---
title: "Scholia on Euripides: Hypothesis of Andromache"
title_greek: "Σχόλια εἰς Εὐριπίδην, Ὑπόθεσις Ἀνδρομάχης"
author: Scholia on Euripides
eul_wid: cto-ajh
eul_aid: cto
canonical: "https://eulogikon.org/works/euripides-scholia-euripides-hypothesis-andromache-cto-ajh"
lang: grc
period: Hellenistic
dialect: Mixed Dialects
content_hash: "sha256:b6e69c46255844cabf920fcd58fa4f5a56a819dbafb0fdc1a366e0335333b0d7"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Euripides: Hypothesis of Andromache

*Σχόλια εἰς Εὐριπίδην, Ὑπόθεσις Ἀνδρομάχης*

**Author:** Scholia on Euripides

**eul_wid:** `cto-ajh` · [HTML page](https://eulogikon.org/works/euripides-scholia-euripides-hypothesis-andromache-cto-ajh)

## Text

<!-- 1 -->

ΥΠΟΘΕΣΙΣ ΑΝΔΡΟΜΑΧΗΣ

Νεοπτόλεμος ἐν τῇ Τροίᾳ γέρας λαβὼν τὴν Ἀνδρομάχην, τὴν Ἕκτορος γυναῖκα, παῖδα ἔτεκεν ἐξ αὐτῆς. ὕστερον δὲ ἐπέγημεν Ἑρμιόνην, τὴν Μενελάου θυγατέρα. δίκας δὲ πρῶτον ᾐτηκὼς τῆς Ἀχιλλέως ἀναιρέσεως τὸν ἐν Δελφοῖς Ἀπόλλωνα, πάλιν ἀπῆλθεν ἐπὶ τὸ χρηστήριον μετανοήσας, ἵνα τὸν θεὸν ἐξιλάσηται. ζηλοτύπως δὲ ἔχουσα πρὸς τὴν Ἀνδρομάχην ἡ βασιλὶς ἐβουλεύετο κατʼ αὐτῆς θάνατον μεταπεμψαμένη τὸν Μενέλαον. ἡ δὲ τὸ παιδίον μὲν ὑπεξέθηκεν, αὐτὴ δὲ κατέφυγεν ἐπὶ τὸ ἱερὸν τῆς Θέτιδος. οἱ δὲ περὶ τὸν Μενέλαον καὶ τὸ παιδίον ἀνεῦρον καὶ ἐκείνην ἀπατήσαντες ἤγειραν. καὶ σφάττειν μέλλοντες ἀμφοτέρους, ἐκωλύθησαν Πηλέως ἐπιφανέντος. Μενέλαος μὲν οὖν ἀπῆλθεν εἰς Σπάρτην, Ἑρμιόνη δὲ μετενόησεν, εὐλαβηθεῖσα τὴν παρουσίαν τοῦ Νεοπτολέμου. παραγενόμενος δὲ ὁ Ὀρέστης ταύτην μὲν ἀπήγαγεν πείσας, Νεοπτολέμῳ δὲ ἐπεβούλευσεν. οἳ καὶ φονευθέντα παρῆσαν οἱ φέροντες. Πηλεῖ δὲ μέλλοντι τὸν νεκρὸν θρηνεῖν Θέτις ἐπιφανεῖσα τοῦτον μὲν ἐπέταξεν ἐν Δελφοῖς θάψαι, τὴν δὲ Ἀνδρομάχην εἰς Μολοσσοὺς ἀποστεῖλαι μετὰ τοῦ παιδὸς, αὐτὸν δὲ ἀθανασίαν προσδέχεσθαι, τυχόντα δὲ αὐτῆς μακάρων νήσους οἰκήσειν: — ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Φθίᾳ, ὁ δὲ χορὸς συνέστηκεν ἐκ Φθιωτίδων γυναικῶν. προλογίζει Ἀνδρομάχη. τὸ δὲ δρᾶμα τῶν δευτέρων. ὁ πρόλογος σαφῶς καὶ εὐλόγως εἰρημένος· εὖ δὲ καὶ τὰ ἐλεγεῖα τὰ ἐν τῷ θρήνῳ τῆς Ἀνδρομάχης· ἐν τῷ δευτέρῳ μέρει ῥῆσις Ἑρμιόνης τὸ βασιλικὸν ἐμφαίνουσα καὶ ὁ πρὸς Ἀνδρομάχην λόγος οὐ κακῶς ἔχων: εὖ δὲ καὶ ὁ Πηλεὺς ὁ τὴν Ἀνδρομάχην ἀφελόμενος: —

ΣΧΟΛΙΑ ΕΙΣ ΑΝΔΡΟΜΑΧΗΝ

<!-- 1 -->σχῆμα: καλλώπισμα. ἔστι κυρίως τὸ τὴν ποιὰν διάθεσιν ἑκάστου δεικνύον. διὸ καὶ πολλάκις φαμὲν «αὕτη ἡ οἰκία σχῆμα οἰκίας οὐκ ἔχει» καὶ ἐπὶ πόλεως «σχῆμα πόλεως ἐν αὐτῇ ὁρᾶται». ὃ δὲ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν· ὦ Θήβη, διʼ ἣν ἡ Ἀσία χώρα ἐνομίζετο, οἷον· ἡ σὴ εὐδαιμονία σχῆμα χώρας περιετίθει τῇ Ἀσίᾳ καὶ τοὐναντίον ἡ σὴ ἅλωσις τὸ καὶ καλεῖσθαι τὴν Ἀσίαν χώραν ἀφῄρηται. σχῆμα γὰρ τῶν χωρῶν ἡ πόλις: — καὶ ἄλλως: πρόσχημα κάλλος εὐπρέπεια κόσμος ἀξίωμα: — τὴν ἐν Ἀσίᾳ λέγει Ὑποπλάκιον Θήβην, ἧς Ἠετίων ἐβασίλευσεν. Δικαίαρχός φησιν ἐνθάδε ἀπόσπασμά τι τοῦ μετὰ τοῦ Κάδμου στόλου οἰκῆσαι. ἔνιοι δὲ καὶ τὴν Χρύσην καὶ τὴν Λυρνησσὸν ἐν τῷ τῆς Θήβης πεδίῳ τάσσουσιν, ὡς Αἰσχύλος Λυρνησσίδα προσαγορεύσας τὴν Ἀνδρομάχην ἐν τοῖς Φρυξὶν, ἔνθα καὶ ξένως ἱστορεῖ Ἀνδραίμονος αὐτὴν λέγων· «Ἀνδραίμονος γένεθλον  <span class="gap">…</span> Λυρνησσίου, ὅθενπερ Ἕκτωρ ἄλοχον ἤγαγεν φίλην». Φιλέας δὲ καὶ ἐν Θεσσαλίᾳ φησὶν ἐν τῷ Φθιωτικῷ τέλει Θήβας εἶναι. Θεόπομπος δὲ ἐν γ Ἑλληνικῶν καὶ περὶ τὴν Μυκάλην ἄλλας εἶναί φησι, ταύτας δὲ Μιλησίους ἀλλάξασθαι πρὸς Σαμίους: — πέντε εἰσὶ Θῆβαι, Ὑποπλάκιοι, Βοιώτιαι, Αἰγύπτιαι καὶ ἐν τῷ Φθιωτικῷ μέρει καὶ περὶ Μυκάλην: —

<!-- 2 -->τῶν ἐν φέρνῃ δώρων: — τρυφῇ· προικὸς κόσμῳ· ἔστι δὲ παρὰ τὴν χύσιν, οἱονεὶ χύδην πληθύοντα: —

<!-- 3 -->εἰς τὴν βασιλικὴν οἰκίαν: —

<!-- 4 -->νομίμη, γνησίων παίδων τροφός. οἱ γὰρ σκότιοι παῖδες ἐκρίπτονται: — «γνησίων ἐπὶ σπορᾷ παίδων»

<!-- 5 -->ζηλωτός: ἐπίφθονος, εὐδαίμων, μακαρία. τὸ δὲ ἐν τῷ συναπτέον τῷ χρόνῳ, ἵνʼ ᾖ· ἐν τῷ πρότερον χρόνῳ: —

<!-- 6 -->νῦν δʼ εἴ τις:  <span class="gap">…</span> εἶπεν τὸν δεύτερον στίχον περισσὸν ἐκδεχόμενος τὸ νῦν δὲ εἴ τις ἄλλη ἀντὶ τοῦ ὡς οὐδεμία ἄλλη, δυστυχὴς γυνή. εἰ δέ τις θελήσειεν ἐκδέξασθαι τὸ οὐχ ὑπολαμβάνω, ἵνʼ ᾖ οὕτως· νῦν δʼ οὐχ ὑπολαμβάνω εἰ ἄρα τις γυνὴ ἀθλιωτέρα μού ἐστιν, οὐκέτι περιττὸς ἔσται: —

<!-- 7 -->οἱ ὑποκριταὶ τὸν ἴαμβον προσέθηκαν ὑπονοήσαντες εἶναι τὴν γραφὴν δὴ τίς, ἵνʼ ᾖ οὕτως· νῦν δὴ τίς ἄλλη καὶ ἀντὶ τοῦ συγκριτικοῦ τὸ δυστυχεστάτη: —

<!-- 10 -->ῥιφέντα πύργων: Λυσανίας κατηγορεῖ Εὐριπίδου κακῶς λέγων αὐτὸν ἐξειληφέναι τὸ παρʼ Ὁμήρῳ λεχθέν — «ἤ τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου» — οὐχ ὡς πάντως γενόμενον, ἀλλʼ εἰκαζόμενον ὡσεὶ ἔλεγε κατακαυθήσεσθαι τὸν παῖδα ἤ τι ἄλλο. Ξάνθον δὲ τὸν τὰ Λυδιακὰ γράψαντα  <span class="gap">…</span> φασὶν ὅτι  <span class="gap">…</span> ὁ Εὐριπίδης Ξάνθῳ προσέχειν περὶ τῶν Τρωικῶν μύθων, τοῖς δὲ χρησιμωτέροις καὶ ἀξιοπιστοτέροις. Στησίχορον μὲν γὰρ ἱστορεῖν ὅτι τεθνήκοι καὶ τὸν τὴν Πέρσιδα συντεταχότα κυκλικὸν ποιητὴν ὅτι καὶ ἀπὸ τοῦ τείχους ῥιφθείη· ᾧ ἠκολουθηκέναι Εὐριπίδην. εἰσί γε μὲν οἵ φασιν αὐτὸν καὶ πόλεις οἰκίσαι καὶ βασιλεῦσαι, ὧν τὰς δόξας Λυσίμαχος ἐν τῷ δευτέρῳ τῶν Νόστων ἀνέγραψεν· «Διονύσιος δὲ ὁ Χαλκιδεὺς τὸν Ἀκάμαντα παρὰ Ἑλένου καὶ Ἀγχίσου φησὶ διὰ τὴν πρὸς Λαοδίκην οἰκειότητα Σκαμάνδριον τὸν Ἕκτορος εἰληφότα καὶ Ἀσκάνιον τὸν Αἰνείου ἐπιχειρῆσαι μὲν Ἴλιον καὶ Δάρδανον τειχίζειν, τῶν δὲ Ἀθηναίων αὐτὸ παραιτησαμένων, τηνικαῦτα τῆς ἐπιβολῆς ἀποστάντα τῆς Τρῳάδος Γέργιθα καὶ Περκώτην καὶ Κολωνὰς καὶ Χρύσην καὶ Ὀφρύνιον καὶ Σιδήνην καὶ Ἄστυρα καὶ Σκῆψιν καὶ Πολίχναν καὶ πρὸς τούτοις Δασκύλειον καὶ Ἰλίου κολώνην καὶ Ἀρίσβαν οἰκίσαντα ἀναγορεῦσαι οἰκιστὰς Σκαμάνδριον καὶ Ἀσκάνιον»: — ὑψηλῶν: —

<!-- 12 -->ἐγὼ αὐτή: — ἀντὶ τοῦ· τῶν εὐγενεστάτων γονέων οὖσα δούλη Ἑλλάδʼ εἰσαφικόμην. ἢ εὐγενεστάτους οἴκους φησὶ τοὺς τῶν Αἰακιδῶν: —

<!-- 14 -->ὅτι ἐν Σκύρῳ ἐτέχθη, ἥτις ἐστὶ νῆσος περὶ τὴν Θεσσαλίαν. Ὅμηρος· «ἠὲ τὸν, ὃς Σκύρῳ μοι ἐνὶ τρέφεται φίλος υἱός»: — δορὸς γέρας: Σιμίας ἐν τῇ Γοργόνι Ἀνδρομάχην φησὶ καὶ Αἰνείαν γέρας δοθῆναι Νεοπτολέμῳ λέγων οὕτως·

  
«ἐκ δʼ ἕλετʼ Ἀνδρομάχην ἠύζωνον παράκοιτιν  
  
Ἕκτορος, ἥντε οἱ αὐτοὶ ἀριστῆες Παναχαιῶν  
  
δῶκαν ἔχειν ἐπίηρον ἀμειβόμενοι γέρας ἀνδρὶ,  
  
αὐτόν τʼ Ἀγχίσαο κλυτὸν γόνον ἱπποδάμοιο  
  
Αἰνείην ἐν νηυσὶν ἐμήσατο ποντοπόροισιν  
  
ἐκ πάντων Δαναῶν ἀγέμεν γέρας ἔξοχον ἄλλων»: —  

<!-- 16 -->Θεσσαλίας πόλεις αὗται: —

<!-- 17 -->σύγχορτα ναίω πεδίʼ: πλησιόχωρα, γείτονα, σύνορα. τὰ ὅμορα ὅτι χόρτῳ διέγραφον τὰς πόλεις οἱ ἀρχαῖοι· Ἀλέξανδρος δὲ ἢ ὀσπρίοις ἢ ἀλεύροις. μεταξὺ δὲ τούτων τῶν πόλεων ἐστὶ τὸ Θετίδειον: — ἀντὶ τοῦ· μεταξὺ ὑπάρχοντα: — τοῦτο ἀπὸ ἱστορίας εἴληφεν. αὐτόθι γὰρ αὐτῇ συνῴκησεν Πηλεύς· καὶ ἦν ὑπʼ Ἀχιλλέα τὸ Θετίδειον· ὅπερ ἐστὶ πόλις Θεσσαλίας ὥς φησι Φερεκύδης καὶ Σουίδας. Ὁμηρικὴ δὲ ἡ σύνταξις· «τὰ δὲ δώματα κάλʼ Ὀδυσῆος· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο». καὶ ὁ μὲν ποιητὴς πρὸς τὸ σημαινόμενον ἀπέδωκεν ἀντὶ τοῦ αὐτὸ τὸ οἴκημα, οἱ δὲ νεώτεροι οἰηθέντες τὸν Ὅμηρον κατὰ πληθυντικοῦ τῶν δωμάτων συντάξαι τὴν μιν, καὶ αὐτοὶ οὕτως συνέταξαν· «τοιγάρ νιν αὐτὰς ἐξέμηνα» κατὰ πληθυντικοῦ. ἔστιν οὖν ἀπάτη νεωτέρων: — αὐτὸ, τὸ πεδίον· Ὁμηρικὸς δὲ ὁ ζῆλος: —

<!-- 22 -->καὶ ἡ Φαρσαλία πόλις ἐστὶ τῆς Φθιώτιδος μοίρας. μητρόπολις γάρ ἐστιν ἡ Φθία πλειόνων πόλεων. ὡς ἀπὸ μέρους οὖν τὸ πᾶν, ὡς τὸ ἀργυρόπεζα Θέτις καὶ λευκώλενος Ἥρη: —

<!-- 24 -->κἀγὼ δόμοις: ἰδίως ἕνα φησὶ παῖδα γενέσθαι τῷ Νεοπτολέμῳ ἄλλων τρεῖς λεγόντων Πύρρον Μολοσσὸν Αἰακίδην καὶ Τρωάδα. Λυσίμαχος δὲ ἐν τῷ δευτέρῳ τῶν Νόστων φησὶ Πρόξενον  <span class="gap">…</span> καὶ τὸν Ἀκάνθιον Νικομήδην ἐν τοῖς Μακεδονικοῖς ἱστορεῖν ἐκ μὲν Ἀνδρομάχης γενέσθαι τοὺς προειρημένους, ἐκ δὲ Λεωνάσσης τῆς Κλεοδαίου Ἄργον Πέργαμον Πάνδαρον Δωριέα Γένοον δανάην Εὐρύλοχον. φασὶ δὲ Πύρρῳ μὲν ἐγχειρίσαι τὴν βασιλείαν τὸν πατέρα, Μολοσσῷ δὲ τὴν ἐκ τῆς προσηγορίας τιμὴν προστάξαντα τὴν χώραν Μολοσσίαν ὀνομάζειν  <span class="gap">…</span> διὸ τὸν Αἰακίδην ὑπʼ αὐτῆς ὑπεκτεθῆναι τῆς Ἀνδρομάχης πρὸς τὸ εἴτι διὰ τὴν ἀπαιδίαν Ἑρμιόνης καὶ τὴν ἑαυτῆς ἀσθένειαν γένοιτο τοῖς τέκνοις δυσχερές, μὴ ὑποχειρίους πάντας ληφθῆναι: —

<!-- 25 -->συμπελασθεῖσα· ὅθεν καὶ ἡ πάλλαξ: —

<!-- 26 -->διὰ τὰ πατρίδος κακά: —

<!-- 28 -->τὴν τοῦ παιδὸς βοήθειαν: —

<!-- 29 -->ἀφʼ οὗ: —

<!-- 30 -->ἀπωσάμενος, ἀπωθήσας, ὑβρίσας: — τὸ δουλικόν: —

<!-- 31 -->ὑπʼ αὐτῆς, τῆς Ἑρμιόνης, διώκομαι: —

<!-- 32 -->λέγει γάρ: ὁ μὲν Εὐριπίδης ἄπαιδα ἐκ Νεοπτολέμου φησὶν εἶναι τὴν Ἑρμιόνην, ὁ δὲ Λυσίμαχος ταύτην παρʼ αἰνείου οὕτως γράφων· «γήμαντα δʼ Ἑρμιόνην τὴν Μενελάου καὶ Ἑλένης καὶ μετὰ ταῦτα Λεώνασσαν τὴν Κλεοδαίου τοῦ Ὕλλου  <span class="gap">…</span> ἐξ ἐκείνης μὲν γενέσθαι Μολοσσόν, ᾧ ὁμώνυμον τὴν χώραν καὶ τοὺς ἄνδρας Μολοσσοὺς κληθῆναι, ἐκ δὲ τῆς Λεωνάσσης Πάνδαρον Γένοον Δωριέα Πέργαμον Εὐρύλοχον». ταῦτα μὲν Λυσίμαχος οὕτως· Φιλοκλῆς δὲ ὁ τραγῳδοποιὸς καὶ Θέογνις προεκδοθῆναί φασιν ὑπὸ Τυνδάρεω τὴν Ἑρμιόνην τῷ Ὀρέστῃ καὶ ἤδη ἐγκυμονοῦσαν ὑπὸ Μενελάου δοθῆναι Νεοπτολέμῳ καὶ γεννῆσαι Ἀμφικτυόνα· ὕστερον δὲ Διομήδει συνοικῆσαι. Σωσιφάνης δὲ καὶ Ἀσκληπιάδης φασὶν ἐξ αὐτῆς Νεοπτολέμῳ Ἀγχίαλον γενέσθαι, Δεξιὸς δὲ Φθῖον, Ἀλέξανδρος δὲ Πηλέα· Σκληριὰς δὲ ἐκ μὲν Ἀνδρομάχης Μεγαπένθην, ἐκ δὲ Ἑρμιόνης Ἀγέλαον, Μενεσθεὺς δὲ ὁ Ἀθηναῖος ὑπὸ Μήστορος εἰς εἱρκτὴν ἐμβληθῆναι αὐτήν, Μέναιχμος δὲ καὶ Ἀπολλόδωρος ἑαυτὴν διαχρήσασθαι. Πρόξενος δὲ ἐν τῇ πρώτῃ τῶν Ἠπειρωτικῶν Νεοπτολέμου μὲν Πίελόν φησι γεγονέναι, τὸν καὶ Πηλέα· οὐ μὴν ὅτι ἐξ Ἑρμιόνης, παραδεδήλωται: — κεκρυμμένοις: οἱ φαύλως ὑπομνηματισάμενοι ἐγκαλοῦσι τῷ Εὐριπίδῃ φάσκοντες ἐπὶ τραγικοῖς προσώποις κωμῳδίαν αὐτὸν διατεθεῖσθαι. γυναικῶν τε γὰρ ὑπονοίας κατʼ ἀλλήλων καὶ ζήλους καὶ λοιδορίας καὶ ἄλλα ὅσα εἰς κωμῳδίαν συντελεῖ, ἐνταῦθα ἁπαξάπαντα τοῦτο τὸ δρᾶμα περιειληφέναι. ἀγνοοῦσιν· ὅσα γὰρ εἰς τραγῳδίαν συντελεῖ, ταῦτα περιέχει ἐν τέλει, τὸν θάνατον τοῦ Νεοπτολέμου καὶ θρῆνον Πηλέως, ἅπερ ἐστὶ τραγικά: — ἄλλως: λαθραίοις. ἱκανῶς δὲ τὰ πάθη τῶν γυναικῶν καὶ τὰ ἤθη ἐν τοῖς ἑξῆς ἐξείργασται, ὑπονοίας, ζήλους, λοιδορίας κατʼ ἀλλήλων: —

<!-- 37 -->τὸ ἐκλέλοιπα μέσου παρακειμένου ἐστί. ὡς οὖν τήκω αὐτὸν καὶ τέτηκα ὑπʼ αὐτοῦ, οὕτως ἐκλέλοιπα ὑπʼ αὐτοῦ, ἀντὶ τοῦ κατελείφθην: —

<!-- 40 -->συνεργεῖ συμπράττει: —

<!-- 43 -->τὸ πλησιάζον τοῖς οἴκοις: —

<!-- 44 -->θάσσω: καθέζομαι διατρίβω παραμένω ἐάν πώς με τοῦ κινδύνου ἐξέληται: —

<!-- 46 -->ἑρμήνευμα: ὑπόμνησιν ἄγγελον σημεῖον μνημόσυνον τεκμήριον. ταῦτα σημαίνει τὸ ἑρμήνευμα: — τὸ ἐν τῷ Θετιδείῳ ξόανον λέγει ἱερὸν τῆς Θέτιδος· ἐκεῖ γὰρ ᾤκει Πηλεὺς σὺν Θέτιδι. ἑρμήνευμα δὲ λέγει αὐτὸ, ἐπεὶ ἑρμηνεύει καὶ εἰς ὑπόμνησιν ἄγει τοὺς γάμους τῆς Θέτιδος: —

<!-- 50 -->προσωφελῆσαι: ἐκ παραλλήλου τὸ αὐτό· τοῦτο γὰρ ἀκόλουθον ἦν ἐκείνου, καὶ διʼ ἑκατέρου δηλοῦται· οὔτε ἐμοὶ πάρα προσωφελῆσαι οὔτε τῷ παιδί. ἡ δὲ ἀνάγκη τοῦ μέτρου τῆς ταυτολογίας αἰτία: —

