---
title: "Commentary on Homer's Iliad: Book XVI"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ἰλιάδα, Π"
author: Eustathius of Thessalonica
eul_wid: xpw-adp
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-iliad-book-16-xpw-adp"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:c7cedaa163b29385f68a01c12fae5028da3a7b760ddfa41f2863fc1838313848"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Iliad: Book XVI

*Ὑπόμνημα εἰς τὴν Ἰλιάδα, Π*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-adp` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-iliad-book-16-xpw-adp)

## Text

<!-- 3.794 -->

ΕΚ ΤΩΝ ΤΗΣ ΠΙ ΡΑΨΩΙΔΙΑΣ

Ὅτι ἡ μὲν διὰ τῆς τῷ ποιητῇ φίλης φράσεως ἐπιγραφὴ τῆς Πῖ ῥαψῳδίας αὕτη· Πῖ Πάτροκλον ἔπεφνεν ἀρήϊον Ἕκτορος αἰχμή. ἡ δὲ ἑτέρα μιᾷ λέξει στενοχωρεῖται. λέγεται γὰρ Πατρόκλεια διὰ τὸ τὰ κατὰ Πάτροκλον ἱστορεῖν. διὰ τί δὲ προπαροξύνεται, προδεδήλωται. Ὅτι ἐν πολλοῖς ὁ ποιητὴς χρώμενος ἐννοίαις καταστατικαῖς καὶ ἀναπαυούσαις τὰ προλαβόντα, οἷον «ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν», «ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον», «ὣς τὴν μὲν πρύμνην πῦρ ἄμφεπεν», «ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον», «ὣς ὃ μὲν ἐν κλισίῃ Μενοιτίου ἄλκιμος υἱός», φησὶ καὶ ἐνταῦθα «ὣς οἳ μὲν περὶ νηὸς εὐσέλμοιο μάχοντο». Ἔστι δέ, φασί, σέλμα, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, τὸ μεταξὺ τῶν τοίχων τῆς νεώς, ὃ καὶ ζυγὸς καὶ σελὶς καλεῖται, καθέδρα ὂν ἐρέτου, ὅθεν εὔσελμος ναῦς. Γίνεται δὲ τὸ ῥηθὲν σέλμα παρὰ τὸ σέλλω, τὸ ὁρμῶ, τὸ αἴτιον ὁρμῆς τῇ νηΐ. διὸ καὶ Σοφοκλῆς θοὸν εἰρεσίας λέγει ζυγόν, οὐχʼ ὡς αὐτὸν ταχὺν ἀλλʼ ὡς τοῦ θέειν αἴτιον. ἀπὸ δὲ τοῦ σέλλω καὶ σόλος ὁ δίσκος ὁ μετὰ ὁρμῆς βαλλόμενος, ὡς στέλλω στόλος. Ἤδη δὲ ἐδηλώθη ὡς εὔσελμος ναῦς καὶ ἡ καλὰ σπάρτα ἔχουσα. σελμὶς γάρ, φασί, τὸ σπαρτίον. Ὅτι Πάτροκλος «Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν», <!-- 3.795 -->σιωπῶν διὰ πένθος πολύ, «δάκρυα θερμὰ χέων, ὥς τε κρήνη μελάνυδρος, ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ», ἤτοι μέλαν, ἢ μᾶλλον μετὰ δονήσεως φερόμενον καί τινος ἤχου, ὡς ἀρέσκει τοῖς παλαιοῖς, ὁποῖα τὰ κελαρύζοντα. Ὑπερβολικὸν δὲ κἀνταῦθα τὸ τοσοῦτον καὶ τοιοῦτον δάκρυον, ὃ παραδηλοῖ ἡ παραβολή, δακρύων μὲν ἀθρόαν χύσιν ἐμφαίνουσα, λεχθεῖσα δέ που πρὸ τούτων καὶ ἐπὶ Ἀγαμέμνονος. Καὶ οὕτω μὲν ἡ Ὁμηρικὴ Μοῦσα μεγεθύνει τὰ τοῦ ἥρωος ἐπὶ τοῖς Ἀχαιοῖς δάκρυα, κλείουσα μὲν ἀφωνίας μοχλῷ τὰς τοῦ λέγειν θύρας, διαπεταννῦσα δὲ τὰς τοῦ δακρύειν, ὡς προτρέχειν τοῦ λόγου οἰκτρῶς τὰ δάκρυα. Ὁ δέ γε Ἀχιλλεὺς ὡς εἴπερ αὐτὸς οὐκ ἐφάνη κλαίων, καὶ ταῦτα ἕνεκεν παλλακίδος μιᾶς, θαυμάζει. μᾶλλον μὲν οὖν κατασμικρύνει αὐτὰ διὰ τὸ ἐν αὐτοῖς φαινόμενον πολὺ τοῦ οἴκτου, λέγων «τίπτε δεδάκρυσαι Πατρόκλεις ἠΰτε κούρη νηπίη», τουτέστιν οὐχʼ ὡς ἁπλῶς κόρη, κόρη γάρ που ἐρρέθη καὶ ἡ Βρισηῒς καὶ ἡ Χρυσηΐς, ἀλλὰ ὡς κόρη νηπία, «ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει, εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένη κατερύκει, δακρυόεσσα δέ μιν ποτιδέρκεται ὄφρʼ ἀνέληται. τῇ», ἤγουν ταύτῃ, «ἵκελος, Πάτροκλε, τέρεν κατὰ δάκρυον εἴβεις», τὸ ἐκ τειρομένης δηλαδὴ καρδίας, ἢ καὶ ἄλλως, τὸ τερενοποιόν, ἤγουν μαλακτικόν, καθὰ καὶ κῶμά που μαλακὸν τὸ μαλακοποιὸν διʼ ἀνάπαυσιν. Ἰστέον δὲ ὡς τῶν ῥηθεισῶν παραβολῶν ἡ μὲν τῆς κρήνης πρὸς τὸ «δάκρυα χέων» εἴρηται, ὅπερ ἀλλαχοῦ συνθέτως λέγεται δακρυχέων. ὡς γὰρ κρήνη χέει ὕδωρ, οὕτω καὶ ὁ Πάτροκλος δάκρυα. ἡ δὲ ἐκ τοῦ ἀστείου χαρακτῆρος τῆς νηπίας κόρης πρὸς ἄλλο παντελῶς οὐδέν ἐστιν ἀλλʼ ἢ πρὸς μόνον τὸ λιπαρῶς καὶ δαψιλῶς καὶ φιλοίκτως δακρύειν τὸν Πάτροκλον. μητρὸς δὲ εἰκόνα ἢ ἄλλο τι τῶν τῆς παραβολῆς οὐκ ἔστιν ἐνταῦθα συμβιβάσαι, ἀλλὰ δίχα τοῦ πρὸς κόρην κλαίουσαν εἰκασθῆναι τἆλλα διὰ τὸ τῆς παραβολῆς ἐντελὲς πέφρασται συνήθως τῷ ποιητῇ. Ὅτι δὲ οἶκτον εἶχε τὸ τοῦ Πατρόκλου δάκρυον, ὁ ποιητὴς ἐπεσημήνατο εἰπὼν «τὸν δὲ ἰδὼν ᾤκτειρεν Ἀχιλλεύς». καὶ ταῦτα μὲν ἐν τούτοις. Μελάνυδρος δὲ κρήνη καὶ ἐνταῦθα ἢ ἡ βαθύϋδρος καὶ διὰ τοῦτο δυσόρατος, ἢ ὅτι, εἰ καὶ διαφανές, ἀλλὰ μέλαν ἄλλως τὸ ὕδωρ, ὡς καὶ ἐν τοῖς ἑξῆς λέγει λύων τὴν σύνθεσιν τῆς μελανύδρου κρήνης ἐν τῷ «λάψοντες μέλαν ὕδωρ». δῆλον δέ, φασί, καὶ ἐκ τοῦ καπνοῦ τὸ μέλαν τοῦ ὕδατος, ὃς ἐξ ὑγρότητος ξύλων μέλας ἀναδίδοται. Ὅτι δὲ ἐλαφρὰ αἱ αἶγες καὶ νευρώδη τὰ σκέλη ἔχουσαι ταῖς ἀποκρήμνοις <!-- 3.796 -->καὶ ὑψηλαῖς τῶν πετρῶν εὐμαρῶς προβαίνουσι, δῆλον. διὸ καὶ αἱ πέτραι, ἃς διὰ τὸ δυσανάβατον αἱ αἶγες λείπουσιν, αἰγίλιπες λέγονται. Ἕτεροι δὲ πέτραν αἰγίλιπα νοοῦσι τὴν μηδὲν φύουσαν, λέγοντες ὡς οὗ ἂν ἡ αἲξ ἀποτράγῃ, ἄσπορον αὐτὸ ποιεῖ, ὥστε κατʼ αὐτοὺς αἰγίλιψ, ἣν ἡ αἲξ βοσκησαμένη ἔλιπε. Γράφεται δὲ ἡ λήγουσα τοῦ αἰγίλιψ διὰ τοῦ ι, ἐπεὶ μηδέποτε πρὸ τῶν διπλῶν εὑρίσκεται δίφθογγον. Τὸ δὲ εἰπεῖν αἰγίλιπα τὴν τὰς αἶγας λιπαίνουσαν πέτραν διὰ τάς, ὡς εἰκός, που ἐν αὐτῇ φυομένας βοτάνας ἢ διὰ τὴν ἐκ τοῦ ἐκεῖσε ὕδατος πιότητα, εἰ καὶ ἐν ταῖς πλαγίαις πιθανολογεῖται, ἀλλὰ τὴν εὐθεῖαν ἀντιβαίνουσαν ἔχει. πῶς γὰρ αἰγίλιψ, διὰ τοῦ ψῖ, ἡ τὰς αἶγας λιπαίνουσα; Ὅτι δὲ τῶν ὑδάτων τὰ ἐκ πετρῶν φερόμενα δνοφερὰ καλεῖ Ὅμηρος ὡς ἀχρεῖα, ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, ὃς εἰς ἔπαινον ἀγαθοῦ ὕδατος χορηγεῖ καὶ τὸ ἐν Θεσπιαῖς μὲν ὕδωρ εἶναι παιδογόνον, ἐν Πύρρᾳ δὲ ἄγονον. Ὁ δὲ Πάτροκλος ὅτι διττὰς ἔχει εὐθείας, δηλοῖ καὶ τὸ «τί δεδάκρυσαι Πατρόκλεις», καὶ τὸ «τῇ ἴκελος Πάτροκλε». τὸ μὲν γὰρ ἐκ τοῦ Πατροκλῆς ὡς Ἡρακλῆς, τὸ δὲ ἐκ τοῦ Πάτροκλος ὡς Ἐτέοκλος. Τὸ δὲ «ἀνελέσθαι» καὶ τὸ «ἀνέληται» τῆς ἄγαν ἐστὶ νηπιότητος ἐνδεικτικά. τοιαύτης γὰρ ἡλικίας τὸ βαστάζεσθαι. ἄλλως μέντοι νήπιος ἔστιν ὅτε καὶ ὁ τὴν μὲν ἡλικίαν τέλειος, ἄφρων δέ. Τὸ δὲ «ἀνώγει» καλῶς ἐπὶ νηπίας κόρης ἐρρέθη. κελεύσμασι γάρ πως αἱ τῶν βρεφῶν, φασίν, ἀξιώσεις ἐοίκασιν, αἷς καὶ πείθονται οἱ γονεῖς. Τὸ δὲ «εἱανοῦ» ἐπένθεσιν ἔχει τοῦ ἰῶτα. ὡς γὰρ τέως τείως καὶ ἕως εἵως καὶ λέουσι λείουσιν, οὕτως ἑανοῦ εἱανοῦ. ὅμοιον δὲ τούτοις καὶ τὸ κυκεῶ κυκειῶ καὶ θύρας συφειοῦ ἤγουν συφεοῦ. Γυναικεῖον δὲ κἀνταῦθα συνήθως ἔνδυμα ὁ ἑανός. Τὸ δὲ «ἐσσυμένη κατερύκει» γράφεται κάλλιον ἐσσυμένην κατὰ πτῶσιν αἰτιατικήν, ἵνα ᾖ μητέρα ἐσσυμένην, ἐπεὶ γὰρ θέουσα ἡ μήτηρ ὑπόκειται, ἐρύκει πάντως αὐτὴν συντόνως θέειν συνθέουσα ἡ νηπία παῖς. Ὅτι πολλαχοῦ, ὡς καὶ ἑτέρωθι παρεσημάνθη, μέθοδος Ὁμήρῳ εἰς πλατυσμὸν γραφῆς καὶ αὕτη. Ὅτʼ ἄν τι πρᾶγμα γένηται ἢ γίνηται, πλάττει τινὰς ἀγνοοῦντας καὶ διὰ τοῦτο ἐρωτῶντας αἴτια διάφορα, καθʼ ἃ γενέσθαι εἰκὸς <!-- 3.797 -->ἐκεῖνο τὸ πρᾶγμα. ἐφʼ οἷς μὴ εὐστοχήσαντος τοῦ ἐρωτῶντος ἐπάγει λοιπὸν τὸ ἀληθὲς αἴτιον ὁ ἐρωτώμενος, λέγων ὡς οὔτε τόδε οὔτε τόδε ἀλλὰ τόδε ἐστίν. οἷον· ἆρά γε Ἀπόλλων εὐχωλῆς ἐπιμέμφεται καὶ ἑκατόμβης; ἦν δὲ οὐ τοῦτο. ἀλλʼ ἕνεκʼ ἀρητῆρος ἐχώσατο. καὶ «πῇ ἔβη Ἀνδρομάχη»; ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων ἢ ἐς Ἀθηναίης; οὔκουν, ὦ Ἕκτορ, ἀλλʼ ἐπὶ πύργον διὰ σέ. τοιοῦτον καὶ μετʼ ὀλίγα τό· εἰ δέ τινα θεοπροπίην ἀλεείνεις καί τινά σοι ἐπέφραδε μήτηρ. πρὸς ὃ ἐπάγεται τὸ «οὔτε θεοπροπίης ἐμπάζομαι οὔτε μοι ἐπέφραδε μήτηρ, ἀλλὰ τόδʼ αἰνὸν ἄχος» καὶ ἑξῆς. οὕτως δὲ καὶ ἄλλα μυρία παρὰ τῷ ποιητῇ. Πολυπειρίαν δὲ καὶ τοῦτο ποιεῖ καὶ διδασκαλίαν τοῦ χρῆναι τὸ αὐτὸ καὶ ἓν κατὰ διαφόρους αἰτίας γίνεσθαι, οἷον τὴν τοῦ Ἀπόλλωνος μῆνιν διά τε εὐχωλὴν καὶ διὰ ἑκατόμβην καὶ διὰ ὕβριν ἱερέως, καὶ τὴν Ἀνδρομάχης ἔξοδον οὐ διὰ τὸν Ἕκτορα μόνον ἀλλὰ καὶ διʼ ἄλλα τινά. καὶ τοιαύτη μὲν ἐν πολλοῖς ἡ Ὁμηρικὴ αὕτη μέθοδος. ἐνταῦθα δὲ τὸ ὁμοειδὲς τῶν τοιούτων ἐρωτήσεων ἐκκλίνων ὁ ποιητὴς ποιεῖ τὸν Ἀχιλλέα τά τε μὴ ὄντα αἴτια ἐρωτήσαντα καὶ τὸ ἀληθὲς αὐτὸν ἐκεῖνον ἐπισυνάψαντα. Ἐρωτήσας γὰρ τὸν Πάτροκλον, εἴ τι διὰ τοὺς Μυρμιδόνας λέξει ἢ διʼ αὐτὸν ἢ διὰ τὸν Πηλέα ἢ διὰ τὸν Μενοίτιον, «τῶν», ἤγουν ὧν, φησί, «μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνειώτων», ἐπάγει τὸ ἀληθές «ἠὲ σύ γʼ Ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται». καὶ ἐπισυνάπτει εὐθὺς καὶ τὴν κατʼ αὐτῶν αἰτίασιν τὸ «ὑπερβασίης ἕνεκα σφῆς», ἤγουν ἰδίας, ἀμβλύνων τῷ Πατρόκλῳ τὸ εἰς ἱκετείαν πρόθυμον διὰ τὸ τοὺς Ἀχαιοὺς ἐφαμάρτους εἶναι κατʼ αὐτοῦ. Ἐν τούτοις δὲ κεῖται καὶ ἐπαναφορᾶς σχῆμα τὸ «ζώειν μὲν ἔτι φασὶ Μενοίτιον», ζώει δὲ Πηλεύς. οὐ καθαρῶς μέντοι ἐπαναφέρει διὰ τὸ ἀνόμοιον τῶν ῥημάτων τοῦ ζώειν ἀπαρεμφάτου καὶ τοῦ ζώει τρίτου προσώπου ὁριστικοῦ. οὐ γὰρ ἐθέλει ὁ ποιητὴς ἐν πενθίμοις τόποις ἐκφανῶς καλλωπίζειν τὸν λόγον. Διὸ καὶ ὁ Πάτροκλος κατωτέρω μέλλων εἰπεῖν· βέβληται μὲν ὁ Διομήδης, βέβληται δὲ καὶ Εὐρύπυλος, οὐ λέγει οὕτως ἐπαναφορικῶς, ἵνα μὴ δόξῃ παίζειν ἐν οὐ παικτοῖς, ἀλλὰ διακόψας οὕτω φησί· βέβληται Διομήδης, οὔτασται δʼ Ὀδυσσεὺς ἠδʼ Ἀγαμέμνων, βέβληται δʼ Εὐρύπυλος. καὶ οὕτω περιέκρυψε τὸ ἐκπρεπὲς κάλλος τῆς φράσεως. δῆλον δὲ ὅτι ἔχει τι καὶ καινότητος τὸ ῥηθὲν σχῆμα. ἠδύνατο γὰρ ἄλλως κοινότερον εἰπεῖν· ζώειν μέν φασι Μενοίτιον, ζώειν δὲ Πηλέα. ὁ δὲ ἀλλάξας ἄλλως ἐσχημάτισεν. ἐν τούτοις δὲ καὶ ἱστορίαν γοργῶς παρέρριψε ποικιλίας χάριν καὶ γνώσεως, ὅτι ὁ Μενοίτιος καὶ ὁ Πηλεὺς ἄρτι καιροῦ ἔτι ζῶσι. Καὶ τοὺς γονεῖς δὲ κηδίστους εἶναι ἐδίδαξεν, εἴπερ αὐτῶν <!-- 3.798 -->τεθνεώτων μάλα ἀκάχεσθαι χρή. Ὅρα δὲ καὶ τὸ «Ἀργείων ὀλοφύρεαι», ἤγουν ὑπὲρ Ἀργείων. ἔχων γὰρ εἰπεῖν· ἢ Ἀργείους ὀλοφύρεαι, προέκρινε μεγέθους χάριν τὸ καινότερον. δύναται δὲ καὶ τὸ «τῶν ἀμφοτέρων ἀκαχοίμεθα» οὕτως ἀποδοθῆναι. Ὅτι Πάτροκλος ἐπὶ θηλύτητι ὀνειδισθεὶς διὰ τὸ δαψιλὲς δάκρυον πρῶτον μὲν κολακεύων σεμνύνει τὸν Ἀχιλλέα, εἰπὼν «ὦ Ἀχιλλεῦ, Πηλέος υἱέ», τοῦ ἐπιεικοῦς δηλαδή, ὡς ἡ ἱστορία δηλοῖ, «μέγα φέρτατε Ἀχαιῶν». Ὃ διπλῆν ἐπίτασιν ἔχει διά τε τοῦ μέγα καὶ τοῦ φέρτατε. Εἶτα συγγνώμην αἰτήσας καὶ εἰπὼν «μὴ νεμέσα, τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς» καὶ τὰ ἑξῆς, διʼ ὧν ἡ πάνυ τοῦ ἄχους βία διαδείκνυται, τότε δὴ τραχύνεται. καὶ ἀναλαβὼν θυμὸν ἀντονειδίζει τῷ Ἀχιλλεῖ οὐκέτι δάκρυα χέων ἀλλὰ βαρυστενάχων «σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ», καὶ ἐπάγει μετʼ ἐνδιαθέτου εὐχῆς «μὴ ἐμὲ γοῦν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις», οἱονεὶ λέγων ὅτι στάζοιμι τέρεν δάκρυον καὶ μὴ κατὰ σὲ ἀτειρὴς εἴην. Εἶτα δριμέως ἐπαινῶν τε ἅμα καὶ ψέγων τὸν Ἀχιλλέα φησὶν «αἰναρέτη· τίς σευ ἄλλος ὀνήσεται ὀψίγονός περ, αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;» Καὶ ἐπιτείνων τὴν τραχύτητα λέγει «νηλεές». ὃ πλατύνων χάριν σαφηνείας ἐπιφέρει «οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, οὐδὲ Θέτις μήτηρ, γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής». Ἃ δὴ ῥηθήσεται ἂν καὶ πρὸς ἕτερον ἀπηνὲς πρόσωπον, ἐξ ὧν διασκευάζεται τὸ νηλεές, ταὐτὸν δʼ εἰπεῖν, τὸ τοῦ νόου ἀπηνές. Δηλοῖ δʼ ὁ Πάτροκλος ἐν τούτοις, ὡς μυθική τις, ὦ Ἀχιλλεῦ, ὑψηγορία τὰ κατὰ σέ, καὶ πετρῶν μὲν ἀληθῶς προῆλθες τῶν ἐκεῖ που περὶ τὸ ὄρος τὸ Πήλιον, ἐν ᾧ ἐτράφης ὑπὸ Χείρωνος, καθὰ λέγονται πάλαι ποτὲ ἄνθρωποι γεννᾶσθαι ἀπὸ πετρῶν. διὸ καὶ ταῖς προαγαγούσαις ὀρειναῖς πέτραις ὅμοιος εἶ τὴν σκληρότητα ὡς ἀτεράμων καὶ ἄτεγκτος καὶ ἀνύπεικτος. οἱ δὲ ἄνθρωποι σεμνότερον τὸν ἐπὶ σοὶ λόγον διατιθέντες Πηλέως εἶπόν σε παῖδα τοῦ ἐκεῖ καὶ αὐτοῦ ἐκτραφέντος ἐν τῷ Πηλίῳ, ἐξ οὗ καὶ ἐκλήθη ἐκεῖνος Πηλεύς. καὶ θαλάσσης μὲν ἔκγονον σύ, ὥς που καὶ Κύκλωψ ὁ ἀγριώτατος καὶ εἴ τις ἄλλος ὅμοιος ἐκείνῳ τοῦ θαλασσίου περιᾴδεται Ποσειδῶνος υἱὸς εἶναι. Διὸ καὶ ἀπαραίτητος εἶ κατʼ ἐκείνους καὶ ὡς πρὸς κῦμα λέγονται κωφὸν αἱ πρὸς σὲ ἱκετεῖαι. οἱ δὲ κολακεύειν προθέμενοι Νηρηΐδος καλοῦσί <!-- 3.799 -->σε παῖδα, μητέρα σοι τὴν θαλαττίαν Θέτιν ἀπολεξάμενοι. Καὶ ὅρα τὴν Ὁμηρικὴν δεινότητα, καθὰ παρασημειοῦνται καὶ οἱ παλαιοί, καὶ ὡς παράγει καὶ στρέφει δεξιῶς τὰ νοήματα ἐκ τῶν αὐτῶν πραγμάτων ἐναντιότητας νοημάτων λαμβάνων. τὴν γὰρ ἁπαλότητα τοῦ Πατρόκλου ἀνωτέρω ἐμφήνας ἐκ πέτρας καὶ ὕδατος τὴν τοῦ Ἀχιλλέως ἐνταῦθα σκληρότητα ὁμοίως ὑπέφηνε, πλὴν ὅσον ἐκείνην μὲν ἀπὸ μικροτέρων καὶ ταπεινοτέρων, ἀπὸ κρήνης δηλαδὴ καὶ πέτρης αἰγίλιπος, ταύτην δὲ ὑψηλότερον ἀπό τε θαλάσσης καὶ ἠλιβάτων πετρῶν. ἐπίτηδες δὲ Ἀχιλλεὺς μὲν ταπεινοῖ τὸν ἑταῖρον διὰ τῆς παραβολῆς, ὡς ἂν μὴ ἱκετεύσῃ, Πάτροκλος δὲ διὰ τὸ σφοδρὸν τῆς τοιαύτης παραβολῆς ἐνδιαθέτως ἀντιτραχύνεται, ἵνα πείσῃ Ἀχιλλέα διατεθῆναι μαλακώτερον. Ἔθος δέ τι κοινόν, φασὶν οἱ σοφοί, ὅπως ἄν τις ἤθους ἔχοι, ψέγειν ἀνομοίως ἔχοντα τὸν πέλας, οἷον οἱ σκληροὶ τοὺς ἐπιεικεῖς εἰς μαλακότητα σκώπτουσιν ὡς Ἀχιλλεὺς τὸν Πάτροκλον, καὶ αὖ πάλιν οἱ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καλοῦσι. Πάνυ δὲ ἐπιεικὴς ὁ Πάτροκλος, εἰ οὕτω κλαίει τὰ μὲν ἀκούσας τῶν κατὰ τοὺς Ἀχαιοὺς δεινῶν, τὰ δὲ καὶ αὐτὸς ἰδών. οὐκ ἦν δὲ ἄλλως ἁπαλυνθῆναι τὸ ἄτεγκτον τοῦ Ἀχιλλέως, εἰ μὴ τοιούτοις δάκρυσι. καὶ δοκεῖ τὸν μὲν ἀγῶνα τῶν Λιτῶν ὁ ποιητὴς δοῦναι ἐν τῇ ἰῶτα ῥαψῳδίᾳ τοῖς ῥήτορσι, τὸν δὲ ἐπιλογικὸν διὰ δακρύων οἶκτον, ὅθεν εἰσβαλεῖν ἔστιν ἔλεον, ταμιεύσασθαι τῷ Πατρόκλῳ. Διὸ καὶ εἶπε· τὸν δὲ ἰδὼν ᾤκτειρεν Ἀχιλλεύς, οἶκτον δηλονότι λαβὼν οἷα χαίρων τῷ ὁμοίῳ. φιλόδακρυς γὰρ καὶ αὐτός, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ φαίνεται καὶ ὕστερον ἐν τοῖς κατὰ τὸν Πάτροκλον. διὸ καὶ ἀγαθός ἐστιν ὁ ἥρως. κατὰ γὰρ τὴν παροιμίαν ἀγαθοὶ ἀριδάκρυες ἄνδρες. Ὅρα δὲ καὶ ὅτι τὰς ἀρχὰς ὁ Πάτροκλος σιωπῶν οἷα συγκεχυμένος τῇ λύπῃ καὶ σχήματι μόνῳ πρὸς οἶκτον ἐπαγόμενος τὸν δυσμείλικτον ὕστερον βαρυστενάχων προσέφη τὰ δηλωθέντα. οὕτω καὶ ὁ Φοῖνιξ ἐν ταῖς Λιταῖς ὀψὲ μετέειπε δάκρυʼ ἀναπρήσας. Τὸ δὲ «μὴ νεμέσα, τοῖον γὰρ ἄχος βεβίηκε» λεχθείη ἂν ὑπὸ τοῦ ἐν τῷ δέεσθαι μεμφομένου. Ὅρα δὲ ἐν τῷ «μὴ νεμέσα» καὶ ὅτι συντρέχων τῷ Ἀχιλλεῖ ὁ ἑταῖρος ὁμολογεῖ μὲν ὡς νεμεσητόν τι ποιεῖ θηλυπρεπῶς οὕτω κλαίων, καὶ ταῦτα ὑπὲρ Ἀχαιῶν, ὧν ἡ εἰς τὸν Ἀχιλλέα ὑπερβασία δήλη ἐστίν, ὅμως δʼ οὖν ζητεῖ συγγνωσθῆναι. τὸ γὰρ «μὴ νεμέσα» ταὐτόν ἐστι τῷ εἰ καὶ νεμεσᾷς δικαίως δηλαδὴ μεμφόμενος, ἀλλὰ μὴ οὕτω ποίει. Ἰστέον δὲ ὅτι τὸ «μὴ νεμέσα» δύναται καὶ αὐτὸ παροιμιωδῶς ποτε λέγεσθαι, ὡς καὶ ἀλλαχοῦ τὸ «οὐ νέμεσις». Τοῦ δὲ «βεβίηκε» <!-- 3.800 -->θέμα τὸ βιῶ, οὗ παράγωγον τὸ βιάζω. μέλλων δὲ τοῦ τοιούτου βιῶ τὸ βιήσω πρὸς διαστολὴν τοῦ βιῶ βιώσω, ἤγουν ζήσω. Τὸ δὲ «τοῖον ἄχος βεβίηκεν Ἀχαιούς» ἐνάγει τὸν Ἀχιλλέα πεισθῆναι. Εἰ γὰρ αὐτὸς οὐ χάριν οἰκείαν ἀλλὰ διὰ τοὺς Ἀχαιοὺς οὕτως ἄχνυται, πρέπει καὶ τὸν Ἀχιλλέα καμφθῆναι διά τε τοῦτον καὶ διʼ ἐκείνους ὧν χάριν εἰς Ἴλιον ἐστρατεύσατο. Τὸ δὲ «τοῖον» ἐστὶ μὲν θαυμαστικόν, εἴληπται δὲ ἢ ὡς ὄνομα οὐδέτερον ἢ ἐπιρρηματικῶς ἀντὶ τοῦ οὕτω λίαν. Διασαφῶν δὲ τὴν τοιαύτην βίαν περιηγεῖται ἐν βραχεῖ ὡς πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶ κέαται, ὡς ῥηθήσεται. Καὶ σημείωσαι ὡς μεγάλη βία τοῖς ἐχέφροσιν εἰς λύπην ἡ τῶν ἀρίστων ἀνδρῶν ἀπώλεια. Ἀμήχανος δὲ νῦν ὁ δυσπειθὴς καὶ ἀνάλωτος ἱκετείαις ὡς ἐκ μεταφορᾶς τῶν μηχαναῖς δυσαναλώτων φρουρίων. Ἐν ἄλλοις δὲ χωρίοις καὶ ἐπὶ ἁπλότητος ἡ λέξις κεῖται, ἔτι δὲ καὶ τὸ ἀνάπαλιν ἐπὶ κακομηχανίας. Χόλος δὲ καὶ ἐνταῦθα ἡ μῆνις καὶ ὁ κότος, οὐχʼ ἁπλῶς μέντοι, ἀλλὰ τῇ προσθήκῃ τοῦ «ὃν σὺ φυλάσσεις». χόλος γὰρ φυλασσόμενος κότος καὶ μῆνίς ἐστι. Καὶ σημείωσαι ὅτι τὸ φυλάσσεις ἑρμηνεία ἐστὶ τοῦ πέψεις. διὸ καὶ ταὐτόν ἐστι τὸ χόλον καταπέψειν καὶ χόλον φυλάσσειν, ὃ δὴ χρήσιμόν ἐστι καὶ εἰς τὸ «νόστον τε φυλάσσοις», ὅπερ ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἶπεν Ὀδυσσεὺς πρὸς Θερσίτην. Καὶ ἄλλως δὲ ἰστέον ὡς εἶχε μὲν εἰπεῖν. μὴ ἐμὲ γοῦν οὗτός γε λάβοι κότος, ἀντιμετείληπται δὲ ὁ κότος εἰς χόλον, ἢ διότι καὶ αὐτὸς καθὰ καὶ ἡ μῆνις ἀπὸ χόλου ἄρχεται, ἢ καὶ διὰ τὸ εὐφημότερον, ἴσως δὲ καὶ ῥητορικώτερον διὰ τὴν ἐκ τοῦ μικροτέρου ἐπιχείρησιν. εἰ γὰρ ὁ χόλος ἀπευκτόν, πολλῷ πλέον ὁ κότος καὶ ἡ μῆνις τὰ μείζω κακά. καὶ οὕτω μὲν ἄρτι ὁ Πάτροκλος. ὁ δὲ Ἀχιλλεὺς προϊὼν κεχολῶσθαι ἐνὶ φρεσὶν ἐρεῖ καὶ μηνιθμὸν παθεῖν, ὁμολογῶν ἀμφότερα. Ἀστεῖον δʼ ἐν τοῖς ῥηθεῖσι καὶ τὸ «λάβοι». αἰνίττεται γὰρ ἁλῶναι χόλῳ τὸν Ἀχιλλέα ὡς οἷον ἠνδραποδισμένον ὑπʼ αὐτοῦ. ἢ καὶ ἄλλως, εἰ καὶ ἀμήχανος, καθὰ ἐρρέθη, ὁ Ἀχιλλεύς, ἀλλὰ ὁ χόλος εἷλεν αὐτὸν ἐγκρατῶς. Ἡ δὲ τοῦ «αἰναρέτη» ἀνάγνωσις κατὰ Ἡρόδωρον καὶ <!-- 3.801 -->Ἀπίωνα Ἀριστάρχειός ἐστιν. ἔχει δέ, φασίν, ἡ λέξις ἔπαινον ὁμοῦ καὶ ψόγον, ὡς καὶ προεδηλώθη, ἐξ ἀμφοῖν κεκραμένη. ὅτι μὲν γὰρ ἔχει ἀρετήν, ὁμολογεῖ, ὅτι δʼ οὐκ ἐπʼ ἀγαθῷ τῶν φίλων, διαβάλλει. Καὶ σημείωσαι ὅτι, ὅπερ ἀλλαχοῦ ἐν ἀπολύτοις λέξεσι ποιεῖ, ἐπαινῶν δηλαδὴ καὶ ψέγων, οἷον καὶ ἐν τῷ «Δύσπαρι εἶδος ἄριστε», τοῦτο νῦν ἐν μιᾷ λέξει συνθεὶς ἐποίησε. Σύνηθες δέ, φασίν, Ὁμήρῳ τε καὶ ἄλλοις τὸ αἰνὸν συντιθέναι, οἷον αἰνόπαρις, αἰνελένη. οὕτω καὶ αἰναρέτης ὁ ἐπὶ κακῷ τὴν ἀρετὴν ἔχων, ἤτοι τὴν ἀνδρίαν κατʼ ἐξοχήν. ἕτεροι δὲ τὸ αἰνέ συναλείφουσι, καὶ γράφουσιν «αἶνʼ ἀρετῆς τίς σευ ἄλλος ὀνήσεται», ἵνα λέγῃ ὅτι, ὦ αἰνέ, τίς ἄλλος τῆς σῆς ἀνδρίας ὀνήσεται. πιθανωτέρα δέ, φασίν, ἡ Ἀριστάρχειος γραφή. ἄλλοι δὲ αἰναρέτης γράφουσι κατʼ εὐθεῖαν πτῶσιν, ἵνα ᾖ χόλος αἰναρέτης ὁ κακύνων τὰς ἀρετάς. Σημειοῦνται δʼ ἐνταῦθα οἱ παλαιοὶ καὶ ὅτι ἅπαξ ὧδε γλαυκὴν εἶπε τὴν θάλασσαν ὁ ποιητὴς ἐπιθετικῶς. Ἐν τούτοις δὲ καὶ μετρῶν ὁ Πάτροκλος τοὺς τῶν Ἑλλήνων τραυματίας ἐν τῷ «βέβληται μὲν Διομήδης, οὔτασται δὲ Ὀδυσσεὺς καὶ Ἀγαμέμνων, βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ», οὓς δὴ καὶ ἀρίστους λέγει ἐν τῷ «οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶ κέαται», ἤγουν κεῖνται, «βεβλημένοι οὐτάμενοί τε», ἃ δὴ καὶ πρὸ τούτου ἐρρέθη. Ἐν οἷς καὶ οὐ δύο μόνον, Ποδαλείριον καὶ Μαχάονα, ἀλλὰ καὶ πολλοὺς ἰατροὺς τοῖς Ἀχαιοῖς ἱστορεῖ, εἰπὼν «τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται ἕλκεʼ ἀκειόμενοι». οὕτω τοίνυν μετρῶν τοὺς τραυματίας <!-- 3.802 -->ἐπαινεῖται τῆς τάξεως. τὸν μὲν γὰρ βασιλέα οὔτε προτάττει τῶν ἄλλων, μήποτε καὶ χαλεπήνας ὁ Ἀχιλλεὺς ἅμα τῇ τοῦ ἐχθροῦ μνήμῃ πρόηται τὴν ἔντευξιν. ἀλλʼ οὐδὲ ἔσχατον τίθησι. δέος γὰρ καὶ οὕτω μὴ τῇ τοῦ ὀνόματος προφορᾷ τελευταίᾳ κειμένῃ καὶ ἐναύλῳ οὔσῃ ἀνανεύσῃ πρὸς τὸ παρόν. ὅθεν μέσην αὐτῷ δίδωσι τάξιν, ἐκκρούων τὴν μνήμην καὶ ἀμβλύνων τὸ μῖσος διὰ τῶν ἑκατέρωθεν καὶ μάλιστα διὰ τῆς ἄγαν βραχυλογίας. οὐ γὰρ πολλὰς λέξεις ἐπὶ τῷ βασιλεῖ, καθὰ ἐπὶ τοῖς ἄλλοις, ἐδαπάνησεν, ἀλλὰ φειδωλῶς οὕτως ἐπέδραμεν «ἠδʼ Ἀγαμέμνων», παραβύσας αὐτὸν ἢ παραρρίψας οὐκ ἐντίμως, ὡς οἷα βραχέος λόγου ἄξιον καὶ τῷ Ἀχιλλεῖ καὶ αὐτῷ δὴ τῷ Πατρόκλῳ. Πρῶτον δὲ τάττει τὸν Διομήδην οἷα μὴ κατὰ τὸν βασιλέα ὄντα ἐχθρόν, ἐχθρὸν δʼ ὅμως διὰ τὸ εἰπεῖν «μὴ ὤφελες λίσσεσθαι Πηλείωνα», εἶτα τίθησι τὸν Ὀδυσσέα, φίλον ὄντα καὶ χθὲς ὁμωρόφιον. Εὐρύπυλος δὲ ἔσχατος κεῖται μέσως ἔχων καὶ οὔτε μισούμενος οὔτε μὴν ὑπερφιλούμενος. τὸν δὲ Μαχάονα παντελῶς σιγᾷ ἢ ἐκλαθόμενος ἢ ἵνα καὶ ὁ Νέστωρ σιωπηθῇ ὁ νοσοκομῶν ἐκεῖνον καὶ μὴ ὑποπτεύσῃ τοὺς τοῦ Πατρόκλου λόγους ὁ Ἀχιλλεὺς ὡς ἐκεῖθεν ὑποβολιμαίους καὶ ὑπιδόμενος τὸ τοῦ ῥήτορος πιθανὸν ὀκνήσῃ πεισθῆναι. Ὅρα δὲ ὅτι κἂν σιωπᾷ τὸν Νέστορα ὁ Πάτροκλος, ἀλλʼ αὐτὰ δὴ τὰ τοῦ Νέστορος παραγγέλματα πρὸς τὸν Ἀχιλλέα φησὶ «δός μοι ὤμοιϊν τὰ σὰ τεύχεα» καὶ ἑξῆς. Ἐν δὲ τῷ «πάντες ἐν νηυσὶ κεῖνται» ψεύδεται διὰ συμφέρον. Διομήδης γὰρ καὶ Ὀδυσσεὺς καὶ ὁ βασιλεὺς περὶ τὴν μάχην πονοῦνται. Ὅρα δὲ καὶ νῦν ὡς διευκρίνησε, τίνες μὲν οἱ βεβλημένοι, τίνες δὲ οἱ οὐτάμενοι, καὶ ὅτι δυνάμενος ὁ ποιητὴς ἑνὶ στίχῳ ἐμπεριλαβεῖν ὥσπερ τὸν Ὀδυσσέα καὶ τὸν βασιλέα τοὺς οὐταμένους, οὕτω καὶ Διομήδην καὶ Εὐρύπυλον τοὺς βεβλημένους, οἷον· βέβληται Διομήδης Εὐρύπυλός τε ὀϊστῷ, ὁ δὲ διελὼν τούτους ἄλλως ἔφρασεν ὡς οἷα κάλλος τι τῷ λόγῳ ἐντεῦθεν τεχνώμενος, καθὰ πρὸ βραχέων δεδήλωται. καὶ ὅτι τὸ μέν· ὦ δεῖνα μέγα φέρτατε «μὴ νεμέσα, τοῖον γὰρ ἄχος βεβίηκε» λέξοι ἄν τις ἀναγκαίως δεόμενος, τὸ δὲ «οἳ μὲν δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, κεῖνται βεβλημένοι οὐτάμενοί τε», τραυματίας ἀριστέας μετρεῖ. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ «αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς, νηλεές» τὸ μὲν ὦ ἀνηλεές προκλητικόν ἐστι τοῦ ἐφεξῆς σκώμματος τοῦ θαλάσσης καὶ πετρῶν ἐκγενέσθαι τὸν Ἀχιλλέα, οἷς οὐκ ἔστιν ἐλεεῖν. τὸ δὲ «Ἀργείοις» πολὺν ἔχει νοῦν μυστικῶς, ἵνα λέγῃ <!-- 3.803 -->τοῖς ὁμοεθνέσι, τοῖς εὐγενέσι, τοῖς παρακλητεύσασι, τοῖς φίλοις. διὸ καὶ ἀεικῆ λοιγὸν λέγει τὸν ἐπʼ αὐτοῖς. Ὅρα δὲ καὶ ὅτι ἐν τῷ «οὐ πατήρ σοι Πηλεὺς οὐδὲ Θέτις μήτηρ» ἡ ἐπαγομένη θέσις πρὸς τὸ δεύτερον ἀπήντησεν, ἤγουν πρὸς πρώτην τὴν δευτέραν Θέτιν, εἰπὼν «γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα», ἡ ὡσανεὶ δηλαδὴ Θέτις, πέτραι τε ὄρειοι, περὶ ἃς ἦν ὁ Πηλεύς. Ὅτι καὶ κλαύσας ὁ Πάτροκλος καὶ τραχυνθεὶς, ἐκεῖνο μὲν ὡς ἐνηής, τοῦτο δὲ ὡς διὰ πολλὴν φιλίαν παρρησιαστικός, εἶτα ἐπάγει ἀξίωσιν, παραποιήσας ἐν ὀλίγαις τισὶ λέξεσιν, ἅπερ ἀπὸ τοῦ Νέστορος ἤκουσεν, οἷον τὸ «φρεσὶν ᾗσιν ἀλεείνει», εἰπὼν «φρεσὶ σῇσιν ἀλεείνεις», καὶ τὸ «ἀλλὰ σέ περ προέτω» «ἀλλʼ ἐμέ περ πρόες ὦκα», καὶ ἕτερα δέ τινα. Ὁμοίως καί φησιν «εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ἀλλʼ ἐμέ περ πρόες ὦκα, ἅμα δʼ ἄλλον λαὸν ὄπασον Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. δὸς δέ μοι ὤμοιϊν τὰ σὰ τεύχεα θωρηχθῆναι, αἴ κέ με σοὶ ἴσκοντες», τουτέστιν εἴ πώς με σοὶ ἀπεικάζοντες, «ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ Ἀχαιοὶ τειρόμενοι. ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ὤσαιμεν ποτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων», τουτέστι καὶ τοὺς βοηθουμένους ὀλίγον ὠφελήσομεν ὡς μόνον ἀναπνεῦσαι αὐτοὺς καὶ ἡμεῖς ὀλίγον πονήσομεν. Ἰστέον δὲ ὅτι τὸ «πὰρ Ζηνὸς ἐπέφραδεν» ἑρμηνεία ἐστὶ τῆς θεοπροπίας. ὃ γὰρ θεὸς φράσοι, θεοπροπία τὸ τοιοῦτον. Καὶ ὅρα ὅτι οὐ μόνον θεοπρόπιον οὐδετέρως, ἀλλὰ καὶ θηλυκῶς ἡ θεοπροπία. καὶ μετʼ ὀλίγα δὲ «οὐ θεοπροπίης ἐμπάζομαι». ἐν οἷς σημείωσαι ὅτι ταὐτὸν τὸ θεοπροπίην ἀλεείνειν καὶ τὸ θεοπροπίης ἐμπάζεσθαι, εἰ καὶ ἄλλως ἐναντία τὸ ἀλεείνειν καὶ τὸ ἐμπάζεσθαι, ἤτοι τὸ ἐκφεύγειν καὶ τὸ ἐπιστρέφεσθαι. καὶ ἔστιν αὐτοῖς ἡ ταὐτότης, ἐπεὶ ὁ θεοπροπίαν ἀλεείνων, ἤγουν ὁ τὸ ἐκ μαντείας κακὸν ἐκκλίνων, ἐμπάζεται τῆς μαντείας ὡς ἐπιστρεφόμενος τῆς ἐν αὐτῇ ἀληθείας. Τὸ δὲ «ἐπέφραδε» οὐ παρακείμενός ἐστιν. οὐ γάρ εἰσι παρακειμένου δύο αὐξήσεις, ἀλλὰ παρατατικὸς ἐξ ἐνεστῶτος τοῦ πεφράδω, ἵνα ᾖ ὡς πέπληγα πεπλήγω ἐπέπληγον Συρακουσίων ἔθει, καὶ πέφυκα πεφύκω ἐπέφυκον, οὕτω καὶ πέφραδα πεφράδω ἐπέφραδον, οὗ τὸ τρίτον ἐπέφραδε. Τὸ δὲ «πρόες ὦκα» ἐπιταχύνει τὸ ἔργον, ὡς μὴ χρεὼν ὂν ἐν μεγίστῳ κινδύνῳ ἀναβαλέσθαι. ὃ καὶ ποιήσει Ἀχιλλεὺς μετʼ ὀλίγα ἐπισπεύσας δύσεσθαι τεύχεα θᾶσσον τὸν Πάτροκλον. <!-- 3.804 -->Τὸ δὲ «ὄπασσον» καιριώτατα ἐνταῦθα κεῖται, ἐπεὶ κατόπιν ὁ λαὸς ἥκει τῷ ἡγεμόνι. Φῶς δὲ καὶ ἐνταῦθα τὴν νίκην λέγει ὡς καὶ πρὸ τούτου καὶ μετʼ ὀλίγα δὲ ἐν τῷ «ἐπειδὰν φάος ἐν νήεσσι θείης». ἔνθα καὶ ἀστεῖος ὁ λόγος ὡς Ἕκτορος μὲν σπεύδοντος πῦρ ταῖς ναυσὶν ἐμβαλεῖν, Πατρόκλου δὲ φῶς ἐνθήσοντος. Οὐχʼ ἁπλῶς δὲ φῶς Δαναοῖς γενέσθαι θαρρεῖ, ἀλλά τι φῶς. Διὸ καὶ ἐπάγει τὸ «ὀλίγη δέ τʼ ἀνάπαυσις πολέμοιο». δηλοῖ δʼ ἐν τούτοις ὁ Πάτροκλος ἄκραν ἀδυναμίαν τῶν Ἀργείων, ὡς αὐτῶν μὲν μηδέν τι βοηθησόντων, μόνων δὲ τῶν Μυρμιδόνων ἀντιστησομένων τοῖς τοσούτοις Τρωσίν. ὅθεν καὶ ἀμυδρά τις ἔσται συμμαχία τοῖς Ἀχαιοῖς ὡς ἐξ ὀλίγων βοηθῶν. Τὸ δὲ «δός μοι ὤμοιϊν» καὶ τὸ ἑξῆς, εἴποι ἂν ὁ ζητῶν ποθεν συγκρότησιν ἔργοις ἢ λόγοις. ὁ δὲ ὑπακούσας εἴποι ἂν τὸ «τύνη δʼ ὤμοισι μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι». Δωρικὸν δὲ τὸ «τύνη» ἀντὶ τοῦ σύ, κείμενον καὶ ἀλλαχοῦ, ὂν δὲ καὶ παρʼ Ἡσιόδῳ. Ὅρα δὲ καὶ νῦν ὅτι μέγας ἐκ Πατρόκλου τῷ Ἀχιλλεῖ ἔπαινος τὸ καὶ μόνον τὸν αὐτοῦ εἰκασμὸν ἐκφοβεῖν τοὺς Τρῶας. ἐκεῖνο δὲ καὶ ἀστεῖον, εἴπερ ἐνταῦθα μὲν Ἀχιλλέως εἰκασμὸς ἐκφοβεῖ τοὺς Τρῶας, ἐν τοῖς ἑξῆς δὲ τοὺς αὐτοὺς ὁ αὐτὸς εἰκασμὸς τέρπει, ὅτε δηλαδὴ αὐτὰ Ἕκτωρ φορῶν ἰνδάλλεται τῷ Ἀχιλλεῖ. καὶ ἔστι κἀνταῦθα ὁ ποιητὴς ἐκ τοῦ αὐτοῦ πράγματος, ἤγουν τοῦ πρὸς Ἀχιλλέα εἰκασμοῦ, ἀποτελῶν ἐναντία νοήματα. Ἀναπνέειν δὲ κἀνταῦθα τὸ ἐκ λειποψυχίας αὖθις πνέειν, ὁποῖόν τι καὶ ἡ ἀναψυχή. Καιριωτάτη δὲ λέξις ἐν τοῖς τοιούτοις τὸ ἀναπνέειν καὶ ἡ ἐξ αὐτοῦ ἀνάπνευσις, ἐπὶ μᾶλλον δὲ καιριωτέρα τὸ ἀναψύχειν καὶ ἡ ἀναψυχή. Τὸ δὲ ὀλίγην εἶναι ἀνάπνευσιν ἐν δεινῷ πολέμῳ καὶ τὸ τοὺς ἀκμῆτας στρατιώτας ῥᾷον δύνασθαι τρέπειν τοὺς ἐν μάχῃ καμόντας δύναται οὐ μόνον πρὸς τὰ παρόντα λελέχθαι, ἀλλὰ καὶ γνωμικῶς εἰρῆσθαι. Τοῦ δὲ «ῥεῖα δέ κʼ ἀκμῆτες» τραχεῖα ἡ φράσις καὶ οὐκ εὐκρινής. εὐτραπέλως γάρ τις μυκτηρίσας ἐρεῖ ἂν δέκα τινὰς ἀκμῆτας ἐνταῦθα εἰρῆσθαι. καὶ εἶχε μὲν ὁ ποιητὴς εἰπεῖν· ῥεῖα δʼ ἂν ἀκμῆτες καὶ ἑξῆς, προέκρινε δὲ τὸ τῇ ποιήσει μάλιστα ἐπιπρέπον. Ὅτι μέγα νήπιος ὁ Πάτροκλος ἀναφωνητικῶς παρὰ τοῦ ποιητοῦ καλεῖται, ἐφʼ οἷς ἱκέτευσε. διὰ τί; «ἦ γὰρ ἔμελλε», φησίν, «οἷ αὐτῷ», τουτέστιν ἑαυτῷ, «θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι», ἤγουν λιτανεῦσαι. Καὶ ὅρα ὡς ὑπερανέβη ὁ ποιητὴς τὸν τοῦ Ἀχιλλέως μυκτῆρα. ὁ μὲν γὰρ κόρῃ νηπίᾳ ἐκεῖνον διὰ τὰ δάκρυα εἴκασεν, Ὅμηρος δὲ οὐχʼ ἁπλῶς νήπιόν φησιν, ὡς ἐπὶ ἄλλων ποιεῖ, ἀλλὰ μέγα νήπιον, <!-- 3.805 -->ὡς καὶ ὑπὲρ αἶσαν θρασυνάμενον. ἴσως δὲ καὶ ὅτι οὐ τῇ κατʼ αὐτὸν ἀνδρίᾳ ἐθάρρησεν, ἀλλʼ εἰκασμῷ Ἀχιλλέως. Καί πως ἐν τούτοις πρὸς ὁμοιότητα τοῦ μικρὸς καὶ μέγας ἀντίκεινται καὶ τὸ κούρη νηπίη καὶ τὸ μέγα νήπιος. Τὸ δὲ «λιτέσθαι» παροξυνόμενον ὁμοίως τῷ λαβέσθαι ὁ Ἀσκαλωνίτης ἀξιοῖ, φασί, προπαροξύνειν ὡς ἐπὶ ἐνεστῶτος ἀπὸ τοῦ λίτομαι. τῇ μέντοι παραδόσει ἀρέσκει παροξύνειν, οὐκ ἀπιθάνως. ὃν γὰρ τρόπον, φασί, τὸ ἔρεσθαι πάντων ἀξιούντων ὁμοίως τῷ πυθέσθαι ἀναγινώσκειν, ἐπειδὴ μέσου δευτέρου ἀορίστου ἐστίν, ὅμως ἡ παράδοσις προπαροξύνει χαρακτῆρι πεισθεῖσα φωνῆς. τὰ γὰρ τοιαῦτα ἐνεστῶτος ὄντα προπαροξύνεται, οἷον φέρεσθαι, δέρεσθαι. οὕτω καὶ τὸ λιτέσθαι ὤφειλε μὲν προπαροξύνεσθαι ὡς ἀπὸ ἐνεστῶτος τοῦ λίτομαι, καταβιβάζει δὲ πρὸ μιᾶς τὸν τόνον, ἐπειδὴ τὰ εἰς θαι τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ι συνεσταλμένον, μηδὲ ἐπιφερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ, παροξύνεται, οἷον λιπέσθαι, πιθέσθαι, ἱκέσθαι. οὕτω καὶ λιτέσθαι, οὐ λόγῳ ἐνεστῶτος, χαρακτῆρι δὲ καὶ ὁμοιότητι φωνῆς. Σημείωσαι δὲ ὅτι ἐπὶ παντὸς λισσομένου ἐπὶ κακῷ οἰκείῳ λεχθῆναι δύναται τὸ «ὣς φάτο λισσόμενος μέγα νήπιος. ἦ γὰρ ἔμελλεν οἷ αὐτῷ» καὶ ἑξῆς, ὡς προσεχῶς γέγραπται. καὶ Βελλεροφόντης μὲν γράμματα κομίσαι λέγεται καθʼ ἑαυτοῦ, Πάτροκλος δὲ λίσσεσθαι καθʼ ἑαυτοῦ. Ὅτι λυπούμενος εἰσέτι Ἀχιλλεὺς ἐφʼ οἷς πρὸς τοῦ βασιλέως ἠδικήθη, λέγει γνωμικῶς, ὅσα ἂν εἴπῃ ἀνὴρ ἔντιμος ὑπὸ δυνάστου ἀδικηθείς. Φησὶ γὰρ «οὔτε θεοπροπίης ἐμπάζομαι» καὶ ἑξῆς, ὡς προεγράφη, «ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκει. αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ». Ἐφʼ οἷς φράζει ἐν στίχοις τρισὶ τὰ κατὰ τὴν Χρυσηΐδα δυνατῶς φράσας. Λέγει γὰρ ἀσυνδέτως τῷ διηγήματι προσβαλὼν «κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν, δουρὶ δʼ ἐμῷ κτεάτισσα, πόλιν εὐτείχεα πέρσας, τὴν ἂψ ἐκ χειρῶν ἕλετο», ἤγουν ἀφείλετό με, «κρείων· Ἀγαμέμνων ὡς εἴ τινʼ ἀτίμητον μετανάστην», ὃ καὶ προεγράφη, πρὸς εἰδότα τὸν Πάτροκλον ταῦτα εἰπὼν καὶ διὰ τοῦτο βραχυλογήσας. καὶ ὅρα τὸ «ἐκ χειρῶν ἕλετο», ῥηθὲν εἰς βίας ἔνδειξιν. Τὸ δὲ «ἀμέρσαι» ἀντὶ τοῦ μερίδος στερῆσαι, ὃ καὶ ἑρμηνεύων ἐπήγαγε τὸ <!-- 3.806 -->γέρας ἔμπαλιν ἀφελέσθαι, ἵνα διαστείλῃ πρὸς τὸ ἀμέρδειν, ὃ ἐπί τε τυφλότητος λέγεται ὡς τὸ «ὀφθαλμῶν μὲν ἄμερσε», καὶ ἐπὶ σκοτώσεως, ἤτοι ζοφώσεως, οἷον «ὄσσε δʼ ἄμερδεν αὐγὴ χαλκείη». Τὸ δὲ «ὅ τε κράτεϊ προβεβήκει» ἀντὶ τοῦ ἐπειδὴ πολλῶν κρατῶν ὑπερέχει. οὐ γὰρ χρονικόν ἐστιν ἐπίρρημα τὸ «ὅ τε», ἀλλὰ δύο μέρη λόγου, τὸ μὲν ὃ ἀντὶ τοῦ διότι, τὸ δὲ ἐφεξῆς παραπλήρωσις. Δοκεῖ δὲ λέγειν τοῦτο Ἀχιλλεὺς πρὸς τὸν τοῦ Νέστορος λόγον, προειπόντος ὡς φέρτερός ἐστιν ὁ βασιλεύς, ἐπεὶ πλειόνεσσιν ἀνάσσει, καὶ μὴν κατὰ τὸν εἰπόντα· οὐ χρὴ τὸν ἄρχοντα τῇ βίᾳ νικᾶσθαι καὶ τόσον μισεῖν ὥστε τὴν δίκην πατεῖν. Ὅρα δὲ καὶ ὅτι οὐκ ἀφίησιν οὐδὲ εἰσέτι τὸ μεγαλόφρων εἶναι ὁ Ἀχιλλεύς, ὅς, εἰ καὶ κράτει ὁ βασιλεὺς προβέβηκεν, ἀλλʼ ὅμοιος αὐτῷ φησιν εἶναι, εἰ καὶ ἄλλον τρόπον καταβέβληκε τὸ πολὺ τοῦ φρονήματος, οὐκ ἔτι μείζονα ἑαυτὸν τοῦ βασιλέως δοξάζων ἀλλὰ ὅμοιον. Τὸ δὲ «αἰνὸν ἄχος» δισσευθὲν εἰς ἔνδειξιν πολλῆς λύπης ἔχει πως καὶ κυκλικοῦ σχήματος ἔμφασιν, καθότι ἀρξάμενος ἐκ τοῦ «ἀλλὰ τόδʼ αἰνὸν ἄχος», κατέληξεν ὁμοίως εἰς τὸ «αἰνὸν ἄχος τό μοί ἐστιν». Τὸ δὲ «ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν», καὶ τὸ «δουρὶ δʼ ἐμῷ κτεάτισα», παρέφρασεν ἐκ τοῦ «ᾧ ἔπι πόλλʼ ἐμόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν». δῆλον δὲ ὅτι ταὐτὸν τὸ ἐν περιφράσει δουρὶ κτεατίσαι καὶ τὸ αἰχμαλωτίσαι. Τὸ δὲ «εὐτείχεα» προπαροξύνεται, οὐκ ἐκ τοῦ εὐτείχης ὄν, ἀλλὰ κατὰ τοὺς παλαιοὺς ἀπὸ τοῦ τεῖχος εὔτειχος, οὗ γενικὴ εὐτείχεος. Ὅτι δὲ ἀτιμότεροι τῶν αὐτοχθόνων ἐδόκουν οἱ μέτοικοι, ὡς τὰ πολλὰ διὰ μοχθηρίαν τρόπου τὰς ἰδίας καταλείποντες, καὶ ὡς οἱ μεθʼ Ὅμηρον ἄλλως ἀτίμητόν φασι τὸν πολυτίμητον, ἤγουν τὸν ὑπὲρ πᾶσαν τιμήν, καὶ ἀλλαχοῦ δεδήλωται. Ὅτι δὲ μετανάστης κυρίως ὁ μετὰ τὸ γεννηθῆναί που ἀναστατωθεὶς ἐκεῖθεν, οὐκ ἂν ῥηθείη ἀφυῶς. Ὅτι ἀμνησικακίας ὑποθήκη τὸ «ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν. οὐδʼ ἄρα πως ἦν ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσί». Καὶ ὅρα ὅπως χαρίζεται <!-- 3.807 -->ὁ Ἀχιλλεὺς τῷ ἑταίρῳ, εἴγε τοῖς πρέσβεσι μὲν ἄλλον καιρὸν ἔθετο ἀμύνης, διὰ δὲ τὸν Πάτροκλον νῦν αὐτίκα τὸ πολὺ παύει τοῦ κότου. διὸ καὶ ἐπεσημήνατο τοῦτο, ἵνα μὴ δόξῃ φιλοψευδὴς εἶναι, ὁμολογήσας, ὡς ἔφην γε οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πόλεμός τε. Καὶ σημείωσαι τὸ μεγαλόφρον τοῦ ἥρωος. οὐ γὰρ διὰ Πάτροκλον ῥητῶς ἔφη πεισθῆναι, ἀλλὰ μεταβληθῆναι κατὰ φύσιν, ἐπεὶ οὐκ ἦν, φησίν, «ἀσπερχὲς κεχολῶσθαι». διὸ καὶ κατεπείγει μετʼ ὀλίγα τὸν Πάτροκλον, αὐτὸς ὠκὺ προϊείς, ὡς ἐκεῖνος ἱκέτευσε, μὴ καὶ ἄφυκτα τοῖς Ἀχαιοῖς γένωνται, εἰ τὰς νῆας οἱ Τρῶες ἕλωσιν. Ἐρεῖ γὰρ «μὴ δὴ πυρὸς αἰθομένοιο νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται». ἔνθα διὰ τὸ ἐναγώνιον τοῦ λέγοντος ἐκ περισσοῦ παρερρίφη τὸ «πυρὸς αἰθομένοιο». δῆλον γὰρ ὡς οὐκ ἔστιν ἄλλως ἐνιπρῆσαι. Ὅτι ὁ θαρρύνων τινὰ εἰς ἐπικουρίαν εἴποι ἂν «σὺ δὲ ὤμοιϊν μὲν κλυτὰ τεύχεα δῦθι, ἄρχε δέ» τοῖς δεῖνα μάχεσθαι. Ὅτι ἐν τῷ «εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε ναυσὶν ἐπικρατέως» νέφος τὴν στρατιωτικὴν πύκνωσιν εἶπε τροπικῶς, ὡς καὶ πρὸ τούτων ἀλλαχοῦ ἐπὶ τάξεως πεζικῆς. ἐνταῦθα δὲ καὶ ἡ ἠνεμόεσσα Τροία συντελεῖ τῇ τροπῇ. οἱ γὰρ ἐκ τῆς αἰπεινῆς Ἰλίου ἐπικείμενοι τοῖς Ἀχαιοῖς εἰκότως ἂν κυανέῳ νέφει εἰκάζοιντο. εἰ δὲ τοιούτου κυανέου νέφους ἐπʼ αὐτοῖς ὄντος φόως αὐτοῖς φέρειν λέγεται ὁ πρὸς νίκην συμμαχῶν, εἴη ἂν ἄριστον τὸ οὕτως εἰπεῖν. τῷ γὰρ τοιούτῳ φάει τὸ ῥηθὲν κυάνεον νέφος ἀντιδιέσταλται. Ὅτι πολλαχοῦ ἡ κλίσις περιοχήν τινα δηλοῖ, οἷον «ἠέρι δὲ ἔγχος ἐκέκλιτο», καὶ «λίμνῃ Κεφησίδι κεκλιμένος». οὕτω καὶ νῦν ῥηγμῖνι θαλάσσης κεκλίαται, ἤγουν κέκλινται, «Ἀργεῖοι, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες», ὃ δὴ παράφρασις τοῦ στείνους ἐστίν. Ὅτι πάνυ μεγαλόφρων ὁ Ἀχιλλεὺς ἐν οἷς φησιν, ὅτι κατὰ τοῦ ναυστάθμου «Τρώων πόλις ἐπὶ πᾶσα βέβηκε, θάρσυνος, οὐ γὰρ ἐμῆς κόρυθος λεύσουσι μέτωπον ἐγγύθι λαμπομένης. τάχα κεν φεύγοντες ἐναύλους πλήσειαν νεκύων, εἴ μοι ὁ βασιλεὺς ἤπια εἰδείη. νῦν δὲ στρατὸν ἀμφιμάχονται». Ἐφʼ οἷς καθαπτόμενος Διομήδους εἰπόντος που «μὴ ὤφελες λίσσεσθαι Πηλείωνα» φησὶν «οὐ γὰρ Διομήδεος ἐν παλάμῃσι μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι». τοῦτο δὲ ἔφη πρὸς τὸ «εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν», ὅπερ ἔφη που ὁ Διομήδης. Εἶτα λέγει καὶ περὶ τοῦ βασιλέως, ὅτι «οὐδέ πω Ἀτρείδεω ὀπὸς ἔκλυον αὐδήσαντος ἐχθρῆς ἐκ κεφαλῆς, ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο Τρωσὶ κελεύοντος περιάγνυται», ἡ αὐδὴ δηλαδή, ληφθεῖσα κατὰ κοινοῦ ἐκ τῆς «αὐδήσαντος» μετοχῆς, καὶ τὰ ἑξῆς. Καὶ ὅρα ὡς ἐνέφηνεν Ἀχιλλεὺς <!-- 3.808 -->τὴν πρὸς τὸν βασιλέα ἔχθραν πλέον τῶν ἄλλων ἐν τῷ «ἐχθρῆς ἐκ κεφαλῆς». Ἔνθα καὶ σημείωσαι ὅπως πεπαιδευμένως ὑβρίζει ἄρτι τὸν βασιλέα, οὐκέτι ἀναιδῆ λέγων οὐδὲ δημοβόρον οὐδὲ εἴ τι τοιοῦτον, ἀλλὰ τὸ ἀληθέστατον. Εὐρύφωνος δὲ καὶ ἐνταῦθα ὁ βασιλεὺς ἐμφαίνεται, καὶ ἔτι μᾶλλον ὁ Ἕκτωρ, ὡς τῷ βασιλεῖ τῆς φωνῆς θραυομένης καὶ ἐγκοπτομένης τῷ φόβῳ. Σημείωσαι δὲ ὅτι τὸ «οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον», καὶ ἑξῆς ἕως τοῦ «πλήσειαν νεκύων» πρέπει ῥηθῆναι ὑπὸ στρατηγοῦ, οὗ μὴ παρόντος ἐβλάβησαν οἱ πρίν ποτε ὑπʼ αὐτοῦ βοηθούμενοι, καὶ ὅτι ταῦτα προοικονομία τίς ἐστιν ἀναφωνητικὴ τοῦ χρῆναι καραδοκεῖν, ὡς πολλοὺς φεύγειν ποιήσει Πάτροκλος μετʼ ὀλίγα φαντάζων τὸν Ἀχιλλέα τοῖς ὅπλοις, καὶ ἐπὶ μᾶλλον αὐτὸς ὁ Ἀχιλλεὺς εἰς μάχην ἐξελθών. Ὁ δὲ φιλίστωρ εὕροι ἂν καὶ πρός τινος τῶν παλαιῶν στρατηγῶν εἰς χρῆσιν ληφθὲν τὸ «θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος», καὶ τὸ ἑξῆς. Ὅρα δὲ τὸ «Τρώων πόλις ἐπὶ πᾶσα βέβηκε», φανερῶς ὅμοιον ὂν τῷ «κυάνεον Τρώων νέφος ἀμφιβέβηκε». καὶ ἔστι τολμηρότερον τοῦτο ἐκείνου. οὐ γὰρ ὁμοίως ἀσφαλὲς νέφος Τρώων ἀμφιβαίνειν τὸ κατὰ τὴν τροπὴν κοῦφον καὶ Τρώων πόλιν πᾶσαν ἐπιβεβηκέναι. σαφέστερον δὲ ἀμφοτέρων τὸ «στρατὸν ἀμφιμάχονται». Δῆλον δὲ καὶ ὅτι ταὐτὸν Τρῶας εἰπεῖν καὶ πόλιν Τρώων, ἐπειδὴ καὶ ταὐτὸν πόλις καὶ πολῖται. οὐδὲν γάρ ἐστι πόλις ἔρημος ἀνδρῶν κατὰ τὸν Σοφοκλῆ. Σημείωσαι δὲ καὶ ὅτι τὸ ἀμφιβαίνειν μὲν οὐ τὸ σύνηθες, ἀλλὰ διʼ οὗ δηλοῦται τὸ κύκλῳ βαίνει καὶ περιέχει, νέφει οἰκεῖον. οὕτω γὰρ καὶ ἥλιος ἀμφιβαίνει. τῇ δὲ πόλει τὸ ἐπιβαίνειν, ἤγουν ἐπικεῖσθαι, οἰκειότερον. Ὅρα δὲ καὶ ὅτι μέτωπον ἔφη κόρυθος τὸ πρὸς τῷ μετώπῳ τοῦ Ἀχιλλέως κείμενον, ὃν καὶ περιφανῶς εὐμεγέθη εἶναι ἐνταῦθα ἐμφαίνει Ὅμηρος καὶ διὰ τοῦτο προφαινόμενον καὶ τῇ λαμπηδόνι τῆς κόρυθος διάδηλον ὄντα κατὰ τὸν Διομήδην, οὗ ἐκ κόρυθος καὶ ἀσπίδος ἐδαίετό που ἀκάματον πῦρ. Ἐν δὲ τῷ «τάχα κεν φεύγοντες» καὶ ἑξῆς, ἔλλειψίς ἐστιν ὡς λείποντος τοῦ· εἰ γὰρ ἔλευσσον, ἵνα λέγῃ ὅτι οὐ βλέπουσί με οἱ Τρῶες. εἰ γὰρ ἔβλεπον, ἔπλησαν ἂν τοὺς ἐναύλους νεκρῶν. Ἔναυλοι δὲ τὰ ἐν τοῖς πεδίοις κοιλώματα καὶ αἱ στεναὶ διώρυχες, ἢ οἱ περὶ τὴν τάφρον τόποι, παρὰ τὸν στενὸν καὶ ἐπιμήκη αὐλόν. ἐξ οὗ καὶ ὁ κατὰ ἀγῶνα δίαυλος καὶ ἡ αὖλαξ καὶ <!-- 3.809 -->ἡ αὐλῶπις τρυφάλεια. ῥηθήσεται δὲ περὶ τῶν τοιούτων καὶ ἐν τοῖς ἑξῆς. Τὸ δὲ «μὴ ἤπια εἰδέναι» ἀπηνῆ τὸν βασιλέα ὑποδηλοῖ κατὰ τὸ «καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος», ὃ πρὸς τοὺς κήρυκας φθάσας εἶπεν ὁ Ἀχιλλεύς. Τὸ δὲ «εἰδείη» συνεκδρομὴν ἔπαθε πρὸς τὸ τυφθείη καὶ τὰ τοιαῦτα. ἄλλως γὰρ ἐκ τῆς εἰδὼς μετοχῆς οὐχʼ οὕτως ὤφειλεν ἔχειν. Στρατὸν δὲ τὸ Ἑλληνικόν φασι στρατόπεδον, ὥσπερ αὖ πάλιν καὶ στρατόπεδον ἕτεροί φασί τινες τὸν στρατόν, ἐπαλλασσόντων ἀλλήλοις τῶν ὀνομάτων. Τὸ δὲ «ἐχθρῆς ἐκ κεφαλῆς» βοηθεῖταί τι καὶ ἐκ τοῦ «ἐβόησεν ὅσον κεφαλὴ χάδε φωτός», ἤγουν ὅσον ἐχώρει κεφαλὴ ἀνθρώπου. Τὸ δὲ περιάγνυται ἀντὶ τοῦ κλᾶται, ὡς μὴ μόνον τοὺς κατʼ εὐθὺ ὄντας ἀκούειν, ἀλλὰ καὶ τοὺς κατʼ Ἀχιλλέα ἐκ πλαγίων διὰ τὸ περιάγνυσθαι τὴν ἠχώ. ἀφʼ ἧς ἐννοίας ἡ ἀλλαχοῦ ἰωγὴ σύγκειται, ὅπερ ἐστὶν ἰωῆς, ἤγουν φωνῆς, κλάσις καὶ ἀντανάκλασις. Ὅτι δὲ ἐκ πλαγίων ἦν ἐν ἄκρῳ τῶν νηῶν ὁ Ἀχιλλεύς, καθάπερ ἑτέρωθεν ὁ Αἴας, προϊστόρηται. Ὅτι νίκην φράζει τὸ «οἳ δʼ ἀλαλητῷ πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες». καὶ εἶεν ἂν οἱ Τρῶες ἄρτι ῥηξήνορες ὡς οὕτω διελόντες τὸν Ἑλληνικὸν συνασπισμόν. οἳ καὶ ἄλλως πᾶν πεδίον ἀλαλητῷ κατέχουσιν, ὡς πληροῦντες τὰ ἐκεῖ πάντα βοῆς, οἷα τῶν ἡττωμένων μὴ βοὴν ἀγαθῶν ὄντων ἀλλὰ σιγώντων τῇ ἐγκοπῇ τοῦ πνεύματος, ἣν ἐκ τοῦ φεύγειν ἔπασχον. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ »ἔμπεσε» προστακτικὸν κοινὸν ἐξ ἀναλογίας, εἰ καὶ ἄλλως ἔθει Συρακουσίων κρατεῖ τὸ ἔμπεσον καὶ τὸ πέσον, ἐξ ὧν τὸ ἐμπεσών καὶ πεσών. φησὶ γὰρ «ἔμπεσʼ ἐπικρατέως», τουτέστι γενναίως πρόσβαλε τοῖς ἐχθροῖς. συνήθης δὲ καὶ ἡ τοιαύτη τοῦ ἐμπεσεῖν σημασία τῷ ποιητῇ. Ὅτι τὸ ἐν φρεσὶ θεῖναι ὑπέβαλε τῇ ὕστερον λεκτικῇ τέχνῃ τὴν τοῦ νουθετεῖν σύνθεσιν. νουθετεῖσθαι γὰρ καὶ ἐν φρεσὶ τιθέναι ταὐτὰ δηλοῦσι. Φησὶ γοῦν Ἀχιλλεὺς πρὸς Πάτροκλον «πείθεο ὥς τοι ἐγὼ μύθου τέλος ἐνὶ φρεσὶ θείω», τουτέστι νουθετήσω, «ὡς <!-- 3.810 -->ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄροιο πρὸς πάντων Δαναῶν», καὶ τήν τε «περικαλλέα κούρην ἂψ ἀπονάσωσιν, πρὸς δὲ καὶ ἀγλαὰ δῶρα πόρωσι». Καὶ ὅρα ὅπως τε φιλότιμος ὁ Ἀχιλλεὺς καὶ οἷον τὸ κατʼ ἀνθρώπους εὐμετάβολον καὶ παλίμβουλον. ὁ γὰρ ἐν τῇ πρεσβείᾳ τὰ μυρία δῶρα ἐξαθερίζων νῦν ἐφίεται ἁπλῶς ἀγλαὰ δῶρα σχεῖν. ἀλλὰ τοῦτο μὲν αἰτία ἐστὶ καὶ κατασκευὴ τῆς τοῦ «πείθεο» καὶ τῶν ἑξῆς ἀξιώσεως καὶ σκοπὸς καί, ὡς ὁ ποιητὴς ἔφη, τέλος. Ἡ δὲ ὅλη ἀξίωσις τοιαύτη «ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι», ἤγουν σοί, «δῴη κῦδος ἀρέσθαι θεός, μὴ σύ γε ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις. μηδʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι Τρῶας ἐναιρόμενος ποτὶ Ἴλιον ἡγεμονεύειν, μή τις ἀπʼ Οὐλύμποιο θεῶν ἐμβῄη. μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων. ἀλλὰ πάλιν τρωπᾶσθαι», ἢ παλιντροπάασθαι, «ἐπὴν φάος ἐν νήεσσι θείης, τούσδε δʼ ἐᾶν πεδίον κάτα δηριάασθαι». Καὶ ὅρα ὅπως κατὰ ἰδέαν περιβολῆς ὁ ποιητής, ὡς ἐρρέθη, προέταξε μὲν κἀνταῦθα τὴν τῆς ἀξιώσεως αἰτίαν, ἐπήγαγε δὲ τὸ αἰτιατόν. καὶ ἐχρῆν ποιῆσαι οὕτως. Ἔνθα γὰρ βαρὺ δόξοι ἂν τὸ ἀξιούμενον, δεῖ προκατασχεῖν τῇ τῆς αἰτίας ἐκθέσει, ὡς ἂν ἡ ἀξίωσις εὐπαράδεκτος ᾖ, καθὰ καὶ ἐνταῦθα τοῦ Πατρόκλου, ὡς εἰκός, ὀκνοῦντος τό, ἐν οἷς νικᾷ, πάλιν τραπέσθαι, προλαβὼν λέγει Ἀχιλλεὺς ὡς οὕτω ποιήσας, καὶ κυδανεῖς ἄν με καὶ ἀγλαὰ δῶρα προσπορίσῃς, ὥσπερ αὖ ἐκ τοῦ ἐναντίου μὴ ποιήσας οὕτως ἀτιμότερόν τέ με θήσεις, ὡς μόνος αὐτὸς ἀνύσας τὸ πᾶν δίχα ἐμοῦ, καὶ ζημιώσεις δὲ δηλαδή. τί δὲ ποιήσεις; μὴ ἀπάνευθεν ἐμοῦ πολέμιζε καὶ τὰ ἑξῆς. ὅτι δὲ ὀκνηρῶς ὑπακούσοι ἂν ὁ Πάτροκλος, ὃ καὶ Ἀχιλλεὺς ὑποπτεῦσαι δοκεῖ, δηλώσει τὰ ἐφεξῆς. Ἐν οἷς σημείωσαι καὶ ὅτι, ἐπεὶ ἀγαθὴ ἑταίρου παραίφασις καὶ αὕτη, ὁ δὲ Πάτροκλος οὐ πείσεται, πείσεται τρόπον ἄλλον ἅπερ ἱστορήσει Ὅμηρος, καθάπερ καὶ Ἀχιλλεὺς ἀγαθῷ ἑταίρῳ τῷ διδασκάλῳ Φοίνικι μὴ πεισθεὶς ἔπαθε μέγα κακὸν τὴν τοῦ Πατρόκλου στέρησιν, ἣν οὐκ ἂν πέπονθεν, εἴπερ ἐν ταῖς λιταῖς πεισθεὶς εἶτα ἐμάχετο. Ἰστέον δὲ ὅτι τὸ «τιμὴν ἄρηαι» ἔοικέ πως τῷ «τιμὴν ἀρνύμενοι». Τὸ δὲ «πρὸς πάντων Δαναῶν» ἑρμηνευτικόν ἐστι τοῦ «τιμὴν μεγάλην». τιμὴ μὲν γὰρ ἁπλῶς ἡ πρὸς Δαναῶν, μεγάλη δὲ ἡ πρὸς πάντων. ταὐτὸν δὲ καὶ ἐνταῦθα τιμὴ καὶ κῦδος. διὸ κατωτέρω ἀρκεῖται εἰπὼν «κῦδος ἀρέσθαι». Οὕτω δὲ ταὐτίζονται <!