title: "Scholia on Euripides: Hypothesis of Rhesus"
title_greek: "Σχόλια εἰς Εὐριπίδην, Ὑπόθεσις Ῥήσου"
author: Scholia on Euripides
eul_wid: cto-aji
eul_aid: cto
canonical: "https://eulogikon.org/works/euripides-scholia-euripides-hypothesis-rhesus-cto-aji"
lang: grc
period: Hellenistic
dialect: Mixed Dialects
content_hash: "sha256:8cc63b45b0e6ff2ee986a46bdcc67c36680c90a582b357feea99efcd09eedc27"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
# Scholia on Euripides: Hypothesis of Rhesus
*Σχόλια εἰς Εὐριπίδην, Ὑπόθεσις Ῥήσου*
**Author:** Scholia on Euripides
**eul_wid:** `cto-aji` · [HTML page](https://eulogikon.org/works/euripides-scholia-euripides-hypothesis-rhesus-cto-aji)
## Text
ΥΠΟΘΕΣΙΣ ΡΗΣΟΥ
Ἕκτωρ τοῖς Ἕλλησιν ἐπικοιτῶν ἀκούσας αὐτοὺς διʼ ὅλης νυκτὸς πυρὰ καίειν εὐλαβήθη μὴ φύγωσιν. ἐξοπλίζειν δὲ διεγνωκὼς τὰς δυνάμεις μετενόησεν, Αἰνείου συμβουλεύσαντος ἡσυχάζειν, κατάσκοπον δὲ πέμψαντα διʼ ἐκείνου τὴν ἀλήθειαν ἱστορῆσαι. Δόλωνος δὲ πρὸς τὴν χρείαν ὑπακούσαντος ἐκπέμπεσθαι  … τόπον εἰς τὴν παρεμβολὴν ἀφώρισεν αὐτῷ. ἐπιφανέντες δὲ οἱ περὶ τὸν Ὀδυσσέα, Δόλωνα μὲν ἀνῃρηκότες, ἐπὶ δὲ τὴν Ἕκτορος κατηντηκότες σκηνὴν πάλιν ὑπέστρεφον, οὐχ εὑρόντες τὸν στρατηγόν. οὓς Ἀθηνᾶ ἐπιφανεῖσα κατέσχεν καὶ τὸν μὲν Ἕκτορα ἐκέλευσε μὴ ζητεῖν, Ῥῆσον δὲ ἀναιρεῖν ἐπέταξεν· τὸν γὰρ ἐκ τούτου κίνδυνον μείζονα ἔσεσθαι τοῖς Ἕλλησιν, ἐὰν βιώσῃ. τούτοις δὲ ἐπιφανεὶς Ἀλέξανδρος ἐπίστασθαί φησι πολεμίων παρουσίαν, ἐξαπατηθεὶς δὲ ὑπὸ Ἀθηνᾶς ὡς δῆθεν ὑπὸ Ἀφροδίτης ἄπρακτος ὑπέστρεψεν. οἱ δὲ περὶ Διομήδην φονεύσαντες Ῥῆσον ἐχωρίσθησαν. καὶ ἡ συμφορὰ τῶν ἀνῃρημένων καθʼ ὅλον ἦλθε τὸ στράτευμα. παραγενομένου δὲ Ἕκτορος ἵνα αὐτὸς πυνθάνηται τῶν πεπραγμένων, τετρωμένος ὁ τοῦ Ῥήσου ἐπιμελητὴς διʼ αὐτοῦ φησιν Ἕκτορος τὸν φόνον γεγενῆσθαι. τοῦ δὲ Ἕκτορος ἀπολογουμένου, τὴν ἀλήθειαν αὐτοῖς ἐμήνυσεν ἡ τοῦ Ῥήσου μήτηρ ἡ Τερψιχόρη Μοῦσα νεκρὸν κομίζουσα τὸ σῶμα. κατοδυρομένη δὲ καὶ τὸν ἐπιπλακέντα αὐτῇ Στρυμόνα διὰ τὸ τοῦ παιδὸς πένθος καὶ τὸν ἐξ ἐκείνου γεγενημένον Ῥῆσον, οὐδʼ Ἀχιλλεῖ φησιν ἀδάκρυτον ἔσεσθαι τὴν στρατείαν, τῷ κοινῷ τῶν ἐπιφανῶν θανάτῳ τὴν ἰδίαν παραμυθουμένη λύπην: — τοῦτο τὸ δρᾶμα ἔνιοι νόθον ὑπενόησαν, Εὐριπίδου δὲ μὴ εἶναι· τὸν γὰρ Σοφόκλειον μᾶλλον ὑποφαίνειν χαρακτῆρα. ἐν μέντοι ταῖς Διδασκαλίαις ὡς γνήσιον ἀναγέγραπται. καὶ ἡ περὶ τὰ μετάρσια δὲ ἐν αὐτῷ πολυπραγμοσύνη τὸν Εὐριπίδην ὁμολογεῖ. πρόλογοι δὲ διττοὶ φέρονται. ὁ γοῦν Δικαίαρχος ἐκτιθεὶς τὴν ὑπόθεσιν τοῦ Ῥήσου γράφει κατὰ λέξιν οὕτως·  … «νῦν εὐσέληνον φέγγος ἡ διφρήλατος» καὶ τ.ἑ. καὶ ἐν ἐνίοις δὲ τῶν ἀντιγράφων ἕτερός τις φέρεται πρόλογος, πεζὸς πάνυ καὶ οὐ πρέπων Εὐριπίδῃ· καὶ τάχα ἄν τινες τῶν ὑποκριτῶν διεσκευακότες εἶεν αὐτόν. ἔχει δὲ οὕτως·
ὦ τοῦ μεγίστου Ζηνὸς ἄλκιμον τέκος,  
Παλλὰς, τί δρῶμεν; οὐκ ἐχρῆν ἡμᾶς ἔτι  
μέλλειν Ἀχαιῶν ὠφελεῖν στρατεύματι.  
νῦν γὰρ κακῶς πράσσουσιν ἐν μάχῃ δορός.  
λόγχῃ βιαίως Ἕκτορος στροβούμενοι.  
