---
title: "Glosses on Euripides' Trojan Women"
title_greek: Γλῶσσαι εἰς Εὐριπίδου Τρωάδας
author: Scholia on Euripides
eul_wid: cto-ad
eul_aid: cto
canonical: "https://eulogikon.org/works/euripides-scholia-troades-cto-ad"
lang: grc
period: Hellenistic
dialect: Mixed Dialects
domain: Grammar
genre: Commentary
content_hash: "sha256:20525b3a197a8c63da4ffa95cabbe5da8ba42965a25a8da61391d8377e5d05b2"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Glosses on Euripides' Trojan Women

*Γλῶσσαι εἰς Εὐριπίδου Τρωάδας*

**Author:** Scholia on Euripides

**eul_wid:** `cto-ad` · [HTML page](https://eulogikon.org/works/euripides-scholia-troades-cto-ad)

## Text

<!-- 15 -->γράφεται καὶ ἀγάλματα <!-- 23 -->τὸ ἑξῆς· ἐγὼ δὲ λείπω <!-- 24 -->ταῖς παρακλήσεσιν Ἥρας καὶ Ἀθηνᾶς <!-- 34 -->ὡς καὶ τῆς Ἑλένης σὺν ταῖς αἰχμαλώτοις κειμένης <!-- 39 -->ἀντὶ τοῦ ἧς <!-- 40 -->γράφεται οἰκτρά, ὃ καὶ ἄμεινον <!-- 43 -->τὸ ὅσιον <!-- 48 -->τὸν πλησιάζοντα τῷ πατρὶ κατὰ τὸ γένος <!-- 50 -->τὴν κατὰ τῶν Τρώων ἔχθραν <!-- 51 -->φιλονεικεῖ ὁ Ποσειδῶν σῴζειν τὴν Ἴλιον, ἐπεὶ ᾠκοδόμησεν αὐτήν <!-- 53 -->τοὺς τρόπους <!-- 54 -->σοὶ καὶ ἐμαυτῇ <!-- 55 -->μὴ οὖν <!-- 57 -->ἐφʼ ᾗ νῦν ἐσμεν <!-- 59 -->μεταβαλοῦσα <!-- 67 -->διὰ τί, φησὶν, οὕτω μεταβαίνεις <!-- 79 -->τοὺς ἀνέμους καὶ τὰ πνεύματα τὰ σφοδρά <!-- 89 -->αἱ ἀπὸ τῆς Δήλου τραχεῖαι πέτραι <!-- 94 -->ἐκπέμπῃ τὰ σχοινία <!-- 113 -->ἀντὶ τοῦ· φεῦ τῆς ἀνακλίσεως τῶν μελῶν, ὡς διάκειμαι <!-- 121 -->δυσχορεύτους <!-- 132 -->τὸν ἀδελφὸν τῆς Ἑλένης <!-- 134 -->ἀντὶ τοῦ σφάζεσθαι ποιεῖ <!-- 139 -->αὕτη μὲν ἔξω τῆς σκηνῆς ἦν, ὁ δὲ χορὸς ἔσω <!-- 141 -->τῇ διὰ ξυροῦ ἐκκαρθείσῃ <!-- 145 -->πυρπολεῖται Ἴλιος, διʼ ὃ θρηνοῦμεν <!-- 152 -->ἀνύμνουν <!-- 162 -->ταῖς ναυσὶν ἀπάξουσιν <!-- 170 -->ἐκβακχευομένην <!-- 175 -->οἱ αἰχμαλωτισθέντες <!-- 176 -->τὸ λοιπὸν ἡμιχόριον ἐξῆλθεν <!-- 178 -->ταῦτα ἐπερωτῶν ὁ χορὸς λέγει περὶ ἑαυτοῦ <!-- 180 -->ἐν ἐρωτήσει καὶ ταῦτα <!-- 186 -->ἐγγὺς εἶ τοῦ κληρωθῆναι <!-- 189 -->γράφεται πόρρω περιπαθῶς τὸ πρόσω Τροίας <!-- 203 -->ἢ λέκτροις πλησιάσασα τῶν Ἑλλήνων <!-- 205 -->τῆς πηγῆς τὸ ἑξῆς· ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων ἢ Πειρήνης ὑδάτων <!-- 209 -->ταῦτα ὑποθεραπεύων τοὺς Ἀθηναίους λέγει <!