---
title: "Scholia on Euripides: Life of Euripides"
title_greek: "Σχόλια εἰς Εὐριπίδην, Γένος Εὐριπίδου"
author: Scholia on Euripides
eul_wid: cto-aja
eul_aid: cto
canonical: "https://eulogikon.org/works/euripides-scholia-euripides-life-cto-aja"
lang: grc
period: Hellenistic
dialect: Mixed Dialects
content_hash: "sha256:5cff60969f5706d5b54430cde3c94e6a29a13fc9cf1401454fc0807506e4aa19"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Euripides: Life of Euripides

*Σχόλια εἰς Εὐριπίδην, Γένος Εὐριπίδου*

**Author:** Scholia on Euripides

**eul_wid:** `cto-aja` · [HTML page](https://eulogikon.org/works/euripides-scholia-euripides-life-cto-aja)

## Text

ΓΕΝΟΣ ΕΥΡΙΠΙΔΟΥ

<!-- 1 -->Εὐριπίδης ὁ ποιητὴς υἱὸς ἐγένετο Μνησαρχίδου καπήλου καὶ Κλειτοῦς λαχανοπώλιδος, Ἀθηναῖος. ἐγεννήθη δὲ ἐν Σαλαμῖνι ἐπὶ Καλλίου ἄρχοντος κατὰ τὴν οε ὀλυμπιάδα ὅτε ἐναυμάχησαν τοῖς Πέρσαις οἱ Ἕλληνες. <!-- 2 -->Ἤσκησε δὲ κατʼ ἀρχὰς μὲν παγκράτιον, ἢ πυγμὴν, τοῦ πατρὸς αὐτοῦ χρησμὸν λαβόντος ὅτι στεφανηφόρους ἀγῶνας νικήσει, καί φασιν αὐτὸν Ἀθήνησι νικῆσαι· ἀναγνοὺς δὲ ἐπὶ τραγῳδίαν ἐτράπη καὶ πολλὰ προσεξεῦρε, προλόγους φυσιολογίας ῥητορείας ἀναγνωρισμοὺς, ὡς δὴ ἀκουστὴς γενόμενος Ἀναξαγόρου καὶ Προδίκου καὶ Πρωταγόρου. δοκεῖ δὲ αὐτῷ καὶ Σωκράτης ὁ φιλόσοφος συμπεποιηκέναι τινά, ὥς φησι Τηλεκλείδης· «Μνησίλοχος δὲ ἐκεῖνος φρύγει τι δρᾶμα καινὸν Εὐριπίδου καὶ Σωκράτης τὰ φρύγανʼ ὑποτίθησιν.» οἱ δὲ τὰ μέλη αὐτῷ φασι Κηφισοφῶντα ποιεῖν, ἢ Τιμοκράτην Ἀργεῖον. φασὶ δὲ αὐτὸν καὶ ζωγράφον γενέσθαι καὶ δείκνυσθαι αὐτοῦ πινάκια ἐν Μεγάροις· γενέσθαι δὲ αὐτὸν καὶ πυρφόρον τοῦ Ζωστηρίου Ἀπόλλωνος. γεννηθῆναι δὲ τῇ αὐτῇ ἡμέρᾳ ᾗ καὶ Ἑλλάνικον, ἐν ᾗ ἐνίκων τὴν περὶ Σαλαμῖνα ναυμαχίαν οἱ Ἕλληνες, ἄρξασθαι δὲ ἀγωνίζεσθαι γενόμενον ἐτῶν κϛ. μετέστη δὲ ἐν Μαγνησίᾳ καὶ προξενίᾳ ἐτιμήθη καὶ ἀτελείᾳ. ἐκεῖθεν δὲ εἰς Μακεδονίαν παρὰ Ἀρχέλαον γενόμενος διέτριψε καὶ χαριζόμενος αὐτῷ δρᾶμα ὁμωνύμως ἔγραψε καὶ μάλα ἔπραττε παρʼ αὐτῷ, ὅτε καὶ ἐπὶ τῶν διοικήσεων ἐγένετο. ἐλέγετο δὲ καὶ βαθὺν πώγωνα θρέψαι καὶ ἐπὶ τῆς ὄψεως φακοὺς ἐσχηκέναι. γυναῖκα δὲ γῆμαι πρώτην Μελιτώ, δευτέραν δὲ Χοιρίλην. καὶ υἱοὺς κατέλιπε τρεῖς, Μνησαρχίδην μὲν πρεσβύτατον ἔμπορον, δεύτερον δὲ Μνησίλοχον ὑποκριτήν, νεώτατον δὲ Εὐριπίδην, ὃς ἐδίδαξε τοῦ πατρὸς ἔνια δράματα. ἤρξατο δὲ διδάσκειν ἐπὶ Καλλίου ἄρχοντος ὀλυμπιάδος πα ἔτει α, πρῶτον δὲ ἐδίδαξε τὰς Πελιάδας, ὅτε καὶ τρίτος ἐγένετο. τὰ πάντα δʼ ἦν αὐτοῦ δράματα ϙβ, σῴζεται δὲ οη· τούτων νοθεύεται τρία, Τέννης Ῥαδάμανθυς Πειρίθους. ἐτελεύτησε δὲ, ὥς φησι Φιλόχορος, ὑπὲρ τὰ ο ἔτη γεγονώς, ὡς δὲ Ἐρατοσθένης, οε· καὶ ἐτάφη ἐν Μακεδονίᾳ· κενοτάφιον δὲ αὐτοῦ Ἀθήνησιν ἐγένετο καὶ ἐπίγραμμα ἐπεγέγραπτο Θουκυδίδου τοῦ ἱστοριογράφου ποιήσαντος, ἢ Τιμοθέου τοῦ μελοποιοῦ·