<!-- 51 -->ὁ Νεοπτόλεμος ἐνεκάλει τῷ Ἀπόλλωνι ὑπὲρ τοῦ φόνου τοῦ Ἀχιλλέως, οὗ τιμωρήσασθαι τὸν Ἀπόλλωνα ἐζήτει. ὀργισθέντος οὖν τοῦ θεοῦ παρεγένετο ὁ Νεοπτόλεμος εἰς Δελφοὺς ἐκ δευτέρου ὑπὲρ τῆς τόλμης ταύτης ἐξιλεωσόμενος τὸν θεόν: — ἔνθα Λοξίᾳ δίκην δίδωσι μανίας: δίκην κόλασιν τιμωρίαν. λέγει δὲ τὴν ἀπολογίαν. ἣν τιμωρίαν ἀπῄτησεν τὸν Ἀπόλλωνα, ὅ ἐστιν· ἀνθʼ ἧς ἀπῄτησε τιμωρίας τὸν θεόν, ἀπολογίαν δίδωσιν: — ἄλλως: τῆς τόλμης ἣν ἐτόλμησε δίκην ὑπὲρ Ἀχιλλέως αἰτήσας τὸν θεόν: —

<!-- 53 -->ἥντινά ποτε δίκην ᾔτησε Φοῖβον ὑπὲρ πατρὸς ὃν ἔκτεινεν Ἀπόλλων, ἵνʼ ᾖ γενικὴ ἀντὶ αἰτιατικῆς, ὥσπερ καὶ τὸ «ὡς γνῶ χωομένοιο» καὶ τὸ «ἀλλʼ ἄγʼ ὀίστευσον Μενελάου κυδαλίμοιο». γράφεται δὲ οὗ τίνει δίκην, ἵνʼ ᾖ· ὅπου, ἐν Πυθοῖ, τιμωρίαν δίδωσιν: — ἄλλως: ᾔτησε Φοῖβον: Φερεκύδης ὑπὸ Μαχαιρέως φησὶ τὸν Νεοπτόλεμον ἀνῃρῆσθαι· οἱ δὲ ὑπὸ Ὀρέστου ὡς Εὐριπίδης καὶ ὀρθαίας καὶ Ξεναγόρας· οἱ δὲ ὑπὸ Φιλοξενίδα, ὡς Σουίδας· ἄλλοι δὲ ὑπὸ Μενελάου, ἐπεὶ ὑποσχόμενος ἐν Ἰλίῳ τὴν Ἑρμιόνην δώσειν αὐτῷ, αὖθις ἐβούλετο δοῦναι Ὀρέστῃ: — ἕνεκα τοῦ πατρός: —

<!-- 54 -->ἐξαιτούμενος: παρακαλῶν ἀξιῶν. τὸ δὲ ἑξῆς· ἀπὼν Δελφῶν κατʼ αἶαν εἴ πως τὰ πρόσθε σφάλματʼ ἐξαιτούμενος: —

<!-- 57 -->ἄξιον ἐνόμιζον δέσποινάν σε καλεῖν: —

<!-- 58 -->γράφεται τὸ σόν, ἵνʼ ᾖ τὸ ἑξῆς· τοὔνομα τὸ σὸν τὸ δεσποτικόν: —

<!-- 60 -->καινοτέρους λόγους: —

<!-- 61 -->μή τις αἴσθηται δεσποτῶν: —

<!-- 63 -->ἅ σοι φυλακτέα: ἅτινά σε χρὴ παραφυλάσσεσθαι καὶ προσκοπεῖν. ἢ ἅτινα μὴ ἐκφήνῃς τινὶ μηδὲ λέξῃς ἐμὲ μηνῦσαί σοι ταῦτα: —

<!-- 65 -->τῇ πρότερον δεσποίνῃ: — δεικτικῶς ἑαυτὴν λέγει: —

<!-- 70 -->ὁ Μενέλαος ἤκουσε: —

<!-- 72 -->τὸ πόθεν πέπυσται οὐκ οἶδα: — οὐκ οἶδʼ, ἐκείνων: ἐκ τούτου δὲ ταῦτα ἐγὼ νενόηκα ὅτι Μενέλαος ἀφανὴς καὶ ἔκδημος τῶν οἴκων ἐπʼ αὐτὸν γέγονεν: —

<!-- 73 -->ἐκ τῶν οἴκων ἀφανὴς ἔκδημος: —

<!-- 77 -->οὕτως δυστυχεῖν κακῶς: — λείπει ἡ κατά, ἵνʼ ᾖ· κατʼ οὐδέν: —

<!-- 79 -->οὐδʼ ἀμφὶ Πηλέως: οὐδὲ περὶ τοῦ Πηλέως κεκοίνωταί τι ἆρα ἥξοι. ἐν ἐρωτήσει δὲ προενεκτέον τὸν στίχον· οὐδὲ περὶ τοῦ Πηλέως ἀκήκοάς τι ὡς ἐρχομένου: —

<!-- 80 -->γέρων ἐκεῖνος: ἀντὶ τοῦ νωθὴς βραδύς, οἷον· τὸ γῆρας αὐτὸν ἐμποδίζει ὥστε ταχέως ἐλθεῖν καὶ βοηθῆσαί σοι: — ἄλλως: βραδὺς, φησὶν, ἐκεῖνός ἐστιν ἅτε ὑπὸ τοῦ γήρως ἐμποδιζόμενος ὥστε ἐλθεῖν καὶ βοηθῆσαί σοι. μᾶλλον δὲ ἁρμόζει ὑπὸ τῆς θεραπαίνης τὰ δύο ταῦτα ἰαμβεῖα λέγεσθαι· πυνθάνεται γὰρ τῆς Ἀνδρομάχης εἰ ἦλθεν ἡ φήμη ὡς ἥξοντος τοῦ Πηλέως ὃς δυνήσεται παρὼν αὐτῇ βοηθῆσαι, ἵνʼ ᾖ τὸ γέρων ἀντὶ τοῦ· ἱκανός ἐστιν ὁ Πηλεὺς ὠφελεῖν σε. ἢ ὁ χρονίζων πρὸς ὠφέλειαν καὶ παρὼν ἀδύνατος: —

<!-- 81 -->ἀλλὰ πρὸ πολλοῦ, φησὶν, καὶ ἑτέρους ἀπέστειλα, ἵνα χειραγωγούμενος ἔλθῃ: —

<!-- 83 -->ἀντὶ τοῦ οὐδαμῶς: —

<!-- 85 -->ἐν οὐ δέοντι γνωμολογεῖ τοσούτων αὐτὴν περιεστώτων κακῶν: —

<!-- 87 -->λείπει τὸ οὖσι καὶ τὸ βοηθεῖν, ἵνʼ ᾖ· ἀπαγορεύεις ἐν κακοῖς οὖσι τοῖς φίλοις βοηθεῖν: — ἀνανεύεις: —

<!-- 89 -->τὸ ἑξῆς· εἶμι καὶ εἴ τι μέλλω παθεῖν ἄτοπον: — οὐ περίβλεπτος: οὐκ ἔνδοξος οὐ περιφανὴς οὐ τίμιος: — οὐκ ἐπίσημος. κατʼ ἐνίους δὲ γράφεται χωρὶς τοῦ οὐ· καὶ περίβλεπτος, ὥστε ἐν εἰρωνείᾳ τοὐναντίον λέγεσθαι: —

<!-- 91 -->ἄπελθε νῦν: —

<!-- 93 -->ἐκπέμπομεν. διαλεγόμεθα. τοὺς θρήνους δηλονότι: —

<!-- 94 -->γενικὴ ἀντὶ αἰτιατικῆς, ἀντὶ τοῦ τὰ παρεστῶτα κακά. δύναται δὲ τὸ τέρψις πληθυντικὴ εἶναι αἰτιατικὴ Ἰωνικὴ, ἵνʼ ᾖ οὕτως· ἔμφυτον γὰρ ταῖς γυναιξὶν ἐπὶ στόματος ἔχειν τὰς τέρψιας τῶν παρόντων κακῶν: —

<!-- 98 -->στερεὸν χαλεπὸν σκληρόν: — τὴν τύχην: — συνεζεύχθην: —

<!-- 99 -->τὸ ἑξῆς· εἰς δούλειον ἦμαρ πεσοῦσα ἀναξίως: —

<!-- 100 -->χρὴ δʼ οὔποτʼ εἰπεῖν: τούτῳ συνᾴδει τὸ «τέλος ὅρα μακροῦ βίου»: — ἄλλως: «μήποτέ τις βροτὸν ἄνδρα πανόλβιον αὐδήσειεν

  
πρίν κεν ἴδῃ πῶς κεῖνος ἔχοι ποτὲ πότμον  
  
ἐπισπών»: —  

<!-- 103 -->Ἰλίῳ αἰπεινᾷ Πάρις: μονῳδία ἐστὶν ᾠδὴ ἑνὸς προσώπου θρηνοῦντος· ὥστʼ οὔτε τὸ Ἀσιάτιδος γῆς σχῆμα μονῳδία ἐστί· τραγῳδεῖ γὰρ καὶ οὐκ ᾄδει· οὔτε τὰ ἐν Θεοφορουμένῃ ᾀδόμενα· οὐ θρηνεῖ γάρ: — ἄλλως: ἐν τῇ Ἰλίῳ τῇ ὑψηλῇ ἠγάγετο εἰς θαλάμους καὶ εὐνὴν νυμφευτικὴν τὴν Ἑλένην ὁ Πάρις, οὐ γάμον, ἐπαγόμενος δηλονότι, ἀλλά τινα βλάβην: — τὸ μέτρον ἐξ ἐλεγείων· τοῖς γὰρ ἐλεγείοις οὐ μόνον ἐπὶ θρήνων, ἀλλὰ καὶ ἐπὶ ἄλλων ἐχρῶντο: —

<!-- 104 -->σύγκοιτον: —

<!-- 105 -->πεπορθημένην: —

<!-- 106 -->εἷλέ σʼ ὁ χιλιόναυς: τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο· εἰσὶν γὰρ αἱ νῆες αρπϛ: — πολλὰς νῆας ἔχων: — ὁ Ἑλληνικὸς στρατός: —

<!-- 107 -->καὶ τὸν ἐμὸν μελέας πόσιν: ἀπὸ κοινοῦ τὸ εἷλε, καὶ ἔστι τὸ μὲν ἀντὶ τοῦ ἐπόρθησεν, τὸ δὲ δεύτερον ἀντὶ τοῦ ἀνεῖλεν. εἴρηται δὲ Ὁμηρικῷ ζήλῳ ὡς τὸ «ἔνθʼ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω». καὶ Πίνδαρος δὲ ἐχρήσατο ἐν τῷ «ἕλε δʼ Οἰνομάου βίαν παρθένον τε σύνευνον»: — τὸν περὶ τείχη: παρὰ τὴν ἱστορίαν· τρὶς γὰρ περὶ τὸ τεῖχος ἐδιώχθη ὑπὸ Ἀχιλλέως ὁ Ἕκτωρ, νεκρὸς δὲ περὶ τὸ Πατρόκλου σῆμα τρὶς ἐσύρη παρὰ τὴν ἱστορίαν τοῦτο λέγει. ἐδίωξεν γὰρ αὐτὸν τρὶς περὶ τὸ τεῖχος, περὶ δὲ τὸν τάφον τοῦ Πατρόκλου νεκρὸν τρὶς ἔσυρεν ὁ Ἀχιλλεύς: —

<!-- 108 -->εἵλκυσε διφρεύων: πρὸς τῷ δίφρῳ δεσμεύσας: —

<!-- 110 -->περιβαλοῦσα ἑαυτῇ τὴν δουλείαν. στολισαμένη: —

<!-- 111 -->ἀντὶ τοῦ ὀφθαλμῶν: —

<!-- 114 -->λείπει τὸ γενομένην, οὖσαν: —

<!-- 116 -->τήκομαι κατʼ ὀλίγον: — ἀντὶ τοῦ λείβομαι: — ὡς ἀπὸ πέτρας ἐκπηδῶσα σταγών: — ὡς λιβὰς πηγὴν ἀπεργαζομένη: — ἀπὸ γῆς πιδύουσα, ὅ ἐστι πηδῶσα. τὸ δὲ ἑξῆς· τήκομαι ὡς λιβὰς πιδακόεσσα, ἣν πετρίνην εἶπεν διὰ τὸ ἀπὸ πετρῶν ἀναβλύζειν: —

<!-- 118 -->ἐγκαθεζομένη ἱκετεύεις: —

<!-- 119 -->καίπερ Φθιὰς οὖσα ἐγὼ καὶ Ἑλληνὶς πρὸς σὲ τὴν βάρβαρον ἦλθον: —

<!-- 121 -->θεραπείαν τῶν δυσκόλων πόνων εὑρεῖν: — ἄλλως: τεμεῖν: ἀπὸ τῶν ῥιζοτομουμένων ἡ μεταφορά. τεμεῖν οὖν ἀντὶ τοῦ εὑρέσθαι: —

<!-- 122 -->οἳ σὲ καὶ Ἑρμιόναν: οἵτινες πόνοι περὶ δύο λέκτρων ἔριδι συνέζευξαν Ἑρμιόνην καὶ σὲ τὴν ἐπίκοινον οὖσαν περὶ τὸν παῖδα τοῦ Ἀχιλλέως: — ἐπίκοινον οὖσαν σὲ τῶν περὶ τὸν Ἀχιλλέως παῖδα λέκτρων διδύμων, ὅ ἐστι· τῶν περὶ τὸν Ἀχιλλέως παῖδα λέκτρων κοινωνὸν σὲ οὖσαν: — συνέκλῃσαν: συνέβαλον συνέζευξαν: — καὶ ἄλλως: οἵτινες πόνοι σὲ καὶ τὴν Ἑρμιόνην συνέζευξαν ἔριδι περὶ δύο λέκτρων, σὲ τὴν ἐπίκοινον ἐοῦσαν περὶ τὸν παῖδα τοῦ Ἀχιλλέως: — κοινωνόν: — ἀντὶ τοῦ· κοινωνοῦσαν τῇ Ἑρμιόνῃ τῶν περὶ τὸν Ἀχιλλέως παῖδα λέκτρων: —

<!-- 124 -->ἐπίκοινον ἐοῦσαν: περιττὴ ἡ μία ἀμφί, ἐὰν συνάψωμεν  <span class="gap">…</span> τὴν στιγμήν· κοινωνὸν οὖσαν περὶ τὸν παῖδα τοῦ Ἀχιλλέως τῶν δύο λέκτρων: —

<!-- 127 -->ἐν ἤθει. τοῖς δεσπόταις φιλονεικεῖς καὶ ἀνθίστασαι: —

<!-- 128 -->ἐγγενέταισι: ἐγγόνοις ἢ πολίταις: — σύγκρινε ὅτι σὺ μὲν Τρῳάς, αὕτη δὲ Λακεδαιμονία: —

<!-- 129 -->λεῖπε δεξίμηλον: ἄγαλμα λεῖπε τῆς ποντίας θεοῦ: —

<!-- 130 -->οἷον· τί ὠφελῇ ἐκτήκουσα σαυτὴν δακρύοις καὶ λύπαις καὶ ἐπαναγκάζουσα τοὺς δεσπότας ἀδικεῖν σε: — ἄλλως: τὸ καταφυγεῖν σε ἐπὶ τὸν βωμὸν τῆς Θέτιδος βλάβην καὶ δάκρυα καὶ αἰκισμούς σοι προστρίψεται ἐκ τῆς τῶν δεσποτῶν ἀνάγκης, εἰ μὴ γνωσιμαχήσασα ἀναστήσῃ ἀπὸ τοῦ βωμοῦ καὶ ἐπὶ τὸ κολακεύειν τραπήσῃ: —

<!-- 131 -->καιρός: ἀντὶ τοῦ ὠφέλεια. ἀτυζομένῃ δὲ αἰκιζομένῃ. ἢ λυπουμένῃ, παρὰ τὴν ἄτην: — ἀπρεπῶς καὶ ἐπιπόνως: — ἀπρεπῶς κατατήκειν: —

<!-- 133 -->τὸ κρατοῦν: καταλήψεται, ἀντὶ τοῦ· οἱ δεσπόται κατὰ σοῦ ἐλεύσονται· διὸ ὑποχώρει. γράφεται δὲ σὲ πείσει, οἷον· ἂν ἐμοὶ μὴ πείθῃ, πεισάτωσάν σε οἱ δεσπόται, δυσωπήσει σε τὸ ἀπηνὲς τῶν δεσποτῶν: —

<!-- 134 -->δούλη οὖσα: — τί κάμνεις οὐδὲν οὖσα· δούλη γὰρ εἶ: —

<!-- 136 -->γνῶθι δʼ οὖσα ἐπὶ ξένης δμωὶς ἐπʼ ἀλλοτρίας πόλεως: ἐπὶ ξένης εἰσὶν οἱ τὴν πατρίδα ἐάσαντες καὶ ἄλλης πόλεως ἐπιβαίνοντες, ἑκατέρων μέντοι τῶν πόλεων ὑπὸ ἑνὸς βασιλευομένων, ὡς οἱ ἐκ Φαρσαλίας εἰς Φθῖαν μεταβαίνοντες· ἄμφω γὰρ αἱ πόλεις ὑπὸ Πηλέα ἦσαν· ἐπʼ ἀλλοτρίας δέ εἰσιν οἱ ἄλλων πόλεων ἐπιβαίνοντες ὑπὸ διαφόρων βασιλευομένων, ὡς οἱ ἐκ Φθίας εἰς Λακεδαίμονα ἀπιόντες. ἡ μὲν γὰρ ὑπὸ Πηλέα, ἡ δὲ ὑπὸ Μενέλαον. οἱ οὖν ἐπʼ ἀλλοτρίας πόλεως ὄντες πάντως καὶ ἐπὶ ξένης, οὐκέτι δὲ οἱ ἐπὶ ξένης ἐπʼ ἀλλοτρίας. σὺ οὖν, φησὶν, ὦ Ἀνδρομάχη, καὶ ἐπὶ ξένης καὶ ἐπʼ ἀλλοτρίας· ἐκ βαρβάρων γὰρ εἰς Ἕλληνας ἦλθες: —

<!-- 141 -->οἰκτροτάτα γάρ: λείπει ἡ εἰς, οἷον· οἰκτροτάτη οὖσα ἦλθες εἰς τοὺς ἐμοὺς δόμους. ἐπειδὴ εἶπεν ὦ δυστυχεστάτα παντάλαινα νύμφα, ἐπήγαγεν οἰκτροτάτη γάρ, ἀντὶ τοῦ· εἰκότως γὰρ σὲ δυστυχεστάτην εἶπον, διότι οἰκτρὰ καὶ ἐλέους ἄξια παθοῦσα τῇ Θεσσαλίᾳ ἐπέβης. ἢ οὕτως· οἰκτείρω γὰρ σὲ ἀκριβῶς δεινὰ πάσχουσαν, καὶ ἡ ἄφιξίς σου ἡ ἐνταῦθα ἐμοὶ μὲν λύπης πρόξενος γέγονεν: — ἐλέους ἐμοὶ ἀξία: — εἰς τοὺς ἐμοὺς οἴκους: —

<!-- 142 -->ἐλεῶ σε, φησὶν, ἀλλὰ φοβουμένη τοὺς δεσπότας ἡσυχάζω καὶ οὐκ ἐπιδείκνυμι τὴν εἰς σὲ συμπάθειαν: — ἀντὶ τοῦ· διὰ τὸν φόβον τῶν ἐμῶν δεσποτῶν σιωπῶμεν τὴν πρὸς σὲ συμπάθειαν ἐνδείξασθαι μὴ δυνάμεναι: —

<!-- 143 -->ἡσυχίαν ἄγομεν: τὸ ἑξῆς· ἡσυχίαν ἄγομεν μὴ παῖς τᾶς Διὸς κόρας, ἀντὶ τοῦ· δεδοικυῖα μὴ τὴν εἰς σὲ εὔνοιαν αἴσθηται ἡ Ἑρμιόνη· ἔνδοθέν γε μὲν ἀνιῶμαι περὶ σοῦ: — οὕτω δὲ σύντασσε· ἀθλιωτάτη σὺ, ὦ Ἰλιὰς γύναι, εἰς τοὺς ἐμοὺς οἴκους, τοὺς Ἑλληνικοὺς δηλονότι, ἔβης· τὸ γὰρ σὸν οἴκτῳ φέρουσα τυγχάνω, δεσποτῶν δὲ ἐμῶν φόβῳ ἡσυχίαν ἄγω μήπως ἡ παῖς  <span class="gap">…</span> —

<!-- 145 -->τῆς Ἑλένης: —

<!-- 146 -->εὐνοοῦσαν: —

<!-- 147 -->κόσμον μὲν ἀμφὶ κρατί: πρὸς τὸν χορὸν ταῦτά φησι προκατασκευάζουσα ὅτι πρεπόντως ἐλευθερίως λαλεῖ καὶ ἐξουσιαστικῶς, ὡς οἴκοθεν τὸν πλοῦτον κομίζουσα: — κόσμον μὲν τῆς χρυσέας χλιδῆς ἀμφὶ τῷ ἐμῷ κρατί: — πολυτελείας: — τρυφῆς: —

<!-- 148 -->τὸν στολισμὸν, τὴν ἐσθῆτα: —

<!-- 150 -->οὐκ ἀπαρχὰς, οὐ δωρεὰς, οὐ φερνὰς ἔχουσα. αὐχεῖ δὲ ἐφʼ οἷς τὰ τοῦ πατρὸς φορεῖ. ἐπίτηδες δὲ ὁ Εὐριπίδης τοὺς Λάκωνας κωμῳδῶν ὡς ἐχθροὺς τοῖς Ἀθηναίοις Λακωνικῷ προσώπῳ ἀλαζονικὰ ῥήματα προσάπτει: —

<!-- 153 -->ἕδνα νῦν ἐκάλεσε τὴν προῖκα καὶ τὰ παρὰ τοῦ πατρὸς κειμήλια. Ὅμηρος οὐχ οὕτως, ἀλλὰ ἐπὶ τῶν παρὰ τοῦ νυμφίου προσφερομένων τάσσει τὴν λέξιν· «Ἰκαρίου ὃς καὐτὸς ἑεδνώσαιτο θύγατρα», ἀντὶ τοῦ· ἕδνα λαβὼν ἐκδοίη: — μετὰ παρρησίας λαλεῖν: —

<!-- 155 -->οὐδὲ οἰκογενὴς δούλη, ἀλλʼ αἰχμάλωτος οὖσα: — ἐν ἤθει: —

<!-- 158 -->ἀκύμων: ἄτοκος. ἡ ὑποδεχομένη σπορὰν, μὴ γινομένη δʼ ἔγκυος: —

<!-- 159 -->δεινὴ γὰρ ἠπειρῶτις: ἡ ἠπειρῶτις ψυχὴ εἴτε Ἀσίας εἴτε Εὐρώπης· τὰς γὰρ ἑκατέρωθι ἠπείρους βάρβαροι οἰκοῦσι, τὰ δὲ παράλια μέρη Ἕλληνες ὡς ἐπὶ τὸ πλεῖστον: — δεινὴ γὰρ εἰς φαρμακείαν ἡ φύσις τῶν τῆς ἑτέρας ἠπείρου γυναικῶν. λέγει δὲ τῆς Ἀσίας: — ἀντὶ τοῦ βάρβαρος· τὰς γὰρ ἠπείρους βάρβαροι οἰκοῦσιν: —

<!-- 160 -->φαρμάκων δηλονότι: —

<!-- 163 -->ἢν δʼ οὖν βροτῶν: ἀντὶ τοῦ· εἰ δὲ ζήσῃ: — ἄλλως: εἰ δέ τις θεῶν ἢ ἀνθρώπων σῶσαι θελήσει σε, ποιήσει σε καταπτῆξαι καὶ ὑποτάξαι σαυτὴν ἐμοί: —

<!-- 164 -->πλουσίων παρρησιαστικῶν ὑπερηφάνων. τοῦτο γὰρ ταῖς ὀλβίαις ἁρμόζει τὸ φρόνημα: —

<!-- 165 -->δουλεῦσαι ὑποπεσεῖν. ταπεινωθεῖσαν φοβηθῆναι: —

<!-- 166 -->καταστέλλειν, παρὰ τὸ σάρον, ὡς παρὰ Σώφρονι «τὸ σάρον ἄνελε»: —

<!-- 167 -->τευχέων: σημαίνει καὶ τὸ πολεμικὸν ὅπλον, σημαίνει δὲ καὶ τὸ ἀγγεῖον: — ἀντὶ τοῦ ῥαίνουσαν· ὡς γὰρ οἱ σπείροντες ῥίπτουσι τὰ σπέρματα ἐν τῇ γῇ, οὕτως καὶ οἱ ῥαίνοντες τὸ ὕδωρ. Ἀχελῷον δὲ πᾶν ποτάμιον ὕδωρ φασὶν ὡς δρῦν πᾶν δένδρον καὶ ἀκρόδρυα πάντας τοὺς καρπούς: —

<!-- 168 -->οὐ γάρ ἐσθʼ Ἕκτωρ τάδε, οὐ Πρίαμος: ὁ λόγος· νῦν οὔτε ἐπὶ ἀνδρὶ Ἕκτορι σεμνύνῃ οὔτε ἐπὶ κηδεστῇ Πριάμῳ ὡς βασιλεῖ οὔτε ἐπὶ πλούτῳ, ἀλλὰ δούλη γεγονυῖα τὰ δούλων ὀφείλεις φρονεῖν: — ἐνταῦθα: —

<!-- 169 -->ἀντὶ τοῦ· Ἑλληνικὴ πόλις: —

<!-- 170 -->ἀνοίας: — ἀποφατικῶς ἀναγνωστέον: —

<!-- 171 -->τῷ Νεοπτολέμῳ τῷ τοῦ Ἀχιλλέως παιδί: —

<!-- 172 -->αὐθέντου: ἀντὶ τοῦ αὐτοέντου, τουτέστι φονέως, τοῦ διʼ ἑαυτοῦ ἱέντος τὸ ξίφος: —

<!-- 174 -->πάντα Περσικὰ ἔθη: —

<!-- 175 -->οἱ συγγενεῖς: —

<!-- 176 -->ἀντὶ τοῦ ἔρχονται: — ἐπέχει κωλύει, αὐτοὺς δηλονότι: — οὐδεὶς νόμος κωλύει ταῦτα πράττειν: —

<!-- 177 -->ἐν ἡμῖν πρᾶττε: — τῶν βαρβάρων τὰ ἔργα: —

<!-- 179 -->εἰς μίαν δέ· ὁ γὰρ ἀλλά ἀντὶ τοῦ δέ: — εὐνῆς τέρψιν, σύγκοιτον δηλονότι: —

<!-- 181 -->ἀντὶ τοῦ γυνή. ἡ τῶν θηλειῶν φρόνησις ἐπίφθονος: — ἄλλως: θηλείας φρενός ἀντὶ τοῦ θήλεια φρήν· φθονερόν τι γένος ἡ γυναικεία φρήν: — ἄλλως: χρῆμα τῆς θηλείας φρενὸς τὸ φθονεῖν: —

<!-- 182 -->ταῖς ὑπὸ τοῦ αὐτοῦ ἀνδρὸς γεγαμημέναις: —

<!-- 184 -->διὰ τὴν προπέτειαν κακὸν τὸ νέον.

  
«ἡ νεότης ἀσύφηλος ἀεὶ θνητοῖσι τέτυκται·  
  
εἰ δὲ δίκην βλάπτοι, πουλὺ χερειοτέρη»: —  

<!-- 186 -->ἀντὶ τοῦ· ὑποχείριόν σοι εἶναί με: —

<!-- 187 -->τῆς παρρησίας με διώξεις: —

<!-- 188 -->ὑπομείνω ὑποστῶ. κατὰ κοινοῦ δὲ τὸ ταρβῶ. ὁ δὲ λόγος· ἐὰν ἐπιτύχω τῷ λέγειν, πάλιν εὐλαβοῦμαι μὴ μείζονα ἐμαυτῇ βλάβην προσβάλω διὰ τὸ ἐξελέγξαι σε: —

<!-- 189 -->οἱ μέγα φρονοῦντες βαρέως φέρουσιν ἐπὶ τῷ παρὰ τῶν ἐλασσόνων δικαιοτέρους λόγους ἀκούειν καὶ ἐλέγχεσθαι: —

<!-- 192 -->ἀξιοπίστῳ, ἔχοντι ἐν ἑαυτῷ πίστιν. ὁ δὲ νοῦς· τίνι βεβαίῳ λογισμῷ πεισθεῖσα ἐγὼ ἀπωθῶ σε τοῦ γνησίου γάμου: —

<!-- 193 -->θαρρήσασα: — ἀποδιώκω ἐκβάλω: —

<!-- 194 -->ἐρωτηματικῶς μετὰ ὑποκρίσεως. τούτῳ δὲ ὑπακουστέον τὸ οὐ δήπου γε, ἀντὶ τοῦ· οὐ δήπου γε ἡ Λάκαινα πόλις μείων ἐστὶ τῶν Φρυγῶν. ὁ δὲ νοῦς· οὔτε κατὰ πόλεως δόξαν οὔτε κατὰ ἡλικίαν οὔτε κατὰ τύχην σοῦ βελτίων οὖσα πῶς σε ἐξωθῆσαι δύναμαι: —

<!-- 195 -->τύχῃ θʼ ὑπερθεῖ: τῇ εὐδαιμονίᾳ ὑπερβάλλει ἡ Φρυγῶν πόλις τὴν Λάκαιναν· ᾧ πάλιν ὑπακουστέον τὸ οὐ δήπου. ἀκολούθως δὲ ἐπάγει κἄμʼ ἐλευθέραν ὁρᾷς, οὐ δήπου αἰχμάλωτον: — εὐτυχίᾳ ὑπερβαίνει: —

<!-- 196 -->στερρῷ ἀκμάζοντι: —

<!-- 197 -->ἐπερειδομένη: —

<!-- 199 -->πρὸς τί χρήσιμον ἀφορῶσα βούλομαί σε ἐκβάλλειν; ἵνα τέκω παῖδας; καὶ τί με ὠφελήσουσι; δοῦλοι γὰρ ἔσονται καὶ αὐτοί: —

<!-- 200 -->προσθήκην κακῶν βάρους. ἐκ μεταφορᾶς τοῦ μικροῦ πλοίου τοῦ ἐφελκομένου τῷ μεγάλῳ: —

<!-- 201 -->ἢ τοὺς ἐμούς τις: ἢ ἄρα. διαπορητικὸς δὲ ὁ λόγος· ἢ ἄρα τυράννους ὄντας τοὺς ἐμοὺς παῖδας ἂν ἀνέξαιτό τις: — πιστώσεται καταδέξεται: —

<!-- 203 -->ὁ πᾶς λόγος ἐν εἰρωνείᾳ ἐστίν· ναὶ, φησὶ, βασιλεύσουσιν οἱ ἐμοὶ παῖδες· φιλοῦσι γάρ με οἱ Ἕλληνες καὶ διʼ ἐμαυτὴν καὶ διὰ τὸν Ἕκτορα, Ἕκτορα μὲν ὡς εὐεργέτην τιμῶντες, ἐμὲ δὲ ὡς μὴ βάρβαρον καὶ οὐ πολεμίαν περιφανῆ αὐτοῖς γενομένην ἐλεοῦντες: — ὅθεν εἰκὸς τοὺς Ἕλληνας νῦν με μισεῖν περιφανῆ πολεμίαν αὐτοῖς γενομένην: —

<!-- 204 -->ἀφανὴς ἄσημος. ἆρα, φησὶν, οὐκ οἶσθα τὴν τύχην ὅτι τύραννος ἦν ἐγὼ τῶν Φρυγῶν καὶ μισοῦμαι ὑπὸ τῶν Ἑλλήνων: —

<!-- 206 -->ὁ εἰ ἀντὶ τοῦ ἐπεί· ἀλλʼ ἐπεὶ μὴ ἁρμοδία τυγχάνεις εἰς τὸ συνοικεῖν ἀνδρί, διὰ τοῦτο μισῇ: — καταθύμιος ἁρμοδία: —

<!-- 207 -->τὸ εἰδέναι πῶς δεῖ συνοικεῖν ἀνδρὶ καὶ διʼ ὧν εἰς στοργὴν καὶ εὔνοιαν αὐτὸν ἐπάγοιο. οὐ γὰρ τὸ κάλλος αἴτιον τοῦ φιλεῖσθαι, ἀλλʼ αἱ ἀρεταί. ἀρετὴ δὲ γυναικὸς ἡ πρὸς τὸν ἄνδρα ὁμόνοια: — τὸ ἐπιτηδείως συνοικεῖν: —

<!-- 209 -->σὺ δʼ ἄν τι λυπηθῇς, ἀπὸ πατρίδος καὶ πλούτου καὶ τύχης ὑβρίζεις τὸν ἄνδρα σου καὶ τὴν μὲν σαυτῆς πατρίδα τὴν Λακεδαίμονα προφέρεις ὡς εὐτύχημα μέγα, τὴν δὲ Σκῦρον ἐκφαυλίζεις: —

<!-- 211 -->ἀντὶ τοῦ· πλουτεῖν λέγεις ἐν τοῖς πλοῦτον μὴ ἔχουσιν· ἐπεὶ ἡ Ἑρμιόνη ἔλεξεν ἀνωτέρω τὸν κόσμον καὶ τὴν ἐσθῆτα μὴ ἐκ τοῦ Πηλέως ἔχειν, ἀλλὰ παρὰ τοῦ πατρός. τοῦτο δὲ ἦν ὀνειδίζειν εἰς πενίαν τὸν ἄνδρα: — ἄλλως: ἐν μὴ πλουτοῦντι, τῷ Νεοπτολέμῳ. τοῦτο τείνει πρὸς τὰ ἀνωτέρω ῥηθέντα κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς: —

<!-- 214 -->φρονήματος ἕνεκεν μὴ ἁμιλλᾶσθαι καὶ στασιάζειν πρὸς τὸν ἄνδρα, οἷον· μὴ θέλειν τῷ εὐγενεστέραν εἶναι ἢ πλουσιωτέραν τοῦ ἀνδρὸς, φρονεῖν μέγα καὶ διὰ τοῦτο παρατετάχθαι τῷ ἀνδρὶ πρὸς ἅμιλλαν: —

<!-- 215 -->τὴν χιονιζομένην· δυσχείμερος γὰρ ἡ Θρᾴκη: —

<!-- 216 -->βάρβαρον ἔθος τὸ ἐπιπαλλακεύεσθαι. ταῦτα δὲ οὐκ ὀρθῶς· ἔφη γὰρ ἂν ἡ Ἑρμιόνη· ἀλλʼ οὐκ ἐν Θρᾳξὶν οἰκοῦμεν βαρβάροις, ἀλλʼ ἐν τῇ Ἑλλάδι καὶ τοὺς τῶν Ἑλλήνων νόμους σῴζομεν: —

<!-- 217 -->ὅπου πολλαῖς γυναιξὶν εἷς ἀνὴρ κοινωνῶν κατὰ διαδοχὴν δίδωσι τὸ λέχος αὐτοῦ: —

<!-- 218 -->ἀπληστίαν: ἀκολασίαν ἀσέλγειαν: —

<!-- 219 -->καὶ πῶς, φησὶν, οὐκ ἔμελλες δόξαν λαγνείας ὑπερβαλλούσης ταῖς γυναιξὶ περιτιθέναι; τὸ δὲ προστιθεῖσα εἶπεν, ὅτι πρὸς τῷ δόξαν ἔχειν αὐτὰς λαγνείας, ἔτι καὶ συνεβεβαίωσας ἂν ἔργῳ τὴν δόξαν: — ἡ πρός ἀντὶ τῆς περί: —

<!-- 220 -->καίτοι χείρονʼ: ἐκείνης μελλούσης λέγειν ὅτι δεῖ ἀντιποιεῖσθαι λέχους, προλαβοῦσα τὴν ἀπολογίαν τῆς Ἑρμιόνης φησὶν· οἶδα ὅτι χεῖρον τῶν ἀρσένων ὀργῶμεν, ἀλλὰ καρτεροῦμεν: — καίτοι, φησὶν, ἡμεῖς αἱ γυναῖκες καταφερέστεραι οὖσαι πρὸς τὰ ἀφροδίσια τῶν ἀνδρῶν, ὅμως καλῶς περιστέλλομεν αὐτὰ καὶ οὐ φανεραὶ γινόμεθα. ἢ οὕτως· ἰσχυροτέραν νόσον νοσοῦμεν, τὴν πρὸς τοὺς ἄνδρας· ἀλλὰ προϊστάμεθα αὐτῆς καρτεροῦσαι καὶ ἐφʼ ἑνὶ μένουσαι. βούλεται δὲ λέγειν ὅτι οὐκ ὀφείλει γυνὴ ἀνδρὸς ἑτέρᾳ γυναικὶ συνομιλοῦντος οὕτως φανερῶς ἀγανακτεῖν ὡς καὶ εἰς μέσον φέρειν αὑτῆς τὸ πάθος, ἀλλὰ μᾶλλον ἰδίᾳ τῷ ἀνδρὶ ἐπιτιμᾶν πειθοῖ τε καὶ κολακείᾳ ἀφιστᾶν αὐτὸν τῆς πρὸς τὰς ἄλλας πτοήσεως. οὕτως γὰρ ἂν πείσειεν τὸν ἄνδρα ἤπερ ἐναντιουμένη: —

<!-- 221 -->ἀλλὰ περιστέλλομεν τὴν νόσον καταφερέστεραι οὖσαι καὶ λανθάνομεν τοὺς ἄνδρας: —

<!-- 222 -->τὴν σὴν χάριν: λείπει ἡ διά· διὰ τὴν σὴν χάριν καὶ τὸ σοὶ κεχαρισμένον: —

<!-- 223 -->σοὶ καὶ ξυνήρων: συνεβαλλόμην σοι εἰς ἔρωτα: —

<!-- 224 -->τοῦτο παρὰ τὴν ἱστορίαν φασὶν εἰρῆσθαι· μὴ γὰρ ἱστορεῖσθαι Ἕκτορι ἐξ ἄλλης γυναικὸς γεγενῆσθαι υἱούς. ἀπερίσκεπτοι δέ εἰσιν οἱ ταῦτα λέγοντες. Ἀναξικράτης γὰρ διὰ τῆς β τῶν Ἀργολικῶν οὕτως λέγει· «οἱ δʼ ἀμφὶ Αἰνείαν καὶ Σκαμάνδριον τὸν Ἕκτορος υἱὸν καὶ παλαίτερον  <span class="gap">…</span> ἦσαν δὲ αὐτῷ οὗτος μὲν νόθος, ὃς αὐτοῦ κατελήφθη καὶ ἀπόλλυται  <span class="gap">…</span> οὗτοι δὲ διασῴζονται· Σκαμάνδριος γὰρ ἀφικνεῖται εἰς τὰ ἐν Ἴδῃ, Αἰνείας δὲ καὶ Ἀσκάνιος ὁ υἱὸς καὶ Ἀγχίσης ὁ πατὴρ αὐτοῦ, ἀλλὰ καὶ ἄλλοι τινὲς παῖδες αὐτοῦ καὶ Αἰγέστας οἰκεῖος ὢν τῷ Ἀγχίσῃ εἰς Δάρδανον μετανίστανται». οὐκ ἀτόπως οὖν νῦν Εὐριπίδης νόθους φησὶν αὐτὸν ἐσχηκέναι παῖδας: — καὶ μαστὸν ἤδη πολλάκις: ὁποία ἦν ἡ Θεανὼ ἡ Ἀντήνορος γυνή. Ὅμηρος·

  
«Πηδαῖον δʼ ἂρ ἔπεφνε Μέγης, Ἀντήνορος υἱὸν,  
  
ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ  
  
ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ»: —  

<!-- 226 -->ἐφιλοποιούμην: —

<!-- 227 -->ἑωθινῆς. ἢ τῆς ὑπὸ τὸν ἀέρα: —

<!-- 229 -->μὴ τῷ φιλεῖν τὸν ἄνδρα ζήτει νικᾶν τὴν μητέρα: — τῇ περὶ τοὺς ἄνδρας σπουδῇ· λέγοι δὲ ἂν Θησέα καὶ Μενέλαον καὶ Ἀλέξανδρον καὶ Δηίφοβον. ἔσχεν δὲ μετὰ θάνατον ἢ ἐν ὀνείρῳ Ἀχιλλέα, ὡς καὶ Λυκόφρων· «τῆς πενταλέκτρου θυάδος Πλευρωνίας». ἢ κατʼ εἰρωνείαν λέγει, ἀντὶ τοῦ μισανδρίᾳ. κἀκείνη γὰρ δοκοῦσα φιλεῖν τὸν Μενέλαον, ὕστερον αὐτὸν καταλέλοιπεν. ὅρα οὖν καὶ σὺ μὴ νῦν δοκοῦσα φίλτρῳ ζηλοτυπεῖν τὸν ἄνδρα, ἐξαίφνης αὐτὸν καταλείπῃς. παρὰ τὰ πρόσωπα δὲ καὶ τοὺς καιροὺς ταῦτα· πῶς γὰρ οὐκ ἔμελλεν εἰς ὀργὴν καταστῆσαι τὴν Ἑρμιόνην κατὰ τῆς μητρὸς δυσφημοῦσα: —

<!-- 230 -->νικῆσαι: —

<!-- 232 -->ὅσον σοὶ εὐκόλως καὶ δυνατῶς φαίνεται καὶ παρίσταται, ἀντὶ τοῦ· ὅσον ἐνδέχεται: —

<!-- 233 -->φιλιωθῆναι: —

<!-- 234 -->πιθανολογεῖς, μεγαλορρημονεῖς. ἀντὶ τοῦ· σεμνὴν καὶ ἀξίαν ἐντροπῆς καὶ ἀξιωματικὴν θέλεις σαυτὴν δεικνύναι: — μεγάλα λαλεῖς: —

<!-- 236 -->πρὸς τὸ οὐχί ἐπήγαγεν, τουτέστιν· οὔκουν σώφρων ὑπάρχεις ἐφʼ οἷς νῦν λόγοις λέγεις: — λαγνείαν γὰρ αὐχεῖ περικεκαλυμμένην σώφροσι λόγοις: —

<!-- 239 -->διʼ ὧν ἔχεις τὸν ἐμὸν ἄνδρα: —

<!-- 240 -->οὐ καθέξεις καθʼ ἑαυτὴν τὴν κατʼ ἐμὲ ζηλοτυπίαν καὶ σιωπῇ κρύψεις τὸ πάθος: — οὐκ αὖ σιωπῇ: εἰ καὶ ἀλγεῖς τὴν ψυχὴν περὶ τῆς σῆς συνουσίας, σιωπᾶν ὀφείλεις, ἵνα μὴ δόξῃς διὰ λαγνείαν χαλεπαίνειν: —

<!-- 241 -->τὸ μὴ περιορᾶν τὸν ἄνδρα εἰς ἄλλας γυναῖκας ἀποκλίναντα: — προτετιμημένα περισπούδαστα πρωτεῖα: —

<!-- 242 -->οἷον μετὰ σεμνότητος καὶ ἐπιεικείας, ὡς πρέπει γυναιξίν, οὐ μετὰ τοσαύτης ἀναισχυντίας, ὡς σύ. οἷον· ὅτε διʼ αὐτὸ τὸ καλὸν καὶ τὸ πρέπον  <span class="gap">…</span> ἀπείργειν τῶν τοιούτων: —

<!-- 243 -->Ἑλληνικὸν γὰρ τὸ παντὶ τρόπῳ ἀπείργειν τὸν ἄνδρα τῆς προτέρας κοινωνίας: —

<!-- 245 -->κακοῦργος: —

<!-- 247 -->ναὶ, φησὶν, ὁρῶ τὸ ἄγαλμα οὐκ εἰς ἐμὲ βλέπον, ὡς σὺ φής, ἀλλὰ πολὺ μῖσος ἐμφαῖνον κατὰ τῆς σῆς πατρίδος, ὅτι ἐκεῖ ἀνῃρέθη ὁ Ἀχιλλεύς: —

<!-- 249 -->ἦ καὶ πρόσω: ἀντὶ τοῦ περαιτέρω καὶ ἐπὶ πλέον μοι θέλεις ὀνειδίσαι: — ὄντως γὰρ τῶν πόρρω καὶ ἀνέκαθέν μου κακῶν ψαύσεις καὶ ὑπομνήσεις ὀνειδίζουσά μοι; ἀντὶ τοῦ· καὶ τὰ δυστυχηθέντα τῇ μητρί μου εἰς μέσον ἄγεις: — πλέον: —