ἐμοὶ γὰρ οὐδέν ἐστιν ἄλγιον βάρος,  
ἐξ οὗ γʼ ἔκρινε Κύπριν Ἀλέξανδρος θεὰν  
κάλλει προήκειν τῆς ἐμῆς εὐμορφίας  
καὶ σῆς, Ἀθάνα, φιλτάτης ἐμοὶ θεῶν,  
εἰ μὴ κατασκαφεῖσαν ὄψομαι πόλιν  
Πριάμου, βίᾳ πρόρριζον ἐκτετριμμένην: —  
Ἀριστοφάνους: Ῥῆσος παῖς μὲν ἦν Στρυμόνος τοῦ ποταμοῦ καὶ Τερψιχόρης Μουσῶν μιᾶς, Θρᾳκῶν δὲ ἡγούμενος εἰς Ἴλιον παραγίνεται νυκτὸς στρατευομένων τῶν Τρώων παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων. τοῦτον Ὀδυσσεὺς καὶ Διομήδης κατάσκοποι ὄντες ἀναιροῦσιν, Ἀθηνᾶς αὐτοῖς ὑποθεμένης· μέγαν γὰρ ἔσεσθαι τοῖς Ἕλλησιν κίνδυνον ἐκ τούτου. Τερψιχόρη δὲ ἐπιφανεῖσα τὸ τοῦ παιδὸς σῶμα ἀνείλετο. ὡς ἐν παρόδῳ δὲ διαλαμβάνει καὶ περὶ τοῦ φόνου τοῦ Δόλωνος. ἡ σκηνὴ τοῦ δράματος ἐν Τροίᾳ. ὁ χορὸς συνέστηκεν ἐκ φυλάκων Τρωικῶν οἳ καὶ προλογίζουσι. περιέχει δὲ τὴν νυκτεγερσίαν: —
ΣΧΟΛΙΑ ΕΙΣ ΡΗΣΟΝ
<!-- 1 -->βᾶθι πρὸς εὐνάς: βᾶθι ἀντὶ τοῦ βῶμεν: — βᾶθι πρὸς εὐνάς: ὡς πλησίον γενόμενοι τῶν κοιτῶν τοῦτό φασιν: —
<!-- 2 -->τίς ὑπασπιστῶν: ὁ ὑπασπιστὴς ἴδιον ὄνομα, ὁ σύνεγγυς παρασπίζων τοῦ βασιλέως· ὁ γὰρ τευχοφόρος κοινὸν παντὸς ὁπλίτου: —
<!-- 5 -->οἳ τετράμοιρον: ὅτι οἱ ἀρχαῖοι εἰς τρεῖς φυλακὰς νέμουσι τὴν νύκτα. Ὅμηρος «ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει». Στησίχορος δὲ καὶ Σιμωνίδης πενταφύλακόν φασιν. διαπορήσει δέ τις ὅπως  … οἳ τετράμοιρον νυκτὸς φυλακήν. πρὸς ὃ ῥητέον ὅτι οὐκ ἐν τῷ καθόλου φησὶ τετραφύλακον, ἀλλὰ τὴν ἐν τῷ παρόντι φυλακὴν, ὡσανεὶ πρώτην ἢ δευτέραν. ὁ δὲ Κράτης δείκνυσιν ὅτι κατὰ τὸν Εὐριπίδην πενταφύλακον  … ἐκτιθεὶς τὰ ὑπʼ αὐτοῦ εἰρημένα τίς ἐκηρύχθη πρώτην φυλακήν καὶ τὰ ἑξῆς. πρώτους γὰρ τοὺς περὶ Κόροιβόν φησι φυλάττειν, δευτέρους δὲ Παιόνας, τρίτους δὲ Κίλικας, οὓς καὶ Μυσούς φησιν, ὁμοεθνεῖς νομίζων. παραγειτνιᾷ γὰρ ὁ Ἀδραμυττηνὸς κόλπος τοῖς Μυσοῖς. παρὰ δὲ Μυσῶν αὐτοὺς τοὺς Τρῶας παραλαβεῖν, πέμπτοις δὲ τοῖς Λυκίοις φησὶν ἐπιβάλλειν τὴν φυλακὴν, ὥστε οἱ τὴν τετάρτην μοῖραν φρουροῦντες ἐν ἀρχῇ φασιν οἳ τετράμοιρον νυκτὸς φυλακήν. ὁ δὲ Κράτης εὐχερῶς, τοὺς Μυσοὺς τοὺς αὐτοὺς τοῖς Κίλιξι φάσκων εἶναι. κεχωρισμένοι γὰρ ἀλλήλων εἰσὶν, ὡς καὶ Ὅμηρός φησι· «Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν». ἡ μὲν γὰρ Κιλικία ἐν τοῖς ἔμπροσθεν μέρεσι τῆς Τροίας κεῖται, ὁ δὲ Ζεὺς ἀπεστραμμένος ὁρᾷ Μυσούς. πῶς δὲ τῶν δύο ἐθνῶν μία ἦν ἡ φυλακή; ἄμεινον οὖν τὸ νοεῖν ὅτι Παιόνων ὁ Κόροιβος ἦρχεν, οἵτινες τὴν πρώτην φυλακὴν ἔσχον καὶ παραδεδώκασι τὴν δευτέραν τοῖς Κίλιξιν· ἐξ ὧν δʼ ἐπιφέρουσιν οἱ Τρῶες Μυσοὶ δὲ ἡμᾶς δῆλον ὅτι οἱ Μυσοὶ τὴν τρίτην φυλακὴν εἶχον, μεθʼ οὓς οἱ Τρῶες τὴν τετάρτην. διό φασιν οἳ τετράμοιρον νυκτὸς φυλακήν, οἵτινες τοὺς Λυκίους τὴν πέμπτην ἐγείρουσιν: — ἄλλως: τετράμοιρον: τὴν τετάρτην μοῖραν τῶν φυλακῶν οἱ Τρῶες εἶχον. ὁ δὲ πᾶς λόγος τοιοῦτός ἐστι· δεξάσθωσαν παρʼ ἡμῶν, φησὶ, τὴν νέαν καὶ πρόσφατον κληδόνα, οἵτινες φυλάσσοντες τὴν τετάρτην φυλακὴν προκαθήμεθα: —
<!-- 8 -->λῦσον βλεφάρων: ἀντὶ τοῦ· διυπνίσθητι. γοργωπόν δὲ τὴν φοβερὰν καὶ καταπληκτικήν: —
