τὴν πενθερὰν Ἑκάβην «Ἕκτορ» φησί, καὶ ἑξῆς, ὡς προγέγραπται, «ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής, ὅς μʼ ἄγε Τροίηνδʼ, ὡς πρὶν ὤφελλον ὀλέσθαι», ἢ «ὤφελλʼ ἀπολέσθαι», ἐκεῖνος δηλαδή, «ἤδη γὰρ νῦν μοι τόδʼ ἐεικοστὸν ἔτος ἐστίν, ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης· ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον· ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι», ὅ ἐστιν ἔπεσιν ἐπιπλήττοι, «δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, ἀλλὰ σὺ τόν γʼ ἐπέεσσι παραιφάμενος κατέρυκες σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι. τῷ σέ θʼ ἅμα κλαίω καὶ ἐμὲ ἄμμορον ἀχνυμένη κῆρ· οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν», ἤγουν μισοῦσι κατά τινας, μάλιστα δὲ δειλιῶσιν ὡς ὀλεθρίαν, καὶ ὡς ἂν καιρίως εἴποι τις, ἐρρίγασι καὶ στυγοῦσιν. ὅθεν καὶ ῥιγεδανή που καὶ στυγερὴ ἐρρέθη Ἑλένη. Καὶ ὅρα τὸ τῆς ἡρωΐδος φιλάληθες, ἥτις ἀκροωμένης καὶ τῆς Ἑκάβης φιλαίτιον ἑαυτῇ ὥσπερ καὶ τοὺς ἄλλους, οὕτω καὶ τὴν ἑκυρὰν εἶναι δηλοῖ, δίχα γε, ὡς εἰκός, Πριάμου καὶ Ἕκτορος. ὡς εἴγε καὶ αὐτοὶ οἱ προέχοντες ἀπήχθοντο τῇ Ἑλένῃ, τί ἔδει τηλικοῦτον γενέσθαι πόλεμον καὶ μὴ ταχὺ ἐκδοθῆναι αὐτὴν τῷ ἀνδρί; ὅτι δὲ ἀγαθὸς ἦν αὐτῇ ὁ ἑκυρός, καὶ ἐν τῇ γάμμα ῥαψῳδίᾳ δεδήλωται. Ὅρα δὲ τῆς αὐτῆς Ἑλένης καὶ τὸ «ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος». προλαμβάνει γὰρ κολακικώτερον καὶ αὐτὸν καὶ τοὺς λοιποὺς ἐπὶ εὐνοίᾳ, ἵνα μὴ δόξῃ πρὸς τῶν Ἀχαιῶν εἶναι καὶ διʼ αὐτὸ χαίρειν τῇ πτώσει τοῦ Ἕκτορος. διὸ καὶ ἐπῄνεσε θεοειδῆ τὸν Πάριν εἰπών. εἰ δὲ τῆς Ἀνδρομάχης εἰπούσης ἄνδρα τὸν Ἕκτορα ἐν τῷ «ἆνερ, ἀπʼ αἰῶνος ὤλεο» Ἑλένη οὐκ ἄνδρα τὸν Πάριν ἔφη ἀλλὰ πόσιν, ζητητέον, εἴ τίς ἐστι διαφορὰ πόσιος καὶ ἀνδρός, <!