---
title: "Scholia on Euripides: Hypothesis of Medea"
title_greek: "Σχόλια εἰς Εὐριπίδην, Ὑπόθεσις Μηδείας"
author: Scholia on Euripides
eul_wid: cto-ajf
eul_aid: cto
canonical: "https://eulogikon.org/works/euripides-scholia-euripides-hypothesis-medea-cto-ajf"
lang: grc
period: Hellenistic
dialect: Mixed Dialects
content_hash: "sha256:366344219db06490078f48a957a0aa3b664fb94627958c9b3459dda9f82e679e"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Euripides: Hypothesis of Medea

*Σχόλια εἰς Εὐριπίδην, Ὑπόθεσις Μηδείας*

**Author:** Scholia on Euripides

**eul_wid:** `cto-ajf` · [HTML page](https://eulogikon.org/works/euripides-scholia-euripides-hypothesis-medea-cto-ajf)

## Text

<!-- 1 -->

ΥΠΟΘΕΣΙΣ ΜΗΔΕΙΑΣ

Ἰάσων εἰς Κόρινθον ἐλθὼν ἐπαγόμενος καὶ Μήδειαν ἐγγυᾶται καὶ τὴν τοῦ Κρέοντος τοῦ Κορινθίων βασιλέως θυγατέρα Γλαύκην πρὸς γάμον. μέλλουσα δὲ ἡ Μήδεια φυγαδεύεσθαι ὑπὸ Κρέοντος ἐκ τῆς Κορίνθου, παραιτησαμένη εἰς μίαν ἡμέραν μεῖναι καὶ τυχοῦσα, μισθὸν τῆς χάριτος δῶρα διὰ τῶν παίδων πέμπει τῇ Γλαύκῃ ἐσθῆτα καὶ χρυσοῦν στέφανον. οἷς ἐκείνη χρησαμένη διαφθείρεται· καὶ ὁ Κρέων δὲ περιπλακεὶς τῇ θυγατρὶ ἀπόλλυται. Μήδεια δὲ τοὺς ἑαυτῆς παῖδας ἀποκτείνασα, ἐπὶ ἅρματος δρακόντων πτερωτῶν, ὃ παρʼ Ἡλίου ἔλαβεν, ἔποχος γενομένη ἀποδιδράσκει εἰς Ἀθήνας κἀκεῖσε Αἰγεῖ τῷ Πανδίονος γαμεῖται. Φερεκύδης δὲ καὶ Σιμωνίδης φασὶν ὡς ἡ Μήδεια ἀνεψήσασα τὸν Ἰάσονα νέον ποιήσειε. περὶ δὲ τοῦ πατρὸς αὐτοῦ Αἴσονος ὁ τοὺς Νόστους ποιήσας φησὶν οὕτως·

  
αὐτίκα δʼ Αἴσονα θῆκε φίλον κόρον ἡβώοντα  
  
γῆρας ἀποξύσασʼ εἰδυίῃσι πραπίδεσσι  
  
φάρμακα πόλλʼ ἕψουσʼ ἐπὶ χρυσείοισι λέβησιν.  
Αἰσχύλος δʼ ἐν ταῖς Διονύσου τροφοῖς ἱστορεῖ ὅτι καὶ τὰς Διονύσου τροφοὺς μετὰ τῶν ἀνδρῶν αὐτῶν ἀνεψήσασα ἐνεοποίησε. Στάφυλος δέ φησι τὸν Ἰάσονα τρόπον τινὰ ὑπὸ τῆς Μηδείας ἀναιρεθῆναι. ἐγκελεύσασθαι γὰρ αὐτὴν οὕτως ὑπὸ τῇ πρύμνῃ τῆς Ἀργοῦς αὐτὸν κατακοιμηθῆναι μελλούσης τῆς νεὼς διαλύεσθαι ὑπὸ τοῦ χρόνου. ἐπιπεσούσης γοῦν τῆς πρύμνης τῷ Ἰάσονι τελευτῆσαι αὐτόν: — τὸ δρᾶμα δοκεῖ ὑποβαλέσθαι παρὰ Νεόφρονος διασκευάσας, ὡς Δικαίαρχος  <span class="gap">…</span> τοῦ τῆς Ἑλλάδος βίου καὶ Ἀριστοτέλης ἐν ὑπομνήμασιν. μέμφονται δὲ αὐτῷ τὸ μὴ πεφυλαχέναι τὴν ὑπόκρισιν τὴν Μήδειαν, ἀλλὰ προπεσεῖν εἰς δάκρυα, ὅτε ἐπεβούλευσεν Ἰάσονι καὶ τῇ γυναικί. ἐπαινεῖται δὲ ἡ εἰσβολὴ διὰ τὸ παθητικῶς ἄγαν ἔχειν καὶ ἡ ἐπεξεργασία «μηδʼ ἐν νάπαισι» καὶ τὰ ἑξῆς· ὅπερ ἀγνοήσας Τιμαχίδας τῷ ὑστέρῳ πρώτῳ φησὶ κεχρῆσθαι, ὡς Ὅμηρος· «εἵματα δʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα»: — Ἀριστοφάνους: Μήδεια διὰ τὴν πρὸς Ἰάσονα ἔχθραν τῷ ἐκεῖνον γεγαμηκέναι τὴν Κρέοντος θυγατέρα ἀπέκτεινε μὲν ταύτην καὶ Κρέοντα καὶ τοὺς ἰδίους υἱούς, ἐχωρίσθη δὲ Ἰάσονος Αἰγεῖ συνοικήσουσα. παρʼ οὐδετέρῳ κεῖται ἡ μυθοποιΐα. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Κορίνθῳ· ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν πολιτίδων, προλογίζει δὲ τροφὸς Μηδείας. ἐδιδάχθη ἐπὶ Πυθοδώρου ἄρχοντος ὀλυμπιάδος πζ ἔτει α. πρῶτος Εὐφορίων, δεύτερος Σοφοκλῆς, τρίτος Εὐριπίδης Μηδείᾳ Φιλοκτήτῃ Δίκτυι Θερισταῖς σατύροις. οὐ σῴζεται: —

ΣΧΟΛΙΑ ΕΙΣ ΜΗΔΕΙΑΝ

<!-- 1 -->τὸ ὤφελε τινὲς ἐπιρρηματικῶς δέχονται, ὡς τὸ «ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες», ἵνʼ ᾖ παράλληλον τὸ σχῆμα τῆς γραὸς συνεχέστερον ἀπευχομένης τῇ ἀφίξει τῆς Ἀργοῦς. ὁ δὲ ποιητὴς ῥῆμα αὐτὸ οἶδεν· «οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη»· «μὴ ὄφελες λίσσεσθαι ἀμύμονα». ἐπαινεῖται δὲ ἡ εἰσβολὴ διὰ τὸ περιπαθῶς ἄγαν ἔχειν καὶ ταῖς ἐκβολαῖς εὖ κεχρῆσθαι: — ἄλλως: ἐπαινεῖται ἡ εἰσβολὴ διὰ τὸ παθητικῶς ἄγαν ἔχειν, εὖ δὲ καὶ ταῖς ἐκβολαῖς κεχρῆσθαι. πολὺ τὸ τοιοῦτον γένος παρʼ Ὁμήρῳ. ὁ δὲ Τιμαχίδας τὸν τρόπον ἀγνοήσας ποιητικὸν ὄντα τῷ ὑστέρῳ πρώτῳ φησὶ κεχρῆσθαι, ὡς Ὅμηρος· «εἵματα δʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα». πρότερον γάρ φησι φῦναι τὰ δένδρα, εἶθʼ οὕτως κατασκευασθῆναι τὴν Ἀργώ. ἢ ἀπὸ Ἄργου τοῦ ναυπηγήσαντος, οἱ δὲ διότι ἐταχυδρόμει· ἀργὸν γὰρ τὸ ταχύ· ἐντεῦθεν καὶ λήθαργος, ὁ τῇ λήθῃ ταχύς. καὶ πρώτην γε αὐτὴν ναυπηγηθῆναί φασιν, ἄλλοι δὲ τὴν ὑπὸ Δαναοῦ γεγενημένην. ἔστι δὲ ὑπέρθεσις ὁ τρόπος. τὰ γὰρ δεύτερα τῇ τάξει, πρῶτα ὑπέθετο: — εἴθʼ ὤφελε: περιφραστικῶς ἡ Ἀργώ· οὐκ ὤφειλεν ἡ Ἀργὼ παρελθοῦσα τὰς Συμπληγάδας εἰς Σκυθίαν ἐλθεῖν. τὸ δὲ εἴθε ἐπίρρημα εὐκτικόν· «εἴθʼ ὣς ἡβώοιμι»· ἀεὶ δὲ προτάσσεται τῆς συντάξεως· τὸ δὲ ὤφελε ῥῆμα ᾧ ἀπαρέμφατον ἕπεται· «ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακός». τὸ δὲ διαπτάσθαι τροπικῶς ὡς ἐπὶ ὀρνέου. ἔδει δὲ εἰπεῖν διαπλεῦσαι: —

<!-- 2 -->Κόλχων ἐς Αἶαν: πόλις ἐν Σκυθίᾳ οὕτω καλουμένη. ἐν Κόλχοις. ὀνοματικῶς: — Συμπληγάδας: τὰς περὶ τὸ στόμα τοῦ Πόντου λέγει, αἳ διʼ ἀπάτην τῆς ὄψεως δοκοῦσιν ὧδε κἀκεῖσε φέρεσθαι: — ἄλλως: ταύτας ὁ Σιμωνίδης Συνορμάδας φησίν. εἰσὶ δὲ πέτραι ἐπὶ τῷ στόματι τοῦ Πόντου στεναὶ τὸ διάστημα, διʼ ὧν ἔξεισιν ἡ θάλασσα ἀπὸ τοῦ Πόντου εἰς τὸν Ἑλλήσποντον. Ἐρατοσθένης δʼ ἐν τῷ τρίτῳ τῶν Γεωγραφουμένων φησὶ περὶ αὐτῶν· «καλοῦσι δὲ Συμπληγάδας οὕτως. καθʼ ὃν καιρὸν ἄν τις πρὸς τὰ δεξιὰ ἐκκλίνῃ, σφόδρα φαντάζεται τὰς πέτρας συναγομένας, ὅταν δὲ κατὰ μέσον, ὁρᾷ διισταμένας καὶ ἔμπαλιν εἰς τὰ ἀριστερὰ διαλλάξας ὁρᾷ συντρεχούσας». τούτου δὲ πολλάκις γενομένου Συμπληγάδας αὐτάς φησι κεκλῆσθαι διὰ τὴν συνδρομὴν καὶ διάστασιν τῆς φαντασίας. οἱ δὲ νεώτεροι τὰς παρʼ Ὁμήρῳ Πλαγκτὰς ὑπενόησαν εἶναι: — τὰς Συμπληγάδας ὁ Σιμωνίδης Συνορμάδας φησίν. Ἐρατοσθένης δὲ ἐν γ Γεωγραφουμένων φησὶ τὸν πλοῦν στενὸν εἶναι καὶ σκολιὸν, διʼ οὗ φαντάζεσθαι τοὺς πλέοντας τὴν ἀπόκλεισιν τῶν πετρῶν: —

<!-- 4 -->τμηθεῖσα πεύκη: συνεκδοχὴ, ἀπὸ μέρους τὸ πᾶν. ἀπὸ κοινοῦ δὲ τὸ ὤφελε· ὤφελε μὴ ἐρετμῶσαι ἡ Ἀργὼ τὰς τῶν ἀρίστων χεῖρας: — κώπαις καθοπλίσαι τὰς χεῖρας τῶν ἀρίστων ἀνδρῶν: —

<!-- 5 -->οἵτινες ἐπὶ τὸ πάγχρυσον δέρας ἀνῆλθον τοῦ ἀγαγεῖν αὐτὸ τῷ Πελίᾳ: — δέρας: τὸ δέρμα. τοῦτο οἱ μὲν ὁλόχρυσον εἶναί φασιν, οἱ δὲ πορφυροῦν. καὶ Σιμωνίδης ἐν τῷ εἰς Ποσειδῶνα ὕμνῳ ἀπὸ τῶν ἐν τῇ θαλάττῃ πορφυρῶν κεχρῶσθαι αὐτὸ λέγει: —

<!-- 9 -->οὐδʼ ἂν κτανεῖν πείσασα: πολυάϊκός τις λόγος φέρεται τῶν φιλοσόφων, ὃν καὶ Παρμενίσκος ἐκτίθησιν, ὡς ἄρα πέντε τάλαντα λαβὼν παρὰ Κορινθίων Εὐριπίδης μεταγάγοι τὴν σφαγὴν τῶν παίδων ἐπὶ τὴν Μήδειαν. ἀποσφαγῆναι γὰρ τοὺς παῖδας Μηδείας ὑπὸ Κορινθίων παροξυνθέντων ἐπὶ τῷ βασιλεύειν αὐτὴν θέλειν διὰ τὸ τὴν Κόρινθον πατρῴαν αὐτῆς λῆξιν εἶναι· ὃ μετήγαγεν ἐπὶ Μήδειαν. περὶ δὲ τῆς εἰς Κόρινθον μετοικήσεως Ἵππυς ἐκτίθεται καὶ Ἑλλάνικος. ὅτι δὲ βεβασίλευκε τῆς Κορίνθου ἡ Μήδεια, Εὔμηλος ἱστορεῖ καὶ Σιμωνίδης· ὅτι δὲ καὶ ἀθάνατος ἦν ἡ Μήδεια, Μουσαῖος ἐν τῷ περὶ Ἰσθμίων ἱστορεῖ, ἅμα καὶ περὶ τῶν τῆς Ἀκραίας Ἥρας ἑορτῶν ἐκτιθείς: — οὐδʼ ἂν κτανεῖν: ὅτι ἡ Κόρινθος πατρῷον ἦν αὐτῆς κτῆμα τῷ λόγῳ τούτῳ. Ἀλωεὺς καὶ Αἰήτης ὁ τῆς Μηδείας πατὴρ παῖδες Ἡλίου καὶ Ἀντιόπης γεγόνασι. τούτοις ὁ Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν ὁ μὲν Ἀλωεὺς τὴν ἐν Ἀρκαδίᾳ, τὴν δὲ Κόρινθον ὁ Αἰήτης. οὗτος οὖν μὴ ἀρεσθεὶς τῇ ἀρχῇ Βουνῷ μέν τινι Ἑρμοῦ παιδὶ παρέδωκε τὴν πόλιν εἰπὼν φυλάσσειν αὐτὴν τοῖς ἐσομένοις ἐξ αὐτοῦ, αὐτὸς δὲ εἰς Κολχίδα ἀφικόμενος τῆς Σκυθίας ᾤκησε βασιλεύων. διδάσκει δὲ τοῦτο καὶ Εὔμηλος ποιητὴς ἱστορικὸς λέγων· «ἀλλʼ ὅτε δʼ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ Ἀντιόπης, τότε δʼ ἄνδιχα χώρην δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός» καὶ τὰ ἑξῆς. Βουνὸς δὲ Ἑρμοῦ καὶ νύμφης υἱὸς γέγονεν. ταῦτα δὲ ἀπὸ τοῦ ἀνεπιγράφου ὑπομνήματος τοῦ εἰς Πίνδαρον ἔγραψα: — Πελιάδας κόρας: τὰς Πελίου θυγατέρας ἔπεισεν ἡ Μήδεια τὸν πατέρα σφάξαι καὶ ἑψῆσαι ὡς ἐσόμενον νεώτερον, ἑψήσασα πρότερον κριὸν καὶ ποιήσασα ἄρνα διὰ τῶν φαρμάκων: —

<!-- 11 -->ἁνδάνουσα μέν: ἁνδάνουσα ἀντὶ τοῦ ἁνδανούσῃ. τὸ δὲ πολιτῶν ἀντὶ δοτικῆς, τοῖς πολίταις. ἤρεσκε δὲ τοῖς Κορινθίοις, ἐπεὶ λιμώττοντας αὐτοὺς ἐπῳδαῖς τισιν ἰάσατο, καὶ αὐτὴ δὲ ἠρέσκετο τῇ Κορίνθῳ, ἐπεὶ λέγονται καὶ οἱ Κορίνθιοι φαρμακικοὶ εἶναι. τὰ δὲ ὅμοια τοῖς ὁμοίοις φίλα εἶναι καὶ χαίρειν ἀλλήλοις ἴσμεν: — τῇ ἀπὸ τῆς Θετταλίας φυγῇ. ἀρεσκομένη τῷ πρὸς τοὺς Κορινθίους πεφευγέναι. πολιτῶν γὰρ λέγει τῶν Κορινθίων: —

<!-- 13 -->συμφέρουσα ἀντὶ τοῦ συμπράττουσα, ἀπὸ τοῦ συμπεριφέρεσθαι: —

<!-- 15 -->μὴ διχογνωμῇ. ὅταν γυνὴ εὔνοιαν φυλάττῃ τῷ ἀνδρί: —

<!-- 16 -->ἐχθρὰ πάντα: τὰ εἰς φιλίαν ἄγοντα. τὰ προσφιλῆ δὲ δυστυχεῖ. οὐχ ὑγιαίνει τὰ ἀναγκαῖα καὶ ἡ προτέρα διάθεσις: — τὰ εἰς φιλίαν ἄγοντα. ἢ τὰ πρὸ τούτου προσφιλῆ: —

<!-- 19 -->αἰσυμνᾷ χθονός: αἰσυμνᾷ ἡγεῖται καὶ ἄρχει. ἰδίως δέ φησιν Ἀριστοτέλης ὑπὸ Κυμαίων αἰσυμνήτην τὸν ἄρχοντα λέγεσθαι. Ὅμηρος· «αἰσυμνῆται δὲ κριτοὶ ἐννέα». λέγουσι δὲ καὶ τοὺς κριτὰς ἄρχοντας τῶν ἀγώνων: — αἰσυμνήτης βασιλεὺς ἐπιστάτης ἄρχων· οἱ δὲ, τύραννος βραβευτὴς πάρεδρος: — ὅτι δὲ οἱ μὲν Ἱππότου, οἱ δὲ Κρέοντός φασι παῖδα γαμῆσαι τὸν Ἰάσονα, προείπομεν. περὶ δὲ τῆς Κρέοντος θυγατρὸς οὐχ ὁμοφωνοῦσι οἱ συγγραφεῖς. Κλειτόδημος μὲν γὰρ Κρέουσάν φησι καλεῖσθαι, γήμασθαι δὲ Ξούθῳ· Ἀναξικράτης δὲ Γλαύκην: — Μήδειαν ὑπὸ Ἀκάστου ἐκπεσοῦσαν σὺν Ἰάσονι Ἱππότης ὑπεδέξατο Κρέοντος τοῦ Λυκαίθου. ὁ Λύκαιθος γὰρ, ἐπεὶ Βελλεροφόντης ᾤχετο, ἦρξεν ἔτη κζ, ἔπειτα Κρέων λε, εἶτα Ἱππότης. ἐπεὶ δὲ Ἰάσων ἔγημε τὴν Ἱππότου θυγατέρα, τότε δὴ κτείνασα τοὺς παῖδας ἑαυτῆς ἀπαλλάσσεται πρὸς Αἰγέα. ὅτι δὲ καὶ ἐβασίλευσε Κορίνθου, ἱστοροῦσιν Εὔμηλος καὶ Σιμωνίδης, λέγων οὕτως· «οὐδὲ κάτʼ οὐ Μαγνησίαν ναῖεν· ἀλόχῳ δὲ Κολχίδι συνάστεος θράνου Λεχαίου τʼ ἄνασσε»: —

<!-- 24 -->ἐνδοῦσα ταῖς λύπαις: —

<!-- 25 -->γράφεται καὶ συντείνουσα: — τὸν πάντα συντήκουσα: ἀνενδότως κλαίουσα. ἀντὶ τοῦ· συντηκομένη δὲ τὸν πάντα χρόνον, οἷον· συνεχῶς κλαίουσα καὶ ἄνεσιν οὐ λαμβάνουσα: —

<!-- 27 -->οὔτʼ ὄμμʼ ἐπαίρουσα: ἀντὶ τοῦ· σύννους καὶ σκυθρωπὴ οὖσα οὐκ ἀκούει: —

<!-- 29 -->κλύδων: ἡ πολλὴ τοῦ ὕδατος χύσις: —

<!-- 29bis -->ἀκούει: ἀντὶ τοῦ· οὐκ ἀκούει ὡς οὐδὲ ταῦτα. τὸ δὲ δέρην ἐὰν μετὰ τοῦ ι, ὀξυτόνως δειρήν· εἰ δὲ χωρὶς τοῦ ι, βαρυτόνως δέρην: —

<!-- 30 -->ἐὰν μὴ πολλάκις: —

<!-- 33 -->ὅς σφε: τὸ χ ὅτι κακῶς τῷ σφε ἐχρήσατο· ἔδει γὰρ εἰπεῖν αὐτήν: — ἀτιμάσας ἔχει: Ἀττικῶς, ἀντὶ τοῦ ἠτίμασε. τὸ γὰρ ἔχει ἐκ περισσοῦ. Σοφοκλῆς «παῖδας γὰρ, οὓς ἔφυσʼ, ἀναλώσας ἔχει» καὶ πάλιν «εὐφημίαν μὲν πρῶτα κηρύξας ἔχω»: —

<!-- 35 -->οἷον πατρῴας: οἷον ἀγαθὸν τὸ μὴ λείπεσθαι τῆς πατρίδος. καὶ Ὅμηρος «ὡς οὐδὲν γλύκιον ἧς πατρίδος»: —

<!-- 38 -->βαρουμένη καὶ λυπουμένη: —

<!-- 39 -->ἐγὼ οἶδα οἵα ἐστὶ τὸν νοῦν, εὐλαβοῦμαί τε αὐτήν: —

<!-- 40 -->μὴ θηκτὸν ὤσῃ: ἐπὶ τῶν παίδων ἀκουστέον. καὶ γάρ φησι στυγεῖ δὲ παῖδας οὐδʼ ὁρῶσʼ εὐφραίνεται. δύναται δὲ καὶ ἐπὶ αὐτῆς ἀκούεσθαι: — οὐ τοῦ αὑτῆς ἥπατος, ἀλλὰ τῶν παίδων. προεῖπε γὰρ στυγεῖ δὲ παῖδας. ἔθος δέ ἐστιν αὐτῷ προλέγειν τὰ μέλλοντα. ὁμοία δὲ ἡ ἀμφιβολία παρʼ Ὁμήρῳ· «δείδιε γὰρ μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ»: —

<!-- 41 -->εἰς τοὺς ἑαυτῆς δόμους εἰσβᾶσα: —

<!-- 42 -->τύραννον: τὸν Κρέοντά φησι. τὸ δὲ ἑξῆς· ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ· δεινὴ γάρ. συμφοράν δὲ λάβῃ οἱονεί· μείζονι κακῷ περιπέσῃ πρὸς τῷ ἤδη μεμισῆσθαι ὑπὸ Ἰάσονος: — θηλυκῶς, τὴν Γλαύκην: —

<!-- 43 -->μείζω συμφοράν: αὐτὴ ἑαυτὴν φονεύσῃ: — ἄλλως: τῆς νῦν παρούσης δυστυχίας, ἀντὶ τοῦ· καὶ τρὺς παῖδας φονεύσῃ. νῦν γὰρ ἀδίκως μισεῖται ὑπὸ Ἰάσονος: —

<!-- 46 -->τῶν γυμνασίων τῶν δρόμων, βαρυτόνως: — ἐκ τρόχων: βαρυτόνως, ὡς νόμων. Ἀριστοφάνης «βαδίζει μοι τὸ μειράκιον ἐξ ἀποτρόχων». ὡς ἀπὸ γυμνασίας οὖν ἐλθόντας τοὺς παῖδας. θρεομένη δὲ ἤγουν συννοουμένη, ὁμιλοῦσα. εἴρηται δὲ ἀπὸ τοῦ θροῦ. Ὅμηρος «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς». ἢ διαλεγομένη, παρὰ τὸν θροῦν: —

<!-- 48 -->ἡ γὰρ τῶν νέων διάνοια πονεῖν ἢ λυπεῖσθαι οὐ φιλεῖ. οἱ γὰρ νέοι ἔξω πάσης φροντίδος καὶ ἀνίας εἰσί: —

<!-- 49 -->ἀντὶ τοῦ παλαιὰ θεράπαινα: —

<!-- 52 -->πῶς σοῦ μόνη: διὰ τί μόνη σου ἡ Μήδεια ἀπολείπεσθαι θέλει: —

<!-- 53 -->ὀπαδὲ πρέσβυ: ὦ πρέσβυ ὀπαδὲ τῶν Ἰάσονος τέκνων, τοῖς χρηστοῖς δούλοις συμφορὰς φέρει καὶ ὀδύνας τὰ τῶν δεσποτῶν κακῶς πίπτοντα, ἢ συμβαίνοντα: —

<!-- 54 -->τοῖς χρηστοῖς δούλοις τὰ τῶν δεσποτῶν κακῶς πίπτοντα συμφορὰν φέρει καὶ ὀδύνας. κακῶς ἐπιπίπτοντα, εἰς κακὸν ἀποβαίνοντα τὰ τῶν δεσποτῶν: — ὁ στίχος καὶ ἐν Βάκχαις κεῖται: —

<!-- 56 -->ἐγὼ γὰρ εἰς τοῦτʼ ἐκβέβηκα: οὕτω, φησὶ, πέπληγμαι τὴν ψυχὴν ὑπὸ τῶν κακῶν τῶν κατὰ τὴν Μήδειαν, ὡς ἀφιέναι εἰκῇ λόγους εἴς τε τὴν γῆν καὶ τὸν ἀέρα, ἀποδυρομένη τὰς ἐκείνης τύχας. οὐρανὸν γὰρ λέγει νῦν τὸν ἀέρα. οἱ δὲ στενοχωρούμενοι ὑπὸ τῶν κακῶν τῷ οὐρανῷ ἢ τῷ ἡλίῳ ἢ ἄλλῳ τῳ θεῷ ἀφηγοῦνται τὰ καθʼ ἑαυτοὺς πράγματα: —

<!-- 57 -->ὥσθʼ ἵμερός μʼ: καλῶς ὁ Εὐριπίδης μεμίμηται τοὺς ἐν μεγάλαις δυστυχίαις ἐξεταζομένους καὶ μηδενὶ τῶν ἀνθρώπων θαρροῦντας ἀπαγγεῖλαι τὰ δυστυχήματα ἢ διὰ φόβον δεσποτῶν ἢ διά τινα χρείαν συμφέρουσαν τοῖς πράγμασιν. οὗτοι γὰρ σιωπᾶν τὰς συμφορὰς μὴ δυνάμενοι καὶ λέγειν ἀνθρώποις φοβούμενοι, οὐρανῷ ἢ ἡλίῳ ἢ γῇ ἢ θεοῖς ἄλλοις διηγοῦνται: —

<!-- 58 -->λέξαι μολούσῃ: τὸ σχῆμα σολοικοφανὲς διὰ τὴν ἐναλλαγὴν τῆς πτώσεως. μολούσῃ γὰρ ἀντὶ τοῦ μολοῦσα: —

<!-- 60 -->ζηλῶ σε: ἠθικῶς, ὡσεὶ εἶπεν· μακάριος εἶ τοιαύτην διάνοιαν ἔχων: — ἄλλως: θαυμάζω σε πῶς οὐκ ἔγνωκας· αὖθις γὰρ ἀρχὴν εἴληφε τὸ κακὸν καὶ οὐδὲ εἰς μεσότητα προῆλθε· τοσοῦτον ἀπέχει τοῦ πεπαῦσθαι τὸ κακόν. ἐν ἤθει δὲ εἴρηται, οἷον· μακάριος εἶ τοιαύτην ἔχων διάνοιαν· τὸ γὰρ κακὸν οὐ μόνον οὐ λήγει, ἀλλʼ οὐδὲ μεσάζει, οἷον ἀκμάζει. τὸ δὲ μεσοῖ τρίτης συζυγίας: —

<!-- 61 -->λείπει ἡ εἰς, εἰς δεσπότας: —

<!-- 63 -->ἀντὶ τοῦ· ὦ γεραιά, ὡς τὸ «κλυτὸς Ἀμφιτρίτη»: —

<!-- 64 -->λείπει ἡ διά: —

<!-- 67 -->ἤκουσά του λέγοντος: ἤκουσα, φησὶ, τινὸς λέγοντος τῶν ὠτακουστῶν προσποιουμένη μὴ ἀκούειν: — πεσσούς δὲ, ἐπεὶ ἀπὸ τῶν ἐν τοῖς τόποις ὠνόμαζον τοὺς τόπους· πεσσούς γὰρ νῦν τοὺς τόπους τῶν κυβευτῶν, ὡς ὄψον καὶ μύρα ἔνθα ταῦτα συνήθως ἐστίν. ὅπου, φησὶν, εἰθισμένοι εἰσὶ πεσσεύειν, προσελθὼν ἤκουσα, ἀντὶ τοῦ προσελθοῦσα. καὶ τὸ οὐ δοκῶν, ἀντὶ τοῦ οὐ δοκοῦσα: —

<!-- 69 -->καθέζονται: — Πειρήνη, κρήνη ἐν Κορίνθῳ, ἣν Ἀσωπὸς εὗρεν Ὠκεανοῦ παῖς χαριζόμενος Σισύφῳ τῷ Κορινθίῳ σπανίζοντι ὕδατος, ὅτι αὐτῷ Αἰγίνης τῆς θυγατρὸς τὴν ὑπὸ Διὸς ἐμήνυσεν ἁρπαγήν: —

<!-- 75 -->ἔχθραν: —

<!-- 76 -->λείπεται: ἡττᾶται ἐλαττοῦται: —

<!-- 77 -->κοὐκ ἔστʼ ἐκεῖνος: Ὅμηρος ἐπὶ τῆς γυναικὸς ἔλαβεν «κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίοι». ἔξωθεν δὲ τὸ ἔτι· καὶ οὐκ ἔστιν ἐκεῖνος ἔτι φίλος τοῖσδε δώμασιν: —

<!-- 78 -->παλαιὸν κακὸν τὸ διὰ τὸν Πελίου θάνατον ἐκβεβλῆσθαι Θετταλίας ὑπὸ Ἀκάστου τοῦ παιδὸς Πελίου ἢ τὸ καταλειφθῆναι αὐτὴν ὑπὸ Ἰάσονος, ὃ καὶ μᾶλλον· νέον δὲ τὸ ἐκβληθῆναι τῆς Κορίνθου. τὸ δὲ ἐξηντληκέναι ἀντὶ τοῦ πεπαῦσθαι· ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς πλοίοις ἀντλούντων: — τὸ ἑξῆς· εἰ πρὸς παλαιῷ: —

<!-- 81 -->τὸ ἑξῆς· ἀτὰρ σύγʼ ἡσύχαζε: —

<!-- 84 -->ἀτὰρ κακὸς ὤν: ἀρκεῖ αὐτῷ τοῦτο πρὸς τιμωρίαν. ἁλίσκεται δὲ, φωρᾶται ἐλέγχεται: — εὑρίσκεται κακὸς ὢν πρὸς τοὺς φίλους. ἕως τούτου δὲ ἡ πρεσβῦτις, τὰ ἑξῆς ὁ πρεσβύτης: — οὕτως ἀναγνωστέον τίς δʼ οὐχὶ θνητῶν καὶ στικτέον, εἶτα ἀπὸ ἄλλης ἀρχῆς ἄρτι γινώσκεις τόδε. διὸ καὶ μετὰ τοῦ σ γραπτέον, οἷον· τίς οὐκ ἔστι κακὸς εἰς φίλους, εἶτα τὸ ἄρτι γινώσκεις τόδε, οἷον· ἄρτι ἔγνωκας ὅτι ἑαυτοὺς μᾶλλον φιλοῦσιν ἢ τοὺς πέλας; οἱ δὲ ὑποκριταὶ ἀγνοήσαντες τὸ τῆς ἀντιδιαστολῆς μετατιθέασιν εἰς τὸ τίς δʼ οὐχὶ θνητῶν τοῦτο γινώσκει σαφῶς. τῇ δὲ διανοίᾳ ταύτῃ καὶ ἐν Κρεσφόντῃ κέχρηται οὕτως· «ἐκεῖνο γὰρ πέπονθα ὅπερ πάντες βροτοί· φιλῶν μάλιστʼ ἐμαυτὸν οὐκ αἰσχύνομαι»: — τίς δʼ οὐχὶ θνητῶν: τίς τῶν ἀνθρώπων, φησὶ, οὐχὶ μᾶλλον ἑαυτὸν βούλεται εὐπραγεῖν τῶν φίλων; οὐ μόνος οὖν ὁ Ἰάσων τοῦτο πεποίηκε. τίς, φησὶ, τῶν ἀνθρώπων οὐκ ἐστὶ κακὸς περὶ φίλους; εἶτα τὸ ἄρτι γινώσκεις, ἄρτι ἔγνωκας: — ἄλλως: ἢ τίς οὐ κακὸς περὶ φίλους πρὸς τὸ ἑαυτοῦ συμφέρον. καὶ ἐν Κρεσφόντῃ· «φιλῶν μάλισθʼ ἑαυτὸν οὐκ αἰσχύνομαι». οὕτω δὲ ἀναγνωστέον· τίς δʼ οὐχὶ θνητῶν καὶ στικτέον, εἶτα ἀπʼ ἄλλης ἀρχῆς ἄρτι γινώσκεις τόδε: —

