---
title: "Commentary on Homer's Iliad: Book XX"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ἰλιάδα, Υ"
author: Eustathius of Thessalonica
eul_wid: xpw-adt
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-iliad-book-20-xpw-adt"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:8fc73b998bded3f75890c10b6857cf0f3cc99328f1baafbc1e2036f4323d614c"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Iliad: Book XX

*Ὑπόμνημα εἰς τὴν Ἰλιάδα, Υ*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-adt` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-iliad-book-20-xpw-adt)

## Text

<!-- 4.354 -->

ΕΚ ΤΩΝ ΤΗΣ Υ

Ὅτι θεῶν μάχη τὸ γράμμα τῆς παρούσης ῥαψῳδίας ἐπιγέγραπται. ἡ δὲ ἔμμετρος ἐπιγραφὴ αὕτη· ῦ, μακάρων ἐνοπὴ καὶ φύλοπις οὐρανιώνων. καὶ ἄλλως δέ· ῦ, μακάρων ἔρις ὦρτο, φέρει δʼ ἐπὶ κάρτος Ἀχαιοῖς. Ὅτι δὲ τὸ υ στοιχεῖον ὒμ λέγουσιν οἱ Αἰολεῖς μετὰ ψιλῆς οἰκείῳ ἔθει, ψιλωτικοὶ γάρ εἰσιν ἐπὶ πᾶσιν, ὑπὸ τῶν εἰδότων πᾶσι παραδέδοται. Ὅτι ἐνδιαθέτως ὁ ποιητὴς ἐνταῦθα τὸν λόγον ἀποστρέψας πρὸς Ἀχιλλέα ὡς προσφωνεῖσθαι ὑπὸ τῆς Μούσης ἄξιον, φησὶν “ὣς οἳ μὲν παρὰ νηυσὶν θωρήσσοντο ἀμφὶ σέ, Πηλέος υἱέ, μάχης ἀκόρητον Ἀχαιοί”. Καὶ ὅρα ὅτι ἐν μὲν τῇ αʹ ῥαψῳδίᾳ περιφράσας ὁ Ἀγαμέμνων ἔφη πρὸς Ἀχιλλέα “αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε”, ἐνταῦθα δὲ συντομώτατα φράζων μάχης ἀκόρητον αὐτὸς ὁ ποιητὴς αὐτὸν λέγει. Καὶ σημείωσαι ὅτι, ὅπερ ἐπὶ Τρώων φθάσας εἰς ψόγον ἔφη τὸ μάχης ἀκορήτους ἐκείνους εἶναι, τοῦτο ἐνταῦθα ἐπὶ ἐπαίνου ὁ ἀμφίγλωσσος Ὅμηρος εἴληφε. καὶ οὐ θαυμαστόν. οὐ γὰρ ἀεὶ ὁ Ἀχιλλεὺς τοιοῦτος οὐδὲ ἀεὶ φίλη αὐτῷ ἡ ἔρις κατὰ τὸν διαβαλόντα βασιλέα, διὰ δὲ τὴν ἐπὶ τῷ Πατρόκλῳ ἄμυναν ἄρτι μάχης ἐστὶν ἀκόρητος. Ἰστέον δὲ ὅτι τό, ὡς εἴρηται, Ὁμηρικὸν δίγλωσσον <!-- 4.355 -->πρῶτα μὲν ἐν λέξεσι θεωρεῖται, οἷον “ὃν Βριάρεων καλέουσι θεοί”, Αἰγαίωνα δὲ ἄνδρες, καὶ “χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν”, ὡς Ὁμήρου δῆθεν καὶ τὴν θεῖαν εἰδότος γλῶσσαν ὡς καὶ τὴν κατʼ ἀνθρώπους. πρὸς ὅπερ ἀστεϊζόμενος Φιλόξενος ὁ Κυθήριος καὶ εἰπὼν λιπαραυγεῖς πορθμίδας πολλῶν ἀγαθῶν γεμούσας, ἐπάγει Ὁμηρικῶς “τὰς ἐφημέριοι καλέοντι”, ἤγουν καλοῦσι, “τραπέζας, ἀθάνατοι δέ τε Ἀμαλθείας κέρας”. εἶτα φαίνεται τὸ ῥηθὲν δίγλωσσον καὶ ἐν ἐννοίαις δοκούσαις διαφέρεσθαι, ὡς νῦν ὁ Ἀχιλλεὺς μάχης εἶναι ἀκόρεστος εὐλογεῖται, καίτοι τῶν Τρώων διʼ αὐτὸ τοῦτο κακολογηθέντων. τοῦτο δὲ καὶ ἐν πολλοῖς ἄλλοις δεινῶς ὁ ποιητὴς μεθοδεύει. καὶ ζηλοῦσι τοῦτο μάλιστα μὲν οἱ διαλεκτικοί, ὧν καὶ Ζήνων ὁ περιᾳδόμενος, καὶ οἱ ἐφεκτικοί, καὶ ὁ τὰ Δικτυακὰ δὲ μελετήσας, ὧν σκοπὸς τὰ ἀντικείμενα κατασκευάζειν, οἷον· λουστέον τὸν πυρέττοντα διὰ τὰ καὶ τά, καὶ αὖ πάλιν· μὴ λουστέον τὸν πυρέττοντα διὰ τὰ καὶ τά. τὸ τοιοῦτον δίγλωσσον ἐν πολλοῖς ῥητορικώτερον καὶ Εὐριπίδης ἐπιτηδευόμενός φησί που τὸ “ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγων ἀγῶνα θεῖτʼ ἄν, εἰ λέγειν εἴη σοφός”. Ὅτι καὶ Ἀχιλλέως ἐξιέναι μέλλοντος εἰς πόλεμον καθίζει θεῶν ἀγορὰν ὁ ποιητὴς ὑπὸ τῷ Διΐ, κελεύοντι διὰ τῆς Θέμιδος πάντας φοιτᾶν εἰς αὐτὸν ὡς ἐπὶ μεγίστῳ τινὶ πράγματι. καὶ Ζεὺς μὲν “Θέμιστα κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ φοιτήσασα” ἐποίει τὸ κελευσθέν. πάνυ δὲ μεγαλοπρεπῶς ὁ ποιητὴς καὶ ἐν τούτοις ἐξαίρει τὴν Ἀχιλλέως ἔξοδον, <!-- 4.356 -->εἴπερ ἐκκλησίαν τοιαύτην συνήγαγε διʼ αὐτόν. Ὅρα δὲ ὅτι ταῖς μὲν ἀγγελίαις ἡ Ἶρις ὑπουργεῖ καὶ ὁ Ἑρμῆς. νῦν μέντοι ὡς νομιμωτάτης, φασίν, ἐσομένης τῆς ἀγορᾶς, καὶ τέλος ἐπιθεῖναι μελλούσης μεγάλοις πράγμασιν—ἡ ψῆφος γὰρ τοῖς ἅρπαξι καὶ ἐπιόρκοις Τρωσὶ τελεία ἐπενεχθήσεται—τῇ Θέμιδι ὁ Ζεὺς πρὸς τὴν σύγκλητον χρῆται, ἥτις ἡ αὐτὴ οὖσα τῷ θεσμῷ καὶ τῇ δίκῃ ἀγορὰς λύει τε καὶ καθίζει κατὰ τὴν ποίησιν. Λέγει δὲ ὁ ποιητὴς καὶ ὅτι “οὔτε τις οὖν ποταμῶν ἀπέην”, τῆς ἄνω δηλαδὴ ἀγορᾶς, “νόσφʼ Ὠκεανοῖο, οὔτʼ ἄρα νυμφάων, ταί τʼ ἄλσεα καλὰ νέμονται καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα”. διὰ τί; διότι ἀλληγορικῶς καὶ αἱ τῶν ποταμῶν ἀρχαὶ καὶ αἱ τῶν πηγῶν καὶ αἱ τῶν ἑλῶν—τοιαῦτα γὰρ τὰ πίσεα—, ναὶ μέντοι καὶ αἱ τῶν ἀλληγορουμένων νυμφῶν, περὶ ὧν ἐν ἄλλοις ἐρρέθη, ἐκ τοῦ ἄνω Διός, τουτέστιν ἐκ τοῦ ὑψηλοῦ ἀέρος εἰσίν, ἐξ οὗ καὶ οἱ διϊπετεῖς παρονομάζονται ποταμοί. Καὶ Ποσειδῶν δέ, φησίν, οὐδʼ αὐτὸς νηκούστησεν, ἤγουν ἀνήκοος γέγονε, θεᾶς τῆς Θέμιδος, “ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς”, ἤγουν εἰς αὐτοὺς τοὺς ἄνω ἠθροισμένους. αἴρεται γάρ τι καὶ τοῦ κατὰ Ποσειδῶνα θαλαττίου ὕδατος, ὑψοῦ ἀναθυμιώμενον. Ὃς καὶ ἷζε, φησίν, ἐν μέσοισι, πιθανῶς. οἰκεῖος γὰρ ὁ μέσος τόπος τῷ Ποσειδῶνι, ὃς εἰς ὕδωρ ἀλληγορούμενος τῇ γῇ τῇ τοῦ παντὸς μεσαιτάτῃ συνεσφαίρωται. Ὠκεανὸς δέ γε οὐ πάρεστι, διότι εἰς τὸν ὁρίζοντα ἡ ἀκριβὴς αὐτὸν ἀνάγει θεωρία τὸν ἀποτέμνοντα τὸ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν ἡμισφαίριον. διὸ οὐκ ἐγχωρεῖ τὸν τοιοῦτον Ὠκεανὸν ὁμοίως τοῖς ἄλλοις ἄνω γενέσθαι, ὑπεραναβάντα τὸ διαιρούμενον. εἰ δὲ καὶ ὡς ὕδωρ στοιχειακῶς θεωροίη τις τὸν Ὠκεανόν, οὐδʼ οὕτω δύναται ἄνω γενέσθαι τῇ ὁλότητι, ἀλλά τι μὲν αὐτοῦ ἄνεισι, διὰ ἀναθυμιάσεων δηλαδή, ἃς ὁ Ποσειδῶν ὑποδηλοῖ, ἐξ ὧν οἱ ποταμοὶ καὶ αἱ πηγαὶ καὶ τὰ πίσεα καὶ αἱ νύμφαι, οὐ μὴν δὲ καὶ ἡ πᾶσα τοῦ στοιχείου ὁλότης ἄνω γίνεται. τοῦτο γὰρ ἀδύνατον. καὶ οὕτω μὲν κατὰ <!-- 4.357 -->ἀναγωγήν. μυθικῶς μέντοι ἀποδημεῖ τῆς ἐκκλησίας ὁ Ὠκεανὸς ὡς πρόγονος θεῶν, ἵνα μὴ παρείη τῷ τῶν ἀπογόνων πολέμῳ. θεῶν γὰρ μάχην τὴν ῥαψῳδίαν ταύτην ὁ ποιητὴς παραδίδωσι καὶ οἱ παλαιοὶ ἐπιγράφουσι. καὶ περὶ μὲν τούτων ταῦτα. Περὶ δὲ τῆς Γῆς εἰ καὶ μηδὲν ὁ ποιητὴς διορίζεται, ἀλλὰ βέλτιον, φασί, νοεῖν, ὡς ἀπολειπομένης τοῦ συλλόγου καὶ αὐτῆς. περὶ αὐτὴν γάρ ἐστιν ὁ κάτω μείνας Ὠκεανὸς καὶ ἀνάγκη συνεκλείπειν καὶ αὐτήν. Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα συνήθως Θέμιστα Δωρικῶς λέγει κατὰ τὸ “Θέμιστι καλλιπαρῄῳ”, καὶ κρᾶτα δὲ ὄρους, ὡς καὶ ἀλλαχοῦ, ἀκροτάτην κορυφήν, ἤτοι ἐξοχήν, ἀκρώρειαν. Σημείωσαι δὲ ὅτι κοινῶς μὲν ἡ κράς λέγεται τῆς κρατός. τὸ δὲ “κρατὸς διασπαρέντος” παρὰ Σοφοκλεῖ, καὶ “σῷ κράατι τίσεις” ἐν Ὀδυσσείᾳ, ἔχουσί τινα ζήτησιν. ἡ δὲ Τραγῳδία καὶ τὸ κρᾶτα λέγει οὐδετέρως ὡς καὶ τὸ κάρα. ἡ δὲ κάρα τῶν νεωτέρων ἐστί. λέγεται δὲ καὶ κάρηαρ, ὡς δηλοῖ τὸ “καρήατι”. Πολύπτυχος δὲ Ὄλυμπος τὸ μὲν ὄρος διὰ τὸ πολλὰς ἔχειν πτύχας, ἤτοι περιοχὰς ἀνακλίσεων, ὁ δὲ οὐρανὸς ἀλληγορικῶς διὰ τὰς ὀκτὼ σφαίρας, ἃς ἔχει, τὴν μίαν τῶν ἀπλανῶν καὶ τὰς ἑπτὰ τῶν πλανήτων. ἢ καὶ ἄλλως, πολύπτυχος ὁ ἰσχυρὸς καὶ στερεός, καθʼ ὁμοιότητα σώματός τινος πολυπτύχου, ὁποία καὶ ἡ τοῦ Ἀχιλλέως προϊστόρηται ἀσπίς. Νύμφαι δὲ ὅτι αἱ περὶ γῆν φυσικαὶ δυνάμεις λέγονται, ἃς ἡ τοῦ ὕδατος ὑγρότης ἀποτελεῖ, καὶ ἐν ἄλλοις πρὸ <!-- 4.358 -->τούτων σαφῶς εἴρηται. Ἄλσεα δὲ λέγει καλὰ τοὺς κήπους ἀπὸ τοῦ ἅλλω ἄλσω Αἰολικῶς. διὸ καὶ ψιλοῦται, ὅπου δηλαδὴ τὰ φυτὰ ἐξ ὑγρότητος καὶ πνεύματος εἰς αὔξην ἅλλονται. διὸ καὶ οὐ μόνον ἄλσος ὁ τοιοῦτος λέγεται τόπος ἀπὸ τοῦ ἅλλεσθαι, ἀλλὰ καὶ κῆπος ἀπὸ τοῦ κᾶπος, ὃ δηλοῖ πνεῦμα τὸ ἀναγωγὸν ὑγρότητος θρεπτικῆς τῶν φυτῶν. Πίσεα δὲ ὑγρὸς τόπος καὶ δυνάμενος πῖσαι, ὅ ἐστι ποτίσαι, καὶ διὰ τοῦτο καὶ ποιήεις, ἤτοι βοτανώδης. ὡς γὰρ μύω μύσω, φασί, μῦσος, εἰς ὃ μύομεν μὴ ἐμβλέπειν ἀνεχόμενοι, ἢ πρὸς ὃ τὰ χείλη μύομεν οὐ προσφωνοῦντες, οὕτω πίω πίσω πῖσος. τοῦ δὲ πίσω ἡ χρῆσις παρὰ Πινδάρῳ. ἐξ αὐτοῦ δὲ καὶ Πῖσα πόλις, καὶ Πῖσα πηγή, ὡς ἂν εἴποι τις ποτίστρα, καὶ πιστὰ παρʼ Αἰσχύλῳ φάρμακα τὰ πινόμενα. Ὅτι παντοδαπῶς τὴν τέχνην ὁ Ἥφαιστος, εἴγε ξεστὰς αἰθούσας ἄνω ποιεῖ, ἤγουν κατὰ τοὺς παλαιούς, ἕδρας στυλωτάς, αἰθομένας, ὅ ἐστι καταλαμπομένας φωτί. ἐφιζάνουσι δὲ ταύταις κατὰ τὸν ποιητὴν οἱ νῦν ἀγερθέντες, οὐχʼ ὡς θρόνοις πάντως, ἀλλʼ ἐν αὐταῖς περὶ τὸ ἔδαφος καθεζόμενοι. Ὅτι πανταχοῦ ἐν τῷ “ἰδυίαις <!-- 4.359 -->πραπίδεσι” διὰ τοῦ ι γράφει ὁ ποιητὴς τὴν ἄρχουσαν τοῦ ἰδυίαις, ἵνα διαφέρει τῆς μετοχῆς ὡς μετοχικόν. καὶ γράφοιτο εἰδυῖα μὲν διὰ διφθόγγου ἡ γινώσκουσα, ἰδυῖα δὲ μετὰ μόνου διχρόνου ἡ ἐπιστημονική. οὕτω γοῦν καὶ ἐνταῦθα ἔχει δακτυλικῶς τὸ “ἃς Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι”. εἰ δέ τις φίλερις ὢν αἱροῖτο ἐκθλίψας γράψαι “ποίησʼ εἰδυίῃσι πραπίδεσσιν”, ἵνα οὕτω σπονδειακῶς γράψῃ αὐτὸς διὰ διφθόγγου τὴν καταρχὴν τοῦ “εἰδυίαις”, ἀλλʼ οὐ νικήσει τοὺς παλαιοὺς Ὁμηρίδας διὰ τοῦ ι γράφοντας. Ὅτι ἐν τῷ “Διὸς ἔνδον ἀγηγέρατο”, ἤγουν ἠθροίσθησαν, λείπει γενικὴ περιοχῆς τινος, ἵνα ᾖ, ὅτι ἀγηγέρατο ἔνδον τοῦ κατὰ τὸν Δία δώματος ἢ οἴκου ἢ τοιοῦδέ τινος. Ὅτι ὁ φωραθείς, ἐφʼ οἷς ὑπέρ τινων κρύβδην νοεῖ, ἐρεῖ “ἔγνως ἐμὴν ἐνὶ στήθεσι βουλήν· μέλουσί μοι ὀλλύμενοί περ”. Ζεὺς δὲ τοῦτό φησιν, ἐφʼ οἷς αὐτὸς μὲν βουλὴν ἤθροισε, Ποσειδῶν δὲ ἤρετο “τί ποτε αὖ ἀργικέραυνε θεοὺς ἀγορήνδε κάλεσας; ἤ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις” καὶ ἑξῆς. Ὅτι ὁ Ζεὺς αὐτὸς μὲν μενέειν λέγει πτυχὶ Ὀλύμπου ἥμενος, ἤτοι περιοχῇ, ὡς εἴρηται. “ἔνθα ὁρόων”, φησί, “φρένα τέρψομαι”. τοὺς δὲ ἄλλους, οὓς φθάσας ἐκώλυσεν ἀπειλαῖς, ἀφίησιν ἄρτι ἀρήγειν “ὅπῃ νόος ἐστὶν ἑκάστου”. καὶ αἰτίαν τούτου ἐπάγει τὸ δεδιέναι, μὴ οὐκ ἀντίσχωσιν οἱ Τρῶες πρὸς τὸν Ἀχιλλέα. Φησὶ γὰρ ἀποσεμνύνων πάνυ τὸν Ἀχιλλέα οὕτως “εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλείωνα”, ἤγουν ἀντιστήσονται, ἐφέξουσιν, οἳ “καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες. νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς, δείδω μὴ καὶ τεῖχος ὑπέρμορον”, ἤγουν ὑπὲρ μόρον, “ἐξαλαπάξῃ”. Καὶ σημείωσαι ὅτι ἀστείως ἐνταῦθα οἱ παλαιοὶ λέγουσιν, ὡς ἐναντία ποιεῖ ὁ Ζεύς, οἷς βούλεται. θέλει μὲν γὰρ μὴ πάνυ ἰσχυρὸν κατὰ τῆς Τροίας γενέσθαι τὸν Ἀχιλλέα καὶ τοὺς Ἀχαιούς. διὸ καὶ ἐνδίδωσι τῇ τῶν θεῶν συμμαχίᾳ. λανθάνει δὲ ἑαυτὸν μὴ ποιῶν ὃ θέλει. κρείττους μὲν γὰρ Τρώων οἱ Ἕλληνες τὴν ἰσχὺν καὶ διʼ αὐτὸ ἄνισοι πρὸς ἐκείνους. κρείττους δὲ καὶ οἱ τοῖς Ἕλλησι βοηθοῦντες θεοὶ τῶν ἐπικουρούντων τοῖς Ἰλιεῦσι, καὶ ὁμοίως ἄνισοι καὶ αὐτοὶ πρὸς ἀλλήλους. ἐὰν δὲ τοῖς ἀνίσοις ἄνισα προστεθῇ ὁμοειδῆ τοῖς ἐξ ἀρχῆς, τὰ ὅλα μένει ἄνισα. ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆς ὑπερεχόντων μένει. ὡς οὖν ἰδίᾳ καθʼ ἑαυτοὺς οἱ Ἕλληνες ἄνισοί εἰσι τοῖς Τρωσὶν <!-- 4.360 -->ὑπερέχοντες τῇ ἀνδρίᾳ, οὕτω καὶ ἐν αὐτῇ τῇ τῶν θεῶν συμμαχίᾳ διὰ τὸ τῶν συμμάχων ἄνισον ὡσαύτως ἄνισοι ἔσονται καὶ ὑπερέξουσι τῇ ἀνδρίᾳ. καὶ οὕτω μὲν λογιωτάτη ἡ ἀπορία, οἱ δὲ λύοντες λέγουσιν ἃ θέλουσι. Τὸ δὲ “ὑπέρμορον”, ὡς καὶ ἐν Ὀδυσσείᾳ φαίνεται, ἓν μέρος λόγου Ἀρίσταρχος δέχεται ὁμοίως τῷ ὑπέρβιον, ὡς ἐπίρρημα ληφθὲν ἀντὶ τοῦ ὑπερμόρως. ἔχει δὲ καὶ πληθυντικὸν ἐν τῷ “ἔνθα κεν Ἀργείοις ὑπέρμορα νόστος ἐτύχθη”, ὅμοιον τῷ “οὐ μὲν καλὰ χόλον ἔνθεο θυμῷ”, ἀντὶ τοῦ οὐ καλῶς. ἐγχωρεῖ δὲ καὶ κατὰ διάλυσιν “ὑπὲρ μόρον” γράφεσθαι, μόρου νοουμένου τοῦ μεμοιραμένου, τουτέστι τοῦ μοιριδίου. ἔφη γοῦν ἐν τῷ τέλει τῆς ταῦ “ὅ μοι μόρος”, ἤγουν μοῖρα, “ἐνθάδʼ ὀλέσθαι”. Τὸ δὲ “φρένα τέρψομαι” δηλοῖ ὡς μόνον τὸ τέρψομαι αὐτὸ καθʼ αὑτὸ οὐκ ἐντελῶς φράζεται. Τὸ δὲ “ποδώκεα Πηλείωνα” περιττῶς κεῖται. εἰπόντος γὰρ τοῦ ποιητοῦ· εἰ γὰρ Ἀχιλλεὺς μόνος μαχεῖται, ἀρκοῦν ἦν εἰπεῖν· οὐδὲ μίνυνθα ἕξουσι Τρῶες αὐτόν. Ὅμηρος δὲ γλυκαζόμενος τῇ τοῦ Ἀχιλλέως προφορᾷ δισσεύει αὐτὸν καὶ ἀντὶ ἀντωνυμίας τὸ ἐκείνου ἡδέως προφέρει ὄνομα. Σημείωσαι δὲ καὶ ὅτι, ὥσπερ φυσικῶς οἱ ἄλλοι θεοὶ Διὸς ἔνδον ἀγηγέρατο, ἤγουν ἠθροίσθησαν, ὡς πρὸ ὀλίγων ἐρρέθη, “νόσφʼ Ὠκεανοῖο”, οὕτω καὶ εἰς τὴν εἰρημένην ὑπὸ θεῶν ἀρωγὴν οἱ μὲν ἄλλοι κατέρχονται “ὅπῃ νόος ἐστὶν ἑκάστου”, αὐτὸς δὲ μένει καθήμενος ἄνω, καθότι οὐκ ἔστι πιθανὸν τὸν αἰθέριον καὶ Ὀλύμπιον Δία ἐλλόγως ἐνεχθῆναι κάτω. Ὅτι Ἥρα μὲν συμμαχεῖ Ἀχαιοῖς οὐ μόνον ὡς εἰς νόμιμον γάμον ἀδικηθέντος τοῦ Μενελάου οἷα γαμηλία δαίμων, ἐπιστατεῖ γὰρ αὐτὴ τῶν γάμων, ἀλλὰ καὶ διὰ τὸ βασιλικώτερον τῆς Ἑλληνικῆς ἀρχῆς. Ἥρα γάρ, ὡς πολλαχοῦ ἐρρέθη, καὶ εἰς βασιλείαν μεταλαμβάνεται. ὅθεν καὶ Ἡραία ζωὴ ἡ βασιλική. Ἀθηνᾶ δὲ ἡ φρόνησις τοῖς Ἀχαιοῖς καὶ αὐτῇ συμμαχεῖ διὰ τὸ τοῦ Ἑλληνικοῦ πολέμου δίκαιον καὶ ἔλλογον καὶ διότι φρόνησις εἷλεν ὕστερον τὴν Τροίαν καὶ δόλος σοφός. Διὸ καὶ Ἑρμῆς αὐτοῖς ὁ λόγιος συμμαχεῖ, ὃς οὐ μόνον ἐριούνης καὶ φρεσὶ κεκασμένος πευκαλίμαις, ἀλλὰ καὶ δόλιος <!-- 4.361 -->Ἥφαιστος δὲ σύμμαχος Ἑλλήνων ἐστὶ καὶ αὐτός, ὅτι τε πολέμιος Ἄρει κατὰ τὸν καὶ ἐν τῇ Ὀδυσσείᾳ μῦθον, καὶ ὡς φίλος δὲ τῇ Ἀθηνᾷ. Ἥφαιστος γοῦν διδάσκει τέχνας ἐν Ὀδυσσείᾳ καὶ Παλλὰς Ἀθήνη. ἔτι δὲ καὶ ἄλλως πιθανῶς τοῦτο πλάττεται, ὡς ἂν ἔχοι ὁ ποιητὴς ἀντεπεξαγαγεῖν αὐτὸν ὡς πῦρ ὕδατι τῷ ἐγχωρίῳ ποταμῷ Ξάνθῳ. Ποσειδῶν δὲ τοῖς Ἀχαιοῖς συνεφάπτεται μάχης διά τε τὴν πρὸς τὸν Λαομέδοντα μῆνιν, εἴγε θητεύσαντος εἰς ἐνιαυτὸν μισθῷ ἐπὶ ῥητῷ ἐβιάσατο τὸν μισθόν, ὡς ὁ ποιητὴς ἐρεῖ προϊών. ἔτι δὲ καὶ ὅτι νησιῶται οἱ πλείους τῶν Ἑλλήνων καὶ διὰ τοῦτο οἰκεῖοι Ποσειδῶνι, καὶ ὅτι διὰ θαλάσσης πλεύσαντες εὐτυχῶς μετῆλθον τὴν τῆς Ἑλένης ἁρπαγήν. καὶ οὗτοι μὲν συμμαχοῦσι τοῖς Ἕλλησι διὰ ταῦτα. Τοῖς μέντοι Τρωσὶν ὁ μοιχὸς Ἄρης βοηθεῖ ὡς τοιούτοις, ὅμοιος, ὅ φασιν, ὁμοίοις, ὅπουγε καὶ ὁ Τρωϊκὸς πόλεμος ἀπὸ μοιχείας ἔσχε τὴν ἀρχήν, ἔτι δὲ καὶ ὡς ἁρπαγῆς καὶ βίας δεσπόζων, καὶ ὡς οὐκ ἔλλογος, ἀλλʼ ἐναντίος τῇ Ἀθηνᾷ. Διὸ καὶ ἡ Ἀφροδίτη τοῖς αὐτοῖς βοηθεῖ, οἰκείως μὲν ἔχουσα πρὸς τὸν ἀλόγιστον Ἄρην, ἀπεχθομένη δὲ τῇ ἔμφρονι Ἀθηνᾷ. Ἄρτεμις δὲ τοῖς Τρωσὶν ἐπικουρεῖ ἢ ὡς ἔφορος τῶν χορῶν, καὶ γὰρ καὶ οἱ Τρῶες χοροιτυπίαις ἄριστοι, ἢ ὡς τοξότης, ὁποῖος καὶ ὁ τοῦ πολέμου αἴτιος Ἀλέξανδρος. διὸ καὶ ὁ Ἀπόλλων ὡς τοιοῦτος συνεπικουρεῖ. Ἡ δὲ Λητὼ οἷα μήτηρ Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος, καὶ ὅτι νυκτὸς ἄξια ποιοῦσιν οἱ Τρῶες καὶ λήθης, εἰς ἅπερ ἄμφω ἀλληγορεῖται καὶ ἡ Λητώ. Ὁ δὲ Ξάνθος ὡς ποταμὸς ἐγχώριος ἐπικουρεῖ τοῖς Τρωσὶ καὶ ὡς πρὸς Ἥφαιστον ἀξιόμαχος. καὶ οὕτω μὲν ταῦτα. ὅτε δὲ ἀλλήλοις αὐτοὺς ὁ ποιητὴς ἀνθιστᾷ συνδυάζων εἰς μάχην, φυσικῆς τε ὁ μῦθος τηνικαῦτα ἔχεται θεωρίας καὶ ἠθικῆς, ὡς ἐκεῖ ῥηθήσεται. Σημείωσαι δὲ ὅτι, εἴπερ εἶχε πιθανεύσασθαι τὸ πλάσμα ὁ ποιητής, ἐποίησεν ἂν καὶ τὸν Ἀϊδωνέα καὶ τὸν Διόνυσον καὶ τὴν Δήμητραν παρόντας τῇ μάχῃ. οὐκ ἔχει δὲ πιθανῶς τοιοῦτόν τι <!-- 4.362 -->ποιῆσαι. Ἅιδης μὲν γὰρ οὐκ ἔστιν ὅτῳ πρὸς τὸ ζῆν ἐπικουρήσει, ἀπωλείᾳ χαίρων ἀνδρῶν καὶ στεναγμοῖς κατὰ τὴν τραγῳδίαν καὶ γόοις πλουτιζόμενος. Δήμητρα δὲ κατὰ τοὺς παλαιοὺς καὶ Διόνυσος καρποτρόφοι ὄντες ἄχθονται καθάπαξ τῷ πολέμῳ φθαρτικῷ ὄντι τῶν καρπῶν. Ἔστι δὲ ὁ περὶ τούτων τῷ ποιητῇ λόγος τοιοῦτος “βὰν δʼ ἴμεναι πόλεμόνδε θεοὶ δίχα θυμὸν ἔχοντες”, ἤγουν διχονοοῦντες, Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη ἠδὲ Ποσειδαίων γαιήοχος ἠδʼ ἐριούνης Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι», ταῖς πολλαχοῦ ῥηθείσαις, «κέκαστο. Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων, χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί», ἃ δὴ καὶ προγέγραπται. «ἐς δὲ Τρῶας Ἄρης κορυθαιόλος· αὐτὰρ ἅμʼ αὐτῷ Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα Λητώ τε Ξάνθος τε φιλομειδής τʼ Ἀφροδίτη». καί εἰσιν οὕτως πέντε μὲν οἱ Ἀχαιϊκοί, ἓξ δὲ οἱ τῶν Τρώων. Ἀγῶνα δὲ νεῶν καὶ ἐνταῦθα τὴν ἄθροισιν λέγει καί, ὡς οἱ μεθʼ Ὅμηρόν φασι, συναγωγήν. Ἐριούνης δὲ Ἑρμῆς ἢ παρὰ τὸ ἐρι ἐπιτατικὸν καὶ τὸ ὀνῶ, ὁ ἄγαν ὀνῶν καὶ ὠφελῶν, ἢ ὁ ἐφευρετικὸς παρὰ τὸ εὑρεῖν, ἢ χθόνιος κατὰ τοὺς Τραγικοὺς παρὰ τὴν ἔραν. Ἰστέον δὲ ὅτι ἀποσεμνύνων τὸν Ἥφαιστον ὁ ποιητής, ἵνα μὴ δόξῃ ἀχρεῖον τοῦτον σύμμαχον διδόναι τοῖς Ἕλλησιν, ἔφη τὸ «κίεν εἰς μάχην σθένεϊ βλεμεαίνων, χωλεύων», ὡς τοῦ χωλεύειν μηδὲν ἐμποδὼν γινομένου τῇ κατʼ ἐκεῖνον λοιπῇ εὐρωστίᾳ τοῦ σώματος. τὰ γὰρ ἄνω βριαρὸς ἦν καί, ὡς ὁ ποιητής φησι, «πέλωρ αἴητον». τὸ γοῦν φυσικὸν ἐλάττωμα, τὸ χωλεύειν, ἀναπληροῖ βλεμεαίνων σθένεϊ. τοιοῦτον καὶ τὸ «ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί». ἐλάττωμα μὲν γὰρ τὸ ἀραιαί, ἀρετὴ δὲ τὸ ῥώεσθαι, ἤγουν ἐρρωμένως κινεῖσθαι. Βλεμεαίνειν δὲ καὶ νῦν ἢ τὸ ἀποβλέπεσθαι καὶ περίβλεπτον εἶναι, ἢ τὸ δεινοῦσθαι καὶ ἀγριοῦσθαι κατὰ <!-- 4.363 -->λέοντα ἐκφοβοῦντα βλέμματι καὶ ὄψεως βλοσυρότητι, ἢ κατὰ τοὺς παλαιοὺς τὸ βρέμειν, ἐναλλαγῇ ἀμεταβόλου εἰς ἀμετάβολον. Κορυθαιόλος δὲ οὐ μόνον ὁ Ἕκτωρ πολλαχοῦ, ἀλλὰ καὶ ὁ Ἄρης ἐνταῦθα. Ἰστέον δὲ καὶ ὅτι φιλοτιμεῖται κἀνταῦθα τοῖς ἐπιθέτοις ὁ ποιητὴς κατʼ ἰδέαν γλυκύτητος τοὺς πλείους τῶν θεῶν μετὰ ἐπιθέτων προαγαγών· Παλλὰς Ἀθήνη, Ποσειδάων γαιήοχος, ἐριούνης Ἑρμείας, Ἄρης κορυθαιόλος, Φοῖβος ἀκερσεκόμης, Ἄρτεμις ἰοχέαιρα, φιλομειδὴς Ἀφροδίτη. ἠξίωσε δὲ καὶ ἔτι πλείονος λόγου τὸν Ἑρμῆν καὶ τὸν Ἥφαιστον, τὸν μὲν εἰπὼν φρεσὶ πευκαλίμαις κεκοσμῆσθαι, ἤτοι πυκιναῖς, συνεταῖς, τὸν δὲ σθένεϊ βλεμεαίνειν καὶ ἐρρωμένως τὰς κνήμας κινεῖν. τὴν μέντοι Λητὼ καὶ τὸν Ξάνθον ἐπιθέτων δίχα προήγαγεν, ἵνα μὴ ὁμοειδῶς διὰ πάντων χωρῇ. Ὅρα δὲ ὡς, εἰ καὶ ταὐτὸν ἀκερσεκόμην εἰπεῖν καὶ καρηκομόωντα, ὅμως οὐκ ἠθέλησε τὸν Ἀπόλλωνα καρηκομόωντα εἰπεῖν, ὡς ἀνθρώποις ἀπονείμας ἐκεῖνο, οἳ τρέφοντες κόμην ἐκείροντό ποτε αὐτήν, καὶ οὐ μόνον ἐπὶ πένθει, ὅπερ ἐπὶ Πατρόκλῳ γίνεται, ἀλλὰ καὶ ἄλλως ἐπὶ ἀνατροφῇ. πλόκαμος γὰρ κούριμος ὁ μέν τις ἦν κατὰ τὸν εἰπόντα θρεπτήριος, ὁ δὲ θρηνητήριος. οἱ γοῦν, ὡς ἐρρέθη, κειρόμενοι οὐκ ἂν εἶεν ἀκερσεκόμαι. εἰ δὲ καὶ ἐπὶ ἀφανισμοῦ ποτε τὸ κείρειν λαμβάνεται, ὡς προδεδήλωται, καλῶς καὶ οὕτως Ἀπόλλων μὲν εἴη ἂν ἀκερσεκόμης, ἄνθρωποι δὲ οὔ. Ὅτι «Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς· Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, δειδιότας ὅθʼ ὁρῶντο», ἤγουν ἔβλεπον, «ποδώκεα Πηλείωνα τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ». ὃ δὴ νοητὴ καὶ αὐτὸ οὖσα παραβολὴν εὐλόγως οὐ πεπλάτυνται, ἀλλʼ ἐπιτόμως εἴρηται. Καὶ σημείωσαι, ὅπως ὁ ποιητὴς καὶ τὰ θεῖα καὶ τὰ τῶν πολεμούντων διεκίνησε καὶ τῆς προτέρας ἐξήλλαξε καταστάσεως, ἐξαγαγὼν εἰς μάχην τὸν Ἀχιλλέα, οὐκ ἀνεχόμενος, εἰ μὴ μεγάλα τινὰ ποιήσει ἐπʼ αὐτῷ. οὕτω φιλεῖ τὸν ἥρωα. Τοῦ δὲ <!-- 4.364 -->«ἐκύδανον» ἐνεστὼς κυδάνω, ὡς οἰδάνω, οἷον «ἀλλά μοι οἰδάνει κραδίη χόλῳ». Βροτολοιγὸς δὲ οὐ μόνον ὁ βροτοὺς φθείρων, ἀλλὰ καὶ ὁ βροτοὺς λέγων, ἤτοι κατακοιμίζων, εἰς ὕπνον δηλαδή, τὸν τανηλεγῆ καὶ νήγρετον. Σημείωσαι δὲ καὶ ὅτι Ἀχαιοῖς μὲν ἄρτι μέγα κῦδός ἐστιν ἀπομηνίσας ὁ Ἀχιλλεύς, Ἀχιλλεῖ δὲ ἐν τοῖς ἑξῆς ὅμοιον κλέος τὸ φονεῦσαι τὸν Ἕκτορα, κατὰ τὸ «ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον». Καὶ ἄλλως δὲ καὶ κρειττόνως εἰπεῖν, καὶ νῦν ὑπὸ Ἀχαιῶν κυδαίνεται διὰ συμμαχίαν, καὶ τότε διὰ ἀνδρίαν. Ὅτι λαοσσόον, ὥσπερ πρὸ τούτου τὸν Ἄρην, οὕτω καὶ ἐνταῦθα τὴν Ἔριν λέγει, οὐ πάντως οὐδʼ αὐτὴν ὡς λαοῦ σώτειραν, ὡς ὅτε Ἀθηνᾶν λαοσσόον φησὶν ἢ Ἀπόλλωνα, ἀλλὰ τὴν τοὺς λαοῦς σέουσαν, ἤτοι κινοῦσαν καὶ παρορμῶσαν εἰς πόλεμον. Φησὶ γὰρ «ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος». ἄλλως τοίνυν λαοσσόοι εἰσὶν Ἔρις καὶ Ἄρης, καὶ ἄλλως Ἀπόλλων καὶ Ἀθηνᾶ. Ἰστέον δὲ ὡς δύναται τὸ λαοσσόος καὶ τῇ Ἀθηνᾷ κατὰ παλαιὰν στίξιν προσαρμόσαι, οἷον «λαοσσόος αὖε δʼ Ἀθήνη» καί, ὡς κατωτέρω φησί, «μακρὸν ἀΰτει», ὅ ἐστιν ἐφώνει, «στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων. αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος ὀξὺ κατʼ ἀκροτάτης πόλεως Τρώεσσι κελεύων, ἄλλοτε πὰρ Σιμόεντι θέων», ἢ θεῶν, «ἐπὶ Καλλικολώνῃ». Ἔστι δὲ Καλλικολώνη, ἢ κατά τινας Καλλικόλωνος, τόπος ἢ λόφος σταδίων, ὡς καὶ μετʼ ὀλίγα ῥηθήσεται, πέντε τὴν περίμετρον, ἐπὶ τῆς Ἴδης κειμένη μεταξὺ κώμης Ἰλιέων καὶ Σιμουντίων. Καὶ ὅρα οἵους κήρυκας ἐνταῦθα δίδωσι τῇ μάχῃ ὁ ποιητής, σεμνύνων καὶ οὕτω τὴν τοῦ Ἀχιλλέως ἔξοδον. μετʼ ὀλίγα δὲ καὶ βροντὰς καταρρήξει καὶ σεισμῷ τινάξει μεγίστῳ τὴν γῆν. εἰ δὲ καὶ οὐρανὸς σαλπίσει, <!-- 4.365 -->οὐδὲν μὲν τοῦτο πρὸς τὸ βαρύβρομον τῆς βροντῆς. πλάττεται δʼ ὅμως ὡς ἔμψυχος καὶ λογικὸς ὁ οὐρανὸς τοῦτο ποιεῖν. οὕτω πάντα τεράστια ποιεῖ τῷ Ἀχιλλεῖ· τὸ σῶμα, τὸν ὁπλισμόν, τὴν θεόθεν ἐπικουρίαν, τὴν κοσμικὴν κατάστασιν, ὡς οἷα συνδιατιθεμένου αὐτῷ καὶ τοῦ παντός, ἄνω μὲν ταῖς βρονταῖς, κάτω δὲ τῷ σεισμῷ. Ἰστέον δὲ ὅτι τε φύσει προϋπάρχει τοῦ ἐν ἄλλοις ἐριγδούπου τὸ ἐνταῦθα ἐρίδουπον, καὶ ὅτι μακρὸν μὲν βοᾶν ἐστι τὸ κατὰ τοὺς εὐρυβόας φωνεῖν, ὀξὺ δὲ βοᾶν τὸ λιγέως, ὁποία οὐ μόνον ἡ τῆς σάλπιγγος βοή, ἀλλὰ καὶ ἀνέμων τῶν λιγὺ καὶ λιγυρὸν ἠχούντων. διὸ καὶ ὁ Ἄρης ὀξὺ αὔων ἐρεμνῇ λαίλαπι ἐξισοῦται, ἀφʼ ἧς ἔστιν ὅτε λιγύφθογγοι γεννῶνται ἄνεμοι. Τὸ δὲ ἀϋτεῖν τῆς τοῦ αὔειν πρωτοτυπίας ἔχεται. αὔω γάρ, καὶ διαλύσει ἀΰω, ἐξ οὗ ἀϋτή, ὅθεν τὸ ἀϋτῶ. Ἀκροτάτην δὲ πόλιν τὴν ἀκρόπολιν διαλύσας λέγει, ἣν ἀλλαχοῦ ἄκρην ἔφη, ὡς ἐν τῷ «ὤλετο Ἴλιος κατʼ ἄκρης», πολλαχοῦ δὲ καὶ πόλιν ἄκρην. Τὸ δὲ «θεῶν ἐπὶ Καλλικολώνῃ», γράφεται καὶ «θέων», ἤτοι τρέχων, ὁ Ἄρης ἐπὶ τῇ Καλλικολώνῃ. ταύτην δέ τινές φασιν εἶναι καὶ τὸν παρὰ τῷ ποιητῇ λεγόμενον θρῳσμὸν πεδίοιο. φαίνεται δὲ καλός τις εἶναι ὁ θρῳσμὸς οὗτος. διὸ καὶ κλῆσιν ἔσχε τὸ Καλλικολώνη, καὶ θεῶν εἶναι διατριβὴ πέπλασται ὡς οἷα καὶ βραχύτατός τις Ὄλυμπος. Περὶ ταύτης καὶ ὁ Γεωγράφος φησί· Καλλικολώνη, λόφος τις πενταστάδιος, παρʼ ὃν ὁ Σιμόεις ῥεῖ. ἔστι δὲ ὑπεράνω τῆς Ἰλιέων κώμης, ἐν ᾗ τὸ παλαιὸν Ἴλιον ἵδρυτο. ἀπέχει δὲ τοῦ νῦν Ἰλίου στάδια μῦ. Ὅτι καὶ ἐνταῦθα συμβάλλειν τὸ συνάγειν εἰς μάχην. φησὶ γὰρ «ἀμφοτέρους μάκαρες ὀτρύνοντες σύμβαλλον». λέγει δὲ καὶ νῦν «ἀμφοτέρους» τὰ δύο στρατεύματα, τοὺς Ἀχαιοὺς καὶ τοὺς Τρῶας. Ὅτι διασκευάζων ἔτι τὰ κατὰ τὸν Ἀχιλλέα ὁ ποιητὴς σεμνότερόν τε καὶ φοβερώτερόν φησιν «ἐν δʼ αὐτοῖς», ἤτοι τοῖς στρατεύμασιν, «ἔριδα ῥήγνυντο βαρεῖαν» οἱ ῥηθέντες μάκαρες. «δεινὸν δʼ <!