-- 4.984 -->καθὰ Σοφοκλῆς ἐν Τραχινίαις ἐμφαίνει, ὅπου ἡ Δηϊάνειρα δέδοικε, μή ποτε ὁ αὐτὴν ἔχων Ἡρακλῆς τῇ μὲν αἰχμαλώτῳ Ἰόλῃ εἴη ἀνήρ, αὐτῇ δὲ πόσις. Τὸ δὲ «ὡς πρὶν ὤφελλον ὀλέσθαι» ἀκριβέστερον τοῦ «ὤφελλʼ ἀπολέσθαι». οὐ γὰρ ἂν ἐπαινετικῶς θεοειδῆ τὸν ἄνδρα εἰποῦσα, εἶτα εὐθὺς μεταβαλομένη ἐπαρῷτο ὡς οἷον ἐκλαθομένη. εἰ μὴ ἄρα κατὰ ψυχῆς βαρύτητα τοῦτο ποιεῖ, ὃ δὴ πολλαχοῦ γίνεται. Ἐεικοστὸν δὲ τετρασυλλάβως νοητέον ἔτος ἀπὸ τῆς ἁρπαγῆς, ὡς δεκαετίας μὲν παρελθούσης τῇ στρατολογίᾳ διὰ τὸ ἐν Ἑλλάδι ὄντας τοὺς Ἀχαιοὺς ἀθροίζεσθαί τε καὶ μανθάνειν ὅσον πλοῦτον οἱ Τρῶες καὶ ἰσχὺν περιεβέβληντο, ἄλλων δὲ δέκα ἐτῶν συντετελεσμένων τῇ τῆς Τροίας πολιορκίᾳ. τῇ μέντοι εἰκοσαετεῖ ἐπανόδῳ τοῦ Ὀδυσσέως οὐ προσλογιστέον τὰ ῥηθέντα τῆς στρατολογίας δέκα ἔτη, ἐν ᾗ, φασί, τοὺς Ἀχαιοὺς χειμάζειν μὲν ἐν ταῖς ἰδίαις, θέρους δὲ ἐν Αὐλίδι διάγειν, ἀλλὰ τὰ δέκα τοῦ πολέμου καὶ τὰ ἶσα τῆς πλάνης. παρασημείωσις δὲ Ὁμηρικὴ τὸ ῥηθέν, ὡς ἂν εἰδείη ὁ τῆς Ἰλιάδος ἀκροατής, περὶ τίνων ἡ τοῦ βιβλίου πραγματεία τῷ ποιητῇ. Τὸ δὲ «ἐξ οὗ κεῖθεν ἔβην» ἑρμηνεύει εἰπὼν «καὶ ἐμῆς ἀπελήλυθα πάτρης». Ἀσύφηλον δὲ τὸ ἀπαίδευτον καὶ βλαπτικόν, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, παρὰ τὸ ἆσαι, τὸ βλάψαι, καὶ τὸ φηλῆσαι ἀσόφηλον καὶ Αἰολικῶς ἀσύφηλον, ὡς ὄνομα ὄνυμα καὶ τὰ ὅμοια. Ἐπεὶ δὲ ἡ φράσις τοῦ «οὐ κακὸν ἔπος οὐδʼ ἀσύφηλον» διαφέρειν ἀλλήλων ἐμφαίνει τὸ κακὸν καὶ τὸ ἀσύφηλον, ζητητέον εἴ τι διαφέρουσι. Περὶ δὲ δαέρων καὶ τῆς κατατριβῆς τούτων τῶν συγγενικῶν λέξεων προγέγραπται. Ἐν δὲ τῷ «ἀλλὰ σὺ ἐπέεσσι παραιφάμενος, τὸ μὲν ἀλλα περιττεύει Ἀττικῶς, τὸ δὲ «ἐπέεσσι» καιρίως πρόσκειται. παραίφασις, εἴρηται καὶ ὅπου μνεία παρφάσεως γέγονε τῆς κατὰ τὸν κεστόν, ἥτις ἦν παραλογισμός, οὐ μὴν κατὰ τὴν φιλικὴν <!-- 4.985 -->παραίφασιν, ἣ καὶ παραμυθία λέγοιτʼ ἂν κατὰ τὸ «καὶ ἄλλοις ἐγὼ παραμυθησαίμην», ὡς ἐν τῇ ἰῶτα ῥαψῳδίᾳ κεῖται. δεξιῶς δὲ ἡ Ἑλένη πρὸς τὸ «εἴ τίς με ἐνίπτοι» ἀντέθηκε τὸ «ἀλλὰ σὺ ἐπέεσσι παραιφάμενος κατέρυκες», οἱονεὶ φαμένη ὡς, ἐὰν καί τις ἐλύπει με λόγοις, σὺ αὖθις παρεμυθοῦ, κατεπᾴδων λόγοις καὶ κωλύων τὸν ἐνίπτοντα. Ὃν καὶ ἐνίσσοντά ἐστι λέγειν ἐκ τοῦ ἐνίσσω, τὸ κακολογῶ, οὗ χρῆσις πρὸ βραχέων ἔκειτο. δοκεῖ δὲ καὶ ὁ Ἕκτωρ, καθὰ καὶ οἱ δημογέροντες οἱ ἐν τῇ γάμμα ἐπὶ τῷ τῆς Ἑλένης κάλλει ἐξεπλήττοντο, διατεθεῖσθαι καὶ αὐτός—καί που συλλαλεῖ ἐκείνοις τὸ «οὐ νέμεσις» καὶ ἑξῆς— καὶ πρὸς τὸ κάλλος τῆς Ἑλένης ἐκκεκωφῆσθαι, ὅπερ Εὐριπίδης γλυκέως ἅμα καὶ τολμηρῶς καί, ὡς εἰπεῖν, ἐπιφωνηματικῶς ἐπὶ ξιφῶν ἔγραψεν. εἰ δὲ τὸ κάλλος τοῖς παλαιοῖς τίμιον ἐκρίθη, οὐκ ἔστιν ἀμφιβαλεῖν. ἥρωάς τε γὰρ τοὺς καλοὺς ἐφήμιζον, καὶ ἡρῷα ἵδρυον αὐτοῖς. διʼ αὐτὸ δὲ καὶ τὸν Ἔρωτα πολλαχοῦ ὑπερετίμων. Θεσπίοις γοῦν Ἔρωτος χάριν τὰ Ἐρωτίδια ἦγον ὡς οἷά τινα Ὀλύμπια καὶ Παναθήναια. καθίστων δὲ πολλοὶ καὶ βασιλέας τοὺς καλλίστους, ὡς οἱ Ἀθάνατοι καλούμενοι Αἰθίοπες, καθὰ καὶ ὁ Δειπνοσοφιστὴς ἱστορεῖ, ὃς εἰπὼν καὶ ὅτι ἔοικε τὸ κάλλος βασιλείας οἰκεῖον εἶναι, καὶ λαλήσας εἰς τοῦτο, περαιοῖ τὸν λόγον, ὡς καὶ ἡμεῖς τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν, θεὶς ἐν μέσῳ καὶ ὡς διὰ κάλλος καὶ Ζεὺς διὰ κεράμων χρυσὸς ἔρχεται, ταῦρος γίνεται, ἀετὸς πτεροῦται πολλάκις, ὥσπερ καὶ ἐπʼ Αἰγίνῃ. Πρίαμος δὲ εἰπὼν οὔπω καλὸν ἰδεῖν βασιλέα κατὰ τὸν Ἀγαμέμνονα, πρὸς ἑτέρους καλοὺς βασιλεῖς αὐτὸν παραβάλλει. ἐθαυμάζετο δέ, φασί, καὶ κατὰ Σπάρτην μᾶλλον ὁ κάλλιστος καὶ ἡ καλλίστη. πολλῶν δὲ τοιούτων ὁ τόπος εὐφόρει. διὸ καὶ Ἀρχίδαμος ὁ βασιλεὺς ἐζημιώθη πρὸς τῶν ἐφόρων, οἷα καλῆς γυναικὸς αἰσχρὰν πλουσίαν ἀλλαξάμενος, ἐπεὶ βασιλισκοὺς ἀντὶ βασιλέων τῇ Σπάρτῃ γεννᾶν προαιρεῖται. <!-- 4.986 -->Ἡ δὲ ἀγανοφροσύνη διαφέρει ἀγανῶν ἐπέων, παρόσον οὔτε ὁ ἀγανόφρων ἐξ ἀνάγκης ἀεὶ ἀγανὰ λαλεῖ, ἔστι γὰρ ὅτε καὶ δριμύξεται, οὔτε τὸ ἀγανὸν ἔπος ἀγανοφροσύνην δηλοῖ ἀεί. τί γάρ, εἴπερ ὑποκέκριται; Τὸ δὲ «ἄμμορον» σύμφωνόν ἐστι τῷ «ὡς πρὶν ὤφελλον ὀλέσθαι». δύσμορος γὰρ καὶ ὁ, μὴ δέον ὂν ζῆν, ὅμως τῷ βίῳ περιών. καὶ ἐν τούτοις μὲν καὶ τὰ τῆς Ἑλένης. Σημειωτέον δὲ ὡς ἐν κεφαλαιώδει ἐπαναλήψει, ὅτι εἰς ἔλεον καταστρέφει τὴν Ἰλιάδα ὁ ποιητής, ὅθεν λαβόντες ἀρχὴν καὶ οἱ δικανίζοντες ἐσχάτους ἐν λόγοις τοὺς