-- 3.811 -->τῇ σημασίᾳ καὶ τὸ «πολέμῳ» καὶ «δηϊοτῆτι». Τὸ δὲ «ἀπονάσσωσι κούρην» ἀντὶ τοῦ ἀποστρέψωσιν, ὡς ἐκ τοῦ νῶ, οὗ ἐντελὲς καὶ τὸ νέω, ἐξ οὗ ὁ νόστος. ποιητικὴ δὲ ἡ λέξις. ὅθεν καὶ ἐπὶ μετοικίας τὸ νάσασθαι καὶ ἀπονάσασθαι καὶ ὁ μετανάστης. Ἐν δὲ τῷ «ἀγλαὰ δῶρα πόρωσιν» ὑπέρχεται τὸν Ἀχιλλέα ἤδη εὐλάβεια, μήποτε ὡς ἐν ταῖς Λιταῖς ὁ Μελέαγρος, οὕτω καὶ αὐτὸς βοηθηθέντων αὐτομάτως τῶν πρεσβευσάντων μείνῃ ἀδώρητος. Ἐν δὲ τῷ «ἐκ νηῶν ἐλάσας», ὅ ἐστι τῶν νηῶν ἐξελάσας, σιγᾷ τὸ τίνας ἐξελάσας διὰ κατέπειξιν. Προϊὼν δὲ λέγει αὐτὸ ἐν τῷ «Τρῶας ἐναιρόμενος». Ἔνθα καὶ ὅρα τὸ «ἐναιρόμενος» παθητικῶς λεχθέν. εἰ μέντοι τὸ «ἐκ νηῶν ἐλάσας» ἀντὶ τοῦ ἐκδραμὼν καὶ διϊππεύσας νοήσει τις, τότε ἀνελλιπὴς ἡ φράσις ἔσται. Τὸ δὲ «δῴη» ἔκτασιν ἔπαθεν ἐκ τοῦ δοίη, καθὰ καὶ τὸ ἁλῴη ἐκ τοῦ ἁλοίη, οἷον «τῶν ἄστυ ἁλῴη». Τὸ δὲ «Τρωσὶ φιλοπτολέμοισι» πρὸς ἐκφόβησιν εἶπεν, ὡς ἂν συστελεῖ εὐλαβηθέντα τὸν Πάτροκλον. ἔχει δέ τι καὶ προαναφωνητικὸν, ὡς τοῦ Πατρόκλου τοιούτοις ἐγκύρσοντος, ὧν οὐκ ἂν ἀπαλλαγείη ἀπόνως. Τὸ δὲ «ἀτιμότερον δέ με θήσεις» ἢ ἀντὶ ἁπλοῦ κεῖται τοῦ ἄτιμον, ἢ βαρυνομένου ἤθους ἐστίν, ὡς καὶ νῦν μὲν ἀτίμου τοῦ Ἀχιλλέως ὄντος, ὁποῖα καί τινος ἀτιμήτου μετανάστου, τότε δὲ ἀτιμοτέρου ἐσομένου. Ἔχει δὲ ὁ λόγος οὗτος καὶ ἀνάμνησιν τῆς ἀξιώσεως. τὸ γὰρ «μὴ ἀτιμότερόν με θήσεις» ὅμοιον τῷ «ὡς ἄν μοι τιμὴν μεγάλην ἄροιο». Ἔνθα ὅρα καὶ τὸ «θήσεις» κοινῶς ῥηθὲν διὰ σαφήνειαν. ἄλλως γὰρ θήσειν ὤφειλε γραφῆναι ἀκολούθως τῷ λιλαίεσθαι, ἤγουν λιλαίου. Τὸ δὲ «ἐπαγαλλόμενος πολέμῳ» τὴν ἡδονὴν ἐμφαίνει τῶν ἀριστέων, ἣν πάσχουσι νικῶντες τήν, ὡς αὐτοὶ ἂν τότε εἴποιεν, χάρμην, ὡς δηλοῖ καὶ τὸ «οἶδα δʼ ἐγὼν ἐνὶ σταδίῃ μέλπεσθαι Ἄρηϊ». τὸ δʼ αὐτὸ καὶ τὸν Ἰδομενέα ὀρχηστήν που ἀκοῦσαι ποιεῖ. ἔοικε γὰρ καὶ ἐκεῖνος ἐν τῷ νικᾶν ἐπορχεῖσθαι σκιρτῶν. καὶ τὰ φθάσαντα δὲ δηλωθῆναι ἡρωϊκὰ σκώμματα ἡ νίκη κατὰ τῶν πιπτόντων ἡδέως ὑπηγόρευε <!-- 3.812 -->λέγεσθαι. Τὸ δὲ «ἐμβῄη» οὐ μακρὰν μέν ἐστι τοῦ ἐμπέσῃ, ὃ πρὸ μικροῦ ἐρρέθη, δηλοῖ δὲ μάλιστα τὸ ἐνάλλεσθαι, ὡς δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «καὶ προσεπεμβῆναί σε χρή». Ἐσχημάτισται δὲ τὸ «ἐμβῄη» κατὰ τὸ «στῄη ἐπʼ ὠκυρόῳ ποταμῷ», καὶ «φῄη ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ». οὕτω δὲ κατωτέρω ἐν παλαιοῖς ἀντιγράφοις καὶ τὸ «φάος ἐν νήεσσι θῄης». Ἐν τούτοις δὲ προέκθεσίς ἐστιν ἀναφωνοῦσα ὅπερ ὁ Πάτροκλος πείσεται, ὃν ὁ Ἀπόλλων μάλιστα βλάψει. ταῦτα δὲ καὶ ἐξαίρων τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς ἔφη, ὡς ἀνδρὸς μὲν οὐκ ἐμβησομένου αὐτῷ, Ἀπόλλωνος δὲ ἴσως, ὃς μάλα, ὡς ἐρρέθη, τοὺς Τρῶας φιλεῖ. Τὸ δὲ «πάλιν τρωπᾶσθαι» ἡ ἀρχή ἐστι τοῦ παλίντροπος, ἀφʼ οὗ τῷ ο μικρῷ παραληγομένου γίνεται τὸ παλιντροπάασθαι, γραφὴν ὁμοίαν ἔχον καὶ αὐτὸ καὶ οὐ μεγεθυνόμενον κατὰ τὴν ἀκολουθίαν τοῦ τρωπᾶσθαι, ὅπερ διὰ τοῦ ω μεγάλου γράφεται ἀναλόγως τῷ στρωφῶ, νωμῶ, τρωχῶ καὶ τοῖς ὁμοίοις. Ὅτι δὲ καὶ ἐν τούτοις φῶς τὴν νίκην ὁ ποιητὴς ἔφη, καὶ ὅτι ἀστείως ἐρρέθη τὸ «φάος ἐν νήεσσι θείης», πρὸ ὀλίγων δεδήλωται. Ὅτι τὸ «αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, μήτε τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι, μήτε τις Ἀργείων, νῶϊ δέ», ἤγουν ἡμεῖς, ἐγὼ δηλαδὴ ὁ Ἀχιλλεὺς καὶ σὺ ὁ Πάτροκλος, «ἐκδῦμεν ὄλεθρον, ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν» ἢ διʼ ὑπερβολὴν ἀγανακτήσεως ὁ Ἀχιλλεὺς ἀρᾶται. μισεῖ γὰρ τοὺς μὲν Τρῶας ὡς πολεμίους, τοὺς δὲ Ἀχαιοὺς ὡς παριδόντας αὐτὸν ὑβριζόμενον. Καὶ δοκεῖ κατὰ τοὺς παλαιοὺς ὁ Ἀχιλλεὺς μᾶλλον κήδεσθαι μὴ αἱ νῆες πυρὸς αἰθομένοιο ἐμπρησθῶσιν, ὡς αὐτὸς ἔφη, ἤπερ μὴ πάθωσί <!-- 3.813 -->τι Ἀχαιοί. Ἔνθα καὶ ὅρα μεγίστην φιλικῆς χάριτος αὔξησιν, εἴγε διὰ Πάτροκλον σώσει τοὺς Ἀχαιούς, οὓς νῦν εὔχεται ἀπολέσθαι. Ἤγουν, ὡς ἐρρέθη, ἀγανακτῶν ὑπερβαλλόντως τοιαῦτά φησιν Ἀχιλλεύς, ἢ καὶ ἄλλως, ἀφελῶς λαλῶν, ὁποῖα τὰ τῶν φίλων. ἐν γὰρ ὁμιλίαις φιλικαῖς πολλὰ πρὸς ἀφέλειαν λαλοῦνται. Διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο εἰπὼν «ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον», ὡς ἐν ὁμίλῳ καὶ ἀγορᾷ μὴ ἂν αὐτῶν λαλησόντων ἃ πρὸς ἀλλήλους φασίν. Τινὲς μέντοι τῶν παλαιῶν ταῦτα μὴ συνιδόντες ἐκβάλλουσι τοὺς στίχους τῶν ἀρῶν τούτων παντελῶς διά τε ἄλλα καὶ διὰ τὸ ὑπερβολικόν, φασί, καὶ παιδαριῶδες τῆς εὐχῆς καὶ τὸ ἀδύνατον καὶ τὸ τοῦ ἤθους φθονερόν. τὰ δὲ ῥηθέντα πᾶς τις ἂν μικροψυχῶν ἀράσηται παροιμιωδῶς κατὰ ἐχθρῶν παραφράσας ἢ καὶ παρῳδήσας τὰ Ὁμηρικά. Ἰστέον δὲ ὅτι καὶ ὁ Διομήδης ἀλλαχοῦ ἑαυτῷ καὶ τῷ Σθενέλῳ ἐθάρρησεν ἑλεῖν τὴν Τροίαν, οὐ μόνον σεμνῶς, ἀλλὰ καὶ ἀνθρωπικώτερον. Ὅρα δὲ ὡς καὶ τὸν Ἀπόλλωνα οἰκειοῦνται οἱ Ἕλληνες, καθὰ καὶ τὸν Δία ἐν εὐχαῖς καὶ τὴν Ἀθηνᾶν, διὰ τὸ εἴς τινα μοῖραν ἀλληγορεῖσθαι, εἰ καὶ ἄλλως ὁ μῦθος αὐτὸν εἰς ἀμύντορα τοῖς Τρωσὶν ἀποκληροῖ. Τὸ δὲ «ὅσσοι ἔασιν», ἤτοι ζῶσι, πρὸς ἀσφάλειαν ἐρρέθη διὰ τοὺς μωμοσκόπους. ζώντων γὰρ τὸ καὶ θνῄσκειν ἐν καιρῷ, θανόντων δὲ οὐ καθικνεῖται τοιαύτη ἀρά. Τὸ δὲ «ἐκδῦμεν ὄλεθρον» ἢ ὡς ἀπαρέμφατον ἐλλειπτικῶς κεῖται ἀντὶ τοῦ δοίητε ἐκδῦναι ἡμᾶς τὸν ὄλεθρον, ἢ συγκέκοπται ἀπὸ τοῦ ἐκδύοιμεν εὐκτικοῦ. ἄλλως γὰρ οὐ δυνατὸν εὐκτικὸν ἀπαθὲς εἶναι τοῦτο, ἵνα μὴ πρὸ συμφώνου εὑρεθείη ἡ υι δίφθογγος. Κρήδεμνα δὲ Τροίας τὰ ἄνω τοῦ τείχους, ὡς καὶ πίθου κρήδεμνον ἐν Ὀδυσσείᾳ τὸ ἐπικείμενον πῶμα. τοιαύτης δέ τινος σημασίας καὶ τὸ κάρηνα ἐν τῷ «πολίων κατέλυσε κάρηνα». προσφυέστερον μέντοι κρηδέμνοις τὸ τροπικῶς λύεσθαι, καθότι καὶ ἀντίκειται τὸ λύειν, ὥσπερ τῷ δεσμεῖν, οὕτω καὶ τῷ δέματι, ἐξ οὗ σύγκειται, τὸ κρήδεμνον, ὡς προδεδήλωται. Λύεται δὲ τεῖχος ἐκ τοῦ κατὰ τὴν οἰκοδομίαν δηλαδὴ δεσμοῦ, εἰπεῖν δὲ καὶ δέματος, ἐξ οὗ καὶ τὸ δέμειν. ὅθεν ὁ δόμος καὶ τὰ ἐξ αὐτοῦ. Ὅτι καθὰ πρὸ μικροῦ τὸν Ἕκτορα πλάσαι μέλλων ἀριστεύοντα εἰς ἄκρον ὡς καὶ νηὸς δράξασθαι προεδείνωσε τὴν μάχην <!-- 3.814 -->εἰς τοσοῦτον ὡς μηκέτι μηδὲ τὸν Αἴαντα μεῖναι βιαζόμενον βελέεσσιν, ἀλλʼ ἀναχάζεσθαι θρῆνυν ἐφʼ ἑπταπόδην, οὕτω κἀνταῦθα πρὸς αὐτῷ γενόμενος τῷ δεινῷ—τὸ δὲ ἦν τὸ καὶ ἐξαφθῆναι τὴν τοῦ Πρωτεσιλάου νῆα ἐκείνην—πρῶτα μὲν ἐκφοβεῖ τὸν Αἴαντα ἐπὶ πλείω διά τε τοῦ Διὸς καὶ τοῦ κατὰ μάχην κινδύνου καὶ καμάτου, συνεκτραχύνας καὶ τὴν φράσιν τῷ τοῦ πολέμου φρικτῷ, εἶτα καὶ οἱονεὶ ἀφοπλίσας τὸν ἥρωα τῇ κολοβώσει τοῦ δόρατος ἀνύει πιθανῶς ὃ θέλει, τὸν κρείττω τοῦτον μετʼ Ἀχιλλέα καὶ κορυφαῖον ἥρωα μεταστήσας τῆς ναυμαχίας. Καὶ ὅρα ἐνταῦθα μάλιστα τὸ χρήσιμον τοῦ πλαστοῦ τείχους καὶ τῶν σκολόπων καὶ τῆς τάφρου. εἰ γὰρ μὴ πολλὰ μογήσαντες οἱ Τρῶες ὡς ἐν ἐκείνοις κεκμηκότες ἄρτι πρὸς ταῖς ναυσὶν ἀκμῆτες ἐμάχοντο, ἐκώλυεν ἂν οὐδὲν ἀπολέσθαι τὰ πάντα τοῖς Ἀχαιοῖς. ὥστε τοιαῦτα προμελετῶν ὁ ποιητὴς τὴν σκευωρίαν τοῦ τείχους ἐμεθώδευσεν. ἀλλὰ τοῦτο μὲν παραπεσὸν ἐπὶ τοσοῦτον εἰρήσθω. Ἃ δὲ ὁ Αἴας πάσχει ἐνταῦθα, οὕτω φράζει Ὅμηρος «Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε, βιάζετο γὰρ βελέεσσιν». ὃ δὴ καὶ πρὸ ὀλίγου μὲν ἐρρέθη, καὶ μετʼ οὐ πολλὰ δὲ ἐν ὀλιγίστῳ εἰρήσεται ἐν τῷ «χάζετο δʼ ἐκ βελέων». Εἶτα ἑρμηνεύων κατὰ διασκευὴν ἐκφραστικῶς τὴν βίαν φησὶ «δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ βάλλοντες. δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ κὰπ φάλαρʼ εὐποίητα». καὶ ταῦτα μὲν τὰ τοῦ πολέμου κακά. Ὁ δὲ καὶ ἄλλως δεινὰ πάσχων «ἀριστερὸν ὦμον ἔκαμνεν ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον». τοῦτο δὲ γίνεται, ἐπεὶ οὐκ ἦν ὁ διαδεχόμενος αὐτὸ πρὸς ἀνάπαυσιν τοῦ ἥρωος. «Αἰεὶ δὲ ἀργαλέῳ ἔχετο ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν ἀμπνεῦσαι, πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο». ὃ δὴ ἐπιφωνηματική ἐστι κλεὶς τοῦ ὅλου νοήματος, δηλοῦσα, ὅτι ὡσείπερ κῦμα ἐπὶ κύματι, οὕτω καὶ κακὸν ἐπὶ κακῷ, οὐκ ἔνθα ὁ Αἴας ἦν, ἀλλὰ πανταχοῦ τῶν νηῶν, μονίμως εἶχε καὶ σταθερῶς, οὐ συμβαῖνον ἁπλῶς ἀλλὰ ἐρειδόμενον. Διὸ καὶ κεῖται ἐν τοῖς ῥηθεῖσι τὸ «οὐδὲ δύναντο Τρῶες ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσι». ταὐτὸν γὰρ ἐρείδειν καὶ στηρίζειν. Ἰστέον δὲ ὅτι, ὥσπερ πρὸ τούτων ἐνήργει ὁ τοῦ Διὸς νόος, οὕτω καὶ νῦν ὁ αὐτὸς δαμνᾷ τὸν Αἴαντα. Ὅρα δὲ καὶ τὰ τοῦ ἔχειν ῥήματα πλεονάκις ἐνταῦθα ῥηθέντα, οἷον «πήληξ βαλλομένη καναχὴν <!-- 3.815 -->ἔχε», ὃ περίφρασίς ἐστι τοῦ κανάχιζε, καὶ «ἔμπεδον αἰὲν ἔχων σάκος», καὶ «ἀργαλέῳ ἔχετο ἄσθματι», καὶ «οὐδέ πῃ εἶχεν ἀμπνεῦσαι». Τὸ δὲ «κὰπ φάλαρα», εἰ καὶ ἐχρῆν ἀντὶ τοῦ πι τὸ τ ἔχειν, ἵνα ἦν κὰτ φάλαρα, ἀλλʼ ἐπεὶ ἡ κατα πρόθεσις, ὅτε συγκοπῇ, συνεξομοιοῖ τὸ τ τῷ συγκειμένῳ συμφώνῳ, ὤφειλεν ἄλλως εἶναι κὰφ φάλαρα διὰ τὸ ἐπαγόμενον φ. ἐπεὶ δὲ αὖθις, ὡς καὶ τοῦτο ἐκανονίσθη ἐν τοῖς πρὸ τούτων, οὐδέποτε λέξις Ἑλληνικὴ διπλάζει τὰ δασέα δίχα τοῦ κατὰ Ῥωμαίους ὀφφικίου, μετεβλήθη τὸ ἀπὸ πάθους τῆς προθέσεως φ εἰς τὸ ἀντίστοιχον πῖ. οὕτω καὶ τὸ ἀπφύς παρὰ Θεοκρίτῳ, διʼ οὗ σημαίνεται πατήρ, ὀφείλει μὲν διὰ τῶν δύο γράφεσθαι φ, ἀπφὺς γὰρ ἀφʼ οὗ φύεταί τις. τὸ δὲ Ἑλληνικὸν ἔθος τροπὴν ὁμοίαν ἐποίησε καὶ ἐκεῖ. Φάλαρα δὲ καὶ νῦν οἱ λεγόμενοι φάλοι παρὰ τὸ φάλιον, τὸ λευκόν, ἢ παρὰ τὸ φάειν ἅλις. παρὰ δὲ τοῖς ὕστερον φάλαρα καὶ κόσμος ἵππου προμετωπίδιος. οὗ χρῆσις πολλαχοῦ καὶ διὰ τοῦ ἦτα. φάληρα γάρ. οὕτω δὲ καὶ τὰ ἐνταῦθα φάλαρα, ὡς δῆλον ἐκ τοῦ τετραφάληρος, οὗ ἐτυμολογία τὸ φάλοις ἀρηρέναι. Ἔμπεδον δὲ ἐν τοῖς ῥηθεῖσιν οὐ τὸ ἐν πέδῳ, τουτέστιν ἐν γῇ, ὡς ἡ κυριολεξία ἐθέλει, ἀλλʼ ἁπλῶς κατὰ τροπὴν ἀντὶ τοῦ στερρῶς κατὰ ἔννοιαν ἐπιρρηματικήν. Τὸ δὲ «αἰόλον σάκος» συμβάλλεταί τι καὶ αὐτὸ εἰς βάρος καὶ εἰς τὸ διʼ αὐτοῦ κάμνειν τὸν ἥρωα, εἴπερ ἀπὸ στερεῶν ὑλῶν τὴν ποικιλίαν εἶχε. Τὸ δὲ «ἀμφʼ αὐτῷ» μετὰ τοῦ «ἐρείδοντες» συντακτέον, ἵνα δηλοῖ τὸ πέριξ αὐτοῦ ἐρείδοντες βέλη, ὃ βελέεσσιν ἔφη διὰ τὸ καινότερον. Δύναται δὲ καὶ ἄλλως νοηθῆναι οὕτως· οὐδὲ δύναντο πελεμίξαι βέλεσι τὸν Αἴαντα, ἐρείδοντες ἀμφʼ αὐτῷ βέλη, δηλαδὴ τὰ εἰρημένα. καὶ ἄλλως δέ, οὐκ ἠδύναντο μετακινῆσαι βέλεσιν, ἐρείδοντες ἀμφʼ αὐτῷ, ἤγουν κύκλῳ αὐτοῦ ἀνθιστάμενοι. Ἐρείδειν <!-- 3.816 -->γὰρ πολλαχοῦ ἀπολύτως τὸ πρὸς ἔριν ἀντιβαίνειν ὡς ἀπὸ τοῦ ἔρω, ἐξ οὗ καὶ τὸ ἐρέθω καὶ τὸ ἐρίζω καὶ τὸ ἐρείδω. Τὸ δὲ πελεμίζειν ὅτι τὸ μετακινεῖν δηλοῖ καὶ ὡς ἐξ αὐτοῦ παρῆκται κατά τινας καὶ ὁ πόλεμος, καὶ ἀλλαχοῦ δηλοῦται. Ὅρα δʼ ἐν τοῖς εἰρημένοις καὶ ὅτι οὐκ εἶπε ῥητῶς, ὡς ἔφυγεν ὁ Αἴας, ἀλλὰ σεμνῶς ἔφη «Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνεν». Εἶτα καὶ ἐπὶ πλέον σεμνύνων τὸν ἥρωα τῷ αἰτίῳ τοῦ μὴ μένειν ἐπήγαγε «δάμνα μιν Ζηνός τε νόος» καὶ ἑξῆς. Ἰστέον δὲ καὶ ὅτι τὸ «δάμνα μιν θεοῦ τε νόος καὶ οἱ δεῖνα ἀγαυοί» προσαρμόσει παντὶ ὑπὸ πολλῶν κοινῶς κινδυνεύοντι. Τὸ δὲ «αἰεὶ δʼ ἀργαλέῳ εἴχετο ἄσθματι» καὶ ἑξῆς, ἁρμόζει τῷ λίαν κοπιῶντι. Ἔστι δὲ ἀργαλέον ἆσθμα τὸ ἀλγεινὸν καὶ δύσεργον καὶ μὴ κατὰ φύσιν εἰσοδεῦον καὶ ἐξοδεῦον. ἐνταῦθα δὲ τὸ «ἔχετʼ ἄσθματι» ἔχει τι ἀστειότητος διὰ τὴν πρὸς τὸ ἔχειν ἀντίθεσιν. ἔχει μὲν γὰρ σάκος ὁ Αἴας, ἔχεται δὲ ὑπὸ ἄσθματος. Τὸ δὲ «ἱδρὼς πολὺς ἔρρεε» βοηθεῖται μὲν καὶ ὑπὸ τοῦ κατὰ τὸν Αἴαντα πολλοῦ μεγέθους, συγκροτεῖται δὲ καὶ διὰ τοῦ «πάντοθεν ἐκ μελέων». Τὸ δὲ «οὐδέ πῃ εἶχεν ἀμπνεῦσαι» τὴν ἀργαλεότητα ἑρμηνεύει τοῦ ἄσθματος. Τὸ δὲ «ἐστήρικτο πάντῃ κακὸν κακῷ» καιρίως πάνυ πέφρασται καὶ ὡς οὐκ ἄν τις ἐρεῖ κάλλιον, δηλοῦν τὸ πανταχοῦ στερρῶς ἐφεστάναι κακὰ πυκνὰ τοῖς Ἀχαιοῖς ὡς οἷον ἀσφαλῶς πεπηγότα. Ὅτι ὡς καινισθησομένου μεγάλου τινὸς πράγματος, τοῦ νῆα δηλαδὴ Ἑλληνικὴν ὑπὸ Ἕκτορος ἐμπρησθῆναι, ἐπικαλεῖται Ὅμηρος οὐ Μοῦσαν ἀλλὰ πάσας «ἔσπετε νῦν μοι Μοῦσαι» εἰπὼν ποιητικῷ ἔθει «ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν». Ἔνθα ὅρα τὸ «ἐνέπεσε», σύστοιχον ὂν τῷ ἐπικρατέως ἐμπεσεῖν, ὃ πρὸ ὀλίγων ἐλέχθη, καὶ τῷ «ἐν δʼ ἔπεσεν ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃ», καὶ τοῖς ὁμοίοις. Εἶτα ὡς καὶ νῦν φωνῆς ἐκ Μουσῶν ὑπηχουμένης ἀκούομεν ἀποστατικῶς ταῦτα· Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι <!-- 3.817 -->παραστὰς πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν, ἀντικρὺ δʼ ἀπάραξε. τὸ μέν, ἤγουν τοῦτο δή, «Αἴας πῆλʼ αὕτως ἐν χειρὶ κόλον δόρυ. τῆλε δʼ ἀπʼ αὐτοῦ αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα. γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε ἔργα θεῶν, ὅ ῥα», ἤγουν ὅτι δή, «πάγχυ μάχης ἐπὶ μήδεα κείρει Ζεύς, Τρώεσσι δὲ βούλετο νίκην. χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ νηῒ θοῇ, τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ». Ὅπερ σαφέστερον ἑρμηνεύων ἐπάγει «ὣς τὴν μὲν πρύμνην πῦρ ἄμφεπε». Καὶ σημείωσαι ὅτι, εἰ καὶ ἐπὶ τὸ κινδυνωδέστατον ἐνταῦθα προήχθη τῆς ὑποθέσεως ἡ περιπέτεια—τοιοῦτον γὰρ τὸ ἐγγὺς Αἴαντος τολμῆσαι στῆναι τὸν Ἕκτορα—καὶ οὐκέτι ἐλπὶς ἀναιμωτὶ διακριθῆναι τοὺς ἥρωας, ὅμως ὁ ποιητὴς οὐδέτερον ἐξ ἀμφοῖν τούτοιν τρώσειν προτίθεται, τὸν μὲν διὰ τὴν φύσει ὑπεροχήν, εἰ καὶ ὑπὸ Διός, φασί, καταστασιάζεται, τὸν δὲ Ἕκτορα διὰ τὴν Διόθεν βοήθειαν, ἀλλὰ μέσος χωρεῖ καὶ μεθιστᾷ τὸν Αἴαντα εὐσχημόνως διὰ τὴν τοῦ ναυμάχου δόρατος κολόβωσιν, καὶ οὕτω πιθανῶς ὁ τῶν ἡρώων τε κωλύεται τραυματισμός, ἐπεὶ οὔτε ὁ Αἴας ἔχει τι δρᾶν ἐκκοπέντος τοῦ δόρατος, οὔτε ὁ Ἕκτωρ ἀναχωρήσαντος Αἴαντος, καὶ ὃ δὲ θέλει ὁ Ἕκτωρ γίνεται. Ἰστέον δὲ ὅτι ἐν τοῖς ῥηθεῖσι δόρυ μὲν τὸ ξύλον ἔφη ὁ ποιητὴς τὸ καὶ πληγὲν καὶ ἀπαραχθέν, αἰχμὴν δὲ τὸν τοῦ δόρατος σίδηρον, ὃς χαμαὶ πεσὼν ἐβόμβησε καὶ κόλον ἀφῆκε δόρυ τὸ καταλειφθέν. Τὸ δὲ «ἔπληξεν ἄορι» ταὐτὸν μέν ἐστι τῷ ἔτυψε. δοκεῖ δὲ τραχυφωνότερον εἶναι τοῦτο ἐκείνου. μέγα δὲ ἄορ, ὁποῖον ἴσως τὸ ἀλλαχοῦ Θρηΐκιον. Τὸ δὲ «παρὰ καυλόν» οὐ συντακτέον μετὰ τῆς αἰχμῆς. οὐ γὰρ λέγοι ἂν αἰχμῆς καυλόν, ἀλλʼ ὑπερβατῶς ῥητέον, ὡς ἔπληξε τὸ δόρυ παρὰ καυλὸν ὄπισθεν τῆς αἰχμῆς, ἵνα εἴη κατὰ κυριολεξίαν καυλὸς δόρατος ὁ τῷ σιδήρῳ τῆς ἐπιδορατίδος ἐνιέμενος. Τοῦ δὲ «ἀπάραξεν» οὐκ ἔχει καιριωτέραν λέξιν εἰπεῖν ἐπὶ τῶν τοιούτων πληγῶν. δηλοῖ γάρ, ὡς καὶ προεδηλώθη, τὸ ἰσχυρῶς καὶ ἀθρόον ἀποκόψαι καὶ κρατερῶς, ὡς πρέπον Ἄρει, ὅ ἐστι σιδήρῳ. Ἧς δὴ πληγῆς πρὸς ἔνδειξιν ἔφη καὶ τὸ «τῆλε αἰχμὴ χαλκείη βόμβησε πεσοῦσα». Κόλον δὲ δόρυ τὸ κολοβόν, ὅθεν καὶ παρὰ τοῖς Ἴωσι κόλοι οἱ κολοβοκέρατοι κριοί. καὶ αὐτὸ δὲ τὸ κολοβός, ὡς καὶ προεδηλώθη, ἐπὶ κόλου βοὸς κυριολεκτεῖται. ἐξ οὗ καὶ σύγκειται κεκολουσμένος ὢν καὶ αὐτὸς τὰ κέρατα. ὁ δὲ τοιοῦτον δόρυ χειριζόμενος, <!-- 3.818 -->ἐκεῖνος μάτην πάλλει αὐτὸ ἐν χειρὶ κατὰ τὸν ποιητήν, οὐ μὴν ὡς ὅπλον πολεμικόν. Ἐνταῦθα δὲ τὸ «πῆλε» καὶ τὸ «τῆλε» παρακείμενα ἐν στίχῳ ἑνὶ κάλλος τι ποιοῦσι τῇ τε παρισώσει καὶ τῇ ψευδοπαρηχήσει ἀμυδρόν. Τὸ δὲ «ἔργα θεῶν» διασαφεῖται μὲν εὐθὺς ἐν τῷ «κείρεσθαι θεόθεν πάγχυ μάχης μήδεα», ἐξαιρεῖται δὲ δειλίας τὸν Αἴαντα. οὐ γὰρ τὸν Ἕκτορα ἐρρίγησεν, ἀλλὰ τὰ θεῖα ἔργα. Εἰ δὲ αὐτὸ καθʼ ὑπερβατὸν συνταχθῇ μετὰ τοῦ «γνῶ δʼ Αἴας», ἵνα ᾖ· γνῶ δʼ Αἴας ἔργα θεῶν, σῴζεται πάλιν ὁ αὐτὸς νοῦς μετὰ τῶν ἐφεξῆς, ἵνα λέγῃ, ὅτι ῥίγησεν Αἴας, ἐπεὶ μάχης μήδεα κείρει Ζεύς. Καὶ ὅρα ὅτι τε τὸ «ἔργα θεῶν», εἰ καὶ πληθυντικῶς ἐρρέθη, ὅμως εἰς ἕνα μόνον τὸν Δία κατʼ ἐξοχὴν αὐτὰ συνέκλεισε, καὶ τὸ «κείρει» ἀστείως λεχθέν. τὸ γὰρ ἀποκοπῆναι τὸ δόρυ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸν κατὰ μοῖραν Δία κεῖραι τὰ τῆς μάχης μήδεα, ὧν ἕν ἐστι καὶ τὸ ναύμαχον δόρυ. Ἔστι δʼ ἐνταῦθα καί τι λεληθότως ἀντιθετικὸν νόημα. κείρεται γὰρ μάχης μήδεα, τουτέστι βουλεύματα, ἵνα ὁ Ζεὺς οἰκεῖον σχοίη ἀνύσειν βούλευμα, ὃς Τρώεσσί, φησί, βούλετο νίκην. Τὸ δὲ μάχης μήδεα κείρεσθαι δύναταί ποτε ἀστείως ἁρμόσαι καί τινι ἐπιβούλως εὐνουχιζομένῳ διὰ κινδύνου φόβον. ἐπεὶ μήδεα οὐ τὰ βουλεύματα μόνον ἀλλὰ καὶ τὰ τῶν ἀρρένων αἰδοῖα, τὰ καὶ μέζεα καθʼ Ἡσίοδον. Εἴη δʼ ἂν προσφυὲς τῷ πατραλοίᾳ Διῒ προσριφῆναι ὡς ἐν σχεδιασμῷ αὐτομάτως τὸ κείρειν μήδεα μάχης ὡς οἷα τεχνίτῃ τοῦ κείρειν μήδεα, ἐπεὶ καὶ τὰ τοῦ πατρὸς Κρόνου δρεπάνῃ ἀπήραξε. Τὸ δὲ «χάζετο ἐκ βελέων», ὃ μετὰ τοῦ «οἳ δʼ ἔμβαλον πῦρ» παρήχησίν τινα ποιεῖ, ἐκφανῶς μὲν δηλοῖ φυγὴν Αἴαντος, μᾶλλον ἤπερ τὸ «Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνεν», ἔχει δέ τι ὅμως καὶ αὐτὸ σεμνότητος ἐν τῷ «ἐκ βελέων». οὐ γὰρ ἄνδρας ἔφευγεν, ἀλλὰ βελῶν ἐπίχυσιν, οἷς ἐβιάζετο. ἔστι δὲ αὐτὸ γοργὴ συναίρεσις τοῦ «οὐκ ἔτʼ ἔμιμνε, βιάζετο γὰρ βελέεσσιν». ἐκεῖνο γὰρ περιπέφρασται. Τὸ δὲ «ἀσβέστη» ἀπὸ τοῦ ἄσβεστος παρῆκται καθʼ ὁμοιότητα τοῦ ἀρίγνωτος ἀριγνώτη καὶ εὐποίητος εὐποιήτη. ταὐτὸν δὲ πάντως ἀκάματον πῦρ εἰπεῖν καὶ ἀσβέστην φλόγα. Δῆλον δὲ ὅτι <!-- 3.819 -->πῦρ καθόλου ἀκάματον τὸ ἀναπτόμενον διʼ ὑποκειμένης ὕλης, ἧς ἐπιλειπούσης κάμνει, ὅ ἐστι τρόπον τινὰ θνῄσκει. τὸ δʼ ὅμοιον νοητέον καὶ ἐπὶ ἀσβέστης φλογός. Τὸ δὲ «κέχυτο» καιριώτατα λεχθὲν τὴν ῥᾳδίαν δηλοῖ ἐκφλόγωσιν τῆς νηός. Ἰστέον δὲ ὅτι φλὸξ παρὰ τοῖς παλαιοῖς καί τι ἄνθους εἶδος. Ἀθήναιος οὖν ἐκ τῶν Θεοφράστου παράγει ἄνθη στεφανωτικὰ καὶ τάδε· ἴον, Διὸς ἄνθος, ἴφυον, φλόγα, ἡμεροκαλλές, λεγόμενον, φασίν, οὕτω, ἐπειδὴ νυκτὸς φυὲν ἅμα ἡλίῳ ἀνιόντι θάλλει. Ὅτι πάνυ θαυμασίως ὁ ποιητὴς τὴν τοῖς Ἀχαιοῖς πανωλεθρίαν ἐπαρασάμενον Ἀχιλλέα πλάττει, ὅτε πῦρ εἶδεν ἀμφέπον, ὡς ἐρρέθη, νῆα, μηρούς τε πληξάμενον, ταὐτὸν δʼ εἰπεῖν πλήξαντα, καὶ ἐποτρύνοντα τὸν Πάτροκλον εἰς μάχην, ἐν τῷ εἰπεῖν οὕτω γοργῶς διὰ καιροῦ κατέπειξιν «ὄρσεο διογενὲς Πατρόκλεις ἱπποκέλευθε, λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἐρωήν. μὴ δὴ νῆας ἕλωσι καὶ οὐκ ἔτι φυκτὰ πέλωνται. δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω». Ἐν τούτοις δὲ τὸ «οὐκ ἔτι φυκτὰ πέλωνται» καὶ παροιμιῶδές ἐστι, λεγόμενον ἐπὶ μεγάλῳ κακῷ. Διττὴν δὲ τὸ Ὁμηρικὸν τοῦτο κόμμα ἔννοιαν προβάλλεται. ἢ γὰρ προμηθούμενος τῶν Ἀχαιῶν ὁ φίλοικτος ἥρως, εἰ καὶ πρῴην αὐτοὺς ἐμίσει, λέγει ὡς, εἴγε καυθῶσιν αἱ νῆες, οὐκέτι αὐτοῖς ἔσται φυγεῖν. πῶς γὰρ πεζοὶ διὰ θαλάσσης φευξοῦνται; ἢ καὶ περὶ ἑαυτῷ καὶ τοῖς Μυρμιδόσι δέδοικεν ἤδη. οὐδὲ γὰρ αὐτοὶ ἐμπλατυναμένου τοῦ πυρὸς καὶ κατανεμησαμένου τὰς ὑπʼ αὐτοῖς νῆας τόπον φυγῆς ἕξουσιν, ἀλλὰ δηλαδὴ μενοῦσι καὶ μαχοῦνται τυφλαῖς ἐλπίσι φερόμενοι, ὧν τὸ πέρας ἄδηλον. Ὅρα δὲ ὅπως, ὅπερ λόγοι πάνυ πολλοὶ οὐκ ἴσχυσαν ἀνῦσαι παρὰ τῷ Ἀχιλλεῖ, θέα οἰκτρὰ ἐξετέλεσε, κινήσασα ἐκεῖνον εἰς ἔλεον, καθὰ καὶ πρὸ αὐτοῦ τὸν ἑταῖρον Πάτροκλον. καὶ τοῦτό ἐστιν, ὃ παρὰ τοῖς παλαιοῖς τοὺς ἐπιλογικοὺς πραγματικοὺς οἴκτους ἐποίησεν, ἐν οἷς οἱ ἀκροαταὶ θεωροῦντες τοὺς οἰκτιζομένους πλεῖόν τι ἔπασχον τὴν ψυχὴν ἤπερ ὅτε τῶν ῥητορικῶν δικαιολογιῶν ἤκουον. Καιρίως γὰρ ἔχει παρὰ τῇ Τραγῳδίᾳ τὸ «τῶν δὲ πραχθέντων τὰ μὲν ἄλγιστʼ ἄπεστιν, ἡ γὰρ ὄψις οὐ πάρα», ἤγουν οὐ πάρεστιν. Ἰστέον δὲ ὅτι τὸ «ἱπποκέλευθε» ὡς σεμνότερον τοῦ ἱππικέ καὶ τοῦ ἡνιοχικέ ὁ Ἀχιλλεὺς ἐπελέξατο εἰς ἔπαινον τοῦ ἑταίρου οἷα καὶ δηλοῦν ἀμφότερα. Εἴη δʼ ἂν ἱπποκέλευθος κυριολεκτικῶς ὁ πεζῇ βαδίζειν ὀκνῶν, τὰ πλείω δὲ ἀναβάλλων ἑαυτὸν εἰς τὸ ἔφιππος προϊέναι. ὃ <!-- 3.820 -->δὴ νόμος ἦν Πέρσαις, ἐπὰν ἔμαθον λυσιτελέστερον αὐτοῖς εἶναι τὸ μεθʼ ἵππων πολεμεῖν ἤπερ πεζομαχεῖν. Τοῦ δὲ «δύσεο» ἐνεστὼς δύσω, ἀναδραμὼν ἐκ μέλλοντος εἰς θέμα τὸ δύσω δύσομαι ἐδυσόμην ἐδύσου. τοιοῦτον δὲ σὺν ἄλλοις καὶ τὸ ἐβησόμην ἐβήσετο, ἐξ ἐνεστῶτος τοῦ βήσω, οἷς ἓν ἀποκεκλήρωται σίγμα πρὸς ἀκολουθίαν τοῦ πατρὸς μέλλοντος. Ἔτι ἰστέον καὶ ὅτι ἅμα ἤκουσε Πάτροκλος «δύσεο τεύχεα θᾶσσον» καὶ εὐθὺς ὁπλίζεται, καὶ ὅτι ἡ διασκευὴ τῆς τοῦ Πατρόκλου ὁπλίσεως οὐδέν τι παρεξηλλαγμένον ἔχει, ὧν παρʼ ἑτέροις ἔγνωμεν, ἀλλʼ ἀναπαύεται τοῦ κατὰ τὴν φράσιν καμάτου ὁ ποιητής, ταὐτολογήσας κἀνταῦθα τὰ ἑτέρωθι φρασθέντα καλῶς. καὶ ὅτι οὐδὲ τὰ τοῦ Ἀχιλλέως ὅπλα, οἷς ὁ Πάτροκλος ἄρτι ἐλλάμπεται, ὡς ἐχρῆν σεμνολογεῖ, ἀλλʼ ἠρέμα καλὰς εἰπὼν κνημῖδας, θώρακα ποικίλον, ἀστερόεντα, ξίφος ἀργυρόηλον, σάκος μέγα τε στιβαρόν τε, καὶ κυνέην εὔτυκτον ἵππουριν, ἧς δεινὸν λόφος καθύπερθεν ἔνευε. τὸ μέντοι ἔγχος τοῦ Ἀχιλλέως, ὅπερ οὐχʼ εἵλετο Πάτροκλος, εἰς πλέον σεμνολογήσει ἐν τοῖς ἐφεξῆς. οὐκ ἐνδιατρίβει δὲ ἄρτι τοῖς τοῦ Ἀχιλλέως ὅπλοις ὁ ποιητής, οἷα τὴν τοιαύτην ῥητορείαν τοῖς εἰσέπειτα ἡφαιστοτεύκτοις ταμιευόμενος, ὅτε καὶ μάχης ἄδεια τοῖς τε Ἀχαιοῖς καὶ τῇ κατʼ αὐτὸν Μούσῃ. Ὅρα δὲ τὸ «ἀστερόεντα» ἐπὶ θώρακος. οὐρανὸς μὲν γὰρ ἄλλως ἀστερόεις, ὡς ἄστρα ἔχων, θώραξ δὲ ἑτέρως, ὡς ἄστρῳ ἐοικώς. Ἐν τούτοις δὲ ἔστι σαφῶς γνῶναι καὶ τί νοεῖ τὸ δούρατα παλάμαις ἀρηρότα. Πάτροκλος γὰρ «εἵλετο ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει», ἀντὶ ἑνὸς ὃ περίεστι τῷ Ἀχιλλεῖ. αὐτὸ γὰρ παχὺ ὂν καὶ τῷ τηλικούτῳ Ἀχιλλεῖ ἁρμόττον οὐκ ἦν προσαρηρέναι τῇ χειρὶ τοῦ Πατρόκλου, οἷα μηδὲ χωρούμενον ἐν αὐτῇ. θώραξ μέντοι ἄλλως προσαρηρέναι τινὶ λέγεται φοροῦντι, οὐ μὴν κρατοῦντι. Ὅτι Πάτροκλος ἔγχος οὐχʼ εἵλετο μόνον, ὡς ἐρρέθη, τὸ τοῦ Ἀχιλλέως, ὃ βριθὺ μέγα στιβαρὸν ἱστορήσας ὁ ποιητής, καθά που καὶ τὸ τῆς Ἀθηνᾶς διεγράψατο, ἐπάγει «τὸ μὲν οὐ δύνατο ἄλλος Ἀχαιῶν πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς Πηλιάδα μελίην. τὴν πατρὶ φίλῳ», δηλαδὴ τῷ Πηλεῖ, «πόρε Χείρων Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσι». Φασὶ δὲ οἱ παλαιοὶ ὡς Πηλεὺς μὲν παρὰ Χείρωνος ἔμαθε πάλλειν τὸ ῥηθὲν δόρυ, Ἀχιλλεὺς δὲ αὖθις παρὰ τοῦ πατρός, αὐτὸς δὲ οὐδένα ἐδίδαξε. διὸ αὐτὸς μόνος οἶδε πάλλειν αὐτὸ καὶ οὐδεὶς ὀψίγονος ἀπώνατο οὐδὲ τῆς τοιαύτης τοῦ Ἀχιλλέως ἀρετῆς. Ἰστέον δὲ καὶ ὅτι εἴπερ εἶχεν Ὅμηρος ἐν τοῖς ἑξῆς καὶ δόρυ πλάσασθαι ἡφαιστότευκτον, ἔδωκεν ἂν κατά τινα μέθοδον <!-- 3.821 -->καὶ τὴν Πηλιάδα μελίην τῷ Πατρόκλῳ. νῦν δὲ ἐκκλίνει τὸ ἀπίθανον. οὐ γὰρ δορυξόος ἀλλὰ χαλκεὺς ὁ Ἥφαιστος. διὸ τὸ μὲν δόρυ ἀπόθετον ὁ ποιητὴς φυλάσσει τῷ Ἀχιλλεῖ παρὰ ταῖς ναυσί, τὰ δὲ λοιπὰ ὅπλα περιθέσθαι τῷ Πατρόκλῳ δίδωσιν, ἵνα σκυλευθέντος αὐτοῦ ἡ μετὰ ταῦτα ὁπλοποιΐα ἔχῃ πιθανὴν ἀφορμήν. Σκοπητέον δὲ εἰ μὴ πρὸς βλάβης γέγονε τῷ Πατρόκλῳ μὴ ἔχειν τὴν οὕτως ἐπίσημον μελίαν. εἰκὸς γὰρ ἐντεῦθεν μάλιστα ὑποπτευθῆναι αὐτόν, ὡς οὐκ ἦν Ἀχιλλεύς. Ὅρα δὲ καὶ ὅτι ἐκ τῶν ἐνταῦθα παρηχήσεων δίδωσιν ὁ ποιητὴς ἀφορμὰς τρεῖς πρὸς ἐτυμολογίαν τῆς Πηλιάδος μελίης· ἤγουν τὸ πῆλαι, «μόνος γὰρ ἠπίστατο πῆλαι», ὅ ἐστι κραδᾶναι, Ἀχιλλεύς, καὶ τὸ Πήλιον ὄρος, ὅθεν ἐτμήθη τὸ ξύλον, ἤδη δὲ καὶ τὸν πατέρα Πηλέα, οὗ δῶρον ἦν ἡ μελία. εἰ δὲ σιωπᾷ τὸ ὄνομα τοῦ Πηλέως Ὅμηρος, πατέρα μόνον εἰπών, σεμνῶς τοῦτο ποιεῖ, ἵνα μὴ κατακόρως εἰς πλέον ἐγκροαίνῃ παρηχήσεσι. Δῆλον δὲ ὅτι ἐξαίρετόν τι τὸ τοιοῦτον δῶρον ἦν ἐκ Χείρωνος μὲν τῷ Πηλεῖ, ἐξ αὐτοῦ δὲ τῷ υἱῷ, καθὰ καὶ τὸ σάκος τῷ Αἴαντι. διόπερ οὐδὲ ἦν εὐμεταχείριστον τῷ Πατρόκλῳ. Ὅρα δὲ καὶ ὅτι ἔγχος προειπὼν Ἀχιλλέως, εἶτα εἰς τὴν ἰδιαιτάτην μετέβη αὐτοῦ κλῆσιν τὸ «Πηλιάδα μελίην». Ἰστέον δὲ ὅτι τὸ «φόνον ἔμμεναι ἡρώεσσι» σεμνύνει μὲν καὶ τὸν Ἀχιλλέα ὡς μὴ ἀναιροῦντα τυχόντας ἄνδρας ἀλλʼ ἥρωας. ἔστι δὲ παραφραστικὴ ἐπιτομὴ τοῦ «τῷ δάμνησι στίχας ἀνδρῶν ἡρώων», ὃ ἔφη που περὶ Ἀθηνᾶς. ἔνθα καὶ σεμνότερον τοῦ φονεύειν τὸ δάμνησιν. Ὅτι Πάτροκλος μετὰ τὸν Ἀχιλλέα τὸν Αὐτομέδοντα τῖε μάλιστα, ὅ ἐστιν ἐτίμα. «πιστότατος δέ οἱ ἔσκε μάχῃ ἐνὶ μεῖναι ὁμοκλήν», ἤγουν πεπεισμένος ἦν ἐπʼ αὐτῷ Πάτροκλος. καὶ ἄλλως, πίστιν ἐκεῖνος ἐδίδου τῷ Πατρόκλῳ, ὡς ἔστιν ὑπομενετικὸς ἐν μάχῃ οἷα μενεχάρμης καὶ μενεπτόλεμος. οὕτω καὶ Ἀχιλλεὺς μετʼ ὀλίγα ἡγεμόνας ποιήσεται «οἷς ἐπεποίθει σημαίνειν», ἤγουν οἳ πιστοὶ αὐτῷ ἦσαν ἄρχειν. Ἐκ τοῦ πείθω δέ ἐστιν ὁ πιστός, ὥσπερ καὶ ὁ πιθανός, Ὁ μέντοι πιστὸς ἤγουν ποτός, τουτέστι πινόμενος κατὰ τὸ χριστὰ καὶ πιστὰ φάρμακα, ἐκ τοῦ πίω πίσω παρῆκται, καθὰ καὶ τὰ πίσεα, περὶ ὧν ἀλλαχοῦ δηλοῦται. Διὰ δὲ τὴν ῥηθεῖσαν τιμήν, πάντως δὲ καὶ ἑτεροίαν, ἡνίοχος τῷ Πατρόκλῳ γίνεται ὁ ῥηθεὶς Αὐτομέδων, ὃς καὶ ὕπαγε ζυγὸν ὠκέας ἵππους, κελευσθεὶς μὲν καὶ ὑπʼ Ἀχιλλέως, καὶ ἄλλως δέ, ὡς εἰκός, ἐπὶ πλέον ἀφʼ <!-- 3.822 -->ἑαυτοῦ ὁρμηθεὶς ὡς ἀντιτιμῶν τὸν τιμῶντα. Ἰστέον δὲ ὡς, εἰ καὶ οἱ μεθʼ Ὅμηρον ὑπάγειν ζυγῷ φασιν ἐν δοτικῇ συντάξει, ἀλλʼ ἐνταῦθα τὸ ὑπάγειν ζυγὸν ἵππους ταὐτόν ἐστι τῷ ὑπὸ ζυγὸν ἄγειν. Τὸ δὲ «ὠκέας» προκλητικόν ἐστι τοῦ ἐφεξῆς αὐτίκα μύθου περὶ τῶν ἵππων τοῦ Ἀχιλλέως. Ὅτι Ξάνθος καὶ Βαλίος παροξυτόνως, καθὰ καὶ ἐν τοῖς μετὰ ταῦτα φανήσεται, ἵπποι Ἀχιλλέως, οἵ, φησίν, «ἅμα πνοιῇσι πετέσθην», ὅ ἐστιν ὁμοίως πνοαῖς ἀνέμου ἐπέτοντο, ὅπερ ἐν ἄλλοις φησὶ «θέειν ἀνέμοισιν ὁμοῖοι». Λέγει δὲ καὶ ὅτι αὐτοὺς «τέκετο Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη, βοσκομένη ἐν λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο». Ὥστε ἱπποφυές τι δαιμόνιον ἡ Ποδάργη, εἰ κατὰ τὸν μῦθον καὶ βόσκεται καὶ ἵππους γεννᾷ. παραλαλεῖ δὲ ὁ τοιοῦτος μῦθος καὶ ἔκτοπόν τι χρῆμα καὶ θεῖον τὴν παρωκεάνιον ταύτην Ποδάργην εἶναι καὶ τοὺς ἐξ αὐτῆς ἵππους, καὶ μηδὲ ἐξ ἀνθρώπων αὐτοὺς ἁπλῶς ἐλθεῖν τῷ Ἀχιλλεῖ, ἀλλὰ θεόθεν ποθέν. οὐ γὰρ ἂν ἄλλως αὐτῷ ἐξ Ὠκεανοῦ κτῆμα ἦλθον ἵπποι τοιοῦτοι. Ἰστέον δὲ ὅτι οἱ γράφοντες ἐνταῦθα οὐ παρὰ ῥόον Ἠριδανοῖο, καθὰ πολλὰ τῶν ἀντιγράφων ἔχει, ἀλλὰ ῥόον Ὠκεανοῖο, ἐξωκεανίζεσθαι ῥηθεῖεν ἂν τῇ κατὰ τὴν τοιαύτην γραφὴν ἀποπλανήσει. Τίς μέντοι ὁ Ἠριδανός, δηλοῖ ὁ Περιηγητής. ὄνομα δὲ κύριον Ἁρπυίας ἡ Ποδάργη, ἧς παρώνυμος ὁ τοῦ Ἕκτορος Πόδαργος. Ἰστέον δὲ ὅτι ταῦτα μυθικῶς μὲν διὰ τὸ ὑπερβάλλον τάχος τῶν τοιούτων ἵππων λέγει, ὡς οἷα ποδηνέμων ἢ ἀελλοπόδων ὄντων. τὸ δὲ φυσικόν, ὅθεν ὁ μῦθος ἐλήφθη, τοιοῦτόν ἐστιν, ὡς αἱ ἵπποι κατὰ τὴν καὶ ἀλλαχοῦ ῥηθεῖσαν ζωϊκὴν ἱστορίαν ἐξανεμούμεναι πρὸς Βορέαν, ᾧ συγγενές τι καὶ ὁ Ζέφυρος, εὐγενέστερον κύουσιν, <!-- 3.823 -->ὁποῖοι, ὡς εἰκός, καὶ οἱ τοῦ Ἀχιλλέως ἵπποι τετυχήκασιν εἶναι. Ἡ δὲ Ἅρπυια εἶδος μέν τι ἄλλως ἀνέμου ἐστί, πέπλασται δὲ τῷ μύθῳ εἰς δαιμόνιον πτερωτὸν ἱπποφυές, ὡς εἴρηται, ὁποῖα ὁ μῦθος παραφύειν τολμᾷ. οὗ καὶ ὁ Πήγασος ἐπίνοια. Ἐπεὶ γὰρ ἄνεμοί τινες βίαιοι κουφίζουσι κάτωθεν καὶ βαρέα σώματα, ἐμυθεύθησαν ἐντεῦθεν Ἅρπυιαι, σωματοειδῆ τινα πνεύματα, τερατώδεις πλάσεις, ὑφʼ ὧν καὶ λέγονται ἁρπάζεσθαι ὅσα γίνονται ἀφανῆ, ὡς δηλοῖ καὶ τὸ «Ἅρπυιαι ἀνηρείψαντο». ὧν μιᾶς τινος ἐξέφυ καὶ ἡ Ποδάργη, πρέπουσα κατὰ τὸν μῦθον εἰς γένεσιν πόδας ἀργοῦ ἵππου εἴτʼ οὖν ποδώκεος. Δῆλον δὲ ὡς, εἰ καὶ ταῖς λοιπαῖς Ἁρπυίαις ὁ μῦθος χεῖρας προσπλάττει ὡς καὶ ἁρπάζειν, ἀλλʼ ἡ Ὁμηρικὴ αὕτη οὐκ ἂν εἶναι πιθανολογηθείη τοιαύτη διὰ τὸ ἱπποφυές. ὅτι δὲ πολλοὶ παρωκεάνιοι λειμῶνες εἰς νομὴν ζῴοις ἀνεῖνται, εἰκός ἐστιν ὑπονοεῖσθαι πιθανῶς. Ἰστέον δὲ ὅτι φάναι μὲν τὸν Ξάνθον καὶ τὸν Βαλίον ἅμα, ἤγουν ὁμοίως, πνοαῖς, οὐχʼ ἁπλῶς ἀλλʼ ἀνέμου οἷον Ζεφύρου ἢ Ἁρπυιῶν τῶν κατʼ ἀλληγορίαν, πέτεσθαι ὡς ἀνεμώκεας καὶ ἀελλόποδας καὶ ὁπλαῖς ἴσους Ἁρπυίαις κατὰ τὴν παρὰ τῷ Λυκόφρονι Ἅρπινναν παραβολικόν ἐστι καὶ διὰ τοῦτο ἀσφαλές. πολλὰ γὰρ τῶν θνητῶν, ἐν οἷς καί τινες ἥρωες, θείοις εἰκάζονται προσώποις καὶ πράγμασιν. εἰπεῖν δὲ αὐτόχρημα τόκους Ἅρπης καὶ Ζεφύρου τοὺς εἰρημένους ἵππους, ἀμύθητον τόλμαν ἔχει. Ἔτι ἰστέον καὶ ὅτι, ὥσπερ ὁ Ξάνθος, ὁποῖον ἂν εἴποι τις, βαρύνεται πρὸς διαστολὴν τοῦ κατὰ χρῶμα ξανθοῦ, οὕτω καὶ ὁ Βαλίος ἵππος παροξύνεται ὡς οἷα κύριον ὄνομα ἵππου κατὰ τὰ τριβράχεα ἐπὶ ἀνθρώπων κύρια, ἵνα <!-- 3.824 -->διαστέλλοιτο τοῦ βαλιός, ὅπερ ὀξυτόνως τὸν ταχὺν ἢ στικτὸν δηλοῖ, ὅθεν καὶ βαλιὰ ἔλαφος, οἷς θέμα τὸ βάλλειν. εἰ δὲ καὶ τὸ βαλλίζειν, ἤγουν κωμάζειν ἢ χορεύειν, καὶ ὁ ἐξ αὐτοῦ βαλλισμός, οὗ παραφθορά τις τὸ βαβαλίζειν, ἐκ τοῦ βάλλειν παρῆκται καὶ αὐτό, οὐκ ἄν τις ἀποφήναιτο στερεῶς. Ὅτι ὁ ῥηθεὶς Αὐτομέδων «ἐν παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει, τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς, ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισιν», ἵνα, φασί, κολάζῃ καὶ εἰς συμμετρίαν ἄγῃ τὸ ὑπερβάλλον τοῦ τάχους ἐκείνων καὶ ἐγκόπτῃ τὸ πολὺ τοῦ δρόμου. ἐπαινετὸς οὖν ἡνίοχος, ὃς δύναται ἀναχαιτίζειν τοσαύτης ῥύμης ὁρμὴν καὶ ποιεῖν ἰσοδρομεῖν καὶ τὸν Πήδασον, ταχύπουν, οἷα εἰκός, καὶ αὐτὸν ὄντα. εἰ δὲ ἦν ἀκουστὸς τῷ ποιητῇ ὁ περὶ τοῦ Πηγάσου μῦθος, ἐκεῖθεν ἂν δόξειε παραποιῆσαι τὸν τοῦ Ἀχιλλέως Πήδασον διὰ τάχους ὁμοιότητα. Ὅρα δὲ ὡς κἀνταῦθα μνήμην ὁ ποιητὴς παρέρριψεν Ἠετίωνος πρὸς ἐγκοπὴν τοῦ κατὰ τὴν φράσιν ὁμοειδοῦς, ἤγουν πρὸς ποικιλίαν γραφῆς. Παρηορίαι δὲ αἱ παρηρτημέναι τῷ ζυγῷ σειραὶ εἰς δεσμὸν περισσοῦ ἵππου, ὃς ἐστὶ παρήορος, καθὰ προδέδεικται, οὗ παρώνυμοι αἱ παρηορίαι. χρεία δὲ δῆθεν παρηόρου ἐστὶ καὶ νῦν, ἡ γνωσθεῖσα καὶ ἀλλαχοῦ ἐπὶ Νέστορος, ὡς ἂν δηλαδή, εἴ που πέσοι τῆς ξυνωρίδος ὁ ἕτερος, αὐτὸς ἀναπληροῖ τὸ λεῖπον καὶ φυλάττοι τὴν ξυνωρίδα ὡς πρότερον. Ἔστι δὲ τοῦτο ἐνταῦθα δεινότης μάλιστα ἤγουν οἰκονομία τοῦ ποιητοῦ, ἵνα ὥσπερ ἡνιόχῳ καὶ ὅπλοις, οὕτω καὶ ἵππῳ ζημιώσῃ τὸν Ἀχιλλέα, ὃς δή ἐστιν ὁ θνητὸς Πήδασος. Ξάνθος γὰρ καὶ Βαλίος οὐ τοιοῦτοι κατὰ τὸ αἴτημα τοῦ μύθου, ἀλλʼ ἀθάνατοι. τὸ δὲ τοιοῦτον ἀθάνατον ἄρρενας εἶναι, οὐ μὴν ἐντομίας, καὶ τοὺς τοῦ Ἀχιλλέως ἵππους δηλοῖ, δυναμένους σπείρειν καὶ τῇ διαδοχῇ ὥσπερ ἀθανατίζεσθαι. ὁ μέντοι Πήδασος ἔοικεν ἐκτετμῆσθαι τῶν γονίμων μορίων, καὶ διὰ τοῦτο θνητὸς λέγεται ὡς μὴ ἔχων διαδοχήν. διὸ καὶ ἀμύμονα ἔφη αὐτόν, ὅπερ κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν ἐπὶ θνητῶν εἴωθε λέγεσθαι. διὸ καὶ ὁ ποιητὴς ὥσπερ τὸν θνητόν, οὕτω καὶ τὸν ἀμύμονα ἐνταῦθα τοῖς ἀθανάτοις ἀντιδιαιρεῖ. Τὸ δὲ «Πήδασον ἵει» μετὰ προθέσεως χρὴ λέγειν ἐνίει, <!-- 3.825 -->ὅ ἐστιν ἐνέβαλλεν, ἐνετίθει, ἐνεδέσμει. Τὸ δὲ «ἤγαγεν Ἀχιλλεύς» ἀντὶ τοῦ ἀπήγαγεν, ἐληΐσατο. Ὅτι τοὺς Μυρμιδόνας αὐτός, ὡς ὑπέσχετο, ἀγείρας ὁ Ἀχιλλεὺς ἐποιχόμενος θώρηξε «πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν», ὃ δοκεῖ ἐκ περισσοῦ κεῖσθαι διὰ τὸ ἀρκεῖν εἰς ἔννοιαν τελείαν καὶ τὸ «θώρηξε» δίχα τοῦ «σὺν τεύχεσι», καὶ ὅτι τοὺς τῶν Μυρμιδόνων ἄρχοντας λύκοις εἰκάζει κεκορεσμένοις ἀπὸ ἐλάφου καὶ εἰς ὕδωρ ἀπιοῦσι. Φησὶ γὰρ «οἳ δὲ λύκοι ὣς ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή, οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες δάπτουσι· πᾶσι δὲ παρήϊον αἵματι φοινόν, καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου λάψοντες γλώσσῃσιν ἀραιῇσι μέλαν ὕδωρ ἄκρον, ἐρευγόμενοι φόνον αἵματος. ἐν δέ γε θυμὸς στήθεσσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ. τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο ῥώοντο», διψῶντες δηλαδὴ πολέμου, ὡς καὶ λύκοι τοῦ μετὰ κόρον πιεῖν ἐκ πηγῆς. καὶ ἔστι πρὸς τοῦτο καὶ μόνον τείνουσα ἡ οὕτω πλατεῖα παραβολή. Καὶ σημείωσαι ὅτι διὰ τὸ ἄγαν εἰς τὴν μάχην πρόθυμον οὐ λύκοις εἴκασε τοὺς Μυρμιδόνας ὁρμωμένοις εἰς θήραν, ἀλλʼ ἤδη καὶ κορεσαμένοις τῆς ἄγρας. εἰ γὰρ καὶ ἶσον ἀπραξίᾳ τὸ μέλλον κατʼ Εὐριπίδην, ἀλλὰ τὸ ἐξ ἀνάγκης ἐσόμενον ἔχει τι πλέον τοῦ ἁπλῶς ἐσομένου, ὡς καὶ ἐνταῦθα, ἐπεὶ ἐξ ἅπαντος οἱ Μυρμιδόνες αἵματος κορέσονται, ὡς ἤδη κεκορεσμένους αὐτοὺς θεωρεῖ. Ἰστέον δὲ ὅτι καθʼ ὁμοιότητα τοῦ «λύκοι ὣς ὠμοφάγοι» φθάσας ἔφη Τρῶας λείουσιν ἐοικέναι ὠμοφάγοισι, ἀνεπεξέργαστον ἀφεὶς ἐκεῖ τὴν τοιαύτην παραβολήν. Ὅρα δὲ καὶ ὅτι τὸ «περὶ φρεσὶν ἄσπετος ἀλκή» οὐ μόνον ἐπὶ ἀνθρώπων ἀλλʼ ἰδοὺ καὶ ἐπὶ λύκων κεῖται. Τὸ δὲ «κεραὸν μέγαν» πρὸς πιθανότητα κεῖται τοῦ πολλοὺς ἐξ αὐτοῦ κορεσθῆναι λύκους. οὐ γὰρ μόνον κεραός, ἤγουν τέλειος, ἀλλὰ καὶ μέγας, ὃ διαστέλλει αὐτὸν τῶν κεραῶν μέν, οὐ μεγάλων δέ. Περὶ δὲ τοῦ δάπτειν, ἀφʼ οὗ τὸ δαρδάπτειν γίνεται, προδεδήλωται. Παρήϊον δὲ νῦν μὲν ἡ παρειά. ἐν δὲ τῷ «παρήϊον ἔμμεναι ἵππου» κόσμος ἵππου παραγναθίδιος τὸ παρήϊον, ὡς δεδήλωται. Τὸ δὲ φοινὸν πρωτότυπόν ἐστι τοῦ δαφοινόν, καὶ δηλοῖ τὸ πεφοινιγμένον ὁμοίως τῷ «αἵματι φοινικόεις», ὅ ἐστιν ἐρυθρός, ὅθεν καὶ χλαῖνα φοινικόεσσα καὶ Φοίνικες, ἔθνος οἰκῆσαν περὶ ποταμὸν Ἐρύθραν <!-- 3.826 -->ἢ περὶ Ἐρυθρὰν θάλασσαν, καὶ τὸ φυτὸν δὲ φοῖνιξ, ὅτι τοιοῦτον καρπὸν τελεσφορεῖ. Τὸ δὲ ἀγεληδόν ἰδιότητα λύκων ἱστορεῖ. συναγελαστικὸν γὰρ καὶ αὐτοὶ ζῷον καὶ οὐ κατὰ λέοντας καὶ παρδάλεις ἐρημάζει μονάζοντα. Τὸ δὲ ἴασιν, ὅ ἐστιν ἔρχονται, προπαροξύνεται πρὸς διαστολὴν τοῦ ἱᾶσιν, ὅθεν τὸ ἀφιᾶσι. Τὸ δὲ λάπτειν ὠνοματοπεποίηται, καθὰ καὶ τὸ ἐρεύγεσθαι, ἃ καὶ ἔχει τινὰ νῦν ἀστειότητα, οἱονεὶ λέγοντος τοῦ ποιητοῦ, ὅτι οἱ λύκοι λάπτοντες ὕδωρ ἀντερεύγονται αἷμα ἐκεῖσε, ὑφʼ οὗ τὸ ὕδωρ φοινίσσεται. δῆλον δὲ ὅτι ῥοφήσεως μὲν εἶδος καὶ τὸ λάπτειν. τραχυφωνότερον δὲ τούτου τὸ ῥοφεῖν, καὶ οὐδὲ κυριολεκτεῖται ἐπὶ κυνῶν. τὰς δὲ γλώσσας ἀραιὰς τοῖς λύκοις φησὶν ἢ μετὰ δασείας ἀντὶ τοῦ στερεὰς καὶ ἐπιμήκεις, ἢ μετὰ ψιλῆς ἀντὶ τοῦ βλαπτικάς. Ἄκρον δὲ λάπτουσιν ὕδωρ, διότι κατὰ τοὺς παλαιοὺς οὐ καθιᾶσι τὴν γλῶσσαν εἰς τὸ ὕδωρ ὡς οἱ βόες, οὐδὲ κατὰ τοὺς λυκοσπάδας ἵππους τὸ ἥμισυ τῆς ὄψεως, ἀλλὰ τοῦ ἐπιπολῆς ὕδατος πίνουσιν ὡς εἴπερ καὶ ἔλειχον. Τὸ δὲ «φόνον αἵματος» περιφραστικῶς ἀντὶ τοῦ αἷμα. ἐκ δὲ τούτου γίνεται τὸ «φοινὸς αἵματι». Τὸ δὲ «περιστένεται», εἰ καὶ φαίνεται στεναγμόν τινα σημαίνειν τοῖς λύκοις διὰ τὸ ἐκ τοῦ κόρου πολὺ βάρος, ἀλλʼ ὁ Ἀρίσταρχος ἀντὶ τοῦ περιτείνεται νοεῖ διὰ πλησμονήν, ὡς ἀπὸ τοῦ τένω ὡς κτένω πλεονασμῷ τοῦ σ, καθὰ καὶ ἐν τῷ φερέσβιος καὶ τοῖς ὁμοίοις, ἀναλογώτερον δὲ εἰπεῖν, ὡς ἐν τῷ πῶ, τὸ κτῶμαι, καὶ μετὰ τοῦ σ σπῶ σπῶμαι καὶ ἐπισπῶμαι τὸ εἰς ἐμαυτὸν ἕλκω οἷα καί τι κτῆμα. Πολλοὺς δὲ λέγει Μυρμιδόνων ἡγήτορας ἀντὶ τοῦ ἁπλῶς στρατηγούς. κυρίως γὰρ ἕνα εἶχον ἡγήτορα, ὃς αὐτοῖς εἰς Τροίην ἡγεῖτο ἀνάσσων μέγα ἢ κρατέων <!-- 3.827 -->μέγα, καθὰ μετʼ ὀλίγα εὐθὺς ἐρεῖ ὁ ποιητής. Τὸ δὲ «ῥώοντο», τουτέστιν ἐρρωμένως ἐκινοῦντο, σύστοιχόν ἐστι τῷ «ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο». Ὅτι χρήσιμον εἰς ἔπαινον στρατηγοῦ τὸ «ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατο ὁ δεῖνα, ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας». Μυρμιδόνων δὲ νῦν ἐπίθετον τὸ ἀσπιδιώτας, ὥσπερ Ἀχιλλέως τὸ ἀρήϊος, Πατρόκλου δὲ τὸ ἀγαθὸς θεράπων. Ὅτι ἀναμιμνήσκων ὁ ποιητὴς ὅσας εἶχεν ὁ Ἀχιλλεὺς νῆας, φησὶ «πεντήκοντα ἦσαν νῆες θοαί, ᾗσιν», ἤγουν αἷς, «ὁ Ἀχιλλεὺς ἐς Τροίην ἡγεῖτο Διῒ φίλος». Εἶτα ἱστορῶν καὶ οἷαι ἦσαν εἰς χώρησιν, ἐπάγει «ἐν δʼ ἂρ ἑκάστῃ» ἢ ἐν δὲ ἑκάστῃ «πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι». ὡς εἶναι αὐτὰς μὲν οὕτω πεντηκοντόρους, τούτους δὲ πεντακοσίους πρὸς τοῖς δισχιλίοις, Οἷς ἄρτι πέντε τοὺς μετʼ ὀλίγα ῥηθησομένους ἡγεμόνας ποιήσατο, «τοῖς ἐπεποίθει», τουτέστιν οὓς εἶχε πιστοὺς ἢ οἷς ἐπίστευε, «σημαίνειν, αὐτὸς δὲ μέγα κρατέων ἤνασσεν», ὡς οἷά τις εὐρυκρείων ἐν αὐτοῖς, οὓς διὰ τοῦτο ὑποστρατήγους τις καὶ ὑφηγεμόνας ἐρεῖ. Ὅρα δὲ ὅτι ἐφυλάξατο εἰπεῖν εὐρὺ κρατέων. τοῦτο γὰρ τοῦ Ἀγαμέμνονος ἦν, ὅθεν καὶ κυρίως εὐρυκρείων ἐκεῖνος. εἰ δὲ εὐρὺ κλέος ἐπὶ Ὀδυσσέως λέγεται καὶ ἄλλων τινῶν, ὃ δὴ καὶ τῷ Ἀχιλλεῖ πρέποι ἄν, ἀλλʼ οὐ ταὐτὸν κλέος καὶ κράτος. ὅθεν οὐδὲ πᾶς ὁ εὐρὺ κλέος ἔχων ὁ αὐτός ἐστι τῷ εὐρυκρείοντι. Ὅρα δὲ καὶ τὸ «αἷς ὁ Ἀχιλλεὺς ἐς Τροίην ἡγεῖτο» ἄλλως ῥηθὲν ἤπερ ἐπὶ Κάλχαντος ἐρρέθη τὸ «ναυσὶν Ἀχαιῶν ἡγήσατο εἰς Ἴλιον». ἐκεῖνος μὲν γὰρ ὡδήγησεν ὑποδείξας τὴν κέλευθον, Ἀχιλλεὺς δὲ ἡγεμών ἐστι ταῖς ναυσίν, αἷς ἡγεῖται. Ὅρα δὲ καὶ τὸ «ἐποιήσατο» παθητικῶς τε προενεχθὲν καὶ ληφθὲν ἀντὶ τοῦ προεβάλετο, οὐ φύσει ἄρχοντας Μυρμιδόνων ὄντας ἀλλὰ θετῶς οἷα νῦν ποιηθέντας. Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα λέγων ὁ ποιητής, ὡς τῶν ῥηθέντων πέντε ἡγεμόνων ἰῆς μὲν στιχὸς ἦρχεν ὁ δεῖνα, τῆς δʼ ἑτέρης ὁ δεῖνα, τῆς δὲ τρίτης ὅδε τις, τῆς δὲ τετάρτης ἄλλος, καὶ τῆς πέμπτης ὁ δεῖνα, στίχα τὴν πεντακοσιοστὺν λέγει. ἐκ πεντακοσίων γὰρ ἀνδρῶν ἐνταῦθα ἑκάστη τῶν στιχῶν. ἐν οἷς ὅρα καὶ ὅτι τὸ μὲν ἰῆς στιχὸς ἀντὶ τοῦ μιᾶς τὴν πρώτην δηλοῖ, τὸ δὲ τῆς ἑτέρας ἀντὶ τοῦ δευτέρας, ὡς μὴ ἐγχωροῦν εἰπεῖν ἐν ἡρωϊκῷ μέτρῳ τὸ δευτέρας διὰ τὸ ἀθεράπευτον ἀμφίμακρον. μετρεῖ γοῦν οὕτω στιχὸς ἰῆς, ἑτέρης, τρίτης, τετάρτης, πέμπτης. Ἔστι δὲ καὶ ἐν τούτοις ποικίλος ὁ <!-- 3.828 -->ποιητής, τοὺς μὲν τῶν τριῶν στιχῶν ἡγεμόνας πλατύτερον ἱστορῶν, καὶ μᾶλλον τὸν τῆς μιᾶς καὶ τὸν τῆς ἑτέρας, ἤτοι δευτέρας, τὸν δὲ τέταρτον Φοίνικα ἐνὶ παραβύων στίχῳ. ἐξάγει γὰρ καὶ αὐτὸν εἰς μάχην, ὡς ἂν εἴη μνήμων τις τῷ Πατρόκλῳ, εἰ καὶ μηδὲν ὤνησεν. οὕτω δὲ καὶ τὸν τῆς πέμπτης στιχὸς Ἀλκιμέδοντα, τοῦτον μὲν ἀμύμονα προσειπών, τὸν δὲ γέροντα ἱππηλάτην, καὶ εἰς τοσοῦτον μόνον ἐπιδρομάδην σεμνύνας αὐτούς. διὰ τί; διότι Φοῖνιξ μὲν ἔγνωσται ἤδη καὶ οὐ χρὴ ἀναδιδάσκειν τὰ κατʼ αὐτόν, Φοίνικος δὲ ἀπεριλαλήτου παραρριφέντος οὐκ ἐχρῆν τὸν πέμπτον σεμνολογεῖσθαι μακρά. Ὅτι τῆς πρώτης τῶν Μυρμιδόντων στιχὸς «ἦρχε Μενέσθιος αἰολοθώρηξ, υἱὸς Σπερχειοῖο, διϊπετέος ποταμοῖο, ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη Σπερχειῷ ἀκάμαντι, γυνὴ θεῷ εὐνηθεῖσα, αὐτὰρ ἐπίκλησιν Βώρῳ, Περιήρεος υἷι», ἤγουν υἱῷ Περιήρους, οὗ εὐθεῖα ὁ Περιήρης, «ὅς ῥα», ἤγουν ὃς δὴ Βῶρος, «ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα». Ἐνταῦθα δὲ οἱ μέν φασιν ἑτέρου τινὸς εἶναι Πηλέως ἔγγονον τὸν ῥηθέντα Μενέσθιον, καὶ ἐπαγωνίζονται τῷ λόγῳ. οἱ δέ τινες ἀδελφιδοῦν αὐτὸν τοῦ Ἀχιλλέως εἶναι τίθενται καὶ νικῶσιν οὗτοι. Καὶ τοίνυν θεωρητέον ὡς Πηλεὺς μὲν Θέτιδι μιγείς, θαλασσίᾳ δαίμονι, γεννᾷ τὸν Ἀχιλλέα, ἡ δὲ τοῦ Ἀχιλλέως ἀδελφὴ ὑπὸ ποταμῷ γεννᾷ τὸν Μενέσθιον. ἴσως γὰρ εἰ καὶ ὑγρὸς κατὰ τοὺς ἐκ ποταμῶν καὶ θυμῷ ζέειν πεφυκὼς καὶ ἄγριος ὁ Μενέσθιος, ἀλλʼ οὐχʼ ὥστε καὶ θαλάσσης λέγεσθαι παῖς, καθάπερ ὁ Ἀχιλλεὺς ὠνείδισται. ὑφειμένως δὲ καὶ ἧττον ἦν μεγαλόθυμος. Περισπερχὴς μέντοι φερωνύμως τῷ πατρὶ Σπερχειῷ ποταμῷ Ἑλλαδικῷ, ῥέοντι ὀξὺ καὶ ἐπισπέρχοντι τὸ ῥεῦμα, κἀντεῦθεν εὐκληρήσαντι λαχεῖν τὸ τοῦ Σπερχειοῦ ὄνομα, καθὰ καὶ ὁ Ἄκις ὀξυρρόας καὶ ἐκεῖνος ποταμὸς τὴν ἐκ τῆς ὀϊστευτικῆς ἀκίδος κλῆσιν, καὶ ὁ Ἀράξης ὁμοίως καὶ αὐτὸς ῥέων τὴν ἐκ τοῦ ἀράσσειν, ὅθεν καὶ οἱ καταράκται. Εἰ δὲ καὶ ἰχθύες περὶ τὸν τοιοῦτον ποταμόν, εἶεν ἂν ἀγαθοὶ κατὰ τὸν ἱστορήσαντα τοῦτο. εἰ γὰρ καὶ δύσπεπτοι, <!-- 3.829 -->φησί, καὶ βαρύτατοι τῶν θαλασσίων οἱ μετεμβαίνοντες ἐκ θαλάσσης εἰς ποταμοὺς καὶ λίμνας—σῆψις γὰρ ὕδατος τὸ λιμναῖον—, ὅμως ἀμείνους οἱ ποτάμιοι, καὶ τῶν ποταμίων βέλτιστοι οἱ ἐν τοῖς ὀξυτάτοις τῶν ποταμῶν. Διϊπετὴς δὲ κυρίως μὲν ὁ χείμαρρος ὁ αὐτόθεν ἐκ Διὸς ἀέρος πίπτων, ἤτοι γεννώμενος, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. καταχρηστικῶς δὲ καὶ ὁ ἀένναος. Συνεισάγει δὲ βοήθειαν τῇ πρώτῃ ἐννοίᾳ καὶ Μάτρων ὁ περίπυστος παρῳδός, ἐν οἷς λέγει οὕτω «βολβίνας, ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος, λευκοτέρας χιόνος ἰδεῖν, ἀμύλοισι δʼ ὁμοίας. τάων φυομένων ἠράσσατο πότνια γαστήρ». Ἐν τούτοις γὰρ Διὸς υἱὸν τὸν ὑετὸν εἰπὼν συντελεῖ τι ἐς τὸ νοεῖν ποταμὸν διϊπετῆ τὸν ἐξ ὑετοῦ, ὃν Ζεὺς ἀὴρ δοκεῖ γεννᾶν. Τῶν δὲ εἰρημένων τὸ μὲν «ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς» παρῴδηται ἀπὸ τοῦ «οὓς θρέψε ζείδωρος ἄρουρα». τὸ δὲ λευκοτέρας χιόνος ἐκ τοῦ «ἵπποι λευκότεροι χιόνος». τὸ δὲ «τάων φυομένων» καὶ ἑξῆς ἐκ τοῦ «ὧν βοσκομενάων ἠράσσατο Βορρᾶς». Βολβίνας δὲ λέγοι ἂν ἴσως τοὺς παρʼ Ἀττικοῖς βολβούς, ὧν χρῆσις καὶ παρὰ τῷ Κωμικῷ. Ἀμύλους δὲ εἶδός τι πλακοῦντος εὐθρύπτου καὶ οἵου μὴ ἀφιέναι μύλας ὀδόντων πονεῖσθαι περὶ αὐτόν. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ καθʼ Ὅμηρον διϊπετοῦς ποταμοῦ, ἤγουν υἱοῦ Διός, λαβών τις τῶν μεθʼ Ὅμηρον—Ἀρχέστρατος δὲ ἦν ἐκεῖνος ὁ ὀψοφάγος—θεόπαιδα ἔφη παίζων τὸν Μιλήσιον λάβρακα, ὃν ἡ ἐν τῷ ἐσθίειν λαβρότης παράγει, διʼ ἣν καὶ ἀπόλλυται ὑπὸ καρίδων. Καινὸν δὲ οὐδὲν θεογενῆ παιχθῆναι λάβρακα, εἴγε καὶ θεοὺς αὐτόχρημα τοὺς μεγάλους ἰχθῦς ἐκάλεσαν εὐτραπελευόμενοι. πυθόμενος γάρ τις ἰχθυοπώλου, ὁποίους δή τινας ἰχθύας ἔχοι πωλεῖν, καὶ ἀκούσας ὅτι λάβρακα τυχὸν ἢ ἀνθίαν ἢ τοιούσδε τινάς, ἔφη «θεοὺς ὀνομάζεις, ἐμοὶ δὲ ἰχθύων χρεία, οὐ θεῶν». Τὸ δὲ «Πολυδώρη» φερώνυμος κλῆσις. ἀπερείσια γὰρ ἔλαβεν ἕδνα. ὁ δέ γε Πριαμίδης Πολύδωρος διὰ τὰ ἐκ φύσεως δῶρα οὕτως ὠνομάσθη καθὰ καὶ ἡ <!