<!-- 250 -->ἰδοὺ σιωπῶ: τὸ ἰδού ἐπίρρημα ἀπὸ τοῦ ἰδοῦ προστακτικοῦ ῥήματος, τοῦ σημαίνοντος τὸ θέασαι, διενοήθη καὶ προήχθη εἰς χρῆσιν. ἡ δὲ διαφορὰ ἀμφοῖν ὁ τόνος ἐστί. τοῦ γὰρ πρωτοτύπου περισπωμένου, τὸ ἰδού ἐπίρρημα ὀξύνεται πρὸς ἀντιδιαστολήν. τοιοῦτόν ἐστι καὶ τὸ ἰού· καὶ αὐτὸ γὰρ ἀπὸ τοῦ ἰοῦ, ὃ σημαίνει τὸ παραγενοῦ παρήχθη, ἐκεῖνο δὲ ἐκ θέματός ἐστι τοῦ ἴημι. κανονίζονται δὲ ἄμφω οὕτως. εἴδω, ὁ μέλλων εἴσω, ὁ ἀόριστος εἶσα, πάντα ἄχρηστα, ὁ δεύτερος ἴδον, ὁ μέσος ἰδόμην, τὸ δεύτερον ἴδου καὶ τὸ προστακτικὸν αὐτοῦ ἰδοῦ ἰδέσθε ἰδέσθωσαν· ἔστι δὲ καὶ χρῆσις παρʼ Εὐριπίδῃ ὡς τὸ «ἰδοῦ με κἀνάθρησον οἷʼ ἔχω κακά». ἐκεῖνο δὲ, ἴημι, ὁ μέλλων ἴσω, ὁ δεύτερος ἀόριστος ἴην, ὁ μέσος ἰόμην ἴου καὶ τὸ προστακτικὸν ἰοῦ, ἀντὶ τοῦ ἐλθέ, καὶ ἐντεῦθεν τὸ ἰού τὸ σχετλιαστικόν. ὀξύνονται δὲ κατὰ τὸν κανόνα· πᾶσα δίφθογγος τελικὴ εἰς υ λήγουσα καὶ ἐφʼ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται πλὴν τοῦ ἰδού καὶ ἰού. οὕτως τὸ μὲν ἰδού καὶ ἰού πρὸς ἀντιδιαστολήν, τὸ δὲ ου οὐ πρὸς ἀντιδιαστολὴν τῆς ου ἀντωνυμίας ἢ τοῦ ου ἄρθρου ὑποτακτικοῦ — ἤρκει γὰρ πρὸς τὴν ἀντιδιαστολὴν τὸ πνεῦμα· ἐκείνων γὰρ δασυνομένων τοῦτο ψιλοῦται —, ἀλλὰ διὰ τὸ μηδὲν σημαίνειν καὶ ἀνυπαρξίας εἶναι δηλωτικὸν τὸ ου ὁ τόνος ὁ ἀσθενέστερος ἐπετέθη αὐτῷ, ὁ δυνάμενος καὶ μεταβάλλεσθαι καὶ παντελῶς ἀποτίθεσθαι. μεταβάλλεται μὲν γὰρ εἰς βαρεῖαν ὡς ἐν τῇ συνεπείᾳ, ἀποτίθεται δὲ παντελῶς ἐν τοῖς ἐγκλινομένοις, ὡς τὸ ἐγώ εἰμι, ἐγώ φημι· ὀξύνεται δὲ ἀεὶ καὶ οὐδέποτε βαρύνεται τὸ ου διὰ τὸ σχῆμα καὶ τὴν ἀνάτασιν τῆς κεφαλῆς τοῦ ἀπαρνουμένου. ὁ μὲν γὰρ κατατιθέμενος καὶ τὸ ναί λέγων διὰ σχήματος τὴν συγκατάθεσιν ποιούμενος κλίνει τὴν κεφαλήν, ὁ δὲ ἀπαρνούμενος πρὸς τὸ ὄρθιον σχηματίζει αὐτήν: — λαμβάνομαι τὸ στόμα, κλείω κατέχω: —

<!-- 251 -->γράφεται ἐστάλην: — οὐ καταλείψω τὸ τέμενος τῆς θεοῦ, εἰ μή ποτε ἀποθάνω καὶ τὸ λείψανον ληφθῇ ἐντεῦθεν, ἐπεὶ οὐ θέμις ἐν ἱερῷ νεκρὸν σῶμα εἶναι. εἰ δὲ μὴ ἀποθάνω, ἀλλʼ ἐν ζῶσι τυγχάνω, οὔποτε τοῦτο λείψω: —

<!-- 256 -->προεκδώσω ἐμαυτὴν πρὸ τοῦ ἐλθεῖν τὸν Πύρρον: — ἀλλʼ οὐδʼ ἐγὼ ἐμαυτὴν ἂν ἐκδοίην σοι πρὶν ἐλθεῖν τὸν ἄνδρα σου: —

<!-- 257 -->πῦρ σοι προσοίσω: ὅτι ἔθος ἦν πῦρ προσφέρειν τοῖς εἰς βωμὸν καταφεύγουσιν: — τὸ σὸν συμφέρον προνοήσω: —

<!-- 260 -->ἀντὶ τοῦ αἵμασσε. ὡς χρύσου· ὅτε δὲ περισπᾶται παθητικόν ἐστιν. ᾑμάτουν ᾑμάτους ᾑμάτου αἱμάτου ὡς ἐχρύσουν ἐχρύσους ἐχρύσου χρύσου: — μετέρχεται: —

<!-- 261 -->ὦ βάρβαρε καὶ ἀναιδεστάτη: —

<!-- 262 -->τολμᾷς καὶ φέρεις: —

<!-- 264 -->ἄγρευμα, ἀπὸ μεταφορᾶς τῶν ἰχθύων: —

<!-- 266 -->ἰσχυρῶς καθιδρυμένη: —

<!-- 267 -->τετηγμένος. τοῖς γὰρ ἀνδριᾶσι πρὸς ἀσφάλειαν μόλιβδος περιχέεται: —

<!-- 269 -->πέποιθα: πέποιθα αὐτῷ: — δεινόν ἀντὶ τοῦ δυνατόν· ὁ δὲ νοῦς· δυνατόν ἐστι τῶν θεῶν τινα τῶν μὲν ἀγρίων θηρίων θεραπείαν καταστῆσαι, τῆς δὲ δεινοτέρας γυναικὸς οὐδεὶς εὑρίσκει θεραπείαν: — ἄλλως: δεινόν ἐστιν τῶν θεῶν τινα τῶν μὲν ἀγρίων θηρίων θεραπείας καταστῆσαι τοῖς ἀνθρώποις, τῆς δὲ γυναικὸς τῆς δεινῆς μὴ εὑρεῖν θεραπείαν: —

<!-- 271 -->χείρονα: —

<!-- 272 -->γυναικός: ἀντὶ πληθυντικοῦ τοῦ γυναικῶν· ὁ δὲ νοῦς· τῶν δὲ γυναικῶν οὐδεὶς φάρμακα ἐξεύρηκέ πω, ἅπερ γύναιά ἐστιν ἐχίδνης καὶ πυρὸς περαιτέρω: —

<!-- 274 -->ὄντως μεγάλων κακῶν ἐγένετο ἀρχή: —

<!-- 277 -->ὁ Ἑρμῆς. μέμνηται τῆς ἱστορίας ἐκείνης ἔνθα περὶ τοῦ μήλου ἦλθον κριθησόμεναι Ἥρα καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη παρὰ τῷ Πάριδι. τοιαῦτά ἐστιν καὶ τὰ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν «ἴδεν δή ποτε μηλοτρόφω ἀγενηλιτὴει τὴν τῆς Ἴδης τριολύμπιον ἅρμα»· ἔνιοι δὲ ἐψεῦσθαί φασι τὴν κρίσιν τῶν θεῶν, καθάπερ Ἀντικλείδης· «τρία γάρ ἐστι τῶν. ἐπιχωρίων γύναια μαχλὰ εἰς τὴν τῆς εὐμορφίας κρίσιν καταστάντα». Χρύσιππος δὲ ἐν Ἠθικῶν ι λογισάμενον τὸν Πάριν τίνος δεῖ μᾶλλον ἀντέχεσθαι, πολεμικῆς ἀσκήσεως ἢ ἐρωτικῆς ἢ βασιλικῆς, νεῦσαι μᾶλλον εἰς τὰ ἐρωτικὰ καὶ οὕτως τὸν τῆς κρίσεως μῦθον συντεθῆναι: —

<!-- 278 -->τὸ κάλλιστον: —

<!-- 279 -->τὸ ἑξῆς· ἔριδι εὐμορφίας: — ηὐξημένον: —

<!-- 280 -->ἐπὶ τὰς ἐπαύλεις τοῦ βουκόλου Πάριδος καὶ πρὸς αὐτὸν τὸν μονότροπον νεανίαν βουκόλον καὶ πρὸς τὴν αὐλὴν τὴν οἰκουμένην μὲν, ἔρημον δὲ γυναικὸς καὶ παίδων. ἢ τὴν ἐν ἐρημίᾳ οὖσαν: —

<!-- 281 -->ποιμένα βουκόλον. ἐπὶ τὰς ποιμενικὰς ἐπαύλεις. βουκόλοι δὲ κοινῶς οἱ νομεῖς ἀπὸ τοῦ ἐπιφανεστέρου ζῴου: —

<!-- 282 -->τὴν ἔπαυλιν τὴν ἔχουσαν ἐν αὑτῇ οἴκησιν. ἢ ἑστίαν ἔχουσαν ἐν αὑτῇ, οἰκουμένην. διαφέρει δὲ σταθμὸς καὶ αὐλή· ὁ μὲν γὰρ σταθμὸς οἰκητήριον θρεμμάτων, ἡ δὲ αὐλὴ ἀνδρῶν οἰκητήριον: —

<!-- 285 -->οὐρείων πιδάκων: παρὰ Ῥοδίῳ ὄντως λουτρὰ δεικνύουσιν ὅπου μυθεύουσι τὰς θεὰς ἀπολούσασθαι. καὶ περὶ τούτων δὲ Ἀντικλείδης ἱστόρησεν: —

<!-- 287 -->ἔβαν δὲ πρὸς τὸν Πριαμίδαν Ἀλέξανδρον ἐπαγγελίαις λόγων βλαπτόντων αὐτὸν καὶ τὴν πόλιν αὐτοῦ ἀπατῶσαι καὶ ἐφελκόμεναι: — λείπει ἡ πρός: —

<!-- 288 -->τινὲς γράφουσιν δυσφόρων, ἵνʼ ᾖ· ὑπερβολαῖς λόγων δυσφόρων ἑαυτὰς ὑβρίζουσαι, ὡσεὶ ἔλεγεν· ἐριστικοῖς λόγοις διαμαχόμεναι πρὸς ἀλλήλας καὶ οἷον παραβάλλουσαι τὰ κάλλη ἀλλήλων καὶ συγκρίνουσαι ἐν φιλονεικίᾳ: — βλαπτικῶν: —

<!-- 289 -->ἀντὶ τοῦ ἐρεθίζουσαι, ὡς ὁ ποιητὴς «παραβλήδην ἀγορεύων». τινὲς δέ· παραλογιζόμεναι ταῖς ἐπαγγελίαις καὶ ἀφαιρούμεναι αὐτὸν τοῦ φρονεῖν: — ἠπάτησεν ἐφειλκύσατο: —

<!-- 290 -->τέρπειν δυναμένοις: —

<!-- 291 -->πόρθησιν καὶ ταραχήν. βίου σύγχυσιν τῇ Τροίᾳ κατασκευάζουσαν: —

<!-- 292 -->λείπει τὸ ἔχουσιν: —

<!-- 293 -->ἀλλʼ εἴθʼ ὑπὲρ κεφαλᾶς: κατὰ κεφαλῆς, ἀντὶ τοῦ· εἴθε κατεκρήμνισεν αὐτόν: — εἴθε ὑπὲρ κεφαλῆς Πάριδος ἔβαλεν θάνατον ἡ τεκοῦσα τὸν Πάριν: — ἄλλως: ἀντὶ τοῦ ἀνεῖλεν. κατʼ ὄναρ θεασαμένη ἡ Ἑκάβη ὅτι λαμπάδα ἐγέννησεν ἅμα τῷ τεχθῆναι τὸν Ἀλέξανδρον, ἐδυσφόρει καὶ ἤρετο τοὺς μάντεις. οἱ δὲ ἔφασκον χρῆναι τὸ τεχθὲν φονεύειν· ἡ δὲ ἐξέθηκεν αὐτὸ μὴ τολμῶσα φονεῦσαι, καὶ αὐτὸ λαβὼν ποιμὴν ἐν τῇ πήρᾳ τέθεικεν, ὅπως διατρέφοι· διὸ καὶ Πάρις ὠνομάσθη, ὁ ἐν τῇ πήρᾳ τραφείς: —

<!-- 296 -->ἀντὶ τοῦ· κατέχουσα μαντικὴν δάφνην. τοῦ γὰρ θεοῦ συγγενέσθαι αὐτῇ βουληθέντος, ἔφη μὴ πρότερον ἑαυτὴν ἐκδώσειν εἰς κοινωνίαν, εἰ μὴ λάβοι παρʼ αὐτοῦ δῶρον τὴν μαντικήν. τοῦ δὲ θεοῦ χαρισαμένου, ἠρνήσατο τὴν κοινωνίαν. διὸ ἀγανακτήσας ὁ Ἀπόλλων τὴν μὲν μαντικὴν ἅπαξ χαρισάμενος οὐκέτι ἀφείλετο, ἀπιστεῖσθαι δὲ αὐτὴν πεποίηκεν· ὅθεν καὶ περὶ τοῦ Πάριδος προειποῦσα ἠπιστήθη: — ἠπιστεῖτο ἡ Κασσάνδρα μαντευομένη, ἐπεὶ ἠπάτηκε τὸν Ἀπόλλωνα περὶ γάμων: —

<!-- 303 -->οἰκήσεις τοῦ Νεοπτολέμου. ἐνταῦθα αἰχμαλωτισθεῖσα: —

<!-- 304 -->ἔπαυσεν ἀπήλλαξεν: — λυπηρούς: —

<!-- 305 -->περὶ οὓς πόνους ἐπλανῶντο κατὰ τὴν Τροίαν ἐπὶ δέκα ἔτη: — οὐκ ἂν συνέβη ὁ πόλεμος εἰ ἐφονεύθη ὁ Ἀλέξανδρος: —

<!-- 308 -->ἔρημοι ἄμοιροι: —

<!-- 309 -->τὸν Μολοττὸν ἄγων ταῦτα λέγει: —

<!-- 310 -->ἔξω παρέθου: —

<!-- 311 -->ἔλεγες ἐκόμπαζες ἐνόμιζες: — ἄγαλμα ξόανον: —

<!-- 312 -->ἀπὸ κοινοῦ τὸ ηὔχεις: —

<!-- 313 -->ἐμοῦ τοῦ Μενελάου, δεικτικῶς: —

<!-- 315 -->φονευθήσεται: —

<!-- 316 -->σκέψαι: —

<!-- 319 -->ὦ φήμη, ὦ ὑπόνοια, ὦ δόκησις. δόξαν γὰρ νῦν τὴν ὑπόνοιάν φησι παρόσον ἡ ὑπόνοια πολλοῖς τῶν ἀνθρώπων ὄγκον περιτίθησιν καὶ μεῖζον ἢ εἰσὶν ὑπολαμβάνειν παρασκευάζει περὶ αὐτῶν: —

<!-- 320 -->οὐκ ἐντελέσιν ὑπάρχουσιν: — ὕψωσας: —

<!-- 321 -->τοὺς μὲν ἀληθῶς εὐκλεεῖς μακαρίζω, τοὺς δὲ ψευδῆ ἔχοντας ὑπόνοιαν οὐκ ἀξιῶ εὐδαίμονας καλεῖσθαι, τῆς τύχης τούτοις χαρισαμένης ἀκρίτως φρονεῖν μέγα ἐπὶ εὐτυχίᾳ, μὴ ἐπὶ εὐδοξίᾳ. ἡ μὲν γὰρ ἀληθὴς εὐδοξία ἐκ πόνου καὶ ἀρετῆς παραγίνεται, ἡ δὲ ψευδὴς ἀπὸ τύχης: —

<!-- 322 -->μακαρίζω: — ἀντὶ τοῦ· ἀξίους κρίνω θαυμάζεσθαι: — ἀντὶ τοῦ ἔχοντας: —

<!-- 324 -->ἐπιλέκτοις ἐκκρίτοις: —

<!-- 325 -->τὴν Τροίαν ἀφείλου τὸν Πρίαμον. σχῆμα δέ ἐστιν Ἀττικόν: —

<!-- 326 -->ἀντὶ τοῦ· μὴ προκοψάσης εἰς ἡλικίαν. καταισχύνει δὲ αὐτὸν ὅτι ὑπὲρ τηλικαύτης ἀδίκως προίσταται: — παιδικὴν ἡλικίαν ἐχούσης: —

<!-- 327 -->ἐθυμώθης ἐθρασύνθης ἐπήρθης: —

<!-- 329 -->οὔτε σὲ τῆς Τροίας ἄξιον νομίζω οὔτε σοῦ τὴν Τροίαν ἀξίαν νομίζω: — ὁ νοῦς· οὔτε ἡ Τροία ὑπὸ σοῦ τοιούτου ὄντος ἀξίως ἑάλω οὔτε σὺ ἀξίως αὐτῆς ἀνεῖλες αὐτήν. τῇ τε γὰρ Τροίᾳ ἄδοξόν ἐστιν καθὸ ὑπὸ σοῦ ἀπώλετο, σύ τε οὐκ ἄξιος ἦς τὴν Τροίαν ἀπολέσαι· ὡς εἴ τις ἐκ τοῦ ἐναντίου λέγοι· τῷ Ἀχιλλεῖ ἔνδοξον ἦν τὸν Ἕκτορα ἀποκτεῖναι ὡς καὶ τῷ Ἕκτορι ὑπὸ Ἀχιλλέως ἀναιρεθῆναι. ὡς εἴ τις εἴποι· ἔπρεπεν τῷ Ἡρακλεῖ τὴν Ἴλιον πορθῆσαι καὶ τῇ Ἰλίῳ ὑπὸ Ἡρακλέους ἁλῶναι: —

<!-- 330 -->Δίδυμος μέμφεται τούτοις ὡς παρὰ τὰ καθεστῶτα· σεμνότεροι γὰρ οἱ λόγοι ἢ κατὰ βάρβαρον γυναῖκα καὶ δυστυχοῦσαν: — ἐκ τῶν δορυφορούντων: —

<!-- 331 -->τὰ κατὰ τὴν φρένα καὶ τὴν ψυχὴν ὅμοιοί εἰσιν τοῖς ἀνοήτοις· ὡς καὶ νῦν ὁ Μενέλαος, δοκῶν εἶναι φρόνιμος διὰ τὴν τῆς τύχης ὑπεροχὴν, ἐλέγχεται ὡς ἀνόητος. τοὺς γὰρ φρονίμους περιττοὺς ἐκάλουν οἱ παλαιοί: —

<!-- 332 -->εἰ μὴ ἄρα πλούτῳ ὑπερέχουσιν: —

<!-- 335 -->τὸ μίασμα τοῦ φόνου ἀδύνατον αὐτὴν ἐκφυγεῖν· ἐμιάνθη γὰρ ὡς φόνον ποιήσασα. δόξεις δὲ παρὰ πολλοῖς καὶ σὺ τοῦτον τὸν φόνον ἠγωνίσθαι· ἡ γὰρ χρεία τοῦ συνδρᾶσαι τῇ θυγατρὶ ἀναγκάσει σε μὴ ἐκφυγεῖν τὸ μύσος: —

<!-- 336 -->μόλυσμα, ἄγος ὑποστήσῃ: —

<!-- 337 -->φόνον· τὸ συνδρῶν: ὡς γειτνιῶν, οὕτω συνδρῶν καὶ πάντα τὰ τῆς δευτέρας συζυγίας: —

<!-- 338 -->ὑπεξέλθω ἐκδράμω. λείπει δὲ τὸ ὥστε· ὥστε μὴ θανεῖν: —

<!-- 341 -->ἀντὶ τοῦ ἐκάλει: —

<!-- 342 -->ἐξελεύσεται ὃν αὐτὸν δεῖ τρόπον. ἀντὶ τοῦ· διαπράξεται ἃ δεῖ καὶ ἐλεύσεται εἰς ἃ πρέπον ἐστίν: — καὶ ἄλλως: ὁρμήσει πορεύσεται ὡς πρέπει, μετὰ τῆς δεούσης σπουδῆς: —

<!-- 343 -->πράττων: —

<!-- 344 -->πρὸς γάμον διδούς: —

<!-- 346 -->ψεύσεται  <span class="gap">…</span> τινὲς οὕτως· ψευδῆ σε νομίσει ὁ ἀκούων καὶ οὐ πεισθήσεται: —

<!-- 347 -->τίς ἐθελήσει γυναῖκα λαβεῖν, διὰ ζηλοτυπίαν ἀπερριμμένην; ἀρετὴ γὰρ γυναικὸς μὴ μνησικακεῖν ἀνδρὶ ἔχοντι πρὸς ἄλλην κοινωνίαν καὶ τοιαύτην ἂν εὔξαιντο πολλοὶ γῆμαι· αἰσχύνη δὲ τὸ ζηλοτυπίαν νοσεῖν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ ὀργισθεὶς ὁ Νεοπτόλεμος ἐπὶ τῇ ζηλοτυπίᾳ ταύτῃ ἐκβάλῃ τῶν οἴκων αὐτήν, οὐδεὶς ἐθελήσει αὐτὴν γῆμαι διὰ ζηλοτυπίαν ἀπερριμμένην: —

<!-- 350 -->εἰς πόσας παλλακίδας: —

<!-- 351 -->τί ἂν βούλοιο; ἆρα πολλοῖς ἀνδράσιν ἐκδοῦναί σου τὴν θυγατέρα ἢ παθεῖν ἃ λέγω; τινὲς δὲ οὕτως· βέλτιόν ἐστιν ἀνέχεσθαι πολλῶν εὐνῶν, ὅ ἐστι· φέρειν τὸν ἄνδρα εἰ καὶ πολλαῖς παλλακίσι χρῷτο, ἢ ταῦτα ὑποστῆναι ἃ ἐγὼ λέγω: —

<!-- 352 -->κινεῖν: —

<!-- 354 -->θέλει εἰπεῖν ὅτι μὴ ἐξομοιοῦ τῇ θυγατρί σου· ἀναιδὲς γὰρ τὸ γυναικεῖον γένος: —

<!-- 356 -->ἄγονον καθιστῶμεν, ὡς αὐτὴ λέγει, ἐκτιτρώσκειν ποιοῦμεν: —

<!-- 357 -->οὐ γὰρ οἱ βώμιοι πίπτοντες ἑκόντες καὶ οὐκ ἄκοντες ληψόμεθα τὴν τιμωρίαν παρὰ τῆς Θέτιδος; ἐν ἐρωτήσει δὲ ἀναγνωστέον. οὐ δώσομεν, φησὶ, τὴν δίκην ἐν τοῖς σοῖς γαμβροῖς εἰς τοὺς βωμοὺς αὐτῶν καταφεύγοντες: — τῷ βωμῷ προσπίπτοντες, καταφεύγοντες: —

<!-- 358 -->ὑποστησόμεθα. ληψόμεθα: —

<!-- 359 -->τῷ Νεοπτολέμῳ: — οἷσιν οὐκ ἐλάσσονα: ἐν οἷς ἀποδειχθήσομαι οὐχ ἧσσον ἢ εἰς ὑμᾶς ἁμαρτάνουσα καὶ τιμωρηθήσομαι ὑπʼ ἐκείνων τὸ περὶ ἐκείνους παρανενομημένον: —

<!-- 360 -->γράφεται ἀπαιδίαν: — ἀνόητος ἐλεγχομένη: —

<!-- 361 -->οὐ φαρμακεύομεν τὴν σὴν παῖδα: —

<!-- 362 -->ἕν σου δέδοικα: δέδοικα μὴ διὰ τὴν Ἑρμιόνην με ἀπολέσῃς, ὥσπερ διὰ τὴν Ἑλένην τὴν Τροίαν: — Δίδυμος μέμφεται πᾶσι τούτοις ὡς παρὰ τὸν καιρὸν καὶ τὰ πρόσωπα: —

<!-- 364 -->ἀντὶ τοῦ· ἀπηνῶς, ὑπὲρ τὴν τύχην: — ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας: ὡς γυνὴ λόγους ποιουμένη πρὸς ἄρσενας, θρασέως ἔλεξας καί σου ἡ σωφροσύνη τῆς διανοίας ἔξω ἐξέπεσεν· ἀπὸ μεταφορᾶς τῶν τοξευόντων ὑπὲρ τὸν σκοπόν: —