οἴκτους ἐτίθεσαν, κινοῦντες τὸν ἀκροατήν. καὶ προκατάρχει μὲν θρήνου ἡ Κασσάνδρα κωκύσασα καὶ τὸν λαὸν δὲ συγκαλεσαμένη πρὸς θέαν ὡς οἷα καὶ κῆρυξ, καί τινα βραχὺν ὑπειποῦσα ἔπαινον, ὅτε καὶ οὐδεὶς ἐν τῇ πόλει ἐλείπετο ἐπὶ τῇ θέᾳ τοῦ νεκροῦ καὶ ὅτι ὁ γέρων βασιλεὺς παραδόξως σέσωστο. εἶτα θρηνοῦσιν ἄνδρες ἀοιδοὶ θρήνων ἔξαρχοι ᾄδοντες τὰ συνήθη, ὡς εἰκός. Ὅμηρος γάρ, οὕτω δόξαν αὐτῷ, οὐδὲν περὶ τούτων ἐπισημαίνεται. «ἐπὶ δʼ ἐστενάχοντο γυναῖκες». εἶτα δὴ αὐταῖς Ἀνδρομάχη ἄρχει γόοιο, μονῳδοῦσα ὅσα γυνὴ σώφρων ἐπʼ ἀγαθῷ καὶ ἀνδρείῳ ἀνδρὶ κειμένῳ. μετὰ δʼ αὐτὴν κλαίει Ἑκάβη, οὐδέν τι λέγουσα ὡς μήτηρ πρὸς παῖδα, ὀλίγον δὲ εἰποῦσα καὶ αὐτὴ ἔπαινον <!-- 4.987 -->τοῦ υἱοῦ, ὡς θεοῖς φίλου καὶ μετὰ θάνατον. ἀγροικότερον γὰρ ἡ γραῦς διάκειται, ἣ καὶ ἐν τοῖς πρὸ τούτων τῷ προκολπίῳ καὶ τῷ μαζῷ ἐπέτρεψε τὴν εἰς τὸν Ἕκτορα ἱκετείαν οὐ πολλά τινα φθεγξαμένη. ἐπὶ δὲ πᾶσι λαλεῖ καὶ ἡ Ἑλένη τεχνικῶς, τόν τε κείμενον ἐπαινοῦσα εἰς πραΰτητα, λέγουσα δέ τι καὶ ὑπὲρ Πριάμου, καὶ ἑαυτῆς καταφερομένη. ταύτῃ δὲ ἐπιστένει καὶ δῆμος ἀπείρων. καὶ τὸ ἐντεῦθεν τῶν μακρῶν θρήνων ἀπαλλαγεὶς ὁ νεκρὸς ὀψέ ποτε θάπτεται. Σημείωσαι δʼ ἐν τούτοις, ὅτι οὐ λέγει ὁ ποιητής, τί ἂν εἶπεν ὁ δῆμος ἢ αἱ γυναῖκες, ὥσπερ οὐδὲ οἱ ἀοιδοί, ἐπὶ τῷ κειμένῳ. δυσχερὲς γὰρ τὰ τοιαῦτα μιμεῖσθαι. τὴν δὲ ἰσχὺν αἱ ἠθοποιΐαι ἐπὶ τῶν καθέκαστα μάλιστα ἔχουσι. διὸ καὶ ὁ ποιητὴς ἐν τοῖς κοινοῖς ἠθοποιεῖ ἀρχόμενος οὕτω «ὧδε δέ τις εἴπεσκε», μερικεύων τὸ κοινὸν διὰ τοῦ τίς ἀορίστου ὀνόματος. οὐ λέγει δέ τι ἐν τούτοις οὐδʼ ὁ Πρίαμος, διότι τε τὴν τοῦ γέροντος ῥητορικὴν ἔφθη ὁ ποιητὴς ἐπιδείξασθαι ἀλλαχοῦ, ὡς καὶ προεδηλώθη, ὃν καὶ Ἀχιλλεὺς ἐθαύμαζε μῦθον ἀκούων, καὶ ὅτι τὸ πᾶν τῆς ταφῆς ἀνύων θρήνοις οὐκ ἐνευκαιρεῖ. Ὅτι πλατύνας ἐν τοῖς ἔμπροσθεν ὁ ποιητὴς τὰ τῆς πυρᾶς τοῦ Πατρόκλου ἐπιτρέχει ἐνταῦθα τῇ τοῦ Ἕκτορος ταφῇ, τεχνικῶς καὶ συνήθως τοῦτο ποιῶν, ἵνα μὴ περιττολογῇ, καθὰ καὶ προσεσημείωται, καὶ μυθολογεύῃ τὰ ἀριζήλως εἰρημένα, ὥς