-- 3.830 -->παρὰ τῷ Ἡσιόδῳ Πανδώρα. Ἀκάμαντα δὲ Σπερχειὸν ἀντὶ τοῦ ἀένναον, καὶ ὡς εἴ τις εἴποι ἀκάματον, καθὰ καὶ Διονύσιος ἀκαμάτοιο ῥόον φησὶν Ὠκεανοῦ. Καὶ ἄλλως δὲ «ἀκάμαντα» διὰ τό, ὡς ἐρρέθη, ὀξὺ καὶ περισπερχὲς τοῦ κατʼ αὐτὸν ῥεύματος. μυθικῶς μέντοι διὰ τὸ αὐτοῦ ἀνύπεικτον καὶ περὶ πράξεις ἀκμαῖον καὶ ἀνδρικόν. ὅπερ ἔχειν ἐχρῆν καὶ τὸν υἱὸν Μενέσθιον. Ἐπίκλησιν δὲ ἀντὶ τοῦ κατὰ μόνον λόγον καὶ δόκησιν καὶ μέχρις ὀνόματος, οὐ μὴν πρὸς ἀλήθειαν, ἵνα ᾖ ἐπίκλησις κλῆσις ἐπὶ τῇ πρώτῃ πρόσθετος. Σπερχειοῦ γὰρ ὢν φύσει κατὰ μῦθον ἐνταῦθα ὁ Μενέσθιος ἐπεκαλεῖτο Βώρου υἱός. Κεῖται δὲ ἡ λέξις παρὰ τοῖς ὕστερον καὶ ἐπὶ κατηγορίας, καθὰ καὶ παρὰ Σοφοκλεῖ τὸ ἐπίκλημα. ἐκ δὲ τοῦ ἐπίκλησιν τὸ ἐπίκλην ἐπιθετικὸν ἐπίρρημα συνέκοψαν οἱ μεθʼ Ὅμηρον. Τὸ δὲ «ἀναφανδὸν ὀπυίειν» τὴν νόμιμον ὁμιλίαν δηλοῖ. οὗ ἐναντίον μετʼ ὀλίγα τὸ «παρελέξατο λάθρα», ὃ ταὐτόν ἐστι τῷ κλεψιγαμεῖν, ἐφʼ οὗ τὸ ὀπυίειν χώραν οὐκ ἔχει, ἀλλὰ τὸ παραλέξασθαι καὶ τὸ εὐνηθῆναι, ὡς ἀνωτέρω κεῖται. Σημείωσαι δὲ καὶ ὅτι καλῶς οἱ μὴ γεννώμενοι παῖδες ἐκ γυναικῶν ἀναφανδὸν ὀπυιομένων σκότιοι λέγονται διότι καὶ πρὸς τὸ ἀναφαίνειν ἀντίκειται τὸ σκοτίζειν, ὥσπερ καὶ τῷ φωτὶ τὸ σκότος. Τὸ δὲ «πορὼν ἀπερείσια ἕδνα» ὑποκαταβὰς οὕτω φράζει «ἐπεὶ πόρε μυρία ἕδνα». Ἐν οἷς ὅρα καὶ ὅτι ἕδνα τὰ ἐξ ἀνδρῶν πρὸς γυναῖκας εἶπεν. Ὅτι τῆς ἑτέρης, ἤτοι δευτέρας, στιχὸς «Εὔδωρος ἀρήϊος ἡγεμόνευε παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη, Φύλαντος θυγάτηρ», ὑπὸ τῷ Ἀργεϊφόντῃ, ὃς αὐτῆς «ἠράσατο ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσι ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς. αὐτίκα δʼ εἰς ὑπερῷα ἀναβὰς παρελέξατο λάθρῃ Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν Εὔδωρον, περὶ μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια ἐξάγαγε προφόωσδε καὶ ἠελίου ἴδεν αὐγάς», ἃ δὴ περίφρασίς ἐστι τοῦ ἐγέννησε, «τὴν μὲν Ἐχεκλῆς ἠγάγετο πρὸς δώματα, ἐπεὶ πόρε μυρία ἕδνα», καὶ ἑξῆς. Καὶ ὅρα ὅτι τὸ ἐπίκλησιν τὸν δεῖνα τοῦ δεῖνα υἱὸν εἶναι, καὶ τὸ «ὃς ἀναφανδὸν ὄπυιε» καὶ ἑξῆς, ἄλλως ἐνταῦθα Ὅμηρος ἔφρασε, πολυμήχανος ὢν ῥητορεύειν. Παρθένιος δὲ τίς ἐστιν, αὐτὸς ὁ ποιητὴς δηλοῖ, διδάξας παρθένιον εἶναι τῇ μητρὶ παῖδα, οὗ γεννηθέντος λάθρῃ ἐν παρθενίας καιρῷ, εἶτα τὴν γεννησαμένην ἀνὴρ ἕτερος ἠγάγετο πρὸς δώματα, ὅπερ ἀναφανδὸν ὀπυίειν πρὸ ὀλίγων ἔφη ὁ ποιητής. Καὶ ἄλλως δέ, παρθένιος υἱός, ὃν κατὰ τὸν ποιητὴν ἔπορέ τις, ὅ ἐστιν ἐπορίσατο, γυναικί, μιγεὶς αὐτῇ πρὸ <!-- 3.831 -->τοῦ γάμου. Δῆλον δὲ ὡς οὐ τοιοῦτος ἦν καὶ ὁ προρρηθεὶς ἄρχων τῆς πρώτης στιχὸς Μενέσθιος. οὐ γὰρ προεγεννήθη ἐκεῖνος τοῦ γάμου τῇ μητρί, ἀλλʼ ὥσπερ ὁ Ἡρακλῆς Διὸς ἦν, ἐπίκλησιν δὲ Ἀμφιτρύωνος, οὕτω καὶ ὁ Μενέσθιος Βώρου μὲν ἦν ἐπίκλησιν, φύσει δὲ Σπερχειοῦ τοῦ σπείραντος. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσιν, ὅπως ὁ ποιητὴς τῷ ἀγλαῷ Εὐδώρῳ συναγλαΐζει τὴν γραφήν, κοσμῶν αὐτὴν ὁμοτόνοις παρίσοις, τῷ Εὔδωρος, ἀρήϊος, παρθένιος. Τὸ δὲ «ἔτικτε χορῷ καλὴ Πολυμήλη» ἀμφίβολον. ἢ γὰρ ἡ κατὰ τὴν προρρηθεῖσαν Πολυδώρην καλὴ Πολυμήλη ἔτικτεν ἐν χορῷ, ἢ ἡ ἐν τῷ χορῷ καλὴ ἔτικτε, τουτέστιν ἡ ὡς εἰπεῖν καλλίχορος. ἀρετὴ γὰρ καὶ αὕτη παρθένων. καὶ ἔστι τοῦτο κάλλιον. Ἑρμῆς γὰρ ἠράσατο αὐτὴν ἰδὼν ἐν χορῷ. αὐτὴ δὲ οὐκ ἂν τέκοι ἐν χορῷ. Ἑρμηνεύων δὲ τὸ «χορῷ» ἐπήγαγε τὸ «ἐν μελπομέναις» πρὸς διαστολήν τε ἀλλοίου χοροῦ καὶ τοῦ τῶν ἀνδρῶν δέ. ἐπεὶ δὲ καὶ τῶν μελπομένων γυναικῶν εἰσι διαφοραί, ἐπήγαγε τὸ «ἐν χορῷ Ἀρτέμιδος», ἤτοι ἐν χορείᾳ δημοτελεῖ. ἔνθα καὶ ἦν εἰκὸς ἐραστὰς παρεῖναι, οὓς οὐκ ἔχουσιν οἱ κατʼ οἶκον ἢ καὶ ἄλλως ἰδιάζοντες χοροί. Τὸ δὲ Πολυμήλη εὐμόρφῳ οἰκεῖον γυναικὶ ὄνομα διὰ τὰ ἐκ τῶν θρεμμάτων πολλὰ ἕδνα, ὁποία τις καὶ ἡ Πολύβοια καὶ ἡ Ἀλφεσίβοια. καθʼ ὁμοιότητα δὲ ταύτης καὶ ἡ Φιλομήλα ἐκλήθη. τοὺς μέντοι ἄνδρας τὸν Εὔμηλον καὶ τὸν Πόλυβον καὶ τοὺς τοιούτους ἡ πολυκτημοσύνη οὕτως ἐκάλεσε. Τοῦ δὲ «ἠράσατο» τὸ πρῶτον, ὅπερ ἐστὶν ἠρασάμην, ὁ Ζεὺς φθάσας ἔφη. οἰκείως δὲ Πολυμήλης ἐρᾷ Ἑρμῆς, ὁ τῶν μήλων, ἤτοι τῶν θρεμμάτων, ἐπιστατῶν ὡς νόμιος. καλῶς δὲ καὶ ὁ υἱὸς αὐτῷ Εὔδωρος ὀνομάζεται. ἀκάκητα γὰρ καὶ νῦν Ἑρμῆς εἴρηται. προσφυὲς δὲ τῷ μὴ κακοποιοῦντι τὸ εὔδωρον. ἔοικε δὲ καὶ πολυκτήμων ἢ λόγιος ἢ δόλιος ἢ καὶ πάντα ταῦτα εἶναι ὁ Εὔδωρος, διὸ καὶ ἐξ Ἑρμοῦ γενεαλογεῖται, ὃς τῶν τοιούτων προΐσταται. Τὸ δὲ «ὀφθαλμοῖσιν ἰδών» δριμύτητα ἔρωτος δηλοῖ. ἐν τοῖς τοιούτοις γὰρ οὐχʼ οὕτως ἡ προαγωγεία καὶ ἡ λοιπὴ ἀκοὴ καὶ φαντασία δρᾶν ἔχει, ὡς τὸ τῆς θέας αὐτάγγελον. Περὶ δὲ Ἀρτέμιδος καὶ διὰ τί χρυσηλάκατος καὶ κελαδεινή, καὶ περὶ Ἑρμοῦ δέ, καὶ ὅτι ὡς μὴ κακύνων ἀκάκητα λέγεται, ὃ καθʼ ὁμοιότητα τοῦ μητιέτης μητίετα ἐκ τοῦ ἀκακήτης μεταπέπλασται, πολλαχοῦ δηλοῦται. προείρηται δὲ καὶ περὶ <!-- 3.832 -->μογοστόκου Εἰλειθυίας, ἧς ὅτι τὸ ἱερὸν Εἰλείθυιον λέγεται, ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. Ἀναμνηστέον δʼ ἐνταῦθα, ὅτι τε ἠλάκατα οὐδετέρως καὶ τὰ τόξα, ὅθεν χρυσηλάκατος ἡ χρυσότοξος, καὶ ὅτι τοξεύει καὶ Ἄρτεμις ὡς καὶ Ἀπόλλων, , εἴτε μυθικῶς αὐτοὺς νοεῖ τις εἴτε καὶ ἀλληγορικῶς ὡς σελήνην καὶ ἥλιον, καὶ ὅτι ἠλακάτη οὐ μόνον τὸ τοῦ ἐρίου ὄργανον, ἀλλὰ καὶ ὁ κάλαμος ἢ τὸ ξύλον τοῦ βέλους, ὅθεν Ἄρτεμις χρυσηλάκατος. Ἐν δὲ τῷ «εἰς ὑπερῷʼ ἀναβάς» γράφουσιν οἱ παλαιοί, ὅτι ταῖς γυναιξὶν ἀνώγεοι θάλαμοι ἐγίνοντο πρὸς τὸ μὴ συντυγχάνειν ῥᾳδίως ἀνδράσι. διὸ καὶ ἡ Πηνελόπη ἐν Ὀδυσσείᾳ εἰς ὑπερῷον καθημένη ποιεῖ ἃ ποιεῖ. καὶ Πριάμῳ δὲ τέγεοι θάλαμοι ποιοῦνται ταῖς ἑαυτοῦ. Φασὶ δὲ καὶ ὅτι τὰ μετέωρα τῶν οἰκημάτων ᾦα καλοῦσιν οἱ Λακεδαιμόνιοι, ὅθεν ὑπερῷον τὸ οἷον εἰπεῖν ὑπερύψηλον. περὶ οὗ καὶ ζητητέον διὰ τί μὴ προπαροξύνεται διὰ τὴν σύνθεσιν. Ὁ δὲ θέειν ταχὺς ὁ αὐτὸς τῷ ποδώκει ἐστίν. Ὅρα δὲ καὶ ὅτι τὸ μὲν γεννῆσαι ἐξαγαγεῖν εἶπε προφόωσδε, τὸ δὲ γεννηθῆναι ἠελίου ἰδεῖν αὐγάς, καὶ ὅτι ἐν τῷ προφόωσδε οὐ κατὰ τὸ παρέλκον ἡ πρόθεσις κεῖται, ἀλλὰ τὴν τοῦ βρέφους πρόοδον εἰς φῶς δηλοῖ. ἔνθα καὶ ἐφερμηνευτικὸν τῆς προ προθέσεως τὸ φόωσδε. Ἐν δὲ τούτοις κεῖται καὶ πάππος πάνυ φιλῶν παρθένιον ἔγγονον. Φύλας γάρ, ὁ τῆς Πολυμήλης πατήρ, τοιοῦτός ἐστι περὶ τὸν Εὔδωρον. φησὶ γὰρ «τὸν δʼ ὁ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν, ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα». τοῦτο δέ ποτε καὶ εἰς θρεπτὸν υἱὸν ἀγαπητὸν ἁρμόσειν δύναται. Ἔστι δὲ ἀτιτάλλειν κατὰ ἀναδιπλασιασμόν, ὅπερ ἀλλαχοῦ ἀτάλλειν φησίν, ἤγουν ἀναπαύειν καὶ στερεῖν τοῦ ταλάσσειν, ἐξ οὗ τάλανες μὲν καὶ ταλαοὶ οἱ πολύπονοι, ἀταλοὶ δὲ οἱ μὴ πονοῦντες. Ὅρα δὲ καὶ τὸ «εὖ ἔτρεφεν» ἔχον ἐνταῦθα <!-- 3.833 -->κοινὴν ἐντέλειαν. ἀλλαχοῦ μέντοι τοῦ μέτρου ἀπαιτοῦντος διαλύσας καὶ ἰωνίσας ἐΰτρεφεν ἔφη, ὥσπερ καὶ τὸ εὖ κρίνας μετʼ ὀλίγα ἐϋκρίνας φησί, καὶ ἐν τοῖς ἑξῆς ἐϋπλήσασα ἤγουν εὐπλήσασα. Ὅτι τῆς τρίτης τῶν Μυρμιδόνων στιχὸς Μαιμαλίδης Πείσανδρος ἀρήϊος ἡγεμόνευεν, ὃ καὶ ἐπὶ Εὐδώρου εἶπεν. Ὃν καὶ ἐπὶ πλέον ἐπαινῶν φησιν «ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν ἔγχεϊ μάρνασθαι», οὐχʼ ἁπλῶς μέντοι, «ἀλλὰ μετὰ Πηλείωνος ἑταῖρον» τὸν κατʼ ἐξοχήν, ἵνα πάντων μὲν Ἀργείων εἴη ἄριστος Ἀχιλλεύς, Μυρμιδόνων δὲ ἀνδρειότατος μὲν Πάτροκλος, μετʼ αὐτὸν δὲ Πείσανδρος. Ἐν τούτοις δὲ κεῖται σημείωσις τῶν παλαιῶν, ὡς ὁ τῆς Ἀχιλλέως μήνιδος χρόνος μετὰ τῆς παρούσης ἡμέρας ἑξκαιδεκάτη ἦν. εἰ δὲ ὀρθῶς ἐρρέθη, σκοπητέον ἀναλεξαμένοις τὰ εἰς τοῦτο προρρηθέντα. Ὅτι δὲ κατάλογόν τινα Μυρμιδόνων ἐν τοῖς ῥηθεῖσι ποιησάμενος Ὅμηρος τὰ μὲν περὶ τῶν τριῶν ἡγεμόνων πλατύτερον ἔφρασε, τοὺς δὲ δύο ἐστενολόγησεν ἐπελευστικῶς, πρὸ ὀλίγων εἴρηται. νῦν δὲ ῥητέον, ὡς ἴσως διʼ ἀνδρίαν οἱ τρεῖς εἰς πλεῖόν τε ἐσεμνολογήθησαν καὶ προετάχθησαν, ἄλλως μέντοι κατά τε σοφίαν καὶ σύνεσιν τὸν Φοίνικα προτετάχθαι ἐχρῆν. Δῆλον δὲ καὶ ὅτι Μαίμαλος, ὁ τοῦ Πεισάνδρου πατήρ, ἢ παρὰ τὸ μαιμᾶν ἁπλῶς εἴρηται πλεονασμῷ τῆς αλ συλλαβῆς, ὃς πλεονασμὸς πρὸς μυρίοις ἄλλοις γίνεται καὶ ἐν τῷ χῶ χαλῶ, συγχεῖται γὰρ τὸ χαλώμενον, ἢ παρὰ τὸ μαιμᾶν ἅλις, ἤγουν λίαν προθυμεῖσθαι, ὁποῖόν τι καὶ τὸ Ἀγαμέμνων δηλοῦν φαίνεται. Ὅτι ἐπεὶ «πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς στῆσεν ἐϋκρίνας» ἤγουν εὖ κρίνας, τότε δὴ καὶ δημηγορεῖ, ὡς εἰκός, ἐρεθίζων εἰς μάχην. ἔνθα καὶ ἅπτεταί τι αὐτῶν, εἰ καὶ μὴ πάνυ βαρέως. διὸ καί φησι «κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλεν», ὅ ἐστι γενναῖον καὶ δυσαπάντητον, οὐ μὴν ἀπειλητικόν, ὡς ἐν ἄλλοις ἡ λέξις κεῖται. Ἔστι δὲ τῷ Ἀχιλλεῖ ὁ κρατερὸς μῦθος τοιοῦτος «Μυρμιδόνες, μή τίς μοι ἀπειλάων λελαθέσθω, ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι πάνθʼ ὑπὸ μηνιθμόν», ἤγουν τὸν ὅλον καιρόν μοι τῆς μήνιδος, «καί μʼ ᾐτιάασθε ἕκαστος· σχέτλιε Πηλέος υἱέ, χόλῳ σʼ ἄρα ἔτρεφε μήτηρ, νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν αὖτις, <!-- 3.834 -->ἐπεὶ ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ. ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε. νῦν δὲ πέφανται φυλόπιδος μέγα ἔργον, ἕης», ἤγουν ἧς, «τὸ πρίν γʼ ἐράασθε. ἔνθα τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω». Καὶ ὅρα ὅπως ἐντρέπει τοὺς Μυρμιδόνας ὡς ἀχρείους ἐσομένους, εἰ μὴ γενναίως πολεμήσουσιν. οὔτε γὰρ ἀέκοντες ἔτι ἔχονται παρὰ νηυσὶ καὶ ὕβρεως δὲ τῆς εἰς τὸν ἀρχηγὸν ἁλίσκονται, οὐ μὴν θαρροῦς καὶ προθυμίας τῆς εἰς μάχην, εἴπερ ἀναδύντες τρέσουσι. Σημείωσαι δὲ καὶ ὅπως καταμερίσας ὁ ποιητὴς οἰκονομικῶς τὰ κατὰ τοῦ Ἀχιλλέως ὀνειδιστικὰ ῥήματα τὰ μὲν ἀνατέθεικε φθάσας τῷ Πατρόκλῳ, τὰ δὲ αὐτὸν ποιεῖ νῦν τὸν Ἀχιλλέα λέγοντα ἐν τῷ ἀφηγεῖσθαι, ὅπως ἕκαστος τῶν Μυρμιδόνων ᾐτιῶντο αὐτόν. Ἐν οἷς ὅρα καὶ ὅτι καλὸν μὲν καὶ τοῦ Πατρόκλου τὸ «οὐκ ἄρα σοί γε πατὴρ Πηλεὺς οὐδὲ Θέτις μήτηρ» καὶ ἑξῆς τὰ ἐν τρισὶ στίχοις ἐξηπλωμένα. Εἰ δὲ ὡς ἐν ταλάντῳ σκεθρῷ κρίσεως σταθμηθῶσιν ἐκεῖνα πρὸς τὸ ἐνταῦθα τοῦ λαοῦ ἡμιστίχιον τὸ «χόλῳ σε ἄρα ἔτρεφε μήτηρ», πολλῷ τοῦτο καθέλκει, τουτέστι κάτω ῥέπει. πάνυ γὰρ θαυμασίως εἴρηται τοῦτο, ἶσον ὂν τῷ· χολὴν ἐθήλαζες ἀντὶ γάλακτος, καὶ διὰ τοῦτό σοι ἐκ χόλου οἷον τὸ σῶμα συμπέπηκται. Σημείωσαι δὲ καὶ ὅτι ταῦτα λέγων ὁ Ἀχιλλεὺς ἐπιεικῆ λεληθότως ἑαυτὸν ὑποδείκνυσιν. εἰ γὰρ χόλῳ ἐτέτραπτο, πάνυ ἂν ἐχολοῦτο, τοιαῦτα βαρέως πρὸς τῶν ὑπηκόων ἀκούων. Ἰστέον δὲ ὅτι ἐκ τοῦ χόλῳ τραφῆναι τὸν δύσκολον καὶ ἀκράχολον εἴληπται παρὰ τῷ βουκολιάζοντι τὸ «μαζῶν λεαίνης θηλάσαι γάλα». Ἐκ τούτων δὲ παρενεχθέντες ἄλλοι ἔγραψαν ἐπὶ τοιούτων ἀνδρῶν εὐτελέστερον τὸ βλέπειν αὐτοὺς νᾶπυ ἢ ὀρίγανον, ἤγουν δριμεῖς εἶναι. σεμνότερον δὲ τούτων τῶν δύο τὸ βλέπειν Ἄρη, ἤγουν πόλεμον, διʼ οὗ ἐδήλουν τὸ τοῦ βλέμματος ἄγριον. ἀσυγκρίτως δὲ ὑπερέχει τῶν τοιούτων τὰ εἰρημένα Ὁμηρικά. Ὅρα δὲ καὶ ὅτι λόγῳ ἠθοποιΐας φράζει ὁ ποιητὴς τὸ «σχέτλιε Πηλέος υἱέ» καὶ ἑξῆς ἕως τοῦ «χόλος ἔμπεσε θυμῷ», ὅπερ ὡς ἐπὶ πολεμίου εἰρῆσθαι δοκεῖ, ἵνα λέγῃ ὅτι ὡς οἷον ἐπολεμήθης τῷ θυμῷ. οὕτω γὰρ καὶ προϊὼν ἐρεῖ, ὅτι ἐνέπεσον Τρώεσι Μυρμιδόνες, ἤγουν πολεμικῶς ἐπῆλθον. Σημείωσαι <!-- 3.835 -->δὲ τὸ «ἔστησεν εὖ κρίνας», ὅ ἐστι κατὰ στίχας διακρίνας, διαχωρήσας, ἐξ οὗ ληφθεῖσα σύγκειται παρὰ τοῖς μεθʼ Ὅμηρον ἡ εὐκρίνεια, ταὐτὸν οὖσα τῇ εὐκοσμίᾳ ἔν τε λόγοις ἔν τε ἔργοις. Τὸ δὲ εὖ κρίνειν, ἀλλαχοῦ καὶ κρίνειν λέγει ὁ ποιητής, οἷον «κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας». Μὴ λαθέσθαι δὲ ἀπειλάων παραινεῖ, ἵνα μὴ καὶ αὐτοὶ ἀπειλητῆρες εἶναί ποθεν ἀκούσωσιν. Ἐνταῦθα δὲ περιττεύειν δοκεῖ ἡ μοι ἀντωνυμία, ἐν τῷ «μή τίς μοι ἀπειλάων λελαθέσθω». λείπει δὲ αὖθις ἐν τῷ «πάνθʼ ὑπὸ μηνιθμόν», τουτέστι κατὰ τὴν ἐν ἐμοὶ πᾶσαν μῆνιν. σχεδιασμοῦ δὲ πάθη τὰ τοιαῦτα. Ὅρα δὲ καὶ ὅτι Ἀχιλλεὺς μὲν μηνιθμὸν ἔφη περὶ ἑαυτοῦ ἀληθεύων, Μυρμιδόνες δέ, καθὰ καὶ ὁ Πάτροκλος, σεμνότερον μὲν δοκοῦσιν εἰπεῖν χόλον. Ἔστι δὲ ἀληθῶς αὐτὸ δριμύτερον, οὐ μόνον ὅτι κακὸν χόλον εἶπον, ἀλλὰ καὶ ὅτι ὁ μὲν μηνιθμός, εἰ καὶ πολυχρόνιος, ἀρχήν τινα ἔχει καὶ τέλος παρὰ τῷ ζῶντι, ὁ δὲ χόλῳ μητρόθεν τραφεὶς σύμφυτον ἔχει διὰ βίου τὸ κακόν. Τὸ δὲ «καί μʼ ᾐτιάασθε» ὠφελεῖται τῇ ἐγκλίσει τοῦ τόνου. εἰ γὰρ μὴ καὶ ὁ και σύνδεσμος ὠξύνετο, ἦν πάντως ἀνάγκη νοεῖν, ὅτι καὶ μῆτιν ἐποιεῖσθε ἕκαστος, ὃ περίφρασίς ἐστι τοῦ ἐμητιάασθε. Τὸ δὲ νηλεές εἶπε καὶ ὁ Πάτροκλος, οἷα συνεθισθεὶς τῷ ἐκ τῶν Μυρμιδόνων σκώμματι. θαμὰ γάρ, φασίν, ἀγειρόμενοι ταῦτα ἐβάζετε. ὧν εἷς, ὡς εἰκός, καὶ ὁ διδάσκαλος Φοῖνιξ εἰς πόλεμον συνοτρύνων καὶ αὐτός, ὃς καὶ ἀνέχεται τοῦ μαθητοῦ, ἴσως δὲ καὶ χαίρει, ἀκούων ταῦτα λέγοντος. ἔοικε δὲ καὶ πρὸς αὐτὸν ἐν τούτοις ἀποτείνεσθαι ὁ Ἀχιλλεύς. πολλὰ γὰρ αὐτὸν ὁ Φοῖνιξ ἐν ταῖς Λιταῖς ἐμέμψατο. Ἰστέον δὲ καὶ ὅτι τὸ νηλεές πρὸς διασάφησιν ἐπῆκται τοῦ «χόλῳ σε ἄρα ἔτρεφε μήτηρ». χόλῳ γὰρ οἱονεὶ τρέφεται ὁ οὕτω νηλεής. Τὸ δὲ «νῦν πέφανται φυλόπιδος μέγʼ ἔργον, ἧς τὸ πρίν» καὶ ἑξῆς, ὡς προέκκειται, στρατηγοῦ λόγος ὀτρύνοντος τοὺς φιλομάχους. Τὸ δὲ «πέφανται» ὁμοφωνεῖ μὲν τρίτῳ πληθυντικῷ, ἐστὶ δὲ ἑνικὸν ἀπὸ τοῦ φαίνω, φυλάσσον τὸ νῦ ὡς καὶ <!-- 3.836 -->τὸ ἐξήρανται χείρ, καὶ κατῄσχυνται ὁ δεῖνα ἢ μεμίανται, καὶ ὅσα τοιαῦτα. οἷς πᾶσι συμβέβηκεν ὁμοφωνεῖν τοῖς αὐτῶν πληθυντικοῖς τρίτοις προσώποις διὰ τὸ φυσικῶς ἔχειν ἐγκείμενον τὸ νῦ ἀμετάβολον. Ὅτι δὲ μέγα ἔργον τὴν μεγάλην λέγει μάχην, πολλαχοῦ προπέφανται. Τὸ δὲ «ἧς ἐράασθε» ἕης ἔφη, ὡς καὶ ἀλλαχοῦ τὸ ὡς ἕως, πλεονασμῷ τοῦ ε Ἀττικῶς, καθὰ καὶ Ἡσίοδος ἐν Θεογονίᾳ τὸ εἷς ὀφθαλμὸς ἕεις φησί. Τὸ δὲ «ἔνθα τις ἄλκιμον ἦτορ ἔχων» ταὐτόν ἐστι τῷ «ἔνθα ἕκαστος ἀνδριζόμενος». οὐ δήπου γὰρ τὸ τίς περί τινος μόνου ἑνὸς εἴρηται. Ὅτι Ἀχιλλεὺς εἰπών, ἃ προσεχῶς εἶπεν, «ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου, μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν». Οὐ γὰρ ἔστι λόγον ἄπρακτον εἶναι παρὰ τῷ ποιητῇ, καὶ ταῦτα στρατηγοῦ ὀτρύνοντος. Σημείωσαι δὲ ὅτι τὸ «ἄρθεν» σημαίνει μὲν καὶ τὸ ἤρθησαν, ἤτοι λόγοις ἐπήρθησαν καὶ οἷον ἐκουφίσθησαν ὡς ὑπὸ πτερῶν, ὡς καὶ ὁ Κωμικός φησι «νῦν τοι λέγων πτερῶ σε», ἀντὶ τοῦ μετέωρον διὰ παραινέσεως ποιῶ. καὶ τῷ Ἀχιλλεῖ δὲ εἰς πόλεμον εὐψύχως ὁρμωμένῳ τὰ ἡφαιστότευκτα ὅπλα ὡς πτερὰ γενήσονται. Οὕτω καὶ Πύρρος ὁ Ἠπειρώτης ἀετὸς ὑπὸ τῶν ὑπηκόων ἐπονομαζόμενος ἔλεγε· πῶς δὲ οὐκ ἂν εἴην ἀετός, τοῖς ἡμετέροις ὅπλοις ὡς ὠκυπτέροις αἰρόμενος; ἐξ Ὁμήρου οἶμαι κἀκεῖνος ὠφεληθεὶς οὕτως εἰπεῖν. καὶ Σοφοκλῆς δέ που πτέρυγι τὰς τῶν Ἀργείων ἀσπίδας εἴκασε, διʼ ὧν αἴρονται οἷον οἱ φέροντες. καὶ οὕτω μὲν τὸ «ἄρθεν» δύναταί τις νοῆσαι, ὡς ἐρρέθη, ἀντὶ τοῦ μετεωρισθέντες, οἷς ἤκουσαν, φρονήματος καὶ θάρσους ἐπλήσθησαν. Κρεῖττον δὲ νοηθῆναι αὐτὸ ἀντὶ τοῦ ἡρμόσθησαν ἀπὸ τοῦ ἀρῶ, τὸ ἁρμόζω. Διὸ ἑρμηνεύων ἐπάγει «ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων, ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι». Πῶς δὲ αὗται ἄραρον, διασαφεῖ εὐθὺς ἐπαγαγών «ἀσπὶς ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν» καὶ ἑξῆς, ὡς ἀλλαχοῦ καὶ γέγραπται καὶ ἡρμήνευται. Καὶ ἔστιν ἡ παραβολὴ αὕτη τοῦ τοίχου πρὸς τὴν ἄγαν πύκνωσιν τῶν στρατιωτῶν, ὡς δηλοῖ ἐπιφωνηματικῶς ἐπενεχθὲν τὸ «ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν». Ἰστέον δὲ καὶ ὅτι ἀλλαχοῦ πυργηδὸν φράξασθαι τοὺς μαχομένους εἰπὼν ἐνταῦθα ἔλυσεν <!-- 3.837 -->εἰς πλατυσμὸν τὴν λέξιν ἐκείνην καὶ ἐδήλωσεν ἐνδιασκεύως διὰ τῆς κατὰ τὸν τοῖχον παραβολῆς, τί ἐστι τὸ πυργηδόν, μονονουχὶ λέγων ὅτι, ὥσπερ τοῖχος καὶ πύργος, οἷς πολλὴ ὁμοιότης, πυκνοῦνται λίθου λίθον ἐρείδοντος, οὕτω καὶ μάχη, καθʼ ἣν ἀσπὶς ἀσπίδα ἐρείδει, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ. ὥστε εἴη ἂν καὶ τοῦτο πυργηδὸν οἷον φράττεσθαι. Τὸ δὲ «δώματος ὑψηλοῖο» καὶ τὸ «βίας ἀνέμων» τὴν τῶν λίθων ἐπιτείνει πύκνωσιν. τὸ γὰρ ἄλλως ἐν τούτοις ἀραιὸν καὶ ὑπόκενον εὐκατάβλητον. ἔστι δὲ τὸ «βίας ἀνέμων ἀλεείνων» καὶ τελικὸν αἴτιον τῆς τῶν λίθων ἐν οἰκοδομαῖς πυκνότητος καὶ δηλωτικὸν δὲ ἰσχύος ἀνέμων, οἳ τὰ μὴ πυκνὰ καὶ εὐπαγῆ δώματα καταρριπτεῖν δύνανται βιαζόμενοι. Τοῦ δὲ «ἀράρῃ» καὶ τοῦ «ἄραρον» ἐνεστὼς ἀράρω, γεγονὼς ἀπὸ τοῦ ἄραρε παρακειμένου, ὡς ἐκ τοῦ πέπληγα τὸ πεπλήγω, καὶ πέφυκα πεφύκω, καὶ τὰ ὅμοια. Ὅτι δύο ἄνδρε Πάτροκλος καὶ Αὐτομέδων πάντων προπάροιθεν «θωρήσσεσθον, ἕνα θυμὸν ἔχοντες, πρόσθεν Μυρμιδόνων πολεμιζέμεν», ἤγουν προμάχεσθαι. συζυγία δὲ καὶ αὕτη ἀγαθὴ φίλων. Ἔνθα σημείωσαι τὸ «ἔνα θυμὸν ἔχοντες» προκατασκευαστικὸν ὂν τῆς ὕστερον ἡνιοχείας τοῦ Αὐτομέδοντος. εἰ γὰρ ἕνα θυμὸν εἶχον οὗτοι, καλῶς ἄρα μετὰ Πάτροκλον ὁ Αὐτομέδων ἡνιοχεῖ τῷ Ἀχιλλεῖ, ὁ καὶ φίλτατος τῷ Πατρόκλῳ μετὰ τὸν Ἀχιλλέα, ὡς προείρηται, ἵνα τριῶν τούτων ἡρώων φιλτάτων διαβαίνοι τὰ τῆς φιλίας ἐπὶ τοὺς τρεῖς, καὶ ὁ τῷ ἑταίρῳ Πατρόκλῳ φίλτατος φιλοῖτο καὶ τῷ Ἀχιλλεῖ. Μήποτε δὲ ἄρα ἐξ Ὁμήρου λαβόντες οἱ μετʼ αὐτὸν ἐκ τοῦ Αὐτομέδων συνέθεντο τὸν αὐτοκράτορα. εἰ γὰρ μέδειν καὶ ἄρχειν ταὐτόν ποτε δηλοῦσιν, οὐκ ἀπεικὸς εἰπεῖν καί, ὡς ὁ Αὐτομέδων καὶ ὁ αὐτοκράτωρ οὐ μακρὰν ἀλλήλων κεῖνται. Ἰστέον δὲ ὅτι τὸ μὲν «πάντων προπάροιθεν θωρήσσεσθαι» προθυμίαν μόνην δηλοῖ, τὸ δὲ πρόσθεν τῶν ἄλλων πολεμίζειν καὶ θάρσους ἐστὶ δηλωτικόν. Καὶ ὅτι τὸ «ἕνα θυμὸν ἔχοντες» ἀντιθετικὸν σχῆμά τι ποιεῖ, λέγει γὰρ ὡς δύο ἄνδρες ἐν ἑνὶ θυμῷ, καὶ ὅτι θυμὸν ἕνα εἰπεῖν ταὐτόν ἐστι τῷ ἶσον θυμόν, ὃ ἀλλαχοῦ κεῖται, καὶ ὅτι διχῇ ἐνταῦθα θυμὸς εἷς νοεῖται· ἢ γὰρ ψυχὴ μία ἐν δυσὶν ἀνδράσιν ἢ μάλιστα προθυμία μία, καὶ ὅτι προμάχων δηλωτικὸν τὸ «πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσεσθον». Ὅτι Ἀχιλλεὺς πάντα ποιήσας, ὅσα ἐχρῆν ἐπὶ ἀσφαλείᾳ τοῦ ἑταίρου, τρέπεται βιωτικῶς καὶ εἰς εὐχήν, παιδεύοντος τοῦ ποιητοῦ χρῆναι μηδὲ τοῦ τοιούτου καλοῦ ἐν τοῖς καιρίοις ἀπέχεσθαι, καὶ ἅμα παραδεικνύντος, ὡς καὶ ἐν ἄλλοις, εἶναί τι θεῖον, παρʼ ᾧ ἐνεργὴς ἡ εὔλογος <!-- 3.838 -->εὐχή. εἰ δὲ καὶ ἱστορίαι τινὲς ἐνταῦθα καινότεραι παραπλακήσονται διὰ τὴν συνήθη τῷ ποιητῇ ποικιλίαν καὶ χρηστομάθειαν, αὐτίκα φανεῖται. Φησὶ γοῦν ὅτι Ἀχιλλεὺς μετὰ τὰ εἰρημένα ἐς κλισίην ἐλθὼν «χηλοῦ ἀπὸ πῶμʼ ἀνέῳγε καλῆς, δαιδαλέης, τήν οἱ Θέτις θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι, ἐϋπλήσασα χιτώνων χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων. ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον», ὅ ἐστιν εὔτυκτον, «οὐδέ τις ἄλλος οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον, οὔτέ τεῳ σπένδεσκε θεῶν ὅτε μὴ Διῒ πατρί. τό ῥα», ἤγουν τοῦτο δή, «τότε ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι, νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον, εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον· Ζεῦ ἄνα, Δωδωναῖε, Πελασγικέ, τηλόθι ναίων, Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίουσιν ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι. εἰ μὲν δή ποτε», ἢ μᾶλλον ἦ μὲν δήποτʼ, «ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο, τίμησας μὲν ἐμέ, μέγα δʼ ἵψαο λαὸν Ἀχαιῶν, ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ». ταῦτα δὴ τρία ἔπη, ἃ καὶ ὁ Χρύσης παρά τινας ὀλίγας λέξεις ἐν ἀρχῇ τῆς Ἰλιάδος ἔφη πρὸς τὸν Ἀπόλλωνα χρήσιμα παντὶ δεηθέντι μὲν καὶ εἰσακουσθέντι, ἀξιοῦντι δὲ περὶ τῶν εἰσέπειτα. Εἶτα ἐκτίθεται ὅπερ ἐθέλει καί φησιν «αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, ἀλλʼ ἕτερον πέμψω μάρνασθαι· τῷ κῦδος ἅμα πρόες, θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ εἴσεται ἤ ῥα καὶ οἶος ἐπίσταται πολεμίζειν ἡμέτερος θεράπων, ἤ οἱ τότε χεῖρες ἄαπτοι μαίνονται, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος. αὐτὰρ ἐπεὶ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται», τουτέστι διώξει, «ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισι». Καὶ αὐτὸς μὲν οὕτως εὔξατο. «τοῦ δʼ ἔκλυε μητίετα Ζεύς», ὃν οὐ λάθεν, ὡς ἀνωτέρω ἐγράφη. Οὐ γὰρ ἀνεπίστροφόν ἐστι τὸ θεῖον ἀνθρωπίνων λιτῶν κατὰ τὸν ποιητὴν οὐδὲ λανθάνει τις, ὥσπερ οὐδὲ κινύμενος ἄλλως, οὕτως οὐδὲ εὐχόμενος. «Τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε. νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι». Τὸ δὲ τοιοῦτον σχῆμα εἴωθε λέγεσθαι παροιμιωδῶς οὐ μόνον ἐπὶ τῶν νικώντων μέν, πιπτόντων δέ, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ τῶν πρὸς τῷ καλῷ ἐχόντων τι καὶ κακόν, καὶ κατὰ τὸν ποιητὴν εἰπεῖν, ἔνθα παρὰ καὶ καλῷ κακὸν ἔθετο θεός, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τοῦ Δημοδόκου τὸ ὅμοιον ἐρρέθη, μουσικοῦ μὲν ὄντος ἀρίστου, τυφλοῦ δέ. κἀκείνῳ γὰρ θεὸς τὸ μὲν ἔδωκε, τὸ δʼ ἀνένευσεν, ὀφθαλμῶν μὲν ἀμέρσας, δοὺς δὲ γλυκεῖαν ἀοιδήν. Ὃ δὴ παραξέσας ὁ παρὰ τῷ Ναυκρατίτῃ σοφιστῇ γλυκὺς μουσικὸς ἠστεΐσατο ἐπὶ μουσουργοῦ ἀτέχνου, περὶ οὗ ἐρωτηθεὶς ὁποῖος δήποτʼ ἐστὶ <!-- 3.839 -->καὶ εἰπὼν τὸ τοῦ Ὁμήρου, ὡς ἕτερον μὲν αὐτῷ δῶκε θεός, ἕτερον δʼ ἀνένευσε, καὶ προσεπερωτηθεὶς τί μὲν ἔδωκεν ὁ θεός, τί δὲ ἀνένευσεν, εἶπε· κακῶς μὲν ᾄδειν ἔδωκε, καλῶς δὲ ᾄδειν ἀνένευσε. καὶ οὕτως ἐλύπησε μὲν ἐκεῖνον τὸν μουσικόν, διέχεε δὲ τοὺς ἀκροατάς. ἀλλὰ τοῦτο μὲν παραπεπτωκὸς οὕτω κείσθω. Ἀχιλλεὺς δὲ σπείσας καὶ εὐξάμενος Διῒ πατρὶ ἐς κλισίην αὖθις εἰσῆλθε, δέπας δʼ ἀπέθηκεν ἐν χηλῷ. Καὶ ὅρα τὸ «ἀπέθηκεν» ἐξ οὗ δηλοῖ κειμήλιον εἶναι τὸ δέπας, ὡς ἀποτεθειμένον, ἤτοι ἀπόθετον, ἀποκείμενον. καιρία δὲ ἡ λέξις καὶ σαφής, ἤδη δὲ καὶ ἀφελής. οἱ δὲ πεζογράφοι ἀπέθετό φασιν Ἀττικώτερον. Χηλὸν δὲ κατὰ τοὺς παλαιοὺς τὴν κιβωτόν φασιν οἱ Λάκωνες, Βουτεάδαι δὲ λάρνακα, Μιτυληναῖοι δὲ ἀντίπηγα, ἣν ἄρτι ὁ ποιητὴς καὶ καλὴν λέγει, ἐπεὶ τῷ καλῷ Ἀχιλλεῖ τά τε ἄλλα καλὰ καὶ ἡ χηλός. Ἦν δὲ τὸ καλὸν αὐτῇ διὰ τὸ πεποικίλθαι ἢ χρώμασιν ἢ γλύμμασι. διὸ καὶ ἐπήγαγε τὸ δαιδαλέης. Πῶμα δὲ γίνεται παρὰ τὸ πῶ, τὸ κτῶμαι. φυλάσσει γὰρ πᾶν πῶμα κτητά τινα. ἔχει δὲ ἀναλογίαν πρὸς τὸ κῶ κῶμα, κεῖται γὰρ ὁ ὑπνῶν, καὶ πρὸς τὸ βρῶ βρῶμα. Τὸ δὲ «ἀνέῳγε» νῦν μὲν ἐνέργειαν δηλοῖ ληφθὲν ἀντὶ τοῦ ἤνοιξε. κεῖται δέ ποτε καὶ ἀντὶ τοῦ ἠνοίγει, μέσος γάρ ἐστι παρακείμενος δρᾶσίν τε καὶ πεῖσιν δηλῶν. Δαιδαλέη δὲ χηλὸς καὶ ἁπλῶς τὰ δαιδάλεια πάντα ἢ δαιδάλεα ἢ δαίδαλα οὐ μόνον ἀπὸ Δαιδάλου τοῦ Κρητός, ἀλλὰ καὶ ἀπὸ τῆς, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, μυθευομένης Δαιδάλης, μητρὸς Μήτιδος, παρʼ ᾗ, φασίν, ἐτράφη Ἀθηνᾶ. Τὸ δὲ ἄγεσθαι ἐπὶ νηὸς τὴν χηλὸν οὐκ ἄν τις ἀντείποι μὴ λεχθῆναι ἀντὶ τοῦ φέρεσθαι. Τὸ δὲ <!-- 3.840 -->«ἐϋπλήσασα χιτώνων» ἔχων Ὅμηρος εὖ πλήσασα ἢ ἐμπλήσασα εἰπεῖν, ὅμως οὐχʼ εἵλετο οὕτω γράψαι, ἀλλὰ ποιητικώτερον ἔφρασε πρὸς ὁμοιότητα τοῦ «ἐϋκρίνας», ὃ πρὸ ὀλίγων γέγραπται. Ἰστέον δὲ ὅτι τε καὶ ἐνταῦθα διαφορὰ χιτῶνος φαίνεται καὶ χλαίνης ἐν τῷ «χιτώνων χλαινάων τε», καὶ ὅτι αἱ χλαῖναι χιτώνων παχύτεραι. διὸ καὶ ἀνεμοσκεπέες λέγονται, καὶ ἀπὸ τοῦ χλιαίνεσθαι παρετυμολογοῦνται, καθὰ ἴσως καὶ αἱ χλανίδες. οὐ μὴν δηλαδὴ καὶ αἱ χλαμύδες, ἃς ἐφαπτίδας φασὶν εἰρῆσθαι παρὰ τῷ εἰπόντι, ὅτι εἶχον πορφυρᾶς ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους ζώνας. Εἶεν δʼ ἂν αἱ αὐταὶ χλαῖναι ὡς ἀνεμοσκεπέες καὶ ἀλεξάνεμοι καὶ χειμάμυναι, ὃ καὶ ἐν Ὀδυσσείᾳ εἴρηται. Ὅτι δὲ χιτὼν οὐκ ἐξ ἀνάγκης μόνον ὁ τῆς σαρκὸς ἀμέσως ἐχόμενος, ἀλλὰ καὶ τὸ ἁπλῶς ἔνδυμα πλὴν εὐαφὲς καὶ ἁπαλὸν καί, ὡς εἰπεῖν, χυτόν, ἐξ οὗ παράγωγος ὁ χιτών, δῆλον μὲν καὶ ἐξ ἄλλων πολλῶν, οὐχʼ ἥκιστα δὲ καὶ ἐκ τοῦ ἱστορήσαντος, ὅτι τοῖς τὴν Σῖριν οἰκοῦσιν ἐπεχωρίασε τὸ φορεῖν ἀνθίνους χιτῶνας, οὓς ἐζώννυντο οἱ ἐκεῖ μίτραις πολυτελέσι. διὸ καὶ ἐκαλοῦντο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες πρός τινα διαστολήν, ἐπεί, φησίν, Ὅμηρος τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ. Ἔτι ἰστέον καὶ ὅτι οὖλοι τάπητες ἢ οἱ δασεῖς καὶ τριχωτοί, ὁποῖα τὰ κοινῶς νῦν λεγόμενα ἐπεύχια, ἢ εὐείλητοι καὶ εὔκλωστοι, ὅθεν καὶ οὔλη θρίξ, ἢ καὶ ἄλλως εὐείλητοι, ὅ ἐστιν εὐδίπλωτοι διὰ μαλακότητα. Δῆλον δʼ ὅτι οὖλος λέγεται καὶ ὁ ὅλος, ὅ ἐστιν ἀκέραιος, οἷον «οὖλος ἄρτος», καὶ ἐκ τοῦ τοιούτου γίνεται καὶ οὔλω, τὸ ὑγιαίνω, ὡς τὸ «οὖλέ τε καὶ μέγα χαῖρε». πολὺ χρηστότερον δὲ τούτων ἐν ποιήσει τὸ οὖλος ὁ ὀλέθριος, οὗ σύνθετον τὸ οὐλοβόρος ἔχις, οἷον· εἰ ἔτυμον τὸ τὴν μύραιναν σὺν οὐλοβόροις ἐχέεσσι θόρνυσθαι, ἤγουν σπερμαίνειν, θορὸν δέχεσθαι, προλιποῦσαν ἁλὸς νομόν. Νίκανδρος δὲ αὐτό φησιν ἀμφιβάλλων τὴν μετὰ ἔχεων μίξιν τῶν μυραινῶν. <!-- 3.841 -->Τάπητες δέ, περὶ ὧν καὶ ἀλλαχοῦ ἐγράφη, σκοπητέον εἴπερ ὡμοίωνται τοῖς ἀμφιτάποις ἢ ταῖς ψιλοτάπισιν, ὧν μνεία παρὰ τῷ Δειπνοσοφιστῇ, εἰπόντι ὡς κλῖναι χρυσαῖ σφιγγόποδες ἵσταντο, ταύταις δʼ ἀμφίταποι ἁλουργεῖς ὑπέστρωντο τῆς πρώτης ἐρέας. ὅθεν δῆλον ὡς ὑπόστρωμα καί, ὡς εἰπεῖν, ὑποβολὴ στρώματος ἢ μᾶλλον περιστρώματος ἦν, ὥσπερ ἔστιν ὅτε ὁ τάπης, οὕτω καὶ ὁ ἀμφίταπος, ἐναντίος ὢν τῇ ψιλοτάπιδι τῇ ἴσως καὶ ψιλοδάπιδι, καθότι δίμαλλος αὐτὸς ἔοικεν εἶναι κατὰ τούς, ὡς ἂν εἴποι τις, διπροσώπους σάγους. Ὅτι δὲ ὑπέκειντο καθὰ οἱ ἀμφίταποι καὶ οἱ τάπητες, οὕτω καὶ αἱ ψιλοτάπιδες, ὧν ἐτυμολογία τὸ πατεῖσθαι, δῆλον ἐκ τοῦ «διῄει ὁ βασιλεὺς διὰ τῆς αὐλῆς πεζὸς ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφʼ ὧν οὐδεὶς ἄλλος ἐπέβαινεν ἢ βασιλεύς». Δοκοῦσι δὴ ἄμαλλοι μὲν αἱ ψιλοτάπιδες εἶναι ὡς καὶ αἱ ψιλοδάπιδες, ἀμφίμαλλοι δὲ οἱ ἀμφίταποι, ἑτερόμαλλοι δὲ οἱ τάπητες. Τὸ δὲ «τέῳ», ἤγουν τινί, πλεονασμὸν ἔχει τοῦ ε. ταὐτὸν γὰρ οὔτε τέῳ εἰπεῖν καὶ οὔτε τῷ. τοῦ δὲ τέω καὶ γενικὴ πληθυντικῶν ἐστὶ τέων. Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ ἡμεῖς ἰδιωτικώτερόν φαμεν οὐκ ἄλλῳ τινὶ εἰ μὴ τῷ δεῖνι, οἷον οὐκ ἔθυεν ἄλλῳ τινὶ εἰ μὴ τῷ Διΐ, τοῦτο Ὅμηρος μὲν οὕτω φησίν· οὔτε τῷ ἔσπενδεν ὅτε μὴ Διΐ. οἱ δὲ ὕστερον ῥήτορες ὅτι μὴ Διΐ, τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων πτώσεων, οἷον οὐδεὶς ἕτερος ὅτι μὴ ὁ δεῖνα, καὶ οὐδένες ἄλλοι ὅτι μὴ οἱ δεῖνα. οὕτω δὲ καὶ ἐπὶ ῥημάτων, οἷον· οὐκ ἄλλο τι ἔδρα ὅτι μὴ ἐτρύφα. τὸ δʼ αὐτὸ καὶ ἐπὶ μετοχῶν καὶ ἐπὶ ἀντωνυμιῶν. Καὶ σημείωσαι ὅτι ἐξ Ὁμήρου λαβόντες οἱ μετʼ αὐτὸν εἶπον τὸ ὅτι μὴ τόδε. ἐν γὰρ τῷ «ὅτε μὴ Διῒ πατρί», τὸ μὲν τε παραπληρωματικῶς παρέλκει, τὸ δὲ «ὅ» ἀντὶ τοῦ ὅτι νοεῖται. Θέειον δὲ ἢ τὴν θέαφον λέγει ἢ λεπτὴν αἰθάλην πυρός, καθά τισι τῶν παλαιῶν δοκεῖ, ἢ καὶ εἶδός τι θυμιάματος, ὃ ἐπὶ καθαρμῷ καὶ ἀποτροπιασμῷ μετεχειρίζοντο. διὸ καὶ θεῖον εἶναι αὐτὸ ἐδόκει. καὶ ἐντεῦθεν ἐκλήθη πλεονασμῷ τοῦ ε. ὅθεν καὶ Ὀδυσσεὺς μετὰ τὴν <!-- 3.842 -->μνηστηροκτονίαν, «οἶσε θέειον», φησίν, «ὡς ἂν θεειώσω μέγαρον». καὶ εἴρηται ἐν Ὀδυσσείᾳ περὶ τῆς τοιαύτης λέξεως ἀκριβέστερον. Ὅρα δὲ καὶ ὅτι τὸ δέπας ἐκάθηρε μὲν θεείῳ, ἔνιψε δὲ καλαῖς ῥοαῖς ὕδατος καθὰ καὶ τὰς χεῖρας. Καὶ ἔστι τὸ καθαίρειν θεία λέξις παρὰ τοῖς παλαιοῖς, ἐξ οὗ καὶ οἱ θρυλούμενοι καθαρμοί. τὸ μέντοι κάθαρμα οὐ σεμνὴ λέξις ὡς οὐδὲ τὸ λῦμα, ὅθεν καὶ ὁ λυμεών. Τῆς δὲ ῥοῆς προκατάρχει ὁ ῥόος, ὡς καὶ τῆς χολῆς ὁ χόλος. Τὸ δὲ «ἔπειτα» χρονικὸν τρὶς ἐνταῦθα κεῖται· ἔπειτα ἔνιψεν, ἔπειτα στὰς μέσῳ, ἔπειτα ἐπὶ νῆας ἵκοιτο. οὐ γὰρ αἰδεῖται τὴν καίριον ταὐτολογίαν. οὕτω καὶ αἴθοπα οἶνον δὶς ἐνταῦθα λέγει. ὁμοίως καὶ τὸ «Διῒ πατρί». ὃν καὶ ἀπολύτως πατέρα ἐν τούτοις λέγει ὡς ἀρχέτυπον. τοὺς γὰρ ἐν ἀνθρώποις πατέρας ἀφιδρύματα τοῦ τοιούτου πατρὸς Διός φασιν οἱ παλαιοί. Ὅρα δὲ καὶ ὅτι ἐπὶ ὀλίγου ὕδατος ἔφη τὸ καλαῖς ῥοαῖς, διὰ τὸ ἀπὸ καλῆς, ὡς εἰκός, ληφθῆναι πηγῆς, καὶ ὡς παρίσοις ἐκόσμησε τὴν διήγησιν τῷ «καλῇσι ῥοῇσι», καὶ τῷ «νίψατο» καὶ «ἀφύσατο». Ἐνίψατο δέ, ἵνα μὴ χερσὶν ἀνίπτοις, ὃ δὴ λέγεται, σπείσῃ τῷ Διΐ. Πρέπον δὲ πάντως τοῦτο, εἴγε καὶ πρὸ εὐχῆς ἐνίπτοντο, καθὰ καὶ ἡ Ὀδύσσεια δηλοῖ. Σκοπητέον δὲ εἰ καθʼ ὃν λόγον ὕδατος ὀλίγου ῥοή, οὕτω καὶ δακρύων πηγῆς οὐ ῥεῦμα ἢ ῥοῦς ἀλλὰ ῥοή. Τὸ δὲ, «στὰς μέσῳ ἕρκεϊ» ἐμφαίνει καὶ Ἑρκείῳ Διῒ σπένδειν ἄρτι τὸν Ἀχιλλέα, οὕτω λεγομένῳ διὰ τὸ συντηρεῖν πάντας τοὺς περὶ τὸ αὐτὸ ἕρκος. Λείβειν δὲ καὶ νῦν ταὐτόν ἐστι τῷ σπένδειν. ἀνωτέρω γοῦν τὸ σπένδειν εἰπὼν ὑποβὰς «ἔλειβεν οἶνον» φησίν. Ἐντελῶς δὲ πέφρασται καὶ ἅμα καὶ πρὸς σαφήνειαν τὸ ἔλειβεν οἶνον. εἰπεῖν γὰρ ἁπλῶς ἔλειβεν ἐλλιπές τέ ἐστι καὶ οὐδὲ σαφές, εἴγε λείβεταί ποτε καὶ ὕδωρ, ὡς οἱ τοῦ Ὀδυσσέως ἑταῖροι ἐν τῇ Ὀδυσσείᾳ ἐδήλωσαν. Τὸ δὲ «οὐρανὸν εἰσανιδών» βιωτικῶς τὸν τόπον δηλοῖ, ἔνθα ἵεται τὰ τῆς εὐχῆς. οὐ γὰρ καταχθονίῳ Διῒ εὔξεται Ἀχιλλεύς, ἀλλʼ οὐρανίῳ, ἐφʼ οὗ καὶ οἰκεῖον τὸ «Ζεῦ ἄνα», ὃς δοκεῖ ἐκ τῆς ἀνα προθέσεως παρονομασθῆναι τῆς τὸν ἄνω τόπον δηλούσης. οὕτω καὶ τὸ αὐερύειν τὰ θυόμενα τόπον δηλοῖ, ὡς ἀλλαχοῦ ἐρρέθη, πρὸς ὃν ἀπονεύει τὰ τῆς θυσίας, τὸν ἄνω δηλαδή. ὁμοίῳ δὲ λόγῳ καὶ Ὀδυσσεὺς φθάσας Ἀθηνᾷ ληΐτιδι ἀνέσχεθε τὰ τοῦ Δόλωνος τόξα ὡς ἐκείνῃ <!-- 3.843 -->ἀναθήσων αὐτά. Δωδωναῖος δὲ Ζεὺς ὁ περὶ Δωδώνην ἐξέχουσαν ἔχων τιμὴν καὶ κατὰ τὴν ποιητικὴν ἑρμηνείαν «Δωδώνης μεδέων», ἣ Ἑλλοπία κατὰ τοὺς παλαιοὺς ἐκαλεῖτο πρότερον. τὴν δὲ Δωδώνην καὶ δυσχείμερον λέγει Ἀχιλλεύς, εἰδὼς τοιαύτην οὖσαν. περὶ ἣν Πελασγοὶ τὸ ᾀδόμενον ἵδρυσαν ἱερὸν κατὰ τοὺς παλαιούς. ὅθεν καὶ Πελασγικὸς ὁ αὐτός. Περὶ δὲ Πελασγῶν καὶ προδεδήλωται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δὲ γέγραπται, καθάπερ καὶ περὶ Δωδώνης. Ἰστέον δὲ καὶ ὅτι δύο Δωδῶναι κατά τινας, ἡ μὲν Θεσσαλίας, ἡ δὲ Μολοσσίας, ἧς καὶ μεμνῆσθαί φασιν ἐνταῦθα τὸν Ἀχιλλέα διὰ τὸ δυσχείμερον αὐτὴν ἱστορεῖσθαι, καὶ τὸ τοῦ Διὸς δὲ ἱερὸν ἐκεῖσε εἶναι τὸ κατὰ τὴν μαντικὴν φηγόν, ἣν Σοφοκλῆς πολύγλωσσον ἐν Τραχινίαις φησίν, ὡς πολύφωνον, οἷα καὶ πολλοῖς μαντευομένην. Ὅτι δὲ περὶ τοὺς τοιούτους τόπους καὶ γῆ Παιόνων ἐστί, δηλοῖ ὁ γράψας οὕτω· Παίοσιν ὅμοροι Σελλοὶ καὶ Δόλοπες περὶ Δωδώνην μέχρις Ἀχελῴου. Ἕτεροι δὲ Δωδώνην ἀλληγοροῦντες ἐνταῦθα τὴν γῆν φασι παρὰ τὸ δῶ δώσω, ὡς δότειραν καὶ ἀνησιδώραν καὶ ζείδωρον. οἱ δʼ αὐτοὶ φυσιολογικῶς ἅμα καὶ ἀντιθετικῶς καὶ τὰ ἑξῆς συμβιβάζοντές φασι «Ζεῦ ἄνα Δωδωναῖε», τουτέστιν αἰθέριε καὶ περίγειε. τοῦτο μὲν διὰ τὸ Δωδωναῖε, ἐκεῖνο δὲ διὰ τὸ ἄνα, περὶ οὗ καὶ ἀλλαχοῦ δηλοῦται. Οὕτω δὲ συμβιβάζουσι καὶ τὸ «Πελασγικὲ τηλόθι ναίων», Πελασγικέ μὲν διὰ τὸ πέλας ἡμῶν εἶναι τῶν περὶ γῆν, ὃ καὶ ὁ Δωδωναῖος ἐδήλου, τηλόθι δὲ ναίων ὁμοίως <!-- 3.844 -->τῷ «ἄνα» διὰ τὸν ἀνωτάτω αἰθέρα, ἢ καὶ διὰ τὴν ψυχήν, φασί, τοῦ κόσμου, Δία καὶ αὐτὴν ὀνομαζομένην καὶ ἀερώδη νομιζομένην καὶ ἄνω μένειν δοκοῦσαν. οἱ δʼ αὐτοὶ καθʼ ὁμοίαν ἐπιβολὴν ἀντιτιθέασι καὶ τὸ «ἀνιπτόποδες χαμαιεῦναι», ὡς εὐθὺς μετʼ ὀλίγα φανεῖται. Τὸ δὲ Πελασγικέ γράφεται καὶ Πελαργικέ, διότι ἐν τῷ τεμένει, φασί, τοῦ Δωδωναίου Διὸς λευκὸς λόφος ἦν οὕτω καλούμενος. Ὅρα δὲ ὅτι τὸ «τηλόθι ναίων» ἐπὶ τῶν κατὰ γῆν διαστημάτων λέγειν εἰωθώς, ἐνταῦθα τὸ νόημα εἰς αἰθέρα ὕψωσε. Σελλὸς δὲ τὸ ἐθνικὸν ὀξύνεται λόγῳ τοιούτῳ. Τὰ εἰς λος, φασίν, ἑτέρῳ λ παραληγόμενα, οὗ τὸ α οὐ προηγεῖται, ὀξύνονται, κιλλός, εἶδος χρώματος, πολλός, κυλλός, φελλός. οὕτω καὶ Σελλὸς ἐθνικὸν ἢ Ἑλλὸς κατὰ Πίνδαρον. ἀμφιβάλλεται γὰρ ἡ γραφή. διὸ καὶ ὁ Γεωγράφος φησὶ περὶ τούτου, ὅτι οὐκ ἔστι διϊσχυρίσασθαι διὰ τὴν ἀμφιβολίαν. Καὶ σημείωσαι ὅτι ὅσοι μὲν Ἑλλοὺς οἴδασι δίχα τοῦ σ, συναλείφοντες γράφουσιν, «ἀμφὶ δέ σʼ Ἑλλοὶ σοὶ ναίουσιν ὑποφῆται», ἤγουν περὶ σὲ ναίουσιν οἱ Ἑλλοὶ οἱ σοὶ ὑποφῆται. ὅσοι δὲ Σελλοὺς γράφουσι δίχα συναλιφῆς οὕτω νοοῦσιν· ἀμφὶ δὲ σοὶ Σελλοὶ ναίουσιν ὑποφῆται. Καὶ οὗτοι μέν φασι Σελλοὺς λέγεσθαι ὡς ἀπὸ ποταμοῦ Σελλήεντος, ἐκεῖνοι δέ, ὅτι Ἑλλοὶ τὸ ἔθνος ἀπὸ Ἑλλοῦ τοῦ Θεσσαλοῦ, ἀφʼ ὧν καὶ Ἑλλοπίαν τὸν περὶ Δωδώνην τόπον καλεῖσθαι. πλείους δὲ οἱ Σελλοὺς γράφοντες μετὰ τοῦ ἐν ἀρχῇ σ. Ὑποφῆται δὲ ὡς ὑποφητεύοντες προφητεύοντι τῷ ἐκεῖσε Διΐ. Χαμαὶ γάρ, φασί, δοραῖς ἐγκοιμώμενοι διʼ ὀνείρων τοῖς χρωμένοις χρηματίζουσιν ἐκ Διός, καθὰ καὶ Λυκόφρων ἱστορεῖ, ὃς καὶ τόμουρον τὸν ἁπλῶς μάντιν λέγει ὁμωνύμως τοῖς ἐν Δωδώνῃ. Τόμουροι γὰρ οἱ ἐκεῖ τοῦ Διὸς ὑποφῆται, καὶ τόμουραι αἱ <!-- 3.845 -->μαντεῖαι, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται. Ἐν δὲ τῷ «ἀνιπτόποδες χαμαιεῦναι» οἱ μὲν νοοῦσι τοὺς Σελλοὺς εὐτέλειαν ἀσκοῦντας καὶ χαμαιεύνας μὲν ὡς κάτω περὶ γῆν αὐτοὺς κειμένους καὶ μὴ ἐπὶ στιβάδων ἢ δεμνίων ὑπνοῦντας, ἀνιπτόποδας δὲ ὡς μὴ προϊόντας τοῦ ἱεροῦ καὶ διὰ τοῦτο μηδὲ θέλοντας ποδάνιπτρα, ὃ καὶ ἐν τῷ τοῦ Εὐριπίδου Ἐρεχθεῖ δηλοῦται, εἰπόντος, ὅτι πηγαῖς οὐχʼ ὑγραίνουσιν πόδας. Ἕτεροι δὲ σεμνότερον τοιοῦτον συντιθέασι νόημα, χαμαιεῦναι μέν, ἀνιπτόποδες δέ, τουτέστι χαμαὶ μὲν εὐναζόμενοι, ἀνιπτάμενοι δὲ τῶν κάτω ταῖς διανοίαις διὰ τὴν ἐν ταῖς μαντείαις φιλοσοφίαν. Ὅρα δὲ ὡς κἀνταῦθα τὸ χαμαιεῦναι συστέλλει τὴν τῆς προπαραληγούσης δίφθογγον, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ «χαμαιευνάδες σύες», ὥστε οὐ μόνον τὸ πάλαι συστέλλει τὴν λήγουσαν, ὡς δῆλον ἐκ τοῦ πρόπαλαι, ἀλλὰ καὶ τὸ χαμαί. Τὸ μέντοι χαμαιτυπεῖον καὶ ἡ χαμαιτύπη οὐκ εὔδηλον ἀπὸ μέτρου εἴπερ συστέλλουσι τὴν μαι συλλαβήν. Ὅρα δέ, ὅτι χαμαιεῦναι μὲν ἄνθρωποι ἐπαινετοὶ τῆς χαμεύνης ὡς ἐνάρετοι, αἱ δὲ χαμαιευνάδες οὐ τοιοῦτον. σύες γάρ. Ἡ δὲ Κωμῳδία τὰ συνήθη παίζουσα τοὺς χαμαιεύνας χαμαιευνάδας καλεῖ πρὸς ἀναλογίαν τοῦ Ἀρκάδας καὶ φυγάδας καὶ τῶν ὁμοίων. Φέρεται γοῦν Εὐβούλου περὶ φιλοσόφων τὸ «ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι, ἀνόσιοι λάρυγγες, ἀλλοτρίων κτεάνων παραδειπνίδες», ὃ παραπεποίηκεν ἐκεῖνος ἐκ τοῦ παράσιτοι. Εἰ δὲ φιλοσόφους ἄνδρας οὕτως ἔσκωψέ τις, πῶς οὐκ ἂν ὁ τοιοῦτος ἀσφαλέστερον καὶ γυναῖκας χαμαιευνάδας ἐρεῖ τινας, ὧν ὁ βίος οὐκ εὐπρεπής; Τὸ δὲ «νηῶν ἐν ἀγῶνι» οὐ διχῶς ἐνταῦθα νοεῖται ὡς ἐν τοῖς πρὸ τούτου, ἀλλὰ νηῶν ἀγῶνα τὸ ἄθροισμα λέγει, ἀγωνίαν γάρ τινα μάχης αἱ τῶν Μυρμιδόνων νῆες οὐκ ἔχουσιν. Οὕτω που καὶ τὸ «θεῖον δύσονται ἀγῶνα» ἀντὶ τοῦ εἰς τὰ τῶν θεῶν ἱερὰ εἰσέλθωσιν, ἀγῶνος θείου λεγομένου τοῦ ναοῦ, ἔνθα θεῶν ἄθροισις, καθʼ ὁμοιότητα τοῦ νηῶν ἀγών. Τὸ δὲ «τούτῳ κῦδος ἅμα πρόες, θάρσυνον δέ οἱ ἦτορ ἐν φρεσίν» εὔξεται πᾶς ὑπὲρ φίλου ἀγωνιῶντος, καθὰ καὶ ἐπὶ Πατρόκλῳ Ἀχιλλεύς. Ὅρα δὲ ὡς Πάτροκλος μὲν τῷ Ἀχιλλεῖ ἔφη «ἀλλʼ ἐμέ περ πρόες ὦκα», Ἀχιλλεὺς δὲ τῷ Διΐ, ὅτι τῷ Πατρόκλῳ κῦδος ἅμα πρόες. Τὸ δὲ «θάρσυνον» σεμνῶς εἴρηται ὡς τοῦ Πατρόκλου δεομένου θάρσους ἐπὶ πλέον ἤπερ ἀνδρίας. Προστακτικὸν δὲ τὸ «θάρσυνον», εἰ καὶ ἄλλως δύναται καὶ ὡς ὄνομα νοηθῆναι οὐδέτερον, ἵνα δῆθεν <!-- 3.846 -->λέγῃ, ὅτι πρόες τῷ Πατρόκλῳ καὶ θάρσυνον ἦτορ, ἤγουν θαρραλέον. Ὅρα δὲ καὶ ὡς Ἀχιλλεὺς μὲν ἀρκεῖται εἰπὼν ἐπὶ Πατρόκλῳ τὸ «ἡμέτερος θεράπων», Ὅμηρος δὲ πρὸ βραχέων ἀγαθὸν αὐτὸν Ἀχιλλέως ἔφη θεράποντα. Τὸ δὲ «ἄαπτοι» συντελεῖ τι εἰς τὸ «χεῖρες μαίνονται». διὸ καὶ ἀσφαλέστερον τοῦτο πέφρασται καὶ γοργότερον τοῦ «δόρυ μαίνεται ἐν παλάμῃσιν». ἐκεῖνο μέντοι γλυκύτερον. ὡς οἷον γὰρ ἔμψυχον τὸ δόρυ ἐκεῖ μαίνεσθαι λέγεται. Τίς δὲ ὁ μῶλος τοῦ Ἄρεος, καὶ ὡς οὐκ ἐξ ὀρθοῦ τὴν μάχην μῶλον Ὅμηρος λέγει, ἀλλʼ ἢ τὸν ἐν μάχῃ μολυσμὸν κατʼ ἔκτασιν τῆς ἀρχούσης, ἢ τὴν πολεμικὴν κακοπάθειαν παρὰ τὸ μόλις, ἢ τὴν ἐν πολέμῳ φθορὰν παρὰ τὸ μὴ ὅλον, οἱονεὶ μήολος, ὁ μὴ ἐν ὁλότητι ἀφιεὶς τὸν στρατόν, καὶ κατὰ κρᾶσιν συνήθη μῶλος, δηλοῦται καὶ ἀλλαχοῦ. Τὸ δὲ «ἀσκηθής» λέξις μέν ἐστιν Αἰτωλῶν κατὰ τοὺς παλαιούς, δοκεῖ δὲ ἀπὸ τοῦ ἀσκεῖν γενέσθαι, ὡς καὶ προελέχθη, καὶ σημαίνει τὸν ὑγιῆ. τοιοῦτοι γὰρ οἱ ἀσκηταί. Εἰ δὲ καὶ ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ σχέθειν ἐτυμολογεῖται, ἵνα ᾖ ἀσχεθείς καὶ Ἰωνικῶς ἀσκεθής καὶ κατὰ ἀναγκαίαν μετρικὴν ἔκτασιν ἀσκηθής, ὁ πόλυς τὴν ῥύμην καὶ ὃν οὐκ ἔστιν ἐπισχεῖν, οὐδʼ αὐτὸ σεσίγηται. εὕρηται δέ που καὶ ἀσκεθής διὰ τοῦ ε παρὰ τῷ ποιητῇ. Τὸ δὲ «πόλεμόν τε μάχην τε» τὴν αὐτὴν καὶ νῦν δηλοῦσιν ἔννοιαν, ὡς καὶ ἀνωτέρω αὐτῶν τὸ «μάχην ἐνοπήν τε». Ὅτι θυμικὸν ζῷον ὁ σφὴξ καὶ μάλιστα ὁ ἐνόδιος. Διὸ καὶ ὁ ποιητὴς ἐξ αὐτοῦ πορίζεται παραβολήν, λέγων ὡς οἱ Μυριμιδόνες μέγα φρονέοντες «σφηκῶν κραδίην καὶ θυμὸν ἔχοντες ἐκ νηῶν ἐχέοντο, βοὴ δʼ ἄσβεστος ὀρώρει», ὃ πολλαχοῦ κεῖται. Φησὶ γὰρ «αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνουσιν ἔθοντες, αἰεὶ κερτομέοντες, ὁδῷ ἔπι οἰκίʼ ἔχοντες, νηπίαχοι, ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι. τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης κινήσει ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι». Καὶ ὅρα τὴν Ὁμήρου δεινότητα, ὅσγε καὶ ταῖς ἐκ τῶν σμικροτάτων παραβολαῖς <!-- 3.847 -->κοσμεῖ σεμνῶς τοὺς ἥρωας, καὶ νῦν μὲν τοὺς Μυρμιδόνας εἰκάζει πρὸς σφῆκας, οὐκ ἀνδρίαν ἀλλὰ καρδίαν καὶ θυμὸν σφηκῶν αὐτοὺς ἔχειν εἰπών, ἀλλαχοῦ δέ τινι τῶν ἀριστέων μυίας θάρσος ἐγγενέσθαι φησί, καὶ ἐν ἄλλοις μελισσῶν ἑσμῷ εἰκάζει τὴν τῶν Ἀχαιῶν εἰς πόλεμον ἔξοδον, οὐ πρὸς τὴν τῶν ζωϋφίων σμικρότητα παραβάλλων τοὺς ἥρωας, ἀλλʼ ἀπὸ ἰδιοτήτων τινῶν ἀξίων λόγου διασκευάζων τὰς παραβολάς. Ἔνεισι γὰρ καὶ τοῖς εὐτελέσι τούτοις ἄξια λόγου ἰδιώματα, ὡς καὶ τοῖς σφηξὶ τὸ ἀμυντικόν. ὅθεν καὶ ὁ ἐρεθίζων κακόν τι ἐφʼ ἑαυτὸν σφηκίαν ἐξεγείρειν καθʼ ἑαυτοῦ λέγεται. Σημείωσαι δὲ ὅτι πρὸς μόνην εἴληπται τὴν σύντονον καὶ ἀμυντικὴν τῶν Μυρμιδόνων ἐκδρομὴν εἰς τὸν πόλεμον ἡ ῥηθεῖσα παραβολή. τὰ δὲ τῶν παίδων καὶ τῶν παροδιτῶν δυσχερῶς ἄν τις καὶ ψυχρότερον ἐνταῦθα συμβιβάσειε. διὸ δοτέον αὐτὰ τῇ ζωϊκῇ ἱστορίᾳ καὶ τῇ πιθανῇ ἀναπληρώσει τῆς παραβολῆς. Ἰστέον δὲ καὶ ὅτι κεῖται μὲν καὶ ἐν τῇ μῦ ῥαψῳδίᾳ παραβολὴ ἀπὸ σφηκῶν ἐνοδίων, συντομωτέρα μέντοι ταύτης καὶ οὐχʼ οὕτω πεπλατυσμένη. ἔχει δὲ καὶ ἑτέραν ἐκείνη διαφοράν, οὐ μόνον ὅτι συμπαραπλέκει καὶ μελίσσας τοῖς σφηξίν, ἀλλὰ καὶ ὅτι σφηκῶν μέμνηται μὴ θελόντων ἀπολιπεῖν κοῖλον δόμον, ἀλλʼ ἔνδοθεν ἀμυνομένων, οὐ μὴν κατὰ τοὺς ἐνταῦθα πετομένων ἔξω διʼ ἄμυναν. Τὸ δὲ καὶ προρρηθὲν «ἐξεχέοντο», ὃ ἐν τῇ ἀποδόσει διαλύσας «ἐκ νηῶν ἐχέοντο» φησίν, οἷς συγγενὲς τὸ «ἱππόθεν ἐκχύμενοι» ἐν Ὀδυσσείᾳ, τὸ εὐκίνητον δηλοῖ καὶ ἰτητικὸν καὶ ῥᾷον καὶ ἀνεμπόδιστον τῆς τῶν Μυρμιδόνων στρατιᾶς καί, ὡς εἰπεῖν, ῥυτὸν ἢ ὑγρόν. Καὶ ἴσως οἱ τοιοῦτοι, καθὰ καὶ προπαρεσημάνθη, ἀπὸ ὑδάτων ἔχειν οἷα ὁρμητίαι γένεσιν μυθεύονται, ὡς ὁ Μενέσθιος ἀπὸ Σπερχειοῦ καὶ ἕτερός τις ἀπὸ θαλάσσης καὶ ἄλλος ἀπὸ Σκαμάνδρου ἢ Σατνιόεντος διὰ τό, ὡς εἴρηται, ὑγρὸν καὶ μετὰ θυμοῦ εὐκίνητον καί, ὡς ἂν εἴποι τις, εὔχυτον. Καὶ προϊὼν δὲ φησὶ «Δαναοὶ δʼ ἐπέχυντο νῆας ἀνὰ γλαφυράς». ὅθεν καὶ τὸν σπουδαῖον πόδα διερὸν ἐν Ὀδυσσείᾳ φησίν. Ἰστέον δὲ ὅτι, καθὰ τὸ ἐξεχέοντο κατωτέρω διαλύσας φησὶ ταὐτολογικῶς «ἐκ νηῶν ἐχέοντο», οὕτω καὶ τὸ εἰνοδίοις μετʼ ὀλίγα περιφράζων φησὶν «ὁδῷ ἔπι οἰκία ἔχοντας». Ἔνθα ὅρα τὸ οἰκία ἐπὶ φωλεοῦ ἀφελῶς λεχθέν, ὃν ἀλλαχοῦ κοῖλον δόμον εἶπεν, ὅπου καὶ ἐπὶ πλέον ἐξάγει τὴν τῶν εἰνοδίων <!-- 3.848 -->παράφρασιν, εἰπὼν «οἰκία ποιήσονται ὁδῷ ἔπι παιπαλοέσσῃ». Εἰνοδίους δὲ παραλαμβάνει σφῆκας, ἐπείπερ οἱ ἐν βάθει ὄρους οὔκ εἰσιν εἰς τὴν εἰρημένην παραβολὴν χρήσιμοι. οὐ γὰρ βλάπτουσιν ἐκεῖνοι οὕτως, ὅτι μηδὲ παροδεύουσί τινες ἐκεῖ. Ὅρα δὲ καὶ ὅτι, ὥσπερ τὸ «εἰνοδίοις» ἡρμήνευσε διὰ τοῦ «ὁδῷ ἔπι οἰκία ἔχοντας», καὶ τὸ «παῖδες» διὰ τοῦ «νηπίαχοι», οὕτω καὶ τὸ «ἐριδμαίνωσιν ἔθοντες» διὰ τοῦ «αἰεὶ κερτομέοντες», ὅ ἐστιν ἀθύροντες, παίζοντες. ἔθος γὰρ παισὶ τοῦτο πλέον τῶν ἄλλων καὶ μᾶλλον νηπίοις, ἔτι δὲ μάλιστα νηπιάχοις. Ἔστι δὲ ἐριδμαίνειν μὲν τὸ ἐρεθίζειν καὶ εἰς ἔριν κινεῖν, γινόμενον ἢ κατὰ σύνθεσιν ἀπὸ τῆς ἔριδος καὶ τοῦ μαίνεσθαι, ἢ ἀπὸ τοῦ ἐριδαίνω πλεονασμῷ τοῦ μῦ. τοῦ δὲ ἐριδαίνειν ἡ χρῆσις πολλαχοῦ. Τὸ δὲ ἔθοντες ἀντὶ τοῦ τὸ σύνηθες πράττοντες, ἐξ οὗπερ, ὡς καὶ ἄλλοθι ἐδηλώθη, οὐ μόνον τὸ ἐθείρω καὶ αἱ ἐθειράδες παρὰ τῷ ποιητῇ ἀλλὰ καὶ τὸ ἔσθω τὸ πάνυ ἔθιμον, ἔτι δὲ καὶ τὸ ἐσθίω, ναὶ μὴν καὶ τὸ ἔδω κατὰ τροπήν, ὡς ἀλλαχοῦ δηλοῦται σαφῶς. Τοῦ δὲ «αἰεὶ κερτομέοντες» ψεκτὸν μόνον τὸ «αἰεί». ἄλλως γὰρ καὶ σπουδαῖοι ἄνδρες κερτομήσουσί ποτε καίρια. Καὶ γέμει τῶν εἰς τοῦτο παραδειγμάτων ὁ κόσμος. Τὸ δὲ «ὁδῷ ἔπι οἰκία ἔχοντας» ἔχει καί τι ἀστεῖον. ἀλλαχοῦ μὲν γὰρ ἐπὶ φιλοξένου τινὸς ἔφη «ὃς πάντας φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων». σφῆκες δὲ οὗτοι ὁδῷ ἔπι οἰκία ἔχοντες κοινὸν κακὸν παρακιόντι, ἄλλως δʼ ἄν τις ἐρεῖ παράγοντι, ὀδίτῃ γίνονται. Τὸ δὲ «ξυνὸν κακόν» ἀπόσπασμά ἐστι γνώμης τῆς λεγούσης πολλάκις κοινὸν κακὸν ἐξ ἰδίας ἀνοίας γίνεσθαι. κἀνταῦθα γὰρ οἱ νηπίαχοι καθʼ ἑαυτοὺς παίζοντες κοινὸν κακὸν τοῖς παροδεύουσιν ἔθεντο, τὴν τῆς σφηκίας ἐξέγερσιν. οὐκ ἔστι δὲ τὸ τοιοῦτον πάνυ μακρὰν οὐδὲ τοῦ πολλάκι καὶ ξύμπασαν πόλιν κακοῦ ἀνδρὸς εἰς κακὸν <!