<!-- 87 -->οἱ μὲν δικαίως: ὅτι περισσῶς ὁ στίχος πρόσκειται, ἐπεξεργασίαν περιέχων καὶ ὅτι προκειμένου ἑνικοῦ τοῦ τίς ἐπήνεγκε τὸ οἱ μέν. καὶ ὁ πρότερος δὲ σεσημείωται, ὅτι παροιμιώδης. ὁ δὲ νοῦς· πᾶ ἑαυτὸν τοῦ πέλας μᾶλλον φιλεῖ  <span class="gap">…</span> — αἰσχροκερδίας: —

<!-- 89 -->ἴτʼ· εὖ γὰρ ἔσται: τὸ ἑξῆς· ἴτε δωμάτων εἴσω, τέκνα. τὸ δὲ εὖ γὰρ ἔσται εὐχομένη λέγει, τουτέστιν· ἐπὶ καλῷ δὲ ἀποβαίη εἰσελθεῖν ὑμᾶς: —

<!-- 90 -->χωρίσασα τῆς μητρὸς αὐτοὺς ἀπόκρυψον: —

<!-- 92 -->ἀγριουμένην καὶ διὰ τοῦ βλέμματος τὸ ὀργίλον ἐπιδεικνῦσαν. οἷον· ὡς ταῦρον, θυμικὸν καὶ φοβερὸν ὁρῶσαν, ἄστοργον καὶ οὐχὶ μητρικόν: —

<!-- 93 -->δρασείουσαν: ἀντὶ τοῦ δράσουσαν· ἔστι δὲ Ἀττικόν. καὶ Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ «ὦ δέσποτʼ Αἴας, τί ποτε δρασείειν δοκεῖς». κατασκῆψαι δὲ, ἀντὶ τοῦ βλάψαι, ἀπὸ τοῦ κεραυνοῦ τοῦ σκηπτοῦ, οἷον κεραυνῶσαι: —

<!-- 96 -->τάδε λέγει ἡ Μήδεια ἔσω οὖσα, οὐδέπω ἐκκεκυκλημένη: —

<!-- 97 -->ἰώ μοί μοι: ἀσύμφωνα ταῦτά ἐστι τοῖς ὑπὸ τῆς πρεσβύτιδος εἰρημένοις ὅτι ἄφωνος κάθηται. καὶ ἐν αὐτῷ δὲ τῷ προλόγῳ τὸ μαχόμενόν ἐστι· Μήδεια δʼ ἡ δύστηνος ἠτιμασμένη βοᾷ μὲν ὅρκους καὶ τὸ ἑξῆς, εἶτα μετʼ ὀλίγον κεῖται δʼ ἄσιτος σῶμʼ ὑφεῖσʼ ἀλγηδόνι, οὔτʼ ὄμμʼ ἐπαίρουσʼ οὔτʼ ἀπαλλάσσουσα γῆς πρόσωπον. ταῦτα λέγει ἔνδοθεν καὶ οὐκ ἐν φανερῷ, ἡ δὲ φωνὴ μόνη ἐξάκουστος γίνεται: — ἀντὶ τοῦ· ποίῳ τρόπῳ ἐμαυτὴν ἀνέλω: —

<!-- 98 -->τοῦτο ἐκεῖνό ἐστιν, ὃ ἔλεγον: —

<!-- 105 -->πρὸς τοὺς παῖδας: —

<!-- 106 -->δῆλον γάρ ἐστιν ἀπὸ τῆς ἀρχῆς τῆς οἰμωγῆς ὅτι ἀνάψει. ἢ οὕτως· τοῦτο γὰρ τὸ ἐξ ἀρχῆς ἐξαιρόμενον νέφος τῆς οἰμωγῆς δῆλον ὅτι μέλλει κεραυνοῦ δίκην ἐγκατασκῆψαι τινὶ καὶ μέγα τι κακὸν κατεργάσασθαι. ἐὰν δὲ γράφηται ἀνάξει, οἷον· ἐπιπολὺ ἀνάξει τὰ τῆς ὀργῆς, οἷον ἄνω ἄξει, εἰς ὕψος ἀνατενεῖ, ὅ ἐστιν αὐξήσει τὸν θυμόν, ἐξ οὗ πάλιν δῆλον, ὡς αὐξανομένη ἐπὶ πολὺ ἡ ὀργὴ πάντως δεινόν τι ἐργάσεται: — δῆλον δʼ ἀρχῆς: δῆλον ὅτι τὸ ἐξ ἀρχῆς ἐπαιρόμενον πλῆθος τοῦ θρήνου ἀνάψει τι καὶ καύσει: — ἄλλως: ἀπʼ ἀρχῆς δὲ τὸ νέφος τῆς οἰμωγῆς ἐξαιρόμενον δῆλόν ἐστιν ὅτι ταχέως εἰς μεῖζον κακὸν ἀνάξει καὶ αὐξηθήσεται: —

<!-- 107 -->τὸ σύστημα τῆς οἰμωγῆς ἀνάγεσθαι καὶ αὔξεσθαι μέλλει: —

<!-- 110 -->λυπηθεῖσα: —

<!-- 112 -->ὦ κατάρατοι παῖδες: ἑωρακυῖα τοὺς παῖδας εἰσιόντας ἅμα τῷ παιδαγωγῷ ἀναβοᾷ· ὦ παῖδες μητρὸς στυγερὰ δρώσης ὄλοισθε σὺν τῷ πατρί· τοῦτο γάρ ἐστι τὸ ἑξῆς τοῦ λόγου: —

<!-- 114 -->φθειρέσθω: —

<!-- 115 -->κατὰ τὴν ὑπόθεσιν εἰσῆλθον οἱ παῖδες, ἡ δὲ πρεσβῦτις οὖσα ἔξωθεν ἐπιστενάζει: — ἔξωθεν ἡ τροφὸς ταῦτα καθʼ ἑαυτήν φησι: —

<!-- 117 -->τί τούσδʼ ἔχθεις: τί τούσδε μισεῖς οὐκ ὄντας αἰτίους; λέγει δὲ τοὺς παῖδας, Μέρμερον καὶ Φέρητα: —

<!-- 119 -->τυράννων λήματα: φρονήματα, τῆς ψυχῆς παραστήματα. τὸ δὲ πως παρέλκει. πέφυκε γὰρ ἀεὶ ἡ ἐξουσία ἐπαίρειν τῶν ἀνθρώπων τὸν λογισμόν: —

<!-- 120 -->ὀλίγʼ ἀρχόμενοι: ἀντὶ τοῦ· ἐξ ὀλίγου καὶ βραχέος ἀρχόμενοι τοῦ θυμοῦ καὶ ἐπὶ πολὺ τοῦτον κρατοῦντες. τὸ γὰρ πολλά ἀντὶ τοῦ ἐπὶ πολύ. ἔχομεν δὲ καὶ τὴν ἔννοιαν παρʼ Ὁμήρῳ· «εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ» καὶ· «θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων». δύναται δὲ τὸ ὀλίγʼ ἀρχόμενοι ἀντὶ τοῦ· οὐδʼ ὅλως ἀρχόμενοι, ἀλλʼ ἐκ τοῦ ἐναντίου αὐτοὶ πολλῶν κρατοῦντες. πέφυκε δʼ ἡ ἐξουσία ἐπαίρειν ἀεὶ τοῖς ἀνθρώποις τὸν λογισμόν: — ἀρχόμενοι, πολλά: οἱ τύραννοι ἀεὶ εἰωθότες ἀνύειν, ἐὰν λυπηθῶσιν, οὐ παύονται εἰ μὴ ἀνύουσι διʼ ὃ λυποῦνται: —

<!-- 122 -->τὸ γὰρ εἰθίσθαι: ὁ γάρ ἀντὶ τοῦ δέ· τὸ δὲ ζῆν ἐπʼ ἴσοις, ἀντὶ τοῦ μετὰ ἰσότητος καὶ μὴ ἐν τυραννίδι, κρεῖσσον. ἔδει, φησὶ, πάντας ἀνθρώπους μηδένα μηδενὸς ὑπερέχειν καὶ μὴ πλειόνων ἐπιθυμεῖν· τοῦτο μέγιστον ἀνθρώποις καὶ λυσιτελέστατον. τὸ γὰρ λῷστα ἀντὶ τοῦ λῷστον, ὅ ἐστι βέλτιστον, πληθυντικὸν ἀντὶ ἑνικοῦ. τὸ χρῆσθαι οὖν τῇ συμμετρίᾳ εἰς ὅλον τὸν χρόνον βέλτιον. κἀγὼ οὖν, φησὶ, τῆς μεγάλης καὶ ὑπερβαλλούσης εὐτυχίας τὴν συμμετρίαν προκρίνω. ἐν ταύτῃ γὰρ τὸ ἀσφαλέστερον: —

<!-- 124 -->ἀντὶ τοῦ μετρίως καὶ ἀσφαλῶς, ὡς τῆς συμμετρίας τὸ ἀσφαλὲς τῆς παραμονῆς ἐχούσης, τῆς δὲ ὑπερβολῆς μεγάλας καὶ τὰς ἐκπτώσεις ἐχούσης, ὡς ἐπάγει. ἀμφότερα δὲ λέγεται, καὶ ὀχυρῶς καὶ ἐχυρῶς: — αἱρετὸν μὲν, φησὶ, τὸ εὐδαιμονεῖν· εἰ δὲ μὴ ἐνδέχεται ἀεὶ καὶ μέχρι γήρως εὐτυχεῖν, κρεῖσσον τὸ ζῆν ἐπʼ ἴσοις, ὅ ἐστιν ἐν μεσότητι τῇ ἴσον ἀπεχούσῃ εὐτυχίας καὶ ἀτυχίας. ὁ τοιοῦτος γὰρ βίος κρείσσων, ὡς μόνιμος: —

<!-- 125 -->αὐτὸ γὰρ, φησὶ, καθʼ ἑαυτὸ τὸ τῆς συμμετρίας ὄνομα καὶ τῇ προφορᾷ μόνῃ νικᾷ καὶ εὐφημότερόν ἐστι. λέγει δὲ καὶ ὁ σοφός «πάντων μέτρον ἄριστον», ἐπὶ δʼ ὑπερβολῆς «μηδὲν ἄγαν»: —

<!-- 127 -->τὰ δʼ ὑπερβάλλοντα: αἱ δʼ ὑπερβολαὶ, φησὶν, ἀσθενεῖς καὶ οὐ βέβαιοι τοῖς ἀνθρώποις, τῇ ἀρχαίᾳ μεταβολῇ οὐδʼ, εἰ γεγόνασι τὴν ἀρχήν, νομιζόμεναι. ὁ γὰρ τὴν συμμετρίαν ἔχων, εἰ καὶ ἐκπέσοι ταύτης τρόπον τινὰ, οὐδεμίαν δοκεῖ πεπονθέναι παραλλαγήν. ἔπειτα τῷ μὲν ὑπερβολὴν ἔχοντι φθόνος παρακολουθεῖ, τοῖς δʼ οὐχί. διὸ ἐπὶ πολὺ παραμένει ἡ συμμετρία. τὸ δὲ ὅταν ὀργισθῇ εἰδικώτερον εἴρηκεν· ἔδει γὰρ μᾶλλον εἰπεῖν ὅταν χολωθῇ: —

<!-- 131 -->χορὸς γυναικῶν ἐκ Κορίνθου: —

<!-- 133 -->οὐδέπω ἤπιος: ἔοικε, φησὶν, ἡ Μήδεια μηδέπω πεπραύνθαι: —

<!-- 134 -->ἐπʼ ἀμφιπύλου: ἀμφίπυλον λέγεται τὸ ἔχον δύο πύλας καὶ εἰσόδους, μίαν μὲν τὴν αὐθεντικὴν, ἑτέραν δὲ, ἣν Ὅμηρος λέγει ὀρσοθύρην. ἐγὼ οὖν, φησὶν, ἐπὶ τοῦ ἀμφιπύλου οὖσα, τουτέστιν ἐπὶ τοῦ πυλῶνος, ἤκουσα φωνῆς ἔσω τοῦ μελάθρου. ἢ οὕτως· ἀμφίπυλον ὁ περὶ τὰς θύρας τόπος: —

<!-- 138 -->τὸ οἴκημα, λέγει, τετέλεσται ἐμοὶ φίλον, οἷον ὑπάρχει: —

<!-- 139 -->οὐκ εἰσὶ δόμοι: ἀντὶ τοῦ· ἀνατέτραπται ὁ οἶκος καὶ ἠφάνισται. ἀπὸ δὲ ἀρσενικοῦ εἰς οὐδέτερον μεταβαίνει. φροῦδα γὰρ τάδε τὰ οἰκήματα λέγει: —

<!-- 144 -->οἷον· κεραυνωθείην, κεραυνοβοληθείην· φλόγα γὰρ οὐρανίαν τὸν κεραυνὸν λέγει: —

<!-- 148 -->τὸ ἄϊες ὁ Δίδυμος ὡς πρὸς τὰς τοῦ χοροῦ φησι λέγεσθαι· ἠκούσατε; καὶ οὐ πρὸς τὸν Δία. ἐν ἤθει οὖν τὸ ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς. τοῦτο δὲ Ἀπολλόδωρος τῆς Μηδείας φησίν, ἀπὸ δὲ τοῦ ἰαχάν τοῦ χοροῦ, ἵνʼ ἔχῃ λόγον τὸ κἀπιβοᾶται Θέμιν εὐκταίαν Ζῆνά τε, τοὺς δʼ ὑποκριτὰς συγχέειν: —

<!-- 151 -->τὸ μέγεθος θαυμάζει τοῦ ἔρωτος. τίς ἄρα, φησὶν, οὗτος ὁ ἔρως, ὁ τῆς ἀκορέστου ταύτης κοίτης, ὃς σπεύσει σοι θάνατον ἐπιπέμψαι; ἄπληστον δὲ λέγει τὴν κοίτην, ἐπεὶ δέον καταφρονητικῶς φέρειν καὶ μισεῖν τὸν Ἰάσονα ἑτέρᾳ συνελθόντα, ἡ δὲ καὶ οὕτως κνίζεται, ὅτι μὴ σύνεστιν αὐτῷ. τὸ δὲ σπεύσει θανάτου τελευτάν, ἀντὶ τοῦ· ἐπείξει καὶ ἐμβαλεῖ σοι θάνατον: — τί σοι πότε: διὰ τί ποτε, ὦ ματαία, ὁ ἔρως τῆς ἀκορέστου κοίτης σπεύδει σοι θανάτου τελευτὴν ἐμβαλεῖν: —

<!-- 154 -->μηδὲν τόδε λίσσου: μὴ λίσσου, φησὶν, ὦ Μήδεια, τὸ θανεῖν. εἰ δὲ ὁ σὸς ἀνὴρ ἠθέτησε τοὺς ὅρκους, ἐκείνῳ γενέσθαι λίσσου τόδε, δηλονότι τὸ κεραυνωθῆναι καὶ ἀποθανεῖν: —

<!-- 157 -->κείνῳ τόδε: τουτέστιν· ἐκείνῳ τόδε τὸ ἁμάρτημα μὴ λογίζου καὶ διʼ ἐλπίδος ἔχε τοὺς θεοὺς ἀπαιτήσειν αὐτὸν τιμωρίαν: — σὺ, φησὶ, μὴ χαλέπαινε μηδὲ θυμοῦ. συνδικήσει δὲ, ἀντὶ τοῦ σὺν τῷ δικαίῳ ἐπεξελεύσεται: — ἤγουν τῷ Ἰάσονι. ἤγουν τὸ ἁμάρτημα μὴ ὀργίζου, μὴ ἐπιγράφου: —

<!-- 162 -->κατάρατον: τὸν κατευχῶν ἄξιον, τὸν χαλεπώτατον: —

<!-- 166 -->ἀπῳκίσθην: —

<!-- 167 -->Τιμαχίδας ἐπὶ τὰ πρόχειρα πᾶσιν ἐνεχθεὶς τὸν Ἄψυρτόν φησι λέγειν αὐτὴν, τοῦ Εὐριπίδου μήτε ἐνταῦθα μήτε ἐν τῷ Αἰγεῖ δηλώσαντος ὀνομαστὶ τὸν Ἄψυρτον. ὁ δὲ Φερεκύδης διὰ τοῦ ξ ὀνομάζει αὐτόν. Δικαιογένης δὲ ἐν τῇ Μηδείᾳ Μεταπόντιον αὐτὸν ὀνομάζει. ἀνῃρῆσθαι δὲ αὐτὸν οἱ μὲν ὑπὸ Μηδείας, οἱ δὲ ὑπὸ τῶν Ἀργοναυτῶν. Λέων δὲ ὁ ῥήτωρ οὐ σφαγῆναι, ἀλλὰ διαφθαρῆναι αὐτὸν φαρμάκοις: — Ἄψυρτον λέγει τὸν ἐπιδιώξαντα αὐτὴν κατὰ πρόσταξιν τοῦ Αἰήτου. πέπεικε γὰρ αὐτὸν ἐλθεῖν εἴς τινα νῆσον ὑποβαλοῦσα τῷ Ἰάσονι δόλῳ τινὶ τοῦτον ἀνελεῖν: —

<!-- 169 -->Θέμιν εὐκταίαν: τῶν διαβεβοημένων ἐστὶ ζητημάτων καὶ τοῦτο, πῶς ἡ μὲν Μήδεια τὴν Θέμιν καὶ τὴν Ἄρτεμιν ἐπιβοᾶται, ἡ δὲ πρεσβῦτις ἀντὶ τῆς Ἀρτέμιδος τὸν Δία φησὶν αὐτὴν ἐπιμαρτύρασθαι. Ἀπολλόδωρος μὲν οὖν φησιν ὁ Ταρσεὺς τῆς ἀμφιβολίας αἰτίους εἶναι τοὺς ὑποκριτὰς, συγχέοντας τὰ χορικὰ τοῖς ὑπὸ τῆς Μηδείας λεγομένοις. δεῖν δὲ τὴν διαστολὴν γεγονέναι μὲν ἐκ τοῦ τὴν Μήδειαν ἅπαντα ταῦτα λέγειν αἶ αἶ διά μου κεφαλῆς φλὸξ οὐρανία βαίη ἕως τοῦ ἄιες ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς, τὰ δὲ ἑξῆς τῷ χορῷ προσάψαι. οὕτως γὰρ ἐχούσης τῆς διαστολῆς, αὐτῆς φησάσης τῆς Μηδείας διαρρήδην προσκαλεῖσθαι τὸν Δία, τὰ ἑξῆς τὸν χορὸν λέγειν ἰαχὰν οἵαν ἁ δύστανος μέλπει νύμφα· εἰ δὲ μὴ, γελοῖον δοκεῖν τῆς Μηδείας καταρασαμένης ἑαυτῇ τὸν χορὸν λέγειν ἄιες, ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς. λελύσθαι οὖν τὴν ἀπορίαν  <span class="gap">…</span> εἰκότως τὴν πρεσβῦτιν ἔνδοθεν κατηκοῦσθαι τῆς Μηδείας καὶ λέγειν κλύεθʼ, οἷα λέγει. ὁ δὲ Δίδυμός φησιν ὅτι διὰ τοῦ λέγειν διά μου κεφαλῆς φλὸξ οὐρανία βαίη ἐπικαλεῖται τὸν Δία. τίς γὰρ εἶχεν αὐτῇ ἐπιπέμψαι τὸν κεραυνὸν, εἰ μὴ ὁ Ζεύς; εἰ δὲ ἡ πρεσβῦτις μὴ πάντων ὧν ἡ Μήδεια ἐπεκαλέσατο ἐμνήσθη, οὐ παράδοξον· ἠρκέσθη γὰρ τοῖς σεμνοτάτοις. οἱ δὲ λείπειν φασὶ τὸ ὄμνυμι Ζῆνα καὶ Θέμιν: —

<!-- 171 -->λείπει τὸ κακῷ, ἔν τινι μικρῷ κακῷ· ἀλλὰ δηλονότι μέγα καταπραξαμένη κακὸν παύσεται τῆς ὀργῆς: —

<!-- 173 -->πῶς ἂν φησὶ, συντυχοῦσα αὐτῇ διαλεχθείην, καὶ πῶς ἂν τῶν παρʼ ἐμοῦ ῥηθησομένων λόγων τὴν φωνὴν δέξαιτο. ὀμφήν γὰρ νῦν τὴν φωνὴν λέγει ἢ τὴν ὁμιλίαν καὶ οὐχὶ τὴν κληδόνα: —

<!-- 174 -->αὐδηθησομένων: —

<!-- 178 -->τὸ ἔπαρμα καὶ ἡ ὁρμὴ τῆς διανοίας, τὸ εἰς τοὺς φίλους σπουδαίαν εἶναι μὴ ἀπέστω μου. ἢ οὕτως· ἡ ἐμοὶ παροῦσα προθυμία μὴ ἐκτὸς τῶν φίλων ἀπέστω: —

<!-- 183 -->αὑτὴν λέγει ἢ τοὺς παῖδας: —

<!-- 184 -->ἀλλʼ εἰ φοβερὸν καὶ δυσχερὲς πεῖσαι τὴν ἐμὴν δέσποιναν θυμουμένην ἐνταῦθα προελθεῖν, ὅμως ἐγὼ τήνδε σοὶ τὴν χάριν καταθήσω καὶ εἰσελθοῦσα καλέσω αὐτὴν ὑπὲρ τοῦ μὴ μοχθεῖν καὶ ἀδημονεῖν σε ἑστῶσαν καὶ προσδεχομένην: —

<!-- 186 -->ὑπὲρ τοῦ μόχθου οὗ περὶ ἡμᾶς ἔχεις. τὸ δὲ χάριν κατὰ κοινοῦ: —

<!-- 187 -->καίτοι τοκάδος: λείπει τὸ ἔχουσα. καίτοι, φησὶν, ἡ δέσποινα δεινὸν ὁρᾷ τοῖς τολμῶσιν αὐτῇ πλησιάζειν ἔχουσα λεαίνης τετοκυίας τὸ βλέμμα, καὶ ὅμως, οὕτως ἐχούσης αὐτῆς θυμοῦ, εἰς σὴν χάριν εἰσελεύσομαι· τοῦτο γὰρ ἀπὸ κοινοῦ: —

<!-- 188 -->ἀποταυροῦται: ταυρηδὸν σχηματίζεται τῷ προσώπῳ, ὡς βλέμμα μὲν ἔχειν λεαίνης, σχηματίζεσθαι δὲ τῷ προσώπῳ ὁμοίως ταύρῳ θυμουμένῳ: — οὕτως, φησὶν, ἀποβλέπει εἰς ἡμᾶς ὀργίλως, ὡς λέαινα ὀργισθεῖσα ὑπὲρ τῶν τέκνων αὐτῆς: —

<!-- 190 -->ἀνοήτους ἀπαιδεύτους. τοὺς πρόσθε, τοὺς ἀρχαίους: —

<!-- 192 -->θυσίαις. διὸ καὶ σεσημείωται: —

<!-- 193 -->εἰλαπίναις: ἑορταῖς. παρὰ δείπνοις δὲ, τὰ παροίνια φησιν: —

<!-- 197 -->ἐξ ὧν, λυπῶν, αἱ δειναὶ συμφοραὶ πταίειν καὶ ἀποτυγχάνειν ποιοῦσι τοὺς οἴκους: —

<!-- 199 -->κέρδος ἀκεῖσθαι: τὴν λύπην θεραπεύειν διʼ ᾠδῶν κέρδος ἐστί. καίτοι τὸ ἀκεῖσθαι καὶ θεραπεύειν τὰς λύπας τῶν ἀνθρώπων κέρδος ἐστὶ καὶ ὠφέλεια. τίς δὲ χρεία ἐν συμποσίοις στρέφειν ὕμνους, ὅπου καὶ χωρὶς τῶν ὕμνων αὐτὴν ἡ παρουσία τῶν συμποτῶν τέρψιν ἔχει: —

<!-- 201 -->τίς γὰρ ἐκεῖ χρεία μουσικῆς αὐτῶν τῶν ἀπὸ θοίνης τερπόντων: —τείνουσι δὲ βοήν, ἀντὶ τοῦ ᾄδουσι μετὰ τόνου. ἡ γὰρ εὐωχία ἱκανή ἐστιν εἰς τὸ τέρψαι τοὺς ἀνθρώπους: —

<!-- 205 -->ἀντὶ τοῦ· λιγυρῶς, ὀξέως, τὰ ἄχεα, φησὶν, ἡ μογερὰ Μήδεια βοᾷ: —

<!-- 208 -->τὴν πάρεδρον τῷ Διὶ δικαιοσύνην. ὁρκίαν δὲ αὐτὴν εἶπεν ὡς τῶν ὅρκων ἔφορον καὶ συνθηκῶν πρύτανιν. τὴν θεὸν ἐπικαλεῖται ὡς ἑξῆς ἐπάγει, ὥστε καὶ ἄνω διὰ τῆς Θέμιδος τὸν Δία ἐπικαλεῖσθαι: — ταῦτα τοῖς ἀξιοῦσιν ὑπὸ τῆς Μηδείας διὰ τῆς Θέμιδος προσειλῆφθαι τὸν Δία συμπράττει. οἱ γοῦν προυπομνηματισάμενοι γράφουσιν οὕτως· «δύναται τὸ λέγειν Ζηνὸς ὁρκίαν Θέμιν βοηθῆσαι τοῖς προεκκειμένοις ὅτι διὰ τῆς Θέμιδος τὸν Δία ἐπεκαλεῖτο, διὰ τὸ εἶναι Διὸς τὴν Θέμιν». λέγει οὖν ὅτι τοῖς ταύτης ὅρκοις πιστεύσασα ἔπραξεν ἃ ἔπραξεν. ἥτις, Θέμις, αὐτὴν, τὴν Μήδειαν, διαβῆναι πεποίηκεν εἰς τὴν Ἑλλάδα τὴν ἀντίπορον τῆς Σκυθίας. ἀντίπορον δὲ τὴν ἐναντίαν κατὰ τὸν πόρον, ἢ κατὰ τὸν τόπον. ἡ μὲν γὰρ ἐν τοῖς δυτικοῖς κεῖται, ἡ Ἑλλάς, ἡ δὲ Σκυθία ἐν τοῖς ἀνατολικοῖς. πῶς δὲ ἡ Θέμις διαβῆναι ἐποίησε τὴν Μήδειαν; ὅτι τοῖς ὅρκοις πεισθεῖσα ἠκολούθησεν Ἰάσονι: — διʼ ἅλα δὲ νύχιον ἐφʼ ἁλμυρὰν πόντου, ἀντὶ τοῦ διʼ ἁλὸς ἁλμυρᾶς, περιττευούσης τῆς ἐπί προθέσεως. ἢ τὸ ἁλμυράν πρὸς τὸ ἑξῆς συναπτέον, τουτέστι· διεβίβασεν αὐτὴν εἰς τὴν Ἑλλάδα διʼ ἁλὸς ἐπὶ τὴν ἁλμυρὰν τοῦ πόντου κληῖδα. λέγει δὲ τὸ στενὸν παρὰ τὸ ὥσπερ κλεῖδα εἶναι τοῦ προκειμένου Πόντου. ἀπὸ γὰρ τοῦ στενοῦ ἐπὶ τὸν Πόντον ἐξίασι. νύχιον δὲ αὐτήν φησι διὰ τὸ νυκτὸς πεφευγέναι: —

<!-- 211 -->διὰ τὸ νυκτὸς πεφευγέναι, ὡς Ἀπολλώνιος

<!-- 212 -->δυσχερῆ πρὸς τὸ περᾶσαι: —

<!-- 214 -->Κορίνθιαι γυναῖκες: χρὴ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον εἰσελθοῦσα ἡ γραῦς παρεκάλεσε τὴν Μήδειαν ἐξελθεῖν πρὸς τὰς ἀπὸ τοῦ χοροῦ. αὕτη οὖν ἐξελθοῦσά φησιν· ἐξῆλθον πρὸς ὑμᾶς, ὦ γυναῖκες, ἵνα μή μοι τι μέμψησθε ὡς διʼ ὑπερηφανίαν μὴ προελθούσῃ: — ἄλλως: ὦ Κορίνθιαι γυναῖκες, ἐξῆλθον ἐκ τῶν δόμων, ἵνα μὴ μέμψησθέ μοι, καίτοι ἐπίσταμαι πολλοὺς τῶν ἀνθρώπων σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο, τοὺς δʼ ἐν θυραίοις, οἷον· ὑπερηφάνους νομιζομένους τοὺς μὲν ἀπὸ τοῦ χωρίζεσθαι καὶ ἄποθεν τῶν ὀμμάτων εἶναι, τοὺς δὲ διὰ τὸ προέρχεσθαι, καὶ συνεχῶς ἐπιφαίνεσθαι· ἐξ οὗ τὸ ἁπανταχόθεν ἐπίφθονον καὶ εὐδιάβολον τῶν ἀνθρώπων συνάγει, ὅτι εἰς μηδὲν ἀρέσκονται. εἶτα πάλιν κατὰ τούτων ἐπιφέρει ὅτι καὶ οἱ ἀφʼ ἡσύχου ποδὸς καὶ ἐν ἐρημίᾳ τὰ ἑαυτῶν πράττοντες δύσκλειαν κτῶνται καὶ ἀργίαν, οἷον· καὶ οὗτοι διαβάλλονται ὑπὲρ τούτου. οὕτως ὁ Εἰρηναῖος. δίκη γὰρ οὐκ ἔνεστʼ ἐν ὀφθαλμοῖς βροτῶν: φησὶν ὅτι διὰ τοῦτο προῆλθον πρὸς ὑμᾶς, καίτοι ἐπισταμένη ὅτι καὶ τὸ ἐπιφοιτᾶν ἐπικίνδυνόν ἐστιν, ὅμως δʼ οὖν, ἵνα διʼ ἔργων καὶ ἀπʼ αὐτῆς τῆς διανοίας γνωρίσητέ με ἥτις εἰμί. οὐ γὰρ, φησὶν, ἐν ὀφθαλμοῖς ἀνδρῶν καὶ ἐν τῇ ὄψει μόνῃ περί τινος δίκη καὶ κρίσις ἐστίν, ἤτοι τὸ δίκαιον οὐκ ἀπὸ μόνης τῆς ὄψεως εὑρίσκεται. τὸ δὲ κατάλληλον οὕτως μᾶλλον σαφὲς γίνεται· ὅτι ἡ δίκη οὐκ ἔστιν ἐν ὀφθαλμοῖς βροτῶν, οὐδὲ δίκαιος οὗτος ὃς πρὶν τὸ σπλάγχνον σαφῶς ἐκμαθεῖν τοῦ πέλας, στυγεῖ ἀπὸ τῆς ὄψεώς τινα οὐδὲν ἠδικημένος ὑπʼ αὐτοῦ. οὕτως Εἰρηναῖος: —εἰς δὲ τὸ μή μοι τι μέμφησθε προσληπτέον ἔξωθεν τὸ ὅπως. αἰτίαν γάρ φησι τοῦ ἐξεληλυθέναι, ὅπως μὴ ὑπὸ αἰτίαν πέσῃ: —