-- 212 -->γένωμαι ἐκεῖσε, ἀπαντήσω δούλη Μενελάου οὖσα <!-- 217 -->τῇ θάλλειν ποιούσῃ <!-- 220 -->τὴν Σικελίαν <!-- 221 -->Φοινίκης, τῆς Καρχηδόνος· ἵνα λέγῃ τὴν τῶν Λιβυφοινίκων χώραν: — <!-- 227 -->πυρσεύων <!-- 234 -->τῆς Ἑλληνικῆς <!-- 243 -->κεκλήρωσθε <!-- 253 -->ᾗτινι <!-- 254 -->ὁ Ἀπόλλων τὴν παρθενίαν <!-- 255 -->τῆς μαντικῆς <!-- 257 -->ἱέρεια γὰρ ἦν τοῦ Ἀπόλλωνος <!-- 260 -->τὸ νεωστὶ ἁρπαγέν <!-- 263 -->τίνι ταύτην ὁ κλῆρος ἔζευξε καὶ ἀπένειμεν <!-- 270 -->τύχη <!-- 276 -->λείπει ἡ διά, διὰ τὸ γηραιὸν κάρα, ὡς τὸ «σοὶ πάντες μαχόμεσθα», ἀντὶ τοῦ διὰ σέ <!-- 279 -->τὸ κεκαρμένον <!-- 284 -->ἐχθρῷ τῆς δίκης καὶ θηρίῳ παρανόμῳ <!-- 292 -->δέσποινα <!-- 294 -->πορεύεσθε ἐπὶ Κασάνδραν <!-- 303 -->ἐκ μεταφορᾶς τῶν ὑποζυγίων <!-- 311 -->ὁ ἀνὴρ ὁ ἄγων με <!-- 317 -->ἀντὶ τοῦ καταστένεις. Ἀττικὸν τὸ σχῆμα <!-- 324 -->ὡς νόμος ἐστί, ὥσπερ καὶ τὸ «ᾗ θέμις ἐστί», ἀντὶ τοῦ· ὡς θέμις ἐστίν <!-- 326 -->ὥσπερ εἴωθε ἐπὶ τοῦ πατρὸς χορεύειν <!-- 329 -->μετὰ δαφνῶν χορεύω <!-- 333 -->ἀντὶ τοῦ· μετὰ ποδῶν ἐμέθεν <!-- 337 -->ἐμὲ τὴν νύμφην. ἰαχαῖς δὲ λέγει νῦν ἐπίσης τῷ ἠχήμασι <!-- 341 -->ταῦτά τινες τῷ Ταλθυβίῳ, τινὲς δὲ τῷ χορῷ ἐπιμερίζουσιν <!-- 347 -->οὐκ ἤλπιζόν σε γαμεῖσθαι αἰχμαλωτισθεῖσαν <!-- 356 -->κἂν ἐγὼ μὴ βούλωμαι ἐξελθεῖν, σύ με ὤθει ὅ ἐστι· εἰ σῴζεται ἡ μαντική <!-- 359 -->ἀντικτανθῆναι ποιήσω <!-- 363 -->ἀπὸ κοινοῦ τὸ ἐάσω. λέγει δὲ τὸν Ὀρέστην <!-- 364 -->πόρθησιν <!-- 365 -->τὴν Τροίαν <!-- 370 -->ὁ Ἀγαμέμνων ὑπὲρ Μενελάου <!-- 374 -->οἱ Ἕλληνες <!-- 375 -->οὐχ ὑπὲρ ὁρίων γῆς μαχόμενοι <!-- 377 -->οὐκ ἐτάφησαν ὑπὸ τῶν ἰδίων γυναικῶν <!-- 386 -->οἱ Τρῶες ὑπὲρ γῆς ἔθνῃσκον, ὅπερ ἐστὶ τὸ κάλλιστον κλέος <!-- 394 -->τὰ δοκοῦντά σοι λυπηρά <!-- 409 -->ἀτιμωρητί <!-- 412 -->τῶν εὐτελῶν <!-- 415 -->ἠράσθη <!-- 418 -->τοὺς ἐπαίνους <!-- 420 -->ἐν εἰρωνείᾳ ταῦτα λέγει <!-- 423 -->τῆς Πηνελόπης <!-- 429 -->οἵτινες οἱ διʼ ἐμοῦ ἑρμηνευόμενοι <!-- 430 -->ὅτι εἰς κύνα μέλλει μεταβληθῆναι <!-- 431 -->ἀποστρέφει εἰς τὸν Ὀδυσσέα τὰ ἑξῆς <!-- 432 -->τῷ Ὀδυσσεῖ <!-- 437 -->ὡς ἐν τῷ Λιγυστικῷ οἰκούσης τῆς Κίρκης <!-- 443 -->τοὺς μνηστῆρας <!-- 444 -->πρὸς ἑαυτὴν ταῦτα λέγει <!-- 450 -->ὥστε ὑπὸ θηρῶν διαφθαρῆναι <!-- 476 -->οὐχ ἁπλῶς πλῆθος, ἀλλὰ καὶ πολλοὺς καὶ ἀγαθούς <!