-- 4.366 -->ἐβρόντησε Ζεὺς ὑψόθεν. αὐτὰρ ἔνερθεν Ποσειδάων ἐτίναξε γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα· πάντες δʼ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν· ἔδδεισε δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς· δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ὑπέρθορεν», ἢ «ἴαχε», «μή οἱ ὕπερθεν γαῖαν ἀναρρήξειε Ποσειδῶν», φανείη δὲ τὰ κάτω τοῖς ἄνω. τούτου γὰρ περιφραστικὸν τὸ «οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ». Εἶτα ἐπάγει ἐπιφωνηματικῶς τὸ «τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων». πόσος τόσσος, ὦ ποιητά; ὅσον, φαίη ἄν, ἀποτελέσει βροντῶν Ζεύς, ἤγουν ἀήρ, καὶ γῆ ὅλη τινασσομένη σὺν ὀρέων καρήνοις, ὅ ἐστι κορυφαῖς, ἔτι δὲ καὶ ποσί, καὶ ὅλως, ὅσος ἂν γένοιτο ταρασσομένου τοῦ παντός. ὃν δὴ κτύπον οὐκ ἂν μὲν ἐκφράσῃ τις, γνοὺς δὲ ἀπεύξαιτο ἂν ζῆν. καὶ νῦν μὲν οὕτω σεμνύνων τὸν Ἀχιλλέα ὁ ποιητὴς τὸ πᾶν ἐπὶ τῇ αὐτοῦ ἐξόδῳ μεγαλοφυῶς συγκινεῖ, τερατείαν, κατὰ τὸ εἰκός, πλάττων ἀνάλογον θεῶν συμβολῇ. ἐν δὲ τοῖς ἑξῆς, ὅτε καὶ συνέπεσον οἱ θεοὶ ἀλλήλοις «μεγάλῳ ὁμάδῳ», ἔβραχε, φησίν, ἡ χθών, «ἀμφὶ δʼ ἐσάλπιγξε μέγας οὐρανός» καὶ τὰ ἑξῆς. δεξιώτατα δὲ ὁ ποιητὴς ἐν τῷ τοιούτῳ χωρίῳ καὶ ἔκφρασιν παρέρριψεν ἐναργῆ δεινοτάτου σεισμοῦ. Ἰστέον δὲ ὅτι ῥήγνυται ἔρις, ὅτε σκεδασθῇ εἰς πολλὰ μέρη, καθὰ καὶ μάχη ὁμοίως ῥήγνυται λυθέντος πυκνοῦ συνασπισμοῦ Ἀλλοία μέντοι αὕτη ῥῆξις παρὰ τὴν ἐκ τροπῆς, ἥτις συντίθησι τὸν ῥηξήνορα. καὶ ὅτι ἐν τῷ «γαῖαν» καὶ «ὀρέων κάρηνα» διέστειλε τῆς πεδιάδος γῆς τὰ ὄρη, ἴσως διὰ τὸ πετρῶδες, ὡς καὶ ἐν τῷ «γαῖα κοινὴ πάντων καὶ μακρὸς Ὄλυμπος», ὡς εἴπερ μὴ ἦν καὶ ὁ Ὄλυμπος μέρος τῆς γῆς. καὶ ἄλλως δὲ τῷ ὅλῳ, ἤγουν τῇ γῇ, καὶ τὰ μέρη συνήθως συμπαρέλαβε καὶ ἰδίᾳ ἐξεφώνησεν, ὅπερ καὶ ἐν ἄλλοις εἴωθε ποιεῖν κατὰ τὸ παρέλκον μέν, ὅμως δὲ διά τινα σαφήνειαν. οὕτω δὲ καὶ ὀρέων ἐνταῦθα κάρηνα ὁλικώτερον εἰπὼν ἰδίᾳ ἐξεφώνησε τὰς τῆς Ἴδης κορυφάς, ἃς ἀντιδιαστέλλει ποσίν, εἰπὼν «ἐσείοντο <!-- 4.367 -->πόδες». Πολυπίδακον δὲ τὴν Ἴδην καὶ ἐνταῦθα λέγει, διότι καὶ πολυπόταμός ἐστιν, ὡς προϊστόρηται. μάλιστα δέ, φασίν, εὐϋδροτάτη ἐστὶ κατὰ τὸ ὄρος τὸ Λεκτόν. Πῖδαξ δὲ ἡ πηγή, οὐ μόνον ἐκ τοῦ πιεῖν ἢ τοῦ πιδύειν, ἀλλὰ καὶ μᾶλλον ἐκ τοῦ ἰδίω κατὰ τοὺς παλαιούς. ἱδρὼς γάρ, φασίν, οἷον γῆς αἱ πηγαί. ὥσπερ δὲ φύλαξ φύλακος ὁ φύλακος, οὕτω καὶ πῖδαξ πίδακος ἡ πολυπίδακος τῆς πολυπιδάκου. πολὺς δὲ παρὰ τοῖς παλαιοῖς ὁ τοιοῦτος σχηματισμός, ὡς καὶ προϊστόρηται, ἤγουν ἡ ἀναδρομὴ τῶν γενικῶν εἰς εὐθείας. Ἡ δὲ τοῦ Ἅιδου δειλία πάνυ τερατωδῶς ἐμφαίνει τὸ ἄγαν φρικτικὸν τοῦ σεισμοῦ, ὡς πρυμνόθεν τὴν γῆν ἀναμοχλεύοντος. ἔχει δέ τι κλιμακωτοῦ σχήματος τὸ «ἔδδεισεν Ἀϊδωνεύς, δείσας δʼ ἐκ θρόνου ἆλτο». οὗ διασαφητικὸν τὸ «ὑπέρθορεν», ἤγουν λίαν ἐπήδησεν. ὑπερθορεῖν γὰρ οὐ μόνον τὸ ὑπερβῆναί τι πηδητικῶς, ἀλλὰ καὶ τὸ ὑπερβολικῶς ἀναπηδῆσαι. Ἐνέρων δὲ ἄναξ ὁ Ἅιδης, καθὰ ζώντων ὁ ἄνω Ζεύς. ἐκ δὲ τῶν τοιούτων ἐνέρων καὶ τὸ ἔνερθεν καὶ τὸ ἐνέρτερον, ὃ κατὰ ἀφαίρεσιν λέγεται νέρτερον. Τὸ δὲ «ἀναρρήξειε» πάνυ καὶ ἐπὶ γῆς κυριολεκτεῖται, καθὰ καὶ ἐπὶ γαστρός, ἣν ἀναρρήξει λέων. δηλοῖ δὲ ἡ λέξις τὸ διασχίσει, διαστήσει. ὅμοιον δὲ καὶ τὸ «τεῖχος ἀναρρήξας, ὅπερ ἐν τῇ ηʹ ῥαψῳδίᾳ κεῖται. Τὰ δὲ οἰκία οὐδʼ αὐτὰ νῦν ὑποκοριστικῶς ἐφράσθη, ἀλλὰ κατὰ παραγωγήν. ἔγνωσται γὰρ ὅτι σπάνια τὰ ὑποκοριστικὰ παρʼ Ὁμήρῳ, καθὰ αἰτιολογεῖται καὶ ἐν Ὀδυσσείᾳ. ἦν δὲ καὶ γελοῖον τὰ σμερδαλέα καὶ εὐρώεντα ὑποκορίσαι μικροφυῶς. Ἰστέον δὲ ὡς εἶχε μὲν εἰπεῖν δώματα συνήθως, ἀπονείμας δὲ τὴν λέξιν τοῖς ἄνω θείοις ἡφαιστοτεύκτοις οἴκοις εἵλετο <!-- 4.368 -->ἐπὶ Ἅιδου οἰκία εἰπεῖν. Οἱ μέντοι μεθʼ Ὅμηρον ἀφειδῶς ὑποκορίζουσι, σχήμασι κατασμικρύνοντες μυρίοις τὰ πρωτότυπα, οἵπερ οὐ μόνον οἰκίον φασὶ τὸν οἶκον καθʼ ὑποκόρισιν, ἀλλὰ καὶ οἰκίδιον. καὶ χαλκίον δέ, φασίν, ἐκ τοῦ χαλκός κατὰ τὸ χρυσός χρυσίον. καὶ ἐκ τοῦ κῶνος δὲ κώνιον εἶπον. οὕτω δὲ καὶ ἐκ τοῦ ποδός ποδίον, οἷον “ἀστακοὶ τὰ ποδία ἔχουσι μικρά, τὰς χεῖρας δὲ μακράς. διὸ καὶ μακρόχειρες λέγονται καὶ γαμψώνυχες δὲ κατὰ Ἐπίχαρμον”. Σμερδαλέα δὲ οὐ μόνον τὰ τοῖς μέρδουσιν, ὅ ἐστι βλέπουσι, καταπληκτικὰ διὰ τὸ μὴ ἂν αἱρετά τινι τὰ κάτω εἶναι, ἀλλʼ ἴσως καὶ παρὰ τὸ τοὺς βλέποντας ἀλεείνειν αὐτά. Εὐρώεντα δὲ, ὡς καὶ ἐν ἄλλοις, ἢ τὰ πλατέα παρὰ τὸ εὖρος, ἢ τὰ σεσηπότα παρὰ τὸν εὐρῶτα. ἡ δὲ ἔκτασις τοῦ ω κατὰ τὸ κηώεις κητώεις καὶ τὰ ὅμοια. Στυγητὰ δὲ θεοῖς τὰ ἐν Ἅιδου, ἐπειδὴ αὐτὰ μὲν θνητότητός εἰσι τόποι, οἱ δὲ θεοὶ αἰὲν ἐόντες καὶ αἰειγενέται καὶ οὐρανίωνες, καὶ διὰ τοῦτο στυγοῦσαι τὰ κάτω καὶ ὑπὸ γῆν. διὸ καὶ ἡ Στὺξ ἐν Ἅιδου πέπλασται εἶναι. Σημείωσαι δὲ ὅτι πάντα τεράστια ποιήσας ἐν τῇ τοῦ Ἀχιλλέως ἐξόδῳ ἀκολούθως ἐκείνοις καὶ τὸν ῥηθέντα σεισμὸν ἐξέφρασεν. ἡ πρώτη τε γὰρ αὐτοῦ ἐξέλευσις μετὰ φλογὸς καὶ ἡ βοὴ φρικτὴ τοῖς Τρωσί, καὶ ἡ τῶν ὅπλων δὲ χορηγία ὑπὲρ τοὺς ἄλλους Τρῶας καὶ Ἕλληνας καὶ ἡ αὐτῶν ἁρμονία ὑπερφυής, εἴπερ ὡς πτερὰ τὸν Ἀχιλλέα κουφίζει, καὶ ἡ ἀνάβασις δὲ τοῦ ἅρματος πολὺ τὸ τερατῶδες ἔχει, ὅπου ὁ Ξάνθος ἵππος ἀνθρωπίνως αὐτὸν προσφωνεῖ. οὐχʼ ἧττον δὲ τῶν ἄλλων τέρας καὶ ἡ διʼ αὐτὸν ἐκκλησία τοῦ Διός, καὶ νῦν δὲ ἡ συγκίνησις τοῦ παντὸς καὶ ἡ μάχη τῶν θεῶν καὶ ὅσα ἄλλα ποιήσει προϊών. καὶ ἔδει οὕτω διασκευασθῆναι ταῦτα τεχνικῶς παρὰ τοῦ ποιητοῦ, ἵνα τῇ νῦν ὁρμῇ τοῦ <!-- 4.369 -->Ἀχιλλέως, οὗπερ ἀεὶ κατʼ ἐξαίρετον ἐμέμνητο, μεγάλα ἐπισυμβῶσι πράγματα. Ἰστέον δὲ καὶ ὡς εἴληφε τὴν ἀρχὴν ἡ εἰρημένη τῆς κατὰ γῆν ἀναρρήξεως τερατολογία ἐκ τῶν πλειστάκις γινομένων ἐν καιρῷ σεισμοῦ τοιούτων ἀναρρήξεων, ἃς εἴπερ Ἀϊδωνεὺς δέδιε, τί οὐκ ἂν πάθοι ἄνθρωπος; Ἰστέον δὲ ὅτι ἀπὸ τῶν ἀνθρώπων ἐπὶ τὸν Ἀϊδωνέα τὸν λόγον μετήγαγεν. ὃ γὰρ ἄνθρωποι ἐφοβήθησαν, μήποτε καὶ ἀναρραγείη ἡ γῆ, τοῦτο δεδιέναι τὸν Ἀϊδωνέα φησὶν, ὥσπερ καὶ ἀλλαχοῦ τῶν περιγείων ἀνθρώπων διαχεομένων γελᾶν αὐτὴν ἔφη τὴν γῆν. Σημείωσαι δὲ καὶ ὅτι τὴν παρένθεσιν τοῦ σεισμοῦ ὁ ποιητὴς οὐ τοσοῦτον διὰ ἔνδειξιν πολεμικῆς φρίκης ἐπλάσατο, ἀλλὰ μάλιστα διὰ κτύπου ἐπαύξησιν, ἵνα τοῦ Διὸς βροντητικῶς κτυπήσαντος ἄνωθεν ἀέρος νόμῳ ποιήσῃ καὶ ὁ τῶν σεισμῶν αἴτιος Ποσειδῶν κάτωθεν ὅμοιον. διὸ καὶ ἐπὶ πᾶσι τοῖς ῥηθεῖσιν ἔφη ὁ ποιητὴς ἐπιφωνήματος λόγῳ, καθὰ ἐρρέθη, “τόσσος ἄρα κτύπος ὦρτο” καὶ ἑξῆς. Ὁμήρου δὲ ταῦτα κτύποι τοῦ καὶ φιλαχιλλέως καὶ μεγαλοφωνοτάτου καὶ ἀσφαλοῦς καὶ παντοίου τὸ ἐν ποιήσει ἀμίμητον. Ὅτι ἐνταῦθα τοὺς θεοὺς ἀλλήλοις ὁ ποιητὴς ἀνθιστᾷ, συνδυάζων αὐτοὺς εἰς μάχην. ἔχει δὲ ὁ τοιοῦτος τόπος, ὡς καὶ πρὸ τούτων εἴρηται, θεωρίαν φυσικήν τε καὶ ἠθικὴν τοιαύτην τινά. “Ἔναντα μὲν γὰρ Ποσειδῶνος ἄνακτος ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα”, ἡλιακὴ αὕτη θερμότης ὡς εἰπεῖν ἀχανής, ὑγρῷ ἀπλέτῳ ἀντεπεξιοῦσα, οὐ μὴν οὔτε περιγινομένη—οὐ γὰρ καὶ εἰς ζέσιν μεταβάλλει τὸ μέγα τοῦτο ὑγρὸν ὁ ἥλιος—οὔτʼ αὖθις ἀπαθὲς αὐτὸ παντελῶς ἐῶσα. ἕλκει γάρ τι χλιαίνων τοῦ ὕδατος τούτου ὁ ἀναγόμενος εἰς ἀλληγορίαν Ἀπόλλων ἥλιος, οὐδʼ αὐτὸς μέντοι κατὰ τὸν λόγον τῆς ἐναντιώσεως ἀπαθὴς πάντῃ ἀπαλλάττεται τοῦ μεγάλου ὑγροῦ Ποσειδῶνος. ἀναθυμιώμεναι γὰρ ὑγρότητες εἰς δαψίλειαν οὐκ εὖ τὸν ἥλιον διατίθενται, ἀμαυροῦσαι αὐτόν, ὡς τὰ <!-- 4.370 -->πολλά, καὶ οὕτω λυποῦσαι, καὶ κατὰ τὸν τραγικὸν Σοφοκλῆν εἰπεῖν “οὐράνιον” καὶ αὐταὶ “ἄχος” γινόμεναι, ὅπερ ἐπὶ σκηπτοῦ λέγει ἐκεῖνος. δρῶσι μὲν οὖν εἰς ἄλληλα ὅ τε Ἀπόλλων καὶ ὁ Ποσειδῶν καὶ πάσχουσι δέ τι ὑπʼ ἀλλήλων οὕτως, ὡς εἴρηται, οὐδέτερος δὲ τοῦ λοιποῦ εἰς ἀκρίβειαν ἐπικρατεῖ καὶ περιγίνεται. διὸ καὶ συμβαίνουσι τελευτῶντες εἰς ἓν καὶ τάχιστα τῆς μάχης παρὰ τῷ ποιητῇ παύονται. αἰδεῖται γὰρ ὁ Ἀπόλλων τῷ πατροκασιγνήτῳ μιγῆναι ἐν παλάμῃσιν, ὡς ἐν τοῖς ἑξῆς λέγει ὁ ποιητής, κἂν ἡ Ἄρτεμις ὀνειδίσῃ ἐν τῷ “φεύγεις ἑκάεργε” καὶ ἑξῆς, αὐτὸς οὔτι προσφωνήσει τὴν ὀνειδίζουσαν. καλῶς γὰρ ἂν αἰδοῖτο ὁ Ἀπόλλων ἥλιος τὸν Ποσειδῶνα, εἴγε κατά τινας τῶν λήρων Φυσικῶν τροφεῖα τῷ Ποσειδῶνι ὀφείλει, ὡς ἐκ τῆς κάτωθεν ἀναπεμπομένης ὑγρότητος καὶ αὐτός, καθὰ καὶ οἱ λοιποὶ τῶν ἀστέρων, τροφὴν ἕλκων καὶ οὕτω συνιστάμενος. ἡ δὲ τοιαύτη αἰδὼς φιλίας ἂν εἴη σύμβολον, ὡς εἶναι τὸν Ποσειδῶνα καὶ τὸν Ἀπόλλωνα πῇ μὲν ἐναντίους ἀλλήλοις, ὡς εἴρηται, πῇ δὲ αὖθις φιλίους, κἀντεῦθεν τὸν ποιητὴν ἱστᾶν αὐτοῖς τὰ τῆς μάχης ἐν τῷ βούλεσθαι μὲν καὶ δύνασθαι, ὀκνεῖν δὲ καὶ εἰς χεῖρας ἀλλήλους συμμῖξαι, διὸ καὶ Ἀπόλλωνα μὲν ἔχειν εἶπεν ἰὰ πτερόεντα, οἷς βαλεῖ ἄν, εἰ δεήσει, τῷ Ποσειδῶνι δὲ οὐδέν τι δοῦναι ὅπλον ἔχει κατὰ τοῦ τοιούτου Ἀπόλλωνος. ἡ γὰρ τρίαινα ἐπὶ τῶν κάτω δρᾷ, δηλαδὴ κατὰ θαλάσσης καὶ γῆς. καὶ οὕτω μὲν κατά τινας ἀντιπίπτουσιν ἀλλήλοις ὁ Ἀπόλλων καὶ ὁ Ποσειδῶν. Ἕτεροι δὲ ἀνθιστῶσιν αὐτούς, ἐπειδὴ ὁ Ἀπόλλων μὲν λοιμῶν παραίτιος, οἷα τοῦ περιγείου σὺν Ἀρτέμιδι τῇ ἀδελφῇ μέρους δεσπόζων, ὁ Ποσειδῶν δὲ ὑγείας αἴτιος διὰ τῶν πνοῶν, αἳ τὸν ἀέρα ῥιπίζουσιν, εἴπερ καὶ ὁ Ὠκεανὸς εἰς ὕδωρ καὶ αὐτὸς ἀλληγορούμενος, καθὰ καὶ ὁ Ποσειδῶν, αὔρας ἀνίησιν ἀναψύχειν ἀνθρώπους. καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸν ἀλληγορούμενον φυσικῶς Ποσειδῶνά τε καὶ <!-- 4.371 -->Ἀπόλλωνα. Ἡ Ἀθηνᾶ δὲ ἄντα Ἐνυαλίοιο ἱσταμένη κατὰ ἦθος ἀνάγεται. τίς γὰρ οὐκ οἶδε τὴν νοερὰν Ἀθηνᾶν τῷ ἀλόγῳ θράσει ἐναντίαν φερομένην; καὶ καταναιδεύεται μὲν ὁ μοιχὸς Ἄρης, περιγίνεται δὲ ἡ παρθένος Ἀθηνᾶ. ἡ δʼ αὐτὴ καὶ τὴν σύνναον τῷ ἀλόγῳ θράσει θῆλυν Ἀφροδίτην πρὸς στήθεα ἐν τοῖς μετὰ ταῦτα χειρὶ παχείῃ ἐλάσασα συγκατέρριψεν. “Ἥρῃ δʼ ἀντέστη”, φησί, “χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο”, φυσικώτερον. ἡ μὲν γὰρ εἰς ἀέρα συνήθως, ἡ δὲ εἰς σελήνην μετείληπται. περιγίνεται δὲ ἡ Ἥρα ἐν τοῖς ἑξῆς, ὅτε καὶ ὀϊστοὶ ἐκπίπτουσι τῇ Ἀρτέμιδι. οὐχʼ οὕτω γὰρ ἡ σελήνη δραστικὴ περὶ τὸν ἀέρα καί, ὡς ἡ κλῆσις παραδηλοῖ, ἀερότεμις, ἤγουν τμητικὴ τῆς περὶ τὸν ἀέρα ὑγρᾶς ἐπισυστάσεως, ὡς ἡ τοῦ ἡλίου θερμότης, ἀλλʼ ἐνταῦθα τὸ ἧττον ἡ σελήνη ἀποφέρεται καὶ μυρία πάσχει καὶ τῆς ἀερίας δράσεως ἥττηται καὶ μᾶλλον μεθʼ ἡμέραν. νύκτωρ μέντοι δύναταί τι ποιεῖν πρὸς τὸν ἀέρα τῷ φωτί. διὸ καλῶς ὁ ποιητὴς τὴν Λητώ, ἥτις ἐστὶ νύξ, ἐπισυνάγειν φησὶν αὐτῆς τὰ τόξα πεσόντα ἄλλυδις ἄλλα, ἐπειδὴ ἐν νυκτὶ τὰ τοῦ σεληνιακοῦ φωτισμοῦ διαφαίνεται. Ἕτεροι δὲ Ἥραν μέν φασιν τὸν συνάπτοντα τῷ αἰθέρι ἀέρα, σωτήριον ὄντα. διὸ καὶ τελεία λέγεται Ἥρα καὶ μήτηρ, ὡς καὶ ἀλλαχοῦ σαφῶς δηλοῦται, Εἰλειθυιῶν. Τὸν δὲ περίγειον ἀέρα ὑπὸ τῇ Ἀρτέμιδι ποιοῦσιν, οὐ πάνυ ὄντα σωτήριον, ἀλλʼ ἀπʼ ἐναντίας ἥκοντα τοῖς ἄνω. διὸ καί φησιν “ἐπεί σε λέοντα <!-- 4.372 -->γυναιξὶ Ζεὺς ἔθηκε” διὰ τὸ φθαρτικόν Οὗ ἔμφασιν ἔχει καὶ τὸ θύεσθαι, φασί, μαινίδα τῇ Ἑκάτῃ, ταὐτὸν δʼ εἰπεῖν τῇ σελήνῃ, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ γέγραπται, διὰ τὸ δοκεῖν ἔστιν οἷς μανιῶν αἰτία εἶναι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Λητοῖ δέ, φησίν, ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς. οἵπερ αὖθις ἠθικῶς ἐκλαμβάνονται, ἣ μὲν εἰς λήθην, ὃ δὲ εἰς λόγον μεταγόμενοι. καὶ ὁμολογήσει Ἑρμῆς, ὅτι ὦ Λητοῖ, “ἐγὼ δέ τοι οὔ τι μαχήσομαι”. οὐ γὰρ δύναται λόγος λήθης καυχήσασθαι. ἄμαχον γάρ τι χρῆμα ἡ λήθη. Ἐπὶ δὲ τούτοις φησίν, ὡς ἄντα Ἡφαίστοιο “μέγας ποταμὸς βαθυδίνης, ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον”. Ἐν οἷς καραδοκητέον, ὡς Ἥφαιστος, θερμότης ζέουσα, τῷ τοῦ Ξάνθου ὑγρῷ ἐμπεσὼν ἐν τοῖς ἐφεξῆς κατὰ φυσικὴν ἀλληγορίαν μεγάλην δείξει δρᾶσιν ἐγγινομένην ἐκ πυρὸς ἢ πυρώδους τινὸς τῇ ὑγρότητι, οὐ μὴν ἠρεμαίαν καί, ὡς εἰπεῖν, ἀνεπαίσθητον, οὐδὲ ἀντιπάσχουσαν, ὁποῖα ἐν τοῖς ἐπὶ Ποσειδῶνος καὶ ἡλίου ἐκτέθειται. οὕτω διαπλέκει τὴν ἀλληγορίαν ὁ ποιητὴς φυσικῶς ἅμα καὶ ἠθικῶς, ἓν πρὸς ἓν ἀντιτάξας καὶ συνδυάσας, ὡς ἔδει, ἀνομοίως τὰς ἑτερότητας. ἃ δὲ οἱ ῥηθέντες τοῦ μύθου μάκαρες δράσουσιν ἐπʼ ἀλλήλοις, ἡ ἐφεξῆς ῥαψῳδία δηλώσει. τῷ τέως δὲ ἡρωϊκαὶ πράξεις ἐκτεθήσονται, ἵνα μὴ τοῦ κατὰ τὸν Ἀχιλλέα πολέμου προηγήσωνται μείζονες οἱ δαιμόνιοι, καὶ οὕτω ψεύσηται τὸ τὴν ἔριν ὀλίγην τὰ πρῶτα κορύσσεσθαι, αὐτὰρ ἔπειτα οὐρανῷ στηρίζειν κάρα. Ἰστέον δὲ ὅτι τὸ “ἰὰ πτερόεντα” μεταπέπλασται συνήθως ἐκ τοῦ ἰοὶ πτερόεντες. Χρυσηλάκατος δὲ Ἄρτεμις κἀνταῦθα ἡ χρυσότοξος, ἠλάκατα γὰρ καὶ τὰ βέλη καὶ οὐ μόνον τὰ ἔρια. Ὅρα δὲ ὅπως ἐφιλοτιμήσατο τὴν Ἄρτεμιν ἐπιθέτοις ὁ ποιητὴς εἰπὼν “Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινή, ἰοχέαιρα, κασιγνήτη Ἑκάτοιο”, τουτέστιν Ἀπόλλωνος. διὸ καὶ αὐτὴν Ἑκάτην οἱ μεθʼ Ὅμηρον λέγουσιν ἀπὸ <!-- 4.373 -->τοῦ ἀρσενικοῦ παρονομάσαντες, ὥσπερ πάλιν τινὲς ἀνάπαλιν ἀπὸ θηλυκοῦ τῆς Τιτανίδος Φοίβης τὸν Φοῖβον εἰρῆσθαί φασιν. Ὅτι δὲ πολυώνυμος ἡ ῥηθεῖσα Ἑκάτη, δηλοῖ καὶ τὸ εἰς αὐτὴν ἐπίγραμμα, ἔχον οὕτως “δέσποινα τριοδῖτι, τρίμορφε, τριπρόσωπε, τρίγλαις κηλευμένη”, τουτέστι θελγομένη, χαίρουσα. Ἑκάτῃ γάρ, ἤγουν Ἀρτέμιδι, ᾠκείωται ἡ τρίγλη, ὡς καὶ αὐτὸ προδεδήλωται. διὸ καὶ ἐν Ἀρτεμισίοις τρίγλη, φησί, παρεφέρετο διὰ τὸ δοκεῖν θηρεύειν τοὺς θαλασσίους λαγὼς θανασίμους ὄντας καὶ καταναλίσκειν. ὅθεν ὡς ἀνθρώπους ὠφελοῦσα τῇ ἄγρᾳ δέδοται τῇ κυνηγετικῇ θεῷ ὡς κυνηγέτις. ὅτι δὲ καὶ τόπος τις Ἀθήνῃσι Τρίγλη ἐκαλεῖτο, καὶ ὡς ἀνάθημα ἦν ἐκεῖ Τριγλαθήνῃ Ἑκάτῃ, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί. Τὸ δὲ ἀντιστῆναι ἀνωτέρω μὲν διαλελυμένως ἔφη ἔναντα ἵστασθαι, κατωτέρω δὲ ἄντα ἰέναι. Τὸ δὲ “ἄντα” ποιητικὴ λέξις. διὸ καὶ ὁ ποιητὴς ἐν τοῖς τόποις τούτοις τὸ μὲν ἔναντα προσάπαξ εἶπε, τὸ δὲ ἐναντία δίς, τὸ δὲ ἄντα πεντάκις, ὅπερ ἐκ τοῦ ἄντην γέγονεν, ὡς ἐκ τοῦ κρύβδην τὸ κρύβδα. ἔστι δὲ καὶ τὸ “ἐναντίβιον πολεμίζειν” ἰσοδύναμον τῷ ἔναντα καὶ ἐναντία. δὶς δὲ ἐν τοῖς τοιούτοις κεῖται μόνον τὸ ἄντα δίχα ῥήματος, οἷα νοουμένου ἀπὸ κοινοῦ τοῦ ἵστατο ἢ ἔστη. Διὰ τί δὲ κελαδεινὴ ἡ Ἄρτεμις, καὶ ὡς ἐκ τοῦ κελάδου καί τι δαιμόνιον φοβερὸν ὁ Ἐγκέλαδος, καὶ ποταμὸς καὶ πόντος δὲ κελάδων, δηλοῦνται ἑτέρωθι, ὥσπερ καὶ περὶ τοῦ ἰοχέαιρα, καὶ ὡς καθʼ Ὅμηρον μὲν κασιγνήτη Ἀπόλλωνος ἡ Ἄρτεμις, κατὰ δέ τινας φυσικωτέρους γυνή. Τὸ δὲ “σῶκος” ἐπὶ Ἑρμοῦ ὁ <!-- 4.374 -->Τυραννίων ὀξύνει πρὸς ἀποφυγὴν κυρίου τοῦ “ὦ Σῶκε, Ἱππάσου υἱέ”. ἀντιλέγεται δέ. τὰ γὰρ εἰς κος δισύλλαβα, ἀπαρασχημάτιστα ὄντα εἰς γένος θηλυκόν, φύσει μακρᾷ παραληγόμενα, βαρύνεται, οἷον φῶκος, θῶκος. σεσημείωται τὸ σηκός. οὐκ ἀρέσκει δὲ τοῖς παλαιοῖς οὐδὲ τὸ ἐκ τοῦ σάοικος κραθῆναι τὴν λέξιν, ἵνα ᾖ σῶκος ὁ σῴζων τοὺς οἴκους, ὡς ἂν μὴ πρόσκειται, φασίν, ἤγουν προσγράφηται, ἐν τῇ παραληγούσῃ τὸ ι τῆς παραδόσεως οὐχʼ οὕτως ἐχούσης. διὸ καὶ ἁπλούστερον ἐτυμολογοῦντες αὐτό, φασίν· ὥσπερ θάσσω θᾶκος, σάω σάκος, οὕτω καὶ σώω σῶκος ὁ σωστικός. Περὶ δὲ ἐριουνίου προδεδήλωται. Μέγαν δὲ ποταμὸν τὸν Ξάνθον λέγει, οὐχʼ οὕτω σωματικῶς κατὰ τὸ ὕδωρ, ἀλλὰ κατὰ τὸ δαιμονιῶδες. ἑκάστου γὰρ ἀεννάου ποταμοῦ δαίμονά τινα οἱονεὶ ταμίαν τοῦ ῥεύματος ὁ μῦθος προϊστᾷ. Ὁ δὲ βαθυδίνης δῆλον ὡς πλεῖόν τι δηλοῖ τοῦ ἀργυροδίνου, ὃς ἐπιπολῆς ἀβαθεῖς προφαίνει τὰς δίνας, ἔτι δὲ καὶ τοῦ ἁπλῶς δινήεντος. Διώνυμον δὲ εἶναι τὸν Σκάμανδρον ἐπισημαίνεται ὁ ποιητὴς ἐν τῷ “ὃν Ξάνθον καλέουσι θεοί” καὶ ἑξῆς, ἐπιλεξάμενος καὶ νῦν τὸ εὐφωνότερον τοῖς θεοῖς, ὡς καὶ ἀλλαχοῦ εἴρηται. ὁ γὰρ Σκάμανδρος τραχύνει τε τὴν φωνὴν καὶ εἰς μέτρον δὲ δύσχρηστός ἐστι, ὡς καὶ αὐτὸ προείρηται. Ξάνθος δὲ λέγεται, ἐπεί, φασί, διαφερόντως τοὺς λουομένους ξανθίζει, ὡς καὶ ὁ Λύκιος Ξάνθος, ἢ καὶ τοὺς παραπεφυκότας πιαίνων καρποὺς λευκαίνει, καὶ οὕτω ξανθὴν οἷον ποιεῖ τὴν Δήμητραν, ἣν ἕτεροι διὰ τὸ φύσει ἐγγινόμενον ὑπόλευκον ξάνθισμα τοῖς ληΐοις καὶ ἑλήγηριν λέγουσι διὰ τὸ ὑπὸ τῆς τοῦ ἡλίου ἕλης γηρᾶν. ἢ τοίνυν διὰ τὸ ξανθίζειν οὕτω καλεῖται ὁ Τρωϊκὸς Ξάνθος, ἢ ὅτι Ἀφροδίτη πρὸ τῆς κρίσεως ἐν αὐτῷ λουσαμένη ξανθὰς ἔσχε τρίχας. Σκάμανδρος δὲ λέγεται ὡς οἱονεὶ κάμανδρος. Κάματον γάρ ποτε ἀνδρὸς τοῦ Ἡρακλέος παρεμυθήσατο, ἡνίκα εἰς Ἴλιον ἐστρατεύσατο, ἢ καὶ διότι ἀνδρὸς ἐκείνου σκάμμα τὸν Ξάνθον ἐκ γῆς προήγαγε. σκάψας γάρ, φασί, τότε γῆν Ἡρακλῆς ἐν τῷ διψᾶν πηγὰς ἐξέφηνε ποταμοῦ, ὃς διὰ τοῦτο ἐκλήθη Σκάμανδρος. Ὅτι ὁ Ἀχιλλεὺς <!-- 4.375 -->“Ἕκτορος ἄντα μάλιστα λιλαίετο”, ἤγουν ἤθελε, “δῦναι ὅμιλον”. καὶ αὐτοῦ “μάλιστά γε θυμὸς ἀνώγει αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν”, τουτέστιν αἵματος κορέσαι τὸ ἑαυτοῦ ξίφος, ὡς καὶ ἀλλαχοῦ εἴρηται. ἔστι δὲ ὁ τρόπος περιφραστικὴ ἀλληγορία. τὸ γὰρ τοῦ ξίφους ὡς ἐπὶ Ἄρεος λαλεῖ. Τοιοῦτον δέ πως καὶ τὸ “λάϊνον ἕσσο χιτῶνα”, ἤγουν ἐλιθάσθης ἄν. τὸ γὰρ λάεσσι σκεπασθῆναι ὡς ἐπὶ χιτῶνος ἐλαλήθη. ὅτι δὲ ἐκ τοῦ λῶ, τὸ θέλω, παρῆκται τὸ λιλαίω, δῆλόν ἐστιν. ἐξ αὐτοῦ δὲ ἴσως ὁ Λίλας, οὗ παράγωγον τὸ Λιλάντειον πεδιόν. Πόθεν δὲ γίνεται ὁ ταλαύρινος καὶ ὅσα ἄλλα εἰς τοῦτον τὸν τόπον ἔδει εἰπεῖν, καὶ ἐν τῇ εʹ ῥαψῳδίᾳ ἱκανῶς εἴρηται. Ὅτι ὁ Ἀπόλλων τῷ Πριαμίδῃ Λυκάονι ὁμοιωθείς φησι πρὸς Αἰνείαν ὀνειδίζων καὶ κατὰ τοῦ Ἀχιλλέως ἐρεθίζων “Αἰνεία, Τρώων βουληφόρε, ποῦ τοι ἀπειλαί, τὰς Τρώων βασιλεῦσιν ὑπέσχεο οἰνοποτάζων, Ἀχιλλέως ἐναντίβιον πολεμίζειν”; Καὶ ὅρα τὸ “οἰνοποτάζων”. ἀληθῶς γὰρ παρὰ τὸν οἶνον αἱ καυχήσεις τὰ πλείω γίνονται. Ὡς δῆλον καὶ ἐκ τοῦ “πῇ ἔβαν εὐχωλαί, ἃς ἐν Λήμνῳ κενεαυχέας ἠγοράασθε ἔσθοντες κρέα” καὶ ἑξῆς, ὃν δὴ στίχον ὁ Ἀρίσταρχος περιγράφων, ὡς ἀπὸ κρεωφαγίας αὐχεῖν ποιοῦντα τοὺς Ἕλληνας, ἀθετεῖ. οὐ γὰρ ἀπὸ πάσης εὐθυμίας καὶ πληρώσεως τὸ καυχᾶσθαι καὶ σκώπτειν καὶ γελοιάζειν γίνεται, ἀλλʼ ἐκ τῆς ἐν μέθῃ ἀλλοιούσης τὴν γνώμην καὶ πρὸς τὸ ψευδὲς τρεπούσης, ὡς γράφει Ἀθήναιος, ἥτις κατὰ Βακχυλίδην αἰθύσσει φρένας. διʼ ἥν φησι καὶ ὁ δεινότατος τῶν Τρώων Αἰνείας, ἐν τῷ βουλεύεσθαι παρρησιασάμενος καὶ ἀπειλὰς ἐν τῷ μεθύειν ὑποσχόμενος τοῖς Τρωσίν, ὑπέμεινε τὴν Ἀχιλλέως ὁρμὴν καὶ μικροῦ ἂν παραπώλετο. ὡς δὲ καὶ Ἀγαμέμνων ἀάσατο οἴνῳ μεθύων κατὰ τὸν Διοσκουρίδην, ὡς πρὸ ὀλίγων ἐκεῖνος εἶπεν, ἀλήθειαν ὁ βασιλεὺς ἐπιμαρτυρόμενος τῷ Ἀχιλλεῖ, ὃς ἐν τῇ αʹ ῥαψῳδίᾳ οἰνοβαρῆ ἐκεῖνον ἔσκωψε. καὶ ταῦτα μὲν τοιαῦτα. Δῆλον δὲ ὡς προϋπάρχει τοῦ οἰνοποτάζειν τὸ οἰνοποτεῖν. Τρώων δὲ βασιλεῖς τοὺς κατὰ μέρος ἄρχοντας λέγει, ὡς καὶ ἐν Ἰθάκῃ πολλοὺς ὁ Τηλέμαχός φησιν εἶναι βασιλεῖς, ὅ ἐστιν ἐπιδόξους εἰς <!-- 4.376 -->βασιλείαν καὶ τῇ ἀρχῇ πρέποντας. καὶ ταῦτα μὲν τοιαῦτα. Αἰνείας δὲ φιλαλήθως φησὶ “Πριαμίδη, τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις ἀντία Πηλείωνος ὑπερθύμοιο μάχεσθαι; οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι, πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον. αὐτὰρ ἐμὲ Ζεὺς εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα”. Λέγει δὲ καί, ὅτι ἐδάμην ἂν “ὑπὸ χερσὶν Ἀχιλῆος καὶ Ἀθήνης, ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος”, οἷα δηλαδὴ φωσφόρος, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ δηλοῦται σαφέστατα. καὶ ἐκέλευε, φησίν, ἔγχεϊ “Λέλεγας καὶ Τρῶας ἐναίρειν”. Διό, φησίν, “οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι. αἰεὶ γὰρ πάρα θεός, ὃς λοιγὸν ἀμύνει. καὶ δʼ ἄλλως τοῦ γε”, ἤγουν τούτου, “ἰθὺ βέλος πέτεται, οὐδʼ ἀπολήγει πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν”. οὕτω σώφρων Αἰνείας καὶ ἄτυφος καὶ ἑαυτὸν γινώσκων καὶ τὴν ἀλήθειαν οὐκ ἐπικρύπτειν εἰδὼς καὶ μονονουχὶ λέγων καὶ αὐτὸς τὸ τοῦ Τραγικοῦ “νικᾷ γὰρ ἡ ἀρετή με τῆς ἔχθρας πολύ”. Καὶ σημείωσαι ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς ἱστορίας διαφόρους ἐνέθετο προγενεστέρας τοῦ δεκάτου ἔτους, πάσας μέντοι σεμνυνούσας τὸν Ἀχιλλέα, τὴν ἡρωϊκὴν δίωξιν δηλαδὴ καὶ τὴν ἐξ αὐτῆς φυγὴν τοῦ Αἰνείου καὶ τὴν τῆς Λυρνησσοῦ καὶ Πηδάσου ἅλωσιν. Περὶ ὧν, εἰ καὶ προείρηται, νῦν ὅμως περὶ Πηδάσου ῥητέον πρὸς ἀνάμνησιν, ὅτι ὑπὸ τῇ Ἴδῃ ἔκειτο, Τρωϊκὴ καὶ αὐτὴ πόλις οὖσα, ἣν θηλυκῶς, φασί, λεκτέον, ὥσπερ αὖ οὐδετέρως τὴν Καρικὴν πόλιν τὰ Πήδασα. ἐκεῖνα δὲ καὶ διὰ τοῦ γ ἐλέγετο Πήγασα. ἔστι δέ, ὡς καὶ προεγράφη, καὶ ἑτέρα παρὰ τῷ ποιητῇ Πήδασος. ἡ δέ ἐστι κατὰ τοὺς παλαιοὺς ἡ Μεθώνη ἢ ἡ Κορώνη. Τὸ δὲ “ἀντία μάχεσθαι” διάλυσίς ἐστι τοῦ ἀντιμάχεσθαι, ὡς καὶ τὸ ἄντα ἵστασθαι τοῦ ἀνθίστασθαι. ἰσοδύναμον δὲ τῷ ἀντιμάχεσθαι τὸ ἐναντίον μάχεσθαι, ὥσπερ καὶ τὸ ἐναντίβιον πολεμίζειν. Τὸ δὲ “αὐτὰρ ἐμὲ θεὸς εἰρύσατο”, τουτέστιν ἐφύλαξε, καὶ ἑξῆς, εἰς ἐπικουρίαν τὴν θεόθεν εὐχρηστεῖται. Τὸ δὲ “πρόσθεν ἰοῦσα ἐτίθει φάος” δίδωσι συλλογίζεσθαι ὅτι νυκτιλοχῶν ἐπῆλθεν ὁ Ἀχιλλεὺς τῷ Αἰνείᾳ βουκολοῦντι τὰ τοῦ πατρός, ὥσπερ καὶ τὸν Λυκάονα ἐννύχιος εἷλε προμολών. διὸ καὶ ἐδέετο φωτὸς ὁ <!