---
title: "Commentary on Homer's Iliad: Book XII"
title_greek: "Ὑπόμνημα εἰς τὴν Ἰλιάδα, Μ"
author: Eustathius of Thessalonica
eul_wid: xpw-adl
eul_aid: xpw
canonical: "https://eulogikon.org/works/eustathius-thessalonica-commentary-iliad-book-12-xpw-adl"
lang: grc
period: Byzantine
dialect: Medieval Greek
content_hash: "sha256:3de13a7f003162fdbf6e62e95cdc965ed4221d8e40fa695f7ae415bd1251e790"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Commentary on Homer's Iliad: Book XII

*Ὑπόμνημα εἰς τὴν Ἰλιάδα, Μ*

**Author:** Eustathius of Thessalonica

**eul_wid:** `xpw-adl` · [HTML page](https://eulogikon.org/works/eustathius-thessalonica-commentary-iliad-book-12-xpw-adl)

## Text

<!-- 3.340 -->

ΕΚ ΤΩΝ ΤΗΣ ΜΥ

Ὅτι πρὸς μὲν ἡρῷον μέτρον ἐπιγραφὴ τῆς ῥαψῳδίας ταύτης αὕτη· μῦ δὲ μάχη πρὸς τεῖχος, ὃ δʼ ἔκθορε φαίδιμος Ἕκτωρ. ἄλλως δὲ διὰ μιᾶς λέξεως ἐπιγράφεται—Τειχομαχία γάρ—, οὕτω προτιτλωσάντων τῶν παλαιῶν. Ὅτι χάριν σαφηνείας, ἧς διʼ ὅλου στοχάζεται Ὅμηρος εὐκρινῶν τὰ ποιούμενα, κεῖνται καὶ ἐνταῦθα ἔννοιαι δύο, μία μὲν ἀνακεφαλαιωτικὴ καὶ συμπληρωματικὴ τῶν προσεχῶς ῥηθέντων. —Φησὶ γὰρ «ὣς ὃ μέν», ἤγουν ὁ Πάτροκλος, «ἰᾶτο Εὐρύπυλον βεβλημένον, οἳ δʼ ἐμάχοντο Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν»—, ἑτέρα δὲ ἀναφωνητικὴ καὶ ὑποσχετικὴ τῶν ἐφεξῆς αὕτη· «οὐδʼ ἂρ ἔμελλε τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν εὐρύ, τό», ἤγουν ὅπερ, «ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν», καὶ ἑξῆς. Ἔστι δὲ «μάχεσθαι ὁμιλαδόν» τὸ κατὰ πλῆθος καὶ ἀναμὶξ καί, ὅ φασι, κατὰ ἴλας, οὐ μὴν μονομαχικῶς καί, ὡς ἂν ποιητὴς εἴποι, μονάξ. Τὸ δὲ «σχήσειν» ἀντὶ τοῦ ἐπισχεῖν ἢ ἀνέξεσθαι. Τὸ δὲ «τεῖχος εὐρύ» προκατασκευάζει τὴν ἐν τοῖς ἑξῆς τειχομαχίαν, ὡς τοιούτου τείχους ἀγαθοῦ ὄντος τοῖς μαχησομένοις ἐπʼ αὐτοῦ. μετʼ ὀλίγα δὲ τὸ μέγα τεῖχος Ἀχαιῶν τὰς τρεῖς διαστάσεις δηλοῖ, τὴν μηκικήν, τὴν κατὰ εὖρος καὶ τὴν εἰς ὕψος, καθʼ ἃς μέγα τὸ τεῖχος. Τὸ δὲ ὕπερθεν, εἰ μὴ συντάσσεται μετὰ τοῦ εὐρύ, ἵνα δηλοῖ τεῖχος οὐ μόνον πλατὺ ἐν τοῖς θεμελίοις, ἀλλὰ καὶ ἕως ἄνω, διαστέλλεται πάντως πρὸς τὴν ἔνερθεν τάφρον διὰ τὸ βάθος, αὐτὸ ὕπερθεν ὂν διὰ τὸ ἀντικείμενον τῷ βάθει ὕψος. δοκεῖ δὲ καὶ τὸ ἐπαγόμενον «νεῶν ὕπερ» τοιοῦτόν τι <!-- 3.341 -->σημαίνειν. Τὸ δὲ «ποιήσαντο» ταὐτὸν τῷ ἐσκεύασαν, καὶ ἔστιν ἡ λέξις κοινὴ μέν, καιριωτάτη δέ, πολλαχοῦ κειμένη καὶ ἐνεργητικῶς καὶ παθητικῶς. Τὸ δὲ «ὕπερθε» καὶ τὸ «ὕπερ» ἔχουσί τι κάλλους ἐγγὺς παρακείμενα. Τάφρον δὲ ἐλάσαι τί ἐστι, δηλοῦται ἀλλαχοῦ. Ὅτι ἐν τῷ γράμματι τούτῳ τὴν πεδιάδα μάχην ὁ ποιητὴς ἐπὶ τειχομαχίαν μετάγει, ὡς ἂν μηδὲ τοιαύτην ἰδέαν πολέμου ἀφήσει ἀλογογράφητον, οὗ χάριν καὶ τὴν τειχοποιΐαν φθάσας ἀνέπλασεν ἐν τῷ τέλει τῆς ἦτα ῥαψῳδίας, αὐτὸς τὸ τεῖχος ἐγείρας, ὡς καὶ προερρέθη, αὐτὸς καὶ ἀφανίσας καὶ καταρρίψας, ὡς παντελῶς πλάσμα ὂν αὐτοῦ, συναφανίζων τοῖς ἐρειπίοις καὶ τὸν ἐς ὕστερον ἔλεγχον καὶ χαλῶν αὐτὸ διά τε Ποσειδῶνος καὶ Ἀπόλλωνος, ἤγουν διὰ σεισμοῦ, ὡς εἰκός, καὶ κατακλυσμοῦ, ὧν τοῦ μὲν αἴτιος ὁ σεισίχθων καὶ ἐννοσίγαιος Ποσειδῶν, τοῦ δὲ ὁ νεφεληγερέτης ἥλιος. σημειοῦνται δέ τινες χαριέντως ἐντεῦθεν, ὡς οὐ μετὰ πολὺ τῶν Τρωϊκῶν γέγονεν ὁ ποιητής. εἰ γὰρ μὴ τοῦτο, εἶπεν ἄν, φασίν, ὃ καὶ ἄλλως ἦν εἰκὸς ὑπονοεῖν, ὅτι καὶ μήκει χρόνου τὸ τεῖχος ἠφάνισται, ὡς αὐτοσχεδίως ᾠκοδομημένον, καὶ οὐκ ἂν οἷον αἰτήματι οὕτως ἐργώδει ἐχρήσατο τῷ ὅτι Ποσειδῶν καὶ Ἀπόλλων ἠφάνισαν αὐτό, ποταμῶν ὀκτὼ στόματα τρέψαντες εἰς ἓν καὶ ἀγαγόντες ἐπʼ αὐτὸ ἐφʼ ἡμέρας ἐννέα, καὶ τοῦ Διὸς ἅμα συνεχῶς ὕοντος καὶ Ποσειδῶνος ἀναμοχλεύοντος τὰ θεμέλια καὶ ἀμάθῳ τὸν τόπον καλύπτοντος, ὡς ἂν αἰγιαλὸς τὸ πᾶν γένηται καὶ μηδὲ ἴχνος μείνῃ τοῦ ὅλου τείχους. Ἐκτίθεται δὲ καὶ αἰτίαν τοῦ τοιούτου δῆθεν ἀφανισμοῦ τὸ μὴ δοῦναι τοὺς Ἀχαιοὺς θεοῖς ἑκατόμβας, ὅτε τειχίζειν κατήρξαντο, ἀλλὰ θεῶν ἀέκητι γενέσθαι, γυμνάζων τοὺς ἀκροατὰς εἰς εὐσέβειαν καὶ παραινῶν πάντα σὺν θεῷ πράττειν. Σημείωσαι δὲ ὅπως καὶ τὸ περὶ τοῦ τείχους τοῦτο εἴτε ἱστόρημα εἴτε ἁπλῶς νόημα δυσίν, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη, κατεμέρισε ῥαψῳδίαις, ἐν μὲν τῇ ηʹ Ποσειδῶνος μὲν γογγύσαντος, Διὸς δὲ ἐπιτρέψαντος τὸν τοῦ τείχους ἀφανισμόν, ἐνταῦθα δὲ καὶ τοῦ τρόπου προαναφωνουμένου, καθʼ ὃν ἐκ θεομηνίας ἀφανὲς ἔσται χρόνῳ ὕστερον τὸ τεῖχος ὑπὸ Ποσειδῶνός <!-- 3.342 -->τε καὶ Ἀπόλλωνος καὶ τῆς αἰτίας δὲ σαφέστερον ἐκτιθεμένης καὶ τοῦ χρόνου δὲ δηλουμένου σαφῶς καὶ τοῦ πράγματος λαλουμένου πρὸς ἐνάργειαν. Φησὶ γάρ, ὡς ἐπεὶ οὐ «θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας» Δαναοί, «ὄφρα σφιν τὸ τεῖχος νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν ἐντὸς ἔχον ῥύοιτο, θεῶν δʼ ἀέκητι τέτυκτο ἀθανάτων», διὰ τοῦτο «οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν». Εἶτα ἐπάγει ἀσυνδέτως τὸ «ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν», ὅ ἐστιν ἔπελε, «τόφρα δέ», ἤγουν ἐν τοσούτῳ δή, «καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν», ἤτοι ἁπλῶς ἐν τῷ πέδῳ ἑστώς. «αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο, πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδα ἔβησαν, δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες, ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλαδε προρέουσι, Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος καὶ Σιμόεις, ὅθι», τουτέστι μεταξὺ Σκαμάνδρου καὶ Σιμόεντος, «πολλὰ βοάγρια καὶ τρυφάλειαι κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν. τῶν», ἤγουν τούτων πάντων, «ὁμόσε στόματα ἔτραπε Φοῖβος Ἀπόλλων, ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον, ὗε δʼ ἄρα Ζεὺς συνεχές, ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη. αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτο, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τά», ἤγουν ἅπερ, «θέσαν μογέοντες Ἀχαιοί, λεῖα δʼ ἐποίησε παρʼ ἀγάρροον Ἑλλήσποντον. αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψεν», ἤγουν ἐσκέπασε, «τεῖχος ἀμαλδύνας ποταμοὺς δʼ ἔτρεψε νέεσθαι κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ». Εἶτα καθιστῶν συμπληρωτικῶς τὸ νόημά φησιν «ὣς ἂρ ἔμελλον ὄπισθεν», ἤγουν ὕστερον χρόνῳ, «Ποσειδάων καὶ Ἀπόλλων θησέμεναι. τότε δʼ ἀμφὶ μάχη» καὶ ἑξῆς. Καὶ οὕτω μὲν ὁ ποιητὴς φράζει τὸν ἐσόμενον τοῦ ψευδοτείχους ἀφανισμόν. Θαυμάσεται δὲ τὴν φράσιν καὶ τὴν ὅλην τοῦ διηγήματος διάθεσιν ὁ συνετὸς ἀκροατὴς τά τε ἄλλα καί, ὅτι ὡς ἐν εἰκόνων τύπῳ διαζωγραφεῖ ὄρη τε Τρωϊκὰ διάφορα, καὶ ποταμοὺς ἐκεῖθεν ἐκκύπτοντας ἀπὸ διαφόρων, ὡς εἰκός, πιδάκων, καὶ Ἀπόλλωνα πονούμενον εἰς ἓν αὐτοὺς στόμα συναγαγεῖν καὶ Δία βρέχοντα καὶ Ποσειδῶνα τριαινοῦχον ἡγούμενον τοῖς ποταμοῖς καὶ τὴν ὁδὸν αὐτοῖς εὐρύνοντα <!-- 3.343 -->καὶ τὰ ἐμποδὼν ἐκριζοῦντα καὶ εἰς θάλασσαν ἐκπέμποντα, εἴτε λίθοι ἐκεῖνα εἴτε ξύλα, καὶ θάλασσαν προκειμένην, εἰς ἣν οἱ ποταμοὶ ἐξέβαλλον ἱέμενοι κατὰ ῥοῦν, εἶτʼ αὖθις ἀνάρρουν τρεπόμενοι καὶ εἰς τὰ σφέτερα ἕκαστος ἀναχαιτιζόμενοι. Τὰ δὲ κατὰ μέρος τοῦ τοιούτου Ὁμηρικοῦ χωρίου τοιαῦτα. Τὸ «ἔμπεδον ἦεν» δὶς ἐνταῦθα εἶπε διὰ τὸ τῆς φράσεως καιριώτατον. Ἐν δὲ τῷ «ὄφρα Ἕκτωρ ζωὸς ἦν καὶ μήνιεν Ἀχιλλεύς» ὑποδηλοῖ δύο πρόσωπα εἶναι τὰ τὴν Ἰλιάδα μάλιστα συνέχοντα, τὸν Ἀχιλλέα τε καὶ τὸν Ἕκτορα. Τὸ δὲ «Πριάμοιο πόλις» δὶς καὶ αὐτὸ εἶπεν, ἐγκαθίζων τῇ μνήμῃ τοῦ ἀκροατοῦ τὸ τὴν πόλιν, καθὰ καὶ προείρηται, τοῦ κρατοῦντος νομίζεσθαι. Τὸ δὲ «ἔπλεν» ὁμοίως ἔπαθε τῷ «περιπλομένων ἐνιαυτῶν» καὶ τῷ «ἔπλετο». Τὸ δὲ «κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι», καθάπερ καὶ τὸ «διά τε σκόλοπας καὶ τάφρον ἔβησαν», καὶ ὅσα ἄλλα τοιαῦτα προεδηλώθη, κατὰ σχῆμα προφέρονται, ὃ λέγεται Ἰακὴ διαίρεσις. ὑπερβατὸν δὲ αὐτὸ εἰπεῖν γραμματικοῖς μὲν θελητόν, τεχνικοῖς δὲ ῥήτορσιν οὐκ ἀρέσκει. Τὸ δὲ «οἳ μὲν δάμεν, οἳ δὲ λίποντο» σεμνύνει πως τοὺς Ἀχαιούς, εἴπερ Τρώων μὲν θάνον ὅσοι ἄριστοι, Ἀργείων δὲ οἳ μὲν δάμεν, οἳ δὲ λίποντο. ἔνθα καὶ ταὐτὸν σημαίνει τὸ θάνον καὶ τὸ δάμεν, ὅ ἐστιν ἐδαμάσθησαν. Τὸ δὲ «δὴ τότε» Μιλησίων ἐστὶν ἀναστροφὴ κατὰ τοὺς παλαιούς, τὸ δὲ κοινόν «τότε δή». Ἐν τούτοις δὲ σημείωσαι καί, ὅτι εὐμεθόδως ἐν μὲν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ τινὰ παρενέθετο τῶν πρὸ τοῦ Τρωϊκοῦ πολέμου, τὴν στρατολογίαν δηλαδὴ καὶ τὰ ἐπʼ αὐτῇ, ἐνταῦθα δὲ κατὰ σχῆμα προαναφωνήσεως τὸ τέλος τοῦ πολέμου γοργῶς καὶ ὡς ἐν κεφαλαίῳ ἐκτίθεται καί τινα τῶν μετʼ αὐτό, ἤγουν ἅλωσιν Τροίας δεκάτῳ ἐνιαυτῷ καὶ νόστον Ἑλλήνων καὶ τείχους ἀφανισμόν, ποιῶν οὕτω συνήθως, ἵνα κἂν ἀπὸ τῆς Ἀχιλλέως μήνιδος τῇ Ἰλιάδι κατεβάλετο τὰς ἀρχάς, ὅμως μηδὲ τῶν παρασπιζόντων ἄκρων ὦμεν ἀνήκοοι, τουτέστι τῶν πρὸ τῆς μήνιδος καὶ τῶν μετʼ αὐτήν. Τὸ δὲ «ἀμαλδῦναι» δὶς ἐρρέθη καὶ αὐτὸ διὰ τὸ ὡς ἐν ποιητικῇ φράσει καίριον. δηλοῖ δὲ τὸ ἀφανίσαι καὶ προγέγραπται περὶ αὐτοῦ. Τὸ δὲ «ποταμῶν μένος εἰσαγαγόντες» ἀντὶ τοῦ εἰς ἓν ἀγαγόντες ἀριδήλως ἐπὶ ἀψύχων τὸ ἄγειν τίθησιν, εἰ μή τις βιαίως καὶ μυθικῶς νοήσει τὴν λέξιν ὡς ἐπὶ τοῦ «Λαοδίκην εἰσάγουσα», ἵνα <!-- 3.344 -->ᾖ αὐτοὶ ἐκεῖνοι εἰσελθόντες καὶ τοὺς ποταμοὺς ἐποτρύνοντες εἰς ῥεῦμα ῥαγδαῖον, καθὰ ἐμφαίνει κατωτέρω τὸ «Ἀπόλλων ἐς τεῖχος ἵει ῥόον». Ἰδαῖα δὲ ὄρη ἢ αὐτὴν τὴν Ἴδην σεμνύνων πληθυντικῶς ὠνόμασεν, ὡς καὶ μετʼ ὀλίγα «ἐς τεῖχος ἵει ῥόον» εἰπών, εἶτα εὐθὺς «ἁλίπλοα τείχεα» φησί, πληθύνων τὸ ἓν τεῖχος πρὸς μεγέθους ἔνδειξιν. ἢ τὰ τῆς Ἴδης ἄκρα οὕτω κατὰ τοὺς παλαιοὺς εἶπεν, οἷον τὸ Λεκτόν, τὴν Φαλάκραν, τὸ Γάργαρον, τὸ Σίγειον, ἐν ᾧ καὶ πόλις ὁμώνυμος, καθὰ καὶ ἐν Γαργάροις, ὡς ἀλλαχοῦ σαφῶς δηλοῦται. ἐξ οὗ δὴ Σιγείου γέγονε σκῶμμα μνημονευόμενον τοιόνδε. Ἑταίρα τις ἀστεία, ὡς εἰκός, βαρυνθεῖσα κατά τινος ἀδολέσχου πλατέως διηγουμένου, ὡς ἀφʼ Ἑλλησπόντου ἥκοι, ἤρετο τὸν ἀδολέσχην, πῶς ἐκεῖθεν ἥκων εἰς τὴν πρώτην οὐκ ἦλθε πόλιν τῶν ἐκεῖ. τοῦ δὲ πυθομένου «εἰς ποίαν ἐκείνην;» «εἰς Σίγειον» ἔφη, σκώπτουσα ὅτι μὴ σιγᾷ ἐκεῖνος, ὡς οἷα τοῦ Σιγείου παραλαλοῦντος σιγήν. Τὸ δὲ «ἅλαδε προρέουσιν» ἢ ὡς ἴδιον ἁπλῶς ποταμοῦ καὶ νῦν εἴρηται διὰ τὸ ὡς ἐπὶ πολὺ τοὺς ποταμοὺς ἐκεῖ ῥέειν, ἢ πρὸς διαστολὴν τῶν βυθιζομένων καὶ οὕτως ἀφαντουμένων. διʼ ἑνὸς δὲ ῥῶ γράφεται τὸ προρέουσι κατὰ φύσιν, ἄλλως γὰρ διπλάζειν τὸ ῥῶ στοιχεῖον Ἀττικόν ἐστιν. Ἐν δὲ τῷ κατὰ τοὺς ποταμοὺς τόπῳ σημείωσαι, ὡς οὐ μόνον πολυπῖδαξ ἡ Ἴδη, ὡς πολλαχοῦ δηλοῦται, ἀλλὰ καὶ πολυπόταμος. Τὸ δὲ Ῥῆσος Ἑπτάπορός τε καὶ οἱ ἑξῆς, πρὸς τὸ προσεχὲς ἀπεδόθησαν, ἤγουν πρὸς τὸ ὅσσοι προρέουσιν. ἄλλως δὲ εἶχον καὶ κατὰ αἰτιατικὴν προενεχθῆναι, οἷον ποταμῶν μένος εἰσαγαγόντες Ῥῆσόν θʼ Ἑπτάπορόν τε καὶ τὰ ἑξῆς. Ἰστέον δὲ καὶ ὅτι ὁ μὲν Ῥῆσος, ὁ τῷ προδεδηλωμένῳ Θρᾳκικῷ ἥρωϊ ὁμώνυμος, Ῥοΐτης ἐκαλεῖτο κατά τινας. περὶ οὗ λέγεται καὶ ὅτι ὁ Ῥῆσος ποταμὸς ἀπὸ Καλῆς Πεύκης ῥέει, ἥτις Ἀδραμυτίου ἀπέχει σταδίους ἐγγύς που διακοσίους. Ὁ δὲ Ἑπτάπορος, ὁ καὶ Πολύπορος κατὰ τὸν Γεωγράφον, ἑπτάκις διαβαίνεται ἐν τοῖς περὶ καλὴν Πεύκην χωρίοις, ὥστε φερωνύμως ὠνόμασται. εἰς τοσαύτας γὰρ ἑλισσόμενος ἀξιολόγους καμπὰς πολλάκις διαπερᾶται, καθὰ καὶ ὁ Φᾶσις πλεονάκις τοῦτο πάσχει, καὶ ὁ Μαίανδρος δέ, ὡς ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται, καὶ ὁ Τάρσιος δὲ κατὰ τὸν αὐτὸν Γεωγράφον περὶ Ζέλειαν εἴκοσι διαβάσεις ἔχει τῇ αὐτῇ ὁδῷ, ὁ δὲ ἐκ Νικομηδείας εἰς Νίκαιαν κδʹ, καὶ ὁ ἐκ Τυάνων εἰς Σόλους οεʹ. λέγεται δέ τις καὶ ἐπὶ τὰ ἐπέκεινα Σινώπης ἑξηκοντάπορος εἶναι ποταμός. <!-- 3.345 -->Τὸν δὲ Κάρησον, ὃς ἐμβάλλων εἰς τὸν Αἴσηπον ὕστερον Πίδυς ἐκλήθη, ὀξυτόνως προφέρουσιν οἱ Κυζικηνοί, ἀκολούθως δέ, φασί, τοῖς Κυζικηνοῖς γράφει καὶ ὁ Τυραννίων. οὐ πάντως δὲ ἐπικρατεῖ ἡ τῶν ἐθνῶν χρῆσις. φέρεται γὰρ κανὼν τονικὸς τοιοῦτος· Τὰ εἰς σος ὑπὲρ δύο συλλαβὰς τῷ η παραληγόμενα ἔχοντα καὶ ἕτερον σ ὀξύνεται· Ἁλικαρνασσός, Λυκαβησσός, Ταρτησσός, Λυρνησσός. τὸ Κάρησος, μὴ δισσὸν ἔχον τὸ σ, ἐξηλλάγη κατὰ Ἀρίσταρχον, εἰ καὶ ὁ Τυραννίων οὐ βούλεται. ἀπὸ δὲ τοῦ Καρήσου ποταμοῦ καὶ χώρα τις Καρησηνὴ λέγεται, ἣν ὁ ἰδιωτισμὸς Κερασηνήν φησιν. ὁ δὲ Γεωγράφος λέγει, ὅτι Καρησηνὴ ὀρεινὴ ἀπὸ Καρήσου ποταμοῦ, ὃς νῦν, φησί, καλεῖται Ῥοΐτης, δοκεῖ δὲ ἐμβάλλειν εἰς τὸν Γράνικον. Ὁ δὲ Ῥοδίος ποταμὸς παροξυτόνως προφέρεται, ὡς ὁ Ὀδίος καὶ ὁ Δολίος καὶ ὁ Τυχίος καὶ τὰ ὅμοια τριβράχεα κύρια. ὅτε μέντοι προπαροξύνεται ἡ λέξις, ἐθνικόν ἐστι τότε τῆς νήσου Ῥόδου. Φασὶ δὲ Ἀπίων καὶ Ἡρόδωρος, ὅτι ἔοικεν ὁ Ῥοδίος ποταμὸς παρὰ τὸν ῥόον ὠνομάσθαι, πλεονάσαντος τοῦ δ, ὡς καὶ ἐν τῷ πῖδαξ, πῖαξ γὰρ παρὰ τὸ πιεῖν, καὶ ἐν τῷ πόρδαλις καὶ πάρδαλις, παρὰ τὸ προάλλεσθαι γὰρ καὶ παράλλεσθαι, καὶ ἐν ἄλλοις δὲ πολλοῖς τοῖς δηλωθεῖσιν ἀλλαχοῦ. Καλεῖται δέ, φασίν, ὁ ῥηθεὶς Ῥοδίος Δάρδανος καὶ ῥέει ἀπὸ τόπου ἀπέχοντος καλῆς Πεύκης σταδίους ἑξήκοντα. Ὁ δὲ Γρήνικος διὰ τί μὲν οὕτως ἐπὶ Ὁμήρου ἐκαλεῖτο, ἀλλαχόθεν ζητητέον. φαίνεται δὲ τὴν αὐτοῦ φερωνυμίαν ἐπὶ Ἀλεξάνδρου ἐκβᾶσαν ἐπισφραγισθῆναι. ἐν Γρανίκῳ γάρ, φασί, συμβαλὼν Ἀλέξανδρος ἐνίκησε τοὺς Δαρείου σατράπας κατὰ κράτος, καὶ ἐφάνη ὡς οἷα γραικόνικος διὰ τὴν ἐκεῖ τῶν Γραικῶν νίκην. οὓς ἡ μὲν συνήθεια, καὶ Σοφοκλῆς δέ που, κατὰ τοὺς παλαιούς, καὶ ὁ Λυκόφρων δὲ διὰ τοῦ ἐν ἀρχῇ γ προφέρουσιν ἐπὶ Ἑλλήνων, οἱ βάρβαροι δὲ Ῥαικούς φασι δίχα τοῦ γ, ὡς ἐν παλαιῷ εὕρηται ῥητορικῷ Λεξικῷ. Ῥέει δέ, φασί, <!-- 3.346 -->Γρήνικος διὰ τοῦ τῆς Ἀδραστείας πεδίου, ὃς προπαροξύνεται κατὰ τὸ Ἑλλάνικος, Ξένικος, Ἀριστόνικος, ἤδη δὲ καὶ Κάϊκος ποταμός. ὅθεν κατὰ τὸν Τεχνικὸν ἄνεμος καικίας, ὡς ἐκεῖθεν πνέων. Αἰσήπου δὲ καὶ ἀλλαχοῦ μνεία γέγονε, Σκαμάνδρου δὲ καὶ Σιμόεντος μυριαχοῦ. Νῦν δὲ οὕτω καὶ μόνον ἐν βραχυτάτῳ ἀναμνηστέον, ὡς ὁ μὲν Σκάμανδρος καὶ Ξάνθος λέγεται, κληθεὶς Σκάμανδρος ὡς ὑπὸ Ἡρακλέος, καθὰ καὶ ἀλλαχοῦ ἐρρέθη, ἀναφανθεὶς ἐν δίψης καιρῷ καὶ κάματον ἀνδρὸς παραμυθησάμενος. ὃν καὶ τιμᾷ ὁ ποιητὴς δῖον εἰπών—τοὺς γὰρ ἄλλους ἐπιθέτων δίχα παρέδραμε—διὰ τὸ χρησιμώτατον γενέσθαι τοῖς Ἕλλησι. διὸ καὶ ὁ φιλόμηρος Σοφοκλῆς καὶ τὰς αὐτοῦ ῥοὰς εὔφρονας τοῖς Ἀργείοις φησίν. ὁ δὲ Σιμόεις τῶν ἄλλων, ὥς φασι, σμικρότερος. Σημείωσαι δὲ καί, ὅτι ἐνταῦθα τὸ ὕπτιον τῆς ἁπλῆς διηγήσεως ἐξαιρῶν ἠρέμα ὁ ποιητὴς διʼ ἐξαλλαγῆς ἑτέρας ἱστορικῆς καὶ παρασημειωσάμενος ἐν βραχεῖ, ὡς περὶ Σκάμανδρον καὶ Σιμόεντα βαρεῖς ἐγένοντο πόλεμοι, εἶτα πάλιν γίνεται τοῦ διηγήματος. Βοάγρια δὲ οἱ μέν φασι λάφυρα τὰ ἐκ βοῆς, ἤγουν μάχης, ἀγειρόμενα, οἱ δὲ εἶδος ἀσπίδος φασὶ παρὰ τὸ εἰς βοὴν ἀγείρεσθαι, ἢ βόεια γέρρα, ὅ ἐστι δέρα, ἢ ἐκ βοῶν ἀγρίων γινόμενα. ἔχει δέ τινα κοινωνίαν πρὸς τὴν τοιαύτην λέξιν καὶ τὸ ἀνδράγρια, ὃ δηλοῖ τὰ ἀπὸ ἀνδρῶν ἀγρεύματα, σκῦλα, ἀσπίδας. τὰ μέντοι ζωάγρια ἕτερα τούτων εἰσίν, ὡς ἐν ἄλλοις δηλοῦται. καθυπάγεται δὲ τῇ τοιαύτῃ παραγωγῇ καὶ τὸ μοιχάγρια. Ὅρα δὲ καὶ ὅτι πρῶτος Ὅμηρος τοὺς ἥρωας ἡρμήνευσεν εἰπὼν «ἡμιθέων γένος ἀνδρῶν», οἷς ἐκληρώθη διʼ ἀρετὴν τὸ οὕτω σεμνωνυμεῖσθαι, καθὰ καὶ ἑτέροις τὸ θεοῦσθαι, διὰ σοφίαν τυχὸν ἢ εὕρεσιν χρησίμου τινὸς ἢ ἄλλο τι ἀγαθόν, ὡς καὶ προδεδήλωται. Στόμα δὲ ποταμοῦ καὶ οἱ μεθʼ Ὅμηρον πάντες ἐκ <!-- 3.347 -->τούτου παραλαβόντες φασίν, ὡς καὶ αὐτὸ προεφάνη, διʼ οὗ ἐκβάλλειν καὶ ἐρεύγεσθαι ποταμὸς εἰς θάλασσαν λέγεται. ἐκ δὲ τοῦ στόματος καὶ τὸ στόμιον παρωνόμασται. Ἰστέον δὲ ὅτι τὸ «τῶν», ἤγουν τούτων, «πάντων ὁμόσε στόματʼ ἔτραπεν Ἀπόλλων» προσαρμόσοι ἄν ποτε ἀστείως ἀνδράσι φαύλοις στωμυλλομένοις ἐπὶ ἀπωλείᾳ τινῶν. Τὸ δὲ «ἐννῆμαρ» τινὲς διʼ ἑνὸς γράφουσι νῦ καὶ δασύνουσιν. ὧν καὶ ὁ Μαλλώτης ἐστίν, ἤγουν ὁ ἀπὸ Μαλλοῦ πόλεως, ὡς ἄτοπον ὄν, φησίν, Ἕλληνας μὲν τὸ τεῖχος ἡμέρᾳ μιᾷ κτίσαι, ὡς προϊστόρηται, Ἀπόλλωνα δὲ καὶ Ποσειδῶνα καὶ Δία διʼ ἐννέα ἡμερῶν ἀφανίσαι αὐτό. ἀνατρέπονται δὲ ὑπὸ τῶν παλαιῶν πολλαχῶς οἱ οὕτω γράψαντες. Δῆλον δὲ ὅτι σεισμῷ, οἷα εἰκός, καὶ κατακλυσμῷ, καθὰ καὶ πρὸ βραχέων ἐρρέθη, τὸ Ἑλληνικὸν τεῖχος ὑπονοεῖται ἀφανισθῆναι ὕστερόν ποτε. ὧν τοῦ μὲν σείειν δῆλον ὡς ὁ ἐνοσίχθων αἴτιος, παρʼ ἣν αἰτίαν καὶ ὁ σεισμὸς γακίνας προσερρέθη, τοῦ δὲ κατακλύζειν ὁ Ζεύς, ὡς εἴρηται, ἥλιος, ὕων ἄνωθεν καὶ οὐχʼ ἁπλῶς ἀλλὰ συνεχὲς διὰ τοῦ ἀέρος Διὸς καὶ τῇ πλημύρᾳ τρέπων ὁμόσε τὰ τῶν ποταμῶν στόματα. Ἐν οἷς σημειωτέον τὸ «ὁμόσε ἔτραπεν», ἐξ οὗ λαβόντες οἱ μεθʼ Ὅμηρον ὁμόσε χωρεῖν φασί τινας, ἤγουν συμβάλλειν κατὰ μάχην ἢ ἁπλῶς ἔριν τινά. Ψυχρὸς δέ τις ῥήτωρ ἢ καὶ ἄλλως παιγνήμων οὐκ ἂν ὀκνήσοι τοὺς οὕτως ὁμόσε τραπέντας ποταμοὺς ὁμοτρόπους εἰπεῖν πρὸς ἀναλογίαν τοῦ ἄτροπος καὶ τῶν ὁμοίων. Ἔστι δʼ ἐν τῷ ἐννῆμαρ σημειώσασθαι καὶ τὴν συνήθη Ὁμήρῳ φιλίαν πρὸς τὸν ἐννέα ἀριθμόν. Τὸ δὲ «ἵει ῥόον» συντίθησι τὸν ἀλλαχοῦ ἱερὸν ἰχθῦν, ὃς ἵεται κατὰ ῥοῦν, ὥς τινές φασι. Τοῦ δὲ ὕειν πρωτότυπον δοκεῖ τὸ ὧ, ἤτοι πέμπω, ἐξ οὗ παράγωγον ὕω ὁμοίως τῷ χῶ χύω, θῶ θύω, καὶ τοῖς τοιούτοις. Ἐντελῶς δὲ πέφρασται τὸ «ὗε δʼ ἄρα Ζεύς», πολλοῖς γὰρ ἀρκεῖ μόνον λέγειν τὸ ὕει, βρέχει, <!-- 3.348 -->ἀστράπτει, τοῦ Διὸς διὰ τὸ ἀρίδηλον σιγωμένου. Ἐκ δὲ τοῦ εἰρημένου ὕειν λέγεται καὶ τὸ μεθύειν τετράφθαι, ἵνα ᾖ μεθύειν τὸ μετὰ τροφὴν ὕεσθαι, ὅπερ ἕτερός τις τέγγεσθαι εἶπεν ἐν τῷ «τέγγε πνεύμονας οἴνῳ». ἔχει δὲ τὸ εὔλογον ἡ ῥηθεῖσα τροπὴ καὶ ἐκ τοῦ βρέχειν, ὃ καὶ αὐτὸ ἐπὶ τοῦ πίνειν εὕρηται ῥηθέν, Ἀντιφάνης «δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν», Εὔβουλος «βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος.» ὃ καὶ ἑρμηνεύων ἐπάγει «πέπωκας οὗτος». καὶ μήν τινες μεθύειν εἶπον τὸ μετὰ τὸ θύειν οἴνῳ χρᾶσθαι, ὡς εἰκὸς ὂν ἐν ἑορταστικῇ ἀδείᾳ οὕτω ποιεῖν Τὸ δὲ «ἁλίπλοα» προπαροξύνεται ὡς ἀπὸ τοῦ πλέω, καθὰ καὶ τὸ ἄπλοος καὶ τὰ ὅμοια πρὸς ἀποφυγὴν τοῦ διπλόος τριπλόος καὶ τῶν ὁμοίων παροξυτόνων, ἃ δηλοῖ ποσότητα μὴ ἀπὸ τοῦ πλέειν ὄντα. Σημείωσαι δὲ ὡς οὐ μόνον πολὺ τὸ ἐννῆμαρ πρὸς τὸ ἁλίπλοα γενέσθαι τὰ τείχη, ἀλλὰ καὶ μᾶλλον ταχύ. διὸ καὶ Ὅμηρος ἐπεσημήνατο ἐννῆμαρ ἵεσθαι τὸν ῥοῦν, ὄφρα θᾶσσον ἁλίπλοα τὰ τείχη γένοιτο. Τρίαιναν δὲ ὁ μῦθος οἰκειοῖ τῷ ἐννοσιγαίῳ Ποσειδῶνι, ἢ διότι τρίτον τῇ θέσει τὸ ὕδωρ μετὰ αἰθέρα, διὸ καὶ Ἀμφιτρίτην αὐτῷ συζεύγνυσι, καὶ υἱὸν Τρίτωνα δίδωσιν, ἢ διότι τριττὴ ἡ φύσις τῶν ὑδάτων, τὰ ἁλμυρά, τὰ γλυκέα, καὶ τὰ μικτά, ἢ διότι σεισμῶν εἴδη τρία, ὧν καὶ οἱ χασματίαι καὶ οἱ βρασματίαι. Δῆλον δέ, ὡς ἐξαίρετός τις ἡ ῥηθεῖσα τοῦ μύθου τρίαινα καὶ οὐ κατὰ τὴν κοινήν, ἣν ἰχθύκεντρον ἑρμηνεύουσιν οἱ παλαιοί. Τὸ δὲ «ἔχων χείρεσσι» πρὸς διαστολὴν ἐγράφη τοῦ κτηματικῶς ἄλλως ἔχειν κατά τι κειμήλιον. Τὸ δὲ «ἐξέπεμπε θεμέλια κύμασιν» ἀστείως εἴρηται ὡς ἐπί τινος ἀποστολῆς ἢ πομπῆς πανηγυρικῆς. Ἔχει δέ τι γλυκύτητος καὶ τὸ ἐπαγόμενον τὸ «ἃ θέσαν μογέοντες Ἀχαιοί», ἵνα λέγῃ ὅτι ἐφʼ οἷς ἐπόνησαν Ἀχαιοί, ὁ Ποσειδῶν ἀναμοχλεύων ἔχαιρεν. παραλαλεῖ δὲ καί τινα ἐτυμολογίαν ἐν τῷ θέσαν, παρὰ τὸ θέσθαι γὰρ τὸ θεμέλιον. Τὸ δὲ «φιτρῶν καὶ λάων» Ἀμαθουσίων γλώσσης ἐστίν, <!-- 3.349 -->ὥς φασιν οἱ παλαιοί. Κύπριοι δὲ οἱ Ἀμαθούσιοι. γίνεται δὲ ὁ μὲν φιτρός, ὅ ἐστιν ὁ κορμός, παρὰ τὸ φυτόν. οἱονεὶ γὰρ φυτηρός καὶ τροπῇ καὶ συγκοπῇ φιτρός. ἐκ φυτῶν γὰρ οἱ κορμοί. ἢ παρὰ τὸ φῖτυ, ὡς καὶ ἀλλαχοῦ φανεῖται. Δοκεῖ δὲ ποιητικὴ μὲν λέξις εἶναι ὁ φιτρός, κοινοτέρα δὲ ὁ κορμός, ὡς δῆλον καὶ ἐκ τοῦ «ὧν οἱ μὲν ἔφερον ὀδόντας, ἐλεφάντων δηλαδή, ἑξακοσίους, ἕτεροι δὲ ἐβένου κορμοὺς διακοσίους». δῆλον δʼ ὅτι δένδρον ἄξιον λόγου καὶ ὁ ἔβενος, εἰ καὶ ὕστερον οἱ μὴ εὐποροῦντες ἐκαπήλευσαν τὰ ἐς ἐβένου σκεύη, πλασάμενοι τὸ μὴ ὄν. Οἱ δὲ λᾶες παρὰ τὸ λάας λάαος λᾶος. Οὗ γενικὴ πληθυντικὴ ἐντελὴς λαάων καὶ κεκραμένη λάων. οὕτω καὶ κράατος, οὗ δοτικὴ κράατι ὡς τὸ «σῷ κράατι τίσεις», ἤγουν τῇ σῇ κεφαλῇ ἀποδώσεις, καὶ ἀκολούθως γενικὴ πληθυντικὴ ἁπλῆ κραάτων, καὶ κατὰ κρᾶσιν κράτων. Οἰκοδομικῆς δὲ ἀκριβείας τὸ τοῖς οἰκοδομήμασι καὶ μάλιστα τοῖς τοιούτοις κορμοὺς συναναμίγνυσθαι διὰ πλείω ἐξόρθωσιν καὶ συνδετικὴν ἀσφάλειαν. Τὸ δὲ «λεῖα ἐποίησε» πιθανότης ἐστὶ τοῦ μηδὲν εὑρίσκεσθαι ὅλως ἄρτι λείψανον τοῦ τοσούτου Ἑλληνικοῦ τείχους. Ὡς δὲ ἀγάρροος ὁ Ἑλλήσποντος, καὶ μάλιστα ἐν τοῖς στενοῖς, καὶ ὡς τὰ τοῦ ναυστάθμου περί τι μέρος αὐτοῦ ἦσαν, ὃ καὶ πλατὺς Ἑλλήσποντος ἐλέγετο συνάπτων τῷ Αἰγαίῳ, πολλαχοῦ δεδήλωται. Τὸ δὲ «ἀμαλδύνας» ὅμοιόν φασιν ὡς εἰ καὶ ὁμαλύνας ἔφη, τοιοῦτον γὰρ τὸ λεῖα ἐποίησε. Τὸ δὲ κατὰ ῥοῦν τραπῆναι τοὺς ποταμοὺς ταὐτόν ἐστι τῷ ἔνθα πρώην ῥέοντες ἐπορεύοντο. ὅθεν καὶ παροιμία εἴληπται τὸ κατὰ ῥοῦν τὰ πράγματα φέρεσθαι, ὅ ἐστι μὴ ἀνακόπτεσθαι ὡς παρεκνεύειν ὧδε κἀκεῖ, ἀλλʼ εὐροεῖν τινι τὰ τῆς τύχης. οὗ τὸ ἔμπαλιν ἀνάρρουν χωρεῖν ἐστιν. Ἐν δὲ τῷ «ὅπου ἴεν καλλίρροον ὕδωρ» τὸ μὲν ὕδωρ ἐκτείνει τὸ υ, τὸ δὲ «ἴεν» <!-- 3.350 -->ἢ ψιλοῦται κείμενον ἀντὶ τοῦ ἐπορεύετο ὕδωρ, ἐκ τοῦ ἴον, οὗ καὶ μετοχὴ τὸ ἰών, ἢ δασυνόμενον ἀντὶ τοῦ ἔπεμπον οἱ ποταμοὶ νοεῖται. γένεσις δὲ αὐτοῦ ἀπὸ τοῦ ἱείς ἱέντος ἀποβολῇ τῆς τος, ὡς τὸ βληθέντος ἔβληθεν καὶ τὰ ὅμοια. περὶ ὧν σαφῶς προείρηται πολλῶν ὄντων. Ἰστέον δὲ ὅτι τὰ ῥηθέντα ἐπεμβαλὼν Ὅμηρος εἰς χρῆμά τι δαιδάλεον ἐν τῷ εἰς τὸν μέλλοντα χρόνον καταβῆναι, εἶτα τῶν προκειμένων γενέσθαι μέλλων, ἐπάγει καταστατικῶς τὸ «ὣς ἂρ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδῄει τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων βαλλόμενα», ὅπερ ἀμφιβολίας ἐστὶ σχῆμα. δηλοῖ γὰρ ὡς ἢ κανάχιζε τὰ πολεμικὰ δόρατα κατὰ πύργων βαλλόμενα, ἢ ὅτι τὰ ἐν τοῖς πύργοις ξύλα ἐκανάχιζεν ἐν τῷ βάλλεσθαι. ὅτι δὲ καὶ ἐκ τοιούτων, ὡς εἰκός, τὸ τεῖχος συνεκροτήθη, δηλοῦται ἐν τῷ φιτρῶν καὶ λάων, ὃ προσεχῶς εἴρηται. Τὸ δὲ «μάχη δεδῄει περὶ τεῖχος», ὅ ἐστιν ἀνήπτετο, σημειωτέον ὡς χρήσιμον εἴς τε τὸ δηΐς καὶ εἰς τὸ καυστειρὰ μάχη καὶ εἰς τὸ πυρὶ ἐν τοῖς ἑξῆς που τὸ Ἀχαιϊκὸν τεῖχος περιλάμπεσθαι. Ἰστέον δὲ ὡς, εἰ καὶ δύναται κατὰ δοτικὴν πτῶσιν ῥηθῆναι, ὅτι δεδῄει τὸ τεῖχος τῇ μάχῃ καὶ τῇ ἐνοπῇ, ἀλλʼ οὐκ ἀρέσκει ὅλως τοῦτο τοῖς παλαιοῖς. ταὐτὸν δὲ καὶ νῦν μάχη καὶ ἐνοπή. Ὅτι ἐν τῷ «Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐεργμένοι», ἢ ἐελμένοι, «ἰσχανόωντο» τὴν θεομηνίαν Διὸς λέγει μάστιγα ὁ ποιητής, θαυμάζων τὸ παράδοξον, ἐὰν οἱ πολιορκοῦντες Ἕλληνες ὑπὸ τῶν πολιορκουμένων Τρώων εἴργωνται ἄρτι, «Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο», καὶ οἱ τὴν Ἑλένην ἀπαιτοῦντες καὶ ποινὴν προσαπαιτοῦντες ὑπὲρ αὐτῆς περὶ αὐτὴν ζωὴν κινδυνεύουσι. Μήποτε δὲ ὁ τοῦ Ὁμήρου ζηλωτὴς Σοφοκλῆς ἐντεῦθεν τὸν παρʼ αὐτῷ Αἴαντα ὡς θεομηνίᾳ περιπεσόντα μαστιγοφόρον ἐπέγραψε. Τὸ δὲ «ἐεργμένοι ἰσχανόωντο» οὐ μόνον καθείρξει ἐοικέναι δηλοῖ τὸ ἀλήμεναι καὶ ἔλσαι, ὡς προδεδήλωται, τοὺς Ἀχαιοὺς περὶ νῆας, ἀλλὰ καὶ συνοχῇ τινι <!-- 3.351 -->καὶ ἐποχῇ, ὧν τὸ μὲν διὰ τοῦ ἐερμένοι ἢ ἐελμένοι, τὸ δὲ διὰ τοῦ ἰσχανόωντο ἐμφαίνεται. Τὸ δὲ «μήστωρα φόβοιο», ὃ πολλαχοῦ κεῖται, ταὐτόν ἐστι τῷ τεχνίτην φυγῆς. Ὅτι ὁ Ἕκτωρ «ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ». Καὶ ὅρα τὸ «πρόσθεν». ἀναφέρει γὰρ ἐκεῖ, ἔνθα πρὸ τούτων ὑπεραέϊ αὐτὸν εἴκασεν ἀέλλῃ. Νέστωρ δὲ πρὸ μικροῦ καὶ αὐτὸς κελαινῇ ποτε λαίλαπι ἶσος ἐποροῦσαι εἶπε τοῖς Ἡλείοις. καὶ αὕτη μὲν σύντομος παραβολὴ διὰ τὰ κατεπείγοντα. Εὐθὺς δὲ χάριν πανηγυρικῆς σεμνότητος πλατεῖαν ἑτέραν συγκολλᾷ, ἣν καὶ κοσμεῖ ἐξ ἀρχῆς τρισὶ παρίσοις, καί φησιν «ὡς δʼ ὅταν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων, οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες ἀντίοι», ἢ ἀντίον, «ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς αἰχμὰς ἐκ χειρῶν, τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ ταρβεῖ οὐδὲ φοβεῖται», ὁ θὴρ δηλαδή, οὐ μὴν τὸ κῆρ αὐτοῦ, «ἀγηνορίη δέ μιν ἔκτα, ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων, ὅππῃ τʼ ἰθύσει, τῇ τʼ εἴκουσιν», ἤγουν ἐνταῦθα ὑποχωροῦσι, «στίχες ἀνδρῶν, ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλίσσεθʼ ἑταίρους τάφρον ἐποτρύνων διαβαίνειν». Καὶ ὅρα ὡς ἐν τῇ παραβολῇ συχνοῖς κόμμασι τὸ ἐναγώνιον τῆς θήρας μιμητικῶς ἐνέφηνε, καὶ ὅτι τὸν κάπρον ἢ τὸν λέοντα ὑπὸ ἀγηνορίας πεσεῖν οὐδὲν εἰς τὴν παραβολὴν συντελεῖ. οὐ γὰρ ὁμοίως καὶ ὁ Ἕκτωρ νῦν ἀναιρεῖται ὡς ἀγήνωρ, ἀλλὰ κατὰ τοὺς παλαιοὺς ἄλλως οὕτω ποιητικὸς αὐτὸ κόσμος λαβὼν ἔχει. τοιοῦτόν τι καὶ ἐπὶ τοῦ Ὀδυσσέως πρὸ ὀλίγων ἐποίησεν, ἔνθα τοὺς μὲν Τρῶας θῶας εἶπε, τὸν δὲ τῷ Ὀδυσσεῖ ἐπικουροῦντα Αἴαντα εἴκασε λέοντι, τὸν δὲ Ὀδυσσέα ἐλάφῳ, ὃν θώων φυγόντων δάπτει ὁ λέων. καὶ ἐκεῖ γὰρ μάτην τὸ «ὁ δὲ λέων δάπτει» παρέρριπται διὰ μόνον τὸ πλῆρες τοῦ λόγου καὶ τὸ τῆς ἱστορίας ἐντελές, εἰ καὶ τῇ παραβολῇ ἐστιν ἀσυντελές. μυρίαι δὲ καὶ ἄλλαι τοιαῦται παραβολαί. τὸ γὰρ ὅλον εἰπεῖν, σπάνιαι τῶν παραβολῶν ὅλαι διʼ ὅλου προσαρμόζουσι τῷ πράγματι. Κάπριος δὲ καὶ νῦν παράγωγόν ἐστι τοῦ κάπρος, ὡς ὁ Αἰτώλιος τοῦ Αἰτωλός. Βλεμεαίνειν δὲ καὶ ὧδε τὸ γαυριᾶν περιβλεπόμενον καὶ ἐπαίρεσθαι ἢ ἐπιρρώνυσθαι <!-- 3.352 -->καὶ οἷον βρέμειν, ἢ τὸ ὀργίζεσθαι κατά τινας, ὅθεν ἀβλεμής, φασίν, ὁ ἀόργητος, καθʼ ἑτέρους δὲ εἰπεῖν, ἄνορμος, οὐ πεποιθώς, ἄτολμος, ἀσθενής, οἷς ἅπασιν ἐναντίος ὁ βλεμεαίνων. Τὸ δὲ «πυργηδὸν ἀρτύναντες» ἀντὶ τοῦ δίκην πύργου συντάξαντες ἢ ἀρηρότες κατὰ πύργον, ὃ δήπου φησὶν ὁ ποιητής. δῆλον γὰρ ὡς ὅθεν τὸ ἀρηρότες, ἐκεῖθεν γίνεται καὶ τὸ ἀρτύναντες, ἀπὸ τοῦ ἀρῶ γάρ. Πύργος δὲ νῦν ἐρρέθη διάταξις στρατιωτικὴ τετραγωνοειδὴς κατὰ πλινθίον συντεταγμένη, πύκνωμα πολὺ ἔχουσα ἐν τῷ τοὺς μὲν προστάτας εἶναι, τοὺς δὲ κατὰ νώτου αὐτοῖς τετάχθαι, τοὺς δὲ καὶ τριστάτας ἵστασθαι καὶ εἰσέτι τυχὸν ἐπὶ πλέον. ῥηθήσεται δὲ περὶ τούτου καὶ ἐν τοῖς ἑξῆς. Τὸ δὲ «σφέας αὐτούς» ἀντὶ συνθέτου ἀντωνυμίας εἴρηται τοῦ ἑαυτούς. ἐρεῖ δὲ καὶ μετʼ ὀλίγα ἀμυνόμενοι σφῶν αὐτῶν ἀντὶ τοῦ ὑπὲρ ἑαυτῶν. σύνθετον γὰρ ἀντωνυμίαν οὐκ οἶδεν ὁ ποιητὴς, ὡς καὶ προδεδήλωται. Τὸ δὲ «ἐκ χειρῶν» παρελκόντως κεῖται, οὐ γὰρ ἔστιν ἄλλως ἢ διὰ χειρῶν ἀκοντίζειν. Ὅρα δὲ καὶ ὅτι κυδάλιμον κῆρ σεμνῶς ἐπὶ θηρὸς εἶπε, καὶ ὅτι φανερὰ διαφορὰ παρὰ τῷ ποιητῇ τάρβους καὶ φόβου. ταρβεῖ μὲν γὰρ ὁ ἁπλῶς κατὰ ψυχὴν δειλιῶν, φοβεῖται δὲ ὁ καὶ φεύγων. Καὶ ὅτι θράσους ἐνδεικτικόν, ὥσπερ ἀλλαχοῦ τὸ «ἑή τέ μιν ὤλεσεν ἀλκή», οὕτω καὶ ἐνταῦθα τὸ «ἀγηνορίη δέ μιν ἔκτα» ὅπερ ἐπὶ Ἕκτορος ἄλλως φράζει «φθίσει σε τὸ σὸν μένος». Μεμφόμενος δὲ τὰς ὑπερβολάς φησι ταῦθʼ ὁ ποιητής. μέτρῳ γὰρ πανταχοῦ χρηστέον τοῖς πλεονεκτήμασι διὰ τὸ μηδὲν ἄγαν. Ἐκ δὲ τοῦ ἰθύω ἰθύσω, τὸ ὁρμῶ, καὶ τὸ ἰθύ γίνεται καὶ τὸ ἰθύς μετὰ τοῦ σ ἐπίρρημα καὶ τὰ τοιαῦτα. Τὸ δὲ «ἐλίσσετο» ἀμφεβλήθη. τινὲς μὲν γὰρ ἐδάσυναν, νοοῦντες αὐτὸ ἀντὶ τοῦ εἱλίσσετο, ἐστρέφετο, τινὲς δὲ ἐψίλωσαν ὡς ἐπὶ παρακλήσεως. Ὅτι γραφικῶς ὁ ποιητής, τουτέστιν ὡς ἔν τινι ζωγραφίᾳ ἐπὶ τῆς τάφρου τοὺς τοῦ Ἕκτορος ἵππους ἱστᾷ, καὶ λέγει ὡς Ἕκτωρ μὲν ἤθελε διαβαίνειν, «οὐδέ <!-- 3.353 -->οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ χείλεϊ», ἢ δισυλλάβως «χείλει, ἑσταότες», καὶ ἄλλως δὲ «χείλει ἐφεσταότες». «ἀπὸ γὰρ δειδίσσετο τάφρος εὐρεῖα, οὔτʼ ἂρ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι ῥηϊδίη» οὖσα, τὸ μὲν πρῶτον ὡς εὐρεῖα, τὸ δὲ δεύτερον ὡς βαθεῖα, καὶ διὰ τοῦτο οὐκ εὐπέρατος, ὅ ἐστιν οὐκ εὐδιάβατος. κατὰ γὰρ τοὺς παλαιοὺς εἰπεῖν, πηδᾶν μὲν τὸ τῆς τάφρου εὖρος κωλύει, διαβῆναι δὲ εἴργει τὸ πλάτος. Ὅρα δὲ τὸ «ἐτόλμων» αὐτὸ καθʼ αὑτὸ κείμενον δίχα ῥήματος ἀπαρεμφάτου. δῆλον δὲ ὡς ἐξ αὐτοῦ τολμήεις καὶ τολμηρός, ὁ θαρσαλέος. Τὸ δὲ «οὐ περάσαι ῥηϊδίη» προϊὼν καταφατικῶς φράζει λέγων «μάλʼ ἀργαλέη περάαν», ὃ καὶ ἐπὶ θαλάσσης ποτὲ λεχθήσεται. Τῆς δὲ τοιαύτης ἀργαλεότητος τὸ αἴτιον λέγων φησὶ «κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν ἕστασαν ἀμφοτέρωθεν», τουτέστιν ὀφρύες τινὲς ἐπὶ τὰ ἔσω κοιλαινόμεναι, ὡς οἷον ἠρέμα σπηλαιοειδεῖς ἢ ὀροφωταί. τοιοῦτον γάρ τι δηλοῖ τὸ ἐπηρεφέες, ὡς ἂν μὴ ἔχοι τις διʼ αὐτῶν καταβαίνειν ἢ ἀναβαίνειν. «Ὕπερθε δέ», φησί, «σκολόπεσσιν ὀξέσιν ἀρήρει, τούς», ἤγουν οὕς, «ἔστασαν υἷες Ἀχαιῶν πυκνούς», ὥστε μὴ μεσάζεσθαι, καὶ μεγάλους ὥστε μὴ ὑπερβαίνεσθαι. ὧν ἀμφοτέρων συλληπτικὸν τὸ «δηΐων ἀνδρῶν ἀλεωρήν. ἔνθʼ οὔ κεν», ἤγουν ἔνθα οὐκ ἄν, «ῥέα ἵππος ἐΰξοον», ἢ ἐΰτροχον, «ἅρμα τιταίνων ἐσβαίη· πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι». Καὶ ὅρα τὸ τελέουσιν, ἐξ οὗ τέλη τὰ τάγματα, ὡς τῶν ἐν μάχῃ ἔργων ἐπιτελεστικά. Τέλος γὰρ δηλαδὴ καὶ ἡ τοιαύτη τάξις, ὡς ἐν ἄλλοις δηλοῦται. ὅτι δὲ τέλος καὶ ὁ φόρος, δηλοῖ σὺν ἄλλοις καὶ Ἀθήναιος, παρʼ ᾧ καί τις τόπος ἀτελὴς εἶναι ἱστορεῖται. Δῆλον δʼ ὅτι τέλος καὶ ἡ θυσία. <!-- 3.354 -->Εὐριπίδης «θεοῖσι μικρὰ θύοντας τέλη». ὅθεν καὶ αἱ τελεταὶ θυσίας ἔχουσαι καὶ μυστικάς τινας παραδόσεις. ἔτι δὲ τέλος καὶ ἡ δαπάνη, ὅθεν καὶ τελεῖν τὸ δαπανᾶν, καὶ πολυτελεῖς οἱ πολλὰ ἀναλίσκοντες, καὶ εὐτελεῖς οἱ ὀλίγα. εἰκὸς δὲ καὶ τοὺς κοινῶς καλουμένους εὐτελεῖς οὕτω λέγεσθαι ὡς μικρᾶς ἂν δαπάνης ἐσομένης ἐπʼ αὐτοῖς, εἴ τις αὐτοὺς λόγου πρίαιτό τινος κατὰ τὸν εἰπόντα. Καὶ οὕτω μὲν ἐνταῦθα πλατὺ ἐξέφρασε, μετʼ ὀλίγα δὲ συντομώτατα φράζων φησίν «ἣ δὲ μάλʼ ἀργαλέη περάαν. σκολόπες γὰρ ἐν αὐτῇ ὀξέες ἑστᾶσιν». Εἰσὶ δὲ σκόλοπες, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὀρθὰ ξύλα καὶ ὀξέα, ἃ καὶ σταυροὺς ἐκάλουν, ἐξ οὗ κατὰ παραφθορὰν λέξεως τὰ σταύαρα, ἐφʼ οὓς οἱ κρεμασθέντες ἀνεσταυρῶσθαι καὶ ἀνεσκολοπίσθαι ἐλέγοντο. Ἡ δὲ περίφρασις ἀναπηγνύειν ἐπὶ ξύλου τὰ τοιαῦτα λέγει. Ἄλεξις «ἀναπήξαιμι ἂν αὐτὸ ἐπὶ τοῦ ξύλου λαβών». Ἰστέον δὲ καὶ ὅτι τὸ τοὺς ἵππους μὴ ἁπλῶς ἀλλὰ καὶ μάλα χρεμετίζειν καὶ τὸ ἐπʼ ἄκρῳ χείλει ἑστάναι τὴν ἄγαν προθυμίαν ἐκείνων δηλοῖ ὡς ἐντετριμμένων πολέμοις καὶ συνήθως ὀργώντων εἰς μάχην καὶ αὐτῶν κατὰ τὸν Ἕκτορα. Τὸ δὲ «ἀπὸ γὰρ δειδίσσετο» ἐφερμηνευτικόν ἐστι τοῦ οὐκ ἐτόλμων. Περῆσαι δὲ τὸ ἐφεξῆς βηματίσαι δίχα πηδήματος, οὗ ἀνάπαλιν ἔχει τὸ ὑπερθορεῖν. Ὅρα δὲ καὶ ὅτι κρημνοὺς ἔφη τάφρου ὡς ἐκ μεταφορᾶς τῶν ἐν ὄρεσι. Τὸ δὲ «εἰ τελέουσιν» οἱ μεθʼ Ὅμηρον εἴ πως τελέσουσί φασι. ταὐτίζεται δὲ ἐν ἀμφοῖν ὁ ει σύνδεσμος πρὸς τὸ ὅπως αἰτιολογικὸν κατὰ μετάληψιν συνδέσμου εἰς σύνδεσμον. Ὅτι τὴν ἄγαν ὁρμὴν ἄρτι τοῦ Ἕκτορος εἰς θρασύτητα χαρακτηρίζων ὁ ποιητής, ἣν οὐκ ἂν φιλοίη ἀνὴρ συνετός, πλάττει τὸν Πολυδάμαντα μεμφόμενον καὶ λαλοῦντα τῷ Ἕκτορι, ἃ δὴ οὐδʼ ἐκεῖνος ἐξαθερίσει. Φησὶ γάρ «δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· Ἕκτορ καὶ ἄλλοι Τρῶές τε καὶ ἐπίκουροι, ἀφραδέως», ὅ ἐστιν ἀνοήτως, ἀβούλως, «διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους», ἢ κατά τινας, οὐ μέντοι καλῶς, «ἐλαύνετε μώνυχας ἵππους», «ἣ δὲ μάλʼ ἀργαλέη περάαν» καὶ ἑξῆς, ὡς προείρηται. Τεχνικῶς δὲ <!-- 3.355 -->κοινοποιεῖται τὸν λόγον ὁ ῥήτωρ Πολυδάμας ἐν τῷ «ἀφραδέως ἐλαύνομεν», ἐμπεριλαβὼν καὶ ἑαυτόν, ἵνα μὴ ἐλαύνετε εἰπὼν καὶ τὸν Ἕκτορα ὑβρίζειν δόξας ἐκτραχύνῃ καθʼ ἑαυτοῦ, ὃν ἐνταῦθα ὁ ποιητὴς ἔφη θρασύν. Τὸ δὲ «Ἕκτορα ἔειπε παραστάς» ἀντὶ τοῦ προσεῖπεν. ἄλλως γὰρ Ἕκτορι ὤφειλεν εἶναι κατά τε τὸ εἶπε καὶ τὸ παραστάς. Ἰστέον δὲ ὅτι ἀφραδέως ὁ Πολυδάμας εἰπών, ὡς ἐρρέθη, ἐλαύνειν διὰ τάφρον, προσεπειπὼν δὲ καὶ ἀργαλέην αὐτὴν εἶναι διὰ τοὺς ἐν αὐτῇ, ὡς καὶ αὐτὸ προείρηται, σκόλοπας καὶ τὸ περὶ αὐτοὺς τεῖχος, «ἔνθʼ οὔ πως ἔστι», φησί, «καταβήμεναι οὐδὲ μάχεσθαι ἱππεῦσιν», ἀλλὰ δηλονότι πεζοῖς. «στεῖνος γάρ», φησίν, «ὅθι τρώσεσθαι ὀΐω». Εἶτα παιδεύων δεῖν εἶναι ἐν ἀγαθοῖς ὄντα τινὰ καραδοκεῖν καὶ τὰ ἔμπαλίν φησιν «εἰ μὲν γὰρ δὴ πάγχυ κακὰ φρονέων ἀλαπάζει θεός, Τρώεσσι δὲ βούλετʼ ἀρήγειν, ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι». ὃ δὴ εὐχή ἐστιν ἐπὶ συντόμῳ ἐκπληρώσει τοῦ ἐφετοῦ. Εἶτα ἑρμηνεύων τὸ «ἐθέλοιμι τοῦτο» φησὶ «νωνύμους», ἢ νωνύμνους, «ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς· εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξομεν ὀρυκτῇ, οὐκ ἔτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν». Προνοεῖται γὰρ ὡς ἔμφρων τοῦ μέλλοντος καὶ οἶδε τὸ τοῦ Ἄρεος ἀλλοπρόσαλλον καὶ τὸ τῆς εὐτυχίας πρόσκαιρον. Τῶν δὲ ἐν τοῖς ῥηθεῖσι λέξεων στεῖνος μέν ἐστι τὸ μεταξὺ τῆς τάφρου καὶ τοῦ τείχους στενοχώρημα, βαρυνόμενον κανόνι τοιούτῳ. Τὰ εἰς ος οὐδέτερα βαρύνεται, νάπος, νέμος, κλῖτος, τεῖχος. οὕτω οὖν καὶ στεῖνος. Τρώσεσθαι δὲ τὸ βλαβήσεσθαι, οὗ ἐνεστὼς ἐν Ὀδυσσείᾳ «οἶνος σὲ τρώει μελιηδής». Ἴωνες δέ, φασί, τρῶμα λέγουσι τὴν τροπήν, οὗ <!-- 3.356 -->ἡ παραγωγὴ κατὰ τὸ κῶ κῶμα, βρῶ βρῶμα. Τοῦ δὲ «Τρώεσσι βούλετο νίκην» ἢ μάλιστα «Τρώεσσι δὲ βούλετʼ ἀρήγειν» ἀναγκαία ἡ προσθήκη, ἵνα μὴ τὸ «κακὰ φρονέων ἀλαπάζει Ζεύς» λοξῶς ῥηθὲν ἐπιρρέπῃ καὶ τοῖς Τρωσί. Νώνυμοι δὲ εἴτε νώνυμνοι οἱ ἐστερημένοι τοῦ ὀνομάζεσθαι ἢ ὑμνεῖσθαι, ὅ ἐστιν οἱ ἀνώνυμοι ἢ ἀκλεεῖς. Παλίωξις δὲ ἡ ἀνάπαλιν δίωξις, τῶν διωκομένων ὑποστραφέντων εἰς διώκοντας. ὃ διασαφεῖ ὁ ποιητὴς ἐν τῷ «ὑποστρέψωσι», καὶ ἐν τῷ «ἐκ νηῶν», καὶ ἐν τῷ «ἑλιχθέντων ὑπʼ Ἀχαιῶν». Ἐμπλῆξαι δὲ τάφρῳ τὸ ἐμπελάσαι ἢ τὸ ἀκουσίως ἐγκροῦσαι καί, ὡς εἰπεῖν, ἐμπαῖσαι, ἢ, ὡς πολλαχοῦ φησιν ὁ ποιητής, ἐμπεσεῖν. Τὸ δὲ «οὐδʼ ἄγγελον ἀπονέεσθαι ἄψορρον» παροιμιῶδές ἐστιν, ὅτε πανωλεθρίας που γενομένης οὐδʼ ὁ μηνύσων τὰ σκυθρωπὰ ὑπολέλειπται. οἱ δὲ μεθʼ Ὅμηρον καὶ σκυθρωπῶν καὶ σκυθρωπότητος ἄγγελον τὸν τοιοῦτόν φασιν. οἱ δʼ αὐτοὶ ἐφʼ ὁμοίοις δεινοῖς παροιμιάζονται καὶ τὸ «μηδὲ πυρφόρον ὑπολείπεσθαι». Ὅτι ἐνταῦθα μὲν τάχιστα πείθεται τῷ Πολυδάμαντι ὁ Ἕκτωρ, συμβουλεύοντι ἀποβῆναι τῶν ἵππων καὶ πεζοὺς μάχεσθαι, ἐν δὲ τοῖς ἑξῆς καίτοι θεοπρόπιόν τι λέγοντι βαρὺς ἐπιτίθεται καὶ ἀπειλεῖται, λέγων καὶ ἐξολωλέναι θεόθεν τὰς φρένας αὐτῷ. οὕτω δεινὸν ἡ τύχη τὰς τῶν ἀνθρώπων γνώμας μεταποιεῖν. Καὶ ἄλλως δέ, εὐμετάβολος ὁ Ἕκτωρ καὶ πρὸς ἐναντιότητα θελημάτων καὶ λόγων εὐμετάπτωτος, ὃς καὶ τὸν μέγαν Αἴαντα εὐλογήσας αὖθις κακολογεῖ, ὡς ὁ ποιητὴς ἱστορεῖ. Φράζεται δὲ τὰ τοῦ Πολυδάμαντος οὕτω «ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· ἵππους μὲν θεράποντες ἐρυκόντων», ἤγουν ἐπεχέτωσαν, «ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ <!-- 3.357 -->οὐ μενέουσιν, εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται». καὶ οὕτω μὲν Πουλυδάμας. Ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, καὶ αὐτίκα πρῶτος αὐτὸς ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, καὶ μετʼ αὐτὸν οἱ ἄλλοι. καὶ γίνεται τὰ ἐφεξῆς ῥηθησόμενα κατὰ τὴν τοῦ Πουλυδάμαντος βουλήν. Πρυλέες δὲ οἱ ἐν μάχῃ πεζοὶ κατὰ γλῶσσαν Γορτυνίων, ὥς φασιν οἱ παλαιοί. ἡ δὲ τῆς λέξεως παραγωγὴ προγέγραπται. νῦν δὲ τοσοῦτον ῥητέον ὡς, εἰ μὲν ὀξύτονος ἡ ταύτης εὐθεῖα, ἑτέρου τοῦτο λόγου, εἰ δὲ βαρύτονος, συνηγορηθείη ἂν ἐντεῦθεν εἶναι τὸ παρὰ Λυκόφρονι κύριον ὄνομα ἐν τῷ «τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν». οὕτω καὶ Ἱππότης ἐν Ὀδυσσείᾳ κύριον ὄνομα ὁμώνυμον τῷ ἱππεύοντι. Τὸ δὲ ἀολλέες, ὃ παρισοῖ μετὰ τοῦ πρυλέες, ἕτερόν ἐστι τοῦ πάντες, ἵνα λέγῃ ὅτι καὶ πάντες ἑπώμεθα καὶ ὁμοῦ πεπυκνωμένοι. Τὸ δὲ ἄδεν ἀντὶ τοῦ ἤρεσεν, ἡδὺς ἔδοξε. συστέλλει δὲ τὴν ἄρχουσαν, καὶ ἐξ αὐτοῦ γίνεται καὶ ἄδος, ὁ κόρος, καὶ ἄδην τὸ δαψιλῶς. διὸ καὶ ψιλοῦται παρὰ πολλοῖς. ἔοικε δὲ τὸ «ἄδεν» Αἰολικὸς εἶναι δεύτερος ἀόριστος τοῦ ἥδω ῥήματος, ἴσως δὲ καὶ τοῦ ἀδεῖν ὡς τοῦ κτυπεῖν τὸ ἔκτυπεν. Ὅτι μετὰ τὴν τοῦ Πουλυδάμαντος δημηγορίαν οἱ Τρῶες «διαστάντες, σφέας αὐτοὺς ἀρτύναντες, πένταχα κοσμηθέντες ἅμα ἡγεμόνεσσιν ἕποντο» ἄλλοις μὲν ἄλλοι, Ἕκτορι δὲ καὶ Πολυδάμαντι «οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν». καὶ ἐφερμηνεύων τὸ ἄριστοί φησι «μέμασαν δὲ μάλιστα τεῖχος ῥηξάμενοι ἐπὶ νηυσὶ μάχεσθαι». Σημείωσαι δὲ ὅτι διδάσκων μὴ ἐπὶ φαυλότητος νοῆσαί τινος τὸ «διαστάντες» ἡρμήνευσεν αὐτὸ οὐ μόνον διὰ τοῦ φθάσαι πρὸ τούτων εἰπεῖν εὖ κατὰ κόσμον ἡνιόχῳ ἐπιτέλλειν ἕκαστον, ἀλλὰ καὶ διὰ τοῦ ἀρτύναντες ἑαυτοὺς καὶ διὰ τοῦ κοσμηθέντες. Δῆλον δὲ ὡς ἡ δια πρόθεσις δηλοῖ μὲν διχασμόν τινα μάχιμον, ὡς καὶ ἐν τῷ «διαστήτην ἐρίσαντε», καὶ ὅτε δὲ διαζύγιόν φαμεν τὸν ἀπὸ τοῦ <!-- 3.358 -->ἑνωτικοῦ κατὰ γάμον ζυγοῦ δυασμόν. σημαίνει δὲ ὅμως ἐν πολλοῖς καὶ διάκρισιν, ἤτοι ἁπλῶς χωρισμόν, ὡς ἐν τῷ «εὖ διαβάς», ἤγουν διαστήσας τὰ σκέλη, ὥς πού φησιν ὁ ποιητής, καὶ νῦν ἐν τῷ «οἳ δὲ διαστάντες», φιλικῶς δηλαδή, ὡς δηλοῖ τὸ ἀρτύναντες, ὃ λέγει ἀντιθετικῷ σχήματι, ὅτι καὶ διαστάντες τοπικῶς ὅμως ἀραρότως εἶχον. Ὅρα δὲ καὶ ἐν τοῖς ῥηθεῖσι τρεῖς μετοχὰς ἀσυνδέτους ὁμοῦ κειμένας, τὸ «οἳ δὲ διαστάντες», τὸ «σφέας αὐτοὺς ἀρτύναντες», ὃ δὴ καὶ πρὸ ὀλίγων εἶπε κατὰ ἀνεκλόγιστον συνήθη ταὐτολογίαν, καὶ τὸ «πένταχα κοσμηθέντες». γοργότητος δὲ τοῦτο σχῆμα, συνεπισπεύδοντος οἷον τοῦ ποιητοῦ διὰ τῆς ἀσυνδέτου φράσεως τῇ τῶν πραγμάτων ἄρτι ὀξύτητι. Τὸ δὲ «ῥηξάμενοι» δῆλον ὅτι καὶ ῥήξαντες κοινότερον λέγεται. Ἰστέον δὲ ὅτι διακοσμοῦνται οἱ Τρῶες πένταχα, ἢ διότι πέντε ἦσαν ἴσως αἱ τοῦ Ἑλληνικοῦ τείχους πύλαι, ἢ μάλιστα ἵνα, φασίν, ἀνὰ δύο ἡγεμονίαι μέσον δορυφοροῖεν ἐπʼ ἀσφαλείᾳ τὸν Ἕκτορα. ἑκάστη δὲ τῶν πέντε τάξεων τρεῖς εἶχεν ἡγεμόνας, ὡς εἶναι τοὺς πάντας δεκαπέντε, οὓς καὶ ὀνομάζει ὁ ποιητὴς κατὰ λόγον τινὰ ἡρωϊκὸν καὶ ἐνταῦθα στενολεσχῶν ὡς ἐπὶ νεαρῷ μάχης ἐγχειρήματι, καὶ λέγει ὡς ἅμα μὲν Ἕκτορι ἀμύμων Πολυδάμας ἦν καὶ ὁ πρὸ μικροῦ ἡνιοχῶν τῷ Ἕκτορι Κεβριόνης. Καὶ ὅρα ὡς οὐ περιοπτέον ἐν καιρῷ τοὺς ἀρίστους, εἰ καὶ ὑποδεῶς ἔχουσι διὰ τὸ ὑπηρετικόν. Ἕκτωρ γὰρ εἰς συστράτηγον ἑταιρίζεται τὸν αὐτοῦ ἡνίοχον, καταλιπὼν παρʼ ὄχεσφιν ἄλλον Κεβριόναο χείρονα. τῶν δʼ ἑτέρων—οὕτω δὲ λέγει τὴν δευτέραν τάξιν ὁ ποιητὴς διʼ εὐχρηστίαν μέτρου—Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ. Ἔνθα ὅρα τὴν τῆς φράσεως συντομίαν. μόνης γὰρ τῆς δευτέρας τάξεως τοὺς τρεῖς κοσμήτορας διʼ ἑνὸς ἔφρασε στίχου ὁ ποιητής, ἐπὶ δὲ τοῖς λοιποῖς πλατύτερον γράφει, οὕτως ἀρέσαν αὐτῷ διὰ τὸ ἐν ἅπασι πολυειδὲς τῆς αὐτοῦ γραφῆς. Τῶν δὲ τρίτων Ἕλενος ἦρχε καὶ Δηΐφοβος θεοειδής, Πριαμίδαι. Τρίτος δὲ ἦν Ἄσιος ἥρως. Ὃν καὶ ἐπαναλαβὼν ὡς ἄξιόν τινος λόγου πλείονος διὰ τὸν πολὺν φανητιασμόν, ἵνα ἐγγραφῇ οὕτω τῇ ψυχῇ <!-- 3.359 -->τοῦ ἀκροατοῦ καὶ ἐπισημανθῇ τὰ κατʼ αὐτὸν ὡς καινά τινα τοῦ ποιητοῦ περὶ αὐτοῦ ἱστορήσοντος, ἐπάγει «Ἄσιος Ὑρτακίδης» καὶ τὰ ἑξῆς ἀπαραλλάκτως ὡς ἐν τῇ Βοιωτίᾳ κεῖνται, ἤγουν ὅτι τε Ἀρίσβηθεν ἥκει ἀπὸ Σελλήεντος ποταμοῦ, καὶ ὡς μεγάλοι αὐτῷ ἵπποι καὶ αἴθωνες, ὅ ἐστι μέλανες ἢ εὐκίνητοι ἢ πυρροί. Τῶν δὲ τετάρτων ὁ Ἀγχίσου ἦρχεν Αἰνείας, καὶ οἱ Ἀντηνορίδαι Ἀρχέλοχος καὶ Ἀκάμας, μάχης εὖ εἰδότε πάσης. «Σαρπηδὼν δὲ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων, πρὸς δʼ ἕλετο» καὶ τὸν αὐτανέψιον Γλαῦκον καὶ τὸν νέηλυν ἀρήϊον Ἀστεροπαῖον τὸν ἀμφιδέξιον. οὗτοι γάρ, φησίν, αὐτῷ ἔδοξαν διακριδὸν εἶναι ἄριστοι τῶν ἄλλων μετά γε αὐτόν. «ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων», τουτέστι διαπρεπὴς ἦν ἐν ἅπασι. Καὶ ὅμως προσεταιρίζεται καὶ ἑτέρους εἰς μάχην ὀρθωσόμενος καὶ αὐτὸς μέγας ὑπὸ βαιῶν, ὡς ἂν ἡ τραγῳδία ἐρεῖ. Ὅρα δὲ ὅτι ποικίλος κἀνταῦθα ὢν ὁ ποιητὴς ἐπὶ μὲν Σαρπηδόνος τὸ ἡγήσατο εἶπε, προσθέμενος ὅτι προσείλετο διακριδὸν τὸν δεῖνα καὶ τὸν δεῖνα, ἐπὶ δὲ τοῦ Αἰνείου τὸ ἄρχειν ἔφη, ἐπιφέρων ὅτι ἅμα τούτῳ οἱ δεῖνα, ἐπὶ δὲ Ἑλένου καὶ Δηϊφόβου ἐσίγησε τὸ ῥῆμα, λαβὼν αὐτὸ ἄνωθεν ἀπὸ κοινοῦ καὶ ἐπαγαγὼν οὐ δύο, καθὰ ἐπὶ Αἰνείου καὶ Σαρπηδόνος, ἀλλʼ ἕνα μετὰ ὑπαρκτικοῦ ῥήματος. τρίτος γάρ, φησίν, ἦν Ἅσιος ἥρως. ἐπὶ δὲ τῶν δευτέρων τὸ ἄρχειν ἔθετο, οὐ διελὼν καὶ αὐτούς, ἀλλὰ κοινώσας ἑνὶ στίχῳ, καθὰ καὶ προερρέθη. τὴν δὲ πρώτην τάξιν ἑτεροίως ἔφρασεν οὔτε ῥῆμα θέμενος ἡγεμονικόν, ἀλλὰ καὶ τὸν τρίτον τὸν Κεβριόνην πλεῖον διαστήσας ἐκ τῶν δύο συστρατήγων. εἰπὼν γὰρ ὡς οἱ πλεῖστοι ἅμα Ἕκτορι ἦσαν καὶ Πολυδάμαντι, μετὰ τρεῖς στίχους τοῦ Κεβριόνου μέμνηται. Θεοειδῆ δὲ τὸν Δηΐφοβον λέγει, ὁποῖόν τι ἐπʼ οὐδενὸς τῶν ἄλλων ἔφη, διὰ τὸ ἐπισημάνσεως ἄξιον εἶναι τά τε ἄλλα καὶ ὅτι μετὰ τὸν Ἀλεξάνδρου θάνατον τὴν Ἑλένην αὐτὸς ἀγαγόμενος ὑπὸ Μενελάου θνῄσκει ἐν τῇ τῆς Τροίας ἁλώσει, τριακονταετής, φασίν, ὤν. τὸ δὲ σῶμα αὐτοῦ μυθεύεται ῥιφὲν ἄταφον μεταβεβλῆσθαι εἰς βοτάνην λεγομένην ἀκέφαλον, ἥν φασιν ἀγαθὴν εἶναι τοῖς σπληνικοῖς πρὸς λύχνον αἰρομένην καὶ διδομένην μετὰ ὕδατος. Ἐν δὲ τῷ «Ἄσιος ἥρως», καὶ μετʼ ὀλίγα «Ἄσιος ὄρχαμος ἀνδρῶν», καὶ ἐφεξῆς ἐν τῷ «ἐπερχόμενον μέγαν Ἄσιον», καὶ «Ἄσιον ἀμφὶ ἄνακτα», ἔστι τι μυκτῆρος ποιητικοῦ, ὡς τοῦ τοιούτου ὀφειλέτου μὲν ὄντος φρονεῖν, μὴ τοιούτου δὲ ἀποβάντος. διὸ παρεμπλέκει τοῖς τοιούτοις μετʼ ὀλίγα ἐπιθέτοις τὸ «νήπιος», ὃς τῶν ἄλλων βουλῇ Πολυδάμαντος ἀμωμήτοιο πειθομένων αὐτὸς οὐκ ἤθελε πεζὸς ἀλλὰ σὺν ἵπποις πελάσαι ταῖς <!-- 3.360 -->ναυσίν, ὀκνῶν, οἶμαι, ὁ μέγας ἑαυτὸν ταπεινῶσαι τῇ ἐκ τῶν ἵππων ἀποβάσει. Ἡ δὲ Ἀρίσβη, περὶ ἧς εἴρηται καὶ ἐν τῇ Βοιωτίᾳ, πόλις φασὶ Τρωϊκή, Μιτυληναίων ἄποικος, μεταξὺ Περκώτης καὶ Ἀβύδου, ἔχουσα ποταμὸν Σελλήεντα, πατρὶς Ἀσίου, κληθεῖσα οὕτως ἀπὸ Ἀρίσβης, θυγατρὸς μὲν Τεύκρου τοῦ Κρητός, γυναικὸς δὲ Δαρδάνου. ἦν δέ, φασί, καὶ ἐν Λέσβῳ Ἀρίσβα πόλις ἀπὸ Ἀρίσβης, θυγατρὸς Μάκαρος ἢ Μέροπος, ἣν πρώτην ὁ Πάρις ἔσχε γυναῖκα. Ὁ δὲ μνημονευθεὶς Ἀγχίσης Κάπυος ἦν, ὡς ἐν τοῖς ἑξῆς που γενεαλογεῖ ὁ ποιητής, καὶ Ἀφροδίτης, ὃς ἔτη ὀγδοήκοντα ζήσας ἀποίχεται. ἐδείκνυτο δέ, φασί, τάφος αὐτοῦ ἐν τῇ Ἴδῃ, καὶ ἐτίμων αὐτὸν οἱ ἐκεῖ ποιμένες καὶ βουκόλοι κατὰ πᾶν φθινόπωρον τὸν τάφον αὐτοῦ στέφοντες. νεώτεροι δέ τινες ἐν Σικελίᾳ φασὶ τετελευτηκέναι αὐτόν. Περὶ δὲ Σαρπηδόνος ἀπορήσαντές τινες, διὰ τί αὐτὸς ἄρχει Λυκίων καὶ οὐ Γλαῦκος, ἐπεὶ ὁ μὲν ἐξ ἀρρένων, Ἱππολόχου γὰρ υἱός, Σαρπηδὼν δὲ Λαοδαμείας ἀδελφῆς Ἰσάνδρου καὶ Ἱππολόχου τῶν Βελλεροφόντου υἱῶν, λύουσι λέγοντες ὅτι κατὰ τιμὴν Λαοδαμείας γέγονεν. ἀμφισβητούντων γὰρ τῶν ἀδελφῶν περὶ βασιλείας καὶ προκλήσεως οὔσης διατοξεῦσαι δακτύλιον ἐπικείμενον στήθει παιδὸς ὑπτίου, ἡ ἀδελφὴ τὸν αὐτῆς εἰς τοῦτο ἔδωκε παῖδα. Ὅτι δὲ Γλαῦκοι διάφοροι, πολλαχοῦ δηλοῦται. Λύκιος μὲν γὰρ ὁ ἐνταῦθα ῥηθείς. Ἦν δέ τις καὶ ἕτερος ὁ παρὰ Λυκόφρονι παρωνύμως Γλαύκων, οὗ γλυκύπικρος θάνατος περιᾴδεται. πίθῳ γάρ, φασίν, ἐναπεπνίγη μέλιτος. Περιφέρεται δὲ ἐν ἀοιδαῖς καὶ ὁ Ἀνθηδόνιος Γλαῦκος, οὗ μνεία τις ἐν τῷ Καταλόγῳ τέθειται τῶν νεῶν. Ἔστι δέ τις καὶ ἰχθὺς καλούμενος γλαῦκος, οὗπερ ἔκκριτος ἡ κεφαλὴ καὶ μάλιστα οἱ ὀφθαλμοί. Τοῦ δὲ ἀρήϊος πρωτότυπον τὸ ἄρειος, ὅπερ ἐστὶ πολεμικός. ἐξ οὗ καὶ κύριον παρὰ τοῖς ὕστερον Ἄρειος διὰ διφθόγγου, ὁ κατὰ τῆς ἀληθείας φερωνύμως Ἀρεϊκός. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται καὶ διὰ τοῦ ἰῶτα κύριον ψάλτου τινὸς ὁ Ἄριος, περὶ οὗ λέγεται ὅτι Στρατόνικος <!