  
μνῆμα μὲν Ἑλλὰς ἅπασʼ Εὐριπίδου, ὀστέα δʼ ἴσχει  
  
γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου.  
  
πατρὶς δʼ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δὲ Μούσας  
  
τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.  
φασὶ δὲ κεραυνωθῆναι ἀμφότερα μνημεῖα. λέγουσι δὲ καὶ Σοφοκλέα ἀκούσαντα ὅτι ἐτελεύτησεν, αὐτὸν μὲν ἱματίῳ φαιῷ προελθεῖν, τὸν δὲ χορὸν καὶ τοὺς ὑποκριτὰς ἀστεφανώτους εἰσαγαγεῖν ἐν τῷ προαγῶνι καὶ δακρῦσαι τὸν δῆμον. <!-- 3 -->Εὐριπίδης Μνησαρχίδου Ἀθηναῖος. τοῦτον οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ὡς λαχανοπώλιδος υἱὸν κωμῳδοῦσι. γενέσθαι δὲ κατʼ ἀρχὰς μὲν αὐτόν φασι ζωγράφον, σχολάσαντα δὲ Ἀρχελάῳ τῷ φυσικῷ καὶ Ἀναξαγόρᾳ ἐπὶ τραγῳδίαν ὁρμῆσαι. ὅθεν καὶ πλέον τι φρονήσας εἰκότως περιίστατο τῶν πολλῶν, οὐδεμίαν φιλοτιμίαν περὶ τὰ θέατρα ποιούμενος. διὸ τοσοῦτον αὐτὸν ἔβλαπτε τοῦτο ὅσον ὠφέλει τὸν Σοφοκλέα. ἐπέκειντο δὲ καὶ οἱ κωμικοὶ φθόνῳ αὐτὸν διασύροντες. ὑπεριδὼν δὲ πάντα εἰς Μακεδονίαν ἀπῆρε πρὸς Ἀρχέλαον τὸν βασιλέα κἀνταῦθα ὀψιαίτερον ἀναλύων ὑπὸ βασιλικῶν ἐφθάρη κυνῶν. ἤρξατο δὲ διδάσκειν κατὰ τὴν πα ὀλυμπιάδα ἐπὶ ἄρχοντος Καλλίου. πλάσματι δὲ μέσῳ χρησάμενος περιγέγονε τῇ ἑρμηνείᾳ ἄκρως εἰς ἀμφότερον χρώμενος ταῖς ἐπιχειρήσεσι. καὶ τοῖς μέλεσίν ἐστιν ἀμίμητος παραγκωνιζόμενος τοὺς μελοποιοὺς σχεδὸν πάντας, ἐν δὲ τοῖς ἀμοιβαίοις περισσὸς καὶ φορτικὸς καὶ ἐν τοῖς προλόγοις δὲ ὀχληρός, ῥητορικώτατος δὲ τῇ κατασκευῇ καὶ ποικίλος τῇ φράσει καὶ ἱκανὸς ἀνασκευάσαι τὰ εἰρημένα. τὰ πάντα δὲ ἦν αὐτοῦ δράματα ϙβ, σῴζεται δὲ αὐτοῦ δράματα ξζ καὶ γ πρὸς τούτοις τὰ ἀντιλεγόμενα, σατυρικὰ δὲ η, ἀντιλέγεται δὲ καὶ τούτων τὸ α. νίκας δὲ ἔσχε ε. <!