που αὐτός φησι. καὶ λέξεσι μὲν καὶ στίχοις τισὶ χρᾶται τῶν ἐν τῷ Ἐπιταφίῳ, οὐδὲν δὲ ἐνδιασκεύως λαλεῖ, ἀλλὰ φράζει γοργῶς· ὃς ἐκέλευσεν ἄξειν Τρῶας ξύλα ἄστυδε, μηδὲ θυμῷ δειδιότας πυκινὸν λόχον, ὡς Ἀχιλλεύς, φησί, «πέμπων μʼ ὧδε», ἤγουν οὕτως, «ἐπέτελλεν», ὑποσχόμενος «μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς». Καὶ αὐτὸς μὲν «ὣς ἔφατο. οἳ δʼ ὑπʼ ἀμάξῃσι βόας ἡμιόνους τε ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο, ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην», ὡς τηλόθι τῆς ὕλης οὔσης, καθὰ ἐδηλώθη. «ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, καὶ τότʼ ἂρ ἐξέφερον θρασὺν Ἕκτορα δακρυχέοντες. ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν», ὥς που καὶ ὁ τοῦ Πατρόκλου ἐτέθη νεκρός, «ἐν δʼ ἔβαλον πῦρ». πρωῒ δὲ «ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός. οἳ πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ πᾶσαν», ὡς καὶ ἐν τῷ Ἐπιταφίῳ, «ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα ὀστέα λευκὰ λέγοντο κασίγνητοι ἕταροί τε, μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. καὶ τά γε χρυσέην ἐς λάρνακα θῆκαν ἑλόντες, πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν· αἶψα δʼ ἂρ ἐς κοίλην κάπετον θέσαν αὐτὰρ ὕπερθε πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι· ῥίμφα <!-- 4.988 -->δὲ σῆμʼ ἔχεαν· περὶ δὲ σκοποὶ εἵατο», ἤγουν ἐκάθηντο, «πάντῃ», καὶ ἑξῆς. Καὶ ὅρα ὅτι ὁ Πρίαμος, εἰ καὶ μή πω ἦν δωδεκάτη, ὥστε καὶ πολεμίξειν, εἴπερ ἀνάγκη, ὅμως προμηθευτικῶς, ἀσφαλείας χάριν στρατηγικῆς, ἐκάθισε σκοποὺς οὐχʼ ἁπλῶς, ἀλλὰ «πάντῃ, μὴ πρίν», φησίν, «ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί». ὃ δὴ ἐλλιπῶς ἐλέχθη καὶ συντόμως καθʼ ὁμοιότητα τῶν πραττομένων. δηλοῖ γὰρ τὸ μὴ πρὶν ταφῆναι τὸν νεκρὸν καὶ σῆμα χωσθῆναι ἐφορμηθῶσιν οἱ πολέμιοι. Ἰστέον δὲ ὅτι τε τὸ «αἶψα δʼ ἔπειτα» δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται, καὶ ὅτι ἐκ τοῦ «πρὸ ἄστεος» τὸ προάστειον παρὰ τοῖς ὕστερον σύγκειται, καὶ ὅτι ἐν τῷ ἀγινέμεν ὕλην, ὅ ἐστιν ἄγειν, φέρειν, μετακομίζειν, δηλοῦται ὡς καὶ τὸ ὕλην ἀξέμεν τὸ ἀγαγεῖν μᾶλλον δηλοῖ, οὐ μὴν τὸ κλάσαι. πάντως γὰρ ἀγινεῖν μόνον τὸ ἄγειν, οὐ μὴν καὶ τὸ κλᾶν. τὴν δὲ ὕλην ξύλα πρὸ βραχέων ὁ γέρων ἔφη. Τὸ δὲ «ἄσπετος ὕλη» μεγεθύνει τὴν ξυληγίαν, ἵνα μὴ τῇ περὶ αὐτῆς βραχυλογίᾳ συγκατασμικρύνοιτο. Τὸ δὲ «ἐφάνη φαεσίμβροτος ἠώς» κυριολεξίαν τε ἔχει τοῦ «ἐφάνη» καὶ τρόπον δὲ ἐτυμολογικόν. ἀπὸ τοῦ φάειν γὰρ τὸ φαίνειν γίνεται. ἅμα δὲ καὶ συγγενεῖς αὗται τρεῖς ὁμοῦ συνῆλθον λέξεις ἐν παραθέσει. ἠώς τε γὰρ ἀπὸ τοῦ αὔειν, ὅ ἐστι λάμπειν, καὶ τὸ φαίνειν δὲ καὶ τὸ φαέθειν, ἐξ οὗ ἡ φαεσίμβροτος, τῷ λάμπειν ᾠκείωνται. καὶ ἄλλως δὲ τὸ «ἐφάνη φαεσίμβροτος ἠώς» πάνυ σαφῶς φράζει τὴν πρωΐαν ἤπερ κατωτέρω τὸ «ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς», ὃ πολλαχοῦ τῆς Ὁμηρικῆς ποιήσεως κεῖται. Τὸ δὲ «ἐξέφερον» εἰς ταφὴν δηλαδή, τὴν παρὰ τοῖς μεθʼ Ὅμηρον παράγει ἐκφοράν, ἣ δηλοῖ ταφήν. ἐξ αὐτοῦ δὲ καὶ τὸ ἐκφορεῖν, γόμον δηλαδὴ νηός, πρὸς ὃ ἔχει ὁμοιότητα καὶ τὸ διαφορεῖν, ὡς δῆλον ἐκ τοῦ «διαφορήσω σε» ὃ κεῖται παρὰ τῷ Κωμικῷ. θρασὺν δὲ Ἕκτορα λέγει τόν ποτε δηλαδὴ τοιοῦτον, ὥς που καὶ Πρίαμον εὐμελίην τὸν ἦν ὅτε <!-- 4.989 -->αἰχμητήν. παραπέμπει γὰρ σεμνῶς ὁ ποιητὴς τὰ καλὰ ἐπίθετα τοῖς ἥρωσι καὶ ὅτε μὴ ἔχουσι κατʼ αὐτὰ ἐνεργεῖν, καί πως κειμηλιοῖ ἐκείνοις οὕτως αὐτά. Ὅρα δὲ καὶ ὅτι χρᾶται κἀνταῦθα τῇ λέξει τῆς λάρνακος, καὶ ὅτι ἐφιλοτιμοῦντο οἱ παλαιοὶ τὴν ἐν λαμπροῖς σκεύεσι ταφήν. χρυσῆ γοῦν καὶ ἐνταῦθα λάρναξ. πρὸ δὲ ταύτης ὁμοία φιάλη, κειμήλια ταῦτα τοῖς ἐθέλουσι τυμβωρυχεῖν. ᾌδεται δὲ καὶ Κύρου τάφος πολύολβος, κακὰ δὲ παθὼν ὑπὸ τῶν τὰ τοιαῦτα λιχνευομένων. ἐτέθη καὶ Ἀλέξανδρος ὁ Μακεδὼν ἐν χρυσῇ πυέλῳ. ὕστερον δὲ αὐτῆς ἔκβλητος πεσὼν ὑελίνην ἔλαχε. Σημείωσαι δὲ καὶ ὅτι ἄχρι μὲν τοῦ καταστρωμοῦ τῶν λίθων τάφος ἦν, τὸ δὲ ἐπάνω χῶμα σῆμα ἦν, ὅ ἐστι σημεῖον καὶ δήλωσις τοῦ τετάφθαι τινὰ ἐκεῖ. ἐξωγκοῦντο