<!-- 216 -->σεμνοὺς γεγῶτας: πολλοὶ γὰρ, φησὶ, τῶν ἀνθρώπων διὰ τὸ κεχωρίσθαι καὶ μὴ ὁμιλεῖν τισιν ἀλαζόνες καὶ ὑπερήφανοι ἔδοξαν εἶναι. οἱ δὲ ἐκ τῶν ἐναντίων συνεχῶς φαινόμενοι καὶ ἐπιπολάζοντες ὀχληροὶ καὶ ἐπαχθεῖς ἔδοξαν εἶναι. ἔνιοι δʼ αὐτῶν ἡσύχιον βίον ἑλόμενοι καὶ προιόντες μὲν οὐδενὶ δὲ πελάζοντες εὐτελεῖς ἐνομίσθησαν καὶ νωθροί· ῥᾳθυμίαν γὰρ τὴν νωθρότητα λέγει. καὶ νῦν δὲ τὸ σεμνόν ἀντὶ τοῦ ὑπερήφανον ὡς καὶ ἐν Ἱππολύτῳ «μισεῖ τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον». γεγῶτας δὲ, δοκοῦντας εἶναι: — ἄλλως: ὀμμάτων ἄπο: ἀντὶ τοῦ· κεχωρισμένους καὶ πόρρωθεν ὄντας. ἢ νοουμένους ἀπὸ τῆς τῶν ὀφθαλμῶν καταστάσεως. τοῦτο δὲ οὐκ οἰκεῖον τοῖς ἐπιφερομένοις: — μὴ ὁρωμένους: —

<!-- 217 -->οἱ δʼ ἀφʼ ἡσύχου: οἷον ἡσύχιον βίον ἐπανῃρημένοι. ἀντὶ τοῦ· φαινόμενοι, μηδὲν δὲ πράττοντες, ἀλλʼ ἡσυχίαν ἄγοντες. ἄλλοι δὲ ἐπὶ ἡσυχίας ἰδιοπραγμονοῦντες ὑπόνοιαν ἔσχον δυσκολίας καὶ ἀργίας. ῥᾳθυμίαν γὰρ τὴν ἀργίαν: — οἱ ἡσύχιον βίον ἐπανῃρημένοι δυσκλεεῖς μὲν ἐνομίσθησαν, πρᾷοι δὲ τὴν ψυχήν. τοὺς ἐν θυραίοις δέ φησι τοὺς ἐν τοῖς οἴκοις τῶν ἑτέρων συνεχῶς φαινομένους, παρὰ τὸ Ἰσοκρατικὸν «τὰς ἐντεύξεις μὴ ποιοῦ πυκνάς»: —

<!-- 219 -->δίκη γὰρ οὐκ ἔνεστιν: διὰ τοῦτο δὲ συμβαίνει τὸ ἄλλοτε ἄλλως τοὺς ἀνθρώπους τὰ ἀλλήλων δοξάζειν, διὰ τὸ μὴ δύνασθαι ἐξ ὄψεως δοκιμάζειν ἑκάστου τὸν τρόπον· ὅπερ πάσχουσιν οἱ πολλοί, οἳ πρὶν τὸν τρόπον σαφῶς κατανοῆσαι, ἁπλῶς ἐκ τῆς τῶν ὀφθαλμῶν προσβολῆς μισοῦσι τὸν δεῖνα οὐδὲν ἠδικημένοι πρὸς αὐτοῦ: —

<!-- 222 -->χρὴ δὲ ξένον μέν: προσήκει δὲ πάντα ξένον πρὸς τὰ τῆς πόλεως νόμιμα χωρεῖν καὶ ἁρμόζειν ἑαυτὸν τοῖς ἤθεσι τῶν πολιτῶν. ὅθεν κἀγὼ πρόειμι πρὸς ὑμᾶς τὸ πρέπον τοῖς ἐπὶ ξένης πράττουσα: —

<!-- 226 -->τὴν ἐν τῷ βίῳ ἡδονήν, περιφραστικῶς αὐτὸ τὸ ζῆν: —

<!-- 228 -->τοῦτο ἐν ἤθει ἀναπεφώνηται: — ἐν ᾧ ἦν μοι πάντα, κάκιστος ἀνδρῶν ἐκβέβηκεν. οἱ δʼ ὑποκριταὶ οὐ συμπεριφερόμενοι τῷ τρόπῳ λέγουσι γινώσκειν καλῶς: —

<!-- 232 -->χρημάτων λέγει τῶν εἰς τὴν φέρνην. τοῦτο δὲ ὁ Εὐριπίδης ἀπὸ τῆς καθʼ αὑτὸν συνηθείας λέγει. οἱ δὲ ἥρωες οὐχ οὕτως ἐποίουν τοὺς γάμους, ἀλλʼ ἐκ τῶν ἐναντίων αὐτοὶ ἐδίδοσαν, καθάπερ καὶ αὐτὸς ἐν ἄλλοις παρίστησι. καὶ Ὅμηρος· «πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη»: —

<!-- 233 -->ἀναχρονισμός· οἱ γὰρ ἥρωες τὸ ἐναντίον παρεῖχον: —

<!-- 234 -->κακοῦ γὰρ τοῦτʼ: κακὸν μὲν τὸ χρημάτων ὑπερβολῇ πρίασθαι, ἀλγεινότερον δὲ κακὸν τὸ καὶ δεσπότην ἄντικρυς λαμβάνειν: —

<!-- 235 -->ἢ κακὸν λαβεῖν: ὅτι κἂν κακὸς ᾖ, στέργειν δεῖ. ἀκλεὲς γὰρ γυναικὶ ἀπολιπεῖν τὸν οἰκεῖον ἄνδρα: —

<!-- 238 -->εἰς καινὰ δʼ ἤθη: τοῦτο πρῶτόν ἐστι τῇ τάξει τῶν πραγμάτων κατὰ τὸν νόμον τοῦ γάμου. πρότερον γάρ ἐστι τὸ τὴν παρθένον ἀπιέναι πρὸς τὸν νυμφίον, εἶθʼ οὕτως πειρᾶσθαι τούτου εἴτε δεξιοῦ ἢ κακοῦ. καινὰ δʼ ἤθη λέγει καὶ νόμους τοὺς παρὰ τῷ ἀνδρί. νόμους δὲ λέγει τοὺς τῆς οἰκίας κανόνας καὶ τύπους: — τὰ ἤθη καὶ τοὺς νόμους τῶν ἀνδρῶν: —

<!-- 242 -->μὴ βίαν ἡγούμενος μηδὲ ἀνάγκην τὴν συμβίωσιν: —

<!-- 244 -->ὅταν τι τῶν κατʼ οἰκίαν λυπῇ, προελθών που παρεμυθήσατο: —

<!-- 247 -->τὴν τοῦ ἀνδρός: —

<!-- 249 -->οἱ ἄνδρες: —

<!-- 252 -->οὐχὶ περὶ σοῦ, φησὶ, ταῦτα ἂν λεχθείη· οὐ γὰρ ὁμοίως ἔχεις ἐμοὶ τύχης: —

<!-- 256 -->βαρβάρου λελῃσμένη: ἀντὶ τοῦ λεληϊσμένη· συνήλιπται γάρ· καὶ ὥσπερ αἰχμαλωτισθεῖσα. δεινοπαθοῦσα τοῦτό φησιν ὡς προσδοκήσασα μὲν σύνοικον ἕξειν τὸν Ἰάσονα, δεινότερα δὲ αἰχμαλώτου πάσχουσα: —

<!-- 258 -->μεθορμίσασθαι: λείπει τὸ ὥστε, ὥστε μεθορμίσασθαι. τὸ δὲ ἑξῆς· οὐ μητέρα, οὐκ ἀδελφὸν, οὐ συγγενῆ ἔχουσα πρὸς τὸ καταφυγοῦσαν πρός τινα τούτων ἀπαλλαχθῆναι τῆς συμφορᾶς. ἡ μεταφορὰ ἀπὸ τῶν μεθορμιζόντων εἰς τοὺς εὐδιεινοτέρους τόπους: —

<!-- 263 -->ἀντὶ τοῦ δειλοτάτη. ἀπὸ κοινοῦ τὸ τίσασθαι: —

<!-- 264 -->κακὴ δʼ ἐς ἀλκήν: ἀντὶ τοῦ ἀσθενής. ὁ δὲ λόγος· πᾶσα μὲν γυνὴ δειλοτάτη ἐστὶν ἐν τοῖς ἄλλοις ἅπασι καὶ ἀσθενὴς, οὐδὲ ὅσον γυμνὸν ἰδεῖν ξίφος καρτεροῦσα· ὅταν δὲ εἰς κοίτην ἀδικηθῇ, τολμηροτάτη γίνεται: — Παρμενίσκος γράφει κατὰ λέξιν οὕτως· «ταῖς δὲ Κορινθίαις οὐ βουλομέναις ὑπὸ βαρβάρου καὶ φαρμακίδος γυναικὸς ἄρχεσθαι αὐτῇ τε ἐπιβουλεῦσαι καὶ τὰ τέκνα αὐτῆς ἀνελεῖν, ἑπτὰ μὲν ἄρσενα, ἑπτὰ δὲ θήλεα. ταῦτα δὲ διωκόμενα καταφυγεῖν εἰς τὸ τῆς Ἀκραίας Ἥρας ἱερὸν καὶ ἐπὶ τὸ ἱερὸν καθίσαι. Κορινθίους δὲ αὐτῶν οὐδὲ οὕτως ἀπέχεσθαι, ἀλλʼ ἐπὶ τοῦ βωμοῦ πάντα ταῦτα ἀποσφάξαι. λοιμοῦ δὲ γενομένου εἰς τὴν πόλιν πολλὰ σώματα ὑπὸ τῆς νόσου διαφθείρεσθαι. μαντευομένοις δὲ αὐτοῖς χρησμῳδῆσαι τὸν θεὸν ἱλάσκεσθαι τὸ τῶν Μηδείας τέκνων ἄγος. ὅθεν Κορινθίοις μέχρι τῶν καιρῶν τῶν καθʼ ἡμᾶς καθʼ ἕκαστον ἐνιαυτὸν ἑπτὰ κούρους καὶ ἑπτὰ κούρας τῶν ἐπισημοτάτων ἀνδρῶν ἐναπενιαυτίζειν ἐν τῷ τῆς θεᾶς τεμένει καὶ μετὰ θυσιῶν ἱλάσκεσθαι τὴν ἐκείνων μῆνιν καὶ τὴν διʼ ἐκείνους γενομένην τῆς θεᾶς ὀργήν». Δίδυμος δὲ ἐναντιοῦται τούτῳ καὶ παρατίθεται τὰ Κρεωφύλου ἔχοντα οὕτως· «τὴν γὰρ Μήδειαν λέγεται διατρίβουσαν ἐν Κορίνθῳ τὸν ἄρχοντα τότε τῆς πόλεως Κρέοντα ἀποκτεῖναι φαρμάκοις. δείσασαν δὲ τοὺς φίλους καὶ τοὺς συγγενεῖς αὐτοῦ φυγεῖν εἰς Ἀθήνας, τοὺς δὲ υἱοὺς, ἐπεὶ νεώτεροι ὄντες οὐκ ἠδύναντο ἀκολουθεῖν, ἐπὶ τὸν βωμὸν τῆς Ἀκραίας Ἥρας καθίσαι νομίσασαν τὸν πατέρα αὐτῶν φροντιεῖν τῆς σωτηρίας αὐτῶν. τοὺς δὲ Κρέοντος οἰκείους ἀποκτείναντας αὐτοὺς διαδοῦναι λόγον ὅτι ἡ Μήδεια οὐ μόνον τὸν Κρέοντα, ἀλλὰ καὶ τοὺς ἑαυτῆς παῖδας ἀπέκτεινε». γεγονέναι δὲ παραπλήσιον μυθεύεται καὶ περὶ τὸν Ἄδωνιν: —

<!-- 269 -->οὐ θαυμάσω σε ἐπὶ τῷ πενθεῖν τὰς τύχας· δικαίως γὰρ πενθεῖς: —

<!-- 276 -->τῶν τελευταίων τόπων. ἡ δὲ εὐθεῖα τούτου τὰ τέρμονα: —

<!-- 278 -->ἐχθροὶ γὰρ ἐξιᾶσι: οἱ ἐχθροὶ οὐριοδρομοῦσι καθʼ ἡμῶν καὶ ὥρμηνται πάντα τρόπον ἐφʼ ἡμᾶς, ἀπὸ μεταφορᾶς τῶν οὐριοδρομούντων καὶ χαλώντων πρὸς τὸ πνεῦμα τὰ τοῦ ἀρτέμονος: — οἷον πᾶσαν μηχανήν: —

<!-- 279 -->εὐεπιβούλευτος καὶ ῥᾳδία πρὸς τὸ διαφυγεῖν ἄτην: —

<!-- 281 -->ἀντὶ τοῦ ἀπείργεις. ἐξεδέξαντο δὲ καὶ κατὰ ἀναστροφὴν, ἀπὸ γῆς στέλλεις: —

<!-- 282 -->δέδοικά σʼ, οὐδέν: τὸ ἑξῆς· δέδοικα σε μή μοι τι δράσῃς. παραμπέχειν, ἀντὶ τοῦ περικαλύπτειν. ὁ δὲ νοῦς· εὐσχημόνως οὐ δεῖ τοὺς λόγους λέγειν καὶ περιστέλλειν καὶ περικαλύπτειν, ἀλλʼ ἐκ τοῦ ἐναντίου ἐμφαίνειν καὶ ἄντικρυς λέγειν ὅτι δέδοικά σε. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς ἀμπεχόνης: — τὸ ἑξῆς· δέδοικα μή μοί τι δράσῃς παῖδα. παραμπέχειν δὲ, φυλάσσειν περιστέλλειν ἀποκρύπτειν. καὶ τὸ μαλθακισθέντα δὲ, ἀντὶ τοῦ ἀμελῶς προσενεχθέντα. ἢ μαλθακισθέντα τοῖς σοῖς λόγοις: —

<!-- 283 -->ἀμήχανον ἀθεράπευτον: —

<!-- 285 -->ἔμπειρος φαρμακὶς καὶ μάγος: —

<!-- 289 -->κακοποιῆσαι: —

<!-- 293 -->ἔβλαψε δόξα: ἀντὶ τοῦ· ἡ δόξα μου βλάπτει με. σὺ γὰρ νομίζων με σοφὴν ἀπελαύνεις με δεδοικώς με: — ἡ ὑπόνοια τῆς σοφίας: —

<!-- 295 -->συνετοὺς ἄγαν. ὑπερβαλλόντως: —

<!-- 296 -->ἧς ἔχουσιν ἀργίας: τὸ ἧς ἔχουσιν ἀργίας εἶπεν οὐχ ὡς τῷ ὄντι ἀργῶν ὄντων τῶν σοφῶν· προφανὲς γὰρ ὅτι μέγιστος πόνος περὶ τὴν φιλοσοφίαν καὶ σπουδή· Ἡσίοδος: «τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν»· ἀλλʼ ὡς πολλῶν δοξαζόντων οὐκ ὀρθῶς ἀργοὺς εἶναι τοὺς σοφούς. οἱ σοφοὶ οὖν, φησὶ, πρὸς τῷ δόξαν ἀργίας ἔχειν καὶ φθονοῦνται ὑπὸ τῶν ἄλλων ἀνθρώπων· ὅθεν, φησὶ, καλῶς ἔχειν κρίνω μὴ χρῆναι εἰς ἄκρον παιδεύσεως ἥκειν τινὰ, ἵνα καὶ τούτων ἐκτὸς ᾖ. τοῦτο δὲ οὐ δογματίζων ὁ ποιητὴς λέγει, ἀλλʼ ἁρμοζόμενος πρὸς τὸ ὑφεστηκὸς ἦθος, ἐπεὶ δοκεῖ ἡ Μήδεια σοφίας ἔχουσα δόξαν βλάπτεσθαι: —

<!-- 297 -->εὑρίσκουσιν, ἀπὸ τοῦ ἄλφα στοιχείου: —

<!-- 298 -->τοῖς ἀπαιδεύτοις, τοῖς ἀνοήτοις: — παράδοξα: —

<!-- 299 -->ἄχρηστος εὐτελής ἀνωφελής: —

<!-- 300 -->ὁ σοφὸς, φησὶ, καθʼ ἑκάτερον ἀδικεῖται· ὑπὸ μὲν γὰρ τῶν ἀπαιδεύτων οὐ σοφὸς εἶναι νομίζεται, τοῖς δὲ ἐλλογίμοις λυπηρὸς εἶναι καταφαίνεται ὅταν κρείττων τούτων νομισθῇ. τὸ δὲ δοκούντων οὐκ ἐπὶ ἀμφιβόλου κεῖται, ἀλλʼ ἐπὶ τῶν τῷ ὄντι ὑπαρχόντων. ἢ δοκούντων πρὸς διαβολὴν τῶν φθονούντων ἐλλογίμων, εἰ καὶ τῇ ἀληθείᾳ ἐλλόγιμοί εἰσι, διὰ τὸ νοσεῖν τὸν φθόνον, ὃς οὐ πρὸς σοφοῦ: — τῶν δοκούντων, φησὶν, εἰδέναι τι κρείσσων νομισθεὶς ἐπαχθὴς ἔσῃ. ὥστε συμβαίνει καὶ παρὰ τοῖς ἀπαιδεύτοις ἐπαχθῆ εἶναι διὰ τὸ μὴ προσίεσθαι αὐτούς, καὶ παρὰ τοῖς συνετοῖς ὁμοίως ἕνεκα τοῦ διαφέρειν δοκεῖν αὐτῶν ἐπίφθονον καὶ λυπηρὸν γίνεσθαι: —

<!-- 302 -->ἐγὼ δὲ αὐτή: —

<!-- 303 -->ἐπίφθονος μὲν, ζηλωτὴ τοῖς εἰδόσι, φθονουμένη· ἡσυχαία δὲ, ἀνόητος, ἄχρηστος· τὸ δὲ θατέρου τρόπου ἢ πρὸς τὸ ἡσυχαία, ἵνʼ ᾖ συνετή, ἢ πρὸς τὸ τοῖς μέν εἰμʼ ἐπίφθονος, ὅ ἐστιν· ἐπίμεμπτος παρὰ τοῖς ἀπαιδεύτοις. ἢ τὸ θατέρου τρόπου ἀντὶ τοῦ ἐξηλλαγμένης πολιτείας, ὅ ἐστι φαρμακίς· τοιοῦτοι γὰρ οἱ σοφοὶ παρὰ τοῖς ἀπαιδεύτοις καὶ ἀμαθέσι νομίζονται: —

<!-- 304 -->ἀντὶ τοῦ μωρά: — τοῦ ἑτέρου, ὀργίλου. ἤγουν τῆς φαρμακείας: —

<!-- 305 -->ἐναντία εἰμὶ τοῖς ἀπαιδεύτοις καὶ οὐδʼ ἄγαν σοφή: —

<!-- 318 -->τοσῷδε δʼ ἧσσον: τοσούτῳ δὲ, φησὶν, ὅσῳ γλυκεῖα μὲν εἶ τῷ λόγῳ ἄλλα δὲ φρονεῖς, τοσούτῳ μᾶλλον ἀπιστότερος τυγχάνω ἢ πρὶν τῶν λόγων σου τούτων ἀκοῦσαι: —

<!-- 319 -->γυνὴ γὰρ ὀξύθυμος: πᾶσα γὰρ, φησὶν, ὀξύθυμος γυνὴ, ὁμοίως δὲ καὶ ἀνὴρ, εὐμαρέστερον ἂν φυλαχθείη ἢ ὁ κρύπτων τὴν ὀργήν. τοὺς γὰρ φανερῶς ὀργιζομένους εὐμαρὲς προορώμενον φυλάττεσθαι, τοὺς δὲ ἐν ἀφανεῖ κρύπτοντας τὴν μῆνιν οὐχ οἷόν τε διὰ τὸ ἀπρόοπτον. καὶ σὲ οὖν, φησὶ, σιωπηλὴν οὖσαν οὐκ εὐμαρὲς φυλάξασθαι: —

<!-- 320 -->ῥᾴων φυλάσσειν: ἀντὶ τοῦ φυλαχθῆναι καὶ τηρηθῆναι, ἐνεργητικὸν ἀντὶ παθητικοῦ. τοῦτο δὲ ἔθος ὡς ἐπὶ τὸ πλεῖστον τοῖς Ἀττικοῖς. λέγεται δὲ καὶ σιωπηρός: — ἄλλως: ῥᾴων ἐστὶ φυλάττεσθαι, φησὶν, ὀξύθυμος ἀνὴρ, ὡσαύτως δὲ καὶ γυνή· φανεροὶ γάρ εἰσι καὶ πάντα ἐκχέουσιν ὀργιζόμενοι, ὁ δὲ σιωπηλὸς δυσπαραίτητός ἐστιν ἐν ἑαυτῷ κρύπτων καὶ καιροφυλακῶν τὴν ὀργήν: —

<!-- 322 -->κέκριται: —

<!-- 324 -->μὴ πρός σε: μέμφονται τῷ Εὐριπίδῃ ὅτι πεποίηκε τὴν Μήδειαν ἐξ ὧν λέγει, φανερὰν γινομένην τῷ Κρέοντι ὡς ὑπούλως ἔχει πρὸς τὴν νύμφην: —

<!-- 327 -->ὁ ἤ ἀντὶ τοῦ ἀλλά: —

<!-- 328 -->λίαν. ἰσχυρῶς: —

<!-- 331 -->ἐπεὶ καθόλου ἡ Μήδεια τὸν ἔρωτα κακὸν ἀπεφήνατο, ἐπήγαγεν ὁ Κρέων τοῦτο ἀναιρῶν καί φησιν ὅτι ὁ ἔρως οὐκ ἀεὶ κακὸς, ἀλλʼ ὡς ἂν ἄγηται ὑπὸ τῆς τύχης. πολλοὶ γὰρ ἐρασθέντες ἔτυχον. βλασφημεῖ δὲ τὸν ἔρωτα ἡ Μήδεια, ἐπεὶ καὶ ἐρασθεῖσα τοῦ Ἰάσονος ἐψεύσθη τῆς ἐλπίδος· οὗτος δέ φησι· μὴ καταμέμφου τοὺς ἔρωτας· ἔσθʼ ὅτε γὰρ ἀγαθόν τι ποιοῦσιν, ἔσθʼ ὅτε δὲ κακὸν, ὡς ἂν ἡ τύχη παραγένηται: — ὅπως ἂν ἄγηται ὑπὸ τῆς τύχης καὶ παραστῇ ἡ τύχη πρὸς τὸ ἐρᾶν: —

<!-- 333 -->ἄπιθι: —

<!-- 334 -->πονοῦμεν ἡμεῖς: ἐπεὶ εἶπεν ὁ Κρέων καί μʼ ἀπάλλαξον πόνων, φησί· ποίων πόνων; ἐγὼ γάρ εἰμι ἡ ἐν πόνοις οὖσα καὶ οὐκ ὀφείλω ἄλλους πόνους ἀναδέχεσθαι ἐφʼ οἷς ἔχω: — ἄλλως: οὐκ ἐν σπάνει κακῶν ἐσμεν· σὺ γὰρ οὐ πονεῖς καὶ ἐν κακοῖς τυγχάνεις. ὥστε μηδὲ ἀπέλαυνέ με τῶν Κορινθίων καὶ τοῦτόν μοι προστίθει τὸν πόνον ἐφʼ οἷς ἔχω. ἱκανοὺς γὰρ ἔχω πόνους τῆς τε πατρίδος ἐστερημένη καὶ νῦν τὸν ἄνδρα ἀπολέσασα διὰ τὴν σὴν θυγατέρα. τὸ πονοῦμεν ἡμεῖς διασταλτικῶς εἶπεν, οἷον· ἐγὼ πονῶ τοιαῦτα δεινὰ πεπονθυῖα, σὺ δὲ οὒ, μηδὲν χαλεπὸν ὑποστάς: —

<!-- 337 -->ἐνόχλησιν: —

<!-- 342 -->παισίν τʼ ἀφορμήν: ἣν ἡμεῖς προβολὴν καλοῦμεν εἰς τὸ ζῆν, οἱ Ἀττικοὶ ἀφορμὴν λέγουσιν: — γράφεται παισίν τε φορβήν: —

<!-- 345 -->εἰκός ἐστιν εὔνοιάν σʼ ἔχειν: οὐδὲν δὲ, φησὶν, ἀπεικὸς πατέρα σε ὄντα εὔνοιαν καὶ στοργὴν ἔχειν, ἣν ἂν πρέπῃ πατρὶ πρὸς παῖδας. ὅθεν οἴκτειρόν με εἰδὼς αὐτὸς πείρᾳ τὴν πρὸς τὰ φίλτατα διάθεσιν: —

<!-- 348 -->λῆμα: φρόνημα: — τυραννικόν: ὑπερήφανον: —

<!-- 349 -->αἰδούμενος δέ: τουτέστιν· εἴξας τισὶ πολλὰ ἐζημιώθην. αἰσθόμενος δὲ ἑαυτοῦ καταθελγομένου καὶ καταγοητευομένου τοῖς λόγοις αὐτῆς ταῦτά φησιν: —

<!-- 351 -->τοῦ μεῖναι μίαν ἡμέραν: —

<!-- 356 -->οὐ γάρ τι δράσεις: Δίδυμος μετὰ τοῦτον φέρει τὸ σιγῇ δόμους εἰσβᾶσʼ, ἵνʼ ἔστρωται λέχος καὶ μέμφεται τοῖς ὑποκριταῖς ὡς ἀκαίρως αὐτὸν τάσσουσιν: —

<!-- 359 -->πρόξενοι γὰρ καλοῦνται οἱ ὑποδεχόμενοί τινα: —

<!-- 364 -->κακῶς πέπρακται: ἀντὶ τοῦ· οὕτω φανερῶς καὶ ἐναργῶς δυστυχοῦμεν καὶ ἐν κακοῖς ἐσμεν ὡς μηδένα δύνασθαι ἀντιλέγειν ὅτι οὐχ οὕτως ἔχομεν δυστυχίας: —

<!-- 365 -->ἀλλʼ οὔτι ταύτῃ: ἀλλʼ οὐχὶ κατὰ τοῦτο τὸ μέρος, φησὶ, κακῶς ἔχει τὸ καθʼ ἡμᾶς, καθὸ πεισθεὶς ἡμῖν ἀπῆλθε Κρέων. τὸ ταύτῃ οὖν ἀντὶ τοῦ· κατὰ ταύτην τὴν ὁδὸν καὶ τοῦτον τὸν τρόπον ταῦτα καλῶς πέπρακται. ἢ τὸ ταὐτά ὀξυτόνως, τουτέστιν· ἀλλὰ κατὰ τοῦτο τὸ μέρος, καθὸ πεισθεὶς ἀπῆλθεν, οὐ ταὐτὰ τὰ πράγματα, ἀλλὰ καλλίονα. ἀμφότερα δὲ εἰς ταὐτὸ ἀναστρέφουσιν: — ἄλλως: τὸ ταῦτα πῇ μὲν περισπᾶται. πῇ δὲ ὀξύνεται, ὅ ἐστιν· ἀλλὰ κατὰ τοῦτο τὸ μέρος, καθὸ πεισθεὶς Κρέων ἀπῆλθε, οὐ ταὐτὰ τὰ πράγματά ἐστιν, ἀλλὰ βελτίονα: —

<!-- 371 -->ἀνοίας: —

<!-- 375 -->πόσιν τʼ ἐμόν: πῶς ἐπαγγειλαμένη τὸν Ἰάσονα ἀνελεῖν οὐκ ἀνεῖλεν; ἢ τάχα ἐπεὶ ἐλθὼν ὁ ἄγγελος μετὰ θάνατον Γλαύκης καὶ Κρέοντος ἐθορύβησεν αὐτὴν λέγων χρῆναι τάχιστα φεύγειν· ἔνθα καί φησι Μήδεια, φεῦγε, ὅθεν οὐκ ἔσχε σχολὴν τοῦτο ἐργάσασθαι. εὐθὺς οὖν καὶ ὁ Ἰάσων παραγίνεται πρὸς αὐτήν: —

<!-- 380 -->ὧδε καλῶς κεῖται. Δίδυμος σημειοῦται ὅτι κακῶς οἱ ὑποκριταὶ τάσσουσιν: —ἐπὶ τῶν δύο τὸ σιγῇ δόμους εἰσβᾶσα· καύσω ἢ σφάξω αὐτούς: — πρὸς τὸ ἐπελθεῖν αὐτοῖς κοιμωμένοις: —

<!-- 384 -->ᾗ μηχανῇ σοφαί ἐσμεν. ἐν ποίᾳ; ἐν τῇ τῶν φαρμάκων. κράτιστον, φησὶ, φαρμάκοις αὐτοὺς κτανεῖν κατὰ τὴν ὁδὸν ἐν ᾗ σοφαὶ πεφύκαμεν μάλιστα, δηλαδὴ τῇ τῶν φαρμάκων: —

<!-- 385 -->σοφοῦ ἐστι τὸ τὰ ἀντιπίπτοντα λύειν: —

<!-- 388 -->ῥύσεται: φυλάξει ἢ σώσει με: —

<!-- 389 -->οὐκ ἔστι: ἢ προπετῶς πρᾶξαί τι οὐκ ἔστιν ἢ οὐκ ἔστι μοι φίλος οὐδεὶς ὁ μέλλων με ὑποδέχεσθαι καὶ κρύπτειν: —

<!-- 390 -->πύργος ἀσφαλής: ἀντὶ τοῦ ὀχύρωμα σωτηρίας. καταχρηστικῶς δὲ τὴν σωτηρίαν πύργον ὠνόμασε παρὰ τὸ τοὺς ὑποδεδραμηκότας ὑπὸ πύργον ἐν πολέμῳ σῴζεσθαι: — ἄλλως: ἐὰν μὲν εὕρω ἐχυρὰν καταφυγήν, σιωπῇ μετέρχομαι φαρμάκοις τὸν φόνον· ἐὰν δὲ ἐλαύνῃ με ἡ ἐξορία, τότε ξίφος λαβοῦσα κτενῶ σφε φανερῶς, εἰ καὶ ἐμοὶ πρόκειται συναπολέσθαι αὐτοῖς: —

<!-- 392 -->ἀμήχανος: ὅ ἐστι· μὴ παρέχουσα μηχανὴν πρὸς τὸ καταγοητεῦσαι τοὺς ἐχθρούς: — ἀβοήθητος: —

<!-- 394 -->πρὸς τὸ ἰσχυρὸν τῆς τόλμης ἔρχομαι, οἷον τολμῶ: —

<!-- 397 -->ὅταν μὲν ᾖ τριῶν ἡμερῶν, Σελήνη ὀνομάζεται, ὅταν δὲ ἕξ. Ἄρτεμις, ὅταν δὲ δεκαπέντε, Ἑκάτη: — τῆς πατρίδος ἢ τῆς οἰκίας τῆς ἐμῆς: —

<!-- 398 -->τὸ ἑξῆς· οὐ γὰρ χαίρων τις αὐτῶν: —

<!-- 400 -->ἡ ἐπιγαμβρία: —

<!-- 401 -->ἀλλʼ ἄγε δή, μηδὲν κρύπτε. ταῦτα δὲ πρὸς ἑαυτὴν παρακελεύεται: —

<!-- 405 -->τοῖς Κορινθίοις, ἀπὸ Σισύφου προπάτορος. λέγει δὲ τῷ Κρέοντι καὶ τῇ τούτου θυγατρὶ Γλαύκῃ: — τοῖς περὶ Ἰάσονα καὶ Γλαύκην: —

<!-- 407 -->ἐπίστασαι δὲ μηχανὰς μέν τινας, διʼ ὧν αὐτοὺς φονεύσεις· εἰ δὲ καὶ μὴ ᾔδεις, ἔχεις αὐτὸ τὸ ἔμφυτον ταῖς γυναιξὶν εὑρεσίκακον: — ἄλλως: γυναῖκές ἐσμεν, ἀντὶ τοῦ· εἰς μὲν τὰ ἀγαθὰ ἄποροι καὶ οὐχ ἱκαναὶ ἐξευρεῖν, εἰς δὲ τὰ κακὰ εὔποροι καὶ ἱκαναὶ καὶ ἐξευρητικαί: —