<!-- 29 -->ἢ τὸν Εὐρώπας: παρʼ Ὅμηρον ἱστορεῖ Εὐρώπης εἶναι τὸν Σαρπηδόνα. ὁ δὲ Ἡσίοδος Εὐρώπης μέν φησιν αὐτόν  … ὡς Ἑλλάνικος. εἰσὶ δὲ οἳ Λυκάστου καὶ Ἴδης τῆς Κορύβαντος γενεαλογοῦσι μετὰ καὶ Μίνωος καὶ Ῥαδαμάνθυος καθάπερ Σωκράτης ἐν τοῖς Ἀργολικοῖς. ἔχει δὲ ὁ λόγος τὸ ἕτερον εἶναι Σαρπηδόνα τὸν ἐπὶ τὴν Ἴλιον στρατεύσαντα καὶ ἄλλον τινὰ Θρᾷκα, ἀφʼ οὗ Σαρπηδονίαν πέτραν φασὶν ὠνομάσθαι. διττὰς δὲ τὰς Εὐρώπας ἀναγράφουσιν ἔνιοι· μίαν μὲν Ὠκεανίδα ἀφʼ ἧς καὶ τὸ ἓν μέρος τῆς οἰκουμένης κληθῆναι, καθάπερ Ἀπίων ἐν τῷ  … Περὶ ἐπωνύμων καὶ Ἀριστοκλῆς ἐν τῷ πρώτῳ τῆς Θεογονίας, ἑτέραν δὲ Φοίνικος τοῦ Ἀγήνορος, ὡς καὶ Εὐριπίδης καὶ ἄλλοι ἱστοροῦσιν, ἧς τοὺς περὶ τὸν Μίνω γενέσθαι φασίν. ἔνιοι δὲ παρὰ τὴν αὐτὴν ὠνομάσθαι τὴν ἤπειρον, καθάπερ καὶ Καλλίμαχος, Ζηνόδοτος δὲ ἐξ αὐτοῦ. εἰσὶ δὲ οἳ καὶ τρίτην ἀναγράψαντες  … καθάπερ Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς γράφων οὕτως· «Κάδμος σὺν τῇ μητρὶ τῆς Εὐρώπης Τηλεφάῃ ἀπῄει περὶ ἀθήνας. καὶ ἐπυνθάνετο Εὐρώπην ἄρχειν ἐν τῇ Θρᾴκῃ καὶ οὕτως ἀφίκετο εἰς τὴν κατʼ ἀντιπέραν ἤπειρον. καὶ ἦρχεν ἐν τῇ χώρᾳ ταύτῃ πάντων Εὐρώπη, οὐχ ἡ Φοίνικος. ἀλλʼ ἐπιχωρία τις γυνὴ τοῦ ἀνδρὸς ἀπολειφθεῖσα, οὐχ ἡ ἡ ἤπειρος ἅπασα ἡ πρὸς Βορέαν ἄνεμον Εὐρώπη κέκληται»: —
<!-- 36 -->ἀλλʼ ἦ Κρονίου Πανός: τὸν Πᾶνα οἱ μὲν Πηνελόπης φασὶ  … ἄλλοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπης  … ὡς καὶ Εὐφορίων  … ὃν ἔθρεψαν νύμφαι· διὸ καὶ νυμφαγενῆ αὐτόν φησι, τραφέντα παρʼ ἐκείναις. Ἄραιθος δὲ ὁ Τεγεάτης Αἰθέρος αὐτὸν καὶ νύμφης Οἰνόης γενεαλογεῖ. ἔνιοι δὲ Ὀρσινόης νύμφης καὶ Ἑρμοῦ. Ἐπιμενίδης δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους  … Μνασέας δὲ ξενικώτερον ἀφηγεῖται τὰ περὶ Πᾶνα  … ἢ ὅτι Κρόνου παῖς ἢ ὅτι παλαιός ἐστιν Αἰθέρος γενεαλογούμενος, Κρόνους δὲ καὶ Κρονίους τοὺς πάνυ ἀρχαίους ἔλεγον. ἢ παππωνυμικὸν ὅτι Διός, ὡς τὸν Ἀχιλλέα Αἰακίδην. Αἰσχύλος δὲ δύο Πᾶνας, τὸν μὲν Διὸς, τὸν δὲ Κρόνου. τὴν αἰφνιδίων φόβων ταραχὴν ἀνῆψαν Πανὶ διὰ τοὺς ἤχους τοὺς ἐν τοῖς ὄρεσι γενομένους, ἔνθα ὁ Πὰν ἅμα ταῖς Νύμφαις συρίζει, ὡς καὶ Ὀδυσσεύς· «ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτὴ Νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα»: — ἄλλως: τῶν Πανικῶν λεγομένων κινημάτων Ἀπολλόδωρος τὴν αἰτίαν ἐκτίθησι ταύτην· «τὰ ὄρη καὶ αἱ νάπαι καὶ πάντα τὰ ὕπαντρα τῶν ὀρῶν ἐστιν ἠχώδη. ποικίλων οὖν καὶ παντοδαπῶν φωνῶν ἐν τοῖς ὄρεσι γινομένων ὑπό τε κυνηγῶν καὶ ζῴων ἡμέρων τε καὶ ἀγρίων ἦχοι ἐκμιμητικοὶ γίνονται τούτων. ὅθεν πολλάκις τινὲς τὰ μὲν σώματα τῶν φωνούντων οὐχ ὁρῶντες, αὐτὴν δὲ μόνην τὴν προσπίπτουσαν φωνὴν ἀκροώμενοί φασι Πᾶνα σὺν ταῖς Νύμφαις ἐν τοῖς ἄντροις μετʼ αὐλῶν καὶ συρίγγων φωνεῖν»: —
<!-- 41 -->τὸ χ ὅτι συνθέτως ἀναγινώσκεται καὶ ὅτι οὐκ ἔστιν Εὐριπίδειος ὁ στίχος: —
<!-- 43 -->διιπετῆ δὲ νεῶν: τὰ δὲ ναύσταθμα ὡς διιπετῆ ἐστι τοῖς πυρσοῖς· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· αἱ τῶν νεῶν ἐπαύλεις συνεχεῖς ταῖς λαμπάσιν ὥσπερ ὁ ἐκ Διὸς συνεχὴς ὄμβρος: —
<!-- 55 -->σαίνει μʼ ἔννυχος: εὐθυμεῖν με ποιεῖ ἡ τῶν Ἑλλήνων φρυκτωρία. φρυκτωρία δὲ ἢ λαμπὰς ἢ λαμπαδηφορία καὶ δᾳδουχία: —
<!-- 68 -->θυοσκόων: τῶν μάντεων τῶν ἐκ τῶν θυμάτων τὸ μέλλον σκοπούντων: —
<!-- 84 -->ἁπλοῦς: τὸ ἑξῆς· ἁπλοῦς μῦθος ἐπʼ ἐχθροῖς ὁπλίζειν χέρα: —
<!-- 105 -->εἴθʼ ἦσθʼ ἀνὴρ εὔβουλος: ἔμπαλιν ὁ Σοφοκλῆς φησιν· «εἴθʼ ἦσθα σώφρων ἔργα τοῖς λόγοις ἴσα»: —