-- 3.849 -->ἀπολαύειν. Τὸ δὲ «πολέεσσιν» ἀσφαλῶς κεῖται. οὐ γὰρ ἁπλῶς κοινὸν κακὸν γίνονται, ἀλλὰ πολλοῖς, εἴ τίς που τύχοι παροδεύων. Τὸ δὲ «ἀέκων» διαστολὴν ἔχει συνετοῦ ἀνδρὸς πρὸς νηπιάχους. οἱ μὲν γὰρ ἑκόντες ἐριδμαίνουσι τοὺς σφῆκας, ὁ δʼ ἄκων αὐτοὺς ἐκ παρόδου κινεῖ. Ὅρα δὲ καὶ τὸ «οἳ δὲ ἄλκιμον ἦτορ ἔχοντες πρόσσω πᾶς πέτεται» σχῆμα ὂν σολοικοφανές, καινοπρεπὲς μέν, οὐκ ἀσύνηθες δέ. τὸ γὰρ πᾶς, συλληπτικὸν ὄνομα, ἐν φωνῇ ἑνικῇ πλῆθος δηλοῖ, καθὰ καὶ τὸ ἕκαστος, καὶ ἔστι ταὐτὸν εἰπεῖν Ἀττικῶς πρὸς τὸ νοούμενον· οἱ δὲ πρόσσω πάντες πέτονται, καὶ κοινῶς δέ· πρόσω πᾶς πέτεται. Οὐκ ἄλκιμοι δὲ οἱ σφῆκες λέγονται εἶναι, ἀλλὰ ἄλκιμον ἦτορ ἔχειν ὡς ἔμψυχοι, διὰ τὸ ἐν αὐτοῖς θράσος. Τὸ δὲ «πρόσω πέτεται» ἴδιον σφηκός. οὐ γὰρ κατόπιν ἐμπίπτει, ἀλλὰ βιάζεται προπετόμενος κατὰ προσώπου κεντεῖν. τοῦ δʼ αὐτοῦ ἰδιότης καὶ τὸ ἄλλου προερεθίσαντος τοῖς παροδεύουσι καὶ ἀναιτίοις εἰκῇ ἐπιτίθεσθαι. Ὅτι καὶ Πάτροκλος τοὺς ἑταίρους ἀναγκαίως ὀτρύνων τοιαῦτά φησι «Μυρμιδόνες, ἕταροι Πηληιάδεω Ἀχιλῆος, ἀνέρες ἔστε φίλοι», ὅ ἐστι προστακτικῶς ἀνδρίζεσθε, «μνήσασθε δὲ θούριδος ἀλκῆς, ὡς ἂν Πηλείδην τιμήσομεν, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες, γνῷ δὲ καὶ Ἀτρείδης, εὐρυκρείων Ἀγαμέμνων, ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν». ὃ καὶ ἀλλαχοῦ προρρηθὲν ταὐτολογεῖται νῦν. Καὶ ὅρα ὡς οὐκ ἠρκέσθη ἄριστον ἐνταῦθα τὸν Ἀχιλλέα καλέσαι, ὃ καὶ ἐκεῖνος ἔφθη που εἰπεῖν περὶ ἑαυτοῦ, ἀλλὰ καὶ μετὰ ὑπερθέσεως πλείονος μέγα ἄριστον αὐτὸν ἔφη, καὶ ὅτι τὸ μέγʼ ἄριστος αὐτός τε καὶ ἀγχέμαχοι θεράποντες, ἔπαινός ἐστι στρατηγοῦ ἀρίστου ὑπασπιστὰς ὁμοίους ἔχοντος, καὶ ὅτι Ὅμηρος μὲν Πατρόκλου ἑτάρους εἶπε τοὺς Μυρμιδόνας, αὐτὸς δὲ σεμνύνων αὐτοὺς ἑταίρους τοῦ Ἀχιλλέως καλεῖ, ἔτι δὲ καὶ ἀγχεμάχους, ὃ καὶ Ἀχιλλεὺς ἔφη ὁμοῦ παραθεὶς ἐν τῷ «καὶ ἀγχεμάχοις ἑτάροισιν», ἀλλὰ καὶ θεράποντας λέγει, ὁποῖος καὶ αὐτός ἐστιν, καθὰ καὶ ὁ ποιητὴς πολλαχοῦ λέγει, καὶ Ἀχιλλεὺς δὲ πρὸ ὀλίγου ἔφη. Ἐνταῦθα δὲ καὶ ἑαυτὸν ἀφθονήτως ἐπαινεῖ Πάτροκλος ἐν τῷ κοινῷ. εἰ γὰρ ἀγχέμαχοι θεράποντες οἱ Μυρμιδόνες, ἀγχέμαχος ἄρα καὶ αὐτὸς τοιούτοις συντεταγμένος. ἔοικε δὲ μὴ πλεονάζειν ἐν τοῖς Μυρμιδόσιν ἡ τοξική. δῆλον γὰρ ὡς οἱ τοξόται οὐκ ἀγχέμαχοι. Τροπὴν δὲ ἀπὸ τοῦ ἄγχι ἐπιρρήματος ἔπαθεν ὁ ἀγχέμαχος. ἀγχεμάχους δὲ καὶ ἀσπιδιώτας εἰπεῖν ταὐτόν ἐστι. Τὸ δὲ «μνήσασθε θούριδος ἀλκῆς» παραπεποίηται ἐκ τοῦ μνήσασθε ἀπειλῶν ἃς ἠπειλεῖτε, ὃ φθάσας <!-- 3.850 -->ἐνέφηνεν Ἀχιλλεὺς ἐν τῷ «μή τίς μοι ἀπειλάων λελαθέσθω». Ὅρα δὲ καὶ ὅτι ἀνωτέρω χρησάμενος Ἰωνικῇ γενικῇ καὶ εἰπὼν «Πηληιάδεω Ἀχιλῆος», ὑποκαταβὰς ἐν τῷ «ὡς ἂν Πηλείδην τιμήσομεν» κοινῶς καὶ Ἀττικῶς ἔφη Πηλείδην, οὐ Πηληϊάδην. τοῦτο δὲ νῦν παρεσημάνθη πρὸς ἀνάμνησιν τοῦ δύνασθαι τὸν ποιητὴν καὶ τὴν ἐκ προθύρων, ὅ φασιν, τῆς Ἰλιάδος χασμῳδίαν τὸ «Πηληιάδεω» ἐκθεραπεῦσαι, εἴπερ ἤθελε, διὰ τοῦ κοινοῦ καὶ οὐ περιέργου πατρωνυμικοῦ. Τὸ δὲ «ὡς ἂν Πηλείδην τιμήσομεν» λέγει Πάτροκλος, μεμνημένος τοῦ «μή με ἀτιμότερον θήσεις». Καὶ ὅρα ὡς ἄλλοις παραινέσας τιμῆσαι τὸν Πηλείδην αὐτὸς προϊὼν λανθάνεται ποιῆσαι οὕτω, ἐκκρουσθείσης τῆς μνήμης τῇ εὐπραγίᾳ. Ὅρα δʼ ἐνταῦθα καὶ τὸ «ὡς ἂν τιμήσομεν» φανερῶς μὴ δυνηθὲν ἐκτεῖναι τὴν παραλήγουσαν τοῦ ῥήματος τῷ κοινῷ λόγῳ τῶν ὑποτακτικῶν. αἴτιον δὲ ἡ ἐν τοῖς τοιούτοις ἀδιαφορία τῶν Ἰώνων, οἵ, ὡς μυριαχοῦ φαίνεται, καὶ δέον ὂν μὴ ἐκτείνεσθαί τινα, ὅμως ἐκτείνουσι, ποτὲ δὲ ποιοῦσι καὶ ἀνάπαλιν. Ὅτι πρὸ τούτων μὲν θάλασσα ἐκλύσθη τερατωδέστερον ἐπὶ τῷ Ποσειδῶνι, ἐνταῦθα δέ, ὡς εἰκός, ἐπεὶ ἐνέπεσον Τρώεσσιν ἀολλέες οἱ Μυρμιδόνες, κτύπος καινός τις ἐξηχήθη, ὁ καὶ ἀλλαχοῦ γραφείς. Φησὶ γὰρ «ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν». Καὶ ἔστιν ὁ κόναβος οἰκεῖος ξηρότητι ξύλων τῶν κατὰ νῆας. Λέγει δὲ καὶ ἐνταῦθα ἐμπεσεῖν μὲν τὸ ἀνδρείως ἐπεισπεσεῖν καί, ὡς εἰπεῖν, ἐπιβρῖσαι, Ἀχαιοὺς δὲ τοὺς Μυρμιδόνας, κατὰ τὸ «Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί». Ὅτι καὶ ἐνταῦθα ὀρίνεσθαι οὐ τὸ ἁπλῶς κινεῖσθαι, ἀλλὰ τὸ μετὰ θορύβου καὶ δειλίας. Φησὶ γοῦν «Τρῶες δʼ ὡς εἴδοντο» Πάτροκλον «αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας, πᾶσιν ὀρίνθη θυμός», καὶ γίνεται ὃ φθάσας εἶπε Πάτροκλος. Καὶ ὕπεισιν ἤδη τοὺς Τρῶας δόξα ψευδής, ἣν ὁ Πάτροκλος ἤλπισεν. ἐΐσκοντες γὰρ αὐτὸν τῷ Ἀχιλλεῖ οὔπω μὲν ἀπέχονται τοῦ πρὸς ταῖς ναυσὶ πολέμου, ἄρχονται δὲ ὅμως ὡς εἰς φυγὴν ταράσσεσθαι, οὗ δηλωτικὸν τὸ ὀρίνεσθαι, ὃ ταὐτὸν ἐρρέθη τῷ μετὰ δειλίας κινεῖσθαι. διὸ ἐπάγει «ἐκίνηθεν δὲ φάλαγγες ἐλπόμενοι παρὰ νηῶν» καὶ ἑξῆς. Ἐν δὲ τῷ «καὶ θεράποντα» ἔοικεν ὁ Αὐτομέδων, φασί, τὰ τοῦ Πατρόκλου φορεῖν ὅπλα, ὡς ἂν καὶ ἀκριβὴς ἡ τοῦ Ἀχιλλέως εἰκασία οὕτω γένηται ὡς ἐξελθόντος εἰς μάχην, καὶ πλείων ὁ τῶν Τρώων ταραγμός, Πατρόκλου μὲν ἐϊσκομένου τῷ Ἀχιλλεῖ διὰ τὴν ἐκείνου <!-- 3.851 -->πανοπλίαν, Αὐτομέδοντος δὲ αὖθις τῷ Πατρόκλῳ διὰ τὸ φορεῖν τὴν αὐτοῦ παντευχίαν. Ὅρα δʼ ἐνταῦθα καὶ σχῆμα καινὸν Ἀττικὸν τὸ «ἐκίνηθεν δὲ φάλαγγες ἐλπόμενοι παρὰ νηῶν Ἀχιλλέα μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι». τὸ γὰρ ἐλπόμενοι δυνάμενον γραφῆναι ἐλπόμεναι, ὅμως οὐ πρὸς τὸ ῥητὸν ἀποδέδοται, ἤγουν πρὸς τὸ φάλαγγες, ἀλλὰ πρὸς τὸ νοητόν. λαοὶ γὰρ πάντως αἱ φάλαγγες, πρὸς οὓς ἐρρέθη τὸ ἐλπόμενοι. Διασαφεῖται δʼ ἐνταῦθα ἐπὶ πλέον τὸ «πᾶσιν ὀρίνθη θυμός». οὐ γὰρ ὅπλων λαμπηδὼν αὐτοὺς ὤρινεν, ἀλλὰ ἐλπὶς τοῦ ἀναστῆναι τὸν Ἀχιλλέα, ὃ καὶ ἔτρεψεν αὐτοὺς εἰς φυγήν. Ἐπάγει γὰρ «πάπτηνεν δὲ ἕκαστος ὅποι φύγῃ αἰπὺν ὄλεθρον». ὅπερ ἐπὶ τῆς κατὰ κράτος που φυγῆς οἰκεῖον λέγεσθαι. Σημείωσαι δὲ καί, ὡς εἰ καὶ οἱ μεθʼ Ὅμηρον σημειοῦνται τὴν ἐλπίδα μὴ ἂν ἐπὶ κακῶν προσδοκίας λέγεσθαι, ἀλλʼ ἰδοὺ τὸ ἐλπόμενοι ἐνταῦθα ἐπὶ Τρώων ἐρρέθη μὴ ἐχόντων καραδοκίαν ἀγαθοῦ τινος. Τὸ δὲ «μηνιθμὸν ἀπορρῖψαι» πάνυ καιρίως πέφρασται ὡς ἐπί τινος βάρους. τοιοῦτον γὰρ ὁ κότος ἐπικείμενος τῷ μηνίοντι, βαρὺς καὶ οἷος βλάπτειν, εἰ μὴ καταρρίπτοιτο. Τὸ δὲ «φιλότητα δʼ ἑλέσθαι» ἀναγκαίως πρόσκειται. οὐ γὰρ πᾶς ὁ μῆνιν ἀπορρίψας ἤδη καὶ φιλότητα ἔσχεν. Ὅτι ἀστείως Πάτροκλος ἀμύνων ταῖς ναυσὶ πασχούσαις κακῶς ὑπὸ πυρὸς καὶ αἰχμῶν πλάττεται βαλὼν πρῶτον παρωνυμούμενόν τινα ἐκ τῶν τοιούτων δύο κακῶν, τὸν Πυραίχμην δηλαδή, «ὃς Παίονας ἱπποκορυστὰς ἤγαγεν ἐξ Ἀμυδῶνος, ἀπʼ Ἀξίου εὐρυρέοντος» ἢ εὐρὺ ῥέοντος, περὶ ὧν ἡ Βοιωτία δηλοῖ. οὗ πεσόντος ἀμφεφόβηθεν Παίονες. καὶ ἡ αἰτία, ὅτι κεῖται ὁ ἐν αὐτοῖς ἄρχων. Φησὶ γοῦν ὅτι Πάτροκλος αὐτοῖς ἐνῆκε φόβον «ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι», ἤγουν ὀνοματικῶς εἰπεῖν, ἐν μάχῃ. Τοῦτο δὲ ποιήσας Πάτροκλος ἐκ νηῶν ἔλασεν ἢ μόνους τοὺς Παίονας ἢ καὶ τοὺς σὺν αὐτοῖς Τρῶας, ὡς ἐφεξῆς δηλοῦται, «κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ. ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι. τοὶ δʼ ἐφόβηθεν Τρῶες θεσπεσίῳ ὁμάδῳ». Νῆα δὲ ἡμιδαῆ τὴν τοῦ Πρωτεσιλάου ἐκείνην λέγει. Ἐν δὲ τῇ πτώσει τοῦ Πυραίχμου κεῖταί τι ἀστεῖον. ἑτέρων μὲν γάρ τινων πιπτόντων λέγει, ὅτι οἱ ἑταῖροι ἀμφιβεβήκασιν αὐτόν, ἐνταῦθα δὲ «ἕταροι δέ μιν ἀμφεφόβηθεν», ἀμφιβεβηκέναι γὰρ οὐκ εἶχον. Δεινὸν δὲ τὸ τοῦ Πυραίχμου πτῶμα, ὃς δεξιὸν ὦμον βληθεὶς ὕπτιος ἐν κονίῃσι κάππεσεν οἰμώξας, καθά που καὶ ἕτερός τις γνὺξ ἔριπεν οἰμώξας. Ἰστέον δὲ καὶ ὅτι πολεμικῆς τροπῆς τό· τοὶ δʼ ἐφόβηθεν θεσπεσίῳ ὁμάδῳ, οἱ δεῖνα δʼ ἐπέχυντο, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη. Ὅτι ἑρμηνεύων ὁ ποιητὴς ἐνταῦθα διὰ τί πολλαχοῦ τὴν ἐν πολέμῳ ἀνάπνευσιν φῶς λέγει, ἐκτίθεται παραβολὴν τοιαύτην «ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος <!-- 3.852 -->μεγάλοιο κινήσει πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς, ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι καὶ νάπαι, οὐρανόθεν δʼ ὑπερράγη ἄσπετος αἰθήρ, ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίνετʼ ἐρωή». Καὶ δοκεῖ λέγειν ὅτι, ὥσπερ Ζεὺς ἀστραπηβολῶν κατέλαμψε τὰ πρὶν ἐν σκότῳ ὄντα, οὕτω καὶ Ἀχαιοῖς ἐξ ἀχλύος ἔφανεν οἷόν τι φῶς ἡ ἐν κινδύνῳ ἀνάπνευσις, κατὰ τὸ «αἴ κέν τι φάος Δαναοῖσι γένοιο». καὶ πρὸς τοῦτο μόνον ἀφορᾷ ἡ παραβολή. ἄλλως γὰρ ἐναντιότητά τινα ἔχει πρὸς τὸ ὑποκείμενον. ἐκεῖ μὲν γὰρ πυρὸς ἀστραπηβόλου ἐκλάμψαντος ἡ φαῦσις γίνεται, ἐνταῦθα δὲ πυρὸς σβεσθέντος τοῦ περὶ τὰς νῆας φῶς οἷον γίνεται τὸ ἐκ τῆς ἀναπνεύσεως τοῦ πολέμου. Ἰστέον δὲ ὅτι φιλοσόφως κίνησιν οὐχʼ ἁπλῶς νεφέλης ἀλλὰ πυκνῆς προειπών, ὃ δὴ ἀστραπῆς αἴτιον, εἶτα ἐπήγαγεν εὐθὺς τὸ «στεροπηγερέτης» πρὸς ὁμοιότητα τοῦ νεφεληγερέτης, ὃ δὴ καὶ αὐτὸ ἐμφαίνεται διὰ τοῦ «κινήσει νεφέλην». νεφεληγερέτης γάρ πως ὁ οὕτω νεφέλην κινῶν. Ἡ δὲ κατὰ σκοπιὰς καὶ πρώονας ἔκφανσις κεῖται καὶ ἀλλαχοῦ προγραφεῖσα. Ἐν δὲ τῷ «οὐρανόθεν ὑπερράγη ἄσπετος αἰθήρ», ὅ ἐστιν ἡ περὶ ἀέρα λαμπρότης, λέγει ὅτι αἰθρία γέγονεν, ἤγουν αἰθερία, φαῦσις περὶ τὰ κάτω, ὅπερ εἰ καὶ ἄλλοτέ ποτε γίνεται, ἀλλὰ καὶ νῦν ἄλλως διὰ τὸ ἀστραπηβολεῖσθαι τὸν ἀέρα, ἵνα λέγῃ ὅτι ἄλλως μὲν αἰθήρ ποτε γίνεται νυκτός, οὐ μόνον ἀπὸ σελήνης ἀλλὰ καὶ ἀπὸ πολλῶν ἀστέρων συμφαύσεως, ὅτε δὲ στεροπηγερέτης Ζεὺς νεφέλας κινήσει, τότε δὴ ἡ μὲν ἐκ τῶν ἀστέρων εἰς ἀέρα φαῦσις ἀργεῖ διὰ τὸν νεφεληγερέτην καὶ τὴν ἐξ αὐτοῦ ζόφωσιν, ἀπὸ δὲ οὐρανοῦ, ἤτοι ἀέρος, ἄσπετος αἰθὴρ ὑπορρήγνυται, οὐ διὰ τὴν νεφέλην, — πῶς γὰρ ἄν; — ἀλλὰ διὰ τὸν στεροπηγερέτην Δία, ὃς τὰ λοιπὰ φῶτα κρύψας αὐτὸς αἰθέρα λαμπρὸν καταρρήγνυσιν ἀστράπτων καὶ οὕτως αἰθρηγενέτης φαινόμενος. Ἰστέον δὲ ὅτι σκοπιαὶ μὲν συνήθως οἱ ὑψηλοὶ τόποι, ἀφʼ ὧν ἔστι τὰ κύκλῳ σκοπιᾶσθαι, πρώονες δὲ ὀρῶν ἐξοχαί, ὧν ἡ κλίσις ἐκ τοῦ πρώων πρώονος, οὗ ἡ κίνησις ἀνάπαλιν ἔχει πρὸς τὸ Κόων Κόωνος κύριον. ἐκεῖνο μὲν γάρ, βραχυπαράληκτον ὄν, φυλάσσει τὸ ω ἐν τῇ γενικῇ, τοῦτο δὲ συστέλλεται καθʼ ὁμοιότητα τοῦ Μαχάονος, Ἰξίονος, καὶ τῶν ὁμοίων. Δῆλον δʼ ὅτι καὶ πρηών πρηῶνος καὶ πρών πρωνός φαμεν, ὧν κοινότερον μὲν ὁ πρών, ποιητικώτερα δὲ ὁ πρώων καὶ ὁ πρηών. Αἱ δὲ νάπαι <!-- 3.853 -->ὑπόκεινται καὶ τῇ σκοπιᾷ καὶ τῷ πρώονι, ὅθεν καὶ δυσφώτιστοί εἰσι, καὶ διὰ τοῦτο ἀπὸ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ φωτός ἐτυμολογοῦνται, ὡς οἱονεὶ νάφαι, ἤγουν ἐστερημέναι φωτός. διὸ καὶ πολλὴν ἀστραπῆς λαμπρότητα ἐμφαίνει τὸ καὶ τὰς νάπας φωτίζεσθαι. Ἰστέον δὲ ὅτι, ὥσπερ ἐκ τοῦ νη στερητικοῦ κατὰ συστολὴν καὶ ἐκ τοῦ φῶ κατὰ ἐναλλαγὴν δασέος εἰς ψιλὸν γίνεται νάπη, ὡς ἀφώτιστος ἡλίῳ διὰ πολὺ δάσος αὐτῆς ἢ βάθος, οὕτω γίνεται καὶ νᾶπυ τὸ παρὰ Νικάνδρῳ σίνηπι παρὰ τὴν νη στέρησιν καὶ τὸ φύω, ἵνα ᾖ νᾶφυ τὸ ἀφυές, ἤγουν μικροφυές, ᾧ λόγῳ καὶ ἡ ἀφύη παρῆκται, ἡ σμικροπρεπεστάτη ἐν ἰχθύσι. χρῆσις δὲ νάπυος παρὰ τῷ Κωμικῷ ἐν τῷ «κἄβλεψε νᾶπυ». Ἀττικὴ δὲ ἡ λέξις. Τὸ μέντοι σίναπυ οὐδεὶς τῶν Ἀττικῶν ἔφη, ὡς ἐν τοῖς τοῦ Δειπνοσοφιστοῦ κεῖται, οὐ μὴν οὐδὲ τὸ σίνηπι, ὃ λέγεται οὕτως, ἐπειδὴ σίνεται, φησί, τοὺς ὦπας ἐν τῇ ὀδμῇ, καθὰ καὶ κρόμμυον, διʼ οὗ τὰς κόρας μύομεν. ὅτι δὲ ἐκ τοῦ σίνηπι καὶ ῥῆμά ἐστι κωμικὸν σιναπῶ, οἷον «τὸ θυγάτριόν μου σεσινάπηκε διὰ τῆς ξένης», ἤγουν ἐδριμύξατο, ὁ αὐτὸς ῥήτωρ δηλοῖ. Τὸ δὲ «οὐρανόθεν ὑπερράγη ἄσπετος αἰθήρ», ἤγουν ἐξ ἀέρος αἰθρία γέγονεν, ἐπιφώνημα ὂν ῥητορικόν, ἔχει συνήθως καὶ τόλμαν καὶ ἀσφάλειαν. τολμηρὸν μὲν γὰρ τὸ ἐξ ἀέρος εἰπεῖν αἰθρίαν ἐν νυκτὶ γενέσθαι—μέλας γὰρ ὁ ἀήρ, ὅθεν οὐκ ἂν φῶς ποιήσῃ—, ἀσφαλὲς δὲ ἄλλως τὸ αὐτὸ διὰ τὰς ἀστραπάς. ἀὴρ γὰρ καταστραπτόμενος φωσφορεῖ. Τὸ δὲ «ὑπερράγη» ἢ ἀντὶ τοῦ πανταχοῦ εἰς τὰ περὶ γῆν ἐσκεδάσθη ἢ ἀντὶ τοῦ διὰ ῥήξεως νέφους ἐγένετο. Τὸ δὲ «τυτθὸν ἀνέπνευσαν» ἑρμηνεύει ὁ ποιητὴς ἐπαγαγὼν «οὐ γάρ πώ τι Τρῶες προτροπάδην φοβέοντο, ἀλλʼ ἔτʼ ἂρ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ», οὐ νῶτα δείξαντες, ἀλλʼ, ὡς εἰκός, ὁρῶντες πρὸς τοὺς Ἀχαιοὺς ἐν τῷ ἀναποδίζειν. διὸ καί τις μετʼ ὀλίγα κατὰ τὸ στέρνον βάλλεται. Ἰστέον δὲ ὅτι κατὰ τὸ «ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο» εἴρηται νῦν τὸ «τυτθὸν ἀνέπνευσαν». Τὸ δὲ «οὐ γάρ πώ τι ἔφευγον προτροπάδην» ὀρθῶς φράζεται οὕτω· οὔ τί που γὰρ παντελῶς ἔφευγον. Προτροπάδην δὲ φεύγειν ἐστὶ τὸ εἰς τὰ πρὸ <!-- 3.854 -->τῆς φυγῆς ἑαυτὸν τρέψαι καὶ μηκέτι ἐπιστρέφεσθαι. οὗ τὸ ἀνάπαλιν ἐπίρρημα ὑποτροπάδην ἐστίν. Ὅτι ὡς τὰ πολλὰ ἐπισήμους ἄνδρας ἱστορῶν Ὅμηρος ποιεῖ οὕτω κἀνταῦθα, ἐν οἷς πολλοὺς ἱστορεῖ πίπτοντάς τε καὶ ῥίπτοντας. καὶ ἐπισημαίνεται τοῦτο εἰπὼν «ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης, ἡγεμόνων», ὃ καθʼ ὑπέρβασιν νοεῖται, ὡς ἀνὴρ ἐκ τῶν Ἑλληνικῶν ἡγεμόνων ἠρίστευσε κατὰ Τρωός. Τοῦτο δὲ προϊὼν μετὰ πολλοὺς φόνους σαφέστερον λέγει ἐν σχήματι καταστατικῷ καὶ δηλωτικῷ στρατηγικῆς ἀνδρίας «οὗτοι ἂρ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστον», ἐν οἷς καί τις Θόας Τρωϊκός, ὑπὸ Μενελάου πεσών. Ἐνδόξων γὰρ ἐθέλει καὶ ἐν τούτοις μεμνῆσθαι, οὐ μὴν πληθύος, ἀκολούθως οἷς ἐν τῷ Καταλόγῳ ὑπέσχετο. πρῶτον δὲ ποιεῖ, ὡς εἰκός, ἀριστεύοντα τὸν εἰς Ἀχιλλέα εἰκαζόμενον Πάτροκλον. Ἰστέον δὲ ὅτι τὸ «κεδασθείσης ὑσμίνης» ἶσόν ἐστι τῷ διαλυθείσης τῆς κατὰ πύργον ἢ τοῖχον παραβολικῆς ἁρμονίας καὶ πλατυνθέντος τοῦ πολέμου ὧδε καὶ ἐκεῖ, ὃ καὶ ῥαγῆναι μάχην λέγεται καὶ συρρῆξαι πόλεμον. Ὅρα δὲ καὶ ἐνταῦθα πολλὴν ποικιλίαν. τὸν μὲν γὰρ στρεφθέντα ἔβαλέ τις κατὰ μηρὸν ἔγχεϊ ὀξυόεντι, καὶ ἐκεῖνος πρηνὴς ἐπὶ γαίης καταπίπτει, καὶ γυμνωθεὶς τὸ στέρνον παρʼ ἀσπίδα οὐτάζεται καὶ θνῄσκει. Τὸν δέ τις ἐφορμηθέντα δοκεύσας ἔφθη ὀρεξάμενος πρύμνον σκέλος, ἔνθα πάχιστος μυὼν ἀνθρώπου πέλεται, καὶ ἡ αἰχμὴ τοῦ ἔγχους νεῦρα διέσχισε καὶ ὁ τρωθεὶς ἔπεσεν. Ἔνθα ὅρα ὅτι μυὼν ἡ γαστροκνημία ἐστίν, ἣν ἡ τῶν πολλῶν γλῶσσα ἄνζαν φησί, συγκειμένην ἐκ νεύρων πολλῶν καὶ συνεστραμμένων σαρκῶν. ἢ καὶ ἄλλως εἰπεῖν, περιεκτικὸν μέν τί ἐστιν ὁ μυών, ὡς περιέχων μύας. μύες δὲ σάρκες συνεστραμμέναι καὶ νευρώδεις, ἃς οἱ κοινολεκτοῦντες ποντικούς φασι μεταληπτικῷ τινι τρόπῳ. μύας γὰρ ἱστορουμένους ἀκούσαντες Ποντικοὺς ἐκεῖθεν τοὺς ἐπὶ σαρκῶν μύας οὕτως ὀνομάζειν διακρίνουσι. Φασὶ δὲ οἱ παλαιοὶ καὶ ὅτι ἡ ἀθρόα κατὰ μυώνων πληγὴ θανατοῖ. συμπάθειαν γὰρ καὶ αὐτοὶ ἔχουσι πρὸς τὰ καίρια, εἴπερ ἐκ νεύρων εἰσίν, ὡς δηλοῖ τὸ «περὶ δʼ ἔγχεος αἰχμῇ νεῦρα διεσχίσθη», τὰ δὲ νεῦρα ἐξ ἐγκεφάλου. καὶ ταῦτα μὲν <!-- 3.855 -->οὕτως. Τῶν δέ, ὡς εἴρηται, πιπτόντων οἱ μὲν ἤδη, ὡς ἐρρέθη, πεσόντες δύο κείσθωσαν. ἄλλος δέ τις λαπάρης διελαθείσης χαλκέῳ ἔγχει ἤριπε προπάροιθε τοῦ ῥίψαντος. ἕτερος δέ τις ἐν τῷ ἐπαμύνειν κασιγνήτῳ πεσόντι ἔπεσεν, ἐπειδὴ πρυμνὸν βραχίονα τὸν πρὸς τῷ ὤμῳ δουρὸς ἀκωκὴ ἔδρυψεν ἀπὸ μυώνων. —εἰσὶ γὰρ καὶ βραχιόνων μυῶνες—»ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξεν». Εἷλε δέ τις καὶ ζωόν τινα, «βλαφθέντα κατὰ κλόνον, ἀλλά οἱ αὖθις ἔλυσε μένος, πλήξας ξίφει αὐχένα κωπήεντι». Τινὲς δὲ ἀμφοτέρωθεν συνέδραμον καὶ ἔγχεσι μὲν ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω, εἶτα ξίφεσι συνέδραμον, καὶ ὁ Τρωϊκὸς ὑπʼ οὔατος αὐχένα φασγάνῳ πληγεὶς πέπτωκε. νύσσεται δέ τις καὶ ἵππων ἐπιβησόμενος κατὰ δεξιὸν ὦμον, καὶ πίπτει ἐξ ὀχέων, καὶ ἕτερος κατὰ στόμα, ὃς καὶ πάσχει τὰ μετʼ ὀλίγον ῥηθησόμενα. Τοιαύτη τις κἀνταῦθα τῷ Ὁμηρικῷ πέπλῳ ποικιλία ἐμπάσσεται, καὶ οὐ μόνον κατὰ τοὺς τρόπους τῶν πληγῶν τε καὶ πτωμάτων, ἀλλὰ καὶ κατὰ φράσιν τὴν αὐτοῦ τοῦ ἔθανον. Ἀντὶ γὰρ τοῦ ῥήματος τούτου ἐφʼ ἑκάστων ἄλλως καὶ ἄλλως φράζει, καθὰ καὶ ἀλλαχοῦ ἐποίησεν, οἷον «τὸν δὲ σκότος ὄσσʼ ἐκάλυψε», δὶς τοῦτο εἰπών, καὶ «βήτην εἰς Ἔρεβος», καὶ «τὸν δὲ κατʼ ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή», καὶ «ὑπέλυντο δὲ γυῖα», καὶ «κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς», καὶ «θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν». ἠρκέσθη δέ που εἰπὼν «ἤριπε προπάροιθεν», οὗ ἐντελέστερον τὸ «δούπησε δὲ πεσών». τὸ δὲ «ὑπέλυντο γυῖα» παραφράσας ἀπὸ τοῦ πλήξαντος «ἔλυσε γυῖα» φησί, καὶ «λῦσε μένος». καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Εἰ δʼ ἐν τοῖς ἑξῆς ἐρεῖ «πεσόντα δέ μιν λίπε θυμός», καὶ «τέλος θανάτοιο κάλυψε», καὶ «ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής», καὶ «λίπε ψυχή τε καὶ αἰών», καὶ «πολλοὺς ἐπασσυτέρους πέλασε χθονί», καὶ ἐπὶ ἵππου δὲ τὸ «ἀπέπτατο θυμός», καὶ ἕτερα, ὁ θέλων συναγειρέτω. Οὕτως εὔπορος ὁ ποιητὴς φράζειν, οὕτως ἡ Ὁμηρικὴ ἀηδὼν πολύφωνος, οὕτω «θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν». Δὶς δὲ ἐνταῦθα ἔφη τὸ «ἔφθη ὀρεξάμενος». οὗ τὸ ἐντελὲς ἀλλαχοῦ «ἔγχει ὀρεξάμενος». οὕτω δὲ καὶ τὸ νύξε δεδίσσευκε διὰ τὸ καίριον, ὥσπερ καὶ τὸ πρυμνὸν ἐν τῷ «πρυμνὸν σκέλος» καὶ «πρυμνὸν βραχίονα». Τῶν δὲ μεταξὺ τοῦ ῥηθέντος ὅλου χωρίου τὰ παρασημάνσεως ἄξια τάδε εἰσί. Τὸ μὲν «ἔφθη ὀρεξάμενος» ἀντὶ τοῦ ὀρεκτῷ δόρατι πλήξας εἴληπται, ταὐτὸν δʼ εἰπεῖν ὀρεκτῇ μελίῃ. τί δὲ τὸ ὀρεκτὸν δόρυ, προδεδήλωται. οὕτω δὲ καιρίως <!-- 3.856 -->ἔφρασεν, ὥστε τὸ «ἔφθη ὀρεξάμενος» ἀπαραποιήτως καὶ μετʼ ὀλίγα ἐρεῖ. Σημείωσαι δὲ ὅτι ἐν τῷ «ἔφθη ὀρεξάμενος» ὑπακούεται ἐξ ἀνάγκης οὐ μόνον τὸ ἔγχος, ἀλλὰ καί τι μέρος σωματικόν, ἵνα λέγῃ, ὅτι ἐκτείνας δόρυ κατά τι μέρος τοῦ σώματος. διὸ εἰπὼν κατὰ πρυμνὸν σκέλος ἐπήγαγε «περὶ δʼ ἔγχεος ὁρμῇ» καὶ ἑξῆς, καὶ πάλιν «ἔφθη ὀρεξάμενος ὦμον, πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ δρύψεν». ἐνταῦθα δὲ λείπει τὸ ἔγχος διὰ τὸ ἤδη προδηλωθῆναι. Ἐν δὲ τῷ «αἰχμὴ ἔγχους», ἤγουν ὁ τοῦ δόρατος σίδηρος, ἐντελὴς ἡ φράσις. αἰχμὴ γὰρ κυρίως μέρος ἔγχεος τὸ πλῆττον. δῆλον δὲ ὅτι ταὐτὸν ἔγχεος αἰχμὴ καὶ δουρὸς ἀκωκή. Ἐνταῦθα δὲ κεῖται καὶ σύνηθες καινόν τι σχῆμα τό· Νεστορίδαι ὁ μὲν ἔρριψε τὸν δεῖνα, ὁ δὲ τὸν δεῖνα. οὐ γὰρ εἶχεν οὐδʼ ἐνταῦθα κοινόν τι ἐνέργημα ἕν τι ἐπʼ ἀμφοτέρων, ἵνα εἴπῃ ὡς οἱ δεῖνα τόδε τι ἐποίησαν. διὸ ἐξ ἀνάγκης διελὼν ἔφη, ὡς Ἀντίλοχος μὲν οὔτασεν Ἀτύμνιον, Θρασυμήδης δὲ Μάριν. Συμπαράκειται δὲ καὶ ἕτερον σχῆμα οὐ πάνυ σύνηθες. ἐξὸν γὰρ εἰπεῖν οὕτως ἁπλῶς ὡς Ἀτύμνιον μὲν Ἀντίλοχος, Μάριν δὲ Θρασυμήδης ἀνεῖλον, εἵλετο ἄλλως φράσαι ὁ ποιητὴς καινότερον, ὅτι Νεστορίδαι ὁ μὲν οὔτασεν Ἀτύμνιον Ἀντίλοχος, Μάρις δὲ «Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθείς, τοῦ δʼ ἀντίθεος Θρασυμήδης ἔφθη ὀρεξάμενος» καὶ ἑξῆς, ἵνα εἴη τὸ πᾶν ὀρθῶς τοιοῦτον, ὡς Ἀντιλόχου Ἀτύμνιον οὐτάσαντος Θρασυμήδης τὸν Μάριν ἐπορούσαντα τῷ Ἀντιλόχῳ κατέρριψε, καὶ οὕτω δύο οὗτοι ἀδελφοὶ ἐξ Ἀχαιῶν δύο ἀνεῖλον Τρωϊκούς. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ «αὐτοσχεδὰ ἐπόρουσεν» ἀντὶ τοῦ αὐτοσχεδόν, ὁποῖον καὶ τὸ ἀμφαδόν, ἀμφαδά, μεταβληθέντος τοῦ ἐπιρρηματικοῦ ἑνικοῦ οὐδετέρου εἰς πληθυντικὸν ὅμοιον. Ἰστέον δὲ ὅτι, ὥσπερ ἀπὸ τοῦ σχεδόν, ὃ δηλοῖ τὸ ἐγγὺς καί, ὡς εἰπεῖν, ἐχομένως, ὡς ἀπὸ τοῦ σχέω σχῶ, γίνεται σχέδιος προπαροξυτόνως ὁ ἐγγύς, καὶ καθὰ κοινότερον λέγεται, αὐθωρόν, ἔτι δὲ καὶ Σχεδίος παροξυτόνως τῷ κανόνι τῶν τριβραχέων τὸ <!-- 3.857 -->κύριον ὄνομα, οὕτω καὶ ἐκ τοῦ αὐτοσχεδόν ὁ αὐτοσχέδιος, οὗ ῥῆμα τὸ αὐτοσχεδιάζειν παρὰ τοῖς μεθʼ Ὅμηρον, οἳ ἔστιν ὅτε τὸ τοιοῦτον ῥῆμα οὐκ ἐν ἐπαίνῳ τιθέασιν, ἀλλὰ σεμνῶς ὑπʼ αὐτοῦ τὸ ψεύδεσθαι παραδηλοῦσιν, αὐτοσχεδιάζειν λέγοντες τὸ ἀσκέπτως καὶ ἀμελετήτως λαλεῖν ἢ γράφειν παρὰ τὸ ἀληθὲς ἢ ἄλλως ἀκριβές. Οὕτω γοῦν τις ἔγραψεν, ὡς αὐτοσχεδιάζουσιν οἱ τὴν Λαΐδα Κορινθίαν εἶναι ἱστοροῦντες. βούλεται γὰρ εἰπεῖν ὅτι οὐ χρόνον τρίψαντες τῇ σκέψει, ἀλλʼ ἐκ τοῦ σχεδόν, ἤγουν ἐγγύς, καὶ ἀχρόνως, ὡς ἐν σχεδιασμῷ ἱστοροῦσιν. Ἐπισυμβαίνει γὰρ πολλαχοῦ ἀληθῶς τοῖς σχεδιάζουσι τὸ ἀνάκριβες, καθὰ καὶ τοῖς προγλώσσοις καὶ ὀξέσι φρονεῖν τὸ ἀκροσφαλές, εἴγε κατὰ τὴν τραγῳδίαν οὐκ ἀσφαλεῖς εἰσιν οἱ ταχεῖς φρονεῖν. ἡ δὲ παροιμία καὶ τὸν κύνα τυφλὰ τίκτειν οἶδε διὰ τὸ σπεύδειν ταχὺ γεννᾶν. Εὕρηται δὲ καὶ αὐτὸ τὸ αὐτοσχέδιον ἐπὶ τοιαύτης κείμενον σημασίας, ἤγουν ἠρέμα σκωπτικῆς, παρὰ τοῖς εἰποῦσιν ὅτι ἐκ τροφῆς ξηρᾶς οὔτʼ ἂν σκώμματα γένοιτο οὔτʼ αὐτοσχέδια ποιήματα, οὐ μὴν οὐδὲ ἀλαζονεία ψυχῆς, ἀλλὰ δηλαδὴ ἐκ μέθης, διʼ ἣν καὶ οἱ Ἕλληνες ἐν Λήμνῳ ἐκαυχῶντο μεγάλα κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν. Λέγει δὲ καὶ «στὰς πρόσθε νέκυος» ἰσοδυνάμως τῷ περιβάς καὶ ἀμφιβάς, ἅπερ βοήθειαν ἐπί τινων κειμένων δηλοῦσι. Δρύπτειν δὲ κυρίως μὲν ἐπὶ λεπισμοῦ δρυῶν, ἤτοι ξύλων, καταχρηστικῶς δὲ καὶ τὸ ἁπλῶς ξέειν. κυριολεκτεῖται δὲ μάλιστα ἐπὶ σαρκῶν τὸ ἀμύσσειν. τὸ μέντοι δρύπτειν βαθύτερόν τι τοῦ ἀμύσσειν ποιεῖ. διὸ καὶ ἐπιφέρει «ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξεν», ἐλλειπτικῶς εἰπών, ἵνα ᾖ, ὅτι ἀπάραξε τοὺς μῦς εἰς ὀστοῦν ἄχρι. ἄλλως γὰρ τὸ ἄχρι αἰτιατικῇ οὐ συντάσσεται. οἱ δὲ παλαιοὶ τὸ ἄχρις ἀντὶ τοῦ διόλου φασί. Βαρύνεται δὲ τὸ ἄχρις κανόνι τοιούτῳ. τὰ εἰς ις ἐπιρρήματα δισύλλαβα <!-- 3.858 -->βαρύνονται· ἅλις, μόγις, μέχρις, ἄχρις. τὸ χωρίς καὶ ἀμφίς ὀξύνονται, διότι, φασί, μακρᾷ παραλήγεται. διὸ τὸ αὖθις καινὸν φαίνεται βαρυνόμενον. δοκεῖ δέ, φασίν, ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶς ἐλέγετο κατὰ τὸ τέλος, αὖθις καὶ αὖθι καὶ αὖθιν μετὰ τοῦ νῦ, καθὰ καὶ τὸ πέρυσι πέρυσιν. Γίνεται δέ, φασί, τὸ ἄχρις ἀπὸ τοῦ μέχρις ἀποβολῇ τοῦ μῦ καὶ τροπῇ τοῦ φωνήεντος. Ἐνταῦθα δὲ καὶ ἱστορίαν παραρριπτεῖ περὶ Χιμαίρας χάριν ποικιλίας τῆς ἐν λόγῳ καί τινος γοργότητος. Ἑταῖροι γὰρ Σαρπηδόνος ἱστοροῦνται ὁ ἀνωτέρω ῥηθεὶς Ἀτύμνιος καὶ ὁ Μάρις, υἱοὶ «Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν θρέψεν ἀμαιμακέτην, πολέσι κακὸν ἀνθρώποισιν». ὃ δὴ ἠρεμαιότερον ὁ ποιητὴς φράζει τοῦ ἐπὶ σφηκῶν, οὓς καὶ αὐτοὺς ξυνὸν κακὸν πολλοῖς πρὸ ὀλίγου ἔφη. περὶ δὲ Χιμαίρας ἤδη λέλεκται ὅσα ἐχρῆν. Ὁμήρου δὲ παραρρίψαντος αὐτὴν ἐν βραχεῖ μνήμης μόνης χάριν, ὡς ἂν καὶ οὕτω τὸ τῆς ἀφηγήσεως ὕπτιον τῇ ἐπεμβολῇ ἐξεγείρῃ, οὐ χρὴ ἄρτι πολυλογεῖν, ἀλλʼ ἢ μόνον εἰπεῖν ὅτι τε Καρίας ἦν δυνάστης ὁ Ἀμισώδαρος, οὗ καὶ αὐτοῦ θυγατέρα ἔγημε Βελλεροφόντης, καὶ ὅτι ἔστι στοχάσασθαι κατὰ τοὺς παλαιοὺς μὴ πάντῃ πεπλάσθαι τὰ κατὰ τὴν Χίμαιραν ἐκείνην, εἴγε καὶ χρόνον ὁ ποιητὴς λέγει ὅτε ἦν, καὶ τὸν θρέψαντα δὲ ἱστορεῖ. ἴσως οὖν, φασί, χίμαρος ἐξ αἰπολίου ἀγριανθεὶς καὶ ὥσπερ τι τέρας ἀπεκβάς, καθά που καὶ ὁ Καλυδώνιος καὶ ὁ παρὰ τῷ Ἡροδότῳ σῦς, καὶ πολλοὺς βλάπτων, ἀφορμὴ τῆς ποιητικῆς τερατολογίας ἐγένετο. Ἰστέον δὲ ὅτι καί τις τεκὼν ἢ καὶ ἀναγαγὼν δυναστευτικὴν γυναῖκα ἔχοι ἂν ἀκοῦσαι ὡς χίμαιραν θρέψεν ἀμαιμακέτην πολλοῖς κακὸν ἀνθρώποις. Τὸ δὲ «βλαφθέντα» κυριολεκτεῖται κἀνταῦθα, ὡς καὶ ἐν τῷ «ὄζῳ ἐν μυρικίνῳ βλαφθέντε». Ἐν τούτοις δὲ καὶ βαθεῖαν θέλων Ὅμηρος δηλῶσαι διὰ ξίφους πληγήν φησιν· ἔπληξε «ξίφει αὐχένα, πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι». Καὶ ὑποκατιὼν ἐπὶ ὁμοίας πληγῆς λέγει «πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δὲ μόνον δέρμα, παρηέρθη δέ», ἤγουν παρεκρεμάσθη, κάρη, διακοπὲν δηλαδὴ τῆς συνεχείας, ἐξ οὗ ῥήματος καὶ ὁ παρήορος γίνεται. Ὅτι δὲ πορφύρεος θάνατος ὁ ἐκ μιᾶς πληγῆς, προέγνωσται. Μοῖρα δὲ κραταιὴ οὐ πρὸς ἔπαινον εἴρηται, ἀλλὰ πρὸς ὁμοιότητα τοῦ κρατερός, ὃ οὐδʼ αὐτὸ ἀεὶ ἔπαινον ἔχει. Συνδραμεῖν δὲ τὸ μετὰ δρόμου ἀλλήλοις πελάσαι. δὶς δὲ ἐνταῦθα ἐρρέθη, οὐ μόνον διὰ τὸ καίριον τῆς λέξεως, ἀλλὰ καὶ κατὰ χρείαν <!-- 3.859 -->ἐπαναλήψεως. Τὸ δὲ «μέλεον ἠκόντισαν ἄμφω» ἐφερμηνευτικόν ἐστι τοῦ «ἔγχεσιν ἤμβροτον ἀλλήλων». Λέγει δʼ ἐν τούτοις ὁ ποιητὴς καὶ περί τινος, ὡς «κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν φάσγανον ἐρραίσθη», ὥστε οὐκ αἰχμῆς μόνον καυλός, ἀλλʼ ἰδοὺ καὶ ξίφους. Καὶ εἴη ἂν τοιοῦτος καυλὸς τὸ κατὰ τὴν λαβὴν τοῦ ξίφους ἐπίμηκες καὶ στενόν, ἤγουν ἡ κώπη τοῦ ξίφους, ἀφʼ ἧς καὶ κωπῆεν αὐτὸ παρονομάζεται. Τοῦ δέ, ὡς ἐρρέθη, κατὰ στόμα νυγέντος τὸ πάθος οὕτω φράζει διασκευάζων «ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασε δʼ ἂρ ὀστέα λευκά, ἐκ δὲ τίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω αἵματος ὀφθαλμοί. τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας πρῆσε γανών», ὅ ἐστι διεπέρασε καὶ ἐξήγαγε. Φασὶ δὲ οἱ φυσικοὶ τὴν αἱμορραγίαν διὰ τῶν ὀφθαλμῶν προφαίνεσθαι διὰ τὴν τῶν ἐκεῖ ὑμένων λεπτότητα. ὅθεν καὶ τοὺς ἰκτεριῶντας ἀπὸ ὀφθαλμῶν τὰ πρῶτα δήλους εἶναι τῆς χολῆς ὑποδραμούσης τοὺς ἐν αὐτοῖς ὑμένας, ἤτοι χιτῶνας. Ὅρα δʼ ἐνταῦθα σκυθρωπῷ χωρίῳ τῷ τῆς πληγῆς κάλλος τι μιχθὲν τὸ τῶν παρίσων, τοῦ ἐξετίναχθεν καὶ ἐνέπλησθεν. σεμνὰ δὲ καὶ αὐτὰ ὡς ποιητικά. ἔστι δέ τι καὶ ἀντιθετικῆς ἀστειότητος ἐν τῷ τοιούτῳ νοήματι, ὡς οἷον εἰπόντος τοῦ ποιητοῦ, ὅτι τὸ μὲν στόμα ἐξεκενώθη ὀδόντων, οἱ δὲ ὀφθαλμοὶ ἐπλήσθησαν αἵματος. Ῥῖνας δὲ καὶ νῦν πληθυντικῶς εἶπε διὰ τοὺς αὐτόθι δύο πόρους. Τὸ δὲ κεάσαι καὶ ἐπὶ ξυλοκοπούντων ἐν Ὀδυσσείᾳ κεῖται. λέγει δὲ καὶ μετʼ ὀλίγα, ὅτι κεφαλὴ βληθεῖσα λίθῳ ἄνδιχα πᾶσα κεάσθη. Ὅτι παραβολικῶς ὑπογράφων ὁ ποιητής, ὅπως ἔφυγον οἱ Τρῶές φησι «ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι, σίνται, ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσι ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας· ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον», ἤγουν, ὡς καὶ προερρέθη, ἐνέπεσον καί, ὡς εἰπεῖν, ἐν χρῷ ἐπῆλθον. Ζαχρηεῖς οὖν ἐνταῦθα οἱ Δαναοί, ὡς ἀλλαχοῦ οἱ Λύκιοι, διὰ τὸ χράειν, ἐξ οὗ ὁ ζαχρηής. καιρία δὲ ποιηταῖς ἡ τοιαύτη λέξις. διὸ καὶ δὶς ἐνταῦθα κεῖται κατʼ ἐπιμονὴν ἔν τε τῇ ἀρχῇ τῆς παραβολῆς καὶ ἐν τῇ ἀποδόσει. Ἰστέον δὲ ὅτι τε ἀπὸ τοῦ χράω γίνεται πλεονασμῷ Αἰολικῷ τοῦ υ χραύω, οἷον «χραύσει μέν τʼ αὐλῆς <!-- 3.860 -->ὑπεράλμενον», καὶ ὅτι καὶ τὸ ἔχραε καὶ τὸ παρʼ Ἡροδότῳ «ἐνέχραεν εἰς τὸ πρόσωπον», καὶ τὸ ἐπέχραε καὶ τὸ χραῦσαι καὶ τὰ ἐκ τούτων χρωτός καὶ χροός ποιὰν ἐπαφὴν δηλοῦσι, καὶ ὅτι ἐκ τοῦ χράω χρῶ παράγωγον τὸ χραίνω κατὰ τὸ ῥῶ ῥαίνω. Χραίνειν δὲ ἀεὶ ἐπὶ ψόγου κατὰ τὸ «ἄστυ κἀγορᾶς χραίνων κύκλον», οὐ μὴν καὶ τὸ μολύνειν τοιοῦτον, εἰς ὃ τὸ χραίνειν μεταλαμβάνεται. αὐτοῦ γὰρ τὸ μὲν «μολύνων τὴν ὑπήνην» ψογερόν ἐστι. τὸ δὲ «ἰχθυδίων ἀποκνίσας τὰ κρανία ἐμόλυνʼ ἀλεύρῳ» τεχνικόν ἐστιν. ὡς ἐπὶ τηγανίσματι γὰρ δηλαδὴ ἐρρέθη. καὶ τοιοῦτον μὲν τὸ χράω καὶ χραύω καὶ χρῶ καὶ χραίνω. Ἔστι δὲ καὶ ἑτέρα ὁμοία σκευωρία παραγωγῆς ἐν τῷ χναύειν, ὅ ἐστι λίχνως ἐσθίειν, οὗ καὶ Ἀθήναιος μέμνηται, οἷον «πάντα ταῦτʼ ἐχναύομεν», καὶ «ὁμοῦ τε χναύειν μαινίσι σηπίδια». Ἔστι γὰρ χάω χῶ τὸ χωρῶ, ἐξ οὗ τὸ χαίνω κατὰ τὸ χρῶ χραίνω. τὸ δὲ χάω πλεονασμῷ τοῦ νυ καὶ Αἰολικῇ ἐπενθέσει τοῦ υ γίνεται χναύω. Ὡς δὲ ἐκ τοῦ εἰρημένου χῶ γίνεται καὶ ἡ χήμη τὸ ὄστρακον διὰ τὸ κεχηνέναι, δῆλον καὶ αὐτὸ ἐκ τῶν τοῦ Ἀθηναίου. Ὅρα δὲ ὅτι θηλυκῶς ἔφη τὰς ἄρνας καὶ τὰς ἐρίφους, ὡς δῆλον ἐκ τοῦ «αἵ τʼ ἐν οὔρεσι», καὶ τοῦ «ἀνάλκιδα θυμὸν ἐχούσας», καὶ ὅτι γενικῶς τοῖς μήλοις ὑπάγει ταύτας. <!-- 3.861 -->οἱ δὲ παλαιοὶ πάντα μῆλα καλοῦσι τὰ θρέμματα, εἰ καὶ διὰ τὸν μαλλὸν κυριολεκτεῖσθαι τὴν λέξιν φασὶν ἐπὶ προβάτων, ἐξ ὧν ὁ ποιητὴς καὶ πρόβασιν αὐτά πού φησι. καὶ Εὔπολις δὲ προβατικόν, φασί, χορὸν λέγει τὸν ἐξ αἰγῶν. Τὸ δὲ σίνται οὐκ ἂν εἴη μακρὰν τοῦ Σίντιες, ὅπερ ἀλλαχοῦ κεῖται. Τὸ δὲ «ὑπʼ ἐκ μήλων αἱρεύμενοι» ἀντὶ τοῦ ὑφαιρούμενοι ἐκ τῶν βοσκημάτων, τουτέστιν ὑποκλέπτοντες. τοιοῦτον γὰρ τὸ ὑφελέσθαι, ἢ τὰ ἐξαίρετα ἐκ φυσικῆς διαγνώσεως διαρπάζοντες. ἀφραδίαν δὲ ποιμένος αἰτιᾶται νῦν Ὅμηρος, τοῦ μὴ ἐπισυνάγοντος τὰ βοσκόμενα, ἐῶντος δὲ διατμαγῆναι. ἐμέμψατο δέ που καὶ βουκόλον ἀτέχνως βόσκοντα. Πολὺν δὲ φόβον δηλοῖ τὸ ἄρνας καὶ ἐρίφους παραλαβεῖν ἐν τῇ παραβολῇ καὶ μὴ ζῷα τέλεια. Ὅτι εὐφυῶς δυσκέλαδον τὸν φόβον λέγει διὰ τὸ τῶν φευγόντων θορυβητικόν. Φησὶ γὰρ «οἳ δὲ φόβοιο δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς». ἀστεῖον δὲ κατʼ ἀντίθεσιν τὸ νόημα, εἴγε δέον ὂν μνήσασθαι θούριδος ἀλκῆς, οἱ δὲ ταύτης μὲν λάθοντο, φυγῆς δὲ μνήσαντο. Δυσκέλαδον δὲ φόβον λέγει, ὡς ὄντος καὶ ἀγαθοῦ τινος κελάδου, ὁποία καὶ ἡ τῶν μελπόντων καὶ ἡ τῶν νικώντων καὶ ἡ τῶν κυνηγετούντων δέ, ὅθεν καὶ Ἄρτεμις κελαδεινή. Δῆλον δὲ ὅτι καὶ ἡ φύλοπις καὶ ἡ ἐνοπὴ καὶ ἡ βοὴ ἐπὶ μάχης καὶ ἡ Ἐνυὼ ἐκ δυσκελάδων ἤχων ἐτυμολογοῦνται. Ὅτι ὁ Αἴας ὁ μέγας «αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ ἵετο ἀκοντίσαι», ἀντιφιλοτιμούμενος, ὥς που μετʼ ὀλίγα καὶ τῷ Πατρόκλῳ ἐπὶ Ἕκτορι κέλεται θυμὸς ἱεμένῳ βαλεῖν. Ἕκτωρ δέ, ὃς καὶ αὐτὸς Αἴαντι ἀντιφέρεσθαι ἤθελε τὰ πρὸ τούτων ὡς ἀρίστῳ μετʼ Ἀχιλλέα, νῦν ἀρκεῖται φυλάσσων ἑαυτόν. Λέγει γὰρ ὅτι «ἰδρείῃ πολέμοιο ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων», ὅπερ ἴδιον προσεκτικοῦ ἐν πολέμῳ στρατηγοῦ. Καὶ ὅρα πῶς διέστησε ῥοῖζον καὶ δοῦπον ἀλλήλων. Εἶτα λέγει καὶ ὅτι «ἦ μὲν δὴ γίνωσκε μάχης ἑτεραλκέα νίκην», τὴν πολλαχοῦ ῥηθεῖσαν, «ἀλλὰ καὶ ὣς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους». Πάνυ δὲ ταῦτα σεμνύνει τὸν Ἕκτορα, εἰ καὶ δύσελπις ὢν ἀνδρίζεται, καθά που πρὸ τούτων καὶ οἱ Ἀχαιοὶ τὸ αὐτὸ εἶχον σέμνωμα, ἔνθα ὡς μὴ <!-- 3.862 -->ζησόμενοι ἐμάχοντο τοῖς Τρωσὶν ἐλπιδικοπουμένοις ἐμπρῆσαι τὰς ναῦς. Ἰστέον δὲ ὅτι τὸ «ἐφʼ Ἕκτορι ἀκοντίσαι» ταὐτὸν τῷ καθʼ Ἕκτορος. ὁποῖα καὶ ἄλλα μυρία κεῖνται παρὰ πολλοῖς. Ἰδρείη δὲ ἡ ἐπιστήμη ἀπὸ τοῦ ἴδρις ἴδρεος, ὡς ὄφεος, οὗ τὸ ἀνάπαλιν ἄϊδρις, ἀφʼ οὗ ἀϊδρείη πολέμου ἡ ἀτεχνία καὶ ἀνεπιστημοσύνη. Τὸ δὲ «ἀσπίδι ταυρείῃ» ἐκ τοῦ ἐπιπολάζοντος καὶ προφαινομένου μέρους καλεῖται, ὡς καὶ ἡ βοέη. τοιοῦτον δὲ καὶ ἡ κυνέη καὶ ἡ κτιδέη καὶ τὰ τοιαῦτα. Ὁ δὲ ῥοῖζος ὅτι τραχυφωνότερός ἐστι τοῦ δούπου, δῆλόν ἐστι. Τὸ δὲ «ἦ μὲν δὴ γίνωσκε μάχης ἑτεραλκέα νίκην» καὶ ἑξῆς, φρονίμου τε καὶ θαρσαλέου ἀνδρὸς ἔνδειξις. Τὸ δὲ γίνωσκε καὶ ἁπλῶς τὸ γινώσκειν οἱ μὲν ὕστερον Ἀττικοὶ μετὰ καὶ δευτέρου γάμμα γιγνώσκειν φασίν, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, καθὰ καὶ τὸ γίνεσθαι γίγνεσθαι. Ὅμηρος μέντοι ἀρχαϊκώτερον ἀγνοεῖ καὶ ἐν ἀμφοῖν τὸ δεύτερον γάμμα. ἔστι δὲ ὅμως ἀκριβέστερον τὸ τῶν ὕστερον, εἰ καὶ εὐφωνότερον τὸ τοῦ Ὁμήρου. Ὡς γάρ φησιν Ἡρακλείδης, καθὰ τελῶ τελίσκω ἰακῶς καὶ θορῶ θορίσκω καὶ μολῶ μολίσκω, ἐξ ὧν τὸ θρώσκω, ἔτι δὲ καὶ τὸ βλώσκω, οὕτω καὶ ἐκ τοῦ νοῶ γίνεται νόσκω, καὶ κατὰ συναίρεσιν νώσκω καὶ προσθέσει τοῦ γ Αἰολικῶς γνώσκω. ἐπεὶ καὶ τὸ νοῶ γνοῶ φασιν οἱ Αἰολεῖς. ἔνθεν ἡ στέρησις ἀγνοῶ. ἐκ δὲ τοῦ γνώσκω πάντως κατὰ ἀναδιπλασιασμὸν τὸ γιγνώσκω. λέγει δὲ ὁ αὐτὸς καὶ ὡς οἱ Ἠπειρῶται προστιθέασι καὶ αὐτοὶ τὸ γ ταῖς λέξεσι, τὸν δοῦπον γδοῦπον λέγοντες, ὅθεν «ἐρίγδουπος πόσις Ἥρης», καὶ ἀπὸ τοῦ νέφος νόφος καὶ γνόφος. λέγει δὲ καὶ ἐν τῇ γνώμῃ πλεονάζειν τὸ γ, ὡς ἀπὸ τοῦ νοῶ νοήσω νώμη καὶ γνώμη. Οὕτω δέ πως καὶ ὁ παρὰ τῷ Κωμικῷ γλάμων πλεονασμὸν ἔχει τοῦ γ. λήμη γὰρ καὶ ἐκεῖθεν λήμων ὁ λημῶν τοὺς <!-- 3.863 -->ὀφθαλμούς, καὶ πλεονασμῷ τοῦ γ καὶ συστολῇ γλάμων. Τὸ δὲ «ἀνέμιμνεν» οὐ πάντῃ λύει τὴν τοῦ Ἕκτορος φυγήν, ἀλλὰ μᾶλλον βεβαιοῖ. οὐ γὰρ ἔμενεν ὁ Ἕκτωρ ὡς ἐξ ἀρχῆς, ἀλλʼ ἀνέμενεν, ἤγουν ὑποχωρήσας μικρὸν πάλιν ἔμενε. Τοῦτο γὰρ ἡ ἀνα πρόθεσις ἐνταῦθα δηλοῖ. οὕτω καὶ ἀναμάχεσθαι τὸ πάλιν μάχεσθαι καὶ ἀναπαλαίειν τὸ ἐκ δευτέρου παλαίειν καὶ ἄλλα μυρία. Τὸ δὲ «σάω» ποιητικῶς ἀποκέκοπται ἐκ τοῦ σάωζεν, ὅ ἐστιν ἔσῳζεν, ἵνα κατὰ μὲν τὸ ἀναύξητον ἰωνίζηται ἡ λέξις, κατὰ δὲ τὴν ἀποκοπὴν αἰολίζηται. Ὅτι κυανέῳ νέφει ἀμφιβάντι ταῖς ναυσὶν ἐπικρατέως φθάσας εἰκάσαι τοὺς Τρῶας ἐνταῦθα τὴν αὐτῶν αὖθις ἐκ νεῶν φυγὴν πρὸς νέφος εἰκάζει, εἰπὼν «ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμποιο νέφος ἔρχεται οὐρανὸν εἴσω αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνει, ὣς τῶν ἐκ νεῶν γένετʼ ἰαχή τε φόβος τε», ἤγουν κατὰ κίνησιν λαιλαπώδους νέφους ἔφευγον καὶ ἦσαν οὕτω καὶ αὐτοὶ ὡς οἷον ἀελλόποδες φεύγοντες. Καὶ ὅρα φανερὰν ἐνταῦθα διάκρισιν Ὀλύμπου καὶ οὐρανοῦ καὶ αἰθέρος. φησὶ γὰρ Ὄλυμπον μὲν τὸ ὄρος, οὐρανὸν δὲ τὸν λιμνάζοντα ἀέρα καὶ παχύν, αἰθέρα δὲ τὴν ἄνω κυκλοφορίαν, τὴν αἰτίαν τῆς ποιᾶς τῶν ἀνέμων κινήσεως, ἵνα λέγῃ ὅτι ἐξ Ὀλύμπου τοῦ ὄρους λαῖλαψ νεφώδης εἰς ἀέρα ἔρχεται ἄνωθεν λαβοῦσα τὸ ἐνδόσιμον. Ἢ καὶ ἄλλως ἁπλούστερον, αἰθέρα ἔστι νοῆσαι τὴν αἰθρίαν καὶ εὐδίαν, ἵνα ᾖ ὁ νοῦς ὅτι νέφος ἐξ Ὀλύμπου εἰς οὐρανὸν ἔρχεται μετὰ εὐδίαν. ἣν ἀποσεμνύνων αἰθέρα δῖαν λέγει πρὸς διαστολὴν τῆς λαίλαπος, ἢ καὶ ἄλλως, ἐπεὶ ἐκ Διός, ἤγουν ἀέρος, γίνεται. διὸ οἱ μεθʼ Ὅμηρον τὴν αἰθρίαν ἄλλως ὀνομάσαντες εὐδίαν λέγουσιν, ὡς <!-- 3.864 -->ἂν εἴποι τις ἐναερίαν. Ἀστείως δὲ ἐκ τοῦ κατʼ ἀλληγορίαν αἰθέρος εἴτʼ οὖν Διὸς πεπόρισται νῦν τὸ ἐπίθετον. καὶ ἔστιν ὅμοιον, ὡς εἴ τις εἴποι Δία δῖον. Ὅτι δὲ ἡ εκ πρόθεσις καὶ ἀντὶ μετα λαμβάνεται κατὰ τὸ ὑστερόχρονον, προδεδήλωται. Θηλυκῶς δὲ καὶ νῦν ἡ αἰθὴρ καθʼ ὁμοιότητα τῆς ἠέρος. Τὸ δὲ «ὅτε Ζεὺς λαίλαπα τείνει», τουτέστι πανταχοῦ λαίλαπα ὁ ἀὴρ ἐξαπλοῖ, ὁρίζειν δοκεῖ, τί ἐστι λαῖλαψ, ὅτι δηλαδὴ κίνησις νεφῶν καὶ ταραχὴ μετὰ εὐδίαν τὴν ἀνωτέρω ῥηθεῖσαν. Ὅτι πέρας ἐνταῦθα τὸ τοῦ Πολυδάμαντος ἔχει θεοπρόπιον, ἐν οἷς λέγει Ὅμηρος, ὅτι οὐ κατὰ μοῖραν πέραον πάλιν οἱ Τρῶες, ἤγουν ἀτάκτως καὶ δυσδαιμόνως καὶ ἀκόσμως διεπέρων τὴν τάφρον ὡς φεύγοντες, ὅπερ ἐκεῖνος ἔφη οὐ κατὰ κόσμον φεύξεσθαι. ταὐτὰ γὰρ ὥσπερ μοῖρα καὶ κόσμος, οὕτω καὶ τὸ «οὐ κατὰ μοῖραν» καὶ τὸ «οὐ κατὰ κόσμον». Εἶτα θέλων εἰπεῖν ὡς ἔφευγε καὶ Ἕκτωρ, φησὶν εὐφημότερον «Ἕκτορα δʼ ἵπποι ἔκφερον ὠκύποδες σὺν τεύχεσιν». ὡς καὶ μετʼ ὀλίγα «τὸν δʼ ἔκφερον ὠκέες ἵπποι. λεῖπε δὲ λαὸν Τρωϊκόν», ὡς φυγὼν πρὸ αὐτῶν, «οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκεν». Εἶτα ἐκφράζων τὸ κακὸν ἐπάγει «πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι ἄξαντες», ὅ ἐστι κλάσαντες, θραύσαντες, «ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων», «Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων, Τρωσὶ κακὰ φρονέων. οἳ δὲ ἰαχῇ τε φόβῳ τε πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν», ἤγουν διεκόπησαν, ἐσκορπίσθησαν, «ὕψι δʼ ἀέλλη σκίδναθʼ ὑπαὶ νεφέων. τανύοντο δὲ μώνυχες ἵπποι ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων», ὃ δὴ σαφεστάτη ἐστὶν ἑρμηνεία τῆς παλιώξεως. Εἶτα σεμνύνων τὸν Πάτροκλον λέγει ὅτι ἔνθα πλεῖστον ὀρινόμενον εἶδε λαόν, τουτέστι ταραττόμενον κατὰ τὸ «τοῖσι δὲ πᾶσιν ὀρίνθη θυμός», ἐκεῖ εἶχεν, ὅ ἐστιν ἤλαυνεν, «ὁμοκλήσας». Καὶ τὴν αἰτίαν προστιθεὶς ἐπάγει τὸ ἐντεῦθεν τοῖς Τρωσὶ κακὸν «ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνεκυμβαλίαζον. ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι ἄμβροτοι», ὡς οἷα πτηνοί, καθὰ καὶ μετʼ ὀλίγα εἰρήσεται, «οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα, πρόσσω ἱέμενοι». Καὶ ὅρα ὅση τε διαφορὰ τῶν Ἀχιλλέως ἵππων πρὸς τοὺς τοῦ Ἕκτορος, εἴπερ ἐκείνους μὲν ἀπεδειδίσσετο τάφρος εὐρεῖα, οὗτοι δὲ ὑπέρθορον αὐτήν. καὶ ὅτι Ἕκτωρ μὲν πρὸ τούτων ἐφιλοτιμεῖτο ἐκεῖ μάχεσθαι, ὅπου ἀριστέας ἔβλεπε, Πάτροκλος δὲ νῦν, ἔνθα πολύς, ὡς ἐρρέθη, λαὸς ὀρίνεται. Τὸ δὲ «λαὸν οὓς ἀέκοντας» Ἀττικῶς πέφρασται διὰ τὸ λαὸν Τρωϊκὸν τοὺς Τρῶας νοεῖσθαι. Τὸ δὲ ἐρυσάρματες, ὥς που καὶ προεδηλώθη, μεταπλασμὸν ἔχει. ἅρμα γὰρ ἅρματος, ὅθεν ὁ ἐρυσάρματος, καὶ πληθυντικὸν οἱ ἐρυσάρματοι, ἀφʼ οὗ μετεπλάσθη τὸ ἐρυσάρματες ἵπποι, ῥηθέντες οὕτω πρὸς διαστολὴν τῶν ἔξω ἅρματος, ὁποῖοι καὶ οἱ κέλητες ἵπποι. <!-- 3.865 -->Πρῶτον δὲ ῥυμὸν κἀνταῦθα τὸ αὐτοῦ ἄκρον λέγει τὸ πρὸς τῷ ζυγῷ. κλᾶται δὲ τοῦτο ἐνισχομένου, ὡς εἰκός, ἅρματος ταῖς ὄχθαις τῆς τάφρου. δύναται δέ τις φιλονεικῶν πρῶτον ῥυμὸν εἰπεῖν καὶ τὸ πρὸς τῷ ἄξονι μέρος αὐτοῦ, ἵνα πολλὴν οὕτω βίαν ἐνδείξηται. Τὸ δὲ σφεδανόν ποιητικὴ μὲν λέξις καὶ ἧς οὐ χρῄζει πεζὸς λόγος, εἰ μὴ ἄρα κατὰ παραπλοκὴν ἔπους. δηλοῖ δὲ τὸ ἠπειγμένον ἀπὸ τοῦ σπεύδειν, ἀφʼ οὗ καὶ ἡ σπουδή, τραπέντος τοῦ ψιλοῦ εἰς δασύ, ἵνα ᾖ σπευδανόν. οὕτω δὲ καὶ τὸ σφόδρα ἐκ τοῦ αὐτοῦ παρῆκται ῥήματος, καὶ τὸ σφοδρόν. ὥσπερ δὲ ἐκ τοῦ σπεύδω σφεδανόν, οὕτω καὶ ἐκ τοῦ πέμπω δυσπέμφελος κατὰ Παυσανίαν τροπῇ τοῦ π εἰς φ, δυσάρεστος, χαλεπός, μεμψίμοιρος, οὗ χρῆσις παρά τε Ἡσιόδῳ καὶ παρὰ τῷ ποιητῇ. Τὸ δὲ «πάσας πλῆσαν ὁδούς» ἐστὶ μὲν ὅμοιον τῷ «ἐναύλους πλήσειαν νεκύων», ὡς εἶναί πως ἐνταῦθα ταὐτὰ ἐναύλους καὶ ὁδούς. στεναὶ γὰρ καὶ αἱ ὁδοί. ὅθεν καὶ ἀτραπιτοὶ λέγονται ὡς μὴ ἐκτροπὰς ἔχουσαι. ἀστείως δὲ νοεῖται, εἴπερ οἱ πρὸ μικροῦ ἀλαλητῷ πᾶν πεδίον κατέχοντες ἐν τῷ νικᾶν νῦν πάσας ἔπλησαν ὁδοὺς φεύγοντες. Τὸ δὲ «ἐπεὶ ἂρ τμάγεν» ἐκ τῆς παραβολῆς ὥρμηται, καθʼ ἣν ἄρνες καὶ ἔριφοι ποιμένος ἀφραδίαις διέτμαγον. ἐκεῖναί τε γὰρ διατμαγεῖσαι τὰ ἐκεῖ ἔπλησαν εἰς ῥᾳδίαν τοῖς λύκοις διαρπαγήν, καὶ ἐνταῦθα ὁμοίως οἱ Τρῶες τμαγέντες πάσας πλῆσαν ὁδοὺς ἐπὶ ὀλέθρῳ οἰκείῳ. ὅτι δὲ καὶ ἐπὶ φιλίᾳ ἔστι διατμαγῆναί ποτε, δῆλον καὶ ἐκ τοῦ «ἀρθμήσαντε διέτμαγεν», ἤγουν φιλιωθέντες διεχωρίσθησαν. Ἡ δὲ σκιδναμένη ἄελλα κόνεως ἂν εἴη, ἐλλειπτικῶς εἰπόντος τοῦ ποιητοῦ διὰ τὸ συγκατεπείγειν τὴν φράσιν τοῖς πράγμασι. δῆλον δὲ ὅτι καὶ ὁμίχλῃ τὴν αὐτὴν φθάσας εἴκασε. Τὸ δὲ «σκίδνατο ὑπαὶ νεφέων» ἀντὶ τοῦ ὑπὸ τὰ νέφη. οὐ γὰρ δήπου καὶ ὑπερνεφὴς ἡ κόνις ἐγίνετο. Τὸ δὲ «τανύοντο ἵπποι» ἀντὶ τοῦ συντεταμένως ἔτρεχον καὶ οὐχʼ ἁπλῶς ἐβημάτιζον, ὃ καὶ πλίσσεσθαι ἐν Ὀδυσσείᾳ Αἰολικῶς <!-- 3.866 -->λέγεται, οἷον «εὖ μὲν τρώχων, εὖ δὲ πλίσσοντο πόδεσσι». Τὸ δὲ ὑπʼ ἄξοσι φῶτας πίπτειν πρηνεῖς ἐξ ὀχέων, δηλοῖ τοὺς ἐξ ἁρμάτων πίπτοντας, εἶτα πιεζομένους τοῖς τῶν φευγόντων ἱππέων ἄξοσι. Τὸ δὲ «ἀνεκυμβαλίαζον» ἀντὶ τοῦ ἀνεκρότουν ἢ ἀνεπήδων. μετήνεκται δὲ ἡ λέξις ἀπὸ τῶν ἠχητικῶν κυμβάλων, ἅπερ ἀναπηδᾷ ἐν τῷ προσκρούεσθαι ἀλλήλοις. Οἱ δὲ παλαιοί φασι καὶ ὅτι τὸ ῥῆμα βομβῶδες ὂν ἔμφασιν ἔχει τῆς μετὰ ἤχου τῶν ἁρμάτων ἀνατροπῆς. ἢ καὶ ἄλλως, ἀνεκυμβαλίαζον ἀντὶ τοῦ πῇ μὲν προσηράσσοντο ἀλλήλοις, πῇ δὲ διΐσταντο μετὰ ἤχου, καθʼ ὁμοιότητα καὶ τοῦτο κυμβάλου, ἢ ἀνετρέποντο ἄνω κάτω γινόμενοι κατὰ ὁμοιότητα τῶν πιπτόντων κυμβάχων. τί δὲ δηλοῖ τὸ κύμβαχος, προδεδήλωται. Ἐν δὲ τῷ «ὑπέρθορον ὠκέες ἵπποι» σημαίνει οὐ μόνον τὸ ὑπερφέρον τῶν ἵππων, ὡς προσεχῶς ἐδηλώθη, ἀλλὰ καὶ τὴν τοῦ τολμήσαντος ἡνιόχου θρασύτητα, ὁποίαν δηλοῖ καὶ Ὅμηρος ἐν τῷ «θρασὺν ἡνίοχον φορέοντες», καὶ ὅτι τὸ τοιοῦτον πήδημα τῶν τοῦ Ἀχιλλέως ἵππων προεθεράπευσεν ὁ ποιητὴς ἐν τῷ «ἅμα πνοιῇσι πετέσθην», προκατασκευάσας ἐκεῖ τὸ τολμηρόν. πάντως γὰρ οἱ πετόμενοι ῥᾳδίως εἶχον τὴν τάφρον ὑπερθορεῖν. Ἐνταῦθα δὲ κεῖται καὶ ἡ ἐπι πρόθεσις συνήθως ἀντὶ τῆς κατα, ἐν τῷ «ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός», ὁ τοῦ Πατρόκλου, ἀντὶ τοῦ κατὰ Ἕκτορος. «ἵετο γάρ», φησί, «βαλέειν». καὶ ἔστι τὰ τοιαῦτα χρήσιμα εἰς τὸ «δαιμονίη, τί μοι ἐπέχεις», ἀντὶ τοῦ κατʼ ἐμοῦ ἔχεις. Εἰ δὲ καὶ ὡς ἐπὶ τοξότου ἐκεῖνο ἐν Ὀδυσσείᾳ λέγεται, κείσθω τέως καὶ ἐνταῦθα εἰς μνήμην. ὑποκειμένου γὰρ εἰς χρῆσιν τοῦ «ἔπεχε σκοπῷ τόξον» εἴη ἂν καὶ τὸ «τί μοι ἐπέχεις» ἀντὶ τοῦ τί μου καταστοχάζῃ ὡσεὶ καὶ κατὰ σκοποῦ ἐμοῦ τοξεύσουσα. Ὅτι, ὡς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ <!-- 3.867 -->καὶ ἀλλαχοῦ δὲ πολλαχοῦ παρεσημάνθη, τὰς παραβολὰς ὁ ποιητὴς ἐπεισάγει ἐπί τε διαναπαύσει τοῦ ἀκροατοῦ καὶ ἐπὶ σαφηνείᾳ τῶν λεγομένων καὶ ποικιλίας δὲ πραγμάτων ἕνεκεν καὶ εἰς πολυμαθείας μέθοδόν τε καὶ ἔνδειξιν. μυρία γὰρ εὐμεθόδως διὰ τῶν παραβολῶν τῇ ποιήσει παρεμπλέκει, ἐξ ὧν ἥ τε γραφὴ πλατύνεται καὶ ἡ ποιητικὴ ἐμπειρία καὶ σοφία διαφαίνεται. Καὶ τοίνυν ἔθους ὄντος ἐν ταῖς παραβολαῖς ἐκτίθεσθαί τινα, τὰ μὲν φυσικῶς, ὡς ὅτε ἢ στοιχείων λέγει καινοτομίας ἢ ζῴων ἰδιότητας, τὰ δὲ πραγματικῶς καὶ βιωτικῶς, ὡς ὅτε τὰ παρόντα παραβάλλει κοινῶς πράγμασιν, ἃ τέτριπται κατὰ βίον, οἷον τὸν Πάτροκλον κόρῃ δακρυούσῃ πρὸς τὴν μητέρα ἢ τὸν Αἴαντα κελητίζοντι διὰ τεσσάρων, ὅτε μεταβαίνει ἐκ νηὸς εἰς νῆα, καὶ ὅτε ζῷα παράγει κυνηγετούμενα ἢ ἄλλως ἁλισκόμενα, ὁμοίως δὲ εἰθισμένης τῆς ποιήσεως καὶ πρὸς ἦθος φιλοσοφεῖν ἐν παραβολαῖς καὶ παιδεύειν τὸν ἀκροώμενον, ἐνταῦθα κατακλυσμὸν παραβολικῶς φράζων σφοδρὸν ἀδίκοις ἐπιφερόμενον ἐπὶ κακῷ τῶν ἀνθρωπίνων ἔργων φησὶν «ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν ἤματʼ ὀπωρινῷ, ὅτε λαυρότατον χέει ὕδωρ Ζεύς, ὅτε δὴ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ, οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας, ἐκ δὲ δίκην ἐλάσωσι θεοῦ ὄπιν οὐκ ἀλέγοντες, τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες, πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι, ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι ἐξ ὀρέων ἐπὶ κάρ, μινύθει δέ τʼ ἔργʼ ἀνθρώπων, ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι». Καὶ σημείωσαι, ὅτι πρὸς μόνον τὸ «στενάχοντο» ἡ παραβολή, τὸ ἀπὸ συντονίας δρόμου γινόμενον, ὡς καὶ μετʼ ὀλίγα ῥηθήσεται, ὃ καὶ ἐνεργητικῶς προφέρεται, ὡς δηλοῖ τὸ «στενάχουσι ῥέουσαι». Τὰ δὲ λοιπὰ τῆς παραβολῆς ἐκφρασείδιόν <!-- 3.868 -->τε ἔχει μεγάλου κατακλυσμοῦ καὶ αἰτίαν αὐτοῦ ἠθικὴν καὶ διδασκαλίαν εὐθυδικίας, ᾗ ἐναντίον τὸ «σκολιὰς κρίνειν θέμιστας». Δῆλον δὲ ὅτι τε σεμναὶ πάντως αἱ τῆς εἰρημένης παραβολῆς ἔννοιαι—τοιαῦται γὰρ αἱ τῶν μεγάλων καὶ θείων πραγμάτων ἐκφράσεις καὶ αἱ ἠθικαὶ παιδεύσεις—, καὶ ὅτι σκοπὸς αὐτῇ τοῦτο καὶ μόνον δηλῶσαι, ὡς αἱ Τρωϊκαὶ ἵπποι οὕτω ἔστενον ἀσθμαίνουσαι τῷ συντόνῳ δρόμῳ τῷ ἐκ τοῦ διώκεσθαι, καθὰ ἐν δεινῷ κατακλυσμῷ τῷ ἐκ θεομηνίας χαράδραι μεγάλα στενάχουσι ῥέουσαι. Ἦν δὲ πάντως χρεών, εἰ καὶ τοὺς δίφρους ἀνακυμβαλιάζειν ἔφη ὁ ποιητής, εἰπεῖν τι καὶ περὶ ἵππων. καὶ τοίνυν ἐκεῖνο μὲν οὐκ ἐπεξειργάσατο διὰ τὸ ἀριφραδὲς τῆς ὀνοματοποιΐας καὶ ἐναργές, εἰς δὲ τὸ εἰπεῖν στενάχειν ἐδέησε τῆς ῥηθείσης πλατείας παραβολῆς. Οὐκ ἄδηλον δὲ ὅτι τε τὸ στενάχειν ὠνοματοπεποίηται, εἰ καὶ μὴ τραχυφώνως, καθὰ καὶ τὸ ἀσθμαίνειν καὶ ὅσα τοιαῦτα, καὶ ὅτι τὸ μὲν ὑπὸ λαίλαπι ἀντιπτωτικῶς εἴρηται ἀντὶ τοῦ ὑπὸ λαίλαπος, τὸ δὲ «βέβριθε χθών» πολλὴν ἐπομβρίαν δηλοῖ ὡς βαρυτέρας τηνικαῦτα γινομένης τῆς γῆς, καὶ μάλιστα τῆς μελαίνης τῷ διʼ αὐτῆς ῥέοντι πολλῷ ὕδατι καὶ οὐκέτι κούφης οὔσης κατὰ τὸ «κουφίζουσαν ἄρουραν», ὃ παρʼ Ἡσιόδῳ κεῖται. Ὀπώρα δὲ ὥρα, ᾗ συνεχές ἐστι τὸ φθινόπωρον, ἧς παρώνυμον ὁ ὀπωρινός. πάντως δὲ ὀπωρινὸν ὄμβρον, ὅ ἐστι θερινόν, παρέλαβεν ἐνταῦθα πρὸς ἔνδειξιν τῆς παρὰ τοῖς ἀδίκοις θεομηνίας, εἰ καὶ ἐν θέρει κατακλύζονται οἱ τοιοῦτοι, ὅτε σπάνιος ὑετὸς καὶ μάλιστα ὁ λαυρότατος. ἡ γὰρ ἐν ἄλλαις ὥραις ἐπομβρία οὐ πάνυ δοκεῖ παράδοξος. Λαυρότατον δὲ διὰ τοῦ υ γραπτέον, ἴσως ἀπὸ τοῦ λα ἐπιτατικοῦ καὶ τοῦ ῥέειν, ἵνα ᾖ ὥσπερ ἄρρηκτον αὔρηκτον παρʼ Αἰολεῦσιν, οὕτω καὶ λάρον λαῦρον. ὡσαύτως δὲ καὶ ἐν Ὀδυσσείᾳ λαῦρα πλεονασμῷ τοῦ υ δημοσία ὁδός, διʼ ἧς λαὸς ῥέει. λάβρος μέντοι διὰ τοῦ β ὁ λίαν βορὸς ἢ βαρύς. Ὅτι δὲ καὶ διὰ τοῦ βῆτα γραφῆναι τὸ λαβρότατον ὕδωρ ὀρθῶς ἔχει, προδεδήλωται. βαρύνει γὰρ νῦν γῆν, ὡς δῆλον ἐκ τοῦ «βέβριθε χθών». οὕτω καὶ λαβροστομεῖν διὰ τοῦ βῆτα. καὶ λαβρωνία δέ, φασίν, ἔκπωμα Περσικὸν παρὰ τὴν ἐν <!-- 3.869 -->τῷ πίνειν λαβρότητα. Τὸ δὲ «χέει ὕδωρ Ζεύς» ὅ ἐστιν ἀήρ, περίφρασις μέν ἐστι τοῦ ὕει Ζεύς, δηλωτικὸν δʼ ἐστὶ καὶ αὐτὸ τοῦ καλῶς διϊπετεῖς λέγεσθαι τοὺς ἐξ ὄμβρων ποταμούς. Ὅρα δὲ καί, ὡς οὐ διʼ ἄλλην κακίαν κατακλύζεσθαί φησι γῆν ἢ διὰ ἀδικίαν, ὡς ταύτην οὖσαν τῶν ἄλλων χειρίστην, ἧς καὶ Ἡσίοδος πολλὰ καταλέγει, τοὺς ἰθυδίκας ἀποδεχόμενος. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι κακοσεβῆ καὶ ἀνεπίστροφον θεοῦ εἶναι δοξάζει τὸν ἄδικον, εἴπερ οἱ ἐξελάσαντες τὴν δίκην θεῶν ὄπιν οὐκ ἀλέγουσιν. Ὅρα δὲ τὸ «θεῶν ὄπιν οὐκ ἀλέγειν» ἐντελῶς ῥηθέν. ἄλλως γὰρ τὸ ἀλέγειν μόνον ῥηθὲν λείπεται φύσει αἰτιατικῆς. τοιοῦτον δὲ καὶ τὸ «κρίνωσι θέμιστας». ἐλλιπὲς γὰρ δίχα αἰτιατικῆς καὶ τὸ κρίνειν. Ἡ δὲ τοῦ θεοῦ ὄπις παιδεύει μὴ μόνων δεῖν ἡμᾶς εἶναι τῶν πρόσθεν, ἤγουν τῶν ἐνεστώτων καὶ πρὸ ὀφθαλμῶν ὄντων, ἀλλὰ καὶ τῶν ὄπισθεν, ὅ ἐστι μελλόντων, ἐφʼ ὧν ἔχει χώραν καὶ ἡ ὄπις καὶ ἡ ἐπιστροφὴ καὶ τὰ τούτων ῥήματα. καὶ ἔστι θεῖόν τι ἡ ὄπις. Τὸ δὲ «ποταμοὶ πλήθουσι» σαφῶς ἑρμηνεύει πλήθοντας ποταμοὺς τοὺς ἐξ ὄμβρου πληρουμένους λέγεσθαι, ὃς δὴ ὄμβρος τὸ τοῦ Διός, ὡς ἐρρέθη, ὕδωρ τοὺς μὲν χειμάρρους αὐτόχρημα γεννᾷ, ὅθεν καὶ διϊπετεῖς ἐκεῖνοι κυρίως λέγονται, τοὺς δὲ ἀεννάους ὑποκένους ὄντας οὐ μόνον ἐπιχειλεῖς ποιεῖ, ἀλλὰ καὶ ὑπερχειλεῖς, ὅ ἐστι πλήθοντας. Κλιτῦς δὲ κατὰ τοὺς παλαιοὺς τὰ ἀποκλίματα καὶ ἐξέχοντα τῶν ὀρέων παρὰ τὸ κεκλίσθαι, ὥσπερ καὶ παρὰ τὸ ἀνακεῖσθαι τὰ ἄγκεα. Καὶ ἄλλως δὲ φράσαι, κλιτῦς οἱ προκεκλιμένοι καὶ προνενευκότες ἐν ἄκρῳ τινὶ τόποι, οὓς αἱ χαράδραι παρατρώγουσαι καταρρίπτουσιν. Ὅτι δὲ ἐξοχήν τινα αἱ κλιτύες δηλοῦσι, δῆλον καὶ ἐκ τοῦ ἀποτμήγουσι χαράδραι. τὰ γὰρ ἐξέχοντα καταρριπτοῦνται χαρασσομένων τῶν ὑπʼ αὐτά, ἐξ οὗ ἡ χαράδρα παράγεται. Ὡς δὲ καὶ διὰ τῆς ει διφθόγγου γράφουσί τινες τὴν κλιτὺν ἀπὸ τοῦ κλέτας πλεονασμῷ τοῦ ἰῶτα, δηλοῦσιν οἱ τὸν Ἡρῳδιανὸν ἀμφιπενόμενοι <!-- 3.870 -->Τεχνικοί. κλέτας δέ, οὗ χρῆσις πολλαχοῦ, ὀρεινὴ τραχεῖα ἐξοχή. Ὅτι δὲ περιεκτικὸν ἐκ τῆς χαράδρας ὁ χαραδρεών, αἱ ῥητορικαὶ δηλοῦσι χρήσεις, ἐν αἷς καὶ ἐξ ἀκάνθης καὶ ὁ ἀκανθεών. Ἔστι δὲ ζητῆσαι διὰ τί ἀποτμήγουσιν εἶπε καὶ οὐχὶ κατερείπουσιν, ὡς τὸ «κατήρειπον ἐπάλξεις». δοκεῖ γὰρ ἀποτμήγεσθαι τὰ ἡνωμένα κατὰ ἶσον ἐπίπεδον, οὐ μὴν τὰ ὑπερκείμενα. Καὶ σκοπητέον εἰπεῖν τι περὶ κλιτύων ἀκριβέστερον. ἴσως γὰρ, ὥσπερ οὐδὲ τὸ κλίτος οὐδὲ τὸ κλίμα, οὕτως οὐδὲ ἡ κλιτὺς ἐπὶ ἐξοχῆς ἂν κυριολεκτοῖτο, καὶ μᾶλλον, εἰ σκέψεταί τις τὴν ἰσοδυναμίαν τοῦ κεκλίσθαι καὶ τοῦ ἀνακεῖσθαι, ὧν ἐκ τοῦ μὲν ἡ κλιτύς, ἐκ δὲ τοῦ ἑτέρου τὸ ἄγκος, ὡς εἴρηται. Τὸ δὲ «μεγάλα στενάχουσιν» ἀσφαλῶς ἐρρέθη. αὐτὸ γὰρ τὸ στενάχειν καθʼ αὑτὸ λείως ἔχον τῆς ἐκφωνήσεως οὐδέν τι βαρὺ ἐμφαίνει δίχα τοῦ μεγάλα. διὸ οὐδὲ μέγα στενάχουσιν ἔφη, ἀλλὰ πληθυντικῶς μεγάλα. Τὸ δὲ «ἐπὶ κάρ» ἐστὶ μὲν ἀντὶ τοῦ ἄνωθεν κάτω καὶ οἷον ἐπὶ κάρη κατὰ ἀποκοπήν, κυριολεκτεῖται δὲ ἐπὶ ζῴων. Εἰ δὲ τὸ μὲν τῆς παραβολῆς ὕδωρ ἐπὶ κάρ, αἱ δὲ ἵπποι ἄνω ἵενται ὡς πρὸς τὴν ὑψηλὴν Τροίαν, καὶ δοκεῖ ἀνομοίως ἔχειν ἡ παραβολὴ καὶ τὸ ὑποκείμενον πρᾶγμα, ἡ μὲν διὰ τὸν κατάρρουν, τὸ δὲ διὰ τὴν ἄνω φοράν, ἀλλʼ ἤδη ἐρρέθη, ὡς ἡ παραβολὴ πρὸς μόνον ἦχον καὶ συντονίαν δρόμου εἴληπται. Ὅρα δὲ καὶ τὸ «μεγάλα στενάχουσι ῥέουσαι», καὶ «μεγάλα στενάχοντο θέουσαι» κάλλος ἐμποιοῦντα τῇ παραβολῇ διά τε τὴν ἐπαναφορὰν καὶ τὰ καίρια ὁμοιοτέλευτα. Ὅτι τὸ ῥῆξαι φάλαγγας κέρσαι ἐνταῦθά φησιν Ὅμηρος εἰπὼν «Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας». Ἔστι δὲ καὶ ἐνταῦθα τὸ οὖν ἀντὶ τοῦ δή, ἵνα εἴη τὸ ἐπεὶ οὖν ταὐτὸν τῷ ἐπειδή. δύναται δὲ καὶ αἰτιολογικῶς κεῖσθαι, ὡς ἂν ἐκ παραλλήλου ταὐτίζηται τὸ ἐπεί καὶ τὸ οὖν. Ὅτι παλιμπετὴς παρὰ μὲν τοῖς μεθʼ Ὅμηρον ὁ <!-- 3.871 -->ἑαυτῷ μαχόμενος καὶ ἐναντιούμενος οἷς εἶπεν ἢ ἔπραξεν, ὃς καὶ περιπετὴς λέγεται, οἷον· ὁ δεῖνα παλιμπετὴς ἤτοι περιπετὴς ἑαυτῷ ἐγένετο, ἀνάπαλιν ἑαυτῷ καὶ οἷς εἶπε πίπτων, καὶ τὰ ἐπιρρήματα παλιμπετὲς καὶ περιπετές. Ὅμηρος δὲ ἐν τῷ «ἐπὶ νῆας ἔεργε Πάτροκλος παλιμπετές», τὰς τῶν Ἀχαιῶν δηλαδὴ φάλαγγας, ἐπὶ τοῦ ὀπίσω καὶ ἀνάπαλιν τὴν λέξιν τίθησι. Διὸ καὶ ἑρμηνεύων ἐπάγει «οὐδὲ πόληος εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν». Ἐξ οὗ εἴληπται τὸ ἄντιτα ἔργα τὰ ἀντίτιτα καὶ τὸ ποινὴν ἀποτινέμεν, ἤδη δὲ καὶ τὸ τιμὴν ἄρνυσθαι, ὥστε ταὐτὸν τὸ παλιμπετὲς ἐέργειν καὶ τὸ μὴ ἐᾶν πόλεως ἐπιβαίνειν εὐθὺ χωροῦντας. Ἕτεροι δὲ παλιμπετὲς εἶπον ἐπιρρηματικῶς τὸ εἰς τοὐπίσω πίπτειν τῶν βελῶν. Δύναται δὲ καὶ αἰτιατικὴ εἶναι θηλυκὴ πληθυντικὴ κατὰ ἀποβολὴν τοῦ ι ἐκ τοῦ παλιμπετεῖς ἢ συγκοπῇ τοῦ α ἀπὸ τοῦ παλιμπετέας, ὁμοίως τῷ «ἐρέτας ἐπιτηδές», καὶ «ἀκλεὲς αὔτως», ἤγουν ἀκλεεῖς. Ἰστέον δὲ ὅτι τὸ «παλιμπετὲς ἀναχωρῆσαι» πάνυ διαφέρει τῆς παλιώξεως. ἐκεῖ μὲν γὰρ οἱ πάλιν ὁρμῶντες, ἤγουν ὀπίσω, ἄκοντες τοῦτο ποιοῦσιν, ἀντιδιωκόμενοι παρὰ τῶν πρώην φευγόντων, ἐνταῦθα δὲ οἱ νικῶντες καὶ διώκοντες ἑκόντες ἀναχωροῦσιν, οὐ διωκόμενοι ἀλλὰ φεύγειν ἀφέντες τοὺς ἐχθρούς. Ὅρα δὲ ὅτι δοκεῖ μὲν ὁ Πάτροκλος τῇ τοῦ ἑταίρου παραιφάσει ἕπεσθαι ἐν τῷ κωλύειν Ἀχαιοὺς ἐπιβαίνειν τῆς πόλεως, μαχομένους νηῶν μέσον καὶ ποταμοῦ καὶ τείχεος. τὸ δʼ ἐστὶν οὐ τοιοῦτον, ἀλλʼ ἔοικεν ὑπὸ σπουδῆς παρακηκοέναι. οὐ γὰρ οὕτως ἤκουσεν, ἀλλὰ «ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν». ὁ δὲ πλεῖόν τι πράξας ἐβλάβη. Τὸ δὲ «πόληος ἐπιβαίνειν» οὐ μακράν ἐστι τοῦ «Τρώων νέφος ἀμφιβέβηκε νηυσίν». Ὅρα δὲ καὶ ὅτι κἀνταῦθα τεῖχός φησιν ὑψηλόν. τοῦτο δὲ παρεσημειώθη διὰ τοὺς ἁπλῶς χθαμαλὸν εἰπόντας εἶναι τὸ Ἑλληνικὸν τεῖχος. Εἰ μὴ ἄρα τὸ τῆς Τροίας μάλιστα λέγει τεῖχος, ὅπερ οὐδὲ ἦν ῥᾷον ἑλεῖν διὰ τὸ πολὺ τοῦ ὕψους. Τὸ δὲ «πολέων ἀπετίνυτο ποινήν» ἀντὶ τοῦ πολλοὺς Ἕλληνας ἐξεδίκει καὶ οὕτως οἱ Τρῶες ἐτίνυον, ἣν ἐχρεώστουν ποινὴν ὑπὲρ τῶν ἤδη ἀνῃρημένων Ἀχαιῶν. Ὅτι τὸ «Πρόνοον πρῶτον ἔβαλε δουρὶ Πάτροκλος» ἔχει τι ἀστεῖον τῇ ἐννοίᾳ. ὁ γὰρ ἐκ τῆς προ προθέσεως ὀνομαζόμενος <!-- 3.872 -->πρῶτος βάλλεται. ἀνεπιτηδεύτως δὲ εἴρηται, καὶ οὐκ ἄν τις αὐτὸ εἴπῃ παρίσωσιν τὴν ἐν ἀρχῇ. Ὅτι σχῆμα καὶ ὧδε τέθειται καινοπρεπές. εἰπὼν γὰρ «ὃ δέ», ἤγουν ὁ Πάτροκλος, «Θέστορα Ἤνοπος υἱὸν δεύτερος ὁρμηθείς» καὶ ὀφείλων εὐθὺς ἐπαγαγεῖν τὸ «ἔγχεϊ ἔνυξεν», ἵνα ᾖ· ὁ δὲ Θέστορα ἔνυξεν, οὐχʼ οὕτω ποιεῖ, ἀλλὰ ἐπεμβαλὼν περὶ Θέστορος τὸ «ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ ἧστο ἀλείς», ὅ ἐστι συστραφείς, συσταλείς, «ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν ἡνία ἠΐχθησαν», τότε δὴ ἐπάγει ἐπαναληπτικῶς κατὰ ἀκολουθίαν τὸ «ὃ δʼ ἔγχεϊ νύξε παραστὰς γναθμὸν δεξιτερόν» καὶ ἑξῆς, ὥστε τὸ «ὃ δὲ Θέστορα» πάντῃ ἀσύντακτον ἔμεινεν αὐτὸ καθʼ αὑτό, συγχεθείσης οἷον τῆς φράσεως τοῦ νοήματος ἀκολούθως τῷ τὰς φρένας ἐκπλαγέντι. θεραπεύεται δὲ ἡ τῆς φράσεως καινοπρέπεια κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, ἵνα λέγῃ ὅτι ὁ δὲ Θέστορα δεύτερον ὁρμηθεὶς ἔνυξεν, εἶτα ἐπαγάγοι τὰ ἐφεξῆς. Γέγονε δὲ ἡ ῥηθεῖσα διακοπὴ ἐξ ἐπεμβολῆς διὰ τὸ θελῆσαι παράσημον οὕτω θέσθαι τὸν Θέστορα, ἐφʼ οἷς ἀστείως ἐρεῖ περὶ αὐτοῦ. Εἰπὼν γὰρ τὸ «ἔνυξε γναθμὸν δεξιτερόν» ἐπάγει «διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων, ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς πέτρῃ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ, ὣς εἷλκεν ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ, κὰδ δʼ ἂρ ἐπὶ στόμα ἔωσε, πεσόντα δέ μιν λίπε θυμός». Καὶ εἶχε μὲν ἐνταῦθα κερτομῆσαι ὁ ποιητὴς τὸν οὕτω πεσόντα, ὁ δὲ εἰς ἄλλο χωρίον τοῦτο φυλάσσει κατὰ προσώπου ἐνδόξου, ἔνθα τις νόθος Πριαμίδης μέτωπον ὑπὸ Πατρόκλου λίθῳ βάλλεται. Εἰ δὲ μὴ ἐχρῆν τὸν ἐνηῆ Πάτροκλον ὀνειδείοις ὅλως ἔπεσι χρᾶσθαι, ἀλλʼ ἐξενίκησεν ἐν τοῖς μετὰ ταῦτα τοῦτον ἡ κατὰ ἀνδρίαν ἠθικὴ βαρύτης ἀστεΐσασθαι σαρκαστικῶς, ἔνθα τὸν ῥιφέντα εἰκάσει κυβιστητῆρι ἀνδρί. Ἐπαινοῦσι δὲ οἱ παλαιοὶ τὴν ῥηθεῖσαν παραβολὴν διὰ τὸ παντάπασιν ὅμοιον καὶ ὅλον διόλου προσαρμόζον τῷ ὑποκειμένῳ πράγματι. καταδέδυκε γάρ, φασίν, ἐν δίφρῳ ἁλείς, ἤτοι συστραφείς, ὁ Θέστωρ ὡς ἰχθὺς ἐν ὕδατι, καὶ ἐνίσχονται ὁ μὲν αἰχμῇ, ὁ δʼ ἀγκίστρῳ—τοῦτο γάρ ἐστιν ὁ ἦνοψ χαλκός—, κεχήνασί τε ἀμφότεροι. ἔτι δὲ παραβέβληνται ὁ μὲν ἕλκων ἁλιεύοντι, ἰχθύϊ δὲ ὁ ἑλκόμενος, τὸ δὲ δόρυ καλάμῳ ἁλιευτικῷ. Ταύτης δὲ ἀνάπαλιν ἥγε <!-- 3.873 -->ἀνωτέρω παραβολὴ ἡ ἐκ τοῦ κατακλυσμοῦ δίχα τοῦ «μεγάλα στενάχει» ἀσυνάρτητος ἦν τῷ πράγματι τά τε ἄλλα καὶ διὰ τὸν τρόπον τῆς φορᾶς. Ὕδωρ μὲν γάρ, ὡς καὶ προελέχθη, κατάρρουν φέρεται, καὶ οὐ κατὰ τὴν παροιμίαν ἄνω ποταμῶν, αἱ δὲ Τρωϊκαὶ ἵπποι ἐκ τῶν νηῶν ἄνω πρὸς τὴν ὑψηλὴν Ἴλιον ἔθεον. καὶ οἱ μὲν ποταμοὶ δρῶσί τι εἰς βλάβην τινῶν οὕτω ῥέοντες, μινύθουσι γὰρ ἔργʼ ἀνθρώπων, οἱ δὲ Τρῶες δεινὰ ἔπασχον φεύγοντες. Ὅρα δὲ ὅτι καὶ Τρωϊκὸς Θέστωρ ἦν ὁμώνυμος τῷ τοῦ Κάλχαντος πατρί, καὶ Ἦνοψ πατὴρ αὐτοῦ ὁμωνυμῶν πρὸς τὸν τῆς παραβολῆς ἤνοπα χαλκόν. Τὸ δὲ «ἐξεπλήγη φρένας» οὐκ ἂν εἴη διαφέρον τοῦ ἐθέλχθη. σαφήνεια δὲ αὐτοῦ τὸ τὰ ἡνία ἐκφυγεῖν τῶν αὐτοῦ χειρῶν. Σκοπητέον δὲ εἰ καὶ ὁ ἐκπαγλότατος ἀπὸ τοῦ τοιούτου ἐκπλήγη γέγονεν, ἵνα ᾖ ἐκπαγλότατος ὁ κατὰ χόλον ἤ τι ἕτερον σφοδρὸν πάθος ἐκπληγεὶς τὰς φρένας. Τὸ δὲ «ἐκ γὰρ πλήγη φρένας», καὶ τὸ «ἐκ δʼ ἄρα χειρῶν ἡνία ἠΐχθησαν» σχῆμά ἐστι καλὸν διὰ τὴν κατὰ πρόθεσιν ἐπαναφοράν. οὐ ταὐτὸν δʼ ἴσως ἐκπληγῆναι καὶ ἐκπλαγῆναι, ἀλλὰ δαιμονίαν τινὰ πληγὴν κατὰ τὰς σωματικὰς φρένας τὸ ἐκπληγῆναι δηλοῖ. Τὸ δὲ «γναθμὸν δεξιτερόν» διὰ σαφήνειαν ἐγράφη καὶ πιθανότητα. Τὸ δὲ «πεῖρε» προκλητικόν ἐστι τῆς τοῦ ἰχθύος παραβολῆς. καὶ ἐπὶ ἰχθύων γὰρ τὸ πείρειν κυριολεκτεῖται, ὡς καὶ ἡ Ὀδύσσεια ἐν τοῖς κατὰ τοὺς Λαιστρυγόνας δηλοῖ. Ἐν δὲ τῷ «ἱερὸν ἰχθύν» σεσίγηται μὲν τὸ ἕλκει διὰ γοργότητα ὡς ἀπὸ κοινοῦ ληφθησόμενον. Λέγει δὲ ἱερὸν ἰχθὺν κατά τινας, ὧν καὶ Ἀριστοτέλης, τὸν ἀνθίαν, οἷα σημαντικὸν ὄντα τοῦ ἄθηρον εἶναι τὴν θάλασσαν. ἐπεὶ ὅπου ἀνθίας, ἐκεῖ οὐκ ἔστι θηρίον θαλάσσιον, ᾧ σημείῳ χρώμενοι κατακολυμβῶσιν ἀδεῶς οἱ σπογγεῖς καὶ τὸν ἰχθὺν διὰ τοῦτο καλοῦσιν ἱερόν, ἱστοροῦντες καὶ ἄριστον εἶναι αὐτὸν ἐν χειμῶνι καὶ εἰς ταὐτὸν ἄγοντες ἀνθίαν καὶ κάλλιχθυν καὶ καλλιώνυμον καὶ ἔλλοπα, ὅπερ ἀντιλέγεται. Ἄλλος δέ τις, φασί, ποιητὴς ἱεροὺς ἰχθύας τοὺς δελφῖνας ἔφη, ὧν ἱκανὰ <!-- 3.874 -->σεμνώματα παρὰ τοῖς παλαιοῖς πεζολόγοις τε καὶ ποιηταῖς. Θεόκριτος δʼ ἐν Βερενίκῃ ἄλλο τι βούλεται, εἰπὼν ἱερὸν ἰχθύν, ὃν λεῦκον ἢ γλαῦκον καλέουσιν «ὁ γάρ θʼ ἱερώτατος ἄλλων». Ἕτεροι δὲ τὸν χρύσοφρυν ἱερόν φασιν ἰχθύν, ὡς καὶ Καλλίμαχος ἐν Γαλατείᾳ, εἰπὼν «χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθύν». Ἔνιοι δὲ τὸν πομπίλον, ὡς Τιμαχίδας φάμενος, «πομπίλοι ἱεροὶ ἰχθῦς», ὡς οἷα σωτῆρες τῶν ναυτιλλομένων, τινὲς δὲ τὸν κάλλιχθυν. Ἄλλοι δὲ ἱερόν φασιν ἰχθὺν μέγαν καὶ ἀσυνήθη τινὰ καὶ ἄνετον, τοῖς κρατοῦσι κατὰ θάλασσαν ἱερώμενον, ὅ ἐστιν ἀνακείμενον, ὡς καὶ βοῦν ἱερὸν τὸν ἀγελαῖον καὶ μέγαν καὶ ἄνετον, καὶ «ἱερὸν μένος Ἀλκινόοιο» διὰ τὸ φιλόξενον δηλαδὴ καὶ βασιλικὸν καὶ πολυτρόπως μέγα. Οἱ δέ τινες ἱερὸν συνήθως ἰχθὺν τὸν ἱέμενον κατὰ ῥοῦν. εἰσὶ δέ, οἳ διερὸν μεταγράφουσιν. Ὅτι δὲ τὸ ἱερὸν οὐκ ἀεὶ ἐπʼ ἀγαθοῦ καὶ εὐφήμου λαμβάνεται, δηλοῖ ὁ εἰπών, ὡς ἔστιν ὀφείδιον μικρόν, ὃ καλοῦσί τινες ἱερόν, ὅπερ οἱ πάνυ μεγάλοι ὄφεις φεύγουσι. Καλῶς δὲ ἕλκειν ἐν τούτοις εἶπεν, οὐ μὴν ἀνέλκειν ἢ ἄλλο τι τοιοῦτον ὑψωτικὸν ῥῆμα. οὔτε γὰρ ὁ ἰχθὺν ἱερὸν θηρεύσας ἀνέλκειν αὐτὸν δύναται κατὰ τοὺς ἁλισκομένους ὁρμιαῖς ταῖς ἐκ καλάμων—βαρὺς γὰρ ὁ ἱερὸς ἰχθὺς ὑπόκειται καὶ οὐχʼ οἷος ἀναρπάζεσθαι ὡς ἰχθύδιον—οὔτε μὴν ὁ Πάτροκλος ἀναρτᾶν εἶχεν ὡς ὁρμιᾷ τῷ δόρατι ἀνελκύσας ἐκ δίφρου ἡρωϊκὸν ὁπλίτην, εἷλκε δὲ ἀγκιστρεύσας οἷον τῇ αἰχμῇ, ἕως προαγαγὼν τοῦ δίφρου κάτω ἔρριψε. Θύραζε δὲ καὶ ἐνταῦθα, ὡς καὶ ἐν ἄλλοις, ἁπλῶς τὸ ἔξω τοῦδέ τινος περιέχοντος τόπου. καὶ τοῦτο εἰκότως, εἴπερ οἰκία καὶ δόμοι καὶ πόλεις καὶ πατρίδες λέγονται ζῴων οἱ τόποι περὶ οὓς νέμονται. Λίνον δὲ νῦν ἔφη τὴν ἐκ λίνου ὁρμιὰν <!-- 3.875 -->μετὰ συστολῆς τῆς ἀρχούσης. ὡς ἐπὶ πολὺ δὲ τὸ δίκτυον οὕτω λέγεται. τὸ δέ γε «λῖνον δʼ ὑπὸ καλὸν ἄειδε» φανεῖται τί δηλοῖ ἐν τοῖς ἑξῆς. Ἤνοπα δὲ χαλκὸν ἢ αὐτὸ λέγει τὸ ἄγκιστρον, ὡς εἴρηται, ἢ τὸν πρὸ τοῦ ἀγκίστρου χάλκειον αὐλόν. Ὡς γὰρ οἱ παλαιοί φασιν, αἱ λιναῖ ὁρμιαὶ συρίγγια εἶχον ἐνημμένα χαλκᾶ ἢ κεράτινα, ἵνα μὴ ἀποτρώγωσιν οἱ ἰχθύες τὸ λίνον. Ἤνοπα δὲ λέγει τὸν ἔνοπα, ὅ ἐστιν ἔμφωνον. μόνος γὰρ τῶν ἀψύχων δοκεῖ φωνὴν ἔχειν. καὶ οἱ Πυθαγορικοί φασι τὸν χαλκὸν παντὶ συνηχεῖν θειοτέρῳ πνεύματι. διὸ καὶ τῷ Ἀπόλλωνι τρίπους τοιοῦτος ἀνάκειται. καὶ ἐν νηνεμίᾳ δὲ πολλάκις τῶν ἄλλων ἀτρεμούντων σειομένοις ἔοικε τὰ κοῖλα χαλκώματα. Οἱ δέ τινες ἤνοπα νοοῦσι τὸν διαυγῆ παρὰ τὸ ἐνόπτω, διʼ οὗ ἔστι δηλαδὴ ἐνοπτρίσασθαι. Ὅρα δὲ καὶ ὅτι τὸν Θεστορίδην Ἤνοπα δουρὸς ἑλκυσθῆναι εἰπών, ὡς ἕλκεται ἰχθὺς ἤνοπι χαλκῷ, καὶ ἀμυδρῶς ἐμφήνας τι ἀστεῖον διὰ τῆς τοιαύτης ὁμωνυμίας, ἠρκέσθη οὕτω ποιήσας ἐν στενῷ, καὶ οὐδὲ περιειργάσατο παραθεῖναι τὼ ὀνόματε ἄμφω ἐγγὺς καὶ παρασῦραι τοῖς ἀτέχνοις ἄκαιρον γέλωτα. Ὅρα δὲ καὶ τὸ «κατέωσεν ἐπὶ στόμα», ἤγουν πρηνῆ κατέρριψεν. Ὅτι πέτρῳ ἢ πέτρῃ βάλλει τινὰ Πάτροκλος μέσην κατὰ κεφαλήν. «ἣ δὲ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ. ὃ δʼ ἄρα πρηνής» καὶ αὐτὸς «ἐπὶ γαίῃ κατέπεσε». Καὶ νοητέον ὅτι λίθους εἶχε καὶ ὁ Πάτροκλος ἐπὶ δίφρου κατὰ τὸ σιωπώμενον, ἢ καὶ καταβὰς ἀνείλετο. καὶ τοῦτο δὲ κατὰ σχῆμα σιωπῆς. Ὅτι Ἀμφοτερὸς κύριον ὀξυτόνως πρὸς διαστολὴν τῆς ἀντωνυμίας, ᾧ σύγκειται καί τις Τληπόλεμος, ἕτερος παρὰ τὸν τοῦ Ἡρακλέος υἱόν, καὶ Ἐχίος κύριον τρίβραχυ, καὶ διὰ τοῦτο παροξύτονον, καὶ Ἰφεὺς κύριον ἀπὸ τοῦ ἶφι, ἐξ οὗ καὶ Ἶφις εὔζωνος. φαίνεται δὲ καὶ Ἀργέας εἶναί τις καθʼ <!-- 3.876 -->ὁμοιότητα τοῦ Αὐγέας καὶ Αἰνέας, οὗ πατρωνυμικὸν Ἀργεάδης ὡς Αἰνεάδης κατὰ τὴν ἐν τοῖς τοιούτοις ἀναλογίαν. Φησὶ γοῦν «Ἀργεάδην Πολύμηλον». Ὧν ὁ Πολύμηλος μὲν υἱὸς πρὸς ὁμοιότητα τῆς Πολυμήλης, Ἀργέας δὲ πατήρ, ὅθεν ὁ Ἀργεάδης. Ὅτι ἀριστέως ἔπαινος τό· τούσδε καὶ τούσδε «πάντας ἐπασσυτέρους πέλασε χθονὶ πολυβοτείρῃ». Ὅτι ἐν τῷ «Σαρπηδὼν ἴδεν ἀμιτροχίτωνας ἑταίρους χερσὶν ὑπὸ Πατρόκλου δαμέντας» ἀμιτροχίτωνας τοὺς τοιούτους λέγει, οὐχʼ ὡς ἀζώστους κατὰ τοὺς πρὸ ὀλίγων εἰρημένους. —οὐδέποτε γὰρ μίτρα παρὰ τῷ ποιητῇ ἁπλῶς ἡ ζώνη—, ἀλλὰ τοὺς μὴ ὑποζωνυμένους μίτρας τοῖς χιτῶσιν, ὅ ἐστι τοῖς θώραξιν, ἀλλὰ ἅμα τῷ θώρακι συνηρτημένην ἔχοντας καὶ τὴν μίτραν, καὶ οὐ συμβλητὴν κατὰ τοὺς πολλούς, ὥστε τὸ α ἐνταῦθα καὶ στέρησιν δύναται δηλοῦν διὰ τὸ μὴ ὑποζώνυσθαι μίτρας καὶ ἀντὶ τοῦ ἅμα δὲ λαμβάνεται διὰ τὸ ὁμοῦ τῷ θώρακι συνηρτῆσθαι αὐτάς. τὸ δὲ λέγειν μὴ ἔχειν τὸ ἔθνος τῶν Λυκίων μίτρας καὶ χιτῶνας ἀπίθανον. τινὲς δὲ ἀμιτροχίτωνας μόνους τοὺς κειμένους νοοῦσιν ὡς ἤδη ἐσκυλευμένους τάς τε μίτρας τούς τε χιτῶνας. Ὅτι δέ τις μίτρα καὶ περὶ κεφαλὴν ἦν, δηλοῖ ὁ γράψας «μίτραις εἰλίχατο τὰς κεφαλάς», οὐ πολεμικαῖς δηλαδή, ἀλλά τισι ζωνοειδέσιν, ὧν ἐτυμολογία ἐκ μίτου, ἵνα λέγοιντο οὕτως ὡς μιτηραί, καὶ ἐν συγκοπῇ, ὡς καὶ ἄλλοθι ἐδηλώθη, μίτραι βαρυτόνως πρὸς ἀναλογίαν τῶν εἰς τρα ληγόντων θηλυκῶν. Χρῆσις δὲ τῆς λέξεως ταύτης καὶ παρὰ τῷ εἰπόντι, ὅτι κατιὼν Ἀλκιβιάδης εἰς τὴν πατρίδα ἐστεφάνωσε τὰς Ἀττικὰς τριήρεις θαλλῷ καὶ μίτραις καὶ ταινίαις. Ἔνθα σημειωτέον ὡς, εἰ καὶ μὴ αὐτόχρημα στέφανος ἡ ταινία ἐστί, φασκία γάρ τις εἶναι δοκεῖ, ὅμως ἐπεὶ στεφανοῖ ποτε καὶ αὐτή, οὐκ ἔξω λόγου τινὸς ἑρμηνεύεται εἰς στέφανον παρὰ τοῖς πολλοῖς. Ὅτι ἐπαινετέος τῆς συντομίας ὁ στίχος οὗτος «αἰδὼς ὦ Λύκιοι, πόσε φεύγετε; νῦν θοοί ἐστε». τρεῖς γὰρ ἔχει ἐννοίας συντεμνομένας τῷ κατεπείγοντι τοῦ καιροῦ. ὀνειδίζει δὲ ὁ λόγος τοὺς ἀνδρίζεσθαι <!-- 3.877 -->μὲν βραδεῖς, ὀξυκινήτους δὲ φεύγειν. Ὅτι ὁ ἀπορῶν, τίς ἂν εἴη ὁ κακά τισι ποιῶν, εἴποι ἂν «ὅς τις ὅδε κρατέει καὶ δὴ πολλὰ κακὰ ἔοργε» τοὺς δεῖνα, «ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν». Εἰ δὲ καὶ ἀντικαταστῆναι τῷ τοιούτῳ ἐθέλοι, καλόν ἐστιν αὐτῷ εἰπεῖν καὶ τὸν προηγούμενον στίχον, τὸ «ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω, ὅς τις ὅδε κρατέει» καὶ ἑξῆς. Ἔνθα ὅρα τὸν γαρ σύνδεσμον ἀργὸν κείμενον καὶ οὐ πρὸς αἰτίας ἀπόδοσιν. εἰ μὴ τυχὸν προσληπτέον ἔξωθεν ἐλλειπτικῶς ἢ κατὰ κοινοῦ τὸ μὴ φεύγετε. τότε γὰρ εὐσυντάκτως ἔχει τὸ «ἀντήσω γὰρ ἐγώ» καὶ ἑξῆς. Ἔστι δὲ ἀντῆσαι κατὰ γενικὴν σύνταξιν τὸ ἄντην γενέσθαι. ᾧπερ ὅμοιον καὶ τὸ «ἤντησας ὀπωπῆς» ἐν Ὀδυσσείᾳ. οὐ πάνυ δὲ συνήθης οὐδὲ κοινὴ ἡ τοῦ ἀντᾶν αὕτη σύνταξις ἡ μετὰ γενικῆς. Τὸ δὲ «ἔοργεν» ἢ ἐκ τοῦ ἐέργω, οὗ μέσος παρακείμενος ἔοργα, ἢ ἀπὸ τοῦ ῥέζω ῥέξω ἔρογα καὶ μεταθέσει ἔοργα, οὗ τὸ τρίτον τὸ ἔοργεν. Ὅτι τὸ καταπηδῆσαι ἅρματος ἐπὶ μὲν Σαρπηδόνος οὕτω φράζει «ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε», ἐπὶ δὲ Πατρόκλου συντομώτατα λέγει «ἔκθορε δίφρου». Ὅτι νῦν μὲν αἰγυπιοῖς εἰκάζει τὸν Σαρπηδόνα καὶ τὸν Πάτροκλον, διὰ τὸ δῆθεν ἰσοδύναμον, ὅτε τῶν ἁρμάτων καταπηδήσαντες ἀλλήλοις ἐπόρουσαν. διόπερ οὐδὲ παρείληφεν ἑτερογενῆ ὄρνεα, ὥσπερ που ἐν τοῖς ἑξῆς ἰσοδυναμίαν ὁμοίαν παραδηλῶν λέοντι τὸν Πάτροκλον καὶ τὸν Ἕκτορα εἰκάσει. μετὰ μέντοι ὀλίγα ὑποβιβάζων τὴν τοῦ Σαρπηδόνος ἰσχὺν τὸν μὲν Πάτροκλον λέοντι παραβαλεῖ, Σαρπηδόνα δὲ ταύρῳ ἀγελαίῳ αἴθωνι μεγαθύμῳ. Πέτρᾳ δὲ κἀνταῦθα, ὀρεινῇ δηλαδή, τοὺς αἰγυπιοὺς ἐπικαθίζει κατὰ ἰδιότητα. Φησὶ γὰρ «οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχονται, ὣς οἱ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν», ἤγουν κατʼ ἀλλήλων ὥρμησαν. πρὸς μόνην δὲ κλαγγὴν ἡ παραβολή. Ὅτι δʼ ἀετοί τινες καὶ οἱ αἰγυπιοί, καὶ περὶ τοῦ «κεκλήγοντε», ἀλλαχοῦ γραφέντα κεῖται. Περὶ δὲ τοῦ ἀγκυλοχεῖλαι ῥητέον καὶ ὅτι, ὅπως ἂν καὶ παραχθείη ὁ ἀγκυλοχείλης, ἔχει ἀντιλογίαν. Εἰ μὲν γὰρ ἀγκυλοχείλης λεχθείη ὁ ἔχων ἀγκύλας χηλάς, ἤτοι ὄνυχας, ὡς τραπέντος τοῦ η εἰς τὴν ει δίφθογγον Βοιωτῶν ἔθει, ἀνάκριβες τὸ τῆς ἐτυμολογίας, ἐπειδὴ <!-- 3.878 -->χηλὴ ἐπὶ ζῴων κυριολεκτεῖται πεζῶν, ἃ καὶ διχηλεῖν λέγεται. ἄλλως τε καὶ προείληπται ὁ νοῦς οὗτος ἐν τῷ γαμψώνυχες, καὶ ἦν περιττὸν θέσθαι δὶς τὸ αὐτὸ ἐπίθετον. εἰ δέ γε ἀγκυλοχείλης εἴη ὁ ἔχων ἀγκύλα χείλη, ἔχει τι καὶ οὕτω πρόσαντες ἡ ἑρμηνεία. ἐπὶ γὰρ ἀετῶν ῥάμφος, οὐ χεῖλος λέγεται. καὶ ὅμως κάλλιον τοῦτο ἤπερ τὸ πρότερον. ἡ γὰρ λέξις τοῦ ῥάμφους τῶν ὑστέρων ἐστί. Τὸ δὲ «πέτρῃ ἐφʼ ὑψηλῇ» οὐ μάτην εἴρηται, ἀλλʼ ὅτι ἀετῶν μάλιστα, ὡς εἴρηται, ἰδιότης τοῦτο. κλῶνες μὲν γὰρ δένδρων οὐχʼ οὕτως στέγουσι τούτους, εἰς γῆν δὲ οὐκ ἔχουσι βαίνειν διὰ τὸ πάνυ γαμψώνυχον. ἐναέριοι δὲ οὐχʼ οὕτω στερρῶς μαχήσονται. μάλιστα οὖν ἐπὶ πετρῶν γενναίως ἀλλήλοις μάχονται. Τὸ δὲ κλάζοντες θέμα ἐστὶ τοῦ κεκλήγοντες. Ὅτι ἐλεεῖ μαχομένους ὁ Ζεὺς τόν τε Πάτροκλον καὶ τὸν Σαρπηδόνα ὡς ἐν ἀκμῇ τῆς ἡλικίας τεθνηξομένους. τοῦτο δὲ διὰ τί ὁ ποιητὴς παρέθετο, μετὰ βραχὺ δηλωθήσεται. Ὅτι Ὁμήρου εἰπόντος περὶ Διός «Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε» τῶν τις ἐπιτρίπτων σοφιστῶν τὸν Αἰγύπτιον Πτολεμαῖον παρανομοῦντα εἰς ἀδελφὴν παρεμυθήσατο τὸν τοιοῦτον στίχον εἰπών, ὡς οἷα συμβολικῶς παραλαλῶν μὴ καινοπραγεῖν τὸν βασιλέα τῇ ἀδελφῇ συγχρωτιζόμενον, εἰ τοιοῦτος καὶ ὁ Ζεύς. Τίνος δὲ ἂν εἴη ὁ κόλαξ ἐκεῖνος ἀντάξιος, ὃς τῷ τοῦ Κωμικοῦ παιγνίῳ εἰς σπουδὴν ἀπεχρήσατο; καὶ αὐτὸς γάρ που κατʼ ἐκεῖνον εἰς τὸν Δία ἐπαναφέρει τι φαύλης πράξεως αἴτιον. ὡς ἐξόλοιτο ἡ κολακεία, συνιστῶσα πολλαχοῦ τὸ κακὸν καὶ ἀπὸ παραχρήσεων λογίων ἀνδρῶν. Ἔστι δὲ ἐνταῦθα παρασημειώσασθαι ὡς οὐ μόνον ἡ ἄκαιρος κολακεία ἐπιτρίβει τοὺς οὐκ ἔμφρονας, ἀλλʼ οὐδὲν ἧττον καὶ ἡ ἀκαιροπαρρησία, ἥτις κατὰ τὴν παλαιὰν ἱστορίαν καὶ τὸν Μαρωνείτην Σωτάδην κατέπνιξεν ἀκαίρως παρρησιασάμενον ἐπὶ τῇ αὐτῇ ἀθέσμῳ μίξει κατὰ τοῦ εἰρημένου Πτολεμαίου, καθʼ οὗ ἄλλα τε, φασίν, ὁ Σωτάδης εἶπε δεινά, ἀτὰρ καὶ τόδε, ὡς τὴν ἀδελφὴν Ἀρσινόην γεγαμηκὼς εἰς οὐχʼ ὁσίην τρυμαλιὴν τὸ κέντρον <!-- 3.879 -->ὠθεῖ. διὸ καὶ ἀπήλλαξε κακῶς τὸ ζῆν. ἐν Καύνῳ γὰρ τῇ νήσῳ στρατηγός τις τοῦ βασιλέως λαβὼν αὐτὸν καὶ εἰς μολιβῆν κεραμίδα ἐμβαλὼν καθῆκεν εἰς τὸ πέλαγος. Τρυμαλιὰ δὲ πάντως ἡ τρῦπα, ἐκ τοῦ τρύω. ἐξ οὗπερ οὐ μόνον τρυτάνη καὶ Ἀτρυτώνη, ἀλλὰ σὺν ἄλλοις καὶ ἡ τρυμαλιὰ καὶ τὸ τρυπᾶν καὶ τὰ ἐξ αὐτοῦ, ὧν καὶ ἡ τρῦπα. Σεμνῶς δὲ ἡ τῆς τρυμαλιᾶς τροπὴ καὶ τοῦ κέντρου τὴν ἀνόσιον τοῦ Πτολεμαίου μίξιν ᾐνίξαντο. Ὅτι Ζεὺς μέν, ὡς εἴρηται, ἠλέησε χωρήσαντας ὁμόσε ἰδὼν τὸν υἱὸν Σαρπηδόνα καὶ τὸν Πάτροκλον, καὶ βουλεύεται ἢ ζῶντα τῇ Λυκίᾳ περισώσεται ἁρπάξας αὐτὸν ἢ ὑπὸ τῷ Πατρόκλῳ ῥίψει, Ἥρα δέ—μητρυιὰ γάρ ἐστι τῷ Σαρπηδόνι—σχετλιάζει, ἐὰν αὐτὸν θανάτου ἐξαναλύσῃ, προβαλλομένη πιθανῶς ὡς, εἰ τοῦτο γένηται, καὶ ἄλλοι τῶν ἀθανάτων τοὺς ἑαυτῶν ὁμοίως περισώσονται, τρόπον τινὰ λέγουσα, ὡς οὐδʼ Ἀχιλλεὺς τὸ λοιπὸν τεθνήξεται ἀθανάτης μητρὸς ὢν τῆς Θέτιδος. Καὶ ὅρα τὴν Ὁμηρικὴν κἀνταῦθα δεινότητα, ὅπως φυλάττεται ἀπίθανα πλάττεσθαι. οἶδε γὰρ ὡς ἐὰν πλάσῃ τὸν Σαρπηδόνα τῆς Τροίας ἀφαρπαγέντα καὶ τῇ πατρίδι ἐπανασωθέντα, οὐ πιθανὸς ἔσται ὁ λόγος διὰ τὸ πολλοῖς καὶ ἄλλοις θεῶν παισὶ χρῆναι τοῦτο γενήσεσθαι καὶ μάλιστα τῷ Ἀχιλλεῖ, οὗ γενομένου μὲν παρὰ τὴν ἱστορίαν γράψει, μὴ γενομένου δὲ τυραννικὸς ἀπιθάνως δόξει ὁ Ζεύς. ὅθεν κυροῦται θανεῖν τὸν Σαρπηδόνα διὰ τὴν μοῖραν, κἂν Διὸς εἴη παῖς, εἶτα τιμηθῆναι, ὡς μετʼ ὀλίγα πλασθήσεται. Ἰστέον δὲ ὅτι ὡς δυνάμενον γενέσθαι πλάττει ὁ ποιητὴς τὸ ἁρπαγῆναι τὸν Σαρπηδόνα. προκατεσκεύασται γὰρ ἤδη τὸ τοιοῦτον μεθόδευμα ἀλλαχοῦ διά τε τοῦ Πάριδος καὶ τοῦ αὐτοῦ Σαρπηδόνος, οἳ ἐκ μέσου τοῦ στρατοπέδου πρὸ τούτων ἡρπάγησαν. Σημείωσαι δὲ καὶ ὅτι Ὁμηρικοὶ ταῦτά εἰσι λογισμοί. Μαθὼν γάρ, ὡς εἰκός, ἴσως ἐξ ἱστορίας τεθάφθαι τὸν Σαρπηδόνα ἐν Λυκίᾳ, σκοπεῖται πῶς ἂν τοῦτο εἴη, καὶ μήποτε ζῶν ἁρπαγεὶς ἐκ τῆς Τρωϊκῆς μάχης θανὼν ἐν τῇ πατρίδῃ τέθαπται, καὶ διακρίνει μὴ τοῦτο γενέσθαι—παρʼ ἱστορίαν γάρ—, θανεῖν δὲ ἐνδόξως ἐν τῇ μάχῃ, εἶτα, ὡς ἐρεῖ, νεκρὸν μετακομισθέντα ἐκεῖ ἀπαχθῆναι, ὡς αὐτὸς ἐν τοῖς ἐφεξῆς δηλώσει. Καὶ σημείωσαι ὅτι Ὁμηρικῆς προεκθέσεως εἶδος καὶ τὰ τοιαῦτα, αἱ τῶν θεῶν βουλαὶ δηλαδὴ περὶ μέλλοντος καὶ μάλιστα αἱ τοῦ Διός. Οὕτω τῇ Θέτιδι κατανεύσαντα τὸν Δία πεποίηκε τιμῆσαι τὸν υἱόν, ὅπερ γενήσεται. οὕτω καὶ ἐν τῇ ἀρχῇ τῆς δʹ ῥαψῳδίας <!-- 3.880 -->προεκτίθεται τὰ ἑξῆς πλασθησόμενα. καὶ προϊὼν δὲ καθίσει τὸ μέγα συνέδριον, προεκθησόμενος τὰ ἐπὶ τῷ Ἀχιλλεῖ. καὶ ἐνταῦθα οὖν ὁμοίως προεκτίθεται τὰ κατὰ τὸν Σαρπηδόνα, μυθικῶς μὲν διὰ τοῦ Διός, ἄλλως δὲ διὰ τοῦ καθʼ ἑαυτὸν νοῦ. Ἐν οἷς γὰρ τὸν Δία λέγει ὁρμαίνειν περὶ Σαρπηδόνος, εἰ τόδε ἢ τόδε ποιήσει, τὸ ἑαυτοῦ λέγει. αὐτὸς γὰρ λογίζεται διχθά, εἰ τοιάδε ἢ τοιάδε πλάσεται, καὶ ὡς αὐτὸς νοεῖ, ἐπικρίνει ὃ χρὴ ποιῆσαι. πεσόντος γὰρ τοῦ Σαρπηδόνος φρονηματίζεται Πάτροκλος καὶ κροαίνει περαιτέρω καὶ πίπτει. καὶ οὕτως ἐναγωνιωτέρα τε γίνεται ἡ τοῦ λόγου διασκευὴ καὶ ὁ τοῦ Ἀντιλόχου ἐν τοῖς ἑξῆς δρόμος καιρὸν ἔχει καὶ τἆλλα. Ἔστι δὲ ἡ ἐν τούτοις Ὁμηρικὴ φράσις τοιαύτη «ὤμοι ἐγών, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν μοῖρα ὑπὸ Πατρόκλοιο δαμῆναι. δίχθα δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι, ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ, ἢ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσω». Καὶ ὅρα τὸ «ἤδη δαμάσω». συντέτακται γὰρ καὶ νῦν τὸ «ἤδη» μέλλοντι ἀνακολούθως τῇ χρήσει τῶν ὕστερον Ἀττικιστῶν, ὧν ἐστι καὶ ὁ Λουκιανός. Φίλτατον δὲ ἀνδρῶν καὶ οὐχʼ ἁπλῶς φίλον ὁ Ζεὺς τὸν Σαρπηδόνα φησὶ καὶ τὸ «ὤμοι ἐγών» ἐπʼ αὐτῷ λέγει, ἐθέλων καὶ νῦν ἀχθομένῃ τῇ Ἥρᾳ χάριν ἀπονεῖμαι, εἰ τοιούτου παιδὸς στερηθήσεται διʼ αὐτήν. Πίονα δὲ δῆμον Λυκίας φησὶν ἢ ἀντὶ τοῦ εὐδαίμονα, ὡς ἀπὸ τῆς κατὰ γῆν πιότητος, ἢ τὸν φιλοθύτην διὰ τὸ πίονα θύειν κατὰ τὸ «πίονα μηρίʼ ἔκηεν». Ἰστέον δὲ ὅτι δοκεῖ τισι τοῦ πίων πίονος προϋποκεῖσθαι ὁ πῖος. διὸ καὶ τὸ συγκριτικὸν αὐτοῦ πιότερος καὶ πιότατος. εἰ μὴ ἄρα ἐκ τοῦ πίων πίονος πιονώτερος καὶ πιονώτατος γέγονε συγκοπή. συντελεῖ δὲ εἰς τὸν πρῶτον νοῦν καὶ ὁ Πῖος τὸ κύριον. Ὅρα δὲ καὶ τὴν ὑπο πρόθεσιν γενικῇ τε συνταχθεῖσαν ἐν τῷ «μοῖρα ὑπὸ Πατρόκλου δαμῆναι», καὶ δοτικῇ ἐν τῷ «ὑπὸ χερσί». Τὸ δὲ «διχθά μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι» παράφρασίς ἐστι τοῦ «ἐν δέ οἱ ἦτορ στήθεσσι διάνδιχα μερμήριξε». καὶ τοιαῦτα μὲν ὁ Ζεὺς δυνάμενα παρῳδηθῆναι, ὅτε τις βουλεύεται ῥύσασθαί τινα φίλον ἀπὸ κινδύνου. Ἡ δὲ Ἥρα κἀνταῦθα βαρεῖα οὖσα, «αἰνότατε», φησί, «Κρονίδη, ποῖον τὸν <!-- 3.881 -->μῦθον ἔειπας», ἢ ἔειπες, ὡς καὶ ἀλλαχοῦ κεῖται, «ἄνδρα θνητὸν ἐόντα, πάλαι πεπρωμένον αἴσῃ», τουτέστι μεμοιραμένον, ὡς ἀλλαχοῦ σαφέστερον δηλοῦται, «ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; ἔρδε, ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐν φρεσὶ βάλλεο σῇσιν. αἴ κεν ζῶντα πέμψῃς Σαρπηδόνα ὅνδε δόμονδε, φράζεο, μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης. πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις». Ταῦτα δὲ παρῳδηθήσεταί ποτε καὶ πρὸς ἄνδρα μέγαν, οὗ συνιστῶντος οἰκεῖον θέλημα εἰκὸς καὶ ἑτέρους ἐγχειρῆσαι τοῖς ὁμοίοις. Ἐπὶ δὲ τούτοις ἡ μυθικὴ Ἥρα καὶ τὸ ποιητέον προεκθετικῶς, ὡς Ὁμήρῳ ἔθος, ἐπάγουσα πείθει τὸν Δία, εἰποῦσα «ἀλλʼ εἴ τοι φίλον» ἢ φίλος, «ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ, ἤτοι μέν μιν», ἤγουν τὸν μὲν δὴ Σαρπηδόνα, «ἔασον ἐν κρατερῇ ὑσμίνῃ χερσὶν ὑπὸ Πατρόκλου δαμῆναι. αὐτὰρ ἐπειδὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών», τουτέστι ζωή, «πέμπειν», ἤγουν πέμπε, «Θάνατόν τε φέρειν καὶ νήδυμον Ὕπνον αὐτὸν ἐς Λυκίαν. ἔνθα ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων», ὡς καὶ ἀλλαχοῦ ἔφη ὁ ποιητής. Ἰστέον δὲ ὅτι πολλοὶ τῶν κατὰ τὴν Ἥραν στίχων ἀπαραποίητοι ἐν ἄλλοις κεῖνται, ὃ μυριαχοῦ τῆς Ὁμηρικῆς ποιήσεως γίνεται, καὶ ὅτι ἐν τῷ «ποῖον τὸν μῦθον ἔειπες» οὐκ ἀναγκαίως κεῖται τὸ ἄρθρον. Τὸ δὲ «ἔρδε, ἀτὰρ οὐ πάντες ἐπαινέομεν» πολλὴν παριστᾷ δύναμιν. δηλοῖ γὰρ ὡς ἀντιπράττειν μὴ δυνάμενοι μόνον γογγύζομεν. Τὸ δὲ θανάτου ἐξαναλῦσαι ἀφορμή ἐστι τοῦ τῶν μοιρῶν μίτου. ἐπὶ τοιούτων γὰρ τὸ ἀναλύειν κυριολεκτεῖται, ὡς δῆλον καὶ ἐκ τοῦ τῆς Πηνελόπης ἱστοῦ, ὃν ἐκείνη ἀνέλυεν. Ἔχει δέ τι καὶ φιλοσοφίας ἡ λέξις. ἐκεῖνοί τε γὰρ ἀνάλυσίν φασι τὴν ἐκ τοῦ συνθέτου εἰς τὸ ἁπλοῦν ἀναδρομήν, καὶ ὁ ποιητὴς δὲ θανάτου ἀναλῦσαι λέγει τὸ εἰς ἀρχὴν ἀποκαταστῆσαι ζωῆς. Τὸ δὲ «εἴ τοι φίλον ἐστί», καὶ τὸ «ἤτοι μέν μιν ἔασον» <!-- 3.882 -->ψευδοπαρήχησιν καὶ αὐτὰ ποιοῦσι τὴν καὶ προεγνωσμένην ἐν τῷ «ἔδδεισαν οὐδέ τʼ ἔδησαν». Τὸ δὲ «ἐνὶ κρατερῇ ὑσμίνῃ» δεξιῶς κεῖται εἰς παρηγόρημα τοῦ Διός. οὐ γὰρ κακιζόμενος οὐδὲ ὁ Σαρπηδὼν πεσεῖται, ὃ δὴ περὶ Ἕκτορός που λεχθήσεται, ἀλλὰ κρατερὰν ὑσμίνην ὑποστάς. Ὅρα δὲ καὶ τὸ φέρειν ἄρτι ἐπὶ νεκροῦ κυριολεκτηθέν, καὶ ὅτι ἀριδήλως νήδυμον Ὕπνον φησὶ μετὰ τοῦ νῦ ἐν τῷ «καὶ νήδυμον Ὕπνον». καὶ οὐκ ἔστι καθὰ καὶ ἀλλαχοῦ ἀμφιβαλεῖν, εἰ τοῦ νῦ τοῖς ὀπίσω προσνεμηθέντος ἀναγνωσθήσεται ἥδυμος. Ὅτι δὲ ἀδελφοὶ Θάνατος καὶ Ὕπνος, καὶ πῶς ἀδελφοί, καὶ μετʼ ὀλίγα εἰρήσεται. Ὡς δὲ ταρχῦσαι τὸ ἐνταφιάσαι διὰ τὸν τηνικαῦτα τάραχον, καὶ ὅτι διὰ τῶν κασιγνήτων τὸ συγγενὲς πᾶν δηλοῦται. οὐ γάρ, φασίν, ἱστόρηκέ τις τῷ Σαρπηδόνι ἀδελφούς, καὶ τίνες οἱ ἔται, προδιείληπται. Σημείωσαι δὲ ὅτι ἡ τοῦ Σαρπηδόνος πομπὴ ὑπὸ Ὕπνῳ καὶ Θανάτῳ, ἣν καὶ ἐνεργηθεῖσαν ἐν τοῖς ἑξῆς πλάττει ὁ ποιητής, φιλοτιμίαν αἰνίττεται πάνυ πολλὴν Τρώων τε καὶ Λυκίων, ὑφʼ ἧς τὸν Σαρπηδόνα τεθνεῶτα τῇ πατρίδι ἀπέδωκαν. Ἄλλως δέ γε κάλλιον εἰπεῖν, ὡς Θάνατος μὲν αὐτὸν πέμπει διὰ τὸ τεθνάναι, Ὕπνος δὲ διὰ τὸ εὐκλεῶς ταφῆναι, καὶ τῇ δόξῃ οἷον ζῆν ὡς ὑπνοῦντα καὶ οὐ τεθνεῶτα. Σημείωσαι δὲ καὶ ὅτι καιρία λέξις τὸ πέμπειν, διὸ καὶ ἐνταῦθα δὶς αὐτὸ ἔφη. καὶ ἐν τοῖς ἑξῆς δὲ ἐπιμενεῖ, παρονομάσας αὐτῇ καὶ πομποὺς τὸν Ὕπνον καὶ τὸν Θάνατον. Καὶ παρὰ τοῖς ὕστερον δὲ σεμνή ἐστιν ἡ τοιαύτη λέξις, ὡς δηλοῦσι καὶ τὰ παρʼ Ἀττικοῖς πομπεῖα. τοῦ δέ, ὡς ἐρρέθη, πομποῦ παράγωγον ὁ πομπίλος, ζῷον θαλάσσιον ἐρωτικόν, ποικίλον, πηλαμύδι παρεοικός. σεμνὸν δὲ ῥῆμα καὶ τὸ πομπεύειν. Γέρας δὲ θανόντων λέγει τύμβον καὶ στήλην καὶ ὅλως τὰ κατὰ τὸν τάφον πρὸς μόνην μνήμην ὀνόματος. διὸ καὶ μνῆμα καὶ σῆμα ὁ τάφος. ἄλλως γὰρ γέρας θανόντων αἱ ἀρεταί. Ὅτι αἱματοέσσας ψιάδας κατέχευεν ἔραζε παῖδα φίλον τιμῶν ὁ Ζεύς. καὶ ἔστιν ἡ τερατεία τῇ ποιότητι τοῦ προσώπου ἁρμόζουσα, καὶ κάλλιον ἐνταῦθα κεῖται ἤπερ ἐν τοῖς πρὸ τούτων. Διὸς γὰρ υἱὸς ὁ πενθούμενος, φίλτατος, ὡς <!-- 3.883 -->προερρέθη, ἀνδρῶν. διὸ καὶ συνάχθεται τῷ Διῒ πενθοῦντι τὸ πᾶν. μόνος γὰρ ἐν ἑκατέροις στρατοῖς Διὸς υἱὸς ὁ Σαρπηδών. καὶ ἔστιν οἷον ἀέρος δάκρυον ἡ ψιάς. εἰ δέ τις ἐντεῦθεν ὁρμηθεὶς καὶ τὰς βροντὰς εἰς στεναγμόν ποτε λάβοι, Ὁμηρικὸν οὐκ ἔστι τὸ τοιοῦτον, ποιητικὸν δὲ ἄλλως ἢ καὶ διθυραμβῶδες. Ὁ δὲ Ὅμηρος καὶ αἰτίαν τῆς εἰρημένης αἱματοέσσης χύσεως λέγει τὸ μέλλειν ὑπὸ Πατρόκλου τὸν Σαρπηδόνα ἐν Τροίᾳ πεσεῖν τηλόθι πάτρης, προαναφωνητικῶς καὶ τοῦτο εἰπών. Τὸ δὲ «αἱματοέσσας» οἱ μὲν ὡς ποιητικὴν τερατείαν ἐκδέχονται, οἱ δὲ καὶ ἀληθῶς ἐγχωρεῖν φασι τοῦτο γενέσθαι, ὡς εἰκὸς ὄν, καθὰ καὶ προδιείληπται, πεδίου ὑποκειμένου αἵμασι πλήθοντος τοιαύτας ψιάδας πίπτειν συστάσας ἐξ ὁμοίων ἀναθυμιάσεων. Εἰ δέ τις τερατείας τὸν Ὅμηρον γράφεται ψιάδας αἱματοέσσας, ἤγουν ὑφαίμους ἢ αἱματηράς, τοῦ ἀέρος ἐπὶ ἐσομένῳ μεγάλῳ κακῷ καταρρίπτοντα, τί οὐκ ἂν πάθοιεν οἱ ποταμοὺς ἱστορήσαντες αὐτόχρημα αἵματι ῥεῦσαι ἐπὶ γενησομένοις κακοῖς; Καὶ ἄλλως δέ ποθεν αὐτόματον ἀναβλῦσαι πῇ μὲν ἀμυδρόν, πῇ δὲ δαψιλές. ἔφθη δέ τι περὶ τοιαύτης ἐρυθρότητος γραφῆναι καὶ ἐν τῇ λʹ ῥαψῳδίᾳ, καὶ λοιπῆς δὲ χρώσεως. Τῶν τινες δὲ καὶ τοῦ νῦν γένους ἄνθρωποι ἐξιστόρησαν περί που τὰ κατὰ Πελοπόννησον τέρας ὕδατος αἱματηροῦ. Ἔφερε γὰρ ἡ ἐκεῖσε γῆ ἄνδρα ἱερέα οὐκ ἀγαθόν. φόνῳ τε γὰρ καταρρίψας ἄνθρωπον καὶ τὴν ἐκείνου κοίτην ἀναβαίνων ἀλιτήριος ἦν τοῦ ἱεροτελεστεῖν. ὡς δὲ καιρὸς ἦλθε καὶ ἐξετροπιάζοντο ἐκεῖνον τὸν οὐχʼ ἱερὸν οἱ συνιερᾶσθαι λαχόντες, καὶ ἀντιβαίνειν μὲν ἐκεῖνος οὐκ εἶχεν, αἰσχύνεσθαι δὲ οὐκ ἤθελεν, αὐτοὺς μὲν ἀφῆκε τοῦ θεοῦ εἶναι, αὐτὸς δὲ παροιστρήσας ἰδίαζεν ἑτέρωθι πρὸς λειτούργημα, καὶ ὡς ἐνήρξατο, γίνεται αὐθωρὸν τέρας καί τι παραρρέον ὕδωρ κρηναῖον ἐκεῖ ἀγανακτεῖ κατὰ τοῦ κακοῦ καὶ ἐκ διαυγοῦς μεταβάπτεται εἰς ἄκρατον αἷμα, καὶ ἔρρεεν οὕτως, ἕως ὁ ἀναιδὴς ἐπαύσατο τοῦ θράσους. καὶ τοιόνδε μὲν καὶ τοῦτο. Ψιὰς δὲ ἡ καὶ ψεκὰς καὶ ἐέρση ἀπὸ τοῦ ψίω ἀρρήτου γίνεται <!-- 3.884 -->ῥήματος, ἀφʼ οὗ καὶ ὁ ψιλός. ὥσπερ ἀπὸ ἑτέρου ὁμοίου τοῦ ψίχω ἡ ψὶξ καὶ ἀπὸ τοῦ ψέω ἡ ψεκάς, ἴσως δὲ καὶ ἡ ψεδνὴ θρίξ. ὁμοίως καὶ ἀπὸ τοῦ ψῶ ψωμός, ἄρτου κόμμα. τοῦ λεπτύνειν γὰρ τὰ τοιαῦτα ῥήματα σημαντικά. καὶ λεπτότητος ἔνδειξις ἡ τοιαύτη συστοιχία καὶ σμικρότητός τινος. Ὧν προηγεῖται τὸ ψῶ, διʼ οὗ δηλοῦται τὸ λεπτύνω. τὸ μέντοι ψήχω διὰ τοῦ ἦτα, ὅθεν καὶ ἡ ψήκτρα, ἐξ ἑτεροίου γίνεται ψῶ, ἐξ οὗ καὶ τὸ ψᾶν καὶ καταψᾶν, ὃ καταρρέζειν φησὶν Ὅμηρος. Ἐκ δὲ τοῦ ψάω ψῶ, τὸ λεπτύνω, γίνεται καὶ τὸ ψαύω ἐνθέσει τοῦ υ καὶ τὸ «ψῇ κατʼ ἄκρας» παρὰ Σοφοκλεῖ, ἔτι δὲ καὶ τὸ ψώχειν, ὅπερ ἐστὶ λεπτύνειν τὰ χεδροπά. Ὅτι δὲ ἡ ψεκάς, ὥσπερ καὶ τὸ ψεκάζειν, καὶ διὰ τοῦ α λέγεται, δηλοῦσι καὶ τὰ ψακαστὰ μύρα τὰ παρὰ τοῖς ὕστερον στακτά. Ὅτι βάλλεταί τις ἐνταῦθα Θρασύμηλος νείαιραν γαστέρα, ἢ τὴν ἐσχάτην, κατὰ βάθος, διὸ καὶ θνῄσκει ὁ τοιοῦτος, ἢ διʼ ἧς νέονται τὰ σιτία, ἵνα ᾖ νέαιρα, καὶ ἐπενθέσει τοῦ ἰῶτα πρὸς διαστολὴν τοῦ κυρίου νείαιρα. Ὅτι ῥίπτει Σαρπηδὼν τὸν παρήορον Πήδασον ἀφαμαρτὼν τοῦ Πατρόκλου. Ἔνθα καὶ ὑπογράφων ὁ ποιητὴς τὸ ἐντεῦθεν βλάβος φησὶ «Πήδασον οὔτασεν ἵππον ἔγχεϊ δεξιὸν ὦμον, ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων, κὰδ δʼ ἔπεσʼ ἐν <!-- 3.885 -->κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. τὼ δὲ διαστήτην», ὁ Ξάνθος δηλαδὴ καὶ ὁ Βαλίος, «κρίκε δὲ ζυγόν, ἡνία δέ σφι σύγχυτο, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι». Καὶ τούτου μέν, φησίν, Αὐτομέδων εὕρετο τέκμωρ, ἤγουν τέλος θεραπευτικὸν ἐπενόησε τῆς συγχύσεως. «σπασάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ ἀΐξας ἀπέκοψε παρήορον, οὐδʼ ἐμάτησεν», ὅ ἐστιν οὐκ ἐματαιοπράγησεν εἰκῇ τῷ ἔργῳ ἐπιβαλὼν κατὰ τὸν Νέστορα, ὅς που διὰ γῆρας παρατατικῶς ἀπέταμνε παρηορίας, ἀλλʼ ἀπέκοψε ταχὺ τὸν παρήορον, τὰς παρηορίας δηλαδὴ ἐκτεμών. καὶ οὐδὲ ἁπλῶς ἀπέκοψεν, ἀλλὰ ἀΐξας, ἵνα μὴ ὅλως παράτασιν σχοίη τὸ ἔργον, ἀλλʼ ἀναγκαίως μιᾷ πληγῇ ἀνυσθείη. οὗ γενομένου «ἰθυνθήτην», ἡ λοιπὴ ξυνωρίς, «ἐν δὲ ῥυτῆρσι τάνυσθεν», ἤγουν ἐπιτεταμένως ἔδραμον, ὃ δὴ πολλαχοῦ ἐπὶ τρεχόντων ἵππων κεῖται, ὡς τότε μάλιστα συντεινομένων. Ἢ καὶ ἄλλως, ἐτάνυσθεν ἀντὶ τοῦ ἐκ τῆς κατὰ σύγχυσιν συστολῆς, ἧς αἰτία ἡ τοῦ παρηόρου πτῶσις βιαζομένου συγκατενεγκεῖν καὶ ἐκείνους, κατὰ φύσιν ἔσχον τήν τε στάσιν καὶ τὴν λοιπὴν τῶν μελῶν τάσιν. Ὦμος δὲ ὅτι καὶ ἐπὶ ἵππου λέγεται, ἤδη δὲ καὶ ἐπὶ λοιπῶν ζῴων, ἐδηλώθη καὶ ἐν τῷ «κατωμαδὸν ἤλασεν ἵππους». Τὸ δὲ «ἔβραχε» νῦν μὲν ἐπὶ ἵππου πίπτοντος, μετʼ ὀλίγα δὲ ἐπὶ ὅπλων, οἷον «μέγα δʼ ἔβραχε τεύχεα φωτῶν». ἔθετο δὲ αὐτὸ καὶ ἐπὶ ἅρματος ἐν τῷ «μέγα δʼ ἔβραχε φήγινος ἄξων», καὶ ἐπὶ ὕδατος, οἷον «ἔβραχεν αἰπὰ ῥέεθρα». Ἀΐσθων δὲ ἀντὶ τοῦ ἀποπνέων ἐκ τοῦ ἄω. Τινὲς δὲ ἀντὶ τοῦ αἰσθόμενος, ὡς τοῦ ἀΐσθειν συναιρουμένου εἰς ῥῆμα αἰσθήσεως, ἣν οἱ ἄοντες, ἤτοι πνέοντές τε καὶ ζῶντες, ἔχουσι. κρεῖττον δὲ τὸ πρῶτον. Ἔστι γὰρ ἀΐω ῥῆμα, ἐξ οὗ τὸ «φίλον ἄϊον ἦτορ». τούτου μέλλων ἀΐσω ἄχρηστον, ἐξ οὗ πλεονασμῷ τοῦ θ ἐνεστὼς ἀΐσθω, ὡς βιβῶ βιβάσω βιβάσθω, <!-- 3.886 -->οἷον «μακρὰ βιβάσθων», ἔδω ἔσω ἔσθω. Μακὼν δέ, ὡς καὶ ἐν ἄλλοις, ἀντὶ τοῦ εἰς μῆκος ἐκταθεὶς ἢ ποιὸν ἦχον ἀποτελέσας, ἐξ οὗ ἤχου καὶ τὸ μηκᾶσθαι. Ἰστέον δὲ ὅτι χαριέντως ὁ ποιητὴς προάγωνάς τινας τούτους ἐπὶ Πατρόκλῳ καὶ Σαρπηδόνι πεποίηκεν, ἐν οἷς Πάτροκλος μὲν Σαρπηδόνος βάλλει θεράποντα τὸν ῥηθέντα Θρασύμηλον, Σαρπηδὼν δὲ τὸν Πήδασον ἵππον, οὗ ἀπέπτατο θυμός. Τὸ δὲ «διαστήτην» καιριώτατα εἴρηται. πεσόντος γὰρ τοῦ παρηόρου ἡ ξυνωρὶς διΐστανται, ἢ ταραγμῷ συγχυθέντες ἢ ἄλλως πρὸς ἀντέρεισιν, ἵνα μὴ συγκατενεχθῶσι. πρὸς ὁμοιότητα δὲ τοῦ τοιούτου «διαστήτην» ἐρρέθη ἐν ἄλλοις τὸ «διαστήτην ἐρίσαντε», μεταφορικῶς. Τὸ δὲ «κρίκε ζυγόν» ἀντὶ τοῦ ἔτριξε κατὰ ὀνοματοποιΐαν. διὸ καὶ τρίγε τινὲς αὐτὸ ἔγραψαν ὡς δεύτερον ἀόριστον. Δῆλον δὲ ὅτι κἀνταῦθα οὐδετέρως ἔφη τὸ ζυγὸν κατὰ συνήθη γένους μεταπλασμόν. Ἡνία δὲ τὰ συνδέοντα καὶ ἑνοῦντα τοὺς ἵππους, ἃ ταραχθέντα συγχέεσθαι λέγεται. καιριωτάτη δὲ καὶ νῦν λέξις τὸ «σύγχυτο», ἐπεὶ καὶ ἀντίκειται ἡ σύγχυσις τῇ ἑνώσει, καθʼ ἣν τὰ ἡνία λέγεται. διόρθωσις δὲ τοιαύτης συγχύσεως τὸ ἰθύνεσθαι, ὅθεν διακοπέντος τοῦ παρηόρου ἰθύνθη ἡ ξυνωρίς. καὶ τοιαῦτα μὲν τὰ ἡνία. Τὰ δʼ αὐτὰ καθʼ ἕτερον λόγον καὶ ῥυτῆρες κατὰ τοὺς ὕστερον χαλινούς, διʼ ὧν ἐρύονται ἵπποι ὧδε καὶ ἐκεῖ. Ὅτι δὲ ὁ παρήορος καὶ παράσειρος λέγεται, δῆλον καὶ αὐτό. Ἰστέον δὲ ὡς ἡ τῶν ἡνίων σύγχυσις οὐκ ἤδη καὶ ἀφηνισμὸν ποιεῖ. κυρίως γὰρ ἀφηνιάσαι τὸ ζυγομαχῆσαι τοὺς ὑφʼ ἅρματι ἵππους καὶ πειραθῆναι ἄπο ἡνίων γενέσθαι. κέλης μέντοι ἵππος ἀφηνιάζει, ὅτε τὸν χαλινὸν ἀποπτύσας ἢ καὶ ἄλλως ἐνδακών, ὡς μὴ πείθεσθαι τῷ ἐπιβάτῃ, ἄνετα φέρεται θέων. Ὅτι ἀλλαχοῦ μὲν τὸ «ἤμβροτες» ἑρμηνεύων ἐπήγαγεν «οὐδʼ ἔτυχες», ἐνταῦθα δὲ εἰπὼν ἐν <!