<!-- 408 -->ἀγαθὰ μὴ δυνάμεναι βουλεύσασθαι, κακῶν δὲ πάντων ἐργάστριαι: —

<!-- 410 -->ἄνω ποταμῶν: θέλει εἰπεῖν ὅτι ἀντέστραπται ἡ φύσις· οὐκέτι γὰρ δόλιαί εἰσιν αἱ γυναῖκες, ἀλλʼ οἱ ἄνδρες. παροιμία ἐπὶ τῶν εἰς τὸ ἐναντίον καὶ παρὰ τὸ προσῆκον μεταβαλλομένων πραγμάτων, οἷον· ἀντέστραπται τὰ πράγματα, ὥστε δολίους μὲν καὶ ἐπιψόγους φαίνεσθαι τοὺς ἄνδρας, τὰς δὲ γυναῖκας εὐγνώμονας καὶ δικαίας. λέγει δὲ ταῦτα διὰ τὸν Ἰάσονα. ἀντεστράφη, φησὶν, ἡ τάξις, καὶ ἄνδρες μὲν δόλιοι καὶ ἄπιστοι γεγόνασι, γυναῖκες δὲ αἱ πρῴην διαβαλλόμεναι ἔνδοξοι καὶ πισταί: — ἄλλως: βεβαιῶ, φησὶν, ὅτι τῶν ποταμῶν αἱ πηγαὶ ἄνω χωροῦσιν: —

<!-- 412 -->ἀνδράσι μὲν δόλιαι βουλαί: ἀντὶ τοῦ· καὶ τῶν ὅρκων καταφρονοῦσιν οἱ ἄνδρες. ταῦτα δὲ διὰ τὸν Ἰάσονα λέγει, διὰ τὸ παραβῆναι τὰς συνθήκας τὰς πρὸς τὴν Μήδειαν. εἰς δὲ τὸ τὴν ἐμὴν βιοτὴν ἔχειν εὔκλειαν μεταβάλλουσιν αἱ φῆμαι, οἷον· ἀντιστρέφουσιν ὥστε τὴν ἐμὴν βιοτὴν ἔχειν εὔκλειαν. τὸ δὲ ἐμήν κατὰ κοινοῦ εἴρηκεν, οὐ διʼ ἑαυτὴν μόνην: — ἄλλως: λείπει τὸ εἰσί. θέλει δὲ εἰπεῖν ὅτι ἀντέστραπται ἡ φύσις· οὐκέτι γὰρ αἱ γυναῖκες δόλιαί εἰσιν: —

<!-- 415 -->τὸ δὲ ἑξῆς· τὰν δʼ ἐμὰν βιοτάν. ὁ δὲ νοῦς· ὁ λόγος ἀντιστρέφεται, ὅτι ἄπιστοι μὲν οἱ ἄνδρες, πισταὶ δὲ αἱ γυναῖκες, καὶ ἐροῦσι πάντες τὸν ἡμέτερον βίον, τουτέστι τὴν γυναικείαν φύσιν, εὐκλεεστέραν εἶναι: — τὰν δʼ ἐμὰν εὔκλειαν: ἐκ τῶν κατὰ τὴν Μήδειαν ἀδικημάτων ἐπελεύσονται τιμαὶ τῷ γυναικείῳ γένει, τῶν μὲν ἀνδρῶν ἀδίκων ἀποδειχθέντων, τῶν δὲ γυναικῶν ἔμπαλιν δικαίων. οὐκέτι γὰρ ῥηθήσεται τὸ οὐ δεῖ πιστεύειν γυναικί. καθόλου οὖν λέγει ὅτι ἀντέστραπται τὰ πράγματα διὰ τὸ δολίους μὲν καὶ ἐπιψόγους φαίνεσθαι τοὺς ἄνδρας, τὰς δὲ γυναῖκας εὐγνώμονας καὶ δικαίας. ταῦτα δὲ λέγει διὰ τὸν Ἰάσονα: —

<!-- 422 -->τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν: ὅτι ἐπὶ κακοῦ τὸ ὑμνεῦσαι. Μοῦσαι δὲ παλαιγενέων, λοιπὸν δὲ, φησὶν, αἱ Μοῦσαι, αἱ τοὺς παλαιγενεῖς ἄνδρας τοὺς σοφοὺς παρορμήσασαι διασῦραι τὸ γυναικεῖον ἔθνος, λήξουσι τῶν ἀοιδῶν τῶν καθʼ ἡμῶν, ἐν αἷς ὡς ἄπιστοι διαβεβλήμεθα. τουτέστιν· οὐκέτι τοῖς ποιηταῖς ἐμπνεύσουσι τὸ καθʼ ἡμῶν τι λέγειν. ἢ Μοῦσαι παλαιγενέων, τὰ ποιήματα τῶν πάλαι σοφῶν ποιητῶν, τουτέστι· τὰ δὲ εἰρημένα τοῖς πάλαι σοφοῖς καθʼ ἡμῶν καὶ ἐν οἷς ποιήμασι διαβεβλήμεθα ὡς ἄπιστοι, ταῦτα σχολάσει καὶ λῆρος εἶναι νομισθήσεται, ἵνʼ ᾖ τὸ λήξουσιν ἀντὶ τοῦ παύσονται καὶ ἀφανισθήσονται: —

<!-- 424 -->οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμα: οὐ καθʼ ἡμετέραν, φησὶ, γνώμην οὐδὲ ὡς ἡμῖν, ταῖς γυναιξὶν, ἀρέσκει, ἐδωρήσατο τοῖς ἀνδράσιν ἐξ ἀρχῆς ὁ Ἀπόλλων τὸ δύνασθαι λέγειν. ἔδει γὰρ καὶ τῇ γυναικείᾳ φύσει τοῦτο δεδωρῆσθαι, καὶ τάχα ἂν πολλαὶ ποιήτριαι γενόμεναι ἑαυτὰς μὲν ὑμνήσαμεν, τοὺς ἄνδρας δὲ ἐψέγομεν. ἢ τὸ ἐν ἡμετέρᾳ γνώμῃ ἀντὶ τοῦ· τῇ γυναικείᾳ φύσει οὐ δέδωκεν ὁ Ἀπόλλων. ἤτοι ἡμῖν ταῖς γυναιξὶν, τὸ δύνασθαι λέγειν. τὸ αὐτὸ δὲ δηλοῦται: — ἄλλως: οὐ γὰρ ἐν ἡμετέρᾳ γνώμῃ τὴν τῆς λύρας θέσπιν ἀοιδὴν ἐδωρήσατο ὁ Ἀπόλλων, οἷον· οὐ δυναταί ἐσμεν ἡμεῖς αἱ γυναῖκες ποιήματα γράφειν, ἐπεὶ τάχα ἂν αἱ γυναῖκες ἀντεκωμῴδουν τοὺς ἄνδρας, τὴν δὲ ἑαυτῶν φύσιν ἐπῄνουν, κατὰ τὸν τοῦ λέοντος μῦθον. λέων γὰρ ἰδὼν λέοντα ὑπὸ ἀνδρὸς ἀγχόμενον ἐν γραφῇ, εἶπεν· καὶ ἡμεῖς εἰ ᾔδειμεν γράφειν ἢ πλάσσειν, ἔμπαλιν ἂν οἱ ἄνθρωποι ἐτίθεντο ἀγχόμενοι ὑπὸ τῶν λεόντων: — παρὰ τὸν τοῦ λέοντος μῦθον. θείαν καὶ θαυμαστήν. περιφραστικῶς τὴν ἀοιδήν, παρόσον ἴσως κἂν ἐν λύρᾳ ἐλέγετο μέλη ὄντα: —

<!-- 426 -->ἐπεὶ ἀντάχησαν: ταῦτα εἰς τὰ Ἡσιόδου καὶ Ὁμήρου «ὃς δὲ γυναικὶ πέποιθε» καὶ «ἐπεὶ οὐκέτι πιστὰ γυναιξί». συμβήσεται δὲ ἐν τῷ μετὰ ταῦτα πολλῷ χρόνῳ τάς τε γυναῖκας κατειπεῖν τῶν ἀνδρῶν καὶ τοὺς ἄνδρας κατὰ τῶν γυναικῶν, καὶ οὐκέτι μόναι γυναῖκες βλασφημηθήσονται. ἢ οὕτως· οἱ ὕμνοι τῶν μελῶν ἀντήχησαν ἂν πρὸς τοὺς ἄνδρας, ἀντεκωμῴδησάν τε καὶ ἀντιδιέβαλον ἂν, εἰ ὁ Ἀπόλλων ἐδωρήσατο ταῖς γυναιξὶ τὸ δύνασθαι λέγειν: —

<!-- 430 -->τὴν ἡμῶν μοῖραν καὶ τῶν ἀνδρῶν. μοῖραν δὲ, τὴν μερίδα: —ἀντὶ τοῦ· συμβαίνει κατʼ ἀλλήλων εἰπεῖν ἄνδρας καὶ γυναῖκας ἐν τῷ χρόνῳ: —

<!-- 432 -->ὑπὸ τοῦ ἔρωτος: —

<!-- 433 -->ἀντὶ τοῦ· διαστείλασα καὶ διεξελθοῦσα τὰς Συμπληγάδας. ἤτοι διαπλεύσασα καὶ διελθοῦσα, παρόσον δύο τινῶν ὑποκειμένων ὁ διὰ μέσου γινόμενος ἑκάτερον ὁρίζει. καὶ Ἡρόδοτος «δείξειεν δεξιὰ μὲν ὁρίζων». ἀεὶ γὰρ ὁ μέσος τινῶν γινόμενος διορίζει τὸν μὲν ἔνθεν, τὸν δὲ ἔνθεν: —

<!-- 439 -->ἀπόλωλε: — παρὰ τὰ Ἡσιόδου «λευκοῖσιν φαρέεσσι καλυψαμένα Αἰδὼς καὶ Νέμεσις»: —

<!-- 441 -->λείπει τὸ πάρεισιν: —

<!-- 444 -->ἡ Γλαύκη: —

<!-- 445 -->ἐπῆλθε τῷ ἀνδρί. οἴκου γὰρ σύστασις ὁ ἀνήρ: —

<!-- 447 -->σκληρὰν τὴν σὴν ὀργήν: — ἄμαχον: —

<!-- 449 -->ἀνεμπαθῶς εὐχερῶς: — ἀντὶ τοῦ κρατούντων· κρατεῖ γὰρ γυναικὸς ὁ ἀνὴρ καὶ κατὰ τοῦτο κρείττων ἐστὶν ὑποτεταγμένην ἔχων τὴν γυναῖκα. κρειττόνων οὖν, ἀντὶ τοῦ κρείττονος· πληθυντικὸν ἀντὶ ἑνικοῦ, ἐπὶ αὐτοῦ τοῦ Ἰάσονος: —

<!-- 451 -->κἀμοὶ μὲν, φησὶν, οὐδὲν μέλει περὶ ὧν ἂν λέγῃς κατʼ ἐμοῦ· ὑπὲρ ὧν δὲ κατὰ τοῦ βασιλέως τετόλμηκας εἰπεῖν, ἀγάπα φυγῇ ζημιουμένη καὶ μὴ μείζονι κακῷ περιπίπτουσα. οἷον· ἐπικερδὲς ἡγοῦ τὸ φυγῇ ζημιοῦσθαι μόνον καὶ μὴ μείζονι περιπεσεῖν αἰκίᾳ διὰ τὰ εἰς τοὺς τυράννους εἰρημένα σοι δύσφημα: —

<!-- 453 -->λείπει ἡ διά: —

<!-- 459 -->ὅμως δὲ, καίπερ σοῦ βλασφημησάσης με καὶ κακῶς διαθεμένης τὰ κατὰ σὲ καὶ μελλούσης ἐκβάλλεσθαι τῆς πόλεως, οὐχ ὑπερηφανῶ, ἀλλʼ ἦλθον πρὸς σὲ, οὐ παντελῶς ἀπεγνωκὼς τὴν πρὸς σὲ φιλίαν: — οὐκ ἀπαρνούμενος τοὺς φίλους: —

<!-- 461 -->πένης: —

<!-- 462 -->τινός: — ἐπάγεται ἐπισύρεται: —

<!-- 465 -->ὦ παγκάκιστε: τοῦτο γὰρ εἰπεῖν ἔχω σοι γλώσσῃ μέγιστον κακὸν διὰ τὴν ἀσθένειαν τὴν ἐμήν· γυνὴ γάρ εἰμι καὶ ἀσθενὴς, μὴ δυναμένη χερσὶν ἐπιτιμωρήσασθαι. διὸ τῇ διὰ τοῦ στόματος κατηγορίᾳ κολάζω σε. ἡ εἰς ἀντὶ τῆς διά, διʼ ἀνανδρίαν. τοῦτο δέ φησιν ὡς μὴ δυνηθέντος αὐτοῦ χωρὶς αὐτῆς ἀνύσαι τὸν ἆθλον. οὗτος γὰρ, ὁ Ἰάσων, ἀποσταλεὶς παρὰ τοῦ Πελίου ἀνείλετο τὸ χρυσοῦν δέρας ἀπὸ τῶν Κόλχων διὰ φαρμάκων τινῶν τῆς Μηδείας, ἐρασθείσης αὐτοῦ: —

<!-- 466 -->ἤτοι ὡς θυμουμένη ἄνανδρον αὐτὸν ἀποκαλεῖ· τῶν γὰρ λοιδορουμένων οἰκεῖον καὶ τὰ μὴ προσόντα πολλάκις προφέρειν. ὀνειδίζει δὲ αὐτῷ ἀσθένειαν ὡς μὴ δυνηθέντι ἄνευ αὐτῆς ἀνύσαι τοὺς ἄθλους: —

<!-- 469 -->οὐ θράσος ἐστὶ κακῶς φίλους δράσαντα ἐναντίον βλέπειν ἀλλὰ μᾶλλον ἀναίδεια. τινὲς δὲ ἐπιλαμβάνονται Εὐριπίδου, ὡς κακῶς εἰρηκότος· τὸ γὰρ θράσος ἔδει μᾶλλον εἰπεῖν θάρσος. διαφέρει γὰρ ὡς ἀρετὴ κακίας· τὸ μὲν γὰρ ἐπὶ κακοῦ καὶ ῥιψοκινδύνου τάσσεται, τὸ δὲ ἐπὶ ἀγαθοῦ. ὅθεν οἱ παλαιοὶ αὐτὸ διώρισαν οὕτως, ὅτι θάρσος μὲν τὸ τῆς ψυχῆς παράστημα μετὰ λογισμοῦ, θράσος δὲ ἡ ἀλόγιστος ὁρμή: —

<!-- 473 -->τὸ ἑξῆς· λέξασα κακῶς σε κουφισθήσομαι τὴν ψυχὴν καὶ σὺ ἐπακούων λυπηθήσῃ· «οἶδε γάρ», φησί τις σοφός, «καὶ νεφέλη τὸν ὄμβρον ἀποβαλοῦσα κουφίζεσθαι καὶ ψυχὴ τὰ ἑαυτῆς ἐξηγουμένη κακὰ ἐλαφρύνεσθαι»: —

<!-- 475 -->ἐκ τῶν δὲ πρώτων: ἀπὸ τῶν πρώτων δὲ εὐεργεσιῶν προκατάρξομαι νυνί. πρῶται δὲ εὐεργεσίαι αἱ ἐπὶ Σκυθίᾳ, ὅτε ὁ Ἰάσων παρὰ τοῦ Αἰήτου ἐκτελέσαι τοῦτον τὸν ἆθλον κελευσθεὶς, τὸ σιδηραῖς ζεύγλαις τοὺς πυριπνόους ζεῦξαι βόας καὶ σπεῖραι τοὺς δρακοντείους ὀδόντας, διʼ αὐτῆς τοῦτο ἐξετέλεσεν: —

<!-- 476 -->ἔσωσά σʼ ὡς ἴσασιν: πλεονάζει ὁ στίχος τῷ σ. ὅθεν καὶ Πλάτων ἐν ταῖς Ἑορταῖς φησιν· «ἔσωσας ἐκ τῶν σῖγμα τῶν Εὐριπίδου». καὶ Εὔβουλος ἐν Διονυσίῳ· «Εὐριπίδου δʼ “ἔσωσά σʼ, ὡς ἴσασιν Ἑλλήνων ὅσοι” καὶ “παρθένε εἰ σώσαιμι σʼ ἕξεις μοι χάριν” καὶ τοῖς ἐμοῖσιν ἐγγελῶσι πήμασι τὰ σῖγμα συλλέξαντες, ὡς αὐτοὶ σοφοί»: —

<!-- 482 -->ἀνέτειλά σοι: —

<!-- 484 -->Θεσσαλικήν. Ἰωλκὸς δὲ πατρὶς Ἰάσονος: — Ἰωλκὸς ὄνομα χώρας. εἶπε δὲ Πηλιῶτιν πρὸς ἀντιδιαστολὴν τῆς ἑτέρας Ἰωλκοῦ τῆς κατὰ τὴν Λάμψακον: —

<!-- 485 -->ἀντὶ τοῦ· ἔρωτι μᾶλλον τῷ πρὸς σὲ νικωμένη ἢ μετὰ λογισμοῦ τι πράττουσα: —

<!-- 487 -->πάντα δʼ ἐξεῖλον: ἀντὶ τοῦ ἐπόρθησα. ἐὰν δὲ φόβον γράφηται, ἐξεῖλον ἀντὶ τοῦ διέφθειρα καὶ ἠφάνισα: — γράφεται δόμον: —

<!-- 494 -->νόμιμα: —

<!-- 496 -->παρακαλῶν δηλονότι: —

<!-- 497 -->παρεκλήθημεν καταχρωσθέντες καὶ σχεθέντες. οἱ γὰρ ἱκετεύοντες τῶν γονάτων ἐφάπτονται: —

<!-- 500 -->γράφεται δοκοῦσα μή τι πρός: — ἀντὶ τοῦ· οὐδὲν προσδοκῶσα παρὰ σοῦ πράξειν καλῶς. ταῦτα δὲ ἐν ἤθει προενεκτέον· φέρε, φησὶν, ὡς φίλῳ σοι διαλεχθῶ, καίτοι προσδοκῶσα τί πράξειν καλόν; καὶ διαλεγομένη ὡς οὐδὲν ὠφελήσοντί με, ὅμως ἐρωτήσω. οὕτω γὰρ ἂν πικροτέρως ἐλεγχθείης οὐδὲν ἔχων πρὸς ἔπος ἀποκρίνασθαι. διαστῆσαι δὲ δεῖ κατὰ ἀνάγνωσιν τὸ τί, ἐκ δὲ τῆς ὑποκρίσεως ἐμφαίνειν τὸ οὐδέν. παθητικὴν δὲ ὑπόκρισιν δηλοῖ τὸ τί· καίτοι γε τί δοκοῦσα πράξειν παρὰ σοῦ: —

<!-- 504 -->τὰς τοῦ Πελίου θυγατέρας: —

<!-- 506 -->τοῖς συγγενέσι, τῷ πατρὶ καὶ τῇ μητρί: —

<!-- 514 -->κλέος δόξα ἔπαινος: —

<!-- 515 -->καὶ ἐμὲ ἀλᾶσθαι ἥτις ἔσωσά σε: —

<!-- 516 -->ἀδόκιμος φαῦλος: —

<!-- 517 -->σημεῖα γάρ ἐστι τοῦ καλοῦ καὶ τοῦ κακοῦ χρυσοῦ: —

<!-- 518 -->ὁ χρυσὸς δοκιμάζεται πυρὶ καὶ λίθῳ, τοῖς δὲ ἀνθρώποις οὐδὲν σημεῖον ἐνυπάρχει, ὅθεν ἐπιγνωσθῆναι δύνανται: — διαγνῶναι: —

<!-- 520 -->δεινή τις ὀργή: ἡ διστιχία τοῦ χοροῦ ἐστι. κατὰ δὲ τούτους τοὺς χρόνους ἤδη τὰ τῶν χορῶν ἠμαύρωτο. τὰ μὲν γὰρ ἀρχαῖα δράματα διὰ τῶν χορῶν ἐπετελεῖτο. ὅθεν καὶ Εὔπολίς φησι· «τί χορὸς οὗτος κλαίειν εἴπωμεν πυρανιδ <span class="gap">…</span> ἵνʼ ᾖ κατʼ αὐτὰ ἰαμβεῖα δύο: —

<!-- 522 -->ἀντὶ τοῦ· οὐκ ἀσθενῆ πρὸς τὸ λέγειν, ἀλλʼ ἐκ τῶν ἐναντίων ῥήτορα καὶ δεινὸν εἰπεῖν: —

<!-- 523 -->συνετόν: — κυβερνήτην: —

<!-- 524 -->περιφραστικῶς εἶπεν ἀντὶ τοῦ παντὶ ἀρμένῳ. ὑπεκδραμεῖν δὲ, ἤγουν δεῖ με ὑπεκδραμεῖν τὴν σὴν γλωσσαλγίαν, καθάπερ κυβερνήτης τοῖς κρασπέδοις τοῦ λαίφους χρώμενος ἐκφεύγει: — κράσπεδα καταχρηστικῶς τὰ ἄνω τέλη τοῦ ἀρμένου: —ἄκροις οὖν κρασπέδοις, τοῖς ἀνωτάτω μέρεσι: —

<!-- 526 -->ἀντὶ τοῦ αὔξεις καὶ μεγαλύνεις. χάριν δὲ, λέγει τὸ προσεσωκέναι αὐτὸν πανταχοῦ: —

<!-- 527 -->Κύπριν νομίζω: ἐγὼ νομίζω, φησὶν, ὑπὸ τῆς Ἀφροδίτης σεσῶσθαι, ἣν μόνην φησὶ μᾶλλον ἀνθρώπων καὶ θεῶν ἰσχύειν πλέον· τοῦτο γὰρ λείπει. μόνην φησὶ τὴν Ἀφροδίτην σεσωκέναι αὐτὸν καὶ οὐδένα ἀνθρώπων οὐδὲ θεῶν. τοῦτο δὲ ψεῦδος· φαίνεται γὰρ τὴν Ἥραν προστάτιν ἐσχηκὼς ἐξ ἀρχῆς διόλου καὶ ὑπὸ ταύτης παρορμηθεὶς εἰς τὸν ἆθλον, ὑφʼ ἧς εἰκὸς αὐτὸν σεσῶσθαι ἵνα τὸν Πελίαν φονεύσῃ ἐχθρὸν ὄντα τῆς Ἥρας. ἔτι δὲ καὶ ἡ Ἀθηνᾶ κινδυνεύουσαν τὴν ναῦν προσραγῆναι ταῖς πέτραις ἀνεσώσατο: — ναυκληρίας δὲ, ἤγουν ἀποδημίας καὶ πλοῦ: —

<!-- 530 -->λόγος διελθεῖν: ἀντὶ τοῦ παρελθεῖν καὶ εἰπεῖν. ἐπίφθονος δὲ, ὑπὸ φθόνου κατεχόμενος ὁ λόγος οὗτος, λέγω δὲ τὸ τὸν ἔρωτα σεσωκέναι με. ἐρασθεῖσα γὰρ αὐτοῦ ἡ Μήδεια ἔσωσεν αὐτόν. δύναται δὲ καὶ οὕτως νοηθῆναι· ἀλλʼ ἐπίφθονος ὁ λόγος ῥηθῆναι, τουτέστι κινεῖ μοι φθόνον ὁ λόγος. ἀλαζονεύσομαι, φησὶν, ὑπὲρ ἐμαυτοῦ ὅτι ὁ ἔρως ὃν ἠράσθης μου σέσωκέν με: — ἄλλως: ἐμοὶ λόγος, φησὶ, λεπτὸς μὲν, ἐπίφθονος δὲ, τουτέστι· φθονηθησόμενος μὲν, δυνάμενος δὲ διαδῦναι παντὸς τοῦ ἰσχνοῦ. ἐὰν γάρ τις ἀκριβῶς ἐξετάζῃ, ὁ ἔρως σε ἠνάγκασε τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῶσαι δέμας. οἷον· οὐκ εἰς χάριν τὴν ἐμὴν, ἀλλὰ κατὰ ἀνάγκην ταῦτα ἔπραξας καὶ τῶν ἀφύκτων πόνων ἐξέσωσας τὸ ἐμὸν σῶμα. ἢ οὕτως· καὶ σὺ μὲν, φησὶ, συνορᾷς, ἅτε δὴ λεπτὸν καὶ ὀξὺν ἔχουσα τὸν νοῦν, ὅτι ἡ Ἀφροδίτη με ἔσωσεν, ἀλλʼ ὑπὸ φθόνου ὁ λόγος σοι οὐ προφέρεται, ὅς ἐστιν ἀληθὴς, τὸ σὲ διὰ τὸν ἔρωτά με σεσωκέναι: —

<!-- 532 -->ἀλλʼ οὐκ ἀκριβῶς: οἷον· οὐκ ἀκριβολογοῦμαι περὶ τούτου, ἀλλὰ δίδωμί σοι τῷ λόγῳ ὠφεληκέναι. κἀγὼ μὲν ὁμολογῶ ὅτι ἔνθα με ὠφέλησας, καλῶς ἔχει: —

<!-- 533 -->ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει: ἔνθα γὰρ, φησὶν, ὠφέλησας, οὐ κακῶς ἔχει. ἢ οὕτως· οὐκ ὠφέλησας· ὅθεν μεθίημι τὰς ἀποδείξεις τοῦ μηδὲν ὠφελῆσθαι παρὰ σοῦ, τοῦ πράγματος καλῶς ἔχοντος: —

<!-- 538 -->νόμοις τε χρῆσθαι: ἐπιλαμβάνονται τοῦ ἐπιχειρήματος· ἔδει γὰρ αὐτὸν ταῦτα λέγοντα μηδὲν ποιεῖν ἄδικον. πρὸς γὰρ τὸν λέγοντα ὅτι νόμοις ἐπίστασαι χρῆσθαι, εἴποι ἄν τις εἰκότως· ἀλλὰ σὺ οὐκ ἐπίστασαι νόμοις χρῆσθαι, ἀλλὰ καὶ τοὺς ὅρκους παραβέβηκας καὶ τὰς δεξιὰς καὶ τὰ τέκνα καὶ τὴν γυναῖκα προδέδωκας, ὅπως τὴν τοῦ τυράννου θυγατέρα λάβῃς, τοῦτο δὲ ἕνεκα φιλοδοξίας. καὶ γὰρ ὅτε ἔλεγεν· ἥκω, ὅπως σοι ἐπαρκέσω, καταμωκώμενος ἔλεγεν. ἥκιστα οὖν ἔδει νῦν τὰ τῶν νόμων παραλαμβάνειν μέλλοντα πρόσωπον τοιοῦτον εἰσάγειν παραβεβηκὸς τοὺς νόμους. ἢ οὕτως· μὴ βίᾳ πράττειν, ἀλλὰ νόμοις χρῆσθαι μὴ πρὸς χάριν κειμένοις, ἀλλʼ ἴσοις καὶ δικαίοις, τουτέστι· μὴ τὸ κεχαρισμένον τοῖς δυνατοῖς ἔχουσιν, ἀλλὰ τὸ πᾶσι: — ἄλλως: τὸ χάριν γράφεται θράσει. ἐπιλαμβάνονται δὲ τοῦ χωρίου τούτου· εἴποι γὰρ ἄν τις· ἀλλὰ σὺ οὐκ ἐπίστασαι νόμοις χρῆσθαι ὅρκους καὶ δεξιὰς παραβαίνων: — περιπετὴς ὁ λόγος κατὰ ῥήτορας· περιπίπτει γὰρ αὑτῷ ὁ λέγων: —

<!-- 540 -->ἐν τῇ Σκυθίᾳ, ἐν τῇ Κολχίδι λέγει: —

<!-- 543 -->μήτʼ Ὀρφέως: οὔτε τοῦ πλούτου, φησὶν, οὐδὲν ὄφελος οὔτε τῆς θειοτάτης σοφίας, εἰ μὴ καὶ διαβόητοι εἶεν καὶ ἐπισημότατοι οἱ ταῦτα κεκτημένοι, ὅτι πρὸς τὴν εὐδοξίαν ἅπαντα δεῖ πράττειν καὶ μήτε τὸν πλουτοῦντα κρύπτειν τὸν πλοῦτον μήτε τοὺς ἐλλογίμους τὴν ἀρετήν: —

<!-- 546 -->σύγκρισιν φιλονεικίαν: —

<!-- 552 -->πολλὰς ἐφέλκων: πολλὰ γὰρ ἐφέλκεται κακὰ ἡ φυγὴ σὺν αὑτῇ. ἀμηχάνους δὲ, διὰ τὸ ἐκβεβλῆσθαι τῆς πατρίδος: —

<!-- 554 -->διὰ τὸν τοῦ Πελίου φόνον εἰς Κόρινθον ἀφίκετο: —

<!-- 555 -->οὐχ ᾧ τρόπῳ σὺ λυπουμένη νομίζεις ὅτι τὸ μὲν σὸν μισῶν λέχος, ἐκείνης δὲ ἐρῶν ἔγημα αὐτήν: —

<!-- 557 -->οὐ σπουδάζων πλείονα τέκνα ποιῆσαι: —

<!-- 564 -->ἀντὶ τοῦ· εἰς τὴν αὐτὴν αὐτοῖς τύχην προάξαιμι, ἐξ ἴσης τιμήσαιμι: — συνάψας: —

<!-- 565 -->ἅπαξ ἐχούσῃ τὰ ἐξ ἐμοῦ τίς σοι χρεία ἄλλων τέκνων: —

<!-- 566 -->καὶ ἐμοὶ, φησὶ, λυσιτελεῖ τὸ διὰ τῶν μελλόντων ἐκ ταύτης ἔσεσθαί μοι παίδων ὠφελῆσαι τοὺς ἐκ σοῦ· κοινωνοὶ γὰρ ἔσονται τῆς βασιλείας: —

<!-- 568 -->βεβουλεῦσθαί με κακῶς οὐδʼ ἂν σὺ φαίης: —

<!-- 569 -->ὥστʼ ὀρθουμένης: ἀντὶ τοῦ· ὑγιοῦς οὔσης, ὀρθῶς προχωρούσης. ἢ ὀρθῆς καὶ ἀμεταβλήτου οὔσης. ὑμεῖς συγκαθεύδουσαι τοῖς ἀνδράσιν εὐδαιμονίαν ἔχειν νομίζετε: —

<!-- 573 -->καὶ ἐν Ἱππολύτῳ κεῖται οὗτος ὁ νοῦς: —

<!-- 579 -->ἡ πολλὰ πολλοῖς: ὄντως δὴ, φησὶν, ἐγὼ κατὰ πολλὰ πολλῶν διαφέρω ἀνθρώπων καὶ ἀνόμοιός εἰμι, ἐπεὶ οὐχ, ὥσπερ ἂν ἕτεροι, τοὺς ἀδίκους καὶ δεινοὺς ἐν τῷ λέγειν ἀποδέχομαι, ἀλλʼ ἡγοῦμαι τοσούτῳ μᾶλλον ζημίαν μείζονα ἕξειν ὅσῳ περ τὸ δίκαιον καὶ τὸ ἀληθὲς πειρῶνται διακρούεσθαι: — ἀνόμοιος ἐχθρά: —

<!-- 582 -->γλώσσῃ γὰρ αὐχῶν: διὰ γὰρ τῆς γλώττης τὰ ἄδικα αὐχῶν περικρύπτειν, πανουργεῖν τολμᾷ: — αὐχῶν: κομπάζων θαρρῶν σεμνυνόμενος τὰ ἄδικα καλῶς περικαλύψειν: —

<!-- 584 -->μή νυν εἰς ἔμʼ εὐσχήμων γένῃ: ἀντὶ τοῦ· συσχηματίζων τοὺς λόγους πρὸς τὸ συναρπάζειν ἐμέ. τουτέστι· κόσμιος ἐν τῷ λέγειν. τὸ δὲ μή νυν κατὰ Ἀττικοὺς ἀναπέμπεται: —