<!-- 109 -->ἐξήρθης: ἀνεπτερώθης ἠγέρθης. τὸ ἑξῆς· ὅστις πυρὸς λαμπτῆρας κλύων ἐξήρθης Ἀχαιοὺς φεύγειν καὶ ἐξῆλθες ἐπὶ τὸ στρατεῦσαι: —
<!-- 177 -->ἀποινᾶσθαι θέλεις: ἄποινα λέγεται τὰ λύτρα. Ὅμηρος· «ἔλυσεν ἀποίνων». τίνα οὖν, φησὶ, τῶν Ἀχαιῶν λύτρα λαβὼν βούλει ἀπολῦσαι: —
<!-- 185 -->ἐξ ἀφθίτων γάρ: παρʼ Ὁμήρου ἔλαβε τὴν ἱστορίαν. φησὶ γάρ· «ἀθάνατοί τε γάρ εἰσιν»: —
<!-- 210 -->βάσιν τε χερσί: ἀπίθανον τετραποδίζειν αὐτὸν ὡς τοὺς λύκους· οὐδὲ γὰρ Ὅμηρος διὰ τοῦτο τὴν λυκῆν αὐτῷ περιτίθησιν: —
<!-- 219 -->σωθήσομαί τε: τὸ ἑξῆς· σωθήσομαι καὶ κτανὼν Ὀδυσσέως ἢ Διομήδους κεφαλὴν ἥξω ἄγων: —
<!-- 239 -->Ἀχαιὸν Ἄρη: ὅτι θηλυκῶς. Ὅμηρος «Ξάνθον καὶ Βαλίον» καὶ «Ποσειδάων δὲ πόρʼ αὐτούς». διὸ τὸ χ: —
<!-- 245 -->τὸ ἑξῆς τοῦ νοῦ· ὄντως σπανία τῶν ἀγαθῶν γίνεται, ὅταν ὡς ἐν πελάγει τὸ τῆς καταστάσεως δυσήλιον ᾖ καὶ ζοφῶδες καὶ σαλεύῃ πόλις: —
<!-- 250 -->ἔστι Φρυγῶν τις: ἐπεὶ κωμῳδοῦνται οἱ Φρύγες ὡς δειλοί, φησὶν ὅτι οὐ δεῖ παντελῶς ἀποδοκιμάζειν τοὺς Φρύγας· ἔστι γὰρ ἐν αὐτοῖς θράσος καὶ ἰσχὺς, ὡς ἔδειξεν ὁ Δόλων: —
<!-- 251 -->ἔνι δὲ θράσος ἐν αἰχμᾷ: τῆς «ἔσχατος Μυσῶν «παροιμίας μέμνηται Φιλήμων ἐν Σικελικῷ· «τὸ δὴ λεγόμενον τοῦτο, Μυσῶν ἔσχατον ἐνόμιζʼ ὁρᾶν τὸν υἱὸν ἐκπλέονθʼ ὁρῶν» καὶ Μένανδρος· «εἰ μὴ γαμεῖς γὰρ, ἔσχατον νόμιζέ με Μυσῶν». κέχρηται δὲ καὶ νῦν Εὐριπίδης τῇ παροιμίᾳ παρὰ τοὺς χρόνους. Δήμων γοῦν ἐξηγούμενος αὐτήν φησιν ὕστερον τῶν Τρωικῶν λοιμοῦ καὶ φθορᾶς καρποῦ περιεληλυθυίας εἰς τὴν Ἑλλάδα, μαντευομένων περὶ τῶν παρόντων, χρῆσαι τὴν Πυθίαν τηνικαῦτα παῦλαν αὐτοῖς τῶν δεινῶν, ἐπειδάν τινες τῶν ἀπὸ Ἀγαμέμνονος ἑλκόντων τὸ γένος πλεύσαντες εἰς Τροίαν τὰς πόλεις κτίσωσι καὶ τὰς τῶν θεῶν τιμὰς ἀναλάβωσιν ἃς ἠφανίσθαι συνέβαινεν ὑπὸ τοῦ πολέμου. ταύτην τὴν μαντείαν παραδεξάμενον τὸν Ὀρέστην συνέβη λιπεῖν τὸν βίον. μετὰ δὲ Ὀρέστην Τεισαμενὸν λαβεῖν τὴν ἀρχὴν καὶ μετʼ ἐκεῖνον Κομήτην. ᾧ χρωμένῳ ποῖ δέοι πλεῖν — κατὰ γὰρ εὐλάβειαν καὶ δὶς καὶ τρὶς περὶ τῶν αὐτῶν ἐπανερέσθαι — ὑπὸ τοῦ θεοῦ δοθῆναι χρησμὸν ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν. κατολιγωρήσαντας δὲ πολλοὺς τῶν συνηθροισμένων τοῦ χρησμοῦ ἀφίστασθαι καὶ τὸν Κομήτην καταλιπεῖν μικρὸν πεφροντικέναι λέγοντας αὐτοῦ τε καὶ τοῦ Μυσῶν ἐσχάτου. κατὰ δὲ τὴν ἐχομένην γενεὰν Γρᾶ τοῦ Ἐχέλα τοῦ Πενθίλου πάλιν συναγείραντος τὴν στρατιὰν καὶ τοῦ θεοῦ τὸν αὐτὸν προενέγκαντος χρησμὸν διὰ τὸ παράδοξον εἰς παροιμίαν τοῦτο περιστῆναί φασιν. εἰσὶ δὲ οἳ Τηλέφῳ γενέσθαι τὸν χρησμὸν τοῦτον· μαντευομένῳ γὰρ αὐτῷ περὶ γονέων, ἐπὶ τίνας ἂν τόπους πλανηθεὶς ἐξεύροι τοὺς ἑαυτοῦ γονεῖς, τὸν θεὸν προστάξαι ἐλθεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν. ἀφικόμενον δὲ εἰς τὴν Τευθρανίαν — νέμεσθαι γὰρ ταῦτα τὰ χωρία τότε Μυσούς — ἐπιτυχεῖν τῇ μητρί: —
<!-- 252 -->ὃς ἐμὰν συμμαχίαν: ὁ τὴν ἐμὴν συμμαχίαν ἀτίζων, ὅ ἐστιν εὐτελίζων, πρὸς Μυσῶν, φησὶν, ἐστὶν ἢ ὡς εἰπεῖν ἔσχατος καὶ οὐδενὸς λόγους ἄξιος. οἷον· Μυσός ἐστιν ὁ ἀτιμάζων ἡμᾶς, ἢ ἀδόκιμος παρὰ τὴν παροιμίαν. ἢ οὕτως· ἔστι δὲ θάρσος ἄκρον καὶ ἐκ τῶν Μυσῶν πρὸς τοὺς ἀτιμάζοντας τὴν ἐμὴν συμμαχίαν καὶ εὐτελίζοντας: —
<!-- 294 -->πρὶν δὴ διʼ ὤτων: πρὶν ἠκούσαμεν αὐτῶν τὴν βαρβαρικὴν φωνὴν καὶ ἔγνωμεν ὅτι βάρβαροι ἦσαν: —