-- 3.361 -->ὁ κιθαρῳδὸς πρὸς Ἄριον τὸν ψάλτην, ὀχλοῦντά τι αὐτῷ, ἔφη τὸ «ψάλλʼ ἐς κόρακας», ὅπερ ἐστὶ παρῳδία τοῦ «βάλλʼ ἐς κόρακας», καθάπερ αὖθις αὐτὸ παρῴδηται ἀπὸ τοῦ «βάλλʼ ἐς μακαρίαν», περὶ ὧν δὴ παροιμιῶν ἐν ἄλλοις δεδήλωται. Τὸ δὲ διακριδόν, ἤγουν κατʼ ἐπίκρισιν, ἐμφαίνει καὶ τὸ «πρὸς δʼ ἕλετο Γλαῦκον» δεῖν εἶναι μὴ ἁπλῶς νοεῖν ἀντὶ τοῦ προσελάβετο, ἀλλὰ ὡς ἐξαίρετον ἐπιλέγδην μετὰ διακρίσεως. ὥσπερ δὲ ἀπὸ τοῦ παρακλίνειν τὸ παρακλιδόν, οὕτω καὶ ἐκ τοῦ διακρίνειν τὸ διακριδόν. ὁμοιοσχημονεῖ δὲ τούτοις καὶ τὸ νοσφιδόν ἐκ τοῦ νοσφίζειν. Ἰστέον δὲ καὶ ὅτι τὸ πρέπειν συγκοπὴ τοῦ περιέπειν ἐστίν, ἐξ οὗ διαπρεπής καὶ ἐκπρεπής, ὁ ἄξιος τιμητικῶς περιέπεσθαι. Ὅτι πεζικὸν φράζων συνασπισμόν φησιν «οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσιν», ὅ ἐστι τετεχνιτευμέναις βύρσαις, οὐ μὴν ζώοις βουσίν, ἀλλʼ οὐδʼ ἁπλῶς βοείαις, αἳ ὑποστρώννυνται. Ἰστέον δὲ ὅτι ὃν τρόπον λέγει βῶν τὴν ἀσπίδα, οὕτω καὶ βοῦν, τυκτὴν πάντως καὶ ἐκείνην καὶ ταύτην, ὅ ἐστι τευκτήν, τεχνητήν. ἀπὸ γὰρ τοῦ τεύχω καὶ ἡ τέχνη παράγεται, ὥσπερ καὶ τὸ τυκτόν. τοῦτό τε γὰρ τευκτόν ἐστι κατὰ τὸ πλῆρες, καὶ ἡ τέχνη δὲ τεύχνη ὁμοίως. ἴσως δὲ καὶ ὥσπερ πύλαι ποιηταί καὶ τράπεζα ξεστή καθʼ ὑπακοὴν τοῦ εὖ, οὕτω καὶ νῦν τυκταὶ βόες αἱ εὔτυκτοι. τὰς δὲ ῥηθείσας τυκτὰς βόας καὶ βόας αὔας μετʼ ὀλίγα ἐρεῖ ὁ ποιητής. ἔνθα νοητέον ὡς ταὐτόν ἐστι βῶν ἀζαλέην εἰπεῖν καὶ βοῦν αὔην πρὸς διαστολὴν τῆς ὄντως καὶ φύσει, τουτέστι τῆς ζώσης βοός. ἐκείνη γὰρ οὔτε ἀζαλέη οὔτε αὔη, ἀλλὰ ὑγρά, ἐπεὶ καὶ ἔμψυχος. Τὸ δὲ «ἀλλήλους ἄραρον βόεσσιν» ὅμοιον μέν ἐστι τῷ «σκολόπεσσιν ὀξέσιν ἀρήρει», ὃ περὶ τῆς τάφρου εἴρηται, συντελεῖ δὲ εἰς ἐτυμολογίαν καὶ ἑρμηνείαν τοῦ «σφέας αὐτοὺς ἀρτύναντες», ὃ πρὸ ὀλίγων γέγραπται. Ἐνταῦθα δὲ κεῖται καὶ τὸ «ἐν νηυσὶ πεσεῖσθαι», πάλιν ἢ περὶ Δαναῶν ὡς κατακεισομένων ἐν αὐταῖς ταῖς ναυσὶν ἢ περὶ Τρώων ὡς ἐμπληξόντων αὐταῖς. Φησὶ γὰρ «οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον», ὡς ἐρρέθη, ἔβησαν «ἰθὺς Δαναῶν λελιημένοι· οὐ γὰρ ἔφαντο σχήσεσθαι ἀλλʼ ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι». τοῦτο δὲ καὶ μετʼ ὀλίγα πάλιν οὕτω ῥητῶς κεῖται <!-- 3.362 -->ἀπαραποίητον. Τὸ δὲ «λελιημένοι» ποιητικὴ καὶ αὕτη λέξις, ἀχρεία λόγῳ πεζῷ, ἐσχηματισμένη ὁμοίως τῷ τετιημένοι, ἀμφιβολίαν ἔχει τινά. ἢ γὰρ ἐξ ὀρθοῦ ἐλλιπῶς νοεῖται, ἵνα δηλοῖ τὸ ἐπιθυμοῦντες μάχης, ἢ μετὰ τῶν Δαναῶν κολλᾶται, ὡς ἂν λέγῃ, ὅτι ἐπεθύμουν τῶν Δαναῶν οἱ Τρῶες. ἔχει δὲ καὶ τοῦτο ἔλλειψιν. δῆλον γὰρ ὡς Δαναῶν λελιημένοι εἰσὶν ὥστε ἀνελεῖν αὐτούς. Ὅτι κεῖται καὶ ἐνταῦθα προαναφώνησις τῶν ἐφεξῆς ἱστορηθησομένων ἐν τῷ «νήπιος οὐδʼ ἂρ ἔμελλε κακὰς ὑπὸ Κῆρας ἀλύξας ἵπποισι καὶ ὄχεσφιν ἀγαλλόμενος», ὁ προρρηθεὶς Ἄσιος δηλαδή, «παρὰ νηῶν ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν. πρόσθε γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν ἔγχεϊ Ἰδομενῆος». Καὶ ὅρα κἀνταῦθα τὸ νήπιος ἐπὶ προσώπου ἀναφωνηθὲν οὐκ εὖ ἔχοντος τοῦ φρονεῖν, σημαντικώτατα καὶ νῦν χρησαμένου, φασί, τοῦ ποιητοῦ τῷ ὀνόματι τούτῳ. καὶ ἐφεξῆς δὲ τοὺς περὶ τὸν Ἄσιον διὰ τὴν αὐτὴν αἰτίαν νηπίους ἐρεῖ. Ἄφρων δὲ ὁ Ἄσιος, διότι οὐ κατὰ τοὺς ἄλλους Τρῶας καὶ ἐπικούρους βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο ἐπείσθη, ὥστε αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα, ἀλλὰ μόνος αὐτὸς ἀπειθὴς διεκπεσών, σὺν αὐτοῖς πελάσας τῷ τείχει, νηῶν ἐπʼ ἀριστερὰ ἵππους καὶ ἅρμα διήλασεν, ὅπου, φασίν, Ἰδομενεὺς καὶ Αἴας ἐνεώλκουν περὶ τὸ Ῥοίτειον ἀκρωτήριον. Ἔνθα καὶ ἡ κατὰ τὸν Ἀρίσταρχον ἱππήλατος ἦν πύλη, ὡς καὶ ὁ ποιητὴς δηλοῖ εἰπὼν «ὅπου Ἀχαιοὶ ἐκ πεδίου νίσσοντο σὺν ἵπποισι καὶ ὄχεσφιν». Ἰστέον δὲ ὅτι οὐ μόνος ὁ Ὑρτακίδης, ἀλλὰ καὶ ἕτερός τις ἔοικεν Ἄσιος εἶναι περὶ Τροίαν, ὡς δηλοῖ μετʼ ὀλίγα τὸ «Ἀσιάδην Ἀκάμαντα». ὅτι δʼ ὀψέ ποτε πεζεύσας Ἐπιμηθέως λόγῳ ὑπὸ Ἰδομενέως πίπτει βληθεὶς ὁ ῥηθεὶς μέγας Ἄσιος, ἐν τοῖς ἐφεξῆς ἱστορήσει ὁ ποιητής. Καὶ ἔχει τοῦτο λαβὼν ἐκεῖνος βαρβαρικῆς ἀπειθείας ἐπίχειρον, διδάξας, καθά φασιν οἱ παλαιοί, ὡς παρὰ τὸν καιρὸν αἵ τινων χρήσεις βλαβεραί εἰσιν ἤπερ ὠφέλιμοι, καὶ δείξας παιδαριώδη ἑαυτόν, εἴπερ ἐν τοιούτῳ καιρῷ καὶ τόπῳ ἀγλαϊζόμενος ἅρματι καὶ ἵπποις ἐλλάμπεται. Τὸ δὲ «παρὰ <!-- 3.363 -->νηῶν» ἀντὶ τοῦ ἀπὸ νηῶν εἴρηται. ἡ γὰρ παρα, ὥς φασιν οἱ παλαιοί, κυρίως ἐπὶ ἐμψύχων ἐστί. Μοῖρα δὲ δυσώνυμος πρὸς διαστολὴν τῆς ἀγαθῆς καί, ὡς ἂν Πίνδαρος εἴποι, εὐωνύμου, καθʼ ἣν μοιρηγενής που ὁ Ἀγαμέμνων λέγεται ἀντὶ τοῦ εὐδαίμων. καὶ ἄλλως δὲ εἰπεῖν, μοῖρα δυσώνυμος, ᾗ οὐκ ἂν πρέποι συντεθῆναι τὸ εὖ, ἵνα ἐξ αὐτῆς εὐμοιρία λεχθείη, ἀλλʼ ὅθεν ὁ ἄμμορος γίνεται, ὅ ἐστι κακόμοιρος. Ταὐτὸν δὲ εἶναι δοκεῖ δυσώνυμον εἰπεῖν καὶ κακὴν δὲ καὶ οὐκ ὀνομαστήν. οὕτω γὰρ καὶ τὸ «Κακοΐλιον οὐκ ὀνομαστήν» ὅμοιόν ἐστι τῷ δυσώνυμον Ἴλιον. Τὸ δὲ «ὅπου Ἀχαιοὶ ἐκ πεδίου νίσσοντο» παρεμφαίνει τι καὶ αὐτὸ τῆς τοῦ Ἀσίου ἀφροσύνης. ἴσως γὰρ συνεισελθεῖν ᾠήθη τοῖς τοιούτοις καὶ αὐτὸς διώκων. Ὅρα δʼ ἐν τούτοις καὶ τὸ «διήλασεν». οὐ γὰρ συνήθως ἡ λέξις κεῖται, ὡς ἐν τῷ ξίφος ἢ ἔγχος διήλασεν, ἀλλʼ ἁπλῶς ἀντὶ τοῦ ἤλασεν, ὥς που καὶ τὸ εἰπεῖν διειπεῖν λέγει, οἷον «δίειπέ μοι ὄφρα δαείω». Ὅτι ἐν τῷ «οὐδὲ πύλαις εὗρεν» ὁ Ἄσιος «ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα» πύλαι μὲν κατὰ συνήθειαν Ὁμηρικὴν αὐτὸς ὁ τῆς εἰσόδου τόπος, σανίδες δὲ αἱ θύραι, ὀχεὺς δὲ ὁ μοχλός. Ὅρα δὲ καὶ τὸ ἐπικεκλιμένας, οἷα συντελοῦν εἰς τὸ «ἠμὲν ἐπιθεῖναι πυκινὸν νέφος ἠδʼ ἀνακλῖναι». Εἰσὶ δὲ ἐπικεκλιμέναι αἱ συγκεκλεισμέναι, αἷς ἀνάπαλιν ἔχουσιν αἱ ἀναπεπταμέναι, ὡς εὐθὺς κατωτέρω κεῖται. Ὅτι προμηθείας στρατηγικῆς καὶ τὸ ἀναπεπταμένας νῦν ἔχειν τὰς τοῦ Ἀχαιϊκοῦ τείχους πύλας, ὡς ἂν οἱ ἐκ τοῦ πολέμου φεύγοντες σῴζοιντο. ὃ καὶ ἐν τοῖς μετὰ ταῦτα γενήσεται, ὅτε Ἀχιλλεὺς κατὰ κράτος νικᾷ. ἐρεῖ γὰρ ἐκεῖ ὁ Πρίαμος «πεπταμένας ἐν χερσὶ πύλας ἔχετε, εἰς ὅ κε λαὸς ἔλθῃ». Ἐκ μεταφορᾶς δὲ τῶν τιταινόντων ὀρνίθων τὰς πτέρυγας ἐν τῷ ἵπτασθαι τὸ ἀναπεπταμένας εἴληπται, καὶ φανεῖται τοῦτο καὶ ἐν τῇ ωʹ ῥαψῳδίᾳ. Ὅτι τὸ «ἰθὺς φρονέων» Ἄσιος «ἵππους ἔχεν», ἤγουν ἤλαυνεν, ἀντὶ τοῦ θαρρυνόμενος <!-- 3.364 -->ἐπὶ τὰ ἀντικρὺ καὶ προϊέναι θέλων, ᾧπερ ὅμοιον ἐν τοῖς ἑξῆς τὸ «οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἔκιον», καὶ τὸ «ἀντικρὺ μεμαώς», καὶ τὸ «πρόσω ἰέναι», καὶ τὸ «ἴθυσαν ἐπὶ τεῖχος». ἀλλαχοῦ δὲ σαφέστατα λέγει «οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι». Ὅτι ἐν τῷ «ἕποντο ὀξέα κεκλήγοντες» ῥῆμα προϋπόκειται, ὡς πολλαχοῦ ἐφάνη, τὸ κεκλήγω. Συρακουσίων δέ, φασί, τοῦτο γλώσσης. τοιοῦτον δὲ καὶ τὸ «πεπλήγοντες», ἐξ οὗ ἔοικεν εἶναι τὸ πεπλήγετο, μετʼ ὀλίγα ῥηθησόμενον ἐν τῷ «καὶ ὣ πεπλήγετο μηρώ». Ὅτι Λαπίθαι, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐρρέθη, γένος ἦν ἡρωϊκὸν ἐν Θεσσαλίᾳ, Κενταύροις πολέμιον, ἀπό τινος Λαπίθου, υἱοῦ Ἀπόλλωνος, καὶ Στίλβης νύμφης ἔχοντες τὴν τοῦ γένους ἀρχήν, ὧν κατάγονται Λεοντεὺς καὶ Πολυποίτης ὁ Πειριθόου τοῦ ᾀδομένου υἱός. Φησὶ γὰρ αὐτοὺς ὁ ποιητὴς «υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, οἵ», φησί, «προπάροιθε πυλάων ὑψηλάων ἕστασαν, ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι, αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα, ῥίζῃσι μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι· ὣς ἄρα τοί», ἤγουν οὗτοι, «χείρεσσι πεποιθότες ἠδὲ βίῃφι μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδʼ ἐφέβοντο». Καὶ σημείωσαι ὡς ὑπερβάλλων ἐστὶν ὁ τῶν τοιούτων Λαπιθῶν ἔπαινος, εἴγε τοσούτων ἐχθρῶν ἐπιφορὰν δύο μόνοι ὄντες ἀποκρούσονται. διὸ καὶ πρὸς σύας εἰκασθήσονται, οἳ ἄνδρας πολλοὺς καὶ κύνας γενναίως δέχονται. Ἰστέον δὲ ὅτι Λαπίθης ἔοικε γίνεσθαι παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ ἔπιθον, χρόνου δευτέρου ἀορίστου. εἰπεῖν γὰρ «ᾧ λαοὶ πείθονται» οὐκ ἐᾷ τὸ μέτρον, οἷα συστέλλον τὴν τῆς λέξεως ἄρχουσαν. Ὅρα δὲ καὶ ὅτι τὸ «Λαπιθάων αἰχμητάων», ὥσπερ καὶ τὸ «πυλάων ὑψηλάων», καὶ τὸ «οὔρεσι μίμνουσι», καὶ τὸ «ῥίζῃσι μεγάλῃσι» σῶφρον ἔχουσι κάλλος καὶ μέτριον διὰ τῶν ὁμοιοτελεύτων, ὡραΐζοντος τοῦ ποιητοῦ τὸν λόγον διὰ τοὺς καλοὺς ἥρωας. Τὸ δὲ «ὑψηλάων» πρὸς διαστολὴν τῶν πυλίδων λέγεται. Τὸ δὲ «μίμνουσι» χρήσιμον τῇ ἀποδόσει τῆς παραβολῆς. ὡς γὰρ δρύες ἄνεμον καὶ ὑετὸν μίμνουσιν ἐν ὄρει, οὕτως αὐτοὶ ἔμιμνον ἐπερχόμενον μέγαν Ἄσιον, πλὴν οὐχʼ ὡς ἐρριζωμένοι, ἀλλʼ ὡς κινεῖσθαι μὲν δυνάμενοι, σταδαῖοι δὲ μαχηταί. διὸ ἐπήγαγεν «οὐδὲ φέβοντο». Τὸ δὲ «ἤματα πάντα» κεῖται μὲν παρελκόντως, οὐ γὰρ οὕτω καὶ οἱ Λαπίθαι ἀεὶ μίμνουσι, δηλοῖ δὲ τὸ τῶν δρυῶν πολυχρόνιον. Διηνεκεῖς δὲ ῥίζαι αἱ διὰ πολλοῦ τόπου ἐνηνεγμέναι καὶ τεταμέναι καὶ οὕτως αἴτιαι ταῖς <!-- 3.365 -->δρυσὶ τοῦ μίμνειν ἄνεμον καὶ ὑετὸν ἤματα πάντα, ἤγουν ἐς διηνεκὲς χρόνου. Ὅτι τὸ ἀνατεῖναι τὰς ἀσπίδας ἐν μάχῃ ὑψόσε ἀνασχεῖν λέγει. φησὶ γάρ «βόας αὔας ὑψόσε ἀνασχόμενοι». τί δὲ δηλοῖ τὸ βόας αὔας, πρὸ ὀλίγων εἴρηται. Ὅτι ἐνταῦθα ὁ ποιητὴς μέμνηται Ὀρέστου τινὸς Τρωϊκοῦ ἐν τῷ «Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ὀρέστην». Τὸ δὲ ἄνακτα κεῖσθαι δοκεῖ καὶ πρὸς διαστολὴν ἑτέρου τινὸς Ἀσίου προρρηθέντος, οὗ υἱὸς Ἀκάμας Ἀσιάδης, ὡς λέγει συναπτῶς αὐτίκα ὁ ποιητής, ἔνθα κεῖται καὶ Οἰνόμαος ὁμωνυμῶν τῷ παλαιῷ Ἑλληνικῷ ἥρωϊ. Ἐν τούτοις δὲ χρᾶται, ὡς καὶ ἀλλαχοῦ, τῷ ἕως ἀντὶ τοῦ τέως καὶ πρὸς τὸ παρόν. Φησὶ γὰρ ὡς οἱ Λαπίθαι «ἕως μέν», ἤγουν πρὸς ὥρας τινάς, ὤρνυον Ἀχαιοὺς ἀμύνασθαι περὶ νηῶν. ἐπεὶ δὲ Τρῶας ἐνόησαν ἐπεσσυμένους τῷ τείχει, αὐτὰρ Δαναῶν γένετʼ ἰαχή τε φόβος τε, τότε δὴ ἐξορμήσαντες πυλῶν πρόσθεν ἐμάχοντο, ὡς ῥηθήσεται. Ὅτι ἀπὸ δρυῶν εἰκονίσας τοῖς Λαπίθαις τὴν στάσιν, εἶτα τὴν αὐτῶν ὁρμήν τε καὶ πρὸς τὰ βέλη καρτερίαν ἄλλως εἰκάζει εἰπὼν «ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην, ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα, δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην, πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων γίνεται, εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται. ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο». Καὶ ὅρα ὅτι τε κἀνταῦθα τὸ «ἕως τις βαλὼν ἀπὸ θυμὸν ἕληται» περισσὸν κεῖται, οὐδέν τι συντελοῦν εἰς τὸ πρᾶγμα. οὐδέτερος γὰρ τῶν Λαπιθῶν πίπτει. καὶ ὅτι μέλλων εἰπεῖν τὸν χαλκὸν κομπεῖν, ἤγουν ἠχεῖν κατὰ ἰδιότητα ἤχου, καὶ εἰδὼς τὸν κόμπον ἐπὶ συῶν, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, κυριολεκτούμενον, προεθεράπευσε τὴν λέξιν τῇ τῶν συῶν παραβολῇ, καὶ οὕτω συνεβίβασεν αὐτὴν ἐκ παραβολικῆς ὁμοιότητος, ὥσπερ καὶ μετʼ ὀλίγα εὐθὺς τὸ ῥέειν ἐπὶ βελῶν μέλλων εἰπεῖν προθεραπεύει αὐτὸ τῇ τῶν νιφάδων παραβολῇ, τρόπον τινὰ λέγων, ὡς εἴπερ νιφάσι χεομέναις ἐοίκασι τὰ βαλλόμενα χερμάδια, δοτέον εἰπεῖν καὶ ὅτι ἔρρεον, ὡς ὁμοίων ὄντων τοῦ χέειν καὶ ῥέειν, ὧν τὸ μὲν χέεσθαι, ἀφʼ οὗ ἡ χιών, οἰκεῖον νιφάδι διὰ τὸ ἀψοφώτερον. Τὸ δὲ ῥέειν οἰκεῖον λίθοις διὰ τὸ τοῦ ἤχου τραχύτερον. Ἐπαινοῦνται δὲ καὶ οἱ τῆς παραβολῆς ταύτης στίχοι, ὡς τῷ ψοφώδει τῆς τῶν λέξεων προφορᾶς ἐμφαίνοντες τὸ τῆς ὑποθέσεως μέγεθος. δίχα γὰρ τῆς ἄλλης τραχυφωνίας τὸ πυκνὸν σίγμα ἐν <!-- 3.366 -->τῇ καταρχῇ τῆς παραβολῆς καὶ ὁ ἐκεῖθεν σιγμὸς ἐν τῷ «ἀγροτέροισι σύεσσιν» ἀηδῶς ἔχει κατὰ τὴν προφοράν. τοιαύτη γὰρ ἡ σιγματικὴ ἀπήχησις, ὡς δηλοῖ μάλιστα παρʼ Εὐριπίδῃ τὸ «ἔσωσά σʼ ὡς ἴσασιν Ἑλλήνων ὅσοι», καὶ ἑξῆς. διὸ καθὰ δηλοῦται ἀλλαχοῦ πλατύτερον, καὶ ἡ Κωμῳδία μετὰ τὴν εὕρεσιν τῆς χρήσεως τοῦ τ ἀντὶ τοῦ σ ἐπισημαίνεται χαίρειν, ὡς ἀπαλλαγεῖσα τῶν σιγμάτων Εὐριπίδου. Κολοσυρτὸς δὲ κυρίως, οὗ καὶ παρὰ τῷ Κωμικῷ χρῆσις, κτύπος ὁ ἀπὸ κάλων, ἤγουν ξύλων, συρομένων ἐν ὄρει. Ἕτεροι δὲ τὴν ἐκ φρυγάνων συρομένων αἰρομένην κόνιν οὕτω καλοῦσι. κόλα γάρ, φασί, τὰ φρύγανα. Τὸ δὲ δοχμοὺς ἀΐσσειν καὶ τὴν ὕλην πρυμνόθεν ἀγνύειν κατὰ θυμὸν συῶν ἴδιον. Δοχμὸς δὲ παρὰ τὸ δέχω, φασί, γίνεται, ἵνα δηλοῖ τὸν εὐχώρητον. τοιοῦτοι γὰρ ἐν ταῖς εἰσόδοις οἱ εἰσιόντες δόχμιοι. Δοχμὴ μέντοι θηλυκῶς ὁ παλαιστής, ἤγουν τὸ τετραδάκτυλον, φασί, τῆς χειρός, ἀπὸ τοῦ δέχεσθαι καὶ αὐτό. Ὅτι δὲ καὶ βαρύνεται ἡ δόχμη ὁμοίως τῷ στάθμη, λόχμη, ὄχθη, δηλοῦται σαφῶς ἀλλαχοῦ. Τὸ δὲ κομπεῖν καὶ ἐπὶ σκευῶν ἤχου λέγεται. κομπεῖν γοῦν χύτραν ἢ λοπάδα φησὶν ὁ Λαέρτης ἐν τοῖς τῶν σοφιστῶν Βίοις. ἔνθα καὶ ζητεῖται, καθὰ καὶ παρὰ τῷ Κωμικῷ, τίς ἡ τῆς χύτρας καὶ τῆς λοπάδος διαφορά. Ὅτι δὲ πολὺς ὁ τῶν Λαπιθῶν ἔπαινος, εἴπερ ὡς δύο σύες πολλῶν κυνηγετῶν ἔφοδον οὕτως ὑπομένουσι τοὺς πολεμίους καὶ αὐτοὶ καὶ ἐν ἐπισφαλεῖ κινδύνῳ τῶν ἄλλων φυγόντων ἀνδρίζονται, προεπεσημάνθη. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ ἐνταῦθα κυριολεκτουμένου κομπεῖν τὸ κομπάζειν παρῆκται, ὃ παρὰ τοῖς ὕστερον στωμυλίαν δηλοῖ καὶ στομφασμὸν περιαυτολογικόν, καθὰ καὶ τὸ κομπεῖν παρὰ Σοφοκλεῖ ἐν τῷ «τοσόνδʼ ἐκόμπει μῦθον», ὡς οἷα δηλαδὴ κομπορρήμων. Ἔτι ἰστέον καὶ ὡς ἀξιόπιστον καὶ οὐκ ἀπίθανον δοκεῖ τὸ τὴν στενὴν δίοδον φυλάττειν μόνους αὐτούς, συλλαμβανόντων καὶ τῶν ἀπὸ τοῦ τείχους ἄνωθεν. Ἐπάγει γὰρ «λαοῖσι καθύπερθε πεποιθότες ἠδὲ βίῃφι», ὡς εὐθὺς ὁ ποιητὴς ἐρεῖ, ὅτι οἱ λαοὶ «<!-- 3.367 -->χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων ἔβαλλον ἀμυνόμενοι» ὑπὲρ τῶν κατʼ αὐτούς, ἤγουν καθʼ Ὅμηρον εἰπεῖν, «σφῶν τʼ αὐτῶν καὶ κλισιάων νηῶν τʼ ὠκυπόρων». Τοὺς δὲ λίθους συντόνως φερομένους καὶ πληκτικῶς νιφάσι παραβάλλει εἰπών, ὅτι «νιφάδες ὡς πῖπτον ἔραζε, ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ. ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον», ὡς καὶ πρὸ βραχέων ἀκριβῶς παρεσημάνθη «ἠμὲν Ἀχαιῶν ἠδὲ καὶ ἐκ Τρώων». Καὶ νῦν μὲν οὕτω φησί, προϊὼν δὲ πλατύνει ταύτην τὴν παραβολὴν καὶ αὐξάνει κοιμίσας τὸν ἄνεμον. Καὶ ὅρα ὅτι τὸ μὲν νιφάδες συστέλλει τὴν ἄρχουσαν, τὸ δὲ νίφειν ῥῆμα ἐν τοῖς ἑξῆς ἐκτείνει αὐτήν. Ζαὴς δὲ ἄνεμος ὁ βίαιος καὶ ὑπὲρ τὸν δυσαῆ, καὶ εἴη ἂν ὁ τοιοῦτος ζάλη, ὅ ἐστι μεγάλη ἄελλα. ὀξύνεται δὲ ὁ ζαής καὶ ὁ δυσαής ᾧ λόγῳ καὶ ὁ φιλοψευδής, περὶ οὗ μετὰ βραχέα ῥηθήσεται. Ἐκ δὲ τοῦ «νέφεα δονήσας» δοκεῖ συγκεῖσθαι τὸ δνοφερόν, ὅτε σκότος δηλοῖ ἐοικὸς νέφει δονουμένῳ. σκιόεντα δὲ νέφη λέγειν οὐδὲν ἧττον καίριον τοῦ λέγειν ὄρη ἢ μέγαρα σκιόεντα. Ὅτι σφοδρότητα καὶ πλῆθος λίθων ἀφέσεως δηλοῖ μετὰ τὴν ῥηθεῖσαν παραβολὴν καὶ τὸ «κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν», ἤγουν ἀΰτεον, ὅ ἐστιν ἐβόων, «βαλλόμεναι μυλάκεσσι, καὶ ἀσπίδες ὀμφαλόεσσαι», ἤτοι κυκλοτερεῖς ἢ πολλοὺς ἔχουσαι ὀμφαλοὺς χυτούς. Αὖον δὲ βοᾶν διαστέλλεται τῆς τῶν ὑγρῶν βοῆς, ἐκείνη γὰρ ἑτεροία ἐστί. γενικὴν δὲ ἀοριστίαν ἔχει τὸ βοᾶν αὖον, δηλοῦν κτυπεῖν, δουπεῖν, βομβεῖν, καὶ τοιαῦτά τινα, μᾶλλον δὲ καί τι τούτων τραχύτερον, οὗ μὴ ῥᾴονος ὄντος ἐν σχεδιασμῷ ταχὺ εὑρεθῆναι γενικῶς εἶπε τὸν ὑποκείμενον ἦχον αὔην βοήν, ὅπερ ἐμφαντικώτερόν ἐστι τοῦ ξηρὰν ἢ τοιοῦτόν τι εἰπεῖν. Τὸ δὲ «αὖος» σημειῶδές ἐστι τοῖς παλαιοῖς, ὡς μονῆρες καὶ μὴ πῖπτον ὑπὸ ἀναλογίαν. μόνον γάρ ἐστι δισύλλαβον κοινὸν εἰς ος καθαρὸν τῇ αυ διφθόγγῳ παραληγόμενον. Τὸ δὲ «ἀΰτευν» εἶχε μὲν ἀΰτουν εἶναι κοινότερον ὡς τὸ ἐποίουν, προετιμήθη δὲ ὅμως διʼ ὄγκον φωνῆς τὸ ποιητικώτερον. Μύλακες δὲ λίθοι μυλοειδεῖς, ὅ ἐστι στρογγύλοι, ἴσως δὲ καὶ μυλίαι <!-- 3.368 -->οἱ αὐτοὶ παρὰ τοῖς παλαιοῖς. Ὅτι βαρυνομένου ἤθους τὸ «δὴ ῥὰ τότε ᾤμωξέν τε καὶ ὣ πεπλήγετο μηρώ», περὶ οὗ καὶ προείρηται. Ὅπερ ἀστείως ἂν εἴποι τις καὶ ἐπί τινος χωλοῦ ἀμφιγυήεντος, ὃς δοκεῖ ἀμφοτέρους πεπλῆχθαι τοὺς μηρούς. Ἄσιος δὲ οὕτω ποιεῖ ἀχθόμενος κακῶς ἑαυτῷ κατὰ Ἀχαιῶν. Κεῖται δʼ ἐνταῦθα καὶ τὸ ἀλαστεῖν, ὅ ἐστι δεινοπαθεῖν, ὡς ἐπὶ ἀλάστοις πάθεσι, καθὰ καὶ ἐν Ὀδυσσείᾳ. ὅθεν καὶ ὁ ἀλάστωρ. ἐπάγει οὖν «καὶ ἀλαστήσας ἔπος ηὔδα». Ὅτι τὸ «πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο πάγχυ μάλα» λέγοιτο ἂν πρός τινα μέγαν, μὴ τελειοῦντα τὰς ὑποσχέσεις. Ἄσιος δὲ πρὸς Δία τοῦτό φησι. Καὶ ὅρα κἀνταῦθα μωρίαν τοῦ καὶ μεγάλου καὶ ἥρωος. οὐ γὰρ φιλοψευδῆ τὸν Δία καλεῖ, διότι ἐκεῖνος αὐτῷ ὑποσχόμενος ἔψευσται, ἀλλʼ ὅτι, φησίν, «οὐκ ἔγωγε ἐφάμην ἥρωας Ἀχαιοὺς σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους», τὸ τῆς ἐλπίδος αὐτὸν ψευσθῆναι εἰς Διὸς ἀπάτην ἀνάγων, ὁποῖα τὰ τῶν ἀφρόνων, καὶ μονονουχὶ δοξάζων, ὡς, ὅπερ ἐφάμην, ἔφατο καὶ ὁ Ζεύς, καὶ τὸν Δία συλλαλεῖν αὐτῷ ἀξιῶν. Ἴσως δὲ καὶ ἄλλως ἀνόητος ὁ Ἄσιος. τὰ γὰρ ἐν τῷ τέλει τῆς θῆτα ῥαψῳδίας γενόμενα τέρατα ὑπὲρ ἑαυτοῦ νοῆσαι δοκεῖ, καὶ ταῦτα κρίνει Διὸς ὑποσχέσεις, οὐ διακρίνας καλῶς. Εἰ γὰρ τὸν Ἕκτορα κλεΐσαι ὁ Ζεὺς ἐβούλετο, ὡς ἐρεῖ μετʼ ὀλίγα ὁ ποιητής, καὶ ὁ Ἕκτωρ δὲ δηλώσει εἰπών, ὅτι αὐτὸς ὁ Ζεὺς ὑπέσχετό μοι καὶ κατένευσεν, ἀλλʼ οὐκ ἤδη καὶ εἰς τὸν Ἄσιον διαβέβηκε τὰ τῶν ὑποσχέσεων. Ὃ καὶ ὁ ποιητὴς ἐπισημειώσεται μετὰ βραχέα ἐν τῷ «ὣς ἔφατο, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων· Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι». Σημειούνται δὲ κἀνταῦθα οἱ παλαιοί, ὡς ἑτοίμως ἔχουσιν οἱ δυστυχοῦντες οὐ μόνον ἄλλως δυσανασχετεῖν, ἀλλά που καὶ τὸ θεῖον καταμέμφεσθαι. οὕτω γὰρ καὶ ὁ Ἄσιος, ἐπεὶ μὴ ἔσχεν εὐπετῶς ποιῆσαι τὸ προτεθὲν καὶ εἰς φυγὴν τρέψαι τοὺς δύο Λαπίθας, οὐ μόνον ᾤμωξε καὶ ὡς ἐπὶ θαύματι δὲ μεγάλῳ ἐπλήξατο τοὺς μηρούς, ἀλλὰ καὶ φιλοψευδῆ τὸν Δία ἐκάλεσεν, ὅ ἐστιν ἀπατεῶνα, ψεύδειν εἰδότα, ἤγουν ἀπατᾶν. Ἰστέον δὲ ὅτι τὰ εἰς ης ὑπὲρ μίαν συλλαβὴν ὀξύτονα κατὰ τοὺς παλαιοὺς καὶ ἐν τῇ συνθέσει ὀξύνονται, οἷον σαφής ἀσαφής, ἀθλητής φιλαθλητής, ἐραστής ἀντεραστής, ψευδής φιλοψευδής, χωρὶς τοῦ ἀληθής—τούτου γὰρ τὸ σύνθετον φιλαλήθης—, καὶ τὸ κριτής δέ, φασίν, ἐν τῷ ξενοκρίτης μεταβολὴν τόνου ἔπαθεν, <!-- 3.369 -->ὥσπερ καὶ τὸ ὀνειροκρίτης. Τὸ δὲ «πάγχυ μάλα» πάνυ λίαν Ἀττικὸς ἂν εἴποι ἀνὴρ κατὰ σημασίαν παράλληλον, ὁποῖαι δηλοῦνται πολλαχοῦ. Τὸ δὲ «οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς σχήσειν ἡμέτερον μένος» παραπέφρασται ἀπὸ τοῦ «ἔφαντο γὰρ οὐκέτʼ Ἀχαιοὺς σχήσεσθαι», ὥστε τὸ αὐτὸ ῥῆμα, ὡς καὶ ἀλλαχοῦ φαίνεται, καὶ σχήσειν ἐνεργητικῶς καὶ σχήσεσθαι παθητικῶς λέγεται. Ὅτι ὁ Ἄσιος οἶδε μὲν τὴν τῶν Ἀχαιῶν ἀρετὴν καὶ ἥρωας ἀποκαλεῖ ἀξιόπιστα λέγων—τοιοῦτος γὰρ ὁ ἐκ τῶν πολεμίων ἔπαινος—, κατασπᾷ δὲ ἄλλως τὸ ἐκείνων ἀξίωμα διὰ ταπεινοτάτης παραβολῆς, ὃς οὐ θηρίοις ἀνδρείοις ἀλλὰ θυμικοῖς μέν, σμικροτάτοις δὲ ζῴοις αὐτοὺς εἰκάζει καὶ εὐτελέσιν, εἰπὼν «οἳ δʼ ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι οἰκία ποιήσονται ὁδῷ ἔπι παιπαλοέσσῃ, οὐδʼ ἀπολείπουσι κοῖλον δόμον, ἀλλὰ μένοντες ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων, ὣς οἵ γε», ἤγουν οὗτοι, «οὐκ ἐθέλουσι πυλάων καὶ δύο ἐόντε χάσασθαι». Καὶ ὅρα ὅτι μερικεύσας τὸν λόγον ὁ Ἄσιος κατέβη ἐκ τῶν Ἀχαιῶν, οὓς ἥρωας προσεχῶς ἔφη, εἰς τοὺς Λαπίθας, διορθούμενος οἷον ἑαυτὸν ὡς μὴ καλῶς τῇ παραβολῇ τῶν σφηκῶν κατὰ πάντων χρησάμενον τῶν Ἀχαιῶν. Ἴσως δὲ τὸ «οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιούς» οὐδὲ κοινῶς εἶπεν, ἀλλὰ περὶ μόνων τῶν Λαπιθῶν, ὡς ἡ τῆς παραβολῆς ἀπόδοσις ἐδήλωσεν, οἷς καὶ ἐπέχει μάλιστα. Σημείωσαι δὲ καί, ὅτι ὥσπερ καὶ ἐν ἄλλαις παραβολαῖς, οὕτω καὶ ἐνταῦθα κεῖταί τι ἀπεμφαῖνον. τὸ γὰρ «ἀμύνονται περὶ τέκνων» οὐδὲν συντείνει πρὸς Ἑλληνικὴν ὁμοιότητα. οἱ γὰρ Ἀχαιοὶ οὐχʼ ὑπὲρ τέκνων ἀμύνονται, ἀλλὰ διὰ τὴν Ἑλένην, μᾶλλον δὲ ἄρτι ὑπὲρ τῶν νεῶν, ὡς καὶ ὁ ποιητὴς ἐρεῖ «οἳ δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ νηῶν ἠμύνοντο». Ἰστέον δέ, ὡς οὐ μόνον σφῆκες ὑπὲρ τέκνων ἀμυντικοί, διὸ καὶ παροιμία τὸ «σφηκίαν ἐκίνησας». ἤγουν βλάβην ἤγειρας κατὰ σεαυτοῦ, ἀλλὰ καὶ μέλισσαι ὁμοίως ἀμύνονται. ὅθεν πεπαροιμίασται τὸ «εἰς μελίττας ἐκώμασας» ἐπὶ τῶν παραδόξως κακουμένων, ὥς φησι Παυσανίας. Ἀπὸ δὲ τῶν σφηκῶν οὐ μόνον σφηκίσκοι ἀριθμητικὸν σχῆμα, ἀλλὰ καὶ ξύλα μικρὰ εἰς ὀξὺ συνηγμένα, καὶ σφηκώδεις οἱ <!-- 3.370 -->λαγαροὶ τοῖς σώμασι καὶ συνεζωσμένοι, ἐπεὶ καὶ οἱ σφῆκες ἔχουσιν ἐντομὴν κατὰ τὸ μέσον, διʼ ἣν καὶ καλοῦνται οὕτως ὡς ἀπὸ τοῦ σφάζω σφάξω, ἐξ οὗ καὶ ἡ διασφὰξ ἐπὶ σχισμάτων λεγομένη, ὡς καὶ ὁ Ὀππιανὸς δηλοῖ σαφέστατα καὶ ὁ τὸ θῆλυ μόριον οὕτω καλέσας. ἐκεῖθεν δὲ καὶ ὑποσφὰξ κοιλότης, ὁμοία καὶ αὐτή, ὁποίαν πάσχουσι τὰ σφαζόμενα, ἔνθα γίνεται ἡ σφαγή. Αἰόλοι δὲ τὰ μέσα οἱ σφῆκες ἢ ὡς εὐκίνητοι διὰ τὴν ἐντομὴν καὶ τὴν ἐκεῖθεν πτέρωσιν ἢ διότι παμφάγοι ὄντες ποικίλοι καὶ ἐπίξανθοι τὴν χρόαν εἰσίν. οὐ μὴν αἱ μέλισσαι τοιαῦται, οὔτε γὰρ παμφάγοι ἐκεῖναι οὔτε ποικίλαι κατὰ τοὺς σφῆκάς εἰσιν. Ἰστέον δὲ ὡς ἡ ζωϊκὴ ἱστορία λέγει περὶ μελίσσης, ὅτι οὔτε αὐτὴ ὦπται οὔτε κηφὴν ὀχεύοντες. ὅθεν οὐδʼ ἔστι διϊδεῖν πότερα αὐτῶν ἄρρενα ἢ θήλεα. Ἔνθα ὅρα τὸ διϊδεῖν, ὁμοίως φρασθὲν τῷ διειπεῖν, οἷον «δίειπέ μοι ὄφρα δαείω», καὶ τῷ διείπασθαι. Ἰστέον δʼ ὅτι καὶ Μέλισσά τις ἦν κύριον ὄνομα, ἣν ἐπαινῶν τις ἔφη, ὡς μεγέθει μὲν τῶν τότε γυναικῶν ἦν βραχύ τι καταδεεστέρα, φωνῇ δʼ ὁμιλίᾳ τε κεχορηγημένη. Ὅρα δὲ καὶ ὅτι τὸ οἰκία καὶ τὸ δόμον ἐπὶ σμηνῶν εἴρηκε ποιητικώτερον. οὕτω καὶ ἐπὶ αἰετοῦ μετʼ ὀλίγα τὴν καλιὰν ἐρεῖ φίλα οἰκία, ὥσπερ καὶ ἐν Ὀδυσσείᾳ. Ἰστέον δὲ ὅτι ἐν τούτοις μὲν δόξαιεν ἂν ὑποκορισμὸς εἶναι τῶν οἴκων τὰ οἰκία. ὅτε δὲ Ἅιδου οἰκία εὐρώεντα ἐρεῖ, ἀλλʼ ἐκεῖ οὐκ ἔστιν ὑποκόρισμα νοῆσαι, ἀλλὰ φανερὰν παρωνυμίαν. Παιπαλόεσσα δὲ ἡ ξηρὰ καὶ ἀποτελοῦσα πάλην. Πάλη δὲ κυρίως κατὰ Αἴλιον Διονύσιον λεπτότατον ἄλευρον καὶ τέφρα. Φερεκράτης Ἴπνῳ «ἀνέπλησα τὼ ʼφθαλμὼ πάλης φυσῶν τὸ πῦρ». ἡ δὲ τοιαύτη πάλη ἀναδιπλασιασθεῖσα κατὰ <!