δὲ χώμασιν οἱ τάφοι, τυχὸν μὲν διὰ κενὴν δόξαν, ὡς ἂν εἶεν ἀπόβλεπτοι, καὶ τῷ περὶ αὐτοὺς καὶ συμφύτῳ χροῒ κρυβέντες τῷ ἀλλοτρίῳ καὶ ἐπιθέτῳ φαίνοιντο, ἴσως δὲ καί, ἵνα μὴ τοῖς ἀνορύττειν βουλομένοις ὦσι ῥᾴονες. Ὣς δὲ πάνυ ἐσπουδάζετο καὶ ἡ πυρὰ καὶ ἡ λαμπρὰ ταφὴ τῶν νεκρῶν, οὗ ἕνεκεν εἴρηται τὸ «θάπτε μʼ ὅτι τάχιστα πύλας Ἀΐδαο περήσω» δηλοῦσι μὲν καὶ τὰ παλαιὰ τῶν πολυανδρίων χώματα, δηλοῖ δὲ καὶ ὁ γράψας, ὡς πολλὴ καὶ τῶν τοιούτων ἐπιμέλεια ἦν ποτὲ καὶ αἱ τῶν νεκρῶν πυραὶ θυμὸν ἀνδρικὸν ἀνῆπτον, καὶ ἦν καὶ τοῦτο ταῖς πόλεσιν ὠφέλεια ἐκ τῶν κειμένων. ἡ δὲ ἱστορία ἐπαινεῖ τὸν <!-- 4.990 -->Πεισίστρατον, ἐπειδὴ περιήγετο ἀεὶ νεανίσκους δύο ἢ τρεῖς ἔχοντας κέρματα, ἐξ ὧν διδοὺς εἰσέφερέ τι καὶ εἰς ταφήν. δηλοῖ δὲ τὸ τῆς ὁσίας, ταὐτὸν δʼ εἰπεῖν ταφῆς, τίμιον καὶ ὁ μιάστωρ Πέρσης, ὃν θαπτόμενον ἀνέπτυεν ἡ γῆ ποινῆς λόγῳ, ἵνα μὴ ὁ τὴν μητέρα χράνας καθαροῦ νεκροῦ τιμὴν λάχοι. καὶ ὅσοι δὲ διηγοῦνται ἄταφοι παραρρίπτεσθαι, διαφαίνουσι ταφῆς τιμιότητα, ἧς αὐτοὶ στέρονται. μνηστέον δʼ ἐνταῦθα καὶ Καλλιξείνου τοῦ Ἀττικοῦ, ὃς ἐτιμήσατο θανάτῳ στρατηγοὺς ἀθλίους ἐκείνους, οἳ χειμῶνος ἐπικειμένου σφοδροῦ, ἐκωλύθησαν ὁσιώσασθαι ταφαῖς τοὺς ἐν ναυμαχίᾳ πεσόντας. Κάπετος δὲ καὶ νῦν ὁ ἐσκαμμένος λάκκος. κεῖται δὲ ἡ λέξις καὶ παρὰ Σοφοκλεῖ. ἔστι δὲ ἡ τάφρος συνηθέστερον ὄνομα τῆς καπέτου, ἥτις παρὰ τὸ σκάπτειν γίνεται ἐλλείψει τοῦ σ. Τὸ δὲ «πέπλοισι μαλακοῖσι» καὶ τὸ «πυκνοῖσι λάεσσι μεγάλοισι» τὰ κατὰ κάλλος πάρισα, καλόν τινα οἷον κόσμον ὁ ποιητὴς τῇ ταφῇ τοῦ Ἕκτορος ἀνατέθεικεν, ἵνα μὴ διόλου σκυθρωπὸν αὐτῷ ἄλλως εἴη τὸ δρᾶμα. Ὅρα δὲ καὶ ὅτι, ὥσπερ ἀλλαχοῦ, οὕτω κἀνταῦθα ἐπὶ χώματος τὸ χέειν τίθησι καιριώτατα, ἐξ οὗ καὶ ὁ χοῦς καὶ τὸ χῶμα. φησὶ γὰρ «ῥίμφα δὲ σῆμα ἔχεαν», καὶ «χεύαντες δὲ τὸ σῆμα πάλιν κίον», ἤγουν ἐπαλιννόστησαν. Τὸ δὲ «ῥίμφα» «αἶψα» εἶπεν ἀνωτέρω, θελήσας τὴν τοῦ ἔργου σπουδὴν διὰ τῶν ἐπιρρημάτων τούτων ἐνδείξασθαι. ταῦτα δὲ ποιητικώτερα μὲν τοῦ «τάχα», ἰσοδύναμα