<!-- 585 -->οἷον· εἷς λόγος σε τιμωρεῖται καὶ ἑνὶ λόγῳ ἁλίσκῃ. γράφεται καὶ ἓν γὰρ ἐκτενεῖ σʼ ἔπος, ἀντὶ τοῦ· καταβαλεῖ σε, ἀπὸ μεταφορᾶς τῶν πιπτόντων καὶ ἐκτεινομένων εἰς τὸ ἔδαφος ἀθλητῶν ὑπὸ τῶν ἀντιπάλων: —

<!-- 591 -->οὐ τοῦτό σʼ εἶχεν: ἀντὶ τοῦ· οὐ ταύτην ἔχων τὴν διάνοιαν ἔγημας οὐδὲ ἵνα τοῖς ἐμοῖς παισὶ τὸ ἀνενδεὲς τῶν τροφῶν παράσχῃς καὶ τῆς ἐν τῇ πόλει οἰκήσεως τὸ ἀσφαλὲς, ἀλλʼ αἰσχυνόμενος ἐπὶ τῷ βάρβαρον ἔχειν γυναῖκα. τοῦτο δὲ ἀποδέδωκε πρὸς ἐκεῖνο, ἔνθα φησὶν ὁ Ἰάσων ἀλλʼ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς καὶ τὰ ἑξῆς: — τὸ συνάψαι τοῖς ἐμοῖς τέκνοις τὰ σὰ καὶ τὸ ἐπαρκεῖν αὐτοῖς, ἀλλὰ τὸ βάρβαρόν σε ἔχειν γυναῖκα αἰσχύνην παρέσχεν: —

<!-- 592 -->οὐκ εὔδοξον: οἷον· ἀδοξίαν ἡγοῦ τὸ μέχρι γήρως βαρβάρῳ συνοικῆσαι καὶ ἐσπούδασας Ἑλληνικοῖς γάμοις τὴν προτέραν ἁμαρτίαν καλύψαι. τουτέστιν· ἡ ἐμὴ μέχρι γήρως συμβίωσις ἀδοξίαν σοι προσετρίβετο. οἷον· αἰσχύνην ἡγήσω διὰ τέλους ἀνὴρ βαρβάρου γυναικὸς καλεῖσθαι: —

<!-- 596 -->ἀδελφούς: —

<!-- 597 -->ἀσφάλισμα τῶν οἴκων: —

<!-- 598 -->λυπρὸς εὐδαίμων: ἀντὶ τοῦ λυπηρός, κατὰ ἔλλειψιν τοῦ η· ὡς καὶ τὸ δοῦλος δύηλος ὤν, παρὰ τὴν δύην, ὃ σημαίνει τὴν ταλαιπωρίαν: — λυπηρός, κατʼ ἔλλειψιν τοῦ η. μηδὲ εἴην εὐτυχὴς ἐν τῷ λυπεῖν με ἄλλον τινά: —

<!-- 599 -->μηδʼ ὄλβος ὅστις: οὐκ ἂν, φησὶν, εὐξαίμην τοιαύτην μοι εὐδαιμονίαν γενέσθαι, διʼ ἦς ἂν ἕτεροι λυπηθεῖεν, καθάπερ καὶ ὁ σὸς νῦν ὄλβος τὴν ἐμὴν λυπεῖ φρένα. οἷον· οὐ βούλομαι εὐδαιμονίζεσθαι λυπουμένη κατὰ ψυχήν. τοῦτο δὲ εἶπεν πρὸς τὸν Ἰάσονος λόγον ἀντιτεινομένη, παρόσον αὐτὸς ἔλεγεν ἐπὶ τῷ συμφέροντι αὐτῆς τε καὶ τῶν παίδων εἰς τὸν γάμον προεληλυθέναι τὸν τῆς Γλαύκης: —

<!-- 600 -->οἶσθʼ ὡς μετεύξῃ: τοῦτο κατὰ ἐρώτησιν. οἶσθα, φησὶν, ὥς σε ἔδει μετεύξασθαι, ἵνα δόξῃς τὴν εὐχὴν φρονίμως ποιεῖσθαι; νῦν γὰρ εὐήθη λόγον εἴρηκας· μήτε τὰ χρηστά σοι λυπηρὰ φαίνεσθαι, μήτε τὴν εὐτυχίαν δυστυχίαν νομίζεσθαι: — ἄλλως: οἶσθʼ ὡς μετεύξῃ καὶ τοῦτο ποιήσασα σοφωτέρα φαίνῃ; τοῦτο δὲ εἰς τὸ μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος. μέμφεται οὖν αὐτῆς τὴν εὐχὴν καὶ, εἰ θέλεις, φησὶ, σοφωτέρα φανῆναι, μετάθου τὴν προτέραν εὐχὴν καὶ εὔξαι μηδέ ποτε τὸ χρηστὸν λυπηρόν σοι φαίνεσθαι: —

<!-- 603 -->χλεύαζε. ἀποστροφή δὲ, ἀντὶ τοῦ ἀποφυγή ἀνάπαυσις: —

<!-- 606 -->γαμοῦσα καὶ προδοῦσα: σεσημείωται τὸ γαμοῦσα. θέλει δὲ εἰπεῖν· ἆρα τοιοῦτον ἔργον ποιοῦσα οἷον σύ. οὐ γὰρ ἐφʼ ἑαυτῆς λέγει, ἐπεὶ εἶπεν ἂν γαμουμένη, ἀλλὰ τὸν Ἰάσονος λόγον ἐφʼ ἑαυτῆς μετέστρεψεν. γαμεῖ μὲν γὰρ ὁ ἀνὴρ, γαμεῖται δὲ ἡ γυνή: —

<!-- 608 -->ἐπικατηραμένη τοῖς σοῖς οἴκοις: —

<!-- 609 -->ὡς οὐ κρινοῦμαι: ἀντὶ τοῦ· ἀποκρινοῦμαι περὶ τῶν τοιούτων οὐδὲν πρὸς σέ. ἀντὶ τοῦ· οὐκ ἀκριβολογήσομαί σοι περὶ ἑκάστου σαφῶς. πολλὰ μὲν ἔχω δίκαια λέγειν πρὸς σέ, μεθίημι δὲ τούτων τὰ πολλά: —

<!-- 611 -->δαπάνην, χρημάτων εὐπορίαν: —

<!-- 613 -->σύμβολα: οἱ ἐπιξενούμενοί τισιν ἀστράγαλον κατατέμνοντες θάτερον μὲν αὐτοὶ κατεῖχον μέρος, θάτερον δὲ κατελίμπανον τοῖς ὑποδεξαμένοις, ἵνα, εἰ δέοι πάλιν αὐτοὺς ἢ τοὺς ἐκείνων ἐπιξενοῦσθαι πρὸς ἀλλήλους, ἐπαγόμενοι τὸ ἡμιαστραγάλιον ἀνανεοῖντο τὴν ξενίαν. Εὔβουλος Ξούθῳ· «τί ποτʼ ἐστὶν ἅπαντα διαπεπρισμένα ἡμίσεʼ ἀκριβῶς ὡσπερεὶ τὰ σύμβολα». οὕτως Ἑλλάδιος: — ἢ γράμματα, ἐπιστόλια: —

<!-- 618 -->κακοῦ γὰρ ἀνδρός: παροιμία ἐστίν· «ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα». μέμνηται Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ

<!-- 622 -->λυπηθήσῃ: —

<!-- 623 -->νεωστὶ γεγαμημένης: —

<!-- 624 -->πορθῇ τῷ ἔρωτι. ἐξώπιος δὲ, ἀντὶ τοῦ ἀφεστηκὼς αὐτῆς, ἔξω τῶν ὀφθαλμῶν τῆς κόρης ὤν: —

<!-- 626 -->ὥστε μεταμεληθῆναί σε ἐπὶ τῷ γάμῳ: —

<!-- 627 -->τοῦτο ὁ χορὸς λέγει περὶ τῆς Μηδείας ὡς ἐρώσης τοῦ Ἰάσονος, εὐχόμενος μὴ τοιοῦτον σχεῖν ἔρωτα. ἐκ γὰρ τῶν τοιούτων ἐρώτων ταραχαὶ τοῖς ἀνθρώποις συμβαίνουσι: —

<!-- 629 -->σωφροσύνην: —

<!-- 632 -->τὸ ἑξῆς· μηδέποτε, ὦ δέσποινα, ἐκ τῶν χρυσέων τόξων ἐπʼ ἐμοὶ ἐφείης ἄφυκτον ὀϊστὸν ἱμέρῳ χρίσασα. μὴ ποιήσῃς τοιοῦτον ἔρωτα ἐμπεσεῖν εἰς ἐμὲ, ὦ Ἀφροδίτη, οἷον καὶ εἰς Μήδειαν: —

<!-- 635 -->φιλοίη δέ με ἡ σωφροσύνη: —

<!-- 637 -->μηδέ ποτʼ ἀμφιλόγους: μηδὲ εἰς νείκη μηδὲ εἰς ὀργὰς καὶ ἐμφιλονείκους λόγους καὶ ὀργῆς κινητικούς: —

<!-- 638 -->νείκη θυμόν: τὰ νείκη κατʼ εὐθεῖαν πληθυντικὴν εἴρηται. τουτέστι τὰς μάχας, ἢ τὰς φιλονεικίας, ἀκορέστους: —

<!-- 639 -->ταράξασα: —

<!-- 640 -->προσαγάγοι: — ἀπτολέμους: ἐπὶ τῷ εἶναι ἀπολέμους. σεβίζουσα δὲ, προκρίνασα προτιμῶσα: — ἄλλως: κρίνοι τὰ λέκτρα τῶν γυναικῶν. ἢ οὕτως· σεβίζουσα τὰς ἀπολέμους εὐνὰς, ὅ ἐστι παρασκευάζουσα ἀπολέμους, ἤγουν ἀφιλονείκους. οἷον· τιμάτω δὲ ἡ Ἀφροδίτη τὰς εὐνὰς τὰς ἀπολέμους καὶ μὴ ἐάτω αὐτὰς στασιάζειν. ὀξύφρονα τὴν Ἀφροδίτην φησὶν, ἐπεὶ ὀξεῖς οἱ ἔρωτες αὐτῆς καὶ ὑπόπτεροι: — ὀξύφρων: ὀξυτάτους ἔρωτας πέμπουσα εἰς τὴν διάνοιαν τῶν ἀνθρώπων: — ἄλλως: ὀξείας καὶ μεγάλας ἐπιθυμίας ἔχουσα: —

<!-- 645 -->ἀντὶ τοῦ· ἐν ἀμηχανίᾳ ζῶσα τὸν δυσπέρατον αἰῶνα, ἤτοι δυσαπάλλακτον: —

<!-- 649 -->τῶν μόχθων τῶν ἐν ἀνθρώποις οὐδεὶς ἄλλος μείζων ἢ τὸ στέρεσθαι τῆς πατρίδος. μόχθων δὲ λέγει τῶν συμφορῶν. Ὅμηρος ἐκ τοῦ ἐναντίου· «ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων»: — ἄλλως: τοῦτο δὲ, τὸ στέρεσθαι τῆς πατρίδος, ὅτι πάνδεινόν ἐστιν, αὐταῖς ὄψεσιν ὁρῶμεν ἐπὶ τῆς Μηδείας καὶ οὐκ ἐξ ἀκοῆς μανθάνομεν: —

<!-- 660 -->μὴ ἀπὸ πάσης καρδίας καὶ καθαροῦ λογισμοῦ, τουτέστιν ἀνυπούλως. τὸ ἑξῆς· ἀχάριστος ὢν ἐκεῖνος ὄλοιτο ὅστις μὴ τιμᾷ τοὺς φίλους ἐκ ψυχῆς: —

<!-- 665 -->σοφοῦ Πανδίονος: εὐεπίφορός ἐστιν ὁ Εὐριπίδης εἰς τὸ λέγειν σοφός καὶ σοφή πρὸς μηδὲν χρήσιμον παραλαμβάνων τὸ ὄνομα. κατὰ τί γὰρ σοφὸς ὁ Πανδίων λέγεται; οὐ γὰρ δὴ ὠνόμασται τοιοῦτον αὐτοῦ ἔργον, ἀλλʼ οὐδὲ πανουργίας ἐχόμενον, ὥστε διὰ τοῦτο λέγεσθαι αὐτὸν σοφόν· ἀλλʼ ὥσπερ παραπληρώματι χρῆται τῇ λέξει: —

<!-- 666 -->Αἰγεῦ πόθεν γῆς: λέγουσι τὸν Αἰγέα εἰς Τροιζῆνα ἐληλυθέναι διὰ τὸ δεδοικέναι πεζῇ ποιεῖσθαι τὴν πορείαν, Σίνιδος κατʼ ἐκείνους τοὺς χώρους ἐπιπολάζοντος. Νεόφρων δὲ εἰς Κόρινθον τὸν Αἰγέα φησὶ παραγενέσθαι πρὸς Μήδειαν ἕνεκα τοῦ σαφηνισθῆναι αὐτῷ τὸν χρησμὸν ὑπʼ αὐτῆς, γράφων οὕτω·

  
«καὶ γάρ τινʼ αὐτὸς ἤλυθον λύσιν μαθεῖν  
  
σοῦ· Πυθίαν γὰρ ὄσσαν, ἣν ἔχρησέ μοι  
  
Φοίβου πρόμαντις, συμβαλεῖν ἀμηχανῶ·  
  
σοὶ δʼ εἰς λόγους μολὼν ἂν ἤλπιζον μαθεῖν»: —  

<!-- 668 -->τὸ μέσον τῆς γῆς καὶ τῆς οἰκουμένης. τὸ μαντικόν. ἐστάλης δὲ, ἐπεδήμησας. ἐνδημεῖς: —

<!-- 670 -->δεῦρʼ ἀεί: ἀντὶ τοῦ· μέχρι νῦν ἄπαις ὑπάρχεις; τὸ δὲ ἀεί ἀντὶ τοῦ ἕως τοῦ νῦν. σεσημείωται δὲ ἐπεὶ τὸ δεῦρο χρονικὸν εἶπεν. ἢ οὕτως· ἀντὶ τοῦ· ἕως τοῦ χρόνου τούτου ἄπαις τυγχάνεις; τὸ γὰρ ἀεί Εὐριπίδης τάσσει ἀντὶ τοῦ ἕως τοῦ νῦν. δεῦρο δὲ ἐπὶ χρόνου, καὶ σεσημείωται: —

<!-- 671 -->ἐπιβουλῇ: —

<!-- 673 -->οὐκ ἐσμὲν εὐνῆς: πρώτην ἔσχε Μελίτην τὴν Ὅπλητος, δευτέραν Χαλκιόπην τὴν Χαλκώδοντος, τρίτην τὴν Μήδειαν: —

<!-- 675 -->ἀντὶ τοῦ· σοφὰ ὑπερβαίνοντα καὶ ἄνδρας εἰς τὸ γνῶναι, τὸ δὲ θέμις κατὰ ἐρώτησιν. περισσῶς δὲ ὁ μέν: —

<!-- 677 -->ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός: σοφωτέρας διανοίας χρείαν ἔχει τὰ δὴ λεγόμενα ῥήματα: —

<!-- 679 -->ὁ χρησμὸς ὁ δοθεὶς τῷ Αἰγεῖ οὗτός ἐστιν· «ἀσκοῦ τὸν προὔχοντα ποδάονα, φέρτατε λαῶν, μὴ λύσῃς, πρὶν γουνὸν Ἀθηνάων ἀφικέσθαι». ἀσκοῦ οὖν τῆς γαστρός· πόδα δὲ τὸ μόριον, παρόσον ὡς ὁ ποδεὼν τοῦ ἀσκοῦ προέχει. λέγει οὖν ὅτι ἔχρησέ μοι μὴ συνελθεῖν ἑτέρᾳ, πρὶν ἐπιβῆναι τῆς πατρίδος. τοῦτο γὰρ αἰνίττεται, ὅπερ αὐτὸς οὐ συνίησιν. ἀσκὸν τοίνυν λέγει τὸν περὶ τὴν γαστέρα τόπον. Ἀρχίλοχος «καὶ πεσεῖν δρήστην ἐπʼ ἀσκὸν κἀπὶ γαστρὶ γαστέρα προσβαλεῖν μηρούς τε μηροῖς», δρήστην λέγων, οἷα δράσοντά τι. ποδεῶνα δὲ εἰώθασι λέγειν τὸ τοῦ ἀνδρὸς αἰδοῖον: —

<!-- 681 -->ἕως ἂν ἐν τῇ πατρίδι γένωμαι. ἐξέχοντα δὲ μάλιστα ἐν σώματι τέσσαρα, κεφαλὴ χεῖρες αἰδοῖον πόδες: —

<!-- 682 -->στέλλεις: —

<!-- 683 -->πόλις Πελοποννήσου πλησίον Ἀθηνῶν: —

<!-- 686 -->τρίβων: εἰς τὰ τοιαῦτα περιτετριμμένος, ἐν τριβῇ ὢν τοῦ τοιαῦτα λέγειν, τουτέστι τοὺς χρησμούς: —

<!-- 687 -->δορυξένων: οἱ κατὰ τὸν πόλεμον πρὸς ἀλλήλους φιλίαν πεποιηκότες, ὡς Γλαῦκος καὶ Διομήδης: —

<!-- 691 -->ὁ Ἰάσων ὁ φίλος σου κάκιστος τυγχάνει: — λύπας: —

<!-- 692 -->λείπει ἄτοπον: —

<!-- 693 -->τί χρῆμα δράσας: σεσημείωται ὁ στίχος, ὅτι καὶ ἐν Πελιάσιν ἐστὶν, ὧν ἀρχὴ «Μήδεια πρὸς μὲν δώμασιν τυραννικοῖς»: — ὁποῖον πρᾶγμα δράσας: —

<!-- 695 -->ἀπιστῶν τοῦτο λέγει: —

<!-- 698 -->ἐρασθεὶς δηλονότι: —

<!-- 699 -->ἴτω: ἀντὶ τοῦ ἐρρέτω: —

<!-- 700 -->γάμον συγγένειαν: —

<!-- 701 -->διέρχου: —

<!-- 703 -->συγγνώμην εἶχες λυπουμένη· δικαίως γὰρ λυπῇ. τὸ δὲ ἦν ἀντὶ τοῦ ἐστί, χρόνος ἀντὶ χρόνου: —

<!-- 708 -->καρτερεῖν: ἀντὶ τοῦ κρατεῖν καὶ ἀντέχειν. καὶ τὸν ἐγκρατῆ λέγουσι καρτερόν. Ἀρχίλοχος «ὁ δʼ Ἀσίης τε καρτερὸς μηλοτρόφου». φησὶν οὖν ὅτι τῷ λόγῳ μὲν προσποιεῖται, τῷ δὲ ἔργῳ οὐ θέλει κρατεῖν καὶ ἀντέχειν: — γράφεται καρδίᾳ δὲ βούλεται: —

<!-- 712 -->ἀβοήθητον: —

<!-- 719 -->ἀπὸ κοινοῦ τὸ ἕκατι: —

<!-- 721 -->γενέσεις: —

<!-- 722 -->εἰς τοῦτο γὰρ δὴ φροῦδος: κατὰ γὰρ τοῦτο τὸ μέρος τὸ τῆς παιδοποιΐας ἔρημός εἰμι. ἢ τὸ φροῦδον ἀντὶ τοῦ πρόθυμον οὕτως· εἰς τὸ παῖδας ποιῆσαι πάνυ ἐσπούδακα καὶ πρόθυμός εἰμι. ἔστι δὲ κυρίως ὁ προωδευκώς: —

<!-- 724 -->προίστασθαι ξένης οὔσης. ἴσως ἵνα μὴ λυπήσῃ τὸν Ἰάσονα ἢ ἐπειδὴ ἀπῄει πρὸς Πιτθέα: —

<!-- 728 -->τὸ μή ὑπερβιβαστέον, τουτέστιν· οὐ μή σε μεθῶ τινι: —

<!-- 730 -->ἀναίτιος: ἀντὶ τοῦ ἀνέγκλητος ἄμεμπτος. οὐδὲ γὰρ βούλομαι, φησὶ, παρὰ τῶν περὶ τὸν Κρέοντα αἰτιαθῆναι, ὡς αὐτός σε ἀπαγαγών: —

<!-- 731 -->ὅρκος: —

<!-- 733 -->οὐ πιστεύεις: — τὸ ἐναντίον: —

<!-- 734 -->Πελίου δʼ ἐχθρός: κατὰ κοινοῦ τὸ ἐχθρός. ὁ δὲ νοῦς· σοὶ μὲν θαρρῶ καὶ πεπίστευκα, ἀλλὰ φοβοῦμαι μὴ ἄρα ὁ τοῦ Πελίου δόμος καὶ ὁ Κρέων ἐχθροί μου ὄντες βιάσωνταί σε καὶ παρὰ προαίρεσιν προέσθαι με ἑαυτοῖς· ὅθεν ὅρκῳ σε βούλομαι πιστώσασθαι ὡς οὐκ ἄν με προῇ: —

<!-- 735 -->τούτοις δʼ ὁρκίοισι: ἐγκατειλημμένος ἐμπεπλεγμένος. ἀντὶ τοῦ μετὰ βίας ἄγουσιν. τὸ δὲ ἑξῆς· τούτοις ἄγουσιν οὐ μεθεῖο ἄν: — τούτοις δʼ ὁρκίοισι μὲν ζυγείς: ὁ νοῦς· τούτοις δὲ, τοῖς ἐχθροῖς, ἄγουσί με καὶ βιαζομένοις οὐκ ἂν ἐκδοίης, ὅρκοις προκατειλημμένος. διὸ βούλομαί σε ὀμνύναι. ἐὰν γὰρ ὀμόσῃς μοι, τοῖς περὶ τὸν Κρέοντα βουλομένοις με ἄγειν ἀπὸ τῆς Ἀττικῆς οὐκ ἂν μεθεῖο, οἷον· ἐξαιτουμένοις οὐκ ἂν δοίης· μὴ ὀμόσας δὲ φίλος γένοιο ἂν αὐτοῖς. διὰ δὲ τοῦ ἐπικηρυκεύματα θέλει εἰπεῖν ἐπικηρυκεύμασιν. λείπει ἡ διά, ἵνʼ ᾖ ὁ πᾶς λόγος· πέποιθα μὲν ἐφʼ οἷς λέγεις μοι, ὁ δὲ τοῦ Πελίου δόμος καὶ ὁ τοῦ Κρέοντος ἐχθροί μοι εἰσίν. τούτοις οὖν βουλομένοις ἐξαιτεῖσθαί με οὐκ ἂν ἐκδοίης, ὀμόσας. εἰ δὲ διὰ λόγων μόνων σύνθοιο, ἴσως ἂν ἐκείνων γένοιο φίλος καὶ διὰ τὰ ἐπικηρυκεύματα, ὅ ἐστι τὰς πρεσβείας, ἐξαιτουμένοις με ἐκδοίης ἂν αὐτοῖς: —

<!-- 736 -->οὐκ ἐκδοίης: —

<!-- 737 -->λόγοις δὲ συμβάς: εἰ δὲ, φησὶν, ἔλθοις εἰς σύμβασιν λόγων καὶ συνθήκας ἐνωμότους ποιήσαιο πρὸς ἐμέ, εὖ οἶδα ὅτι μοι φίλος γένοιο ἂν καὶ ἐπίκουρος ἀσφαλὴς καὶ οὐκ ἂν τὴν πρὸς ἐκείνους φιλίαν προκρίναις. ἐπικηρυκεύματα γάρ ἐστι τὰ διὰ τῶν κηρύκων γινόμενα πρὸς φιλίαν. κεῖται οὖν ἡ λέξις ἐπὶ τῆς φιλίας. τῇ δὲ εὐθείᾳ ἀντὶ δοτικῆς κέχρηται. ἔδει γὰρ εἰπεῖν· καὶ τοῖς ἐπικηρυκεύμασιν οὐκ ἂν πίθοιο. Δίδυμος δέ φησιν ἐλλείπειν τὴν διά, ἵνʼ ᾖ· καὶ διὰ τὰ ἐπικηρυκεύματα: —

<!-- 738 -->βοηθός: — λείπει τὸ ἐμοί: —

<!-- 741 -->προβουλίαν σύνεσιν πρόγνωσιν: —

<!-- 743 -->ἐμοί τε γάρ: καὶ ἐμοὶ, φησὶν, ἀσφαλές ἐστι πρὸς τὸ μηδεμίαν μέμψιν ἔχειν παρʼ αὐτῶν τὸ τὴν σκῆψιν ταύτην προβάλλεσθαι, τὸ φθάσας ὀμωμοκέναι μὴ προδοῦναί σε, καὶ τὸ σεσῶσθαί σε βεβαιότερον ἔσται τὴν σκῆψιν ταύτην προΐσχοντί μοι. σκῆψιν οὖν λέγει τὸ ὀμωμοκέναι αὐτῇ. τὸ δὲ ἐξηγοῦ θεούς ἀντὶ τοῦ· ὀνόμαζε τοὺς θεοὺς οὓς βούλει με ὀμόσαι: —

<!-- 752 -->γράφεται Ἡλίου θʼ ἁγνὸν σέβας: —

<!-- 758 -->ἀντὶ τοῦ· ὧν βούλομαι: —

<!-- 759 -->ταῦτα ἔνιοι τῷ χορῷ, ἔνιοι τῇ Μηδείᾳ προσνέμουσιν: — ἀλλά σʼ ὁ Μαίας πομπαῖος: ὁ χορὸς ἐπεύχεται Αἰγεῖ ἐπὶ τῇ ἐπαγγελίᾳ. πομπαῖον δὲ τὸν Ἑρμῆν λέγει, ἐπεὶ παραπόμπιμος ὁ θεὸς καὶ εἰρηνικὸς, οἱ δὲ ὁδεύοντες μάλιστα εἰρήνης δέονται: —

<!-- 761 -->πράξειας: καὶ πράξειας ταῦτα ὧν ἔχων ἐπιθυμίαν σπουδάζεις: —

<!-- 762 -->εὐγενής: —

<!-- 763 -->ἐνομίσθης: —

<!-- 764 -->ὦ Ζεῦ: τοῦτο μόνον ἡ Μήδεια αὐτὴ καθʼ ἑαυτὴν ἀναφωνεῖ τῇ Δικαιοσύνῃ καὶ τοῖς λοιποῖς θεοῖς ὡς εὐχαριστοῦσα, τὰ δὲ λοιπὰ πρὸς τὸν χορόν: —

<!-- 765 -->ἐχθρῶν, φίλαι: φίλας λέγει τὰς ἀπὸ τοῦ χοροῦ· πρὸς αὐτὰς γὰρ νῦν διαλέγεται. εἰς ὁδόν δὲ, ἀντὶ τοῦ· εἰς τὴν τῆς νίκης ἀρχὴν ἐληλύθαμεν: —

<!-- 768 -->ᾗ μάλιστʼ ἐκάμνομεν: καθʼ ὃ μέρος ἐδυστύχουν. οὐκ ἔχουσα πρὸς ὃν καταφύγω, νῦν καθάπερ λιμένι, τούτῳ προσώρμισα: —

<!-- 769 -->σωτηρία: —

<!-- 770 -->ἐκ τοῦδʼ ἀναψόμεσθα: παυσόμεθα τῶν ταρασσόντων κακῶν. ὅταν γὰρ ἀπόγεια δεθῇ, παύονται τῶν καμάτων οἱ ναῦται: — προσδήσομεν: —

<!-- 771 -->εἰς Ἀθήνας: —

<!-- 773 -->δέχου δὲ μὴ πρὸς ἡδονήν: μὴ νομίσῃς, φησὶν, ἡδέα καὶ προσηνῆ εἶναι τὰ μέλλοντά σοι ῥηθήσεσθαι. ἔστι γὰρ ἀηδῆ μὲν εἰς ἀκοήν, ἀναγκαῖα δὲ ὅμως· ὡσεὶ ἔλεγεν· οὐκ ὤφειλον μὲν ὑμῖν τοιαῦτα ἀπαγγέλλειν οὐδʼ οὕτω πράξειν κακῶς· ὅμως δὲ ἐπειδὴ εἰς τοῦτο τύχης ἤλθομεν, ἀκούσατε τὰ βεβουλευμένα μοι, καίπερ ἀηδῆ ὄντα: —

<!-- 778 -->ἀντὶ τοῦ· κατὰ τοὺς γάμους τῶν τυράννων: —

<!-- 780 -->παῖδας δὲ μεῖναι: αἰτήσομαι δὲ, φησὶν, αὐτὸν τοὺς παῖδας ἐᾶσαι ἐνταῦθα μεῖναι καὶ αὐτοὺς, φησὶ, συγκατακτενῶ. ἀλλʼ ἵνα πρότερον διακονήσωσί μοι πρὸς τὸν τῆς Γλαύκης θάνατον: —

<!-- 785 -->γράφεται δῆθεν μὴ φεύγειν χθόνα, ἵνʼ ᾖ ἀντὶ τοῦ· ὡς δὴ παραιτησομένους τὴν φυγήν. τιθέασι γὰρ τὸ δῆθεν ἀντὶ τοῦ ὡς δή: —

<!-- 790 -->ἐνταῦθα μέντοι: μέχρι μὲν τούτου ἀποτερματίζω σοι καὶ ἵστημι τὸν λόγον σιωπῶσα: —

<!-- 791 -->καὶ νῦν προλέγει ὡς εἴωθεν: —

<!-- 793 -->τῆς σφαγῆς δηλονότι: —

<!-- 796 -->ἀντὶ τοῦ δράσασα: —

<!-- 798 -->ἴτω: γινέσθω προχωρείτω τὰ δόξαντα. τί μοι γὰρ ὄφελος ζῆν: — γινέσθω προχωρείτω. γράφεται δὲ καὶ οὔτε μοι πατήρ: —

<!-- 799 -->γράφεται ἀπαλλαγή: —

<!-- 804 -->λείπει ἡ ἀπό, οὔτε ἀπὸ τῆς νεοζύγου, ἤτοι νεογάμου: —

<!-- 807 -->ἀντὶ τοῦ εὐτελῆ ἁπλῆν δειλὴν ἐπιεικῆ. ἡσυχαίαν δὲ ἐνταῦθα ἀντὶ τοῦ ἡσύχιον καὶ ἀνόητον. ἀλλὰ τοῦ ἑτέρου τρόπου, τουτέστι θρασεῖαν: —

<!-- 811 -->ἐπείπερ ἡμῖν τόνδʼ ἐκοίνωσας: τὸ ἑξῆς· ἐπείπερ ἡμῖν τόνδʼ ἐκοινώνησας λόγον, δρᾶν σʼ ἀπεννέπω τάδε, ἀπεννέπω δὲ καὶ σὲ ὠφελοῦσα καὶ τοῖς νόμοις βοηθοῦσα: —

<!-- 814 -->τουτέστι· συγγινώσκω σοι ἐφʼ οἷς παραινεῖς: —

<!-- 819 -->γινέσθω τὰ δόξαντα. πρὸς τὴν θεράπαινάν φησιν: —

<!-- 823 -->εἴπερ φρονεῖς εὖ δεσπόταις: δέσποιναν ἑαυτὴν λέγει οὐχ ὡς θεραπαινῶν οὐσῶν τῶν ἀπὸ τοῦ χοροῦ, ὅπου κατʼ ἀρχὴν τοῦ λόγου φίλας αὐτὰς ὀνομάζει, ἀλλὰ τὸ δεσπόταις ἀντὶ τοῦ. τοῖς ἄρχουσι καὶ τοῖς κρατοῦσιν· τὸ δὲ πληθυντικὸν ἀντὶ ἑνικοῦ· θέλει γὰρ εἰπεῖν ἐμοὶ τῇ κρατούσῃ. καὶ γὰρ βασιλέως θυγάτηρ ἐστὶ καὶ γυνὴ βασιλέως, τοῦ Ἰάσονος, καὶ σῴζει τὸ εὐγενὲς φρόνημα. μηδαμῶς δὲ θαυμάσωμεν, εἰ Κορίνθιαι οὖσαι δέον τῷ τοῦ Κρέοντος μέρει προσθέσθαι ταύτῃ αἱροῦνται συγκρύπτειν. ἐλεύθεραι γὰρ οὖσαι τὸ παριστάμενον αὐταῖς δίκαιον προτιμῶσιν. ἔπειτα καὶ ἀεὶ ὁ χορὸς ἐν προσώπῳ τοῦ ποιητοῦ εἰσάγεται τῷ δικαίῳ προστιθέμενος: — παρόσον γυνὴ γυναικὶ πέφυκεν ἐπίκουρος καὶ μάλιστα εἰς εὐνὴν ἀδικουμένῃ: —