-- 4 -->ἐτελεύτησε δὲ τὸν τρόπον τοῦτον. ἐν τῇ Μακεδονίᾳ κώμη ἐστὶ καλουμένη Θρᾳκῶν διὰ τό ποτε κατῳκηκέναι ἐνταῦθα Θρᾷκας. ἐν ταύτῃ ποτὲ τοῦ Ἀρχελάου Μολοττικὴ κύων ἦλθεν ἀποπλανηθεῖσα. ταύτην Θρᾷκες, ὡς ἔθος, θύσαντες ἔφαγον. καὶ δὴ ὁ Ἀρχέλαος ἐζημίωσεν αὐτοὺς ταλάντῳ. ἐπεὶ οὖν οὐκ εἶχον, Εὐριπίδου ἐδεήθησαν ἀπολύσεως τυχεῖν δεηθέντος τοῦ βασιλέως. χρόνῳ δὲ ὕστερον Εὐριπίδης ἐν ἄλσει τινὶ πρὸ τῆς πόλεως ἠρέμει, Ἀρχελάου δὲ ἐπὶ κυνηγέσιον ἐξελθόντος, τῶν σκυλάκων ἀπολυθέντων ὑπὸ τῶν κυνηγῶν καὶ περιτυχόντων Εὐριπίδῃ, διεσπαράχθη καταβρωθεὶς ὁ ποιητής. ἦσαν δὲ ἔκγονοι οἱ σκύλακες τῆς ὑπὸ Θρᾳκῶν ἀναιρεθείσης κυνός, ὅθεν καὶ παροιμία ἐστὶ παρὰ τοῖς Μακεδόσι «κυνὸς δίκη». <!-- 5 -->φασὶ δὲ αὐτὸν ἐν Σαλαμῖνι σπήλαιον κατασκευάσαντα ἀναπνοὴν ἔχον εἰς τὴν θάλασσαν ἐκεῖσε διημερεύειν φεύγοντα τὸν ὄχλον. ὅθεν καὶ ἐκ θαλάσσης λαμβάνει τὰς πλείους τῶν ὁμοιώσεων. σκυθρωπὸς δὲ καὶ σύννους καὶ αὐστηρὸς ἐφαίνετο καὶ μισογέλως, καθὰ καὶ Ἀριστοφάνης αὐτὸν αἰτιᾶται «στρυφνὸς ἔμοιγε προσειπεῖν». λέγουσι δὲ αὐτὸν γήμαντα τὴν Μνησιλόχου θυγατέρα Χοιρίλην καὶ νοήσαντα τὴν ἀκολασίαν αὐτῆς γράψαι πρῶτον τὸ δρᾶμα τὸν Ἱππόλυτον, ἐν ᾧ τὴν ἀναισχυντίαν θριαμβεύει τῶν γυναικῶν, ἔπειτα δὲ αὐτὴν ἀποπέμψασθαι. λέγοντος δὲ τοῦ γήμαντος αὐτὴν «σωφρονεῖ παρʼ ἐμοί» «δύστηνος εἶ» ἔφη «εἰ δοκεῖς παρʼ ᾧ μὲν αὐτὴν σωφρονεῖν, παρʼ ᾧ δὲ μή». ἐπιγῆμαι δὲ αὐτὸν δευτέραν, ἣν εὑρὼν ἀκολαστοτέραν προχειροτέρως εἰς τὴν κατὰ τῶν γυναικῶν βλασφημίαν ἐθρασύνετο. αἱ δὲ γυναῖκες ἐβουλήθησαν αὐτὸν κτεῖναι εἰσελθοῦσαι εἰς τὸ σπήλαιον, ἐν ᾧ γράφων διετέλει. διαβάλλεται δὲ ὑπὸ φθόνου ὡς τὸν Κηφισοφῶντα εἶχε συμποιοῦντα αὐτῷ τὰς τραγῳδίας. λέγει