δέ. Ἐπὶ δὲ πᾶσιν ὁ ποιητὴς ἐν βραχεῖ γράψας, ὅτι «εὖ συναγειρόμενοι δαίνυντο ἐρικυδέα δαῖτα» καὶ οἱ ἀμφὶ Πρίαμον, τουτέστιν ἐποιήσαντο συνήθως τὸν ἐπὶ τῷ νεκρῷ τάφον, ὃς δαῖτα ἐδήλου, εἶτα σχήματι συμπληρωτικῷ κατακλείει τὴν ποίησιν, εἰπὼν «ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο», ἀμφιέπειν κἀνταῦθα εἰπὼν τὸ ἐνεργεῖν, ἢ λόγοις παρὰ τὸ ἔπω, τὸ λέγω, ἢ σωματικαῖς κινήσεσι παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ. <!-- 4.991 -->Ὅρα δὲ τὸ «συναγειρόμενοι δαίνυντο δαῖτα» ὅτι τε Ἀττικῶς πέφρασται κατὰ τὸ «βουλὴν βουλεύουσι» καὶ τὰ ὅμοια, καὶ ὅτι μὴ συμποσίου προκειμένου, καθὰ οὐδὲ ἐν τῷ δόρπῳ τῷ ἐπὶ τοῦ Πατρόκλου, οὔτε εἰς δεκάδας ἀριθμοῦνται οἱ δαινύμενοι, ὥς που ὁ βασιλεὺς Ἀγαμέμνων διώρισεν, οὔτε μὴν εἰς μετριώτερον ἀριθμόν, ὡς ἔπαιξε συμποσιακῶς Ἀρχέστρατος ὁ Συρακούσιος, γράψας τὸ «ἐν μιᾷ πάντας δειπνεῖν ἀβρόδαιτι τραπέζῃ. ἔστωσαν δέ», φησί, «ἢ τρεῖς ἢ τέσσαρες οἱ ξύμπαντες ἢ τῶν πέντε γε μὴ πλείους. ἤδη γὰρ ἂν εἴη μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν». ἀλλʼ οὐδὲ εἰς τόπους ῥητούς, ὥσπερ καὶ ἄνδρας, μετροῦνται κατὰ τὸν ἱστορήσαντα, ὡς ἡ τῶν Καρνήων παρὰ Λάκωσιν ἑορτὴ μίμημα ἦν στρατιωτικῆς ἀγωγῆς. τόποι μὲν γάρ, φησίν, ἐννέα τῷ ἀριθμῷ, σκιάδες μὲν καλούμενοι, σκηναῖς δέ τι ἔχοντες παραπλήσιον· ἐννέα δὲ καθʼ ἕκαστον ἄνδρες ἐδείπνουν. φιλία ἴσως καὶ ἐκεῖ ἀριθμοῦ Ὁμήρῳ φίλου τοῦ ἐννέα. διὸ καὶ ἐπάγει ὁ τοῦθʼ ἱστορήσας τὸ «γίνεται δὲ ἡ ἑορτὴ ἐφʼ ἡμέρας ἐννέα». καί πως ἔοικε πρὸς ταῦτα τὸ «ἐννέα δʼ ἕδραι ἦσαν. προΐσχοντο δὲ ἀφʼ ἑκάστης ἐννέα ταύρους», ὅπερ ἡ Ὀδύσσεια ἱστορεῖ. καὶ οὕτω μὲν καὶ ταῦτα. Εἰ δὲ καὶ ὁ ἀγερμὸς τῶν δαινυμένων οἷός τε καὶ ὅσος ἦν σιωπᾶται καὶ ἡ τῆς δαιτὸς ποιότης, δοτέον καὶ αὐτὸ τῇ προσημανθείσῃ ἐπιτομῇ, διʼ ἣν καὶ ἀέθλων ἀγέραστος ὁ Ἕκτωρ κεῖται, οἰκτρὸς μὲν ἄλλως τά γε ἄλλα, Ὁμήρῳ δὲ οὐ τοιοῦτος, ὅτι μηδὲ Ἀχιλλεῖ τῷ φίλῳ. Τέλος τῆς Ἰλιάδος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-adx`.