-- 3.371 -->τὴν λαίλαπα καὶ κατὰ τὸ παιφάσσειν ἀποτελεῖ τὴν παιπάλην. Ὅτι τὸ πολλὰς εἶναι πύλας τῷ Ἑλληνικῷ τείχει, ὁποίας ἂν καὶ ἐκδέχοιτό τις αὐτάς, ἀρίδηλον ἄρτι ἐκ τοῦ «ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν». Ἔνθα παρίσωσις ἀπράγμων τὸ «ἄλλῃσι πύλῃσιν». Ὅτι ἀνάγκην ἔχων ὁ ποιητὴς καταλέγειν ἄνδρας πίπτοντας καὶ τρόπους πολλοὺς ἀναιρέσεων καὶ λόγους, οὓς ἔλεγον ἂν οἱ ποιοῦντες καὶ πάσχοντες, καὶ ἄλλα μυρία πολυμερῆ συμπτώματα τύχης φησὶν «ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι». καὶ ὅρα καὶ τὴν ἐν τούτοις τοῦ ποιητοῦ ποικιλίαν. ἀλλαχοῦ μὲν γὰρ ἐπὶ δυσχερείᾳ διασκευῆς τὰς Μούσας ἐπικαλούμενος ἐπιχειρεῖ τι λέγειν, ἐν ἄλλοις δὲ ἑαυτὸν ἐρωτῶν λαλεῖ τὰ δοκοῦντα, νῦν δʼ ἀπαγορεύει δυνηθῆναι εἰπεῖν ἐνδιασκεύως αὐτὸς τὰ πάντα. Ὅθεν ἐπάγει συντόμως καὶ ἐπιφωνηματικῶς τὸ «πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον, Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ νηῶν ἠμύνοντο». Λέγει δὲ πάντῃ περὶ τὸ λαΐνον τεῖχος πῦρ εἶναι ἢ διὰ τὸ τοὺς λίθους τοῦ τείχους τῇ συγκρούσει πῦρ ἀποσπινθηρίζειν ἐν τῷ βάλλεσθαι σώμασι στερεοῖς τοῖς τῶν βελῶν, καὶ ἔχει ὁ λόγος ἔμφασιν. συλλογιστέον γὰρ οἷαι καὶ ὅσαι βολαί, διʼ ὧν ὡς διὰ πυρείων τινῶν πῦρ ἀνάπτεται. ἢ ὅτι καὶ ἐκομίζετο πῦρ κατὰ τῶν νηῶν, ὥς που ὁ Ἕκτωρ ἐγκελεύεται. Καὶ ἔοικεν ἐπιμωκᾶσθαι παροιμιωδῶς τοῖς Τρωσὶ κατὰ τοὺς παλαιοὺς ὁ ποιητής, εἰ οὕτω θυμομαχοῦσιν, ὡς καὶ λάϊνον ὂν τὸ τεῖχος ἐπιχειρεῖν ἐμπιπρᾶν. Ἕτεροι δὲ πῦρ ἐνταῦθα τὸ θερμὸν εἶπον τῆς μάχης τῆς ἀσβέστου καὶ καυστειρᾶς, οὐ μόνον κατὰ τὸ «ἀμφὶ μάχη ἐνοπή τε δεδῄει τεῖχος», ὃ πρὸ ὀλίγων ἔφη ὁ ποιητής, ἀλλὰ καὶ κατὰ τὸ «ἐμάχοντο δέμας πυρός», ὡς εἶναι σχῆμα καὶ τοῦτο ἐπιφωνηματικόν, ἔχον μὲν καὶ τόλμαν κατʼ ἰδιότητα τοῦ κυρίως ἐπιφωνήματος—πῶς γὰρ ἂν εἴη πῦρ αὐτόχρημα τὸ κατὰ μάχην ἔνθερμον; —, ἔχον δὲ καὶ ἀσφάλειαν ἤτοι παραμυθίαν τινὰ ἐκ τῆς κατὰ τὸ αἷμα θυμικῆς ζέσεως, δηλοῦν δὲ καὶ τὰ πάντα δεινὰ ἐν ὀλιγίστῳ διὰ τοῦ τοσούτου πυρός, ὅπερ ἡ σφοδρότης ἀνῆπτε τῶν πανταχοῦ τοῦ τείχους βολῶν. <!-- 3.372 -->Εἰ δέ τις μὴ καθʼ ὑπέρβασιν ἐρεῖ τεῖχος λάϊνον, ἀλλὰ κατʼ εὐθὺ συντάξας εἴπῃ θεσπιδαὲς πῦρ λάϊνον, ἤγουν μὴ ἀπὸ ὕλης εὐεξάπτου, ἀλλʼ ἐκ λίθων ἀποπαλλόμενον, κατὰ λόγον μὲν ἐπιφωνήματος νοεῖ τι καὶ αὐτός, σκληρότερον μέντοι καὶ τραγικώτερον. Ὅτι προαναφωνῶν ἢ καὶ ἄλλως δεξιῶς προκατασκευάζων Ὅμηρος, ὡς οὐκ ἔστι μὴ ἐν τοῖς ἑξῆς δαιμονιώδη ἐπεισόδια τῇ ποιήσει παρεισκυκληθῆναι διὰ σεμνότητα, λέγει ὅτι ἐπὶ τοῖς γινομένοις «ἀκαχείατο», ἤγουν ἤχθοντο, «θεοὶ πάντες, ὅσοι Δαναοῖς ἐπιτάρροθοι ἦσαν». διὸ δίχα τῶν ἄλλων καὶ ἡ Ἥρα ἐν τοῖς ἐφεξῆς μηχανήσεταί τι ὑπὲρ τῶν Ἀχαιῶν. Ἰστέον δὲ ὡς οὐ μόνον ἀκάχω ῥῆμα βαρύτονον, ἀλλὰ καὶ ἀκαχῶ, οὗ παθητικὸς ὑπερσυντέλικος ἀκαχήμην, πληθυντικὸν δὲ τρίτον ἀκάχηντο, καὶ κατὰ διάλυσιν Ἰωνικὴν ἀκαχέατο, καὶ ἐνθέσει τοῦ ι ἀκαχείατο. εἰ δὲ μὴ φιλεῖ τὴν λέξιν ταύτην πεζογράφος ἀνήρ, οὐδὲν Ὁμήρῳ μέλον ἰάζοντι. Ὅτι σώφρονι μὲν παρηχήσει ὁ ποιητὴς καὶ ἐνταῦθα χρᾶται ἐν τῷ «δουρὶ βάλεν Δάμασον, δάμασε δέ μιν μεμαότα», πλὴν οὐκ ἐγγὺς θέμενος τὰς παρηχούσας λέξεις, ἀλλὰ προειπὼν μὲν τὸ Δάμασον, μετὰ δὲ δύο στίχους ἐπαγαγὼν τὸ «ἐδάμασεν». Κεῖται δʼ ἐν τούτοις καὶ ἰσοκαταλήκτων ὀνομάτων γλυκύτης, ἔνθα υἱόν τινος Ἀντιμάχου ἱστορεῖ Ἱππόμαχον, πάρισα γὰρ ὁ Ἀντίμαχος καὶ ὁ Ἱππόμαχος. Ἱστορεῖ δέ τινα καὶ Ἀντιφάτην, ὁμώνυμον Λαιστρυγόνι ἀνδρί, καὶ Μένωνα δέ, ὃς ἔμπαλιν τῷ Μέμνονι φυλάττει τὸ ω καὶ ἐπὶ γενικῆς. Ἔτι δὲ καὶ Ὄρμενον, Τρωϊκὸν καὶ αὐτὸν ἄνδρα, ὁμώνυμον τῇ παθητικῇ μετοχῇ τοῦ ὄρω, τὸ διεγείρω. δοκεῖ δὲ καὶ τοπικὸν ὄνομα εἶναι τὸ Ὄρμενον, οὗ παράγωγον τὸ Ὁμηρικὸν Ὀρμένιον. Ἐλέγετο δέ, φασίν, ὄρμενος καὶ ὁ τῆς κράμβης ἀσφάραγος παρὰ Ἀττικοῖς διὰ τὸ ἐξορούειν καὶ βλαστάνειν, ἤγουν ὁ ἀπὸ τῆς κράμβης ἐξηνθηκώς. <!-- 3.373 -->ὅθεν καὶ ἐξορμενίζω ῥῆμα, Σοφοκλῆς «κἀξορμενίζειν οὐκ ἐπισχολάζεται βλάστη». τουτέστιν οὐ σχολὴν ἡ βλάστη ἔχει, ἀλλὰ δηλονότι ὁρμᾷ εἰς αὔξην κατὰ τὰ ἐξορμενίζοντα φυτά. Σημείωσαι δὲ ὡς εἰ καὶ ὁ ῥηθεὶς ὄρμενος, ὁ τῆς κράμβης, ἀσφάραγος ἡρμήνευται διὰ τοῦ φι, ἀλλʼ ἔστι καὶ διὰ τοῦ πι ἀσπάραγος, φυτὸν ἕλειον καὶ ὄρειον. τῶν δὲ τοιούτων τινὲς καὶ σπαρτοί, φασίν. οἳ καὶ εὐμεγέθεις γίνονται. Ἐν δὲ Γαιτουλίᾳ φασί, τῇ κατὰ Λιβύην, πάχος μὲν αὐτῶν Κυπρίου καλάμου, μῆκος δὲ ποδῶν δώδεκα, ἐν δὲ τῇ παρωκεανίτιδι πάχος μὲν μεγάλων ναρθήκων μῆκος δὲ περὶ πήχεις εἴκοσι. λέγεται δὲ Κρατῖνος καὶ Θεόπομπος καὶ τοὺς τοιούτους ἀσφαράγους γράφειν διὰ τοῦ φι. περὶ δὲ τοῦ ζωϊκοῦ ἀσφαράγου ἐν τοῖς ἑξῆς που δηλωθήσεται. Ὅτι πολλῶν τινων ἀναίρεσιν οὕτω φράζει «πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ». Αἰολικὸν δὲ τὸ ἀσσυτέρους, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. ἄλλως δὲ εἰπεῖν, ἀριστέως ἐνεργείας ἐνταῦθα φράζων ὁ ποιητὴς ἐν ποικιλίαις ῥημάτων αὐτό τε εἶπε τὸ προρρηθέν, καὶ ὡς ὁ δεῖνα τόνδε τινὰ ἐξενάριξε, καὶ «βάλε δουρί», καὶ «ἐπαΐξας διʼ ὁμίλου πλῆξεν αὐτοσχεδίην». πολλαχοῦ δὲ οὕτω πολυτρόπως ποικίλλεται ὁ ποιητής. Ὅτι Πουλυδάμαντι καὶ Ἕκτορι «κοῦροι ἕποντο, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχος τε ῥήξειν καὶ ἐνιποήσειν πυρὶ νῆας». ἄρχεται δʼ ἐντεῦθεν ἠρέμα προαρτύειν τὴν τειχομαχίαν, ἧς προοίμια ἤδη προκατατίθεται. Ὅτι κἀνταῦθα χάριν τε ποικιλίας Ὅμηρος καὶ ἅμα τῇ ἐξαλλαγῇ διαναπαύων τὸν ἀκροατὴν οἰωνοσκοπητικὸν θεώρημα παρενείρει τῷ λόγῳ ἐναγώνιον, ἔχον καί τι διαλεκτικῆς δεινότητος. φησὶ γὰρ ὅτι τοῖς Τρωσὶν «ὄρνις ἐπῆλθε περησέμεναι μεμαῶσι» τὴν τάφρον, «αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων, φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, ζωόν, ἔτʼ ἀσπαίροντα, καὶ οὔπω λήθετο χάρμης. κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρήν, ἰδνωθεὶς ὀπίσω, ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ, αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Τρῶες δʼ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν κείμενον ἐν μέσσοισι Διὸς τέρας». Δηλοῖ δʼ ἐν τούτοις ὁ μὲν τοῦ ὄφεως ἐγκρατὴς ἀετός, ὁ τοῦ Διὸς ἱερός, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτά που ῥηθήσεται, τοὺς ἄρτι ἐκ Διὸς νικῶντας <!-- 3.374 -->Τρῶας, ὁ δὲ κατεχόμενος δράκων, ὁ καὶ πελώριος καὶ τῷ οἰκείῳ αἵματι φοινήεις, τοὺς τραυματίας μεγαθύμους Ἀχαιούς. ὃς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἰς σύμβολον ἐρρέθη τῶν Ἑλλήνων, οἳ καὶ ἐχόμενοι καὶ οἷον ἀσπαίροντες ὅμως οὔπω λήθονται χάρμης, ἀλλὰ μετὰ μικρὸν ἐκ παλιώξεως, ὡς ὁ Πολυδάμας ὑπενόησεν, ὑποστραφέντες κόψουσι κατὰ στήθη, τουτέστιν ἐν ἀντιπροσώπῳ μάχῃ, τοὺς Τρῶας. οἳ καὶ κακὸν προσλαβόντες ἐντεῦθεν καὶ ἀλγήσαντες καὶ αὐτοὶ κατὰ τὸν ἀετὸν φεύξονται ὅποι τύχοι καὶ οὐδʼ ἐν κόσμῳ μετὰ συνήθους βοῆς, ἀλλὰ μετὰ ἑτεροίας κλαγγῆς. καὶ ὥσπερ ὁ ἀετὸς ἐπέτετο πνοιαῖς ἀνέμου, τουτέστι τῷ λαχόντι πνέειν ἀνέμῳ ἐπιτρέψας ἑαυτόν, οὕτω καὶ Τρῶες ἀτάκτοις ῥιπαῖς ἑαυτοὺς δόντες παλιννοστήσουσι καὶ οὐδέν τι τελέουσιν, ὡς καὶ ὁ Πολυδάμας κρινεῖ σαφέστατα. Ἐρεῖ γὰρ ὡς «εἰ ἐτεόν γε Τρωσὶν ὅδʼ ὄρνις ἐπῆλθε περησέμεναι μεμαῶσιν αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων, φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκία ἱκέσθαι, οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν. ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξουσι δʼ Ἀχαιοί, οὐ κόσμῳ παρὰ ναῦφιν», ἤγουν ἐκ νηῶν, «ἐλευσόμεθα αὐτὰ κέλευθα», ἤτοι τὴν ὁδόν, ἣν ἀταράχως ἤλθομεν, ἀλλὰ δηλαδὴ πτησόμεθα οἱονεὶ καὶ αὐτοὶ πνοιαῖς ἀνέμοιο. «πολλοὺς γάρ», φησί, «Τρώων καταλείψομεν» καὶ ἑξῆς. Ἐφʼ οἷς καὶ αὐχῶν σεμνῶς ὁ Πολυδάμας ὡς εὖ διακρίνας τὸ τέρας καὶ ἐπιστημόνως ἐπάγει «ὧδέ χʼ ὑποκρίνοιτο θεοπρόπος, ὃς σάφα θυμῷ εἰδείη τεράων καί οἱ πειθοίατο λαοί». Καὶ σημείωσαι ὅτι ἐν ἑπτὰ ἔπεσιν ἐκτεθειμένου τοῦ τέρατος ὁ Πολυδάμας λύων συντέμνει αὐτὸ τεχνικῶς ἐν στίχοις τέτρασι, διδάσκοντος τοῦ ποιητοῦ καὶ διὰ τούτων, ὅπως χρὴ ταὐτολογεῖν ἐν μήκει νοημάτων καὶ βραχύτητι. Ὄρνις δὲ καὶ νῦν συνήθως ἀντὶ τοῦ οἰωνός, ἤτοι σημαντικὸς τοῦ μέλλοντος. δύναται δὲ καί, ὥσπερ ἐν τῷ βοῦς ταῦρος τὸ μέν ἐστι γενικόν, τὸ δὲ εἰδικόν, οὕτω καὶ ἐνταῦθα τὸ μὲν ὄρνις γενικῷ λόγῳ τεθῆναι, τὸ δὲ αἰετός εἰδικῶς. Τὸ δὲ «ἐπῆλθε» νῦν μὲν ἀντὶ τοῦ ἁπλῶς ἦλθε, παρὰ δὲ τοῖς ὕστερον τὸ κατά τινος ἐλθεῖν ἡ λέξις δηλοῖ. Τὸ δὲ «ὑψιπέτης» βαρύνεται κατὰ Ἀρίσταρχον πρὸς διαστολὴν τοῦ ὑψιπετής, ὃ δηλοῖ τὸν ἐξ ὕψους πεσόντα. οἱ δὲ περισπῶντες αὐτὸ ἐκ τοῦ ὑψιπετήεις ὡς τιμήεις τιμῆς, αἰγλήεις αἰγλῆς Αἰολικῶς πιθανῶς μὲν ποιοῦσιν, ἐπικρατεῖ δὲ ὅμως ἡ τοῦ Ἀριστάρχου γραφή. Ὥσπερ δὲ ὑψιπέτης βαρυτόνως, οὕτω <!-- 3.375 -->καὶ εὐπέτης ὁ εὖ πετόμενος, οὕτω δὲ ἴσως καὶ προπέτης ὁ προπετόμενος, καὶ περιπεζίως εἰπεῖν, ὁ προαλής. εὐπετὴς μέντοι ὁ εὖ πίπτων, ἤγουν συμβαίνων, ὅθεν καὶ εὐπετὲς πρᾶγμα τὸ εὔκολον, καὶ προπετὴς δὲ ὁ θρασὺς καὶ τῶν ἄλλων ἔμπροσθεν πίπτειν ἐθέλων τῇ τάξει. Τὸ δὲ «ἐπʼ ἀριστερὰ λαὸν ἐέργων» ἀντὶ τοῦ ἀφορίζων ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ τὸν λαόν, τὸν Τρωϊκὸν δηλαδή, ὥστε δεξιὸς ἦν τοῖς Ἀχαιοῖς καὶ διὰ τοῦτο αἴσιος αὐτοῖς. Φοινήεις δὲ κἀνταῦθα δράκων ἢ ὁ μέλας ἢ ὁ φόνῳ, ἤγουν αἵματι, βεβαμμένος ἢ ὁ φόνιος. Τὸ δὲ φέρων, εἰ καὶ μὴ νεκρὸς ὁ δράκων, ὅμως καιρίως ἔχει, διότι φέρεται, φόρτος δηλαδή τις ὢν τῷ αἰετῷ διὰ τὸ κατʼ αὐτὸν πέλωρον. Τὸ δὲ «καὶ οὔπω λήθετο χάρμης» ἀλλοιωθὲν τῇ συντάξει ἔχει τι καινοτέρου σχηματισμοῦ. τὸ γὰρ κοινὸν μετοχὴν ζητεῖ, ἵνα εἴη ζωὸν ἀσπαίροντα καὶ οὔπω ληθόμενον χάρμης. Τὸ δὲ «ἔκοψε» παρʼ ἄλλοις μὲν ἐπὶ τοῦ τύπτειν καὶ ἁπλῶς κρούειν κεῖται, ὡς δηλοῖ καὶ τὸ «τίς ἐσθʼ ὁ κόπτων τὴν θύραν» ταὐτὸν δʼ εἰπεῖν, θυροκρουστῶν. ἐνταῦθα δὲ πληγὴν δηλοῖ τὴν μετὰ <!-- 3.376 -->τραύματος, ὅθεν καὶ τὸ ἐν πολέμῳ κατακοπῆναί τινας παρὰ τοῖς μεθʼ Ὅμηρον, καὶ παρὰ τῷ Κωμικῷ δὲ ἐν Ὄρνισι, Τὸ δὲ «ποτὶ δειρήν» Ἀττικὸς μὲν ἀνὴρ εἴποι ἂν πρὸς τῇ δειρῇ, δηλοῖ δὲ πληγὴν στήθους γενομένην ἐν ἄκρῳ πρὸς τῇ δειρᾷ. Τὸ δὲ «ἰδνωθείς» ἐπὶ μὲν Θερσίτου καὶ ἄλλως ἐρρέθη, ἐνταῦθα δὲ ἰδνωθῆναι τὸ δονηθῆναι τὸ ἰνίον, ἤγουν τὸ ὄπισθεν τῆς κεφαλῆς, ἢ ὀδυνηθῆναι καὶ οὕτω στραφῆναι καὶ καμφθῆναι διὰ τὸ τοῦ δράκοντος ὑγρόν. Τὸ δὲ «ἀλγήσας ὀδύνῃσι» πρὸς διαστολὴν κεῖται τοῦ ἄλλως ἀλγεῖν κατά τι λύπης εἶδος. Τὸ δὲ «ἐνικάββαλεν» ἀντὶ τοῦ κατέρριψε. Τὸ δὲ «κλάγξαι» κλαυθμὸν οἷόν τινα τοῦ δράκοντος νῦν ὑποδηλοῖ, ὡς ἀπὸ τοῦ κλῶ, ἐξ οὗ καὶ τὸ κλαίω παράγεται. Τὸ δὲ «πνοιῇς ἀνέμοιο» ἀντὶ τοῦ πρὸς ἄνεμον πνέοντα. Ἐν δὲ τῷ «ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν» στιχηρόν ἐστι πάθος, ὃ λέγεται καὶ μυουρία, διὰ διχρόνου τοῦ κατὰ τὴν ἀρχήν, καὶ μειουρία διὰ τῆς ει διφθόγγου, ὡς ἐν τῷ τέλει πυρριχισθέντος τοῦ στίχου καὶ συστολὴν παθόντος κατὰ μυὸς οὐρὰν ἢ κατὰ μείωσιν οὐραίου, ἤτοι τέλους ἄκρου. Ὥσπερ ἔμπαλιν ἀκέφαλος λέγεται στίχος ὁ περὶ τὴν ἀρχὴν καὶ οἱονεὶ κεφαλὴν συσταλείς, ὁποῖον καὶ τὸ «ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο». Αἴτιον δὲ τοῦ ῥηθέντος μυουρισμοῦ ἡ τῆς ἕκτης χώρας ἐν τοῖς ἔπεσιν ἀδιαφορία. Ἕτεροι δὲ τὴν ὀξεῖαν τάσιν ἐκτατικὴν εἰδότες ἀπʼ αὐτῆς φασι προστεθῆναί <!-- 3.377 -->τι χρόνου τῇ τοῦ ο φυσικῇ βραχύτητι ὡς εἰς τροχαίου ἀπάρτισιν. ἄλλοι δὲ ὄπφιν μετέγραψαν, οἷα ὀκνοῦντες διπλάσαι τὸ φ διὰ τὸ οὐχʼ Ἑλληνικὸν τῆς γραφῆς. ἀνὴρ γὰρ Ἕλλην οὐ διπλάζει τὰ δασέα, ὑφαιρουμένου τοῦ ὀφφικίου, αὐτὸ δὲ οὐ γλώσσης Ἑλλήνων ἐστί. διὸ καὶ τὸ κὰπ φάλαρα ἀντὶ τοῦ κατὰ φάλαρα, περὶ οὗ καὶ προείρηται, καὶ τὸ κάτθανεν ἀντὶ τοῦ κατέθανεν, ὀφείλοντα διὰ δύο γράφεσθαι δασέων τῶν φ καὶ τῶν θ, οἷον κὰφ φάλαρα καὶ κάθθανεν, ὅμως διʼ ἀντιστοίχων αὐτοῖς ψιλῶν συμφώνων γράφεται, ἵνα μὴ εὑρεθείη ἐν Ἑλληνικῇ λέξει δασέος διπλασμός. Συντελεῖ δὲ εἰς τὴν γραφὴν τοῦ ὄπφιν καὶ τὸ σκύπφον, ὃ κεῖται παρὰ Ἀνακρέοντι, ὥς φησιν Ἀθήναιος, ἔτι δὲ καὶ τὸ «πλήσας δʼ ἀργύρεον σκύπφον φέρε, δῶκε δʼ ἄνακτι», ὃ κεῖσθαι λέγει ἐν τῇ καθʼ Ἡσίοδον Μελαμποδίᾳ. Εἰσὶ δὲ οἳ καὶ ἔμφασίν τινα ἔχειν εἶπον τὸ τοῦ στίχου τοιοῦτον πάθος. καὶ γὰρ ἐγχωροῦν εἰπεῖν, «Τρῶες δʼ ἐρρίγησαν ὅπως ὄφιν αἰόλον εἶδον», ὅμως Ὅμηρος τὸν Ἑλληνικὸν ἐμφαίνει φόβον καὶ τὴν συστολὴν καὶ τὴν εἰς τὸ ταχὺ φεύγειν ῥοπὴν τῇ συστολῇ τοῦ μέτρου καὶ τῷ τάχει τοῦ ἔπους εἰς βραχείας τελευτῶντος συλλαβάς. ταχέα μὲν γὰρ εἰς ἐκφώνησιν τὰ βραχέα φωνήεντα μουσικὸς ἂν εἴποι ἀνήρ, ἐμβραδύνει δὲ εἰς προφορὰν τὰ μακρά. Ὅτι δὲ ἡ μυουρία τῶν ἐπῶν καὶ τὸ ἀκέφαλον καὶ τὸ λαγαρόν, καὶ εἴ τι δὲ ἄλλο στιχηρὸν πάθος, ἀφροντιστὶ συνέπεσε διὰ τὸ μεμελοποιῆσθαι πᾶσαν τὴν Ὁμηρικὴν ποίησιν, ἐν τοῖς τοῦ Ἀθηναίου καὶ αὐτὸ δηλοῦται. ὅς φησι καὶ ὅτι ἀκέφαλοι μέν εἰσιν οἱ ἐν ἀρχῇ τὴν χωλότητα ἔχοντες, λαγαροὶ δὲ οἱ ἐν μέσῳ, μύουροι δὲ οἱ ἐπὶ τῆς ἐκβολῆς. ἔνθα σημείωσαι καὶ ὅτι ἐκβολὴν ἔφη τὴν λήγουσαν ὡς ἐκ μεταφορᾶς τῶν ποταμίων ἐκβολῶν. Τὸ δὲ φοβερὸν τοῦ ὄφεως καὶ τήν, ὡς ἐρρέθη, ἐπʼ αὐτῷ συστολὴν καὶ δειλίαν, ἣν ἐμποιεῖ, δηλοῖ καὶ ὁ ἐτυμολογήσας τὸν ὄφιν οὐκ ἀπὸ τοῦ ὄπτω ὄψω ὦφα, συνήθως, ἀλλʼ ἐκ τοῦ ὄφ ἐπιφωνήματος, ὃ κατὰ πνεύματος ἀθρόαν εἰσπνοὴν ἐγγίνεται τοῖς ἢ ἀλγοῦσιν ἢ φόβον παθοῦσι. Μυουρισμοῦ δὲ χρῆσις τοῦ διὰ μόνου διχρόνου καὶ παρὰ τῷ Περιηγητῇ. Ἰστέον δὲ καὶ ὅτι τὸ μύουρον ἢ μείουρον δύναιτʼ ἂν καὶ κόλουρον λέγεσθαι, ὡς κεκολουσμένον οὐρᾶς, καθά <!-- 3.378 -->που προγέγραπται. Τὸ δὲ «Διὸς τέρας», ἀντὶ τοῦ εἱμαρμένης ἢ ἀέρος, ὅθεν ὁ δράκων κατέπεσεν. Ἰστέον δὲ ὅτι τὸ Διὸς τέρας ἀρχὴν ἐνδέδωκε τοῦ ὕστερον διοσημίας τὰ τοιαῦτα λέγεσθαι. Ἐπεὶ καὶ ἀντὶ σημείου τὸ τέρας ἐνταῦθα κεῖται κατὰ τὴν ἐν τῇ βʹ ῥαψῳδίᾳ τεθειμένην παρατήρησιν. Τὸ δὲ «περησέμεναι μεμαῶσι» προσυπακούειν ἀπαιτεῖ τάφρον τὴν πρὸ βραχέων ῥηθεῖσαν. Ὅτι δὲ φίλα οἰκία τὴν τοῦ ἀετοῦ λέγει καλιάν, πρὸ ὀλίγων ἐρρέθη. ἐντεῦθεν δὲ εἴληπται καὶ ἐπὶ θαλαττίας διατριβῆς τὸ οἰκεῖν, ὡς δηλοῖ ὁ σημειωσάμενος τὸ «ὁ κύματʼ οἰκῶν ὄρνις ἡρμήνευσεν ἄν». Τὸ δὲ «οὐδʼ ἐτέλεσσεν» ἀρχὴν καὶ αὐτό τινα ἐνδίδωσι τοῖς μεθʼ Ὅμηρον τοῦ ἀποτελεσματικὴν καλέσαι καὶ τὴν περὶ τοὺς τοιούτους ὄρνις ἐπιστήμην. Τὸ δὲ «τεῖχος ῥηξόμεθα» εὖ κεῖται, καιρία γὰρ λέξις, ὥσπερ ἐπὶ φάλαγγος στρατιωτικῆς, οὕτω καὶ ἐπὶ τείχους καὶ πυλῶν τὸ ῥῆξαι. διὸ πολλαχοῦ τῇ λέξει ταύτῃ κατʼ ἐπιμονὴν χρᾶται ὁ ποιητής, ποτὲ μὲν ἐνεργητικῶς, ποτὲ δὲ παθητικῶς, οἷον καὶ τὸ «βίῃ ῥήγνυσθαι μέγα τεῖχος πειρήτιζον», καὶ «ἔλποντο τεῖχος Ἀχαιῶν ῥήξειν», καὶ «τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα», καὶ «τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις», καὶ «πύλας ἐπειρῶντο βίῃ ῥήξαντες εἰσελθεῖν», καὶ «οὐκ ἐδύναντο τεῖχος ῥηξάμενοι θέσθαι κέλευθον», καὶ «ὦ Τρῶες, ῥήγνυσθε τεῖχος Ἀχαιῶν», καὶ «ἔρρηξεν ἀμφοτέρους θαιρούς». Τὸ δὲ «οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθα» εὐφήμως ὁ Πολυδάμας ἔφρασεν. ἄλλως γὰρ βούλεται εἰπεῖν, ὡς ἀκόσμως φευξόμεθα καὶ οὐκ εὐτάκτως εἰς Τροίαν παλιννοστήσομεν. Τὸ δὲ ὑποκρίνασθαι κἀνταῦθα, ὡς καὶ πρὸ τούτων τὸ ἀποκρίνασθαι, δηλοῖ ὅπερ μεθʼ Ὅμηρον εὕρηται λέγεσθαι. ἔχει δέ τι περὶ τούτου καὶ τὰ εἰς τὴν Ὀδύσσειαν. τινὲς δὲ τὸ ὑποκρίνεσθαι εἰς ταὐτὸν ἄγουσι τῷ εἰπεῖν τὰ ἐκ θεοῦ. Τὸ δὲ «ὃς θυμῷ εἰδείη» θυμόσοφον ἄνδρα ὑπολαλεῖ, ὁποῖον ἴσως καὶ ἑαυτὸν ὁ Πολυδάμας εἶναι βούλεται. Ὅρα δὲ καὶ ὅτι τὸ εἰδέναι γενικῇ συνέταξε συνήθως, εἰπὼν «εἰδείη τεράων», ἤγουν εἴδησιν ἔχοι καὶ ἐπιστήμην, ὡς καὶ πείθειν τοὺς ἀκούοντας λαούς. <!-- 3.379 -->Ἰστέον δὲ καὶ ὅτι οὐχʼ ὡς ἁπλῶς φρόνιμος, ἀλλʼ ὡς καὶ τὰ τοιαῦτα τεχνίτης ὁ Πολυδάμας πέπλασται διακρίνων τὸ τέρας. Φασὶ γὰρ Πάνθοον τὸν Πολυδάμαντος πατέρα Δελφὸν εἶναι, Τρῶας δέ ποτε θεοπρόπους ἐλθόντας αὐτόσε καὶ χρησμὸν περί τινων ἀναγκαίων λαβόντας ἀγαγεῖν αὐτὸν πρὸς Πρίαμον ἐξηγητὴν τοῦ χρησμοῦ, καὶ οὕτως αὐτὸν ἐν Τροίᾳ καταμεῖναι, γήμαντα τὴν Κλυτίου Προνόμην, ἐξ ἧς ὁ Πολυδάμας. ἦν οὖν ἐκ διαδοχῆς πατρικῆς μαντικός. διὸ καὶ εὐστόχως λύει τὰ τοῦ τέρατος. Σημείωσαι δὲ ὡς ἐπαινετὴ καὶ ἡ πρὸ τῆς λύσεως τοῦ τέρατος δημηγορία τῷ Πολυδάμαντι, ὃς οὐχʼ ὡς πρῴην κεχαρισμένα συμβουλευσόμενος, ἀλλʼ ἀποθύμιόν τι τῷ Ἕκτορι μέλλων εἰπεῖν καὶ ὑποπτεύων ὡς οὔτε πείσει, ἀλλὰ καὶ λυπήσει τὸν θρασὺν ἄρχοντα— θρασὺν γὰρ Ἕκτορα κἀνταῦθα ἐπίτηδες ἔφη ὁ ποιητής—θωπευτικῶς αὐτὸν προϋπέρχεται καὶ προδιορθώσεως χρώμενος σχήματι προλαμβάνει τὴν τοῦ βασιλέως ἐπίπληξιν, ὑπομαλάσσων αὐτόν. Καὶ πρῶτα εἰπὼν ὀνειδιστικῶς καὶ ὑποπίκρως, ὡς «ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἐσθλὰ φραζομένῳ»—πικρὸν γάρ τινι τὸ ἀκοῦσαι, ὡς ἀεὶ ἐναντιοῦται ἀγαθαῖς συμβουλαῖς—, εἶτα ἐπάγει γνωμικῶς καὶ πιθανῶς κατά τινα κολακείαν καὶ ἅμα ἐπίτηδες εὐτελίζων ἑαυτὸν τὸ «ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε δῆμον ἐόντα παρὲξ ἀγορευέμεν οὔτʼ ἐνὶ βουλῇ οὔτε ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν». Καὶ οὕτω καταμαλάξας ἀντιπαραστατικῶς λόγοις οὐ πρὸς ἀκρίβειαν ἀλλὰ κολακικώτερον ἐπιφέρει ἐνδοιαστικῶς καὶ ἐπιεικῶς τὸ δῆθεν ὑπότραχυ τῆς συμβουλῆς, προειπὼν καί, ὅτι νῦν αὖτʼ ἐξερέω, οὐχʼ ὥσπερ ἐστὶν ἄριστον, ἀλλʼ ὥς μοι δοκεῖ εἶναι ἄριστον ἢ ἄριστα. Τίς δὲ ἡ συμβουλή; «μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν. ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε Τρωσὶν ὅδʼ ὄρνις ἐπῆλθε», καὶ τὰ ἑξῆς, ὡς προγέγραπται. Καὶ ὅρα ὅτι οὐδὲ εἶπεν ὡς ὧδε ἐκτελεσθήσεται, ἀλλὰ ἐκτελεσθῆναι ὀΐομαι, οὐδʼ ὅτι ἀληθῶς ἐπῆλθε τοῖς Τρωσὶν ὁ ὄρνις, ἀλλʼ ἐνδοιαστικῶς, εἰ ἐτεὸν ἐπῆλθεν. ὀκνεῖ γὰρ ἀποφήνασθαι τὸ ἀληθές, οἷα μηδὲ πείσεσθαι τὸν Ἕκτορα εἰδώς. Διὸ καὶ ἐν τῷ τέλει τῆς δημηγορίας ἐπεσημήνατο, ὡς οὕτω ἂν ὑποκριθείη θεοπρόπος ἀνὴρ ἐπιστήμων, ᾧ λαοὶ πείθονται, ὑπεμφαίνων ὡς αὐτὸς μὲν οὐδὲν ἐνδοιάζει, ἀλλʼ εὖ εἰδὼς κρίνει, σχηματίζει δὲ ὅμως ἐνδοιαστικῶς, ἐπεὶ οὐχʼ ἕξει τὸν πεισθησόμενον. Ἰστέον δὲ ὅτι ἐν τῷ «ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις», εἰ μὲν ἐγκλίνεται τὸ πως, ἐπιεικῶς ἐρρέθη, εἰ δὲ περισπᾶται, θαυμαστικῶς ἔχει. Τὸ δὲ «ἐπιπλήσσεις ἀγοραῖς» διαστολὴν <!-- 3.380 -->δηλοῖ ἑτεροίας τινὸς πλήξεώς τε καὶ ἐπιπλήξεως. εἴη δʼ ἂν τοιαύτη ἐπίπληξις πλῆξις ἀέρος κατά τινος ἐν λόγοις. Τὸ δὲ «οὐδὲ μὲν οὐδὲ ἔοικε» τῇ διπλῇ ἀποφάσει ἀποτροπὴν τελείαν δηλοῖ τοῦ χρῆναι τὸν δημότην ἀντιλέγειν τῷ κρατοῦντι. Δῆμον γὰρ τῷ τοῦ ὅλου ὀνόματι λέγει τὸν ἕνα τοῦ δήμου καὶ διὰ τοῦτο ταπεινόν. Ὅτι δὲ οὐδὲ παρʼ Ἕλλησιν ἐχρῆν τοὺς δημότας ἀντιλέγειν τοῖς βασιλεῦσιν ὡς χώραν ἔχειν τὴν ἐφʼ ἅπασιν ἰσηγορίαν, ἐδήλωσε καὶ Ὀδυσσεύς, ἔνθα τοὺς μὲν ἡγεμόνας χρηστολογεῖ, ὃν δὲ ἂν τοῦ δήμου ἴδοι ἄνδρα βοῶντα, σωφρονίζει ῥάβδῳ ἐλάσας. Δῆλον δὲ ὅτι τε ἐπιεικῶς ὁ Πολυδάμας ψεύδεται δῆμον ἑαυτὸν λέγων ὁ μὴ τοιοῦτος ὢν ἀλλὰ τοῖς ἔξοχα ἀρίστοις συγκατειλεγμένος, καὶ ὅτι τὸν ἐνταῦθα ῥηθέντα δῆμον δημότην οἱ μεθʼ Ὅμηρον λέγουσι, παρʼ οἷς καί, ὅτι ὥσπερ φυλέτης καὶ πολίτης καὶ θιασώτης καὶ λοχίτης καὶ ἐθνίτης καὶ δαιταλεύς, οὕτω σχετικὸν καὶ ὁ δημότης κατὰ παρώνυμον κοινωνίαν. Δηλοῖ γὰρ Ἀττικῶς τὸν τοῦ αὐτοῦ δήμου μετέχοντα. καὶ Ἴωνες δὲ δημότας φασὶ τοὺς δημοτικούς. ἐπεὶ δὲ εὐτέλειά τις τῷ δήμῳ συνυπακούεται, ἤγουν τῷ ῥηθέντι δημότῃ ἀνδρί, δοκεῖ ἐντεῦθεν δημοῦσθαι ῥηθῆναι παρὰ τῷ φιλοσόφῳ Πλάτωνι τὸ παίζειν, ὡς ἑρμηνεύει Αἴλιος Διονύσιος. Δῆλον δὲ ὅτι ἐκ τοῦ δημότης γίνεται Δωρικῇ τροπῇ τοῦ η εἰς α καὶ ἐπενθέσει τοῦ ι ἐν τῇ παραληγούσῃ ὁ Δαμοίτης, τὸ κύριον παρὰ Θεοκρίτῳ. Τῷ δὲ «παρὲξ ἀγορεύειν» δηλοῖ τὸ παρὰ τὸ δέον ἢ τὸ παρὰ τὸ κελευόμενον, ἵνα καὶ ἡ παρα καὶ ἡ ἐξ ἡ μὲν τὸ παρατετράφθαι τῆς ὀρθῆς, ἡ δὲ τὸ ἔξω αὐτῆς εἶναι δηλοῖ. δύναται δὲ καὶ τὸ ἐσχηματισμένως ἡ λέξις σημαίνειν, ἵνα συνήθως ἡ μὲν παρα ἐγγύτητα ἑρμηνεύοι ἡ δὲ ἐξ διάστασιν, ὅπερ ἴδιόν ἐστι τῶν ἐσχηματισμένων, ἐν οἷς καὶ ἐγγίζει ὁ λόγος φαινομένως τῇ ἀληθείᾳ, καὶ αὖ πάλιν ἔξω που αὐτῆς ἕστηκε τῇ διπλόῃ τῶν νοημάτων. Καὶ ἔστι καὶ οὕτω δεξιὰ ἡ λέξις, ἐπιτετηδευμένης κἀνταῦθα τῷ ῥήτορι τῆς ἀμφιβολίας, κεῖται δὲ διὰ τοῦτο καὶ δίχα τινὸς συντάξεως. Ἰστέον γὰρ ὅτι οὐ μακρὰν ἐσχηματισμένου ἐστὶ καὶ ἡ τοῦ Πολυδάμαντος αὕτη δημηγορία. οὐ γὰρ ὡς φρονεῖ λαλεῖ, ἀλλὰ σχηματίζει <!-- 3.381 -->διὰ τὸ θρασὺ τοῦ ἄρχοντος. αὐτίκα, εἰ μὴ ἔοικε δῆμον ἐόντα ἀγορεύειν, διὰ τί δημογορία τὸ πρᾶγμα καλεῖται. καὶ ἄλλως δὲ δοκεῖ μὲν ἑαυτὸν δῆμον ὁ Πολυδάμας λέγειν, αἰνίττεται δὲ παντὶ ἂν τῷ δήμῳ ἀρέσειν ἃ λέγει. Καὶ τὸ παρέξ δὲ ἀπολύτως λεχθὲν ἄδηλον, εἰ οὕτως ἢ οὕτως νοητέον, ὡς προσεχῶς ἐρρέθη, καὶ τὸ ἀεὶ δὲ αὔξειν τὸ τοῦ Ἕκτορος κράτος οὐκ εὖ ἔχει. Παρὰ γοῦν τοῖς Ἀχαιοῖς παρρησία τοῖς ἡγεμόσι πρὸς τὸν βασιλέα πολλή. Διομήδης μὲν γάρ πού φησι «Ἀτρείδη, σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι», καὶ Ὀδυσσεὺς «οὐλόμενε, ὤφελες ἀεικελίου στρατοῦ ἄλλου ἀνάσσειν». Ἕκτωρ δὲ ὁ θρασὺς βαρβαρικώτερον διακείμενος ἀποστρέφεται τὴν ἰσηγορίαν, ἐπιπλήσσων ἄρτι τῷ Πολυδάμαντι, καὶ ταῦτα ἐσθλὰ φραζομένῳ καὶ οὐδὲ δήμῳ ἐόντι, ὡς εἴρηται, ἀλλὰ τῶν ἀριστέων καὶ μεδόντων καί, ὡς εἰπεῖν, δημογερόντων. ὧν καὶ ἡ κλῆσις σεμνὴ καὶ τὸ ἔργον λαμπρόν, ὡς καὶ ἡ γάμμα ῥαψῳδία ἐδήλωσεν. Ἐσχημάτισται δὲ ὁμοίως, ὡς ἐρρέθη, καὶ τὸ «ὥς μοι δοκεῖ», καὶ τὸ «ἐκτελέεσθαι ὀΐω», καὶ τὸ «εἰ ἐτεόν». Καὶ ὅρα τὸ ἐκτελέεσθαι, χρησιμεῦον ἔνθα καὶ τὸ «οὐδʼ ἐτέλεσεν», ὡς πρὸ βραχέων εἴρηται. Ἐν δὲ τῷ «σὸν κράτος ἀέξειν» τὸ μὲν κράτος συλλαμβάνεταί τι τοῖς ὕστερον τὴν βασιλείαν κράτος λέγουσι, τῇ δὲ αὐξήσει τοῦ κράτους ἀντίκειται μείωσις καὶ ἡ κοινότερον λεγομένη ὑπόπτωσις. Τὸ δὲ «μαχησόμενοι περὶ νηῶν» ἀκριβῶς πρόσκειται. οὐ γὰρ ἁπλῶς ὁ ῥήτωρ ἀποτρέπει μάχεσθαι Ἀχαιοῖς, ἀλλὰ τὸ περὶ νηῶν μαχήσεσθαι μέμφεται ὡς πάνυ κινδυνῶδες. Τὸ δὲ «εἴ πέρ τε πύλας ῥηξόμεθα» λίαν δεινῶς κεῖται. οἱονεὶ γὰρ λέγει ἄδηλον εἶναι ὥσπερ εἰ ἐτεὸν Τρωσὶν ὅδʼ ὄρνις ἐπῆλθεν, οὕτω καὶ εἴπερ πύλας καὶ τεῖχος Ἀχαιῶν ῥηξόμεθα. Τὸ δὲ «σθένεϊ μεγάλῳ» τὸν ἀλλαχοῦ μεγασθενῆ συντίθησιν. Ὅτι οὕτω θρασὺς ὁ Ἕκτωρ, ὡς καὶ ὑπόδρα ἰδεῖν τὸν σοφὸν Πολυδάμαντα καὶ αὐτὰ ἐκεῖνα εἰπεῖν ὡς ἐκ διδασκάλου πρὸς μάθησιν ἀπογραψάμενον, ὅσα καὶ ὁ ἄφρων Ἀλέξανδρος φθάσας ἔφη τῷ εἰς ἀγαθὸν συμβουλεύοντι, «Πουλυδάμα, σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις». καὶ οὐκ ἐπαινεῖ οὐδʼ αὐτὸς τὸν Πολυδάμαντα ὡς εὖ εἰπόντα, ψέγει δὲ ὡς μὴ φίλα αὐτῷ ἀγορεύοντα. Εἶτα καὶ νομίσας ἴσως ἀληθῶς ἐνδοιάσαι τὸν Πολυδάμαντά φησιν «οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις», ἤτοι σπουδαίως, ἀπὸ σκέψεως καὶ κρίσεως, «ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί, <!