-- 483 -->τῷ βωμῷ <!-- 494 -->καὶ ἐν πέδῳ ἀναγκάσουσι κοιμᾶσθαι ἐν ῥυσοῖς νώτοις ἔχουσαν ῥάκη <!-- 495 -->γηραιοῖς <!-- 497 -->σχίσματα ἀνάξια βασιλεῦσιν <!-- 500 -->διὰ τὸ μαντεύεσθαι <!-- 501 -->τὴν παρθενίαν <!-- 511 -->βούλεται τὴν ἀρχὴν λέγειν πῶς τὸ Ἴλιον ἐπορθήθη <!-- 517 -->ὅτι <!-- 521 -->τὸ ἑξῆς· ἔλιπον Ἀχαιοί <!-- 522 -->ὁ Τρωικός <!-- 527 -->τίς, φησὶν, οὐκ ἐξῆλθεν πρὸς τὸ θεάσασθαι τὸν ἵππον <!-- 533 -->τῇ ὀρεινῇ πεύκῃ <!-- 546 -->οὕτως ὥστε πληρῶσαι καὶ τὸν αἰθέρα <!-- 547 -->τὴν εὔφρονα μολπήν, ἤγουν τὴν εὐφραντικήν <!-- 551 -->τὴν ὀρεσίτροφον <!-- 556 -->τὰς ἕδρας τῶν Περγάμων βοὴ κατεῖχεν <!-- 557 -->τὰ βρέφη, φησὶν, ἔσω ἔφυγε τῶν πέπλων τῶν μητέρων <!-- 560 -->τοῦ ἵππου <!-- 561 -->ὅπερ ἦν ἔργον τῆς Ἀθηνᾶς <!-- 570 -->τῇ συζυγίᾳ. ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων <!-- 572 -->τοῖς πλάτεσι τῆς ἀπήνης <!-- 575 -->οἷστισιν ὅπλοις ὁ τοῦ Ἀχιλλέως παῖς στέφει τοὺς ναοὺς τῆς Φθίας <!-- 578 -->Ἀνδρομάχη πρὸς Ἑκάβην ἀμοιβαῖα <!-- 587 -->τὸ ἑξῆς· μόλοις, ὦ πόσι μοι, σᾶς δάμαρτος ἄλκαρ, ὅ ἐστιν ἐμοῦ ἐπικουρία <!-- 590 -->βοήθεια <!-- 591 -->σύ τε, ὦ Πρίαμε, λῦμα γεγονὼς τοῖς Ἕλλησι <!-- 595 -->ἃ ποθεῖτε, μεγάλα ἐστίν, ἡ μὲν Ἕκτορα, ἡ δὲ Πρίαμον <!-- 597 -->κακοβουλίαις <!-- 600 -->πρόκειται, φησὶ, τὰ σώματα τοῖς γυψί τῇ δὲ Τροίᾳ ὁ Ἀλέξανδρος δουλεῖα ζυγὰ ἤνυσεν <!-- 602 -->ἀπὸ κοινοῦ τὸ καταλειπομένην σε δακρύω <!-- 608 -->ἡδύ ἐστι τὰ δάκρυα τοῖς ἀτυχοῦσι καὶ ἡ Μοῦσα ἣ λύπας ἔχει <!-- 610 -->τὸ ἑξῆς· ὦ μῆτερ ἀνδρὸς Ἕκτορος <!-- 612 -->ὑψοῦσι <!-- 614 -->λεία ὄντες ἀγόμεθα <!-- 621 -->ἕτερον ἕτερον διαδέχεται <!-- 625 -->αἴνιγμά ἐστι λόγος οὐ σαφῶς λεγόμενος <!-- 635 -->παραμυθίαν <!-- 636 -->τὸ ὅλως μὴ γεννηθῆναι <!-- 638 -->οὐκ αἰσθάνεται τῶν κακῶν ὁ νεκρός <!-- 665 -->λέγουσιν ὅτι μία νὺξ λύει τὴν δυσμένειαν τῇ φιλίᾳ <!-- 669 -->ἀλλʼ οὐδὲ πῶλος, εἰ διαχωρισθείη τῆς συντραφείσης, ῥᾳδίως τὸν ζυγόν <!-- 684 -->ἐμοὶ δηλονότι <!-- 701 -->καὶ ἡμᾶς <!-- 713 -->τὸν Ἀστυάνακτα <!-- 763 -->περιλάμβανε <!-- 769 -->ὅτι τούτων ἡ αἰτία αὐτοῖς γέγονεν ἡ Ἑλένη <!-- 797 -->πάσῃ σπουδῇ <!-- 799 -->τῆς τρεφούσης μελίσσας· τίμιον γὰρ τὸ ζῷον <!-- 801 -->τὴν Ἀττικὴν λέγει <!-- 811 -->τὰ ναύδετα λέγει τὰ πρυμνήσια <!-- 812 -->τὰ τόξα λέγει <!