<!-- 306 -->ἔλαμπε, Γοργὼν δʼ ὡς: ἡ Γοργὼν ἐπέκειτο τοῖς μετώποις τοῖς ἱππικοῖς προσδεδεμένη μετὰ κωδώνων, ψόφον ἀποτελοῦσα: —
<!-- 311 -->πολλὰ πελταστῶν τέλη: πέλτη ἀσπίς ἐστιν ἴτυν οὐκ ἔχουσα, καθάπερ φησὶν Ἀριστοτέλης ἐν τῇ Θεσσαλῶν πολιτείᾳ γράφων οὕτως· «διελὼν δὲ τὴν πολιτείαν  … Ἀλεύας ἔταξε κατὰ τὸν κλῆρον παρέχειν ἑκάστους ἱππέας μὲν τεσσαράκοντα, πελταστὰς δὲ ὀγδοήκοντα. ἦν δὲ ἡ πέλτη ἀσπὶς ἴτυν οὐκ ἔχουσα οὐδʼ ἐπίχαλκος οὐδὲ βοὸς, ἀλλʼ οἰὸς ἢ αἰγὸς δέρματι περιτεταμένη, καὶ τρίʼ ἀκόντια καὶ μικρὸν δόρυ πάντες ἐφόρουν ὃ σχέδιον ἐκαλεῖτο»: —
<!-- 318 -->ἕρπει κατάντης: κατήφορος, οὐ ταλαίπωρος, καὶ εὐπετής. ὡσανεὶ ἔλεγεν· οὐ προσάντης οὐδὲ δύσβατος: —
<!-- 322 -->ἡνίκʼ ἐξώστης Ἄρης: ἀπὸ μεταφορᾶς τῶν ἀνέμων τῶν ἐξωθούντων τὰ σκάφη· λέγει δὲ οὕτως τὸ βίαιον. τινὲς δὲ ἐξώστης ἀντὶ τοῦ πρὸ τοῦ ἄστεος καθήμενος: —
<!-- 339 -->σύ τʼ εὖ παραινεῖς: ἐπεὶ καλῶς παρῄνεσεν ὁ ἄγγελος τὸν Ῥῆσον εἰς συμμαχίαν δέχεσθαι, λοιπὸν ἥξει: —
<!-- 342 -->Ἀδράστεια μέν: ἰδικῶς τὴν Ἀδράστειαν Διός φησι παῖδα ἄλλων τροφὸν τοῦ Διὸς φασκόντων  … ἔστι δὲ καὶ ἐν τῇ Ἀσίᾳ Ἀδραστείας πεδίον ἀπὸ Ἀδράστου τοῦ βασιλέως, ἀφʼ οὗ καὶ ἡ δαίμων. ἔνιοι ἑτέραν μὲν Ἀδράστειάν φασιν, ἑτέραν δὲ Νέμεσιν, ἣν οἱ μὲν Ὠκεανοῦ φασιν εἶναι θυγατέρα, οἱ δὲ Διὸς καὶ Δήμητρος, γεννηθῆναι δὲ ἐν Ῥαμνοῦντι τῆς Ἀττικῆς: —
<!-- 346 -->ἥκεις, ὦ ποταμοῦ παῖ: οὐκ εἴρηκε τίνος Μουσῶν ὁ Ῥῆσος ἦν παῖς. Κλειοῦς μέντοι λέγουσιν αὐτὸν εἶναι, καθάπερ Μαρσύας ὁ νεώτερος ἐν τῷ  … Μακεδονικῶν ἱστοριῶν γράφων οὕτως· «εἰσὶ δὲ οἳ καὶ περὶ τούτου εἶπον Κλειὼ τὴν θεὸν ὑπὸ τοῦ Στρυμόνος ἐκ τοῦ χοροῦ τῶν Μουσῶν ἁρπασθεῖσαν νυμφευθῆναι τεκνῶσαί τε τὸν Ῥῆσον» καὶ μετʼ ὀλίγον· «ἔστιν ἱερὸν τῆς Κλειοῦς ἐν Ἀμφιπόλει ἱδρυθὲν ἀπέναντι τοῦ Ῥήσου μνημείου ἐπὶ λόφου τινός». ἔνιοι δὲ Εὐτέρπης αὐτὸν γενεαλογοῦσιν, καθάπερ Ἡρακλείδης· φησὶ δέ· «ἑβδόμη δὲ Καλλιόπη, ἣ ποίησιν εὗρε, συνοικήσασα Οἰάγρῳ γεννᾷ Ὀρφέα τὸν πάντων μέγιστον ἀνθρώπων ἐν τῇ κιθαρῳδικῇ τέχνῃ γενόμενον. πρὸς δὲ καὶ τῆς ἐγκυκλίου μαθήσεως συγκρεματικώτερον· ὀγδόη δʼ Εὐτέρπη, ἣ τὴν κατʼ αὐλοῦ εὗρεν εὐέπειαν, συνοικήσασα Στρυμόνι τεκνοῖ Ῥῆσον ὃς ὑπὸ Ὁδυσσέως καὶ Διομήδους ἀναιρεῖται». οἷς καὶ Ἀπολλόδωρος ἐπηκολούθησε γράφων οὕτως· «τὰς μὲν Μούσας οἱ μὲν πλεῖστοι παρθένους παραδεδώκασι», ἀναγράφει δὲ Οὐρανίας μὲν Λίνον, Καλλιόπης δὲ, Ὀρφέα, Μελπομένης δὲ Θάμυριν, Εὐτέρπης δὲ Ῥῆσον, Τερψιχόρης δὲ Σειρῆνας, Κλειοῦς δὲ Ὑμέναιον· τῶν δὲ λοιπῶν Θαλείας Παλαίφατον, ἐκ δὲ Πολυμνίας Τριπτόλεμον. Ἐρατὼ δὲ ἐρασθῆναι μὲν Ὑακίνθου, τελευτήσαντος δὲ αὐτοῦ μηδενός, μηδʼ υἱὸν γενέσθαι αὐτῶν: —
<!-- 351 -->μελῳδοῦ Μούσας: τὸ ὄνομα τῆς Μούσης οὐκ εἴρηκε, φησὶ δὲ ὅτι διαβαίνουσαν διὰ τοῦ Στρυμόνος ὁ ποταμὸς ἔγκυον ἐποίησε. μήποτε δὲ ἔπλασε τὴν ἱστορίαν: —
<!-- 356 -->βαλιαῖσιν: οὐ κυρίως νῦν τῇ λέξει κέχρηται· λευκὰς γὰρ εἶχεν, ὡς καὶ ἀνωτέρω αὐτὸς ἔφη. δύναται δὲ ἀντὶ τοῦ ταχείαις: —
<!-- 360 -->ἆρά ποτʼ αὖθις: ἆρά ποτε, φησὶν, ὑποστρεψάντων τῶν Ἑλλήνων ἡμεῖς μετὰ εὐφροσύνης διάξομεν καὶ διʼ ὅλης ἡμέρας ἄξει καὶ τελέσει ἡ πόλις τοὺς ἐν τοῖς συμποσίοις χοροὺς ταῖς τῶν κυλίκων φιλονικίαις. λέγει δὲ τὰς προπόσεις ἀπὸ τῆς συνεκδοχῆς. οἰνοπλανήτοις δὲ, ταῖς διὰ τοῦ οἴνου παραγούσαις τὸν νοῦν: —