-- 3.382 -->ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε. τύνη δέ», ἤγουν σύ, Δωρικῶς, ὡς καὶ ἀλλαχοῦ κεῖται, «οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις πείθεσθαι, τῶν οὔ τι μετατρέπομαι», ὅ ἐστιν ἐπιστρέφομαι, «οὐδʼ ἀλεγίζω, εἴτʼ ἐπὶ δεξιʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα». Λέγει δὲ ταῦτα ὁ Ἕκτωρ οὐ τὴν μαντικήν, φασίν, ἀναιρῶν, ἀλλὰ τὴν γνώμην τοῦ Διὸς προτιμῶν. διὸ καὶ πάνυ σεμνὸς αὐτῷ ὁ λόγος καὶ ὑπέρφρων καὶ οὐδὲν ἔχων ταπεινόν. ὁ μέντοι συνετὸς καὶ θεὸν τιμήσει καὶ οἰωνοῖς, φασί, πείσεται. Σημειοῦνται δʼ ἐνταῦθα οἱ παλαιοὶ καὶ ὅτι τῇ εἰς ἄτοπον ἀπαγωγῇ φιλοσόφως χρᾶται ὁ Ἕκτωρ. προϋπόκειται μὲν γὰρ ὡς ὁμολογούμενον, ὅτι πειστέον Διῒ ἐπιτάττοντι ἐπελθεῖν ταῖς ναυσίν, ὁ δὲ οἰωνὸς δοκεῖ προτρέπειν ἀναχωρεῖν. εἰ γοῦν ἀναχωρητέον, ὡς δοκεῖ τῷ Πολυδάμαντι, οὐ πειστέον ἄρα τῷ Διΐ. Διὸ ἐπάγει «ἡμεῖς δὲ μεγάλοιο θεοῦ πειθώμεθα βουλῇ, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει». οὐ γὰρ Διὸς μὲν ἐπιληστέον τοῦ μεγάλου, πειστέον δὲ ὀρνέοις τοῖς μὴ τοιούτοις. Ταῦτα δὲ διαλεκτικῶς ὡς ἀμφοτερόγλωσσος μεταχειρίζεται ὁ ποιητής, διδάσκων ὡς παντὶ λόγῳ λόγος παλαίει. διὸ καὶ ταῖς ἐπιστημονικωτάταις τῶν τεχνῶν ὑποκάθηταί τις ἀντιλογία, ὡς καὶ νῦν ὁ Ἕκτωρ κατεπιχειρεῖ τῆς οἰωνοσκοπητικῆς. καὶ ἀλλαχοῦ δέ τις λέγει παρὰ τῷ ποιητῇ, ὅτι «ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο φοιτῶσιν, οὐδέ τε πάντες αἰνέσιμοι.» καὶ ὁ φιλόμηρος δὲ Σοφοκλῆς ποιεῖ τὴν Ἰοκάστην καθʼ ὁμοιότητά τινα τοῦ Ἕκτορος τραχυνομένην κατὰ τῆς μαντικῆς καὶ ἀνατρέπειν πειρωμένην αὐτήν. Ἰστέον δὲ ὅτι δοκεῖ ὁ Πολυδάμας αὐτὸς ἐνδοῦναι λαβὴν ἀντιλογίας τῷ Ἕκτορι, ἐν οἷς ἔφη τὸ «ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε Τρωσὶν ὅδʼ ὄρνις ἐπῆλθεν». ἐντεῦθεν γὰρ λαβὼν ἀφορμὴν ὁ Ἕκτωρ, ὡς ἐνδοιάζοντος δῆθεν τοῦ ῥήτορος, ἀντιλαλεῖ. Ἰστέον δὲ ὅτι οὐχʼ ὥσπερ Αἴας Αἴαντος ὦ Αἶαν, ἀποβολῇ τῆς τος συλλαβῆς, οὕτω καὶ ὦ Πολυδάμαν. Παραδιδόασι γὰρ οἱ Τεχνικοὶ τὰ λήγοντα εἰς μας ἀρσενικὰ τοιαῦτα δίχα τοῦ νῦ <!-- 3.383 -->προφέρειν τὴν κλητικήν· ὦ Ἀκάμα, ὦ Πουλυδάμα. Τὸ δὲ «Ζηνὸς βουλέων» ὅμοιόν ἐστι τῷ Διὸς βουλῇ, ὃ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ κεῖται. Ὑπόσχεσις δὲ Διὸς καὶ κατάνευσις κἀνταῦθα ἡ διὰ τῶν φθασάντων ἐξ αἰθέρος τεράτων σημείωσις τοῦ μέλλοντος. διὸ πρὸς ἔμφασιν τούτου ἔφη «Ζηνὸς ἐριγδούποιο». Ἐν δὲ τῷ «εἴτʼ ἐπὶ δεξιὰ πρὸς ἠῶ τε ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ ποτὶ ζόφον», οἱ μὲν τοῦ δεξιὰ ἐφερμηνευτικὸν ἐδέξαντο τὸ πρὸς ἠῶ καὶ ἥλιον, δεξιὰ νοοῦντες τὰ ἑῷα, ἤτοι ἀνατολικά, τοῦ δʼ ἐπʼ ἀριστερὰ ἑρμηνείαν εἶπον τὸ πρὸς ζόφον, ἀριστερὰ λέγοντες τὰ δυτικά. Ἕτεροι δὲ δεξιὰ μὲν εἶπον τὰ νότια, ἀριστερὰ δὲ τὰ βόρεια, λέγοντες καὶ πρὸς τῇ ἄρκτῳ τυχεῖν εἶναι νῦν τὴν στάσιν τῷ Ἕκτορι ὡς εἰς τὸν Βορρᾶν αὐτὸν ἀφορᾶν. ὥστε τῷ λόγῳ τούτῳ τὰ τέσσαρα σημεῖα τοῦ κόσμου ἐνταῦθα ἐκκεῖσθαι παρὰ τῷ ποιητῇ, δεξιά, ὅ ἐστι κατὰ τὴν δευτέραν ἐξήγησιν νότια, ἀριστερά, τουτέστι βόρεια, καὶ ἠῶ καὶ ζόφον, ἤγουν ἀνατολὴν καὶ δύσιν, καὶ ἰδοὺ ὁμοῦ τὰ τέσσαρα ἐν στίχοις δυσίν. Ἰστέον δὲ ὅτι νῦν μὲν ἐν δυσὶ μέρεσι λόγου κεῖται τὸ «ἐπὶ δεξιά», ὥσπερ καὶ ὅτε δηλοῖ τὸ ἐκ τῶν δεξιῶν ἄρχεσθαι, οἷον «ὄρνυσθε δʼ ἑξείης ἐπὶ δεξιὰ πάντες ἄριστοι», ὅτε δὲ ἀντὶ τοῦ ἐπιδεξίως ληφθῇ, προπαροξύνεται, φασίν, ὁμοίως τῷ «ἐνδέξια πᾶσιν ἐκίρνα». Ὁμοίῳ δὲ τόνῳ καὶ ἐπιδέξια λέγονται σώματος μέρη τὰ καὶ ἐπιτήδεια, ἤγουν τὰ καιρώτατα. Τοῖς δὲ ῥηθεῖσιν ἐπάγει γνωμικῶς ὁ Ἕκτωρ καὶ τὸ «εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης», παιδεύων μὴ δεῖν μισοπάτριδα εἶναί τινα. Ὁ δὲ νοῦς τῆς πιθανῆς ταύτης γνώμης τοιοῦτος· πολλῶν ἐπιφαινομένων τανυπτερύγων καὶ οὕτω πετομένων, ὅποι νεύσαιεν, οἰωνῶν, εἷς ἄριστος, ὁ ἀμύνειν τῇ πατρίδι ὑποτιθεὶς ἢ δηλῶν ἢ σημαίνων ἤ τι τοιοῦτον. ἐλλειπτικῶς γὰρ εἴρηται. δύναται δὲ νοηθῆναι καὶ ὅτι εἷς οἰωνὸς ἄριστος, αὐτὸ τοῦτο τὸ ἀμύνειν τῇ πατρίδι, ἵνα εἴ τί ποθεν ἴδοι ἢ αὐτὸς ἔχοι προθυμίαν ἐπὶ ἀμύνῃ πατρίδος, ἡγοῖτο τοῦτον οἰωνόν, ἤτοι σύμβολον ἀγαθοῦ τινος. Τὸ δὲ τοιοῦτον γνωμικὸν παλαιός τις παρῳδήσας παικτικώτερον ἔφη τὸ «εἷς οἰωνὸς ἄριστος ἀμύνασθαι περὶ δείπνου». δύναται δὲ ὁμοίῳ τρόπῳ αὐτὸ καὶ ἐπὶ ἑτέρων πλειόνων οὕτω μεταποιεῖσθαι. Ἐπὶ δὲ τούτοις καὶ ὑποπτεύων ὁ Ἕκτωρ, ὡς διὰ δειλίαν ὁ Πολυδάμας συμβουλεύει ἀναχώρησιν, ὀνειδίζει λέγων, ὃ δὴ καὶ πᾶς <!-- 3.384 -->τις εἴποι ἂν πρὸς ἄναλκιν ἄνδρα κωλύοντα μάχεσθαι. Φησὶ γὰρ «τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα», ὧν μία σημασία, «εἴ περ γάρ τʼ ἄλλοι γε περικτεινώμεθα πάντες νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἐστὶν ἀπολέσθαι, οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων». Ἔστι δὲ τὸ μενεδήϊος ἶσον τῷ μενεπτόλεμος. Εἶτα ὑπεραναβὰς ὁ Ἕκτωρ τὸ ὑπόδρα τὸν Πολυδάμαντα ἰδεῖν ἀπειλεῖ καὶ ὅτι «εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι ἠέ τινʼ ἄλλον παρφάμενος ἐπέεσσιν ἀποστρέψεις πολέμοιο, αὐτίκα ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις». Καὶ νῦν μὲν ὃ Ἕκτωρ βαρβαρόθυμος καὶ θρασύς, εἰ τῷ τοιούτῳ οὕτω προσφέρεται, κινδύνῳ δʼ ἐν τοῖς ἑξῆς περιπεσὼν μεμνήσεται τοῦ Πουλυδάμαντος ἐπιμηθῶς, καὶ τὴν ἐξ αὐτοῦ ἐλεγχείην εὐλαβηθεὶς μενεῖ τὴν μάχην καὶ πεσεῖται. Τὸ δὲ «παρφάμενος» οὐχʼ οὕτως ἀντὶ τοῦ παραινέσας ἢ παραπείσας, ὡς ἀντὶ τοῦ παραλογισάμενος πιθανότητι λόγων, ὁποῖόν τι δῆθεν ὁ Πολυδάμας καὶ ἐπὶ Ἕκτορι προέθετο ποιῆσαι, ὡς αὐτὸς οἴεται. Ὅρα δὲ καὶ τὸ ὑπομενετικὸν τοῦ σοφοῦ. ἀμείβεται γὰρ οὐδὲν ὁ συνετὸς Πολυδάμας τὸν θρασὺν ἀπειλητῆρα, ἴσως μὲν ὑποδεδιώς, τυχὸν δὲ καὶ ὅτι φωνήσας ταῦτα ὁ Ἕκτωρ εὐθὺς ἡγήσατο, οἳ δʼ ἅμʼ ἕποντο ἠχῇ θεσπεσίῃ. Ὅτι πρὸς τοῖς ἄλλοις οἷς ἐδυστύχουν Ἕλληνες, καὶ τοιοῦτόν τι, ὡς εἰκός, προσεπεγένετο «Ζεὺς τερπικέραυνος ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, ἥ ῥʼ ἰθύς», ἤγουν ἥτις δὴ κατʼ εὐθύ, «νηῶν κονίην φέρεν, αὐτὰρ Ἀχαιῶν θέλγε νόον, Τρωσὶ δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε. τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίῃφι ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον». Ὃ παραφράζων ἐν τοῖς ἑξῆς φησιν «ἔλποντο δὲ τεῖχος Ἀχαιῶν ῥήξειν», καὶ πάλιν «πειρῶντο βίῃ ῥήξαντες εἰσελθεῖν». Ὅτι δὲ τὸ θέλγειν οὐκ ἐπὶ ἡδονῆς κεῖται παρὰ τῷ ποιητῇ, ὡς ἡ ὕστερον ἔχει χρῆσις, δῆλον μὲν καὶ νῦν φανερῶς, καὶ ἐν ἄλλοις δὲ πολλαχοῦ ὁ ποιητὴς αὐτὸ παριστᾷ. ὅλως γὰρ φυσικῆς ἐνεργείας ἔκστασιν τὸ θέλγειν δηλοῖ, ὡς φανεῖται καὶ ἐν οἷς ὁ Πάτροκλος πείσεται, ἵνα ᾖ θέλγειν τὸ οὗ θέλει τις ἀπάγειν. Ζεὺς δὲ ἐγείρειν ἀνέμου ἐνταῦθα θύελλαν λέγεται καὶ κονίην φέρειν ἰθὺς νηῶν, ἢ ὁ εἰς εἱμαρμένην ἐκλαμβανόμενος, ἢ μᾶλλον ὁ ἀήρ. Διὸ καὶ Ζεὺς ἐρρέθη τερπικέραυνος, οὗ καὶ τὰ ῥηθέντα τέρατα καὶ τὸ εἰς τὸν Ἕκτορα κῦδος νικῶντα διὰ τὸ ἐπισκοτεῖσθαι τοὺς Ἀχαιούς. Ἀπὸ Ἰδαίων δὲ ὀρέων ὄρνυται ἀνέμου θύελλα διὰ τὸ ἐκείνων καὶ πολυπίδακον καὶ πολυπόταμον, <!-- 3.385 -->ὡς αὐτὸς ὁ ποιητὴς ἱστορεῖ. Ὅρα δὲ καὶ ὅπως ἔχων εἰπεῖν «θύελλαν, ἣ ἰθὺς νηῶν κονίην φέρεν», εἵλετο πάλιν, ὡς αὐτὸς φιλεῖ, διὰ τοῦ ῥὰ συνδέσμου θεραπεῦσαι συναλειπτικῶς τὸ χάσμημα. Τὸ δὲ «ἠδὲ βίῃφι» ἀμφιβόλως ἔχει. ἢ γὰρ τὴν τοῦ Διὸς βίαν δηλοῖ, ἢ τὴν τῶν Τρώων. Ὅτι ἐν τῷ «κρόσσας μὲν πύργων ἔρυον καὶ ἔρειπον ἐπάλξεις, στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἂρ Ἀχαιοὶ πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων» κρόσσαι μὲν κατά τινας αἱ ἄκραι τῶν πύργων καὶ οἷον κόρσαι καὶ κεφαλαί. διὸ καὶ ἐξοχὰς αὐτὰς καλοῦσι καὶ κεφαλίδας οἱ παλαιοί, ἃς καὶ καθεῖλκον οἱ Τρῶες, καθαιροῦντες εἰς γῆν. μέμνηται δὲ αὐτῶν καὶ μετʼ ὀλίγα ὁ ποιητὴς ἐν τῷ «κροσσάων ἐπέβαινον». Ἀρίσταρχος δὲ πολεμικὰς κλίμακας ὑποτρόχους τὰς κρόσσας νοεῖ, ἤτοι μηχανὰς κλιμακώδεις. Τινὲς δέ φασιν, ὅτι κρόσσαι λίθοι ἐπὶ κορυφῆς τοῦ τείχους προνεύοντες, ἐφʼ ὧν καὶ ἐπάλξεις ἦσαν. διὸ καὶ συγκαταπίπτουσιν αἱ ἐπάλξεις ταῖς κρόσσαις. Οἱ δέ τινές φασιν, ὅτι κρόσσαι αἱ τῶν πύργων ἐξοχαί, ὡς καὶ κροσσοὺς ἱματίων φαμέν. Ἄλλοι δὲ οὕτω φασίν· κρόσσαι ὄργανα πρὸς τειχομαχίαν ἐπιτήδεια, ἔχοντα ἔνδον ἀνάβασιν καλυπτομένην, ἕως ἂν εἰς τοὺς πύργους ἀνέλθῃ ὁ τειχομαχῶν. οἱ δὲ τοιοῦτοι καὶ τὸ «κρόσσας μὲν πύργων ἔρυον» οὕτω νοοῦσιν, ὅτι τὰς κρόσσας, ὅ ἐστι τὰς τοιαύτας κλίμακας, κατὰ τῶν πύργων ἔρυον. ὅπερ οἱ μὴ ἀποδεχόμενοί φασι μὴ εἰδέναι τὸν ποιητὴν τὴν τοιαύτην μηχανήν, ἄλλως τε καὶ τοῦ τείχους ταπεινοῦ, φασίν, ὄντος, ὡς ἡ τοῦ Σαρπηδόνος δεικνύει προσβολή, ὃς ἔπαλξιν λαβὼν χερσὶ στιβαραῖς κατέρριψεν. Ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται χρῆσις ὁμοία τοῖς ἐνταῦθα κειμένη παρὰ Ἀγαθοκλεῖ Βαβυλωνίῳ αὕτη «καὶ οἱ Κυζικηνοὶ ἐξορμήσαντες ἐπʼ αὐτὸν ἐβοηδρόμουν, πρόκροσσοι φερόμενοι ἐπὶ τὸν κίνδυνον». Καὶ ἴσως μὲν δηλοῖ τροπικώτερον ἐκεῖ τὸ <!-- 3.386 -->«πρόκροσσοι» βαθμηδόν, κλιμακηδόν, κατὰ στίχας, κατὰ ἐπαλληλίαν, εὐτάκτως, ἴσως δὲ μᾶλλον τὸ ἐπὶ κλιμάκων ἢ μετὰ κλιμάκων πολεμικῶν, ἃς ἐξανίστων κατʼ ἐκείνου, ἔνθα ἐφυλάττετο. Ἐπάλξεις δὲ οἱ προμαχῶνες, ἐφʼ ὧν ἐστι τοῖς ἄνωθεν μαχομένοις τὸ ἀλαλκεῖν, ἤτοι βοηθεῖν. παρὰ γὰρ τὸ ἄλκω ἄλξω γίνεται. Κατέβαλον δὲ ταύτας οἱ Τρῶες γυμνοῦντες τὸ τεῖχος τῶν ἐν αὐταῖς κρυπτομένων μαχητῶν. Διὸ ἀναγκαίως οἱ Ἀχαιοὶ ἀναπληροῦσι τὸ λεῖπον εὐθὺς ῥινοῖσι βοῶν, ἤγουν ἀσπίσι, φράξαντες ἐπάλξεις, ἤτοι τὰ διάκενα τῶν ἐπάλξεων, ὅτε καὶ βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας καὶ ἀναμοχλεύοντας. Στῆλαι δὲ προβλῆτες, ἃς καὶ ἔχματα πύργων εἶπε, τὰ ἐξέχοντα τῶν θεμελίων, ἢ αὐτοὶ οἱ θεμέλιοι, ἐφʼ ὧν τὸ τεῖχος ἵσταται. Φησὶ γὰρ «ἃς Ἀχαιοὶ πρώτας ἐν γαίῃ θέσαν». ὧν τὸ χρήσιμον δεσμὸς τείχους, διὸ Τρῶες αὐτὰς αὖ ἐρύοντες ἔλποντο τεῖχος Ἀχαιῶν ῥήξειν. Ἕτεροι δὲ στήλας προβλῆτάς φασι τὰς λεγομένας ἀντήρειδας, ἃς οἱ μὲν διὰ διφθόγγου γράφουσιν ἐν τῇ τρίτῃ συλλαβῇ μετὰ τὴν ἄρχουσαν κατὰ τοὺς σημειωσαμένους τὸ κλείς καὶ τὸ ἀντήρεις, οἱ δὲ διὰ τοῦ ι κατὰ τὸν στιχίσαντα «κρήμνη σεαυτὴν ἐκ μέσης ἀντήριδος», ἤτοι μεσόδμης. τέως γε μὴν προβλῆτες κατά τινας αἱ λεγόμεναι καὶ ἀντήριδες, οἷα τὰ λεγόμενα ἰκριώματα, ἃ ἔξωθεν ἐπʼ ἀσφαλείᾳ τείχους πρῶτα τίθενται, ἤτοι πρόκεινται καὶ προβέβληνται, ἀντερείδοντα. περὶ ὧν τινες καὶ οὕτω φράζουσι. στῆλαι προβλῆτες, πλάκες μεγάλαι πρὸ τοῦ τείχους, προβεβλημέναι τοῦ ἐδάφους καὶ συνηρμοσμέναι ἀλλήλαις ὑπὸ πόδα τοῦ τείχους ἀντὶ ἐρύματος. καὶ ἴσως τοιαύτην στήλην καὶ ὁ Ἕκτωρ μετʼ ὀλίγα βαλὼν τὰς πύλας ἔρριψε. Τὸ δὲ «ἐμόχλεον» πρωτότυπόν ἐστι τοῦ ἐμόχλευον, ἑρμηνεία δὲ αὐτοῦ κατωτέρω τὸ «αὖ ἔρυον», ὁ δὴ σκοπός ἐστιν ἐνταῦθα τῆς μοχλεύσεως τοῖς Τρωσί. <!-- 3.387 -->Καὶ ὅρα τὸ ῥηθὲν «αὖ ἔρυον» πολλὴν διαφορὰν ἔχον πρὸς τὸ αὖ ἔρυσαν ἢ αὐέρυσαν τὸ θυτικόν, περὶ οὗ προδεδήλωται. Ἔχματα δὲ πύργων οὐ μόνον τά, ὡς ἐρρέθη, ἐξέχοντα, ἀλλὰ καὶ αἱ συνοχαί, ὡς καὶ ἐν τῷ «πέτρης ἀναιδέος ἔχματα», καὶ «ἀμάρης ἐξ ἔχματα βάλλων». γίνεται δὲ τὸ μὲν ἔχμα ἐκ τοῦ ἔχω, ἀφʼ οὗ καὶ ξυνοχή καὶ συνοχμὸς ὁδοῦ ὁ στενωπός, καὶ πλεονασμῷ Ἀττικῷ συνεοχμός, καὶ νεοχμόν, τὸ ἔχον νεότητα. παρὰ δὲ τὸ ἔχμα ἐχμάζειν, τὸ κωλύειν καὶ ἐπέχειν, καὶ ἐχμάσαι, κατασχεῖν, ἑλεῖν, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. τοῦτο δὲ παρʼ Εὐριπίδῃ διὰ τοῦ ο κεῖται ἐν τῷ «μέσον μʼ ὀχμάζεις ὡς βάλῃς εἰς Τάρταρον». Τὸ δὲ «ῥινοῖς βοῶν» σαφέστερον τοῦ «βόας αὔας» καὶ «βῶν ἀζαλέην» καὶ τῶν ὁμοίων. Τοῦ δὲ «φράξαντες» οὐκ ἔστι καιριωτέραν λέξιν εἰπεῖν, ἀφʼ ἧς, ὡς πολλαχοῦ ἐρρέθη, καὶ ὁ παρὰ τοῖς μεθʼ Ὅμηρον κατάφρακτος. Ὅτι «ἀμφοτέρω Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν. ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα», ἤγουν ἀμελοῦντα, «ἴδοιεν». ὁ δὴ φθάσας ὁ ποιητὴς περὶ Ὀδυσσέως καὶ Ἀγαμέμνονος πλατύτερον ἔφρασε, δεινὸς ὢν ἐπὶ τῶν αὐτῶν ἐννοιῶν στρέφεσθαι οὕτω καὶ οὕτω πολυτρόπως. Καὶ οἱ μὲν Αἴαντες ἐνταῦθά φασιν «ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι. καὶ δʼ αὐτοὶ τόδε που γινώσκετε». Ταῦτα δὲ καὶ πᾶς τις ἂν εἴποι ἐν κινδυνώδει πολέμῳ ἐρεθίζων τινὰς εἰς ἔργον. Καὶ οὕτω μὲν οὗτοι ἁπλοϊκώτερον καὶ πρὸς ἀλήθειαν ἀνεμέσητον. Τοῦ γὰρ στρατοῦ πάντως οἱ μὲν ἄριστοι, οἱ δὲ ἀβληχροί, οἱ δὲ μέσοι. Καὶ ἔστι μὲν καὶ αὐτὸ κρᾶμα μειλιχίου ἤθους καὶ στερεοῦ. μειλίχιον μὲν γὰρ λίαν τὸ «ὅς τε ἔξοχος», ἐπʼ ἔλαττον δὲ τὸ «ὅς τε μεσήεις», ἔνθα ἡ παραγωγὴ τοῦ μεσήεις ἐκ τοῦ μέσος, στερεὸν δὲ τὸ «ὅς τε χερειότερος». ἐν οἷς καὶ κάλλος ποιεῖ ἐπαναφορικὸν τὸ «ὅς τε» τρὶς τεθέν. Φορητὸν δὲ ὅμως τὸ ῥηθὲν κρᾶμα διὰ τὸ πανάληθες καὶ πᾶσι γνωστόν. Καὶ αὐτοὶ γάρ, φασί, «τόδε που γινώσκετε», ὃ καὶ αὐτὸ ἔχει τι βαρύτητος. Οὐ γὰρ ἁπλῶς ἔφασαν, ὡς καὶ αὐτοὶ τοῦτο γινώσκετε, ἀλλά που, ἤγουν ἴσως, ὡς εἰκὸς ὄν τινας ἀγνοεῖν διὰ τὸ φίλαυτον. καὶ οὕτω μὲν οἱ Αἴαντες. Ἰδομενεὺς δὲ ἐν τοῖς ἑξῆς κρητίζων σιγᾷ τὴν τοῦ στρατοῦ ἀνισότητα, οἰκονομικῶς εἰς ἰσότητα πάντας ἄγων, <!-- 3.388 -->ἵνα μή τις ἀνανδρίαν προφασίζηται. Φησὶ γὰρ «οὔ τις ἀνὴρ αἴτιος, ὅσσον ἔγωγε γινώσκω. πάντες γὰρ ἐπιστάμεθα πολεμίζειν, οὔ τέ τινα δέος ἴσχει, οὔ τέ τις ὄκνῳ εἴκων ἀναδύεται πόλεμον». Ἐν οἷς σημείωσαι, ὅπως ὁ ποιητὴς πρὸς καιροὺς ἐναντίοις χρᾶται νοήμασιν. Αἴαντες μὲν γὰρ διαφορὰν οἴδασι στρατοῦ, Ἰδομενεὺς δὲ πάντας ἴσους, εἰ καὶ μὴ οἶδεν, ἀλλὰ οἰκονομικῶς λέγει. Φασὶ δὲ οἱ Αἴαντες καί, ὅτι «μή τις ὀπίσσω τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούων», τουτέστι τοῦ ἀλαζόνος Ἕκτορος, ὅς, ὡς εἰπεῖν, ἀπειλή ἐστιν αὐτόχρημα, «ἀλλὰ πρόσω ἴεσθε», ὅπερ ἐναντίον ἐστὶν ἀντιθετικῶς τῷ ὀπίσω τετράφθαι, «καὶ ἀλλήλοισι κέλεσθε, αἴ κε θεὸς δῴῃσιν Ὀλύμπιος δηΐους προτὶ ἄστυ δίεσθαι», ὅ ἐστι διῶξαι. Ἰστέον δὲ ὅτι τὸ «κελευτιόωντε» ἀντὶ τοῦ ἐγκελευόμενοι κεῖται, ὃ μετʼ ὀλίγα διασαφῶν φησι «προβοῶντε μάχην ὤτρυνον». οὔκουν ἀκριβὲς κελευθιόωντας ἐπὶ πύργων Αἴαντας εἰπεῖν. Τὸ δὲ «φοιτήτην» ἀναλόγως μὲν κοινότερον διὰ τοῦ η ἔχει τὴν παραλήγουσαν ὡς ἐκ τοῦ φοιτάω φοιτῶ. εἰ δὲ κατά τινα τῶν ἀντιγράφων διὰ διφθόγγου γράφεται φοιτείτην ὡς τὸ κομείτην, ζητητέον εἴ που εὕρηται φοιτέω, ὡς κομέω καὶ ποιέω, ἵνα ἐκεῖθεν ἡ δίφθογγος ᾖ. Ἐν δὲ τῷ «ἄλλον μειλιχίοις» λείπει διὰ συντομίαν ῥῆμα, ἢ τὸ ὤτρυνον ἀπὸ κοινοῦ, ἢ ἕτερόν τι τοιοῦτον. ἴσως δὲ καὶ ἐκ τοῦ «νείκεον» χρὴ ἀντιλαβεῖν συνήθως τὸ ἐξ ἀναλόγου πρέπον ῥῆμα, ἵνα ὥσπερ τὸν μεθήμονα νείκεον στρατηγικῶς, οὕτω τὸν μὴ τοιοῦτον εὐλογοῖεν μειλιχίοις ἔπεσι. διπλῆ δὲ ἡ ἔλλειψις ἐν τῷ «ἄλλον μειλιχίοις». τὸ μὲν γὰρ «μειλιχίοις» λείπεται ῥήματος, ὡς ἐρρέθη, τὸ δὲ «ἄλλον» ἀπαιτεῖ νοεῖν ἐξ ἐναντίου τὸν μὴ μεθήμονα, ἵνα λέγῃ, ὡς οἱ Αἴαντες τὸν μὲν ἐπιμελῆ εὐλόγουν, τὸν δὲ μεθιέντα νείκεον. καὶ ἔστι πάνυ γοργὸν ἐξ ἀοριστίας τὸ χωρίον. Τὸ δὲ «οὐ πάντες ὁμοῖοι ἄνδρες ἐν πολέμῳ» γνωμικῶς ἐρρέθη. ἔνθα ἐπαινοῦσιν οἱ παλαιοὶ τὴν <!-- 3.389 -->προσθήκην τοῦ «ἐν πολέμῳ», λέγοντες, ὅτι πρὸς τὴν ἐνεστῶσαν κατάστασιν τοῦτο πρόσκειται. νῦν μὲν γὰρ πάντες ὅμοιοι καὶ χρήσιμοι ἐπίσης ὡς ἀπὸ τείχους ἀμυνόμενοι, ὅπου καὶ γυναῖκές ποτε τοῦτο ποιοῦσιν, οὐ μὴν καὶ ἐν αὐτῷ ἁπλῶς πολέμῳ πάντες ὅμοιοι. Καὶ σημείωσαι, ὡς καὶ ἐντεῦθεν ἔστι συμβιβάσαι τὴν δοκοῦσαν διαφωνίαν ἐν τοῖς προσεχῶς ῥηθεῖσι λόγοις τῶν τε Αἰάντων καὶ τοῦ Ἰδομενέως. Ἔχει δέ τι καὶ ἄλλως ἀστεῖον ἡ ῥηθεῖσα γνώμη. ἔοικε γὰρ νοεῖν ὡς, εἰ καὶ ὁ πόλεμος ὁμοίϊος λέγεται, ἀλλʼ οὐχʼ οὕτω καὶ οἱ ἐν πολέμῳ. Τὸ δὲ «οὔπω» δοκεῖ ἔχειν τι ἀστειότητος. οἱονεὶ γὰρ λέγει ὅτι, καθάπερ οὔπω ἀνέκαθεν μέχρι καὶ νῦν οἱ ἄνδρες πάντες ὅμοιοι ἀλλήλοις εἰσὶ κατά τινα τέχνην, εἰ καὶ ἄλλως ἐπίσης ἔχουσι τὸ ὁμοειδές, οὕτως οὐδὲ ἐν τῷ πολέμῳ εἰσὶν ὅμοιοι, ὡς καὶ ὑμεῖς οἴδατε. ὃ δὴ γνωμικῆς ἐννοίας ἐστὶν ἀρετή, γνωστῆς οὔσης ἅπασι διὰ τὸ ἀληθές. Τὸ δὲ «νῦν ἔπλετο ἔργον» ἔλλειψιν καὶ αὐτὸ ἔχει καιρίαν διὰ τὴν σπουδὴν τοῦ λέγοντος, διὸ μετʼ ὀλίγα «μέγα ἔργον» ἐρεῖ. ἐντελέστερον μέντοι ὁ Νέστωρ πρὸ βραχέων ἄδειαν ἔχων τοῦ λαλεῖν μέγα ἔργον Ἄρηος ἔφη. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα παρέρριψε ψευδοπαρήχησιν τὸ «δηΐους προτὶ ἄστυ δίεσθαι». Ὅτι πρὸ ὀλίγων μὲν ἐν δυσὶ στίχοις τὴν τῶν πολλῶν λίθων ἄφεσιν νιφάσιν εἴκασεν, ἃς ἄνεμος νέφη δονήσας χέει, νῦν δὲ τῇ αὐτῇ χρησάμενος αὖθις παραβολῇ καὶ οὕτω ταὐτολογῶν ὅμως ἀλλοιοῖ τὴν ταὐτότητα, οὐ μόνον πλατύτερον ἐνταῦθα διασκευάσας ἐν ἐννέα στίχοις, ἀλλὰ καὶ κατὰ ἐπαύξησιν πράγματος. ἐκεῖ μὲν γὰρ ἄνεμος νέφη δονεῖ, ὡς ἂν ἡ συντονία δηλωθείη τῆς τῶν βελῶν ἀφέσεως, ἐνταῦθα δὲ τοῦ Διὸς οὐχʼ ἁπλῶς νίφοντος, ἀλλὰ τὰ οἰκεῖα ἐπιδεικνυμένου βέλη, κοιμῶνται οἱ ἄνεμοι. καὶ οὕτω νιφάδες χιόνος πίπτουσι συχναὶ καὶ δηλοῦται τὸ τῶν βελῶν πλῆθος διὰ τῶν τοιούτων τῆς χιόνος νιφάδων. διὸ καὶ χειμέριον ὑποτίθεται ἦμαρ, ἐν ᾧ αἱ νιφάδες πολλαὶ καταπίπτουσι. Φράζει δὲ οὕτως «τῶν δʼ ὥς τε νιφάδες χιόνος πίπτουσι θαμειαὶ ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο Ζεὺς νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα, κοιμίσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψει ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους καὶ πεδία λωτεῦντα καὶ ἀνδρῶν πίονα ἔργα, καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσι τε καὶ ἀκταῖς, κῦμα δέ μιν προσπλάζον ἐρύκεται, ἄλλα τε πάντα εἰλῦται», ἢ <!-- 3.390 -->εἰλύαται, «καθύπερθʼ, ὅτʼ ἐπιβρίσει Διὸς ὄμβρος· ὣς τῶν ἀμφοτέρωθε», ἢ ἀμφοτέρωσε, «λίθοι πωτῶντο θαμειαί». Καὶ ἑρμηνεύων τὸ «ἀμφοτέρωθε» φησὶ «αἳ μὲν ἂρ ἐς Τρῶας, αἳ δʼ ἐκ Τρώων ἐς Ἀχαιοὺς βαλλομένων· τὸ δὲ τεῖχος ὑπὲρ πᾶν δοῦπος ὀρώρει». Καὶ ὅρα ὅτι τε θηλυκῶς εἶπε τὸ λίθοι, καὶ ὅτι ἐλλειπτικῶς ἔχει τὸ «αἳ μὲν ἐς Τρῶας». λείπει γὰρ τὸ ἐξ Ἀχαιῶν, ἵνα ᾖ αἱ μὲν ἐξ Ἀχαιῶν ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς. Ὅρα δὲ καὶ τὸ «νιφάδες χιόνος» ἐντελῶς ῥηθέν, ὥστε ὅτε νιφάδας μόνον εἴπῃ τις, ἐλλείπει τὸ χιόνος, ὥσπερ καὶ ὅτε μὲν Ἰλιάδα εἴπωμεν ἐλλιπῶς φαμεν οὕτω τὴν Τροίαν, ὅταν δὲ Ἰλιάδα Τροίαν, ἐντελῶς, ὡς παρʼ Εὐριπίδῃ κεῖται. Τὸ δὲ «θαμειαί» κοινὸν καὶ προσφυὲς καὶ ταῖς νιφάσι καὶ ταῖς πέτραις. Καὶ τοῦτο μόνον ἐστὶ τὸ συνεκτικὸν τῆς παραβολῆς, ἡ τῶν νιφάδων πυκνότης, τὰ δὲ λοιπὰ κόσμος ἄλλως ἐστὶ καὶ ἐν φανητιασμῷ ἐπίδειξις φράσεως, ὁποῖα τὰ τῶν παραβολῶν. Τὸ δὲ «ἤματι χειμερίῳ» διαστολήν τινα ἔχει πρὸς ἑτεροίους καιρούς. ὦπται γὰρ καὶ φθινοπώρου καὶ ἔαρος νίφων ἀήρ, σπανιώτατα μέντοι, καὶ οὐδὲ εἰς δαψίλειαν. Τὸ δὲ «μητίετα Ζεύς» τὸ ἔλλογον τῆς προνοίας δηλοῖ οὐ μάτην καὶ εἰκῇ τὸν ἀέρα κινούσης νίφειν συχνὰ καὶ πολλὰ ἐν χειμῶνι. Τὸ δὲ «ἀνθρώποις» εὖ κολλᾶται καὶ μετὰ τοῦ ἀνθρώποις καὶ μετὰ τοῦ πιφαυσκόμενος. Τὸ δὲ «πιφαυσκόμενος» πεζολογοῦντι μὲν ἄχρηστον, δηλοῖ δὲ οὐ μόνον τὸ λέγων, ὡς ἐν ἄλλοις ἀπὸ τοῦ φῶ, τὸ λέγω, ἀλλὰ καὶ τὸ ἐπιδεικνύμενος ἐκ τοῦ φῶ, τὸ φαίνω, ἐξ οὗ φάσκω καὶ ἀναδιπλασιασμῷ καὶ ἐπενθέσει τοῦ υ πιφαύσκω. Ἀστείως δὲ τὴν ἄνωθεν ἐν χειμῶνι μάλιστα κατασκήπτουσαν νιφοβολίαν ἐπίδειξιν λέγει Διός, ὡς οἷα ἑκηβολοῦντος. δῆλον δὲ ὅτι Διός, ἤγουν ἀέρος, βέλη οὐ μόνον νιφάδες, ἀλλὰ καὶ κεραυνοὶ καὶ εἴ τι ἄλλο τοιοῦτον ἀέριον πάθος, ἐν οἷς καὶ χάλαζα. ὅθεν καὶ τὸ χαλαζοβολεῖν. <!-- 3.391 -->Τὸ δὲ «κοιμήσας ἀνέμους» καὶ ὅσα τοιαῦτα, οἱ μὲν μεθʼ Ὅμηρον ὡς ἀπὸ τοῦ κοιμίζω κινοῦσιν, ὁ δὲ ποιητὴς καὶ οἱ κατʼ αὐτὸν ἐκ τοῦ κοιμῶ. καὶ δηλοῖ Σοφοκλῆς γράψας «κοιμῶ τόδʼ ἕλκος». Τινὰ μέντοι τῶν ἀντιγράφων ἀκολούθως τῷ κοινῷ καὶ ὑστερογενεῖ κοιμίσσας ἔχουσι διὰ τοῦ ι ἐν δυσὶ σίγμασιν ὡς ἐκ τοῦ κοιμίζω. Ἰστέον δὲ ὅτι τὸ «κοιμήσας ἀνέμους» συγκροτεῖται εἰς τροπὴν καὶ ὑπὸ τοῦ «ὄφρα εὕδει μένος ἀνέμων». Τὸ δὲ χέει ἐτυμολογία χιόνος ἐστίν. ἐκ τοῦ χέειν γὰρ ἡ χιών, ὥσπερ καὶ ὁ χειμών, εἰ καὶ ὁ μὲν χειμὼν εὐλόγως φυλάξας τὸ ε τοῦ θέματος προσέλαβε τὸ ι, ἡ δὲ χιὼν κατʼ ἄλλην ἀναλογίαν ἐξέπεσε τοῦ θεματικοῦ ε. Τὸ δὲ «ἔμπεδον» τὸ ἀτίνακτον δηλοῖ τῆς τῶν νιφάδων καταφορᾶς ἐν τῷ τοὺς ἀνέμους καθεύδειν, ἢ καὶ τὸ ἐν τῷ πέδῳ, ἤγουν ἁπλῶς τῇ γῇ, ἧς μάλιστα νῦν δεῖται ἡ παραβολή. ἐν γῇ γάρ, οὐ μὴν ἐν ἁλί, εὐσήμαντος ἡ χιών. Τὸ δὲ πρώονας ἐξ εὐθείας μέν ἐστι τῆς πρώων, συστέλλει δὲ τὸ τελικὸν ω τῆς εὐθείας, ἵνα δάκτυλος ἀπαρτισθῇ, ὡς μηδὲ κανόνος κωλύοντος. Πρὼν δέ ἐστι τὸ πρωτότυπον καὶ κλίνεται πρωνός ὡς κλωνός. δηλοῦσι δὲ οἱ πρῶνες κατὰ Παυσανίαν ὄρους ἐξοχάς, λόφους, καὶ γίνεται, φησίν, ἀπὸ τοῦ προῶσθαι. Διονύσιος δὲ ὁ Περιηγητὴς πρηῶνάς φησι. Πεδία δὲ καὶ νῦν λωτεῦντα τὰ ἔχοντα λωτόν, βοτάνην δηλαδὴ αὐτοφυῆ, οὐ μὴν δένδρον κατὰ τὸ ἐν Λωτοφάγοις. Φασὶ δὲ οἱ παλαιοί, ὡς Ἀρίσταρχος μὲν πεδία γράφει λωτοῦντα, ὅ ἐστι λωτόεντα κατὰ κρᾶσιν κοινὴν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον, <!