δὲ καὶ Ἕρμιππος Διονύσιον τὸν Σικελίας τύραννον μετὰ τὴν τελευτὴν τοῦ Εὐριπίδου τάλαντον τοῖς κληρονόμοις αὐτοῦ πέμψαντα λαβεῖν τὸ ψαλτήριον καὶ τὴν δέλτον καὶ τὸ γραφεῖον, ἅπερ ἰδόντα κελεῦσαι τοὺς φέροντας ἐν Μουσῶν ἱερῷ ἀναθεῖναι ἐπιγράψαντα τοῖς αὐτοῦ καὶ Εὐριπίδου ὀνόμασι. διὸ καὶ ξενοφιλώτατον κεκλῆσθαί φασι διὰ τὸ μάλιστα ὑπὸ ξένων φιλεῖσθαι· ὑπὸ γὰρ Ἀθηναίων ἐφθονεῖτο. μειρακίου δέ τινος ἀπαιδευτοτέρου στόμα δυσῶδες ἔχειν ὑπὸ φθόνου αὐτὸν εἰπόντος «εὐφήμει» ἔφη «μέλιτος καὶ Σειρήνων γλυκύτερον στόμα». <!-- 6 -->ἔσκωπτε δὲ τὰς γυναῖκας διὰ τῶν ποιημάτων διʼ αἰτίαν τοιαύτην. εἶχεν οἰκογενὲς μειράκιον ὀνόματι Κηφισοφῶντα. πρὸς τοῦτον ἐφώρασε τὴν οἰκείαν γυναῖκα ἀτακτοῦσαν. τὸ μὲν οὖν πρῶτον ἀπέτρεπεν ἁμαρτάνειν· ἐπεὶ δʼ οὐκ ἔπειθε, κατέλιπεν αὐτῷ τὴν γυναῖκα βουλομένου αὐτὴν ἔχειν τοῦ Κηφισοφῶντος. λέγει οὖν καὶ ὁ Ἀριστοφάνης «Κηφισοφῶν ἄριστε καὶ μελάντατε, σὺ γὰρ συνέζης ὡς τὰ πόλλʼ Εὐριπίδῃ καὶ συνεποίεις ὥς φησι καὶ τὴν μελῳδίαν». λέγουσι δὲ καὶ ὅτι αἱ γυναῖκες διὰ τοὺς ψόγους, οὓς ἐποίει εἰς αὐτὰς διὰ τῶν ποιημάτων, τοῖς Θεσμοφορίοις ἐπέστησαν αὐτῷ βουλόμεναι ἀνελεῖν. ἐφείσαντο δὲ αὐτοῦ πρῶτον μὲν διὰ τὰς Μούσας, ἔπειτα δὲ βεβαιωσαμένου μηκέτι αὐτὰς κακῶς ἐρεῖν. ἐν γοῦν τῇ Μελανίππῃ περὶ αὐτῶν τάδε φησί· «μάτην ἄρʼ ἐς γυναῖκας ἐξ ἀνδρῶν ψόγος ψάλλει κενὸν τόξευμα καὶ κακῶς λέγει· αἱ δʼ εἴσʼ ἀμείνους ἀρσένων, ἐγὼ λέγω» καὶ τὰ ἑξῆς. οὕτω δὲ αὐτὸν Φιλήμων ἠγάπησεν ὡς τολμῆσαι περὶ αὐτοῦ τοιοῦτον εἰπεῖν «εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον, ἄνδρες ὥς φασίν τινες, ἀπηγξάμην ἂν ὥστʼ ἰδεῖν Εὐριπίδην».

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cto-aja`.