-- 814 -->τὰς κατασκευὰς, τὰ τείχη <!-- 817 -->πίτυλον λέγει τὴν συνεχῆ τῶν κωπῶν φοράν, νῦν δὲ τὴν ὁρμήν <!-- 821 -->οὓς ἡμεῖς λέγομεν σκύφους, οἷς τὸν οἶνον ἀρύονται, ἢ κυάθους <!-- 823 -->ἐν οἰνοχόαις <!-- 835 -->πεπόρθηνται <!-- 845 -->πολλὰ εἴρηται περὶ τοῦ Διὸς, οὐκέτι ἐρῶ οὐδὲ ὀνειδίσω τῷ Διί <!-- 858 -->τὰ δὲ τῶν θεῶν φίλτρα ἀφανῆ νῦν εἰσιν <!-- 873 -->μοχθήσαντες ἐκράτησαν <!-- 899 -->λείπει τὸ εἰσίν· ποῖαί εἰσιν <!-- 900 -->περὶ ἐμοῦ ἕνεκα <!-- 958 -->ταῖς σειραῖς τοῖς σχοινίοις <!-- 962 -->ὁ Δηίφοβος <!-- 966 -->ὦ Ἑκάβη <!-- 967 -->τῆς Ἑλένης <!-- 1008 -->ἐμελέτας <!-- 1009 -->τῇ σωφροσύνῃ <!-- 1023 -->πρὸς αὐτὴν ἀποτείνεται ὡς ἂν καὶ κοσμηθεῖσαν <!-- 1025 -->ἐρειπίοις τοῖς ῥάκεσι μεταφορικῶς ἀπὸ τῶν κατερηριμμένων οἴκων <!-- 1052 -->πρὸς τὰς ψυχὰς τῶν ἐρώντων <!-- 1063 -->τῶν πεμμάτων τῶν πλακούντων <!-- 1066 -->ἐν γὰρ τῇ Ἴδῃ ἐτιμᾶτο ὁ Ζεὺς <!-- 1067 -->πολλῇ ὑφʼ ἧς οἱ ποταμοὶ πληροῦνται <!-- 1072 -->ἀντὶ τοῦ· αἱ περὶ ὀψίαν τοῖς θεοῖς παννυχίδες <!-- 1077 -->μέλει μοι εἰ φρονεῖς τῆς πόλεως καταλυομένης <!-- 1082 -->ἐν τοῖς νεκροῖς διατρίβεις <!-- 1085 -->ἄλουστος· λούουσι γὰρ τοὺς νεκροὺς οἱ νομίμως θάπτοντες <!-- 1087 -->οὕτως καλεῖται τὸ κατὰ Πελοπόννησον Ἄργος <!-- 1090 -->κατήορα <!-- 1096 -->λείπει ἡ εἰς· εἰς Σαλαμῖνα <!-- 1097 -->διὰ τὸ εἰς δύο θαλάσσας τὸν Ἰσθμὸν διῃρῆσθαι διῄρηται γάρ <!-- 1099 -->ἡ Πελοπόννησος <!-- 1100 -->εἶδος πλοίου <!-- 1106 -->δουλεῦσαι μέλλουσαν Ἑλλάδι <!-- 1112 -->πόλις Λακεδαιμονίων ἡ Πιτάνη <!-- 1117 -->ἀντὶ τοῦ Τρωσίν <!-- 1118 -->τὸ ἑξῆς· ἰὼ συντυχίαι <!-- 1148 -->ἐπιχέοντες τὴν ναῦν <!-- 1150 -->ἀπήλλαξά σε μόχθου διὰ τὸ λελουκέναι αὐτόν <!-- 1166 -->ὅστις μὴ μετὰ λογισμοῦ φοβεῖται <!-- 1195 -->φύλακες γάρ εἰσι καὶ οἱ φρουροῦντες <!-- 1231 -->ἀνεπιλήστων <!-- 1236 -->τὰς ὁρμὰς τῶν χειρῶν <!-- 1248 -->οὐδέν <!-- 1257 -->ἁπτούσας <!-- 1278 -->οὐκέτι γὰρ ὀνομασθήσῃ <!-- 1284 -->μαίνῃ ὑπὸ τῶν κακῶν <!-- 1287 -->ὦ Ζεῦ φύλαξ <!-- 1292 -->ὡς ἄπολις ὄλωλεν <!-- 1296 -->τὰ στέγη <!-- 1314 -->ἀνήκοος εἶ τῆς ἐμῆς ἄτης <!-- 1321 -->τὸ δὲ ὄνομα τῆς πόλεως ἄλλο ἀλλαχοῦ φροῦδον πορευθήσεται <!-- 1326 -->κίνησις ἐπισείσει <!-- 1328 -->τρόμῳ φέρεται τὸ ἐμὸν ἴχνος <!-- 1332 -->τὰς ναῦς

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cto-ad`.