-- 3.392 -->ἡ δὲ Μασσαλιωτικὴ ἔκδοσις λωτεῦντα, κραθέντος τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον. Ὅτι δὲ λωτὸς καὶ αὐλός τις λέγεται, δηλοῦται μὲν καὶ ἐν ῥητορικῷ Λεξικῷ, δηλοῖ δὲ αὐτὸ καὶ ὁ γράψας «λωτοῦ κατὰ πνεύματα μέλπει». τοῦτο δέ τινες διὰ τοῦ ο μικροῦ ἔγραψαν ἔχοντες, οἶμαι, ἀφορμὴν τῆς τοιαύτης γραφῆς καὶ τὸ λόταξ λόταγος, ὅπερ αὐλητὴν δηλοῖ. Τὸ δὲ «ἀνδρῶν πίονα ἔργα» διέσταλται πρὸς τὸ πεδία λωτεῦντα. ἐκεῖνα γὰρ οὐκ ἀνδρῶν ἔργα, φύσεως δὲ αὐτοματιζούσης τοῖς ζῴοις τροφήν. Τοιοῦτον δέ τι καὶ τὸ «λιμέσι τε καὶ ἀκταῖς». ὁ γὰρ μή ἐστι λιμήν, ἐκεῖνο διασταλὲν ἀκτή ἐστι. Τὸ δὲ «κῦμα προσπλάζον ἐρύκεται», ἤγουν ἐρύκει, πρὸς ἀσφάλειαν εἴρηται, ἵνα μηδέν τι τῶν δεόντων ῥηθῆναι παραλίπῃ. Ἐχρῆν γὰρ παρασημήνασθαι, ὡς δίχα τοῦ κατὰ θάλασσαν κλύσματος τὰ ἄλλα νίφεται. Διὸ καὶ συντόμως καὶ ἐπιφωνηματικῶς ἐπήγαγε τὸ «ἄλλα τε πάντα εἰλῦται», ἤγουν κεκάλυπται, ἐκ τοῦ εἰλύαται κατὰ κρᾶσιν. διὸ καὶ προπερισπᾶται. Τὸ δὲ «ἐπιβρίσει» ἀκριβῶς ἔχει. εἰ γὰρ καὶ κουφότερον δοκεῖ ὄμβρου ἡ χιών, ἀλλὰ καὶ αὐτὴ ἐκ βρίθους φέρεται κάτω. Διὸς δὲ ὄμβρον φιλοσόφως ἀπὸ τῆς ὕλης τὴν νιφάδα τῆς χιόνος καλεῖ. ὕλη γὰρ χιόνος ἐστὶν ὑγρὸν εἰς ὄμβρον συναχθέν. Τὸ δὲ «πωτῶντο» οὐκ ἀρέσκει τισὶ νοεῖν ἀντὶ τοῦ ἐπέτοντο —Σκληρὸν γὰρ δοκεῖ καὶ αὔθαδες ἐπὶ πετρῶν εἰπεῖν τροπικῶς τὸ πέτεσθαι—, ἀλλὰ μᾶλλον ἀντὶ τοῦ ἔπιπτον. ἔφη γοῦν ἀνωτέρω, ὅτι νιφάδες πίπτουσι. Καὶ οὕτω μέν τινες, οἳ καὶ διὰ τοῦ ω μεγάλου τὴν ἄρχουσαν γράφουσι πρὸς διαστολὴν τοῦ ποτῶ, ὃ δηλοῖ τὸ πέτομαι, ὡς τὸ «ἔνθα καὶ ἔνθα ποτῶνται». <!-- 3.393 -->Ὅτι δὲ δύναται νοηθῆναι ἡ λέξις καὶ ἀντὶ τοῦ ἐπέτοντο, δηλοῖ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ, ἔνθα λίθον ὕψι ἀναθρῴσκοντα πέτεσθαι λέγει. καλὸν οὖν εἰπεῖν ὅτι κατά τινα ἐπάλλαξιν ὡς ἐπὶ νιφάδων εἶπε τὸ πίπτειν, οὕτως ἐπὶ πετρῶν τὸ πέτεσθαι διὰ τὴν παραβολικὴν ὁμοιότητα, καὶ ὅτι ἐξετάθη τὸ πωτῶ ἐκ τοῦ πέτω κατὰ ἀναλογίαν τινὰ πρὸς ὁμοίωσιν τοῦ στρέφω στρόφος στρωφῶ, νέμω νόμος νωμῶ, πέλω πόλος πωλῶ, τρέπω τρόπος τρωπῶ, τρέχω τρόχος τρωχῶ. οὕτω γὰρ πέτω ποτὸς πωτῶ. χρῆσις δὲ τοῦ ποτός ἐν Ὀδυσσείᾳ, ἔνθα ποτὴν αἴθυιάν φησιν ὁ ποιητής, ἧς πάντως ἀρσενικὸν ὁ ποτός, ἤγουν ὁ πετόμενος. Εἰ δὲ δοκεῖ ἀντιπίπτειν τὸ «ἔνθα καὶ ἔνθα ποτῶνται», νοητέον διφορεῖσθαι κατὰ γραφὴν τὸ ποτῶ, καθάπερ καὶ τὸ τροχῶ. καὶ αὐτὸ γὰρ οὐ μόνον μεγεθύνει τὴν ἀρχήν, ἀλλὰ καὶ σμικρύνει, ὡς δηλοῖ καὶ τὸ τροχάζω ἐξ αὐτοῦ παραχθέν. οὐκ ἄχαρι δὲ εἰπεῖν καί, ὅτι ἐπὶ τῆς κούφης χιόνος τὸ ἐπιβρῖσαι εἰπὼν ἐν τῷ «ὅτʼ ἐπιβρίσει Διὸς ὄμβρος» ἐτόλμησεν ἄλλως εἰπεῖν ἐπὶ λίθων τὸ πέτεσθαι. Τὸ δὲ «βαλλομένων» ἄνω κολλητέον εἰς τὸ «ὣς τῶν λίθοι πωτῶντο». Τὸ δὲ «τεῖχος ὑπὲρ πᾶν δοῦπος ὀρώρει» ἀντὶ τοῦ εἰς τὰ ὕπερθε τοῦ τείχους κτύπος ἦν. Ὅτι ἀρξάμενος εὐμεθόδως μεγεθύνειν τὸν Σαρπηδόνα, ὡς ἂν μέγαν ἄνθρωπον δόξῃ καταβαλεῖν ὁ Πάτροκλος ἐν τοῖς ἑξῆς ἀνελὼν αὐτόν, φησὶ «οὐδʼ ἄν πω Τρῶες καὶ φαίδιμος Ἕκτωρ τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα, εἰ μὴ ἂρ υἱὸν Σαρπηδόνα Ζεὺς ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξι». Καὶ ὅρα καὶ νῦν τὸ «τείχεος ἐρρήξαντο πύλας». ἐφάνη γὰρ χαίρων τῇ τοιαύτῃ φράσει ὁ ποιητὴς καὶ οὐκ ἔχει καιριωτέραν λέξιν τοῦ ῥῆξαι. Τὸ δὲ «ὡς λέοντα βουσί» νῦν μὲν γοργῶς ἐρρέθη ὡς ἐν προαναφωνήσει, μετʼ ὀλίγα δὲ καὶ πλατεῖαν χορηγήσει παραβολήν. Ἕλικες δὲ κἀνταῦθα βόες ἢ οἱ μέλανες, καθότι καὶ ἑλικὸν ὕδωρ τὸ μέλαν, καθὰ καὶ ἀλλαχοῦ ἐρρέθη, ἢ οἱ εὖ ἑλισσόμενοι ἐν ταῖς ὅποι δέον καμπαῖς, ὡς ἀπὸ τοῦ ἑλίσσω, ἐξ οὗ καὶ ἕλιξ ἡ ἁπλῶς συστροφή, ἐπὶ ὁδοῦ τυχὸν ἢ ὕδατος ἢ καμπτῆρος, ἔτι δὲ καὶ ἕλιξ ἀμπέλου τὸ λεπτότατον οἷά τι <!-- 3.394 -->νῆμα, ᾧ δράττεται ὅσα καὶ χειρὶ τῶν παραπεφυκότων. λέγεται δὲ ἕλιξ καί τι μηχανῆς εἶδος, ὃ πρῶτος εὑρὼν Ἀρχιμήδης εὐδοκίμησε, φασί, διʼ αὐτοῦ. Ὅτι τὴν τοῦ Σαρπηδόνος ἀσπίδα σεμνύνων φησὶν «αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην, καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς ἤλασεν, ἔντοσθε δὲ βοείας ῥάψε θαμειὰς χρυσείαις ῥάβδοισι διηνεκέεσσι περὶ κύκλον», τουτέστι τὰς βύρσας συνέρραψε χρυσαῖς ῥαβδοειδέσι ῥαφαῖς πρὸς τῷ τέλει τῆς ἀσπίδος. Ἕτεροι δὲ ῥάβδους τοὺς κανόνας ἐνόησαν, οἷς αἱ ἀσπίδες τότε ἀνείχοντο, καθὰ ἐδηλώθη ἐν τοῖς περὶ τῆς Νεστορέης ἀσπίδος, διὰ τὸ μήπω εὑρῆσθαι τά, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, καρικοεργέα ὄχανα, ὅ ἐστι τοὺς πόρπακας, οὓς Αἴλιος Διονύσιος ἑρμηνεύων φησί· πόρπαξ, τὸ ἐντὸς τῆς ἀσπίδος πρόσθημα, διʼ οὗ τὴν χεῖρα διεῖρον. τοῦτο δὲ καθʼ ὁμοιότητα τῆς πόρπης, ἀφʼ ἧς καὶ ἐπιπόρπημα κατὰ τοὺς παλαιοὺς ἡ τῶν κιθαρῳδῶν ἐφαπτίς, ἣν οἱ Δωριεῖς ἐπιπόρπαμά φασιν. Ἰστέον δὲ ὅτι δοκεῖ μὲν οὐ καλῶς ῥάβδους τοὺς ῥηθέντας κανόνας νοηθῆναι. οὐ γὰρ οἰκεῖον εἰπεῖν ἐπὶ κανόνων τὸ ῥάπτεσθαι καὶ ταῦτα διηνεκῶς περὶ κύκλον. Πλὴν εἴ τις ἀνεπιβούλως ἐπιβαλεῖ, ἔχοι ἂν νοῆσαι τὰς ἐντὸς βύρσας διά τινος ἠπητηρίου κύκλῳ συρραφῆναι, ὡς προφαίνειν ἔξω τῆς κατὰ τὴν ἀσπίδα περιφερείας ῥάβδους ὀρθὰς κύκλῳ συνεχεῖς προφαινομένας εἰς κόσμον διὰ τὸ ἀπὸ χρυσέου, ὡς εἰκός, ῥάμματος παρειλκύσθαι τὰς τοιαύτας ῥάβδους. Τὸ δὲ «χαλκείη» δέδωκε τοῖς μεθʼ Ὅμηρον ἐπίχαλκον ἀσπίδα εἰπεῖν πρὸς διαστολήν, φασί, τῆς πέλτης. ἡ γὰρ πέλτη οὔτε ἴτυν ἔχει, καὶ αἰγὸς ἢ οἰὸς περιέσταλται δέρμα. Τὸ δὲ «ἑξήλατον» οἱ μὲν ἐδάσυναν διὰ τὸν ἓξ ἀριθμόν, ἵνα δηλοῖ τὴν ἑξαθέλυμνον ὡς ἓξ ἐλάσματα ἔχουσαν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τῆς ἑπταβοείου ἐμβριθεστέρα, ἔτι δὲ καὶ τῆς τοῦ Ἀχιλλέως, πέντε καὶ μόνας πτύχας ἐχούσης ἀπὸ στερεᾶς ὕλης, αὐτὴ ἓξ ἔχουσα ἐλάσματα καὶ ἔτι βοείας ἐντός, καὶ ταύτας οὐ μίαν ἢ δύο, ἀλλὰ θαμειάς. Ὁ μέντοι Νικάνωρ, φασίν, ἐψίλωσεν ὡς ἔχουσαν ἔξωθεν ἔλασμα χαλκοῦ βύρσαις ἐπικείμενον, ὃ καὶ Ὁμήρῳ ἀρέσκειν φαίνεται, ἐτυμολογικῶς ἐπαγαγόντι τὸ «ἣν ἄρα χαλκεὺς <!-- 3.395 -->ἤλασεν, ἔντοσθε δὲ βοείας ἔρραψε». τοῦ γὰρ ἔντοσθεν ἀντικειμένου τῷ ἔξωθεν, ἐκτὸς ἄρα ἦν τὸ χάλκειον ἔλασμα. Τὸ δὲ «βοείας» ἐλλιπῶς καὶ νῦν ἔχει τοῦ δοράς ἢ βύρσας. Ἡ δὲ ῥάβδος εἰ μὲν ἀπὸ τοῦ ποιεῖν ῥᾷον βαδίζειν γίνεται, διὸ καὶ προπερισπᾶσθαι δοκεῖ, ἴστωσαν οἱ παραδόντες. οἱ δὲ πλείους τῶν παλαιῶν ἀπὸ τοῦ ῥαπίζειν αὐτὴν παράγουσι, διὸ καὶ παροξύνουσι. Τὸ δὲ «ῥάψε» καὶ τὸ «ῥάβδοις», οὐ μακρὰν ἀλλήλων κείμενα, ἔχουσί τι κάλλους διὰ τὸ ταὐτόφωνον τῆς ἐν ἀμφοῖν καταρχῆς. Τὸ δὲ διηνεκέεσσι τί δηλοῖ, ἐρρέθη ἐν τῷ «ῥίζαις διηνεκέεσσιν ἀραρυῖαι». Ἐν τούτοις δὲ καὶ ἀμφιδέξιον ὁ ποιητὴς ἐμφαίνει τὸν Σαρπηδόνα, δύο δοῦρε τινάσσειν αὐτὸν εἰπών. Ὅτι λέοντι ἁπλῶς καὶ συντόμως πρὸ ὀλίγων Ὅμηρος εἰκάσας τὸν Σαρπηδόνα ἐνταῦθα διασκευάζει καὶ οἵῳ λέοντι ἔοικεν, ὅτι δηλαδὴ πάνυ πεινῶντι καὶ διὰ τοῦτο θανατῶντι. Καί φησιν ἔβη ἐλθεῖν «ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς δηρὸν ἔῃ κρεῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· εἴ περ γάρ χʼ εὕρῃσι παραυτόφι βώτορας ἄνδρας σὺν κυσὶ καὶ δούρασι φυλάσσοντας περὶ μῆλα, οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι», ἤγουν διωχθῆναι, «ἀλλʼ ὅ γε ἢ ἥρπαξε μετάλμενος ἠὲ καὶ αὐτὸς ἔβλητο ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι», καὶ ἑξῆς. Καὶ ἔστιν ἡ παραβολὴ αὕτη σχεδὸν ὅλη προσαρμόζουσα ὅλῳ τῷ πράγματι. Τῶν δὲ τῆς παραβολῆς τὸ μὲν «ὀρεσίτροφος» εἰς ἐπίτασιν θράσους τέθειται, οὐ γὰρ τοιοῦτοι καὶ οἱ κατʼ οἶκον θρεπτοὶ τιθασσοί. Τὸ δὲ «ὃς ἐπιδευὴς δηρὸν ἔῃ», ἤγουν ὑπάρχῃ, «κρεῶν» ὅμοιον περιφραστικῶς τῷ «μάλα πεινάων», ὁποίῳ λέοντι καὶ ὁ Μενέλαός που εἴκασται. Τὸ δὲ «μήλων πειρήσοντα» ὁμοιοῦται πρὸς τὸ «ἀνδρῶν πειρητίζων», ὅπερ ἐπὶ τοῦ κατὰ Ἕκτορα λέοντος φθάσας εἶπεν ὁ ποιητής. Μῆλα δὲ ἁπλῶς κἀνταῦθα τὰ θρέμματα. Τὸ δὲ «ἐς πυκινὸν δόμον ἐλθεῖν» ἀντὶ τοῦ μὴ ὅτι γε νεμομένοις ἐπιθέσθαι ζῴοις, ἀλλὰ καὶ οἴκῳ ἐπιχειρῆσαι, ὁποῖός τις ἐν λιμῷ καὶ ὁ παρὰ τῷ Ἀράτῳ μονόλυκος λύκος. Τὸ δὲ «βώτορες» ἔκτασιν μὲν ἔχει τοῦ βοτήρ, ἔστι δὲ ὅμως ἀναλογώτερον ἐκείνου, ὡς πρὸς ἀναλογίαν ῥηματικοῦ <!-- 3.396 -->ὀνόματος γενομένου ἀπὸ τρίτης συζυγίας περισπωμένων ἀπαθοῦς. Τὸ δὲ «δούρασι» δούρεσσι γράφουσιν οἱ ἀκριβέστεροι καθʼ ὁμοιότητα τοῦ ἐν Ὀδυσσείᾳ κτεάτεσσι καὶ τοῦ «βοτοῖσι πάντεσσιν», ὃ ἐν τοῖς ἑξῆς που κεῖται. Τούτῳ δὲ συνεξέδραμε καὶ τὸ ὑδάτεσσιν ἀντὶ τοῦ ὕδασι παρὰ Νικάνδρῳ ἐν Γεωργικοῖς, οἷον «ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις». Τὸ δὲ «οὐκ ἀπείρητος» ἐξ ἀποφάσεως τοῦ «μήλων πειρήσοντα» εἴληπται. Σταθμός δὲ καὶ νῦν ἀγροτικὴ ἔπαυλις, ζῳοστάσιον. Τὸ δὲ ἁρπάζειν τοῖς καρχάροις πᾶσιν εἰς κυριολεξίαν ᾠκείωται. Τὸ δὲ «ἔβλητο ἐν πρώτοισι» καὶ ἑξῆς, ἐν οἷς κεῖται καὶ ἐπὶ χειρὸς τὸ θοόν, ἤγουν τὸ ταχύ, οἷον «θοῆς ἀπὸ χειρός», ὡς ἐπὶ προμάχου μὲν ἀριστέως πεποίηται, παρῴδηται δὲ ἐκ τοῦ «ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι». Ὅτι Σαρπηδὼν εἰς μάχην ἐρεθίζων τὸν συγγενῆ καὶ συστράτηγον Γλαῦκόν φησι «Γλαῦκε, τίη δὴ νῶϊ», τουτέστιν ἡμεῖς «τετιμήμεσθα μάλιστα ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας καλόν, φυταλιῆς καὶ ἀρούρης πυροφόροιο. τῷ νῦν χρὴ Λυκίοισι μετὰ πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι, ὄφρα τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων· οὐ μὰν ἀκλειεῖς Λυκίην κατακοιρανέουσιν ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα οἶνόν τʼ ἔξαιτον μελιηδέα, ἀλλʼ ἄρα καὶ ἲς ἐσθλή, ἐπεὶ Λυκίοισι μετὰ πρώτοισι μάχονται». Καὶ στήσας ὧδε τὴν ἠθοποιΐαν ἐπάγει ἀσυνδέτως ὡς ἀπʼ ἄλλης ἀρχῆς νόημα γενναῖον τοῦτο «ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντες αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε ἔσεσθαι, οὔτε κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην οὔτε κε σὲ στέλλοιμι», ὡς ὑποστράτηγον δηλαδή, «μάχην ἐς κυδιάνειραν· νῦν δʼ ἔμπης γὰρ Κῆρες ἐφεστᾶσιν θανάτοιο μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι, ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν». Καὶ ὅρα ὡς εὐγενὴς ἡ τοῦ Σαρπηδόνος αὕτη γνώμη, ἐν ᾗ καὶ τοιαῦτα ῥητορεύουσιν οἱ παλαιοί, ὡς τὸ μὲν ἀποθανεῖν κοινὸν ἀποφαίνει πάντων, τὸ δὲ μετʼ εὐκλείας θανεῖν τῶν ἀγαθῶν μόνον ἴδιον, καὶ τὴν παραυτίκα σωτηρίαν οὐκ ἀπαλλαγὴν θανάτου δοξάζει ἀλλὰ μικρὰν χρόνου ἀναβολὴν ἀκλεῆ, καὶ διδάσκει μὴ προσίεσθαι χρόνου μῆκος δυσκλεές. «τί γάρ», φασί, «παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχει», τοῦτο δὴ τὸ Σοφόκλειον. Ταῦτα παραφράζων καί τις τῶν τὰ θεῖα σοφῶν ἔφη τὸ «κἂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως». Αἰδήμων δέ, φασίν, ὁ Σαρπηδὼν καὶ εὐγνώμων καὶ μεγαλόψυχος. αἰδεῖται μὲν γὰρ τιμαῖς μὲν μάλιστα πλεονεκτεῖν τῶν ἄλλων καὶ πρῶτος εἶναι, ἀνδραγαθίαις δὲ μειονεκτεῖν, καὶ θεῶν ἐν μοίρᾳ τεταγμένος μηδὲ εἰς ἄνδρα <!-- 3.397 -->λογίζεσθαι ἀγαθόν. εὐγνωμονεῖ δὲ ὁμολογῶν τὰς τιμὰς τῶν πολιτῶν. μεγαλόψυχος δὲ ὢν καταφρονεῖ θανάτου διδάσκων, ὡς οὐ δεῖ μὴ προκινδυνεύοντας βασιλέας τιμᾶσθαι. Ὅρα δὲ καὶ νῦν ὡς ἐν προεδρίᾳ καὶ συμποσίοις καὶ τοῖς τοιούτοις μετρίοις ἡ τῶν ἀρίστων ἦν τιμή. Ἰστέον δὲ καὶ ὅτι πολλῶν ὄντων ὀνομάτων, ἃ πρὸς διάφορον σημασίαν διαφόρως τονοῦνται, τοῦ τοιούτου τρόπου ἐστὶ καὶ ὁ Γλαῦκος τὸ κύριον, διαστελλόμενος τοῦ ἐπιθετικῶς λεγομένου γλαυκοῦ κατὰ τὸ προπερισπᾶσθαι. Ἀκόλουθον δὲ τῷ γλαυκῷ καὶ τῷ Γλαύκῳ καὶ ἡ γλαυκὴ θάλασσα καὶ ἡ Γλαύκη τὸ κύριον. Ὅμοιον καὶ κοινός τὸ ἐπίθετον καὶ Κοῖνος κύριον, καὶ φαιδρός καὶ Φαῖδρος, ὁ καὶ παρὰ Πλάτωνι, καὶ Κάκος δὲ ὁ ᾀδόμενος Ἰταλὸς λῃστὴς τόνῳ διενήνοχε τοῦ κακοῦ. ὁμοίως καὶ Λάγος ὁ Ἀλεξανδρεὺς τοῦ ζῴου τοῦ λαγοῦ. εὕρηται γὰρ καὶ τοιαύτη κλίσις τοῦ ζῴου. οὕτω καὶ Ἄργης, εἷς τῶν παρʼ Ἡσιόδῳ Κυκλώπων, τοῦ ἀργής, ὁ κεραυνός, καὶ λάρος τὸ ζῷον τοῦ λαρός, ὁ ἡδύς, καὶ οὖρος ἄνεμος τοῦ οὐρός, ὁ ὑπὸ τὰς νῆας, ὡς τὸ «οὐροὺς ἐξεκάθαιρον». καθʼ ὅμοιον δὲ τρόπον καὶ ὁ Ἄρατος τὸ κύριον τοῦ ἀρατός, ὁ ὑπὸ ἀρὰν ἤτοι ἐπάρατος. καὶ τῆς ἁρπαγῆς δὲ ἤτοι διαρπαγῆς ἡ ἁρπάγη, σκεῦος αὕτη ᾧ κάδους ἀνέλκομεν. ὁμοίως καὶ θαλάμαι μὲν βαρυτόνως ζωϊκαὶ καταδύσεις, θαλαμαί δὲ τόποι ἱεροὶ Διοσκούρων, ὡς Αἴλιος Διονύσιος παρεσημειώσατο. Ἔχει δὲ παρασημειώσεις τοιαύτας καὶ ὁ Φιλόπονος, ἐν αἷς καὶ ὅτι γελοῖος μὲν ὁ καταγέλαστος προπερισπωμένως, γελοιός δὲ ὀξυτόνως ὁ γελωτοποιός, καὶ Δολίχη μὲν πόλις Πιερίας, δολιχή δὲ ἡ μακρά, καὶ ζωή μὲν ἡ τοῦ ζῴου σύστασις, ζώη δὲ τὸ ἐπάνω τοῦ μέλιτος, φησίν, ἐφιστάμενον καὶ τοῦ γάλακτος, ὃ καλεῖται γραῦς, καὶ θάμβος μὲν ἡ <!-- 3.398 -->ἔκπληξις, θαμβός δὲ κατὰ ὀξεῖαν τάσιν ὁ ἐκπλαγείς, καὶ Μύλλος μὲν κύριον, μυλλός δὲ ὁ διεστραμμένος τὴν ὄψιν, καὶ Ῥίπη μὲν πόλις, ῥιπή δὲ ἣ πνοή, καὶ Ῥόδιος μὲν τὸ ἐθνικόν, Ῥοδίος δὲ ποταμὸς Τρῳάδος καθʼ Ὅμηρον, καὶ σίμος μὲν ἰχθύς, σιμὸς δὲ τὸ ἐπίθετον, καὶ σταφύλη μὲν τεκτονικὸν σκεῦος βαρυτόνως, ὡς καὶ ἐν τῇ Βοιωτίᾳ δεδήλωται, σταφυλή δὲ ὁ καρπὸς καὶ ἡ περὶ τὸ στόμα δὲ κιονίς, καὶ ἅλις μὲν αὐτάρκως, ἁλίς δὲ ἡ ἁλμυρίς, ὅθεν ἔοικε γίνεσθαι καὶ ἅλς, καὶ Ἄκρις μὲν πόλεως ὄνομα καὶ ὄρους ἐξοχή, ἀκρίς δὲ ζωΰφιον. Τοιούτου δὲ πάντως τρόπου καὶ ἀσφόδελος μὲν τὸ φυτόν, ἀσφοδελός δὲ ὁ τόπος αὐτοῦ, καὶ ὀρός μὲν ὀξυτόνως διʼ ἑνὸς ρ ἡ τοῦ γάλατος ὑποστάθμη καθʼ Ὅμηρον —οὕτω γὰρ ἐκεῖνος γράφει—, ὄρος δὲ οὐ μόνον γῆς ὑψηλὸν συνήθως ἐπανάστημα, ἀλλὰ καὶ ὁ περὶ τοὺς γλουτοὺς τόπος, ὅν τινες ταῦρόν φασιν, ὡς Ἐρέννιος Φίλων ἐν τῷ Περὶ διαφόρων σημαινομένων. ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος, φησὶν οὗτος, οὐροπύγιον καλεῖται ὡς ὄρος ὢν τῆς πυγῆς καὶ οἷον ὀροπύγιον, ὅπερ ὑποστέλλουσι τὰ ἄλογα ζῷα ἐν τῷ εὐλαβεῖσθαι. ὅθεν ἐκ τοῦ παρακολουθοῦντος ὀρωδεῖν, τὸ φοβεῖσθαι, καὶ ἐπὶ ἀνθρώπων, ἐπεὶ καὶ αὐτῶν οἱ εὐλαβούμενοι περί τι ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον. Ὅτι δὲ τὸ τοιοῦτον ὀρωδεῖν οἱ ὕστερον διὰ δύο ρ γράφουσι, καθὰ καὶ τὸν πρωτότυπον αὐτοῦ ὄρον, δῆλόν ἐστι, καθὰ καὶ ὅτι τοῦ Ὁμηρικοῦ ὀροῦ οἱ μεθʼ Ὅμηρον ἐδίπλωσαν τὸ ἀμετάβολον, ποιοῦντες τὰ σφίσιν ἀρεστά. Ὁμοίως δῆλον καὶ ὅτι τὸ ὀρρωδεῖν <!-- 3.399 -->καὶ ἀρρωδεῖν ἔγραψαν πρὸς ὁμοιότητα τοῦ ἀσταφίς ὀσταφίς. Ὁ δὲ ῥηθεὶς Ἐρέννιος ἄλλο τι λέγων φησίν, ὅτι ἀρρωδεῖν κατὰ στέρησιν λέγεται τὸ μὴ ὀρρωδεῖν, ἤτοι εὐλαβεῖσθαι, ἀλλὰ καταφρονεῖν καὶ τεθαρρηκέναι. Ἔτι τῶν διαφόρως τονουμένων ἐστὶ καὶ ὁ ἐπὶ τῶν ὑγρῶν ἀφρός καὶ ὁ Ἄφρος τὸ ἐθνικόν, καὶ ὁ ἐπὶ οἰκημάτων θόλος, ὡς καὶ ἐν Ὀδυσσείᾳ, καὶ ὁ τῆς σηπίας θολός, καὶ ὁ κατὰ πάθος κυρτός καὶ ὁ τῶν ἁλιέων κύρτος, καὶ ὁ τοπικὸς γύρος ἢ ἁπλῶς κύκλος, καὶ ὁ τοὺς ὤμους γυρός, ναὶ μὴν καὶ ἡ κατʼ ἐνέργειαν πρωτοτόκος γυνή καὶ ἡ παθοῦσα τὸν τόκον πρωτότοκος παῖς καὶ ὅσα τῆς συστοιχίας ταύτης εἰσίν. Ἔτι διαφόρου ὥσπερ σημασίας οὕτω καὶ τόνου ὁ Κάρπος τὸ κύριον καὶ ὁ τῆς χειρὸς καρπός καὶ ὁ ἐσθιόμενος, καὶ Πύρρος ὁ Ἠπειρώτης καὶ ὁ τοῦ Ἀχιλλέως καὶ πυρρός ὁ ξανθός, καὶ μυρία μὲν τὰ ἁπλῶς πολλά, μύρια δὲ τὰ ἐν δέκα χιλιάσι, καὶ ἴλλος μὲν ὁ ὀφθαλμός, ἰλλός δὲ ὁ στραβός, καὶ Ξάνθος μὲν τὸ κύριον καὶ ποταμός, ξανθός δὲ ὁ κατὰ τρίχας πυρρός, καὶ βροτός μὲν ἄνθρωπος, βρότος δὲ μολυσμὸς ἐξ αἵματος, καὶ Τύρος μὲν πόλις, τυρός δὲ τὸ πεπηγὸς γάλα, καὶ Λεῦκος μὲν κύριον, λευκός δὲ τὸ ἐπίθετον, οὗ θηλυκὸν λευκή, ἄλλως τονουμένη παρὰ τὴν λεύκην τὸ φυτόν, καὶ Βόηθος μὲν κύριον, βοηθὸς δὲ ὁ σύμμαχος, καὶ φροντίς μὲν ἡ μέριμνα, Φρόντις δὲ κύριον θηλυκὸν μὲν ἐν Ἰλιάδι, ἄρρεν δὲ ἐν Ὀδυσσείᾳ. οὕτω δὲ καὶ ἐπὶ χρόνου μὲν ὀξύτονον ὁ καιρός, ἄλλως δὲ περισπωμένως καῖρος τὸ μίτωμα, καὶ τόρος μὲν ἐργαλεῖον τεκτονικὸν ὁ καὶ τόρνος, τορός δὲ ὁ σαφής, ἐξ οὗ καὶ διάτορος. Καὶ ταῦτα μὲν οὕτω βραχέα ἐκ μάλα μυρίων. Τὸ δὲ τιή ἀντὶ τοῦ διὰ τί ὀξύνουσι μὲν οἱ ὕστερον, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, οἱ δὲ παλαιοὶ βαρύνουσι παροξύνοντες. Ἡ δὲ Κωμῳδία καὶ ἄτονον αὐτὸ οἶδεν ἐν τῷ εἰπεῖν <!-- 3.400 -->τιητίδή. Ἕδρην δὲ τὴν προεδρίαν φησί. Τοῖς δὲ κρέασι καὶ οἱ ἄρτοι ἔνεισι καὶ εἴ τι δὲ ἄλλο κολακεύει γεῦσιν. Ἐν δὲ τῷ «δεπάεσσι» σημειωτέον, ὅτι καθʼ Ὅμηρον μὲν δέπας ἁπλῶς τὸ ποτήριον, παρὰ δὲ τοῖς παλαιοῖς εὕρηται, ὅτι δέπας οἰνήρυσις, κοτύλη, οἰνοχόη, καὶ ὅτι οἰνιαστήρια σπονδὴ τελουμένη τῷ Ἡρακλεῖ ὑπὸ τῶν ἐφήβων πρὶν ἀποκείρασθαι. Ἐν δὲ τῷ «πλείοις δεπάεσσιν» ἐνθυμητέον καὶ τὸ «σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηχʼ, ὥσπερ ἐμοί». Ἐν γὰρ τοῖς συμποσίοις οἱ κοῦροι διακονούμενοι τοῖς μὲν ἐντιμοτάτοις ἀεὶ πλῆρες παρεῖχον τὸ ποτήριον, τοῖς δʼ ἄλλοις ἐξ ἴσου διένεμον. Ὡς δὲ καὶ φιλοπόται δοκοῦσιν εἶναι οἱ ἐν Λυκίᾳ, δηλοῦσιν αἱ παρώνυμοι ἐκεῖθεν Λυκιουργεῖς φιάλαι, καὶ ἄλλως δὲ Λυκιουργοὶ ἐπίχρυσοι λεγόμεναι. Εἰ γὰρ καὶ λέγεται καλεῖσθαι οὕτω ἀπὸ Λύκωνος τεχνίτου τινὸς ἢ ἐπινοητοῦ αὐτῶν, ὡς καὶ Κονώνιοι ἀπὸ Κόνωνος, ἢ κατά τινας Λυκίου, Βοιωτίου ἀνδριαντοποιοῦ, ἀλλὰ ὁ ῥήτωρ Ἀθήναιος ἐπιπλήττει τοῖς οὕτω λέγουσι, φάμενος ὅτι ὁ σχηματισμὸς τῶν τοιούτων ὀνομάτων οὐκ ἄλλοθεν γίνεται ἀλλὰ ἀπὸ πόλεων ἢ ἐθνῶν. Ἀριστοφάνης γοῦν ἐν Εἰρήνῃ «Ναξιουργής» φησὶ «κάνθαρος», καὶ Κριτίας «κρήνη Μολοσσιουργής». τοιοῦτον δὲ καὶ τὸ Χιουργὴς καὶ Κορινθιουργής, ὥστε κατʼ αὐτὸν καὶ Λυκιουργὴς φιάλη ἡ ἐν Λυκίᾳ ἢ παρὰ Λυκίοις εἰργασμένη. Τὸ δὲ «θεοὺς ὣς εἰσορόωσι» λαοῦ τε πολὺ σέβας δηλοῖ καὶ βασιλέων θείαν διαγωγήν. Παιδεύει δὲ καὶ ὡς θείους καὶ ἀγχιθέους ἡγητέον τοὺς ἀγαθοὺς βασιλεῖς, οὗπερ αἴνιγμα καὶ τὸ διογενεῖς καὶ Διῒ φίλους αὐτοὺς λέγεσθαι. Τέμενος δὲ καὶ νῦν τὸ ἁπλῶς ἀποτετμημένον καὶ ἀφωρισμένον ἰδίᾳ χωρίον, οὗ καλὸν ἐνταῦθα καὶ τὸ παρὰ ποταμὸν εἶναι. Ἀγαθὴ δὲ ἡ περὶ τὸν Λύκιον Ξάνθον γῆ, ὃς λέγεται μὲν ὕστερον Σίρμις κληθῆναι, νῦν δὲ τὴν ἀρχαίαν <!-- 3.401 -->κλῆσιν τηρεῖ. Σημείωσαι δὲ ὅτι παρὰ τοῖς μεθʼ Ὅμηρον τὸ τέμενος οὐκ ἐπὶ κοινοῦ τόπου, ἀλλὰ ἱεροῦ κεῖται, ὥσπερ καὶ τὸ ἄλσος, καὶ ἐδόκει ἄμφω ταὐτόν τι σημαίνειν, καὶ ἦν ἄσυλον. ὅθεν καθʼ Ἡρόδοτον Κλεομένης ἱερὸν ἄλσος ἐμπρήσας ἐν Ἐλευσῖνι ἐμάνη καὶ καταχορδεύσας ἑαυτὸν ἀπέθανεν. ἴσως δὲ οἱ λέξιν ἱερὰν θέντες τὸ τέμενος ἐξ Ὁμήρου τὴν ἀρχὴν ἔσχον, ὃς θεοῖς ἐνταῦθα εἰκάσας ἔχει τοὺς τὸ ῥηθὲν τέμενος νεμομένους. Εἰπὼν γὰρ «πάντες δὲ θεοὺς ὣς εἰσορόωσιν» ἐπήγαγεν εὐθὺς «καὶ τέμενος νεμόμεσθα», πρέπον δηλαδὴ τοῖς θεοεικέλοις καὶ θεοειδέσιν. Ἔνθα αἱ δύο ἀρκτικαὶ λέξεις τοῦ «νεμόμεθα» παρακείμεναι ἀναστρόφως ταῖς δύο ληγούσαις τοῦ «τέμενος» κάλλος τι παραφαίνουσιν, ὁποῖον καὶ τὸ «ἔνειμε» προκείμενον τοῦ «ἔμεινε». Φυταλιὰ δὲ κατὰ τοὺς παλαιοὺς χωρίον δενδρόφυτον, οὗπερ ἀνάπαλιν ἄρουρα ἡ γυμνὴ φυτῶν ἄροσις εἴτʼ οὖν ψιλή. Ἐξ ἧς δὴ λέξεως καὶ ψιλῖται οἱ ἐν μάχῃ γυμνῆτες καὶ ψιλίζεσθαι τὸ ψιλοῦσθαι, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. λέγεται δὲ καὶ κῆπος ἡ ῥηθεῖσα φυταλιά, ὁμώνυμος δὲ καὶ ἡ λέξις αὕτη. κῆπος γὰρ οὐ μόνον φυταλιά, ἀλλὰ καὶ καλλωπισμὸς κόμης κατὰ Αἴλιον Διονύσιον καὶ κουρᾶς διάθεσις τῶν ἐν κεφαλῇ τριχῶν. Θουκυδίδης δὲ κήπιόν φησι, Κωμικοὶ δὲ κηποκόμαν τὸν κῆπον κειρόμενον, ὥσπερ ἕτερον σκαφιόκουρον, καὶ ἔστι καὶ παρὰ τῷ Κωμικῷ ἡ λέξις τοῦ σκάφιον κείρεσθαι. ἡ δὲ πυροφόρος ἄρουρα τὴν ἁπλῶς σπερματοφόρον ὡς ἐκ μέρους δηλοῖ. Τὸ δὲ «τῷ νῦν χρὴ μετὰ πρώτοις ὄντας ἑστάναι» φανερῶς ἐλλέλειπται. τὸ μὲν γὰρ ὅλον ἦν τοιοῦτον· Γλαῦκε, τί δήποτε θείας παρὰ Λυκίοις εἰλήχαμεν ὡς θεοὶ τιμάς; ἢ πάντως διὰ τὸ δοκεῖν καὶ ἶνα ἔχειν ἐσθλὴν ὁποίαν οἱ πρόμαχοι. διὸ ἐν πρώτοις μαχητέον. ὁ δὲ Σαρπηδὼν ἀγωνιῶν καὶ διὰ τοῦτο σιγήσας τὴν αἰτίαν τῆς τιμῆς ἠρκέσθη μόνην τῷ τέως εἰπὼν τὴν ἀξίωσιν, οἷα τὴν αἰτίαν τῇ τῶν Λυκίων ἠθοποιΐᾳ κατωτέρω ταμιευσάμενος. Τὸ δὲ «μετὰ πρώτοισιν ἐόντας» καὶ τὸ «μετὰ <!-- 3.402 -->πρώτοισι μάχονται» καὶ τὸ «ἐνὶ πρώτοισι μαχοίμην» ταὐτολογοῦνται διὰ τὸ καίριον. Τὸ δὲ «μάχης ἀντιβολῆσαι» συνήθως καὶ νῦν εἴληπται ἀντὶ τοῦ ἄντην βαλεῖν, ὅπερ ἐστὶν ἐπιτυχεῖν. Πύκα δὲ θωρηκταί εἰσιν οἱ πεπυκνωμένοι τῇ θωρήξει. τοιοῦτοι δὲ οἱ παρὰ τοῖς ὕστερον λεγόμενοι κατάφρακτοι, στερρῶς τῇ πανοπλίᾳ πυκαζόμενοι. Τὸ δὲ «οὐ μὰν ἀκλειεῖς» συγκριτικῶς ἔχει. λέγει γάρ, ὡς οὔτε ἀκλεεῖς ἡμῖν οἱ βασιλεῖς, οἵγε καὶ ὁμολογοῦσι τετιμῆσθαι μάλιστα ὑφʼ ἡμῶν, ἀλλὰ καὶ αὐτοὶ ἀντισηκοῦσιν ἐσθλοὶ ὄντες κατὰ ἶνα καὶ προμαχόμενοι. Οὐ μόνον δὲ διὰ διφθόγγου παρὰ τοῖς παλαιοῖς ἡ παραλήγουσα τοῦ «ἀκλειεῖς», πλεονασμῷ τοῦ ι, ἀλλὰ καὶ διὰ τοῦ η κατὰ τροπὴν τοῦ ε τοῦ ἐν τῷ «ἀκλεεῖς», ὡς πολλὰ τῶν ἀκριβῶν ἀντιγράφων ἔχει. Γέγονε δὲ ἡ τοιαύτη τροπὴ καὶ ἐν τῷ κληΐζω, ἀφʼ οὗ κατὰ συναίρεσιν παρὰ τῷ Κωμικῷ τὸ «κλῇσον» ἀντὶ τοῦ κλέϊσον. Ἐν δὲ τῷ «οἶνόν τε μελιηδέα» ὑπακουστέον ἀναλόγως τὸ πίνουσι. μῆλα μὲν γάρ, ὅ ἐστι θρέμματα, ἐσθίεται, οἶνος δὲ πάντως πίνεται. τοιοῦτον καὶ πρὸ ὀλίγου τὸ «ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι νείκεον». μειλιχίοις γὰρ φιλοφρονεῖταί τις, οὐ μὴν φιλονεικεῖ. ὅμοιον καὶ τὸ «δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ». ὀϊστῷ γὰρ οὐδεὶς ἀκοντίζει, ἀλλὰ βάλλει. καὶ «ποῦ δέ οἱ ἔντεα κεῖται, ποῦ δέ οἱ ἵπποι», λείπει γὰρ τὸ ἵστανται. καὶ «Κυκλώπων ἐς γαῖαν ἐλεύσσομεν, αὐτῶν τε φθογγήν». νοητέον γὰρ ἐξ ἀναλόγου κἀνταῦθα τὸ φθογγὴν ἠκούομεν. Τοῦ δὲ «ἔδουσι πίονα μῆλα οἶνόν τε ἔξαιτον», ὃ ἐκ τοῦ ἐξαίρετον συγκέκοπται, παράφρασις γοργὴ πρὸ ὀλίγου τὸ «τετιμήμεθα κρέασιν ἠδὲ πλείοις δεπάεσσιν». ἄμφω δὲ ἀνελλιπῶς πέφρασται καὶ οὐ κατὰ τὸ «δήμια πίνουσιν», ᾧ συννοεῖται καὶ ἡ δημοσία βρῶσις, οὐδὲ κατὰ τὸ «δώροις τρύχω καὶ ἐδωδῇ», ᾗ συνεξακούεται καὶ ἡ πόσις. Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ <!-- 3.403 -->τὸ ἔξαιτον ἐκ τοῦ αἰτεῖσθαι παρῆχθαι, ἢ ἀπὸ τοῦ αἴτους, ἤγουν ἐνδιαιτήματος, ὃ παρὰ τῷ Πινδάρῳ κεῖται ἐν τῷ «Διὸς αἴτει πανδόκῳ», ἤγουν ἄλσει κοινῷ, ἀλλὰ ἡ πλείων ἀρέσκεια ἐκ τοῦ ἐξαιρεῖσθαι παράγει καὶ συγκόπτει αὐτό. Ἔστι δὲ τὸ τοιοῦτον ἐξαιρεῖσθαι τὸ ἐκλέγεσθαι καὶ ἐπέκεινα τῶν ἄλλων αἱρεῖσθαι. λέγεται μέντοι ἐξαιρεῖσθαι καὶ τὸ ἐκβάλλειν, ὅθεν καὶ λίθος ἐξαιρέσιμος ὁ ἀπὸ τοίχου ἐκβληθείς, καὶ ἡ σύστοιχος αὐτῷ ἐξαίρεσις, οἷον «ἐπέδειξε πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως». ἀλλὰ ταῦτα μὲν ἀβαθῆ καὶ ἁπλούστερα, καθὰ καὶ τὸ ἐξελεῖν καὶ ἐξελέσθαι, διχῇ ὁμοίως καὶ αὐτὸ νοούμενον. τὸ μέντοι ἐπαναιρεῖσθαι βαθύτερόν ἐστιν, ὃ κεῖται παρὰ Ἡροδότῳ ἐν τῷ περὶ λαγῶν εἰπόντι, ὡς ἐπικυΐσκει λαγὼς μόνος πάντων θηρίων, καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρί, τὸ δὲ ψιλόν, τὸ δὲ ἄρτι ἐν τῇσι μήτρῃσι πλάσσεται, τὸ δʼ ἐπαναιρέεται, τουτέστιν ἐπαναλαμβάνεται καὶ ἐπὶ τοῖς πρὸ αὐτοῦ τελεωτέροις κυήμασι σπερματικῶς συλλαμβάνεται. Ὅρα δὲ καὶ νῦν τὴν ἀπὸ τοῦ ὄχλου τῶν Λυκίων ἠθοποιΐαν, στενὴν οὖσαν ἔθει Ὁμηρικῷ, καὶ ὅτι τὸ τῆς ἠθοποιΐας γνώρισμα, τό «τίνας ἂν εἴποι λόγους ὁ δεῖνα;» πολλαχοῦ παραδιδοὺς τοῖς μετʼ αὐτὸν Ὅμηρος, ἔφη κἀνταῦθα τὸ «ὧδέ τις εἴπῃ». Τὸ δὲ «ἀγήρω τε ἀθανάτω τε» ἀστείως συνέζευκται, ὡς μηδὲ ὂν ἀγαθὸν ἀθάνατόν τινα εἶναι, εἰ μὴ καὶ ἀγήρως εἴη, ὡς ὁ τοῦ Τιθωνοῦ μῦθος δηλοῖ. Ἰστέον δὲ ὅτι τὸ «εἰ μὲν δὴ μέλλοιμεν», ἤγουν ἐμέλλομεν, περισωθέντες ἀγήρω ἔσεσθαι καὶ τὰ ἑξῆς, σχῆμά ἐστιν, ὃ παρὰ τοῖς παλαιοῖς λέγεται μετρία συγχώρησις, ἐν ᾧ συγχωρῶν τὸ μὴ δεῖν κινδυνεύειν, εἴπερ ἦν μὴ θνῄσκειν, κατασκευάζει ὡς, ἐπεὶ δὲ θανεῖν ἀνάγκη, κινδυνευτέον εὐκλεῶς. ἄλλως δὲ κοινότερον εἰπεῖν, ἀντιθετικόν ἐστι σχῆμα τό· εἰ μὲν ἐμέλλομεν ἀεὶ ζῆν, οὐκ ἂν ἐμαχόμεθα, ἐπεὶ δὲ ἄφυκτον ὁ θάνατος, μαχητέον ἐπὶ ἐλπίδι ἀγαθῇ. Ὅμηρος δὲ ἀντὶ τοῦ ἐπεί συνδέσμου τὸν ἰσοδύναμον ἔθετο εἰπὼν «νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσι θανάτου μυρίαι», τουτέστιν ἐπάνω καὶ <!-- 3.404 -->κατὰ κεφαλῆς ἡμῶν ἑστᾶσιν ὡς κηριτρεφέων, ἢ καὶ ἄλλως καθʼ ἡμῶν ἵστανται, ὡς τῆς ἐπι προθέσεως καὶ τοιαύτην ὑποβαλλούσης πολλαχοῦ ἔννοιαν. Τὸ δὲ «φυγεῖν» καὶ τὸ «ὑπαλύξαι», τὴν αὐτὴν σημασίαν ἐκ παραλλήλου κείμενα ἔχουσιν, ὡς καὶ τὸ κατακοιρανέειν καὶ τὸ βασιλεύειν, ὧν μνεία τις ἀνωτέρω κεῖται. Τὸ δὲ «ἴομεν» ὑπερβιβασμὸν καὶ νῦν ἔπαθε χρόνου, καὶ τὴν μὲν ἄρχουσαν ἐκτείνει, συστέλλει δὲ τὴν παραλήγουσαν ὡς ἐνεστὼς ὁριστικός, ὃ παρʼ ἡμῖν ἀνάπαλιν ἔχει, ὡς αὐθυπότακτον χρόνου ἀορίστου δευτέρου ἐνεργητικοῦ. Τὸ δὲ «ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν» παράφρασις μέν ἐστι τοῦ «ἢ ἡμεῖς ῥίψομέν τινα ἢ ἡμᾶς τις», πάνυ δὲ σεμνῶς πέφρασται. μεγεθύνει γὰρ καὶ τούσδε τοὺς βασιλεῖς, εἰ τοιοῦτόν τινα ῥίψουσιν, ὃς αὐτοῖς εὖχος δώσει, καὶ τὸν ἴσως δὲ αὐτοὺς τοιούτους ὄντας ῥίψοντα, ἐφʼ οἷς εὖχος ἐκεῖνος ἕξει. Ὅτι τοὺς Λυκίους σεμνολογῶν φησι· βήτην Σαρπηδὼν καὶ Γλαῦκος «Λυκίων μέγα ἔθνος ἄγοντε». διὸ καὶ ἀπʼ αὐτῶν ὡς ἀξιολόγου λαοῦ πάντας τοὺς Τρώων ἐπικούρους, ὡς ἔγνωσται, Λυκίους καλεῖ, τῷ μεγάλῳ μέρει συνεκφωνῶν καὶ τοὺς λοιπούς, οἷς καὶ τὸν Λύκιον Σαρπηδόνα πᾶσι στρατηγὸν ἐφιστᾷ. Ἐκ δὲ τοῦ «ἄγοντε» ἀγοὶ Λυκίων οἱ ἀνωτέρω βασιλεῖς, διὸ καὶ προϊὼν ἐρεῖ «ἔβρισαν Λυκίων ἀγοί». Ὅτι ἐν τῷ Μενεσθέως πρὸς πύργον ἦλθον Λύκιοι «κακότητα φέροντες», ὃς καὶ ἰδὼν ἐκείνους ἐρρίγησε, πύργον οἱ μὲν τὴν πολεμικὴν τάξιν νοοῦσι, περὶ οὗ προείρηται, οἱ δὲ μέρος μάλιστα τοῦ τείχους οὕτω συνήθως καλούμενον παρὰ τὸ ὑπεράνω, φασί, γῆς εἶναι, ἤγουν ὑπερῆρθαι γῆς. Πετεῶο δὲ υἱὸς ὁ ῥηθεὶς Μενεσθεύς, περὶ οὗ ἱκανῶς προγέγραπται. τούτου κῆρυξ ὁ μετʼ ὀλίγα δηλωθησόμενος Θοώτης, ἐν τῷ «ἄγε δῖε Θοῶτα θέων Αἴαντε κάλεσον», ὃ δὴ τρόπος ἐτυμολογίας ἐστίν, ὡς τοῦ Θοώτου ἐκ τοῦ θέειν κληθέντος, ὅπερ οἰκεῖον κήρυκι ὄνομα διὰ τὸ τάχος, ὡς τὸ Εὐρυβάτης διὰ τὴν βοήν, καὶ τὸ Ἠπύτης ἢ Ἠπυτίδης παρὰ τὸ ἠπύειν. Ἔνθα <!-- 3.405 -->καὶ τρὶς κεῖται τὸ «θέων» διὰ τὸ τῆς λέξεως καίριον. Ἰστέον δὲ ὅτι καὶ ἐν τούτοις κεῖται τόπος ἀμφίβολος ἐξ ὑποδιαστολῆς, τὸ «πάπτηνε δʼ ἀνὰ πύργον Ἀχαιῶν, εἴ τινʼ ἴδοιτο ἡγεμόνων». ἢ γὰρ πάπτηνεν ἀνὰ πύργον τοῦ τείχους ὁ Μενεσθεύς, εἴ που ἴδοι Ἀχαιῶν τινα, ἢ πάπτηνεν ἀνὰ πύργον Ἀχαιῶν, ἤγουν ἀνὰ παράταξιν πυκνήν, εἴ πως ἴδοι τῶν τινα ἡγεμόνων. Δῆλον δʼ ὅτι ζήτησιν ἐπικουρίας φράζει τὸ «πάπτηνε δʼ ἀνὰ πύργον» καὶ ἑξῆς ἕως τοῦ «ἡγεμόνων ὅς τις οἱ ἀρὴν ἀμύνῃ». Ὅτι τοὺς δύο Αἴαντας πολέμου ἀκορήτους λέγει, ὅ ἐστιν ἀκορέστους. καὶ νῦν μὲν οὕτω συντόμως ἔφρασεν, ἀλλαχοῦ δὲ καὶ διασκευάζων εἰς πλάτος τὸν νοῦν τῆς λέξεως ταύτης ἐπί τινων ἑτέρων ἐρεῖ «πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος» καὶ ἑξῆς, τούτοις δὲ μάχης οὔ. Ὅτι τὸ γέγωνα καὶ γεγωνεῖν καὶ γεγωνέναι καὶ ὅσα τούτοις σύστοιχα οὐχʼ ἁπλῶς ἐπὶ τοῦ βοᾶν Ὅμηρος τάσσει, ἀλλʼ ἐπὶ τοῦ ἀκούεσθαι, ἢ μᾶλλον ἐπὶ τοῦ μέγα καὶ ἐξάκουστον βοᾶν καί, ὡς εἰπεῖν, γνωστόν, ὡς μυριαχοῦ φαίνεται. ἀπὸ γὰρ τοῦ γνώω τὰ τοιαῦτα ῥήματα γίνεται. φησὶ γοῦν ἐνταῦθα «ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν», τουτέστιν οὐκ ἦν τῷ Μενεσθεῖ δυνατὸν βοήσαντι ἀκουσθῆναι. Σημειοῦνται δὲ οἱ παλαιοὶ διφορεῖσθαι τὸ ῥῆμα καὶ παρὰ μὲν τῷ ποιητῇ περισπᾶσθαι, ὡς δηλοῖ τὸ γεγωνεῖν καὶ τὸ ἐγεγώνεον καὶ τὸ γεγωνέμεν, οἱ δὲ μετὰ τὸν ποιητὴν καὶ βαρυτόνως, φασίν, αὐτὸ ἔκλιναν. Ἔστι γὰρ τὸ γέγωνα οἱονεὶ γέγνωα μέσος παρακείμενος ἐκ τοῦ γνώω. τούτου ὑποτακτικὸν γεγώνω βαρύτονον, ἐξ οὗ ὡς θέματος αἱ βαρύτονοι κινήσεις, ἀπʼ αὐτοῦ δὲ τὸ γεγωνῶ καὶ αἱ κατʼ αὐτὸ κλίσεις. Οἱ δὲ παλαιοὶ καὶ γεγωνίσκειν φασὶ τὸ φθέγγεσθαι ἐξάκουστον. ἐλέγοντο δὲ καὶ γεγωνοκῶμαι γυναῖκες αἱ κώμας ἐμπιπλῶσαι βοῆς, καὶ γεγωνὸν δὲ φθέγμα παρʼ αὐτοῖς τὸ λαμπρόν. Φίλων δὲ καὶ ἀρσενικὸν οἶδε γένος τοῦ γεγωνοῦ λόγου, ὅ ἐστι τοῦ τρανοῦς καὶ προφορικοῦ, ὅθεν δηλαδὴ καὶ τὸ γεγωνότερον ἐπίρρημα, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. Περὶ δὲ γεγωνοκώμης φέρεται καὶ ὅτι λέγεται οὕτω διὰ τὸ ἐν ταῖς κώμαις, τουτέστι ταῖς ἀμφόδοις, γεγωνίσκειν, ἢ περιβόητος εἶναι. Τὸ δὲ «βώσαντι» ἐκ τοῦ βοήσαντι κέκραται, ὡς καὶ ὁ βῶξ ἰχθὺς ἐκ τοῦ βόηξ. εὕρηται γὰρ καὶ διὰ τοῦ ἦτα καὶ οὐ μόνον διὰ τοῦ α βόαξ, ὡς καὶ προδεδήλωται. Ὅτι πολέμου μεγάλου ἐνδεικτικὸν τὸ «τόσος γὰρ <!-- 3.406 -->κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν καὶ πυλέων· πάσας γὰρ ἐπῴχετο», ὁ κτύπος δηλαδή, ἢ «ἐπῴχατο», ἤγουν ἐπεπορεύθησαν οἱ Τρῶες, ἢ μᾶλλον «ἐπῴχατο», ὅ ἐστι διʼ ὀχέων, ἤτοι μοχλῶν, ἠσφαλίσαντο κλείσαντες οἱ Ἀχαιοί. Καὶ ὅρα κἀνταῦθα ὡς πολλαὶ ἦσαν πύλαι τῷ Ἑλληνικῷ τείχει, ἃς Τρῶες ἐπειρῶντο βίῃ ῥήξαντες εἰσελθεῖν. Ἰστέον δὲ ὅτι τὸ «ἐπῴχατο» σημαίνει ποτὲ ἐν ἄλλοις καὶ τὸ ἀνεῳγμέναι ἦσαν, ἀπὸ τοῦ ᾦκτο, ὡς τέτευκτο τετεύχατο Ἰωνικῶς, φασί, καὶ Ἀττικῶς. τοιαύτης δὲ σκευωρίας καὶ ὁ τούτου παρακείμενος τὸ ἐπῴχαται ἀπὸ τοῦ ᾦκται. Τὸ δὲ «ῥήξαντες» πάνυ καιριολεκτεῖται ἐνταῦθα. Ὅτι Μενεσθεὺς αἶψα στέλλει τὸν ἐν Ἀθηναίοις κήρυκα Θοώτην, περὶ οὗ ἐρρέθη, καλέσαι «ἀμφοτέρω μὲν μᾶλλον» Αἴαντε, «ὃ γάρ», ἤγουν τοῦτο, «ὄχʼ ἄριστον ἁπάντων εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ζαχρηεῖς τελέθουσιν ἀνὰ κρατερὰς ὑσμίνας. εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν, ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, καί οἱ Τεῦκρος ἅμʼ ἑσπέσθω τόξων εὖ εἰδώς». Ὃ καὶ γενήσεται, ὅτε καὶ πρῶτος ὁ τοιοῦτος Αἴας ἀριστεύσει, οὐκ αἰσχύνας τὴν τοῦ Μενεσθέως ἐλπίδα, ὃς ἤθελε μὲν τοὺς δύο διὰ τὴν ἑκατέρων ἀνδρίαν, ἀνάγκης δὲ οὔσης τὸν κρείττω ἐπελέξατο διὰ τὸ αὐτοῦ ἄλκιμον. Σημείωσαι δέ, ὡς ἐκ τοῦ «τάχα τετεύξεται», ἀντὶ τοῦ ταχὺ γενήσεται, καὶ ἐκ τῶν ὁμοίων λαβόντες οἱ μεθʼ Ὅμηρον ὠνόμασαν τὸν μετʼ ὀλίγον μέλλοντα. ταὐτὸν γὰρ τὸ μετʼ ὀλίγον μέλλειν καὶ τὸ ταχὺ τετεύξεσθαι. Ἡ δὲ τοιαύτη ἔννοια ποιεῖ ἀστεῖον καὶ τὸ «αἶψα δὲ κήρυκα προΐει Θοώτην». τὸ γὰρ αἶψα καὶ ὁ Θοώτης σύστοιχα τῷ τάχα. ἐχρῆν οὖν ταχὺ σταλῆναι ταχύν τινα κατὰ τοῦ ταχέος κακοῦ. Τὸ δʼ «ἐπέβρισαν», ὥς φασιν οἱ παλαιοί, ἐπεζάρησαν οἱ Ἀρκάδες φασίν. ὅθεν παρʼ Εὐριπίδῃ τὸ «ὡς δʼ ἐπεζάρει Σφίγξ». Εἰ δὲ καὶ ζέρεθρον τὸ βάραθρον οἱ αὐτοί φασιν, οὐ πάνυ δῆλον, εἰ μὴ ῥητῶς που εὑρεθείη παρασημανθὲν ὑπό τινος γλωσσογράφου. ἀκολούθως δὲ τῷ ἐπέβρισαν ἐρρέθη καὶ τὸ ζαχρηεῖς. σημαίνει γὰρ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, τοὺς βαρεῖς καὶ <!-- 3.407 -->ἐμβριθεῖς καὶ οὐ φορητοὺς ἀπὸ τοῦ ἄγαν χράειν, ὅ ἐστιν ἐπιπίπτειν, κατὰ τὸ «μητέρι μοι μνηστῆρες ἐπέχραον». ἀγαθὴ δὲ λέξις εἰς ἐπιμονὴν τὸ ἐπέβρισαν, διὸ καὶ προϊὼν χρᾶται αὐτῇ. Ὅτι τὸ «στῆ δʼ ἂρ ἐπʼ Αἰάντεσσι κιών», ὁ ῥηθεὶς Θοώτης, καινότερον ἔχει τὴν ἐπι πρόθεσιν δοτικῇ συντεταγμένην εἴτε μετὰ τοῦ στῆ συμβιβάζεται εἴτε μετὰ τοῦ Αἰάντεσσιν. τινὰ δὲ τῶν ἀντιγράφων κάλλιον ἔχουσι τὸ «στῆ δὲ παρʼ Αἰάντεσσι». Ὅτι ὁ μέλλων συμμαχῆσαί τισι καὶ αὖθις ταχὺ ἀποκαταστῆναι εἰς τὸ ἐξ ἀρχῆς καλῶς ἂν εἴποι τὸ τοῦ Αἴαντος, τὸ «αὐτὰρ ἐγὼ κεῖσε εἶμι καὶ ἀντιόω πολέμοιο, αἶψα δʼ αὖτις ἐλεύσομαι, ἐπὰν εὖ τοῖς ἐπιτείλω», ἢ «ἐπαμύνω». Ὅτι ἐν τῷ «καὶ Τεῦκρος ἅμα ᾖεν», ὅ ἐστιν ἐπορεύετο, «κασίγνητος καὶ ὄπατρος», περισσῶς κεῖσθαι δοκεῖ ὁ και σύνδεσμος. περὶ δὲ τῆς τῶν τοιούτων λέξεων ὁμοῦ θέσεως προγέγραπται, ὡς ἐχρῆν. Σημείωσαι δὲ ὅτι τὸ ῥηθὲν «ᾖεν» πάνυ συντελεῖ καὶ εἰς τὸ κανόνισμα τοῦ ᾔειν ὑπερσυντελίκου, ὃς δηλοῖ τὸ ἦλθον. ὡς γὰρ ἐνταῦθα τὸ ᾖεν ἀπὸ τοῦ ἤϊεν, οὕτω καὶ ἠΐειν καὶ συναιρέσει ᾔειν προσγραφομένου τοῦ ι. Ὅτι Πανδίων τις ὁμώνυμος τῷ πάλαι Ἀττικῷ ἥρωϊ ἐνταῦθα φέρει Τεύκρου καμπύλα τόξα, οἷς ὁ Τεῦκρος βαλεῖ Γλαῦκον ἐπεσσύμενον τείχεος. Φέρει δὲ ὁ ῥηθεὶς τὰ τοῦ ἥρωος τόξα οὐ διὰ μαλακίαν, ἀλλʼ ὅτι ἔοικεν ἑτεροίως ὁ Τεῦκρος ὡπλίσθαι. ἐν γοῦν τοῖς ἑξῆς οὐ τόξοις χρώμενον αὐτὸν παρεισάγει Ὅμηρος, ἀλλὰ ὁπλίτην ἄλλως. καὶ ἔστι κἀνταῦθα παράδειγμα τῶν κατὰ τὸ σιωπώμενον παρὰ τῷ ποιητῇ γινομένων. Ὅτι ἐπικουρίας ἀναγκαίας δηλωτικὸν τὸ «ἐπειγομένοισι δʼ ἵκοντο» Ὅτι ὁπηνίκα οἱ Αἴαντες ἐπὶ τὸν τοῦ Μενεσθέως πύργον ἵκοντο, τηνικαῦτα ἴφθιμοι Λυκίων ἡγήτορες ἐπὶ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι. παραβολὴ δὲ κἀνταῦθα συντομωτάτη, οἰκείως τοῖς φραζομένοις, ὡς καὶ ἐπὶ Νέστορος πρὸ τούτων, καὶ ἄλλου δέ τινος. Λέγει δὲ ὁ ποιητὴς καὶ ὅτι συνεβάλοντο μάχεσθαι, <!-- 3.408 -->ὅπερ ἐνεργητικῶς εἶπε πρὸ ὀλίγου ἐν τῷ «σὺν δʼ ἔβαλον Λαπίθαι». ἀπὸ τούτων δὲ καὶ ἡ κατὰ πόλεμον συμβολή. Ἡ δὲ ἐνταῦθα ἐρεμνὴ λαῖλαψ διὰ τὸν ἐν τοῖς ὁπλίταις μέλανα σίδηρον νέφος ἐν τοῖς πρὸ τούτων που εἴρηται. Ὡς δὲ τὸ συνεβάλοντο νόησίν τινα σημαίνει παρὰ τοῖς μεθʼ Ὅμηρον, δηλοῖ τὸ «συνεβάλετο τὸν χρησμόν», ἤγουν ἐνόησεν. Ὅτι καὶ Σαρπηδὼν λέγεται ὀξυτόνως, ὡς πολλαχοῦ φαίνεται, οὗ ἡ κλητικὴ ὁμοία, καὶ Σαρπήδων βαρυτόνως, οὗ γενικὴ Σαρπήδοντος πολλαχοῦ, ὡς καὶ ἐνταῦθα «Σαρπήδοντος ἑταῖρον» κατὰ τὸ λέοντος, καὶ κλητικὴ Σαρπῆδον μετὰ συστολῆς, ὡς τὸ ὦ λέον. ἔστι δὲ στοχάσασθαι Αἰολικῶς βαρυτονηθῆναι τὸ Σαρπήδων Σαρπήδοντος. Ὅτι ὁ Αἴας βάλλει ἄνωθέν τινα «μαρμάρῳ ὀκρυόεντι, ὅ ῥα», ἤγουν ὃς δή, «τείχεος ἐντὸς κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος. οὐδέ κέ μιν ῥέα χείρεσσιν ἀμφοτέραις», ἢ χειρί γε τῇ ἑτέρῃ, «ἔχοι», τουτέστι κρατοίη ἢ φέροι «ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν, οἷοι νῦν βροτοί εἰσιν· ὃ δʼ ἂρ ὑψόθεν ἔμβαλʼ ἀείρας, θραῦσε δέ οἱ», ἢ θλάσσε, «τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἂρ ἀρνευτῆρι ἐοικὼς κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός». Ἰστέον δὲ ὅτι ἐν τῷ «μαρμάρῳ» λείπει τὸ λίθῳ. διὸ καὶ ἀρσενικῶς εἴρηται, ὡς δηλοῖ τὸ «ἔκειτο μέγας ὑπέρτατος». Δῆλον δʼ ὅτι λίθου εἶδος ὁ μάρμαρος, ὡς καὶ ὁ πῶρος καὶ ὁ μυλίας καὶ εἴ τις ἄλλος. Ὑπέρτατος δὲ ὁ τοῦ αὐτόθι σωροῦ τῶν λίθων ὑπερκείμενος. τούτου δὲ συγκοπὴ ὁ ὕπατος. Τοῦ δὲ ἐνέβαλεν οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν, οὔτε τὸ ἐπαφῆκεν οὔτε τὸ ἐπέρριψεν οὔτʼ ἄλλο τι. Τὸ δὲ «ἀείρας» ἀντὶ τοῦ μετεωρίσας τὴν χεῖρα, ἵνα βιαιοτέρα γένηται ἡ πληγή. Διὸ καὶ χείρεσσιν ἀμφοτέραις αὐτὸν ἔχει κατὰ Ἀρίσταρχον, ὃς μέμφεταί, φασί, τοὺς γράψαντας «χειρί γε τῇ ἑτέρῃ», ὡς οὐδέν τι μέγα εἰπόντας περὶ τοῦ Αἴαντος. Τετράφαλος δὲ καὶ νῦν ἡ ἔχουσα τέσσαρας φάλους ἢ φάληρα. φάληρα γὰρ οὐ μόνον παραγναθίδες ἵππων καὶ χαλινά, ἀλλὰ καὶ τὰ ἐπὶ τῇ περικεφαλαίᾳ κόσμια. Τοῦ δὲ συνάραξεν οὐκ ἔστι καιριωτέραν εὑρέσθαι λέξιν, ἧς ἀρετὴ καὶ τὸ τραχύφωνον, οἰκεῖον ὂν τῇ τῶν ὀστῶν θλάσει καὶ θραύσει. ἐξ αὐτῆς δὲ καὶ οἱ καταράκται. δοκεῖ δὲ γίνεσθαι ἀπὸ τοῦ Ἄρης, ὁ σίδηρος. <!-- 3.409 -->Ἀρνευτῆρα δὲ λέγει τὸν κυβιστητῆρα, ὡς καὶ ἀλλαχοῦ, παρὰ τοὺς ἄρνας, οἳ ἐν τῷ προϊέναι ὡσανεὶ κυβιστῶσι τὸν ἀέρα κυρίττοντες. Ἕτεροι δὲ τὸν δελφῖνά φασιν ἀρνευτῆρα, ὁ γὰρ ἄρρην δελφὶς ἐπὶ κεφαλήν, φασίν, ἵεται γαλήνης οὔσης. Τὸ δὲ «λίπε δʼ ὀστέα θυμός» δηλοῖ καὶ ἐν τοῖς ὀστέοις τῶν ζώντων ψυχικόν τι πνεύμα παρεσπάρθαι, ὡς καὶ ὁ φιλόσοφος, φασί, Ποσειδώνιος λέγει ἐν τῷ Περὶ ψυχῆς. Ἰστέον δὲ ὡς, εἰ καὶ μετʼ ὀλίγα τὸν Ἕκτορα ἐρεῖ μείζονα λίθον βαλεῖν κατὰ τῶν Ἑλληνικῶν πυλῶν, ἀλλʼ ὅμως τὴν τοῦ ἥρωος ἐκεῖ καταβάλλει γενναιότητα διὰ τοῦ εἰπεῖν, ὅτι τῷ Ἕκτορι ἐλαφρὸς ἐκ τοῦ Διὸς ὁ λίθος ἐγένετο, οἷα τοῦ μὲν Αἴαντος φύσει τὸ τῆς ἀνδρίας ἁπλοῦν αὐχοῦντος, Ἕκτορος δὲ ἐκ Διὸς θέσει τὸ διπλάζον ἐν τοῖς τοιούτοις ἔχοντος. Ὅρα δὲ τὸ «οἷοι νῦν βροτοί» δηλοῦν, ὡς καὶ ἐν ἄλλοις, τὸ μεταχρόνιον τοῦ ποιητοῦ, ὡς μὴ κατὰ τὸν Τρωϊκὸν πόλεμον ὄντος. Ὅτι ὁ Τεῦκρος Γλαῦκον κρατερὸν «ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο, ᾗ ῥʼ ἴδεν», ἤγουν ὅπου δὴ ἐθεάσατο, «γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης. ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτο», τουτέστιν εὔχοιτο καὶ κατακαυχῷτο, «ἐπέεσσι». Καὶ ὅρα ὅτι εὐγενῶς καὶ ὁ Γλαῦκος αἰδούμενος ἐπικρύπτει τὴν πληγήν, καθά που καὶ ὁ Διομήδης βληθεὶς πρὸ τούτων διαμπερὲς ἐπιγραφῆναι εἶπε τὸν ταρσόν, συγκρύπτων καὶ αὐτὸς τὸ τραῦμα, ἵνα μὴ εἰς τέλος ὁ Πάρις αὐχήσοι κατʼ αὐτοῦ. Σημείωσαι δὲ καὶ ὅτι κἀνταῦθα σχῆμά ἐστι σιωπῆς. ὡς μὲν γὰρ ὁ Πανδίων ἔφερε τὰ τοῦ Τεύκρου τόξα, εἶπεν Ὅμηρος, ὡς δὲ καὶ ὁ Τεῦκρος ἔλαβεν αὐτά, ἐσίγησεν, ἀρκεσθεὶς εἰπεῖν μόνον τὸ ἀποτέλεσμα, ὡς ἔβαλε τὸν Γλαῦκον ὀϊστῷ, λαβὼν δηλαδὴ πρότερον τὰ τόξα. Τὸ δὲ «ἐπεσσύμενον τείχεος» ἀντὶ τοῦ κατεπεμβαίνοντα τοῦ τείχους. Τὸ δὲ «ᾗ ῥʼ ἴδε» τί ἂν δέοιτο τοῦ ῥα συνδέσμου, εἰ μὴ ὁ ποιητὴς προσπαθῶς εἶχε τῇ ἐξ αὐτοῦ τραχυφωνίᾳ; Ὅτι οὐ Κάλχας μόνον Θεστορίδης, ἀλλὰ καί τις Ἕλλην Ἀλκμάων, ὃν ἐνταῦθα Σαρπηδὼν ἀμύνων τῷ Γλαύκῳ «δουρὶ τυχήσας ἔνυξεν, ἐκ δʼ ἔσπασεν ἔγχος, ὃ δʼ ἑσπόμενος πέσε δουρὶ πρηνής. ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ». Καὶ ὅρα τὸ «ἑσπόμενος δουρί» γλυκέως καὶ αὐτὸ λεχθέν, ὡς εἴπερ ὁ Ἀλκμάων ἑκὼν ἐπηκολούθει ἐμψύχῳ τινί. Καὶ ἔστιν ἐντεῦθεν ληφθὲν τὸ «καὶ ἡ χεὶρ τοῦ νεκροῦ ἐπηκολούθησεν», ὅ φησι Ξενοφῶν. Βράχε δὲ τὰ ὅπλα ἄλλως μέν, μάλιστα δὲ διὰ <!-- 3.410 -->τὸ ὑψόθεν καταπεσεῖν. Εἴη δʼ ἂν ἐνεστὼς τὸ τοιοῦτον ῥῆμα, ἵνα τῇ διὰ τοῦ ἄλφα προφορᾷ διαφέρει τοῦ βρέχειν, ὃ πρωτοθέτως ἐπὶ ὑετοῦ λεγόμενον ἐκεῖθεν καὶ ἐπὶ τοὺς πέρα τοῦ μετρίου οἰνοποτοῦντας μετήνεκται, ὡς ἐν ἄλλοις δηλοῦται. Ὅτι Σαρπηδὼν κάτωθεν διὰ τὸ τοῦ τείχους, ὡς προερρέθη, ταπεινὸν «ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσι ἕλκεν, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον. τὸν δὲ Αἴας καὶ Τεῦκρος ὁμαρτήσαντες», ἤγουν ὁμοῦ ἀραρότες καὶ συνασπίσαντες, «ὃ μὲν ἰῷ βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν ἀσπίδος ἀμφιβρότης, Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος. ἣ δὲ διαπρὸ ἤλυθεν ἐγχείη». Ἐν μέσῳ δὲ τούτων κεῖται τὸ «ἀλλὰ Ζεὺς κῆρας ἄμυνε παιδὸς ἑοῦ, μὴ νηυσὶν ἐπὶ πρύμνῃσι δαμείη». Τοῦτο δὲ προαναφώνησίς ἐστιν ἐπὶ παραμυθίᾳ φιλέλληνος ἀκροατοῦ, ὡς εἰ καὶ μὴ νῦν πρὸς ταῖς ναυσίν, ἀλλαχοῦ γοῦν ἐν τῇ πεδιάδι πεσουμένου τοῦ Σαρπηδόνος. ἐπίτηδες γὰρ ὁ ποιητὴς αὔξει ὥσπερ τὰ τοῦ Ἕκτορος ἐν τῇ ἄρτι τειχομαχίᾳ, οὕτω καὶ τὰ τοῦ Σαρπηδόνος, ὡς καὶ προεδηλώθη, διά τε τὸν Ἀχιλλέα διά τε τὸν Πάτροκλον, ὡς ἂν οἱ ὕστερον ἀνελόντες Πάτροκλος μὲν Σαρπηδόνα, Ἕκτορα δὲ Ἀχιλλεύς, δοκοῖεν μεγαλεῖον ἀνδραγαθίας ἐνδείξασθαι. Ὅρα δὲ οὐ μόνον τὴν φιλάδελφον σύμβασιν Αἴαντος καὶ Τεύκρου, ἀλλὰ καὶ τὴν τοῦ Σαρπηδόνος ἐπὶ οἰκείῳ κακῷ πολλὴν ἀνδρίαν καὶ παραμονήν, ὃς ὑπὸ τοιούτων βληθεὶς καὶ νυχθεὶς οὐ φεύγει προτροπάδην, ἀλλὰ βραχύ τι ἀναχωρεῖ. Φησὶ γὰρ «στυφέλιξε δέ μιν μεμαῶτα, χώρησε δʼ ἄρα τυτθὸν ἐπάλξιος, οὐδʼ ὅ γε πάμπαν χάζετο, ἐπεί οἱ θυμὸς ἔλπετο κῦδος ἀρέσθαι». Σημείωσαι δὲ ὅτι οὐκ ἠναντίωται πρὸς τὸ ταπεινὸν εἶναι τὸ τεῖχος, εἰ φθάσας ὁ ποιητὴς ἐν δυσὶ τόποις ὑψηλὸν αὐτὸ εἶπεν, ἐν τῷ «κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου», καὶ ἐν τῷ «ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο». Εἰκὸς γὰρ τῆς τοῦ λοιποῦ τείχους πτέρυγος ταπεινοτέρας οὔσης, ὑψηλοὺς εἶναι, ὡς καὶ προδεδήλωται, τῶν τινας πύργων. Ὅρα δὲ καὶ τὸ «ἔπαλξις ἕσπετο», ὡς ἐπὶ ἐμψύχου καὶ αὐτὸ ῥηθέν, ὡς εἴπερ ἐπιταχθεῖσα ἠκολούθησε κατὰ τὸν ἀνωτέρω ῥηθέντα νεκρόν. Ἔστι δὲ τοῦτο γλυκύτερον τοῦ «ὃ δʼ ἑσπόμενος δουρὶ ἔπεσεν». <!-- 3.411 -->ἐκεῖ γὰρ ὁ ἀκολουθήσας Ἀλκμάων, ἐξ οὗ καὶ ὁ Ἀλκμὰν καὶ ὁ Ἀλκμαίων, ἄνθρωπος ἦν. Γλυκὺ δὲ καὶ τὸ γυμνωθῆναι ἐπὶ τοῦ τείχους ῥηθέν. κυρίως γὰρ ἐπὶ σώματος, ὡς τὸ «γυμνώθη βραχίονα» ὁ Γλαῦκος, καὶ «γυμνώθη ῥακέων Ὀδυσσεύς». γύμνωσις γὰρ ἡ τῶν γυίων μόνωσις. Κέλευθος δὲ καὶ νῦν ἀριδήλως, ὡς καὶ κατωτέρω, ἡ ἁπλῶς ὁδός, οὐ μὴν ἡ ἐφʼ ὑγρᾶς. Τὸ δὲ «Αἴας καὶ Τεῦκρος», ὁ μὲν ἐποίησε τόδε, ὁ δὲ τόδε, σύνηθες Ὁμήρῳ σχῆμα. μὴ ἔχων γὰρ μηδʼ ἐνταῦθα κοινὸν ῥῆμα ἐπιφωνῆσαι ἀμφοῖν διὰ τὸ τοῦ ἔργου διάφορον, ὁ μὲν γὰρ βεβλήκει, ὁ δὲ ἔνυξεν, ἀνέλυσε τὴν δυϊκὴν εὐθεῖαν εἰς δύο ἑνικὰς καὶ οὕτως ἀμφοτέροις ἀπέδωκεν ἰδίᾳ τὸ οἰκεῖον ἔργον, Τεύκρῳ μὲν τὸ βεβληκέναι τὸν Σαρπηδόνα, Αἴαντι δὲ τὸ νύξαι. Καλῶς δὲ τὴν βολὴν τοῦ περὶ τὸ στῆθος τελαμῶνος τῷ Τεύκρῳ δέδωκε καὶ οὐ τῷ Αἴαντι, ὃν εἴωθε Τελαμωνιάδην καλεῖν, ἵνα μηδὲ ἔμφασιν ὑποτείνῃ ὑποκένου παρηχήσεως διὰ τῆς τοῦ τελαμῶνος ὑπὸ τοῦ Τελαμωνιάδου βολῆς. Ὅτι ἐρεθισμὸς ὑπὸ στρατηγοῦ μόνου προκινδυνεύοντος εἰς πόλεμον τὸ ὑπὸ Σαρπηδόνος ἐνταῦθα πρὸς Λυκίους λεχθέν «ὦ οἱ δεῖνα, τί τʼ ἂρ ὧδε μεθίετε θούριδος ἀλκῆς; ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον· ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τοι ἔργον ἄμεινον». τοῦτο δὲ γνωμικῶς ἐρρέθη. καὶ ἔστιν ὅμοιόν τι καὶ παρʼ Ἡσιόδῳ, ἔνθα τὴν τῶν πλειόνων παίδων ἐπιθήκην μείζονα λέγει. Ὅρα δὲ καὶ τὸ «ῥηξαμένῳ» γοργῶς λεχθέν, οὐ γὰρ εἶπε τεῖχος ῥηξαμένῳ ἢ πύλας ἢ λαόν, ἀλλὰ σιωπήσας ἀφῆκε ταῦτα νοεῖσθαι οὐ μόνον διὰ σπουδὴν λόγου, ἀλλὰ καὶ σεμνότερον καὶ ἐμφαντικώτερον. ἐντελῶς δὲ μετʼ ὀλίγα φράσει ἐν τῷ «τεῖχος ῥηξάμενοι», ὡς καὶ πρὸ ὀλίγων «πύλας ῥήξαντες», καὶ ἐν τοῖς ἑξῆς «ῥήγνυσθε τεῖχος». δῆλον δὲ ὡς ὁ τοιαῦτα ποιῶν καὶ μᾶλλον ὁ λαὸν ῥηγνὺς ῥηξήνωρ λέγεται. Κεῖται δʼ ἐν τούτοις καὶ τὸ «ἐπέβρισαν» πάλιν ἐπὶ Λυκίων, καὶ τὸ καρτῦναι ἀντὶ τοῦ κρατῦναι, πυκνῶσαι, στερεῶσαι. Φησὶ γὰρ «οἳ δὲ ἄνακτος ὑποδδείσαντες ὁμοκλὴν μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας τείχεος ἔνδοθεν». Δοκεῖ δὲ ἄλλως ἐνταῦθα κεῖσθαι τὸ ἔβρισαν ἤπερ πρὸ ὀλίγου. ἐκεῖ μὲν γὰρ ἀπολύτως καὶ ἁπλῶς ἐρρέθη, ὡς ἔβρισαν οἱ Λύκιοι, ἐνταῦθα δὲ «ἔβρισαν ἀμφὶ ἄνακτα», ἤγουν μετὰ τῆς συνήθους βαρύτητος ἦλθον εἰς τὸν Σαρπηδόνα. κατὰ τῶν Ἀχαιῶν μέντοι αὐτοῖς καὶ νῦν ἡ βαρύτης. Ὅτι θέλων δηλῶσαι <!-- 3.412 -->τὴν συστάδην ἀμετακίνητον μάχην Ἀχαιῶν τε καὶ Τρώων ἐπὶ μεσολαβοῦντι ὀλίγῳ μεταιχμίῳ, τῇ τοῦ τείχους δηλαδὴ περιγραφῇ, καὶ οὐδὲ ὅλου τείχους —ἐπάλξεις γὰρ μόναι διεῖργον αὐτούς—, εἰκάζει τὰ δύο στρατεύματα δύο ἀνδράσι μαχομένοις ἀμφὶ ὁροθεσίοις καί φησι «μέγα δέ σφισι φαίνετο ἔργον», τὸ σταδαῖον δηλαδὴ τῆς μάχης καὶ ἰσοπαλές. Ὃ ἐφερμηνεύων ἐπάγει «οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον, οὔτε ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν, ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισιν», ἤγουν περὶ ὅρων γῃδίου, «δύʼ ἀνέρε δηριάασθον μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ, ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης, ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες». Καὶ ἔστι θαυμασία καὶ ἀμίμητος ἡ παραβολὴ τά τε ἄλλα καὶ διὰ τὸ ὀλίγιστον τοῦ μεταξὺ χωρίου, ὅ ἐστι μεταιχμίου, ὃ φέρει πολλὴν ὁμοιότητα πρὸς ἐπιμήκη καὶ στενὸν γῃδίου περιορισμόν. Μέτρα δέ φασιν ἐνταῦθα οἱ παλαιοὶ τὰς τὴν γῆν μετρούσας ἀκαίνας, αἷς τὰ πολεμικὰ ἐοίκασιν ἀκόντια, ὥσπερ αὖ πάλιν αἱ διείργουσαι τὸν στρατὸν ἐπάλξεις ἀναλογοῦσι λίθοις, οἳ ἐνιαχοῦ τίθενται ἔμμεναι οὖρον ἀρούρης. Κάμακες δέ τινες αἱ ῥηθεῖσαι ἄκαιναι, στερίσκουσαι τοῦ καίνεσθαι τοὺς ἐρίζοντας περὶ γῆς, οἷς διʼ αὐτῶν ἡ ἴση εὑρίσκεται. Τὸ δὲ «περὶ ἴσης» δηλοῖ μὲν τὴν ἰσομοιρίαν, ἐμφαίνει δὲ καί, ὅτι νοῦν ἡ παραβολὴ αὕτη ἔχει ὁποῖον καὶ τὸ «ἐπὶ ἶσα τὴν μάχην τανυσθῆναι», καὶ τὸ «ἴσας ὑσμίνῃ κεφαλὰς ἔχειν», πλὴν ὅσον ἐκεῖνα μὲν ἀνεξέργαστα, ἐνταῦθα δὲ διὰ παραβολῆς ὁ ἐκεῖ νοῦς ἐπεξείργασται. Ὅρα δὲ τὸ «ἐδύναντο» δὶς ῥηθὲν διὰ τὸ καίριον. ἐρεῖ δὲ αὐτὸ καὶ μετʼ ὀλίγα, ὅπερ οἱ ὕστερον ἐκτείνοντες οὐκ ἀναλόγως τὴν ἄρχουσαν «ἠδύναντο» φασίν, ὡς καὶ ἀλλαχοῦ σεσημείωται. Τοῦ δὲ «δηριάασθον» ἑρμηνεία τὸ «ἐρίζητον». Ἐπίξυνον δὲ ἄρουραν ἢ τὸν ὅρον ἔστι νοεῖν, περὶ οὗ ἡ δῆρις, ὅ ἐστιν ἡ ἔρις, ἢ καὶ τὴν ἐπιμεριζομένην γῆν, ἵνα ἐκ κοινότητος ἰδιάσῃ τοῖς ἐρίζουσι. Τὸ δὲ «ὀλίγῳ ἐνὶ χώρῳ» τὸ καιριώτατόν ἐστι τῆς παραβολῆς, πρὸς ὃ καὶ μόνον αὐτὴ παρείληπται. Ὅτι καὶ ἐνταῦθα φανερῶς διαφορά ἐστιν ἀσπίδος καὶ λαισηΐου. Φησὶ γὰρ «οἳ δʼ ὑπὲρ ἐπάλξεων <!