-- 3.887 -->πλεονασμῷ προθέσεως ὅτι Σαρπηδὼν ἀπήμβροτεν, ἐπιφέρει «οὐδʼ ἔβαλεν αὐτόν». Καὶ ἔστι ταὐτὸν τὸ «οὐκ ἔτυχε» καὶ τὸ «οὐκ ἔβαλεν», ἃ ἐξισοῦται πρὸς τὸ «ἄλιον βέλος ἔκφυγεν», οὗ τὸ ἀνάπαλιν «οὐχʼ ἅλιον βέλος ἔκφυγε χειρός», ὅπερ αὖθις ἶσόν ἐστιν ἐπαγομένῳ εὐθὺς τῷ «ἀλλʼ ἔβαλε». προϊὼν δὲ τὸ οὐχʼ ἅλιον βέλος ἔκφυγεν «οὐδʼ ἁλίωσε βέλος» φησίν. Ἔνθα καὶ ἐπάγει κατὰ σχῆμα θέσεως τὸ «βάλε δʼ Ἕκτορος ἡνιοχῆα». ἐν τούτοις δὲ καὶ ταὐτόν ἐστι κατὰ ἔννοιαν τὸ «δουρὶ δεύτερος ὡρμήθη» καὶ τὸ «ὕστερος ὤρνυτο χαλκῷ». Ὅτι Πάτροκλος ἔβαλε Σαρπηδόνα, «ἔνθα φρένες ἔρχαται», ἤγουν καθείργνυνται, «ἀμφʼ ἀδινὸν κῆρ», ὅ ἐστι περὶ τὴν καρδίαν, ὅπερ ἀδινὸν λέγει διὰ τὴν τοῦ σπλάγχνου πυκνότητα. πυκνὴ γὰρ καὶ νευρώδης ἡ καρδία. καὶ προϊὼν δὲ «βεβλημένον ἦτορ» λέγει ἐπὶ Σαρπηδόνος. κῆρ δὲ καὶ ἦτορ ταὐτά. Δῆλον δʼ ὅτι ψυχὴ οὐ βάλλεται, ἀλλὰ τὸ ῥηθὲν μόριον τὸ καιριώτατον εἰς τὸ ζῆν, ὅπερ καὶ ἐκ τοῦ κῆρ παράγεται. καρδία γὰρ κατά τινας ἡ διὰ τὸ κῆρ τρόπῳ ἀναστροφῆς οἱονεὶ κῆρ δία, ὥσπερ, φασί, καὶ τὸ «θάρσει πέφευγας τὸν ἐμὸν ἱκέσιον Δία», ἀντὶ τοῦ διαπέφευγας τὴν ἐμὴν ἱκεσίαν. Καὶ ἄλλως δὲ εἰπεῖν, βάλλεται κῆρ καὶ ἦτορ, ἤγουν ὁ περὶ καρδίαν τόπος, ὃς οἷόν τις ἑστία τῆς ἐν ἡμῖν οἰκοδεσποτούσης ψυχῆς ἐστιν. Ὅθεν ποιητικώτερον φράζων Ὅμηρος ἐρεῖ μετʼ ὀλίγα, ὅτι Πάτροκλος ἐξελκύσας τὸ δόρυ ἅμα καὶ τὴν ψυχὴν τοῦ Σαρπηδόνος ἐξείρυσεν. Ὅτι δὲ σωματικὰς φρένας καὶ ἐνταῦθα ἔφη, δηλοῖ καὶ αὐτὸ προϊὼν ἐν τῷ «ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων εἷλκε δόρυ, ποτὶ δὲ φρένες αὐτῷ ἕποντο» ἐνσχεθέντων πάντως τῷ δόρατι τῶν τοῦ διαφράγματος ὑμένων. ἔνθα δηλῶν καὶ ὅτι καιρία ἡ πληγὴ ἐπάγει «τοῦ δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξείρυσʼ αἰχμήν». Γέγονεν οὖν ἡ πληγὴ κατὰ τὸ διάφραγμα, ὃ καλεῖται φρένες, καθὰ προϊστόρηται, ἤγουν κατὰ τὸ ὑπὸ τὸν πνεύμονα διάζωμα τοῦ θώρακος. Εἰ δὲ πληγεὶς ἐνταῦθα ὁ Πάτροκλος φθέγγεται, δοτέον μὲν αὐτὸ καὶ τῇ ποιητικῇ ἀδείᾳ. Φασὶ δὲ οἱ παλαιοὶ καὶ μηδὲν εἶναι τοῦτο θαῦμα. θάτερον γὰρ μέρος τοῦ πνεύμονος ὑπὸ τῶν ὑμένων σκεπόμενον ἀπαθὲς μένει. Φασὶ δὲ καὶ ὅτι τοῖς τὰς φρένας τρωθεῖσιν ἕπεται μεῖζόν τε ἐρεύγεσθαι καὶ τὰς ἐκπνοὰς μεγάλας ποιεῖσθαι. διὸ βεβρυχέναι τε καὶ στενάχειν ἐν τῷ κεῖσθαι λεχθήσεται ὁ Σαρπηδών. <!-- 3.888 -->Ὅρα δὲ καὶ τὸ «ἔρχαται» συντελοῦν εἰς τὸ «φρένες ἀμφιμέλαιναι». τὸ γὰρ εἱργμένον ὡς τὰ πολλὰ οὐκ ἐν καθαρῷ ἐστι φωτί, ἀλλʼ ἐν σκότῳ μέλανι. Ἀπὸ τοῦ εἷρκται δὲ παρῆκται Ἰωνικῶς τὸ ἔρχαται τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ προσθήκῃ τοῦ α μετὰ καὶ ἀναυξησίας Ἰωνικῆς τῆς ἀπὸ τοῦ ἔργω. Ὅτι καὶ τὸν Σαρπηδόνα ὡς πρὸ αὐτοῦ ἕτερόν τινα ἥρωα δρυῒ παραβάλλει πεσούσῃ ἢ ἀχερωΐδι βλωθρῇ, λέγων καὶ τοῦτον πρὸ τοῦ δίφρου κεῖσθαι τανυσθέντα, καὶ ὡς βεβρυχὼς κόνιος ἐδράττετο. Καὶ σημείωσαι καὶ τὴν τοιαύτην ταὐτολογίαν. εἶτα σεμνότερον παραβάλλων εὐθὺς καὶ πρὸς ταῦρον αὐτὸν εἰκάζει, ὃν ῥίπτει λέων. Φησὶ γὰρ «ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέλῃφι μετελθών, αἴθωνα, μεγάθυμον ἐπʼ εἰλιπόδεσσιν» ἢ ἐν εἰλιπόδεσσι «βόεσσιν, ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος, ὣς ὑπὸ Πατρόκλῳ Σαρπηδὼν κτεινόμενος μενέαινεν», ὃ ταὐτὸν εἶναι δοκεῖ τῷ στενάχειν, σεμνότερον λεχθέν. ὁ ταῦρος μὲν γὰρ ὤλετο στενάχων, οὗτος δὲ κτεινόμενος μενέαινεν. ἐξ ἀγέλης δὲ ταῦρον παρείληφε διὰ τὸ ἀκμάζον τῆς ῥώμης. οἱ γὰρ καματηροὶ οὐ τοιοῦτοι. Τίς δὲ ὁ αἴθων εἴτε ταῦρος, ὡς νῦν, εἴτε λέων, ὡς ἀλλαχοῦ, εἴτε ἀνήρ, ὡς καὶ παρὰ Σοφοκλεῖ, πολλαχοῦ δεδήλωται, ὥσπερ καὶ ὅτι οὐ μόνον ἐπὶ ἀνδρῶν ὁ μεγάθυμος ἀλλὰ καὶ ἐπὶ ζῴων ἀλόγων γενναίων. δῆλον δʼ ὅτι λέοντι μάλιστα οἰκεῖον ἐπίθετον ὁ αἴθων. λέγονται δέ που καὶ ἵπποι αἴθωνες μεγάλοι. Ἰστέον δὲ καὶ ὅτι τῶν ῥηθεισῶν δύο παραβολῶν, ἃς ὁμοῦ παρέθετο σεμνύνων τὸ πτῶμα τοῦ Σαρπηδόνος, ἡ μὲν ἀπὸ τῶν δένδρων πρὸς τὸ πεσόντα τετανυσμένον κεῖσθαι τὸν εὐμεγέθη ἄνδρα παρείληπται, ὡς δηλοῖ τὸ «ἔκειτο τανυσθείς», ἡ δὲ τοῦ ταύρου πρὸς τὴν ἡρωϊκὴν τοῦ πεσόντος γενναιότητα. Τὸ δὲ «ἐπʼ εἰλιπόδεσσι» δώσει μὲν γραμματικῶν παισὶν ἐναθῦραί τι πρὸς τὴν προφοράν, ὡς εἰ καί τινας λιπώδεις βόας ἤκουσαν. δηλοῖ δὲ φανερῶς ὡς ψιλοῦται τὸ εἰλίπους Αἰολικῶς. Ὅτι ἐξονομάζειν μὲν ἄλλο τι δηλοῖ, καθὰ μυριαχοῦ ἔγνωσται, ὀνομαίνειν δὲ τὸ καλεῖν ἐξ ὀνόματος. Φησὶ γοῦν περὶ Σαρπηδόνος «φίλον δʼ ὀνόμηνεν ἑταῖρον, Γλαῦκε πέπον». ὥσπερ δὲ τὸ φοραίνειν, ἐξ οὗ τὸ φορῆναι, ἀσύνηθες ῥῆμα τοῖς καταλογάδην γράφουσιν, <!-- 3.889 -->οὕτω καὶ τὸ ὀνομαίνειν, καὶ πολλῷ πλέον τὸ ὀνυμαίνειν Αἰολικῶς. Ὅτι οὕτω σταθερὸς ὁ Σαρπηδὼν ὥστε καὶ ἤδη ἀποψύχων ἐπιτάσσει τῷ Γλαύκῳ τὰ ποιητέα στρατηγικῶς, εἰπὼν «Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι, νῦν σε μάλα χρὴ αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν. νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι. πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι. αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ. σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα». Εἶτα συντέμνων τὰ προρρηθέντα, ἐπείγει γὰρ ὁ θάνατος, ἐπάγει ἐπιφωνηματικῶς «ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα». καὶ οὕτω στρατηγικῶς παραγγείλας συγκαταλύει τῷ λόγῳ τὴν ζωήν. Φησὶ γὰρ «ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν ὀφθαλμοὺς ῥῖνάς τε». Ὧν τὸ μὲν τὴν ἀργίαν δηλοῖ τοῦ ὁρᾶν, τὸ δὲ τὴν τοῦ ἀναπνεῖν. Καὶ ἄλλως δὲ εἰπεῖν, διὰ τῶν ὀφθαλμῶν καὶ τῶν ῥινῶν τὸ ὅλον δηλοῖ πρόσωπον, ὅπερ ἐν τοῖς ἑξῆς ῥέθος λέγει, εἰπὼν «ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη», ὡς ἐκεῖ ῥηθήσεται. Τούτων δὲ γλαφυρώτερον τὸ εἰπεῖν, καθὰ ἐρρέθη, ὡς ὁμοῦ ὁ Πάτροκλος ἐξείλκυσεν ἀπὸ τοῦ Σαρπηδόνος τήν τε οἰκείαν αἰχμὴν καὶ τὴν ἐκείνου ψυχήν. Ὅρα δὲ τὸ ἔμφρον τοῦ Σαρπηδόνος, ὡς ἐκ προοιμίων καὶ αὐτὸς ἐπαίνοις τὸν Γλαῦκον ὑπάγεται. Τὸ δὲ «πολεμιστὰ μετʼ ἀνδράσιν» ἀντὶ τοῦ ἐν ἀνδρείοις. ἐν γὰρ μὴ τοιούτοις καὶ ὁ τυχὼν ἂν λογίζοιτο πολεμιστής, εἰ μόνον θράσους τι προβέβληται, καθὰ παροιμία «καὶ ὡς ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται». Ἰστέον δὲ ὅτι ἐκ τοῦ «πολεμιστὰ μετʼ ἀνδράσιν» ἔοικε Σοφοκλῆς λαβὼν εἰπεῖν ἀντιθετικῶς τὸ «σὺν γυναιξὶ τὰς μάχας ποιούμενος» διὰ τὸ τὸν Αἴγισθον σὺν γυναικὶ ἀνδρίσασθαι τῇ Κλυταιμνήστρᾳ κατὰ τοῦ Ἀγαμέμνονος. Καὶ ἄλλως δέ, «πολεμιστὰ μετʼ ἀνδράσιν» ὡς πρὸς διαστολὴν τῶν ἐν κυνηγεσίοις καὶ λοιποῖς γυμνάσμασι δοκούντων εἶναι πολεμιστῶν, ἐν πολέμῳ δηλαδὴ γλυκεῖ, οὐ μὴν κακῷ, κατὰ τὸ «ἐελδέσθω πόλεμος κακός». Ἔνθα ὅρα καὶ τὸ «ἐελδέσθω» παθητικὸν ὂν καὶ τῇ φωνῇ καὶ τῷ σημαινομένῳ. καὶ νῦν μὲν οὕτως. ἄλλως δὲ συνήθως καὶ κοινότερον ἐνέργειαν δηλοῖ τὸ ἐέλδεσθαι, δηλοῦν τὸ ἐπιθυμεῖν. Τὸ δὲ «πόλεμος κακός» καὶ εἰς κίνδυνον προκαλεῖται τὸν Γλαῦκον καὶ οὐχʼ ἁπλῶς εἰς πολέμου ἀφοσίωσιν. οὐ γὰρ ἁπλῶς πόλεμος ἄρτι, ἀλλὰ κακός, ἤγουν <!-- 3.890 -->κακωτικός. Τὸ δὲ «εἰ θοός ἐσσι» ἀποτείνεσθαι δοκεῖ πρὸς τὸ «πόσε φεύγετε; νῦν θοοί ἐστε», ὃ φθάσας ἔλεγε καθαπτόμενος Λυκίων ὡς θοῶν ὄντων φεύγειν. οἱονεὶ οὖν λέγει, ὅτι ἄχρι κινδύνου μελέσθω σοι πόλεμος, εἰ θοός ἐσσι, πολεμιστὴς δηλαδή, καὶ μὴ θοὸς φεύγειν. Ὅτι δὲ λείπει ἐνταῦθα τὸ πολεμιστής ὡς ἀπὸ κοινοῦ τῷ πολέμῳ συννοηθέν, δηλοῖ τὸ «Ἀντίλοχος, θοός περ ἐὼν πολεμιστής». καὶ ἄλλως δέ, εἰ θοός ἐσσι, ὡς κατωτέρω κεῖται, πάντῃ ἐποίχεσθαι ὑπὲρ ἐμοῦ. Τὸ δὲ «πρῶτα μὲν ἡγήτορας» οὐ μόνον ἀντιδιαιρεῖ τῷ λαῷ τούτους ὡς τοῦ στρατοῦ εἰς δύο ταῦτα διαιρουμένου, ἀλλὰ καὶ ὑπερεξαίρει μάλιστα τῶν λοιπῶν τὸ ἡγεμονικὸν φῦλον. Τὸ δὲ «Σαρπηδόνος ἀμφιμάχεσθαι» ἔχει τι οἴκτου κατὰ ἀναφοράν, οἱονεὶ τοῦ ᾀδομένου, τοῦ ἐνδόξου, τοῦ εὐγενοῦς, τοῦ ἀνδρείου. Ὁμοίως δὲ καὶ ἐν τῷ «ἐμοῦ πέρι μάρναο» πάθος κινεῖ ὅμοιον τὸ «ἐμοῦ», ἡ δεικτικὴ ἀντωνυμία· ἐμοῦ γὰρ τοῦ τοιοῦδε καὶ τοιοῦδε. ὥσπερ ἔμπαλιν ἐπὶ Θερσίτου ἐν τῷ «ὅν κεν ἐγὼ ἀγάγοιμι» γέλων ἐκίνησεν ἡ ἀντωνυμικὴ δεῖξις, ὡς ἐκεῖ σεσημείωται. Ὅρα δὲ καὶ ὡς ἐμέρισε τὴν παθητικὴν ἔννοιαν ὁ κείμενος, τὸ μὲν κύριον ὄνομα ἐπὶ τῶν Λυκίων εἰπών, τὴν δὲ δεικτικὴν ἀντωνυμίαν ἐπὶ Γλαύκου τοῦ καὶ προσεχῶς ὁρῶντος, ὃν ἐχρῆν μάλιστα οἶκτον σχεῖν ἐπὶ τῷ λαλοῦντι. Τὸ δὲ «καὶ αὐτὸς μάρναο» κινδυνεύειν καὶ αὐτὸ προκαλεῖται τὸν Γλαῦκον, ὡς μηδὲν ἄλλως μέγα ὂν ἑτέρους μόνον ὀτρύνειν. Τοῦ δὲ «κατηφείη καὶ ὄνειδος» τὸ μὲν οἴκοθεν αὐτοῦ δὴ τοῦ Γλαύκου πάθος ἔσται, τὸ δὲ ἐξ ἄλλων. Τὸ δὲ «ἤματα πάντα» καὶ τὸ «διαμπερές», ἐκ παραλλήλου μὲν καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, τὸ αὐτὸ νοοῦσι. πλὴν κάλλιον ἦν, ὅπου μετὰ τὸ διαμπερὲς ἀσαφῶς ἔχον ἔκειτο σαφέστερον ὂν τὸ ἤματα πάντα. Τὸ δὲ «ἐμὲ τεύχεα συλήσωσιν» ἢ ἀντὶ τοῦ ἀφέλωνται, ἢ μᾶλλον σχῆμά ἐστι καὶ αὐτὸ ὅμοιον τῷ «περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα», καὶ τοῖς τοιούτοις, ἅπερ ἐν τῇ αʹ ῥαψῳδίᾳ προέκκειται. Ἰστέον δὲ ὅτι, ὥσπερ διχῶς λέγεται συλεύειν καὶ συλᾶν, οὕτω καὶ τὸ ἐκ τοῦ σκύλου. καὶ τὸ μὲν σκυλεύειν κοινόν. φαίνεται δὲ εἶναι καὶ σκυλῶ σκυλήσω, <!-- 3.891 -->ἐξ οὗ καὶ ἡ σκυλήτρια. Τὸ δὲ «νεῶν ἐν ἀγῶνι πεσόντα» μιμητικῶς ἔψευσται. ἔξω μὲν γὰρ καὶ τῆς τάφρου ἐν τῇ πεδιάδι πίπτει καὶ οὐκ ἐν τῷ ἀθροίσματι καὶ τῇ ἀγορᾷ τῶν νηῶν. ὁ δὲ ἤδη τεταραγμένος τὸ φρονεῖν ἄλλως λέγει. ἤδη γὰρ πρὸς τῷ θνῄσκειν ἐστί. διὸ καὶ βραχύ τι προσθεὶς ἀποίχεται. Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς ῥηθεῖσι τὸ μὲν «πέπον πολεμιστά» καὶ ἑξῆς ἕως τοῦ «εἰ θοός ἐσσι» παροτρυντικὸν εἰς μάχην ἐστίν. Ἐπιτελευτίῳ δὲ λόγῳ προσφυὲς τὸ «ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν», ὃ καὶ ἐν τῷ τέλει τῆς ῥαψῳδίας ταύτης κεῖται. Ὅρα δʼ ἐνταῦθα τὸ «τέλος θανάτοιο» πρὸς διαστολὴν ῥηθέν. οὐ γὰρ ἅπαν τέλος νεκρικόν ἐστι, ἀλλὰ τὸ τοῦ θανάτου, ὥσπερ οὐδὲ πᾶσα τελευτὴ θάνατος, ἀλλὰ ἡ τοῦ βιότου. Ὅτι φυσιόωντας ἵππους λέγει τοὺς πνευστιῶντας, ὅπερ εἰ προσλάβοι τὸ μέγα ἢ τὸ μεγάλα, οὐ μακράν ἐστι τοῦ «μεγάλα στενάχοντας». Εἰσὶ δὲ τοιοῦτοι κατὰ τὸν ποιητὴν οἱ ἱέμενοι φοβέεσθαι, ἤγουν φεύγειν. Φησὶ γὰρ «σχέθον ἵππους φυσιόωντας ἱεμένους φοβέεσθαι». ὠνοματοπεποίηται δὲ καὶ τὸ φυσιόωντας, καθὰ καὶ αἱ φῦσαι καὶ τὸ φυσᾶν, καὶ ἐκτείνει κατʼ ἐκεῖνα τὴν ἄρχουσαν. Ἰστέον δὲ ὡς δίφρων ἤδη πολλῶν ἀποβαλλόντων τοὺς ἐπʼ αὐτῶν, καθὰ ἐρρέθη, ἔνθα καὶ αὐτοὶ ἀνεκυμβαλίαζον καὶ αἱ ἵπποι μεγάλα στενάχοντο μόναι καθʼ ἑαυτὰς θέουσαι, φησὶν ἐνταῦθα ὁ ποιητὴς ὅτι «Μυρμιδόνες αὐτοῦ», ἤγουν αὐτόθι, ἐκεῖ, «σχέθον ἵππους φυσιόωντας, ἱεμένους φοβέεσθαι», ἤγουν σπεύδοντας εἰς φυγήν, «ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων», μετὰ τὴν ὅλην κατὰ τὸν Σαρπηδόνα περιπέτειαν ἐν δυσὶ τούτοις μόνοις ἔπεσι τῶν τοιούτων ἵππων μνησθείς, ὡς αὐτῷ ἔδοξεν, εἶτα πάλιν εὐθὺς τῆς κατὰ τὸν Γλαῦκον ἀκολουθίας γενόμενος, ἵνα καὶ οὕτως ἀμυδρὰν γοῦν τινα παρεξαλλαγὴν ἐνθήσει τῷ λόγῳ πρὸς γῆθος τοῦ ἀκροατοῦ. θηλυκῶς δὲ τὰς ἵππους εἰπὼν ἐκεῖ, ἀρρενικῶς ἐνταῦθα ἵππους ἔφη φυσιόωντας, ὡς ἐξὸν ὂν ἀμφοτέρως φράσαι. Τὸ δὲ «ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων», ὃ καὶ προγέγραπται, ὅπου ἐν πρώτῳ ῥυμῷ ἵπποι κατέαξαν τὰ τοιαῦτα, καὶ ἀνάμνησιν τῶν φθασάντων τίθεται, καὶ τριῶν τούτων ὄντων, ἁρμάτων, ἵππων, καὶ Λυκίων ἁρματηλατῶν, μόνους περισεσῶσθαι ἱστορεῖ, τὸ οἴκτιστον. Ὅτι Γλαύκῳ «αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι», τοῦ Σαρπηδόνος προκαλουμένου μάχεσθαι περὶ αὐτοῦ, «ὠρίνθη δέ οἱ ἦτορ, ὅτʼ οὐ δύνατο προσαμῦναι, χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν ἕλκος, ὃ δή μιν Τεῦκρος» φθάσας ἔβαλεν ἰῷ, ὅτε δηλαδὴ κατὰ τοῦ <!-- 3.892 -->τείχους ἔβαινεν. εὐχόμενος δʼ ἄρα εἶπεν Ἀπόλλωνι, ὅσα ἐν παραφράσει τις εἴποι ἂν ἢ καὶ παρῳδήσας πρὸς τὸν θεραπεῦσαι δυνάμενον, εἴ τι περὶ χεῖρα ἢ ἀλλαχοῦ που πάθοι. «κλῦθι ἄναξ». καὶ μετʼ ὀλίγα «δύνασαι δὲ ἀκούειν ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει. ἕλκος μὲν γὰρ ἔχω τόδε κρατερόν, ἀμφὶ δέ μιν χεὶρ ὀξείαις ὀδύναις ἐλήλαται, οὐδέ μοι αἷμα τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ, ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλε, Σαρπηδὼν Διὸς υἱὸς ὃ δʼ οὐδʼ ᾧ παιδὶ ἀμύνει. ἀλλὰ σύ πέρ μοι, ἄναξ, τόδε κρατερὸν ἕλκος ἄκεσσαι, κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρα Λυκίους ἐποτρύνω, αὐτός τʼ ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχωμαι». καὶ οὕτω μὲν ὁ Γλαῦκος. Ἀπόλλων δὲ ἐπακούσας «αὐτίκα παῦσεν ὀδύνας, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ», ἢ διὰ τῆς ὑγείας ἢ καὶ ἄλλως μυθικώτερον. «Γλαῦκος δὲ ἔγνω ἐν φρεσὶ γήθησέν τε ὅττι οἱ ὦκα ἤκουσε μέγας θεὸς εὐξαμένοιο», οἷα μαθὼν ἐντεῦθεν θεοφιλὴς εἶναι. Καὶ ὅρα καὶ νῦν ὡς οὐ κατὰ τοὺς ἐν Ἕλλησιν ἀθέους καὶ τοὺς Περιπατητικοὺς λήρους ἀργὰ δοξάζει τὰ τῆς εὐχῆς Ὅμηρος, ἀλλὰ τὰς εὐλόγους εὐχὰς εἰσακουομένας ποιεῖ, καὶ οὐχʼ ἁπλῶς, ἀλλὰ αὐτίκα καὶ ὦκα. Ἐν τούτοις δὲ εἰπὼν «κλῦθι ἄναξ», καὶ ἐπαγαγὼν τὸ «ὅς που Λυκίης ἐν πίονι δήμῳ εἶς ἢ ἐνὶ Τροίῃ», ἐπάγει φιλόσοφον ἔννοιαν περὶ θεοῦ τὸ «δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν ἀνέρι», ὡς εἴρηται, «κηδομένῳ», ἤγουν ἀνδρὸς κηδομένου. καὶ τοῦτο μὲν ὑπαλλάττεται ἀντιπτωτικῶς. Τὸ <!-- 3.893 -->δέ γε εἰπεῖν ὅττι οἱ ἤκουσεν, ὡς ἐρρέθη, θεὸς εὐξαμένοιο, τῇ παραθέσει τῆς δοτικῆς καὶ τῆς γενικῆς, ἀλλοίαν ἔχει ἐναλλαγήν, σολοικοφανῆ μέν, θεραπευομένην δὲ τῇ συγγενείᾳ τῆς γενικῆς καὶ τῆς δοτικῆς, καὶ τῷ μηδαμοῦ σολοικίζεσθαι τὸν πλαγιασμόν. διὸ ταὐτὸν εἰπεῖν, ὅττι οἱ θεὸς ἤκουσεν εὐξαμένῳ, καὶ θεὸς ἤκουσεν εὐξαμένοιο. τοιοῦτον καὶ τὸ «Ἀχιλλῆος ὀλοὸν κῆρ γηθεῖ» φόνον Ἀχαιῶν «δερκομένῳ», καὶ τὸ «τῆς δʼ αὐτοῦ λῦτο γούνατα σήματʼ ἀναγνούσῃ», καὶ «ὣς τῶν ὕπνος ὑπὸ βελφάροισιν ὄλωλε νύκτα φυλασσομένοισι», καὶ «ἡμῖν δὲ κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον βαρύν». καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ «Λυκίης ἐν δήμῳ εἶς» ἀντὶ τοῦ ὑπάρχεις, ἐκ τοῦ εἰμί, ἢ διατρίβεις ἐκ τοῦ εἶμι. ἡ δὲ χρῆσις τούτου πολλὴ καὶ ἐν Ὀδυσσείᾳ, ὡς καὶ ἐν Ἰλιάδι. Τὸ δὲ ἐν Λυκίᾳ νῦν τὸν Ἀπόλλωνα τυχὸν διατρίβειν κατʼ ἐξαίρετον ἔφη, ὡς τοῦ Ἀπόλλωνος ἐκεῖ μάλιστα διαφερόντως τιμωμένου κἀντεῦθεν λαχόντος τὴν τοῦ Λυκηγενοῦς κλῆσιν. ὅθεν καὶ πίων δῆμος ὁ ἐκεῖ, ὡς ἐρρέθη, διὰ τάς, ὡς εἰκός, ἐπʼ αὐτῷ θυσίας. Δῆλον δὲ ὅτι Λυκηγενὴς Ἀπόλλων καὶ διὰ τὴν μικρὰν Λυκίαν ἐλέγετο, τὴν καὶ μικρὰν λεγομένην Τροίαν, ὡς ἐν τοῖς περὶ Πινδάρου προδεδήλωται. Τὸ δὲ «πάντοσʼ ἀκούειν» ἡδέως ἂν ἄρτι ἀκούσοι παίδων ἀναγωγεὺς ὁ τοιούτοις λίνοις νεαλεῖς ἀγρεύων ψυχάς. ἐκφωνεῖται μὲν γὰρ ὡς πάντως ἐπίρρημα μεσότητος. ἔστι δὲ ἀληθῶς <!-- 3.894 -->πάντοσε τοπικόν, εἰ καὶ τῇ ἐκθλίψει ἐκπέπτωκε κατὰ φωνὴν εἰς ἔμφασιν πάντως σοφιστικοῦ νοήματος. Δοτέον δὴ καὶ τοῦτο τῇ μακρᾷ χύσει καὶ αὐτοσχεδίῳ τῆς ποιήσεως, καθʼ ἣν ἀνάγκη καὶ τοιαῦτά τινα τῇ φράσει παραρρυΐσκεσθαι. Δῆλον δʼ ὡς εἶχεν εἰπεῖν· δύνασαι δὲ σὺ πάντῃ ἀκούειν, ἐπειδὴ καὶ ταὐτὸν τὸ πάντοσε καὶ τὸ πάντῃ. ἐρεῖ γοῦν μετʼ ὀλίγα, ὅτι Γλαῦκος ὤτρυνε Λυκίους «πάντῃ ἐποιχόμενος», ἤγουν πάντοσε. Τὸ δὲ ἀκούειν ἐνταῦθα ἴσως καὶ ταὐτόν ἐστι τῷ ὑπακούειν καὶ πείθεσθαι. ἄλλως γὰρ οὐκ ἂν Ἀπόλλωνα ὁ μῦθος λέγοι κηδομένῳ μόνῳ ἀκούειν, ἀλλὰ παντὶ λαλοῦντι πρὸς αὐτόν. Τὸ δὲ «ὡς νῦν ἐμὲ κῆδος ἱκάνει» ἑρμηνεία ἐστὶ τοῦ «ἀνέρι κηδομένῳ», ἵνα νοηθῇ νῦν κηδόμενος μὴ ὁ φροντίζων, ἀλλʼ ὁ ἔχων κῆδος, ὅ ἐστι βλάβην. Συνήθης δὲ Ὁμήρῳ καὶ ὁ τοιοῦτος σχηματισμός, ἤγουν τὸ ἐκ τοῦ καθόλου εἰς τὸ μερικὸν καταβαίνειν παραδειγματικῶς. τοιοῦτον γὰρ τὸ δύνασαι ὑπακούειν τῷ βλαπτομένῳ, ὁποῖος δή τις καὶ ἐγώ. Τὸ δὲ καρτερὸν ἕλκος δὶς ἐνταῦθα κεῖται διὰ τὸ καίριον τῆς φράσεως. βίαν δὲ πάντως καὶ νῦν δηλοῖ τὸ κρατερὸν καὶ οὐ πρὸς ἔπαινον εἴληπται. Τοῦ δὲ ὀξείαις ὀδύναις ἐλήλαται χείρ, οὐκ ἔστι φράσαι καιριώτερον. βούλεται γὰρ εἰπεῖν, ὅτι ὀξείαις ὀδύναις ἐλήλαται, ὅσα καὶ ὀξέϊ ἰῷ. περὶ δὲ ὀξείας ὀδύνης καὶ προείρηται. Τὸ δὲ «αἷμα τερσῆναι» ἀντὶ τοῦ ξηρανθῆναι κατὰ σημασίαν παθητικήν, οὗ ἀνάπαλιν μετʼ ὀλίγα ἔχει τὸ «αἷμα μέλαν τέρσηνεν», ἀντὶ τοῦ ἐξήρανε. Δῆλον δὲ ὅτι ἀπὸ τοῦ τέρσω γίνεται τὸ τερσαίνω ὁμοίως τῷ ῥῶ ῥαίνω καὶ τοῖς τοιούτοις. Ἐκ τοῦ τείρω δὲ τέρσω Αἰολικοῦ ἀναδραμόντος εἰς θέμα <!-- 3.895 -->γίνεται τὸ τέρσω, ἀφʼ οὗ τὸ τερσαίνω. τείρεται γάρ πως τὸ ξηραινόμενον καὶ εἴκει πρὸς κτῆσιν. ὡς δὲ τοῦ τέρσω δεύτερος ἀόριστος ἔταρσον, καὶ ὡς ἐξ αὐτοῦ ὁ ταρσὸς καὶ ὁ ταρρὸς καὶ πόλις Ταρσός, δηλοῦται ἄλλοθι. Τὸ δὲ «ἔμπεδον» ἀπροσφυῶς ἔχον πρὸς τὸ «ἔγχος δʼ οὐ δύναμαι σχεῖν» παρέλκει τινὰς εἰς τὸ συντάσσειν αὐτὸ μετὰ τοῦ «μάχεσθαι», ἵνα λέγῃ ὡς οὐδὲ μάχεσθαι ἔμπεδον δύναμαι, ἤγουν βεβαίως καὶ σταθερῶς. Τὸ δὲ «οὐδʼ ᾧ παιδὶ ἀμύνει» βλασφημεῖται διὰ λύπην. ἄλλως γάρ, εἴπερ ὁ Φοῖβος ἀμυνεῖ, πολλῷ πλέον ὁ Ζεύς. Τοῦ δὲ ἀκῶ ἀκέσω δοκεῖ μέλλων εἶναι καὶ διὰ τοῦ η, ὡς δῆλον ἐκ τοῦ ἀκήματα τὰ θεραπεύματα. ἀπὸ γὰρ τοῦ ἀκῶ ἀκήσω τὸ ἄκημα. Τὸ δὲ «κοίμησον ὀδύνας» ταὐτὸν τῷ παῦσον ὀδύνας, ὡς ὁ ποιητὴς ὑποκαταβὰς ἑρμηνεύει. ὅτι δὲ καὶ τὸ τοιοῦτον κοιμῆσαι τῷ η παραλήγεται, ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ «αὐτός τε μάχωμαι» ἀκόλουθόν ἐστι τῇ παραινέσει τοῦ Σαρπηδόνος, εἰπόντος «ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο». Ἐν δὲ τῷ «νέκυϊ κατατεθνειῶτι» κατὰ τὸ παρέλκον ὡς καὶ ἐν ἄλλοις ἁπλῶς οὕτω τέθειται τὸ τεθνειῶτι. οὐ γὰρ δήπου πρός τινα διαστολήν. οὐκοῦν καὶ ἐν τῷ οἶκος ποιητός, καὶ τάφρος ὀρυκτή, ῥηθείη ἂν τὸ ποιητὸς καὶ τὸ ὀρυκτή ἁπλῶς οὕτω προσκεῖσθαι ὡς ἀναγκαῖον παρακολούθημα; καθὰ γὰρ νεκρῷ παρακολουθεῖ τὸ τεθνάναι, οὕτω καὶ οἴκῳ τὸ πεποιῆσθαι, καὶ χειροποιήτῳ τάφρῳ τὸ ὀρωρύχθαι. καὶ μὴν τὰ τοιαῦτα μὲν ἔχει καὶ ἄλλους λόγους. τὸ μέντοι τεθνειῶτι ἁπλοϊκῶς ἐπὶ νεκροῦ παρέρριπται. Τὸ δὲ «ὅττι οἱ ὦκα ἤκουσεν» ὅμοιόν ἐστι κατὰ σύνταξιν τῷ «δύνασαι ἀκούειν ἀνέρι». δοτικῆς γὰρ πτώσεως κἀνταῦθα ἡ ἀντωνυμία. Σημείωσαι δὲ ἐν τούτοις καὶ τὸ τῶν ἐννοιῶν πυκνὸν καὶ τὸ συχνὸν κομματικόν. ἀπὸ γὰρ τοῦ «κλῦθι ἄναξ» ἕως τοῦ «ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχωμαι» οὐκ ἐλάττους τῶν τεσσαρεσκαίδεκα ἐννοιῶν κεῖνται, εἴ τις ἐθέλει σκοπεῖσθαι πρὸς ἀκρίβειαν, ὡς οἷα τοῦ Γλαύκου καὶ εὐποροῦντος λέγειν διὰ τὸ εἰς ἑαυτὸν ἐστράφθαι καὶ πνευστιῶντος διὰ τὸ ἐναγώνιον, ὅπερ αἴτιον τοῦ κομματικοῦ. <!-- 3.896 -->Ὅτι Γλαῦκος ἀμελεῖσθαι τοὺς ἐπικούρους εἰς ὄνειδος προφέρει τῷ Ἕκτορι καὶ ἀχαριστίας αὐτὸν ἐθέλει ἑλεῖν, εἰ τοὺς ὑπὲρ αὐτοῦ πάσχοντας περιφρονεῖ, καί φησιν «Ἕκτορ, νῦν δὴ πάγχυ λελασμένος εἶς ἐπικούρων, οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης θυμὸν ἀποφθινύθουσι, σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν», ὃ προσαμύνειν πρὸ βραχέων εἴρηται. Καὶ ὅρα τὸ «Ἕκτορ» μετὰ θυμοῦ λεχθὲν ἁπλῶς οὕτω καὶ δίχα σεμνοῦ τινος ἐπιθέτου, καὶ τὸ ὅλον εἰπεῖν, ἀτέχνως καὶ βαρβαρικῶς. οὐ γάρ, ὥσπερ αὐτὸν ὁ Σαρπηδὼν ἐσέμνυνεν ἐν τῷ «Γλαῦκε, πέπον πολεμιστά», οὕτω καὶ αὐτὸς ὑποποιεῖται τὸν Ἕκτορα, ψιλῶς δὲ οὕτω φησίν· Ἕκτορ, εἰ καὶ αὐτὸς εὐγενῶς προσενεχθεὶς οὐ χολοῦται, ἀλλʼ ἄρχει Τρώων, ἤγουν προηγεῖται «χωόμενος Σαρπηδόνος», τὸν μὲν Γλαῦκον χολᾶν ἀφείς, αὐτὸς δὲ τῶν καιρίων γενόμενος. Τὸ δὲ «εἶς» ἐνταῦθα μᾶλλον μὲν δηλοῖ τὸ ὑπάρχεις, δύναται δὲ ληφθῆναι καὶ ἀντὶ τοῦ πορεύῃ. Τὸ δὲ θυμὸν ἀποφθινύθειν ἀλλοπαθῶς ῥηθὲν ὅμοιόν ἐστι τῷ «φθινύθεσκε φίλον κῆρ». Ἐπὶ δὲ τούτοις ὁ Γλαῦκος ἀφηγούμενός τε ἅμα τὸ γεγονὸς καί τινα ἐσπευσμένον ἐπιτάφιον ἔπαινον τοῦ Σαρπηδόνος ἐν ἀκμῇ πολέμου φράζων φησὶν ἄλλα τέ τινα καὶ ὅτι «κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων, ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ», τουτέστιν ἰδίῳ. ἐξ ὧν δείκνυται χρῆναι δίκαιόν τε καὶ σθεναρὸν εἶναι τὸν βασιλέα κατὰ τὸ «βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής». καὶ νῦν μὲν εἴρυται Λυκίην Σαρπηδών. ἐντεῦθεν δὲ λαβὼν ὁ ποιητὴς ἕρμα πόλεως αὐτόν φησι προϊών, ὡς ἐρύοντα, ὅ ἐστι φυλάσσοντα, τὴν Τροίαν. Εἶτα τοῦ Ἕκτορος ὁ Γλαῦκος μεθέμενος τρέπει τὸν λόγον ἀξιωματικῶς πρὸς τοὺς ἄλλους καί φησιν «ἀλλὰ φίλοι, πάρστητε», καὶ ἑξῆς, ὡς κατωτέρω εὑρεθήσεται. Ὅτι καὶ ἐν τῷ «ὑπὸ Πατρόκλῳ δάμασεν ἔγχει χάλκεος Ἄρης» τὸν Σαρπηδόνα ἢ τὸν πόλεμον Ἄρην λέγει ἀλληγορικῷ τρόπῳ ἢ τὸν σίδηρον. τὸν γὰρ μυθικὸν Ἄρην οὐ δυνατὸν νοῆσαι. Τρωσὶ γὰρ ἐκεῖνος ἐβοήθει καὶ ἐπικούροις. Εἰ δέ <!-- 3.897 -->τις νοεῖν ἐθέλει τὸν τοῦ μύθου Ἄρην, ἔστι κἀντεῦθεν συναγαγεῖν τὸ τοῦ Ἄρεος ἀλλοπρόσαλλον. ἴσως δὲ καὶ ἄλλως ἀναιρεῖ ὁ κατὰ μῦθον Ἄρης τὸν Σαρπηδόνα ὑπὸ τῷ Πατρόκλῳ διὰ τὸ μὴ ἐπαμῦναι αὐτῷ ἀναιρουμένῳ. οὕτω καὶ κυβερνήτης αἴτιος κατὰ συμβεβηκός ποτε ναυαγίου τῇ νηῒ γίνεται διὰ τὸ ἀπεῖναι αὐτῆς. Ἰστέον δὲ ὅτι ὁ σίδηρος Ἄρης καὶ αἴνιγμά τι ποιεῖ ἀστεῖον βραχυλογικὸν τοιοῦτον. ὑπόκειταί τις δρυτόμος τέμνων δάφνινον θάλος. ἐπεὶ δὲ ἡ δάφνη τὸ φυτὸν ὁμωνυμεῖ κόρῃ ἐρωμένῃ Ἀπόλλωνος, ἐκδέδωκέ τις αἰνιγματοποιὸς τὸ «ποῖ Φοῖβος πεπόρευται, ὅτʼ Ἄρει μίγνυται Δάφνη». Καὶ ἔστι τὸ πᾶν ἀστεῖον ἐνταῦθα ἐν τῷ μίγνυται. τὸ γὰρ ὁμοῦ εἶναι ἡ λέξις δηλοῖ, ὃ καὶ ὁ σίδηρος ἔχει κόπτων ξύλον καὶ ὁ συνὼν σώματι. Σημείωσαι δὲ τὸ «ὑπὸ Πατρόκλῳ δάμασε» δεινότητος ὂν Ὁμηρικῆς, διʼ ἧς ἤδη ἄρχεται διοικονομεῖσθαι τήν τε τοῦ Πατρόκλου πτῶσιν καὶ τὴν τοῦ Ἀχιλλέως ἔξοδον εἰς μάχην. ἰδοὺ γὰρ ὁ Γλαῦκος ἀκριβωσάμενος τὸν ἐξεικασμένον Ἀχιλλέα καὶ καταγνοὺς Πάτροκλον εἶναι αὐτὸν ἐξεβόησε τοῦτο. καὶ τοίνυν ἀναθαρσοῦντες οἱ Τρωϊκοὶ ἀντιστήσονται καὶ πείσεται ὁ Πάτροκλος τὰ ἐν τοῖς ἐφεξῆς εἰρησόμενα. Ὅτι ὁ ἐν κινδύνῳ βοήθειαν ἔκ τινος ἐθέλων εἴποι ἂν κατὰ Γλαῦκον τὸ «ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ», μὴ τόδε γένηται. ὁμοίως δὲ κατὰ Πάτροκλον καὶ τὸ «νῦν ὑμῖν ἀμύνεσθαι φίλον ἔστω, οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους». πρὸς τοὺς Αἴαντας δὲ ὁ λόγος οὗτος τῷ ἥρωϊ. καὶ ἔστι τὸ «νῦν ὑμῖν ἀμύνεσθαι φίλον ἔστω» περίφρασις τοῦ νῦν ἀμύνετε. Ὅτι Γλαῦκος, ὡς ἐρρέθη, ἀφεὶς τὸν Ἕκτορα κοινῶς ἀξιοῖ παραστῆναι, ὅ ἐστιν ἀμφιβῆναι, τοὺς Τρῶας νεμεσσηθέντας «θυμῷ, μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσωσι δὲ νεκρόν», τὸν τοῦ Σαρπηδόνος, «Μυρμιδόνες, Δαναῶν κεχολωμένοι, ὅσσοι ὄλοντο, οὓς ἐπὶ νηυσὶν ἐπέφνομεν». Καὶ ὅρα τὸ «ἐπέφνομεν». οὐ γὰρ εἶπεν οὓς ἐπέφνετε ὑμεῖς, ἀλλʼ ἡμεῖς οἱ Λύκιοι, ὥστε δοτέον ἀντίσηκον χάριν. ἔτι δὲ οὐκ εἶπεν οὓς ἔπεφνεν ὁ Σαρπηδών, ἀλλὰ συνεισάγει καὶ ἑαυτὸν ὁ Γλαῦκος σεμνότερον, ἵνα εἰσακουσθῇ. Τὸ δὲ ἀφέλωνται τεύχεα παράφρασίς ἐστι τοῦ «τεύχεα συλήσωσιν», ὃ φθάσας ἔφη ὁ Σαρπηδών. Αὐτὸ <!-- 3.898 -->μέντοι τὸ «τεύχεα ἕλωνται, ἀεικίσωσι δὲ νεκρόν» μετατάξας ὁ Ὁμηρικὸς Πάτροκλος μετʼ ὀλίγα οὕτω φράζει «ἀλλʼ εἴ μιν ἀεικισσαίμεθα ἑλόντες, τεύχεά τʼ ὤμοιϊν ἀφελοίμεθα». Ἔνθα ὅρα τὸ «ἀλλʼ εἴ μιν αἰκισόμεθα καὶ ἀφελώμεθα», ὃ καὶ αὐτὸ ἢ ἐλλειπτικῶς ἅμα καὶ αἰτιολογικῶς ἐρρέθη ἀντὶ τοῦ· ἀλλὰ σπευστέον, εἴ πως, ἤγουν ὅπως, τόδε ποιήσομεν, ὁποῖον καὶ πρὸ τούτων τὸ «εἴ τινά που Τρώων λάβοιμεν», ἢ παρακελευσματικῶς ἀντὶ τοῦ· ἀλλʼ ἄγε ποιήσωμεν τόδε. δύναται δὲ καὶ εὐκτικῶς νοηθῆναι ἀντὶ τοῦ· ἀλλʼ εἴθε ἀεικισαίμεθα καὶ ἑξῆς. ὅτι δὲ ὥσπερ ἐκ τοῦ ἀεί καὶ τοῦ ὤν ὁ αἰών, οὕτω καὶ ἐκ τοῦ ἀεικίζειν τὸ αἰκίζειν, δῆλόν ἐστιν. Ὅτι Γλαύκου εἰπόντος ἃ εἶπε, περιῆλθε λύπη τοὺς Τρῶας πολλή. φησὶ γοῦν· «Τρῶας δὲ κατάκρηθεν», ἤγουν κατάκρης, ὡς ἀλλαχοῦ κεῖται, ἢ κατακρῆθεν προπερισπωμένως ἀντὶ τοῦ κατακάρηθεν καὶ ἐν συγκοπῇ κατακρῆθεν, ὅ ἐστι κατὰ κεφαλῆς, «λάβε πένθος ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος ἔσκε καὶ ἀλλοδαπός περ ἐών». Εἶτα κατασκευάζων πῶς εἷς οὗτος ἐπίκουρος ἕρμα πόλεως ἦν τηλικαύτης, εἴγε κατὰ τὴν παροιμίαν «εἷς ἀνὴρ οὐδεὶς ἀνήρ», ἐπιφέρει «πολέες γὰρ ἅμʼ αὐτῷ λαοὶ ἕποντο, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι». καὶ τοῦτό ἐστιν αἴτιον τοῦ πάντας τοὺς Τρωϊκοὺς ἐπικούρους ὡς ἀπὸ μέρους ἀξιολόγου Λυκίους λέγεσθαι. Τὸ δὲ «πένθος ἄσχετον, οὐκ ἐπιεικτόν», ὃ μεγάλην λύπην δηλοῖ, τῇ παραλλήλῳ θέσει καὶ τὸ τῆς ἐννοίας ταὐτὸν συντρέχειν ἔχουσιν. ἄσχετον γὰρ οὗ οὐκ ἄν τις ἀνάσχοιτο, καὶ οὐκ ἐπιεικτὸν ᾧ οὐκ ἄν τις εἴξοι. Ἕρμα δὲ πόλεως, ἢ διʼ οὗ, ὥσπερ ἡ πατρὶς Λυκία, οὕτω καὶ ἡ Τροία εἴρυτο, καθὰ ἐρρέθη πρὸ βραχέων, ἢ τὸ ὑπέρεισμα κατὰ συγκοπήν, ἢ τὸ ζαχρηὲς βάρημα <!-- 3.899 -->ὡς ἐπὶ νηὸς πρὸς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ πλεῖν. ὅθεν ἡ ἀστήρικτος διʼ ἐλαφρότητα ναῦς ἀνερμάτιστος καὶ ἔστι καὶ λέγεται. Ὅτι ὃν λόγον λάσια στήθη Ἀχιλλέως φθάσας ἔφη ὁ ποιητὴς καὶ «Πυλαιμένεος λάσιον κῆρ», οὕτω καὶ ἐνταῦθα περιφραστικῶς «Πατροκλῆος λάσιον κῆρ» ἀντὶ τοῦ αὐτὸς ὁ συνετὸς Πάτροκλος, οἷον «αὐτὰρ Ἀχαιοὺς ὦρσε Πατροκλῆος λάσιον κῆρ». Ὅτι ἐρεθιστικὸν εἰς ἄμυναν μάχιμον τὸ «νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω, οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους». Πάτροκλος δὲ ταῦτα ἔφη πρὸς τοὺς Αἴαντας ὀτρύνων ἐπιτεῖναι ὡς οἷόν τε τὴν κατʼ αὐτοὺς ἀνδρίαν. Ὅτι ἐν τῷ «κεῖται ἀνήρ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν, Σαρπηδών» τὸ ἐσήλατο ἀντὶ τοῦ ἐσάλευσε κεῖται κατὰ Πορφύριον ὡς ἀπὸ τοῦ σάλω, ἐξ οὗ καὶ τὸ σαλεύω καὶ ὁ σάλος. Ἐν δὲ τοῖς Ἡροδώρου καὶ Ἀπίωνος φέρεται, ὡς οὐ δεῖ πείθεσθαι Λυσανίᾳ τὸ «ὃς πρῶτος ἐσήλατο» λέγοντι σήλατο, καὶ διὰ τοῦτο ψιλοῦντι τὸ η ὡς ἀπὸ τοῦ σήλασθαι, ὃ δηλοῖ τὸ ἀποσπᾶν καὶ σαλεύειν, ἔτι δὲ λέγοντι καὶ ὅτι ὁ μὲν σαλεύσας τὸ τεῖχος πρῶτος Σαρπηδών ἐστιν, ὁ δὲ εἰσπηδήσας Ἕκτωρ. ὥστε οὔτε μόνου Πορφυρίου ἀλλὰ καὶ Λυσανίου ἐστὶν ἡ ῥηθεῖσα ἐξήγησις, καὶ οὐδὲ πάνυ ἀποδεκτέα ἐστὶ τοῖς παλαιοῖς. οἱ δʼ αὐτοί, ὁ Ἀπίων δηλαδὴ καὶ ὁ Ἡρόδωρος, ἐπικρίνουσι καὶ ὅτι δεῖ ἐπί τε Σαρπηδόνος ἐπί τε Ἕκτορος τὸ ἐσήλατο ἀπὸ τοῦ ἅλλεσθαι κανονίζειν καὶ νοεῖν ἀντὶ τοῦ ἐφήλατο. οὕτω γάρ, φασί, δοκεῖ Ἀριστάρχῳ. διὸ καὶ δασύνει ἐκεῖνος τὸ η. Ἕκτωρ μὲν γὰρ πρῶτος διῆλθε, Σαρπηδὼν δὲ πρῶτος ὥρμησεν ἐπὶ τὸ τεῖχος. Ἐν τούτοις δὲ καὶ παρισώσεις ἐπιφέρονται τὸ ἀεικισσαίμεθα καὶ ἀφελοίμεθα καὶ δαμασαίμεθα, ἐπορχουμένου οἷον τῷ ῥυθμῷ τοῦ ταῦτα λέγοντος διὰ τὸ τὴν μάχην θαρρεῖν. Ὅτι στρατιωτικῆς προθυμίας τὸ «οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον». Ὅτι γοργὸν καὶ εὔτακτον σχῆμα τὸ «ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί». καὶ ὅρα ὅτι, ὅπερ οἱ Λύκιοι τοῖς Τρωσὶν ἐξέχοντες κατʼ ἐπικουρίαν, τοῦτο οἱ Μυρμιδόνες τοῖς Ἀχαιοῖς, τοῖς λοιποῖς δηλαδὴ Ἀργείοις. ἄλλως γὰρ ἰδίως αὐτοί, καθὰ Μυρμιδόνες καὶ Ἕλληνες, οὕτω καὶ Ἀχαιοί, ὡς ἡ Βοιωτία δηλοῖ. Κεῖται δʼ ἐνταῦθα καὶ τὸ συμβάλλειν ἐπὶ πολέμου, ἐξ οὗ ἡ μάχιμος συμβολή. Φησὶ γὰρ «σύμβαλον ἀμφὶ νέκυϊ μάχεσθαι δεινὸν ἀΰσαντες, μέγα δʼ ἔβραχε τεύχεα φωτῶν». Τὸ δὲ συμβάλλειν καὶ συνιέναι λέγεται, οἷον «συνίτην ἔριδος πέρι θυμοβόροιο». τὸ δὲ ῥηθὲν πρὸ βραχέων περὶ Πατρόκλου καὶ Σαρπηδόνος, ἔνθα τὸ «περὶ ἔριδος», εἰς διαφορὰν κεῖται <!-- 3.900 -->ἀλλοίων συνελεύσεων. Ὅτι ἐν τῷ «Ζεὺς δʼ ἐπὶ νύκτα ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ, ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη», νύκτα λέγει τὸ περὶ τὸν ἀέρα πολὺ πάχος ἐκ τῆς κονίης, ἣν καὶ ἀέλλῃ φθάσας εἴκασε νεφώδει, καὶ πρὸ αὐτῆς ὁμίχλῃ. τὴν δὲ αὐτὴν ἐν τοῖς ἑξῆς σαφέστερον ἐπὶ πλέον μελαίνει Πατρόκλου κειμένου, εἰκάζων ἐκλείψει ἡλίου ἢ σελήνης, ὡς ἐκεῖ φανεῖται. Σημείωσαι δὲ ὅτι τολμηρῶς νύκτα ἔφη τὴν ἐξ ἀέρος ἐν ἡμέρᾳ ζόφωσιν. ἐντεῦθεν δὲ ὁρμηθεὶς ἐρεῖ ἐν ἄλλοις τὸ «ὁρώρει δʼ οὐρανόθεν νύξ». Ὅρα δὲ καὶ ὅτι τήν τε ῥηθεῖσαν νύκτα ὀλοὴν ἔφη καὶ τὸν περὶ αὐτὴν πόνον ὀλοὸν διὰ τοὺς τηνικαῦτα ὀλέθρους. Σημείωσαι δὲ ἄλλως καὶ ὅτι φῶς καὶ αἰθρίαν τὴν νίκην πολλαχοῦ φθάσας εἰπεῖν ἐνταῦθα τὴν τῆς μάχης πύκνωσιν νυκτὶ ἀπεικάζει, ὥς που καὶ νέφος αὐτὴν ἐρεῖ. Ὅτι, ὥσπερ πρὸ τούτων ἔφη τὸν Αἴαντα οὐκ ἀφαυρότατον Ἀχαιῶν ἀντὶ τοῦ ἀνδρειότατον, οὕτω καὶ νῦν Μυρμιδόνα τινὰ λέγει οὔτι κάκιστον ἄνδρα, τουτέστιν ἀνδρεῖον καὶ ἄριστον, διὰ τῆς ἄρσεως τὴν ἐναντίαν θέσιν δηλῶν. Φησὶ γὰρ «βλῆτο οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν, υἱὸς Ἀγακλῆος, Ἐπειγεύς, ὃς δὴ ἐν Βουδείῳ ἤνασσε τὸ πρίν. ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας ἐς Πηλῆα ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν». οἱ δὲ ἅμα Ἀχιλλεῖ ἔπεμπον ἕπεσθαι εἰς Ἴλιον. τοῦτον ὁ Ἕκτωρ βάλλει βολήν, ὁποίαν πρὸ ὀλίγων Πάτροκλος Εὐρύαλόν τινα. χερμαδίῳ γὰρ ἔβαλε κεφαλήν, ὡς ἐκεῖ πέτρῳ Πάτροκλος. Καὶ αὐτὴ «ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ», ἤγουν ἔσω κόρυθος, καθάπερ ἐκεῖ. «ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ κάππεσεν», ὡς ἐκεῖνος ἐπὶ γαίῃ, ἀμφέχυτο δὲ καὶ τοῦτον θάνατος θυμοραϊστής, ὃς ὁμοίως μὲν παρῆκται τῷ κυνοραϊστής, γίνεται δὲ ἀπὸ τοῦ ῥαίω, τὸ φθείρω, κατὰ διάλυσιν καὶ παραγωγήν. ὡς γὰρ δαίω δαΐζω, οὕτω ῥαίω ῥαΐζω. τὸ μέντοι ῥαίω ἀπὸ τοῦ ῥῶ, καθὰ τὸ ναίω ἐκ τοῦ νῶ, ἀφʼ οὗ τὸ νάσατο καὶ τὰ κατʼ αὐτό. Κοινῶς δὲ διʼ ἑνὸς ῥῶ ἐκφέρεται ὁ θυμοραϊστής, καθὰ καὶ ὁ κυνοραϊστής. Ἀττικοὶ δὲ διπλάζουσι καὶ ἐν τούτοις τὸ ἀμετάβολον. Τὸν δὲ Ἐπειγέα τὸ ἐπείγειν παράγει, σπουδαῖον, ὡς εἰκός, ὄντα, ὥσπερ καὶ τὸν Σπερχειὸν ποταμὸν τὸ σπέρχειν ὡς οἷα σπερχνὸν ἐν τῷ τρέχειν ὄντα. Βούδειον δὲ πόλις, <!-- 3.901 -->φασί, Βοιωτικὴ ἀπὸ Βουδείας Βοιωτίας, μητρὸς Ἐργίνου τοῦ καὶ παρὰ Πινδάρῳ περιᾳδομένου. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας Ὁμηρικὸν οἶδε σχηματισμὸν τὸ Βούδειον. ἄλλως δὲ Βούδειαν ἱστορεῖ πόλιν ἐν Μαγνησίᾳ τῇ κατὰ Εὐρώπην ἀπὸ τοῦ οἰκήσαντος Βουδείου, καὶ Βούδειαν λέγων Ἀθηνᾶν ἐν Θεσσαλίᾳ, εἰς ὃ καὶ παραφέρει τὸν Λυκόφρονα μάρτυρα. ὁ δʼ αὐτὸς καὶ ἑτέραν Βούδειαν ἱστορῶν πόλιν Φρυγίας λέγει, ὡς καὶ ἔθνος ἐστί τι Μηδικὸν οἱ Βούδειοι, ὧν ἡ γραφὴ, ὡς οἱ Ὁμηρικοὶ Κήτειοι. Τινὲς δέ φασι Βούδειον πόλιν Φθίας, ἀπὸ Βουδείου, υἱοῦ Ἄργου. ἀρέσκει δὲ τοῦτο οὐ πάνυ τοῖς παλαιοῖς. ὁ γὰρ Βουδειεύς, φασίν, οὗ ἐνταῦθα μέμνηται Ὅμηρος, πόρρωθέν ποθεν εἰς τὸν Πηλέα ἱκετεύσας φαίνεται καὶ οὐκ ἀπὸ Θεσσαλικοῦ τόπου. ἄλλως μέντοι δοκεῖ καὶ πόλις εἶναι Θετταλικὴ τὸ Βούδειον. Ὅρα δὲ καὶ ὅτι οὐκ οἶδε λέγειν ὁ ποιητής, ὡς ἱκέτευσεν ὁ δεῖνα τὸν δεῖνα, ἀλλὰ μετὰ προθέσεώς φησιν «ἐς Πηλῆα ἱκέτευσεν», ἤγουν ἱκέτης ἦλθε, καὶ ἐς Θέτιν. Ὅτι δὲ καθάπερ οἱ ξεῖνοι, οὕτω καὶ οἱ ἱκέται διὰ βίου αἰδοῖοι ἐκρίνοντο καὶ τίμιοι διὰ τὸν ξένιον καὶ ἱκέσιον, μυριαχοῦ ἱστορεῖται. Τὸ δὲ «ἀτὰρ τότε γʼ ἐσθλόν» καὶ ἑξῆς, δηλοῖ τῇ ἐπενθέσει τοῦ γε συνδέσμου φορτικὴν καὶ Ὁμήρῳ εἶναι τὴν σκληρὰν χασμῳδίαν, εἰ καὶ ἄλλως αὐτῇ χαίρει ὅτε χασμᾶται καίρια. Ὅτι φθάσας μὲν εἶπεν ἱέρακά τινα φασσοφόνον, ἐνταῦθα δὲ ἄλλον ἱστορεῖ, «ὃς ἐφόβησε κολοιούς τε ψῆράς τε». Τοιούτῳ δὲ τὸν Πάτροκλον εἰκάζει, ὅτε κατὰ Λυκίων ὥρμησε κεχολωμένος ὑπὲρ τοῦ προσεχῶς πεσόντος ἱκέτου, φράζων οὕτω «Πατρόκλῳ δʼ ἂρ ἄχος γένετο φθιμένου ἑτάροιο, ἴθυσε δὲ διὰ προμάχων, ἴρηκι ἐοικὼς ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε». Ἐφʼ οἷς εὖ μάλα φιλίως ὁ ποιητὴς διατεθεὶς πρὸς τὸν ἥρωα οὕτω λαμπρῶς διὰ φιλίαν ἀριστεύοντα προσφθέγγεται καὶ νῦν ἐνδιαθέτως κατὰ σχῆμα κλητικῆς ἀποστροφῆς οὕτω «ὣς ἰθὺς Λυκίων, Πατρόκλεις ἱπποκέλευθε, ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο». Εἶτα πάλιν ἀλλοιῶν τὸ σχῆμά φησι «καί ῥʼ ἔβαλε Σθενέλαον», δυνάμενος μὲν εἰπεῖν ἐν δευτέρῳ προσώπῳ «καί ῥʼ ἔβαλες», οὐκ ἐθελήσας δὲ τοῦτο, ἵνα τῶν προτέρων συνήθως γένηται. Ταπεινοῖ δὲ Ὅμηρος τὸν Λυκιακὸν συνασπισμὸν τῇ τῶν κολοιῶν <!-- 3.902 -->καὶ ψηρῶν παραβολῇ, οὓς καὶ ἀγεληδὸν πετομένους οὐκ ἂν ἱέραξ ὑποσταλείη. Ὅτι δὲ φιλάλληλα καὶ συναγελαστικὰ τὰ ῥηθέντα ζῷα καὶ οὐδὲ δυνάμενα σφίσιν αὐτοῖς ῥᾳδίως ἀμύνειν, οὐκ ἄδηλόν ἐστιν. Οἱ δὲ ψῆρες καὶ ψᾶρες λέγονται, ἄμφω δὲ γίνεται ἀπὸ τοῦ ψαίρειν. διακινοῦσι γὰρ τὰ παραπίπτοντα οἱ ψᾶρες ἐν τῷ διαχάσκειν καὶ ζητεῖν τροφήν τινα κάτωθεν. Τὸ δὲ ἰθὺς ἐκ τοῦ ἴθυσε γίνεται, ὃ ἀνωτέρω κεῖται. Ἱπποκέλευθος δὲ καὶ νῦν κατʼ ἐξοχὴν ὁ ἡνιοχικώτατος. ἴσως δὲ κατά τι ἐξαίρετον καὶ τὸν μάλιστα διʼ ἵππων εἰδότα μάχεσθαι δηλοῖ, οὐ μὴν οὕτω καὶ πεζομαχεῖν, ἢ καὶ τὸν ἄλλως, ὡς καὶ προερρέθη, χαίροντα μεθʼ ἵππων βαδίζειν, ὁποῖοι κατὰ Ξενοφῶντα ὕστερον οἱ Πέρσαι, οἷς νόμος ἐτέθη μικροῦ δεῖν καθʼ ἱπποκενταύρους ἀεὶ ἐφίππους ἰέναι. Τὸ δὲ «κεχόλωσο κῆρ ἑτάροιο» ἡ αἰτία ἐστὶ τοῦ εἰς μάχην ἄρτι μάλιστα τῷ Πατρόκλῳ ἐνθουσιασμοῦ. Ὅτι πρὸς ἀναλογίαν τοῦ ἰθαγενὴς γίνεται Ἰθαμένης κύριον, καὶ πλεονασμῷ τοῦ ι Ἰθαιμένης, οὗ ἔβαλε Πάτροκλος φίλον υἱὸν Σθενέλαον «αὐχένα χερμαδίῳ, ῥῆξε δʼ ἀπὸ τοῖο τένοντας». Βολὴν δὲ ἰδόντες οὕτω ἀξιόλογον «χώρησαν ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ», ἤγουν ὑπεχώρησαν. Εἶτα καὶ μετρῶν εἰς ὅσον ἐχώρησαν οἱ ῥηθέντες διάστημα, φησὶν «ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, ἣν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ ἢ καὶ ἐν πολέμῳ, τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί». διʼ οὗ δηλοῖ, ὡς ἐχώρησαν οἱ Τρῶες οὐχʼ ἁπλῶς, ἀλλʼ ὠσθέντες κατὰ τοὺς ἡττημένους, ταὐτὸν δʼ εἰπεῖν, ὑπεχώρησαν ἢ ἀνεχώρησαν. οὕτω καὶ πρὸ τούτου ἀφέσει δουρὸς ἐμέτρησε τὸ τῆς τάφρου γεφύρωμα. Πλατυτέρα δὲ ἡ ἐνταῦθα φράσις, ἔτι δὲ καὶ σαφεστέρα. τὸ γὰρ ἐκεῖ δόρυ ἐνταῦθα αἰγανέαν φησίν. αὕτη γὰρ χρηστὴ ὅτε τις ἑαυτοῦ πειρᾶται. καὶ τὸ πειρώμενος δὲ ἐκεῖ μὲν ἀσαφῶς ἔχει διὰ τὸ ἀορισταίνειν, ἐνταῦθα δὲ καὶ τόπον καὶ καιρὸν προσέθετο, εἰπών· ἐν ἀέθλῳ ἢ πολέμῳ. ἴσως δὲ καὶ τριχῇ διαιρετέον ἄρτι τὴν ῥηθεῖσαν ἄφεσιν, τὴν κατὰ πεῖραν ἁπλῶς, τὴν ἐν ἀέθλῳ καὶ τὴν ἐν μάχῃ. Ἔστι δὲ αἰγανέα οὐχʼ ἁπλῶς δόρυ ἀλλὰ ἐλαφρὸν καὶ μακρόν, λεγομένη οὕτω διὰ τὸ κατὰ αἰγῶν ἢ ἄγαν ἵεσθαι, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. τὸ δὲ εἰπεῖν αἰγανέη ταναός <!-- 3.903 -->Ἀττικόν ἐστι καὶ Ἰωνικόν. Τὸ δὲ «ἀφέῃ» συνήθη πλεονασμὸν ἔχει τοῦ ε. τὸ γὰρ κοινὸν ἀφῇ ἀντὶ τοῦ πέμψει, ὃ καὶ ἥσει πρὸ τούτου ἔφη. ὥσπερ δὲ ἐν τῷ ἀφέῃ, οὕτω καὶ ἐν τῷ ἀφέωνται πλεονάζει τὸ ε. Τὸ δὲ «πειρώμενος» ἐλλιπῶς ἔχει. καὶ ἴσως λείπει τὸ ἑαυτοῦ ἢ τῆς οἰκείας ἰσχύος, ὡς εἶχε τὸ «ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος». Ὅτι ὑποχωρήσεως τῶν Τρώων γενομένης Γλαῦκος ἐτράπετο καὶ ὅμως ἔκτεινέ τινα φεύγων, Χάλκωνος υἱόν, «ὃς Ἑλλάδι οἰκία ναίων ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι». Τοῦτον Γλαῦκος διώκοντα «στῆθος μέσον οὔτασε δουρί, στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων». καὶ Ἀχαιοὺς μὲν ἐλύπησεν, «ὡς ἔπεσεν ἐσθλὸς ἀνήρ. μέγα δὲ Τρῶες κεχάροντο». Ἡ γὰρ ἐξ ὑποστροφῆς ἀνδραγαθία τὴν τοῦ πρῶτον τραπέσθαι αἰσχύνην ἐκάλυψε. Καὶ ἔστι καινὸς ἀριστείας τρόπος, ὅτε ὁ φεύγων ἀνελεῖ τὸν διώκοντα. Ἑλλάδα δὲ καὶ νῦν τὴν κατὰ τοὺς Μυρμιδόνας ἔφη, ἣν ἡ Βοιωτία ἱστορεῖ. Δῆλον δʼ ὅτι πάλαι μέν ποτε πόλις Φθίας ἡ Ἑλλάς, ὕστερον δὲ καὶ χώρα ἡ πρὸ τῆς Πελοποννήσου κοινότερον. ἱστορεῖται δὲ κληθῆναί ποτε Ἑλλάδα καὶ πᾶσαν σχεδὸν τὴν κατὰ τὴν Ἰταλίαν μετοίκησιν. Ἡρόδικος δὲ ὁ Βαβυλώνιος εὐξάμενος τὸ «Ἡροδίκῳ», τουτέστιν ἐμοί, «Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών», ἄδηλον περὶ ποίας Ἑλλάδος ποιεῖται τὴν εὐχήν. Ὁ δὲ Ἕλλην ὁ πρῶτα μὲν τῇ Ἑλλάδι πόλει παρώνυμος, εἶτα καὶ τῇ χώρᾳ, ἀπορεῖται πῶς διὰ τοῦ η ἔχει τὴν κλίσιν ἐν ταῖς πλαγίαις ὡς μονογενὲς κατὰ τὸ γέρην γέρηνος, καὶ μὴ διὰ τοῦ ε κατὰ τὸ τέρην τέρενος, ἄρσην ἄρσενος. Ἔστι γὰρ κοινὸν καὶ τὸ Ἕλλην, ὡς δηλοῖ τὸ «Ἕλλην ἀληθῶς οὖσα», ὅπερ ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται περὶ τῆς τύχης. ἔστι δʼ αὐτὸ Ἀττικισμός. οὐ γὰρ ἔστιν ἄλλην αἰτίαν εἰπεῖν. <!-- 3.904 -->Ὅτι ἀντιπαρατάξεως θαρσαλέας τό· οὐδʼ ἂρ οἱ δεῖνα «ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν». Καὶ ὅρα τὸ «ἰθὺς ἔφερον αὐτῶν», ἐξ οὗ δῆλον ὡς καὶ πρὸ ὀλίγων ἐν τῷ «βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι» οὐκ ἔστιν εἰπεῖν, ὅτι ἔβησαν ἰθὺς λελιημένοι τῶν Δαναῶν, οἱ Τρῶες δηλαδή, ἀλλὰ ἔβαν ἰθὺς τῶν Δαναῶν, ὅ ἐστιν ἀντικρύ, λελιημένοι, τουτέστιν ἐπιθυμοῦντες μάχης ἢ αὐτοῦ δὴ τοῦ βῆναι ἰθὺς Δαναῶν. τὸ δὲ ἰθὺς βῆναί τινων καὶ μένος ἰθὺς φέρειν ἐναντίον ἐστὶ πρὸς τὸ ὑποχωρεῖν καὶ ἀναχωρεῖν. Ὅτι Ὀνήτωρ τις Διὸς ἱερεὺς Ἰδαίου «θεὸς ὣς τίετο δήμῳ». Καὶ καινὸν οὐδέν, εἰ τοῖς ἐθάσι τίμιος ἦν. τὸ δὲ τοῦ Χρύσου μᾶλλον τοιοῦτον, ὃν καὶ οἱ πολέμιοι Ἀχαιοὶ αἰδεῖσθαι ὡς ἱερέα ἤθελον, παιδεύοντος τοῦ ποιητοῦ καὶ τοιαῦτα. Ὃς καὶ ἐξ αὐτοῦ τοῦ Ὀνήτορα καλέσαι τὸν προκείμενον ἱερέα παίδευσιν ὑποβάλλει βιωτικήν, ὡς τῆς ἱερατείας ὀνούσης μάλιστα ἐν τοῖς καιριωτάτοις. διὸ καὶ μᾶλλον τοὺς ἱερᾶσθαι λαχόντας χρῆναι καλεῖσθαι τοῖς ἐκ τοῦ ὀνεῖν ὀνόμασιν ἤπερ τὰ ὀνείατα, οἷς ἐτυμολογία ἐκ τοῦ, ὥς φασιν οἱ παλαιοί, ὀνίσκειν ἡμᾶς, ἔτι δὲ καὶ τὸν οἶνον, ὃν δοκεῖ Ὅμηρος ἐκ τοῦ ὀνεῖν ἐτυμολογεῖν ἐν τῷ «καὶ αὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα», εἰ καὶ Πλάτων οἰόνουν αὐτόν φησιν ὡς οἰήσεως τὸν νοῦν ἐμπιπλῶντα, Ἀριστοφάνης δὲ ἄλλως ὡς κομίζοντα νοῦν. τοῦτο γὰρ ἐμφαίνει ἐν τῷ «τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τί δεξιόν», καὶ ἐν τῷ «οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον», καὶ ἑξῆς. Ὅτι τὸ ἔθανε περιφράζων φησὶν «ὦκα δὲ θυμὸς ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε». καὶ νῦν μὲν ἀπὸ μελέων ᾤχετο θυμός, ἐν ἄλλοις δὲ λίπεν ὀστέα θυμός. ὅρα δὲ καὶ νῦν ὅτι ἀρσενικῶς ὁ σκότος ἐρρέθη. Κεῖται δʼ ἐν τούτοις καὶ ἡ ἐπι πρόθεσις ἰσοδύναμος τῇ κατα ἐν τῷ «Αἰνείας δʼ ἐπὶ Μηριόνῃ», τουτέστι κατὰ Μηριόνου, «δόρυ χάλκεον ἧκε», καὶ τὸ «ὑπασπίδια προβιβῶντος», ἀντὶ τοῦ ἔσω τῆς ἀσπίδος κρυπτομένου καὶ οὕτω προβαίνοντος, καὶ τὸ «οὔδει ἐνισκίμφθη» δόρυ, ἀντὶ τοῦ ἐπέλασεν, ὅπερ ἀπὸ ῥήματός ἐστι τοῦ σκίμπτω ὡς χρίμπτω, ἐξ οὗ εἰκὸς εἶναι, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, τὸν παρʼ Ἀττικοῖς σκίμποδα, εὐτελῆ κλίνην καὶ χθαμαλήν, πελάζουσαν τῇ γῇ. Χρῆσις δὲ τοῦ σκίμπτω καὶ παρὰ Πινδάρῳ, ἔνθα φησὶν ἀγαθὸν εἶναι νηῒ δύο ἀγκύρας ἀπεσκίμφθαι. Ὅτι καὶ ἐνταῦθα οὐρίαχον εἰπὼν ἔγχεος καὶ ἐφερμηνεύων ἐπάγει «ἔνθα ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης». καὶ γέγραπται ἤδη περὶ τούτου <!-- 3.905 -->ὅσα ἔδει. οὐ τοῦτο δὲ μόνον ἐκ τῶν προπεποιημένων ἐνταῦθα κεῖται ἀπαραποίητον, ἀλλὰ καὶ ἕτερα οὐκ ὀλίγα. Ὅτι ἐλαφρὸς καὶ ὁ Μηριόνης ἔοικεν εἶναι καὶ διὰ γυμνασίαν πολεμικὴν Κρητικὴν εὐλύγιστος καὶ εὔστροφος, καὶ τοῦτο μὲν εἰς ἀρετὴν αὐτῷ ἐγγράφεται, ὁ δὲ πολέμιος Αἰνείας εἰς ψόγον λόγῳ σκώμματος διαστρέφει αὐτό. ἠλεύατο μὲν γὰρ χάλκεον ἔγχος τὸ τοῦ Αἰνείου πρόσω κατακύψας ὁ Μηριόνης. Αἰνείας δὲ χωσάμενος εἶπε «Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ». Καὶ ὅρα τὸ ἀνεῖλον ἄν σε, εἴπερ ἔβαλον. καὶ ἦν μὲν καὶ ἐν τοῖς πρὸ τούτων ὅμοιόν τι σχῆμα, ἐνοεῖτο δὲ ἐκεῖνο ἀντὶ τοῦ ἐπειδὴ ἐποίησα ἂν τόδε τι, ἐνταῦθα δὲ φανερῶς εἴρηται κατὰ δισταγμὸν τὸ «εἴ σʼ ἔβαλον». Διὸ καὶ ὡς τοῦ ἀφελοῦς τούτου λόγου λαβὴν σκώμματος ἔχοντος ἐπάγει ὁ Μηριόνης μετά τινα ἑτέρωθι γεγραμμένα «εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ, αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ». ὅπερ ἀκούσοι ἄν ποτε ἀπειλητὴρ στρατιώτης ἐξ ὁμοίου στρατιώτου. Καὶ ὅρα κἀνταῦθα, ὅπως ὁ ποιητὴς ἡδονάς, ὡς ἐξόν, τοῖς σκυθρωποῖς διηγήμασιν ἐγκαταμίγνυσι. καὶ ἔστι μὲν σεμνὸν τὸ τοῦ Μηριόνου σκῶμμα, ῥητορικῶς λεχθὲν κατὰ νοήματος ἁπλουστέρου τοῦ κατὰ τὸν Αἰνείαν, οἷον εὔηθες ὂν εἰπεῖν ἐκεῖνον ὡς ἔπαυσα ἄν σε τοῦ ὀρχεῖσθαι, εἴπερ ἔβαλον. ὅμοιον γὰρ ὡς εἴπερ φήσει τις· ἔβλαψα ἄν σε εἴπερ ἔβλαψα. Πάτροκλος δὲ βαρυνθεὶς μέμφεται τὸν Μηριόνην, ὡς ῥηθήσεται, οἷα σκωπτικόν. καὶ ὅμως, ἐπεὶ παραινεῖν μὲν εὐχερές, οὐ μὴν δὲ κατορθοῦν, αὐτὸς μετʼ ὀλίγα ὡς οἷον ἐκλαθόμενος ἐρεῖ σκῶμμα οὐ βαρὺ ἀλλὰ προκαλούμενον εἰς μειδίαμα, πλὴν ὅσον ἐκεῖνο μὲν ἐπὶ ἐχθρῷ πεσόντι, τὸ δὲ τοῦ Μηριόνου τοῦτο ἐπὶ ζῶντι, ᾧ κρίνει Πάτροκλος δεῖν εἶναι αὐτὸν μὴ ὀνειδιστικῶς ἀλλʼ ἐνεργῶς προσφέρεσθαι. Ὅρα δὲ φιλομαθῆ τὸν Αἰνείαν, εἰ πυρριχιστὰς τοὺς ἐκ Κρήτης ἱστορήσας οἶδε. πάντως γὰρ τὸν Μηριόνην τοιοῦτον λέγει ὀρχηστήν. Ὅτι δὲ πυρρίχη ἡ ἐνόπλιος ὄρχησις, καὶ ὅτι Κρητικὴ μάλιστα, καὶ ὅτι σεμνή, ἐν τοῖς περὶ Κουρήτων γέγραπται. Ἦν δὲ καὶ σίκιννις κωμικωτέρα, ἣν πρῶτοι, φασίν, ὠρχήσαντο Φρύγες ἐπὶ Σαβαζίῳ Διονύσῳ, <!