-- 4.377 -->Ἀχιλλεύς. ἐξευρίσκων δὲ κατὰ σύνεσιν τὰ ζητούμενα ῥᾳδίως ἐρρέθη ὁδηγεῖσθαι ὑπʼ Ἀθηνᾶς φωσφορούσης, καθὰ δηλοῖ καὶ ἡ Ὀδύσσεια, καὶ “ὀρθῇ κελεύθῳ”, καθά τις ἔφη, “τἀν σκότει” ποδηγετούσης». Ὅρα δὲ καὶ πολλὴν ταχυτῆτα ποδῶν προσμαρτυρουμένην τῷ Αἰνείᾳ, εἴγε τὸν ποδωκέστατον Ἀχιλλέα ἐν τοιούτῳ καιρῷ διεξέφυγε, καὶ ταῦτα ὑπὸ Ἀθηνᾶς φωταγωγούμενον. αἴτιον δὲ οὐ μόνον, ὅτι τὴν περὶ ψυχῆς ἔθεε φεύγων, ἀλλὰ καὶ ἡ τῶν τόπων εἴδησις, ὡς εἰκός, διʼ ἣν εὐμαθῶς ἔφευγεν, ἢ καὶ ὅτι οὐδὲ πάνυ ἐδιώχθη κατὰ σπουδὴν καὶ ἐπιμόνως ὑπʼ Ἀχιλλέως, ἀσχολουμένου, ὡς ἔοικεν, εἰς τὴν βοηλασίαν. οὐ γὰρ τῷ Αἰνείᾳ ἐπῆλθεν, ἀλλὰ ταῖς βουσίν, ὡς Αἰνείας φησίν. Οἱ δὲ νῦν Λέλεγες οὗτοι καὶ Τρῶες κόμμα τι μέτριον φαίνονται εἶναι Λελέγων καὶ Τρώων συνακολουθοῦν τῷ Αἰνείᾳ καὶ συγκινδυνεῦον αὐτῷ. κατὰ δὲ ὁλότητα Λέλεγες, περὶ ὧν καὶ αὐτῶν προείρηται, οἱ Κᾶρές εἰσιν, ἐπεὶ καὶ Λελέγων πόλις κατὰ τοὺς παλαιοὺς ἡ τῆς Καρίας μητρόπολις. καλοῦνται δὲ οὕτω ἀπὸ τοῦ λέγω, τὸ συνάγω, ὡς ἐκ πολλῶν συλλεγέντες ἐθνῶν, ὁποῖόν τι καὶ περὶ τῶν Αἰολέων ἱστόρηται. ὁ δὲ Γεωγράφος οὐκ αὐτόχρημα Κᾶρας οἶδε τοὺς Λέλεγας, λέγων ὅτι Λέλεγες ἕτεροι μὲν τῶν Καρῶν ὑπῆρξαν, ᾤκουν δὲ περὶ τοὺς καλουμένους ὑπὸ τοῦ ποιητοῦ Κίλικας, ἐκπορθηθέντες δʼ ὑπʼ Ἀχιλλέως μετέστησαν εἰς Καρίαν καὶ κατέσχον τὰ περὶ Ἁλικαρνασόν, καθὰ καὶ ταῦτα προγέγραπται. ἑτέρωθι δὲ λῃστρικοὺς λέγει τοὺς Λέλεγας. ὧν τινες, φησί, πλάνητες συγκατεμίχθησαν Κίλιξι καὶ συνέμειναν διʼ ὁμοιοτροπίαν. ἀλλαχοῦ δὲ ἔφη καὶ ὅτι ἐν τῷ Ἀδραμυτηνῷ κόλπῳ τοὺς πλείους τῶν Λελέγων κατοικίζων φαίνεται ὁ ποιητής, ὧν Πήδασόν τινα λέγει πόλιν ὑπὸ Ἄλτῃ τεταγμένην. Τὸ δὲ «ἰθὺ πέτεται» ἀφορμὴ γίνεται τοῦ συνθέτως ἰθυπτίωνα εἰπεῖν τὴν Ἀχιλλέως μελίαν ἐν τοῖς ἑξῆς. Καὶ ὅρα τὸ «πέτεται» καὶ τὸ «οὐκ ἀπολήγει», ὡς ἐπὶ ἐμψύχου καὶ ἔμφρονος τοῦ βέλους λεχθέντα καὶ αὐτά, ὡς πολλαχοῦ θέλει ποιεῖν Ὅμηρος. <!-- 4.378 -->Φιλοτιμία δὲ ποιητικὴ πτηνὸν οἷον πλάσασθαι τὸ τοῦ Ἀχιλλέως δόρυ, ἐπεὶ τοιοῦτος ὑπόκειται καὶ ἐκεῖνος ἐν τῷ «εὖτε», ἀντὶ τοῦ καθά, «πτερά» τὰ τεύχεα γεγόνασιν αὐτῷ. βούλεται δὲ τὸ μὲν «πέτεται» κουφοτάτην νοεῖσθαι τὴν Πηληϊάδα μελίην. Τὸ δὲ «οὐδʼ ἀπολήγει» πάνυ ἑκήβολον αὐτὴν εἶναι, ἤγουν ἑκὰς ἀφιεμένην. Ἰστέον δὲ καὶ ὅτι πρὸς τὸν ὑπεσχημένον ἀτελέστατα ἐν συμποσίῳ οἰκεῖον εἰπεῖν τὸ «ποῦ τοι ἀπειλαί, ἃς ὑπέσχεο οἰνοποτάζων»; Ὁ δὲ ὀκνῶν πεισθῆναί τινι κελεύοντι ἐρεῖ ἄν «τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις»; Ἀνδρείου δὲ καὶ θεοφιλοῦς ἔπαινος τό· οὐκ ἔστιν ἔναντι τοῦ δεῖνος ἄνδρα μάχεσθαι. αἰεὶ γὰρ πάρα θεός, ὃς λοιγὸν ἀμύνει. Ὅτι τὸ «εἰ δὲ θεός περ ἶσον τείνειε πολέμου τέλος, οὔ με μάλα ῥέα νικήσει, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι» τοῦτο νοεῖ, ὡς ἐὰν οὐ ῥέπῃ τὸ τοῦ μοιριδίου τάλαντον, ἢ καὶ ἄλλως, ἐὰν οὐδεμία τίς ποθεν ἐπιβρίσῃ ῥοπή, οὐκ ἂν ἡττηθήσομαι. καὶ οὗτός ἐστιν ὁ λογισμὸς ὁ παραπείσας ἀντιστῆναι τὸν ταῦτα εἰπόντα Αἰνείαν τῷ Ἀχιλλεῖ. προβέβληται γὰρ καὶ αὐτός, ὡς καὶ πολλῷ πλέον πρὸ τούτου δέδεικται Ἀχιλλεύς, τὴν ἀγαθὴν ἐλπίδα, ἧς μὴ ὑποθαλπούσης ῥιγεδανώτατος ὁ πόλεμος. Πολέμου δὲ τέλος οὐκ ἔστι νοῆσαι τὴν νίκην ἐνταῦθα, τὸν πόλεμον δὲ αὐτὸν περιφραστικῶς. Τὸ δὲ «παγχάλκεος» ἀστείως εἴρηται μονονουχὶ λέγοντος τοῦ Αἰνείου, ὅτι οὐκ ἂν εὐκόλως με νικήσῃ ὁ Ἀχιλλεύς, οὐ μόνον ἐὰν ἐξ Ἡφαίστου ὁπλοφορῇ, ἀλλʼ οὐδὲ ἐὰν αὐτόχρημα χάλκεός ἐστι. Καὶ ὅρα ὅπως οὐ πάνυ ὁ Αἰνείας εἰς ἶσον θέλει ἄγειν ἑαυτὸν τῷ Ἀχιλλεῖ κατὰ ἀνδρίαν καὶ κατὰ ὠκύτητα ποδῶν, ἀλλὰ κολάζει καὶ ἀμφότερα, ἐκφυγεῖν μὲν ἀνωτέρω τὸν Ἀχιλλέα εἰπών, οὐ διότι ταχύτερός ἐστιν ἐκείνου, ἀλλὰ διότι αὐτὸν εἰρύσατο Ζεὺς ἐπόρσας μένος λαιψηρά τε γοῦνα, καὶ ἐν πολέμῳ δὲ οὔτε νικήσειν λέγει τὸν Ἀχιλλέα, οὔτε ὅτι ἐκεῖνος οὐ νικήσει τοῦτον, ἀλλʼ ὅτι οὐ ῥέα μάλα νικήσει δίχα θείας ῥοπῆς. οὕτως οὐ μόνον συνετὸς ὁ Αἰνείας καὶ εἰδὼς ἑαυτόν, ἀλλὰ καὶ θεοφιλής. Ὅτι Ὁμηρικὴ κἀνταῦθα δεινότης ἐξευρίσκει σύγκρισιν Αἰνείου τε καὶ Ἀχιλλέως ἐκ μητέρων καὶ δίδωσι τὸ μεῖζον τῷ Αἰνείᾳ. ἡ μὲν γὰρ Ἀφροδίτη Διός, ἡ τοῦ Αἰνείου μήτηρ, ἡ δὲ Θέτις χερείων θεὸς οἷα ἐκ τοῦ θαλασσίου Νηρέως. καὶ ταῦτα μὲν οὕτως. ἀλλὰ τί τῆς μητραγαθίας ὄφελος; οὐ γὰρ παρὰ τοῦτο οὐδʼ <!-- 4.379 -->Ἀχιλλεὺς ὁ τῆς Θέτιδος Αἰνείου τὸ ἧσσον φέρεται τοῦ ἐκ τῆς εὐγενεστέρας Ἀφροδίτης. Σημείωσαι δὲ ὅτι ἐνταῦθα κόρην φανερῶς τὴν θυγατέρα φησίν. οὕτω γὰρ κόρη Διὸς ἡ Ἀφροδίτη. Ὅρα δὲ καὶ τὸ χερείων ἐπὶ ἁπλῶς ταπεινοτέρου τεθὲν καὶ ἐλάττονος, ἔνθα φησὶν Ἀπόλλων τὸν Αἰνείαν μὲν Ἀφροδίτης ἐκγενέσθαι, τὸν Ἀχιλλέα δὲ χερείονος ἐκ θεοῦ εἶναι, ἤτοι τῆς Νηρηΐδος Θέτιδος, ἥτις ἐλαττοῦται τῆς Ἀφροδίτης, ὡς καὶ ὁ Νηρεὺς τοῦ Διός. κατὰ λόγον γὰρ εὐγενείας ἡ τῶν πάππων καὶ ὅλως τῶν προγόνων ὑπεροχὴ καταβαίνει καὶ εἰς τοὺς ἀπογόνους. Σημείωσαι δὲ καὶ ἐν τούτοις, οἵα ἡ τῶν ἐχεφρόνων ῥητόρων παραίφασις. ἐπιχειρήσας γὰρ τεχνικῶς ἐν τῇ προειρημένῃ συγκρίσει ὁ μυθικὸς Ἀπόλλων παρήγαγε τὸν Αἰνείαν εἰς ὅπερ ἤθελεν, οὐκ αἰσθόμενον ὅτι, καθάπερ οὐδὲ ἡ πατραγαθία μόνη, οὕτως οὐδὲ τὸ ἐκ μητρὸς σέμνωμα συντελεῖ πρὸς ἔργα τὰ κατʼ ἀνδρίαν. ἠρέθισε δὲ τὸν Αἰνείαν καὶ ἡ κλῆσις πάνυ σεμνὴ οὖσα. Φησὶ γὰρ «ἥρως, ἀλλʼ ἄγε καὶ σὺ θεοῖς εὔχεο. καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστιν. ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος. Εἶτα καὶ ἀξιῶν ὃ βούλεται, φησὶν “ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα”, ἀντὶ τοῦ ἴθυσον μετὰ χαλκοῦ, ἤτοι μετὰ ὅπλων στῆθι καὶ οἷον ἀντίστησον τῷ πολεμίῳ τὰ ὅπλα, “μηδέ σε πάμπαν λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ”. τοῦτο δὲ παντὶ προσήκει ὀτρύνοντί τινα κατὰ ἐχθροῦ. Καὶ ὅρα τὸ “ἀλλʼ ἄγε καὶ σὺ θεοῖς εὔχεο”, διʼ οὗ ἀστείως δηλοῦται ὡς εὐχῆς χρεία τῷ Αἰνείᾳ, εἰ μέλλοι ἀντιστῆναι τῷ Ἀχιλλεῖ. Τὸ δὲ “ἀρειῇ”, ὅ ἐστιν ἀπειλῇ, ὃ γίνεται πλεονασμῷ τῆς ει διφθόγγου ἐκ τοῦ ἀρά, ἐπίτομός ἐστι διασάφησις τοῦ “λευγαλέοις ἐπέεσσι”. δῆλον γάρ, ὡς λευγαλέον ἔπος ἡ ἀπειλή. Ὅτι δὲ καὶ προθυμίαν ἐμποιοῦσιν εἰς ἔργον αἱ τεχνικαὶ παραινέσεις, δηλοῖ καὶ ἐνταῦθα τὸ “ὣς εἰπών”, ὁ Ἀπόλλων δηλαδή, “ἔμπνευσε μένος μέγα ποιμένι λαῶν”, καὶ <!-- 4.380 -->εὐθὺς ἔβη διὰ προμάχων ὁ Αἰνείας. Ὅτι οὐλαμὸς καὶ ἐνταῦθα ἐν τῷ “ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν” τὸ πύκνωμα καὶ σύστρεμμα τοῦ λαοῦ ἀπὸ τῆς σαρκικῆς οὐλώσεως, ὥς φασιν οἱ παλαιοί, ἢ ἀπὸ τῆς οὐλότητος τῶν συνεστραμμένων τριχῶν. Ὅτι καινήν τινα περιπέτειαν ὁ ποιητὴς ἐνταῦθα παρεισάγει τὴν τοῦ Αἰνείου καὶ Ἀχιλλέως μάχην, ἐν ᾗ διχόθεν ὑποδύσκολον τὸ τέλος. οὔτε γὰρ ἀναιρεθῆναι δυνατὸν τὸν Αἰνείαν—παρὰ τὴν ἱστορίαν γὰρ τοῦτο—οὔτε ἀκινδύνως διεκφυγεῖν. οὐ γὰρ ἄξιον Ἀχιλλέως τοῦτο. Διόπερ ὁ ποιητὴς παρασημειούμενος τὸ κινδυνῶδες τῆς περιπετείας ποιεῖ τὴν Ἥραν λέγουσαν πρὸς Ποσειδῶνα καὶ Ἀθηνᾶν “φράζεσθον ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα”, ἤγουν τὸ τὸν Αἰνείαν βῆναι ἀντία Πηλείωνος, ἐπεὶ ἀνῆκεν αὐτὸν ὁ Ἀπόλλων, οἱονεὶ ἀνιστῶν Ὅμηρος τὸν ἀκροατὴν εἰς προσοχὴν διὰ τὸ τοῦ πλάσματος δυσχερὲς καὶ ἑαυτὸν δὲ ὀξύνων εἰς εὕρεσιν πιθανότητος. ὅπως δὲ αὐτὸς πιθανῶς τὸ ἄπορον λύσει, ἐν τοῖς ἑξῆς φανήσεται, ὅπου παρὰ βραχὺ κινδυνεύων ὁ Αἰνείας ὅμως ἐκ τοῦ πολέμου σωθήσεται μηδέν τι παθὼν ἀνήκεστον. τρόπος δὲ αὐτῷ φυλακῆς τὸ ἐλθεῖν ὥσπερ τῷ Αἰνείᾳ, οὕτω καὶ τῷ Ἀχιλλεῖ θείαν ἐπικουρίαν. Φησὶν οὖν ἡ Ἥρα “ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν”, ἤγουν τὸν Αἰνείαν ἢ τὸν Φοῖβον, “ἀποτρωπῶμεν ὀπίσσω αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ δευέσθω”, ἤγουν δεέσθω, κράτους μεγάλου. ταῦτα δὲ προσφυῆ ἔσονται εἰς ἐπικουρίαν καταπονουμένου προσώπου, ὡς καὶ ἐφεξῆς φιλίας συμμαχικῆς ἔπαινος τὸ “ἵνα εἰδῇ ὅ”, ἤγουν ὅτι, “μιν φιλέουσιν ἄριστοι, οἱ δʼ αὖτʼ ἀνεμώλιοι, οἳ τὸ πάρος περ” <!-- 4.381 -->τοῖς δεῖνα “ἀμύνουσιν”, οἷον Τρωσί, “πόλεμον καὶ δηϊοτῆτα”. Ἰστέον δὲ ὅτι τὸ “ἀποτρωπῶμεν αὐτόθεν” ἀντὶ τοῦ ἀπʼ αὐτοῦ τοῦ Ἀχιλλέως, ἢ μᾶλλον ἐξ αὐτοῦ δὴ τοῦ τόπου, ἔνθα νῦν εἰσιν ὁ Αἰνείας τε καὶ ὁ Ἀπόλλων, ἵνα ᾖ ὅμοιον τῷ “μετέειπεν Ἀγαμέμνων αὐτόθεν ἐξ ἕδρης”. Ὅτι τὴν αἶσάν φησι λίνῳ ἐπινήθειν τοῖς γεννωμένοις, ἃ μετὰ ταῦτα πείσονται. δηλοῦται δὲ διὰ τούτου, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, ἡ τῶν ἀνθρωπίνων πραγμάτων ἐν λεπτῷ στροφὴ καὶ ὁ ἐν τούτοις εἱρμός. ἀπὸ δὲ τοῦ τοιούτου νήθειν καὶ αἱ βαρεῖαι κατακλῶθες ἀλλαχοῦ παρὰ τῷ ποιητῇ λόγῳ τροπῆς. λίνου μὲν γὰρ τὸ κατακλώθεσθαι, ἀτράκτου δὲ κλώθοντος τὸ ὑπὸ βάρους κάτω φέρεσθαι, ἃς διασαφῶν Εὐριπίδης φησὶ “στέμματα ξήνασα θεὰ ἐπέκλωσε” πόλεμον. Αἶσα δὲ ὁ τοῦ παντὸς λόγος κατὰ τοὺς παλαιούς, παρὰ τὸ δαίω, τὸ μερίζω. ὅθεν καὶ Μοῖρα λέγεται, καὶ Εἱμαρμένη δέ, ὡς ἀπὸ τοῦ μείρω, ὅπερ ταὐτόν ἐστι τῷ δαίω καὶ τῷ μερίζω. τὸν δʼ αὐτὸν καὶ Ζῆνά φασιν, ὡς τοῦ ζῆν αἴτιον, καὶ Δία, ὅτι διʼ αὐτοῦ πάντα, καὶ πεπρωμένην, ὅτι πάντα εἰς πέρας φέρει. Ὁ δὲ τόπος οὗτος καὶ προαναφώνησιν ἔχει ἀξυμφανῆ τῶν μετὰ ταῦτα. Καὶ ἔστι τὸ ὅλον τοιοῦτον “πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι σήμερον”, ὁ Ἀχιλλεὺς δηλαδή, “ὕστερον αὖτε τὰ πείσεται”, ἤγουν ταῦτα πάθῃ, “ἅσσα οἱ”, ἤτοι ἅτινα αὐτῷ, “αἶσα γεινομένῳ ἐπένησεν”, ὡς ἐρρέθη, “λίνῳ, ὅτε μιν τέκε μήτηρ”. ὅπερ ἐστὶ διασαφητικὸν τοῦ γεινομένῳ, ὅ ἐστι γεννωμένῳ. Εἶτα κεῖται καὶ τὸ “δείσεται ὁ <!-- 4.382 -->Ἀχιλλεύς” παθητικῶς ἀντὶ τοῦ φοβηθήσεται, εἰ μὴ ταῦτα μαθὼν ἴδῃ αἴφνης θεόν τινα ἀντικαταστάντα ἐκείνῳ. Μεθʼ ὃ τέθειται καὶ ὡς γνωμικὸν τὸ “χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς”, ὅπερ ὀρθὸν ἔσται παρῳδηθὲν ἑνικῶς, οἷον· χαλεπὸς δὲ θεὸς φαίνεσθαι ἐναργής, ὅ ἐστι χαλεπὸν τὸ θεὸν ὀφθαλμοφανῶς ἰδεῖν. ἀντίκειται δὲ τὸ ἐναργὲς πρὸς τὸ νοητὸν καὶ φανταστὸν καὶ τὰ τοιαῦτα. Ὅτι ἀποφθεγματικὸν ἐκ Ποσειδῶνος ῥηθὲν πρὸς Ἥραν τὸ “μὴ χαλέπαινε παρὲκ νόον”, ἀντὶ τοῦ μὴ ὀργίζου ἔξω νοός, καὶ ὡς εἰπεῖν ἀνοήτως. “οὐδέ τί σε χρή”, φησι. Περὶ δὲ τοῦ παρέκ ὅτι καὶ παρέξ λέγεται, καὶ ὅτι διφορεῖται κατὰ σύνταξιν, καὶ ὅτι ἀεὶ παρʼ Ὁμήρῳ ὀξύνεται, ἀλλαχοῦ προείρηται ἱκανῶς. δηλοῖ δὲ περὶ αὐτοῦ καὶ ἡ Ὀδύσσεια. Εἶτα καὶ ὃ φθάσας εἶπε συμβαλεῖν, συνελάσαι φησὶν εἰπὼν “οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσαι”, ὃ τοῦ εἰρηνεύειν ὑποθήκη ἐστίν. Ἐνταῦθα δὲ καὶ τὴν πεπατημένην ὁδὸν πάτον λέγει, τουτέστι τὴν τρίβον, εἰπὼν “ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεθα κιόντες ἐκ πάτου ἐς σκοπιήν”. εἴρηται δὲ ἀλλαχοῦ ὡς ὠνοματοπεποίηται ἡ λέξις. Ὁ δὲ ταῦτα λέγων Ποσειδῶν ἐπάγει καὶ τό “πόλεμος δʼ ἄνδρεσσι μελήσει”, ἀλλαχοῦ μὲν ῥηθὲν πρὸς διαστολὴν παίδων τε καὶ γυναικῶν, “οἷς οὔ τι μέλει πολεμήϊα ἔργα”, ἐνταῦθα δὲ ἐπὶ διαστολῇ θεῶν, οὓς οὐ χρὴ πρὸς ἔριδα πολεμικὴν συνελαύνεσθαι. Λέγει δὲ καὶ ὅτι “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων, ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι, αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόφιν”, ἤγουν παρʼ αὐτὰ καὶ αὐθωρόν, “νεῖκος ὄρηται”, ἢ ὀρεῖται κατὰ μέσον μέλλοντα πρῶτον, ἀντὶ τοῦ διεγερθήσεται, “φυλόπιδος, μάλα δʼ ὦκα διακριθέντας ὀΐω ἂψ ἴμεν”, ἤγουν ἐλθεῖν, “Ὄλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων, ἡμετέραις” καὶ ἑξῆς. Καὶ ὅρα <!-- 4.383 -->πρῶτα μὲν πλάσμα συνέσεως ἀνδρικῆς. τῆς Ἥρας γὰρ μαχιμώτερόν τι βουλευσαμένης κατὰ Φοίβου ἐκώλυσεν ὁ Ποσειδῶν μισῶν τὴν ἐμφύλιον μάχην εἶτα ὅρα καὶ ποιητικὴν ἀγαθὴν μέθοδον. προεκθέμενος γὰρ καὶ ἐμφήνας ὡς δύναται καὶ τὰ τῆς Ἥρας ποιῆσαι, ὅμως ἐπέκρινε κρείττω εἶναι τὰ κατὰ τὸν Ποσειδῶνα, ἵνα προκατάρξας κακοῦ ὁ Ἄρης πείσεται ἄμυναν σὺν τοῖς ἀμφʼ αὐτόν. καὶ τοίνυν πλάττει οὕτω τὰ ἐφεξῆς πιθανώτερον. Ἰστέον δὲ ὅτι τὸ “εἰ δὲ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων” σχῆμά ἐστιν Ἀλκμανικόν, ὡς ἤδη καὶ ἐν ἄλλοις προγέγραπται, οὐχʼ ὅτι ὁ μελοποιὸς Ἀλκμὰν εὗρεν αὐτὸ, ἀλλʼ ὅτι Ὁμήρου εὑρόντος ἔχαιρεν ἐκεῖνος τῷ σχήματι. τινὲς δὲ γράφουσιν “ἄρχῃσι” καὶ οὕτως ἐκφεύγουσι τὴν καινοτροπίαν τοῦ σχήματος. Ἰσχυρωτάτης δὲ ἐπικουρίας δηλωτικὸν τὸ “μάλα δʼ ὦκα διακρινθήμεναι ὀΐω ἡμετέραις ὑπὸ χερσὶν ἶφι δαμέντας”. Ὅτι τεῖχος ἀμφίχυτον κατὰ μέν τινας τὸ βουνοειδὲς καὶ ἀμφοτέρωθεν κατακεχυμένον, τῇ ἐξ ὑψηλοῦ ἐφʼ ἑκάτερα χθαμαλότητι. οἱ μέντοι πλείους ἀμφίχυτόν φασι τὸ μὴ ἐκ λίθων, ἀλλὰ περικεχυμένον, ἤγουν τὸ ἐξ ἀναχώματος ὄν, ὡς τὸ “χεύαντες δὲ τὸ σῆμα”, ἤγουν ἀναχωματίσαντες. τοιοῦτον δὲ ἦν τεῖχος ἐν Τροίᾳ. Περὶ οὗ φησιν ὁ ποιητής, ὅτι ὁ μὲν Ποσειδῶν καὶ ὅσοι θεοὶ σύμμαχοι Ἀχαιοῖς ἐκάθηντο “τεῖχος ἐς ἀμφίχυτον Ἡρακλέος θείοιο, ὑψηλόν”, ὃ Τρῶες καὶ Παλλὰς Ἀθήνη ποίεόν ποτε, “ὄφρα τὸ κῆτος” Ἡρακλῆς “ὑπεκπροφυγὼν ἀλέσαιτο” ἢ ἀλέοιτο, τουτέστιν ἐκκλίνοι, καὶ ἀνατρέχοι δηλαδὴ ῥᾳδίως εἰς αὐτό, “ὁππότε μιν σεύαιτο”, ἤγουν ὅτε αὐτὸν ἐκεῖνο διώκοι, “ἀπʼ ἠϊόνος πεδίονδε”. καὶ οὕτω μὲν οἱ τῶν Ἀχαιῶν βοηθοί. Οἱ δὲ ἀνθιστάμενοι τοῖς Ἑλληνίοις θεοῖς ἑτέρωσε κάθιζον ἀμφὶ τὸν Ἀπόλλωνα καὶ τὸν Ἄρην ἐπʼ ὀφρύσι Καλλικολώνης, πάντες δὲ ἄρρηκτον νεφέλην ὤμοισιν ἀμφιέσαντο, ἵνα μὴ βλέποιντο. Καὶ ὅρα <!-- 4.384 -->ἐπιτομὴν ἱστορίας. οὔτε γὰρ ποῖον κῆτος ἦν ἔφη, οὔτε τίνος ἕνεκεν ἐπέμφθη, ἀλλʼ ὡς πρὸς εἰδότας λαλῶν πάντα σιωπᾷ, τήν τε ὀργὴν τοῦ Ποσειδῶνος τὴν κατὰ τοῦ ἀδίκου Λαομέδοντος καὶ τὴν ἐντεῦθεν τοῦ κήτους ἀποστολήν, καὶ τὴν πρόθεσιν τῆς Ἡσιόνης, καὶ τὴν βοήθειαν τοῦ Ἡρακλέος καὶ τὰ λοιπά. οὐ γὰρ ἦν καιρὸς νῦν τῷ ποιητῇ πολυλογεῖν. Ἰστέον δὲ ὅτι παίζων ὁ ποιητὴς Ἄρχιππος εἰς τὸν κατὰ τὴν Ἡσιόνην μῦθον, ὃς αὐτὴν βορὰν τῷ κήτει ἐκτίθεται, πλάττει Μελάνθιον τὸν Τραγῳδὸν ἔν τινι αὐτοῦ δράματι δεθῆναι, καὶ οὕτω παραδίδωσιν αὐτὸν τοῖς ἰχθύσιν ἀντιβρωθησόμενον. ἦν γὰρ ὁ ἀνὴρ ὀψοφάγος, κατὰ ἰχθυοφαγίαν δηλαδή. ἐκράτησε γὰρ παρὰ τοῖς ὕστερον ὄψον κατʼ ἐξοχὴν ἐπὶ ἰχθύων λέγεσθαι, ὡς δηλοῖ καὶ τὸ κοινολεκτούμενον ὀψάριον. Ἄρρηκτον δὲ νεφέλην λέγει τὴν πυκνωτάτην, διʼ ἧς οὐδʼ ἂν οὐδὲ Ἠέλιος διαδράκοι, ὡς ἀλλαχοῦ ἔφη ὁ ποιητής. Ἄλλως δὲ φάναι, ἄρρηκτος νεφέλη ἐστίν, ἣν οὐκ ἂν διασχοῦσα αἴγλη αἰθρίαν ποιήσῃ, κατὰ τὸ “ὑπερράγη ἄσπετος αἰθήρ”, ἤγουν αἰθρία γέγονε διαρραγέντος παντὸς νέφους ἐπιπροσθοῦντος. νεφῶν γὰρ διαρρήξεσιν αἰθὴρ τοιοῦτος ἐπακολουθεῖ. Ὅρα δὲ καὶ ὅτι ὀφρὺν λέγει ἐνταῦθα τὴν τοπικὴν ἐξοχὴν ἐν τῷ “ἐπʼ ὀφρύσι Καλλικολώνης” τῆς προρρηθείσης, ὥσπερ καὶ κρᾶτά φησιν Ὀλύμπου καὶ ὀρέων κάρηνα. Ἰστέον δὲ καὶ ὡς δύο προσώπων ἐνταῦθα προκειμένων μεγάλων, Φοίβου τε καὶ Ἄρεος, τὸν ἕνα μὲν φιλῶν προσφωνεῖ ἐν σχήματι ἀποστροφῆς ὁ μουσικὸς ποιητὴς καὶ φιλῳδὸς ὡς μουσηγέτην καὶ ᾠδικόν, τὸν δὲ λοιπὸν μισῶν τῆς ἀγριότητος καὶ ἀλογίας ὡς λόγιος οὐ προσφθέγγεται. φησὶ γὰρ “ἀμφὶ σέ, ἤϊε Φοῖβε, καὶ Ἄρηα πτολίπορθον”. τί δέ ἐστιν ἤϊος, προείρηται. καὶ ἡ μουσικὴ δὲ Μοῦσα καλῶς ἂν ἐνδιαθέτῳ λόγῳ προσφωνοίη τὸν μουσηγέτην Ἀπόλλωνα, <!-- 4.385 -->ὃν καὶ αὐτὴ ἀμείβεται ὀπὶ καλῇ ᾄδοντα. αὐτῷ μὲν γὰρ οἰκείως ἔχει, πρὸς δὲ τὸν Ἄρην οὐδὲν αὐτῇ μετόν. Μνηστέον δὲ νῦν περὶ τοῦ ἤϊος, ὅτι δοκεῖ ἀπὸ τοῦ ἰή παρῆχθαι, ὅπερ ἐστὶν ἐπίρρημα ἐνθεαστικὸν ἐπιφωνούμενον τῷ Ἀπόλλωνι ἐν τῷ ἰὴ παιάν καὶ τοῖς ὁμοίοις. Ὅτι φορτικότητα πολέμου δηλοῖ τὸ “ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο ὤκνεον ἀμφότεροι”. Δυσηλεγής δέ ἐστι πόλεμος, οὗ ὡς τυκτοῦ κακοῦ ἀλέγομεν ἐπὶ κακῷ ἡμετέρῳ καὶ οὐ διʼ αὐτὸ τὸ καλόν, ἢ δυσλεγέος, ὅ ἐστι δυσκοιμήτου, διὰ τὸ τῶν μαχομένων πολύφροντι ἢ τοῦ εἰς κακὸν καὶ ἀνέγερτον ὕπνον κοιμίζοντος, ὃν Ὅμηρος μέν που τανηλεγέα λέγει, Σοφοκλῆς δὲ αἰένυπνον, ὡς ἀδελφὸν μὲν ὕπνου, μακρότατον δέ. ὅθεν καί τις λαβὼν σοφὸς αἰώνιον νεκρὸν ἔφη τὸν ἄνθρωπον. Ὅτι διασκευὴ ἐκφραστικὴ πολέμου καὶ τὸ “τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ ἐλάμπετο χαλκῷ ἀνδρῶν ἠδʼ ἵππων, κάρκαιρε δὲ γαῖα πόδεσσιν”, ὅ ἐστι ποιὸν ἦχον ἀπετέλει, “ὀρνυμένων ἄμυδις”. Καὶ ὅρα τὸ “ἀνδρῶν ἠδʼ ἵππων”, ἐκ παλαιτάτων γὰρ σιδήρῳ ἦσαν καὶ οἱ ἵπποι κατάφρακτοι. Τὸ δὲ “πόδεσσι” δηλοῖ μὴ ἁπλῶς ἦχον δηλοῦσθαι ἐν τῷ καρκαίρειν, ἀλλὰ τὸν διὰ ποδῶν, ἢ ἀνδρῶν ὀρνυμένων, ἤγουν σπουδαίως τρεχόντων, ἢ ἵππων. Διαφαίνεται δὲ ἡ ἀρετὴ τῆς ὀνοματοποιΐας τοῦ καρκαίρειν, ὅτε τῆς γῆς μάλιστα παγετῷ κατεξηραμμένης ἵπποι θέουσι διʼ αὐτῆς. Ὅτι τὸ “Ζεὺς δʼ ἥμενος ὕψι κέλευεν” εἰς ἄνδρα δυνάστην παρῳδηθήσεταί ποτε. Μονομαχούντων δὲ φραστικὸν τὸ δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι ἐς μέσον ἀμφοτέρων συνίτην», ἤγουν συνηλθέτην, «μεμαῶτε μάχεσθαι». περὶ Αἰνείου δὲ οὗτος ὁ λόγος καὶ Ἀχιλλέως. Ὅτι Αἰνείας πρῶτος ὁ καὶ προμελετήσας <!-- 4.386 -->μονομαχῆσαι, ὡς εἴρηται, ἀπειλήσας ἐβεβήκει κατʼ Ἀχιλλέως, «νευστάζων κόρυθι βριαρῇ, ἀτὰρ ἀσπίδα θοῦριν πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος». ταῦτα δὲ προμάχου δηλοῖ κατάστασιν. Καὶ ὅρα ὅπως ὁ ποιητὴς ἔνδοξον πλάττει τὸν προάγωνα τῷ Ἀχιλλεῖ, τὸν ἄριστον Αἰνείαν κατʼ ἐρεθισμὸν Φοίβου ἀντιτάξας αὐτῷ, οὐκ ἂν θαρρήσοντα τῷ Ἀχιλλεῖ ἄρτι ἀντιστῆναι, εἰ μὴ ὁ Ἀπόλλων αὐτὸν παρώτρυνεν. ἀπίθανον γὰρ ἦν τὸν ὁμολογήσαντα μόλις ἐκφυγεῖν ποτε ἀπʼ Ἀχιλλέως νῦν ἄλλως τοιαύτην τόλμαν ἐνδύσασθαι ἀποθέμενον τὴν πτοίαν, εἰ μὴ λόγοις ὑπό τινος κρείττονος ἀνεπείσθη, καὶ μάλιστα τοῖς ἀπὸ συγκρίσεως τῶν προγόνων, ὡς εἴρηται. Ὅτι τὸν Ἀχιλλέα, ὅτε τῷ Αἰνείᾳ ἐπέξεισιν εἰς μονομάχιον, λέοντι σίντῃ εἰκάζει, οὐ πεινῶντι ὡς ἐν ἄλλοις, ἢ σκυμναγωγοῦντι ἢ σταθμοὺς κεραΐζοντι, ἀλλʼ ὅλην χώραν σίνοντι. Φησὶ γὰρ «ὦρτο λέων ὣς σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν ἀγρόμενοι πᾶς δῆμος. ὃ δὲ πρῶτον μέν», ὡς οἱ παλαιοί φασι, φλυαρίζει ὡς κρατήσων αὐτῶν ὅτʼ ἐθελήσειε, κατὰ δὲ Ὅμηρον «ἀτίζων», ἤγουν περιφρονῶν, «ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν δουρὶ βάλῃ», τότε δὴ ἑτοιμασάμενος ἑαυτὸν εἰς πήδημα διʼ ἄμυναν «ἐάλη τε χανὼν περί τʼ ἀφρὸς ὀδόντων γίνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ, οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται, ἑὲ δʼ αὐτόν», ἤγουν ἑαυτόν, «ἐποτρύνει μαχέσθαι, γλαυκιόων δʼ ἰθὺς φέρεται μένει», τουτέστι δυνάμει, «ἤν τινα πέφνῃ ἀνδρῶν ἢ αὐτὸς φθίεται ἐν πρώτῳ ὁμίλῳ· ὣς Ἀχιλῆʼ ὤτρυνε μένος καὶ θυμὸς ἀγήνωρ ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο». Καὶ ὅρα ὅπως τε γραφικῶς ὡραΐζει τὴν παραβολήν, ἐμβραδύνας τοῖς περὶ τὸν λέοντα μεγαλοπρεπῶς ὡς οὐδαμοῦ ἀλλαχοῦ ἅμα καὶ συνεξαγριαίνων τῷ Ἀχιλλεῖ τὸν παραβολικὸν λέοντα, καὶ ὅτι κἂν μὴ τέτρωται Ἀχιλλεύς, ὅμως λέοντι τετρωμένῳ αὐτὸν εἰκάζει, ἵνα ἐνδείξηται τὸν ἄγαν ἐρεθισμὸν τοῦ ἥρωος. Φασὶ δὲ κέντρον ἐνεῖναι μέλαν τῇ τοῦ λέοντος ἀλκαίᾳ, ἤγουν οὐρᾷ, ὡς κεράτινον, ᾧ μαστίζει τὰς πλευρὰς ἐν καιρῷ μάχης <!-- 4.387 -->ἐρεθίζων ἑαυτόν. ἱστορεῖται δὲ καὶ ὅτι οὐδέποτε δέδοικεν οὐδὲ ὑποπτεύει ἔφοδον οἷα θαρρῶν ἑαυτῷ καὶ κατὰ τὸν ποιητήν «ἀλκὶ πεποιθώς». εἰ δέ ποτε ἀνάγκη πᾶσα φυγεῖν, ἐπὶ σκέλος χωρεῖ. Ἰστέον δὲ ὅτι τὸ «καὶ ἄνδρες ἀποκτάμεναι μεμάασι» δοκεῖ περιττὸν ἔχειν τὸν καὶ σύνδεσμον. οὐ γὰρ συμπλέκει τι σαφῶς. Τὸ δὲ συστραφῆναι χανόντα τὸν λέοντα ἰδιότης ἐστὶ τοῦ ζῴου. συστρέφεται μὲν γὰρ ὡς πηδήσων, χαίνει δὲ ὡς οἷον προτενθευόμενος λιχνότερον κατὰ τοῦ βαλόντος. ὁ δὲ τῶν ὀδόντων ἀφρὸς καὶ παράθηξιν αὐτῶν συχνὴν δηλοῖ, ὁποία τις καὶ ἐπὶ συῶν γίνεται. Τὸ δὲ «ἐν δέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ» ἢ εὐθεῖαν ἔχει τὸ «κραδίη», ἵνα λέγῃ ὅτι στένει αὐτῷ ἡ καρδία, δηλαδὴ τὸ ἄλκιμον ἦτορ, ἢ δοτικήν, ἵνα νοεῖται ἐν τῇ καρδίᾳ στένει τὸ ἦτορ καὶ ὑπονοῆται ἀγγεῖόν τι εἶναι τῆς ψυχῆς ἡ καρδία. στένει δὲ διὰ τὸ ὑπέρθερμον. θερμὸς γὰρ ὢν φύσει ὁ λέων ἐν τοῖς τοιούτοις καιροῖς μάλιστα θερμαίνεται. Τὸ δὲ «ἑὲ δʼ αὐτὸν ἐποτρύνει» ἀρχαϊκώτερον φράζει ὁ ποιητής. ἔστι γὰρ ἓ αὐτόν, καὶ πλεονασμῷ ἑὲ αὐτόν, ὡς τὸ εἷς ὀφθαλμὸς ἕεις παρʼ Ἡσιόδῳ, καὶ πάλιν θηλυκὸν ὑποτακτικὸν ἄρθρον ἧς, καὶ πλεονασμῷ ἕης, οἷον «ἕης ἔρασθε», ἀντὶ τοῦ ἥστινος. ἐκ δὲ τοῦ ἓ αὐτὸν τὸ ἑαυτὸν ὕστερον συνθέτως γίνεται, ὡς ἐκ τοῦ κατʼ ἔμʼ αὐτὸν τὸ ἐμαυτόν. Τὸ δὲ «γλαυκιόων» ἀντὶ τοῦ ἔμπυρον βλέπων κατὰ τοὺς παλαιοὺς παρὰ τὸ γλαύσσω, ἀφʼ οὗ καὶ γλαῦξ, ἣν μόνην τῶν γαμψωνύχων καὶ σαρκοφάγων φασὶ μὴ τίκτειν τυφλὰ διὰ τὸ περὶ τοὺς ὀφθαλμοὺς πυρῶδες, ὃ τμητικὸν ὂν διαιρεῖ τὴν θέαν. διὸ καὶ ἐν ταῖς σκοτομήναις ὁρᾷ. τινὲς δὲ γλαυκιᾶν φασι τὸ στρέφειν τοὺς ὀφθαλμοὺς καὶ τὸ γλαυκὸν αὐτῶν ὑποφαίνειν. Τὸ δὲ «ἤν τινα πέφνῃ» οἱ μεθʼ Ὅμηρον «εἴ πώς» φασίν, αὐτὸ δὲ ὅτι ἀντὶ τοῦ ὅπως λαμβάνεται, προδεδήλωται. Τοῦ δὲ φθίω, ἤγουν <!