-- 3.413 -->δῄουν, ἢ δηΐουν, «ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα», ὅ ἐστιν ἐλαφρά. Καί εἰσι κατὰ τοὺς παλαιοὺς λαισήϊα τὰ ἐν τῇ λαιᾷ φερόμενα Ἀμαζονικά, ἐξ ἀκατεργάστων ὄντα βυρσῶν. ὅτι δὲ καὶ παρὰ τὸ λάσιον οὕτω καλοῦνται, ἀλλαχοῦ εἴρηται. Τὸ δὲ «βοείας ἀσπίδας» ἔοικε πρὸς διαφορὰν ἑτέρων εἰρῆσθαι, ἄβυρσος γοῦν ἡ τοῦ Ἀχιλλέως. Ἡ δὲ ἱστορία καὶ λινέας ἀσπίδας οἶδε καὶ πλεκτάς, καὶ ἰτέας δέ τινας ἀσπίδας Αἴλιος Διονύσιος ἱστορεῖ φέρων καὶ χρῆσιν ἐξ Ἀριστοφάνους ταύτην «ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένος». ὅτι δὲ καὶ ἡ πέλτη ἀσπὶς ἦν δέρματι κεκαλυμμένη αἰγὸς ἢ οἰός, προείρηται. εἰ δὲ τὸ εὐκύκλους ἐνταῦθα μόναις ταῖς ἀσπίσι προσλογισθείη, οὐ μὴν καὶ τοῖς λαισηΐοις, εἴη ἂν ἡ πέλτη, αὐτὸ δὴ τοῦτο λαισήϊον, οὔτε ἴτυν ἔχουσα καὶ δέρμασι περιεσταλμένη, ὡς δεδήλωται. Ὅτι προθέμενος εἰπεῖν ὡς τῶν μαχομένων πολλοὶ μὲν οὐτάζοντο φεύγοντες, πολλοὶ δὲ καὶ ἱστάμενοι ἀντιπρόσωποι, σχηματίζει ἐν περιφράσει καινότερον καί φησι «πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ, ἠμὲν ὅτῳ στρεφθέντι μετάφρενα γυμνωθείη μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς», τουτέστιν, ὁ μέν τις τὰ μετάφρενα στρέψας ἐν τῷ μάχεσθαι καὶ γυμνώσας, πολλοὶ δὲ καὶ διὰ τῆς ἀσπίδος σκεπούσης τὰ ἔμπροσθεν. καὶ ἔστι τὸ σχῆμα ὅμοιον ὡς καὶ εἴ τις μέλλων εἰπεῖν, ὅτι πολλοὶ ἔθνῃσκον, οἱ μὲν φαῦλοι, οἱ δὲ ἐσθλοί, εἴπῃ ὡς πολλοὶ ἔθνῃσκον, καὶ ὅσοις φαύλως εἶχεν ἡ ψυχή, πολλοὶ δὲ καὶ σπουδαίως ζῶντες. προσφυῶς δὲ τῷ ὑποκειμένῳ ταράχῳ καὶ τὴν φράσιν ὁ ποιητὴς καινῷ σχήματι συνετάραξε. Σημείωσαι δὲ ὅτι δοκεῖ μὲν ὁ ποιητὴς ἀπὸ πληθυντικοῦ τοῦ «πολλοὶ οὐτάζοντο» μεταβῆναι εἰς ἑνικὸν τὸ «ὅτῳ στρεφθέντι», ἔστι δὲ ὅμως καὶ τὸ τοιοῦτον δυνάμει πληθυντικόν. ὡς γὰρ τὸ τίς, ἀόριστον ὄνομα, καθότι ἀορισταίνει, τοῦτον καὶ ἐκεῖνον καὶ ἄλλον δηλοῖ καὶ ὁμοῦ πλῆθος ἤτοι πολλούς, οὕτω καὶ τὸ ὅτῳ ἀντὶ τοῦ ᾧτινι. ἀόριστον γὰρ καὶ τὸ ὅστις, καθὰ καὶ τὸ τίς. Τὸ δὲ «νηλέϊ χαλκῷ» ὡς ἐπὶ ἐμψύχου φανερῶς καὶ νῦν καὶ πανταχοῦ. οὗ γὰρ ἕξις ἐλεεῖν, ἐκεῖ καὶ στέρησις τοῦ αὐτοῦ, καθὰ καὶ ἐπὶ τοῦ νωδοῦ καὶ τοῦ τυφλοῦ καὶ τῶν ὁμοίων νοεῖται. χαλκὸς δὲ μὴ πεφυκὼς ἐλεεῖν οὐκ ἂν κυρίως οὐδὲ νηλεὴς λέγοιτο. Ὅτι σὺν <!-- 3.414 -->τοῖς ἀνωτέρω ῥηθεῖσι πολὺν φόνον δηλοῖ καὶ τὸ «πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν ἐρράδατʼ ἀμφοτέρωθεν», ἤγουν «ἀπὸ Τρώων» φησὶ «καὶ Ἀχαιῶν». Ὡς γὰρ οἱ ἀμφʼ οὔροις, ὡς ἐρρέθη, μαχόμενοι περὶ τὸ ὁροθέσιον χέοιεν ἂν αἵματα, εἰ τραυματίζονται, οὕτω καὶ Ἀχαιοὶ καὶ Τρῶες, οὓς αἱ ἐπάλξεις καὶ μόναι διεῖργον, τὸ τεῖχος ἂν μιαίνοιεν αἵματι πίπτοντες. καὶ ἔστι τοῦτο μὲν ἐπίτασις τοῦ «πολλοὶ δʼ οὐτάζοντο», ἐκεῖνο δὲ τοῦ ῥηθέντος ἀνωτέρω, ἤγουν τοῦ «ἐδῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ἀσπίδας». Ἀκμάζει γὰρ ὅσον καὶ ὅσον προϊὼν καὶ ἐν τοῖς τοιούτοις ὁ ποιητὴς καὶ μεγεθύνει τὸ ἔργον, ἵνα πιθανολογηθῇ ἡ τοῦ τείχους ῥῆξίς τε καὶ ὑπέρβασις. Καὶ σημείωσαι ὅτι διὰ τὸ οὕτω πολὺ τοῦ φόνου φθάσας ὁ ποιητὴς ἀργαλέον εἶπεν αὐτῷ εἶναι τὰ τοιαῦτα πάντα εἰπεῖν. φάναι μὲν γὰρ ἐν τῷ καθόλου καὶ ἀορίστως, ὅτι ἐδῄουν ἀμφὶ στήθεσσιν ἀσπίδας καὶ πολλοὶ οὐτάζοντο καὶ πανταχοῦ οἱ πύργοι αἷμα εἶχον, ῥᾴδιόν ἐστιν, μερικεῦσαι δὲ τὰ πάντα καθʼ ἕκαστον, εἰσάγαν δυσχερές. Τὸ δὲ θέμα τοῦ «ἐρράδατο» Ἰωνικοῦ ῥήματος ῥάζω φασὶν οἱ παλαιοί, ὅπερ τὸ ῥαίνω δηλοῖ, ἐξ οὗ καὶ ἐν Ὀδυσσείᾳ τὸ «ῥάσατε δʼ ὕδωρ». καὶ γίνεται ἐκ τοῦ ἔρραστο ἑνικοῦ τρίτου προσώπου παθητικοῦ ὑπερσυντελίκου ἀποβολῇ τοῦ σ καὶ πλεονασμῷ τῆς δα συλλαβῆς, ὁμοίως τῷ ὠνόμασται ὠνομάδαται, ἐρήρεισται ἐρηρέδαται. Ὅτι τὸ τῶν μαχομένων ἰσοπαλὲς καί, ὡς εἰπεῖν, ἀτάλαντον ἐν ἄλλοις μὲν ἄλλως ἔφρασεν, ὡς καὶ πρὸ ὀλίγου δεδήλωται, νῦν δὲ ἑτεροίως λέγων σαφέστερον παραβάλλει ταλαντούχῳ γυναικὶ τὰ στρατεύματα καί φησιν, ὡς οὐκ ἐδύναντο φόβον Τρῶες ποιῆσαι Ἀχαιῶν, «ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἰρίον ἀμφὶς ἀνέλκει ἰσάζουσα, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται· ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε». Καὶ ὅρα τὸ «μάχη πόλεμός τε» ἢ ὡς διάφορα καὶ νῦν τεθέντα ἢ καὶ ὡς ταὐτοδύναμα, καὶ ὅτι εἰπὼν «ἐπὶ ἶσα», οὗ ἕνεκα τὸ τάλαντον εὕρηται, παρεσημήνατο κατὰ τοῦτο καὶ μόνον τὴν παραβολὴν ἁρμόττειν τοῖς νῦν τοῦ πολέμου ἔργοις, τὰ δὲ λοιπὰ εἰς τὸ παντελὲς ἀπεμφαίνειν. οὐδὲν γάρ τι ὅλως κοινὸν ἕτερον τῷ κατὰ τὴν ἔριθον γυναῖκα ἔργῳ καὶ τῷ οὕτω μεγάλῳ πολέμῳ Ἐπάγει δὲ ὁ ποιητὴς τῷ ἶσα τὰ τῆς μάχης εἶναι τὸ «πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε Πριαμίδῃ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν». Τότε γὰρ οὐκ ἐπὶ ἶσα τὰ τῆς μάχης τέταται, ἀλλὰ τῶν τοῦ Διὸς ταλάντων βρισάντων τὸ μὲν κάτω δυστυχῶς ῥέπει, <!-- 3.415 -->ὡς καὶ ἀλλαχοῦ λογογραφεῖ ὁ ποιητής, τὸ δὲ ἄνω αἴρεται καὶ ὑπέρτερον γίνεται, ὡς τοῦ μὲν Ἕκτορος ὑψωθέντος καὶ κῦδος ἄνωθεν λαβόντος ὑπέρτερον, τῶν Ἑλλήνων δὲ κάτω που μενόντων καὶ εἰς γῆν ταπεινουμένων. ποικίλως οὖν ὁ ποιητὴς ὥσπερ τὰ ἄλλα, οὕτω καὶ τὰς τῆς μάχης φράζει ῥοπάς. Τάλαντα δὲ νῦν μὲν τὸ ὄργανον, οὗ πάθος τὸ τάλαν εἶναι διὰ τὴν τοῦ βάρους ὁλκήν. Ἀλλαχοῦ δὲ καὶ τὰ ἐν αὐτῷ σταθμιζόμενα, διʼ ὧν τάλας ἐστὶν ὁ σταθμός, οἷα πάσχων βάρος ἐξ αὐτῶν. Χερνῆτις δὲ ἡ διὰ χειρῶν νήθουσα, ἔριον τυχόν, ἀφʼ οὗ καὶ ἡ ἔριθος. ταύτης δέ ἐστι καὶ ἀρσενικόν. Φασὶ γοῦν οἱ παλαιοί· χερνήτης, λάτρις, χειροτέχνης, ἀπὸ χειρὸς ζῶν. καὶ πάλιν· χερνήτης, πένης, χειρόβιος. Ἐπαινεῖται δὲ ἡ τοῦ ζυγοῦ παραβολὴ ἐνταῦθα ἐπὶ ἰσότητι, οὗπερ οὐδὲν ἀκριβέστερον εἰς ἰσότητα. ὁμοίως ἐπαινεῖται καὶ ὡς οὔτε δέσποιναν εἰσάγει ταλαντεύουσαν—αὐτὴν γὰρ οὐ πολλὰ λυπεῖ τὸ παρὰ βραχὺ ἶσον— οὔτε θεράπαιναν. οὐδὲ γὰρ αὐτὴ λίαν ζητεῖ τἀκριβές. ἡ μέντοι ἀληθὴς χερνῆτις πάνυ τοῦτο ποιεῖ, οὔτε ἀποστερῆσαι θέλουσα, ὑπόκειται γὰρ ἀληθής, οὔτε αὐτὴ τοῦτο παθεῖν, πένησσα γάρ. Ὥσπερ δὲ τάλαντον τό τε ὄργανον καὶ τὸ ταλαντευόμενον, οὕτω καὶ σταθμός. νῦν μέντοι ὥσπερ τὸ τάλαντον, οὕτω καὶ ὁ σταθμὸς ὀργανικῶς νοεῖται. Καὶ ὑπάγεται λόγῳ πολυωνυμίας τὸ τάλαντον καὶ ὁ σταθμός καὶ τὰ παρὰ τοῖς ὕστερον, ἡ τρυτάνη καὶ ὁ ζυγός. δόξοι δὲ ἂν τάλαντα πληθυντικῶς εἰπεῖν τὰς δύο πλάστιγγας τοῦ σταθμοῦ, ὧν ἐστι καὶ τὸ τάλαν διὰ τὰ ἐπιτιθέμενα βάρη αὐταῖς. Γίνεται δὲ τῶν ῥηθεισῶν πέντε λέξεων τὸ μὲν τάλαντον, ὅθεν ἐρρέθη, τρυτάνη δὲ παρὰ τὸ τρύεσθαι, σταθμός δὲ παρὰ τὴν στάσιν, ἱστᾷ γὰρ ἐν ἰσότητι τὰς ὁλκὰς καθιστῶν τὸ ἄνισον, ζυγός δὲ κατὰ μεταφοράν, ὡς τῶν πλαστίγγων ἑνὶ κανόνι καθὰ ζυγῷ συνηγμένων, <!-- 3.416 -->πλάστιγγες δὲ διὰ τὸ κατʼ αὐτὰς πλάτος. Τὸ δὲ «σταθμὸν ἔχουσα» οὐ συστοιχεῖ τῷ «ἀλλʼ ἔχον», ὅπερ ἀνωτέρω κεῖται. τοῦτο μὲν γὰρ σωματικὴν δηλοῖ ἐπαφήν, ἐκεῖνο δὲ ψυχικὴν ἀντοχήν. Ἰστέον δὲ ὅτι ὁ σταθμὸς ἐνταῦθα οὐ τάλαντον δηλοῖ ὁλικῶς, ἀλλά τινα ὁλκὴν ὄγκου, πρὸς ὃν ἀντισηκοῦσι τὰ σταθμώμενα, ὁποῖος καὶ ἡ λίτρα καὶ τὰ τοιαῦτα. Εἴριον δὲ εἶπεν οὐχʼ ὅτι μὴ καὶ λίνον ἡ χερνῆτίς ποτε ταλαντεύει, ἀλλʼ ὡς ἐκ μέρους, ὃ πρῶτον ἡ ἀνθρωπικὴ εὗρε χρεία. προπαροξύνει δὲ Ὅμηρος ἀεὶ τὸ εἴριον ὡς λείριον. Διὰ τί δὲ παρὰ τοῖς ὕστερον παροξύνεται, δηλοῦται ἀλλαχοῦ. Τὸ δὲ ἀνέλκειν καιριωτάτη λέξις ἐνταῦθα, ἧς ἀνάπαλιν καθέλκειν τὸ κάτω ῥέπειν, ὡς δηλοῖ καὶ ὁ Κωμικὸς ἐν Βατράχοις. τῷ δὲ τοιούτῳ ῥήματι ᾠκείωται καὶ ἡ τῶν σταθμιζομένων ὁλκή, οἷον χρυσοῦ καὶ τῶν ὁμοίων. Καιρίως δὲ πέφρασται καὶ τὸ ἰσάζουσα κατὰ κοινοτέραν διάλεκτον, ἧς ἐστι καὶ τὸ μονάζω ἐκ τοῦ μονῶ, καὶ τὸ πετάζω ἐκ τοῦ πετῶ. Τὸ δὲ «ἀεικέα μισθόν» δηλοῖ μὲν μισθώτριαν καὶ τὴν χερνῆτιν εἶναι, εὐτελίζει δʼ ἐν τῷ καθόλου τὸ τοῦ μισθοῦ χρῆμα, ὡς ἀνελεύθερον ὂν μισθαρνεῖν. Διόπερ Ἀθηναῖοι μεταλαβόντες τὸ μισθός εἰς θαῦμα, θαυμάζειν φασὶ τὸ διδόναι μισθόν, ὡς δηλοῖ καὶ παρὰ τῷ Κωμικῷ τὸ «χρὴ γὰρ ἀποθαυμάσαι τι τὸν διδάσκαλον», ὅπερ εὐφήμως ἐρρέθη ἀντὶ τοῦ μισθὸν δοῦναι, ὅπερ γίνεται τοῖς μισθὸν λαμβάνουσι, ταὐτὸν δʼ εἰπεῖν μισθαρνοῦσιν. Ὅτι δὲ ἀεικὴς ὁ μισθός, δῆλον καὶ ἐκ τῆς ἐτυμολογίας αὐτοῦ. γίνεται γάρ, φασί, μισθὸς παρὰ τὸ μῖσος καὶ τὸ θῶ, τὸ τίθημι, οὗ δηλαδὴ μισητὴ ἡ θέσις, καὶ διὰ τοῦτο καὶ ἀεικής, διὰ τὸ δουλοποιὸν καὶ οἷον αἰκιστικόν, ὅπερ ἐκ τοῦ ἀεικοῦς κιρνώμενον παράγεται. Τῷ δὲ μισθῷ οἰκεῖον καὶ τὸ αἴρεσθαι. εἰ γὰρ καὶ μισητῶς τοῖς μισθαρνοῦσι τίθεται, ἀλλʼ ὅμως ἀναγκαίως αἴρεται, καθότι καὶ ἀντίκειται τὸ τίθεσθαι καὶ τὸ αἴρεσθαι. διόπερ ὀρθῶς ἔφη τὸ «ἀεικέα μισθὸν ἄρηται». Ἴσως δὲ καὶ πρὸς ὁμοιότητα τοῦ ἀνέλκει ἔφη τὸ ἄρηται, ἵνα ᾖ ὅτι ἀνέλκει, <!-- 3.417 -->τουτέστιν αἴρει τάλαντα, ἵνα μισθὸν ἄρηται, ἀφʼ ὧν, ἤγουν ἐκ τοῦ μισθός καὶ τοῦ αἴρειν, δοκεῖ γίνεσθαι τὸ μισθαρνεῖν, ὃ καὶ ἄλλως οὕτω λέγεται παρὰ τὸ μισθὸν ἄρνυσθαι, ἤγουν ἀντικαταλλάσσεσθαι. Φασὶ δὲ τὸν ποιητὴν τὰ καθʼ ἑαυτὸν ἐμφαίνοντα ἐπὶ τῇ ἑαυτοῦ διασκευάσαι μητρὶ τὰ ῥηθέντα, ἣν ἐπαινεῖ μὲν ὡς ἀληθῆ, ὡς δὲ ἀεικῶς ζῶσαν οἰκτίζεται. Ἱστορεῖ γὰρ ἐν τοῖς περὶ Ὁμήρου Ἡρόδοτος οὕτω τὴν Κρηθηΐδα ἐργαζομένην ἀποτρέφειν τὸν ποιητήν. Τὸ δὲ «Ἕκτορι Πριαμίδῃ» μυστικῶς εἴρηται, ἤτοι συμβολικῶς καὶ ἐμφαντικῶς, ἵνα εἴπῃ, ὅτι ἐκύδαινεν ὁ Ζεὺς τὸν Ἕκτορα οὔτε ὡς υἱὸν κατὰ τὸν Σαρπηδόνα οὔτε ὡς ἐξ ἑτέρου θεοῦ, ἀλλʼ ἁπλῶς οὕτω, μὴ θεῖον ἀλλὰ Πριαμίδην ὄντα, καὶ ὡς ὁ ποιητὴς ἀλλαχοῦ ἔφη «αὕτως οὔτε θεοῦ ὄντα οὔτε θεᾶς». Τὸ δὲ «ἐσήλατο» καὶ περὶ τοῦ Σαρπηδόνος ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητής, ἀλλʼ ἐκεῖ μὲν ὁ Πορφύριος τὸ ἐσήλατο ἀντὶ τοῦ ἐσάλευσε νοεῖ, ἐνταῦθα δὲ ἀντὶ τοῦ εἰσεπήδησεν. ἀληθῶς γὰρ πρῶτος ἐνταῦθα ὁ φαίδιμος Ἕκτωρ ἔσθορε ῥήξας τὰς πύλας, ὡς μετʼ ὀλίγα ὁ ποιητὴς ἐρεῖ πρὸς αὐτῷ τῷ ἔργῳ. νῦν γὰρ προαναφωνήσεως λόγῳ ἔφη τὸ «τεῖχος ἐσήλατο πρῶτος». Ὅτι ἐρεθισμὸς στρατηγικὸς τὸ «ὄρνυσθε ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ», ἃ δὴ σκοπὸς τῆς ἄρτι τειχομαχίας ἐστίν. Ὅτι τὸ «ὣς ἔφατο ἐποτρύνων, οἳ δὲ οὔασι πάντες ἄκουον», ἁπλοϊκῶς εἴρηται κατὰ συνήθειαν Ὁμηρικὴν καὶ ἀφελῶς ἐν καταφάσει ἀληθεῖ, ἐπεὶ πᾶς ὁ ἀκούων ὠτίοις ἀκούει, ὡς καὶ ὁ ὁρῶν ὀφθαλμοῖς ὁρᾷ. διὸ καὶ προϊὼν ἐρεῖ «μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι». Ἢ τοίνυν ἁπλῶς οὕτως αὐτὸ ἐρρέθη, ἢ ἀντὶ τοῦ αὐτήκοοι τοῦ λόγου ἐγένοντο καὶ οὐ διὰ μέσου κήρυκος ἤκουσαν, ὡς ὁ Αἴας πρὸ ὀλίγων διὰ τοῦ Θοώτου. οὕτω δὲ καὶ ὀφθαλμοῖς ὁρᾷ τις ἀντὶ τοῦ αὐτόπτης γίνεται. Ὅτι ἀνδραγαθία πολιορκητῶν τὸ «ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες». Τίνες δὲ αἱ κρόσσαι, δηλοῦται ἀλλαχοῦ. Ὅτι Ἕκτωρ «ἁρπάξας λᾶαν ἔφερεν, ὅς ῥα πυλάων ἑστήκει πρόσθεν, πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν ὀξὺς ἔην. τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσειαν, οἷοι νῦν», ὡς καὶ προεγράφη, «βροτοί εἰσιν· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. τόν οἱ ἐλαφρὸν ἔθηκε Ζεύς», ὡς μὴ φύσει ἐξ οἰκείας ἀνδρίας ἐλαφρισθέντα, καθὰ ἐν τοῖς τοῦ Αἴαντος προσεσημείωται. Καὶ ὅρα ὅπως ἐνταῦθα παρέφρασε βάρος λίθου, <!-- 3.418 -->διὰ πλειόνων αὐτὸ φράσας ἤπερ ἐν τοῖς κατὰ τὸν Αἴαντα. προείρηται δέ τι οὐκ ἀνάκριβες περὶ τοιούτου λίθου καὶ ἐν τῷ «στήλας προβλῆτας ἐμόχλεον». Τὸ δὲ «ἁρπάσας» ἡρωϊκὴν δηλοῖ ἐντρέχειαν. Τὸ δὲ πρυμνός ἀντὶ τοῦ ἔσχατος πρὸς τοῖς θεμελίοις. Ἕτεροι δὲ ὑφὲν ἀνέγνων, πρυμνοσπαχύς, ἵνα λέγῃ ὅτι τὰ ἔσχατα καὶ κάτω παχύς. διὸ ἐπάγει «αὐτὰρ ὕπερθεν ὀξύς». τοῦτο δὲ πρὸς πιθανότητα, ἵνα τῷ μὲν πάχει λαμβάνηται, τῷ δὲ ὀξεῖ ἀράξῃ τὰς πύλας ἐνεργῶς, καθʼ ὧν μετὰ μικρὸν ἀφεθήσεται. Τὸ δὲ «ἀνέρε δήμου», ὥσπερ καὶ τὸ «ὃν ἂν εὕρῃ δήμου ἄνδρα», περίφρασίς ἐστι δημότου. ταὐτὸν γὰρ ἄνδρα δήμου εἰπεῖν καὶ δῆμον, ὡς δηλοῖ τὸ «οὐ γὰρ ἔοικε δῆμον ἐόντα παρὲξ ἀγορεύειν». Τὸ δὲ «ἐπʼ ἄμαξαν» ψιλοῦσθαι σημαίνει τὴν ἅμαξαν Ἰωνικῶς, διότι καὶ ἀπὸ τοῦ ἄμητον ἄγειν ἐτυμολογεῖται κατά τινας. ὡς δὲ καὶ ἐδασύνετο Ἀττικῶς, καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται. Ὅτι δὲ ὑποκοριστικὸν τῆς ἀμάξης ἡ ἀμαξίς, ὃ δηλοῖ μικρὸν ἀμάξιον ποιούμενον εἰς παίγνιον τοῖς παισί, δηλοῦσιν οἱ παλαιοί. Ὅτι οὕτως ἀβαρῶς καὶ ἀνεπαχθῶς ὑπὸ Ἕκτορος φέρεται ὁ ῥηθεὶς δυσβάστακτος λίθος, «ὡς ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει, ὣς Ἕκτωρ ἰθύς» καὶ ἑξῆς. Καὶ ὅρα ὅτι οὐχʼ ἁπλῶς πόκον ἀλλὰ ἄρσενος οἰὸς παρέλαβεν ἐν τῇ παραβολῇ κατὰ τὴν τῶν παλαιῶν παρατήρησιν διὰ τὸ ῥυπωδέστερον καὶ τραχύτερον ὄντα τὸν τοιοῦτον λίθου παρεοικέναι χρώματι, ἔτι δὲ καὶ διὰ τὸ μείζονα εἶναι τοῦ θήλεος τὸν τοῦ ἄρσενος πόκον. Ἰστέον δὲ ὡς οἱ μεθʼ Ὅμηρον οὐ θέλουσιν ἄρσενα γράφειν διὰ τοῦ σ, ἀλλὰ διὰ τοῦ ρ ἄρρενα, λέγοντες ὅτι τὸ σ ὑποτεταγμένον τῷ ρ οἱ Ἀττικοὶ ρ ποιοῦσιν, οἷον ἄρσεν ἄρρεν. οὕτω δὲ καὶ θαρρεῖν καὶ πόρρω ἐκ τοῦ πόρσω καὶ μυρρίνη καὶ ἐπὶ κόρρης, ἤτοι κόρσης, καὶ ταρρός ἐκ τοῦ ταρσός, ὡς τὸ «ταρσοὶ μὲν τυρῶν βρῖθον». Αἴλιος δὲ Διονύσιος λέγει καί, ὅτι ἀρρηνικόν, οὐχὶ ἀρσενικόν, τὸ τῶν γραφέων παρὰ Ἀττικοῖς φάρμακον. Ὁ μέντοι Στράβων ἀρσενικὸν ὀνομάζει αὐτό, ἱστορῶν καὶ ὄρος εἶναι, ἀφʼ οὗ λαμβάνεται τὸ τοιοῦτον ἀρσενικόν, <!-- 3.419 -->ὅπερ ἰδιωτικῶς ἀρσενίκιον λέγεται. Σημείωσαι δὲ ὅτι πάνυ πιθανῶς ἐπέτεινεν Ὅμηρος τὴν τοῦ βαρυτάτου λίθου ἐλαφρότητα, ὡς ἂν εὔπλαστος ἡ διʼ αὐτοῦ δόξῃ κρατίστη ἐνέργεια. εἰ γὰρ ὁ τοσοῦτος λίθος ἐλαφρὸς οὕτω κατὰ τὴν παραβολὴν γέγονε τῷ Ἕκτορι, πιθανὴ ἂν εἴη εὖ μάλα ἡ διʼ αὐτοῦ τῶν πυλῶν ῥῆξις, ἄλλως τε καὶ τοῦ λίθου εἰς ὀξὺ λήγοντος, ὡς ἐρρέθη, καὶ τοῦ Ἕκτορος μάλα ἐγγύς τε ἐλθόντος καὶ τὰ σκέλη διαστήσαντος καὶ οὕτως ἀσφαλῶς ἐρεισαμένου, ὡς ῥηθήσεται. Ἰστέον δὲ ὅτι ἐν μὲν τοῖς πρὸ τούτων ἔδοξε φανῆναι σανίδας μὲν ἄλλο τι, ἕτερον δὲ τὰς πύλας ῥηθῆναι, νῦν δὲ ἐν τῷ «ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας, αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας» ταὐτὸν μὲν σανίδες καὶ πύλαι, σαφεστέρα δὲ ὅμως λέξις τὸ πύλαι. ὁ μὲν γὰρ πύλας εἰπὼν καὶ σανίδας ἐνέφηνεν, ὁ δὲ σανίδας φάμενος οὐκ ἤδη καὶ πύλας. διὸ καὶ παρακατιὼν ἐρεῖ τὰς πύλας μὲν βληθείσας ἠχῆσαι, τὰς σανίδας δὲ διατμαγῆναι. Καί εἰσι πύλαι, ὡς ἐνταῦθα ἔοικεν ὁρίσασθαι Ὅμηρος, σανίδες πύκα στιβαρῶς ἀραρυῖαι. Ἐπιμένων δὲ ὁ ποιητὴς τῇ ἐκφράσει τῶν πυλῶν ἐπάγει «δικλίδας, ὑψηλάς, δοιοὶ δʼ ἔντοσθεν ὀχῆες εἶχον ἐπημοιβοί», ὅ ἐστι μετὰ τὸν ἕνα ὁ ἕτερος, «μία δὲ κληῒς ἐπαρήρει». Ἐφʼ οἷς γραφικῶς διαζωγραφῶν καὶ ἐκφράζων ἔργον, ὅπερ ἂν ποιήσοι ἀνὴρ τοσοῦτον λίθον ἀβαρῶς μὲν φέρων, στερρῶς δʼ ἐπαφείς, φησὶ «στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἐρεισάμενος βάλε μέσσας, εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη», ὃ δηλαδὴ νῦν ὁ Ἕκτωρ ἔβαλε, «ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς, πέσε δὲ λίθος εἴσω βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἂρ ὀχῆες ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλῃ λᾶος ὑπὸ ῥιπῆς», ἢ ὑπαὶ ῥιπῆς, «ὃ δʼ ἂρ ἔσθορε φαίδιμος Ἕκτωρ νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια, λάμπε δὲ χαλκῷ σμερδαλέῳ τὸν ἕεστο περὶ χροΐ. δοιὰ δὲ χερσὶ δοῦρʼ ἔχεν. οὐκ ἄν τις μιν ἐρυκάκοι ἀντιβολήσας νόσφι θεῶν, ὅτʼ ἐσᾶλτο πύλας, πυρὶ δʼ ὄσσε δεδῄει». οὕτω συνετράχυνε τοῖς πολεμικοῖς ἔργοις καὶ τὴν φράσιν ὁ ποιητὴς καὶ ἅμα καὶ σεμνῶς ἔγραψεν οὐδὲν ταπεινὸν εἰπών, ὡς οἷα τῷ Ἕκτορι συνεξαγριούμενος κατὰ τὴν γραφήν. Ἰστέον δὲ ὅτι παρασημειούνται οἱ παλαιοὶ ἐνταῦθα, ὡς πανταχόθεν ὁ ποιητὴς ἐκίνησε τὴν τῆς μάχης ἐνέργειαν ἢ τὴν τοῦ λόγου ἐνάργειαν, ἐκ τοῦ βαλόντος <!-- 3.420 -->ἥρωος, ἐκ τοῦ μεγάλου λίθου, ἐκ τῶν ὑψηλῶν πυλῶν καὶ ἀκριβῶς ἠσφαλισμένων, ἐκ τῶν διαρριπτουμένων σανίδων, ἐκ τοῦ ἐκεῖνον εἰσπηδῆσαι καὶ φοβερὸν βλέπειν, ἐκ τῆς τῶν ὅπλων λαμπηδόνος καὶ ἐφεξῆς ἐκ τῶν ὑπερβαινόντων τὸ τεῖχος, ἐκ τῶν κατʼ αὐτὰς τὰς πύλας εἰσχεομένων, ἐκ τῆς φυγῆς τῶν Δαναῶν. καὶ ὅλως μέγα τὸ πρᾶγμα παριστᾷ τῇ πολλῇ δυνάμει τοῦ λόγου. Ἐν τούτοις δὲ τὸ μὲν «πύκα» καὶ «στιβαρῶς» ἢ τῆς αὐτῆς ἐννοίας εἰσὶν ἢ πυκινότητος μέν, ἤγουν συνέσεως, τὸ πύκα, πυκνώσεως δὲ στερρᾶς τὸ στιβαρῶς, οὗ πρωτόθετον στείβω, τὸ καταπατῶ, ἐξ οὗ καὶ ἡ στιβάς. αἱ δὲ ἀραρυῖαι πύλαι τὸν πυλάρτην Ἅιδην ἀλλαχοῦ συντιθέασι. Δικλίδες δὲ ἴσως μὲν καὶ αἱ δὶς κλειόμεναι ὡς ὑψηλαί, τουτέστιν ὑπὸ δύο ὀχέων, ὡς δηλοῖ τὸ «ὀχῆες ἐσχεθέτην», μάλιστα δὲ ὥσπερ δίζυγες ἵπποι, οἱ ἀγόμενοι δύο ὑφʼ ἕνα ζυγόν, οὕτω καὶ πύλαι δικλίδες, αἱ ἀγόμεναι δύο ὑπὸ μίαν κλεῖδα, ὅ ἐστιν αἱ δίθυροι. διὸ καὶ Ὅμηρος λέγει «μία δὲ κληῒς ἐπαρήρει». Δῆλον δὲ ὡς, εἰ καὶ ἐκ τοῦ κλείς γέγονε τὸ δικλίς, ἀλλʼ ἀποβολῇ τοῦ ε τὴν διὰ τοῦ ι ἔχει γραφήν, ὡς καὶ τὸ κιγκλίς. Αἱ δὲ ὑψηλαὶ πύλαι καὶ ἱππήλατοί εἰσιν, οὐ μὴν κατὰ τὰς πυλίδας. Ὀχεὺς δὲ ὁ μοχλός, ἡ νῦν λεγομένη σειρά, ἤγουν σέρα, ὁμοίως τῷ ζειά ζέα καὶ δειρή δέρη. καὶ γίνεται παρὰ τὸ ἔχω, ὁ τὰς θύρας συνέχων. διὸ καὶ ὁ ποιητὴς τρόπῳ ἐτυμολογίας ἔφη «ἔντοσθεν ὀχῆες εἶχον», καὶ «οὐδʼ ἂρ ὀχῆες ἐσχεθέτην», οἷα ψευσάμενοι τὴν κλῆσιν. «Διαβάς» δὲ ὁ διαστήσας, ὡς ἐρρέθη, τὰ σκέλη, τουτέστι τὴν βάσιν, πρὸς ἀντέρεισιν. ὅθεν καὶ ὁ ποιητὴς πρὸς ἑρμηνείαν τοῦ ἐρεισάμενος ἔφη τὸ «εὖ διαβάς». Ἀττικὴ δὲ ἡ λέξις. φησὶ δὲ καὶ ὁ Κωμικός «τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος». Γίνεται δὲ τῷ Ἕκτορι τὸ βέλος οὐκ ἀφαυρόν, οὐ μόνον διὰ τοῦ μάλα ἐγγὺς ἐλθεῖν καὶ εὖ διαβάντα ἐρείσασθαι, ἀλλὰ συμβάλλεται πρὸς τοῖς ἤδη ῥηθεῖσι καὶ ἡ ῥώμη τῶν χειρῶν καὶ ἡ βριθοσύνη τοῦ λίθου καὶ ἡ κατὰ μέσας τὰς πύλας αὐτοῦ βολή. Σημείωσαι δʼ ἐνταῦθα καὶ ὅτι τρισὶν ἐννοίαις, τῷ «ἔστη μάλʼ ἐγγύς», καὶ τῷ <!-- 3.421 -->«ἐρεισάμενος βάλε», καὶ τῷ «εὖ διαβάς», μίαν ἐπήγαγεν αἰτίαν τὸ «ἵνα μὴ ἀφαυρὸν βέλος εἴη». πάντως γὰρ διὰ τοῦτο καὶ ἐγγὺς τῶν πυλῶν ὁ Ἕκτωρ ἔστη καὶ ἠρείσατο καὶ τοὺς πόδας διέστησεν, ἵνα τὸ βέλος ἰσχυρὸν γένηται. Οὕτω καὶ Σοφοκλῆς ἐν Αἴαντι δυσὶν ἐννοίαις μίαν αἰτίαν ἐπάγει, ἔνθα λέγει ὡς οὔτε κωλύειν ἔχω σε τοῦ λαλεῖν, οὔτε συγχωρεῖν τοιαῦτα παθόντα κακά. Θαιρὸς δὲ νῦν μὲν στρόφιγξ θύρας. ἐν δὲ ῥητορικῷ Λεξικῷ εὕρηται καὶ ὅτι θαιρὸς ὁ ἄξων παρὰ Σοφοκλεῖ. Περὶ δὲ τοῦ μύκον καὶ τοῦ ἄλλυδις προδεδήλωται. δῆλον δὲ ὅτι ἀλλαχοῦ μὲν τὸ πύλαι μύκον ἦχον ἁπλῶς ἐδήλου πυλῶν ἀνοιγομένων, ἐνταῦθα δὲ θραυομένων ὑπὸ λίθου βολῆς καὶ οὕτω ποιόν τι ἠχούντων. Νυκτὶ δὲ ἀτάλαντος ὁ ἥρως τὰ ὑπώπια διὰ τὴν δεινότητα, ὡς καὶ ὁ Ἀπόλλων νυκτί που ἐῴκει διὰ τὴν σκυθρωπότητα. Ὑπώπια δὲ λέγει τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ἁπλῶς μέρη, τὴν πρόσοψιν. καὶ οὕτω μὲν ὁ ποιητής, οἱ δὲ ὕστερον ὑπώπιά φασι τὰς περὶ τοὺς ὀφθαλμοὺς πληγάς, ἐξ ὧν ὡς ἐκ μέρους καιριωτάτου καὶ τὸ ὑπωπιάζειν καὶ σώματος ὑπωπιασμὸς μεταφορικῶς ὁ κατὰ σύντηξιν. Ὅτι δὲ ὑπώπια αἱ περὶ ὀφθαλμοὺς πληγαὶ μεθʼ Ὅμηρον, δῆλον καὶ ἀπὸ σκώμματος παλαιοῦ. παθόντος γάρ τινος πρόσκομμα καὶ ἐρωτηθέντος, τί τοῦτο, καὶ ἀμαθῶς εἰπόντος, ὡς ὑπώπιον πάθοι, ἀκούσας <!-- 3.422 -->τῶν τις καὶ ἀστείων καὶ ἔσω λόγου, καὶ τὴν κεφαλὴν ἐς νέωτα ταινίαις διαλαβών, ὅ ἐστι φασκίαις, καὶ ἐρωτηθεὶς τί πάθοι, πρόσκομμα ἔφη, καὶ οὕτω τοῖς ἀκροαταῖς ἐκίνησε γέλωτα, ὡς ἐπίσης γελοῖον ὂν ὑπώπια φάναι παθεῖν περὶ πόδας καὶ πρόσκομμα περὶ πρόσωπον. ὧν ἐπὶ ποδῶν μὲν κυριολεκτεῖται τὸ πρόσκομμα, ἐπὶ προσώπου δὲ τὸ ὑπώπιον, ὃ παρῆκται καθʼ ὁμοιότητα τοῦ ἐνώπιον, μετώπιον, ἔτι δὲ καὶ παρώπιον, τὸ καὶ ἀντήλιον. τὸ δὲ ἦν δέρμα περὶ τὰς ὄψεις τῶν ἵππων, ὥς φησιν Αἴλιος Διονύσιος, ὅπερ οἱ θεωρικοὶ πάρωπον λέγουσι. Ἰστέον δὲ ὅτι, ὥσπερ γελοῖον καταγαγεῖν εἰς πόδας τὸ ὑπώπιον, οὕτω καὶ τὸ ἀναγαγεῖν εἰς ὀφθαλμοὺς τὸ ῥαιβόν. Ῥαιβοὶ μὲν γὰρ οἱ ἐρραισμένοι τὴν βάσιν, καὶ ῥαιβοὶ πόδες οἱ ἀπʼ ἐναντίας τοῖς βλαισοῖς, ῥαιβότης δὲ ἐπὶ ὀφθαλμοῦ ἄνω ποιεῖ, ὅ φασι, τὰ κάτω. Σημείωσαι δὲ ὅτι νυκτὶ ἀτάλαντον εἰπὼν τὸν Ἕκτορα, ὅπερ οὐ πρὸς ἐπαίνου ἦν τῷ ἥρωϊ, ἐννοίαις ἑτέραις τὴν τοιαύτην φωτίζει νύκτα, φαίδιμόν τε αὐτὸν εἰπὼν καὶ λάμπειν χαλκῷ καὶ σμερδαλέον καθʼ ἑτέραν γραφήν, καὶ πυρὶ ὄσσε δεδῃέναι, ἤγουν πυρὶ τοὺς ὀφθαλμοὺς αὐτῷ καίεσθαι. Καὶ θαυμάζουσιν οἱ παλαιοί, ὡς ἐναντίαις εἰκόνων ὁμοιότησι κοσμεῖ τὸν Ἕκτορα, τὸν αὐτὸν ζοφώδη τε εἰπὼν καὶ λαμπρόν, καὶ τὴν τῶν ὑπωπίων νύκτα περιαστράψας παραβολικῶν εἰκόνων φωτί. Δύο δὲ δοῦρα χερσὶν ἔχει, καθὰ καὶ πρὸ ὀλίγου ὁ Σαρπηδών. Τὸ δὲ «οὐκ ἄν τίς μιν ἐρυκάκοι» ἐπιφωνηματικῶς ἐρρέθη ἐπὶ πᾶσιν ἐκφωνηθὲν κομματικῶς καὶ πολλὴν ἔννοιαν ἐν ὀλιγίστῃ φράσει δηλοῦν. Τὸ δὲ «νόσφι θεῶν» καὶ ὡς ἐν σχήματι προαναφωνήσεως κεῖται. διὸ πιθανῶς μετʼ ὀλίγα τὸν Ποσειδῶνα ἀντεπεξάγει βοηθοῦντα τοῖς Ἀχαιοῖς. Τὸ δὲ «ἐσᾶλτο πύλας» ὅμοιόν ἐστι τῷ «ἐσήλατο τεῖχος Ἀχαιῶν», ὃ προγέγραπται. Ὅτι Ἕκτωρ μὲν «κέκλετο Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον τεῖχος ὑπερβαίνειν, τοὶ δʼ ὀτρύνοντι πείθοντο» καὶ νῦν, ὡς ἀεὶ ἐποίουν. Καὶ ὅρα ὡς Λύκιοι μὲν πρὸ μικροῦ «ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπέβρισαν», Τρῶες δʼ <!-- 3.423 -->ὀτρύνοντι Ἕκτορι πεισθέντες μεγάλα ἔδρασαν. καὶ ἔοικε βαρύτερον ἄρχειν τῶν Λυκίων ὁ Σαρπηδών, τοῖς Ἕλλησι μέντοι ὁ βασιλεὺς ἠπίως προσφερόμενός που ἄλλα τε παραινεῖ καὶ ἀλλήλους αἰδεῖσθαι κατὰ κρατερὰς ὑσμίνας. οὐ μὴν οὐδὲ ὁ Ἕκτωρ πάντῃ τούτου ἀπέοικεν, εἰ καί ποτε πρὸς ἕνα τινὰ οἷον Πάριν ἢ Πολυδάμαντα καταφέρεται βαρύς. Ἐνταῦθα δὲ ὁ ποιητὴς ἑρμηνεύων τὸ «πίθοντο» φησὶ «αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς ποιητὰς ἐσέχυντο πύλας», ἤγουν ὑγρότερον καὶ σπουδαιότερον εἰσῆλθον, ἵνα δηλοῖ καὶ νῦν ἡ λέξις τὴν ῥᾴονα διὰ τῶν πυλῶν εἴσοδον καὶ οἷον πρόχυσιν, ὡς τοῦ τείχους ἔχοντός τι πρόσαντες διὰ τὸ προσίστασθαι τῇ εἰσόδῳ. Ἐφʼ οἷς ἐπάγων τὸ μεῖζον κακόν φησι «Δαναοὶ δʼ ἐφόβηθεν» οὐχʼ ἁπλῶς, ἀλλὰ «νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη». Καὶ ἐν τούτοις κατέστησε τὴν τοῦ τείχους ἅλωσιν, Σαρπηδόνος μὲν ὑποβαλομένου ἀρχάς, Ἕκτορος δὲ τελειώσαντος. καί πως ἑάλω ἤδη τὸ ναύσταθμον, εἰ καὶ ἡ παλίωξις ἀναστρέψει τὸ κακόν. Σημείωσαι δὲ ὅτι τὸ μὲν ὑπερβαίνειν καὶ τὸ ὑπέρβασαν οὐκ ἔχει τινὰ ψόγον ἐνταῦθα, ἡ δὲ ἐκ τοῦ τοιούτου ῥήματος ὑπερβασία λέξις ἐστὶν ἀεὶ ἐπίψογος, καθὰ δηλοῖ καὶ τὸ «ὑπερβασίαι δʼ ἀλεγειναί». Ἔστι δὲ τὸ ὑπέρβασαν οὐκ ἐκ τοῦ ὑπερβαίνειν, ἀλλʼ ἐκ τοῦ πρωτοτύπου βῶ, ἐξ οὗ καὶ ἡ βάσις καὶ ἡ ὑπερβασία. Ἀλίαστος δὲ ὅμαδος ἢ ὃν οὐκ εἶχον διεκφυγεῖν οἱ Ἀχαιοί, ἢ ὁ πολυλίαστος, ὁ εἰς πολὺν δηλαδὴ φόβον παρακινῶν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: xpw-adl`.