-- 3.906 -->ὀνομασθεῖσαν κατὰ τὸν Ἀρριανὸν ἐπὶ μιᾷ τῶν ὀπαδῶν τῆς Κυβέλλης νυμφῶν, ᾗ ὄνομα ἦν Σίκιννις. Ἰστέον δὲ καὶ ὅτι κατὰ τοὺς παλαιοὺς τὴν ῥηθεῖσαν κουρητικὴν ἢ πυρριχιακὴν ὄρχησιν οἱ πλείους μὲν εἰς Κρῆτας ἀνάγουσι, τινὲς δὲ Νεοπτολέμῳ ἀνατιθέασι τὴν αὐτῆς εὕρεσιν, ἕτεροι δὲ Κάστορι, καὶ ἄλλοι Διονύσῳ, καὶ ὅτι ἐξ ἀρχῆς, ὡς ἐν τοῖς τοῦ Δειπνοσοφιστοῦ κεῖται, ὄρχησιν καὶ οἱ ποιηταὶ συνέταττον, εὐσχημοσύνης καὶ κόσμου μετέχουσαν, καὶ ἐχρῶντο τοῖς σχήμασι σημείοις μόνον τῶν ᾀδομένων, καὶ οὐ κατὰ τοὺς ὕστερον, δρῶντες οὐδέν, ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύοντο. καὶ ἐν χοροῖς δὲ τὸ τῆς ὀρχήσεως γένος εὔσχημον ἦν καὶ μεγαλοπρεπὲς καὶ τὰς ἐν ὅπλοις κινήσεις ἀπομιμούμενον, καὶ κατὰ τὸν Σωκράτην εἰπεῖν, σχεδὸν ὥσπερ ἐξοπλισία τις ἡ χορεία ἦν καὶ ἐπίδειξις λοιπῆς τε εὐταξίας καὶ σωμάτων ἐπιμελείας. ἃ δὴ καὶ ἡ πυρρίχη πολεμικὴ κατὰ Κρήτην ὄρχησις εἶχεν, ἣν ἔνοπλοι, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, παῖδες ὠρχοῦντο. Σημείωσαι δὲ καὶ ὅτι μεταλαβὼν Αἰνείας τὸ τοῦ Μηριόνου εὔστροφον εἰς ὄρχησιν καὶ παραποιήσας τὴν λέξιν καὶ ἀντὶ κούφου στρατιώτου ὀρχηστὴν κερτομήσας, ἀπεσέμνυνέ πως ἑαυτόν, οὐ μόνον ὡς μαχητὴν σταδαῖον καὶ μόνιμον, ἀλλὰ καὶ ὅτι αὐτὸς εὐστόχως βαλὼν ὅμως διὰ τὴν τοῦ Μηριόνου τεχνικὴν παρατροπὴν ἥμαρτε τοῦ βαλεῖν. Ἔτι ἰστέον ὅτι ἡ κατὰ μάχην ὀρχηστικὴ πρὸς ἔνδειξιν ἐπετηδεύετο θάρρους, ἵνα δοκοῖεν οἱ οὕτω κινούμενοι καταπαίζειν τῶν πολεμίων. καὶ ἴσως τοιοῦτόν τι καὶ τὸ «Ἄρηϊ μέλπεσθαι», ὡς καὶ τῆς μολπῆς θαρραλεότητα ἐνδεικνυμένης καὶ ἀλυπίαν τινά, ἐπεὶ καὶ κατὰ Πλάτωνα οὐδὲν ζῷον λυπούμενον ᾄδει. ᾄδειν δὲ πάντως καὶ μέλπειν ταὐτόν ἐστιν. ᾌδειν δέ φαμεν ἄρτι τὸ πάλαι ποτὲ σπουδαζόμενον, ὅτε σπουδή, φασίν, ἦν τὸ χρηστομουσεῖν. ὕστερον γὰρ γηρασάντων τῶν ἀρχαίων νόμων τρόποι μουσικῆς φαῦλοι κατεδείχθησαν, περιποιούμενοι ἀντὶ μὲν πραότητος μαλακίαν, ἀντὶ δὲ σωφροσύνης ἀκολασίαν καὶ ἄνεσιν. Πολλῶν δὲ ὄντων σεμνωμάτων τῆς ἐναρέτου ἀρχαίας μουσουργίας φέρονται ὡς ἐν βραχεῖ καὶ ταῦτα. Κλεινίας ὁ Πυθαγόρειος, ὅτε ἂν χαλεπαίνοι, ἀναλαβὼν <!-- 3.907 -->λύραν ἐκιθάριζε, λέγων τοῖς ἐπιζητοῦσιν αἰτίαν, ὡς πραΰνομαι. ἀφʼ οὗ δῆλον ὡς ἡ μουσικὴ καταπραΰνει τοὺς κατὰ τὸν Κλεινίαν θυμοειδεῖς καὶ διαφόρους τὰς γνώμας. καὶ Ἀχιλλεὺς δὲ μόνος Ἑλλήνων τῶν ἐν Τροίᾳ τῇ τοῦ Ἠετίωνος κιθάρᾳ κατεπραΰνετο. Θεόφραστος δὲ ἱστορεῖ, ὡς καὶ αὐτὸ ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, ἰσχιακοὺς ἀνόσους διατελεῖν, εἴ τις τοῦ τόπου καταυλήσει τῇ Φρυγιστὶ ἁρμονίᾳ, ἣν παρὰ Φρυξὶ πρῶτος εὗρεν Ὕαγνις. Τὸ δὲ «εὖχος ἐμοὶ δοίης, ψυχὴν δὲ Ἄϊδι» ἀστεῖον μέν ἐστι, περιφράζει δὲ τὸ εὐτυχῶς ἐμοὶ τεθνήξῃ. Ὅτι πρὸς τὸν ἀπειλούμενον κακὰ εἴποι ἄν τις τῶν μὴ πάνυ πτοιαλέων τὸ τοῦ Μηριόνου πρὸς Αἰνείαν «χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα πάντων ἀνθρώπων σβέσαι μένος, ὅς κέ σευ ἄντα ἔλθῃ ἀμυνόμενος, θνητὸς δέ νυ καὶ σὺ τέτυξαι. εἰ καὶ ἐγώ σε βάλοιμι τυχών», καὶ ἑξῆς. Ἔνθα οὐ διαφορὰ δηλοῦται τοῦ βαλεῖν καὶ τυχεῖν, ἀλλὰ ταὐτότης μᾶλλον. ὁ γὰρ βαλὼν ἐξ ἀνάγκης καὶ ἔτυχε, καὶ ὁ οὕτω δὲ τυχὼν ἔβαλε. Σημείωσαι δὲ ὅτι σχῆμα τοιοῦτον παραφραστικῶς καὶ ἐν τοῖς πρὸ τούτων κεῖται, ὅπου φησίν· ἀργαλέον πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε. Πρὸς δὲ τὸν παρακαίρια ἐν καιρῷ κινδυνώδει ὀνειδίζοντα καλὸν εἰπεῖν τὸ τοῦ Πατρόκλου πρὸς Μηριόνην «τί σὺ ταῦτα καὶ ἐσθλός περ ἐὼν ἀγορεύεις; ὦ πέπον», οὔτι ὁ δεῖνα ἢ οἱ δεῖνα ὀνειδείοις ἐπέεσσι χωρήσουσιν, ἤγουν ἀναχωρήσουσι, πάρος τόδε τι παθεῖν, οἷον «πάρος τινὰ γαῖα καθέξει. τῷ», ἤγουν διό, «οὐ χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι». λέγει δὲ μῦθον ὀφέλλειν τὸ πολυλογεῖν, καὶ ἄλλως δὲ εἰπεῖν, ἀκριτομυθεῖν, κοινότερον δὲ φάναι, ληρεῖν, ὅπερ οὐδέν ἐστιν ἕτερον ἢ τὸ πολλὰ λέγειν, ὡς ἀπὸ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ ῥῶ, τὸ λέγω. Ἐνταῦθα δὲ κεῖται καὶ γνωμικὸν τὸ «ἐν χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ». ὅθεν χρῆναι λέγει ὁ Πάτροκλος μηδὲ τὸν Μηριόνην θαρρεῖν, ὡς οἱ Τρῶες ὀνειδείοις λόγοις νεκροῦ χωρήσουσι πάρος τινὰ γῆ καθέξει, ὡς εἴρηται, ἤγουν πρίν τις πέσῃ. Τέλος δὲ πολέμου τὴν νίκην φησίν, ἣν πρὸ τούτων φῶς εἶπεν, ὥστε ταὐτὸν τὸ «ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο», τὸ προγραφέν, καὶ τὸ «ἐν χερσὶ τέλος πολέμου», τὸ ἐνταῦθα ῥηθέν. ἐν ᾧ δηλοῦται ὅτι καὶ ἐκεῖ τὸ πολέμοιο ὑπερβατῶς πρὸς τὸ φῶς λέγεται. Ἰστέον δὲ ὅτι τε τὸ τοιοῦτον τέλος καὶ οὗ ἕνεκα λέγεται παρά τε τοῖς ὕστερον σοφοῖς καὶ τῷ ποιητῇ, καὶ ὅτι ἐξ αὐτοῦ καὶ ἐνιαυτὸς τελεσφόρος, ὃ πᾶν ἀγαθὸν τὸ ἐκ <!-- 3.908 -->γῆς εἰς τέλος ἄγων τῇ περιτροπῇ καὶ μηδέν τι ἐλλείπων. οὗ πρὸς αἴνιγμα ἔν τινι πομπῇ, ὡς καὶ ὁ Δειπνοσοφιστὴς ἱστορεῖ, ἀνὴρ τετράπηχυς λαμπρῶς ἐσκευασμένος τραγικώτερον ἐν προσωπείῳ καὶ φέρων χρυσοῦν Ἀμαλθείας κέρας, προσηγορεύετο Ἐνιαυτός, οἷα κατὰ τὸ ὑμνούμενον Ἀμαλθειακὸν κέρας ἐκφαίνων καὶ αὐτὸς τοῖς περὶ γῆν τὰ κατὰ βίον καλά, ὧν χορηγὸς ὁ κατὰ γεωργίαν πόνος διʼ ἔτους, ταὐτὸν δʼ εἰπεῖν ἔνου καὶ ἐνιαυτοῦ. ὅθεν ὁ ἄφενος, ἤτοι πλοῦτος, οὗ αἴνιγμα τό, ὡς ἐρρέθη, χρύσεον κέρας, καὶ ὅτι τοῦ σβέσαι μένος ἡ μεταφορὰ καιριωτάτη ἐστί, καὶ κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ἔμψυχος. σβέσις γὰρ πάντως τοῦ ἐνθέρμου μένους ὁ ψυχρὸς θάνατος. Τὸ δὲ «σεῦ ἄντα ἔλθῃ ἀμυνόμενος» διαστολὴν ἔχει τοῦ φιλικῶς ἢ ἄλλως εἰρηναίως ἄντα ἥκειν. Ὅρα δὲ καὶ ὅτι οὐδʼ ἐνταῦθα ὄνειδος νοεῖται προφορὰ εὐεργεσιῶν πρὸς τὸν εὐηργετημένον, ἀλλʼ οἱ μετὰ βαρύτητος εἰρωνικοὶ λόγοι ὀνειδιστικοὶ ἐφράσθησαν. Σημείωσαι δὲ καὶ ὅτι τὸ «οὔ τι χρὴ μῦθον ὀφέλλειν» τεχνικὴ ἀπολογία ἐστὶ τῷ ποιητῇ ὑπὲρ ὧν πολλαχοῦ βραχέα παρʼ αὐτῷ λαλοῦσι ἐν ταῖς μάχαις οἱ στρατηγοί. Ὅτι πάνυ ἐπιτυχῶς τὸν πολὺν ἐκ τῶν ὅπλων δοῦπον ἐν μάχῃ δρυτόμων εἰκάζει ὀρυγμαδῷ τῷ ἐν ὄρεσιν. Εἰ γὰρ ξύλα κυριολεκτικῶς κόπτονται, κατακόπτεσθαι δὲ οἱ ῥήτορές φασι καὶ τοὺς ἐν πολέμῳ, ἀκόλουθον καὶ τοὺς ἐν ἀμφοῖν κτύπους παραλληλίζεσθαι. Φησὶ γοῦν «ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὄρωρεν οὔρεος ἐν βήσσῃσιν, ἕκαθεν δέ τε γίνετʼ ἀκουή, ὣς τῶν ὤρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης, χαλκοῦ τε ῥινοῦ τε βοῶν εὖ ποιητάων» ἢ εὐποιητάων, «νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι». Καὶ ὅρα ὅτι τε ἐπίτηδες καὶ νῦν ἐτράχυνε τὴν φράσιν ὁ ποιητὴς ἀναλόγως τῷ πράγματι πλεονάσας τῷ ῥῶ στοιχείῳ ἐν τῷ «δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὄρωρεν οὔρεος ἐν βήσσαις», καὶ ὅτι φθάσας μὲν πρὸ ὀλίγου πεσεῖν ἔφη τὸν Σαρπηδόνα ὑπὸ Πατρόκλῳ οἷα δρῦν ἢ λεύκην ἢ πίτυν, ὡς ἐντεῦθεν δρυτόμον οἷον νοηθῆναι τὸν Πάτροκλον, ἐνταῦθα δὲ καὶ ἐξεφώνησε τὴν λέξιν ταύτην παραβολικῶς. Τὸ δὲ «εὐρυοδείης» ἐκ τοῦ ὁδεύειν ἔχει τὴν ἐν τῇ παραληγούσῃ δίφθογγον. Τὸ δὲ «εὖ ποιητάων» ἢ «εὐποιητάων», οὗ εὐθεῖα ἡ ποιητὴ ἢ ἡ εὐποιήτη ὡς ἡ ἀσβέστη, πρὸς σαφήνειαν τοῦ ῥινοῦ βοῶν τέθειται. οὐ γὰρ ἁπλῶς ἀσπίδες οἱ ῥινοὶ τῶν βοῶν, ἀλλʼ εἰ καὶ ποιηθῶσιν εὖ, ὅ ἐστι κατὰ τέχνην. Ἰστέον δὲ καὶ ὡς, εἴ που γράφεται «βοῶν τʼ εὖ ποιητάων», παραπληροῖ ὁ τε σύνδεσμος ἐκ περισσοῦ <!-- 3.909 -->παρέλκων. οὐ γὰρ ἔστιν ἄλλο νοεῖν ῥινὸν ἐνταῦθα καὶ ἄλλο βόας, ἀλλʼ ἔστιν ὁμοῦ ῥινὸς βοῶν βύρσα ἡ ἐπὶ ταῖς ἀσπίσιν. Ἐν δὲ τῷ «ὀρυμαγδὸς ὄρωρε» παρήχησίς ἐστιν ἢ καὶ παρίσωσις ἡ κατʼ ἀρχάς. ἦν δὲ ἂν αὕτη κατακορής, εἰ καὶ τὸ οὔρεος κοινῶς ἐρρέθη ὄρεος, καὶ τὸ ὤρνυτο δὲ ἦν ἀναύξητον, ἵνα παρέκειντο τὸ ὀρυμαγδός, τὸ ὄρωρε, τὸ ὄρεος, καὶ τὸ ὄρνυτο. Ἰστέον δὲ καὶ ὅτι τὸ «ἕκαθεν δέ τε γίνετʼ ἀκουή» παρῴδηται ἀπὸ τοῦ «ἕκαθεν δέ τε φαίνεται αὐγή». Ἰωνικὸν δὲ καὶ ἡ ἀκουή. τὸ δέ γε κοινὸν ἀκοή, ἀναλόγως τῷ βοή καὶ ῥοή καὶ τοῖς τοιούτοις. καὶ ἄλλως δέ, ἀκουὴ μὲν ἐκ τοῦ ἀκούω, ἀκοὴ δὲ ὡς ἐκ τοῦ ἤκουα μέσου παρακειμένου. Ὅτι οὐδὲ ὁ πάνυ πρὸ τούτου εὖ εἰδὼς τὸν Σαρπηδόνα ἐγνώρισεν ἂν ἐκεῖνον ἄρτι ἔχοντα ὡς εἶχε. Φησὶ γὰρ «οὐδʼ ἂν ἔτι φράδμων περ ἀνήρ», ὅ ἐστιν ἐπιστήμων, γνωστός, «Σαρπηδόνα δῖον ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους», ὃ ἑρμηνεία ἐστὶ τοῦ διαμπερές. τοῦτο δὲ παραθεὶς ὁ Κωμικὸς ἔφη τὸ «ἐκ τῶν ποδῶν ἐς κεφαλήν σοι». Τοῦ δὲ «εἴλυτο», ὅ ἐστιν ἐκεκάλυπτο, τὸ θέμα εἴλυμι ὡς ζεύγνυμι, ἢ καὶ ἄλλως εἰλύω, ἀφʼ οὗ εἰλύετο καὶ κατὰ κρᾶσιν εἴλυτο. Τὸ δὲ φράδμων κατὰ συνήθη τροπὴν γέγονε διπλοῦ εἰς ἄφωνον. ἐκ τοῦ φράζω γὰρ γίνεται. Ὅτι κἀνταῦθα ὡς καὶ ἐν τῇ βῆτα παραβολῇ χρᾶται τῇ ἀπὸ μυιῶν, εἰπὼν «οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον», ἢ κατὰ ἴλας ἦσαν, «ὡς ὅτε μυῖαι σταθμῷ ἐνὶ βρομέωσι περιγλαγέας κατὰ πέλλας ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει», ὃς δὴ στίχος καὶ ἀλλαχοῦ προετέθη, «ὣς ἄρα οὗτοι περὶ νεκρὸν ὁμίλεον». Καὶ ὅρα ὡς δὶς ἔφη τὸ «περὶ νεκρὸν ὁμίλεον», ἐπαναπαυσάμενος τῇ φράσει, καὶ ὅτι τὸν ἐνταῦθα σταθμὸν ἀλλαχοῦ σαφέστερον ποιμνήϊον ἔφη σταθμόν, καὶ ὅτι καὶ ἐπὶ μυιῶν ὁ βρόμος καὶ τὸ βρομεῖν τίθεται, κρεῖττον ἄρτι ὂν τοῦ βομβεῖν, <!-- 3.910 -->καὶ ὅτι πρὸς θράσος καὶ τὸ ἐπιθυμεῖν αἵματος τοὺς πολεμοῦντας ἡ ῥηθεῖσα παραβολή. οὐκοῦν οὐδὲ τὸν Μενέλαον ἡ Ἀθηνᾶ κατασμικρυνεῖ, ὅτε μυίας αὐτῷ θάρσος ἐνθήσει. Ἔστι δὲ εἰπεῖν καὶ ὅτι τὸν ἐκ τῶν ὅπλων δοῦπον εἰκάσας ἤδη Ὅμηρος ὀρυγμαδῷ δρυτόμων τὸν ἀπὸ τῶν μαχομένων ἦχον βρόμῳ εἰκάζει μυιῶν πολλῶν, ὁποῖαι κεῖνται ἐν τῇ παραβολῇ. Τὸ δὲ «περιγλαγέας» ἀντὶ τοῦ περισσῶς πληθούσας γλάγους, ὅ ἐστι γάλατος. Πέλλαι δὲ ἀγγεῖα ποιμενικὰ ὡς ἀπὸ τοῦ πεπελεκῆσθαι κατὰ τοὺς παλαιούς. Ὅτι ἐνταῦθα διασαφεῖν δοκεῖ Ὅμηρος τὸ ἀλλαχοῦ ῥηθὲν περὶ Διός, τὸ τὸν Δία πάλιν στρέψαι τοὺς ὀφθαλμούς. ἐμφαίνει γὰρ νῦν δηλωτικὸν αὐτὸ εἶναι τοῦ πεπληρῶσθαι κυρωθὲν ἤδη τὸ εἱμαρμένον. Τὸν Δία γοῦν μερμηρίζοντα πλάσας περὶ Πατρόκλου, εἰ νῦν τεθνήξεται εἴτε καὶ μή, λέγει ὡς «οὐδέ ποτε Ζεὺς τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων, ἢ ἤδη καὶ κεῖνον αὐτοῦ», ἤγουν ἐκεῖ, «ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ χαλκῷ δῃώση, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται, ἢ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν». Εἰ τοίνυν τὸ περὶ τοῦ ποιητέου ἔτι φράζεσθαι καὶ μερμηρίζειν τὸν Δία κατʼ εὐθὺ ὁρᾶν ἐστι, λοιπὸν ἄρα τὸ κυρῶσαι τὸ μέλλον καὶ παύσασθαι τοῦ ἐνδοιάζειν εἴη πάλιν στρέφειν τοὺς ὀφθαλμούς. «Ὧδε δέ οἱ», φησί, «φρονέοντι δοάσσατο», ἤγουν ἔδοξε, «κέρδιον», ἵνα Πάτροκλος «ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο. Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα φύζαν ἐνῆκεν», ἢ κατά τινας ἀνάλκιδα θυμὸν ἐνῶρσεν, «ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα», οἷα συνετός, ὡς καὶ πρὸ τούτων ἐγίνωσκε μάχης ἑτεραλκέα νίκην. Καὶ ὅρα οἷος ἐγένετο φόβος, εἰ καὶ ὁ μέγας στρατηγὸς φεύγει προτροπάδην καὶ τοὺς λοιποὺς δὲ οὕτω ποιεῖν κέλεται, ἵνα μὴ θεομαχῶσι. Σημείωσαι δέ, ὡς καὶ νῦν ὁ τοῦ κατὰ νοῦν ἐκλαμβανομένου Διὸς ἐνδοιασμὸς προέκθεσίς ἐστι ποιητική. ὁ νοῦς γὰρ κἀνταῦθα τῆς καθʼ Ὅμηρον Μούσης, ἤτοι γνώσεως, σκέπτεται κατὰ μέθοδον δεινότητος τεχνικῶς, πῶς ἂν τὸν λόγον μεταχειρίσηται, καὶ κρίνας προαναφωνεῖ κάλλιον εἶναι μὴ νῦν ἀνελεῖν <!-- 3.911 -->τὸν Πάτροκλον, ἀλλʼ ἐᾶσαι καὶ εἰσέτι ἀριστεῦσαι, ἵνα τῶν νηῶν αὐτὸν πολὺ ἀποσπάσας ἀνέλῃ καὶ οὕτω μηδὲν εἰδότος τοῦ Ἀχιλλέως κρατερὰ περὶ τὸν τοῦ Πατρόκλου νεκρὸν ἀμφίβασις γένηται, καὶ πλασθείη τὰ τῆς περιπετείας ἐναγωνιώτερον. τοιαύτη προέκθεσις καὶ ἐν τοῖς ἑξῆς, ἔνθα ζητῶν Ἕκτωρ, πότερον κάλλιον συγκλεῖσαι φεύγοντας τοὺς Τρῶας εἰς τὴν πόλιν ἢ μάχεσθαι κατὰ κλόνον ἐλάσαντας, κρίνει δέον τὸ πολεμεῖν. καὶ ἐκφεύγει οὕτως ὁ ποιητὴς τὸ τῆς τειχομαχίας ἀπίθανον. Τὸ δὲ «τρέψεν» οὐκ ἂν εἴη ἀνόμοιον τῷ στρέψεν. Τὸ δὲ «κατʼ αὐτοὺς αἰὲν ὅρα» θέσις ἐστὶ διασαφητικὴ τοῦ «οὐδέ ποτε Ζεὺς τρέψεν ἀπὸ μάχης ὄσσε φαεινώ». οἳ οὕτω λέγονται οὐ κατὰ φαεινὴν ἐσθῆτα ἢ μάστιγα φαεινὴν ἤ τι τοιοῦτον, ἀλλʼ ὡς φάους αἴτιοι, ἀποκλήρωσιν ἔχοντες αὐτοὶ τὴν ἐκ τοῦ φάους κλῆσιν, ὥσπερ τὸ πυρόεν καὶ τὸ ὡς πῦρ λάμπειν τοῖς εἰς ἄκρον θυμουμένοις δέδοται. Τὸ δὲ ὀφέλλειεν οὐκ ἐνεστῶτός ἐστιν, ἀλλʼ ἀορίστου πρώτου, ὡς ἐκ τῆς ἀναλογίας δῆλον. οὕτω δὲ παραπεσὸν ἠξιώθη λόγου τοῦτο. ἄλλως γὰρ ἡ λέξις χρειώδης εἰς οὐδέν, καὶ μάλιστα ἐν λόγῳ πεζῷ. Τὸ δὲ «φύγαδε» μεταπέπλασται, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη. ὡς γὰρ σκέπην σκέπα, καὶ κρόκην κρόκα παρὰ Ἡσιόδῳ, οὕτω καὶ φυγήν φύγα, ἐξ οὗ τὸ φύγαδε. ὁ δὲ Ἀσκαλωνίτης ἀπὸ εὐθείας κλίνει τῆς φύξ, ὡς Στύξ Στύγα, ἐξ ἧς πρὸ ὀλίγου στυγερὸς ἐλέχθη σκότος ὁ Ἅιδης πρὸς διαστολὴν ἑτεροίου σκότου. Εἴη δʼ ἂν ἡ ῥηθεῖσα φὺξ ἐκ τοῦ φύγω φύξω, ἐξ οὗ καὶ ἡ φύξις. Τὸ δὲ «ἔτραπεν» ἢ ἐλλειπτικῶς ἔχει, δηλοῦν ὡς εἰς φυγὴν ἔτρεπεν ἢ τοὺς ἵππους κατὰ τὸ «φύγαδʼ ἔτραπε μώνυχας ἵππους», ἐντελῶς ἀλλαχοῦ ῥηθέν, ἢ καὶ τὸν λαὸν κατὰ τὸ «κέκλετο δʼ ἄλλους φευγέμεναι», ἢ μᾶλλον παθητικὴν ἑρμηνείαν ἔχει, ἵνα λέγῃ ὡς εἰς φυγὴν ἐτράπετο. Ἐν δὲ τῷ «Διὸς ἱερὰ τάλαντα» πολὺ τὸ σύντομον. ὃ γὰρ <!-- 3.912 -->φθάσας ἥπλωσεν ἐν τῷ «δὴ τότε χρύσεια Ζεὺς ἐτίταινε τάλαντα» καὶ ἑξῆς, τοῦτο νῦν συστείλας ἐν δυσὶν ὀνόμασιν ἔφρασε, Διὸς εἰπὼν τάλαντα, καὶ τὸν ἀκροατὴν ἀναμνήσας ἠρέμα τῆς διασκευῆς, ἐν ᾗ Ζεὺς μὲν ἐχειρίζετο τάλαντα καὶ κῆρας, ἔρρεπε δʼ ἡ κὴρ τῶν Ἀχαιῶν. οὗ τὸ ἀνάπαλιν ἐνταῦθα γενόμενον ὁ Ἕκτωρ νοεῖ. ῥέπουσι γὰρ αἱ κῆρες ἄρτι τῶν Τρώων. Σημείωσαι δὲ ὅτι τε τῇ τῶν πραγμάτων ἀγωνίᾳ καὶ συντομίᾳ κἀνταῦθα τὴν τῶν ταλάντων συνέτεμε φράσιν, ἵνα μὴ καὶ αὐτὸς μῦθον ὀφέλλῃ, ἐν οἷς οὐ χρή, καὶ ὅτι τὸ «γνῶ γὰρ ἱερὰ τάλαντα», ῥέψαντα δηλαδή, πρέπει ῥηθῆναι καὶ ὅτε τις γνῷ μέλλειν πρὸς ἱεροῦ προσώπου καταδικάζεσθαι. Ὅτι τὸ Σαρπηδόνα «κείμενον ἐν νεκύων ἀγύρει» καθʼ ὁμοιότητα εἴρηται τοῦ «νεῶν ἐν ἀγῶνι πεσόντα», ἵνα ᾖ ταὐτὸν ἀγὼν καὶ ἄγυρις. ἔστι δὲ ταὐτὸν νεκύων ἀγύρει εἰπεῖν καὶ νεκάδι, ὃ ἀλλαχοῦ κεῖται ὡς περιεκτικόν. Ἱστορεῖ δʼ ἐνταῦθα ὁ ποιητὴς καί, ὡς οὐδὲ «ἴφθιμοι Λύκιοι μένον», οἱ ἀλλαχοῦ ζαχρηεῖς ἐν μάχῃ, «ἀλλʼ ἐφόβηθεν πάντες, ἐπεὶ βασιλῆα ἴδον δεδαϊγμένον», ἢ βεβλημένον, «ἦτορ κείμενον» καὶ ἑξῆς. τοιοῦτον γὰρ τὸ πεσεῖν κεφαλήν, ᾗ συμπάσχει καὶ τὰ ὑπʼ αὐτήν. ἔνθα ὅρα συνήθως ἀντικείμενα τὸ μένειν καὶ τὸ φοβεῖσθαι, ὅ ἐστι φεύγειν. περὶ δὲ τοῦ βεβλῆσθαι ἦτορ προγέγραπται. ὁ δὲ ποιητὴς καὶ τοὺς νέκυας διασαφῶν, ὧν ἐν ἀγύρει ὁ Σαρπηδὼν ἔκειτο, φησὶν ὡς «πολέες γὰρ ἐπʼ αὐτῷ κάππεσον» καὶ ἑξῆς. ὥστε καὶ τὸν Ἄρην τοιαῦται, ὡς ἐκεῖνός που ἔφη, νεκάδες ἔσχον ἄν, εἰ θνητὸς ἦν. Φράζει δʼ ἐνταῦθα καὶ τὸν σκυλευμὸν τοῦ Σαρπηδόνος Ὅμηρος οὕτω «οἳ δʼ ἂρ ἀπʼ ὤμοιϊν Σαρπηδόνος ἔντεʼ ἕλοντο χάλκεα μαρμαίροντα». Ὅτι τὰ μὲν ὅπλα Σαρπηδόνος Πάτροκλος ἔδωκε φέρειν ἐπὶ νῆας, Ἀπόλλων δὲ τὰ εἰς τιμὴν τοῦ κειμένου ποιεῖ, ὡς ὁ Ζεὺς ἐκέλευσεν εἰπὼν «εἰ δʼ ἄγε νῦν, φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον ἐλθὼν ἐκ βελέων Σαρπηδόνα καί μιν ἔπειτα πολλὸν ἄπο προφέρων», ἢ ἀπόπρο φέρων, «λοῦσον ποταμοῖο ῥοῇσι χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον, πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ», καθὰ διὰ τῆς Ἥρας εἰσηνέχθη βουλή. Δῆλον δέ, ὡς καὶ προεσημάνθη, ὅτι ἅπερ οἱ τοῦ Σαρπηδόνος ἑταῖροι παρακινδυνεύσαντες ὡσίωσαν, ὡς εἰκός, περὶ αὐτόν, Ἀπόλλωνι ἀνατίθησιν ἡ ποίησις διὰ τὸ σεμνότερον, ἰασαμένῳ <!-- 3.913 -->μὲν πρὸ τούτων μυθικώτερον κακῶς ἔχοντα τὸν Ἕκτορα, ὡς ἀλλαχοῦ πρὸς Διὸς παρηγγέλθη, αὖθις δὲ εἰς τὸν Δία ἐλθόντι, ὃ συνήθως παρεσιώπησεν Ὅμηρος, καὶ νῦν πάλιν σταλέντι νεκροκομῆσαι τὸν υἱόν. Ὅρα δὲ καὶ ἐν τούτοις φυσικὴν ἱλαρότητα φράσεως κιρναμένην σκυθρωπῷ πράγματι. τοιαύτη δὲ ἡ διὰ παρίσων τοῦ λοῦσον, χρῖσον, ἕσσον, καὶ τοῦ πομποῖσι, κραιπνοῖσι, διδυμάοσιν. Ἅπερ εἰπόντος τοῦ Διὸς νῦν πρὸς Ἀπόλλωνα μετʼ ὀλίγα εὐθὺς ὁ Ἀπόλλων, ἐνεργῶν ἃ ἐκελεύσθη, ἐκφαίνει διὰ τοῦ ποιητοῦ ἕτερα τοσαῦτα ῥηματικὰ πάρισα πρὸς πλοῦτον κάλλους, εἰπόντος οὐ προστακτικῶς, ἀλλʼ ὁριστικῶς ἐν τρίτοις προσώποις, ὡς Ἀπόλλων μὴ πατρὸς ἀνηκουστήσας κατέβη ἄνωθεν καὶ ἔλουσε καὶ ἔχρισε καὶ ἄμβροτα εἵματα ἕσσεν. ἀπαραποίητα γάρ, ὡς αὐτῷ σύνηθες, καὶ τὰ προειρημένα λαλεῖ, οἷα καλῶς καὶ αὐτὰ πεφρασμένα καὶ μὴ δεόμενα περιέργου ἐξαλλαγῆς δίχα γε τῶν καιριωτάτων. ἐν οἷς καὶ τὸ «κάτθεσαν ἐν Λυκίης δήμῳ», ὅπερ ὁ Ζεὺς θήσουσιν ἔφη. Ὅρα δὲ τὸ «εἰ δʼ ἄγε νῦν» κελευσματικῶς ἀντὶ τοῦ εἴα δὴ ἄγε ῥηθὲν μᾶλλον ἤπερ ἐνδοιαστικῶς ἀντὶ τοῦ εἰ δὲ βούλει ἄγε. Τὸ δὲ «φίλε» πατρικῶς τῷ Φοίβῳ προσπεφώνηται, ὡς εἴπερ ἐρρέθη «φίλε υἱέ». Τὸ δὲ «κελαινεφὲς αἷμα Σαρπηδόνα» συνηθέστατον Ὁμήρῳ σχῆμα, ὁποῖον σὺν ἄλλοις μυρίοις καὶ τὸ «περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα», καὶ τὸ «αὐτὸν δὲ σκότος ὄσσε κάλυψε». Τοῦ δὲ «ἐκ βελέων» σαφήνεια τὸ «αὐτίκα δʼ ἐκ βελέων» ἀείρας ὁ Ἀπόλλων, μετʼ ὀλίγα ἐπαχθέν. αὐτὸ γὰρ ἐλλιπῶς πέφρασται. Τὸ δὲ «ποταμοῖο ῥοαῖς» ὅμοιον τῷ ὕδατος ῥοὰς εἰπεῖν, ὃ πρὸ τούτου ἔφη. Τὸ δὲ «χρῖσον ἀμβροσίῃ», ἐμφῆναν ὑγρόν τι εἶναι τὴν ἀμβροσίαν, ἄλλο τι δηλοῖ ἐν τῷ «ἄμβροτα εἵματα ἕσσεν», ὃ τρόπος ἐτυμολογικός ἐστιν. ἐκ τοῦ ἕσασθαι γὰρ τὸ εἷμα. Τοιοῦτον δέ τι καὶ τὸ «πέμπε πομποῖς». <!-- 3.914 -->Τὸ δὲ φέρεσθαι ἀντὶ τοῦ βαστάζεσθαι εἴρηται κυριολεκτικῶς. Οὕτω δὲ καὶ τὸ φέρων ἀντὶ τοῦ βαστάζων. Ἄγεται μὲν γάρ, ὡς μυριαχοῦ πέφηνε, τὰ ἔμψυχα, φέρεται δὲ τὰ μὴ τοιαῦτα. Ὧν καὶ ὁ φόρτος ὁ καὶ γόμος παρά τε Ἀθηναίῳ καὶ ἄλλοις, ἔτι δὲ καὶ ὁ παρὰ τῷ Κωμικῷ ἐν τῷ «καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν», ἤγουν τὴν φορτικότητα, ὃς δὴ φόρτος ἔχει τι συγγενὲς πρὸς τὸ γῆς ἐτώσιον ἄχθος. ἐν μέντοι τῷ φορτηγός ταὐτίζεταί πως τὸ φέρειν καὶ τὸ ἄγειν, ἐπεὶ καὶ ἀγώγιμα καθαρῶς τὰ φορτία λέγονται. Διδυμάονες δὲ καὶ νῦν ἀδελφοὶ Θάνατος καὶ Ὕπνος διὰ τὸ ὁμοῦ τρόπον τινὰ εἶναι τούτους ἀεί. ὁ τε γὰρ ὕπνος οἷον θανατοῖ κατὰ τὸ «ὕπνος θανάτῳ ἄγχιστα ἐοικώς», καὶ ὁ θάνατος δὲ ὑπνοῦν ἐπὶ μακρὸν ποιεῖ τανηλεγὴς ὤν. Τὸ δὲ «κάτθεσαν» οἰκειότατον μὲν ἐπὶ νεκροῦ ἐνταφιαζομένου, οὐκ ἀνοίκειον δὲ οὐδὲ ἐπὶ κειμηλίων καὶ μάλιστα, ἐφʼ ὧν οἰκεῖον τὸ τῆς παρακαταθήκης ὄνομα. Ὅρα δὲ καὶ ὅτι πρὸ τούτων Λυκίας πίονα δῆμον εἰπὼν καὶ αὖθις ἰδίᾳ εὐρεῖαν Λυκίαν, ἐνταῦθα παραθεὶς ὁμοῦ Λυκίης εὐρείης πίονα δῆμον ἔφη. Σημείωσαι δὲ ὅτι ἡ διὰ τῶν καὶ προρρηθέντων Ὕπνου καὶ Θανάτου ἐν Λυκίᾳ, φασί, τοῦ Σαρπηδόνος κατάθεσις αἰνίττεσθαι δοκεῖ κενήριον μόνον τοῦ ἥρωος ἐν Λυκίᾳ εἶναι. οὐ γὰρ στερεμνίοις τισὶ προσώποις ἤρθη, ἀλλʼ ἀνυποστάτοις πάθεσιν, ἃ φέρειν τινὰ οὐ δύναται. ἴσως δὲ καὶ τὸ ἀληθῶς ὑπὸ Λυκίων κατὰ σπουδὴν γενόμενον ἀνέθετο τερατωδέστερον Ὕπνῳ καὶ Θανάτῳ τοῖς ἀψυχοποιοῖς. οὐ γὰρ εἶχεν ἑτέρῳ τινὶ θείῳ προσώπῳ πιθανῶς προσπλάσαι τοιοῦτον ἐνέργημα. μυσάττονται γὰρ οἱ τοιοῦτοι μὴ μόνον θανόντων ἅπτεσθαι, ἀλλὰ καὶ θνῄσκοντας ὁρᾶν, ὡς καὶ Εὐριπίδης ἐν Ἱππολύτῳ δηλοῖ. Ὅτι μεμφόμενος εὐλογώτατα τὸν Πάτροκλον ὁ ποιητής, ἐφʼ οἷς ἐσθλῆς ἑταίρου παραιφάσεως λαθόμενος τοὺς πολεμίους μετεκίαθε, φησὶν ὅτι τε διὰ τοῦτο μέγʼ ἀάσθη καὶ τὴν συνήθη ἀναφώνησιν ἐπιφέρων λέγει «νήπιος· εἰ δὲ ἔπος Ἀχιλλέως ἐφύλαξεν ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο», ἣν ἑτέρωθι συμπτύσσων <!-- 3.915 -->μέλαιναν κῆρά φησιν, ἐν οἷς καὶ τὸ ἤδη ἐγνωσμένον τῆς εἱμαρμένης παραδηλοῦται διττόν. Εἶτα ἐπάγει γνωμικῶς «ἀλλʼ αἰεί τε θεοῦ κρείσσων νόος ἠέπερ ἀνδρός» ἢ ἀνδρῶν, «ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι». Καὶ ἔχει μὲν παραίνεσιν τὰ ῥηθέντα, ὅτι πειστέον ἐξ ἀνάγκης ἀγαθῷ ἑταίρῳ, ἔχει δὲ καὶ φιλοσοφίαν περὶ θείας δυνάμεως. Τὸ δὲ «ὁτὲ δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι» βαρυτόνως ἡ παλαιὰ ἔχει χρῆσις, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. Ἰστέον δὲ ὅτι ἔν τισι τῶν ἀντιγράφων μετὰ τὸ «κρείσσων νόος ἠέπερ ἀνδρός» οὐ κεῖνται οἱ ἀναγεγραμμένοι ἐφεξῆς δύο γνωμικοὶ στίχοι, ἀλλὰ μόνος εἷς οὗτος «ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκε». Σημείωσαι δὲ καὶ ὅτι ἀφελὲς ἐνταῦθα κεῖται νόημα τὸ «Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας Τρῶας καὶ Λυκίους μετεκίαθεν», ὅθεν καὶ ἀάσθη, ὡς εἴρηται. ἁπλοϊκὸν γὰρ πάντως τὸ ἐπίσης κελεῦσαι τῷ ἥρωϊ καὶ τοῖς ἵπποις δὲ ὡς λογικοῖς, εἰ μὴ ἄρα ὁ μῦθος εἴπῃ, ὡς θεῖον γένος οἱ τοιοῦτοι ἵπποι καὶ δυνάμενον ἐπαΐειν στρατιωτικοῦ ἐγκελεύσματος. διὸ καὶ ἐν τῇ φράσει προέθετο αὐτοὺς τοῦ Αὐτομέδοντος. ὧν ὁ ἕτερος καὶ φωνὴν ἀνθρωπίνην ἐν τοῖς ἑξῆς ἀφίησι τῷ Ἀχιλλεῖ. ἴσως δὲ καὶ ἄλλως μὲν ἐκέλευσε Πάτροκλος τοῖς ἵπποις κατὰ φωνὴν ἐθάδα, οἷα ἡνίοχος ἀεὶ ὢν αὐτοῖς, ἄλλως δὲ τῷ ἥρωϊ Αὐτομέδοντι. Ὅμηρος δὲ σιγᾷ τὰ ἐγκελεύσματα, ὡς ἐπειγόμενος εἰς τὰ ἐν ἔργῳ. Ὅρα δὲ καὶ ὡς, εἰ καὶ τὸν ἐνταῦθα νήπιον πρὸ μικροῦ μέγα νήπιον ἔφη, ἀλλʼ ἀναπληροῖ καὶ τοῦτο διὰ τοῦ εἰπεῖν «μέγʼ ἀάσθη». ὁ γὰρ μέγα βλαβεὶς οἴκοθεν εἴη ἂν καὶ μέγα νήπιος. Ὅτι καὶ νῦν ὁ ποιητὴς παθητικῶς ἅμα καὶ σεμνῶς ἀπέστρεψε τὸν λόγον πρὸς Πάτροκλον εἰπὼν «ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξας, Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατόνδʼ ἐκάλεσσαν». Οὐ γὰρ Μοῦσαν συνήθως ἀλλʼ αὐτὸν τὸν Πάτροκλον ἐρωτᾷ τίνα πρῶτον ἀνεῖλε, τίνα δʼ ὕστατον, σεμνύνων τε αὐτὸν ἅμα ὡς θεῖόν τι πρόσωπον καὶ οἰκτιζόμενος. οὕτω καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ κατὰ οἶκτον «ἔνθʼ ἄρα τοι, Πάτροκλε, φάνη βιότοιο τελευτή». Ἐνδόξῳ δὲ ἀριστεῖ θανατῶντι παρῳδηθὲν ἐπιπρέπει τὸ «ἔνθα τίνα πρῶτον» καὶ τὰ ἑξῆς, ὡς προσεχῶς ἐκτέθειται. Ἔστι δὲ καὶ νῦν τὸ ἔνθα ἀντὶ τοῦ τότε. πότε <!-- 3.916 -->δὴ τότε; ὅτε τῷ Πατρόκλῳ Ζεὺς θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκε. τότε γὰρ λίαν ἠνδρίσατο. Τὸ δὲ «ὅτε δή σε θεὸς θάνατόνδʼ ἐκάλεσσε» σεμνὴ περίφρασίς ἐστι τοῦ ὅτε ἦς πρὸς τῷ θανεῖν, καὶ Ὁμηρικῶς εἰπεῖν, ὅτε σοι φάνη βιότοιο τελευτή, ἤγουν ὅτε προφανῶς ἤγγιζέ σοι θάνατος. Ἰστέον δὲ ὡς ἐν τῷ τόπῳ τούτῳ ἐννέα τινὰς ἀνεῖλεν ὁ Πάτροκλος, ἐν οἷς καὶ Πέριμον Μεγάδην, ἤγουν οὗ πατὴρ ἦν Μέγας κύριον ὄνομα, ἐξ οὗ πατρωνυμικὸν Μεγάδης ὁμοίως τῷ Αἰνείας Αἰνειάδης, Ἀλεύας Ἀλευάδης, ὧν καθʼ ὁμοιότητα καὶ Ἀργεάδης κύριον ἦν παρὰ τῷ ποιητῇ πρὸ ὀλίγου. Δοκεῖ δὲ ὁ Πέριμος ἐκ τῆς περι προθέσεως παρῆχθαι, καθὰ καὶ ἀπὸ τῆς ἀμφι ὁ Ἄμφιος καὶ τῆς ὑπο Ὕπιος, Παφλαγονικὸς ποταμός. ὁ δὲ Ἄνιος τὸ κύριον οὐκ ἐκ τῆς ἀνα προθέσεώς ἐστιν ἀναμφιλέκτως. εἰσὶ γὰρ οἷς ἀρέσκει καθʼ ἱστορίαν ἐκ τῆς ἀνίας κληθῆναι οὕτως αὐτόν. Ὅτι περιφράζων ἐπὶ Τρώων τὸ ἔφυγόν φησι «οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος», ἤγουν ἀλκῆς μὲν ἐλάθοντο, ἐμέμνηντο δὲ φυγῆς. Καινὴ δὲ σύνταξις ἡ τοῦ φύγαδε ἐπιρρήματος μετὰ τοῦ μνώοντο ῥήματος. καὶ ἀναλυθέντος δὲ τοῦ φύγαδε εἰς τὴν οἰκείαν ἑρμηνείαν οὐδʼ οὕτω σύνηθες τὸ τῆς συντάξεως, ἤγουν τὸ ἐμέμνηντο εἰς φυγήν. ὅμως δὲ νοεῖται, ὡς ἀνωτέρω κεῖται. εἰ δὲ ἴσως λείπει τὸ δρόμου, εὐοδοῦται κατὰ τὸ σύνηθες ὁ νοῦς, ἵνα ᾖ· μέμνηντο δρόμου τοῦ εἰς φυγήν, συγκατηπειγμένου τοῦ λόγου μιμητικῶς διʼ ἐλλείψεως ἐπὶ τῇ τῶν φευγόντων σπουδῇ. Ἐνταῦθα δὲ καινὸν καὶ τὸ «οἳ δʼ ἄλλοι ἕκαστος». τὸ γὰρ κοινὸν τῶν ἄλλων ἕκαστος. αἴτιον δὲ τῆς ῥηθείσης καινότητος τὸ τῆς σημασίας ταὐτόν. ὅμοιον γὰρ τὸ οἱ ἄλλοι καὶ τὸ ἕκαστος. Ὅτι μικροῦ ἂν «ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν, εἰ μὴ Ἀπόλλων» αὐτῷ μὲν ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων, ἐκώλυσεν, ὡς ἐφεξῆς ὁ ποιητὴς διηγεῖται, ἤγουν εἰ μὴ τὸ πεπρωμένον ἀντέβη, ὡς καὶ κάτω ῥηθήσεται. Πάνυ δὲ συνεστραμμένως, ὅ ἐστι γοργῶς, εἴρηται τὸ «περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν», ὅ ἐστι περισσῶς προώρμα τῶν ἄλλων ἐν ἔγχεϊ, προμαχόμενος καὶ ἀριστεύων καὶ οὕτω τρέπων εἰς φυγήν. εἶχε δέ τινα, ὡς ἀνωτέρω ἐρρέθη, γοργότητα, κατʼ ἔλλειψιν μέντοι, καὶ τὸ «φύγαδε μνώοντο ἕκαστος». Ἰστέον δὲ καὶ ὡς θερμοῦ βοηθοῦ δηλωτικὸν τὸ ὁ δεῖνα ἔστη τῷ δεῖνι ὀλοὰ φρονέων, τῷ δεῖνι δʼ ἀρήγων. Ὅτι «τρὶς μὲν ἐπʼ ἀγκῶνος» ἢ ὑπʼ ἀγκῶνος «βῆ τείχεος ὑψηλοῖο Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων, χείρεσσʼ <!-- 3.917 -->ἀθανάτῃσιν φαεινὴν ἀσπίδα νύσσων». οὗ ἀνάπαλιν ὁ Ζεὺς ἐποίει ὠθῶν ἐν τοῖς πρὸ τούτων εἰς μάχην τὸν Ἕκτορα. «Ἀλλʼ ὅτε δή», φησί, «τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος», τότε δὴ ὁ Ἀπόλλων δεινὰ ὁμοκλήσας προσέφη κατὰ σχῆμα προαναφωνήσεως «χάζεο, διογενές, οὔ νύ τοι αἶσα σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων, οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅ περ», ἤγουν ὅς περ, «σέο πολλὸν ἀμείνων», τοῦτο δὴ ὅπερ Ἀχιλλεὺς ἐν τοῖς ἑξῆς ἐρεῖ πρὸς Ἕκτορα ἐν τῷ «κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων». Ἐφʼ οἷς ἐνταῦθα ὁ Πάτροκλος ἀπογνοὺς «ἀνεχάζετο πολλὸν ὀπίσω, μῆνιν ἀλευόμενος» Ἀπόλλωνος. Καὶ ὅρα εἰς ὅσον ὁ Πάτροκλος τῆς τοῦ ἑταίρου ἐξένευσε συμβουλῆς, ὃς παραγγελθείς, οἷα ἔγνωσται, νῦν ἐπʼ ἀγκῶνος τοῦ τείχους μάχεται, καὶ οὐδʼ ἂν ἀνεχώρησεν, εἰ μή, ὡς εἴρηται, ἀπέγνω τὴν ἅλωσιν. Ἰστέον δὲ ὅτι ὁ Ἀπόλλων οἷα Ζεὺς ἥλιος λαμβανόμενος καὶ νῦν εἴς τινα εἱμαρμένην ἐμποδὼν ἵσταται καὶ αὐτὸς τῷ Πατρόκλῳ, καθὰ καὶ ὁ Ζεύς, εἰς ἅλωσιν Τροίας, ἣν περιφράσας πόλιν ἔφη Τρώων, ᾧ παρέοικε τὸ πόλιν Τροΐην. Ἀγκὼν δὲ τείχους γωνίαν δηλοῖ, ἤγουν ἐξοχὴν γωνιώδη καὶ διὰ τοῦτο ἀγκωνοειδῆ τινα, ὅθεν, ὡς εἰκός, εἶχεν ἡ Τροία προσβολήν. τὸν δὲ τοιοῦτον ἀγκῶνα ἀλλαχοῦ σαφέστερον φράζει ἐν τῷ «πύργῳ ἐπὶ προὔχοντι», τουτέστιν ἐξέχοντι κατά τι γωνίωμα, ὁποῖον ὁ ἀγκὼν καμφθεὶς ἀποτελεῖ. οὗ δὴ τὸ ἐντὸς παροιμίαν ποιεῖ τὴν «γλυκὺς ἀγκών», περὶ οὗ εἷς μὲν λόγος φέρεται, ὡς Ὀμφάλη τυραννήσασα Λυδῶν ὥρισε τόπον, ἐν ᾧ προϋβρίσθη αὐτή, καὶ εἰς αὐτὸν ἀθροίσασα βίᾳ συγκατέκλεισε τοῖς δούλοις τὰς δεσποίνας. καὶ οἱ Λυδοὶ τὸ πικρὸν τῆς πράξεως ὑποκοριζόμενοι, τουτέστιν εὐφήμως ἀντιφράζοντες, ἐκάλουν τὸν τόπον γυναικῶν ἀγκῶνα ἢ ἀγῶνα, ἔτι δὲ καὶ γλυκὺν ἀγκῶνα, ὅπερ δοκεῖ κερτομηθῆναι παρὰ τὸ «ἀγκὰς ἔμαρπτε Ζεύς», δηλαδὴ τὴν Ἥραν. καὶ εἷς μέν, ὡς ἐρρέθη, οὗτος λόγος. Ἕτερος δὲ τοιοῦτος. Λυδοὶ πόρρω προάγοντες ὕβρεως τὰς τῶν ἄλλων γυναῖκας καὶ παρθένους εἰς τόπον συνάγοντες, ὃν αὐτοὶ ἁγνεῶνα ἐκάλουν, ὕβριζον εἰς αὐτάς. Καὶ ἦν ἡ μὲν φαυλότης τοῦ ἔργου ἴση τοῖς ἐπὶ τῇ Ὀμφάλῃ, ἡ δὲ τοῦ τόπου κλῆσις διέφερεν. οὐ γὰρ ἀγὼν ἢ ἀγκὼν ἀλλὰ ἁγνεὼν ἐκαλεῖτο, παικτικῶς καὶ αὐτὸς <!-- 3.918 -->ἀντιφραζόμενος, ἀληθῶς γὰρ ἄναγνος ἦν. Αἱ δὲ ἱστορίαι αὗται Ξάνθου εἰσὶ τοῦ Λυδοῦ, ὥς φησιν Ἀθήναιος, ἱστορῶν καὶ τὸν Σάμιον Πολυκράτην ἄδικον ἐφʼ ὁμοίοις, ὅς, φησί, τὴν παρὰ Σαμίοις λαῦραν ἀντεσκεύασε τῷ τῶν Σάρδεων ἀγκῶνι γλυκεῖ προσαγορευομένῳ, ζηλώσας τὰ Λυδῶν μαλακά. ἦν δὲ ἡ τοιαύτη λαῦρα στενή τις καὶ γυναικῶν, φησί, δημιουργῶν πλήθουσα καὶ τῶν πρὸς ἀπόλαυσιν. Λέγει δὲ λαῦραν μὲν στενήν τινα περιοχὴν ἀκολούθως Ὁμήρῳ, δημιουργοὺς δὲ γυναῖκας λόγῳ σεμνότητος τὰς οἷον δημοτικὰς καὶ ἐργασίαν προϊσχομένας δημίαν, ἤγουν δημοσίαν. τοιαῦται δέ εἰσι γυναῖκες καὶ αἱ παρʼ ἑτέροις σποδησιλαῦραι καὶ πανδοσίαι καὶ λεωφόροι. καὶ τοιαῦτα μὲν τάδε. Ἰστέον δὲ ὡς, εἰ πρὸς ἀλήθειαν ὑψηλὸν ἐνταῦθα τὸ Τρωϊκὸν τεῖχος ληπτέον, τὸ αὐτὸ ἂν καὶ ἐπὶ τοῦ Ἑλληνικοῦ νοηθείη, ὅτε ὑψηλὸν ὁ ποιητὴς αὐτὸ λέγει, ὡς μὴ χθαμαλὸν μηδὲ ἐκεῖνο διόλου εἶναι κατά τινας. Τὸ δὲ «δαίμονι ἶσος» οἰκείως μὲν ἐρρέθη πρὸς τὸν καιρόν, καθʼ ὃν δαίμων ὁ Ἀπόλλων ἀντικαθίσταται τῷ δαιμονίῳ Πατρόκλῳ. Στενολεσχεῖ δὲ τὴν παραβολήν, ἐπεὶ μὴ ἔστιν αἰσθητῶς διασκευάσαι νοητὴν οὖσαν αὐτήν. Τὸ δὲ πέρθαι ὅμοιόν ἐστι τῷ δέχθαι καὶ τοῖς τοιούτοις. Τὸ δὲ «ἀνεχάζετο πολλὸν ὀπίσω» πάνυ πτοηθῆναι δηλοῖ τὸν Πάτροκλον. ἀλλαχοῦ δέ τις γενναῖος χάζεται τυτθὸν ὀπίσω, οὐ μὴν κατὰ πολύ. Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ ἔχειν ἐπὶ ἐλάσεως ἵππων. Φησὶ γὰρ «Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους». Εἶτα σαφῶς δηλῶν τὴν ἕως καὶ ἐκεῖ φυγὴν τῶν Τρώων, ἐπάγει «δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσας», κατὰ παλίωξιν, «ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι». Καὶ ὅρα οἷα κακὰ τοὺς Τρῶας ὁ ψευδαχιλλεὺς Πάτροκλος διέθετο, εἰπεῖν δὲ καὶ ἄλλως, ὁ Ἀχιλλεὺς διὰ τοῦ βλεπομένου μετώπου τῆς αὐτοῦ κόρυθος. Ὅτι τὸ κατὰ πραγματικὴν ἀφήγησιν ὕπτιον <!-- 3.919 -->ἐξεγείρων καὶ νῦν εὐμεθόδως ὁ ποιητὴς παραρρίπτει καί τι ἱστορικὸν ἀναμεμιγμένον μύθῳ παρεισάγων Ἄσιόν τινα αἰζηόν τε κρατερόν τε, ᾧ εἰκάζει τὸν Ἀπόλλωνα ὀτρύνοντα, ὡς ἂν Ἕκτωρ τῷ Πατρόκλῳ ἀντικαταστῇ. Περὶ οὗ Ἀσίου ἱστορεῖ, ὅτι μήτρως ἦν Ἕκτορος, αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος. Εἰ δὲ τοῦτο, Δύμαντος ἄρα καὶ ἡ Ἑκάβη θυγάτηρ κατὰ τὸν ποιητήν. Εὐριπίδης δέ, φασί, καὶ Ἀθηνίων καὶ Τηλεκλείδης Κισσέως οἴδασιν αὐτὴν ἐκγενέσθαι. εἰ δέ γε ἴσως ὁμομήτριος μόνον ὁ Ἄσιος τῇ Ἑκάβῃ, οὐ μὴν καὶ ὁμοπάτριος, τότε οὐδὲν κωλύσει τὸν μὲν Ἄσιον Δύμαντος εἶναι, Κισσέως δὲ τὴν Ἑκάβην. Ὡς δὲ καὶ Φρὺξ ἦν ὁ ῥηθεὶς Δύμας, δηλοῖ ὁ ποιητὴς εἰπὼν «ὃς Φρυγίῃ ναίεσκε ῥοαῖς ἐπὶ Σαγγαρίοιο». ἐξ οὗ δῆλον, ὅτι ποταμὸς Φρύγιος ὁ περιᾳδόμενος Σαγγάριος, περὶ οὗ δηλοῖ καὶ ὁ Περιηγητής. Ἰστέον δὲ ὅτι τε μήτρωα οἱ νεώτεροι οὐ τὸν ἀπὸ μητρὸς θεῖόν φασι καθʼ Ὅμηρον, ἀλλὰ τὸν πρὸς μητρὸς πάππον οὕτω καλοῦσι, καὶ ὅτι ὁ προσεχῶς ῥηθεὶς εὐγενὴς Ἄσιος, ὁ τοῦ Ἕκτορος μήτρως, ὀτρύνων κατὰ Πατρόκλου φησὶ «τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή». ὃ δὴ ὀκνοῦντος στρατιώτου ἐστὶ διεγερτικόν. Εἶτα ἐπάγει ὅσα εἴποι τις ἄν, ἐνδεικνύμενος ἐλάττωσιν ἑαυτοῦ πρός τινα γενναῖον μέν, ὀκνηρὸν δὲ μάχεσθαι «αἴθε ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην». διὰ τί; «ἵνα στυγερῶς», φησί, «πολέμου ἀπερωήσειας». Ὁ δὲ νοῦς τοῦ εὐκτικοῦ λόγου τοιοῦτος. Τρία ταῦτά εἰσιν· ἐλάσσων, ἶσος καὶ μείζων. ἐλάσσων μὲν οὖν τις ὤν τινος οὐκ ἂν ἔχοι ἐκεῖνον κολάσαι, οὐ μὴν ἀλλʼ οὐδὲ ἰσότητα ἔχων κολάσοι ἂν ῥᾳδίως τὸν ἶσον. ἀντιπείσεται γὰρ καὶ αὐτός. εἰ δὲ μείζων γένηται, κολάσοι ἂν τὸν μὴ τοιοῦτον. διὸ εὔχεται ὁ δῆθεν κατὰ πολὺ ἐλάττων Ἄσιος οὐκ ἶσος τῷ κολαστέῳ Ἕκτορι γενέσθαι, ἀλλὰ μείζων, καὶ οὐχʼ ἁπλῶς μείζων, ἀλλʼ ὅσον ἄρτι ἐλάττων ἐστίν. ὁ δὲ ταῦτα εὐχόμενος καὶ ἑαυτὸν σεμνύνει, ἐὰν οὕτως ἐλάσσων ὢν θαρρῇ κίνδυνον. Ἰστέον δὲ ὅτι καὶ παρὰ τῷ Ὁμηρικῷ ζηλωτῇ Σοφοκλεῖ ἐστι σχῆμα εὐχῆς ὅμοιον ἐν τῷ «ζῴης μοι καθύπερθεν ἐχθρῶν χειρὶ καὶ πλούτῳ, ὅσον νῦν <!-- 3.920 -->ὑπὸ χεῖρα ναίεις». Τὸ δὲ «στυγερῶς» εἴη ἂν ταὐτὸν τῷ φρικτῶς, καὶ ὡς ἂν στυγέῃ τις. Ὅτι ἐφέπειν τὸ κατά τινας ἐλαύνειν λέγει, δὶς ἐνταῦθα εἰπὼν «Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους». καὶ ἔστι καὶ τοῦτο ὅμοιον τῷ «δαιμονίη, τί μοι ἐπέχεις»; Ὅτι θάρσους τὸ «ἔβη ἂν πόνον ἀνδρῶν». τοιοῦτον δὲ καὶ τὸ «δύσετο ὅμιλον», οὗ ἐφεξῆς ὅμοιον καὶ τὸ «ἐν δὲ κλόνον ἧκε κακόν». ὅλον δὲ τὸ «δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον τοῖς δεῖνα ἧκε κακόν, τῷ δὲ δεῖνι κῦδος ὄπαζε» σπουδαίου καὶ γενναίου συμμάχου ἐστὶ δηλωτικόν. Ὅτι οὕτω παρρησιάζεται ὁ ἐκ τοῦ πέπληγα ἐνεστὼς ὁ πεπλήγω, ὥστε καὶ ἀπαρέμφατον αὐτοῦ ἐνταῦθα κεῖται τὸ πεπληγέμεν ὡς ἀρηγέμεν, οὗ προϋπάρχει τὸ πεπλήγειν ὡς ἀρήγειν. Χρῆσις δὲ τῆς λέξεως ἐν τῷ «ἐκέλευσεν Ἕκτωρ ἵππους ἐς πόλεμον πεπληγέμεν». Ὅτι δὲ κελεύειν οὐχʼ ἁπλῶς τὸ ἐπιτάσσειν κοινότερον ἀλλά ποτε καὶ λέξις ἐστὶ ναυτική, δηλοῖ μὲν καὶ ὁ Κωμικὸς ἐν τῷ «κατακέλευε δή», σὺν ἄλλοις δὲ καὶ ὁ γράψας τό· Χρυσόγονος μὲν ηὔλει τὸ τριηρικόν, Καλλιπίδης δὲ ὁ τραγῳδὸς ἐκέλευεν. Ὅτι οὕτω δραστικὸς ὁ τοῦ μυθικοῦ Ἀπόλλωνος λόγος τῷ Ἕκτορι γέγονεν, ὥστε «ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν», ὃ διασαφητικόν ἐστι τοῦ ἔα, «αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους», ὡς προσεχῶς εἴρηται. Ὅτι κἀνταῦθα Πάτροκλος λίθον ἐπαφεὶς τὸν βληθέντα μὲν κατέπεμψεν εἰς Ἅιδου οἰκτρῶς, τοῖς δὲ ἀμφʼ αὐτὸν ἐνέσταξέ τι γλυκύτητος, οἷς ἐσάρκασε πρὸς ἀστεϊσμόν. Φησὶ γὰρ ὅτι λάζετο χειρὶ «πέτρον μάρμαρον ὀκριόεντα, τόν οἱ», ἤγουν ὃν αὐτῷ, «περὶ χεὶρ ἐκάλυψε, ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός, οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα Κεβριόνην, νόθον υἱὸν Πριάμοιο, ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ. ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν ὀστέον. ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν αὐτοῦ πρόσθε ποδῶν. ὃ δʼ ἂρ ἀρνευτῆρι ἐοικῶς κάππεσʼ ἀπʼ εὐεργέος δίφρου», ταὐτὸν δʼ εἰπεῖν εὐποιήτου, «λίπε δʼ ὀστέα θυμός», ὃ πολλαχοῦ φησιν ὁ ποιητής. Ἐφʼ οἷς καιρίως μελετήσας ὁ ποιητὴς <!-- 3.921 -->σκῶψαί τι, ἐπάγει «τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεις ἱππεῦ· ὢ πόποι, ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ. εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο, πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη, ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν», εἰ καὶ μὴ παραθαλάττιοι αὐτοί εἰσι δηλαδὴ ὡς ἐνεθίζεσθαι κυβιστᾶν. Ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοὶ ἀπῳκισμένην τῆς θαλάττης εἶναι τὴν παλαιὰν Ἴλιον, ὡς καὶ ὁ Γεωγράφος δείκνυσιν. εἰ γὰρ ἦσαν, φησίν, οἱ Τρῶες παράλιοι, τί καινόν, εἰ καὶ ἐκυβίστων; Σημείωσαι δὲ ὡς εἰπὼν ὁ ποιητὴς ἐν συντόμῳ παραβολῇ τὸ ἀρνευτῆρι ἐοικὼς κατέπεσεν ἀπὸ δίφρου, εἶτα εὐθὺς ἐφερμηνεύων πλάττει τὸν Πάτροκλον διασκευάζοντα τὸν τοιοῦτον νοῦν ἐν τῷ «ἦ μάλʼ ἐλαφρὸς ἀνήρ», καὶ ἑξῆς τὰ περὶ τοῦ κυβιστητῆρος. Ἔστι γὰρ ἀρνευτὴρ καὶ κυβιστητὴρ τὰ αὐτά, εἰ καὶ σαφέστερον τὸ κυβιστητήρ. Ἀρνευτήρ τε γὰρ ὁ ἐπὶ κεφαλὴν εἰς θάλασσαν δυόμενος καθʼ ὁμοιότητα τῆς τῶν ἀρνῶν πορείας, οἳ σκιρτῶντες τοῖς μὲν ὀπισθίοις ποσὶν ἅλλονται, τὴν δὲ κεφαλὴν τῇ γῇ πελάζουσι. Διὸ καὶ τὸν ἵππουρον ἰχθὺν τὸν καὶ ἱππουρέα διὰ τὸ συνεχὲς ἐξάλλεσθαι ἀρνευτήν τινες ἐκάλουν κατὰ τὴν τοῦ Δειπνοσοφιστοῦ ἱστορίαν, καὶ κυβιστητὴρ δὲ ὁ ἐπὶ κύμβην, ὅ ἐστι κεφαλήν, ὑπὸ τῷ ὕδατι γινόμενος. Ἢ ὁ κατὰ κύβον ἄνωθεν κάτω βάλλων ἑαυτόν, ὃς δὴ κύβος ἀπὸ τοῦ κύπτειν δοκεῖ παρῆχθαι, ὡς οἷον κατωκάρα κατὰ τοὺς ἐπικύπτοντας γινόμενος ἐν τῷ κατακυλίεσθαι, ἀνακύψαντος τοῦ βῆτα ἐν αὐτῷ, καθὰ καὶ ἐν τῷ καλύπτω καλύβη, βλάπτω βλάβη, κρύπτω ἀποκρυβή. Οὐκ ἂν δὲ εἴη ἐνταῦθα κενὸν ἐπισημήνασθαι, ὅτι τε τρισὶ τὸ παλαιὸν κύβοις <!-- 3.922 -->ἐχρῶντο καὶ οὐ δύο κατὰ τοὺς ὕστερον. ὅθεν καὶ παροιμία φησὶν ἐπὶ τῶν μηδὲν διὰ μέσου κινδυνευόντων τὸ «ἢ τρὶς ἓξ ἢ τρεῖς κύβους», ἀπὸ τοῦ μεγίστου ἐν πεσσοῖς ἀριθμοῦ, ὅ ἐστιν ἕξ, καὶ τοῦ ἐλαχίστου, ἤγουν τοῦ κύβου, ὅπερ ἐστὶ μονάδος. Διχῶς γὰρ ὁ κύβος, αὐτό τε τὸ ἀναρριπτούμενον, ὡς τὸ «ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι», ὃ παροιμιωδῶς ἡ τραγῳδία ἔφη, καὶ ἡ ἐν αὐτῷ μονάς, ὡς τὸ «βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα», ἤγουν δύο μονάδας καὶ τέτταρα, ὃν στίχον Εὐριπίδης ἐν Τηλέφῳ θείς, ὅπου κυβεύοντας ἥρωας εἰσήγαγε, καὶ μαθὼν ἐπʼ αὐτῷ χλευασθῆναι ὡς εὐτελεῖ, καθὰ σκώπτει καὶ ὁ Κωμικός, αἰδεσθεὶς περιεῖλεν ὅλον τὸ ἐπεισόδιον. Ὡς δὲ καὶ καθʼ ἕκαστον κύβον, ἤγουν καθʼ ἑκάστην μονάδα, ἔπαιζον ἀργύριον ὁρίσαντες, καὶ ὡς οἱ τῆς παιδιᾶς ταύτης τρηματῖται ἀπὸ τῶν ἐν τοῖς κύβοις τρημάτων ἐλέγοντο, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί. Ὅρα δὲ καὶ ὅτι Αἰνείας μὲν τὸν Μηριόνην ὡς κοῦφα πηδῶντα ὀρχηστὴν πρὸ μικροῦ ἔφη, σκώψας εὐφυῶς καὶ ἐκεῖνος, Πάτροκλος δὲ νῦν τὸν Κεβριόνην ἐπὶ κεφαλὴν καταπεσόντα ἐκ δίφρου κυβιστητῆρι προσφυῶς εἰκάζει ἐξ ὕψους τινὸς ἑαυτὸν εἰς θάλασσαν ῥίπτοντι. Οὕτως εἰς καιρὸν καὶ σκώμμασιν ἀστείοις παραρτύει τὴν ποίησιν Ὅμηρος, ἅπερ ὅτι κέρτομα, παρασημαίνεται αὐτὸς προθεωρήσας ῥητορικῶς ἐν τῷ «τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεις». Ὅτι δὲ ἡ συχνὴ ἀποστροφὴ αὕτη πάνυ δηλοῖ τὸν ποιητὴν πρὸς τοῦ Πατρόκλου εἶναι ὡς ὑπουργηκότος τοῖς φίλοις Ἀχαιοῖς, ἔτι δὲ καὶ διὰ τὸν Ἀχιλλέα, οὐκ ἔστιν ἀμφιβαλεῖν. οὕτω γοῦν καὶ βραχύ τι ὑποκαταβὰς αὐτὸν προσφωνεῖ. ὡς δὲ καὶ ὁ Κεβριόνης λόγου ἄξιος ἦν, ἐνέφηνε μὲν καὶ ὁ ποιητὴς δαΐφρονα καὶ ἥρωα προσειπὼν αὐτόν, δηλώσει δὲ καὶ ὁ Ἕκτωρ ἐν οἷς αὐτοῦ ὑπερμάχεται. Ἰστέον δὲ ὅτι κἀνταῦθα γενικὴ μὲν λέξις ὁ πέτρος, καθὰ καὶ ὁ λᾶς, εἰδικὴ δὲ ὁ μάρμαρος, ἀπὸ τοῦ μαρμαίρειν λεχθείς, ὃν ἡ κοινὴ γλῶσσα κατὰ γένος προφέρει οὐδέτερον. <!-- 3.923 -->Ὀκριόεις δὲ ὁ ἔχων ἄκρας ἤγουν ὀξύτητας. διὸ ἑρμηνεύων ἐπάγει «ὀξέϊ λᾶϊ», ὥσπερ καὶ ἡνιοχῆα εἰπὼν ἐπιφέρει «ἵππων ἡνία ἔχοντα» τρόπῳ ἐτυμολογικῷ. οὕτω δὲ καὶ τὸ «ὃν περὶ χεὶρ ἐκάλυψε» τὸν ἐν ἄλλοις χερμάδιον λίθον διασαφεῖ, ὅ ἐστι τὸν χειροπληθῆ, καὶ οὗ ἔστι τὴν χεῖρα ἐπιμάσασθαι, ἤγουν ἐφάψασθαι, ὥστε καὶ καλύψαι δακτύλοις ἐν τῷ κρατερῶς αὐτοῦ ἔχεσθαι. διὸ ἔφη «τόν οἱ περὶ χεὶρ ἐκάλυψε». Τὸ δὲ «ἐρεισάμενος» γενναιότητα βολῆς δηλοῖ. οὐκ ἔστι γάρ τινι βαλεῖν στερεῶς μὴ ἐρεισαμένῳ. Τὸ δὲ «οὐδὲ δὴν χάζετο» τὸ τῆς βολῆς γενναῖον πιθανολογεῖ. ὁ γὰρ μὴ χαζόμενός τινος, ἀλλʼ ἐγγὺς δηλαδὴ γεγονώς, δύναιτʼ ἂν καὶ γενναίαν ἐκείνῳ ἐντινάξαι πληγήν. Τὸ δὲ «οὐδʼ ἁλίωσε βέλος» ὅμοιόν ἐστι τῷ «οὐχʼ ἅλιον ἧκε βέλος». καὶ τοῦτο μὲν κατὰ ἄρσιν. θέσις δʼ αὐτοῦ τὸ «βάλε δʼ ἡνιοχῆα». Τὸ δὲ ἡνιοχεὺς ἐσχημάτισται παραγώγως, καθὰ καὶ τὸ Αἰθιοπεὺς καὶ ἡγεμονεύς. Αὐτὰ δὲ καὶ ἐκ τοῦ ἡνιοχεύσω καὶ ἡγεμονεύσω παράγονται. Τὸ δὲ μετώπιον ἢ καθʼ ὁμοιότητα συντέθειται τοῦ ἐνώπιον, ἢ παράγωγόν ἐστι τοῦ μέτωπον, ὡς τοῦ ἴχνος τὸ ἴχνιον. Τὸ δὲ «ὀφρῦς σύνελεν» ἀντὶ τοῦ συνήγαγεν, οὗ βιαίου ὄντος παρακολούθημα ἡ τῶν ὀφθαλμῶν ἔκπτωσις καὶ τὰ ἐπʼ αὐτῷ. Ἐκ δὲ τούτου τοῦ συνελεῖν οἱ μὲν μεθʼ Ὅμηρον ῥήτορες ἐφεῦρον τὸ «συνελόντα φάναι», οἱ δὲ γραμματικοὶ τὸ συνῃρημένον. διασαφητικὸν δὲ τοῦ σύνελε τὸ «οὐδέ οἱ ἔσχεν ὀστέον», ἤγουν οὐκ ἀντέσχεν, οὐκ ἀντέβη, ἀλλὰ δηλονότι κλασθὲν συνῃρέθη. Ἰστέον δὲ ὅτι τὸ μὲν «συνεῖλε» προπερισπᾶται διὰ τὸν τροχαϊσμὸν ὡς τὸ συνεῖχε καὶ ὅσα τοιαῦτα, ἐκπεσὸν δὲ τῆς αὐξήσεως προπαροξύνεται. Τὸ δὲ «ὢ πόποι» κέρτομον ἐνταῦθά ἐστι καὶ οὐκ ἐπὶ θρήνῳ συνήθως ἢ σχετλιασμῷ. Τὸ δὲ «ἐλαφρὸς ἀνήρ» ἐνδείκνυται μὴ τοὺς βαρυσάρκους ἀλλὰ τοὺς ἀβαρεστέρους ἀγαθοὺς εἶναι ῥεῖα κυβιστᾶν. ἐκ τῆς ἐλάφου δὲ παρῆκται <!-- 3.924 -->καὶ συγκέκοπται ὁ ἐλαφρός. ξύλον δὲ εἰπεῖν ἐλαφρὸν οὐκ ἀσφαλῶς ἔχει. τὸ μέντοι «πλώοιεν ἐλαφρῶς» ἐν Ὀδυσσείᾳ καλὸν καὶ αὐτό. Πρὸς ὁμοιότητα γὰρ ἐλέχθη νήξεως ἐλάφου κοῦφα καὶ αὐτῆς πλεούσης καὶ οὐδὲ δυσχερῶς. Δῆλον δὲ ὅτι καὶ σκῶμμα ἔστιν ὅτε γίνεται ὁ ἐλαφρός, καθὰ καὶ ὁ κοῦφος καὶ ὁ κενός. δριμύτερον δὲ τούτων, εἰ καὶ δειλός, ἔτι δὲ καὶ εἰ λαμπρῶς κερασφόρος. Τήθεα δέ, ὧν ὡς ἐπὶ πολὺ ψηλαφηταί εἰσιν οἱ κυβιστητῆρες, εἶδος ὀστρείου παρὰ τὴν Τηθύν, ὅ ἐστι γῆν. γεώδη γάρ εἰσι μᾶλλον τῶν ἄλλων θαλασσίων διὰ τὴν τοῦ περιέχοντος σκληρότητα. ἴσως δὲ καὶ παρωνόμασται τῇ τροφῷ τῶν βρεφῶν τήθη διὰ τὸ τρυφερὸν καὶ οἷον γαλατῶδες καὶ δροσερόν, οὗ χάριν καὶ ἑρσήεντά τις τὰ τοιαῦτά φησι ποιητής. Περὶ δὲ τηθέων, ἤτοι ὀστρείων, φέρεται παρὰ τοῖς παλαιοῖς καὶ ταῦτα. οὐ μόνον ἰχθύσιν ἐχρῶντο οἱ παλαιοί, ἀλλὰ καὶ ὀστρείοις, καίτοι τῆς τούτων ἐδωδῆς οὐ πολὺ ἐχούσης τὸ ὠφέλιμον καὶ ἡδύ, ἀλλὰ κἀν τῷ βυθῷ κατὰ βάθους κειμένων ὡς μὴ εἶναι εἰς ταῦτα τέχνῃ ἄλλῃ χρήσασθαι ἢ δύντα κατὰ βυθοῦ. Δυσπέμφελος δὲ πόντος ὁ δυσχείμερος, διʼ οὗ δυσχερῶς ναῦς πέμπεται. ὅθεν καὶ Ἡσίοδος δυσπέμφελον τὴν ναυτιλίαν φησί. Ζηνόδοτος δέ, φασί, πληθυντικῶς γράφει, εἰ καὶ δυσπέμφελοι εἶεν οἱ πολλοὶ δηλαδὴ ἐκεῖνοι, οἷς τὰ τήθεα παρατίθενται, ὅ ἐστι δυσάρεστοι, ὡς καὶ Ἡσίοδος «μηδὲ πολυξείνοιο δαιτὸς δυσπέμφελος εἶναι», ὅ ἐστι δύσκολος, δυσμετάπεμπτος. Ἰστέον δὲ ὅτι τὸ δυσπέμφελος ὀφεῖλον, ὥς που καὶ προεδηλώθη, διὰ τοῦ π γράφεσθαι, ὅμως δοκεῖ τρέψαι αὐτὸ εἰς φ πρὸς διαστολὴν τοῦ πέμπελος, ὃ γεροντικὴν ἡλικίαν δηλοῖ. Τὸ δὲ «ἐν πεδίῳ» ἀστεῖον καὶ αὐτό. καθʼ ὕδατος μὲν γὰρ κυβιστᾶν οὐ δεινόν, ἐν πεδίῳ δὲ κλαυσεῖται ἂν ὁ κυβιστῶν προσαράξας τῇ γῇ τὴν κεφαλήν. Καὶ ἄλλως δὲ εἰπεῖν, πεζεῦσαι μὲν καθʼ ὕδατος ἅρμα καὶ ἀναβάτην ἡ ποίησις παραδίδωσιν, ἄνθρωπον δὲ ἐν πεδίῳ ἐξ ἵππων κυβιστᾶν θαλάσσης νόμῳ οὐκ ἂν εἴη. Ὅτι δὲ κυβιστητὴρ καὶ ὁ ὀρχηστής, δηλοῦσι καὶ οἱ ἐφεξῆς που δύο κυβιστητῆρες, οἳ «μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους». Τὸ δὲ «ῥεῖα <!