<!-- 365 -->καί σου τὸ σῶφρον: καὶ τῆς φρενός σου τὸ σῶφρον ἐξέπεσε τοῦ προσήκοντος, τουτέστιν· παρὰ τὸν δέοντα λογισμὸν ἐφθέγξω λοιδορησαμένη ἄγαν θρασέως τῷ Μενελάῳ: — ἄλλως: ἔξω, φησὶ, τοῦ σκοποῦ ἔβαλες καὶ παρέδραμες καὶ πλέον ἢ κατὰ γυναῖκα ἐπαρρησιάσω: —

<!-- 366 -->καὶ μοναρχίας οὐκ ἄξια: τὸ κρατῆσαι σοῦ, φησὶν, οὐκ ἔστιν τῆς ἐμῆς στρατηγίας ἄξιον, οὔσης αἰχμαλώτου, ἀλλʼ ἐπειδὴ ὑπὲρ θυγατρὸς κάμνω καὶ τούτου χρείαν ἔχω, μέγα τοῦτο νομίζω: —

<!-- 369 -->τοῦτʼ ἔσθʼ ἑκάστῳ: δοκεῖ ἐνταῦθα εὐτελίζων τὸ τῆς Τροίας κατόρθωμα ἐναντιοῦσθαι τῷ ἑξῆς· φησὶ γὰρ· ἐπεὶ πλεῖστον ἀναλώσας ψυχῆς μόριον Τροίαν εἷλον καὶ μητέρα σήν. ἔστιν οὖν ὁ νοῦς οὕτως· καλῶς ἐγίνωσκον ὅτι ἑκάστῳ ἀνδρὶ ἡ κατεπείγουσα χρεία τιμιωτέρα νομίζεται τοῦ πορθῆσαι τὴν Τροίαν, οὕτως καὶ νῦν ἐμοὶ πολὺ μεῖζον φαίνεται τὸ βοηθῆσαι τῇ θυγατρί μου μᾶλλον ἢ τὸ πορθῆσαι τὴν Τροίαν, ἀντὶ τοῦ· ἀναγκαιότερον τοῦτο ἡγοῦμαι ἢ ἐκεῖνο. μὴ οὖν διὰ τοῦτο κρῖνε ἐμὲ ἀνάξιον τῆς Τροίας, ὅτι συναγωνίζομαι τῇ θυγατρί μου: — ἄλλως: κἀκεῖνοι γὰρ ἐπεθύμουν πορθῆσαι τὴν Τροίαν καὶ τοῦτο αὐτοῖς ἐφάνη μεῖζον· καὶ νῦν ἐμοὶ τὸ προκείμενον πρᾶγμα μεῖζον ἤπερ ἡ Τροία: —

<!-- 370 -->κἀγὼ θυγατρὶ σύμμαχος καθίσταμαι· τὸ γὰρ λέχους στέρεσθαι μέγα κρίνω: — δοκιμάζω ἡγοῦμαι: —

<!-- 372 -->ὀλίγα: —

<!-- 375 -->τοὺς ἐμοὺς ἰδίους. τὴν θυγατέρα φησίν: —

<!-- 377 -->παρὰ τὸ «κοινὰ τὰ τῶν φίλων»: —

<!-- 378 -->μένων δὲ τοὺς ἀπόντας: ἐπειδὴ εἶπεν ἡ Ἀνδρομάχη ὅτι ἀνάμεινον τὸν Νεοπτόλεμον, λέγει ὅτι ἐξουσίαν ἔχω τῶν δούλων, ὥστε καὶ χωρὶς αὐτοῦ τιμωρεῖσθαι: —

<!-- 383 -->ἀνάγκη ἐστὶ τῷ ἑτέρῳ ἀποθανεῖν: — γράφεται δυοῖν ἀνάγκη θατέρῳ λιπεῖν βίον: —

<!-- 384 -->κλῆρον ψῆφον: — ἐκλογήν: —

<!-- 385 -->τὸ ζῆν δηλονότι: —

<!-- 386 -->καὶ μὴ λαχοῦσα: καὶ λαχοῦσα τὸ ζῆν ἀθλία εἰμὶ διὰ τὸ μέλλειν τὸν παῖδά μου φονεύεσθαι καὶ μὴ λαχοῦσα πάλιν δυστυχῶ ὡς μέλλουσα φονεύεσθαι: — καὶ μὴ λαχοῦσα: κἄν τε γὰρ ἕλωμαι τὸ ἐμὲ τελευτῆσαι, δεινόν, κἄν τε τὸ ἕτερον, τὸ τὸν παῖδα ἀπολέσθαι, πάνδεινον: — καὶ ἐὰν τὸ μὴ ζῆν ἐκλέξωμαι, δυστυχὴς ἔσομαι: —

<!-- 391 -->ἐρωτηματικῶς: —

<!-- 393 -->ἀντὶ τοῦ· ἀλλὰ τὴν ἀρχὴν ἐάσας πρὸς τὴν ἀναίτιον φέρῃ: — ἀλλὰ τὴν ἀρχήν: ἀλλὰ τὴν ἀρχὴν τοῦ πράγματος ἀφεὶς πρὸς τὴν τελευτὴν φέρῃ ὑστέραν οὖσαν· τὸ γὰρ τέλος τῆς ἀρχῆς δευτερεύει καὶ ὑστερεῖ: —

<!-- 396 -->τὸ ἄχθος ἐπὶ τῷ ἄχθει τῆς δουλείας τὸ καὶ δοῦλον παῖδα τεκεῖν: —

<!-- 397 -->ἀτὰρ τί ταῦτʼ ὀδύρομαι: ἐπεὶ εἶπεν τί δέ με καὶ τεκεῖν ἐχρῆν ὡς ἐπιλαβομένη ἑαυτῆς ἐπήγαγεν ἀτὰρ τί ταῦτʼ ὀδύρομαι μικρὰ ὄντα πρὸς σύγκρισιν τῶν παρελθόντων, τῆς τε σφαγῆς Ἕκτορος καὶ τῆς Ἰλίου ἁλώσεως καὶ τοῦ αἰχμάλωτον αὐτὴν ληφθῆναι. τὰ ἐν ποσὶν οὖν τὰ περιέχοντα. ὁ δὲ νοῦς οὕτως· περιττὸν ὅλως τὸ θρηνεῖν· βέλτιον γὰρ ἀποθανεῖν ἢ ζῆν τοιαῦτα πεπονθυῖαν: — ἄλλως: ἀτὰρ τί ταῦτʼ ὀδύρομαι: τὰ κατὰ τὴν πατρίδα καὶ τὴν ἐκ πολεμίου παιδοποιΐαν τί ὀδύρομαι λόγοις, ἥτις τούτων τὸ δεινὸν αὐταῖς ὄψεσιν προεθεώρησα, σφαγὰς Ἕκτορος, Ἴλιον πυρπολούμενον, τὴν πεῖραν τῆς αἰχμαλωσίας, τὰ δὲ πλησίον ὄντα κακὰ οὐ δακρύω οὐδὲ ἀναζητῶ; λέγει δὲ τὴν ἐπιβουλὴν Μενελάου. ἀρχὴν δὲ ποιεῖται τοῦ θρηνεῖν τῷ τί δῆτʼ ἐμοὶ ζῆν ἡδύ: — τὰ πλησίον, τὰ νῦν με περιέχοντα κακά. λέγει δὲ τὴν ἐπιβουλὴν Μενελάου: —

<!-- 398 -->οὐκ ἐξικμάζω: οὐκ ἀναζητῶ. ἀπὸ τῶν θλιβόντων ἡ μεταφορά. ἀντὶ τοῦ· οὐκ ἐρευνῶ καὶ ἀκριβολογοῦμαι: — οὐ δακρύω, παρὰ τὴν ἰκμάδα: —

<!-- 399 -->τὰς διὰ τῶν τροχῶν γινομένας. ἢ ἑλκυσθείσας: —

<!-- 401 -->δούλη γενομένη: —

<!-- 403 -->νυμφευθεῖσα ἦλθον: —

<!-- 404 -->ἀντὶ τοῦ· περιττὸν τὸ θρηνεῖν· βέλτιον γὰρ τὸ ἀποθανεῖν ἢ ζῆν τοιαῦτα πεπονθυῖαν: —

<!-- 408 -->οὐ δῆτα τοὐμοῦ γʼ: οὐχ ἕνεκα τοῦ ἐμοῦ βίου προήσομαι αὐτὸν ἀποθανεῖν: — ἄλλως: οὐκ ἐάσω αὐτὸν ἀποθανεῖν ἵνα ἀθλία γένωμαι: —

<!-- 409 -->ἐν τῷδε μὲν γὰρ ἐλπίς: νέος ὢν, φησὶν, οὗτος ἐλπίδα ἔχει καὶ βασιλεύσειν, εἰ σωθείη τοῦ παρόντος κινδύνου: —

<!-- 411 -->ἥδε χειρία: ὑπὸ χειρί, ὑπʼ ἐξουσίᾳ: — ἄλλως: ἰδοὺ ἐγὼ πρὸς τὸ φονεύειν ὑποχείριος γίνομαι: —

<!-- 412 -->κρεμάσαι: — πνῖξαι: —

<!-- 414 -->στείχω πρὸς Ἅιδην· ἢν δʼ ὑπεκδράμῃς: ἐὰν ἐκφύγῃς τὰς χεῖρας τῶν περὶ Μενέλαον καὶ ζήσῃς, μέμνησο τῆς σῆς μητρός: — ἄλλως: ἐὰν προκόψῃς εἰς βίον, ὅ ἐστιν· ἐὰν ἀνδρωθῇς: —

<!-- 417 -->περιβάλλων: —

<!-- 418 -->ὑπέμεινα: —

<!-- 419 -->ὅστις δʼ αὔτʼ ἄπειρος ὢν ψέγει: ὅστις δὲ τὰ ὑπʼ ἐμοῦ ῥηθέντα ὑπὲρ τέκνων ψέγει ἄπειρος ὢν τέκνων καὶ μὴ εἰδὼς τὴν ἐπʼ αὐτοῖς ἀλγηδόνα — διὸ καὶ δυστυχῆ νομίζων τὴν ἀπαιδίαν εὔχεται τέκνων τυχεῖν, ἀγνοῶν ὅτι εὐδαίμων ἐστίν —, ἐν ὅσῳ ἄπαις τυγχάνει, δυστυχεῖ, κατὰ δὲ τὸ ἀπολελύσθαι τῆς τῶν παίδων φροντίδος εὐδαιμονεῖ. τινὲς δὲ οὕτως ὅτι τὸ ἧσσον ἀντὶ τοῦ οὐδʼ ὅλως· ὁ ἄπαις, φησὶν, ἀπήλλακται τῆς περὶ τοὺς παῖδας ἀλγηδόνος, δυστυχῶν δὲ διʼ ἀπαιδίαν, εἰ δὴ δυστύχημα, ὥς τινες οἴονται, ἄλλως ἐστὶν εὐδαίμων καὶ μακάριος ἄφροντις ὤν. δύναται δὲ καὶ τὸ δυστυχῶν ἀντὶ τοῦ ἀτυχῶν: — ἄλλως: ὅστις δὲ τὰ ὑπʼ ἐμοῦ ῥηθέντα ὑπὲρ τέκνων ψέγει, λέγων ὡς ἰσόψυχα τοῖς ἀνθρώποις οὐκ εἰσὶ τὰ τέκνα, ὁ τοιοῦτος κατὰ μὲν τὸ εἶναι ἄτεκνος δυστυχεῖ, κατὰ δὲ τὸ ἀπολελύσθαι τῆς τῶν παίδων φροντίδος εὐδαιμονεῖ: —

<!-- 421 -->ἠλέησα: —

<!-- 422 -->ἀλλότριος: — τύχῃ: —

<!-- 425 -->περιστρέψαντες περιδήσαντες: —

<!-- 428 -->ᾧ σʼ ὑπήγαγον: ᾧ λογισμῷ σε ἔπεισα καὶ ἐδελέασα καὶ ἐξηπάτησα καὶ παρετρεψάμην: —

<!-- 434 -->οὖσα ὑπάρχουσα: —

<!-- 435 -->ἠπάτησας: —

<!-- 437 -->ὄντως: — σεσοφισμένα: —

<!-- 439 -->τὰ θεῖα δʼ οὐ θεῖʼ οὐδʼ ἔχειν: τὰ δὲ θεῖα οὐ θεῖα ἡγῇ οὐδὲ ἔχειν αὐτὰ δίκην, ὅ ἐστιν· ἀναιρεῖς τὰ θεῖα καὶ τὸ παρʼ αὐτοῖς δίκαιον: —

<!-- 440 -->ὅταν τόδʼ ᾖ, τάδʼ οἴσομεν: ὅταν δοκῇ τῷ θεῷ καὶ ἐνστῇ τὸ τιμωρηθῆναι ἡμᾶς ὡς εἰς αὐτὸν ἀσεβοῦντας, ὑπομενοῦμεν τότε· ἐπὶ μέντοι τοῦ παρόντος οὐδεμία ἀναβολὴ τῆς σῆς ἀναιρέσεως: — ὑποστησόμεθα: —

<!-- 444 -->οὔκουν θρασεῖά γʼ αὐτόν: θρήνει αὐτὸν, φησίν· οὐ γὰρ ἀσφαλὴς αὐτῷ ὑπόκειται ἐλπὶς ζωῆς. αἰνίττεται δὲ ὅτι ἡ Ἑρμιόνη αὐτὸν ἀναιρήσει: — ἄλλως: θαρρεῖν ποιοῦσα, θάρρος ἔχουσα τοῦ ζῆν. οἱ γὰρ ζῶντες θαρσύνονται: —

<!-- 445 -->ὦ πᾶσιν ἀνθρώποισιν: ταῦτα ἐπὶ τῷ Ἀνδρομάχης προσχήματί φησιν Εὐριπίδης λοιδορούμενος τοῖς Σπαρτιάταις διὰ τὸν ἐνεστῶτα πόλεμον. καὶ γὰρ δὴ καὶ παρεσπονδήκεσαν πρὸς Ἀθηναίους, καθάπερ οἱ περὶ τὸν Φιλόχορον ἀναγράφουσιν. εἰλικρινῶς δὲ τοὺς τοῦ δράματος χρόνους οὐκ ἔστι λαβεῖν· οὐ δεδίδακται γὰρ Ἀθήνησιν. ὁ δὲ Καλλίμαχος ἐπιγραφῆναί φησι τῇ τραγῳδίᾳ Δημοκράτην. ἑξῆς δὲ αὐτοὺς εἴς τε τὰ ἄλλα καὶ φιλοχρηματίαν κακῶς λέγει. καὶ Ἀριστοτέλης δὲ τοῦτο ἱστορεῖ ἐν τῇ τῶν Λακώνων πολιτείᾳ καὶ τὸ ὑπὸ θεοῦ αὐτοματισθὲν προστίθησιν ἔπος «ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἄλλο δέ γʼ οὐδέν». φαίνεται δὲ γεγραμμένον τὸ δρᾶμα ἐν ἀρχαῖς τοῦ Πελοποννησιακοῦ πολέμου: —

<!-- 448 -->ἑλικτὰ κοὐδὲν ὑγιές: περικυκλοῦντες ψευδέσι λόγοις τὴν ἀλήθειαν καὶ μὴ κατʼ εὐθεῖαν ἃ φρονεῖτε λέγοντες: — ἑλικτὰ κοὐδὲν ὑγιές: πανοῦργα, οὐχ ἁπλά. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν παρὰ γεωμέτραις γραμμῶν: —

<!-- 454 -->νενόμισται δεδοκίμασται: —

<!-- 455 -->ἐπορθήθη: —

<!-- 456 -->ὅς σε πολλάκις δορί: ὅστις σὲ πολλάκις ἀντὶ τοῦ ἐπὶ τῆς παρατάξεως ἑστάναι καὶ πολεμεῖν ναύτην κακὸν ἐποίησεν διωκόμενον. τὸ γὰρ ναύτην κακὸν πρὸς τοῦτο εἶπεν, ὅτι φεύγων τὴν ἐν τῷ πεδίῳ μάχην εἰς τὰς ναῦς κατέφυγεν: — ἄλλως: εἰς τὰς ναῦς εἱλούμενος καὶ διωκόμενος. ἐκείνων δʼ ἂν εἴη τῶν ἐπῶν μεμνημένος· «εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι νῆες, ὅσαι πρῶται εἰρύατο»: —

<!-- 457 -->ναύτην ἔθηκεν: ἀντὶ τοῦ ἵστασθαι ἐπὶ τῆς χέρσου καὶ μάχεσθαι ναύτην ἔθηκε κακόν, τουτέστιν· εἰς τὰς ναῦς ἀπεδίωξε τρεψάμενος: — ναύμαχον: — πεζομάχου καὶ ἐπιγείου: —

<!-- 462 -->δυστυχήσω: —

<!-- 463 -->διὰ τοῦτο μὴ καυχῶ: —

<!-- 464 -->διπλᾶ: —

<!-- 466 -->οὐδʼ ἀμφιμάτορας κόρους: τοὺς ἐκ διαφόρων μητέρων, ἐξ ἑνὸς δὲ πατρὸς, οὐδὲ τούτους ἐπαινέσω τοὺς κόρους, λέγω δὲ ἔριδας τῶν οἴκων: —

<!-- 469 -->μίαν μοι στεργέτω πόσις γάμοις: καὶ αὐτὸς μίαν μοι στεργέτω εὐνὴν, τὴν ἐμὴν, καὶ αὐτὴν ἀκοινώνητον ἄλλου ἀνδρὸς, ἀντὶ τοῦ ἄμικτον: —

<!-- 470 -->ἀκοινώνητον ἀνδρὸς εὐνάν: ἀντὶ τοῦ· σώφρονα καὶ μὴ ἐπικοινωνοῦσαν ἑτέρῳ ἀνδρὶ ἢ τῷ γήμαντι μόνῳ νομίμως: — τὸ ἑξῆς· μίαν εὐνήν: —

<!-- 471 -->παρὰ τὸ Ὁμηρικὸν «οὐκ ἀγαθὸν πολυκοιρανίη»: —

<!-- 474 -->πρὸς τὸ φέρειν οὐκ εἰσὶ βελτίονες αἱ διπλαῖ τυραννίδες τῆς μιᾶς: —

<!-- 475 -->ἡ διπλῆ τυραννὶς δηλονότι. ἐκ γὰρ δύο τυράννων κακὸν ἐπὶ κακῷ γίνεται καὶ παρακολουθεῖ: —

<!-- 476 -->καὶ δύο ἐργάταις τέκτοσιν ὕμνων: — τεκτόνοιν θʼ ὕμνοιν: παρὰ τὸ Ἡσιόδου «καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ»: —

<!-- 479 -->ναυτίλους θοαί: καὶ δύο κυβερνῆται ἐν μιᾷ νηὶ διχοστατοῦντες κατὰ τῶν πηδαλίων γίνονται καὶ οὐχ ὑπὲρ τῶν πηδαλίων: —

<!-- 480 -->τινὲς στίζουσιν εἰς τὸ κατὰ πηδαλίων, φάσκοντες λείπειν τῷ λόγῳ τὸ ἐπιβλαβεῖς εἰσιν: — δηλονότι τῶν δύο ἢ πλειόνων κυβερνητῶν ἐν τῇ νηΐ: —

<!-- 481 -->σοφῶν τε πλῆθος: τὸ πλῆθος κἂν ᾖ σοφὸν, ἀβουλότερόν ἐστι μιᾶς φρενὸς αὐτοδεσπότου. ὁ δὲ νοῦς· ἐὰν, φησὶ, καὶ φαῦλος ᾖ αὐτοκράτωρ σύμβουλος, κρεῖσσον διοικήσει τὰ πράγματα, εἰ μόνος εἴη, ἤπερ ἐὰν πολλοὶ ὦσιν ἔμπειροι καὶ σοφώτεροι· στασιάζουσι γάρ. βούλεται δὲ ὁρίσασθαι ὅτι ἐν παντὶ πράγματι κρεῖσσόν ἐστιν ὑποτάσσεσθαι ἑνὶ ἢ πολλοῖς: —

<!-- 482 -->αὐτοδεσπότου αὐτεξουσίου: —

<!-- 484 -->ἰσχυρά ἐστιν: —

<!-- 485 -->θέλωσι καιρόν: θέλωσιν αἱ πόλεις, τὰ μέλαθρα. καιρὸν δὲ ἀντὶ τοῦ κέρδος εὐκαιρίαν: — καὶ ἄλλως: ἀπὸ τοῦ ἑνικοῦ μετῆλθεν εἰς τὸ πληθυντικόν. ἀντὶ τοῦ· ὅτε ἐπιτυχίας καὶ εὐκαιρίας λαβέσθαι θέλουσιν: — καλῶς ῥέειν θέλουσι τὰ πράγματα καὶ φέρεσθαι καλῶς: —

<!-- 487 -->διὰ γὰρ πυρός: ὅ ἐστι· πεπύρωται ὡς πῦρ, θερμῶς. εἶπε γὰρ αὐτῇ πῦρ σοὶ προσοίσω: —

<!-- 490 -->ἀνοήτου: —

<!-- 491 -->ἔτι σε πότνια: πρὸς τὴν Ἑρμιόνην, οἷον· ἴσμεν ὅτι μετανοήσεις, ἐὰν πράξῃς· διὸ βέλτιόν σοι μηδὲν προπετὲς ἐργάσασθαι, ἀλλὰ μᾶλλον φιλανθρώπως διατεθῆναι: —

<!-- 492 -->μετατροπή: μεταμέλεια μετάνοια. ἔτι σε, ὦ δέσποινα, ἐγχωρεῖ μεταβουλεύσασθαι: —

<!-- 495 -->συγκεκροτημένον συνεζευγμένον: —

<!-- 496 -->κρίσει θανάτου κατεψηφισμένον: —

<!-- 499 -->κοινωνῶν τῆς ἁμαρτίας: —

<!-- 502 -->συγκεκλεισμένη συνεχομένη συνδεδεμένη: —

<!-- 505 -->μεταφορικῶς ἀπὸ τῶν ὀρνίθων, ἀντὶ τοῦ· ὑπὸ τὴν σὴν μασχάλην: —

<!-- 506 -->πέμπομαι θῦμα δάιον ὑμῶν μέλλων φονεύεσθαι: — κατακεκομμένον σφάγιον: —

<!-- 507 -->ὦ βασιλεῖς, ὦ ἄρχοντες: — πρὸς τὸν χορόν φησιν: —

<!-- 508 -->ὦ Νεοπτόλεμε: — ταῦτα τὸ παιδισκάριόν φησιν: —

<!-- 510 -->διχῶς δύναται νοεῖσθαι κεῖσο ἤδη καὶ κεῖσε ἤδη: —

<!-- 515 -->κατʼ ἐρώτησιν ὁ Μενέλαος· τί πάθητε; ἀπέλθετε εἰς Ἅιδου. τὸ δὲ ἴθʼ ἀντὶ τοῦ· ἴτε πορεύεσθε: —