-- 4.388 -->φθείρω, ὥσπερ καὶ τοῦ μαστίω, χρήσεις εἰσὶ καὶ ἐν ἄλλοις. Τὸν δὲ πρῶτον ὅμιλον, ἤγουν τὸν πρόμαχον, πρῶτον ὅμαδον καὶ πρώτην ὑσμίνην ἀλλαχοῦ λέγει. Τὸ δὲ ἀγήνωρ πρὸς τὸ ἄλκιμον ἦτορ τοῦ λέοντος ἀφορᾷ, οὐ ταὐτὸν ὂν τῷ μεγαλήτορι. Ὅτι πρὸς τὸν παρʼ ἐλπίδας προμαχόμενον ἢ πρὸ τῶν ἄλλων θρασυνόμενον πρέπει ῥηθῆναι πρός τινος ἀνδρειοτέρου τὸ «τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν ἔστης; ἤ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει; Ὅτι ὁ Ἀχιλλεὺς θαυμάσας, εἴπερ ὁ Αἰνείας τολμᾷ πρὸ τῶν ἄλλων ἀντιστῆναι αὐτῷ, ἄλλα τε λέγει καὶ ἐρωτᾷ ἐκεῖνον, εἰ διὰ τὴν τοιαύτην αὐτοῦ θαρραλεότητα, μεγάλην τε οὖσαν καὶ μεγάλου τινὸς ἀξίαν, ἐλπίζει “Τρώεσσιν ἀνάξειν τιμῆς τῆς Πριάμου”, ὅ ἐστι βασιλεύσειν τῆς Τροίας. ἐκ δὲ τούτου δῆλον ὡς ἐπίδοξος ἦν ὁ Αἰνείας εἰς βασιλείαν, καθὰ καὶ ἐν τοῖς μετὰ ταῦτα φανήσεται, διὰ τὸ βασιλικοῦ εἶναι γένους. Εἶτα ἐκσπῶν ὁ Ἀχιλλεὺς τὴν τοιαύτην ἐλπίδα τῆς ἐκείνου ψυχῆς καὶ δεικνὺς ὡς μάτην βασιλειᾷ διὰ τοὺς τοῦ Πριάμου κληρονόμους, φησὶ κατὰ σχῆμα ἀντιπαραστάσεως ὡς “εἴ περ ἔμʼ ἐξεναρίξεις, οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερσὶ θήσει”, διὰ μέσου δηλαδὴ τοῦ ἐγχειριζομένου σκήπτρου “εἰσὶ γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων”. Εἶτα ὑποκαταβαίνων τοῦ βασιλείου γέρως εἰς ἕτερον ἀριστεῖον σύνηθες τοῖς παλαιοῖς, ὡς καὶ προϊστόρηται, ἐπανερωτᾷ τὸν Αἰνείαν “ἢ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων, καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι, αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τό”. ἤγουν τοῦτο, “ῥέξειν”, καθὰ καὶ ὁ Αἰνείας πρὸ μικροῦ ἔλεγε περὶ τοῦ Ἀχιλλέως, ὅτι οὔ με μάλα ῥέα νικήσει. Ἰστέον δὲ ὅτι τὸ “γέρας ἐν χερσὶ θήσει” ταὐτόν ἐστι τῷ ἐγγυαλίξει, ἤγουν ἐγχειρίσει, πλὴν ὅσον τοῦτο μὲν κοινόν, ἐκεῖνο δὲ ποιητικόν. Ἀεσίφρων δὲ ἢ παρὰ τὸ ἆσαι τὸ βλάψαι ὁ βεβλαμμένος τὰς φρένας, ἢ παρὰ τὸ ἀείρω ἀέρσω οἱονεὶ ἀερσίφρων, ἵνα λέγῃ ὅτι οὐκ ἔστι κοῦφος τὰς φρένας οὐδὲ ἀείρεται, ἤγουν ἠερέθεται τὰς φρένας <!-- 4.389 -->ὁμοίως τοῖς νεωτέροις ὁ γέρων Πρίαμος, ἀλλʼ ἀνάπαλιν ἔμπεδός ἐστιν, ἤγουν στερεὸς καὶ βέβαιος, ὡς καὶ τὰ ἐν τῷ πέδῳ βεβηκότα τῶν ἠερεθομένων ἀσφαλέστερα ὅτι καὶ σταθερώτερα. παλαιὸς δέ τις οὕτω συντόμως φησίν· ἀεσίφρων, φρενοβλαβὴς ἢ κοιμώμενος τὰς φρένας. ἀέσαι γὰρ τὸ κοιμηθῆναι καὶ ἀναπνεῦσαι. Ὅρα δὲ ὅπως καὶ ἐνταῦθα ἐτυμολογεῖ ἐκ τοῦ τέμνειν τὸ τέμενος, καὶ ὅτι ταὐτοδύναμον ἔξοχον ἄλλων εἰπεῖν τέμενος καὶ καλόν, καὶ ὅτι φυταλιὰν μέν φησι τὴν ἀμπελόφυτον καὶ τὴν δενδροφόρον, ἄρουραν δὲ καὶ νῦν τὴν ψιλὴν ἄροσιν. δηλοῖ δέ ποτε, εἰ καὶ μὴ παρʼ Ὁμήρῳ, ἡ ἄρουρα καὶ ποσὸν μέτρου γῆς, ὡς καὶ προγέγραπται. Τὸ δὲ “ἐμὲ κτείνεις”, “ἐμὲ ἐξεναρίξεις”, πολυωνυμίας λόγῳ ἀνωτέρω ἔφη. καὶ ταῦτα μὲν ὧδε. Ὁ Ἀχιλλεὺς δὲ οὕτω δείξας ἐν κενοῖς θρασύνεσθαι τὸν Αἰνείαν καὶ παραδεικνὺς τὴν χαλεπότητα τοῦ ἀποβῆναι τῷ Αἰνείᾳ τὴν κατʼ αὐτοῦ ἐλπίδα, ἀναμιμνῄσκει ὅπως αὐτόν ποτε εἰς φυγὴν ἔτρεψεν, εἰπὼν “ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φόβησαι. ἢ οὐ μέμνῃ ὅτι πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα σεῦα”, ὅ ἐστιν ἐδίωξα, “κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων”, ἤτοι οὐκ ἐστρέφου ὀπίσω, ὅπερ ἐν ἄλλοις ἐντροπαλίζεσθαί φησιν, ἀλλὰ δηλονότι ἀμεταστρεπτὶ εἴτε καὶ προτροπάδην ἔφευγες. Λέγει δὲ ὁ Ἀχιλλεὺς καὶ ὡς ἐκ τῆς Ἴδης εἰς Λυρνησσὸν ὑπεκφυγόντα τὸν Αἰνείαν θεὸς ἐρρύσατο, καινῶς δηλαδὴ σωθέντα ἐξ αὐτοῦ. Καὶ σημείωσαι ὅπως τὸ στενῶς ἤδη προδιηγηθὲν ὑπὸ Αἰνείου καὶ οὐδὲ πάνυ σαφῶς, ὁ Ἀχιλλεὺς ἐνταῦθα ἐπιδιηγησάμενος ἐσαφήνισεν. Αἰνείας μὲν γὰρ οὐ σαφῶς τὸ περὶ Λυρνησσὸν διηγήσατο, ἐκεῖνο μόνον εἰπὼν ὅτι ἔπερσε <!-- 4.390 -->Λυρνησσόν, ἐμὲ δὲ Ζεὺς εἰρύσατο. Ἀχιλλεὺς δὲ πλατύτερον καὶ σαφέστερον λέγει, ὅτι ἐς Λυρνησσὸν ὑπέκφυγες. ταύτην δὲ πορθήσας ἐγὼ ἐποίησα τὰ καὶ τά, σὲ δὲ Ζεὺς ἐρρύσατο. Καὶ σημείωσαι καὶ νῦν ὅπως οἶδεν ὁ ποιητὴς διττολογεῖν τεχνικῶς, ὥσπερ δὴ καὶ τὰ περὶ τῆς Ἴδης καὶ τῶν βοῶν δευτερολογῶν οὐ φορτικὸς δοκεῖ διὰ τὴν παραφραστικὴν ἐξαλλαγήν. ὁ μὲν γὰρ Αἰνείας ἔφη συντόμως, ὅτι ἔφυγον ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέραις, ὁ δὲ Ἀχιλλεὺς πλατύτερον λέγει ὅτι “ἢ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο” καὶ ἑξῆς ὡς προέκκειται. ὅλως δὲ τὰ μὲν τοῦ Αἰνείου ταῦτα συντέτμηται οἷα μὴ θέλοντος ἐπεξιέναι τοῖς καθʼ ἑαυτοῦ, τὰ δὲ τοῦ Ἀχιλλέως πλατύνεται, ὡς ἂν καὶ ἐντρέψῃ τὸν ἐχθρὸν καὶ τὴν ἀγαθὴν δὲ ἐλπίδα ἐκβάλῃ ἀπʼ αὐτοῦ. Σημείωσαι δὲ καὶ ὅτι ὁ μὲν ἀκροατὴς μεγάλα τινὰ καὶ δεινὰ ἐλπίζει εὐθὺς ἐκ προθύρων, ὅ φασι, καὶ νῦν ἐπὶ τῇ τοῦ Ἀχιλλέως εἰς μάχην ἐξόδῳ, ὁ δὲ ποιητὴς καὶ ὧδε μαλακωτέραν τὴν τοῦ πολέμου ποιεῖται καταρχήν, ὡς καὶ ἐν τῇ γάμμα ῥαψῳδίᾳ ἐποίησε, καὶ μονομαχίαν Ἀχιλλέως καὶ Αἰνείου συνιστᾷ τῶν ἀρίστων, καὶ δίχα τραυμάτων αὐτοὺς ἀπαλλάττει ἀλλήλων, ἐν μόνῃ λογομαχίᾳ στήσας τὴν μονομαχίαν αὐτοῖς, ὡς φανήσεται. ἀεὶ γὰρ παρʼ ἐλπίδας ἐπιχειρεῖν ἐθέλει καὶ ὡς οὐκ ἂν ἐλπίσῃ ὁ ἀκροατής. κερδαίνουσι δὲ καὶ ἐκ τούτου τοῦ τόπου οἱ Ὁμηρίδαι πολλά τε ἄλλα τεχνικὰ καὶ στοιβὴν δὲ ἱστοριῶν, αἷς ἡ ὁμιλία τῶν ἡρώων τούτων καταπεπύκνωται. Ἔνθα σημείωσαι καὶ ὅπως ἐν πολλῇ πραγμάτων συγχύσει σαφήνειαν ἄκραν ἐφύλαξεν ὁ ποιητής, ὡς δῆλον τῷ ἀναγινώσκοντι. Τὸ δὲ “δουρὶ φόβησα” ἐξαιρεῖται τοῦ Ἀχιλλέως τὸ δόξαι ἂν τόξοις, ὡς εἰκός, νύκτωρ ἐκφοβῆσαι τὸν Αἰνείαν. Τὴν δὲ τῆς Λυρνησσοῦ πόρθησιν παιδευτικῶς ὁ Ἀχιλλεὺς οὔ φησι μόνος αὐτὸς ἀνῦσαι ἀλλὰ σὺν θεῷ. Φησὶ γὰρ “αὐτὰρ ἐγὼ τὴν πέρσα”, ἤγουν αὐτὴν πορθήσας εἷλον, “μεθορμηθεὶς σὺν Ἀθήνῃ <!-- 4.391 -->καὶ Διῒ πατρί”, τουτέστι σὺν φρονήσει καὶ ἀρχικῶς. νοητέον δὲ σιωπηρῶς, ὅτι καὶ ἐκ Λυρνησσοῦ λαθὼν ὁ Αἰνείας ἔφυγεν. οὐ γὰρ ἑάλω φυγὼν ἐκεῖ. λείαν μέντοι ἑτέραν ἐκεῖθεν ἠγάγετο Ἀχιλλεύς. Φησὶ γὰρ “ληϊάδας δὲ γυναῖκας”, ἤγουν ληϊστάς, αἰχμαλώτους, “ἐλεύθερον ἦμαρ ἀπούρας ἦγον”. διʼ οὗ δηλοῖ ὡς δύναταί τις ληϊάδας γυναῖκας ἑρμηνεῦσαι τὰς δουλίδας. τοιαῦται γὰρ αἱ τὸ ἐλεύθερον ἦμαρ ἀφαιρεθεῖσαι. Ὅρα δὲ καὶ τὸ “Ζεὺς ἐρρύσατο” οὐκ ἀπὸ τοῦ ἐρύω γενόμενον, καθὰ πρὸ τούτων τὸ “αὐτὰρ ἐμὲ Ζεὺς εἰρύσατο”, ἀλλὰ ἐκ τοῦ ῥύω, οὗ χρῆσις εὐθὺς ἐφεξῆς ἐν τῷ “ἀλλʼ οὐ νῦν σε ῥύεσθαι ὀΐομαι”. εἰ μή τις φιλονεικῶν ἐρεῖ διʼ ἐκθλίψεως καὶ αὐτόθι κεῖσθαι τὸ ἐρύεσθαι. Ἰστέον δὲ καὶ ὅτι φοβητικὸν ἐξ ἀριστέως εἰς ἐχθρὸν ἀντιστάμενον τὸ “ἀλλʼ οὐ νῦν σε ῥύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ βάλλεαι”, ἤγουν βάλλεις, τίθης· “ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κέλομαι εἰς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο, πρίν τι κακὸν παθέειν, ῥεχθὲν δέ τε νήπιος ἔγνω”. τοῦτο δὲ καὶ ἀλλαχοῦ ἤδη εἴρηται. οὗ κατὰ μίμησιν εἶπεν Εὐριπίδης τὸ “ἔγνωκα δʼ ἡ τάλαινα συμφορᾶς ὕπο”. καὶ οὕτω μὲν ἐρεῖ ὁ ῥηθεῖς ἀριστεύς. Ὁ δὲ ὑπεναντίος ἀντείποι ἂν “μὴ δή μʼ ἐπέεσσί γε νηπύτιον ὣς ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι”. λέγει δὲ ταῦτα Αἰνείας πρὸς τὸν Ἀχιλλέα πειρώμενον λόγοις αὐτὸν ἐκθροεῖν. Καὶ σημείωσαι ὅτι ἐπιδεξίως ὁ Αἰνείας κέρτομον τὸν Ἀχιλλέα λέγει καὶ λαλοῦντα αἴσυλα. τοῦτο γὰρ δηλοῖ τὸ “οἶδα καὶ αὐτός”, δηλονότι ὥσπερ οἶδας καὶ σύ. πλαγίως οὖν ὑβρίζει σχηματίζων. ἔστι δὲ νηπύτιος κατὰ ἔλλειψιν τοῦ ν ὁ ἐστερημένος τοῦ πεπνῦσθαι. Αἴσυλα δὲ τὰ ἐφάμαρτα ὡς οἱονεὶ αἰσόσυλα, ἤγουν διʼ ὧν συλᾶται τὸ αἴσιον, ἢ τὰ βλαπτικά, παρὰ τὸ ἆσαι κατὰ παραγωγὴν καὶ πλεονασμὸν τοῦ ι. ἔτι δὲ κἀκεῖνο σημειωτέον ὅτι ἐν τῷ “οἶδα κερτομίας μυθήσασθαι” ἐμφαίνει ὁ ποιητής, ὡς δύναταί τις ῥητορικώτερον τὸν λόγον προχειριζόμενος, εἰ βούληται, ψόγον τοῦ Ἀχιλλέως ποιήσασθαι, ὡς ὁ Ἀπόλλων ἐποίησε πρὸ βραχέων. διὸ καὶ ὁ Αἰνείας προϊών φησιν, ὅτι ἔστιν ἀμφοτέροις ὀνείδεα μυθήσασθαι. Τὸ δὲ ἐν θυμῷ βαλεῖν εἴη ἂν ἶσον τῷ ἐν φρεσὶ θήσειν. <!-- 4.392 -->Ὅρα δὲ καὶ τὸ “μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο”. ἀκόλουθον μὲν γὰρ εἰπεῖν “μηδʼ ἀντίον ἵστασθʼ ἐμεῖο”. εἶπε δὲ οὐχʼ οὕτως διά τε ὀρθότητα μέτρου καὶ διὰ τὸ καινότερον τῆς συντάξεως. τοιοῦτον δέ τι καὶ μετʼ ὀλίγα εὐθὺς εὑρεθήσεται σχῆμα. Ὅτι ὁ Αἰνείας τὸ οἰκεῖον γένος ἐκτιθέμενος καὶ τὸ τοῦ Ἀχιλλέως καὶ ἐμπλατυνόμενος ἀφελέστερον τοῖς οἰκείοις, εὐγενέστερον ἐμφαίνει ἑαυτόν. λαβὼν τὰς τοῦ ἐγκωμίου ἀρχὰς ἐκ τῶν ἤδη ῥηθέντων ὡς ὑπὸ διδασκάλου τοῦ Ἀπόλλωνος, καί φησιν “ἴδμεν δʼ ἀλλήλων γενεὴν, ἴδμεν δὲ τοκῆας, πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων”, ἤγουν προηκουσμένας ἱστορίας. “ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες, οὔτʼ ἂρ ἐγὼ σούς”. Καὶ οὕτω προοιμιασάμενος ἐπάγει “φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι, μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης. αὐτὰρ ἐγὼ υἱὸς μεγαλήτορος Ἀγχίσαο εὔχομαι ἐκγεγάμεν”, ἤγουν γενέσθαι, “μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη”. Καὶ ὅρα ὅπως ὁ ποιητὴς κἀνταῦθα παλιλλογεῖ ἐπὶ τῆς τῶν ἡρώων γενεαλογίας, καὶ ὅτι τὰ μὲν πρῶτα, ὡς ἐκ τοῦ σοφοῦ Ἀπόλλωνος λεγόμενα, στρυφνότερον ἐγράφη καὶ γοργότερον καὶ ἐναγωνίως κατὰ σύγκρισιν, ἔτι δὲ καὶ σεμνότερον διὰ τὴν μνήμην τοῦ προγόνου Διὸς ἐν τῷ “καὶ σέ φασιν Ἀφροδίτης ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστιν. ἣ μὲν γὰρ Διός ἐστιν, ἣ δʼ ἐξ ἁλίοιο γέροντος”. Ταῦτα δὲ νῦν τὰ τοῦ Αἰνείου ὑπτίως ἔχουσι διὰ τὸ πλατὺ καὶ ἀφηγηματικώτερον, καὶ οὐδὲ πάνυ σεμνῶς διὰ τὸ σιγᾶσθαι τὸν Δία. φησὶ γάρ· φασὶ σὲ μὲν τοιόνδε εἶναι, ἐγὼ δὲ τοιῶνδε γονέων εἰμί, ὡς ἀνωτέρω εἴρηται. Καὶ ὅρα τὴν πρὸ ὀλίγων ὑπολαληθεῖσαν τοῦ σχήματος ἐξαλλαγὴν ἐν τῷ “φασὶ σὲ μὲν ἔκγονον εἶναι γονέων τοιῶνδε, ἐγὼ δέ εἰμι” τοιῶνδε. οὐ γὰρ εἶπεν, ὥς φασι σὲ μὲν τοιόνδε, ἐμὲ δὲ τοιόνδε, ἵνα μὴ δόξῃ γελοῖος. ἐπὶ μὲν γὰρ τοῦ Ἀχιλλέως οἰκεῖον τὸ “φασὶ σέ”. οὐ γὰρ οἶδεν ἀκριβῶς τὰ ἐκείνου. ἑαυτὸν μέντοι εὖ οἶδεν ὁ Αἰνείας. διὸ οὐδὲ λέγει, ὅτι ἐμὲ δέ φασι τοιόνδε εἶναι, ἀλλʼ ὅτι εἰμὶ <!-- 4.393 -->ἐκ τοιῶνδε γονέων. καίτοι ἄλλως οὐδὲ ἐκεῖνο γελοῖον ἦν, ἤγουν τὸ εἰπεῖν, ὅτι φασὶν ἐμὲ ἐκ τοιῶνδε γενέσθαι. καὶ γάρ τις ἀλλαχοῦ λέγει παρὰ τῷ ποιητῇ “μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι”. πλὴν κάλλιον τὸ “ἐγὼ δέ εἰμι” τοῦ “ἐμὲ δέ φασιν εἶναι”. καὶ οὐδὲ ταὐτὸν τὸ “φασίν” ἀόριστον καὶ τὸ μήτηρ μέν μέ φησι τοῦδέ τινος υἱὸν εἶναι. τοῦτο μὲν γὰρ ἀληθοῦς μαρτυρίας, ὡς ἐκεῖ δέδεικται, τὸ δέ “φασίν” ὕποπτον. Ὅρα δὲ ἐν τούτοις καὶ συλλογισμὸν πιθανόν, ὁρμώμενον ἀπὸ τόπου τοῦ, ὅτι τὸ ἀπὸ τοῦ κρείττονος ὂν κρεῖττόν ἐστιν. οὕτω γάρ πως καὶ ὁ Αἰνείας ἑαυτὸν κρείττονα συνάγει τοῦ Ἀχιλλέως, ἐπεὶ καὶ ἡ μήτηρ αὐτοῦ κρείττων τῆς τοῦ Ἀχιλλέως. τοιοῦτον δέ τί ἐστι καὶ ἐν τῇ ἐφεξῆς ῥαψῳδίᾳ, ἔνθα ὁ Ἀχιλλεὺς πρὸς τὸν Ἀστεροπαῖον τὸν υἱὸν Ἀξίου τοῦ ποταμοῦ φησι· κρείσσων μὲν Ζεὺς ποταμῶν, κρείσσων δὲ Διὸς γενεὴ ποταμοῖο, ἐγὼ δηλαδὴ σοῦ. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ “Πηλέος ἔκγονον” ἤγουν υἱὸν διὰ τοῦ κ, οὗ τὸ ῥῆμα ἐκγενέσθαι, ὡς τὸ “τοῦ μʼ ἔκ φασι γενέσθαι”, ᾧ σύστοιχον καὶ τὸ ἐκγεγάμεν. Σημείωσαι δὲ καὶ ὅτι οὐ μία τῶν Νηρηΐδων ἡ Ἁλοσύδνη παρὰ τῷ ποιητῇ, ἀλλὰ τῆς Θέτιδος ἐνταῦθά ἐστιν ἐπίθετον. ἐν μέντοι Ὀδυσσείᾳ ἔοικε Νηρηΐδος ὄνομα εἶναι ἐν τῷ “φῶκαι νέποδες καλῆς Ἁλοσύδνης”. εἰ μὴ ἄρα θαλάσσης εἴη ἐκεῖ ἐπίθετον. Καλλίμαχος δὲ ἄλλως ὀνομάσαι θελήσας οἷος ἐκεῖνος Ὑδατοσύδνην λέγει μεταποιήσας τὴν Ἁλοσύδνην. Ὅτι ἀπειλὴ πρὸς λάλον ἀντίμαχον τὸ “τῶν δὴ νῦν”, ἤγουν τῶν ἡμετέρων γονέων, “ἕτεροί γε”, ὅ ἐστιν οὗτοι ἢ ἐκεῖνοι, “φίλον παῖδα κλαύσονται σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν ὧδε διακριθέντε μάχης ἐξαπονέεσθαι”. Καὶ ὅρα ὡς ἐνταῦθα ὁ Αἰνείας νηπύτιον παραλαλεῖ τὸν Ἀχιλλέα διὰ τό, ὡς ἐρρέθη, κατʼ αὐτοῦ πρωτολογῆσαι. τίς δὲ ὁ νηπύτιος, εἴρηται. τρὶς δὲ ἡ λέξις αὕτη ἐν τούτοις κεῖται. Ὅτι εὐγενείας δηλωτικὸν τὸ “εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ εὖ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν”. Ἔστι δὲ καὶ ἐνταῦθα ἢ περιττὸς ὁ δε σύνδεσμος ἐν τῷ “πολλοὶ δέ μιν”, ἢ ἀντὶ τοῦ δή <!-- 4.394 -->εἴληπται. Καὶ ὅρα ὡς τὴν περὶ ἱστοριῶν καὶ τῶν τοιούτων εἴδησιν ἀνδράσι μάλιστα ἀνατίθησιν. εἰ μή τι ἄρα τῷ τῶν ἀνδρῶν ὀνόματι καὶ γυναῖκες δηλοῦνται, ὅπερ ἀλλαχοῦ σαφέστερον φράζων ἔφη κορυνήτην τινὰ καλεῖσθαι παρά τε ἀνδρῶν καὶ γυναικῶν. τὸ δὲ “ἴσασιν” ἀσφαλέστερόν ἐστι τοῦ “φασίν”. Ὅτι γενεαλογίαν ὁ ποιητὴς τῶν Τρωϊκῶν ἐκτιθέμενος βασιλέων διὰ μέσου τοῦ Αἰνείου ὑπὸ ἀκροατῇ τῷ Ἀχιλλεῖ φησι “Δάρδανον αὖ πρῶτον τέκετο Ζεύς, κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων, ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκουν” τῆς προδεδηλωμένης πολυπιδάκου Ἴδης, διὰ τὰς νομὰς δηλαδὴ καὶ τὰς ἐκεῖ συλλειβομένας ὑγρότητας. “Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα”, περὶ οὗ κατωτέρω εἰρήσεται. “Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα. Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, Ἶλος τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης, ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων. τὸν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν κάλλεος οὕνεκα οἷο”, ἤγουν ἰδίου, “ἵνʼ ἀθανάτοισι μετείη. Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα. Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπον τε Κλυτίον τε Ἱκετάονά τε ὄζον Ἄρηος”, τοὺς ἐν τῇ γάμμα ῥαψῳδίᾳ δημογέροντας, “Ἀσσάρακος δὲ Κάπυν. ὃ δʼ ἂρ Ἀγχίσην τέκε παῖδα, αὐτὰρ ἔμʼ Ἀγχίσης. Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον”. ὡς εἶναι πέμπτον τὸν Αἰνείαν ἀπὸ τοῦ Τρωός, καθὰ καὶ τὸν Ἕκτορα. Καὶ σημείωσαι ὡς ἐνταῦθα ἐπλεόνασε τοῖς ῥήμασι τοῦ τεκεῖν διὰ τὸ τῆς λέξεως καίριον, δὶς μὲν εἰπὼν ἐνεργητικῶς τὸ “τέκε”, πεντάκις δὲ παθητικῶς τὸ “τέκετο”, ἅπαξ δὲ περιφράσας αὐτὰ ἐν τῷ “Τρωὸς δὲ παῖδες ἐξεγένοντο”, ὅ ἐστι· Τρὼς δὲ τέκεν ἢ τέκετο παῖδας, δὶς δὲ λαβὼν ἀπὸ κοινοῦ ταῦτα, καὶ ὅπως καὶ τὰ νῦν γενεαλογικαῖς ἱστορίαις κατεπύκνωσεν, ὡς καὶ κατωτέρω δηλωθήσεται, καὶ ὅτι ἐνταῦθα σαφῶς ὁ ποιητὴς ἐδήλωσε διαφορὰν τῶν πολλαχοῦ λεγομένων Τρώων καὶ Δαρδάνων, ὡς Δαρδάνων μὲν ὄντων κυρίως τῶν ἀρχῆθεν ἐν τῇ ὑψηλοτέρᾳ Δαρδανίᾳ περί που τὰς ὑπωρείας τῆς Ἴδης, Τρώων δὲ, ταὐτὸν δʼ εἰπεῖν, Ἰλιέων, τῶν ἐν τῇ πεδινῇ Ἰλίῳ. Περὶ δὲ <!-- 4.395 -->Δαρδάνου φασὶν οἱ παλαιοί, ὅτι ἐν τῷ κατακλυσμῷ τῷ κατὰ τὸν Δευκαλίωνα ἐκ τῆς Σαμοθρᾴκης ἀσκὸν ἢ σχεδίαν μετὰ δερμάτων σκευάσας, καθὰ καὶ τῷ Λυκόφρονι δοκεῖ, καὶ ὑποδὺς καὶ τοῖς ὕδασιν ἑαυτὸν ἐπιδοὺς προσοκείλας τε τῇ Τροίᾳ μετὰ τὸ ἀναξηρανθῆναι τὸ ὕδωρ τὴν Δαρδανίαν ἔκτισεν ὑψηλοτέραν κειμένην τῆς ὕστερον Ἰλίου φόβῳ τῆς ἐξ ὑετῶν κατακλύσεως, ἧς αὐτὸς ἐπειράθη. Καὶ σημείωσαι ὅτι, εἰ καὶ ἐν πεδίῳ πεπόλιστο ἡ Ἴλιος, οὐδὲν κωλύει καὶ οὕτως ἀνεμόεσσαν αὐτὴν λέγειν, ἤγουν ὑψηλήν, ὡς ἀπὸ μέρους τῆς ὑψηλῆς Δαρδανίας, ἢ καὶ ὡς ἐπὶ γεωλόφου τινὸς ἱδρυμένην, ὡς δηλοῖ καὶ ὁ προρρηθεὶς ἐρινεός, τόπος ὢν πετρώδης ἔξω τῶν τειχέων τῆς Τροίας. Πολλαχοῦ δὲ δηλώσεων γενομένων περὶ ἐρινεοῦ ῥητέον καὶ ἐνταῦθα, ὅτι κατὰ τὸ ἀρρέν, ὥς φησιν Ἀθήναιος, λέγεται ἐρινὸς ἡ ἀγρία συκῆ, ἐξ οὗ πλεονασμῷ τοῦ ε παρʼ Ὁμήρῳ ἐρινεός, καὶ ὅτι ἐκεῖθεν καὶ ῥῆμα ἐρινάζειν παρὰ Σοφοκλεῖ. ἔνθα τὸν καρπὸν τῷ τοῦ δένδρου ἐκάλεσεν ὀνόματι, εἰπὼν “πέπων ἐρινὸς ἀχρεῖος ὢν εἰς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ”. παροιμιακὸν δὲ αὐτὸ τὸ νοήμα, ὅμοιον τῷ ἀπαίδευτος ὢν πῶς ἂν ἑτέρους παιδεύσειας. καὶ ὅτι ἱστορεῖται οὐ μόνον δίφορος ἐρινεός, ἀλλά που καὶ τρίφορος, ὡς ἐν Κέῳ, καὶ ὅτι καὶ λευκερινεὸς εἶδός ἐστι συκῆς, ἥτις λευκά, φησίν, ἴσως φέρει σῦκα. Σημείωσαι δὲ καὶ ὅτι αἱ ὑπώρειαι διαφέρουσι τοῦ πεδίου. οὔπω γὰρ πάντῃ πεδιὰς ἡ ὑπώρεια, ἀλλὰ ταπεινοτέρα μὲν κορυφῆς, μετεωροτέρα δὲ πεδιάδος. Τὸ δὲ “πεπόλιστο πόλις” ἐτυμολογικός ἐστι τρόπος, ὡς τῆς πόλεως ἐκ τοῦ πολίζω <!-- 4.396 -->λεγομένης. τὸ μέντοι πολίζω παράγωγόν ἐστι τοῦ πολῷ, ἤτοι περιστρέφω, ὡς νεμέσω νεμεσίζω καὶ ὅσα τοιαῦτα. Τὸ δὲ “Ἐριχθόνιον βασιλῆα” κατωτέρω σαφέστερον φράζων ἐπὶ τοῦ Τρωός φησι “Τρώεσσιν ἄνακτα”. οὐκοῦν ὁμοίως τῷ Τρωῒ καὶ ὁ Ἐριχθόνιος Τρώων νοηθήσεται βασιλεύς; Ἡ δὲ τοῦ Γανυμήδους ἁρπαγὴ ἄωρον αἰνίττεται τοῦ παιδὸς θάνατον, ὁποῖα πολλὰ οἱ μῦθοι πλάττουσι. τινὲς δέ φασιν ὑπὸ τοῦ Ταντάλου αὐτὸν ἁρπαγῆναι καὶ ἐν κυνηγεσίῳ πεσεῖν καὶ ταφῆναι ἐν τῷ Μυσίῳ Ὀλύμπῳ. οἱ δὲ ἱστοροῦσιν ὑπὸ τοῦ Μίνωος ἁρπαγῆναι καὶ τὸν τῆς ἁρπαγῆς τόπον Ἁρπάγην κληθῆναι. φασὶ δὲ καὶ ὅτι βιαζόμενος κατεκρήμνισεν ἑαυτόν, τῷ δὲ πατρὶ ἐπέμφθη πλάσμα, ὅτι θύελλα καὶ νέφος ὑφήρπασεν αὐτὸν οἰνοχόον τῷ Διΐ. ὅτι δὲ καὶ ἄνδρες ᾠνοχόουν, δηλοῦσι καὶ οἱ τῶν μνηστήρων κοῦροι. Ἄλλως δὲ ἀκριβέστερον φάναι, ᾠνοχόουν παρὰ τοῖς παλαιοῖς εὐγενέστατοι παῖδες, ὡς ὁ τοῦ Μενελάου υἱός. καὶ παρὰ Ῥωμαίοις δέ, φασί, τοιοῦτοι παῖδες τὴν λειτουργίαν ταύτην ἐξετέλουν ἐν ταῖς δημοτελέσι θυσίαις. οὐκοῦν καὶ ὁ μῦθος οὕτω τὰ κατὰ τὸν Γανυμήδην ποιεῖ Διῒ κιρνῶντα; Σαπφὼ δὲ ἡ καλὴ τὸν Ἑρμῆν οἰνοχοεῖν φησι θεοῖς, ἐμφαίνουσα τῷ μύθῳ ἐλλόγως χρῆναι προβαίνειν τὰ συμπόσια, καὶ μὴν καὶ κατὰ δίκην, ἣν ἡ Ὁμηρικὴ Θέμις ἐμφαίνει συμπαροῦσά πω τοῖς οὐρανίωσι δαιταλεῦσιν. ἡ δʼ αὐτὴ Σαπφὼ καὶ τὸν Λάριχον, ἀδελφὸν αὐτῆς, ἐπαινεῖ ὡς οἰνοχοοῦντα ἐν τῷ πρυτανείῳ τῆς Μιτυλήνης. καὶ Εὐριπίδης δέ, ὃν κατάχρυσον ὁ Δίφιλος εἶπε, λέγεται οἰνοχοεῖν Ἀθήνῃσι τοῖς καλουμένοις ὀρχησταῖς. μυθεύεται δὲ οἰνοχόος καὶ Ἥβη. τοῦτο δὲ ἴσως, διὰ τὸ ἡβητήρια καλεῖσθαι τὰ <!-- 4.397 -->συμπόσια, εἰ καί ποτε ἄσεμνον συναγωγὴν ἡ τοιαύτη λέξις δηλοῖ. ὅτι δὲ παρὰ Ἐφεσίοις οἱ ἐν τῇ τοῦ Ποσειδῶνος ἑορτῇ οἰνοχοοῦντες ἠΐθεοι ταῦροι ἐκαλοῦντο, ἐν τοῖς τοῦ Ἀθηναίου καὶ αὐτὸ κεῖται. Καὶ οὕτω μὲν Ὅμηρος τὸν Γανυμήδην περιελάλησεν, οὗ ἡ γραφὴ ἀναλόγως διʼ ἑνὸς ν ὡς ἐκ τοῦ γάνος, ἐξ οὗ τὸ γανύειν καὶ τὸ γανύσκεσθαι, ἵνα ᾖ Γανυμήδης ὁ ἡδὺς βουλεύεσθαι. Τὸν Τιθωνὸν δὲ καλὸν καὶ αὐτὸν ἱστορούμενον ἀπεριλάλητον ἀφῆκεν οἷα μνησθεὶς αὐτοῦ ἑτέρωθι ὡς ἡρπαγμένου ὑπὸ τῆς Ἠοῦς. ὅτι δὲ οὐ μόνον ἀνδρία καὶ λοιπαὶ ἀρεταὶ ἄνδρας τε καὶ γυναῖκας ἀπηθανάτισαν, ἀλλὰ καὶ διὰ κάλλος πολλοὶ περιᾴδονται, οὐδεὶς ἀγνοεῖ. Ὃ δὴ κάλλος ὁμώνυμον εἶναι δηλοῖ καὶ ὁ γράψας, ὅτι τὸ κάλλος καὶ ἐπὶ ἀλεκτρυόνος λέγεται, ἐν τῷ “τέτραξ ὁ μείζων μέγεθός ἐστιν ὑπὲρ ἀλεκτρυόνα τὸν μέγιστον, ἔχων ἑκατέρωθεν τῶν ὤτων κρεμάμενα, ὡς καὶ οἱ ἀλεκτρυόνες, τὰ κάλλεα”. Ὡς δὲ καὶ τὸ “Δάρδανον τέκετο Ζεύς, Δάρδανος δὲ Ἐριχθόνιον, Τρῶα δʼ Ἐριχθόνιος” καὶ οἱ ἑξῆς τοὺς ἑξῆς, ἐποικοδόμησίς ἐστιν ἤγουν σχῆμα κλιμακωτόν, οἴδασιν οἱ περὶ λόγους. Ἐκ δὲ τοῦ “ὄζον Ἄρηος” λαβόντες οἱ μεθʼ Ὅμηρον θάλος εὐγενείας φασὶ καὶ σοφίας ἀκρέμονα καὶ τοιαῦτά τινα. Ἰστέον δὲ καὶ ὅτι γενεαλογήσας ὁ Αἰνείας, ὡς ἤθελεν, ἐπάγει συμπληρωτικῶς καὶ αὐτὸς τὸ “ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι”, ὃ δὴ καὶ πρὸ τούτων ἕτερος ἥρως ἔφη. καὶ ἔστι κἀνταῦθα αἷμα ἡ προρρηθεῖσα γενέθλη. ὡς δὲ καὶ ἀντὶ σπέρματος αὐτὸ κεῖται, προδεδήλωται. Ἰστέον δὲ καὶ ὅτι τὸν εἰρημένον Ἐριχθόνιον ἐπαινῶν ὡς ὄλβιον ὁ Ὁμηρικὸς Αἰνείας φησὶν “ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων”. καὶ δεῖγμα τίθησι τούτου οὐ χρυσὸν οὐδὲ ὅσα σύστοιχα τούτῳ, ἀλλὰ τὸν ἐν τοῖς ζῴοις περιουσιασμόν. Φησὶ γὰρ “τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο”, ἤγουν κατὰ τὸ ἕλος <!-- 4.398 -->ἐβουκολοῦντο, “θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι· τάων”, ἤγουν ὧν, “καὶ Βορέης ἠράσσατο βοσκομενάων. ἵππῳ δʼ εἰσάμενος”, ἤγουν ὁμοιωθείς, “παρελέξατο κυανοχαίτῃ. αἳ δʼ ὑποκυσάμεναι”, ἤγουν ἐγκυμονήσασαι, “ἔτεκον δυοκαίδεκα πώλους. αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων. ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης, ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον”. Ἰστέον δὲ ὅτι τὸ σχῆμα τοῦτο τοῦ λόγου ἀπαραμύθητός ἐστιν ὑπερβολή. ἀδύνατον γὰρ τοιούτους ἵππους γενέσθαι. ἔχει δέ πως τὸ ἀσφαλὲς ὁ λόγος ἐκ τοῦ θείας λέγεσθαι αὐτὰς ὡς ἀπογόνους Βορέου, ὅπερ φασὶν αἰνίττεσθαί τι φυσικόν. ἵππος γὰρ ἐξανεμουμένη ἐν τῷ συνδυάζεσθαι, καὶ μάλιστα πρὸς Βορρᾶν, τίκτει καλά, ὡς καὶ ἀλλαχοῦ εἴρηται. τοῦτο δὲ καὶ ἀνθρώπους ποιεῖν ἠκούσαμεν περιεργώτερον, μάλιστα δὲ ἀλογώτερον, καὶ τοιούτοις ἑαυτοὺς εἰς τὸ πᾶν ἐπιτρέποντας ἔργοις ἀνεμωλίοις, ὡς εἰπεῖν. καὶ τοῦτο μὲν τοιοῦτον. ὁ δὲ τῶν ἵππων μῦθος τὸ ἀληθὲς ἐξαλλάσσων σωματοποιεῖ τὸν Βορρᾶν καὶ παρευνάζει ταῖς ἵπποις. Ἰστέον δὲ ὅτι ἕτερος οὗτος Ἐριχθόνιος παρὰ τὸν τοῦ μύθου τὸν ἐκ τοῦ ἐρίου καὶ τῆς χθονός, καὶ ὅτι ἐκ τῶν θηλειῶν τούτων ἵππων, ὡς ἐκ μέρους, πάντα τὰ τετράποδα ἐδήλωσε τὰ ὑπὸ τὸν Ἐριχθόνιον. εἰ γὰρ τὸ δυσπόριστον οὕτω πολὺ τῷ Ἐριχθονίῳ, πολλῷ πλέον τὰ εὐπόριστα. Ἕλος δὲ ὁ ὑγρὸς καὶ δασὺς τόπος, ὁποῖον καὶ τὸ περὶ τὴν Πελοπόννησον Ἕλος, ἐξ οὗ οἱ Εἵλωτες, οὓς οἱ Λάκωνες ἐδουλώσαντο. Ἰστέον δὲ καὶ ὅτι ἥδονται τοῖς ὕδασιν αἱ ἵπποι καὶ μάλιστα τοῖς ἐν τοῖς ἕλεσι. φιλόλουτρον γὰρ τὸ ζῷον, ὡς καὶ ἐν ἄλλοις εἴρηται, καὶ χαῖρον ἕλεσι καὶ τοῖς θολεροῖς τῶν ὑδάτων. Ὅρα δὲ καὶ ὅπως ὁ ποιητὴς τῇ λέξει τοῦ βουκολεῖν ἐπὶ ἵππων παρεχρήσατο ἐν τῷ “τρισχίλιαι ἵπποι ἐβουκολοῦντο”, ὡς καὶ τῇ τοῦ οἰνοχοεῖν ἐπὶ τοῦ νέκταρος ἐν τῷ “νέκταρ ἐῳνοχόει”, οὗ πρὸς μίμησιν ἔγραψέ τις καὶ τὸ “οἶνος ᾠνοχοεῖτο”. Φησὶ δὲ καὶ <!