-- 3.925 -->κυβιστᾷ» δὶς εἶπε διὰ τὸ καίριον τῆς φράσεως. καὶ δῆλον ὡς χρηστὸν μάλιστα τοῦτο. διὸ ἅπαξ εἰπὼν ἀρνευτῆρα, οὐκέτι οὔτʼ αὐτὸ εἶπεν οὔτε τι τῶν ἐκείνου. Σημείωσαι δὲ καὶ ὅτι τε τὰ συχνὰ ἐν τοῖς ῥηθεῖσιν ἀσύνδετα πρέπουσιν ἐπὶ κερτομήσει, τὸ «ὢ πόποι», καὶ τὸ «ἦ μαλʼ ἐλαφρός», καὶ τὸ «ὡς ῥεῖα κυβιστᾷ» καὶ τὸ «εἰ δή που καὶ πόντῳ» καὶ ἑξῆς, καὶ ὅτι ἡ τῆς παραβολῆς ἐργασία ὡς οἷον ἐκ τοῦ ἐλάττονός ἐστι, λέγοντος τρόπον τινὰ τοῦ Πατρόκλου, ὡς εἰ ἐν πεδίῳ ῥεῖα ἐξ ἵππων κυβιστᾷ, πολλῷ μᾶλλον ἐν θαλάσσῃ ἀπό τινος προβλῆτος, καὶ ὅτι δυνάμενος Ὅμηρος παραβολικῶς τὸν λόγον σχηματίσαι, οἷον· ὡς δὲ κυβιστητὴρ ποιεῖ τάδε, οὕτως ὁ δεῖνα ἔπαθε τάδε, ὅμως δεῖν ἔκρινεν ὡς κέρτομον λόγον πλάσαι αὐτό, λογισάμενος Πατρόκλῳ μὲν πρέπειν τὸ οὕτως εἰπεῖν, Ὁμηρικῆς δὲ ἐμβριθείας πόρρω εἶναι. Οὐ γὰρ πρὸς αὐτοῦ ἦν Ὁμήρου οἰκειοπροσώπως τοιαῦτα παίζειν ἄρτι, ὃς οὐδὲ τῷ Ἕκτορι τοιοῦτόν τι περιθέσθαι ἠθέλησεν, ὡς μετʼ ὀλίγα φανεῖται. Ὅτι Πάτροκλος ἐπὶ Κεβριόνῃ βεβήκει «οἷμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή». Ὅρα δὲ νῦν ὅτι τὸ ἐπί τινι βεβηκέναι ἀντίκειται τῷ ἀμφιβῆναι. ὡς γὰρ πολλαχοῦ δηλοῦται, ἡ ἐπι πρόθεσις ἀντὶ τῆς κατα λαμβάνεται ἔν τισι. Τὸ δὲ οἷμα συγκοπὴν ἔχει ἐκ τοῦ οἵμημα, ὡς τὸ κῦμα ἐκ τοῦ κύημα ἢ κύκημα. Τὸ δὲ κεραΐζειν ἐπὶ λέοντος οὐ κυριολεκτεῖται, ἐπὶ κερασφόρων δὲ ζῴων. εἴρηται δὲ περὶ αὐτοῦ ἀκριβῶς ἀλλαχοῦ. ἐρεῖ δὲ καὶ μετʼ ὀλίγα κεραϊζέμεν πόλιν τὸ ἁπλῶς ἀφανίζειν καί, ὡς εἰπεῖν, κείρειν, κατὰ τὸ «κείρετε, ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι», καὶ «μάχης μήδεα κείρει Ζεύς». Τὸ δὲ «πρὸς στῆθος» ἰδιότης λέοντος, ὃς οἷα φύσει λακωνίζων ὀκνεῖ τὴν κατὰ νώτου βολήν. διὸ οὐδέποτε προτροπάδην φεύγει. εἰ δὲ καὶ φύγῃ, σὺν φρονήματι τοῦτο ποιεῖ, ὡς αἱ ἱστορίαι δηλοῦσι. Τὸ δέ «ἑή τέ μιν ὤλεσεν ἀλκή» ὅμοιόν ἐστι πρὸς τὸ «φθίσει σε τὸ σὸν μένος». Σημείωσαι δὲ ὅτι λέοντι νῦν παραβαλὼν ἁπλῶς οὕτω μόνον τὸν Πάτροκλον καὶ προσφωνήσας πάλιν αὐτὸν εὐθὺς καὶ ἑτέραν παραβολὴν συνάπτει ἐπί τε αὐτῷ καὶ τῷ <!-- 3.926 -->Ἕκτορι, λέγων περὶ Κεβριόνου αὐτοὺς δηρινθῆναι κατά τινας, μάλιστα δὲ δηριθῆναι δίχα τοῦ νῦ, ὡς ἀπὸ τοῦ δηρίω δηρίσω τὸ μάχομαι, «λέοντε ὡς, ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο ἄμφω πεινάοντε, μέγα φρονέοντε μάχεσθον». Καὶ ὅρα ὡς μεγαλόφρον καὶ νῦν ζῷον ἱστορεῖ τὸν λέοντα ἐν τῷ «μέγα φρονέοντε», ὃ καὶ ἐπὶ συὸς καὶ λέοντος ἐρεῖ ἐν τοῖς ἐφεξῆς. καὶ εἴη ἂν ὁμοίας ἐννοίας καὶ τὸ μεγάθυμον ταῦρον εἰπεῖν, ὡς πρὸ βραχέων ἐποίησεν. ὅτι δὲ πεινῶν λέων ἀκάθεκτός ἐστι, καὶ ἡ κατὰ τὸν Πάριν καὶ τὸν Μενέλαον προεδήλωσε παραβολή. Φασὶ δὲ καὶ ὡς οὐ διαμάχονται ἀλλήλοις λέοντες, εἰ μὴ πεινῶσι. καὶ νῦν μὲν ἰσοπαλοῦς τῆς μάχης οὔσης, οὕτω παραβάλλει ὁ ποιητὴς αὐτούς, δηλῶν τὴν τῶν ἡρώων πρὸς ἀλλήλους ὁμοιότητα τῇ ἐκ τῶν ὁμοειδῶν ζῴων παραβολῇ, ὁποία τις καὶ πρὸ τούτων ἡ ἐπὶ Σαρπηδόνος καὶ Πατρόκλου, ὅπου αἰγυπιοῖς αὐτοὺς παρέβαλεν. ὅτε δὲ ὑπὸ Ἕκτορι πίπτει Πάτροκλος, ἑτεροειδέσι ζῴοις εἰκάσει αὐτούς, τὸν μὲν συΐ, λέοντι δὲ τὸν Ἕκτορα, ἰσχυροῖς μὲν ἀμφοτέροις, οὐχʼ ὁμοίοις δέ, ὡς καὶ πρὸ τούτων λέοντι μὲν τὸν Πάτροκλον εἴκασε, ταύρῳ δὲ τὸν ὑπʼ αὐτοῦ ἀναιρεθέντα Σαρπηδόνα. Ὅρα δὲ ὅτι κἀνταῦθα συχναῖς ὁ ποιητὴς χρᾶται παραβολαῖς, εἰωθὼς οὕτω ποιεῖν ἐναργείας χάριν, ὅτε ἀφηγεῖται μεγάλα πράγματα, καὶ ὅτι ἐν τῇ προσεχεῖ παραβολῇ τὸ «λέοντε πεινάοντε μέγα φρονέοντε» κάλλος καίριον ποιεῖ κατὰ τὰ πάρισα, καὶ ὅτι ἀστείως νῦν μὲν πρὸς λέοντας πεινῶντας εἰκάζει τοὺς ἥρωας, ἐφεξῆς δὲ πρὸς λέοντα καὶ σῦν διψῶντας. διὸ ἐνταῦθα μὲν περὶ βρώσεως τὰ ζῷα μάχονται, ἐκεῖ δὲ περὶ πόσεως. Ἰστέον δὲ ὡς ἦν μὲν ὑποθέσθαι μάχεσθαι καὶ ἐν ξυλόχῳ τοὺς εἰρημένους λέοντας, ἀλλʼ ὅτι νῦν μὲν ἡ Τρωϊκὴ μάχη ἄνω ὑψοῦ περί που τὴν ἠνεμόεσσαν Ἴλιον, ἐρίζουσι δέ ποτε καὶ λέοντες ἐν ὕψεσι διὰ τὸ ἕως ἐκεῖ φεύγειν τὸ διωκόμενον, διὰ τοῦτο κορυφὴ ὄρους ὑπόκειται καὶ τῷ τῆς ἐλάφου πτώματι καὶ τοῖς ἀμφʼ αὐτῇ μαχομένοις μεγάλοις <!-- 3.927 -->θηρίοις. Ὅτι τὸ ὁμοῦ γενέσθαι τὰ στρατεύματα ἑτερώθι μὲν ἄλλως εἴκασεν, οἷον καὶ ὅτε κόνεως αὐτὰ παρέβαλε συστροφῇ, ἐνταῦθα δὲ καὶ τὸ στάσιμον ἅμα τῶν μαχομένων παραδηλῶν καὶ τὸ οἷον ἐφʼ ἑνὸς ἐρριζωμένον, ἐπεὶ «οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο», ὑπεμφαίνων δὲ καὶ τὸ ὁμοῦ εἶναι αὐτοὺς καὶ συγκεχύσθαι καὶ ἠχεῖν καὶ πλήττεσθαι, εἰς φηγὸν καὶ μελίην καὶ κράνειαν παραβάλλει αὐτούς, ὡς ῥηθήσεται. Καὶ πρῶτα τέως εἰπών, ὡς «Ἕκτωρ μὲν κεφαλῇφιν ἐπεὶ λάβεν», ἤγουν τῆς τοῦ Κεβριόνου ἐλάβετο κεφαλῆς, «οὐχὶ μεθίει, Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός, οἳ δὲ δὴ ἄλλοι Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην», ἐφερμηνεύων τὸ «σύναγον», ἐπάγει τὴν ῥηθεῖσαν παραβολήν, τοιαύτην οὖσαν «ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιϊν οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην, φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν, αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων, ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες δῄουν», καὶ ἑξῆς τὰ διʼ ὧν ὑσμίνη συνάγεται. Ἰστέον δὲ ὅτι ἐκ τοῦ Ὁμηρικῶς ὑσμίνην ἢ Ἄρην ἢ πόλεμον συνάγειν εἰλῆφθαι δοκεῖ καὶ τὸ παρὰ τοῖς ὕστερον συναγώγιον, τό τε ἄλλο καὶ τὸ ἀπὸ συμβολῶν. ἐκεῖθεν δὲ εἴληπται καὶ τὰ συναγώγιμα παρὰ τῷ Ἀθηναίῳ δεῖπνα καὶ συνάγειν τὸ μετʼ ἀλλήλων συμπίνειν, ᾧ λόγῳ καὶ σύνδειπνον ἐλέγετο τὸ συμπόσιον. Εἰ δʼ οὕτω τοῦτʼ ἐστί, καὶ τὸ συνάγειν προσφυῶς ἐπί τε μάχης ἐπί τε δαιτὸς κοινῆς λέγεται, καλῶς ἄρα οἱ μὴ ἀνθρωπίνως ἀλλὰ κατὰ θηρία δαινύμενοι ἐν τῷ στασιάζειν καὶ διὰ τοῦτο μηδέν τι δαιτὸς ἐσθλῆς ἦδος ἔχοντες δοκοῦσι λέγειν καὶ αὐτοὶ τὸ «δεῦτε, ξυνάγωμεν Ἄρηα» καὶ ὁ τῶν τοιούτων οἶκος κατὰ τὸν ἀστεῖον Δειπνοσοφιστὴν «ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων», τὸ Σοφόκλειον. Καλὸν δέ, φησίν, ἐνταῦθα προσθεῖναι καὶ Φιλιππίδου τὸ «τὰ ξίφη δειπνοῦμεν ἠκονημένα». Ἰστέον δὲ ὅτι τὸ ἀπὸ συμβολῆς <!-- 3.928 -->δειπνεῖν ἐκ κοινοῦ Ἡσίοδος ἔφη. Ἔστι δὲ τοιοῦτον ὁ ἔρανος, ἐν ᾧ συνέβαλλον ἕκαστος τὸ πρὸς ἰσχύος εἰς χρείαν συνδείπνου συμβολιμαίου. ὡς ὅ γε μὴ τοιοῦτος ἀσύμβολος ἐλέγετο διὰ τὸ δωρεὰν δειπνεῖσθαι καὶ ἀδαπάνως. Λέγει δὲ ὁ Ἀθήναιος καὶ ὡς τὴν μὲν ἐπὶ συμποσίῳ συμβολὴν χῶν οἱ Ἀργεῖοι ἐκάλουν, τὴν δὲ μερίδα αἶσαν. Καὶ ἔστι τὸ χῶν ἐκ τοῦ χοῦν, ὅπερ ἐστὶν ἀγγεῖον συμποτικόν, ὃ καὶ χοεὺς Ἀττικῶς λέγεται, οὗ κλίσις χοέως χοῶς ὡς Πειραιῶς. ἀναλογία δὲ αὐτοῦ κατὰ τὸ βῶν. ὡς γὰρ βοῦς βῶς Δωρικῶς, οὕτω καὶ χοῦς χῶς. Ὅρα δὲ καὶ ἐν τῷ «οὐχὶ μεθίει» τὸ οὐχί ἐπίρρημα, ἐξ οὗ ὀρθῶς ἂν ἐν συναλιφῇ ἐκθλιβείη τὸ δίχρονον, ὥστε οἱ ἐν τῷ οὐχʼ οὕτως καὶ τοῖς ὁμοίοις μὴ τιθέντες ἀπόστροφον ὡς μόνου τοῦ χι στοιχείου μεσολαβοῦντος διὰ καλλιφωνίαν, καθὰ τοῦ κ ἐν τῷ οὐκ ἔχω καὶ οὐκ ἄγω καὶ τοῖς τοιούτοις, οὐκ ἀσφαλῶς ἐνίστανται. τὸ μὲν γὰρ οὔκ εὕρηται χωρὶς τοῦ ἰῶτα, οὔχ δὲ οὐχʼ εὕρηταί τις εἰπών. Σημείωσαι δὲ ὅπως εὐμεθόδως Ὅμηρος Πάτροκλον τὸν πρὸ ὀλίγου χασάμενον πολλὸν ὀπίσω συνήγαγεν εἰς μάχην τῷ Ἕκτορι, πεσούμενον ὑπʼ αὐτῷ. Τὸ δὲ ἐριδαίνειν ἀλλήλοις ἀνέμους ὥστε κινεῖν ὕλην ὡς ἐπὶ ἐμψύχων τῶν ἀνέμων γλυκέως εἴρηται κατὰ ἔθος Ὁμηρικόν. Τὸ δὲ «βαθέην» ἀξιόλογον ὕλην δηλοῖ οὐ μόνον δασεῖαν, ὃ καὶ θάμνοι ποιήσαιεν ἄν, <!-- 3.929 -->ἀλλὰ καὶ μεγαλόδενδρον, καὶ οὕτω βαθεῖαν, διὰ τὸ ἔχειν φηγὸν καὶ μελίην καὶ τὰ τοιαῦτα. Φυσικῶς δὲ ἔχει τὸ «βαθέην» καθʼ ὁμοιότητα τοῦ «ὠκέα Ἶρις» καὶ τῶν τοιούτων, ὡς ἐκ τοῦ βαθύς βαθέος, ὠκύς ὠκέος, ὅθεν προσλήψει τοῦ ἰῶτα ἡ βαθεῖα καὶ ἡ ὠκεῖα γέγονε. Τανύφλοιος δὲ κράνεια πρὸς διαστολὴν φηγοῦ καὶ μελίης, ὧν ὁ φλοιὸς οὐ ταναός, ἤγουν τετανὸς καὶ οἷον ἱμαντώδης. ὁ γὰρ τῆς κρανείας τοιοῦτος. Τὸ δὲ «πρὸς ἀλλήλας ἔβαλον» τὸ συνέβαλον δηλοῖ, ὃ διὰ πυκνότητα γίνεται. τοῦτο δὲ συγγενές ἐστι πρὸς τὸ συνάγειν, ἐξ οὗ ὥρμηται ἡ ῥηθεῖσα παραβολή. Τὸ δὲ «τανυήκεας ὄζους» παραγωγήν, φασί, μόνην ἔχει ἀπὸ τοῦ τανύω, καὶ δηλοῖ τοὺς μακρούς. ἐν μέντοι τῷ «τανύηκες ἄορ» ἔγκειται τῇ λέξει, φασί, τὸ ἀκή, ὅ ἐστιν ὀξύτης. γίνεται γὰρ παρὰ τὸ τανύω καὶ τὴν ἀκήν, τὴν ὀξύτητα. Τὸ δὲ «ἠχῇ θεσπεσίῃ» ἢ πρὸς τὸ πολεμιζέμεν εἴρηται ἢ πρὸς τὸ ἀγνυμενάων. ἐν ἀμφοῖν γὰρ ἠχὴ γίνεται. Τὸ δὲ «οὐδʼ ἕτεροι μνώοντο» ἀντὶ τοῦ οὔτε οἱ Τρῶες οὔτε οἱ Ἀχαιοί. ἐπὶ δύο γάρ τινων καὶ νῦν κυριολεκτεῖται ἡ λέξις τοῦ «οὐδʼ ἕτεροι». Ὅτι πολλὴν ἐν πολέμῳ βελῶν ἄφεσιν δηλοῖ περὶ Κεβριόνου ῥηθὲν τὸ πολλὰ τὸν δεῖνα «ἀμφʼ ὀξέα δοῦρα πεπήγει ἰοί τε πτερόεντες ἀπὸ νευρῇφι θορόντες, πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξε μαρναμένων ἀμφʼ αὐτόν». Οἷς ἐπάγει ὁ ποιητὴς λόγον ἠρέμα παθητικόν, τὸ «ὃ δὲ στροφάλιγγι κονίης κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων». Καὶ ὅρα τὸ τοῦ στίχου τούτου ὁλοδάκτυλον, μέγεθος ἔχοντος <!-- 3.930 -->μετρικὸν καὶ συνεπεκτεινομένου τῷ μεγαλείῳ τοῦ κειμένου καὶ συνεξομοιουμένου ὡς οἷόν τε. ἔχει δέ τι ὄγκου σεμνοῦ ἐνταῦθα καὶ τὸ α πλεονάσαν. τούτῳ δὲ ὁμοίως ὁλοδάκτυλοι καὶ οἱ ἐφεξῆς δύο στίχοι, συνεπικουροῦντες εἰς πλέον τῇ φραστικῇ σεμνότητι ἐν τῇ μακροτέρᾳ διατριβῇ. Φησὶ γὰρ «ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, τόφρα μὲν ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός». οἳ δὴ στίχοι καὶ ἀλλαχοῦ ἐποιήθησαν, εἰωθότος Ὁμήρου μετρεῖν ὥρας ἡμέρας τε καὶ νυκτός. Ὃς καὶ τὸ ἐφεξῆς «ἦμος δʼ ἠέλιος» ἀλλαχοῦ μὲν ἀναπληροῖ διὰ τοῦ «μέσον οὐρανὸν ἀμφιβεβήκει», ἐνταῦθα δὲ διὰ τοῦ «μετενίσσετο βουλυτόνδε», ὅτε καί φησιν, ὡς ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν, σεμνύνων καὶ οὕτω τοὺς Ἀχαιοὺς προσπαθῶς. ἄλλως γὰρ οὐκέτι πρὸς Τρώων ἡ αἶσα ἦν, ὡς αὐτὸς ὁ ποιητὴς φθάσας προεξέθετο. Καὶ οὕτω μέν, ὡς ἐρρέθη, σεμνὸν ἐν τοῖς ῥηθεῖσι στίχοις τὸ ὁλοδάκτυλον. τὸ μέντοι ἐν Ὀδυσσείᾳ «τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν» σεμνὸν μὲν διὰ τοὺς σπονδείους, ἐπίτροχον δὲ διὰ τὸ ὀλιγοσύλλαβον. καὶ ἔστιν οἰκεῖον ἐπιφωνούμενον ἐκεῖ νέοις κατὰ σπουδὴν ὁδεύουσιν. Ἰστέον δὲ ὅτι τε τὸ «ἰοὶ ἀπὸ νευρῇφι θορόντες» ὅμοιόν ἐστι πρὸς τὸ «ἔβαλεν ἰῷ ἀπὸ νευρῆς», καὶ ὅτι τὸ μεγαλωστί ἀπὸ τοῦ μεγάλως γέγονε πλεονάσαντος τοῦ τι ἐπεκτατικῶς, ὡς καὶ ἐν τῷ οὔ τι καὶ οὕτω τι καὶ τοῖς ὁμοίοις. καθʼ ὅμοιον δὲ τρόπον γίνεται καὶ τὸ νεωστί. Τὸ δὲ νίσσεσθαι πρωτότυπον δοκεῖ, καθὰ καὶ τὸ λίσσεσθαι. εἰ γὰρ κατά τινας ἀπὸ τοῦ νέω ἦν, εἶχεν ἂν διὰ διφθόγγου <!-- 3.931 -->τὴν ἄρχουσαν. εἰ μὴ ἄρα ὁ ῥηματικὸς χαρακτὴρ εἰς τοῦτο ἐκώλυεν ὁ τοῦ λίσσω, πτίσσω καὶ τῶν ὁμοίων. κεῖται δὲ περὶ τῆς λέξεως ταύτης καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν χρήσιμά τινα. Βουλυτὸς δέ, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ὁ πρὸς ἑσπέραν καιρός, ὁ δειλινός, ὅτε τοῦ ἐργάζεσθαι τοὺς βόας λύομεν. Ἐν τούτοις δὲ φαίνεται καὶ περισσὸς κεῖσθαι σύνδεσμος ὁ και διʼ ἀπαρτισμὸν ἀναγκαίου δακτύλου. Εἰπὼν γάρ· ἦμος δʼ ἠέλιος ἦν περὶ βουλυτόν, ἐπάγει «καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν». Ἔνθα καὶ ὁ ῥα σύνδεσμος, οὐ πρὸς ἀνάγκην ἀλλʼ ὄγκου χάριν καὶ μύσεως ἀχασμήτου ἐρροίζησεν. Ὅτι πολυγνώμων ὁ ποιητὴς ὢν ἤδη πρὸς τῷ θανεῖν γεγονότα τὸν Πάτροκλον σεμνύνει ἀριστείᾳ λαμπρᾷ, εἰπὼν «τρὶς μὲν ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ, σμερδαλέα ἰάχων», κατὰ μεγαλοφωνίαν πρέπουσαν στρατηγῷ, «τρὶς δʼ ἐννέα φῶτας ἔπεφνε». Καὶ ὅρα ὡς καὶ νῦν συνήθως ὁ φιλόμουσος Ὅμηρος ἀριθμῷ τελείῳ ἐχρήσατο μετροῦντι τὰς Μούσας. Τὸ δὲ «ἀτάλαντος Ἄρηϊ» διήρθρωται εἰς σαφήνειαν πλέον ἤπερ τὸ «δαίμονι ἶσος», ὅπερ καὶ πρὸ ὀλίγων ἔφη, καὶ εὐθὺς δὲ ἐφεξῆς ἐρεῖ περιπαθῶς ἐπισυνάπτων τὸ τοῦ Πατρόκλου κακόν. Ἐπάγει γὰρ «ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, ἔνθʼ ἄρα τοι, Πάτροκλʼ, ἐφάνη βιότοιο τελευτή». λάθρᾳ γὰρ ἤντετο Φοῖβος δεινὸς καὶ ἐποίησε τὰ ῥηθησόμενα. Καὶ ἰδοὺ ἀπροσδόκητος καὶ αὕτη ἀποστροφή. ὁμιλῶν γὰρ κἀνταῦθα ὁ ποιητὴς διηγηματικῶς τῷ ἀκροατῇ περὶ Πατρόκλου στρέφει τὸν λόγον αἴφνης ἐνδιαθέτως πρὸς αὐτὸν δὴ τὸν Πάτροκλον, λυπηρῶς ἐπʼ ἐκείνῳ διατιθέμενος καὶ συναχθόμενος, ὡς οἱ παλαιοί φασι, τῷ Ἀχιλλέως ἑταίρῳ, τῷ τοὺς Ἀχαιοὺς περιποιησαμένῳ, τῷ φιλοίκτῳ, τῷ συμπαθεῖ, τῷ ἐνηεῖ. προσφωνήσει δὲ αὐτὸν ὁμοίως καὶ εἰσέτι <!-- 3.932 -->δὶς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ. Ὅρα δὲ καὶ ὡς οὐκ εἶπεν οὐδὲ νῦν ἁπλῶς τελευτὴν τὸν θάνατον, ἀλλὰ μετὰ προσθήκης βιότοιο τελευτήν. ἁπλῶς μὲν γὰρ τελευτὴ τέλος παντὸς πράγματος καὶ τελευτᾶν τὸ πληροῦν, ἐπὶ δὲ θανάτου χρεία προσθήκης, οἷον τελευτὴ βίου καὶ τελευτᾶν ζωήν. ὕστερον μέντοι ταῦτα κατά τι ἰδιάζον δίχα προσθήκης ἐπὶ θανάτου κεῖνται, ὡς καὶ συμφορὰ ἦν μὲν ὅτε χρηστὴν ἐδήλου φοράν, ἤτοι ἀπόβασιν, ὡς τὸ «ἐπὶ συμφοραῖς γεγηθός μοι ἕρπει δάκρυον ὀμμάτων ἄπο». ἡ δὲ νεωτέρα χρῆσις οὐ μέσως ἔχειν ἀφῆκε τὴν λέξιν, ἀλλʼ ἐπὶ κακοῦ περιώρισε, συμφορὰν λέγουσα τὴν ἐπὶ οὐκ ἀγαθοῖς τύχην. Ὅτι δὲ τοῦ βιότου τὸ θηλυκὸν ὀξύνεται, δῆλον. βιοτὴ γάρ, ὁμοίως τῷ χόλος χολή, ὦνος ὠνή καὶ τοῖς τοιούτοις. Ὅρα δὲ τὸ «ἤντετο» δοτικῇ συνηθέστερον συνταχθέν, εἰ καὶ πρὸ τούτων ἄλλως ἔσχεν ἐν τῷ «ἀντήσω τοῦδʼ ἀνδρός». Δῆλον δʼ ὅτι διφορουμένου θέματος προῆκται τὸ ἤντετο καὶ τὸ ἀντήσω. τοῦ μὲν γὰρ ἄντω τὸ θέμα, οὗ μέλλων οὐχʼ εὕρηται, τοῦ δὲ ἀντῶ, ὡς βοῶ. Τὸ δὲ «ἤντετο δεινός» ἔχει τι δριμύτητος. οἱονεὶ γάρ φησιν, ὡς οὐχὶ πρᾷος τῷ Πατρόκλῳ ἐπέλασεν ὁ Ἀπόλλων, ἀλλʼ ὡς αὐτὸ δὴ τοῦτο Ἀπόλλων. καὶ ἄλλως δὲ φάναι, οὐχʼ ὡς οὔλιος Φοῖβος, ἤγουν ὑγιαστικὸς καὶ ὁλότητος ποιητικός, ἐξ οὗ καὶ οὔλειν τὸ ὑγιαίνειν, ἀλλʼ ὡς ἕτερον τρόπον οὔλιος, ἤγουν ὀλέθριος. Ὅτι ἀκόλουθον ἦν τῷ πρὸς Πάτροκλον ποιητικῷ πολλῷ οἴκτῳ σεμνῦναι καινότερον καὶ τὸν αὐτοῦ θάνατον. οὔκουν Ἕκτωρ πρῶτος αὐτὸν βάλλει, ὁ πάνυ φιλοτιμούμενος τοῦτο, οὐ μὴν ἀλλʼ οὐδὲ δεύτερος, φθάνει δὲ κακῶς αὐτὸν διαθέμενος πρῶτος ὁ Φοῖβος, οἷς ἔπληξέ τε καὶ ἀφώπλισε καὶ ἔθελξεν, ὡς δειχθήσεται. εἶτα δεύτερος ἐπελθὼν Εὔφορβος βάλλει μετάφρενον. ἐφʼ οἷς ὁ Ἕκτωρ οὐτάζει ἐς κενεῶνα καὶ ῥίπτει τὸν ἥρωα, μέγα ποιήσας οὐδὲν κατὰ τὴν Ὁμηρικὴν διασκευήν. ὃ καὶ Πάτροκλος ἐπισημανεῖται, ὅτε εἴπῃ «σὺ δέ με τρίτος ἐξεναρίζεις», οἱονεὶ λέγων ὅτι Φοῖβος μὲν καὶ Εὔφορβος ἔκτανόν με, σὺ δὲ οὐχʼ οὕτως, ἀλλὰ πεφονευμένον εὑρὼν ἀριστεῖον ἀποίσῃ τὰ ἔναρα. Διὸ καὶ οὐ γενναῖον αὐτὸν θεωρήσας ἐπάγει τὸ θρυλούμενον, ὡς «τοιοῦτοι <!-- 3.933 -->εἴ πέρ μοι εἴκοσιν ἀντεβόλησαν», ἔπεσον ἄν. Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι θεραπεία ἐνταῦθα προκαταβέβληται τῆς ἐς ὕστερον ἐπὶ τῷ Ἕκτορι πλασματικῆς διασκευῆς. Εἰ γὰρ καὶ Ἀθηνᾶ που ἀπατήσει τὸν Ἕκτορα πρὸς ἄμυναν Ἀπόλλωνος τοῦ νῦν τὸν Πάτροκλον βλάψαντος, οὐκ ἂν εἴη καινόν, ἥγε καὶ ἐν τῷ Ἐπιταφίῳ ἀποβαλόντος τοῦ Διομήδους τὴν μάστιγα χόλῳ Ἀπόλλωνος αὐτὴ τὸν ἄξονα κατακλᾷ τοῦ τῷ Ἀπόλλωνι φίλου Εὐμήλου. ἀλλὰ ταῦτα μὲν ὕστερον. Τῷ τέως δὲ σεμνύνων τε τὰ κατὰ τὸν Πάτροκλον ὁ ποιητὴς καὶ ἔλεον δὲ κινῶν ἐπʼ αὐτῷ λέγει, ὅτι ἠέρι πολλῇ κεκαλυμμένος ἀντεβόλησε Φοῖβος τῷ Πατρόκλῳ, ταὐτὸν δʼ εἰπεῖν ἤντετο ἐν ὑσμίνῃ, ὡς ἐρρέθη. Διὸ αὐτὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησε, «στῆ δʼ ὄπιθε, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε. τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλεν», ἤγουν ἔρριψε, «Φοῖβος Ἀπόλλων, ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι αἵματι καὶ κονίῃσι, πάρος γε μὲν οὐ θέμις ἦεν ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν, ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον ῥύετʼ Ἀχιλλῆος. τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν ᾗ κεφαλῇ φορέειν». Ἐφʼ οἷς, ὡς εἰκός, παθαινόμενον τὸν φιλέλληνα παραμυθεῖται προαναφωνητικῶς ὁ ποιητὴς εἰπὼν «σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος» ὥστε οὐδʼ ἐπὶ πολὺ φορήσει αὐτήν. καὶ ἦν μὲν παράδοξον καὶ ἡ διὰ τοῦ Φοίβου ἀποβολὴ τῆς κυνέης, οὐ τοσοῦτον δέ. εἰκὸς γὰρ ἦν δόξαι καὶ κατὰ τύχην αὐτὴν καταπεσεῖν. τὸ δὲ ἐπαγόμενον πάνυ τερατῶδες καὶ οἷον μὴ τυχαῖον εἰπεῖν. Φησὶ γὰρ «πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη», τουτέστιν ἐάγη, αὐτόματον δηλαδή, «δολιχόσκιον ἔγχος, βριθύ, μέγα, στιβαρόν, κεκορυθμένον. αὐτὰρ ἀπʼ ὤμων ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα, λῦσε δέ οἱ θώρηκα» Φοῖβος. «τὸν δʼ ἄτη φρένας εἷλεν», ὡς οἷον ἀεσίφρονα, «λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα», ὡς μηκέτι μηδὲ κυρίως αὐτὰ λέγεσθαι ἅψεα, «στῆ δὲ ταφών». καὶ ταῦτα μὲν τὰ ἐκ τοῦ Φοίβου. ἐξ ὧν πρόχειρος εἰς φόνον τῷ βουλομένῳ Πάτροκλος ἕστηκεν ἐνεὸς μείνας καί, ὡς προελέχθη, θελχθείς. Εἰ γὰρ ἡ λέξις νῦν ἐσιγήθη, ἀλλὰ πραγματικῶς θελχθῆναι φαίνεται ὁ ἥρως. τὸ γὰρ «στρεφεδίνηθεν ὄσσε» καὶ ἡ τῶν φρενῶν ἄτη καὶ ἡ τῶν μελῶν ὑπέκλυσις <!-- 3.934 -->καὶ ἡ μετʼ ἐκπλήξεως στάσις ἔκστασίν τινα καὶ φύσεως ἀργίαν ἐν τῷ Πατρόκλῳ δηλοῖ, ὁποῖόν τι καὶ τὸ θέλγειν ἐστίν. ὃ φράσαι πρὸς ὄνομα μὴ θελήσας ὁ ποιητὴς πραγματικῶς διεσάφησεν. Εἰ δὲ μὴ καὶ πλήττει ξίφει ὁ Φοῖβος ἢ δόρατι τὸν Πάτροκλον, Ὁμηρικὴ καὶ τοῦτο δεινότης. οὐ γὰρ βροτολοιγὸς κατὰ τὸν Ἄρην αὐτός, καὶ οὐδὲ εἰς ἀλληγορίαν εὔοδον ἦν τοῦτο. εἴτε γὰρ ἥλιος ὁ Ἀπόλλων εἴτε τις εἱμαρμένη, οὐ πιθανῶς ἂν ποιηθείη ξίφει πλήττων τινά, ἔκπληξιν δέ τινα, ὡς ἐρρέθη, ἐμποιῶν, ὁποῖα πολλὰ δαιμονίως γίνονται. καὶ τοιάδε μέν, ὡς εἴρηται, τὰ κατὰ τὸν Φοῖβον καὶ οὕτω τὸν Πάτροκλον αὐτὸς ἀναιρεθῆναι προεστήσατο. Ὄπιθε δέ, φησίν, «μετάφρενον ὀξέϊ δουρὶ ὤμων μεσσηγύς», ἢ μεσσηγύ, «σχεδόθεν βάλε Δάρδανος ἀνὴρ Πανθοΐδης Εὔφορβος». Ὃν καὶ σεμνύνων, ἵνα μὴ καί τις ἀχρεῖος ἀνὴρ ἐπιτολμῆσαι δόξῃ τῷ Πατρόκλῳ, ἐπαινεῖ εἰπὼν «ὃς ἡλικίην ἐκέκαστο ἔγχεΐ τε ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισιν», ὃ δὴ ἔπαινος ἀριστέως ἐστί. Καὶ εἰς δεῖγμα τῆς τοῦ Εὐφόρβου ἀνδρίας προφέρει τὰ ἑξῆς. «καὶ γὰρ δή ποτε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων, πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο. ὅς τοι πρῶτος ἐφῆκε βέλος, Πατρόκλεις ἱππεῦ. οὐδʼ ἐδάμασσʼ. ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ, ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε Πάτροκλον γυμνόν περ ἐόντα ἐν δηϊοτῆτι». «Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς ἂψ ἑταίρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων». Ἕκτωρ δὲ ἰδὼν καὶ ἀναχαζόμενον καὶ βεβλημένον ἀγχίμολον «ἦλθε κατὰ στίχας, οὔτα δὲ δουρὶ νείατον ἐς κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν. δούπησε δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν». Καὶ ὅρα τὸ «γυμνόν περ ἐόντα», διʼ οὗ καταβάλλει ἀχρειῶν σαφῶς τὴν τοῦ βαλόντος ὀφρύν, ὃς γυμνῷ τῷ Πατρόκλῳ ἐπελθὼν ἐνήργησεν, ὡς μὴ ἄλλως ἂν καταπονηθέντι, εἰ μὴ οὕτως ἐγυμνώθη. Ὅρα δὲ καὶ τὸ «θεοῦ πληγῇ» μέσως λεχθέν. οὐ γὰρ τὴν διὰ καταπρηνοῦς χειρὸς μόνον δηλοῖ, ἀλλὰ καὶ τὴν ἄλλως, ὡς εἰπεῖν, θεοπληξίαν καὶ θέλξιν. Ἰστέον δὲ ὅτι τε τὸ οὐκ ἐνόησε ταὐτόν ἐστι τῷ οὐκ εἶδε διὰ τὸ κεκαλύφθαι δηλαδὴ τὸν Ἀπόλλωνα ἠέρι πολλῇ, τουτέστιν ἀορασίᾳ, σκοτώσει, νεφώσει. καὶ ἔστιν ὁ νοῦς τῆς λέξεως φιλόσοφος. ὡς γὰρ νοῦς ἀκούει, οὕτω καὶ νοῦς ὁρᾷ. οὐκοῦν κυρίως ὁρᾶν τὸ καὶ νοεῖν ἐστι, <!-- 3.935 -->καὶ ὅτι τὸ στρεφεδινεῖν ἐκ τοῦ στρέφειν καὶ δινεῖν σύγκειται ταὐτοσήμων λέξεων, ὁποῖαι καὶ ἄλλαι ἐν τῇ δʹ ῥαψῳδίᾳ κεῖνται, ὅπου καὶ περὶ καπυροῦ ἐρρέθη, ὡς ἐκ τοῦ καίειν καὶ πυροῦν ταὐτολογικῶς ἡ λέξις συντέθειται, ἀφʼ ἧς καὶ καπυρίδια παρὰ τῷ Δειπνοσοφιστῇ τὰ καλούμενα, φησί, καὶ τράκτα. Καὶ ὅρα τὴν ἐπὶ ἄρτου χρῆσιν παλαιὰν τοῦ τράκτου. Ἐν δὲ τῷ τοιούτῳ τόπῳ, καὶ φοῦρνον ἐκεῖνός φησι κοινότερον, οὗ παρώνυμον ἱστορεῖ φουρνίκιον ἄρτον, καθὰ τοῦ κλιβάνου τὸν κλιβανίκιον. Τὴν δὲ κυνέην πλείονος ἠξίωσε λόγου Ὅμηρος, οὕτω δόξαν αὐτῷ διὰ τὴν τοῦ θείου φίλου Πηλείδου κεφαλήν. διὸ καὶ φιλοτιμεῖται τὴν ἐπʼ αὐτῇ φράσιν, αὐλῶπιν καὶ αὐτὴν εἰπὼν τρυφάλειαν καὶ ἱππόκομον πήληκα καὶ ἀμίαντόν ποτε τὰς περὶ τὸν λόφον ἐθείρας καὶ οἵαν μὴ θεμιτὴν εἶναι γῇ πελάζειν. Ἔνθα ὅρα ὅτι καὶ ἐπὶ ἵππου ἔθειρα καὶ κόμη λέγεται, καὶ ὅτι τὸ μιαίνεσθαι κονίῃσι δὶς ἔφη ταὐτολογήσας, καὶ ὅτι διαφόρως κονίην ἑνικῶς καὶ κονίας πληθυντικῶς πολλαχοῦ φησι, καὶ ὅτι τὸ «οὐ θέμις» ἢ ἀντὶ τοῦ οὐ δυνατόν, καθὰ καὶ ἀλλαχοῦ ἡρμήνευται, ἢ ἀντὶ τοῦ ἀθέμιτον. οὐ γὰρ ἁπλῶς ἀνδρὸς ἀλλʼ ἀνδρὸς θείου ἐπύκαζε κεφαλήν. Τὸ δὲ «χαρίεν» δῆλον ὡς ἐπὶ ὀνόματος παροξύνεται, καθὰ δηλοῖ καὶ τὸ χαρίεν πρόσωπον, καὶ παρὰ Ἀθηναίῳ τό· ἡ νάρκη χαρίεν βρῶμα γίνεται. καὶ ἀπαιτεῖ τοῦτο ἡ ἀναλογία τοῦ τιμῆεν, φωνῆεν, αἰγλῆεν καὶ τῶν ὁμοίων. τὸ δὲ προπαροξυνόμενον Ἀττικόν ἐστιν, ἐπιρρηματικῶς προενεχθὲν καὶ ἀντὶ τοῦ χαριέντως νοηθὲν παρὰ τοῖς ὕστερον. ὁ δὲ λέγων χάριεν μέτωπον προπαροξυτόνως αἰσχύνει τὸ χαρίεν τῆς ἀναλογίας τῷ βαρβαρισμῷ. Ταὐτὸν δὲ χαρίεν εἰπεῖν καὶ καλόν. διὸ καὶ ἔφη «χαρίεν ᾔσχυνε πρόσωπον». ἀντιπίπτει γὰρ τῷ καλῷ καθὰ τὸ αἰσχρόν, οὕτω καὶ τὸ αἰσχύνειν. Τὸ δὲ «ἀνδρὸς θείου <!-- 3.936 -->κάρη ῥύετʼ Ἀχιλλῆος» ἐκείνου ἔχεται τοῦ χωρίου, ἔνθα κεῖται τὸ «ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν». Τὸ δὲ «βριθὺ μέγα στιβαρόν» οὐ κατὰ τὴν Πηλιάδα νοητέον μελίαν, ἣν οὐδεὶς ἕτερος ἠδύνατο πῆλαι, ἀλλʼ ὡς ἐνεχώρει τοιοῦτον εἶναι τὸ κατὰ τοὺς λοιποὺς ἥρωας δόρυ. Τὸ δὲ κεκορυθμένον, περὶ οὗ πολλαχοῦ δηλοῦται, νῦν μὲν ἐλλιπές, τὸ δὲ πλῆρες ἐν τῷ «κεκορυθμένον χαλκῷ» ἢ «αἴθοπι χαλκῷ». Τερμιόεσσα δὲ καὶ νῦν ἀσπὶς ἡ ἐν ἄλλοις ποδηνεκής. Λύεται δὲ θώραξ τῆς ζώνης πάντως ἀφαιρεθείσης, ὅπερ ἐνταῦθα σεσίγηται ὡς μὴ ἀναγκαῖον ἐκφωνηθῆναι. ἀστεῖον δὲ τὸ εἰπεῖν ὡς λυθέντος τοῦ θώρακος λύθεν ὑπὸ φαίδιμα γυῖα τῷ Πατρόκλῳ. Τὸ δὲ «ὄπιθεν» ἀπέλευσιν καὶ νῦν ἔπαθε τοῦ σ διʼ ἀνάγκην μέτρου. Τὸ δὲ «στῆ δὲ ταφών» ἐνταῦθα μάλιστα καιρίως εἴρηται. Σημείωσαι δὲ τὸ «σχεδόθεν βάλεν» Εὔφορβος. οὐ γὰρ οὔτασε κατὰ τὴν δύναμιν τοῦ σχεδόθεν, ἐφῆκε δέ, φησί, βέλος οἷα ὑποδεδιώς. διὸ καὶ ἀναχωρεῖ. οὐ μὴν οὐδʼ ἁπλῶς ἔβαλε πόρρωθεν, ἀλλὰ σχεδόθεν. οὐ γὰρ πάνυ λίαν ἐδειλία τὸν γυμνόν. οὕτω δὲ καὶ Ἕκτωρ ἀγχίμολον ἐλθὼν οὔτασε καὶ σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα. τί γὰρ ἂν καὶ ἔδεισεν εἰς τὸ πᾶν τὸν καὶ ἀφωπλισμένον καὶ ἤδη φεύγοντα; διὸ καὶ ὠτειλὴν ἐρεῖ τὸ ἐκεῖθεν ἕλκος. Ἐν οἷς ὅρα καὶ ὅτι ταὐτὸν τὸ σχεδόθεν καὶ τὸ ἀγχίμολον. Ὁ δὲ Δάρδανος ἀνήρ πρὸς διαστολὴν Τρωϊκοῦ κεῖται, εἴπερ οἱ Ἰλιεῖς εἰς Τρῶας καὶ Δαρδάνους διῄρηνται. Τὸ δὲ Πανθοΐδης διασαφητικόν ἐστι τοῦ Δάρδανος ἀνήρ, ἵνα μὴ ἄδηλος εἴη καὶ αὐτὸς κατὰ τὸν ἐν τῇ Βοιωτίᾳ ἐκεῖνον Δάρδανον ἄνδρα, περὶ οὗ ἀμφιβολία ἐκεῖ πολλή. Γίνεται δὲ ὁ Πανθοΐδης ἐκ τοῦ Πάνθοος. ὡς ἐκ τοῦ Βοηθόος ὁ ἐν Ὀδυσσείᾳ Βοηθοΐδης Ἐτεωνεύς. Ἐν δὲ τῷ «ἡλικίην ἐκέκαστο» πρόθεσις λείπει, ἵνα ᾖ, ὅτι κατὰ τοὺς ὁμήλικας ἢ περὶ τοὺς ὁμήλικας ἦν τοιόσδε ὁ Εὔφορβος. Τὸ δὲ «βῆσεν ἀφʼ ἵππων» ἢ ἀντὶ τοῦ ἀνελών κατέρριψεν ἢ ἀντὶ ἐκ τῶν ὀχημάτων ἀνέτρεψε. Σύνηθες γάρ, φασί, τοῖς ἀρχαίοις ἁρματομαχεῖν ἐσφαιρωμένοις χρωμένους δόρασιν. Ὅτι δὲ ὁ τοῦ Εὐφόρβου ἔπαινος αὔξει τὴν τοῦ Πατρόκλου ἀρετήν, εἴγε ὑπὸ τοιούτου βέβληται, καὶ πρὸ βραχέων ὑπεδηλώθη. Ὅρα δὲ καὶ ὅτι γενικῇ συνέταξε τὸ διδάσκεσθαι, εἰπὼν «διδασκόμενος πολέμοιο», <!-- 3.937 -->ἀσυνήθως τοῖς πολλοῖς, ὁποῖόν τι καὶ τὸ «ἐπειγόμενός περ ὁδοῖο». γίνεται δὲ ἡ τοιαύτη σύνταξις ἢ κατʼ ἔλλειψιν, ἵνα ᾖ διδασκόμενος περὶ πολέμου, ὥσπερ καὶ ἐπειγόμενος ἐπὶ ὁδοῦ, ἢ καὶ ἄλλως, καθʼ ὁμοιότητα τοῦ εἰδώς. ὡς γὰρ ἐκεῖνο γενικὴν ἔχει σύνταξιν, ὅτε ληφθῇ ἀντὶ τοῦ εἴδησιν ἔχων, οὕτω καὶ τὸ διδασκόμενος συντάσσοιτο ἂν γενικῇ ἀναλυθὲν εἰς τὸ διδασκαλίαν ἔχων. Ἰστέον δὲ ὅτι Εὔφορβος ἀναπτυσσόμενος ἐτυμολογικῶς εἴη ἂν εὐτραφής, ἵνα διαστέλλοιτο τοῦ ἰσχνοῦ καί, Ἀττικῶς εἰπεῖν, λίσπου. Δῆλον δʼ ὅτι ἐκ τοῦ φέρβω, τουτέστι τρέφω, ἐξ οὗ καὶ φορβὰς γυνὴ παρὰ Σοφοκλεῖ, φασίν, ἐν Φοίνικι, ἡ πολλοῖς προσομιλοῦσα τροφῆς χάριν, ἢ καὶ ὡς οἷον φορβάς, ἤγουν γῆ, κατὰ τὸ «φορβάδος ἔκ τε γᾶς ἑλεῖν». Τοῦτο δὲ διὰ τὸ χαμαὶ κεῖσθαι καὶ οὕτω σποδεῖσθαι κατὰ τὴν κωμῳδουμένην σποδησιλαῦραν, καθὸ καὶ χαμαιτύτη λέγεται. ἡ δὲ ῥηθεῖσα ἔννοια καὶ ἐργάτιν τὴν τοιαύτην ἐθέλει καλεῖσθαι γυναῖκα καὶ παχεῖαν δὲ διὰ τὸ πολύτροφον, ἤδη δὲ καὶ πανδοσίαν παρὰ Ἀνακρέοντι. ἀκόλουθον δὲ τῇ πανδοσίᾳ καὶ τὸ δῆμον αὐτὴν λέγεσθαι παρὰ Ἀρχιλόχῳ, καθὰ καὶ λεωφόρον, ὡς Ἀνακρέων. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ «ἐφῆκε βέλος» διαφοράν τινα ἔχειν δοκεῖ πρὸς τὸ ἀφῆκε, καὶ συντελεῖ τι πρὸς τὸ «σχεδόθεν βάλεν». οἱονεὶ γάρ φησιν, ὡς οὐκ ἀφῆκε βέλος μακρόθεν, ἀλλʼ ἐφῆκεν, ἤτοι ἐνέβαλεν, ἐγγύθεν. Τὸ δὲ «αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ» ἶσόν ἐστιν εἰς νοῦν τῷ «ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο». μετʼ ὀλίγα δὲ καὶ ἂψ ἀναχάζεσθαι λέγει τὸ αὖτις ἀναδραμεῖν. ἐν τοῖς ἐφεξῆς δὲ σαφέστερον φράζων ἀναχωρῆσαι τοῦτό φησι. Τὸ δὲ «ἁρπάξας» δειλίαν καὶ αὐτὸ τοῦ Εὐφόρβου κατηγορεῖ. οὐ γὰρ ἁπλῶς ἐξέσπασε δόρυ ἐκ τοῦ Πατρόκλου, ἀλλʼ ἁρπάξας, μὴ καὶ πάθοι τι κακὸν ὑπὸ τοῦ γυμνοῦ. Τὸ δὲ «οὐδʼ ὑπέμεινεν» ἀντὶ τοῦ οὐκ ἐκαρτέρησεν, ὅπερ ἀνέμεινέ φασιν οἱ μεθʼ Ὅμηρον. ὅτι δὲ ἐκ τοῦ τοιούτου ὑπομένειν καὶ ἡ ὑσμίνη κατά τινας, ἤδη προγέγραπται. Ὅτι μὴ οἷός τε ὢν ὁ ποιητὴς ἐν τοῖς μεγάλοις ἀπέχεσθαι τοῦ παραβολικοῦ ὡς ἐν ποιήσει ἀρτύματος λέγει καὶ ἐνταῦθα οὕτως «ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ, ὥ τʼ ὄρεος κορυφῇσι μέγα <!-- 3.938 -->φρονέοντε μάχεσθον πίδακος ἀμφʼ ὀλίγης, ἐθέλουσι δὲ πιέμεν ἄμφω, πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίῃφι, ὣς πολέας πέφνοντα Πάτροκλον Ἕκτωρ ἔγχεϊ θυμὸν ἀπηύρα», ἤγουν ἀνεῖλε. Καὶ ὅρα τὸ «πίδακος ἀμφʼ ὀλίγης». Ἐν γὰρ ἀφθόνως ῥέοντι ὕδατι οὐκ εἰκὸς αὐτοὺς εἰς μάχην ἐλθεῖν. ἐν δὲ βραχείᾳ πίδακι διὰ πολὺ δίψος ἀποθρασυνθείη ἂν κατὰ λέοντος ὁ σῦς, ἔνθα καὶ ὥσπερ ἆθλον πρόκειται τῷ νικήσαντι τὸ ποτόν. Ὥσπερ δὲ λέοντα καὶ σῦν ἡ παραβολὴ αὕτη συνήγαγε μάχεσθαι διὰ πολὺ δίψος, οὕτω πρὸ ταύτης δύο λέοντας τὸ πεινᾶν, ὡς καὶ προσεσημείωται. Νοητέον δὲ ὡς τῇ ὀλίγῃ παραβολικῇ πίδακι, περὶ ἧς τὰ ῥηθέντα θηρία μάχονται, ἀναλογοίη ἄν τι τὸ στενὸν καὶ οὕτω ὀλίγον τοῖν στρατοῖν μεταίχμιον. Ὅρα δὲ καὶ ὅτι τὸν μὲν σῦν, ᾧ παραβάλλει τὸν Πάτροκλον, ἐπιθέτῳ ἐκόσμησεν, ἀκάμαντα εἰπών, τὸν δὲ λέοντα δίχα ἐπιθέτου προήγαγεν, οὐ θέλων καὶ αὐτὸν σεμνῦναι διὰ τὸ ἐπὶ τῷ Πατρόκλῳ πάθος. Τὸ δὲ μέγα φρονεῖν ἀμφοῖν ἐκοινώσατο. Τὸ δὲ «ἐβιήσατο» καὶ ἐπὶ ὄνου τέθειται παρὰ τῷ ποιητῇ. Δῆλον δʼ ὅτι τὸ βιῶ, οὗ μέλλων βιήσω καὶ μέσος ἀόριστος τὸ βιήσατο, πρωτότυπόν ἐστι τοῦ βιάζω, οἷον «βιάζετο γὰρ βελέεσσι». μυρία δὲ ἄλλα τοιαῦτα. Ὅτι ὡς ἐν ἠθοποιΐας λόγῳ πλάττει ὁ ποιητὴς τὸν Ἕκτορα λέγοντά τινα ἐπὶ τῷ Πατρόκλῳ κειμένῳ, ἐμβριθῶς μέντοι. καὶ οὐδέν τι σαρκαστικὸν ὅλως ἢ ἀστεῖον ὁ ἥρως λαλεῖ καὶ οἷον γαργαλίσαι καὶ διαχέαι ἀκροατήν, ὡς εἶχον ἄλλαι τινὲς πρὸ ταύτης ἠθοποιΐαι Ὁμηρικαί. Εἰσὶ δὲ ἃ λέγει τοιαῦτά τινα «Πάτροκλε, ἦ που ἔφησθα πόλιν κεραϊζέμεν ἀμήν», ὅ ἐστιν ἡμετέραν, «Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας», ὅ ἐστι δουλώσας, ἄξειν οἴκαδε. «νήπιε, τάων δὲ πρόσθεν Ἕκτορος ὠκέες ἵπποι ποσσὶν ὀρωρέχαται πολεμίζειν», ὅπερ ἐστὶ περίφρασις τοῦ αὐτῶν δὲ ὁ Ἕκτωρ προμάχεται. «ἔγχεϊ δʼ αὐτὸς Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅς σφιν ἀμύνω ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδωνται. ἆ δεῖλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς, ὅς πού τοι», ἤγουν ὃς ἴσως σοι, «μάλα πολλὰ μένων ἐπετέλλετο ἰόντι· μή μοι πρὶν ἰέναι, Πατρόκλεις ἱπποκέλευθε, νῆας ἐπὶ γλαφυράς, πρὶν Ἕκτορος <!-- 3.939 -->ἀνδροφόνοιο αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι. ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθεν». ὃ καὶ εἰς παροιμίαν ἔπεσε. Καὶ ὅρα τὸ ἀστεῖον ἀντιθετικὸν παρήχημα τοῦ «φρένας ἄφρονι», καὶ ὅτι σαφῶς καὶ νῦν ἡρμήνευσε τὸ «νήπιε», καὶ ὅτι λεληθότως οὐδὲ τὸν Ἀχιλλέα ἔξω τοῦ τοιούτου σκώμματος τίθεται, εἰ τὸν φίλτατον ἀδυνάτοις ἐγχειρεῖν πείθει καθαπτόμενος ἐκείνου, καὶ ὅτι μένων αὐτὸς ἰέναι τῷ Πατρόκλῳ εἰς τοιοῦτον ἀργαλέον ἐπιτάττει πόλεμον καὶ θηρᾶν τὰ ἀμήχανα. Τεχνικὸν δὲ τοῦ Ἕκτορος καὶ τὸ ἠθοποιΐαν ἔκ τε τοῦ Πατρόκλου καὶ ἐκ τοῦ Ἀχιλλέως πορίσασθαι, διὸ καὶ τρὶς ἐνταῦθα κεῖται τὸ που διστακτικὸν ἐπίρρημα ἐν τῷ «ἦ που ἔφησθα», καὶ «ὅς πού σοι ἐπετέλλετο», καὶ «ὥς πού σε προσέφη». οὐ γὰρ εἰδὼς λέγει, ἀλλὰ στοχαζόμενος ὡς ἐν ἠθοποιΐαις. βραχεῖαι δὲ αὗται διὰ τὸ τοῦ καιροῦ κατεπεῖγον. δίστιχος μὲν γὰρ ἡ ἐκ τοῦ Πατρόκλου, εἶτα τριῶν ἐπῶν ἡ τοῦ Ἀχιλλέως. Πολὺ δὲ καὶ τὸ μεγαλόφρον ὁ Ἕκτωρ ἐμφαίνει τοῖς οἰκείοις ἐπαίνοις, ἐν οἷς περιαυτολογῶν ἀνεπαχθῶς καὶ συνήθως τῷ τε οἰκείῳ ἐναβρύνεται ὀνόματι ὡς περικλύτῳ, Ἕκτορος εἰπὼν ὠκέες ἵπποι ἀντὶ τοῦ ἐμοῦ, καὶ περιᾴδεσθαι δηλοῖ καὶ τοῖς ἐχθροῖς ἐπὶ ἀνδρίᾳ, ὥστε καὶ τὸν Ἀχιλλέα οὐ Πριαμίδην ἤ τι τοιοῦτον ἀλλʼ ἀνδροφόνον ἐπονομάζειν αὐτόν. καὶ νῦν μὲν οὕτω μέγα φρονεῖ. ἔσσεται δὲ ἦμαρ ἐν τοῖς ἑξῆς, ὅτε ταπεινότερα φθέγξεται. Σημείωσαι δὲ καὶ ὡς πάνυ δεξιῶς κἀνταῦθα τῷ ἀκροατῇ μνήμην τοῦ φίλου Ἀχιλλέως ὁ ποιητὴς ἀνεκίνησε, μεμφομένῳ που τὸν Ἕκτορα, εἰ πλαγίως ἐθέλει καταφέρεσθαι τοῦ καλοῦ Ἀχιλλέως, ἐσθλὸν μὲν ἐκεῖνον εἶναι εἰπών, μένειν δὲ ὅμως οἷα ὀκνοῦντα τὴν μάχην. Κεραΐζειν δὲ ὅτι τὸ ἁπλῶς φθείρειν καὶ ἀφανίζειν, ἱκανῶς προδεδήλωται. Τὸ δὲ ἄξειν γυναῖκας ἐπὶ αἰχμαλωσίᾳ κεῖται, ὅθεν καὶ ἡ ἀπαγωγὴ παρὰ τοῖς ὕστερον, ἔτι δὲ καὶ τὸ ναυτικὸν ἀγώγιμον, οὗπερ ἐνδεικτικόν ἐστι τὸ ἄξειν ἐν νήεσσι γυναῖκας. Τὸ δὲ «νήπιε», ὥσπερ καὶ τὸ «σοὶ δὲ ἄφρονι» στρυφνὸν καὶ αὐτὰ τὸ τοῦ Ἕκτορος ἦθος χαρακτηρίζει καὶ οὐκ εὐδιάχυτον. σκώπτει γὰρ ἐν τούτοις τὸν κείμενον, οὐ μόνον ὡς ἀδύνατα ἠλπικότα, ἀλλὰ καὶ ὅτι ἔμαθεν ἐκεῖνον πρὸ μικροῦ ἐν μέσῃ τῇ μάχῃ <!-- 3.940 -->κερτομοῦντα καὶ ἀστεϊζομενόν. Τὸ δὲ «ὀρωρέχαται» Ἰωνικῶς φρασθὲν οὐκ ἄλλως ἢ διὰ τοῦ ἐτανύσθησαν ἑρμηνεύεται, ὅπερ οὐ πρὸ πολλῶν ἐφάνη ἐπὶ ἵππων συντόνως τρεχόντων λεγόμενον. δῆλον δὲ ὅτι τὸ ποσὶν ὀρέγεσθαι πρὸς διαστολὴν λέγεται τοῦ χερσίν, ὅθεν καὶ μελία ὀρεκτή. Τὸ δὲ πολεμίζειν καὶ πολεμιστὰς ἵππους ὀνομάζει πρὸς διαστολὴν τῶν ἢ φευγόντων ἢ ἄλλως ἐναγωνίων. Ἦμαρ δὲ ἀναγκαῖον τὸ τῆς ἁλώσεως καὶ δουλώσεως, ἐν ᾧ τις ἀνάγκην πάσχει, ὅθεν καὶ παρὰ Σοφοκλεῖ ἀναγκαία τύχη ἡ δουλική, καθʼ ἣν οὐ ζῇ τις, ὡς βούλεται, ἀλλὰ δουλικῶς. διὸ καὶ ἀντετέθη τὸ ἐλεύθερον ἦμαρ καὶ τὸ ἦμαρ ἀναγκαῖον. Τὸ δὲ «ἆ δειλέ» καὶ ἐν ἄλλοις ῥηθὲν προδιασεσάφηται. Ὅτι ἡρωϊκὸν καὶ ἀξιομίμητον τὸ τοῦ Πατρόκλου ἦθος. καὶ πνέων γὰρ τὸ λοίσθιον καὶ κατὰ τὸν ποιητὴν ὀλιγοδρανέων, ἀλλὰ καὶ οὕτως, εἰ καὶ νήπιος ὑπὸ Ἕκτορος προσερρέθη καὶ ἄφρων, μεστός ἐστιν ὅμως φρονήματος, καὶ λόγοις ἐρεθίζει τὸν Ἕκτορα, καταβάλλων αὐτοῦ τὸ ἔργον ὡς εἰκῇ μεγάλα εὐχομένου. Φησὶ γάρ, ἃ δὴ κατὰ ἀλαζόνος μαχητοῦ παρῳδηθήσονται «ἤδη νῦν, Ἕκτορ, μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε νίκην Ζεὺς καὶ Ἀπόλλων, οἵ μʼ ἐδάμασσαν ῥηϊδίως. αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο». Εἶτα καὶ νίκης ἀντιποιεῖται, εἰπὼν ἐκεῖνο δὴ τὸ ὑπερβάλλον «τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν, πάντες ἂν αὐτόθι ὤλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες». Προσερεθίζει δὲ καὶ εἰσέτι πολλοστὸν αὐτὸν εἰπὼν ἐν τοῖς τὸν Πάτροκλον ῥίψασιν. Ἐπάγει γὰρ «ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος», ὡς καὶ προερρέθη, «ἐξεναρίζεις». Εἶτα προλέγει καὶ αὐτὸς ἐν Ὁμηρικῷ προαναφωνήσεως σχήματι κατὰ τὸ «σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος», «ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ», τουτέστιν, οὐ δὴ οὐδὲ σὺ ἐπὶ πολὺ ζήσεις, βιώσῃ, «ἀλλά τοι ἤδη ἄγχι παρέστηκε θάνατος καὶ μοῖρα κραταιὴ χερσὶ δαμέντι Ἀχιλλῆος», ὃν καὶ πρὸς αὐτῷ τῷ ἐκπνεῦσαι γεγονὼς σεμνύνει ἀμύμονα εἰπών. Ἔστι δὲ δόγμα παλαιὸν ὡς ὅτι ἀπαλλασσομένη σώματος ἡ ψυχὴ καὶ θείᾳ φύσει ἐγγίζουσα ἔχει τι μαντικῆς. Ἀρτέμωνα δέ φασι τὸν Μιλήσιον λέγειν ἐν τῷ Περὶ ὀνείρων, ὡς, ὅτε ἀθροισθῇ ἡ ψυχὴ <!-- 3.941 -->ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται, καὶ Πλάτων δὲ ἐν Ἀπολογίᾳ Σωκράτους φησὶν «ἐνταῦθα γέγονεν, ἐν ᾧ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι». Ἰστέον δὲ ὅτι μοίρας μὲν καὶ Φοίβου εἰς ἕν, ὡς εἰκός, ληφθέντων κατὰ πολυωνυμίαν τινὰ τρίτος Ἕκτωρ ἐναρίζει τὸν Πάτροκλον. Ἄλλως δέ γε ἰδίᾳ νοηθείσης μοίρας, ἰδίᾳ δὲ Φοίβου, πολλοστός, ὡς ἐρρέθη, καὶ οὐ κυρίως τρίτος ἐναρίζει τὸν κείμενον. Πρόδηλον δὲ ὅτι μυριαχοῦ οἷά τις εἱμαρμένη καὶ ὁ Φοῖβος λαμβάνεται, καθὰ καὶ ὁ Ζεύς. διὸ καὶ Πάτροκλος φθάσας εἰπεῖν, ὅτι Ζεύς με καὶ Φοῖβος ἐδάμασεν, εἶτα ὡς ταὐτὸν λέγων ἔφη «ἀλλά με μοῖρα καὶ Λητοῦς ἔκτανεν υἱός». Περὶ δὲ τῆς ἐπὶ φόνῳ τῶν εἴκοσιν ἀνδρῶν ἀγερωχίας τοῦ Πατρόκλου, εἴπερ ἦσαν ἐκεῖνοι κατὰ τὸν Ἕκτορα, τὸ μὲν ἤδη ῥηθὲν κείσθω. Ἔστι δὲ εἰπεῖν καὶ ὅτι ἄτης ἑλούσης, ὡς ἐρρέθη, αὐτοῦ τὰς φρένας τοῦτο ἔφη, τυχὸν δὲ καὶ βαρυνθείς, ἐφʼ οἷς ὁ Ἕκτωρ τὸν Ἀχιλλέα ὕβρισε. Τὸ δὲ «βέῃ» ποιητικὴ λέξις ἀσυνήθης ἐκ τοῦ βέω βῶ θέματος, ἐξ οὗ ἴσως κατὰ πλεονασμὸν γίνεται τὸ βιῶ, ὡς μειδῶ μειδιῶ, ἔτι δὲ καὶ κατηφῶ κατηφιῶ, ὧν αἱ χρήσεις πρόδηλοι. οὕτω δὲ καὶ ἐκ τοῦ λῶ, τὸ θέλω, οὗ δεύτερον λᾷς καὶ λῇς, ὡς τὸ «αἰ δὲ λῇς, αὐγάσδεο», ἐπενθέσει τοῦ ι γίνεται λιῶ, ἀφʼ οὗ λελιημένος ὁ θέλων, ὅπερ ἐστὶν ἐπιθυμῶν. Ἐκ δὲ τοῦ βέω γίνεται καὶ τὸ βείω, οἷον «τέκνον ἐμόν, τί νυ βείομαι αἰνὰ παθοῦσα;» Τὸ δὲ «ἄγχι παρέστηκεν» ἐπίτασίς ἐστι τῆς τοῦ θανάτου ἐγγύτητος. ἤρκει μὲν γὰρ καὶ τὸ παρέστηκεν, ἐπετάθη δὲ μᾶλλον διὰ τοῦ ἄγχι. Ὅτι τὸ «ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει, ὃν πότμον γοόωσα, λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην» ἐστὶ μὲν ὅμοιον τῷ «ὦκα δὲ θυμὸς ᾤχετʼ ἀπὸ μελέων», ἐν τοῖς μετὰ ταῦτα δὲ καὶ <!-- 3.942 -->ἐπὶ Ἕκτορι θανόντι ἀπαρῳδήτως ῥηθήσεται. Ἔτι δὲ ὡς ἐνταῦθα ὁ Ἕκτωρ τὸν Πάτροκλον, οὕτω καὶ ὁ Ἀχιλλεὺς ἐκεῖ τὸν Ἕκτορα καὶ τεθνειῶτα προσαυδᾷ οἷα θέλει. Λέγει δὲ νῦν ὁ Ἕκτωρ τὴν ἀγαθὴν ἐλπίδα προβεβλημένος οὕτω «Πατρόκλεις, τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον; τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλλεὺς φθῄη», ἤγουν φθαίη ὁμοίως τῷ σταίη στῄη, βαίη βῄη, «ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσαι;» Καὶ ὅρα ὡς οὐκ ἀποφαινόμενος λέγει ἀναφανδὸν κρείττων εἶναι τοῦ Ἀχιλλέως. τὸ γὰρ «τίς οἶδεν» ἐνδοιάζοντός ἐστι καὶ νῦν κατʼ ἐρώτησιν. οὐ ταὐτὸν δὲ ἐρωτῆσαι καὶ ἀποφήνασθαι. ἔτι δὲ καὶ τὸ «φθαίη δουρὶ τυπείς» οὐκ ἀνδρίας δήλωσις ἀλλὰ προβολῆς δόρατος. Ἰστέον δὲ ὅτι ῥέθεα οἱ μὲν ἄλλοι τὰ μέλη φασί, Αἰολεῖς δὲ μόνοι κατὰ τοὺς παλαιοὺς τὸ πρόσωπον ῥέθος καλοῦσιν, ἐπεὶ διʼ αὐτοῦ ῥέα, ἤγουν εὐκόλως, ἦθος διαφαίνεται. ὅθεν καὶ παρʼ Ὁμήρῳ τὸ «ψυχὴ δὲ ἐκ ῥεθέων πταμένη» τινὲς μὲν ἀντὶ τοῦ ἐκ μελῶν νοοῦσι. πνευματοποιὸς γάρ, φασίν, ἡ ψυχὴ οὖσα κατὰ πᾶν οἰκεῖ τὸ σῶμα. ἕτεροι δὲ ῥέθος νοοῦντες τὸ πρόσωπον ὕστατόν φασιν ἐντεῦθεν τὸ πνεῦμα ἀναχωρεῖν. Εἰς δὲ τὸ «ὃν πότμον γοόωσα» καὶ ἑξῆς, φασὶν οἱ παλαιοὶ λυπεῖσθαι αὐτὴν ὡς ἀκμάζον ἀφιεῖσαν σῶμα καὶ δεδοικυῖαν μὴ μεταγγισθεῖσα, ὡς καὶ Πυθαγόρᾳ δοκεῖ, περιπέσῃ ἀναξίῳ σώματι. Φασὶ δὲ καὶ τὴν ἀνδροτῆτα φύσιν ἀνδρὸς καὶ ἀνθρωπότητα. τὴν γὰρ ἀνδρίαν, φασί, σύμφυτον καὶ ἰδίαν οὖσαν ἀρετήν, οὐκ ἄν ποτε καταλείψειε. συγκαλεῖ δέ, φασίν, ὁ λόγος καὶ πρὸς ἀρετὴν δοξάζων, ὡς τὰ γενναῖα τῶν σωμάτων καὶ ἡ ψυχὴ καταλείπουσα θρηνεῖ. Οἷον δὲ στιχηρὸν πάθος ἡ ἀνδροτὴς ἐνταῦθα ποιεῖ, δεδήλωται ἀλλαχοῦ. νῦν δὲ τοσοῦτον ἰστέον ὡς ἡ ἀνδροτὴς ἀμφίμακρος οὖσα οὐκ ἄν ποτε ἀπαθῆ στίχον δακτυλικὸν εἶναι ἀφήσει, ὅπου παρεμπέσῃ. Τὸ δὲ «δουρὶ τυπείς» ἔχει τι καὶ ἀγέρωχον. οὐ γὰρ πόρρωθεν βαλεῖν τὸν Ἀχιλλέα λέγει, ἀλλʼ οὕτως ἀποθαρρῆσαι κατʼ ἐκείνου, ὡς καὶ πελάσαι καὶ αὐτοσχεδὸν αὐτὸν τύψαι. Πάντως δὲ ἀντιπτωτικῶς ἐρρέθη τὸ «ἐμῷ ὑπὸ δουρὶ τυπείς» ἀντὶ τοῦ ὑπὸ τοῦ ἐμοῦ δόρατος. Ὅτι ἐπεὶ Ἕκτωρ δόρυ χάλκεον ἐξ ὠτειλῆς, τῆς τοῦ Πατρόκλου, «εἴρυσε <!-- 3.943 -->λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσεν ἀπὸ δουρός, αὐτίκα ξὺν δουρὶ ἐπʼ Αὐτομέδοντα» ἢ μετʼ Αὐτομέδοντα «βεβήκει ἀντίθεον» Ἀχιλλέως «θεράποντα ἱέμενος βαλεῖν». οὐ γὰρ ἐθέλει ἀναβαλέσθαι τὸ ἔργον, στρατηγικῶς καὶ τοῦτο ποιῶν. «τὸν δʼ ἔκφερον ὠκέες ἵπποι», περὶ ὧν καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, «ἄμβροτοι, οὕς», φησί, «Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα». ὥστε οὐκ ἀθάνατοι μόνον, ὡς καὶ προεγράφη, οἱ τοῦ Ἀχιλλέως ἵπποι, ἀλλὰ καὶ θεόσδοτοι. Μῦθος γὰρ ἦν, ὡς ἐν τοῖς Πηλέως καὶ Θέτιδος γάμοις Ποσειδῶν μὲν ἵππους δέδωκε τῷ Πηλεῖ, Ἥφαιστος δὲ ὅπλα καὶ ξίφος, Νηρεὺς δὲ τὸν προγεγραμμένον ἅλα, καὶ ἄλλος ἄλλο τι. Ὅρα δὲ ὅτι κατὰ μέθοδον οἰκείαν ὁ ποιητὴς καὶ τὰ περὶ τῶν ἵππων τοῦ Ἀχιλλέως διαφόροις τόποις ἐπεμέρισεν, ἀλλαχοῦ μὲν γενεαλογήσας, ἐνταῦθα δὲ εἰπὼν καὶ πόθεν οἱ θεῖοι οὗτοι ἦλθον εἰς ἄνθρωπον. Ἀντίθεον δὲ θεράποντα Αἰακίδου τὸν Αὐτομέδοντα καλεῖ, ὡς ἤδη αὐτὸν τῷ Ἀχιλλεῖ ἀντὶ τοῦ Πατρόκλου συστήσων ἡνίοχον. Οὐκοῦν ὥσπερ οὐδὲ ὁ Πάτροκλος, οὕτως οὐδʼ ὁ Αὐτομέδων δουλικῷ νοήματι θεράπων Ἀχιλλέως λέγοιτʼ ἄν, εἰ καὶ Κρῆτες οὕτω χρῶνται τῇ τοῦ θεράποντος λέξει κατὰ τοὺς Γλωσσογράφους, οἳ πολλὰ περὶ τοιούτων εἰπόντες ὀνομάτων, ὥς που καὶ προδεδήλωται μερικῶς, ἐν οἷς καὶ οἱ παρὰ Λάκωσιν Εἵλωτες παρὰ τὸ Ἕλος, καὶ οἱ κλαρῶται καὶ οἱ ἀμφαμιῶται καὶ οἱ λάτρις οἱ καὶ μενέσται, ὕστερον δὲ πενέσται, ὡς Εὐριπίδης «λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων», λέγουσι καὶ ὅτι Θετταλοὶ μὲν πενέστας φασὶ τοὺς μὴ γόνῳ δούλους, πολέμῳ δʼ ἡλωκότας, τοὺς δʼ αὐτοὺς καὶ Θετταλοικέτας. Κωμικὸς δέ τις ἐπὶ τοῦ ἁπλῶς δούλου τοὺς πενέστας τίθησιν. Ἔτι δέ φασι κατὰ τὴν τοῦ Δειπνοσοφιστοῦ ἱστορίαν, ὅτι καὶ Μαριανδυνοὶ ἐκαλοῦντο δωροφόροι «ὑποφρίσσοντες ἄνακτας», <!-- 3.944 -->ἀφαιρούντων τῶν δεσποτῶν τὸ πικρὸν τῆς τῶν Σπαρτιατικῶν Εἱλώτων προσηγορίας, ἤγουν εὐφημότερον ἀντὶ δούλων δωροφόρους καλούντων τοὺς τοιούτους Μαριανδυνούς, ἐπεί, φασίν, ὑπετέλεσαν Ἡρακλεώταις διὰ τέλους ὑποσχόμενοι θητεύειν αὐτοῖς παρέχουσι τὰ δέοντα. Ὡς δὲ καὶ ἄζους ἔλεγον τὰς θεραπαίνας καὶ τοὺς θεράποντας, ἔτι δὲ χαλκίδας Λακωνικῶς τὰς θεραπαίνας καὶ ἀποφράσην καὶ βολίζην τὴν δούλην, καὶ ἀμφίπολον μὲν τὴν περὶ τὴν δέσποιναν θεράπαιναν, πρόπολον δὲ τὴν προπορευομένην, ἧς καὶ ἄρρεν ἐστὶν ὁ πρόπολος, ἐκ τῶν παλαιῶν ἀνείλεκται καὶ αὐτά. Ὥσπερ καὶ τὸ τοὺς Ἀρκάδας ἔχειν τριάκοντα προσπελατῶν μυριάδας ὥσπερ Εἱλώτων, καὶ τὸ τοὺς Κᾶρας δούλοις χρήσασθαι τοῖς Λέλεξι, καὶ τὸ τοὺς Βυζαντίους οὕτω δεσπόσαι τῶν Βιθυνῶν ὡς οἱ Λάκωνες Εἱλώτων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-adp`.