<!-- 518 -->κρίσις: —

<!-- 519 -->ἄνοια, φησὶ, λείψανον ἐᾶσαι τῶν ἐχθρῶν: —

<!-- 527 -->ἐκτετραμμένον. παρατρεπτικόν: —

<!-- 529 -->λίσσου γούνασι δεσπότου: εἰποῦσα ὡς ἀθώπευτόν γέ σε γλώσσης ἀφήσω τῆς ἐμῆς αὐτὴ μὲν ἐπιμένει τῷ φρονήματι, τῷ δὲ παιδὶ τὸ παρακαλεῖν ἐπιτρέπει. διὰ τοῦ παιδὸς εἰς ὑπόμνησιν φιλοστοργίας παίδων ἄγει τὸν Μενέλαον, μονονουχὶ βοῶσα ὅτι καὶ σὺ παίδων πατὴρ πέφυκας: —

<!-- 530 -->προσεγγίζων: —

<!-- 531 -->συγχώρησόν μοι: —

<!-- 532 -->τήκομαι: — τοὺς ὀφθαλμούς: —

<!-- 533 -->λισσάδος ὡς πέτρας: λείας ὁμαλῆς. τουτέστιν· ὡς ἀπὸ λείας πέτρας καταστάζομαι τοὺς ὀφθαλμοὺς τοῖς δακρύοις: —

<!-- 534 -->λιβὰς ἀνήλιος: ἐγὼ ὡς ἀνήλιος λιβὰς στάζω: — ἢ πολυήλιος, ἐν ἡλίῳ οὖσα, ἢ ἥλιον μὴ ὁρῶσα σταγὼν, ἣ οὐ καταλάμπεται ὑπὸ τοῦ ἡλίου. ἢ ἀνήλιον λιβάδα εἶπε τὴν ἐν σπηλαίῳ· αὕτη γὰρ οὐ καταλάμπεται ὑπὸ τοῦ ἡλίου: —

<!-- 535 -->τῶν κακῶν ποίαν μηχανὴν ἐξεύρω: —

<!-- 539 -->ἀντὶ τοῦ· ὑπάρχω τοῖς ἐμοῖς βοηθός: —

<!-- 540 -->τὸ ἑξῆς· ἐν σοὶ δὲ οὐδὲν ἔχω φίλτρον  <span class="gap">…</span> —

<!-- 541 -->ἀντὶ τοῦ ἐκδαπανηθείς: — μέγʼ ἀναλώσας ψυχῆς μόριον: τὸ τῶν ἐπιστρατευσάντων Τροίᾳ Ἑλλήνων πλῆθος, ἀντὶ τοῦ· πολλὰς ψυχὰς ἀπολέσας ἐν τῷ Ἰλιακῷ πολέμῳ. θέλει δὲ εἰπεῖν ὅτι πολέμιός μοι ὑπάρχεις, εἴ γε πολλὰ ἔπαθον ἵνα πορθήσω τὴν Τροίαν· οὔκουν οὐδὲ ἐγὼ φείσομαι: —

<!-- 542 -->Τροίαν εἷλον: ἐπόρθησαν, ἐπὶ δὲ τῆς Ἀνδρομάχης ᾐχμαλώτισαν, ὡς τὸ Ὁμηρικόν «ἔνθʼ ἑλέτην δίφρον τε καὶ ἀνέρε  <span class="gap">…</span> —

<!-- 543 -->μετέχων: — Ὅμηρος· «ἐπαύρωνται βασιλῆος»: —

<!-- 548 -->εἰπὲ πῶς ταῦτα γέγονεν καὶ τί ταῦτα: — διὰ τί αἴτιον: — στασιάζει: —

<!-- 552 -->ἀλλʼ ἀνηβητηρίαν: ἀνακμαστικὴν ἀνανεάζουσιν νεωτερικήν: — ἄλλως: ἀντὶ τοῦ ἀνηβῶσαν. ἢ τὴν ἀνά πρὸς τὸ λαμβάνειν συναπτέον, ἵνʼ ᾖ· ἀναλαμβάνειν ἀκμαστικὴν ἰσχύν· ὃ καὶ ἄμεινον: —

<!-- 553 -->ῥώμην ἐπαινῶ: ἐπαινῶ βούλομαι ἀσπάζομαι, τουτέστιν· ἥδιστʼ ἂν ἡβησαίμην. Ὅμηρος· «γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα»: —

<!-- 554 -->πρῶτον μὲν οὖν κατʼ οὖρον: κατʼ οὔριον ἄνεμον, ὁμοίως οὐρίῳ ἀνέμῳ καὶ πνεύματι: — ἄλλως: ὃν τρόπον οὔριος ἄνεμος ἱστίοις, οὕτως κἀγὼ ταύτῃ φανήσομαι, τουτέστι· τοῦ περιέχοντος αὐτὴν χειμῶνος ἀπαλλάξω. ὁ γὰρ οὔριος ἄνεμος ὄπισθεν πνέων εὐκταῖός ἐστι καὶ σωτήριος τοῖς ναυτιλλομένοις ταραχῆς αὐτοὺς ἀπαλλάσσων: —

<!-- 555 -->ἐκ ποίου δικαίου, ποίᾳ δίκῃ καὶ κρίσει: —

<!-- 557 -->ὕπαρνος γάρ τις: μετὰ τοῦ τέκνου, ὡς ὕπαρνον πρόβατον: —

<!-- 560 -->τί νῦν παλιλλογῶ; ἤδη γὰρ ἤκουσας: —

<!-- 561 -->φήμης. σπουδῇ μιᾶς κληδόνος: —

<!-- 562 -->μετεπεμψάμην μετεστειλάμην: —

<!-- 566 -->ἣν σὺ θαυμαστὴν σέβεις: γράφεται ἄγεις ἀντὶ τοῦ θαυμαστὴν ἡγῇ, τουτέστιν· θαυμάζων διατελεῖς, μακαρίζων ἐπʼ αὐτῇ σεαυτόν. ἢ σέβεις τιμᾷς. λείπει δὲ τὸ οὖσαν: —

<!-- 567 -->οὔτε τῳ δίκῃ: τὸ τῳ, τινὶ, κοινόν ἐστιν τῷ γένει· οὔτε τινὶ δικαιοσύνῃ κρίναντες, ἢ ἐν οὐδεμιᾷ κρίναντες δίκῃ: —

<!-- 570 -->κατʼ οὐδὲν ὄντα αἴτιον: —

<!-- 573 -->χειρὶ δʼ οὐκ ἔξεστί μοι: διὰ τὸ δεδέσθαι: — ἢ οὐ δυνατόν· δέδεμαι γάρ· ἤτοι ἐπεὶ νόμος ἦν τοῖς βαρβάροις μὴ ἅπτεσθαι τοῦ γενείου τοῦ δεσπότου: —

<!-- 577 -->λύειν: —

<!-- 582 -->οὐχ ἱκανόν ἐστι: —

<!-- 586 -->τότε σά ἐστι τὰ τοῦ Νεοπτολέμου ὅτε τι καλὸν βούλει ποιεῖν: —

<!-- 587 -->ὄντως: — οὔποτʼ ἐξ ἐμῆς χερός: τοῦτο γνῶθι ὅτι οὕτως ἐστὶ τὰ τοῦ Νεοπτολέμου ἐμὰ ὡς μὴ δύνασθαί σε τήνδʼ ἀπάγειν ἐκ τῆς ἐμῆς χειρός: —

<!-- 589 -->ἀντιτυπήσω. λείπει δὲ τὸ ἅπαξ: —

<!-- 590 -->σὺ γὰρ μετʼ ἀνδρῶν, ὦ κάκιστε: εἰς τὸ μετʼ ἀνδρῶν στικτέον· ἐν ἤθει δὲ μετʼ ἐκπλήξεως ὁ λόγος καὶ ἔστιν· σὺ γὰρ ἐν ἀνδράσιν ἀριθμῇ; τὸ δὲ ὦ κάκιστε κἀκ κακῶν κατʼ ἰδίαν ὑβριστικῶς ἐπιφωνεῖ: —

<!-- 593 -->ἄκλῃστʼ ἄδουλα: ἀνεῳγμένα, μὴ κεκλεισμένα. ἀποδημοῦντος δὲ εἰς Κρήτην Μενελάου δοκεῖ ἡ ἁρπαγὴ Ἑλένης γεγονέναι: — ἄδουλα: ἀφύλακτα. πολύδουλα μὲν, ἀφύλακτα δὲ ὅμως: —

<!-- 595 -->οὐδʼ ἂν εἰ βουλοιτό τις: καὶ ἐὰν θελήσῃ τις τῶν παρʼ ὑμῖν γυναικῶν σωφρονεῖν καὶ φύσεως ᾖ σώφρονος, ἐκτρέπεται εἰς ἀσέλγειαν διὰ τὸ μετʼ ἀνδρῶν ἐξιέναι εἰς τὰ γυμνάσια: —

<!-- 598 -->ἀνεσταλμένοις: —

<!-- 599 -->δρόμους παλαίστρας: οὐκ ἀρεσκούσας οὐκ ἀνεκτάς: — σώματος εὐρωστίας ἀντιποιοῦνται Λάκωνες· διὸ τὰς παρθένους γυμνάζουσιν, ἵνα γενναίους παῖδας γεννῶσιν: — ἄλλως: τῆς τοῦ σώματος εὐρωστίας ἐπιμελόμενοι Σπαρτιᾶται τὰς παρθένους εἰς γυμνάσια ἔστελλον, ἵνα γενναίους τίκτωσι παῖδας: —

<!-- 600 -->κοινὰς τοῖς ἀνδράσιν: — εἶτα: —

<!-- 603 -->τὸ χ ὅτι τὸ φίλτρον φίλιον εἶπεν. ἢ λείπει τὸ Δία ἵνʼ ᾖ· φίλιον Δία: — λιποῦσα φίλιον: ἀντὶ τοῦ φίλτρον λιποῦσα φίλιον εἶπεν. ἢ λείπει τὸ Δία, ἵνʼ ἦ φίλιον Δία, ὡς ξένιον Δία. θέλει δὲ εἰπεῖν· τὴν πρὸς σὲ διάθεσιν καταλιποῦσα ἐξεβακχεύθη: — τὸ σὸν λιποῦσα: ἀντὶ τοῦ φίλτρον. γράφεται τὸν σὸν λιποῦσα φίλιον, ἵνʼ ᾖ τὸν φίλιον· λείπει οἶκον: — ἐξεκώμασε: ἐξεχώρησεν ἐξωρχήσατο ἐξεβακχεύθη. εἰς αἰσχύνην μετετράπη: —

<!-- 607 -->ἐκφαυλίσαντα: — πόλεμον: —

<!-- 609 -->λείπει τὸ ὥστε: — ἐπούρισας: ἔστησας ἐφώρμισας. ἢ ἐστήριξας, ἀπὸ τῶν ὁρίων: —

<!-- 614 -->αὐθέντην δέ σε: φονέα μιαιφόνον: —

<!-- 616 -->ὃς οὐδὲ τρωθείς: σημειωτέον ὅτι τρωθεὶς εἶπεν, οὐ βληθείς· καὶ γὰρ ἐβλήθη ὑπὸ Πανδάρου. διαφέρει δὲ τὸ βληθῆναι τοῦ τρωθῆναι. Ὅμηρος «βέβληται μὲν ὁ Τυδείδης, οὔτασται δʼ Ὀδυσεύς»: — καὶ ἄλλως: παρὰ τὴν ἱστορίαν· πρῶτος γὰρ ὑπὸ Πανδάρου τέτρωται. εἰ μὴ ἄρα ὅτι ηὐτέλιζον τὰ τοξεύματα οἱ παλαιοί, οὐδὲ ἐμνήσθη: —

<!-- 618 -->ὅμοιʼ ἐκεῖσε: οἱ γὰρ χρώμενοι τισὶ ταχέως αὐτὰ τρίβουσιν. σὺ οὖν, φησὶ, μὴ χρησάμενος τοῖς ὅπλοις ὁποῖα ἔλαβες αὐτὰ, τοιαῦτα καὶ ἐνταῦθα κεκόμικας: —

<!-- 621 -->ἐκφέρουσι γὰρ μητρῷʼ ὀνείδη: ἀντὶ τοῦ· κομίζουσιν τὰ μητρῷα βουλεύματα εἰς τοὺς γάμους: — ἄλλως: μιμοῦνται. τὰ γὰρ ἐκ κακῶν μητέρων τέκνα ἀπομάττονταί τι τῶν μητρικῶν ὕβρεων: —

<!-- 622 -->τοῦτο καὶ σκοπεῖτέ μοι: ἀντὶ τοῦ διὰ τοῦτο. διαλέγεται δὲ πρὸς τὸ θέατρον. ὅσοι οὖν μνηστεύεσθε, λογίζεσθε καλῆς γυναικὸς παῖδα λαβεῖν: —

<!-- 624 -->πρὸς τοῖσδε: τῆς κατὰ Ἰφιγένειαν ἱστορίας μέμνηται, ἣν ἐδόκει σφαγιάσαι τῇ Ἀρτέμιδι. σὺ οὖν, φησὶν, ὦ Μενέλαε, πεισθῆναι συνεβούλευσας τῷ ἀδελφῷ: —

<!-- 625 -->εὐηθεστάτως ἀνοήτως: —

<!-- 626 -->οὕτως ἔδεισας: οὕτως, φησὶν, ηὐλαβήθης μὴ στερηθείης τῆς κακῆς γυναικός. τὸ γὰρ μὴ οὐκ ἔχῃς ἀντὶ τοῦ· μὴ οὐκ ἔχειν σε ταύτην τοῦ λοιποῦ συμβῇ: — ἄλλως: τὸ μὴ οὐ πρὸς τὸ ἔχεις. τινὲς ἐρωτηματικῶς, ἀντὶ τοῦ· ὡς μὴ ἔχων κακὴν γυναῖκα: —

<!-- 628 -->ὑπʼ ἐξουσίαν. ἑτοίμην: —

<!-- 630 -->σαίνων. ἢ κολακεύων. κύνα δὲ ἀντὶ τοῦ ἀναιδῆ: — προδότιν αἰκάλλων κύνα: ἡττηθεὶς τοῖς ἀφροδισίοις. ἄμεινον ᾠκονόμηται τοῖς περὶ Ἴβυκον· εἰς γὰρ Ἀφροδίτης ναὸν καταφεύγει ἡ Ἑλένη κἀκεῖθεν διαλέγεται τῷ Μενελάῳ, ὁ δʼ ὑπʼ ἔρωτος ἀφίησι τὸ ξίφος: — τὰ παραπλήσια τούτοις καὶ Ἴβυκος ὁ Ῥηγῖνος ἐν διθυράμβῳ φησίν: —

<!-- 637 -->τὴν κατάρρυτον καὶ κοίλην: —

<!-- 639 -->φυγάδευσον ἐκκόμιζε ἄπαγε λάμβανέ σου τὴν θυγατέρα: —

<!-- 641 -->κεκτῆσθαι ἔχειν: —

<!-- 642 -->σμικρᾶς ἀπʼ ἀρχῆς: ἐκ μικρᾶς ἀφορμῆς εἰς ἔχθραν μεγάλην προελθεῖν: —

<!-- 643 -->διὰ τοῦτο: —

<!-- 644 -->ἐξευρίσκειν: —

<!-- 645 -->κατʼ ἰδίαν τὸ ὡς σοφοί. μετὰ ἐρωτήσεως δὲ καὶ ἤθους προενεκτέον. λείπει δὲ τὸ εἰσίν: —

<!-- 646 -->κατὰ κοινοῦ τὸ ὡς σοφοί: —

<!-- 648 -->ἐμοὶ δηλονότι: —

<!-- 650 -->ὑπὲρ Νείλου ῥοάς: ἀντὶ τοῦ· πόρρω ταύτης τῆς γῆς: —

<!-- 651 -->ποταμὸς Κολχίδος: — κἀμὲ παρακαλεῖν ἀεί: ὥστε ἐκπέμπειν καὶ ἐκβάλλειν αὐτὴν ἐκ ταύτης τῆς γῆς: —

<!-- 652 -->τῆς ἑτέρας ἠπείρου· λέγει δὲ τῆς Ἀσίας: — πτώματα: —

<!-- 653 -->δορίπληκτα δόρατι ἀνῃρημένα: —

<!-- 654 -->τοῦ φόνου μετέχουσαν: —

<!-- 658 -->καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν: ὁμοτράπεζον. μηδόλως ὤφελες ταύτῃ συνεσθίειν: —

<!-- 659 -->μεμισημένους: —

<!-- 660 -->ἀντὶ τοῦ· διʼ ἃ ἐγώ: — προνοούμενος καὶ σοῦ καὶ ἐμαυτοῦ: — ἁγὼ προνοίᾳ: διʼ ἅτινα πάντα, λέγω δὲ διὰ τὸ εἶναι ταύτην ἠπειρῶτιν καὶ διὰ τὸ εἶναι κοινωνοῦσαν τοῦ φόνου τοῦ σοῦ παιδός, μέλλων ἐγὼ αὐτὴν φονεύειν ἁρπάζομαι αὐτὴν παρὰ σοῦ ἐκ τῶν ἐμῶν χειρῶν: —

<!-- 664 -->γεννῶνται: —

<!-- 666 -->νήφω: —

<!-- 668 -->κἀκεῖνο νῦν ἄθρησον: πάλιν τῷ συνήθει τῆς φράσεως χρῆται σχήματι. ἦν δʼ ἂν οὕτως λεγόμενον ἁπλούστερον· εἰ δόντος σοῦ τινι τὴν παῖδα τὴν σὴν, ὑπʼ ἐκείνου τοιαῦτα ἔπασχες, ἠρέμεις ἄν; καὶ ἔστιν Ἀττικὴ ἡ σύνταξις. ἢ λείπει τὸ ἐτύγχανες: — ἴδε: —

<!-- 671 -->λοιδορεῖς: —

<!-- 672 -->ἴσον γʼ ἀνήρ τε καὶ γυνὴ σθένει: ταὐτὸ δύναται ἀνήρ τε καὶ γυνὴ πρὸς τὸ ἐγκαλεῖν, γυνὴ ἀδικουμένη πρὸς ἀνδρὸς καὶ ἀνὴρ γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων. πρὸς δὲ τὸ δεύτερον ἀπήντησεν· εἰπὼν γὰρ ἀνήρ τε καὶ γυνή ἐπήγαγεν τὸ γυνὴ ἀδικουμένη πρὸς ἀνδρός: ἀπὸ κοινοῦ γὰρ τὸ γυνή. ὅλως δὲ ὁ νοῦς τοιοῦτος· αἱ ζεύξεις τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας ἐπὶ ἰσότητι γίνονται, οὐχ ἵνα ὁ μὲν ἀνὴρ ἀδικῇ, ἡ δὲ γυνὴ ἀδικῆται καὶ τὸ ἀνάπαλιν. ἴσον ἐστὶ τὸ γυναῖκα ἀδικεῖσθαι ὑπὸ ἀνδρὸς καὶ ἄνδρα ὑπὸ γυναικός: —

<!-- 674 -->ἀκολασταίνουσαν πορνεύουσαν: —

<!-- 675 -->οἷός τʼ ἐστιν ἀμύνασθαι τὴν γυναῖκα ὁ ἀνήρ· ἡ δὲ γυνὴ διὰ τὴν ἀσθένειαν τοῦ σώματος πρὸς ἄμυναν τοῦ ἀνδρὸς τῇ τῶν γονέων χρῆται προστασίᾳ: —

<!-- 676 -->παραμυθία βοήθεια: —

<!-- 683 -->ἡ συνήθεια ἡ πεῖρα ἡ μελέτη: —

<!-- 687 -->οὐδʼ ἂν σὲ Φῶκον ἤθελον: ὥσπερ ἐγὼ οὐκ ἐφόνευσα τὴν Ἑλένην, οὕτως οὐδὲ σὺ ὤφελες τὸν Φῶκον ἀνελεῖν. καὶ ὁ τὴν Ἀλκμαιωνίδα πεποιηκώς φησι περὶ τοῦ Φώκου·

  
ἔνθα μιν ἀντίθεος Τελαμὼν τροχοειδέι δισκῷ  
  
πλῆξε κάρη, Πηλεὺς δὲ θοῶς ἐνὶ χειρὶ τινάξας  
  
ἀξίνην ἐύχαλκον ἐπεπλήγει μέσα νῶτα: —  
ἄλλως: Ζεὺς συνελθὼν Αἰγίνῃ τῇ θυγατρὶ Ἀσωποῦ τοῦ ποταμοῦ γεννᾷ Αἰακόν· Αἰακὸς δὲ λαβὼν γυναῖκα Ἐνδηίδα τὴν Σκίρωνος τεκνοῖ Τελαμῶνα καὶ Πηλέα. εἶτα πάλιν μίγνυται Αἰακὸς Ψαμάθῃ τῇ Νηρέως εἰς φώκην ἠλλαγμένῃ διὰ τὸ μὴ βούλεσθαι συνελθεῖν αὐτῷ καὶ τεκνοῖ ἐκ ταύτης παῖδα τὸν Φῶκον ὃν ὁ Πηλεὺς ἀνεῖλεν ἐπιβουλεύσας διὰ τὸ ἐν τοῖς ἀγῶσι διαφέροντα αὐτὸν εἶναι Πηλέως καὶ Τελαμῶνος: —

<!-- 688 -->διῆλθον εἶπον: —

<!-- 689 -->σοὶ μὲν ἡ γλωσσαλγία μείζων: ἡ φλυαρία, τῆς γλώσσης ἄλγημα καὶ νόσημα οὖσα. ἢ παρὰ τὸ ἀλγεῖν ποιεῖν καὶ πτήσσειν τοὺς λοιδορουμένους: —

<!-- 691 -->παύσασθον ἤδη, λῷστα γὰρ μακρῷ τάδε: βέλτιστα συμφέροντα καλά ἐστι τὸ παύσασθαι. τὸ ἑξῆς· παύσασθον ἤδη λόγων ματαίων μακρῷ. ὁ δὲ νοῦς· παύσασθε ματαιολογοῦντες ἐν μακρῷ, τουτέστιν· ἐπὶ πολὺ ἀλλήλους ὑβρίζοντες. τοῦτο γάρ ἐστι λῷστον καὶ βέλτιστον, τὸ παύσασθαι: —

<!-- 693 -->ὡς κακῶς νομίζεται: ὁ νόμος οὗτος ὡς κακῶς νενομοθέτηται καθʼ Ἑλλάδα. ὅταν γὰρ ὁ στρατὸς νικήσῃ, τότε ὁ στρατηγὸς τὴν δόξαν ἀποφέρεται: —

<!-- 694 -->ὅταν τροπαῖα: τροπαῖα ἡ ἀρχαία Ἀτθὶς προπερισπωμένως: —

<!-- 696 -->λαμβάνει: — τῆς νίκης: —

<!-- 699 -->σεμνοὶ δʼ ἐν ἀρχαῖς: σεμνοπρεπεῖς τίμιοι: —

<!-- 700 -->γράφεται οὐδένες: —

<!-- 702 -->εἰ τόλμα προσγένοιτο: εἰ πόλεμος ἐνσταίη καὶ βουλευτήριον. ἐλεγχθήσονται γὰρ πολὺ δεύτεροι ὄντες οἱ μέγα φυσῶντες στρατηγοὶ καὶ οὔτε ἐν πολέμῳ ἐναρίθμιοι οὔτε ἐν βουλῇ: — εἰ τόλμα προσγένοιτο: εἰ τόλμα καὶ βούλησις γένοιτο πρὸς ἐξέτασιν καὶ σύγκρισιν, πολλοὶ αὐτῶν εἰσι βελτίονες: — ἄλλως: εἰ πόλεμος ἐνσταίη καὶ βουλευτήριον· τόλμα γὰρ ὁ πόλεμος, βούλευσις τὸ βουλευτήριον: — τοῦ λέγειν: —

<!-- 703 -->ὡς καὶ σὺ σός τʼ ἀδελφὸς ἐξωγκωμένοι: μέγα φρονοῦντες ἐπὶ τῇ Τροίᾳ καὶ τῇ στρατηγίᾳ ἐκεῖ, ἐν Τροίᾳ, ἐκάθησθε: —

<!-- 704 -->ἕνεκα τῶν ἐν Τροίᾳ γεγενημένων: —

<!-- 706 -->δείξω δʼ ἐγώ σοι: ἐγώ σε ποιήσω αὐτοῖς ἔργοις γνῶναι μὴ τὸν Ἰδαῖον Πάριν ἥσσονα νομίζειν ἐχθρὸν τοῦ Πηλέως εἶναι. τὸ δὲ μὴ ἥσσονα ἀντὶ τοῦ ἴσον· καὶ ὡς ἐκεῖνον ηὐλαβήθης, οὕτως κἀμὲ εὐλαβηθήσῃ· ἴσος γάρ σοι εἰμὶ τῷ Πάριδι ἐχθρός: — ἄλλως: παραστήσω δὲ σοὶ ἐγὼ αὐτοῖς ἔργοις μὴ ἐμὲ, τὸν Πηλέα, ἥσσονα ἐχθρὸν νομίζειν τοῦ Ἰδαίου Πάριδος. ἀντίπτωσις γάρ ἐστιν: —

<!-- 709 -->ὁ Μολοττός. ἢ ὁ Νεοπτόλεμος: —

<!-- 711 -->ἣ στερρὸς οὖσα μόσχος: ἀντὶ τοῦ στεῖρα, ὡς «κλυτὸς Ἱπποδάμεια»: —

<!-- 713 -->ἀλλʼ εἰ τὸ κείνης δυστυχεῖ: εἰ ἡ Ἑρμιόνη δυστυχεῖ περὶ παιδοποιΐαν, καὶ ἡμᾶς δεῖ ἄπαιδας εἶναι καὶ μὴ ἐξ ἄλλων γυναικῶν ἔχειν τέκνα: —

<!-- 715 -->πρὸς τοὺς οἰκέτας τοὺς κατέχοντας τὴν Ἀνδρομάχην: —

<!-- 717 -->κούφισον αὑτήν: —

<!-- 718 -->λύσω ἐκκομιοῦμαι ἐκμηρύσομαι: —

<!-- 719 -->διέφθειρας: —

<!-- 721 -->ἢ ἐφοβήθης μὴ πολεμήσῃ σοι ξίφος λαβοῦσα: — τιμωρήσαιτό σε: —

<!-- 724 -->εἰ δʼ ἀπῆν δορός: εἰ δὲ μὴ κἂν ἐκ δοκήσεως ἐνομίζεσθε πολεμικοί, οὐδὲν ἂν ἦτε ὅλως: — μακρὰν ἦν: — ὡς τῶν Λακεδαιμονίων πολεμικῶν ὄντων μὲν οὐδαμῶς, ὑπειλημμένων δέ: —

<!-- 726 -->ἀντὶ τοῦ· οὐκ ἐστὲ φρόνιμοι: —

<!-- 727 -->ἀνειμένον τι χρῆμα: ἀδέσποτον, ἄνεσιν ἔχον, μετʼ ἐξουσίας φθεγγόμενον. τὸ γὰρ βιάζεσθαι τὸν νόμον ἔχει μεθʼ ἑαυτοῦ. ἀδέσποτον τὸν τρόπον: —

<!-- 727bis -->ἄλλως: τινὲς πρᾷον καὶ ἡσύχιον. δυσφύλακτον δὲ ἀχαλίνωτον, ὀργῆς κρατεῖν μὴ δυνάμενον. ὁ δὲ νοῦς· γαληνὸν τὸ τῶν γερόντων γένος, ὑπὸ ὕβρεως μὴ ταραττόμενον, καὶ, φερόμενον πρὸς ὀργὴν, ἑαυτοῦ κρατεῖν ἀδύνατον: —

<!-- 728 -->ἀπρονόητον, ἀδέσποτον, μὴ φυλαττόμενον ὑπʼ ὀργῆς: —

<!-- 729 -->εὐκατάφορος ἕτοιμος πρόχειρος. ἢ εὐχερής: — ἄγαν προνωπής: προπετὴς καὶ εἰς τοὔμπροσθεν φερόμενος. τοῦτο δὲ ὑπὸ πολλῆς ὀργῆς συμβαίνει γίνεσθαι: — ἄλλως: προνωπής ἀναιδής, παρὰ τὸ ἔμπροσθεν εἶναι τῶν ὠπῶν καὶ μὴ αἰδεῖσθαι τὸν προσδιαλεγόμενον. καὶ Ὅμηρος δὲ ἐνώπια καλεῖ τοὺς καταντικρὺ τοίχους τῆς εἰσόδου τῆς οἰκίας: —

<!-- 732 -->τὸ ἑξῆς· νῦν μὲν ἄπειμι: — πολλήν: —

<!-- 733 -->ἔστι γάρ τις οὐ πρόσω: τινὲς οὕτως· ἔστι γάρ τις οὐ πρόσω, καὶ πόρρωθεν, τῆς Σπάρτης πόλις ἵνα πλεονάζῃ τὸ ἓν τις. ἕτεροι πάλιν οὕτως· ἔστι γάρ τι σοῦ πρόσω Σπάρτης πόλις τις, ἤγουν· ἔστι γὰρ πόλις τις, τῆς Σπάρτης, πρόσω σοῦ, ἤτοι ἀναγκαιοτέρα σοῦ, πρὸς ἣν ἐπείγομαι: —

<!-- 734 -->ἣ πρὸ τοῦ μὲν ἦν φίλη: ἔνιοί φασι τὸν ποιητὴν παρὰ τοὺς χρόνους αἰνίττεσθαι τὰ Πελοποννησιακά. οὐκ ἀναγκαῖον δὲ κατασυκοφαντεῖν τὸν Εὐριπίδην, ἀλλὰ φάσκειν πλάσματι κεχρῆσθαι: —

<!-- 741 -->σώφρων καθʼ ἡμᾶς: τὸ σῶφρον καὶ παρʼ ἡμῶν ἀντιλάβῃ, καὶ ἀμειφθήσεται σωφρόνως καὶ πρεπόντως. εἰ δὲ θυμὸν ἐνδείξεται καθʼ ἡμῶν, καὶ ἡμᾶς θυμουμένους ἐφεύρῃ: —

<!-- 743 -->ἀντὶ τοῦ· σύμφωνα οἷς ποιεῖ: —

<!-- 745 -->σκιὰ γὰρ ἀντίστοιχος: ἡ ἀντικειμένη τοῖς σώμασιν. ἡ ὁμοία τινί. ἀντὶ τοῦ ἴση: — ἄλλως: ἀντικειμένη τοῖς σώμασιν. ἐπὶ γὰρ τῶν ἐχόντων σκιὰν ἀεὶ ἡ σκιὰ ἀντικρὺ πίπτει τοῦ σώματος ὅπου ἂν καὶ πέσῃ: — ἄλλως: ὥσπερ γὰρ σκιὰ οὐ δύναται ἀδικῆσαί τινα κἂν ἐξεικάζηται τοῖς φοβερωτάτοις τῶν σωμάτων, οὕτως οὐδὲ οἱ σοὶ λόγοι κἂν καταπληκτικοὶ ὦσιν. οἷον· σκιὰν ἡγοῦμαί σε καὶ τὸ μηδέν: — καὶ ἄλλως: σκιὰ γὰρ ἀντίστοιχος: τὸ ἑξῆς· ἀδύνατος γὰρ ὢν ὡς σκιὰ ἀντίστοιχος φωνὴν ἔχεις εἰς οὐδὲν ἄλλο πλὴν εἰς τὸ φλυαρεῖν: — ἄλλως: ἀντὶ τοῦ ἰσόστοιχος καὶ ἰσοσώματος κατὰ τὴν φαντασίαν: —

<!-- 746 -->δυνατὸς δηλονότι: —

<!-- 747 -->ἡγοῦ: ἐπὶ τοὺς ἡμετέρους οἴκους δηλονότι: —

<!-- 749 -->εὐδίους εὐπροσδέκτους: —

<!-- 750 -->λείπει τέκνοις: —

<!-- 752 -->μὴ ἡμῖν: —

<!-- 753 -->λοχησάμενοι. ἢ ἐκφοβήσαντες: —

<!-- 757 -->οὐ μὴ γυναικῶν δειλόν: περιττεύει ἡ οὐ ἄρνησις. ἢ οὕτως· παῦσαι εἰσφέρουσα λόγους δειλίας γέμοντας. τὸ δὲ εἰσοίσεις ἀντὶ τοῦ εἰσκομίσῃς, εἴπῃς. ἀντὶ τοῦ· μὴ παρείσαγε ἡμῖν θηλυδριώδη λόγον: —

<!-- 761 -->στερεοί: —

<!-- 763 -->νικητήριον: —

<!-- 766 -->ἢ μὴ γενοίμαν: εἰς τῶν πάλαι βροτῶν αἰνίττεται. ἢ τὸ γενοίμαν ἀντὶ τοῦ γένοιτό τις: — ἢ μὴ γενοίμαν: ταῦτά φησιν ὁ χορὸς ἀποτεινόμενος εἰς τὰ κατὰ τὴν Ἀνδρομάχην ὅτι, εἰ καὶ ἐδυστύχησεν, ὅμως τοῦ βασιλικοῦ γένους οὖσα οὐκ ἠπόρησεν ἐν τῇ δυστυχίᾳ: — ἄλλως: οἱ μεγάλοι κἂν δυστυχήσωσιν, ἔχουσι τοὺς συμμαχοῦντας, ὡς καὶ νῦν ἡ Ἀνδρομάχη διὰ τοῦ Πηλέως ἐσώθη: — ὁ χορὸς θαυμάζει τὸν Πηλέα: —

<!-- 769 -->μετέχων κοινωνὸς κληρονόμος: —

<!-- 771 -->οὐ σπάνις εὐγενέταις: εἰ γάρ τις εὐγενὴς πάσχει τι δεινόν, οὐ σπάνις αὐτῷ βοηθείας. εἰς πληθυντικὸν δὲ μετέβη ἀπὸ ἑνικοῦ: — ἀντὶ τοῦ· ὁ εὐγενὴς κἂν εἰς ταραχὴν ἔλθῃ, ὅμως εὐτυχεῖ βοηθείας: — οὐδεμία ἔνδεια οὐδὲ χρεία: —

<!-- 772 -->φημιζομένων λεγομένων: — ἀντὶ τοῦ ἐπισήμων: —

<!-- 773 -->λείπει τὸ ἐπακολουθοῦσι: —

<!-- 774 -->κἂν γέροντες ὦσιν οἱ ἀγαθοὶ, οὐκ ἀμαυροῦνται ὑπὸ τοῦ χρόνου: —

<!-- 775 -->ἀφανίζει: — ἡ τιμή: —

<!-- 777 -->κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον: τοῦτο πρὸς τὴν Ἀνδρομάχην ὅτι δικαίαν καὶ ἔνδοξον κατὰ τῆς Ἑρμιόνης ἀπηνέγκατο νίκην οὐδὲν αὐτὴν ἀδικήσασα. ἡ μέντοι Ἑρμιόνη, εἰ ἐφόνευσεν αὐτὴν, ὥσπερ προέθετο, κακὴν καὶ ἄδοξον νίκην ἂν ἀπεφέρετο, ἥτις δυνάμει καὶ τυραννίδι σφάλλει τὸ δίκαιον, ἀντὶ τοῦ λύει: — κρεῖσσον δὲ νίκαν: κρεῖσσον, φησὶ, μετὰ δικαιοσύνης νικᾶν ὡς ἡ Ἀνδρομάχη παρʼ ὃ μετὰ φθόνου καὶ δυναστείας, ὡς ἡ Ἑρμιόνη ἐβούλετο: —

<!-- 780 -->ξὺν φθόνῳ σφάλλειν: βέλτιον μὴ ἔχειν νίκην μετὰ κακοδοξίας, ἀντὶ τοῦ· βέλτιον δικαίως ἡττᾶσθαι ἤπερ θαρροῦντα βασκανίᾳ καὶ δυνάμει παραλύειν τὸ δίκαιον. τοῦτο δέ φησι διὰ τὸν Μενέλαον ἀδίκως φιλονεικήσαντα πρὸς Πηλέα καὶ αἱρούμενον κακοδοξεῖν βασκαίνοντα ἄντικρυς τῇ Ἀνδρομάχῃ: — παραλύειν: —

<!-- 781 -->γίνεται τὸ ἄδικον, τὸ ἄδοξον: — ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν: ἡδὺ τὸ νικᾶν οἵῳ δήποτε τρόπῳ· καὶ τῷ μὲν χρόνῳ αὐτὸ μαραίνεται, τουτέστιν ἡ ἐπʼ αὐτῷ ἡδονή, τὸ δʼ ἐξ αὐτοῦ ὄνειδος τοῖς οἴκοις παραμένει: — ἄλλως: ἡ ἐκ τῆς τοιαύτης νίκης ἡδονὴ ἐπʼ ὀλίγον χρόνον φθάνουσα αἰώνιον αἰσχύνην καὶ ἀνεξάλειπτον ὄνειδος τοῖς κτησαμένοις αὐτὴν προστρίβεται. οἷον· οὐ δεῖ χαίρειν ἐπὶ τῇ νίκῃ, ἐὰν ἀδίκως γίνηται: — τὸ λύειν τὸ δίκαιον: —

<!-- 784 -->ἐπʼ ὀνείδεσι τῶν δόμων. λείπει γὰρ ἡ ἐπί: —

<!-- 785 -->ταύταν ᾔνεσα: ταύτην ᾔνεσα τὴν βιοτὴν καὶ ἐν ταύτῃ θέλω φέρεσθαι, ἐν ᾗ μηδὲν ἂν ἔξω τοῦ δικαίου φεροίμην: — ἄλλως: ταύτην ᾔνεσα βιοτὴν, τὴν μὴ ἔξω δηλονότι τοῦ δικαίου· καὶ ταύτην βαδίζω, ἤγουν κατὰ ταύτην ζῆν θέλω: —

<!-- 788 -->μηδὲν δίκας: ἔξω τοῦ δικαίου, παρὰ τὸ δίκαιον. οἷον· κατὰ κράτος δύνασθαι, τουτέστιν ἢ δυναστεύειν ἢ κράτος ἔχειν δυνάσθαι: —

<!-- 792 -->πολέμῳ συγκοινωνῆσαι, πολεμῆσαι: —

<!-- 793 -->ἐπὶ τῆς Ἀργοῦς: —

<!-- 794 -->ἀπὸ κοινοῦ τὸ πείθομαι σέ: — τὰς πέτρας τὰς Συμπληγάδας φησίν: —

<!-- 796 -->Ἰλιάδα τε πόλιν: οἱ μὲν πλείους Τελαμῶνά φασι συστρατεῦσαι τῷ Ἡρακλεῖ ἐπὶ τὴν Ἴλιον, ὁ δὲ Πίνδαρος καὶ Πηλέα, παρʼ οὗ ἔοικε τὴν ἱστορίαν Εὐριπίδης λαβεῖν. λέγει δὲ ὁ Πίνδαρος οὕτως.

  
«Πηλέος ἀντιθέου μόχθοις νεότας ἐπέλαμψε  
  
μυρίοις. πρῶτον μὲν Ἀλκμήνας σὺν υἱῷ Τρώιον ἂμ πεδίον  
  
καὶ μετὰ ζωστῆρας Ἀμαζόνος ἦλθε  
  
καὶ τὸν Ἰάσονος εὔδοξον πλόον ἐκτελέσας  
  
εἷλε Μήδειαν ἐν Κόλχων δόμοις»: —  

<!-- 797 -->ἶνις ἀμφέβαλλεν φόνῳ: θνητὸν γὰρ ἀντὶ τῶν ἀθανάτων ἵππων λαβὼν παρὰ τοῦ Λαομέδοντος ἐπόρθησε τὴν Ἴλιον: —

<!-- 801 -->ἀπὸ κοινοῦ τὸ πείθομαί σε, ὦ Πηλεῦ: —

<!-- 803 -->ἀμοιβαῖον, γινόμενον ἐκ διαδοχῆς: — κατασκευάζεται: —

<!-- 805 -->πατρός τʼ ἐρημωθεῖσα: μετανοίᾳ συνειδήσει φροντίδι λύπῃ: — ἄλλως: ἐπιλογισμῷ. ὁ δὲ νοῦς οὕτως· καὶ τῷ λογισμῷ, οἷον ἐνθυμουμένη, ὁποῖον ἐβουλεύσατο ἔργον, φονεῦσαι θελήσασα τὴν Ἀνδρομάχην καὶ τὸν παῖδα: —

<!-- 807 -->τὸ βουλεύσασα τῷ συννοίᾳ συναπτέον, ἀντὶ τοῦ· τῇ μετανοίᾳ βουλευσαμένη: —

<!-- 811 -->ἀναρτῆσαι κρεμάσαι: —

<!-- 812 -->οἱ παρʼ ἡμῶν ταχθέντες εἰς τὸ φυλάττειν αὐτήν: —

<!-- 813 -->ἀφαιρούμενοι: —

<!-- 816 -->ἀγχόνη τὸ σχοινίον, ἀγχονή δὲ ὀξυτόνως αὐτὸ τὸ πρᾶγμα: —

<!-- 817 -->εἰσελθοῦσαι πορευθεῖσαι: —

<!-- 818 -->ἀρχαίων συνήθων. παρόσον τῶν συνήθων φίλων καταφρονοῦμεν, τοῖς δὲ ἐκ διαστήματος ἐλθοῦσι φίλοις μᾶλλον πειθόμεθα: —

<!-- 819 -->μᾶλλον πεῖσαι δυνάμενοι: —

<!-- 820 -->ἔοικας, φησὶν, ἀληθῆ λέγειν· ἰδοὺ γὰρ βοῆς ἀκούομεν ἔνδον γινομένης ἐφʼ οἷς ἡμῖν ἀπήγγειλας: —

<!-- 824 -->τῇ ἐπιθυμίᾳ τῷ ἔρωτι: —

<!-- 826 -->σπάραγμα τῆς κόμης διὰ τῶν χειρῶν θήσομαι καὶ κατάξυσμα διὰ τῶν ὀνύχων: — διακοπτικὰ πολέμια ἐχθρά: —

<!-- 827 -->ἀμύγματα: χαράγματα ξύσματα, παρὰ τὸ ἀμύσσω. Ὅμηρος· «κατεμύξατο χεῖρα ἀραιήν»: —

<!-- 828 -->ὑβρίζεις ἀφανίζεις: —

<!-- 831 -->τὸ κρήδεμνόν φησιν: —

<!-- 839 -->ὦ κατάρατος ἐγὼ κατάρατος ἀνθρώποις: ἡ ἐπανάληψις τὸ πάθος αὔξει τοῦ πένθους: —

<!-- 843 -->ἀντίτυπον καιρίαν: —

<!-- 845 -->μὴ φρονοῦσαν ὡς θάνῃς: παραφρονοῦσαν, μὴ νήφουσαν. προσυπακουστέον τὸ καλῶς ἂν ἔχοι: — ἄλλως: ἀλλὰ καλῶς διαπράξομαι, εἴ σε ἀφείην ὡς θάνῃς, παραφρονοῦσαν: —

<!-- 846 -->οἴμοι πότμου: οἴμοι τῆς τύχης. καὶ δύσποτμος ὁ δυστυχής: —

<!-- 849 -->κατὰ πόντον ἢ καθʼ ὕλαν: ἵνα θανοῦσα κατὰ πόντον ἢ κατὰ τὴν ὕλην ἐν φροντίδι ὦ τοῖς νεκροῖς, ἀντὶ τοῦ· συναριθμηθείην τοῖς νεκροῖς. τοῦτο δὲ ἐπεὶ εἰσὶ πέτραι καὶ εἰς θάλασσαν νεύουσαι καὶ εἰς ὕλην: — καὶ ἄλλως: ἐν φροντίδι ὦ· οἱ γὰρ νεκροὶ μέλουσι τοῖς νεκροῖς ὡς οἱ ζῶντες τοῖς ζῶσι: —

<!-- 851 -->ἄμεινον τῆς τροφοῦ  <span class="gap">…</span> εἶναι τὸ πρόσωπον: — θεόπεμπτοι: —

<!-- 852 -->ἀντὶ τοῦ· ἢ ταχὺ ἢ βραδύ: —

<!-- 854 -->ἔλιπες ἔλιπες: λείπει τὸ ναῦν· κατέλιπές με ὥσπερ ναῦν ἐν τῷ αἰγιαλῷ ἐστερημένην πηδαλίου: — ἔλιπες ἔλιπες: κατέλιπές με, ὦ πάτερ, ὥσπερ μεμονωμένην ναῦν θαλασσίαν — λείπει γὰρ τὸ ναῦν — ἔρημον οὖσαν τῆς ἐναλίας κώπης, ἤτοι ἐστερημένην τοῦ πηδαλίου: —

<!-- 859 -->ὁρμηθῶ. ὁρμήσω: —

<!-- 860 -->ἢ δούλα δούλας γόνασι προσπέσω: ἆρα, φησὶν, ὡς δούλη προσπέσω τοῖς γόνασι τῆς δούλης, λέγει δὲ τῆς Ἀνδρομάχης: —

<!-- 862 -->κυανόπτερος ὄρνις εἴθʼ εἴην: εἴθε μετορνιθωθείην ὡς Πρόκνη καὶ Φιλομήλα — ταύτας γὰρ ἴσως αἰνίττεται —, ἢ εἰς τὴν Ἀργὼ μεταβληθείην, ἵνα διαδράσω ταχέως ὅποι βούλομαι, ἔξω τῆς Φθιώτιδος γῆς: —

<!-- 866 -->ὦ παῖ, τὸ λίαν οὔτʼ ἐκεῖνʼ ἐπήνεσα: οὔτε ἐκεῖνο τὸ ὑπερβάλλον τῆς ὀργῆς ἐπῄνεσα ὅτε τῇ Ἀνδρομάχῃ πολλὰ παρεσκευάζες κακά, οὔτε νῦν σε ἀποδέχομαι ἄγαν φοβουμένην: —

<!-- 869 -->τὴν φιλίαν τὸ φίλτρον: —

<!-- 873 -->τὸ χ ὅτι τὴν φερνὴν ἕδνα φησίν: — οὐ μέσως: οὐ μετρίως, ἀλλὰ μεγάλως: —

<!-- 879 -->ἀλλόμορφος: — ἐξ ἄλλου δήμου: —

<!-- 880 -->λείπει ἡ πρό, πορεύεται πρὸ δωμάτων: —

<!-- 882 -->μέλαθρα: κυρίως τὸ ξύλον τὸ μέσον τῆς στέγης τὸ ὑπότονον καλούμενον παρὰ τὸ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ. τινὲς δὲ ἅπαντα τὸν ὄροφον ἢ τὸν οἶκον: —