-- 4.399 -->Εὐριπίδης “Πολύβου δέ μιν λαβόντες ἱπποβουκόλοι”. εἴποι δὲ ἄν τις, ὡς καὶ προεγράφη, κατὰ σχῆμα συντομίας τὸν ποιητὴν οὕτως εἰπεῖν, ὡς ἂν ὁ ἀκροατὴς τοῖς ἵπποις καὶ βόας συνυπακούσῃ καὶ ἄλλα ζῷα. Τοιούτου τόπου καὶ τὸ πίνειν ἐξ ἀργυρίδων χρυσῶν παρὰ Ἀναξίλᾳ, ὥς φησιν Ἀθήναιος. οὐ γὰρ ἔστι κυριολεκτεῖσθαι τὸ χρύσεον ἐπὶ ἀργυρίδων, εἰ μὴ ἄρα, καθότι ἀργύριον καὶ ὁ χρυσὸς λέγεται διὰ τιμιότητα παλαιοτέρας εὑρέσεως. ὅμοιον δὲ καὶ τὸ “ᾠῶν ἑκατόμβη”, παιχθὲν παρά τινι παλαιῷ. τί γὰρ κοινὸν ᾠοῖς καὶ τῇ ἐκ βοῶν παρωνύμῳ ἑκατόμβῃ; τοιοῦτον καὶ Σοφοκλέους τὸ “ἵπποισιν ἢ κύμβαισι ναυστολεῖς χθόνα”, τουτέστιν ἱππότης ἥκεις ἢ διὰ πλοίου. κἀνταῦθα γὰρ τὸ ναυστολεῖν ἵπποις μὲν οὐ, κύμβαις δὲ ᾠκείωται. κύμβη γὰρ πλοίου εἶδος, ᾖ ὁμώνυμον ποτήριον κύμβα, καὶ κυμβίον δέ, γένος τι ποτηρίων βαθέων ὀρθῶν, πυθμένα μὴ ἐχόντων μηδʼ ὦτα. Τὸ δὲ “πώλοισι” θηλυκῶς προῆκται κατὰ Ἴωνας. Τὸ δὲ ἀγάλλεσθαι φαίνεται κατὰ κυριολεξίαν ἐνταῦθα λέγεσθαι, ὡς τῶν μητέρων πρὸς ἄγην ἢ ἄγαν ἁλλομένων ἐπὶ ταῖς πώλοις. δύναται δὲ καὶ ἐκ τῶν λογικῶν τοῦτο εἰς ἵππους μετενηνέχθαι, καθὰ καὶ τὸ “παρελέξατο”. Ἀταλὰς δὲ λέγει τὰς πώλους, ὡς τῶν ἤδη τελείων ἵππων ταλάνων ὄντων διὰ τὸ ἀχθοφορεῖν, ἐξ οὗ καὶ οἱ ἡμίονοι ταλαεργοὶ λέγονται. Ὅρα δὲ καὶ τὸ “ἠράσατο”, ἤγουν ἠράσθη, οὗ τὸ πρῶτον πρόσωπον ἐν τῷ “οὐδʼ ὁπότʼ ἠρασάμην”. Ἐκ δὲ τοῦ βόσκειν ὥσπερ ὄρνεον ἡ βοσκάς, οὕτω καὶ προβοσκὶς ἐλεφάντων ἡ καὶ προνομαία, κυριολεκτουμένη καὶ ἐπὶ μυιῶν καὶ τευθίδων, ὡς λέγει Ἀθήναιος. Τὸ δὲ “ἐπὶ ζείδωρον ἄρουραν”, ὡς καὶ τὸ “ἄκρον ἐπὶ καρπόν” <!-- 4.400 -->καὶ “ἐπὶ νῶτα θαλάσσης” καὶ “ἄκρον ἐπὶ ῥηγμῖνος” πρόθεσιν ἔχει ἀντὶ προθέσεως. εἴληπται γὰρ ἀντὶ τοῦ κατὰ ἄρουραν καὶ κατὰ νῶτα θαλάσσης καὶ κατὰ ἄκρον. οὕτω γὰρ εὐοδοῦται ὀρθῶς ἡ σύνταξις. Τὸ δὲ σκιρτᾶν ἐοικὸς μὲν πρὸς τὸ σκαίρειν, καίριον δὲ ὂν εἰς ἀλλομένους ἵππους δὶς ἔφη, ἐπιμείνας ὡς ἐχρῆν. ἔστι δὲ σκιρτᾶν οὐ τὸ ἁπλῶς θέειν, ἀλλὰ τὸ ἀνέτως καὶ δίχα ἐπιταγῆς καὶ πηδητικῶς καὶ οἷον ὀρχηστικῶς κατὰ τοὺς καλπάζοντας. Ζείδωρος δὲ ἢ ἡ βιόδωρος ὡς δωρουμένη τὸ ζῆν τροπῇ Βοιωτικῇ τοῦ η εἰς τὴν ει δίφθογγον, ἢ ἡ τῶν σπορίμων δότειρα ὡς ἐκ μέρους τῶν κοινῶς λεγομένων ζειῶν. Ἡρόδοτος δέ που εἰς ταὐτόν φησιν ἄγεσθαι τὰς ζειὰς ταῖς ὀλύραις. τίνες δὲ αἱ ὀλύραι, προείρηται. Ἀνθέρικος δὲ ὁ τῆς ἀσφοδέλου καρπὸς ἢ καυλός. ἡ δὲ χρῆσις καὶ παρὰ Θεοκρίτῳ. οἱ δὲ ἀνθερίκους ἐπὶ τοῦ σίτου φασίν, ἀκολουθοῦντες Ἡσιόδῳ, εἰπόντι περὶ Ἰφίκλου τοῦ καὶ ἐν Βοιωτίᾳ ῥηθέντος, ὅτι ἐπὶ πυραμίνους ἀθέρας ἐκεῖνος ἔθεε. καὶ γίνεσθαί φασι καὶ τὸ ἀνθέρικος ἐκ τοῦ ἀθὴρ ἀθέρος πλεονασμῷ τοῦ νυ, καὶ ἀρέσκονται μάλιστα εἰς τοῦτο, λέγοντες καὶ ὅτι ἡ ζείδωρος ἄρουρα οὐκ ἀσφοδέλους φέρει, ἀλλὰ πυρῶν ἀνθέρικας. ὅτι δὲ ἀθὴρ καὶ ἡ ἐπιδορατὶς λέγεται ἀπὸ μεταφορᾶς τῶν ἀσταχύων, δηλοῦσιν οἱ παλαιοί, οἳ παραδιδόασι καὶ ὅτι ἀνθερίκων εὐθεῖα ὁ ἀνθέρικος, φέροντες χρῆσιν τὸ “Λίβυες οἱ νομάδες οἰκίας ἔχουσιν ἐξ ἀνθερίκου πεποιημένας μικρᾶς ὅσον σκιᾶς ἕνεκεν, ἃς καὶ περιφέρονται ὅποι ἂν φέρωνται”. εἶεν δʼ ἂν οἱ τοιοῦτοι <!-- 4.401 -->σκιαπόδων τλημονέστεροι. ἐκείνοις γὰρ αὐτοφυὴς ἡ σκιὰ ἐκ τῆς τῶν ποδῶν ἄγαν πλατύτητος, ὡς αἱ ἱστορίαι περιηγοῦνται. εἰ μὴ ἄρα αἱ τῶν νομάδων σκιᾶς χάριν ἐκ τοῦ ἀνθερίκου σκηναὶ τοῦ βάρους τῶν παρὰ τοῖς σκιάποσι ποδῶν ἐλαφρότεραί εἰσι. Ῥηγμῖνα δὲ καὶ νῦν ὁ ποιητὴς λέγει τὴν τῆς θαλάσσης ἐπιφάνειαν, ἣν ἀνωτέρω ἔφη εὐρέα νῶτα θαλάσσης. οὕτω καὶ ἐν Ὀδυσσείᾳ λέγει κώπαις τύπτεσθαι ἁλὸς ῥηγμῖνα βαθεῖαν. Ἰστέον δὲ ὅτι, εἰ καὶ οὕτω πλουτεῖ ζῴοις ὁ ῥηθεὶς Ὁμηρικὸς ἥρως, ἀλλʼ ὁ παρʼ Ἡροδότῳ Βαβυλώνιος Τριτανταίχμης ἄλλως τε παμπλούσιος ἦν, ὃς ἑκάστης, φησί, ἡμέρας ἀρτάβην ἀργυρίου προσωδίαζεν, ἤγουν ὑπὲρ τρεῖς μεδίμνους Ἀττικούς, καὶ ζῴοις ἄγαν ἐνευθηνεῖτο. ἵπποι γὰρ αὐτῷ ἦσαν δίχα, φησί, τῶν πολεμιστῶν, ὀκτακόσιοι μὲν κήλωνες, αἱ δὲ ἀναβαινόμεναι ἑξακισχίλιαι καὶ μύριαι ἀναβαίνοντος ἑκάστου ἄρσενος εἴκοσιν ἵππους. Ὅτι γνωμικὸν τὸ “θεὸς ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε ὅπως κεν ἐθέλῃσιν. ὃ γάρ”, ἤτοι οὗτος, “κάρτιστος ἁπάντων”. φησὶ δὲ τοῦτο Αἰνείας ὡς ὀνειδισθεὶς μὲν ὑπὸ Ἀχιλλέως εἰς τήν ποτε φυγήν, οἰόμενος δέ, ὡς εἰ καὶ πρῴην μινύθων ἦν αὐτῷ τὴν ἀρετὴν ὁ Ζεύς, ἀλλὰ νῦν ἴσως ὀφέλλοι ἄν. διὸ δηλαδὴ καὶ θαρρεῖ, τὴν ἀγαθὴν ἐλπίδα προβεβλημένος. ἀρετὴν δὲ λέγει ἢ τὴν ἀνδρίαν ἢ τὴν ἀρχικὴν ἐξουσίαν, εἰς ἃ ὠνειδίσθη παρὰ τοῦ Ἀχιλλέως ὡς μήτε ἀνδρεῖος ὢν μήτε τῆς ἠλπισμένης βασιλείας τῶν Τρώων τευξόμενος. Εἶτα παιδεύων μὴ δεῖν λοιδορεῖν, ἵνα μὴ καὶ ἀνθυβρίζοιτό τις, φησὶν “ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὥς, ἑσταότες ἐν μέσῃ ὑσμίνῃ δηϊοτῆτος. ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι πολλὰ μάλα, οὐδʼ ἂν νηῦς ἑκατόνζυγος ἄχθος ἄροιτο”, ἐὰν γραφεῖεν δηλαδὴ καὶ βιβλίοις ἐντεθεῖεν. Ἑκατόνζυγοι δὲ νῆες αἱ πολύκωποι, ἃς μακρὰς οἱ ῥήτορες ἐκάλουν ὕστερον. Εἶτα γνωματεύει ὁ Αἰνείας καὶ ὅτι “στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα”, ἤγουν πολύς ἐστιν ἐπὶ ἐπαίνῳ καὶ ψόγῳ ἢ ἐπʼ ἀμφοῖν τοῖν μεροῖν τῇ γλώσσῃ πληθυσμὸς καὶ ἐπινέμησις ἐφʼ ἑκάτερα, τοῦτο δὴ τὸ ὕστερον Ζηνώνειον εἴτε Πυρρώνειον καὶ ἁπλῶς διαλεκτικὸν καὶ οὕτω δίγλωττον καὶ πολύγλωττον. Διὸ καὶ ἐπάγει “ὁποῖον κʼ εἴπῃσθα ἔπος, τοῖον κʼ ἐπακούσαις”, ὡς οἷον κατά τινα τροπὴν ἠχοῦς, ὡς δηλοῖ καὶ ὁ <!-- 4.402 -->συγγράψας τὸ ἐπʼ αὐτῇ Ὁμηρόκεντρον. τοῦτο δὲ μάλιστα ἐπὶ τῶν φιλονείκων ἀληθεύει. ἄλλως γὰρ οὐκ ἀεὶ ἐπακούει τις, οἷον ἂν εἴπῃ ἔπος, ἀλλά ποτε καὶ ἑτεροῖον, οἷον εὐλογῶν τὸν κακολογοῦντα ἢ καὶ ἀνάπαλιν λαλῶν. δῆλον δʼ ἐνταῦθα καὶ ὅτι ὁ ἐπακούσας, εἴπερ εἴπῃ τοῖον ἔπος, οἷον ἐπήκουσεν, ἀνακάμπτει τὰ τῆς λάλου ἔριδος καὶ γίνεται τὸ κακὸν δυσκατάπαυστον, οἷα τοῦ προειπόντος γινομένου ἀκροατοῦ ἀεὶ καὶ τοῦ ἀκροασαμένου αὖθις φιλοτιμουμένου ἀντιλαλεῖν. Σημείωσαι δὲ καὶ ὅτι θαμὰ τρωπῶν Ὅμηρος καὶ πολυηχέα φωνὴν χέων τετράκις ἐνταῦθα τὸ αὐτὸ ἔτρεψε νόημα ἐκ τοῦ “στρεπτὴ δὲ γλῶσσά ἐστιν” ἕως τοῦ “τοῖον κʼ ἐπακούσαις”. Ἰστέον δὲ καὶ ὅτι τὸ “ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε” παρέοικε τῷ “ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει”, ὃ ταὐτόν ἐστι τῷ ὀφέλλει. Τὸ δὲ “λεγώμεθα” φανερῶς δηλοῖ τὸ διαλεγώμεθα, λαλῶμεν, εἰ καὶ ἡ πολλὴ τῶν παλαιῶν παρατήρησις βούλεται μὴ εὑρίσκεσθαι τὴν λέξιν ταύτην παρὰ τῷ ποιητῇ ἐπὶ τοιούτου σημαινομένου, καθὰ καὶ προδεδήλωται. Τὸ δὲ “νηπύτιοι ὥς” θεωρία ἐστὶν Ὁμηρικὴ καὶ νῦν, ὡς καὶ πρὸ ὀλίγων, τοῦ δόξαι ἄν τισι μὴ καλῶς ἐνταῦθα πλάσασθαι αὐτὸν τοιαῦτα λαλοῦντας τὸν Ἀχιλλέα καὶ τὸν Αἰνείαν ἐν καιρῷ τοιούτων ἀγώνων. Ὅρα δὲ καὶ ὅτι τὴν ὑσμίνην ἐνταῦθα ἐπίθετον ἔλαβε τῆς δηϊοτῆτος, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἡ φύλοπις πολέμου κεῖται ἐπίθετον, καὶ ὅτι ὀνείδεα φανερῶς τὰς ὕβρεις φησί, κατωτέρω δὲ ἔριδας καὶ νείκεα τὰς αὐτὰς λέγει. Στρεπτὴ δὲ γλῶσσα βροτῶν ἀντὶ τοῦ ὑγρὰ καὶ εὐλύγιστος. ὅθεν καὶ γλῶσσα λέγεται οἱονεὶ κλῶσσα διὰ τὸ εὔκλαστον. ἢ καὶ ἄλλως, στρεπτὴ ἡ ἐπὶ τὰ ἐναντία ἐπιχειροῦσα, ὡς εἴρηται, καὶ ἐπʼ ἄμφω μεταγομένη, ὅπερ σαφέστερον ἑρμηνεύων ὁ ποιητὴς λέγει “πολέες δʼ ἔνι μῦθοι”, ἤγουν ἔνεισι, καὶ οὐ μόνον πολέες, ἀλλὰ καὶ παντοῖοι, καὶ ἔτι σαφέστερον “ἐπέων δὲ πολὺς νομός” καὶ τὰ ἑξῆς. αἰνίσσεται δὲ διὰ τούτων ὁ ποιητὴς καὶ τὴν ἑαυτοῦ εἰς τὸ λέγειν δύναμιν καὶ τὸ πολύφωνον καὶ ἀμφίγλωσσον. Ὁ δὲ νομὸς πάνυ καιρίως ἔχει ῥηθεὶς ὡς ἐπὶ λειμῶνος, ὃν ἡδέως ἐπινέμονται τὰ ἐκεῖθεν τρεφόμενα. Ὅτι δὲ καὶ <!-- 4.403 -->τόποι Λιβυκοὶ νομοὶ ἐγχωρίως ἐλέγοντο, καθά τις ἂν εἴποι ῥεγεῶνες ἢ τόρμαι ἢ μᾶλλον ἐνορίαι ἢ πετίτα, δηλοῦται παρὰ τοῖς παλαιοῖς. Σημείωσαι δὲ ὅτι ἀνωτέρω ἐν τῷ “νηπύτιοι ὥς” θεωρήσας, ὡς ἐρρέθη, ὁ ποιητής, ὡς ἴσως αἰτιάσονταί τινες τὸ χωρίον τοῦτο ἀκαιρολογίας, ἐνταῦθα σαφέστερον καὶ πλατύτερον αἰτιᾶται δῆθεν τὸ πρᾶγμα, μονονουχὶ καὶ αὐτὸς λέγων, ὡς “ταῦτα μὲν δὴ νοῦς ἐτόξευσε μάτην”. Φησὶ γὰρ ὁ παρʼ αὐτῷ Αἰνείας τοιοῦτόν τι ποιεῖν αὐτὸν καὶ τὸν Ἀχιλλέα, ὡς εἴπερ γυναῖκες χολωσάμεναι νεικέουσι “μέσην εἰς ἀγυιάν”, ἤγουν ἀγοράν, “ἰοῦσαι”, τὰ μὲν ἀληθῆ, τὰ δʼ οὔ, χόλου κελεύοντος. Ἔνθα ὅρα οἷά ἐστιν ἡ ἐν χόλῳ λοιδορία, οὐ τὰ ὄντα ἐπιλεγομένη, ἀλλὰ καὶ πολλὰ ψευδῆ πλαττομένη, καὶ μάλιστα ἐπὶ γυναικῶν, καὶ τούτων τῶν ἐπὶ τῆς ἀγορᾶς. ὅτι δὲ γυνὴ ἀνδρὸς ἐπιφθονώτερον καὶ μεμψιμοιρότερον καὶ φιλοπληκτικώτερον καὶ φιλολοίδορον, λέγει καὶ ὁ Κωμικός. Ἔστι δʼ ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις αὕτη κωλυτικὸν οὖσα τῶν ἀκαίρων ἀντιλογιῶν “ἀλλὰ τιή”, κατὰ δέ τινα τῶν ἀντιγράφων γράφεται “ἀλλὰ τίη ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας, αἵ τε χολωσάμεναι ἔριδος περὶ θυμοβόροιο νεικεῦσʼ ἀλλήλῃσι μέσην εἰς ἀγυιὰν ἰοῦσαι πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει”, ὁποῖόν τι δηλαδὴ καὶ ἐνταῦθα, οὗτοι φιλονεικοῦντες πείσονται. ὁ γοῦν Αἰνείας καὶ ἔπαθεν οὕτω οἷα συνάξας ἐκ τῆς γενεαλογίας οὐκ ἐτεῶς κρείττων εἶναι τοῦ Ἀχιλλέως. <!-- 4.404 -->Ὅρα δὲ τὸ νεικεῖν δοτικῇ συνταχθὲν ἐν τῷ νεικεῖν ἀλλήλοισι καὶ ἀλλήλαις, καὶ ὅτι δυνάμενος εἰπεῖν “νεικοῦσιν ἀλλήλῃσιν” νεικεῦσιν ἔφη διὰ τὸ ποιητικώτερον. Τὴν δὲ ἀγυιὰν πολλοὶ τῶν παλαιῶν, ὡς καὶ προείρηται, προπαροξύνουσιν, καὶ οὐκ ἀναμφιλέκτως ὀξύνεται ἀεί. Ἐν δὲ τῷ “πολλὰ ἐτεά τε καὶ οὐκί” γράφουσιν οἱ παλαιοί, ὅτι τὰ τῶν ἀντιγράφων εἰκαιότερα ἔχουσι τὴν τοιαύτην γραφήν, τὰ δὲ ἀκριβέστερα οὐχʼ οὕτως, ἀλλʼ ὅτι “πολλά τε ὄντα καὶ οὐκί”, ὅ ἐστὶ πολλὰ ἀληθῆ καὶ ψευδῆ. Ὅτι ἀνδρικὸς λόγος τὸ “ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποστρέψεις μεμαῶτα πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν”. λέγει δʼ ἐνταῦθα γεύσασθαι τὸ τῆς ἀνδρίας ἀλλήλων ἀποπειράσασθαι. καὶ ἔστιν ἀστεῖος ὁ λόγος. οἱονεὶ γάρ φησιν, ὅτι γευσώμεθα οὐ στόμασιν οὐδὲ λόγοις, ὡς νῦν ποιοῦμεν, ἀλλʼ ὅπλοις. εἴη δὲ ἂν καὶ ἄλλως ἀστεῖον ἐνταῦθα τὸ γεύσασθαι τοῖς ἐνθυμηθεῖσιν, ὅτι καὶ στόμα προσπλάττει τῷ πολέμῳ ἡ ποίησις. Ὅτι βαρεῖαν πληγὴν ἔγχους δηλοῖ τὸ “ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος σμερδαλέῳ, μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ”. Αἰνείας δὲ οὕτω πλήττει κατʼ Ἀχιλλέως. Ἰστέον δὲ ὅτι οὐδὲ παρὰ τοῖς παλαιοῖς ἀπῆσαν οἱ ψυχρογραφεῖν ἢ ψυχρολογεῖν θέλοντες. τὸ γοῦν “ἐν δεινῷ σάκεϊ” ἐνταῦθά τινες διὰ τοῦ ι γράφουσιν, ἵνα λέγῃ δινὸν σάκος τὸ δινωτόν, ὡς τὸ “δινωτὴν φορέεσκε κανόνεσσιν”. Ἐκ τοῦ δίνου δὲ, ἀρσενικοῦ ὀνόματος, ὃ τὸν τόρνον δηλοῖ, τὸ δινῶ δινώσω γίνεται. δῖνος δὲ οὐ μόνον τόρνος, ἀλλὰ καὶ ποδονιπτὴρ κατὰ Κυρηναίους. παρὰ δὲ τῇ Τελεσίλλᾳ καὶ ἡ ἅλως, ὥς φησιν Ἀθήναιος. τὸ ποτήριον μέντοι ὁ δῖνος, ὃ καὶ δεινιὰς λέγεται ἀπὸ τοῦ σκευάσαντος Δεινίου, καθὰ καὶ Θηρίκλειον ἀπὸ Θηρικλέους, <!-- 4.405 -->διφορεῖται. γράφεται γὰρ τὰ πλείω διὰ διφθόγγου. τῆς δὲ τοιαύτης διπλῆς γραφῆς τεκμήριον τόδε. λέγει, φασίν, Ἀρχέδικος οὕτω “Νικοστράτην τινὰ ἤγαγον πρώην σφόδρα γρυπήν, σκοτοδίνην ἐπικαλουμένην, ὅτι δῖνόν ποτʼ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ”. πρὸς ὅπερ ἐρωτηματικῶς εἰπών τις “δῖνον”; ἐπάγει “δεινόν, ὦ θεοί”. καὶ ἰδοὺ διὰ μὲν τοῦ σκοτοδίνη ἐμφαίνεται ἡ διὰ τοῦ ἰῶτα γραφή, διὰ δὲ τοῦ “δεινόν, ὦ θεοί” ὑπονοεῖται ἡ δίφθογγος, καὶ μάλιστα διὰ τὸν προειρημένον Δεινίαν. Τὸ δὲ “ἔμυκε μέγα σάκος” ἐκ βοὸς καὶ αὐτὸ ἔχει τὴν μεταφοράν. καὶ ἔστι σεμνότερον ἤπερ ἐπὶ βροντῆς ὑπό τινων μικροπρεπῶς λεχθέν. ἔχει δέ τι καὶ ἀστεϊσμοῦ, βοῦς γὰρ λέγεταί ποτε καὶ ἡ ἀσπίς, βοὸς δὲ τὸ μυκᾶσθαι. λέγεται δὲ καὶ ἐπὶ δώματος ἠχήεντος ἡ λέξις ὡς ἐν Ὀδυσσείᾳ. καὶ πύλαι δέ που ἔμυκον ἀνοιγόμεναι. Ὅρα δὲ ὅπως ὁ Αἰνείας, ἀγαθὸς ὢν εἰς μάχην, προήρπασε τὴν κατὰ τοῦ ἀντιμάχου ἐνέργειαν, οἷα καὶ προθαρρυνάμενος οἷς ἐξ Ἀπόλλωνος ἤκουσεν. Ἰστέον δὲ ὅτι τὸ “ἀκωκή” οὐ <!-- 4.406 -->μόνον ὀξύνεται, ἀλλὰ καὶ μάλιστα περισπῷτο ἄν, ἵνα λέγῃ ὅτι τὸ μέγα σάκος ἔμυκεν ἐν τῇ ἀκωκῇ τοῦ δουρός, ἤγουν διότι ἐπλήγη δόρατι. εἰπεῖν δὲ ὅτι ἔμυκεν ἡ ἀκωκὴ τοῦ δοῦρος οὐκ εὐοδοῦται. Ὅτι τὸν Ἀχιλλέα νήπιον ὁ ποιητὴς λέγει, διότι ὁπηνίκα τὸ σάκος αὐτοῦ ἔπληξεν Αἰνείας, ἐτάρβησε, φάμενος ῥεῖα τὸ ἔγχος διελθεῖν καὶ μὴ νοήσας ὡς “οὐ ῥηΐδιά ἐστι θεῶν ἐρικυδέα δῶρα ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν”, ὅπερ ὕφεσίν τινα ἔχει πρὸς τὸ δαμῆναι. Καὶ ὅρα ὡς κἂν μύθους λαλῇ ὁ ποιητής, ἀλλʼ οὖν δοξάζει μὴ δεῖν τὸν θεόθεν τι δεδιδαγμένον ἐνδοιάζειν ἐφʼ οἷς ἔγνω. Λέγει δὲ καὶ ὅτι “οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο· ἀλλὰ δύο μὲν Αἰνείας ἔλασσε διὰ πτύχας”, ἤγουν διήλασε τῇ αἰχμῇ, “αἳ δʼ ἂρ ἔτι τρεῖς ἦσαν, ἐπεὶ πέντε πτύχας”, τὰς δηλωθησομένας, “ἤλασε κυλλοποδίων”, τουτέστι πεντάπτυχος ἦν ἡ ἀσπίς. Καὶ ὅρα ἐν τούτοις ὁμωνυμίαν τοῦ “ἤλασε”. ἄλλως μὲν γὰρ ὁ Αἰνείας ἤλασε δύο πτύχας, ἄλλως δὲ ὁ Ἥφαιστος πέντε πτύχας ἤλασε. καὶ εἴρηται τοῦτο μὲν κατὰ τέχνην χαλκευτικήν, ἐκεῖνο δὲ πολεμικῶς. Ἰστέον δὲ ὅτι ὁ χρυσός, ἤγουν ἡ χρυσῆ πτύξ, ἣν καὶ δῶρα θεοῦ λέγει, ἐκώλυσε διασχεῖν τὸ δόρυ τοῦ Αἰνείου, ἢ αὐτὴ πρώτη κειμένη κατὰ τὸν γραμματικὸν Αὐτόχθονα, ὡς καὶ κατωτέρω αὐτίκα ῥηθήσεται, καὶ μόνον θλασθεῖσα καὶ κοιλανθεῖσα, οὐ μὴν διελαθεῖσα, ἢ μέση κειμένη μεταξὺ δύο κασσιτερίνων, ὅ ἐστι τρίτη, ὡς ῥαγῆναι μὲν δύο ἐπικειμένας, μίαν χαλκῆν τὴν πρώτην καὶ ἑτέραν κασσιτερίνην, ἐν αὐτῇ δὲ τῇ χρυσῇ στῆναι τὴν αἰχμήν. καὶ ἔστι καὶ ἐνταῦθα ἐννοίας ἀμφιβολία, ὡς καὶ ἐν ἄλλοις πολλοῖς. Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς Αὐτόχθων οὐ βούλεται γράφειν “δύο μὲν ἔλασε πτύχας”, ἀλλὰ “δύο μὲν θλάσε”. διὸ οὐδὲ ἐλαθῆναι λέγει τὴν χρυσῆν πτύχα πρώτην κειμένην, ἀλλὰ θλασθῆναι, ὡς προείρηται, εἰ καὶ μὴ ἐχρῆν αὐτὴν ὥσπερ οὐδὲ δαμῆναι, οὕτως οὐδὲ ὑποεῖξαι ὅλως. ἀρέσκει γὰρ αὐτῷ πρώτην μὲν εἶναι τὴν χρυσῆν ὡς τιμίαν. οὐ γὰρ δήπου, φησί, κέκρυπτο ἡ καλλιστεύουσα, ἀλλʼ ἐν τῇ ἐπιφανείᾳ ἦν, δευτέραν δὲ χαλκῆν ὡς ἰσχυράν, <!-- 4.407 -->ὁμοίως χαλκῆν καὶ τὴν πέμπτην τὴν ἐνδοτάτω, μέσας δὲ τῶν δύο χαλκῶν τὰς δύο τοῦ κασσιτέρου, ὡς συνάπτειν δυναμένας τὰς ἑκατέρωθεν πτύχας. διὸ καὶ ὁ ποιητής φησι πέντε πτύχας, “τὰς δύο χαλκέας, δύο δʼ ἔνδοθι κασσιτέροιο”, ἤτοι ἔνδον τῶν δύο χαλκέων, “τὴν δὲ μίαν χρυσῆν”, τὴν ἐξωτάτω δηλαδή. ἔτι φασὶν οἱ περὶ τὸν Αὐτόχθονα, οὐχʼ ὅτι οὐκ ἔτρωσεν ὅλως Αἰνείας τὴν πτύχα τὴν χρυσῆν, ἀλλὰ ὅτι τὸ πλατὺ τῆς ἐπιδορατίδος οὐ διῆλθε διʼ αὐτῆς. ἐπεὶ γὰρ ἡ μὲν ἀκμὴ τιτρώσκει, τὸ δὲ πλατὺ τέμνει, τὴν μὲν τῆς ἀκμῆς νύξιν ἐδέξατο καὶ ὁ χρυσὸς καὶ ὁ ὑποκείμενος χαλκός, τὴν δὲ ἐκ τοῦ πλάτους τομὴν οὐ παρεδέξατο, ἀλλὰ τῷ πλατεῖ τοῦ σιδήρου ἀντιβὰς ὁ χρυσὸς καὶ μόνον θλασθεὶς ἐπέσχε τὴν διαμπὰξ διακοπὴν τῆς ἀσπίδος καὶ κατὰ τὸν ποιητὴν ἐν τῇ χρυσῇ πτυχὶ ἔσχετο μείλινον ἔγχος. Ὅτι δὲ τὸ “ἀλλὰ δύο μὲν ἔλασε” τινὲς γράφουσιν “ἀλλὰ δύο μὲν θλάσε”, καὶ ὅτι ἀπάτην οὗτοι αἰτιῶνται τῶν ἄλλως γραφόντων, ὡς τῆς ἄνω περιφερείας τοῦ θῆτα κολοβωθείσης εἰς φαντασίαν τοῦ ε γράμματος, δηλοῖ καὶ ὁ Πορφύριος. Γνωστὸν δὲ τῇ κοινότητι τὸ θλάσαι. ὡς γὰρ κλῶ κλάζω ὀκλάζω, ἐξ οὗ καὶ ὀκλαδίας δίφρος, οὕτω καὶ θλῶ θλάζω, ἐξ οὗ θλαδίας ταῦρος τροπῇ τοῦ ζῆτα εἰς δέλτα. παρὰ τὸ θλάσω δὲ καὶ θλαστὰς ἐλαίας οἶδε καὶ ὁ Δειπνοσοφιστής. Ὅρα δὲ καὶ ὅτι τὴν χρυσῆν πτύχα μόνην δῶρα θεοῦ πληθυντικῶς εἶπε κατʼ ἐξοχήν, ἢ διὰ τὸ τῆς ὕλης τίμιον, ἢ καὶ ὅτι περισῴζει τὸν ἥρωα. ἔφη γάρ “οὐκ ἔρρηξε σάκος, χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο”. ἀστεῖον οὖν χρῆμα ὁ χρυσός, εἰ καὶ θανάτου ῥύεται ἐνταῦθα κατὰ τὴν ἐτυμολογίαν τῶν πολλῶν. Ὅρα δὲ καὶ διαφορὰν τοῦ ἤλασε καὶ διήλασεν. ἐλάσαι μὲν γὰρ λέγεται πτύχας Ἥφαιστος ὁ χαλκεύς, διελάσαι μέντοι τὸ διαμπερὲς βαλεῖν. Ὅτι τοῦ Αἰνείου προπλήξαντος δεύτερος Ἀχιλλεὺς ἀκοντίσας “βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσε ἴσην ἄντυγʼ ὑπὸ πρώτην, ᾗ λεπτότατος θέε χαλκός, λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διαπρὸ Πηλιὰς ἤϊξε μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς. Αἰνείας δʼ ἐάλη”, ὅ ἐστι συνεστράφη, συσταλεὶς ἢ καὶ συνιζήσας, “καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε, δείσας”, <!-- 4.408 -->μὴ μετὰ τὴν ἀσπίδα δηλαδὴ καθίξεται ἡ μελία καὶ τῶν αὐτοῦ σαρκῶν. “ἐγχείη δʼ ἂρ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν ἔστη”, ὡς δηλαδὴ πρὸ τούτου ὑποκαταβάς. Λέγει δὲ καὶ ὅτι “ἄχος χύτο μυρίον ὀφθαλμοῖσι”, καὶ ὡς ἐτάρβησεν, ἐπεί “οἱ ἄγχι πάγη βέλος”. Καὶ ὅρα ὅτι τὸ, “ἐγχείη ἐνὶ γαίῃ ἔστη”, “ἐπάγη βέλος” ἐνταῦθά φησι. καινὴ δέ τις καὶ ἡ τοῦ Αἰνείου αὕτη ἀσπίς, ἧς οὐ πρὸς κάλλος ἡ θέσις, ἀλλʼ ὁ μὲν χαλκὸς ὑπόκειται, ἔπεστι δὲ ἡ ῥινός, ὡς καὶ τὴν χρυσῆν πτύχα, καθὰ εἴρηται, τινὲς διʼ ἀσφάλειαν ὑποβάλλουσι τῇ τοῦ Ἀχιλλέως ἀσπίδι. οἱ δὲ ἀκριβέστεροι τὸ “λεπτοτάτη ῥινός” οὐκ ἐπὶ ὅλης τῆς ἀσπίδος νοοῦσιν, ἀλλὰ κατὰ τὴν πρώτην ἄντυγα, ἤγουν τὴν κατὰ τὸ ἄκρον κύκλωθεν τῆς ἀσπίδος, ὡς καὶ πρῶτον ῥυμόν πού φησι τὸ ἄκρον τοῦ ῥυμοῦ. ἐνταῦθα δὲ λεπτύνεσθαι πλέον τοῦ λοιποῦ φασιν, ὡς εἰκός, τεχνικῶς τὸν μὲν χαλκὸν τῇ ἐλάσει, τὴν δὲ βύρσαν τῇ ξέσει, διὰ τὴν ῥᾳδίαν τῶν ἄκρων κατάκλεισιν. καὶ ἐνταῦθα συνέβη γενέσθαι τὴν βολήν. Διὸ καί φησι “διʼ ἀμφοτέρους εἷλεν”, ὅ ἐστι διεῖλε, “κύκλους”, ἤγουν τὰ τῆς κυκλοτεροῦς ἀσπίδος ἔν τε τῇ βύρσῃ καὶ τῷ χαλκῷ τέρματα. Καὶ σημείωσαι ὅτι εὐτυχῶς τῷ Αἰνείᾳ γέγονεν ἡ τοιαύτη βολή, ἐν ἄκρῳ δηλαδὴ τῆς ἀσπίδος. εὐθὺς γὰρ ἀφʼ ἑαυτοῦ ἀνασχὼν τὴν ἀσπίδα ἀφῆκεν ὀπίσω ἐνεχθὲν τὸ δόρυ ἐμπαγῆναι τῇ γῇ. ὡς εἴγε μέσον που ἐβλήθη ἡ ἀσπίς, οὐδὲν ἂν ἐκώλυσε διελαθῆναι τῆς νηδύος τοῦ Αἰνείου τὸ ἔγχος. Ἰστέον δὲ ὅτι ἐν τῷ “λεπτότατος θέε χαλκός” ἔνδειά ἐστι προθέσεως. χρὴ γὰρ νοεῖν τὸ “ἔθεεν ἀντὶ τοῦ ὑπέτρεχεν, οὗ ἀνάπαλιν ἔχει τὸ «ἐπέην ῥινός». Θέει δὲ χαλκὸς ἀντὶ τοῦ πλατὺς καὶ ἐπιμήκης πρόεισιν. Ἐκ τοῦ τοιούτου δὲ θέειν καὶ ἡ παρὰ τῷ Καλλιμάχῳ κάλαθος, ἣν <!-- 4.409 -->δηλαδὴ κᾶλα, ἤγουν ξύλα, περιθέει κύκλῳ. ἐξ αὐτοῦ δὲ καὶ ἡ ἐν Ὀδυσσείᾳ θόλος εἶναι δεδήλωται. Ἰωνικῶς δὲ κἀνταῦθα τεθήλυνται ἡ ῥινός. Τὸ δὲ «ἔλακεν» ἄσημον καὶ νῦν δηλοῖ ποιὰν φωνήν. καὶ ἔστι τὸ «λάκε δʼ ἀσπίς» ἀντὶ τοῦ ἤχησε διακοπεῖσα, ὅθεν καὶ λακίδες ἱματίων αἱ διακοπαί. ἁπλῶς δὲ οὐδέποτε τὸ λακεῖν ἐπὶ ἀνθρωπίνης κυριολεκτεῖται φωνῆς, εἰ μὴ ἄρα παρὰ μόνοις τοῖς Τραγικοῖς, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. διὸ καὶ ὁ Κωμικὸς παίζων φησὶ τὸ «Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων». εὕρηται δὲ καὶ διαληκᾶσθαι παρὰ Αἰλίῳ Διονυσίῳ. ἐκεῖνο δὲ ἀντὶ τοῦ διαμωκᾶσθαι καὶ διαπαίζειν εἴρηται. Τὸ δὲ «ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε δείσας» ἀντὶ τοῦ ἀφʼ ἑαυτοῦ ἄνω ἔσχε τὴν ἀσπίδα, ἐπὶ Ἀχιλλέως πρὸ βραχέων οὕτως ἔφρασε «σάκος ἀπὸ ἕο χειρὶ παχείῃ ἔσχετο ταρβήσας», τὴν μὲν ἐνταῦθα ἀσπίδα εἰς σάκος ἐκεῖ μεταλαβών, τὸ δὲ «ἀνέσχεν» ἐνεργητικὸν «ἔσχετο» παθητικῶς εἰπὼν δίχα προθέσεως, τὸ δὲ «ἀπὸ ἕθεν» «ἀπὸ ἕο» φάμενος, τὸ δὲ «δείσας» «ταρβήσας», καὶ οὕτω παραφράσας κατὰ τοὺς ὕστερον ἐξ Ὁμήρου ἐπινοησαμένους καὶ τὰ Λεξικά. Τὸ δὲ «ἐγχείη ἱεμένη», ὃ ἐν τοῖς ἑξῆς φησι «διὰ κόρυθος αἰχμὴ ἱεμένη», ἀλλαχοῦ «ἱεμένη πρόσω» κεῖται ἐντελέστερον. Τὸ δὲ «ἄχος χύτο μυρίον ἐν ὀφθαλμοῖς», διὰ λύπην δηλαδὴ καὶ τάρβος, μετʼ ὀλίγα «κατʼ ὀφθαλμῶν χεῦεν ἀχλύν» φησιν. εἰ δὲ ἐπὶ σκοτώσεως ὄψεως ἐκεῖνό φησιν, ἀλλὰ δύναται καὶ αὐτὸ ἐπὶ λύπης καὶ φόβου λέγεσθαι. Ὅτι ἐπεὶ Ἀχιλλεὺς «ἐμμεμαὼς ἐπόρουσεν ἐρυσάμενος ξίφος ὀξὺ σμερδαλέα ἰάχων», Αἰνείας «χερμάδιον λάβε χειρί, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε», ὡς καὶ προεγράφη, «φέροιεν, οἷοι νῦν βροτοί εἰσι» καὶ ἑξῆς. Καὶ ὅρα ὅτι τε ἔργον καὶ ἐνταῦθά φησι περὶ ὅτις ἂν ἀσχοληθείη, ἀφʼ οὗ ἔργον φασὶ τὸ δύσκολον οἱ παλαιοί, καὶ ὅτι καὶ νῦν ὁ γε σύνδεσμος ἐν τῷ «οὐ δύο γʼ ἄνδρε» τραχυφωνίας μόνης χάριν ἐνέπεσε φίλης πολλαχοῦ τῷ ποιητῇ. ἄλλως γὰρ οὐκ ἔχει οὐδεμίαν ἔμφασιν ἐκ τῶν συνήθων τοῖς ῥήτορσι. Σημείωσαι δὲ καὶ ὅτι ῥίψας τὴν ἀσπίδα μεταλαμβάνει χερμάδιον ὁ Αἰνείας, ὡς δῆλον μετʼ ὀλίγα ἐκ τοῦ τὸν Ποσειδῶνα <!