<!-- 824 -->Ἐρεχθεῖδαι: μακαρίζει νῦν τοὺς Ἀθηναίους ὡς εὐδαίμονας καὶ σοφίας πάσης ἐπιστήμονας ἱερούς τε καὶ μύστας, ὅτι μέλλει τὰ κατὰ τὴν Μήδειαν ἐπάγειν μιάσματα. τῇ γὰρ παραθέσει βούλεται αὐτὴν ἀποτρέψαι τοῦ κατὰ τῶν παίδων φόνου. οὕτως γὰρ ἐν τοῖς ἑξῆς ἐπάγει ὅτι οὐκ εἰκὸς τοὺς οὕτως ἱεροὺς καὶ σοφοὺς ἄνδρας σὲ μιαιφόνον γενομένην ὑποδέξεσθαι: — Ἐρεχθεῖδαι τὸ παλαιόν: ἱκανὸν ἐγκώμιον ὁ χορὸς καταβάλλεται τοὺς Ἀθηναίους δικαίους καὶ θεοσεβεῖς ἀποκαλῶν, ἀποτρέπων τῆς πράξεως τὴν Μήδειαν, ὡς οὐκ ἂν οἱ τοιοῦτοι τὴν τοιαῦτα δράσασαν δέξαιντο: —

<!-- 825 -->καὶ θεῶν παῖδες: ἢ ὡς ἀπὸ τοῦ Ἡφαίστου καταγόμενοι. ὁ γὰρ Ἐρεχθεὺς ἐξ Ἡφαίστου. λέγεται γὰρ ὡς Ἀθηνᾶς ἠράσθη Ἥφαιστος καὶ ἐδίωκεν αὐτὴν φεύγουσαν καὶ μυσαττομένην αὐτόν. μὴ συγχωρηθεὶς οὖν συγγενέσθαι αὐτῇ ἀπεσπέρμηνε περὶ τὸν μηρὸν αὐτῆς. ἐκείνη δὲ μυσαχθεῖσα τὸ γεγονὸς ἐρίῳ σπογγίσασα τὸν θορὸν εἰς τὴν γῆν ἔρριψε καὶ ἐξ ἐκείνου ἀνέδωκεν ἡ γῆ τὸν Ἐρεχθέα: —

<!-- 826 -->χώρας ἀπορθήτου: ἡ σύνταξις· ἀπὸ ἀπορθήτου χώρας. ἀπόρθητον δὲ αὐτὴν εἶπεν, διὰ τὰς θρυλουμένας πολλὰς νίκας αὐτῶν. αὐτοὶ γὰρ ἀπόρθητοι καὶ ἀήττητοι διετέλεσαν. τὸ δὲ φερβόμενοι σοφίαν, ἀντὶ τοῦ προσλαμβάνοντες καὶ παιδευόμενοι πᾶσαν σοφίαν. οὕτω δὲ εἶπεν ὡς ἀναγκαίας αὐτοῖς οὔσης τῆς παιδεύσεως, καθάπερ ἄλλοις τροφῆς: — καρπούμενοι: —

<!-- 830 -->παρόσον οἱ σοφίας ἐντὸς καθαρώτερον τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς τὰ θεῖα φαντάζονται, μονονουχὶ καὶ θεοῖς αὐτοῖς ὁμιλεῖν πιστευόμενοι. ἢ ὡς τοῦ παρʼ αὐτοῖς ἀέρος φύσιν ἔχοντος τρέφειν ἀεὶ σοφοὺς ἄνδρας. τουτέστιν· ἀεὶ βιοτεύουσι λαμπροτάτῃ παιδεύσει, ἁπλῶς καὶ εὐμαρῶς ταύτην μεταχειριζόμενοι ἅτε δὴ τοῦ παρʼ αὐτοῖς ἀέρος εἰς τοῦτο πεφυκότος, ἵνα τὸ μὲν βαίνοντες ἀντὶ τοῦ βιοτεύοντες, τὸ δὲ αἰθέρος ἀντὶ τοῦ ἀέρος ἐκδεξώμεθα: — ἔνθα ποθʼ ἁγνάς: ὅπου λέγεται ὑπὸ τῶν Μουσῶν τὴν ἐν μουσικῇ ἁρμονίαν φυτευθῆναι. ὅπου αἱ δυνάμεις τῶν ἐννέα Μουσῶν: —

<!-- 834 -->ξανθὰν Ἁρμονίαν: ἔνιοι λέγουσι τὸν Εὐριπίδην τὰς Μούσας λέγειν Ἁρμονίας θυγατέρας, ἀγνοήσαντες. οὐ γὰρ τοῦτο λέγει, ἀλλʼ ὅτι αἱ Μοῦσαι πρῶτον ἐπὶ τῆς Ἀττικῆς ἐλθοῦσαι τὴν ἁρμονίαν ᾖδον καὶ τὴν μελῳδίαν. διὰ γὰρ τοῦ φυτεῦσαι τοῦτο παρίστησι νῦν. περὶ δὲ τοῦ τὰς Μούσας ἐν τῇ Ἀττικῇ ἱδρῦσθαι ἀρκεῖ τὰ Παλαιφάτου. ὁ δὲ λόγος· ἔνθα, φησὶν, ἐν ταῖς Ἀθήναις, λέγονται αἱ Μοῦσαι γεννῆσαι καὶ καταστήσασθαι πάσης σοφίας τὴν ἁρμονίαν. λέγει δὲ τὴν παίδευσιν, παρὰ τὸ ἁρμόζεσθαι καὶ ἑνοῦσθαι τῇ ψυχῇ ταύτην. ἢ ὅτι συγκεχυμέναις ταῖς ψυχαῖς αὐτὴ ὑπεισελθοῦσα ἁρμονίαν καὶ εὐστάθειαν εἰσάγει σωφρονεῖν παρέχουσα: — αὗται τὴν ἁρμονίαν ἐφύτευσαν: — ξανθήν: τὴν εὐανθῆ: —

<!-- 835 -->τοῦ καλλινάου: νῦν τοῦ ἐν Ἀττικῇ μνημονεύει. ἔστι γὰρ καὶ ἕτερος ὁμώνυμος ἐν Βοιωτίᾳ. εἰσὶ δὲ καὶ ἕτεροι, καθά φησι Πολέμων ἐν τῷ Περὶ ποταμῶν, γράφων οὕτως· «Ἀθήνησί τε Κηφισὸς καὶ ἐν Σικυῶνι καὶ ἐν Ἄργει  <span class="gap">…</span> —

<!-- 837 -->ἀνιμωμένην ἐπὶ τὴν χώραν καταπνεῦσαι: — ἀπὸ κοινοῦ τὸ κλῄζουσι, τουτέστι· λέγουσι δὲ τὴν Ἀφροδίτην ἀεὶ καὶ διηνεκῶς ἐνταῦθα περιτιθεμένην τοῖς ἑαυτῆς πλοκάμοις πολύν τινα κόσμον καὶ οὕτως δὴ ἐρασμίαν ἑαυτὴν παρασκευάσασαν ἐξαποστέλλειν τοὺς ἐπὶ πᾶσαν σοφίαν ὁδηγοὺς ἔρωτας. ἐμφαίνει δὲ διὰ τούτων, ὡς ἐρωτικῶς ἔχοντες πρὸς πᾶσαν σοφίαν οἱ Ἀθηναῖοι εἰκότως τὸν κατὰ πάντων ἔχουσι τῆς παιδεύσεως στέφανον. ὡσεὶ ἔλεγεν· ἀεὶ δὲ ἐρωτικῶς ἔχοντες πρὸς πᾶσαν σοφίαν οὗτοι περιτίθενται τὸν πολυανθῆ τῆς παιδεύσεως στέφανον, μόνοι πιστευόμενοι πάντας νικᾶν τῇ παιδεύσει: —

<!-- 840 -->ἀεὶ δʼ ἐπιβαλλομέναν: ἀεὶ δὲ λέγουσι τὴν Ἀφροδίτην στεφανοῦσαν τούτους εὐώδει ῥόδων πλόκῳ πέμπειν αὐτοὺς τῇ σοφίᾳ παρέδρους: —

<!-- 843 -->παρέδρους: ἀντὶ τοῦ συνοίκους, παρόσον οὐκ ἐκτός εἰσιν ἔρωτος οἱ περὶ σοφίαν καὶ πᾶσαν ἀρετὴν διακείμενοι: —

<!-- 846 -->πῶς οὖν ἱερῶν: πῶς οὖν τὴν τεκνολέτειραν ὑποδέξεται ἡ πόλις τῶν ἱερῶν ποταμῶν ἢ ἡ χώρα τῶν φίλων, τουτέστι τῶν ἡδέων καὶ ἀγαθῶν: — ἄλλως: ἡ μεταξὺ τῶν ἱερῶν κειμένη ποταμῶν. τῷ προτέρῳ δὲ διαζευκτικῷ συνδέσμῳ, τῷ ἤ, τὸ ἡ ἄρθρον ἔξωθεν προσθετέον, τουτέστιν· ἢ ἡ πόλις ἢ ἡ χώρα. ὁ δὲ νοῦς· πῶς ἂν οὖν σε δέξαιτο ἡ πόλις αὕτη, ἡ ἱεροὺς ἔχουσα ποταμοὺς καὶ καθαροὺς παντὸς μολύσματος, ἢ ἡ τῶν κατʼ αὐτὴν ἀνδρῶν προσφιλεστάτων ἡμῖν χώρα, παιδοκτόνον γενομένην καὶ ἀνοσίαν τῷ κατὰ τῶν φιλτάτων φόνῳ: —

<!-- 847 -->ἢ φίλων: ἀντὶ τοῦ προσφιλεστάτων καὶ φιλοξενωτάτων. οὐκ εἰκῇ δὲ τοῦτο, ἀλλʼ ἵνα αἰνίξηται πρὸς ἀποτροπὴν τὴν ὑπερβάλλουσαν ἀνοσιότητα τοῦ φόνου, ὅτι, καίπερ φιλόξενοι πεφυκότες, πρὸς σὲ τοιαύτην γενομένην ἀξενώτατοι γενήσονται: —

<!-- 848 -->πόμπιμος: ἡ τὴν ἐκπεμφθεῖσαν ὑποδεχομένη, οὐκ αὐτὴ πόμπιμος οὖσα: —

<!-- 850 -->σὲ τὴν μετʼ ἄλλων εὐσεβῶν ἀσεβῆ οὖσαν: —

<!-- 851 -->σκέψαι τεκέων πλαγάν: τὴν πληγὴν, φησὶ, τὴν τῶν τέκνων καὶ τὸν φόνον μὴ προπετῶς δράσῃς, ἀλλὰ πρότερον μεθʼ ἡμῶν ἢ ἄλλων τινῶν σκέψαι εἰ τοῦτο χρή σε δρᾶσαι: —

<!-- 856 -->πόθεν θράσος: ἀντὶ τοῦ· τίνι λογισμῷ χρησαμένη. τουτέστι· τίς σε τῶν πάντων πείσει τοσοῦτον θράσος ἐνθεῖναι τῇ σαυτῆς ψυχῇ ἢ τῇ δεξιᾷ ὁπλιζομένῃ κατὰ τῶν φιλτάτων παίδων: — τὸ ἑξῆς οὕτως· πόθεν θράσος λήψῃ φρενὸς καρδίᾳ ἢ χειρὶ, κατὰ τῶν τέκνων σου δεινὰν προσάγουσα τόλμαν. λείπει γὰρ ἡ κατά. τὸ δὲ ἢ καρδίᾳ ἢ χειρὶ ἀντὶ τοῦ ἢ ἐννοίᾳ ἢ πράξει: —

<!-- 858 -->ἀντὶ τοῦ· κατὰ τὴν σαυτῆς καρδίαν καὶ τὸν λογισμόν. προσλήψῃ σχήσεις: —

<!-- 861 -->τέκνοις ἄδακρυν μοῖραν: μοῖραν τὸν καιρόν. καὶ Ἀριστοφάνης «ὃν ὄλβιαι Μοῖραι ξυνάγουσιν» ἐν Βατράχοις

<!-- 862 -->λείπει ἡ εἰς. οὐ καρτερήσεις: —

<!-- 864 -->τέγξαι χεῖρα φόνου: τὸ ἑξῆς· φόνου χεῖρα φονίαν. εὖ οἶδα, φησὶ, ὅτι οὐ καρτερήσεις τὴν ἐργάτιν τοῦ φόνου χεῖρα μολῦναι τῷ αἵματι τῶν παίδων γονυπετούντων σε: —

<!-- 866 -->ἥκω κελευσθεὶς: ἥκω, φησὶν, ὑπὸ σοῦ κελευσθεὶς καὶ μεταπεμφθείς. καίτοι γὰρ οἶδα δυσμενῆ σε, ὅμως τούτου οὐκ ἂν ἁμάρτοις, τοῦ ἐμὲ ἐλθεῖν. ἰδοὺ, φησὶ, καίπερ δυσμενῶς ἔχουσα πρὸς ἐμὲ, τυγχάνεις τῆς ἐμῆς παρουσίας καὶ κελευσάσῃ σοι οὐκ ἠπείθησα: —

<!-- 867 -->τοῦ ἐμὲ παρεῖναι: —

<!-- 869 -->Ἰᾶσον, αἰτοῦμαί σε: αἰτοῦμαι, φησὶν, ἃς πεποίημαι πρὸς σὲ μετʼ ὀργῆς ὕβρεις, ῥᾳδίως φέρειν καὶ μὴ μνησικακεῖν, ὑπομιμνῃσκόμενον τῆς προτέρας ἡμῶν συνηθείας καὶ ὧν ἐπράξαμεν εἰς ἀλλήλους εὐεργεσιῶν: —

<!-- 871 -->εἰκός σʼ ἐπεὶ νῷν: ἐπεὶ ἡμῖν τοῖς δυσὶν ὑπείργασται, ἀντὶ τοῦ πέπρακται, πολλὰ προσφιλῆ: —

<!-- 872 -->ἐγὼ δʼ ἐμαυτῇ διὰ λόγων: ἐγὼ ἐμαυτῇ διὰ λόγων ἐπετίμησα. ὑποκρίνεται δὲ νῦν καὶ μετὰ εἰρωνείας ταῦτα λέγει: —

<!-- 879 -->τί κακοπαθεῖν βούλομαι: —

<!-- 880 -->οὐκ εἰσὶ μέν μοι παῖδες: ταῦτα, φησὶ, πρὸς ἐμαυτὴν διείλεγμαι, ὦ Ἰᾶσον, ὅτι παῖδας ἔχω τοὺς ἐκ σοῦ καὶ οὐ δεῖ με λυπεῖσθαι τῷ νυνὶ γάμῳ, εἶθʼ ὅτι καὶ φυγάδες ἐσμὲν ἐκβεβλημένοι τῆς Θετταλίας καὶ διὰ τοῦτό με δεήσει τὴν ἐνταῦθα διατριβὴν ἀσπάζεσθαι, ἔρημον οὖσαν φίλων: —

<!-- 886 -->συμμετέχειν κοινωνεῖν: —

<!-- 887 -->ἀντὶ τοῦ· συμπεραίνειν σοι γεγαμηκότι καὶ ὑπηρετῆσαί σοι. ἑξῆς δὲ αὐτὰ σαφηνίζει λέγουσα καὶ παρεστάναι λέχει: —

<!-- 891 -->ἀντιφιλονεικεῖν: —

<!-- 892 -->παριέμεσθα: παυόμεθα παραπεμπόμεθα, οἷον· παραιτοῦμαι συγχωρῶ: —

<!-- 896 -->μεταβλήθητε: —

<!-- 899 -->λάβεσθε χειρός: τοῦτο ἠρέμα καὶ καθʼ ἑαυτὴν, ὡς ἐννοοῦσα τὴν ἀπήνειαν τοῦ φόνου κατὰ τῶν παίδων. φεῦ μοι, φησὶ, τῶν κακῶν, ὡς ἀλγῶ τὴν ψυχὴν, ἐννοοῦσα τὸ κεκρυμμένον ἐν τῇ ἐμῇ ψυχῇ κακόν· λέγει δὲ τὸν τῶν παίδων φόνον. ἀπὸ δὲ τούτου φαίνεται τὸ μὴ κατὰ προαίρεσιν αὐτὴν ὁρμᾶν ἐπὶ τὸν φόνον, ὅπου γε περιαλγεῖ τὴν ψυχὴν τῷ πάθει, ἀλλὰ διὰ τὸ προτεθυμῆσθαι ἀμύνασθαι τὸν Ἰάσονα. δύναται δὲ καὶ εἰς ἐπήκοον τοῦ Ἰάσονος λεγόμενον πρὸς τοῦτον οὕτως· ἀγωνιῶ καὶ πάνυ τετάραγμαι ἐκεῖνο ἐνθυμουμένη τῶν κεκρυμμένων καὶ ἀδήλων ἀνθρώποις πραγμάτων, εἰ ζήσονται οὗτοι σὺν ἡμῖν πολὺν χρόνον· ὡς ἕτερον μὲν αὐτὴν νοεῖν, ὅπερ ἔμελλε δρᾶν, ἑτέρως δὲ ἐκδέχεσθαι τὸν Ἰάσονα, ὅτι ἄρα ἄδηλα τὰ κατὰ ἀνθρώπους καὶ κεκρυμμένα: —

<!-- 900 -->ὡς ἐννοοῦμαι: οὐκ ἀναγκαῖον ἦν ταῦτα λέγειν· φαντασίαν γὰρ παρέχει τῷ Ἰάσονι ὡς κακοτεχνοῦσα. ἀλλʼ ἕνεκα τῶν κοινῶν κατʼ ἀνθρώπους κακῶν τὰ τοιαῦτα παρεγχωρεῖ λέγειν: —

<!-- 901 -->ἆρʼ ὦ τέκνʼ: καὶ τοῦτο κατὰ διπλῆν ἔννοιαν, ἥν τε ὁ Ἰάσων ὑπολαμβάνει οὐχ ὑγιῶς καὶ ἣν αὐτὴ κρύπτει ἀληθεύουσα: —

<!-- 903 -->ὡς ἀρτίδακρυς: ἀντὶ τοῦ ἑτοιμόδακρυς. ἢ προσφάτως δακρύουσα. χρὴ δὲ νοεῖν ὅτι ἐδάκρυσε μὲν ἀλγοῦσα τὴν ψυχὴν, ὅτι πρὸς τοῦτο τῆς τύχης κατήντησε καὶ νῦν ἀναγκάζεται ταῦτα δρᾶν· ὁ δὲ Ἰάσων ᾤετο αὐτὴν δακρύειν οἰκτείρουσαν τοὺς παῖδας ἐπὶ τῷ στέρεσθαι τοῦ πατρός: —

<!-- 904 -->χρόνῳ δὲ νεῖκος: διὰ πολλοῦ, φησὶ, χρόνου τῆς πρὸς τὸν πατέρα ὑμῶν φιλονεικίας ἀποστᾶσα καὶ νῦν διαλλασσομένη πλήρης γέγονα δακρύων: —

<!-- 905 -->ἁπαλήν: —

<!-- 906 -->ὑγρόν. γράφεται θερμόν: —

<!-- 909 -->εἰκὸς γὰρ ὀργάς: πέφυκε γὰρ, φησὶ, τὸ θῆλυ γένος χαλεπῶς ἔχειν τῷ ἀνδρὶ ἐμπορευομένῳ δευτέρους γάμους, οἷον ἄλλοις χρωμένῳ γάμοις παρὰ τοὺς ὑπάρχοντας: —

<!-- 910 -->γάμους παρεμπολῶντος: πιθανῶς κέχρηται τῇ τροπικῇ λέξει, ἐμφαίνων ἑαυτὸν κέρδους ἕνεκα καὶ τοῦ τοὺς ἐκ Μηδείας παῖδας ὠφελῆσαι τοῦτον ὥσπερ πραγματευσάμενον ἑαυτῷ τὸν γάμον. τὸ γὰρ παρεμπολᾶν ἐπὶ τοῦ κερδαίνειν τίθεται. οἷον ἄλλοις γάμοις χρωμένου παρὰ τοὺς ὑπάρχοντας: — ἄλλως: προσκτωμένου πορίζοντος. ἀντὶ τοῦ ἐμπολῶντι, γενικὴ ἀντὶ δοτικῆς. ἢ τὸ πόσει ἀντὶ τοῦ πόσιος, δοτικὴ ἀντὶ γενικῆς. παρεμπολῶντος δὲ ἀντὶ τοῦ ὠνουμένου. τουτέστιν· ἄλλοις γάμοις χρωμένου. τοῦ ἀνδρός. ἰδίως δὲ εἴρηκε πόσει ἀντὶ τοῦ πόσιος. οἱ δὲ ὑποκριταὶ ἀγνοήσαντες γράφουσιν ἀντὶ τοῦ πόσει ἐμοῦ, ὅπερ οὐ δεῖ: —

<!-- 911 -->μεταβέβληται: —

<!-- 912 -->ἀλλὰ τῷ χρόνῳ: ἀλλὰ νῦν ὥσπερ ἐκ μετανοίας τὸ κάλλιστον αὑτῇ βουλεύῃ: — ἔγνως δὲ τὴν νικῶσαν: τὸ ἑξῆς· ἔγνως δὲ τῷ χρόνῳ τὴν νικῶσαν βουλήν. ὁ ἀλλά ἀντὶ τοῦ καί, τουτέστιν· τὴν νικῶσαν βουλὴν καὶ τῷ χρόνῳ ἔγνως. λέγει δὲ τὸ πεπαῦσθαι αὐτὴν τῆς πρὸς αὐτὸν ὀργῆς: — τὴν κρατοῦσαν τὴν συμφέρουσαν: —

<!-- 917 -->τὰ πρῶτʼ ἔσεσθαι: ἀντὶ τοῦ· τὰ πρωτεῖα ἀπενέγκασθαι καὶ βασιλεύσειν κατὰ τὴν Κορινθίαν ἅμα τοῖς ἐκ Γλαύκης τικτομένοις ὑμῖν ἀδελφοῖς. τὸ δὲ ἔτι κατʼ ἐπίτασιν, οἷον· ἔτι μᾶλλον ὑμᾶς διαπρέψειν συναπτομένους βασιλικῷ γένει ἢ ὅσης ὑμῖν ἀξίας μετῆν ἐξ ἐμοῦ μόνου: —

<!-- 920 -->τὸ τέλειον τῆς ἡλικίας: —

<!-- 921 -->κρείττους: —

<!-- 922 -->αὕτη, τί χλωροῖς: πάλιν εἰς τὴν αὐτὴν ἔννοιαν ταῦτα. ἔδει δὲ αὐτὴν μηδὲ κλαίουσαν εἰσάγεσθαι· οὐ γὰρ οἰκεῖον τῷ προσώπῳ· ὠμὸν γὰρ εἰσῆκται τοῦτο. ἀλλʼ ἐκφέρεται τῇ ὀχλικῇ φαντασίᾳ ποιήσας κλαίουσαν καὶ συμπάσχουσαν. ἀπιθάνως γὰρ τὴν τοιαύτην διαχειριζομένην τὰ τέκνα εἰσάγει. ἄμεινον δὲ Ὅμηρος· «ὀφθαλμοὶ δʼ ὡσεὶ κέρα ἔστασαν»: —

<!-- 925 -->οὐδὲν τέκνων: διʼ οὐδὲν, φησὶ, δακρύω ἕτερον ἢ ἐννοουμένη πῶς ἕξουσι τύχης οἱ παῖδες ἐμοῦ ἀναχωρησάσης: —

<!-- 927 -->δράσω τάδε: ἀντὶ τοῦ· παύσομαι τῶν δακρύων καὶ θαρσήσω σοι: —

<!-- 928 -->τὸ ἑξῆς· γυνὴ δὲ θῆλυ ἔφυ καὶ ἐπὶ δακρύοις ἔφυ, ὅ ἐστι ἐπὶ τῷ δακρύειν καὶ ὀλοφύρασθαι: —

<!-- 928bis -->γυνὴ δὲ θῆλυ: ἀντὶ τοῦ· ἀσθενὲς τὸ γυναικεῖον γένος πέφυκε πρὸς τὰς καταλαμβανούσας συμφορὰς καὶ ἕτοιμον εἰς δάκρυα: —

<!-- 930 -->ἔτικτον αὐτούς: σύγγνωθί μοι, φησὶ, δακρυούσῃ· ἔτικτον γὰρ αὐτούς. νῦν δὲ ὅτε ἐθάρσουν τοὺς παῖδας τὸ ἀσφαλὲς ἕξειν τοῦ ζῆν εἰς τοῦτο παρελθόντας ἡλικίας καὶ τῆς ἐν βρέφεσιν ἐπισφαλοῦς ἀνατροφῆς ἀπαλλαγέντας καὶ λοιπὸν ἐσεμνυνόμην παῖδας ἐγγὺς ἡβῶντας ἔχειν, τότε διʼ ἕτερον ἀγωνιῶ εἰ τὸ ἀσφαλὲς αὐτοῖς τῆς σωτηρίας ὑπάρξει ὑπὸ μητρυιὰν γενομένοις. τοῦτο γὰρ ἐμφαίνει: —

<!-- 931 -->εἰσῆλθέ μʼ οἶκτος: ἐν γὰρ τῇ βραχείᾳ ἡλικίᾳ ἐν πλείονι ἐπισφαλείᾳ ζωῆς εἰσιν οἱ ἄνθρωποι: — ἀγωνιῶ, φησὶν, εἰ ζήσονται: —

<!-- 935 -->κἀμοὶ τάδʼ ἐστὶ λῷστα: ἀντὶ τοῦ· καλῶς ἔχειν κρίνω μετὰ γνώμης ὑμῶν, σοῦ τε καὶ τοῦ Κρέοντος καὶ τῆς τούτου θυγατρὸς, οἰκεῖν τὴν Κόρινθον. ἢ οὕτως· κἀμοὶ αὐτῇ συναρέσκει: —

<!-- 942 -->σὺ δʼ ἀλλὰ σήν: τὸ ἑξῆς· ἀλλὰ σὺ τὴν γυναῖκα κέλευσον αἰτήσασθαι τοῦτο παρὰ τοῦ πατρὸς, τὸ τοὺς παῖδας μὴ ἀπελαθῆναι τῆς Κορίνθου: —

<!-- 944 -->προσδοκῶ. τὸ δὲ σφέ ἀντὶ τοῦ αὐτήν: —

<!-- 945 -->εἴπερ γυναικῶν: ἀντὶ τοῦ τῶν φιλάνδρων, οἷον· εἴπερ φίλανδρός ἐστι, πάντα σοι πεισθήσεται ἡ Γλαύκη: —

<!-- 947 -->ἃ καλλιστεύεται: ἅπερ προτιμᾶται καὶ κάλλιστα νομίζεται τῶν νῦν δώρων παρὰ τοῖς ἀνθρώποις. τὸ δὲ πολύ πρὸς τὸ καλλιστεύεται. ἢ πολύ ἀντὶ τοῦ πάνυ: —

<!-- 950 -->παῖδας φέροντας: ἀλλʼ ὅσον οὐδέπω, φησὶ, δεήσει τῶν θεραπόντων τινὰ ἅμα τοῖς παιδίοις ἀποκομίζειν τὰ δῶρα τῇ Γλαύκῃ: —

<!-- 955 -->πατρὸς πατήρ: ἤτοι ἀντὶ τοῦ γονεῦσιν, ἢ τοῖς ἑαυτοῦ μὲν ἐκγόνοις, τουτέστι παισίν, ἐμαυτῆς δὲ γονεῦσιν, ἵνα τοῦτο λείπῃ: —

<!-- 956 -->φερνάς: φερνὴ ἡ προίξ. λάβετε, φησὶ, τὴν ἐμὴν φερνὴν, ἣν εἰσηνεγκάμην τῷ πατρὶ ὑμῶν, καὶ ἀποκομίζετε τῇ νύμφῃ: —

<!-- 958 -->φέροντες· οὔτοι δῶρα: τοῦτο διπλῆν ἔχει τὴν ἔννοιαν, μίαν μὲν, ἣν ὁ Ἰάσων ἐκδέχεται, ὅτι οὐκ ἀπόβλητα αὐτῇ τὰ δῶρα, ἀλλὰ θαυμαστά· ἑτέραν δὲ, ἣν αὐτὴ κρύπτει, ἀντὶ τοῦ· οὐ γελάσει τὸ δῶρον ὡς ἀσθενές· ἀναιρήσει γὰρ αὐτήν: —

<!-- 962 -->εἴπερ γὰρ ἡμᾶς: εἴπερ, φησὶ, τῷ ὄντι πᾶσα γυνὴ ἡμᾶς τοὺς ἄνδρας ἀξιοῖ τινὸς λόγου, προτιμήσει καὶ χρημάτων τὸ πείθεσθαι τῷ ἀνδρί. ἢ ἰδίᾳ νοητέον καὶ ἐπὶ τῆς Γλαύκης, εἴπερ με τῷ ὄντι στέργει ἡ γυνή, καὶ ἄνευ τοῦ λαβεῖν τὰ δῶρα πεισθήσεται: —

<!-- 966 -->κείνης ὁ δαίμων: ἀντὶ τοῦ ἡ εὐδαιμονία, τουτέστιν· ἐκείνῃ καιρὸς εὐδαιμονεῖν, ἡμῖν δὲ ταῦτα οὐκ ᾠκείωται ὡς δυστυχοῦσιν: —

<!-- 967 -->νέα τυραννεῖ: ἀντὶ τοῦ· ἡ Γλαύκη, φησὶ, νέα οὖσα τὴν ἡλικίαν ἄρχει καὶ κρατεῖ. αἰνιγματωδῶς δὲ τοῦτο, ὡς τοῦ Ἰάσονος διὰ τὸ νέον τῆς ἡλικίας προτετιμηκότος τὴν Γλαύκην: —

<!-- 968 -->ψυχῆς ἂν ἀλλαξαίμεθʼ: ἀντὶ τοῦ· ἑλοίμην ἂν καὶ ἀποθανεῖν ὑπὲρ τοῦ μὴ τοὺς παῖδάς μου ἀπελαθῆναι. καὶ τοῦτο δὲ κατʼ εἰρωνείαν: —

<!-- 972 -->κόσμον διδόντες: καὶ τοῦτο ἀπιθάνως, τὸ παρεγγυᾶσθαι τοῖς παισὶν ἐντελλομένην ἐκείνῃ αὐτῇ διδόναι, ὑπόληψιν ἔχουσαν φαρμακίδος: — τοῦδε γὰρ μάλιστα: ἕνεκεν τοῦδε, τοῦ μὴ φεύγειν ὑμᾶς, δεῖ αὐτὴν λαβεῖν τὰ δῶρα: —

<!-- 976 -->νῦν ἐλπίδες: ἐκ τοῦ ἀπελθεῖν τὰ δῶρα πείθεται ὁ χορὸς ὅτι μέγα κακὸν γενήσεται ἐξ οὗ ἀναγκασθήσεται ἡ Μήδεια πάντως φονεῦσαι τὰ τέκνα: — παίδων ζωᾶς: ἀντὶ τοῦ· οὐκέτι μοι ἐλπίδες τοῦ ζήσεσθαι τοὺς παῖδας: —

<!-- 980 -->θήσει τὸν Ἅιδα κόσμον: θάνατον, φησὶ, μᾶλλον περιθήσεται ἢ κόσμον: —

<!-- 982 -->αὐγά: τὸ ἑξῆς· χάρις ἀμβρόσιός τε αὐγὰ πέπλων πείσει περιθέσθαι χροῒ χρυσότευκτον στέφανον: — ἀμβρόσιος: ἀντὶ τοῦ ἀμβροσία θεία. αὐγὴ δὲ, ἡ λαμπηδών, τῶν πέπλων πείσει αὐτὴν ταῖς ἰδίαις χερσὶ λαβοῦσαν περιθέσθαι ταῦτα, ἵνα ἐν τῇ τοῦ παντὸς σώματος διακοσμήσει καὶ ἡ κεφαλὴ πρὸς ἀξίαν κοσμῆται: —