<!-- 364 -->ὑποδεξίαις: ὑποδεκτικαῖς. ἀπὸ κοινοῦ τὸ κυλίκων: — ἁμίλλαις: φιλονικίαις κυλίκων, οἶον πόσεων: —
<!-- 372 -->δοχμίαν: πλαγίαν μετεωρίζων τὴν πέλτην παρὰ τὴν σχιστὴν αὐτῆς περιφέρειαν: —
<!-- 373 -->σχιστὰν παρʼ ἄντυγα: σχιστὴν λέγει παρόσον οἱ πόρπακες σχίζοντες διαβαίνουσιν. ἢ ὅτι ἡ πέλτη τετράγωνός ἐστιν ἐξοχὰς ἔχουσα: —
<!-- 379 -->φίλτατον ἄχθος οἴσει: ἡδὺ γὰρ αὐτῇ τοὺς πολεμίους παθεῖν: —
<!-- 381 -->ταῦτα πρὸς τὸν Ῥῆσον ἐπιστρέψαντες λέγουσιν, ὦ μέγα βασιλεῦ, ὁρῶντες ἤδη αὐτόν: —
<!-- 393 -->παῖ τῆς μελῳδοῦ μητέρος: οἱ μὲν Κλειοῦς, οἱ δὲ Εὐτέρπης. Ὅμηρος δὲ Ἠϊονέως φησίν· «ἐν δέ σφι Ῥῆσος βασιλεὺς, παῖς Ἠϊονῆος»: —
<!-- 405 -->Ἕλλησιν ἡμᾶς: ὅσον ἦν ἐπὶ σοὶ, προδέδωκας ἡμᾶς καὶ εἴασας  … λείπει ἡ κατὰ, κατὰ τὸ σὸν μέρος: —
<!-- 414 -->τοῦ εἶναι αὐτοὺς εὔνους ἡμῖν ἀπόδειξίς ἐστι τὸ κεῖσθαι αὐτοὺς ἐν τῇ πόλει καὶ ταφῆναι: —
<!-- 417 -->ψυχρὰν ἄησιν: τὸν χειμῶνα: —
<!-- 419 -->ἄμυστιν: οἱ μὲν ποτηρίου εἶδος ἐπιτηδειότητα ἔχον πρὸς τὰς ἀμυστὶ πόσεις, ὡς ἐν Αὔγῃ· «σὺν τῷ βαθείας καὶ πυκνὰς ἕλκουσι τὰς ἀμύστιδας». ἄλλοι δὲ ἐπὶ τῆς ἀπνευστὶ πόσεως τάττουσι τὸ ὄνομα ὡς Κρατῖνος· «ἀλλʼ οὖν θεῷ σπείσαντʼ ἄμυστιν δεῖ πιεῖν»: —
<!-- 427 -->μέλλοντι νόστον: ὅτι νόστον ἁπλῶς τὴν ὁδὸν καὶ τὸν πλοῦν ἔφη — καὶ γὰρ ἔπλευσε καὶ ἐπέζευσεν ὡς ἑξῆς ἐρεῖ —, οὐ μόνον τὴν εἰς τὴν πατρίδα ὑποστροφήν: —
<!-- 430 -->ἔνθʼ αἱματηρός: ὡς πέμμα ξηρανθὲν τὸ αἷμα τοῦ φόνου. ἀκύρως δὲ κέχρηται τῷ πέλανος, ἄμεινον δὲ ἑτέρωθι εἶπεν ἀφρώδη πέλανον διὰ τὴν λευκότητα. κυρίως γὰρ ἔλεγον πελάνους τὰ πόπανα ἀπὸ τοῦ πεπλατύνθαι· ἢ ἀπὸ τῆς παιπάλης, ἀπὸ γὰρ τοῦ λεπτοτάτου κατασκευάζονται  … καὶ Ὅμηρος τὸ λευκᾶναι παλῦναί φησιν· «ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας»: —
<!-- 474 -->εἰ τοῦ παρόντος: πολλὰ ἂν εὐχαριστήσαιμι τοῖς θεοῖς, εἰ τοῦ παρόντος ἀπαλλαγεὶς κακοῦ τὴν παλαιὰν ἀναλάβοιμι κατάστασιν: —
<!-- 479 -->οὐ τούσδʼ ἀριστέας: ἐν ἐρωτήσει τοῦτο προενεκτέον· οὐχ οὗτοί εἰσιν οἱ ἄριστοι τῶν Ἑλλήνων οἱ ἐνταῦθα ἐλθόντες: —
<!-- 480 -->κοὐ μεμφόμεσθά γʼ: καὶ οὐκ ἐφαυλίζομεν αὐτούς, ἀλλὰ πάντα κινοῦμεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς, ὁμόσε ἐλαύνομεν αὐτοῖς καὶ πολεμοῦμεν. ἡ δὲ καλὴ ἐξήγησις αὕτη· καὶ οὐκ ἐκφαυλίζομεν αὐτοὺς, ἀλλὰ πάνυ κάμνομεν καὶ ἄγαν ἐμφορούμεθα τοῦ κόπου μαχόμενοι αὐτοῖς· καὶ Ὅμηρος· «ἀλλʼ ἔτι μέν μίν φημι ἄδην ἐλάαν κακότητος», ὅ ἐστιν ἐμφορηθῆναι: —
<!-- 481 -->οὐκοῦν κτανόντες: εἰ οὖν τοὺς ἀρίστους αὐτῶν ἀναιρήσομεν, πάντα διαπεπραξόμεθα· ῥᾴδιον γὰρ καὶ τὸ Ἄργος πορθῆσαι τούτων ἀπολλυμένων: —
<!-- 483 -->ἀρκεῖν ἔοικεν: ἀντὶ τοῦ· παραιτῇ τὸ παθεῖν, δρᾶσαι δὲ οὐ προαιρῇ. ἀντὶ τοῦ· ἡδέως ἂν εἷλες καὶ τὸ πρᾶξαι, εἰ μὴ ηὐλαβοῦ τὸ παθεῖν. πρὸς ὃ Ἕκτωρ· ναὶ, φησὶ, παραιτοῦμαι τὸ παθεῖν· πολλῆς γὰρ ἄρχω τυραννίδος, οἷον· τὰ ἐνταῦθα ἀρκεῖ μοι: — ἄλλως: οἷον· τὸ παθεῖν παραιτῇ, πρᾶξαι δέ τι οὐ προαιρῇ: —
<!-- 485 -->ἀλλʼ εἴτε λαιόν: ἐν οἵῳ, φησὶ, βούλει μέρει τῆς παρατάξεως ἔξεστί σοι τὰς πέλτας, τουτέστιν τοὺς σοὺς ὑπηκόους, στῆσαι: —
<!-- 494 -->ἀλλὰ μηνίων: μηνίων τινές φασιν ὅτι οὐ δύναται ὑφʼ ἓν εἶναι, μηνίων ἀντὶ τοῦ ὀργιζόμενος, ἐπεὶ τὰ εἰς ω καθαρὸν λήγοντα ὑπὲρ δύο συλλαβὰς ἐκτείνει τὸ ἰῶτα. ἔστι δὲ παρʼ Ὁμήρῳ συστολὴ αὐτοῦ· «αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος». διὸ καὶ οὕτως ἀναγνῶναι οὐδὲν κωλύει τῆς χρήσεως ὑπαρχούσης: —