-- 4.410 -->ἐξερῦσαι τῆς τοῦ Αἰνείου ἀσπίδος τὴν τοῦ Ἀχιλλέως μελίαν καὶ θεῖναι αὐτὴν προπάροιθεν ποδῶν Ἀχιλῆος. Ἰστέον δὲ καὶ ὅτι ἐκφαυλίζων ὁ ποιητὴς τὸ ῥηθὲν τοῦ Αἰνείου βέλος οὐ τόπον ὁρίζει τῇ βολῇ, ἀλλʼ ἀορίστως λέγει ὡς «βάλε πέτρῳ ἢ κόρυθα ἠὲ σάκος» Ἀχιλλέως, μονονουχὶ λέγων ὅτι οὐκ οἶδα ποῦ βέβληκε. τοῦτο δὲ ποιεῖ, ὡς ἂν ἐπεὶ καὶ τὸν Ἀχιλλέα πεποίηκεν οὐ τυχόντα τοῦ Αἰνείου τῇ τοῦ ἔγχους βολῇ, ἔχει ὅμως διαφοράν τινα πρὸς τὸν Αἰνείαν ὁ Ἀχιλλεὺς τὸ ἐπʼ ἐκείνῳ μὲν ὁρισθῆναι ποῦ βέβληκεν, ὅτι δηλονότι διαμπερὲς τῆς ἀσπίδος ἐν ἄκρῳ, τὴν δὲ τοῦ Αἰνείου βολὴν ἀδιόριστον εἶναι, ποῖ τῶν ὅπλων γέγονε τοῦ Ἀχιλλέως. ταῦτα δὲ οὐκέτι λόγοι θεᾶς Μούσης τῆς ἀδιστάκτως πάντα εἰδυίας διὰ τὸ παρεῖναι γινομένοις, ὥς που εἴρηται, ἀλλʼ ἑτέρας Μούσης, τῆς Ὁμηρικῆς δηλαδὴ γνώσεως, ἣν οὐκ ἀπεικὸς καὶ ἐνδοιασμὸν παθεῖν ἐφʼ οἷς λέγει. Ὅτι ἄχος τῷ Ποσειδῶνί ἐστιν, εἴπερ ὁ Αἰνείας τῷ Ἀχιλλεῖ «δαμεὶς Ἄϊδόσδε κάτεισι πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο, νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον, ἀλλὰ τιὴ νῦν», ἢ κατά τινας «τίη νῦν», «οὗτος ἀναίτιος ἄλγεα πάσχει μὰψ ἕνεκʼ ἀλλοτρίων», ὃ ῥηθείη ἂν ἐπὶ τῶν μάτην πασχόντων ἐν ἀλλοτρίοις ἐφʼ οἷς αὐτοὶ οὐδὲν ἔπταισαν. ἐντεῦθεν δὲ τὸ τοῦ Ἱπποκράτους παρέξεσται τὸ τὸν ἰατρὸν ἐν ἀλλοτρίαις συμφοραῖς ἰδίας λύπας καρποῦσθαι. Ταῦτα δὲ εἰπὼν ὁ Ποσειδῶν καὶ οὕτως ἀχθεσθείς, εἰ μάτην ὁ Αἰνείας ἀναίτιος ὢν θανεῖται, οὔτε συνεπιγραφεὶς τῷ τῶν Πριαμιδῶν πολέμῳ καὶ νωθρότερον δὲ περὶ τὴν μάχην διακείμενος, διὸ καὶ ὁ Πρίαμος ὑπώπτευεν αὐτόν, ἔτι δὲ καὶ θεοφιλὴς ὤν, «κεχαρισμένα γὰρ αἰεί», φησί, «δῶρα θεοῖσι δίδωσι», βουλεύεται καὶ πῶς ἂν αὐτὸν ὑπʼ ἐκ θανάτου ἀγάγωσι, «μή πως καὶ Ζεὺς κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς τόνδε κατακτείνῃ. μόριμον δέ οἱ», φησίν, «ἔστιν ἀλέασθαι, ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται Δαρδάνου», ὃς Διῒ περὶ πάντων φίλτατος «παίδων οἵ ἕθεν», ἤγουν αὐτοῦ, «ἐξεγένοντο γυναικῶν τε θνητάων». Λέγει δὲ καί, ὅτι «ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων, νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει καὶ παίδων παῖδες, οἳ μετόπισθεν γένωνται». Τοῦτο δὲ λέγεται διὰ τὴν τῶν Ῥωμαίων ἀρχήν, ἥν, φασίν, εἰκὸς εἰδέναι τὸν ποιητὴν ἐκ τῶν τῆς Σιβύλλης χρησμῶν, ἢ καὶ αὐτὸν οἴκοθεν εἰδότα. ποιητοῦ γὰρ ἀρετὴ τὸ καὶ μαντικὴν ἐπιστήμην ἔχειν, ὥς φασιν ἄλλοι πλατύτερον. Καὶ ὅρα ὅπως ὁ ποιητὴς οὐ μόνον τὰ Τρωϊκὰ ἱστορεῖ, πολλὰ δὲ καὶ πρὸ τῶν Τρωϊκῶν, ἀλλὰ καὶ ὑστέρας τινὰς <!-- 4.411 -->ἱστορίας παραδίδωσιν, ὧν ἐστι καὶ ἡ τοῦ Αἰνείου ἀρχή, ἣν φημιζομένην, ὡς εἰκός, Ἀχιλλεὺς μὲν ὀνειδίζων ἀπεῖπε, τὸ δὲ μοιρίδιον ἐξετέλεσεν εἰς αὐτὸν καὶ παίδων παῖδας, ὡς εἶπεν ὁ ποιητής. ὁ δὲ Γεωγράφος λέγει, ὅτι τὸν Αἰνείαν τινὲς μέν φασι μετὰ Ἀγχίσου τοῦ πατρὸς καὶ Ἀσκανίου τοῦ παιδὸς λαὸν ἀθροῖσαι καὶ πλεῦσαι εἰς Σικελίαν, ἐκεῖθεν δὲ εἰς τὴν Λατίνην ἐλθεῖν κατά τι λόγιον. ἕτεροι δὲ οἰκῆσαι αὐτόν φασι περὶ τὸν Μακεδονικὸν Ὄλυμπον, ἄλλοι δὲ εἰς Σικελίαν κατᾶραι, Ὅμηρος δὲ ἐμφαίνει, φησίν, ἐν τῇ Τροίᾳ μεῖναι αὐτόν, καὶ διαδεξάμενον τὴν ἀρχὴν παραδεδωκέναι τοῖς παισὶν ἠφανισμένων τῶν Πριαμιδῶν. «ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων», καὶ ἑξῆς, ὡς προγέγραπται. τινὲς δέ, φησί, γράφουσι, «νῦν δὲ δὴ Αἰνείαο γένος πάντεσσιν ἀνάξει καὶ παίδων παῖδες», τοὺς Ῥωμαίους λέγοντες, παρʼ οἷς τὸν Αἰνείαν καὶ καταστρέψαι τὸν βίον φασί τινες. Ὅρα δὲ καὶ ὅτι τοῦ μὴ ἔχοντος διαδόχους ἄσπερμος ἡ γενεὴ λέγεται καὶ ἄφαντος ὀλέσθαι, καὶ ὅτι ἐπὶ ἀδιαδόχου κράτους καλὸν εἰπεῖν τό· νῦν γὰρ δὴ ὁ δεῖνα ἀνάξει καὶ παίδων παῖδες, οἳ μετόπισθεν γένωνται. Σημείωσαι δὲ καὶ ὅτι πολλάκις καὶ ὑπʼ ἐχθρῶν βοηθεῖταί τις οὐ μόνον διʼ ἀρετήν, ἀλλὰ καὶ φόβῳ κακοῦ μείζονος, ὡς ὁ Αἰνείας ἐνταῦθα ὑπὸ Ποσειδῶνος, διότι ἀναίτιός ἐστι, καὶ ὅτι δέδιεν ὁ Ποσειδῶν, μὴ τοῦ Αἰνείου πεσόντος ὁ Ζεὺς κεχολώσεται. δυσωπεῖται δὲ καὶ τὸ μοιρίδιον, εἰς ὃ ἐκλαμβάνεται ὁ Ζεύς, καὶ φιλεῖ δέ πως τὸν Αἰνείαν ὡς Πριάμῳ καὶ τοῖς αὐτοῦ ἀπεχθόμενον. ἃ δὴ καὶ ὁ Ἀπόλλων εἰδὼς καὶ οὐκ ἐπεξιὼν θρασέως εἰς βοήθειαν τοῦ Αἰνείου δοκεῖ κακοήθως ἀμελεῖν αὐτοῦ. διὸ καὶ νήπιον αὐτὸν ὁ Ποσειδῶν λέγει διὰ τὸ δῆθεν ἄφιλον. Ἔνθα σημείωσαι τὸ «νήπιος», οὐ συνταχθὲν τοῖς ὀπίσω, ἤγουν τῷ «μύθοις Ἀπόλλωνος ἑκάτοιο», ἀλλʼ ἀναφωνηθὲν ἰδίᾳ καθʼ αὑτό, ἵνα εἴπῃ, ὅτι νήπιός ἐστιν ὁ Ἀπόλλων, ἐπεὶ μὴ βοηθεῖ τῷ φίλῳ. δύναται δὲ καὶ τῷ Αἰνείᾳ ἐπιρρηθῆναι τὸ «νήπιος», οὐκ εὐόδως μέντοι. Ὅρα δὲ τὸ ἐν ἄλλοις μόρσιμον μόριμον ἐνταῦθα δίχα τοῦ σ λεχθὲν ἀπὸ τῆς μοίρας ἐξ ἧς καὶ τὸ ὑπέρμορον ἀπελεύσει τοῦ ἰῶτα, καὶ ἀμμορία ἡ δυστυχία, <!-- 4.412 -->καὶ αὐτὸς ὁ μόρος. Τὸ δὲ, «οἳ ἕθεν ἐξεγένοντο» πρὸς διαστολὴν ἑτέρων παίδων κεῖται. Τὸ δὲ «γυναικῶν τε» διέσταλται πρὸς τοὺς ἐκ θεαινῶν, ὁποῖοι Ἄρης Ἀπόλλων, Ἀφροδίτη καὶ οἱ τοιοῦτοι. Ὅρα δὲ καί, ὡς ἐνταῦθα μὲν σεμνύνει τὸν Αἰνείαν ὁ ποιητής, διότι κεχαρισμένα δῶρα θεῷ δίδωσιν, ἐν δὲ Ὀδυσσείᾳ τὸν Ὀδυσσέα σεμνολογεῖ, ὅτι τε νόον περίεστι καὶ διότι ἱερὰ πολλὰ δέδωκε, καὶ ὅτι τὸ ῥύσασθαι θανάτου ὑπεξαγαγεῖν θανάτου φησίν. Ὅτι ἐν πολλοῖς τὸν ὅρκον σεπτὸν κρίνων ὁ ποιητὴς τὸ αὐτὸ κἀνταῦθα ποιεῖ παιδεύων εὐορκεῖν, ἐν οἷς ἡ Ἥρα τῷ Ποσειδῶνι ἐπιτρέπει νοῆσαι, εἴτε βούλεται σῶσαι τὸν Αἰνείαν, εἴτε καὶ μή. αὐταὶ γάρ, φησίν, ὠμόσαμεν μηδέποτε ἀλεξήσειν Τρωσί, καὶ δεῖ φυλάξειν δηλαδὴ τὸν ὅρκον. Φράζει δὲ ταῦτα οὕτως ἡ τοῦ μύθου Ἥρα «Ἐννοσίγαιε, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον Αἰνείαν ἤ κεν ἐρύσσεαι, ἤ κεν ἐάσεις. νῶϊ γάρ», ἤγουν ἡμεῖς, «πολεῖς ὠμόσσαμεν ὅρκους πᾶσι μετὰ ἀθανάτοισιν, ἐγὼ καὶ Παλλὰς Ἀθήνη, μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται δαιομένη, δαίουσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν». Μελέτη δὲ καὶ ταῦτα Ὁμηρικὴ τοῦ πῶς ἂν ἐκ προφανοῦς ἄρτι κινδύνου ὁ Αἰνείας περισωθείη. καὶ ἀρέσκει τῷ ποιητῇ ἁρπαγῆναι αὐτὸν καὶ οὕτω περιγενέσθαι. καὶ γίνεται οὕτω διὰ τοῦ Ποσειδῶνος, ὃς τὸν Αἰνείαν «ἔσσευεν ἀπὸ χθονὸς ὑψόσε ἀείρας» καὶ περισωσάμενος ἐξήγαγε τοῦ πολέμου κατʼ ὀφθαλμῶν Ἀχιλλέως χέας ἀχλύν. καὶ ὑπέθετο νῦν μὲν ἀναχωρεῖν ἐκ τοῦ Ἀχιλλέως, ὅτε δʼ ἐκεῖνος θάνοι, τότε δὴ θαρσαλέως προμάχεσθαι. Ὅρα δὲ τὸ «δάηται δαιομένη, δαίουσι δὲ Ἀχαιοί» ἐπίχυσιν ἔχον ταὐτοδυνάμων λέξεων. καὶ προσεκτέον τῷ «δαίουσιν Ἀχαιοί» ἔχοντι διαστολὴν πρὸς ἑτεροίαν καῦσιν, ὡς δυνατὸν ὂν τὴν Τροίαν πυρὶ δαίεσθαι καὶ ἄλλως δίχα πολέμου, ὁποῖα πολλὰ πυρὰ ἐξ ἐπιβουλῆς ἢ αὐτομάτως καίονται. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ «δάηται δαιομένη» δύναται ἢ τὸ δάηται ἢ τὸ δαιομένη μερισμὸν δηλοῦν τινα, ὡς ἐκ τοῦ δαίω, τὸ μερίζω, <!-- 4.413 -->ἐπειδὴ τὰ καιόμενα καὶ μάλιστα οἰκοδομήματα μερίζονται διαιρούμενα καὶ παραλύονται τῆς συνεχείας κραυρούμενα τῇ πυρώσει. ἀναλογία δὲ τοῦ δάηται κατὰ τὸ κλάηται, κάηται. Καὶ τοιαῦτα μὲν ταῦτα. Ἐπεὶ δέ, φησίν, Ἀχιλῆος «ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν θεσπεσίην» ὁ Ποσειδῶν, «ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσι», καὶ τὸ ἔγχος αὐτῷ προπάροιθε ποδῶν κεῖτο ἐπὶ χθονὸς καὶ ὁ Αἰνείας ἀπῆν, ὀχθήσας εἶπε τὰ καὶ τά. Καὶ ὅρα ὅτι ἐν ἄλλοις μὲν ἡ Ἀθηνᾶ Διομήδους ἀχλὺν ἀπʼ ὀφθαλμῶν εἷλεν οἷα φωσφόρος ἐπὶ κακῷ τῶν Τρώων, Ποσειδῶν δὲ ἐνταῦθα, εἰ καὶ αὐτὸς ποιεῖ τι ὅμοιον ὕστερον, ἀλλὰ φθάσας τῶν Ἀχιλλέως ὀφθαλμῶν ἀχλὺν καταχέει σῴζων τὸν Αἰνείαν. ἐνέργεια δὲ αὕτη μάλιστα Ποσειδῶνος, οὐ κατὰ τὴν Ἀθηνᾶν φωσφοροῦντος, ἀλλὰ μάλιστα τὸν ἀέρα ταῖς ἀναθυμιάσεσιν ἀχλύοντος. εἰκὸς δὲ καὶ κατὰ χόλον πολὺν ἐξ ἀναθυμιάσεως ἀχλὺν γενέσθαι τινὰ τῷ Ἀχιλλεῖ. Σημείωσαι δὲ καὶ ὅτι ὁ μῦθος τοῦ, ὡς ἐρρέθη, παραδόξως τὸν Αἰνείαν σωθῆναι θεραπείαν ἤδη ἔχει πιθανότητος ἀπὸ τοῦ καὶ ἀλλαχοῦ ἁρπαγῆναι αὐτὸν ἐκ μέσης τῆς μάχης ὑπὸ τοῦ Ἀπόλλωνος καὶ σωθῆναι. ἀπὸ δὲ τούτου ὁρμηθεὶς ὁ ποιητὴς ὅμοιόν τι προϊὼν ἐρεῖ καὶ περὶ Ἕκτορος. Τὸ δὲ μέγα ἐξιδεῖν ὀφθαλμοῖς τὸ λαμπρὸν καὶ ἀνεπιπρόσθητον τῆς θέας δηλοῖ. Ἐν τούτοις δὲ κεῖται καὶ νόημα περὶ Ποσειδῶνος φραστικὸν προθυμίας μαχίμου τὸ «βῆ δʼ ἴμεν», ἤγουν ἐλθεῖν, «ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων». Εἰπὼν δὲ καί, ὡς τὴν τοῦ Ἀχιλλέως μελίην εὔχαλκον ἀσπίδος ἐξέρυσεν ὁ Ποσειδῶν μεγαλήτορος Αἰνείαο, καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος, ὡς καὶ προεγράφη, ἔθηκεν, ἐκεῖνον δὲ ὑψόσε ἦρεν, ἀφίησιν οὕτω νοεῖσθαι τὴν τοιαύτην περιπέτειαν, ὡς τὸ τοῦ Ἀχιλλέως ἔγχος ἤδη κατὰ τοῦ Αἰνείου βληθὲν καὶ διελὸν τόν τε βύρσινον τῆς ἀσπίδος ἄκρον κύκλον καὶ τὸν χαλκοῦν, ὡς ἤδη εἴρηται, τῷ μὲν στύρακι, ἤγουν τῷ μέσῳ τοῦ ξύλου, ἐνεπεπήγει μεσολαβῶς ἐν ἄκρῳ τῆς ἀσπίδος, κατὰ δὲ τὴν αἰχμὴν τῇ γῇ ἐμπέπηκτο. Ἔφη γάρ· αἰχμὴ «δὲ κατὰ νώτου ἐν γαίῃ ἔστη ἱεμένη». διὸ ἐξερύσας αὐτὴν τῆς ἀσπίδος ὁ Ποσειδῶν πρὸ ποδῶν Ἀχιλλέως ἔθηκεν. ἦν δὲ ἄρα δεξιότης τοῦ Αἰνείου τὸ οὕτω τὴν ἀσπίδα κινῆσαι, ὡς ἀποστρέψασθαι τὴν τοῦ Ἀχιλλέως αἰχμήν, ἔτι δὲ <!-- 4.414 -->καὶ τὸ οὕτω ταχὺ δυνηθῆναι, ὥσπερ κατά τι θεῖον, ἐξερύσαι αὐτὴν καὶ προσρῖψαι τῷ πέμψαντι Ἀχιλλεῖ. Μελία δὲ νῦν μὲν συνήθως Ὁμήρῳ τὸ δόρυ, ὁμωνύμως τῷ ὅλῳ, πρὸς ὁμοιότητα τοῦ ἐλέφας, ὃς καὶ αὐτὸς ποτὲ μὲν ζῷον δηλοῖ, ποτὲ δὲ μέρος ἐκείνου, ἤγουν ὀστοῦν. οὕτω δὲ καὶ δόρυ ποτὲ μὲν ὅλον δένδρον, ὡς ἐν Ὀδυσσείᾳ, ποτὲ δὲ τμῆμα δένδρου. δῆλον δʼ ὅτι καὶ νυμφῶν ὄνομα αἱ Μελίαι, ὡς καὶ παρʼ Ἡσιόδῳ. αὐτὸ δὲ καθʼ ὁμωνυμίαν τῶν δένδρων, οἷς μυθικῶς ἔχαιρον ἐκεῖναι. Ἡ δὲ παρὰ τῷ Ἀθηναίῳ μελία ζητητέον, εἰ μὴ ἡ αὐτή ἐστι τῇ μελίᾳ, ᾗ παρωνυμεῖται τὸ μείλινον ἔγχος. λέγει γὰρ ἐκεῖνος τοὺς τὰ γεωργικὰ συγγράψαντας γράφειν οὕτω· τὴν μελίαν καὶ τὴν τέρμινθον, ἃ δὴ νῦν πιστάκια, φησίν, οἱ Σύροι καλοῦσι. καὶ οὗτοι μέν, φησί, διὰ τοῦ πῖ, Νίκανδρος δὲ δασέως φιττάκια, Ποσειδώνιος δὲ βιστάκια. τὰ δʼ αὐτὰ ἑτέρωθι καὶ ψιττάκια. δοκεῖ γὰρ ἐν τούτοις ἡ μελία οὐ δένδρον δηλοῦν, ἀλλὰ καρπὸν δένδρου. Ἰστέον δὲ καὶ ὅτι ἐπί τινος αἴφνης δοξασθέντος θειότερον ὑπὲρ τοὺς ὁμοίους ῥηθήσεται τό· ὁ δεῖνα τὸν δεῖνα «ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας, πολλὰς δὲ στίχας ἡρώων» «ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας». Ἐν τούτοις δὲ μέμνηται καὶ Καυκώνων ὁ ποιητής, εἰπὼν ἐλθεῖν τὸν Ποσειδῶνα, ὅτε γῆθεν ὕψωσε τὸν Αἰνείαν «ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμου, ἔνθα Καύκωνες θωρήσσοντο». εἰσὶ δὲ οὗτοι Παφλαγονικὸν ἔθνος, περὶ ὧν τινες φέρουσιν ἐν τῷ Καταλόγῳ ταῦτα τὰ ἔπη· «Καύκωνας αὖτʼ ἤγε Πολυκλέος υἱὸς Ἄμειβος», ἢ ἀμύμων, «οἳ περὶ Παρθένιον ποταμὸν κατὰ δώματα ναῖον», ἢ «κλυτὰ δώματʼ ἔναιον». κεῖται δὲ, φασί, ταῦτα ἐν τῷ Διακόσμῳ μετὰ τὸ «Κρώμναν τʼ Αἰγιαλόν τε καὶ Ἐρυθίνους». λέγει δὲ ὁ Γεωγράφος καί, ὅτι τὸ τῶν Καυκώνων γένος ἐξέφθαρται τέλεον. εἴρηται δὲ περὶ αὐτῶν καὶ ἐν τῷ τῶν Παφλαγόνων καταλόγῳ. ἔτι φησὶν ὁ Γεωγράφος καί, ὅτι Καύκωνες, οἱ ἐν <!-- 4.415 -->Πελοποννήσῳ, Ἀρκαδικὴ μοῖρα, μὴ ἀνεχόμενοι τὸ Λεπρέου γένος κατάρχειν αὐτῶν, ἦν γὰρ πονηρὸς ὁ Λέπρεος, κατῆραν ἐκεῖθεν εἰς Λυκίαν. καὶ ὅρα τὸ «εἰς Λυκίαν». τοῖς γὰρ τοιούτοις οὐδὲν πάντως μετὸν πρὸς τοὺς ἐν Παφλαγονίᾳ Καύκωνας. Ὅτι δὲ καὶ πολυσπερέες οἱ Καύκωνες, καὶ εἴ τί που ἄλλο ῥητέον περὶ αὐτῶν ἐν στενῷ, κεῖται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. καὶ τοιόνδε μὲν ἄρτι καὶ τὸ περὶ Καυκώνων. Ἐφεξῆς δὲ κείμενον τὸ «Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει ἀντὶ Πηλείωνος ὑπερθύμοιο μάχεσθαι, ὅς σευ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν; ἀλλʼ ἀναχωρῆσαι», ὅ ἐστιν ἀναχώρησον, «ὅτε κεν ξυμβλήσεαι αὐτῷ, μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι». τὸ δὴ τοιοῦτον ὅλον ῥητὸν παραποιηθήσεταί ποτε παρῳδηθὲν εἴς τινα ταπεινότερον μείζονι αὐτοῦ ἀνδρὶ ἀντιβαίνοντα. Εἶτα ὁ ταῦτα εἰπὼν Ποσειδῶν τῷ Αἰνείᾳ ἐπάγει κατὰ συνήθη Ὁμηρικὴν προαναφώνησιν τὸ «αὐτὰρ ἐπεί κʼ Ἀχιλλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ, θαρσήσας δὴ ʼπειτα μετὰ πρώτοισι μάχεσθαι· οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει». Καὶ ὅρα ὅπως ἐκ παρόδου πεφεισμένως χείλεσιν οἷον ἄκροις τὸν τοῦ Ἀχιλλέως ὑπετονθόρυσε θάνατον ὁ φιλαχιλλεὺς ποιητής, καὶ ὅτι ἀτέοντα λέγει τὸν βεβλαμμένον εἰς φρόνησιν ὡς ἀπὸ τῆς προϊστορημένης ἄτης. οἱ μέντοι μεθʼ Ὅμηρον οὐκ οἴδασι τὸ ἀτέω ἀτῶ ἐν πρώτῃ συζυγίᾳ, ἀλλʼ ἐν δευτέρᾳ κατὰ τὸ βοῶ. Καλὸς δὲ ἔπαινος ἀνδρὸς ἀγαθοῦ τὸ καὶ κρείσσονα εἶναι, ὅ ἐστιν ἀνδρεῖον, ἐπικρατέστερον, ἔτι δὲ καὶ φίλον θεῷ, ἐξ οὗ ἡ μυθικὴ πέπλασται τῶν θνητῶν γέννησις ἐκ θεῶν. προείρηται γάρ που, ὡς οἱ θεογεννεῖς διά τινα οὕτω <!-- 4.416 -->λέγονται ἀρετήν. διὸ καὶ Ἀχιλλεὺς ἐρεῖ κατωτέρω, ὡς «ἦ ῥα», ἤγουν ὄντως δή, «καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν ἦεν», οἷς δηλαδὴ ἑαυτὸν θεόθεν ἐγενεαλόγησε πρὸ βραχέων. «αὐτάρ μιν», φησίν, «ἔφην μὰψ αὔτως εὐχετάασθαι», δηλῶν καὶ αὐτός, ὡς τὸ λέγεσθαί τινα κατάγεσθαι ἐκ θεοῦ αἰνίττεται οὐδὲν ἄλλο ἢ τὸ φίλον ἐκεῖνον εἶναι θεῷ. Τὸ δὲ «ξυμβλήσεαι» ἀντὶ τοῦ ξυναντήσεις ἐν συμβολῇ πολέμου. τοῦτο δὲ καὶ ἀντιβολεῖν λέγεται. Τὸ δὲ «θάνατον καὶ πότμον ἐπίσπῃ» καὶ ἐνταῦθα προθυμίαν δηλοῖ τὴν εἰς θάνατον, ὡς οὐκ ἐλθόντος φυσικῶς τοῦ θανάτου, ἀλλʼ αὐτοῦ τινος ἐπακολουθήσαντος οἷον καὶ προκαταλαβόντος τὸν θάνατον. Ἰστέον δὲ καὶ ὅτι τὸ «ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν θεσπεσίην. ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν» ἐπιπρέπει καὶ ὅτε τις ἐξ ἀγνωσίας εἰς μάθησιν ἔλθῃ ἐπιμεμελημένος διδασκαλικῶς ἢ ἐκ θεοῦ, καὶ ὅτι εὐθὺς ἐπαγόμενον τὸ «ὢ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονὸς οὐδέ τι φῶτα λεύσσω, τῷ», ἤγουν ᾧ, «ἐφέηκα κατακτάμεναι μενεαίνων» ἐρεῖ ἄν τις ἐπιβουλευσάμενος μέν τινι, ἀποτυχὼν δέ, ὡς καὶ ὁ τοῦτο εἰπὼν Ἀχιλλεύς. Ὅτι ὁ καθάπαξ ἐκφοβήσας τινὰ εἴποι ἄν, ὃ καὶ περὶ Αἰνείου ὁ Ἀχιλλεὺς «ἐρρέτω, οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο». Θάρρους δὲ μαχίμου τό· ἄλλʼ ἄγε δὴ τοῖς δεῖνα κελεύσας τῶν ἄλλων πειρήσομαι ἀντίος ἐλθών, καὶ τὸ <!-- 4.417 -->«ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ», καὶ τὸ «μηκέτι νῦν ἑκὰς ἕστατε, ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι». Ἀχιλλέως δὲ ταῦτα λόγοι πρὸς Ἀχαιούς, ὡς καὶ τὸ «ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι τοσσούσδε ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι». Εἶτα προστιθεὶς τοῦ λόγου τούτου αἰτίαν μεγαλοπρεπῆ ἐν τῷ ἀπὸ τοῦ μείζονος ἐπιχειρεῖν, φησὶν «οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος οὐδέ κʼ Ἀθήνη τοσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο, ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσί τε ποσσί τε καὶ σθένει, οὔ μέ τί φημι μεθησέμεν», ἤγουν ἀμελήσειν, «οὐδʼ ἠβαιόν, ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ». ὁ δὲ τόπος οὗτος ὅλος χρήσιμος ἀνδρείοις μεγάλῳ κινδύνῳ ἐναπειλημμένοις καὶ ὑπισχνουμένοις ποιεῖν ὃ δύνανται, ἔτι δὲ καὶ ἀνδρεῖον παράστημα ἔχουσι. Μεγαλόφρων δὲ καὶ νῦν ὁ Ἀχιλλεὺς ἴφθιμος εἶναι αὐχῶν. Τὸ δὲ «ὅς περ θεὸς ἄμβροτος» οὐ πρὸς διαστολὴν Ἀθηνᾶς εἴρηται, ἀλλὰ τοῦ ἀλληγορουμένου Ἄρεος εἰς μάχην καὶ σίδηρον καὶ τραῦμα. ἐκεῖνα γὰρ οὐ θεοὶ ἄμβροτοι. Στόμα δὲ ὑσμίνης, ὡς καὶ πρὸ τούτων στόμα πολέμου. Τὸ δὲ «πονέοιτο» οὐ πολὺ ἀπέοικε τοῦ ἐφέπειν, ὃ δὶς ἐρρέθη ὡς καίριον. Τὸ δὲ «καὶ σθένει» ἑτεροῖόν ἐστι τοῦ «χερσί τε ποσί τε». χειρῶν μὲν δραστηριότης καὶ ποδῶν ὠκύτης παύεται ἢ τῆς κατʼ αὐτὰ ὕλης ἐπιλιπούσης ἢ καὶ ἐκ καμάτου, τὸ δὲ σθένος, ταὐτὸν δʼ εἰπεῖν μένος, ἀεὶ τῷ ζῶντι παραμένει. Τοῦ δὲ ἠβαιόν ὅτι προϋπάρχει τὸ βαιόν καὶ ὁ βαιός, δῆλόν ἐστιν. εἰ δὲ ἀπʼ αὐτοῦ ὁ βαιών παρωνόμασται, ζητῆσαι χρή. ἔστι δὲ ἰχθὺς ὁ βαιὼν κατὰ τὸν Δειπνοσοφιστὴν ἀχάριστος, ἤγουν ἀχαρίτωτος, ἐξ οὗ Ἀττικὴ παροιμία τὸ «μή μοι βαιών, κακὸς ἰχθύς». Τὸ δὲ «στιχὸς διαμπερές» εἰ καὶ ἑνικῶς πέφρασται, ἀλλὰ γενικῶς πλῆθος δηλοῖ ὡς ἰσοδυναμοῦν τῷ «ἐπὶ <!-- 4.418 -->στίχας ἆλτο». Τοῦ δὲ «χαιρήσειν» καὶ μετοχή ἐστι τὸ κεχαρηώς καὶ ὄνομα ὁ Χαιρήμων. ὁ δὲ Κωμικὸς καὶ χαιρηδόνα ἐξ αὐτοῦ φησι τὴν χαράν. Ὅτι Ἕκτωρ πείθειν θέλων τοὺς Τρῶας μὴ πρὸς τὰς εἰρημένας τοῦ Ἀχιλλέως εἴκειν ἀπειλὰς «κέκλετο», καὶ οὐχʼ ἁπλῶς, ἀλλὰ «ὁμοκλήσας», ὡς αὐτῷ σύνηθες «Τρῶες ὑπέρθυμοι, μὴ δείδιτε Πηλείωνα. καί κεν ἐγὼν ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην, ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν. οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει, ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει», ἀντὶ τοῦ κολοβοῖ καὶ ἀτελὲς ἀφίησι. τοῦτο δὲ οἰκεῖον ῥηθῆναι πρὸς τὸν πολλὰ οὐκ ἐντελῶς ὑπισχνούμενον ἢ ἀπειλούμενον. Εἶτα ὡς ἐρεθίσας καὶ ἑαυτὸν ὁ Ἕκτωρ ἐπιφέρει, ὅτι «τοῦ δʼ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικε», καὶ ἐπαναλαβὼν ἐπάγει «εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ». τοῦτο δὲ τὸ σχῆμα καὶ ἐπαναστροφὴ λέγεται, ὡς ἐν ἄλλοις ἐδηλώθη, καὶ οὐ μόνον ἐπανάληψις. φασὶ δὲ οἱ παλαιοὶ ἐνταῦθα, ὅτι ἀγκύλον τὸ νόημα καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον, καὶ ὅτι ἐνδιάθετος ἐπανάληψις. Σημειοῦνται δὲ καὶ ὅτι ἐν Ἰλιάδι μὲν πολλάκις ὁ ποιητὴς ἐπανέλαβεν, ὡς καὶ προεγράφη, ἐν δὲ τῇ Ὀδυσσείᾳ ἅπαξ. Ἰστέον δὲ καὶ ὅτι τὸ «τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ» οἰκεῖον ῥηθῆναι παρά τινος κατατολμῶντος ἀντιστῆναί τινι νομιζομένῳ μεγάλῳ. Ὅτι δὲ πυρὶ χεῖρας ἔοικεν ὁ Ἀχιλλεύς, δηλώσει ἡ ἐν τῷ τέλει τῆς ῥαψῳδίας ταύτης παραβολή. τὸ γὰρ ἐνταῦθα στενοχωρηθὲν τῇ φράσει παραβολικῇ ἐκεῖ ἐναργείᾳ πλατύνεται. <!-- 4.419 -->Ἰστέον δὲ ὅτι τε τὸ «τοῦ δʼ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν» ἐπεφώνησέ τις, καθὰ ἱστορεῖ Ἀθήναιος, ἐπὶ πλακοῦντι θερμῷ παρατεθειμένῳ, οὗ πάντες ἀπείχοντο, καὶ ἅμα προπετῶς ἐπιβαλὼν φλεγόμενός, φησίν, ἐξεφέρετο, καὶ ὅτι ἀνωτέρω μετὰ τὸ «ὁμοκλήσας» κεῖται τὸ «φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος», τουτέστι σκοπὸς ἦν αὐτῷ τῆς ὁμοκλῆς βῆναι τοὺς Τρῶας ἄντην Ἀχιλλέως, ἢ μάλλον αὐτὸς ἀφεώρα, διʼ ὧν ἔφη, πρὸς τὸ ἀντιστῆναι τῷ Ἀχιλλεῖ, καθὰ ἐδήλωσεν ἐν τῷ «τοῦ δʼ ἐγὼ ἀντίος εἶμι» καὶ ἑξῆς. Τοῦ δὲ «δείδιτε» τὸ πρῶτον πρόσωπον δείδιθι. Τὸ δὲ «ἐπέεσσι μαχοίμην» φανερῶς δηλοῖ, ὡς μάχεσθαι οὐ μόνον ὅπλοις ἔστιν καὶ ὡς ἐνταῦθά φησι ἔγχεϊ, ἀλλὰ καὶ λόγοις, ἐξ ὧν τὸ λογομαχεῖν. Τὸ δὲ «οὐ πάντεσσι μύθοις» οὐ πάντῃ ψευδῆ ἀλλʼ ἐπί τι τὸν Ἀχιλλέα δηλοῖ, ὃς τὸ μὲν τελέει, τὸ δὲ κολούει. ὧν καλὴ ἡ παρίσωσις. δῆλον δὲ ὡς ἀντίκεινται ἀλλήλοις τὸ τελεῖν, ὅ ἐστι τελειοῦν, καὶ τὸ κολούειν. Ἡ δὲ δίπλωσις τοῦ «πυρὶ χεῖρας ἔοικε» σχεδιασμὸν λόγου ἐμφαίνει. δοκεῖ γὰρ ὅτι αὐτοσχεδίως εἰπὼν «εἰ πυρὶ χεῖρας ἔοικε», καὶ θέλων μὲν καὶ ἄλλο τι προσθεῖναι, μὴ φέρων δὲ αὐτὸ ἐπὶ στόματος, ἐπανέλαβε τὸ «εἰ πυρὶ χεῖρας ἔοικε», καὶ ἐν τοσούτῳ προσεννοησάμενος καὶ ἕτερον ὁμοίωμα ἐπήγαγε τὸ «μένος δʼ αἴθωνι σιδήρῳ». εἰκὸς δὲ καὶ ὑπὸ ἀγωνίας ἢ καὶ θυμοῦ ταὐτολογῆσαι οὕτω τὸν ἥρωα. Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ μὴ ἂν ἔχειν τινὰ φάναι ἀσφαλῶς, διότι τὸ μὲν πῦρ ἀπένειμε ταῖς χερσὶ τοῦ Ἀχιλλέως, τῷ δὲ μένει τὸν σίδηρον—ἔστι γὰρ οὐκ ἀνάκριβες καὶ ἀνάπαλιν εἰπεῖν σιδήρῳ μὲν εἰκάσαι χεῖρας ἀνδρικάς, πυρὶ δὲ μένος ἡρωϊκόν—, ἀλλʼ ὅμως οὐκ ἀφυῶς ἐρεῖ τις πυρὶ μὲν χεῖρας εἰκασθῆναι διὰ τὸ δήϊον καὶ καυστικὸν τῆς χερσὶν ἀνυομένης μάχης, σιδήρῳ δὲ τὸ μένος διὰ τὸ σιδήρειον, ὥς πού φησιν, ἦτορ, ἐξ οὗ πυρεκβολεῖται τὸ κατὰ τὴν καυστειρὰν μάχην πῦρ. Ὅτι ἐνεργῆ λαλιὰν στρατηγοῦ δηλοῖ τὸ «ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν», ὅ ἐστιν ἦραν εἰς ἀέρα, «τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή». Τὸ δὲ ἄμυδις τούτων ἐμίχθη τὸ μένος ἄλλως πρὸ τούτων διαφόρως ἔφρασεν. οἱ δὲ μεθʼ <!-- 4.420 -->Ὅμηρον τὸ τοιοῦτον ὁμόσε χωρεῖν φασι καὶ ὁμόσε γενέσθαι. Αἰολικὸν δέ, ὡς πολλαχοῦ ἐφάνη, τὸ ἄμυδις, διὸ καὶ ψιλοῦται, εἰ καὶ ἰσοδυναμεῖ τῷ ἅμα. ὁμοίως δὲ Αἰολικὸν καὶ τὸ ἄλλυδις. Ὅτι κηδόμενος τοῦ Ἕκτορος ὁ Ἀπόλλων φησὶν «Ἕκτορ, μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε, ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο, μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ». καὶ οὕτω μὲν ὁ Φοῖβος. «Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος». Καὶ ὅρα ὅτι διδασκαλικῶς καὶ ὧδε τὸ βαλεῖν καὶ τὸ τύψαι ἀλλήλων διέσταλκεν, ὡς καὶ μετʼ ὀλίγα «τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας», καὶ ὅτι φλοῖσβον καὶ ἐνταῦθα, ὡς καὶ ἀλλαχοῦ, ἐπὶ μάχης ἔφη, δηλῶν οὕτω τὸν ἐκ τῆς πληθύος τάραχον, καὶ ὅτι καὶ νῦν τὸ «δέδεξο» ἀντὶ τοῦ ἀντίστηθι ἔφη, ὅθεν καὶ προδοκὴ ὁ τόπος ὁ ἐπιτήδειος εἰς τὸ οὕτω δέξασθαι ἢ ἄνδρα ἢ θηρίον. Ὅτι ὥσπερ ἀναιδείην ἐπιειμένος ὁ ἄγαν καὶ προφανῶς ἀναιδής, οὕτω καὶ «φρεσὶν εἱμένος ἀλκήν» ὁ ἔχων ἔννουν φανερὰν ῥωμαλεότητα. φησὶ γοῦν «ἐν δʼ Ἀχιλλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν, σμερδαλέα ἰάχων». γοργὸν δὲ καὶ τολμηρὸν τὸ «φρεσὶν εἱμένος ἀλκήν». γοργὸν μέν, ὡς ἐν ὀλιγίστῳ τὸν ἄλκιμον καὶ φρόνιμον δηλοῦν, τολμηρὸν δέ, ὡς ἐνδύον ἀλκῇ τὰς φρένας σωματικώτερον. Ὅτι Ὕδη καὶ ἐνταῦθα πόλις Λυδίας, μητρόπολις Σαρδιανῶν. Τμῶλος δὲ ὄρος καὶ αὐτὸς Λύδιον ὑψηλόν. διὸ νιφόεντα λέγει αὐτὸν ὁ ποιητής. ἐκ τούτου δὲ ῥέει ὁ ὑμνούμενος χρυσορρόας Πακτωλός, ὡς καὶ ἐν τῇ Βοιωτίᾳ γέγραπται. Κεῖται δʼ ἐν τούτοις καὶ τὸ «πᾶσα» ἀντὶ τοῦ ὅλη καταχρηστικῶς, οἷον· κεφαλὴ «δʼ ἄνδιχα πᾶσα κεάσθη», ἤγουν ἐκλάσθη, ἐσχίσθη, ὃ καὶ ἐν Ὀδυσσείᾳ κεῖται. κυρίως μέντοι τὸ πᾶς καθόλου τι δηλοῖ καὶ διωρισμένον <!