<!-- 985 -->νερτέροις ἤδη: ἀντὶ τοῦ· παρὰ τοῖς νερτέροις καὶ τοῖς κατοιχομένοις αὐτὴν κοσμήσει ταῦτα τὰ δῶρα. νυμφοκοσμῆσαι δέ ἐστι τὸ τὴν νύμφην κοσμῆσαι. νυμφοκοσμήσει οὖν ἀντὶ τοῦ νυμφευθήσεται: —

<!-- 986 -->τὸν ἄφυκτον ὄλεθρόν φησιν: —

<!-- 990 -->σὺ δʼ, ὦ τάλαν: τοῦτο πρὸς τὸν Ἰάσονα ἀποτείνει. κηδεμὼν δὲ παρὰ τὸ κῆδος, ἀντὶ τοῦ γαμβρέ. σὺ δὲ, φησὶν, ὦ ἐπʼ ὀλέθρῳ γενόμενε νυμφίε τῆς Γλαύκης καὶ ἐπιγαμβρίαν οὐκ εὐτυχῆ ταύτην πρὸς τοὺς βασιλεῖς ἐσχηκὼς, ὄλεθρον τοῖς αὑτοῦ παισὶ καὶ τῇ νύμφῃ κατασκευάζεις, οὐ συνεὶς τὸ ἐπʼ ὀλέθρῳ μηχάνημα. βιοτᾷ δὲ παισίν, ἀντὶ τοῦ τῇ ζωῇ τῶν παίδων: — ἀντὶ τοῦ· ὦ ἐπὶ κακῷ σου νυμφευσάμενε: —

<!-- 991 -->οὐ γινώσκων τῇ τῶν παίδων βιοτῇ ὄλεθρον προσάγεις: —

<!-- 995 -->μοίρας ὅσον παροίχῃ: μοίρας ἀντὶ τοῦ πρέποντος. καὶ τοῦτο δὲ πρὸς Ἰάσονα ἀποτείνει. τινὲς δὲ πρὸς τὴν Μήδειαν· ἵνα φονεύσῃς τὰ παιδία σοῦ. τὸ δὲ παροίχῃ, παρελθεῖν πεποίηκας, ὦ Ἰᾶσον, πολὺ μέρος τῆς θανατηφόρου μοίρας τῇ Γλαύκῃ ὡς ἐγγὺς εἶναι τὸν θάνατον αὐτῆς, ἀντὶ τοῦ· τὸν καιρὸν τοῦ θανάτου τῇ Γλαύκῃ συνήγαγες καὶ πλησίον εἶναι πεποίηκας, συγχωρήσας ὑπʼ ἀγνοίας ἀποκομισθῆναι τὰ δῶρα. μοίρας δὲ τῆς θανατηφόρου φησίν. τὸ δὲ ὅσον ἀντὶ τοῦ πολύ: — ἄλλως: ὦ ταλαίπωρε Ἰᾶσον, ὅσον ἐκπέπτωκας τῆς εὐμοιρίας. ἢ οὕτως· ὅσον τοῦ καθήκοντος ἐξέδραμες ὡς μὴ συνιέναι ὅτι ἐπὶ φόνον τὰ τέκνα σου ἄγεις: —

<!-- 996 -->μεταστένομαι δέ: ἡ μετά ἀντὶ τῆς ἐπί καὶ τὸ σόν ἀντὶ τοῦ σοί, τουτέστι· στένω δὲ καὶ ἐπὶ σοὶ καὶ ἄλγος ἔχω. ἢ οὕτως· μεθίσταμαι δὲ καὶ ἐπὶ τὸ σὸν ἄλγος καὶ στένω τὴν σὴν τύχην, ἐφʼ ᾗ τὴν ψυχὴν ἀλγεῖς. λέγει δὲ τὸ διημαρτηκέναι αὐτὴν τοῦ Ἰάσονος: —

<!-- 1002 -->δέσποινʼ, ἀφεῖνται παῖδες: ὁ παιδαγωγὸς ἀγαγὼν τοὺς παῖδας διαλεχθέντας τῇ Γλαύκῃ λέγει· συγκεχώρηται τοῖς παισί σου ἐνταῦθα μεῖναι καὶ μὴ ἀπελαθῆναι: —

<!-- 1005 -->συνταραχθεῖσα: —

<!-- 1008 -->οὐ σύμφωνα: —

<!-- 1009 -->μῶν τινʼ ἀγγέλλων: ἡ μὲν Μήδεια ἐννοουμένη τὸν διʼ αὐτῆς ἐσόμενον τοῖς παισὶν αὑτῆς θάνατον ἐστύγναζεν, ὁ δὲ παιδαγωγὸς νομίζων αὐτὴν ἐφʼ οἷς ἀπήγγειλε λυπεῖσθαί φησιν· ἆρʼ οὖν μὴ οὐ χρηστά σοι ἀπήγγειλα, ἀλλὰ ἐσφάλην, νομίσας εὐαγγελίσασθαι πρὸς σὲ ταῦτα: — συμφοράν: —

<!-- 1010 -->ὑπολήψεως: —

<!-- 1012 -->κατηφὲς ποιεῖς καὶ καταστυγνάζεις: —

<!-- 1013 -->πολλή μʼ ἀνάγκη: διπλῆ πάλιν ἡ ἔννοια, ὡς μὲν πρὸς τὸν πρέσβυν ὅτι χωρὶς τῶν τέκνων φεύξεται καὶ καταλείψει αὐτά, ὡς δὲ πρὸς τὴν ἀλήθειαν ὅτι φονεύσει αὐτά: — πολλή μʼ ἀνάγκη: λείπει τὸ ὀδύρεσθαι· ἀνάγκη, φησὶ, πολλή μοι ὀδύρεσθαι ἐπὶ τοῖς παροῦσι κακοῖς. ὑπό τε γὰρ τῆς ἐμῆς ἀνοίας καὶ τοῦ παρὰ τῶν θεῶν χόλου τὰ κατʼ ἐμὲ κακῶς διάκειται. ταῦτα δὲ λέγει προπέτειαν ἑαυτῆς καταγινώσκουσα. κατεμέμψατο ἑαυτῇ ἐπὶ τῇ τῶν δώρων ἀποστολῇ. εἰ γὰρ ἔμελλεν ἀποθανεῖν ἡ Γλαύκη, ἀνάγκη ἦν φονεῦσαι τὴν Μήδειαν τὰ ἑαυτῆς τέκνα, ἵνα μὴ ὑπὸ ἄλλων τοῦτο γένηται· ὅπερ αὐτὴ ἐλυπεῖτο μετανοοῦσα, αὐτὸς δὲ ᾤετο αὐτὴν ὀδύρεσθαι, ὅτι φυγὰς ἔμελλε γίνεσθαι: —

<!-- 1015 -->θάρσει· κρατεῖς: ἔτι θαρσεῖν ὀφείλεις. καὶ γὰρ εἰ φεύγειν μέλλεις, ἀλλʼ οὖν τῇ τῶν παίδων ὑποστάσει καὶ ζωῇ πάλιν συμβιώσῃ. τὸ γὰρ ἔτι τὸ μέλλον δηλοῖ. τὸ δὲ κρατεῖς ἀντὶ τοῦ νενίκηκας: —

<!-- 1016 -->ἄλλους κατάξω: τὸν ἐσόμενον τῶν παίδων φόνον πάλιν προοδύρεται, ἀσήμως δὲ, ὑπὲρ τοῦ μὴ συνιέναι τὸν παιδαγωγόν. τὸ μὲν οὖν ἄλλους ἀντὶ τοῦ τούτους, τὸ δὲ κατάξω ἀντὶ τοῦ εἰς Ἅιδου πέμψω: —

<!-- 1017 -->οὔτοι μόνη σύ: ἡ μὲν ἔλεγεν ὅτι πρὶν εὐτυχῆσαι ὑπʼ αὐτῶν, ἀλλοτρίους μου γενομένους τοὺς παῖδας πέμψω εἰς Ἅιδην· ὁ δὲ πρέσβυς τὸ κατάξω νοεῖ ὅτι πέμψω πρὸς τὸν Ἰάσονα ἠλλοτριωμένους μου τοὺς παῖδας: —

<!-- 1018 -->κούφως φέρειν χρή: πάλιν οὐδὲν ἧττον μὴ συνεὶς τὸ εἰρημένον οἴεται αὐτὴν ὀδύρεσθαι τὴν ἑαυτῆς ἐξορίαν: —

<!-- 1021 -->ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι: τοῦ σφῷν τὸ πλῆρες σφῶιν, τουτέστιν ὑμῶν τῶν δύο. τὴν μὲν πόλιν, φησὶν, τήνδε ὑμεῖς οἰκήσετε, ὦ τέκνα, καὶ τὸν οἶκον τοῦτον διʼ αἰῶνος. λέγει δὲ ἀσήμως τὸν Ἅιδην, καὶ πάντα δὲ τὰ ἑξῆς αἰνιγματωδῶς ὁμιλεῖ ὑπὲρ τοῦ μὴ αἰσθέσθαι τὸν παιδαγωγόν. τὸ δὲ ἐν ᾧ πρὸς τὸ οἰκήσετε συναπτέον, τουτέστιν· ἐν ᾧ, τῷ Ἅιδῃ, οἰκήσετε ἀπολιπόντες ἐμέ: —

<!-- 1027 -->εὐνὰς ἀγῆλαι: Φρύνιχος ἀγῆλαι ἀντὶ τοῦ εὔξασθαι. καὶ παρὰ Ἀριστοφάνει· «διὰ παντὸς, ὦ δέσποινʼ, ἀγαλοῦμεν ἡμεῖς ἀεί». καὶ Ἕρμιππος Ἀρτοπώλισι· «φέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦσʼ ἐγώ». δηλοῖ καὶ τὸ τιμῆσαι. «ἄγειν» γὰρ τὸ τιμᾶν φασιν· «ἐν πρώτοις ἄγω». καὶ «ἠγόμην δʼ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖ»: — ἀγῆλαι ἀντὶ τοῦ παρασκευάσαι καὶ συναγαγεῖν. ἀνασχεθεῖν δὲ ἀνατεῖναι. αὐθαδείας δὲ ἀπονοίας αὐταρεσκείας: —

<!-- 1029 -->ματαίως: —

<!-- 1030 -->κατετάκην ἐφθάρην κατεπονήθην κατεσπαράχθην: —

<!-- 1034 -->κρύψειν ἐνταφιάσειν: —

<!-- 1035 -->μακαρίαν με οὖσαν παρὰ τοῖς ἀνθρώποις: —

<!-- 1039 -->ἐς ἄλλο σχῆμʼ: ἄλλου βίου λέγει τοῦ κατὰ τὸν Ἅιδην, ὡς κἀν τοῖς κατοιχομένοις οὔσης τινὸς ἑτέρας πολιτείας: —

<!-- 1043 -->γυναῖκες, ὄμμα φαιδρόν: πρὸς τὰς τοῦ χοροῦ λέγει· ἀπορῶ τί δεῖ ποιεῖν. θέλει δὲ εἰπεῖν ὅτι τὸν φόνον οὐκέτι μου ἡ ψυχὴ τολμᾷ, ἀλλὰ λύομαι ταῖς τῶν ὀφθαλμῶν χάρισιν, ἀτενιζόντων εἰς ἐμὲ τῶν φιλτάτων: —

<!-- 1044 -->οὐκ ἂν δυναίμην: λείπει τὸ σφάξαι τὰ τέκνα. καὶ ἐρρέτω, φησὶν, ὁ ἐπὶ τὸ σφάξαι με τὰ τέκνα κρατήσας λογισμός: —

<!-- 1046 -->τί δεῖ με πατέρα τῶνδε: ἀφίσταμαι, φησὶ, τοῦ φόνου τῶν παίδων· οὐ γὰρ ἵνα τὸν πατέρα τούτων λυπήσω τῷ φόνῳ αὐτῶν, ὀφείλω ἐμαυτῇ διπλασιοῦν τὰ κακά. λέγει δὲ τὴν λύπην τὴν ἐπὶ τοῖς παισίν. ἢ οὕτως· σαφῶς εὔηθές ἐστιν ἐργαζομένην με τὸν θάνατον τοῖς φιλτάτοις ἐπὶ τῷ τὸν πατέρα λυπῆσαι, αὐτὴν διπλασίαν λύπην κτήσασθαι διὰ τῆς τούτων τελευτῆς. δοκοῦσι γὰρ αἱ μητέρες συμπαθέστεραι εἶναι ταῖς τῶν παίδων συμφοραῖς. θαυμάσαι δέ ἐστι τὸν ὑπερβάλλοντα θυμὸν, ὃν ἔχει κατὰ τοῦ Ἰάσονος ἡ Μήδεια, ὅτι καίπερ προσδοκῶσα μειζόνως λυπηθήσεσθαι, ὅμως ὑπὲρ τοῦ λυπῆσαι τὸν Ἰάσονα αἱρεῖται τούτους φονεύειν: —

<!-- 1048 -->χαιρέτω βουλεύματα: ἔτι ἐν μετανοίᾳ ἐστίν· οὐκ ἂν ἐγὼ φονεύσαιμι, φησὶν, ἀλλὰ μεθείσθω μοι ὁ κρατήσας με τοῦ φόνου λογισμός. γράφεται δὲ καὶ παύσομαι βουλευμάτων: —

<!-- 1049 -->καίτοι τί πάσχω: ἐνταῦθα ὥσπερ ἀναζωπυροῦσα τὸν κατὰ Ἰάσονος θυμὸν λαμβάνεται ἑαυτῆς καὶ φησί· τί δὴ πέπονθα εἰς οἶκτον ἐμπεσοῦσα τῶν παίδων. οὐ γὰρ ἐμὸν καταισχύνειν ἐμαυτὴν ἀφεῖσαν ἀτιμώρητον τὸν πάντων ἐμοὶ πολεμιώτατον Ἰάσονα, ἐξὸν φονεύουσαν τούτους λυπῆσαι τοῦτον. ἐχθρούς οὖν λέγει ἀντὶ τοῦ ἐχθρόν, τὸν Ἰάσονα. τοιοῦτον δὲ καὶ τὸ παρʼ Ὁμήρῳ· «ἀλλὰ τίη μοι ταῦτα φίλος»: —

<!-- 1052 -->τὸ καὶ προέσθαι μαλθακούς: τὸ ἐνδοῦναι τῇ φρενί μου μαλθακοὺς λόγους: —

<!-- 1053 -->ὅτῳ δὲ μὴ θέμις παρεῖναι: ᾧτινι δὲ οὐκ εὐσεβὲς, φησὶν, φαίνεται τὸ παρεῖναι τῷ φόνῳ τούτῳ καὶ δέχεσθαι τοιαύτας θυσίας, οὗτος ἀπίτω. τοῦτο δὲ εἶπεν ὡς ὄντων τινῶν θεῶν χαιρόντων ἀνδροφονίαις, οἷον Ἐρινύων, Ἄρεως καί τινων ἑτέρων. Ὅμηρος· «Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε». τῷ δὲ αὐτῷ μελήσει συναπτέον τὸ μὴ παρεῖναι: —

<!-- 1055 -->χεῖρα δʼ οὐ διαφθερῶ: πάλιν ἐνταῦθα λύεται πρὸς οἶκτον. ἔστι γὰρ μίμησις μητρὸς οὐ προαιρέσει ἀνάγκῃ δὲ τοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι τολμώσης φόνον κατὰ τῶν φιλτάτων. οὐκ ἂν οὖν, φησὶν, ἐγὼ μολύναιμι τῷ τῶν ἐξ ἐμοῦ παίδων αἵματι τὴν ἐμαυτῆς χεῖρα: —

<!-- 1058 -->ἀντὶ τοῦ ἐν Ἀθήναις: —

<!-- 1059 -->μὰ τοὺς παρʼ Ἅιδη νερτέρους: τοὺς καταχθονίους θεοὺς ἀλάστορας. ἀλάστορας δὲ, οὓς οὐκ ἔστι λαθεῖν. ἐπειδὴ δὲ συνεχῶς ὁρᾷ ἑαυτὴν νικωμένην τῷ πρὸς τοὺς παῖδας οἴκτῳ, ὅρκῳ φρικωδεστάτῳ κατακλείει ἑαυτὴν πρὸς τὸ μηδὲν ἕτερον ἢ τὸν φόνον ἐξ ἅπαντος δρᾶσαι. καὶ οὐκ ἂν, φησὶν, ἐγὼ καταλείψαιμι τοὺς ἐμοὺς παῖδας ὑπὸ τῶν ἐμῶν ἐχθρῶν καθυβρίζεσθαι· λέγει δὲ ὑπὸ τῶν πρὸς γένους τῇ Γλαύκῃ. καθυβρίσαι δὲ λέγει τὸ μετὰ αἰκίας τινὰ ἀνελεῖν: —

<!-- 1062 -->πάντως σφʼ ἀνάγκη: κἂν ἐγὼ, φησὶ, μὴ φονεύσω τούτους, ἀλλʼ οἱ ἐχθροὶ πάντως ἀναιρήσουσιν. εἰ δὲ ἅπαξ χρὴ τούτους ἀποθανεῖν, κάλλιον ὑφʼ ἡμῶν ἀναιρεῖσθαι, ἵνα μὴ δοκοῖεν οἱ ἐχθροὶ τιμωρίαν ταύτην λαμβάνειν παρʼ ἡμῶν. οἶδε δὲ τὸ εἱμαρμένον τοῖς παισὶν, ὡς καὶ τὴν Ἰάσονος μοῖραν, ἐν οἷς φησιν Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος: —

<!-- 1064 -->ἀντὶ τοῦ κέκριται εἵμαρται. γράφεται πέπρωται: —

<!-- 1065 -->καὶ δὴ ʼπὶ κρατὶ στέφανος: ταῦτα ἐκ τοῦ χρόνου ἀναλογιζομένη πρὸς ἑαυτὴν λέγει. καὶ δὴ, φησὶν, ἡ μὲν Γλαύκη, ὡς εἰκὸς, ἐπὶ τῆς κεφαλῆς ἔχει τὸν στέφανον καὶ λοιπὸν ἐγγύς ἐστι τοῦ θανάτου, ἀλλʼ εἶμι, μὴ μέλλωμεν ἥκειν ἐπὶ τὴν δυστυχεστάτην ὁδὸν τοῦ φόνου: —

<!-- 1068 -->τὴν ἐπὶ τὸν Ἅιδην λέγει. τὸ δὲ ἔτι ἀντὶ τοῦ πολὺ μᾶλλον: —

<!-- 1073 -->εὐδαιμονοῖτον μὲν, ἀλλʼ ἐκεῖ. λέγει δὲ εἰς Ἅιδην: — τὰ δʼ ἐνθάδε: τὰ ἐν τοῖς ζῶσι. τουτέστιν· ὁ πατὴρ αἴτιος τοῦ μὴ ζήσεσθαι ὑμᾶς: —

<!-- 1074 -->ἡ περίπτυξις. ἢ ἡ πρώτη θέα. ἐν τῷ περιπτύσσεσθαι καὶ καταφιλεῖν ταῦτα λέγει: —

<!-- 1081 -->πολλάκις ἤδη: ἀποτρέπων ὁ χορὸς τὴν Μήδειαν τῆς τῶν παίδων ἀναιρέσεως διεξέρχεται τοὺς τῆς παιδοποιίας πόνους: —

<!-- 1081bis -->πολλάκις ἤδη: πολλάκις, φησὶ, κατʼ ἐμαυτὴν ἐλογισάμην καὶ διʼ ἀκριβεστέρων λογισμῶν προσῆλθον αὐτὴ πρὸς ἐμαυτὴν ἁμιλλωμένη καὶ ζητοῦσα εἰ δυνατὸν καὶ τῇ γυναικείᾳ φύσει ἐρευνᾶν τὰ τοῦ βίου πράγματα καὶ εἰδέναι τί μὲν καλὸν τοῖς ἀνθρώποις, τί δὲ οὔ. καὶ λογισαμένη εὗρον ὅτι μέτεστι μὲν ταῖς γυναιξὶ σοφίας καὶ τῆς τῶν ἀνθρωπίνων πραγμάτων καταλήψεως, οὐ πάσαις δὲ, ἀλλʼ ὀλίγαις. ὧν οὖσα μία καὶ αὐτὴ τυγχάνω καὶ λογίζομαι τῶν ἀνθρώπων τοὺς ἀπείρους παιδοποιίας πολλῷ προφέρειν καὶ ὑπερβάλλειν εὐτυχίᾳ τοὺς γεννήσαντας. ὅσοι μὲν γὰρ τῶν κατὰ παιδοποιΐαν μόχθων ἐκτός εἰσιν, εἴτε καλὸν εἴτε λυπηρὸν οἱ παῖδες, οὐκ ἴσασιν· οἱ δʼ ἔχοντες ἀνάγκῃ τῆς περὶ τοὺς παῖδας ἐπιμελείας κατατρυχόμενοι διατελοῦσιν, πρῶτον μὲν ὅπως ἀγάγωσι τοὺς παῖδας κοσμίως, σπουδάζοντες, δεύτερον δὲ καὶ πόθεν τούτοις χρημάτων πόρον καταλείψειαν, τρίτον ἐπὶ τούτοις οὐκ εἰδότες πότερον χρηστοῖς οὖσι τοῖς παισὶν ἢ πονηροῖς τὸν τρόπον μοχθοῦσι τὸν χρόνον ἅπαντα. οὐ γὰρ εὐμαρὲς συνιέναι τρόπον ἀνθρώπου, ὅπου γε τοὺς νομιζομένους εἶναι χρηστοὺς πονηροὺς πολλάκις ἐξαίφνης εὑρίσκομεν. ἓν δὲ πάντων τῶν κακῶν τελευταιότατον βούλομαι πᾶσιν ἀνθρώποις ἐξειπεῖν· δῶμεν γὰρ ὅτι καὶ βίον αὐτάρκη τοῖς παισὶ κέκτηνται καὶ εἰς ἀκμὴν ἡλικίας προῆλθον οἱ παῖδες καλοί τε κἀγαθοὶ τὸν τρόπον ἐκβεβήκασιν· εἰ δὴ τούτων οὕτως ἐχόντων φθάσας ὁ δαίμων, πρὶν ὄνασθαι τῶν ἀγαθῶν, τούτους ἁρπάσειε, πῶς ἔτι λυσιτελεῖ πρὸς τοῖς ἄλλοις τῶν ἀνθρώπων κακοῖς παῖδας εὔξασθαι τοῖς θεοῖς παρασχεῖν λύπην ἄντικρυς ὄντας: —

<!-- 1082 -->σοφῶν καὶ συνετῶν: —

<!-- 1085 -->πλεονάζει ὁ ἀλλά. ἢ ἀντὶ τοῦ δή: — ἀλλὰ γὰρ ἔστι: πλεονάζει ὁ ἀλλά· ἔστι γὰρ μοῦσα καὶ ἡμῖν. μέχρι δὲ τοῦ οὐκ ἀπόμουσον τὸ γυναικῶν ἐν μεσοσυλλαβίᾳ ἐστὶν ὁ λόγος: — μοῦσα καὶ ἡμῖν: ἀντὶ τοῦ φρόνησις παίδευσις πρὸς τὸ δύνασθαι διακρίνειν τὰ ἀνθρώπινα. καὶ ἡμῖν οὖν, φησὶ, μοῦσα προσομιλεῖ σοφίαν χαριζομένη πρὸς τὸ καὶ ἡμᾶς ἀποφαίνεσθαί τι περὶ τῶν ἀνθρωπίνων: —

<!-- 1089 -->ἀπαίδευτον: —

<!-- 1092 -->ἀντὶ τοῦ ὑπερβάλλειν ὑπερφέρειν: —

<!-- 1093 -->τῶν γεννησάντων τῶν φυτευσάντων: —

<!-- 1094 -->οἱ μέν τʼ ἄτεκνοι διʼ ἀπειροσύναν πολλῶν μόχθων ἀπέχονται οὐχὶ τυχόντες εἴθʼ ἡδὺ βροτοῖς εἴτʼ ἀνιαρὸν παῖδες: —

<!-- 1097 -->μακράν εἰσι μὴ πειρασθέντες: —

<!-- 1098 -->οἷσι δὲ τέκνων: τούτους, φησὶν, ὁρῶ τῇ περὶ τοὺς παῖδας ἐπιμελείᾳ συνεχεῖ καταπονουμένους: —

<!-- 1099 -->μελέτῃ: ἤγουν τῇ καθημερινῇ ἐπιμελείᾳ: — φροντίδι: —

<!-- 1102 -->τὰ χρήματα τὴν οὐσίαν: —

<!-- 1103 -->μετὰ ταῦτα δέ: —

<!-- 1105 -->ἓν δὲ τὸ πάντων: δῶμεν γὰρ ὅτι καὶ τὸν βίον αὐτάρκη κέκτηνται καὶ εἰς ἀκμὴν ἡλικίας προῆλθον· εἰ οὖν φθάσας ὁ δαίμων, πρὶν ὄνασθαι τῶν ἀγαθῶν, τούτους ἁρπάσειε, πῶς ἔτι λυσιτελεῖ παῖδας εὔχεσθαι γεννᾶν τοῖς θεοῖς: — ἀντὶ τοῦ μεῖζον κακόν: —

<!-- 1107 -->ἀρκοῦσαν οὐσίαν: —

<!-- 1109 -->ἀντὶ τοῦ· εἰ κυρήσειεν καὶ τύχοι: —

<!-- 1110 -->τὸ δαίμων τῷ θανάτῳ συναπτέον. δαίμονα γὰρ τὸν θάνατον ὠνόμασεν. φροῦδος δὲ, ἐπεὶ ἄδηλος ἀνθρώποις ὁ θάνατος: —

<!-- 1111 -->προπέμπων ἀποκομίζων: —

<!-- 1112 -->πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις: ἡ οὖν συλλαβὴ νῦν σύνδεσμός ἐστι παραπληρωματικὸς ἀντὶ τοῦ δή: —

<!-- 1114 -->παιδοποιίας: —

<!-- 1115 -->προστιθέναι: —

<!-- 1116 -->τὴν τύχην ἀντὶ τοῦ τὴν ἀπόβασιν τοῦ πράγματος: —

<!-- 1119 -->πνεύματʼ ἠρεθισμένον: παρωξυμμένον. οἱ γὰρ πνευματιῶντες ὀξέως καὶ συνεχῶς ἀναπνέουσιν: — τὸ ἆσθμα αὐτοῦ τεταραγμένον: —

<!-- 1122 -->μήτε ναΐαν: καταχρηστικῶς τὴν ναῦν ἀπήνην ὠνόμασεν· ἀπήνη γὰρ κυρίως ἡ ἅμαξα. ὄχον δὲ λέγει τὸ ὄχημα. ὁ δὲ νοῦς· εἴτε διὰ νεὼς εἴτε διʼ ὀχήματος εἴθʼ ὁπωσοῦν φεῦγε: —

<!-- 1124 -->τί δʼ ἄξιόν μοι: ὑφʼ ἓν ἀναγνωστέον. τινὲς δὲ εἰς τὸ τι δέ στίζουσι, τὸ δὲ λοιπὸν κατʼ ἐρώτησιν: —

<!-- 1129 -->τί φής, φρονεῖς μέν: πῶς, φησὶν, εἶπας τοῦτο; ὅτι μὲν γὰρ κατὰ φύσιν φρονεῖς καὶ οὐκ ἐξέστηκας, δῆλον· θαυμάζω δὲ πῶς οὐκ ἀγωνιᾷς ἀκούσασα τὸν βασιλικὸν οἶκον διεφθάρθαι ὑπὸ τῶν σῶν φαρμάκων. ἢ κατʼ ἐρώτησιν προενεκτέον τὸν λόγον· πῶς εἶπας τοῦτο; οὐχὶ μαίνεσθαί σε καὶ παραφρονεῖν ἄν τις νομίσειεν οὐκ ἀγωνιῶσαν ἐπὶ τούτῳ; ἵνα ὁ μέν παρέλκῃ: —

<!-- 1132 -->ἔχω τι κἀγώ: κἀγὼ, φησὶν, ἔχω πρὸς τὰς ἐπενεχθείσας μοι μέμψεις παρὰ σοῦ πρόφασιν εὔλογον ἀντεισάγειν, διʼ ἣν εὐλόγως δοκῶ μοι χαίρειν ἐφʼ οἷς ἀπήγγειλας· ἀλλὰ τέως μὴ σπεῦδε ἐπιχειρεῖν. αἰνίττεται δὲ τὸ καὶ αὐτὴν πρότερον ἀδικεῖσθαι ὑπὸ Ἰάσονος: —

<!-- 1136 -->ἐπεὶ τέκνων σῶν: ὡς εἴδομεν, φησὶ, τοὺς σοὺς παῖδας τὰ δῶρα προσφέροντας, ἐχάρημεν ἡμεῖς οἱ θεράποντες, οἵτινες ἐλυπήθημεν πρὸ τούτου ἐννοοῦντες τὴν σὴν σκαιὰν τύχην, λέγει δὲ τὸ ἀπεζεῦχθαι τοῦ Ἰάσονος. ὡς οὖν, φησὶν, εἴδομεν τὰ δῶρα κομιζόμενα παρὰ σοῦ, εὐφράνθημεν ἐλπίσαντες ὑμᾶς πεπαῦσθαι τῆς ἔχθρας, ἐπεὶ καὶ πολὺς ἦν ὁ λόγος κατὰ τὴν οἰκίαν διαλελύσθαι ὑμᾶς καὶ τὴν προτέραν φιλονεικίαν εἰς φιλίαν μεταβεβληκέναι: —

<!-- 1138 -->οἵτινες ἐλυπούμεθα διὰ τὴν σὴν ἀπόζευξιν: —

<!-- 1140 -->τὴν φιλονεικίαν διαλύσασθαι: —

<!-- 1143 -->στέγας γυναικῶν: τοὺς οἴκους, ἔνθα αἱ γυναῖκες διέτριβον αἱ ταλασιουργοῦσαι, μεθʼ ὧν ἦν καὶ ἡ Γλαύκη ἐπισκοποῦσα τὴν ἐργασίαν. κἀγὼ οὖν, φησὶν, ὑπὸ πολλῆς χαρᾶς συνεισῆλθον τοῖς σοῖς τέκνοις. λείπει δὲ ἡ εἰς, ἵνʼ ᾖ· εἰς στέγας: —

<!-- 1144 -->τιμῶμεν: —

<!-- 1145 -->συζυγίαν: —

<!-- 1146 -->πρόθυμον εἶχʼ ὀφθαλμόν: ἀντὶ τοῦ· προθύμως καὶ ἥδιστα ἑώρα τὸν Ἰάσονα. ὡς δὲ εἶδε τοὺς παῖδας, ἀπεστράφη, τὸ μητρυιᾶς μῖσος εἰς τοὺς προγόνους νοσήσασα: — ἱλαρόν: —

<!-- 1149 -->ἀηδισθεῖσα: —

<!-- 1150 -->ὀργὰς ἀφῄρει: ἀντὶ τοῦ· μὴ ὀργίζεσθαι τοῖς παισὶ παρῄνει αὐτῇ μηδὲ βδελύττεσθαι τούτους: —

<!-- 1151 -->οὐ μὴ δυσμενής: αἱ δύο ἀρνήσεις ἀντὶ μιᾶς κεῖνται, τουτέστι· μὴ δυσμενὴς ἔσο τοῖς φίλοις, ἀλλὰ παῦσαι τοῦ θυμοῦ καὶ ἐπίστρεψον πρὸς αὐτοὺς τὰς ὄψεις: —

<!-- 1153 -->ἀντὶ τοῦ ἐγώ: —

<!-- 1154 -->παρὰ τοῦ πατρὸς αἰτήσῃ: —

<!-- 1156 -->ἡ δʼ ὡς ἐσεῖδε: ἀντὶ τοῦ· οὐκ ἠνέσχετο ἐν τῇ αὐτῇ καταστάσει μεῖναι, ἀλλὰ μετεβλήθη τῆς ἀγριότητος καὶ τοῦ θυμοῦ: —