<!-- 499 -->κρότημʼ Ὀδυσσεύς: οἷον συγκρότημα μηχάνημα. καὶ ἱκανῶς τὸ φρόνημα θρασύς: —
<!-- 502 -->κλέψας ἄγαλμα: παρὰ τοὺς χρόνους· ὕστερον γὰρ τούτων τὸ Παλλάδιον ἔκλεψε. μέμνηται δὲ αὐτοῦ Ὅμηρος· «θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν»: —
<!-- 508 -->Θυμβραῖον: παρὰ τὴν ἱστορίαν. ὁ γοῦν Διονυσόδωρος ἐν τοῖς Παρὰ τοῖς τραγικοῖς ἡμαρτημένοις φησὶν οὕτως· «ὁ δὲ Εὐριπίδης τὸ τοῦ Ἀπόλλωνος ἄλσος τοῦ Θυμβραίου ὃ στάδια ν ἀπέχει τῆς πόλεως, κατὰ τῶν πυλῶν φησι.» δύναται δὲ καὶ στίζεσθαι εἰς τὸ βωμόν· ἢ ἄστεος πέλας· οὐδὲν γὰρ τὸ κωλῦον: —
<!-- 509 -->κακῷ δὲ μερμέρῳ: μήποτε πρὸς τὸ χεῖρον μετέστραπται ἀπὸ τοῦ τερμέρου, ἵνʼ ᾖ παρὰ τὴν παροιμίαν «Τερμέρια κακά», ὑπὲρ ὧν Φίλιππος ἐν τῷ Περὶ Καρῶν συγγράμματί φησιν οὕτως· «Τέρμερον καὶ Λύκον Λέλεγας γενέσθαι θηριώδεις τὴν φύσιν· τούτων δὲ τὸν Τέρμερον πόλιν οἰκίσαι, ἣν δὴ ἀπʼ αὐτοῦ Τέρμερον ὠνομάσθαι. τούτους δέ φασι πρώτους λῃστεῦσαι καὶ οὐ μόνον τὰ περὶ Καρίαν  … ἀλλὰ καὶ σχεδίας ἐκ ῥιπῶν ποιήσαντας εἰς Κῶ διαπλεῖν»: —
<!-- 521 -->ξύνθημα δʼ ἡμῖν Φοῖβος: σημεῖον τοῦ μὴ ξένους καὶ πολεμίους εἶναι δίδωσιν αὐτῷ τὸ ὄνομα λέγειν τὸ Φοίβου: —
<!-- 523 -->προταινί: Παρμενίσκος τὴν προταινί λέξιν Βοιωτικήν φησι μετʼ οὐδεμιᾶς πίστεως. σημαίνει δὲ τὸ ἔμπροσθεν: —
<!-- 528 -->πρῶτα δύεται σημεῖα: Κράτης ἀγνοεῖν φησι τὸν Εὐριπίδην τὴν περὶ τὰ μετέωρα θεωρίαν διὰ τὸ νέον ἔτι εἶναι ὅτε τὸν Ῥῆσον ἐδίδασκε. μὴ γὰρ δύνασθαι Πλειάδων καταδυομένων τὰ τοῦ ἀετοῦ μεσουρανεῖν. ὑπὸ γῆν γάρ ἐστι τότε ὁ αἰγόκερως, ἐφʼ οὗ ὁ ἀετὸς ἵδρυται, διότι Πλειάδων δυομένων ὑπὲρ μὲν γῆς εἰσὶ ζῴδια τάδε, ταῦρος δίδυμοι καρκίνος λέων παρθένος ζυγός· ὑπὸ γῆν δὲ τάδε, σκορπίος τοξότης αἰγόκερως ὑδροχόος ἰχθύες κριός. καὶ ταῦτα μὲν ὁ Κράτης. ἔοικε δὲ ὑπὸ τῆς φράσεως ἀμφιβόλου οὔσης κεκρατῆσθαι· τὰ γὰρ πρῶτα σημεῖα καὶ τὰς Πλειάδας ᾠήθη καταδύεσθαι λέγειν τὸν Εὐριπίδην. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τὰ μὲν πρῶτα σημεῖα φησι δύεσθαι, τὰς δὲ Πλειάδας ἀνατέλλειν. πῶς γὰρ ἂν ἐπὶ καταδυομένων εἶπεν αἰθερίας; ὥστε τριχόθεν τὸν καιρὸν ὑπὸ τῶν φυλάκων δηλοῦσθαι, ἀπὸ τῆς δύσεως, ἀνατολῆς καὶ μεσουρανήματος. ὁ μὲν οὖν Παρμενίσκος πρῶτα σημεῖα φησὶ λέγεσθαι τὰς τοῦ σκορπίου πρώτας μοίρας διὰ τὸ ὑπὸ τῶν ἀρχαίων οὕτως αὐτὰς λέγεσθαι, διότι ταύταις ὁ Βοώτης ἅμα ἄρχεται καταδύεσθαι. Κλεόστρατον γοῦν τὸν Τενέδιον ἀρχαῖον ὄντα ἀστρολόγον, γράφειν οὕτως· «ἀλλʼ ὁπόταν τρίτον ἦμαρ ἐπʼ ὀγδώκοντα πέλῃσι σκορπίου, εἰς ἅλα πίπτει ἅμʼ ἠοῖ φαινομένηφι». τοῦτο δὲ παραδείξας ὁ Παρμενίσκος ὅτι καταδύεται τὰ πρῶτα σημεῖα τοῦ σκορπίου, καὶ τὰ περὶ τῆς Πλειάδων ἐπιτολῆς ἐπέξεισιν· «ὅταν γὰρ», φησὶν, «Εὐριπίδης λέγῃ καὶ ἑπτάποροι Πλειάδες αἰθέριαι, οὐ λέγει δύεσθαι τότε αὐτὰς, ἀλλʼ ἔμπαλιν ἀνατέλλειν ἐκ τοῦ ὑπὸ γῆν τμήματος εἰς τὸ ὑπὲρ τὸν ὁρίζοντα ἀνιούσας· καὶ τοῦτο εἶναι τὸ καὶ ἑπτάποροι Πλειάδες αἰθέριαι, οἷον· εἰς τὸν ὡς πρὸς ἡμᾶς οὐρανὸν ἀφικνούμεναι. ταῦτα δὲ καταστησαμένων ὁμολογεῖ, φησὶ, τοῖς Εὐριπίδου τὰ φαινόμενα  … τὰ μὲν πρῶτα σημεῖα εἰς δύσιν κεχώρηκεν, ἡ δὲ Πλειὰς ἀνατέλλει, ὁ δὲ ἀετὸς πρὸς τὸ μέσον κεχώρηκε. λοιπὸν οὖν τῆς φυλακῆς ὁ καιρός· ἔγρεσθε, τί μέλλετε. ἑπτάπορον δὲ τὴν Πλειάδα, ὅτι ἐξ ἑπτὰ ἀστέρων σύγκεινται αἱ Πλειάδες. ἀετὸς δὲ ὁ τὸ ἧπαρ τοῦ Προμηθέως, ὥς φασί τινες: — ἄλλως: τῶν περὶ τὸν Μενεκράτην ἐν διδύμοις τὸν ἥλιον λεγόντων, ἐν ᾧ τὰ τῆς καταστάσεως τῶν φαινομένων ὅπως εἶχε πρόκειται, εἰσὶν οἵ φασι περὶ τὰς ἐσχάτας μοίρας τοῦ καρκίνου εἶναι τότε τὸν ἥλιον. οὐ γὰρ ἂν μόνως τὴν σελήνην πρὸς  … ἀνατολὴν ἔσεσθαι  … συνάγουσιν οὕτως ἃ βούλονται. εἰ μὲν γὰρ πάλαι τὴν σελήνην ὡς ἐν τρισὶν ἡμέραις τοῦτον  … οἱ φύλακες εὐήθεις ἱκανῶς ἔσονται. εὔλογον γάρ  … —
<!-- 540 -->Κίλικας Παιών: οἱ μὲν τοὺς Κίλικας καὶ τοὺς Μυσοὺς τοὺς αὐτοὺς ἤκουσαν· Ἀρίσταρχος δὲ Κόροιβον Παιόνων ἡγεμόνα καὶ τὴν φυλακὴν ποτὲ μὲν ἀπὸ τοῦ ἡγεμόνος, ποτὲ δὲ ἀπὸ τῶν ὑπηκόων: —
<!-- 541 -->Μυσοὶ δʼ ἡμᾶς: ὡς Μυσῶν διαδεχομένων Κίλικας. Κίλικες γὰρ μετὰ Παιόνας, εἶτα Μυσοὶ, εἶτα Τρῶες, εἶτα πέμπτοι Λύκιοι: —
<!-- 547 -->κοίτας φονίας: διὰ τὰ τολμηθέντα ἐπὶ τῷ Ἰτύλῳ. λείπει δὲ τὸ ὡς· ὡς ἐπὶ τοῦ Σιμόεντος ὑμνεῖ τὴν μῖξιν, ἀίω. γράφεται καὶ θρηνεῖ καὶ ἔξωθεν λαμβάνεται ἡ ἐπί καὶ τὸ ὡς· ὡς ἐπὶ τοῦ Σιμόεντος ἑζομένη θρηνεῖ τὰς φονίας κοίτας ἡ ἀηδών: —
<!-- 550 -->μελοποιὸς ἀηδών: λέγεται γὰρ ἡ Πρόκνη μετὰ τὸ κρεανομῆσαι Ἴτυν τὸν υἱὸν διὰ τὴν λύπην μεταβληθῆναι εἰς ὄρνιν· καὶ ἡ μὲν Πρόκνη εἰς ἀηδόνα μετεβλήθη ὡς καὶ ἡ Φιλομήλα εἰς χελιδόνα: —
<!-- 673 -->πρὸς τὰ ναύσταθμα: —
<!-- 674 -->σκηπτοῦ ʼπιόντος: αἰφνιδίως κεραυνοῦ σφοδροῦ ἐπελθόντος: —
<!-- 675 -->ἔα: ὁ χορὸς λέγει αἴσθησιν λαβὼν τῶν γεγονότων: —
<!-- 691 -->ἀλλὰ συμμάχους: ἀλλὰ δεινὸν, φησὶ, τοὺς συμμάχους ταράττειν νυκτὸς οὔσης: —
<!-- 716 -->τὸ χ ὅτι φαλακρὸν αὐτόν φησιν: —
<!-- 785 -->ἐκ τῶν μυκτήρων ποιὸν ἦχον ἀπετέλουν: —
<!-- 789 -->μυχθισμὸν νεκρῶν: ποιὸν ἦχον καὶ στεναγμὸν μετὰ πνοῆς γινόμενον: —
<!-- 790 -->τὸ ἑξῆς· θερμὸς δὲ κρουνὸς αἵματος νέου δεσπότου παρὰ σφαγαῖς δυσθνῄσκοντος βάλλει με: —
<!-- 852 -->τίς δʼ ἂν χαμεύνας: τὸ ἑξῆς· τίς ἂν κατʼ εὐφρόνην τῶν πολεμίων μολὼν Ῥήσου χαμεύνας εὗρεν: —
<!-- 859 -->ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα: ἀρχὴν δηλονότι τοῦ κακολογεῖσθαι πρῶτον ἀρχόμεθα ὑπὸ σοῦ, οἷον· σὺ ἡμᾶς πρῶτον ἤρξω κατηγορεῖν: —
<!-- 895 -->ἰαλέμῳ: καὶ Ἀσκληπιάδης ἐν ἕκτῳ Τραγῳδουμένων εἶναι πλείους τῆς Καλλιόπης λέγει παῖδας ἐν τούτῳ· Καλλιόπῃ γὰρ τὸν Ἀπόλλωνα μιχθέντα γεννῆσαι Λίνον τὸν πρεσβύτατον καὶ τρεῖς μετʼ ἐκεῖνον, Ὑμέναιον Ἰάλεμον Ὀρφέα. τῷ δὲ νεωτάτῳ τὴν μὲν ἐπιθυμίαν τῶν τῆς μητρὸς ἐπιτηδευμάτων ἐμπεσεῖν καὶ περὶ τὴν μουσικὴν περιγενέσθαι πάντων· οὐ μὴν τοιοῦτό γε πάθος οἷον λέγεται γενέσθαι: — ἄλλως: ἰαλέμῳ: ἱστορεῖται τὸν ἰάλεμον παρωνομάσθαι ἐπὶ τιμῇ Ἰαλέμου τοῦ Ἀπόλλωνος καὶ Καλλιόπης, ὥς φησι Πίνδαρος·
ἔντι μὲν χρυσαλακάτου τεκέων Λατοῦς ἀοιδαὶ  
ὥριαι παιανίδες· ἔντι δὲ καὶ θάλλοντος ἐκ κισσοῦ στεφάνων Διονύσου διθύραμβον μαιόμεναι· τὸ δὲ .......... ἀποφθιμένων
ἃ μὲν ἀχέταν Λίνον αἴλινον ὑμνεῖ,  
ἃ δʼ Ὑμέναιον, ὃν ἐν γάμοισι χροϊζόμενον  
Μοῖρα σὺμ πρωτὰ λάβεν ἐσχάτοις ὕμνοισιν· ἃ δʼ Ἰάλεμον ὠμοβόρῳ νούσῳ πεδαθέντα σθένος, υἱὸν Οἰάγρου δὲ
## License and provenance
Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cto-aji`.