-- 4.421 -->ποσόν, τὸ δὲ ὅλον ἐπὶ συνεχοῦς τινος ὁλότητος τίθεται. λαμβάνεται μέντοι καὶ αὐτό ποτε ἀντὶ τοῦ πᾶς, ὡς ὅτε τις εἴπῃ ὅλον τὸ πλῆθος ἢ ὅλος ὁ στρατός. τὸ δʼ αὐτὸ ποιεῖ Ὅμηρος καὶ ἐν τῷ «πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι», καὶ «πᾶν ἐξηράνθη πεδίον», καὶ «ἐγκέφαλος ἔνδον ἅπας πεπάλακτο», καὶ «ἔγχος ἐν χροῒ πᾶν κομίσαι», καὶ ἐν ἄλλοις πολλοῖς, ἐν οἷς καὶ τὸ «πᾶσαι δʼ ὠΐγνυντο πύλαι», περὶ οὗ καὶ ἐν τῇ Βοιωτίᾳ εἴρηται. Πάσχει δὲ τὴν τοιαύτην ἐνταῦθα πληγὴν Ἰφιτίων τις ἐσθλός, Ὀτρυντεΐδης, πολέων ἡγήτωρ λαῶν. Ὃν διασαφῶν ὁ ποιητής, ὅπως τε Ὀτρυντεΐδης ἐρρέθη καὶ τίνος ἦν μητρὸς καὶ πατρίδος, φησὶν «ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ Τμώλῳ ὕπο», ὡς ἐρρέθη, «νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ». ἔοικε δὲ περιφανὴς εἶναι ὁ ἀνήρ. διὸ καὶ πρώτῃ ἐν ὑσμίνῃ προβέβληται πεσεῖν ὑπὸ τῷ Ἀχιλλεῖ. ὃς καὶ ἐπεύχεται ἐπʼ αὐτῷ οἷα εἰδὼς τὸν ἄνδρα, καὶ «κεῖσαι», φησίν, «Ὀτρυντεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν. ἐνθάδε τοι θάνατος», ἤγουν καὶ ἐνθάδε μέν σοι θάνατος, «γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστι Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι». Καὶ ὅρα ὅπως καὶ νῦν ὁ ποιητὴς εὐμεθόδως τοπογραφεῖ, καὶ ὡς ἐπολυπραγμόνουν οἱ ἥρωες τὰ τῶν ἐχθρῶν, οἷα εἰκός, καθά που καὶ ὁ Ἕκτωρ τοπογραφίαν εἶπεν Ἑλληνικήν. φυλοκρινοῦνται δὲ τοῖς ἥρωσι τὰ τοιαῦτα οὐ μόνον στρατηγικῶς, ἀλλὰ καὶ διὰ πολυμάθειαν. Περὶ μὲν οὖν Γυγαίης ἐν τῇ Βοιωτίᾳ ἐρρέθη. Τὸν δὲ Ὕλλον παρατετηρημένως, φασίν, ἰχθυόεντα λέγει, ῥέοντα μεταξὺ Θυατείρων καὶ Σάρδεων, τὸν δὲ Ἕρμον δινήεντα διὰ τὸ δύσπλωτον. τούτους δὲ ὡς ῥήτωρ ὁ Ἀχιλλεὺς καὶ παρισώσεσι κοσμεῖ, εἰπὼν «Ὕλλῳ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι». ὁ δὲ Ἕρμος κατὰ τὸν Γεωγράφον ἄρχεται ἐκ Μυσίας καὶ διὰ τῆς Κατακεκαυμένης ἐνεχθεὶς εἰς τὴν Σαρδιανὴν ἐκδίδωσιν εἰς τὴν τῆς Φωκαίας θάλασσαν. ὁ δʼ αὐτὸς ἱστορεῖ καὶ ὅτι εἰς τὸν τοιοῦτον Ἕρμον ὁ Πακτωλὸς ἐκδίδωσι, περὶ οὗ Πακτωλοῦ, ὡς καὶ περὶ τῆς Ὕδης, καὶ ἐν τῇ Βοιωτίᾳ διείληπται. Ἰστέον δὲ ὅτι πολλὴ καὶ ἐνταῦθα ποικιλία γραφῆς ἐπὶ τοῖς ὑπὸ τῷ Ἀχιλλεῖ πίπτουσι, διʼ ὧν πέπλον ἐξαρτύει ῥητορείας ὁ ποιητής, ὁποῖόν τινα καὶ πρὸ τούτων ἐξύφανε, καὶ οὐχʼ ἕνα μόνον, ἀλλὰ πολλοὺς καὶ καλούς. ὁ <!-- 4.422 -->μὲν γὰρ Ὀτρυντεΐδης τηλαυγὲς πρόσωπον τῆς τοῦ ἥρωος ἀριστείας. ἡγεμών τε γάρ ἐστι καὶ οἷος τῷ Ἀχιλλεῖ γνωρίζεσθαι, καὶ μέσην, ὡς ἐρρέθη, βάλλεται κατὰ κεφαλήν. Ὃ δʼ ἐπʼ αὐτῷ Δημολέων, ἐσθλὸς ἀλεξητὴρ μάχης, Ἀντήνορος υἱός, αἰχμῇ νύττεται, ἤτοι κεντεῖται, κατὰ κρόταφον διὰ τῆς περικεφαλαίας. ἣ δὲ οὐκ ἔσχεν, ἤγουν οὐκ ἐκώλυσεν, «αἰχμὴ δὲ διʼ αὐτῆς ἱεμένη», τουτέστι προθυμουμένη ὡς οἷά τις ἔμψυχος, ἔρρηξεν ὀστέον, «ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο». Εἶτα Ἱπποδάμαντα πρόσθεν αὐτοῦ φεύγοντα μετάφρενον οὔτασε δουρί, ὃν καὶ εἰκάζει παραβολικῶς πρὸς βοῦν ἐρύγοντα ἐν τῷ θύεσθαι. Μετὰ δὲ τούτους Πριαμίδην Πολύδωρον ῥίπτει παραΐσσοντα, νῶτα βαλὼν ἄκοντι. Ἐφʼ οἷς παραφανέντος Ἕκτορος οἴκτῳ τοῦ ἀδελφοῦ, εἶτα ἐξαρπαγέντος ὑπὸ Ἀπόλλωνος, «Δρύοπα οὔτασε κατʼ αὐχένα μέσον ἄκοντι», μεθʼ ὃν Δημοῦχόν τινα ἠΰν τε μέγαν τε κατὰ «γόνυ δουρὶ βαλὼν ἠρύκακεν» εἶτα «οὐτάζων ξίφεϊ μεγάλῳ» ἀνεῖλεν. Αὐτὰρ Λαόγονον καὶ Δάρδανον υἱοὺς Βίαντος ἐξ ἵππων ὦσε, «τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας». Μετὰ δὲ τούτους Τρῶά τινα, υἱὸν Ἀλάστορος, φασγάνῳ οὖτα καθʼ ἧπαρ, ἐλθόντα λίσσεσθαι καὶ ἤδη γούνων ἁπτόμενον. Πίπτει δὲ καί τις Μούλιος ὑπʼ αὐτῷ, δουρὶ τρωθεὶς τὸ οὖς. «εἶθαρ» δέ, ἤγουν εὐθέως, «διʼ οὔατος ἦλθʼ ἑτέροιο», καί τις Ἀγηνορίδης μέσην κὰκ κεφαλὴν ἐπλήγη ξίφει, καὶ ἄλλος τὸν ἀγκῶνα ἐπερονήθη αἰχμῇ, ἔνθα ξυνέχουσι τένοντες, εἶτα καὶ φασγάνῳ ἐτύφθη τὸν αὐχένα, καὶ ἄλλος τὸν ἀγκῶνα, ἑτέρας δὲ δυάδος ἄλλης παρὰ τὴν ἀνωτέρω ἀδελφικήν, τὸν μὲν μαχητὴν ἄνω τοῦ ἅρματος βάλλει, «ἐπάγη δέ», φησίν, «ἐν νηδύϊ χαλκός». τὸν δὲ ἡνίοχον, ἵππους τρέψαντα μετάφρενον ἔνυξε δουρί, οὗ καὶ ἐκυκήθησαν τηνικαῦτα οἱ ἵπποι. καὶ ὅλως εὐπορία πολλὴ ὥσπερ τῷ Ἀχιλλεῖ τοῦ ῥίπτειν τοὺς ἐμποδών, οὕτω καὶ τῷ ποιητῇ τοῦ φράζειν τὰ κατʼ αὐτούς, ὃς καὶ τοὺς θανάτους αὐτῶν πολυτρόπους ποιεῖ καὶ τὰ πτώματα, λέγων «δούπησε πεσών», καὶ «δάμασε δέ μιν μεμαῶτα», καὶ «ἔλιπεν ὀστέα θυμὸς ἀγήνωρ», καὶ «γνὺξ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἐπεκάλυψεν», ἢ μᾶλλον «ἀμφεκάλυψε», «κυανέη», καὶ «ἤριπε προπάροιθε ποδῶν», καὶ «ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν», ᾧ δὴ ξίφει ὁμώνυμον καὶ τὸ καθύπερθεν τοῦ ῥύγχους τοῦ ξιφίου ἰχθύος κατὰ τὸν Ἀθήναιον, ᾧ, φησὶν ἐκεῖνος, παρωνόμασται, καὶ «τὸν δὲ σκότος ὄσσε κάλυψε θυμοῦ δευόμενον», καὶ «τὸν δὲ κατʼ ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα <!-- 4.423 -->κραταιή», καὶ «ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς». τινὰς δὲ καὶ ἐσίγησεν ὡς ἔθανον, ἀρκεσθεὶς εἰπεῖν μόνον ὅπως ἐπλήγησαν. οὕτω φιλότιμος ἐνταφιαστὴς καὶ τῶν τοιούτων ὁ ποιητής. ἐντεῦθεν δέ τις ὁρμώμενος παρατηρήσεται καὶ τὴν ἐν τοῖς ἑξῆς ἐπὶ τοῖς ὁμοίοις Ὁμηρικὴν φραστικήν. Τῶν δὲ ἀνωτέρω σποράδην κειμένων, ὅσα τινὸς ἀναπτύξεως δέονται, τοιαύτη τις ἡ διάθεσις. Τὸ μὲν «ἀλεξητὴρ μάχης» εἶχεν ἂν παρά τινι θρασυγράφῳ συνθεῖναι τὸν ἀλεξίμαχον πρὸς ὁμοιότητα τοῦ ἀλεξητὴρ κακῶν, ὅς ἐστιν ἀλεξίκακος, καὶ ἀλεξητὴρ φαρμάκων ὁ ἀλεξιφάρμακος. Τὸ δὲ «πεπάλακτο» ἐλλιπῶς ἔχει. τὸ γὰρ πλῆρες πεπάλακτο λύθρῳ ἢ αἵματι ἢ καὶ ἀμφοτέροις, ὡς πολλαχοῦ φαίνεται. Τὸ δὲ «ἐρυγόντα» τί δηλοῖ, μετʼ ὀλίγα ῥηθήσεται, ὥσπερ καὶ τίς ὁ ἐνταῦθα Πολύδωρος. Τὰ νῶτα δὲ ὅποι κεῖνται παραδεικνύς φησι «τὸν βάλε μέσον ἄκοντι νῶτα, ἀντικρὺ δὲ διέσχεν», ὅ ἐστι διέσχισε, «παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή». διʼ ὧν δηλοῖ μέσον εἶναι καὶ τὰ νῶτα, καθὰ καὶ ὁ ὀμφαλὸς ὁ αὐτῶν ἀντικρύ. Ἐνταῦθα δὲ ὅρα καὶ τὸ «ἔγχεος αἰχμή», ὅ ἐστιν ὀξύτης. οὐ γὰρ πάντῃ ταὐτὸν ἔγχος εἰπεῖν καὶ αἰχμήν. Ὁ δὲ Λαόγονος, τὸ κύριον, προπαροξύνεται ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων κατὰ τὸ Ἀντίγονος. Δάρδανος δὲ καὶ Τρώς, οἱ ῥηθέντες, τὸ ἐθνικὸν καὶ κοινὸν εἰς κυριωνυμίαν ἐξιδιώσαντο, τοῖς βασιλεῦσιν ὁμωνυμήσαντες, ἐξ ὧν τὰ ἐθνικὰ Τρῶές τε καὶ Δάρδανοι, ὃ καὶ ἐπὶ ἄλλων γέγονεν, ὡς ἐν τῇ Βοιωτίᾳ δεδήλωται, καὶ ὁ ῥηθεὶς δὲ Ἀλάστωρ ἐξ ἐπιθέτου εἰς κύριον ἐμερικεύθη ὄνομα. ἀλάστορες γὰρ κυρίως μὲν δαίμονές τινες ἐριννυώδεις, οἳ οὐκ ἂν λάθοιντο, <!-- 4.424 -->καταχρηστικῶς δὲ καὶ οἱ ἁπλῶς φαῦλοι ἐχθροί. Ὁ δὲ Ὁμηρικὸς οὗτος ἀνεπαχθῶς καὶ οὐκ ἐπὶ ψόγῳ Ἀλάστωρ λέγεται, ὡς μνήμης, οὐ μὴν λήθης ἄξιος ὤν. Ἔστι δὲ τοῦ, ὡς ἐρρέθη, ἐπὶ ψόγου ἀλάστορος χρῆσις παρά τε ἄλλοις, καὶ παρὰ τῷ εἰπόντι τὸ «Διονύσιος ὁ πάσης γενόμενος Σικελίας ἀλάστωρ». Τὸ δὲ οὖς ἐκ τοῦ οὖας συγκέκοπται, οὗ εὐθὺς κεῖται γενικὴ ἐν τῷ «διʼ οὔατος ἦλθʼ ἑτέροιο». Τὸ δὲ κυκηθῆναι πάνυ ἐμφαντικῶς ἐπὶ πτυρμοῦ καὶ συγχύσεως ἵππων εἴρηται ἀπὸ τοῦ κυκῶ, ἐξ οὗ καὶ τὸ ἔδεσμα ὁ κυκεών. λέγεται δέ ποτε καὶ ἐπὶ ταράχου πραγμάτων ἡ κύκησις. ἀπʼ αὐτοῦ δὲ καὶ παρὰ τῇ Κωμῳδίᾳ τὸ κυρκανᾶν. αὐτὸ δὲ ἴσως καὶ ὠνοματοπεποίηται, ὡς καὶ ἡ κορκορυγή. Τὸ δὲ «δάμασε δέ μιν μεμαῶτα» πάνυ ἐπιτρόχως ἔχει καὶ ἐλλιπῶς, οἷα συντεμνομένου καὶ τοῦ λόγου τῷ πεσόντι. ἄδηλον γὰρ τί ποτε μέμαεν ἐκεῖνος, εἴτε φυγεῖν, εἴτε λίσσεσθαι, εἴτε μάχεσθαι. Τὸ δὲ «ἔλιπεν ὀστέα θυμός» πρὸς διαστολὴν εἴρηται τῆς λειποθυμίας, ἐφʼ ἧς καὶ αὐτῆς λείπειν τινὰ θυμὸς λέγεται, οὐχʼ ὥστε μὴν καὶ τὰ ὀστᾶ λιπεῖν. τότε γὰρ ζώπυρόν τι ζωτικὸν ἔνδον ὑποτύφεται, ἐνταῦθα δὲ παντελὴς θυμοῦ λεῖψις. Τὸ δὲ «ἐξαίνυτο θυμόν» δηλοῖ μὲν τὸ ἀφείλετο τὴν ψυχήν, συντάσσεται δὲ αἰτιατικῇ ἄλλον τρόπον ἤπερ ἐν Ὀδυσσείᾳ τὸ «τυρῶν αἰνύμενοι» Ἀττικῶς. οὐ γὰρ πάντας ἐκεῖ τοὺς τυροὺς ἦν αἴνυσθαι, ἀλλὰ μέρος αὐτῶν. γίνεται δὲ τὸ ῥῆμα ἢ ἐκ <!-- 4.425 -->τοῦ ἄνω, τὸ εἰς θάνατον τελειῶ, ὡς τὸ «ἧ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας». καὶ ἔστιν ἄνω ἀνύω ἄνυμι καὶ πλεονασμῷ τοῦ ι αἴνυμι, ἢ ὡς καὶ αὐτὸ ἀλλαχόθι δηλοῦται, ἀπὸ τοῦ αἴρω, τροπῇ τοῦ ἀμεταβόλου, αἴνω αἰνύω αἴνυμι. Τὸ δὲ «σκότος ὄσσε κάλυψε θυμοῦ δευόμενον» πρὸς σαφήνειαν διεσκεύασται. οὐ γὰρ πᾶς καλυφθεὶς τοὺς ὀφθαλμοὺς τῷ σκότῳ ἤδη καὶ τέθνηκεν, εἰ μὴ καὶ θυμοῦ, ὅ ἐστι ψυχῆς, δεύεται. Θαυμασίως δὲ τὸ θανεῖν ψυχῆς δεύεσθαι εἶπεν. καὶ οὐκ ἄν τις αὐτὸ ἢ μωμήσαιτο ἢ μιμήσαιτο. Εἰς δὲ τὸ «πορφύρεος θάνατος» ἐνθυμητέον τὸν Ἀθήναιον ἱστοροῦντα, ὅτι γράψαντος Ἀλεξάνδρου εἰς Ἰωνίαν καὶ πρώτοις Χίοις, ὅπως αὐτῷ πορφύραν ἀποστείλωσιν, ἀναγνωσθείσης τῆς ἐπιστολῆς παρὼν Θεόκριτος ὁ σοφὸς ἔφη νῦν ἐγνωκέναι τὸ παρʼ Ὁμήρῳ εἰρημένον «ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή», αἰνιττόμενος ἐκεῖνος πορφύρεον θάνατον ἢ ὃν πάσχουσιν αἱ πορφύραι διὰ τὴν ἐξ αὐτῶν βαφὴν ἢ καὶ ὅτι θανατηρὰ πείσονται οἱ πορφυρέες, εἴ τι πονηρεύονται περὶ τὴν ἄγραν τῆς πορφύρας, τὸ δʼ ὅμοιον καὶ οἱ βάπται, εἴ τι βλάπτουσι τὰς πορφυρίδας. Ἐν δὲ τοῖς προεκτεθεῖσι κεῖται καὶ ἡ ὑπό πρόθεσις Ἀττικῶς μετὰ δοτικῆς ἐν τῷ «Τμώλῳ ὑπὸ νιφόεντι», ἤγουν ὑπὸ τὸν Τμῶλον, ἱστορεῖται δὲ καὶ ἡ ἐκεῖ γῆ πίειρα εἶναι. καὶ ἔστιν ἀληθῶς τοιαύτη. ἐπάγει γάρ «Ὕδης ἐν πίονι δήμῳ». Τοῦ δὲ «κεάσθη» θέμα τὸ κεάσω ἢ κεάζω. ὅθεν καὶ κέδρος ἡ κεαζομένη ῥᾷον πλεονάσαντος τοῦ δ. Τὸ δὲ τὸν Ὀτρυντεΐδην πάντων ἐκπαγλότατον ἀνδρῶν εἰρῆσθαι, ὃ καὶ τῷ Ἀχιλλεῖ προσερρέθη που, λόγου ἄξιον καὶ τὸν τοιοῦτον ἐμφαίνει εἶναι, οὗ καὶ τὸ παραποτάμιον πατρῷον τέμενος ἐξαίρετόν τι, ὡς ἔοικεν, ἦν. Προμαχόμενος δὲ ἐκεῖνος ἀνῄρηται ὑπὸ Ἀχιλλέως, ὡς δηλοῖ τὸ «τὸν μέν», ἤγουν τοῦτον, «Ἀχαιῶν ἵπποι ἐπισσώτροισι δατέοντο πρώτῃ ἐν ὑσμίνῃ», καθʼ ἣν καὶ προέπεσεν. Ἰστέον δὲ ὅτι ἐν ἄλλοις μὲν ἔφη ὡς ἔστειβον, ἤγουν κατεπάτουν, ἵπποι νέκυας, ἐνταῦθα δὲ ἄλλως φράζων φησὶν «ἐπισσώτροις <!-- 4.426 -->δατέοντο», ἤτοι ἐμέριζον, τουτέστι τοῖς τῶν τροχῶν κανθοῖς κατέκοπτον διερχόμενοι ἄνω τοῦ νεκροῦ. καὶ νῦν μὲν τὸ δατεῖσθαι ταὐτόν ἐστί πως τῷ οἱονεὶ δαιτρεύειν, ἡ δὲ Τραγῳδία καὶ τὸ ἁπλῶς μερίζειν οὕτω λέγει. θείαν γοῦν δύναμιν ἐνδατεῖσθαί φασί τινες, ἤγουν κατὰ ἕκαστον μερίζεσθαι. Ἔτι μετὰ τὸ «πεπάλακτο», τὸ πρὸ βραχέων ῥηθὲν, χρᾶταί τινι παρηχήσει ὁ ποιητὴς, εἰπὼν «Δημολέοντα δάμασσεν», εἶτα ἐπαγαγὼν «Ἱπποδάμαντα δὲ οὔτασεν». ἦν δὲ ἂν σαφὴς παρήχησις, ἐὰν τὸ «δάμασε» τῷ Ἱπποδάμαντι παρέκειτο, οἷον «Ἱπποδάμαντα δʼ ἔπειτα δάμασσεν». οὐκ ἠθέλησε δὲ οὕτως ἐκφανῶς ποιῆσαι, ἀλλὰ μόνον ἐνέφηνεν, ὅτι δυνάμενος ἱλαρῦναι τὸ τοῦ χωρίου σκυθρωπὸν σχήματι κάλλους, οὐκ ἔκρινεν οὕτω δέον ποιῆσαι, ἀλλʼ ἀνυπόπτως τῷ Δημολέοντι τὸ δάμασε παραθέμενος, ὃς καὶ αὐτὸς εἰς Δαμολέοντα δωριζόμενος ἐποίησεν ἂν τὴν αὐτὴν παρήχησιν, εἶτα καθαρώτερον ποιεῖ ὃ ἤθελε. παρηχεῖ γὰρ ὁμοίως καὶ τὸ «Δαμολέοντα δάμασσε», καὶ τὸ «Ἱπποδάμαντα δάμασσε». Τὸ δὲ «ἐρυγόντα» καιρία λέξις ἐπὶ ταύρου σφαζομένου, μιμουμένη ὀνοματοποιΐας τρόπῳ τὴν τηνικαῦτα τοῦ ζῴου βοήν. Διὸ καὶ χρησάμενος ὁ ποιητὴς τῇ τοιαύτῃ λέξει ἐπιμένει διὰ τὸ καίριον, εἰπὼν ὅτι Ἱπποδάμας δουρὶ τρωθεὶς τὸ μετάφρενον «θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα κούρων ἑλκόντων, γάνυται δέ τε τοῖς Ἐνοσίχθων. ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπεν ὀστέα θυμὸς ἀγήνωρ». Ἔστι δὲ δευτέρου ἀορίστου τὸ «ἤρυγε» καὶ τὸ «ἐρυγόντα» ὧν θέμα τὸ ἐρεύγω. δηλοῖ δὲ ὁ ἐρυγὼν ταῦρος τὸν τὸ αἷμα ἀνερυγγάνοντα τῇ διακοπῇ τῆς τραχείας ἀρτηρίας καὶ τῇ διαιρέσει τοῦ στομάχου, ἤτοι οἰσοφάγου. ἐνταῦθα δέ φασιν οἱ παλαιοί, ὅτι τὸ δόρυ μέχρι τοῦ θυμοῦ φθάνει. ἔστι δέ, φασίν, ὁ θυμὸς ἀδήν τις μεταξὺ τῶν κλειδῶν κείμενος πρὸς τὸ μὴ πλήττεσθαι ὑπὸ τοῦ ὀστοῦ τὴν τραχεῖαν ἀρτηρίαν. φασὶ δὲ τοὺς θύοντας τῷ Ἑλικωνίῳ Ποσειδῶνι δοκεῖν καλλιερεῖν, ὡς καὶ ἀλλαχοῦ τοιοῦτόν τι ἐρρέθη, ὅτε ὁ θυόμενος ταῦρος <!-- 4.427 -->μεγάλα ἐρεύγεται, ὡς χαίροντος τοῦ Ποσειδῶνος τῷ ἤχῳ, καθὰ δηλοῖ καὶ ὁ ποιητὴς ἐν τῷ «γάνυται Ἐνοσίχθων». Περὶ δὲ τοῦ Ἑλικώνιος, εἰ καὶ δοκεῖ λέγειν τὸν ἐν Ἑλικῶνι τιμώμενον, ἀλλʼ οἱ παλαιοὶ ταῦτά φασι. Νηλεὺς ἐν Μιλήτῳ ἱερὸν Ποσειδῶνος Ἑλικωνίου ἱδρύσατο κατὰ μίμησιν τοῦ ἐν Ἑλίκῃ τῆς Ἀχαΐας. παράγουσι δὲ τὸ τοιοῦτον Ἑλικώνιος οὕτως. οἱ Αἰολεῖς ἐκ πρωτοτύπου, φασί, πληθυντικῆς γενικῆς ποιοῦσι τύπους κτητικούς, οἷον· ἕτεροι, ἑτέρων, ἑτερώνιος, ἄλλων, ἀλλώνιος, ἐτύμων, ἐτυμώνιος, ἀνέμων, ἀνεμώνιος, καὶ διʼ εὐφωνίαν ἀνεμώλιος. οὕτω, φασί, καὶ Ἑλίκαι, Ἑλικῶν, ὄνομα τόπου, Ἑλικώνιος, ἵνα ᾖ, φασίν, Ἑλικώνιος ὁ ἐν Ἑλίκαις τῆς Ἀχαΐας τιμώμενος. καὶ οὕτω μὲν αὐτοί. ἡ δὲ ἱστορία βούλεται μάλιστα τὸν τοιοῦτον τόπον Ἀσιανὸν εἶναι καὶ περὶ τοὺς Ἴωνας. Ἰώνων γὰρ εἴρηται ἴδιον τὸ οἴεσθαι καλλιερεῖν, ὅτε ὁ ταῦρος θυόμενος μέγα ἐρεύγεται. οἱ δὲ Ἴωνες Ἀσιανοί. Τὸ δὲ ἀΐσθειν γίνεται ἀπὸ τοῦ ἄω, τὸ πνέω, ἐξ οὗ καὶ τὸ ἆσθμα καὶ τὸ ἀσθμαίνειν. ἐκ δὲ τοῦ τοιούτου ἀΐσθειν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, καὶ ἡ αἴσθησις κατὰ συναίρεσιν γίνεται. Περὶ δὲ τοῦ μνημονευθέντος Πολυδώρου ἱστορεῖ, ὅτι αὐτὸν «οὔ τι πατὴρ εἴασκε μάχεσθαι, οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο, καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα. δὴ τότε νηπιέῃσι», τουτέστι παιδικαῖς ὁρμαῖς δηλαδὴ ἢ φρεσί, «ποδῶν ἀρετὴν ἀναφαίνων θῦνε διὰ προμάχων, εἵως φίλον ὤλεσε θυμόν». Ἔβαλλε γὰρ Ἀχιλλεὺς ἄκοντι, ὡς προερρέθη, «νῶτα παραΐσσοντα, ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ», περὶ ὧν ἀλλαχοῦ εἴρηται, «ἀντικρὺ δὲ διέσχεν», ὡς καὶ αὐτὸ προεγράφη, «παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή. Γνὺξ δέ», ἤγουν ἐπὶ γόνυ, πεσὼν καὶ οἰμώξας «προτὶ οἷ», ἤγουν πρὸς ἑαυτῷ, «ἔλαβεν ἔντερα χερσὶ λιασθείς». «Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον ἔντερα χερσὶν ἔχοντα κατʼ ὀφθαλμῶν» αὐτῷ «κέχυτο ἀχλύς· οὐδʼ ἂρ ἔτʼ ἔτλη δηρὸν ἑκὰς στρωφᾶσθαι, ἀλλʼ ἀντίος ἦλθεν Ἀχιλλέως, ὀξὺ δόρυ κραδάων, φλογὶ ἴκελος». Αὐτὰρ Ἀχιλλεὺς ὡς ἴδεν, «ἤγουν ὡς εἶδʼ, “ὣς ἀνέπαλτο”, ἤγουν λίαν ἀνεπήδησεν, ὑφʼ ἡδονῆς δηλαδή. Ὅτι δὲ τοῦ ὡς, πολλῶν ὄντων <!-- 4.428 -->σημαινομένων, κατὰ Τρύφωνα ἐστί τις καὶ χρονική ποτε σημασία, φαίνεται ἐν ἐπιστολῇ τοῦ βασιλέως Ἀντιόχου, οἷον· ὡς ἂν οὖν λάβῃς τὴν ἐπιστολήν, σύνταξον κήρυγμα ποιήσασθαι, ἤγουν ἡνίκα ἂν λάβῃς. Καὶ εἰπὼν ἅπερ ἐν τοῖς ἑξῆς ῥηθήσεται, οὐκ ἐκφοβεῖ ὅμως τὸν Ἕκτορα, φάμενον πρὸς ἄλλοις καὶ, ὅτι οἶδα, ὡς σὺ μὲν ἐσθλός, ἐγὼ δὲ οὐ τοιοῦτος, ἀλλʼ ἴσως δράσω τι μέγα κατὰ σοῦ δουρὶ βαλών, “ἐπεὶ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθε”, τουτέστιν ὀξεῖαν προβέβληται τὴν αἰχμήν, καθότι καὶ ἀνωτέρω κεῖται τὸ “ὀξὺ δόρυ κραδάων”. ἔνθα ὅρα καὶ ὅτι πλαγίως πως ὁ Ἕκτωρ τὴν τοῦ Ἀχιλλέως καταρριπτεῖ ἀρετήν, οἱονεὶ λέγων οὐ χερσὶν ἐκεῖνον ἀλλὰ βέλους ὀξύτητι καὶ ὅπλων ἀρετῇ τοὺς ἀντικαθισταμένους ἀναιρεῖν. τινὲς δὲ τὸ “πάροιθεν” ἐνταῦθα χρονικὸν νοοῦσιν, ἵνα λέγῃ ἀστείως ὁ Ἕκτωρ ὅτι πρὸ τούτου καὶ χθές που καὶ πρῴην καὶ πρὸ τῆς νῦν ὥρας ὀξὺ εἶχον βέλος, ὅτε δηλαδὴ πολλοὺς ἀνεῖλον, ἐν δὲ τοῖς καὶ Πάτροκλον. καὶ τοῦτο μὲν τοιοῦτον. Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα κοινὸν ἐπίθετον ἐξιδιώθη πρὸς κύριον ὄνομα. πολύδωρος μὲν γὰρ προερρέθη που γυνὴ καθʼ ὁμοιότητα τῆς μυθικῆς Πανδώρας, ἐνταῦθα δὲ Πριαμίδης οὗτος Πολύδωρος ἐκ δώρων φύσεως παρονομασθείς, ἅπερ ἀλλαχοῦ θεόσδοτα ὁ Πάρις εἶπεν. Ἰστέον δὲ ὅτι δῶρον κοινῶς μὲν τὸ διδόμενον, ἐστι δὲ καὶ κύριον ὄνομα, καὶ οὐ μόνον παλαιόν, ἐξ οὗ καὶ οἱ Δωριεῖς, ἀλλὰ καί τις ὑστερογενής. ἐφʼ ᾧ νέῳ τε ὄντι καὶ μεγάλῳ καὶ καλῷ καὶ ἐπιδεικνυμένῳ πρός τινος ἐπὶ θαύματι ἐν Ἀθηναῖς Ἀρίστων ὁ Κεῖος ἔφη τὸ τοῦ Ὀδυσσέως πρὸς Δόλωνα “ἦ ῥά νύ τοι <!-- 4.429 -->μεγάλων δώρων ἐπεμαίετο θυμός”, ἤγουν ἀγαπᾷς τὸν μέγαν Δῶρον, μεταλαβὼν ἀστείως ἐκεῖνος τὴν γενικὴν τῶν πληθυντικῶν εἰς αἰτιατικὴν ἑνικήν, ἧς ἡ εὐθεῖα ὁ μεγάλος Δῶρος, οὗ κλητική “ὦ μεγάλε”, παρʼ Αἰσχύλῳ, ὡς τὸ “ὦ μεγάλε Ζεῦ”. Τὸ δὲ “νεώτατος γόνοιο” διὰ σαφήνειαν εἴρηται. οὐ γὰρ πάντων παίδων νεώτατος ὁ Πολύδωρος, ἀλλὰ τῶν τοῦ Πριαμικοῦ γόνου. Τὸ δὲ “ἔσκε” δὶς ἐρρέθη κατʼ ἐπιμονήν, ὡς οἷα ἐν ποιήσει καίριον. Τὸ δὲ “πόδεσσι πάντας ἐνίκα” περίφρασίς ἐστι τοῦ ποδώκης ἦν. ποδῶν δὲ ἀρετὴν φιλοσόφως λέγει τὴν ὠκύτητα, ἣν ἐξευτελίζει, ἐὰν ἀκαίρως γίνοιτο. ἰδοὺ γὰρ ὁ Πολύδωρος, ἐν κενοῖς ἐπιδεικνύμενος καὶ ἀναφαίνων τὴν τῶν ποδῶν ἀρετήν, περιπίπτει τῷ Ἀχιλλεῖ ἀφυλάκτως ἐκ παρόδου καὶ πίπτει. Ἰστέον δὲ ὅτι, ὥσπερ ἀρετὴ ποδῶν τὸ ὠκύπουν, οὕτω καὶ χειρῶν ἑτέρα τις ἀρετή, κατὰ τοὺς σοφοὺς εἰπεῖν, καὶ ὀφθαλμῶν ἄλλη, ὁμοίως δὲ καὶ τῶν ἄλλων κατʼ ἄνθρωπον μελῶν τε καὶ μερῶν καὶ μορίων. Τὸ δὲ “ἀναφαίνων” πάνυ ἀγαθὴ λέξις, τὴν ἐκ τοῦ δυνάμει πρόοδον εἰς τὸ ἐνεργεῖν δηλοῦσα. Ἰστέον δὲ ὅτι ὁ μὲν Ὅμηρος Πολύδωρον οἶδε τοῦτον Πριαμίδην νεώτατον ἐν πολέμῳ πεσόντα, οἱ δὲ μεθʼ Ὅμηρον, ἐν οἷς καὶ Εὐριπίδης, ἄλλα περὶ Πολυδώρου θρυλλοῦσι, καὶ ὅτι ὁ μὲν παρὰ τοῖς ἄλλοις Πολύδωρος Πριάμου ἦν καὶ Ἑκάβης, οὗτος δὲ ὁ παρὰ τῷ ποιητῇ Πριάμου καὶ Λαοθόης, ὡς αὐτὸς ἐρεῖ προϊών. Τοὺς δὲ ῥηθέντας τοῦ ζωστῆρος ὀχῆάς φασί τινες κρίκους εἶναι, οἷς διόλου συνείχετο ὁ ζωστὴρ πρὸς τὸν θώρακα. ποῦ δὲ ἡ τοιαύτη τοῦ ζωστῆρος ἦν συνοχή, καὶ ὅτι περί που τὸν ὀμφαλόν, δηλοῖ ὁ ποιητὴς εἰπὼν τὴν αἰχμὴν τοῦ Ἀχιλλέως αὐτόθι ἐνσκήψασαν διασχεῖν, ὡς εἴρηται, ἀντικρὺ παρʼ ὀμφαλόν. Ὅτι δὲ τὸ διέσχε καὶ ἁπλῶς τὸ διασχεῖν ἀντὶ τοῦ διαπερᾶσαι καὶ διασχίσαι λέγεται, πολλαχοῦ ἐρρέθη. καὶ ἔστι λέξις καιριωτάτη Ἀττική, ταὐτόν ποτε δυναμένη τῷ διαμπερὲς ἐλθεῖν. οὕτω διασχεῖν τις νεφέλην λέγεται, οὕτως ἅμαξα διασχοῦσα λαὸν ἔρχεται, οὕτω καὶ βέλος ἀντικρὺ διέσχεν. Ὅρα <!-- 4.430 -->δὲ καὶ ὅτι δὶς εἶπε τὸ “ἔντερα” διὰ σαφήνειαν, καίτοι δυνάμενος καὶ ἄλλως ποιητικώτερον τὴν λέξιν προαγαγεῖν. τὰ γὰρ αὐτὰ καὶ ἔνδινα καὶ νηδυία λέγεται. Ὅτι δὲ πρὸς ὁμοιότητα μεταφορικὴν καὶ γῆς ἔντερα λέγεται, ὁ παρὰ τῷ Ἀθηναίῳ κείμενος Δωρίων δηλοῖ, λέγων· ἴουλοι κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης. Καὶ ὅρα τὸ ἴουλοι. δοκεῖ γὰρ ὁ Δωρίων ἔντερα γῆς εἰπεῖν ἐνταῦθα οὐ πάντα τὰ ὑπὸ γῆν σκωλήκια, μόνους δὲ τοὺς ποδωτοὺς ἰούλους, οἷς διὰ τὸ πολύπουν τὰς μακρὰς νῆας ὁ Λυκόφρων παρεικάζων ἰουλοπέζους ἐκείνας ἔφη. αὐτοῖς δὲ καὶ ἡ περὶ πρώτην ἥβην βλάστησις τοῦ γενείου εἰκαζομένη λέγεται ἴουλος καὶ αὐτή. ὅτι δὲ λάβρακα ἐντερεύειν ἔφη τις παρὰ τὸ ἔντερον, ἀπʼ αὐτοῦ δὲ καὶ διεντέρευμα ἐλέχθη τῷ Κωμικῷ, οἶδεν ὁ περιτυχὼν αὐτοῖς. Τὸ δὲ “λιασθείς” ἀντὶ τοῦ πεσών, παρακατιὼν δὲ καὶ ἐπὶ τοῦ κυλίεσθαι τὴν λέξιν τίθησιν, εἰπὼν “λιαζόμενον ποτὶ γῇ”, ὥστε οὐκ ἀεὶ λιάζεσθαι τὸ ἐκφεύγειν. Τὸ δὲ “κατʼ ὀφθαλμῶν κέχυτο ἀχλύς” σημειωτέον εἰς τὸ πρὸ μικροῦ ῥηθέν, ὅτι δηλαδὴ οὐ πᾶς ὁ σκοτωθεὶς τοὺς ὀφθαλμοὺς ἤδη καὶ τέθνηκεν. ἰδοὺ γὰρ ὁ Ἕκτωρ ἀχλυσθεὶς τὴν ὄψιν ζῇ· ὁ μέντοι Πολύδωρος ἀνωτέρω νεφέλῃ κυανέῃ καλυφθεὶς νεκρὸς κεῖται, “φίλον ὀλέσας θυμόν”, ὡς ὁ ποιητὴς εἶπεν. ἔνθα τὸ φίλον θυμὸν ὅμοιόν ἐστι τῷ “φίλον ἦτορ”, καὶ “φίλαι χεῖρες”, καὶ “φίλα γούνατα”, καὶ τοῖς ὁμοίοις, ἃ καὶ προερρέθησαν. Τὸ δὲ “φλογὶ ἴκελος” ἀπεστένωσεν ἐνταῦθα ὁ ποιητὴς ἐπὶ Ἕκτορος ὡς μηδὲν τέως γενναῖον ἀνδρισαμένου. ἐν μέντοι τοῖς ἑξῆς ἐπὶ τῷ Ἀχιλλεῖ λαμπρὰν ἐκ πυρὸς ποιήσει παραβολήν. Τὸ δὲ “ἀνέπαλτο” <!-- 4.431 -->ἐνθουσιασμὸν δηλοῖ τοῦ ἥρωος. εἰ γὰρ τὰ ἡφαιστότευκτα ὅπλα πρὸ μικροῦ ἰδὼν ἀνέλαβε θυμὸν μνησθεὶς τοῦ Ἕκτορος, τίς ἂν εἴη ἄρτι αὐτὸν ἐκεῖνον ἰδών; ἡ δὲ λέξις αὕτη κυριολεκτεῖται καὶ ἐπὶ ἵππου ὀρθοῦ ποτε στάντος διὰ πτυρμὸν ἢ ἄλλο τι πάθος. Ἐπὶ δὲ τούτοις κεῖται καὶ ῥητόν, ὅπερ ὁ εὑρών, ὃν ἐψηλάφα, ἐχθρόν, ἐρεῖ ἂν προσφυῶς, ἤγουν τὸ “ἐγγὺς ἀνήρ, ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν. οὐδʼ ἂρ ἔτι δὴν ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας”. Ἀχιλλεὺς δὲ ταῦτά φησιν, ὅτε πρῶτον ἰδὼν Ἕκτορα “ὅς μοι”, φησίν, “ἑταῖρον ἔπεφνε τετιμημένον”, προκαλεῖται εἰς μάχην. ὅτε καὶ ἐμβριθῶς μετὰ θάρρους ὑπόδρα ἰδὼν “ἆσσον ἴθι”, φησίν, “ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι”, ὅ ἐστι τέλειον ὄλεθρον ἢ αὐτὸν τὸν θάνατον, ὡς καὶ ἀλλαχοῦ ἐγράφη. Τὸ δὲ “ἐσεμάσσατο” δηλοῖ μὲν τὸ ἐλύπησεν, εἴληπται δὲ μεταφορικῶς ἀπὸ τῶν προσμασσόντων, ἤτοι κολλώντων τινὶ καὶ ἐντηκόντων κηλῖδα, οὗ τὸ ἐναντίον ἐκμάσσεσθαι καὶ ἀπομάσσεσθαι. περὶ τῆς τοιαύτης δὲ λέξεως ἀκριβῶς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται, ὅπου κεῖται τὸ “σῇ κεφαλῇ ἀναμάξεις”. Μετὰ δὲ τὸν ῥηθέντα λόγον τοῦ Ἀχιλλέως ἱστορεῖ ὁ ποιητής, ὅτι ὁ Ἕκτωρ προκληθεὶς ὑπὸ Ἀχιλλέως καὶ ἀπειληθεὶς οὐκ ἐτάρβησε. πῶς γάρ. ὃς καὶ ἠκόντισεν; ἀλλὰ λέγει καὶ αὐτὸς ἐκ προοιμίων ὅπερ καὶ ὁ Αἰνείας, ὅτι δηλαδὴ “μὴ δή μʼ ἐπέεσσί γε νηπύτιον ὣς ἔλπεο δειδίξεσθαι”, καὶ ἑξῆς, ὡς προεγράφη. ἐν οἷς καὶ ὁμολογήσας χείρων Ἀχιλλέως εἶναι καὶ ὅμως τὴν ἀγαθὴν προβεβλημένος ἐλπίδα οὐκ ὀκνεῖ ἀντικαταστῆναι. Ἔστι δὲ καὶ περὶ τούτων ἡ Ὁμηρικὴ φράσις αὕτη “οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων. ἀλλʼ ἦτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται”, ὃ καὶ ἀλλαχοῦ πολλαχοῦ ἐγράφη, “αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι δουρὶ βαλών. ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν”, ὡς πρὸ βραχέων ἡρμήνευται. Ὅρα δὲ ἐν τούτοις καὶ τὸ “χειρότερος” οὐ πρὸς ζῆλον τὸν ἐν πεζῷ λόγῳ, ἀλλὰ χάριν εἰδήσεως. τὸ μὲν γὰρ χείρων Ἀττικὴ σύγκρισις, ὡς τὸ “ἐγὼ δὲ σέθεν πολὺ χείρων”. Τὸ δὲ χειρότερος ποιητικὴ λέξις, κειμένη πολλαχοῦ, κινήσασα συγκριτικῶς τὸ <!-- 4.432 -->συγκριτικόν. οὐδὲν γάρ τι σημαίνει τὸ χείρων πλέον τοῦ χειρότερος. τοιαῦτα καὶ τὸ ῥηΐτερος καὶ “πλειοτέρῃ σὺν χειρί” καὶ τὰ ὅμοια. πάνυ δὲ ἀληθευτικὸς ὁ Ἕκτωρ, ὃς οὐχʼ ἁπλῶς χείρονα, πολὺ δὲ χείρονα τοῦ Ἀχιλλέως ἑαυτὸν εἰδέναι φησί. Σημείωσαι δὲ καὶ ὅτι ἐκ τοῦ “θυμὸν ἕλωμαι” καὶ τοῦ θυμὸν ἀφελέσθαι ἢ ἀφελεῖν καὶ τῶν τοιούτων ἐλλειπτικῶς ἤρεσται λέγειν ἀνελεῖν τὸ φονεῦσαι τοῖς ὕστερον. Ὅτι τὸ τοῦ Ἕκτορος δόρυ φθάσαν ἀφεθῆναι κατὰ τοῦ Ἀχιλλέως “πνοιῇ Ἀχιλλῆος πάλιν”, τουτέστιν ἔμπαλιν, ἔτρεψεν ἡ Ἀθηνᾶ, “ἦκα μάλα ψύξασα”. Τὸ δὲ οὐκ ἐπλαγίασέ που, ἀλλὰ τὸ πάντῃ τεράστιον, ἐπανελθὸν καὶ οἷον παλιμπλαγχθὲν “ἂψ ἵκεθʼ Ἕκτορα δῖον, αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων, σμερδαλέα ἰάχων. τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων ῥεῖα μάλα, ὥς τε θεός”, καθὰ καὶ ἐν τοῖς ἑξῆς τὸν Ἀγήνορα καὶ πρὸ τούτου δὲ τὸν Αἰνείαν ὁ Ποσειδῶν, “ἐκάλυψε δʼ ἂρ ἠέρι πολλῇ”. Καὶ τὸ ἐντεῦθεν “τρὶς μὲν ἔπειτʼ ἐπόρουσεν Ἀχιλλεὺς ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν”. Καὶ ὅρα τὸ “ἠέρα τύψεν”, ἐξ οὗ εἰλῆφθαι παροιμία δοκεῖ τὸ “ἀέρα δαίρειν” ἐπὶ τῶν ἀπράκτοις ἐγχειρούντων. τινὲς μέντοι ἀπὸ τῶν πυγμάχων τὴν τοιαύτην παροιμίαν εἰρῆσθαι δοκοῦσιν, οἳ πολλάκις οὐκ εὐστοχοῦντες μάτην κινοῦσι τὰς χεῖρας. Σημείωσαι δὲ ὅτι προάγωνες οἷον ταῦτα τῆς μικρὸν ὕστερον τῶν ἡρώων τούτων συμβολῆς. διὸ καὶ τὸν περὶ Ἀθηνᾶς λόγον φθάνει παραρρίπτων ὧδε, ὡς ἂν ἐθισθεὶς ὁ ἀκροατὴς μὴ ἔχοι θαυμάζειν, εἰ καὶ ἐν τοῖς ἑξῆς ἡ Ἀθηνᾶ συμμαχήσασα ὑπὸ τῷ Ἀχιλλεῖ ποιήσει τὸν Ἕκτορα. ψυχαγωγεῖ δʼ ἐν τούτοις καὶ τὸν φιλέλληνα ὁμιλητὴν ὁ ποιητής, ὃς μαθὼν ἤδη τὸν Ἀπόλλωνα εἰπόντα τῷ Ἕκτορι μὴ προμαχίζειν τῷ Ἀχιλλεῖ τάχα <!-- 4.433 -->μὲν ἐκεῖθεν ἀπήλπισε συμμίξειν τοῦ λοιποῦ τὸν Ἕκτορα εἰς μάχην τῷ Ἀχιλλεῖ, νῦν δὲ αὖθις γνοὺς τὸ θράσος τοῦ Ἕκτορος ἐνάγεται καραδοκεῖν τὴν καὶ εἰς ἔπειτα συμβολήν. εἰ δὲ Ἀπόλλων ἀφαρπάσας αὐτὸν κωλύει πάλιν τῆς πρὸς Ἀχιλλέα ἐνστάσεως, ἀλλʼ ἡ Ἀθηνᾶ ἐν τοῖς ἑξῆς δελεάσασα πείσει αὐτὸν ἀντιστῆναι διώκοντι τῷ Ἀχιλλεῖ, ὅτε καὶ πεσεῖται ὑπʼ αὐτῷ. ἔοικε δὲ πολλοῦ ὄντος ὁμίλου καὶ πυκνοῦ περὶ τὸν Ἀχιλλέα, οὓς καὶ ἔρριπτεν, εἰς μέσους αὐτοὺς ὁ Ἕκτωρ φόβῳ ἑαυτὸν παραβῦσαι ἀναμνησθεὶς τοῦ κατὰ τὸν Ἀπόλλωνα κινδυνώδους μοιριδίου, καὶ οὕτω λαθεῖν καὶ φυγεῖν. καὶ τοῦτό ἐστιν ἡ τοῦ Ἀπόλλωνος ἁρπαγή. διὸ καὶ ἀποτυχὼν αὐτοῦ ὁ Ἀχιλλεὺς εὐθὺς τοὺς παρὰ πόδας ἀναιρεῖ, ἴσως που καὶ εἰς πλέον θυμομαχῶν, εἰ διʼ αὐτοὺς οὐκ ἔτυχε τοῦ θηράματος, ἐπεὶ ὁ Ἕκτωρ ἀπέδρα. ἔστι δὲ καὶ ἄλλως τοῦτο τῆς Ὁμηρικῆς δεξιότητος. οὐ γὰρ ἐχρῆν αὐτίκα νῦν πεσεῖν τὸν Ἕκτορα, ἵνα μὴ ἐντεῦθεν παυθείσης τῆς μάχης μεγάλαι ἀριστεῖαι σιγηθῶσιν. ἦν δὲ καὶ μεγαλεῖον πολέμου πολλῶν πρῶτα πεσόντων καὶ πολλῆς διατριβῆς τῷ λόγῳ γενομένης καὶ τοῦ Ἀχιλλέως ἐν ἑτέροις τὴν οἰκείαν ἀναφήναντος ἀρετήν, εἶτα κεφαλαιῶσαι τὸ ἔργον τῇ πτώσει τοῦ Ἕκτορος, μεθʼ ἣν οὐκέτι πόλεμος. εἰ δὲ νῦν ὁ Ἕκτωρ εὐθὺς πέπτωκε, σμικροπρέπεια τοῦ πολυλαλήτου Ἀχιλλέως κατεγινώσκετο, οἷα ἕν τι μέγα, οὐ μὴν πλείω ἀνύσαντος. Τὸ δὲ “πνοιῇ ψύξασα” ἢ ἀντὶ τοῦ φυσήσασα εἴρηται, ἢ μᾶλλον ἀντὶ τοῦ κινήσασα ἠρέμα τὴν χεῖρα καὶ τῷ ἐντεῦθεν ῥιπισθέντι ἀέρι τρέψασα ὀπίσω τὸ ἔγχος, καθάπερ εἰ καὶ ἄνεμος πνεύσας ἀντίπρῳρος ἐπαναστρέψει τὴν ναῦν. ἄλλως γὰρ τὸ φύσημα οὐκ ἄξιον Ἀθηνᾶς, ἥτις καὶ τὸν αὐλόν, φασίν, ἔρριψε, μαθοῦσα διογκοῦσθαι αὐτῇ καὶ ἀχρειοῦσθαι τὰς παρειὰς ἐν τῷ αὐλεῖν. Καὶ ἦν ἀληθῶς τοῖς παλαιοῖς οὐ πάντῃ εὐγενὲς ἡ αὐλητική, ὡς δηλοῖ καὶ ὁ γράψας, ὡς ἀνδρὶ αὐλητῇ θεὸς νόον οὐκ ἐνέφυσεν, ἀλλʼ ἅμα τῷ φυσῆν χʼ ὡ νόος ἐκπέταται. Καὶ <!-- 4.434 -->ὅρα τὸ φυσῆν, προενεχθὲν κατὰ τὸ πεινῆν, ἀγαπῆν καὶ τὰ ὅμοια. ἔτι δὲ ὅρα καὶ τὸ ἐκπέταται, προενεχθὲν ἀπὸ τοῦ πέτημι, συζυγοῦντος τῷ ἵστημι. Ἔχει δὲ λόγον πνοιὴν εἰπεῖν καὶ τὴν ἁπλῶς ἀνεμιαίαν ῥιπήν, ἧς δοκεῖ πως καὶ Ἀθηνᾶ αἰτία εἶναι, οὐ μόνον ὡς Διὸς θυγάτηρ, ὃς καὶ εἰς ἀέρα ποτὲ ἐκλαμβάνεται, οὐδʼ ὅτι ἀλληγορεῖται εἰς αἰθέρα, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐρρέθη, ἀλλʼ ὅτι καὶ ἄλλως ἔχει τινὰ οἰκείωσιν πρὸς τὸν Ποσειδῶνα, ἐξ οὗπερ οἱ ὑγρὸν ἀέντες ἄνεμοι καὶ αὖραι δέ, ἃς “Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους”. φησὶ γοῦν Ἡρόδοτος τὴν Ἀθηνᾶν φύσει μὲν τοῦ Ποσειδῶνος θυγατέρα νομίζεσθαι τοῖς ἐν τῇ Λιβύῃ, θέσει δὲ τοῦ Διός. καὶ εἰκός ἐστι τὴν τοῦ Διὸς ἀέρος, μηδὲ τοῦ Ποσειδῶνος ἠλλοτριῶσθαι. Τὸ δὲ “ψύξασα” τὸ φύσει ψυχρὸν τοῦ ἀέρος δηλοῖ. Τὸ δὲ “ὡς θεός” ἐγκοπτικόν ἐστιν ἀπορίας καὶ κατασκευαστικὸν εἰς πιθανότητα τοῦ ῥεῖα μάλα ὑπὸ Ἀπόλλωνος ἁρπαγῆναι τὸν Ἕκτορα. χαίρει δὲ καὶ τούτοις ὁ φιλέλλην ἀκροατής, εἰ οὕτως ἐκ μέσης μάχης ἁρπάζονται οἱ Τρῶες διὰ τὸ ἀνδρίζεσθαι τοὺς Ἀχαιούς. Ὅτι πρὸς κακὸν ἄνθρωπον, ἐγγὺς μὲν ἐλθόντα τοῦ θανεῖν, ζήσαντα δὲ ὅμως, οἰκεῖον ῥηθῆναι τὸ “ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο” ὁ δεῖνα, “ᾧ μέλλεις”, ἤγουν ὀφείλεις ἢ ἔοικας, “εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων”, ἤγουν εἰς μάχην. Ἀχιλλέως δὲ ὁ λόγος, αἰτιωμένου τὸν Φοῖβον τῆς τοῦ Ἕκτορος ἁρπαγῆς. πρὸς δὲ πολέμιον διαφυγόντα ἐρεῖ ποτε ὁ διώκων τὸ “ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, εἴ που καὶ ἔμοιγε θεὸς ἐπιτάρροθός ἐστιν”. Ἀχιλλεὺς δὲ καὶ τοῦτο ἔφη πρὸς Ἕκτορα. Καὶ ὅρα “ἐξανύω” ἐνεστῶτα ἀντὶ μέλλοντος τοῦ τελειώσω. ἐξ οὗ τὸ τελευτᾶν ἐπὶ θανάτου τάττεται. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν ἀνύω φησὶν ἐν ἕκτῃ συζυγίᾳ, ὡς καὶ ἐν τῷ “οὐκ ἀνύω φθονέουσα”, οἱ δὲ ὕστερον Ἀττικοὶ ἀνύτειν φασὶν ἐν τρίτῃ συζυγίᾳ. οὕτω δὲ καὶ τὸ ἀρύεσθαι ἀρύτεσθαι σὺν τῷ ταῦ, ὅθεν καὶ ἀρύταινα <!-- 4.435 -->καὶ ἀρύστιχος, κοτύλη, οἰνοχόη. δῆλον δὲ καὶ ὅτι ἐπὶ τοῦ σπεύδειν οἱ Ἀττικοὶ ἔλεγον τὸ ἀνύειν. Αἴλιος δὲ Διονυσιός φησι καὶ ὅτι δασεῖα ἡ πρώτη, τουτέστιν ἐδάσυνον οἱ Ἀττικοὶ τὴν ἄρχουσαν τοῦ ἀνύειν. Ἐπιτάρροθος δὲ καὶ νῦν ὁ σπουδαῖος βοηθός, ὁ μὴ ἀκὴν καὶ ἠρέμα διʼ ὄκνον καὶ οἷον ἀψοφητὶ πρὸς βοήθειάν τινος ἥκων, ἀλλὰ κατὰ σπουδὴν μετὰ ῥόθου, τουτέστιν ἤχου, ὡς εἰ καὶ ῥόθιον ὕδωρ κατὰ πρανοῦς ῥέει. πλεονάζει δὲ ἡ ταρ συλλαβή, ὡς καὶ ἐν τῷ ἀτηρός ἀταρτηρός. Ὅτι τὸ “τοὺς ἄλλους ἐπιείσομαι”, ἤγουν ἐπιπορεύσομαι, “ὅν κε κιχείω” οἱ μεθʼ Ὅμηρον ἄλλως προφέρουσιν, οἷον· ἐπελεύσομαι ὃν ἂν τῶν ἄλλων καταλήψομαι. πάνυ δὲ ἀκριβὲς τὸ Ὁμηρικόν. εἰπὼν γὰρ Ἀχιλλεὺς ὅτι τοὺς ἄλλους ἐπιείσομαι, διορθοῦται τὸν ἀγέρωχον λόγον, ἐπαγαγὼν τὸ “ὃν ἂν κιχείω”, σαφηνείας χάριν. οὐ γὰρ ἦν τοὺς ἄλλους πάντας ἐπιείσεσθαι, ἀλλʼ ὃν ἂν ἐκ τῶν ἄλλων καταλήψηται. Ὅτι καινοπρεπεῖ καὶ ἐνταῦθα σχήματι ὁ ποιητὴς χρᾶται τοιούτῳ. ἄρχεται ἀπὸ αἰτιατικῆς καὶ αὐτίκα στήσας τὸν δρόμον τῆς συντάξεως ἐπάγει σχῆμα εὐθὺς ὀρθότητος νόμῳ ἐπεμβολῆς, καὶ ἀπαρτίσας τὴν τούτου ἔννοιαν ἐν μέσῳ στίχου ἕκτου ἐπαναλαμβάνει γόργως αὐτήν, εἶτα ἐπανακάμπτει ἐν ἑβδόμῳ στίχῳ εἰς τὴν ἐξ ἀρχῆς τῆς αἰτιατικῆς σύνταξιν. Φησὶ γὰρ “Τρῶα δʼ Ἀλαστορίδην”, εἶτα ἀφῆκεν ἐπαγαγεῖν τὸ ἀκόλουθον τὸ “φασγάνῳ οὖτα καθʼ <!-- 4.436 -->ἧπαρ”, καὶ αὐτὸ μὲν ὑπερβὰς τίθησι μετὰ ὅλους εʹ στίχους, ἀναρτῶν δὲ τέως τὴν σύνταξιν ἐπεμβάλλει πτῶσιν εὐθεῖαν, λέγων “ὃ μέν”, ἤγουν ὁ Τρώς, “ἀντίος ἤλυθε γούνων, εἴ πως εὗ”, ἢ εἴ πώς εὑ, “πεφίδοιτο”, τουτέστιν ὅπως αὐτοῦ φείσοιτο, “λαβὼν καὶ ζωὸν ἀφείη μηδὲ κατακτείνειεν, ὁμιλικίην ἐλεήσας, νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν”, ἤγουν οὐδὲ τοῦτο ἠπίστατο, ὅτι οὐκ ἔμελλε πείσειν ἢ πεισθῆναι τὸν Ἀχιλλέα. “οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὖδʼ ἀγανόφρων, ἀλλὰ μάλʼ ἐμμεμαώς”. εἶτα γοργῶς ἐπαναλαβὼν τὸ ἐπεμβληθὲν καὶ εἰπὼν “ὃ μέν”, ἤγουν ὁ Τρώς, “ἥπτετο χερσὶ γούνων”, τῶν τοῦ Ἀχιλλέως, “ἱέμενος λίσσεσθαι”, καὶ λύων τὸν μεν σύνδεσμον ἀποδίδωσιν ἐνταῦθα τὸ ἀκόλουθον ῥῆμα τῆς συντάξεως τοῦ “Τρῶα δʼ Ἀλαστορίδην”. φησὶ γὰρ “ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ”. Ἔφαμεν γὰρ τὸ εὐσύντακτον οὕτως ἔχειν· Τρῶα δʼ Ἀλαστορίδην φασγάνῳ οὖτα καθʼ ἧπαρ, ἵνα ὡς ἐν ὀλίγῳ σχηματίσαι δίχα ἐπεμβολῆς λέγῃ· Τρῶα δʼ Ἀλαστορίδην, ὁ μὲν ἥπτετο γούνων, ὃ δὲ φασγάνῳ οὔτασε. καὶ οὕτω μὲν καινοπρεπὴς ἡ σύνταξις, ὁμοία ὡς εἴ τις εἴποι, ὅτι τὸν δὲ ἀδελφὸν πένητα, ὁ μὲν ἥκει γουνασόμενος, εἴ πως ἄρτον τις λαβὼν ἢ ψυχροῦ ποτήριον μεταδῷ, τὴν ἀνθρωπότητα ἐλεήσας, νήπιος, οὐδὲ οἶδε μὴ πείσειν. οὐ γὰρ γλυκύθυμος ὁ πολὺς ἄνθρωπος. καὶ ὁ μὲν οὕτω γουνάζεται, ὁ δὲ ῥάβδῳ πλήττει κατὰ κεφαλῆς, τὸν ἐξ ἀρχῆς δηλαδὴ ῥηθέντα ἀδελφὸν πένητα. καὶ ἔστι καὶ τοῦτο γοργῶς ἑρμηνεῦσαι οὕτω. τὸν δὲ ἀδελφὸν πένητα ὁ μὲν ἥκει δόμα ζητήσων ἀγαθόν, ὁ δὲ ἀνηλεὴς δωρεῖται πληγαῖς. αἴτιον δὲ κἀνταῦθα τῆς καινοσυνταξίας ὁ σχεδιασμός. ὁ γὰρ αὐτοσχεδιάζων κατενεχθείς ποτε τυχόντως <!-- 4.437 -->οὕτως εἰς αἰτιατικὴν πτῶσιν, εἶτα ἐνθυμηθεὶς ἐνταῦθα δεῖν εἶναι πρὸ τῆς ῥηματικῆς ἀποδόσεως ἄλλο τι καίριον εἰπεῖν, ἐπεμβάλλει αὐτὸ καὶ ἀπαρτίσας, εἶτα τὸ ῥῆμα ἐπάγει, ὃ προυκαλεῖτο ἡ κατάρξασα αἰτιατική. οἷον σχεδιάζων τις ἐνέπεσεν εἰς τὸ “Τρῶα δʼ Ἀλαστορίδην”, ἢ εἰς τὸ “τὸν ἀδελφὸν πένητα”, εἶτα συνιδὼν ὅτι πρὸ τούτου ἐχρῆν ἄλλο τι ἀναγκαίως διηγήσασθαι, εἰ καὶ τῷ σχεδιασμῷ ἔλαθεν, ἐπεμβάλλει πρῶτον ἐκεῖνο τὸ ἐνθυμηθὲν καὶ μετʼ αὐτὸ ἀπαρτίζει τὴν προκειμένην σύνταξιν, ἐπαγαγὼν πρὸς μὲν τὸ “Τρῶα” τὸ “φασγάνῳ οὔτασε”, πρὸς δὲ τὸ “τὸν ἀδελφὸν πένητα” τὸ “ῥάβδῳ πλήττει”. καὶ οὕτω μὲν καινοπρεπῶς ἐσχημάτισεν ὁ ποιητής. Τινὲς δὲ ἄλλως θεραπεύοντες τοῦτο κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα διὰ τὸ εἰπεῖν ἀνωτέρω τὸν ποιητὴν περί τινος ἑτέρου “τὸν δὲ σχεδὸν ἄορι τύψας”, φασί· Τρῶα δʼ Ἀλαστορίδην ἔτυψε δηλαδή, κἀνταῦθα ὡς ἐν τελείᾳ στιγμῇ τὴν ἔννοιαν ἀναπαύσαντες ἐπάγουσιν ἀκωλύτως τὰ ἐφεξῆς. πάνυ δὲ καλλίων ἡ ῥηθεῖσα καινοπρέπεια καὶ Ὁμήρῳ πρέπουσα, οἷα συνεξομοιουμένη τῇ τῶν ἐνεστώτων πραγμάτων καινότητι καὶ τῇ ταραχῇ καὶ συγχύσει τῶν μαχομένων. καὶ ταῦτα μὲν περὶ τὸ σχῆμα. Τὸν δὲ Τρῶα τοῦτον ἥλικα τοῦ Ἀχιλλέως ἱστορεῖ ὁ ποιητής, ὡς δηλοῖ τὸ “εἲ πώς εὑ πεφίδοιτο ὁμηλικίην ἐλεήσας”. εἰ δὲ καὶ “ἧλιξ ἥλικα τέρπει” κατὰ τὴν παροιμίαν, ἀλλʼ ἐνταῦθα οὐκ ἐλεεῖ Ἀχιλλεύς, ἀλλὰ γουναζόμενον ἀναιρεῖ. Τὸ δὲ εὗ γίνεται μὲν ἐκ τοῦ ἕο, ὡς μέο μεῦ, σέο σεῦ. ἐγκλίνεται δὲ ὡς ἐκεῖνα, οἷον “ὅς σευ ἄνευθεν ἐὼν κήδεται”, “καὶ μέν μευ ξύνιον”. Τὸ δὲ “πεφίδοιτο” Ἰωνικός ἐστι μέσος ἀόριστος τοῦ φείδω ῥήματος. Τὸ δὲ “ἀφείη” τινὰ τῶν ἀντιγράφων ἐν δυσὶν η ἔχουσι, τροπῇ τοῦ εὐκτικοῦ διφθόγγου εἰς ἦτα μετὰ προσγραφῆς τοῦ ἰῶτα. Τὸ δὲ “νήπιος” οὐχʼ ἁπλῶς ἀφροσύνην τοῦ Τρωὸς αἰτιᾶται, ἀλλʼ ὅτι μὴ ἐστοχάσατο τοῦ Ἀχιλλέως, μᾶλλον δʼ ὅτι μὴ τῷ μακρῷ χρόνῳ ἔγνω τὸ ἦθος αὐτοῦ ἀτενές, καὶ ὡς μάλα ἦν ἐμμεμαώς, τουτέστι, σεμνῶς εἰπεῖν, ὡς ἐθέλοι ἂν ὁ ποιητής, πρόθυμος καὶ μαιμῶν οἷα καὶ πῦρ κατὰ τὸ “ὡς δʼ ἀναμαιμάει θεσπιδαὲς πῦρ”, καθὰ μετʼ ὀλίγα ῥηθήσεται. Τὸ δὲ “οὐ γάρ τι γλυκύθυμος” καὶ ἑξῆς, θυμοειδεῖ ἀνδρὶ ἐπιφωνηθήσεται. <!-- 4.438 -->Ἰστέον δὲ καί, ὡς ἐνταῦθα τὸ Ὁμηρικὸν “ἐμμεμαώς” ἐπὶ μὲν Ἀχιλλέως νοηθὲν ἀξυμφανῆ ποιεῖ ἔννοιαν, ἐπὶ δὲ τοῦ Τρωὸς συνήθως ἔχει καὶ ὀρθῶς, καὶ ὅτι Ὁμήρου εἰπόντος περὶ τοῦ ῥηθέντος Τρωὸς τὸ “ἐκ δέ οἱ ἧπαρ ὄλισθε”, περὶ ὃ ἐτρώθη, “ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ κόλπον ἐνέπλησε”, φασὶν οἱ παλαιοί, ὡς παρατετηρημένως ὁ ποιητὴς τὸ “ὄλισθεν” εἶπεν ἐπὶ ἥπατος. ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος. κόλπον δὲ τὴν περὶ τὸ ἧπαρ ἔφη τοῦ ἱματίου πᾶσαν κοιλότητα. Λέγει δʼ ἐν τούτοις καὶ ξίφος κωπῆεν, ὡς καὶ ἀλλαχοῦ, τὸ λαβὴν ἔχον, ὃ παρακολουθεῖ τοῖς ξίφεσιν, εἰπὼν “κεφαλὴν ξίφει ἤλασεν”, ὅ ἐστιν ἔπληξε, “κωπήεντι”. Ἔνθα καὶ τὸ “πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι” βαθεῖαν δηλοῖ πληγήν, ὁποία μετʼ ὀλίγα δηλωθήσεται ἐν τῷ “πᾶν δέ οἱ εἴσω ἔδυ ξίφος”. τῇ γὰρ τοιαύτῃ παρακολουθεῖ τὸ θερμαίνεσθαι πᾶν ξίφος, ψυχρὸν ἄλλως ὂν, ὡς τὸ “ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσι”. Δηλοῦται δʼ ἐν τούτοις καὶ ὅτι καὶ ἀγκώνων τένοντές εἰσι. φησὶ γοῦν ὁ ποιητὴς ὅτι Δευκαλίωνα, Τρωϊκόν τινα, “φίλης διὰ χειρός” ὁ Ἀχιλλεὺς “ἔπειρεν αἰχμῇ χαλκείῃ, ἵνα τε”, ἤγουν ὅπου, “ξυνέχουσι τένοντες ἀγκῶνος. ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς πρόσθʼ ὁρόων θάνατον”. ὅπερ οἱ μεθʼ Ὅμηρον πρὸ ὀφθαλμῶν ὁρᾶν θάνατόν φασιν. Ἀχιλλεὺς δὲ “φασγάνῳ αὐχένα θείνας”, ὅ ἐστι τύψας, “τῆλε αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε σφονδυλίων ἔκπαλτο, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς”. ὅπερ καὶ ἐπὶ ἄλλου τινὸς εἰπὼν ὁ ποιητὴς εἰκάζει παραβολικῶς ἐκεῖνον σκώληκι τετανυσμένῳ μακρῷ. Τὸ δὲ “αὐτῇ πήληκι” Ἀττικῶς εἴρηται ἀντὶ τοῦ σὺν αὐτῇ πήληκι. καὶ ἔστιν ὅμοιον τῷ “ἐξόλοιο αὐταῖς βουλαῖς”, ἤγουν σὺν τοῖς βουλεύμασί σου, καὶ τῷ “αὐτοῖς ἀνδράσιν ἡ ναῦς ὤλετο”, ἤγουν σὺν αὐτοῖς ἀνδράσιν, ὅπερ ἕτεροι συνθέτως αὔτανδρος λέγουσιν. Ὅρα δὲ ἐνταῦθα καὶ τὸ “τῆλε ἔβαλεν” ἀντὶ τοῦ ἐπιτυχῶς ἔρριψεν. οὐκ ἄρα ἡ λέξις ἐπὶ μόνης ἀεὶ λέγεται τῆς μήκοθεν βολῆς. καινὴ δέ τις πολέμου περιπέτεια κεφαλὴν ἀποτμηθεῖσαν ἰδεῖν συγκαταφερομένην ὡς οἷά τινι σκεύει τῇ πήληκι. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον σπόνδυλοι διὰ τοῦ π καὶ τρισυλλάβως, ἀλλὰ καὶ διὰ τοῦ φ <!-- 4.439 -->τετρασυλλάβως, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη. “σφονδυλίων” γάρ φησιν. Τὸ δὲ “πρόσθʼ ὁρόων θάνατον” περὶ παντὸς δύναται λέγεσθαι καραδοκοῦντος κίνδυνον. Ὅτι Πείρεώς τις ἐνταῦθα ἱστορεῖται Θρᾷξ ἀνήρ, οὗ υἱὸς Ῥίγμος, ἐκ Θρᾴκης ἐριβώλακος ἐλθὼν πίπτει ἄκοντι βληθεὶς ὑπʼ Ἀχιλλέως. κλίσις δὲ τοῦ ῥηθέντος Θρᾳκὸς Πείρεω, ὡς Μενέλεω. ὁ δὲ Ῥίγμος, εἰ μὲν ἐγράφετο διὰ τοῦ η, ἦν ἂν εἰδέναι ὡς ἐκ τοῦ ῥήσσω γίνεται. ὅτι δὲ τῷ ι παραλήγεται παρὰ τοῖς ἀντιγράφοις, ῥιπτέον αὐτὸ μετὰ τῶν λοιπῶν βαρβάρων ὀνομάτων, ὧν ἡ Ὁμηρικὴ μεμέστωται ποίησις. Κεῖται δὲ ὧδε καὶ Ἀρηΐθοος Τρωϊκός, ὁμώνυμος τῷ προϊστορημένῳ Ἑλληνικῷ, καθὰ καὶ Δευκαλίων ἀνωτέρω ὁ προγραφείς. Ὅτι παραβολῇ ἐνταῦθα χρησάμενος ὁ ποιητὴς ἐπὶ Ἀχιλλέως τῇ ἀπὸ πυρὸς τραχύνει τὴν φράσιν ἐπίτηδες, καὶ ὥσπερ τινὰ βρόμον λεκτικὸν τῷ παραβολικῷ ἐπιτεχνᾶται πυρί. ἦ γὰρ οὐ τοιοῦτον τὸ “ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ οὔρεος ἀζαλέοιο, βαθέα δὲ καίεται ὕλη, πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει”; ὧν ἀπόδοσις τὸ “ὣς Ἀχιλλεὺς πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος”. παραβέβληται δὲ καὶ ἡ παραβολὴ αὕτη ὅλη ὅλῳ τῷ πράγματι. ἡ μὲν γὰρ τοῦ Ἀχιλλέως ὁρμὴ ὁμοία πυρὸς ἐπιδρομῇ, τὸ δὲ πλῆθος τῶν πιπτόντων ὅμοιον ὕλης καύσει, τὸ δὲ εὐδιαχείριστον τῶν Τρώων τῷ τῆς ὕλης καταξήρῳ εἴκασται. Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα τὸ ἀνὰ τὸ ὄρος μαιμᾶν τὸ πῦρ ὡς ἐπὶ ἐμψύχου τοῦ πυρὸς εἴρηται, οἷα καὶ θεσπιδαοῦς, ὅ ἐστι θεόθεν, ταὐτὸν δʼ εἰπεῖν ποιητικῶς Διόθεν, πεσόντος καὶ δαίοντος. κυρίως γὰρ ἐπὶ ἐμψύχων τὸ μαιμᾶν. Ἄγκεα δὲ καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, οἱ φαραγγώδεις καὶ οἷον ἀνακείμενοι δασεῖς τόποι. <!-- 4.440 -->Ἀζαλέον δὲ ὄρος, ὅ ἐστι ξηρόν, ὑποτίθεται, ὡς ἂν ἐπαυξήσῃ τὸ τοῦ Ἀχιλλέως δραστήριον. οὐχʼ οὕτω γὰρ τὸ πῦρ εἰς ὑγρὰν ὕλην δρᾷ, ὡς ὅτε ταύτης ξηρᾶς λάβηται. εἰ δὲ καὶ βαθεῖα ἡ ὕλη, συννοητέον δὲ ὡς καὶ δασεῖα, καὶ ἄνεμος δὲ εἰλυφάζει, τουτέστι πανταχοῦ εἰλεῖ τὸ πῦρ, τότε πλείων ἡ δρᾶσις τοῦ πυρὸς γίνεται. Τρεῖς δὲ παραγωγὰς ἔχει τὸ εἰλυφάζειν. ἀπὸ γὰρ τοῦ εἰλῶ γίνεται εἰλύω, ἐξ οὗ εἰλυφῶ, εἶτα εἰλυφάζω, λέξις αὕτη πεζῷ λόγῳ ἀπρόσιτος. Ἰστέον δὲ ὡς ἐν μὲν τῷ εἰλυφῶ συστέλλεται τὸ υ, ὡς δηλοῖ τὸ “πάντῃ τʼ εἰλυφόων ἄνεμος, καὶ ἀπαρτίζεται οὕτω μετρικὸς δάκτυλος. ἐν δὲ τῷ εἰλυφάζω ἐκτείνεται, ἵνα σπονδειακῶς ποδισθῇ. Σημείωσαι δὲ ὅτι σεμνύνας νῦν Ὅμηρος τὸν Ἀχιλλέα πλατείᾳ πυρίνῃ παραβολῇ. σεμνότερον ἔτι παραβολικὸν εὐθὺς ἐπήγαγε κόμμα, συναρτήσας τῇ τοῦ πυρὸς παραβολῇ, ὡς καὶ προεγράφη, τὸ «ἔθυνε σὺν ἔγχεϊ δαίμονι ἶσος». Ὅτι ἐφέπειν καὶ ἐνταῦθα τὸ διώκειν, ἐν τῷ «κτεινομένους ἐφέπων, ῥέε δʼ αἵματι γαῖα μέλαινα». τὸ δέ γε ἀμφέπειν σύγκειται μὲν καὶ αὐτὸ ἐκ τοῦ ἕπειν, δηλοῖ δὲ τὴν κύκλῳ ἐντρέχειαν. Ὅτι τοὺς Ἀχιλλέως ἵππους ἐρχομένους διὰ τῶν ἀνῃρημένων βουσὶν εἰκάζει, οὓς ζεύξει τις τρίβειν ἀλωήν. Φησὶ γὰρ «ὡς δʼ ὅτε τις ζεύξει βόας ἄρσενας εὐρυμετώπους τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ», ἢ ἐϋτροχάλῳ, «ἐν ἀλωῇ. ῥίμφα τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων, ὣς ὑπʼ Ἀχιλλέως μεγαθύμου μώνυχες ἵπποι στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας, αἵματι δʼ ἄξων νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἱ περὶ δίφρον», καὶ τὰ ἑξῆς. <!-- 4.441 -->ἐν οἷς καὶ ῥαθάμιγγες αἱ ἀπὸ ἱππείων ὁπλέων καὶ ἐπίσσωτρα τὰ προδεδηλωμένα ἐν ἑτέρῳ πολέμῳ. Καὶ ὅρα ἐν τῇ εἰρημένῃ παραβολῇ παλαιὸν ἀλοητόν, ὃς ὑπὸ ζῴων γίνεται πατούντων ποσὶ καὶ συντριβόντων τὰ δράγματα, καὶ ὡς τὸ εὐτελὲς τῆς παραβολικῆς ἐννοίας διὰ τῆς φράσεως ὕψωσε καὶ μάλιστα διὰ τῶν ἐπιθέτων, τοῦ «βόας εὐρυμετώπους», ὃ βοῶν ἐστιν ἴδιον, «κρῖ λευκόν», τὸ πολλαχοῦ ῥηθέν, «ἐϋκτιμένῃ» ἢ «εὐτροχάλῳ ἀλωῇ», «βοῶν ἐριμύκων», «μώνυχες ἵπποι». Κρῖ δὲ εἰπὼν πάντα ἐδήλωσε τὰ τιθέμενα ἐν ἀλωῇ ὥστε τρίβεσθαι, ἀπὸ μέρους τῆς κριθῆς καὶ τἆλλα δηλώσας. τίμιον γὰρ τοῖς παλαιοῖς ἡ κριθὴ ὡς πρώτη εὑρεθεῖσα, καὶ διὰ τοῦτο ἀπʼ αὐτῆς ὡς ἐκ μέρους καὶ τὰ ἄλλα δηλοῦται σπόριμα, καθὰ καὶ ἀλλαχοῦ εἴρηται. ὅθεν καὶ κρίβανος, ὡς καὶ ἐν ἄλλοις ἐγράφη, ὁ ἰπνός, ἐν ᾧ ἄρτοι ἁπλῶς ἕψονται, οὐ μὴν μόνον οἱ κρίθινοι. Διὸ καὶ κριβανωτῶν ὁρμαθὸς οὐ μόνον ὁ ἀπὸ κριθίνων ἀρτίσκων, ἀλλʼ, ὡς εἰκός, καὶ ὁ ἐξ ἑτεροίων. ὅτι δὲ τὸ κρῖ ἐκ τοῦ κρίμνον ἀποκέκοπται, οὐ μὴν ἀπὸ τῆς κριθῆς, δηλοῦσιν οἱ παλαιοί. παρʼ οἷς κεῖται καὶ ὅτι κριθὴ συνθέτως ἄφλοιος ἡ πτισσάνη, ἐφʼ ᾗ γρῖφος οὗτος· κριθῆς ἀφλοίου χυλὸν ὀργάσας, πίε. τί δέ ἐστι τὸ ὀργάσαι, δηλοῦσιν οἱ τοῦ Κωμικοῦ Ὄρνιθες. Σημείωσαι δὲ ὅτι ἡ παραβολὴ αὕτη τῆς ἀλληγορίας ἐκείνης ἐξήρτηται, ἐν ᾗ ἔφη ὁ Ὀδυσσεὺς καλάμην πλείστην ἐν ὀλίγῳ πίπτειν καιρῷ. ἐπεὶ γὰρ καλάμην εἶπε τοὺς ἐν πολέμῳ πίπτοντας καὶ οἷον δράγματα, οἰκεῖόν ἐστιν εἰπεῖν καὶ πατεῖσθαι αὐτοὺς <!-- 4.442 -->καὶ τρίβεσθαι, ὡς ἡ καλάμη ἐν τῇ ἁλωῇ. Τὸ δὲ τρίβειν εἴη ἂν ταὐτὸν τῷ στίβειν. διὸ καθὰ τρίβεται κρῖ ποσὶ βοῶν, οὕτω στείβονται νέκυες ποσὶν ἵππων. ὅθεν καὶ ταὐτὸν στίβον καὶ τρίβον εἰπεῖν, τὸ μὲν ἐκ τοῦ στείβειν, τὸ δὲ ἐκ τοῦ τρίβειν. ὧν ἀνάπαλιν ἡ ἀστιβὴς ὁδὸς καὶ ἡ ἄτριπτος. Ὅρα δὲ καὶ ὅτι τὸ «ἐϋκτιμένη» ἐπὶ ἀλωῆς ἔφη. οὐκ ἄρα μόνον ἐπὶ πόλεως τὸ ἐπίθετον. Τὴν δὲ ἀλωὴν μετὰ τοῦ ἰῶτα παραδιδόασιν οἱ παλαιοί, ὡς ἀπὸ τοῦ ἀλοιῶ, τὸ συντρίβω, ὥστε ψιλοῦσθαι οὕτω τὴν ἀλωήν. ἐν μέντοι τοῖς Ἀπίωνος καὶ Ἡροδώρου κεῖται ἐν τῷ «νεοαρδέα ἀλωήν» κατὰ τὴν φῖ ῥαψῳδίαν, ὅτι ἀλωὴ εἰ μὲν δασύνεται, σημαίνει τὴν ἅλωνα, εἰ δὲ ψιλοῦται, τὴν ἀμπελόφυτον γῆν. Τὸ δὲ «λεπτὰ ἐγένετο βοῶν ὑπὸ ποσίν» ἡ αἰτία ἐστὶ τοῦ ἀλοητοῦ. διὰ τοῦτο γὰρ ἀλοῶμεν, ὡς ἂν ἁπλῶς τὰ πατούμενα λεπτὰ γένηται καὶ μὴ ἐχόμενα, ἤγουν κρατούμενα. ὅθεν καὶ ἄχυρον ἐπενοήθη κληθῆναι καὶ ἄχνη, ἅπερ οὐκ ἔχονται, ἤτοι κρατοῦνται, καθʼ ἕκαστον τμῆμα διὰ λεπτότητα. ὧν καὶ ὁρισμὸς κατὰ τὸν ποιητὴν οὗτος· ἄχυρον καὶ ἡ κατʼ αὐτὸ ἄχνη ἐστὶ τὰ ἐκ δραγμάτων λεπτὰ τρίψει ποδῶν βοείων. Ὅτι ἀριστέως παριστᾷ σπουδὴν τὸ «ὃ δὲ ἵετο κῦδος ἀρέσθαι, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους». εἰ δὲ Ἀχιλλεὺς ἐνταῦθα μὲν κῦδος ἀρέσθαι ζητῶν μάχεται, ἀνελὼν δὲ τὸν Ἕκτορα μέγα κῦδος ἀρέσθαι τοὺς Ἀχαιοὺς λέγει, τὸ πᾶν ἄρα τοῦ κατὰ Τρῶας πολέμου τῷ Ἕκτορι ἐγκεκλίσθαι δηλοῖ.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-adt`.