<!-- 1157 -->ἀλλʼ ᾔνεσʼ ἀνδρί: ἀλλὰ συγκατετίθετο πάντα τῷ ἀνδρί: —

<!-- 1158 -->μακρὰν ἀπεῖναι: οὕτως δὲ περιχαρὴς γέγονε τὸν κόσμον ἰδοῦσα καὶ ἕρμαιον ἡγήσατο τὸ δῶρον, ὡς μὴ ἀναμεῖναι τὴν ἀπουσίαν τοῦ Ἰάσονος, ἀλλʼ, ἔτι πλησίον ὄντος τοῦ πατρὸς καὶ τῶν παίδων, εὐθὺς λαβοῦσα περιέθετο τὸν κόσμον. ἴσμεν δὲ ὅτι αἱ γυναῖκες οὐκ ἐπὶ παρουσίᾳ τῶν ἀνδρῶν κοσμοῦνται. αὕτη οὖν, φησὶν, ὑπερησθεῖσα τῷ δώρῳ οὐ παρῃτήσατο καὶ παρόντος τοῦ Ἰάσονος περιθέσθαι τὸν κόσμον: —

<!-- 1161 -->ῥυθμίζει συντίθησι καλλωπίζεται: —

<!-- 1162 -->ἄψυχον εἰκώ: ἄψυχον εἰκόνα φησὶ τὴν ἐν τῷ κατόπτρῳ φαινομένην μορφήν. σώματος δὲ λέγει τῆς τῷ ὄντι ὄψεως. τὸ δὲ ἑξῆς· πρὸς τὴν ἄψυχον εἰκὼ τοῦ σώματος γελῶσα, τουτέστι χαίρουσα ἐπὶ τῇ ὑποπιπτούσῃ ἐν τῷ κατόπτρῳ εὐμορφίᾳ: — ἄψυχον εἰκώ: γράφεται προσβλέπουσα σώματος: —

<!-- 1164 -->ἁπαλὸν ἢ ἐπηρμένον: —

<!-- 1166 -->ἀντὶ τοῦ· ὀρθῷ τένοντι: —

<!-- 1168 -->πλαγία: —

<!-- 1169 -->μόλις φθάνει μὴ χαμαὶ πεσεῖν: —

<!-- 1171 -->νομίσασα: —

<!-- 1172 -->ἢ Πανὸς ὀργάς: τοὺς ἐξαίφνης καταπίπτοντες ᾤοντο τὸ παλαιὸν οἱ ἄνθρωποι ὑπὸ Πανὸς μάλιστα καὶ Ἑκάτης πεπλῆχθαι τὸν νοῦν. ὁ δὲ νοῦς· καὶ τὶς τῶν θεραπαινῶν γεραιὰ πρότερον ἑωρακυῖα κατὰ τὸ στόμα προϊόντα τὸν ἀφρὸν ἐκστρέφουσάν τε τοὺς ὀφθαλμοὺς καὶ νεκρούμενον τὸ λοιπὸν σῶμα, νομίσασα θεοῦ τινος εἶναι χόλον τὸ τοιοῦτον, ηὔξατο σωθῆναι αὐτήν· εἶτα ὡς εὐχομένης ἐπέτεινε τὸ κακόν, θρῆνον ἠφίει ὡς λοιπὸν ἀπολλυμένης αὐτῆς: — ἄλλως: τὰ πανικὰ δείματα. τὴν τῶν αἰφνιδίων φόβων καὶ ταραχῶν αἰτίαν τῷ Πανὶ ἀνατιθέασιν: —

<!-- 1173 -->ἀνωλόλυξε: ηὔξατο. Ὅμηρος· «ὀλολυγῇ πᾶσαι χεῖρας»: — ἀνωλόλυξε δὲ, ἀντὶ τοῦ ηὔξατο, μετʼ εὐχῆς ἐβόησε, πρίν γʼ ὁρᾷ, ἀντὶ τοῦ· ἕως ἐθεάσατο, καὶ τὰ ἑξῆς: —

<!-- 1175 -->οὐκ ἐνυπάρχον: —

<!-- 1176 -->ἀντίμολπον: ἀντίφθογγον, ἐναντίον τῇ εὐχῇ. οὐ γὰρ ταὐτὸν μολπὴ καὶ θρῆνος: —

<!-- 1177 -->εὐθὺς δʼ ἡ μὲν εἰς πατρός: ἡ μὲν τῶν θεραπαινῶν πρὸς τὸν πατέρα ὥρμησε τῆς Γλαύκης ἀπαγγελοῦσα τὸ γεγενημένον· ἡ δὲ πρὸς τὸν Ἰάσονα: —

<!-- 1180 -->ἀντὶ τοῦ· θορύβου πλήρης ἦν ὁ οἶκος: —

<!-- 1181 -->ἤδη δʼ ἀνέλκων: ὡς ἐκ παραδείγματος ἔλαβε τὴν ἔννοιαν, δηλῶσαι βουλόμενος τὴν ὀξύτητα τοῦ κακοῦ· οὕτως δὲ ταχέως ἐπενέμετο αὐτὴν τὸ πῦρ καὶ οὕτως ὀξέως τῶν ὀστῶν αὐτῆς ἀνθήπτετο, ὡς ἂν ὀξύτατος ἵππος ἀνακουφίζων ἑαυτοῦ τὸν πόδα, τουτέστι μεγάλοις καὶ ταχέσι πηδήμασι χρώμενος, πρὸς τὸ τέλος ἀφίκοιτο τοῦ δρόμου, τουτέστι τὸν καμπτῆρα. τοῦ γὰρ σώματος τὸ τέλος τὰ ὀστᾶ εἰσιν, ὡς τοῦ δρόμου ὁ καμπτήρ: — ἄλλως: ἤδη δὲ ὡς ταχὺς βαδιστὴς τὸ ὑπέρμετρον ἑαυτοῦ κῶλον ἀνέλκων τῶν τερμόνων τοῦ δρόμου ἀνθήπτετο, τουτέστιν· ἤδη ἡ ταχεῖα νόσος ὀξὺ καὶ ὑπέρμετρον βαίνουσα τῶν μυελῶν αὐτῆς ἀνθήπτετο. ὁ δὲ νοῦς· ἤδη δὲ τὸ πῦρ τῶν ὀστῶν ἀνθήπτετο, ὡς ἂν ταχὺς βαδιστὴς, ἵππος, ταχέως ἀφίκοιτο εἰς τὸν καμπτῆρα. τέλος δὲ τοῦ σώματος τὰ ὀστᾶ: — ἄλλως: ταχὺς βαδιστής: τὸ διάστημα λέγει τὸ γενόμενον αὐτῇ ἐξ οὗ ἄναυδος ἦν μέχρις οὗ ἐφθέγξατο. ὅσην γὰρ δύναται ῥοπὴν καιροῦ ἔχειν ταχὺς δρομεὺς ἀπὸ βαλβῖδος ἀφεθεὶς μέχρι καμπτῆρος, τοσοῦτον καὶ αὕτη ἄναυδος ἦν: — κῶλον ἔκπλεθρον: πλέθρον ἐστὶ μέτρον γῆς· κῶλον οὖν ἔκπλεθρον μέγα πήδημα ὡς ὑπερβαίνειν πλέθρον: —

<!-- 1182 -->δρομεὺς ἵππος: —

<!-- 1186 -->ὁ στέφανος θαυμαστὴν ῥύσιν τοῦ φθαρτικοῦ πυρὸς ἠφίει: —

<!-- 1192 -->ἀσφαλῶς: —

<!-- 1193 -->τὰς συμπλοκὰς, τὰς συνδέσεις: —

<!-- 1196 -->πλὴν τῷ τεκόντι: λείπει τὸ πᾶσι, τουτέστιν· πᾶσιν ἄλλοις σφόδρα δυσεπίγνωστος ἰδεῖν, πλὴν τῷ τεκόντι. μόνος γὰρ οὗτος ἐπεγίνωσκε τὴν Γλαύκην· μόνος γὰρ ὁ τεκὼν ὀξύτερον κατενόει τὴν κόρην. «τὸ γὰρ οἰκεῖον πιέζει πάνθʼ ὅμως· εὐθὺς δʼ ἀπήμων κραδία κᾶδος ἐπʼ ἀλλότριον» Πίνδαρος πάνυ δυσεπίγνωστος καὶ δυσκαταμάθητος. ἠγνόει γὰρ ὁ πατὴρ τὸ συμβάν: —

<!-- 1201 -->γναθμοῖς ἀδήλοις: αἱ δὲ σάρκες, φησὶ, τῶν γνάθων κατέρρεον ὑπὸ τῶν ἀδηλοποιῶν φαρμάκων. δοτικὴ δὲ ἀντὶ τῆς γενικῆς. γράφεται ἀδήλων: — τοῦ Τζέτζου: ἐν τοῖς σιαγόσι καὶ τοῖς στόμασι· τινῶν; τῶν φαρμάκων. τὸ σχόλιον δὲ φλυαρεῖ· ὡσανεὶ γὰρ τὰ φάρμακα ὀδόντας εἶχον: —

<!-- 1203 -->τύχην γὰρ εἴχομεν: ἀντὶ τοῦ· ἡ δυστυχία τῆς Γλαύκης καὶ τὸ περὶ ταύτην πάθος ἐπαίδευεν ἡμᾶς καὶ ἀπέτρεπεν: —

<!-- 1204 -->συμφορᾶς ἀγνωσίᾳ: ἀγνοῶν ἐκ φαρμακείας εἶναι τὸ πάθος καὶ τὴν εὐμετάδοτον αὐτοῦ φύσιν: —

<!-- 1207 -->καταφιλεῖ προσφωνῶν: —

<!-- 1209 -->τίς τὸν γέροντα τύμβον: τὸν πλησίον θανάτου ὄντα, ὠμογέροντα. τύμβους καλοῦσι τοὺς γέροντας παρόσον εἰσὶ πλησίον τοῦ θανάτου καὶ τοῦ τάφου: — ἀπεστερημένον σου: —

<!-- 1212 -->γράφεται πόδα ἢ γόνυ: —

<!-- 1213 -->προσείχεθʼ ὥστε κισσός: προσεκεκόλλητο, περιεπλέκετο τοῖς πέπλοις αὐτῆς, ὥσπερ ὁ κισσὸς περιπλέκεται τοῖς περὶ αὐτὸν τυγχάνουσιν ἔρνεσιν: —

<!-- 1216 -->ἡ δʼ ἀντελάζετʼ: ἡ δὲ ἀντελαμβάνετο ὡς δὴ προσδοκῶσα ἀπαλλαγῆναι τοῦ κακοῦ: — εἰ δὲ πρὸς βίαν ἄγοι: ὅτε δὲ, φησὶν, ἐβούλετο αὐτὸς ἑαυτὸν ἀναστῆσαι βίᾳ, ὁμοῦ καὶ τὰς σάρκας ἀπέσπα: —

<!-- 1218 -->χρόνῳ δʼ ἀπέστη: ἡμίφλεκτος δὲ ἀπέστη καὶ ὕστερον ὑπὸ ὀδύνης ἀπέθανεν: —

<!-- 1219 -->ἐπικρατέστερος: —

<!-- 1221 -->ποθεινὴ δακρύοισι: οἷον· συμφορὰ ὄντες ποθεινὴ πρὸς δάκρυα καὶ θρῆνον κεῖνται. ἀντὶ τοῦ ἀξιοδάκρυτος συμφορά. οὓς ἄν τις ἰδὼν ποθήσειε δακρῦσαι, ἐλεεινοὺς ὄντας τῷ θεάματι: —

<!-- 1222 -->καί μοι τὸ μὲν σὸν ἐκποδών: τὸ σόν ἀντὶ τοῦ σύ. σὺ αὐτὴ, φησὶ, ὑφʼ οὗ ἤκουσας ἀρτίως λόγου, ἐκποδὼν γενοῦ καὶ φύγε· πειραθήσῃ γὰρ αὐτὴ τιμωρίας. τὸ οὖν λόγου ἀντὶ τοῦ· ὑπὸ τοῦ λόγου καὶ ὧν σοι ἀπήγγειλα, φρούδη γίνου. ζημίας δὲ ἀποστροφήν τὴν ἀντανάκλασιν τῆς συμφορᾶς ἧς δέδρακας, καταληψομένην σε. ὁ δὲ πᾶς νοῦς οὕτως· καὶ σὺ μὲν αὐτὴ ὑπὸ τοῦ ἐμοῦ λόγου πεισθεῖσα φεῦγε. εἰ γὰρ μὴ φύγοις, τῇ πείρᾳ γνώσῃ ἐπαναστρεφομένην εἰς σὲ τὴν ζημίαν καὶ συμφοράν: — ἄλλως: τὸ κατὰ σὲ ἔξω ἔστω τοῦ λόγου, ὅ ἐστι· τὸ κατὰ σὲ οὐκ ἐξεργάσομαι τῷ λόγῳ· αὐτὴ γὰρ γνώσῃ τὰ λοιπὰ ἐκ τῆς εἰς σὲ ἀνακυκλουμένης ζημίας: —

<!-- 1223 -->γνώσῃ γὰρ αὐτή: γράφεται γλώσσῃ, οἷον· τῇ ἑαυτῆς γλώσσῃ καὶ φλυαρίᾳ ὄψει καταληψομένην σε τιμωρίαν: —

<!-- 1224 -->τὰ θνητὰ δʼ οὐ νῦν πρῶτον: τοῦτο εἶπεν, ἐπεὶ τινὲς τῶν σοφῶν μεγάλα δύνασθαι τοὺς ἀνθρώπους ἔφησαν καὶ λογισμῷ δευτέρους εἶναι θεῶν. Ὅμηρος μὲν γὰρ Ὀδυσσέα καλεῖ «Διὶ μῆτιν ἀτάλαντον», Πίνδαρος δὲ φησὶν οὕτως· «ἀλλά τι προσφέρομεν ἔμπαν φυὰν ἢ μέγαν νόον ἀθανάτοις». εἰ οὖν, φησὶν, ἔδοξέ τισι μεγάλα περὶ τῶν ἀνθρώπων ὑπονοεῖν, ἀλλʼ οὖν ἐγὼ σκιὰν ἡγοῦμαι: — οὐθέν: —

<!-- 1227 -->τιμωρίαν: —

<!-- 1228 -->θνητῶν γὰρ οὐδείς ἐστιν: εὐδαίμονά φησι τὸν ἄχρι τέλους ἀπείρατον κακῶν: —

<!-- 1229 -->ἐπιγενομένου: —

<!-- 1236 -->ὃ προεῖπε περὶ τῶν παίδων: —

<!-- 1238 -->καὶ μὴ σχολὴν ἄγουσαν: διατριβὴν βραδύτητα. πάλιν δὲ τῷ συνήθει σχήματι ἐχρήσατο, καὶ ἔστιν ἀντὶ τοῦ ἀγούσῃ: —

<!-- 1245 -->ἕρπε πρὸς βαλβῖδα: βαλβὶς κυρίως ἡ τῶν δρομέων ἄφεσις. ἄγε δὴ οὖν, ὦ Μήδεια, πρὸς ἄφεσιν ὅρμα καὶ ἀρχὴν δυστυχοῦς βίον· λέγει δὲ τῶν τέκνων τὸν φόνον: —

<!-- 1251 -->ἰὼ Γᾶ τε καὶ παμφαής: ἰδὼν ὁ χορὸς ὅτι πάντως ἔδοξε τῇ Μηδείᾳ φονεῦσαι τὰ τέκνα καὶ ὅτι δυσχερὲς ἦν αὐτῷ τὸ κωλῦσαι τὸ ἐγχείρημα, ἐπικαλεῖται τοὺς θεοὺς παρακλητικοῖς λόγοις εἰς τὸ κωλῦσαι αὐτήν. καὶ Ἥλιον μὲν ἐπικαλεῖται ὡς πρόγονον Μηδείας καὶ ὅτι «πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει», τὴν δὲ Γῆν ὡς μέλλουσαν δέχεσθαι τῆς μιαιφονίας τὸ αἷμα: —

<!-- 1252 -->κατίδετε τὰν οὐλομέναν: κατοικτείρατε καὶ ἐλεήσατε ἀποβλέψαντες καὶ προνοήσασθε, διʼ οὗ τρόπου κωλυθῇ τοῦ φόνου τῶν παίδων: —

<!-- 1256 -->γονᾶς ἔβλαστε: ἀντὶ τοῦ· ἐβλάστησαν ἔφυσαν. ἐπεὶ ἡ Μήδεια ἔκγονος Ἡλίου, οὗτοι δὲ ἐκ Μηδείας: — τὸ γένος. ἐπεὶ οὖν φόβος ἐστὶ τὸ θεῖον αἷμα ὑπὸ ἀνθρώπων πεσεῖν, καὶ σὺ αὐτῇ Ἥλιε τιμώρησαι: —

<!-- 1259 -->ἔξελʼ οἴκων φονίαν: τὸ ἑξῆς· ὑπέξελε τῶν οἴκων τὴν φονίαν Ἐρινὺν ὑπὸ τῶν ἀλαστόρων: —

<!-- 1260 -->τάλαιναν τʼ Ἐρινύν: αὐτὴν φησὶ τὴν δαίμονα, οὐ τὴν Μήδειαν. ὑπείληπται γὰρ τῶν τοιούτων κακῶν αἰτία εἶναι ἡ Ἐρινύς. τάλαιναν δὲ, τὴν τάλανας ποιοῦσαν: —

<!-- 1261 -->μάταν μόχθος: μάτην, φησὶν, ὑπὸ δαιμόνων πονηρῶν ἀπόλλυται τὰ τέκνα μηδὲν ἐπταικότα. μόχθος δὲ τέκνων ὁ μοχθηρὸς βίος. περιφραστικῶς τὰ τέκνα παρόσον δεῖ διʼ αὐτὰ κακοπαθεῖν: —

<!-- 1264 -->πετρῶν ἀξενωτάτων: περιφραστικῶς τὴν Προποντίδα, παρόσον οἱ προσβάλλοντες τῷ τόπῳ κακῶς διατίθενται: —

<!-- 1265 -->τί δὴ τεθύμωσαι τὴν ψυχήν: —

<!-- 1266 -->προσπελάζει. τοῖς τέκνοις: —

<!-- 1269 -->λείπει τὸ ἔστι: —

<!-- 1269bis -->αὐτοφόνταις συνῳδά: τοῖς αὐτοχειρίοις σύμφωνα τούτοις καὶ ἄξια παρὰ τῶν θεῶν ἐστι προσπίπτοντα κακά. ὁ δὲ νοῦς· χαλεποὶ οἱ φόνοι τοῖς αὐτοχειρίοις, τουτέστι· χαλεπὸν μίασμα ὁ τῶν ὁμογενῶν φόνος τῷ τετολμηκότι. τὸ ἑξῆς· ξυνῳδὰ θεόθεν ἐπὶ δόμοις πίτνοντα ἄχη. χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιάσματα ἐπὶ γαῖαν αὐτοφόνταις: —

<!-- 1273 -->ἀκούεις βοάν: τοῦτο πρὸς ἀλλήλας αἱ ἀπὸ τοῦ χοροῦ φασι κατʼ ἐρώτησιν· τὸ δὲ ὦ κακοτυχὲς γύναι ἰδίως πρὸς τὴν Μήδειαν ἀναπεφώνηται. τὸ δὲ παρέλθω δόμους πάλιν πρὸς ἀλλήλας κατʼ ἐρώτησιν· τὸ δὲ ἀρῆξαι φόνον δοκεῖ μοι τέκνοις κατὰ ἀπόφασιν: —

<!-- 1278 -->τοῦ ἀφύκτου θανάτου. τῶν δικτύων: —

<!-- 1279 -->πετρίνη ἢ σιδηρᾶ: —

<!-- 1280 -->ἅτις τέκνων ὧν ἔτεκες: ἥτις τὸν ἄροτον τῶν τέκνων, ὧν ἔτεκες, αὐτόχειρι θανάτῳ κτενεῖς: —

<!-- 1281 -->τὴν γονὴν καὶ τὸ σπέρμα: —

<!-- 1284 -->Ἰνὼ μανεῖσαν: Ἰνὼ κατὰ χόλον τῆς Ἥρας μανεῖσα ἔρριψεν ἑαυτὴν εἰς τὴν θάλασσαν ἅμα τῷ υἱῷ αὑτῆς Μελικέρτῃ. ἐμίσει γὰρ πάντας τοὺς Θηβαίους ἡ Ἥρα, ὅτι παρʼ αὐτοῖς ἐτέχθη ὁ Διόνυσος. καὶ αὐτὸς δὲ ὁ Διόνυσος ἐξέμηνε τὰς τούτων γυναῖκας, μὴ προσιεμένων αὐτὸν ὕστερον τῶν Θηβαίων, ἴσως δὲ καὶ τοῦτο τῆς Ἥρας ἐργασαμένης. οἱ μὲν οὖν ἱστοροῦσι τῷ παιδὶ συγκατενεχθῆναι τὴν Ἰνὼ εἰς τὴν θάλασσαν· Εὐριπίδης δέ φησιν αὐτὴν αὐτόχειρα τῶν δύο παίδων γενομένην, Λεάρχου καὶ Μελικέρτου, αὑτὴν ὕστερον εἰς τὴν θάλασσαν ῥῖψαι. φασὶ δὲ ἐκβρασθέντας εἰς Κόρινθον αὐτοὺς ἀναληφθῆναι καὶ προστάξει τοῦ Σισύφου ἀγῶνα Ἴσθμιον ἐπὶ Μελικέρτῃ κατὰ χρησμὸν τεθῆναι τοῦτον ἑωρακότος: — ἄλλως: κατὰ χόλον τῆς Ἥρας Ἀθάμας κατετόξευσε Λέαρχον, τὸν ἐξ Ἰνοῦς γενόμενον αὑτῷ παῖδα. καὶ αὐτὴ δὲ ἡ Ἰνὼ μανεῖσα ὑπὸ τῆς Ἥρας — ὤργιστο γὰρ αὐτῇ, ὅτι ἐτεθηλάκει τὸν Διόνυσον — τὸν ἕτερον ἑαυτῆς παῖδα ἐξαρπάσασα Μελικέρτην, ἥλατο σὺν αὐτῷ εἰς τὴν θάλασσαν. Εὐριπίδης δέ φησιν αὐτὴν αὐτόχειρα γενομένην Λεάρχου καὶ Μελικέρτου, ὕστερον εἰς τὴν θάλασσαν ἁλέσθαι: —

<!-- 1290 -->τί δή ποτʼ οὖν: τοῦ χεῖρα ἐπιβαλεῖν τοῖς τέκνοις τί χεῖρον ἂν γένοιτο: — καὶ μέχρι παιδοκτονίας χωρησάσῃ: —

<!-- 1292 -->ὅσα δὴ βροτοῖς: ὅσα τοῖς ἀνδράσι κακὰ εἰργάσω: —

<!-- 1295 -->ἀντὶ τοῦ πέφευγεν: —

<!-- 1296 -->δεῖ γάρ νιν: δεῖ αὐτὴν ἢ καταταρταρωθῆναι ἢ ἀναπτῆναι, εἰ ἄρα πέποιθε μὴ δώσειν δίκην: —

<!-- 1300 -->ἀντὶ τοῦ· φεύξεσθαι ἀτιμώρητος: —

<!-- 1301 -->οὐχ οὕτως ἔχει: —

<!-- 1305 -->μητρῷον ἐκπράσσοντες: δίκην ἀπαιτοῦντες αὐτοὺς ὑπὲρ οὗ εἰργάσατο φόνου ἡ τούτων μήτηρ: — ἐκδικοῦντες: —

<!-- 1309 -->τὸ ἑξῆς· παῖδες σέθεν τεθνᾶσι μητρῴᾳ χειρί: —

<!-- 1314 -->ῥήξατε τοὺς μοχλοὺς, λύσατε τὴν ἁρμονίαν τῶν θυρῶν: —

<!-- 1316 -->τὴν δὲ τίσομαι φόνῳ: λείπει ὁ καί, καὶ τὸ ἴδω ἀπὸ κοινοῦ. καὶ τήνδε τίσομαι, φησίν. διπλοῦν δὲ κακόν ἢ τὸν θάνατόν φησι τῶν δύο τέκνων ἢ καὶ τὴν Μήδειαν: —

<!-- 1317 -->ἄνω ἐπὶ ὕψους ἑστῶσα ταῦτα λέγει: —

<!-- 1320 -->ἀντὶ τοῦ· οὐ δυνήσῃ κατασχεῖν ἡμᾶς οὐδὲ καταλαβεῖν. ἔχομεν γὰρ ὄχημα πρὸς ἀποφυγὴν τῶν πολεμίων. ἐπὶ ὕψους γὰρ παραφαίνεται ἡ Μήδεια, ὀχουμένη δρακοντίνοις ἅρμασι καὶ βαστάζουσα τοὺς παῖδας: —

<!-- 1333 -->ἀντὶ τοῦ Ἐρινύν: — ἐπήγαγον: —

<!-- 1334 -->κτανοῦσα γὰρ δὴ σὸν κάσιν: παρὰ τὴν ἑστίαν γὰρ ἀνεῖλε τὸν Ἄψυρτον. ἢ ἐπὶ τῷ βωμῷ τῆς Ἀρτέμιδος, ὡς Ἀπολλώνιός φησιν, ἢ ἐπʼ οἴκου ἐν τῇ πατρίδι, ὡς Καλλίμαχος

<!-- 1337 -->δεικτικῶς ἀντὶ τοῦ ἐμοί· ἑαυτὸν γὰρ δείκνυσι: —

<!-- 1339 -->οὐκ ἔστιν ἥτις τοῦτʼ: διασύρει τὸ βάρβαρον γένος. οὐκ ἂν, φησὶ, τοῦτό τις τῶν Ἑλληνίδων γυναικῶν ἔδρασεν: —

<!-- 1342 -->τῆς Τυρσηνίδος: τῆς Σικελικῆς· Τυρσηνὸν γὰρ πέλαγος Σικελίας: — ἐκ τούτων φανερός ἐστιν Εὐριπίδης τὴν τοῦ Ὀδυσσέως πλάνην περὶ τὴν Ἰταλίαν καὶ Σικελίαν ὑπειληφὼς γεγονέναι: —

<!-- 1346 -->ὅτι δοκεῖ τὸν στίχον τοῦτον εἰπὼν Εὐριπίδης ἐκβεβλῆσθαι· διὸ κεχίασται: —

<!-- 1351 -->μακρὰ ἂν ἐξέτεινα: μακρὰ ἂν ἐξέτεινα ῥήματα ἐναντία τοῖς σοῖς λόγοις: —

<!-- 1357 -->ἀντὶ τοῦ ἄνευ αἰτίας. ἢ γράφεται καὶ ἀνατί, ἤτοι ἀτιμωρητὶ καὶ ἄνευ ἄτης: —

<!-- 1361 -->συγκοινωνεῖς μοι τῆς ἀτυχίας: —

<!-- 1362 -->ἀντὶ τοῦ· λυσιτελεῖ δέ μοι τὸ ἄλγος, ἕως σὺ μὴ ἐγγελᾷς: —

<!-- 1364 -->τῇ κακίᾳ, ἤτοι τῇ λαγνείᾳ καὶ ἀκρασίᾳ, τοῦ πατρὸς ἀπολώλατε: —

<!-- 1366 -->νεωστὶ γεγονότες. ἢ οἱ νεωστὶ δαμασθέντες: —

<!-- 1369 -->ἥτις γε σώφρων: ναὶ, φησὶν, ἐκείνῃ ἥτις σώφρων: —

<!-- 1371 -->οἵδʼ εἰσὶν, ὤμοι: μεταξὺ ἀναπεφώνηκεν εἰς ὑπόμνησιν τῶν τέκνων ἐλθών: —

<!-- 1374 -->βάξιν νῦν εἴρηκε τὴν ὁμιλίαν: —

<!-- 1375 -->χωρισμοί: —

<!-- 1377 -->συγχώρησον: —

<!-- 1379 -->Ἀκραίας θεοῦ: τῆς ἐν τῇ ἀκροπόλει τιμωμένης. ὡς φαρμακὶς δὲ καὶ λαθεῖν ἠδύνατο πράττουσα: — Ἀκραῖα πένθιμος ἑορτὴ παρὰ Κορινθίοις. Ἀκραία δὲ εἴρηται παρὰ τὸ ἐν ἀκροπόλει ἱδρῦσθαι: — ἄλλως: ἔνθα καὶ ἡ αἲξ εὗρε τὴν μάχαιραν, ἀφʼ ἧς ἡ παροιμία: —

<!-- 1381 -->ἐκεῖ γὰρ ἐβασίλευεν ὁ Σίσυφος: — τύμβους ἀνασπῶν: ἀσεβὲς γὰρ τὸ ἀνορύττειν τάφους: — τῇ Κορίνθῳ λέγει· Σίσυφος γὰρ προπάτωρ Κορινθίων: —

<!-- 1382 -->σεμνὴν ἑορτήν: ἐγὼ, φησὶν, περιποιήσω αὐτοῖς πάνδημον ἑορτὴν ἐν ᾗ πανηγυρίσουσιν οἱ Κορίνθιοι. θύουσι δὲ αὐτοῖς καὶ Ἀργεῖοι κατὰ χρησμόν: — καὶ τέλη προσάψομεν: λιμωξάντων Κορινθίων ἔχρησεν ὁ θεὸς τιμῆσαι τοὺς τῆς Μηδείας παῖδας. ἐγὼ οὖν, φησὶ, περιποιήσω αὐτοῖς πάνδημον ἑορτήν: —

<!-- 1385 -->Αἰγεῖ συνοικήσουσα: λέγεται μετὰ τὸ ἐκβεβλῆσθαι τῆς Κορίνθου σὺν τῷ Αἰγεῖ εἰς Ἀθήνας οἰκῆσαι: —

<!-- 1386 -->κακὸς κακῶς: τὸ ἀκροστόλιον γὰρ τῆς Ἀργοῦς ἀνέθηκεν Ἰάσων τῇ Ἥρᾳ. ποτὲ δὲ εἰσιόντος αὐτοῦ εἰς τὸ ἱερὸν, πεσὸν ἀνεῖλεν αὐτόν. λειψάνῳ οὖν φησὶ μέρει τινὶ τῆς Ἀργοῦς: — ἄλλως: ἱστορεῖται Ἰάσων τέλει τοιούτῳ χρήσασθαι. κοιμώμενον γὰρ αὐτὸν ὑπὸ τὴν Ἀργὼ κατασαπεῖσαν ὑπὸ πολλοῦ χρόνου, μέρος τι ταύτης ἐκπεσὸν κατὰ τῆς κεφαλῆς ἔκρουσεν: — ἄλλως: οἱ μὲν λέγουσι κατὰ Μηδείας κέλευσιν ὑπὸ τῇ πρύμνῇ τῆς Ἀργοῦς καταδαρθέντα τὸν Ἰάσονα τελευτῆσαι, ἐμπεσόντος αὐτῷ ξύλου. Νεόφρων δὲ ξενικώτερον ἀγχόνῃ φησὶ τελευτῆσαι· τὴν γὰρ Μήδειαν παράγει πρὸς αὐτὸν εἰποῦσαν·

  
«τέλος φθερεῖς γὰρ αὑτὸν αἰσχίστῳ μόρῳ,  
  
δέρῃ βροχωτὸν ἀγχόνην ἐπισπάσας.  
  
τοία σε μοῖρα σῶν κακῶν ἔργων μένει,  
  
δίδαξις ἄλλοις μυρίας ἐφʼ ἡμέρας  
  
θεῶν ὕπερθε μήποτʼ αἴρεσθαι βροτούς»: —  

<!-- 1392 -->ἀπατήσαντος τὴν ξένην: —

<!-- 1393 -->μιαρά: —

<!-- 1403 -->τοῦ σώματος: —

<!-- 1404 -->μάτην εἶπας τοῦτο: —

<!-- 1405 -->γράφεται ἰὼ Ζεῦ, τάδʼ ἀκούεις: —

<!-- 1408 -->καθὸ ἐνδέχεται: —

<!-- 1409 -->ἐπιφθέγγομαι: —

<!-- 1410 -->ἀναβοῶν τοὺς θεοὺς καὶ ἐπικαλούμενος: —

<!-- 1413 -->μὴ γεννήσας: —

<!-- 1415 -->ταῦτα ὡς ἀπὸ τοῦ χοροῦ ἐστι λεγόμενα: — πρὸς διάφορα ἀντίγραφα Διονυσίου ὁλοσχερὲς καί τινα τῶν Διδύμου: —

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cto-ajf`.