<!-- 885 -->ἔρχομαι δὲ πρὸς Διός: ἐκβληθεὶς τοῦ Ἄργους Ὀρέστης ἀπῄει εἰς τὸ ἱερὸν τοῦ Διὸς τὸ ἐν τῇ Δωδώνῃ μαντευσόμενος ποίαν οἰκήσει πόλιν. ἀπιὼν οὖν ἔρχεται εἰς Φθίαν. Δίδυμος δέ φησι ψευδῆ ταῦτα εἶναι καὶ ἄπιστα: —

<!-- 886 -->μαντεῖα Δωδωναῖʼ: ἐπεὶ ἔστιν ἡ ὁδὸς διὰ τῆς Θεσσαλίας εἰς Δωδώνην: —

<!-- 889 -->τηλοῦ ὄντα πεδία, ὅ ἐστι μακράν, καὶ κεχωρισμένα: —

<!-- 891 -->λείπει τὸ ὡς: — ὦ ναυτίλοισι χείματος: ὦ φανεὶς ἡμῖν τοῖς ναυτιλλομένοις λιμὴν ἐπὶ κλύδωνος. ἢ οὕτως· ὦ Ὀρέστα ὁ φανεὶς ἡμῖν ὡς ὁ λιμὴν τοῖς ναυτίλοις ἐν κλύδωνι: —

<!-- 892 -->λείπει τὸ ἱκετεύω: —

<!-- 893 -->ἐπισκοπεῖς τύχας: ἐπισκοπεῖς ἐφορᾷς: —

<!-- 894 -->στεμμάτων δʼ οὐχ ἥσσονας: ἀντὶ τοῦ· καὶ χωρὶς ἱκετηριῶν οὖσά σε παρακαλῶ. ἐπεὶ ἔθος τοὺς δεομένους ἐλαίας κλάδους καὶ στέμματα ταῖς χερσὶν ἔχοντας δέεσθαι: —

<!-- 898 -->ἥν περ μόνην γε Τυνδαρίς: Λυσίμαχος καὶ ἄλλοι τινὲς ἱστοροῦσιν γενέσθαι ἐξ Ἑλένης καὶ Νικόστρατον. ὁ δὲ τὰς Κυπριακὰς ἱστορίας συντάξας Πλεισθένην φησὶ, μεθʼ οὗ εἰς Κύπρον ἀφῖχθαι καὶ τὸν ἐξ αὐτῆς τεχθέντα Ἀλεξάνδρῳ Ἄγανον: —

<!-- 900 -->θεραπευτά: — ὦ Φοῖβʼ ἀκέστορ: γράφεται καὶ ἀκεστῶν, ἀντὶ τοῦ ἀθεραπεύτων ἀνθρώποις, θεραπευτῶν δὲ μόνοις θεοῖς, τουτέστιν· δοίης τούτων λύσιν ἃ οὐκ ἂν ἄνθρωποι θεραπεύσειαν: —

<!-- 901 -->τί χρῆμα πρὸς θεῶν: τὸ ἑξῆς· τί χρῆμα κακὸν ἢ παρὰ θεῶν ἢ παρὰ ἀνθρώπων: —

<!-- 906 -->εἰς τὸ λέχος: — εὖ μʼ ὑπηγάγου: ὑπέμνησας προεκαλέσω ἠρέθισας ὑπῆλθες. σοφῶς με ὑπήγαγες, φησὶν, εἰς τὸ ὁμολογῆσαί σοι τὸ αἴτιον τῆς ταραχῆς τῶν οἴκων. ἀκριβῶς τὸ κατʼ ἐμὲ ἔγνως πάθος καὶ ἐδελέασας πρὸς τὸ εἰς λόγους σοι ἐλθεῖν καὶ διηγήσασθαι τὰ κατέχοντά με: —

<!-- 910 -->τοιαῦτα ταῦτα: ἠθέλησα ἀμύνασθαι. οὐ συνείθισα ἐμαυτὴν εἰς ταῦτα: —

<!-- 911 -->ἔρραψας: ἐβουλεύσω κατεσκεύασας: —

<!-- 912 -->καὶ τέκνῳ νοθαγενεῖ: σημειωτέον τὸ ὄνομα. νόθῳ: — ἀπὸ κοινοῦ τὸ ἔρραψας: —

<!-- 921 -->ὁμόγνιον: συγγενικόν. ἀντὶ τοῦ· πρὸς ὁμογνίου Διίος. ἀνεψιοὶ γὰρ Ὀρέστης καὶ Ἑρμιόνη: — ἔφορον τοῦ γένους: —

<!-- 922 -->πορρωτάτω τῆς χώρας: —

<!-- 924 -->μονονουχὶ φωνὴν ἀφιέντες: —

<!-- 927 -->κτενεῖ μʼ ἐπʼ αἰσχίστοισιν: ἢ αἰσχρῶς ἢ ἐπʼ αἰσχροῖς ἁλοῦσαν: —

<!-- 929 -->ἀλλʼ, ἐρωτήσει τις, πῶς ταῦτα ἡμάρτανες: — ἄλλως: λέγοι ἄν τις καὶ ἐρωτήσειεν πῶς ταῦτα ἐξημάρτανες δεδοικυῖα τὸν ἄνδρα, ἵνʼ ᾖ τὸ ὡς ἀντὶ τοῦ οὕτως: — ἄλλως: ὡς ἄν τις εἴποι, πῶς οὖν ταῦτα ἐξημάρτανες, οὕτως δεδοικυῖα τὸν Νεοπτόλεμον: — ἄλλως: πῶς οὖν ταῦτα ἐξήμαρτες, ἵνʼ οὕτως αὐτὸ ἁμαρτίαν καλέσω: —

<!-- 930 -->τὸ χ ὅτι εἰς παροιμίαν μετήχθη ὁ στίχος: —

<!-- 931 -->ἠπάτησαν ἀνεπτέρωσαν, τουτέστιν ἐπῆράν με καὶ ὥσπερ ἐπαφῆκάν με ταύτῃ: —

<!-- 935 -->βλέπουσαν αὐγάς: ἀντὶ τοῦ βλεπούσης, σημαίνει δὲ τὸ ζώσης. ἢ οὕτως· οὐκ ἄν με ζῶσαν ἐκληρονόμει: —

<!-- 938 -->ἐξηνεμώθην μωρίᾳ: ἀνεπτερώθην ἀνεκουφίσθην ὑψώθην ἐπήρθην: — τί γάρ μʼ ἐχρῆν: τί γὰρ ἐφύλαττον τὸν ἄνδρα μου ἑτέρᾳ μὴ συνελθεῖν γυναικὶ, ἔχουσα παρʼ αὐτοῦ τὰ ἐπιτήδεια: —

<!-- 948 -->ἡ δʼ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει: ἡ δʼ ἁμαρτοῦσα ἀνδρὸς, ὅ ἐστι διαζευχθεῖσα, συννοσεῖν ἀνανδρίαν αὑτῇ βούλεται καὶ τὰς ἄλλας: — συννοσεῖν αὑτῇ θέλει: συμπάσχειν ἑαυτῇ καὶ τὰς ἄλλας βούλεται, ἵνα μὴ μόνη ἀσχημονῇ: —

<!-- 949 -->μαργότητι: ἀπληστίᾳ τοῦ λέχους· οὐ βούλονται μόναι φθείρεσθαι, ἀλλὰ καὶ ἑτέρας εἰς τὸ αὐτὸ ἁμάρτημα ἄγειν: — πολλαὶ δὲ μαργότητι: μανίᾳ, πορνείᾳ, ὅ ἐστιν· πορνεύσασα βούλεται πρὸς ἀπολογίαν αὑτῆς πάσας ἀσχημονεῖν: —

<!-- 954 -->εἰς τὸ γυναικεῖον γένος: —

<!-- 955 -->συγγνωστὰ μὲν οὖν σοὶ τάδε: διὰ τὸ ὑπὸ τῆς λύπης νικᾶσθαί σε. ἀλλʼ ὅμως τὰς γυναῖκας ἐνδέχεται περιστέλλειν καὶ κρύπτειν τὰ γυναικῶν ἐλασσώματα: —

<!-- 957 -->σοφόν τι χρῆμα: τοῦ δημιουργοῦ, λέγει δὲ τῆς φύσεως. ὁ δὲ νοῦς· σοφόν τι εὕρημα τοῦ κρείττονος τοῦ διδάξαντος τοὺς ἀνθρώπους ἀκούειν καὶ ἐναντίων πάρα, τῶν ἀντιλεγόντων, ἀντὶ τοῦ· δύνασθαι κρίνειν τὰ παρὰ τῶν διχοστατούντων λεγόμενα. κἀγὼ γὰρ εἰδὼς τὴν σύγχυσιν τούτων τῶν οἴκων τὴν ἐκ τῆς διχοστασίας γενομένην ἀνέμενον ἀκοῦσαι τὰ παρὰ σοῦ λεχθησόμενα, εἴτε μενεῖς εἴτε οὐ μενεῖς: — ἄλλως: σοφὸς ὁ πρῶτος ἐπινενοηκὼς τρόπον τινὰ διʼ οὗ τὰ τῶν ἐχθρῶν γνωρίζεται· δύναται γὰρ ἡ ἐπαγωγὴ τοῦτο δηλοῦν. ἐχθρὸς δὲ ἦν τοῦ Νεοπτολέμου ὁ Ὀρέστης: — ἄλλως: τοῖς λεγομένοις παρά τινος, φησὶν, οὐ δεῖ ἁπλῶς πιστεύειν πρὶν ἀκούσῃς τι παρʼ αὐτοῦ τοῦ δρῶντος ἢ πάσχοντος. ἢ παρὰ τὴν παροιμίαν· «μηδὲ δίκην δικάσῃς πρὶν ἀμφοῖν μῦθον ἀκούσῃς»: — ἄλλως: σοφόν τι εὕρημα τοῦ κρείττονος τοῦ διδάξαντος τοὺς ἀνθρώπους λόγους ἀκούειν παρὰ τῶν πέλας: — ἄλλως: σοφὸς ἄρα ἦν ὁ διδάξας μακροθυμεῖν καὶ τὰ ὑπὸ τῶν διαφερομένων λεγόμενα ἀκούειν περὶ ἑκάστου πράγματος: —

<!-- 961 -->ἀντὶ τοῦ· ἔμενον ταῦτα φυλάσσων καὶ ἐπιτηρῶν: —

<!-- 964 -->ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς: ἀπʼ ἐμαυτοῦ ἦλθον ἐνταῦθα προεγνωκὼς ταῦτα, οὐ γράμματά σου δεξάμενος: —

<!-- 965 -->εἰ δʼ ἐνδιδοίης: εἰ δὲ θαρσήσειάς μοι σαυτὴν, ὥσπερ καὶ τὸν λόγον: — ἄλλως: εἰ δὲ κἀν πράγμασί μοι θαρσήσειας σαυτὴν, ὥσπερ κἀν λόγοις θαρρεῖς μοι σαυτήν· εἶπε γὰρ «πέμψον με ἀπʼ οἴκων τῶνδε»: — ἄλλως: εἰ δὲ κἀν πράγμασι σαυτήν μοι ἐνδοίης, ὡς καὶ ἐν λόγοις ὑπέσχου καὶ δέδωκας· εἶπε γὰρ «πέμψον μʼ ἀπʼ οἴκων τῶνδε»: —

<!-- 967 -->κακίᾳ: —

<!-- 971 -->ἐπεὶ δʼ Ἀχιλλέως δεῦρʼ ἐνόστησεν: ἐπεὶ δὲ πορθήσαντι αὐτῷ τὴν Ἴλιον ἐτελείωσε τὴν ὑπόσχεσιν: — εἰς τὴν Ἑλλάδα δηλονότι: —

<!-- 972 -->σῷ μὲν συνέγνων πατρί: συγγνώμην ἐδίδων διὰ τὴν χρείαν: — συνεχώρησα τοῦτο. διʼ ἀνάγκην γὰρ αὐτῷ ἔδωκεν ἵνα Τροίαν ἕλῃ: — τὸν δʼ ἐλισσόμην: ταῦτα, φησὶν, ἔλεγον αὐτῷ ὅτι παραχώρησόν μοι τὴν παῖδα, ἐπεὶ οὐκ ἄλλοθεν γυναῖκα προσδοκῶ λαβεῖν ἢ παρὰ συγγενῶν, φυγὰς ὤν: —

<!-- 974 -->τὸν τῆς μανίας δαίμονά φησιν: —

<!-- 975 -->γήμαιμʼ ἀπʼ ἀνδρῶν: ἐκτὸς τοῦ γένους, τουτέστι ξένην: — ἔκτοθεν δʼ οὐ ῥᾳδίως: καὶ γὰρ «ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι», τὸ δὲ συγγενὲς κατὰ φυσικὴν ἀνάγκην φίλον, ὡς καὶ ἐν Δυσκόλῳ φησὶν ὁ Μένανδρος· «οὐκ ἔνεστʼ ἴσως φυγεῖν οἰκειότητα, δᾶερ»: — ἄλλως: τὸ ἑξῆς· ὡς φίλων μὲν ἂν γήμαιμʼ ἀπʼ ἀνδρῶν φεύγων ἀπʼ οἴκων ἃς ἐγὼ φεύγω φυγάς: —

<!-- 976 -->φεύγων ἀπʼ οἴκων: Μυκηναῖος γὰρ ὢν ὁ Ὀρέστης καὶ γαμῶν συγγενῆ καὶ Σπαρτιάτιδα ἐδύνατο, τὴν πατρίδα φεύγων διὰ τὸν νόμον, εἰς τὸν οἶκον τῆς γαμετῆς, ὅ ἐστιν εἰς τὴν Σπάρτην, φεύγειν καὶ μὴ ἐν ξένοις ἀλᾶσθαι: — ῥᾷον δέ ἐστι τοῦτο, φησί. φυγὴν γὰρ εὑρεῖν εἰς οἶκον γαμετῆς ῥᾴδιον: —

<!-- 985 -->οἷον· οὐκ ἄν τις εὕροι συγγενοῦς χρησιμώτερον ἐν καιρῷ ἀτυχίας: — ἄλλως: ἀντὶ τοῦ· αὔταρκες καὶ ἱκανὸν εἰς ἐπικουρίαν ἐν ταῖς συμφοραῖς. τὸ δὲ δεινόν καὶ ὁ ῥήτωρ ἀντὶ τοῦ ἱκανόν τέταχεν «δεινὸς πράγμασι χρῆσθαι»: —

<!-- 986 -->οὐκ ἔστιν οὐδέν: ἀντὶ τοῦ συγγενοῦς. καὶ ἐν Βάκχαις «Βρόμιος ἄναξ ἀπώλεσʼ οἰκεῖος γεγώς»: —

<!-- 987 -->νυμφευμάτων μὲν τῶν ἐμῶν: εἰ πρῴην νυμφευμάτων τῶν ἐμῶν σε ἐστέρησεν καὶ τούτῳ δέδωκεν ὁ πατὴρ ὁ ἐμός, αὐτὸς τὴν αἰτίαν ἕξει· οὐ γὰρ ἐμὸν τὸ κρίνειν, οἷον· αὐτός σοι ἀπολογήσεται: — ἄλλως: εἰ νυμφευμάτων σε τῶν ἐμῶν ὁ πατὴρ πρὶν ἐστέρησεν, ἐκεῖνος μεριμνάτω καὶ ἀπολογείσθω σοι περὶ τούτου: —

<!-- 993 -->θάρσει γέροντος χεῖρα: διὰ τὴν χεῖρα τοῦ γέροντος θάρσει: — θάρσει γέροντος χεῖρα: παραινεῖ αὐτῇ μὴ δίκην αἰχμαλώτου φυγεῖν, ἀλλὰ σχολαίτερον, καλῶς τὰ καθʼ ἑαυτὴν διοικήσασαν καὶ λαβοῦσαν κόσμον τὸν ἴδιον ἄλλα τε χρήματα θεραπαίνας τε καὶ θεράποντας οἷς ἐθάρρει: —

<!-- 995 -->τοία γὰρ αὐτῷ: ἐμφαίνει ὅτι προδιέθηκε τοὺς Δελφοὺς εἰς τὸν κατὰ τοῦ Νεοπτολέμου φόνον: —

<!-- 997 -->πρὶν σκευασθῆναι αὐτῷ καὶ πάθος τι: —

<!-- 998 -->Πυθία: —

<!-- 999 -->τῶν Δελφῶν: —

<!-- 1002 -->ὑπὲρ τοῦ πατρός: —

<!-- 1006 -->κακῶς ὀλεῖται: ἀμφότερα, φησὶν, αὐτὸν ἀναιρήσει, πρῶτον αὐτὸς ὁ θεὸς εἰς ὃν ἠσέβησεν, εἶτα καὶ αἱ παρʼ ἐμοῦ διαβολαί. διαβεβλήκει γὰρ αὐτὸν ὡς ἐπὶ πορθήσει τοῦ ναοῦ ἐληλυθότα: —

<!-- 1007 -->ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν: φιλεῖ πως ὁ δαίμων ἀναστρέφειν ἀεὶ τοῖς ἀνθρώποις τὰ πράγματα καὶ τοὺς ἐχθροὺς ποτὲ μέγα φρονοῦντας ὕστερον ταπεινοῦν, ὅπως μηδεὶς μηδενὸς ὑπερφρονοίη. τοῦτο δέ φησι διὰ τὸν Νεπτόλεμον, ὅτι τότε παρακαλούμενος παραχωρῆσαι τὴν Ἑρμιόνην ὑπερεῖδεν καὶ νῦν αὐτῆς ἀποστερεῖται: — ἄλλως: τῶν γὰρ ἐχθρῶν αὐτῷ, φησὶν, ὁ θεὸς τὴν μοῖραν, ὅ ἐστι τὴν εὐμοιρίαν, καταστρέφει καὶ μέγα φρονεῖν οὐκ ἐᾷ: — ἄλλως: τῶν ἐναντιουμένων γὰρ αὐτῷ ἀνθρώπων τὴν μοῖραν ὁ θεὸς εἰς καταστροφὴν ἄγει: — ταῦτα εἰπὼν ἀπῆλθεν ἔχων τὴν Ἑρμιόνην: —

<!-- 1009 -->ἰὼ Φοῖβε: τὸν ὑψηλὸν τόπον πυργώσας καὶ ποιήσας αὐτὸν εὐτειχῆ: — ἄλλως: ἰὼ Φοῖβε πυργώσας: βουλόμενος παραμυθήσασθαι ὁ χορὸς τὴν Ἑρμιόνην μέλλουσαν συνοικεῖν ἑτέρῳ ἀνδρὶ φησὶν ὅτι καὶ ἄλλαι τοῦτο πεπόνθασιν Ἑλληνίδες ἐξ αἰτίας τῆς κατασκαφῆς τῆς Τροίας. ἄρχεται τοίνυν ἐκ τοῦ πρώτου αἰτίου, ὅ ἐστι τῆς πορθήσεως τῆς Τροίας: — ἄλλως: ὁ χορὸς ὥσπερ ἐναντία τὰ πράγματα ὁρῶν θαυμάζει πῶς καὶ ὑπὸ τῶν θεῶν ᾠκοδομήθη ἡ Τροία καὶ ἀτίμως ἑάλω, συμπαθὼν δὲ τῇ Ἀνδρομάχῃ ὀδύρεται τὴν ἅλωσιν τῆς Τροίας: —

<!-- 1011 -->κυανέαις ἵπποισι: μελαίναις. ἐπὶ γὰρ ἵππων μελαινῶν λέγουσι τὸν Ποσειδῶνα ὀχεῖσθαι διὰ τὴν χροιὰν τοῦ πελάγους. οὕτως καὶ Ὅμηρος λέγει μέλανα πόντον καὶ κυανοχαίτην εὐλόγως τὸν Ποσειδῶνα λέγει καὶ θύουσιν αὐτῷ παμμέλανας ταύρους διὰ τὴν αὐτὴν αἰτίαν: —

<!-- 1014 -->τίνος οὕνεκʼ ἄτιμον ὀργάναν χέρα: τί οὖν ὀργάναν χέρα, ἀντὶ τοῦ ἐργατικὴν χεῖρα  <span class="gap">…</span> — ἄλλως: τίνος ἕνεκα τὸ τῆς χειρὸς τῆς ὑμετέρας ἔργον ἀτίμως παραδεδώκατε τῷ Ἄρει: — ἄτιμον ἔφη ὅτι τὸν μισθὸν οὐκ ἀπέδωκεν ὁ Λαομέδων τῆς τειχοδομίας αὐτοῖς: — ἄλλως: ὀργάναν χέρα: τινες τὸ χέρα ἀντὶ τοῦ χειρός καὶ τὸ τεκτοσύνας ἀντὶ τοῦ τεκτοσύνην, ἀντὶ τοῦ· ὅσα διὰ χειρῶν ἐτεκτήνασθε: — τὸ ἔργον τὴν κατασκευήν: —

<!-- 1016 -->τῷ πάντα διὰ δόρατος μηχανωμένῳ: —

<!-- 1021 -->ἔθετʼ ἀστεφάνους: κακοστεφάνους. στέφανος γὰρ τοῖς ἐν πολέμῳ νικήσασι τὸ αἷμα: — ἄλλως: αἷς οὐ πρόκειται στέφανος ἐν τοῖς γυμνικοῖς ἀγῶσιν: —

<!-- 1027 -->οἴχεται, διεφθάρη, ὁ Ἀγαμέμνων ταῖς Κλυταιμνήστρας χερσὶν αὐτή τε ἡ Κλυταιμνήστρα ἀντὶ τοῦ θανάτου τοῦ Ἀγαμέμνονος φόνον ἀλλαξαμένη πρὸς τοῦ Ὀρέστου ἀπέλαυσε τῆς οἰκείας δηλονότι κακίας: —

<!-- 1029 -->φόνον θανάτῳ πρὸς τέκνων ἀπηύρα: ἀλλʼ οὐκ ἀτιμώρητος, φησὶν, ἔμεινεν ἡ Κλυταιμνήστρα, ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρεθεῖσα. ἀντιδοῦσα τὸν ἑαυτῆς θάνατον ὑπὲρ τοῦ φόνου τοῦ Ἀγαμέμνονος: —

<!-- 1032 -->μαντόσυνον: τὸ μαντικόν: — λείπει ἤκουσεν. αὐτὸ, τὸ μαντόσυνον κέλευσμα δηλονότι. ἐπίτηδες δὲ παρέλειψε τὸ ἤκουσεν, ἵνα μὴ φανῇ τοιαῦτα πείθων ὁ θεός: — αὐτὸ, μαντόσυνον κέλευσμα: —

<!-- 1036 -->ὦ δαῖμον, ὦ Φοῖβε: τὸ ὦ δαῖμον ὁ χορὸς θαυμάζων ἀνεφώνησεν εἰ Ἀπόλλων τοῦτο προσέταξεν: — πῶς πείθομαι τοῦτο εἰρῆσθαι παρὰ σοῦ: —

<!-- 1038 -->πολλαὶ δʼ ἀνʼ Ἑλλάνων: ἴδοις ἂν, φησὶ, κατὰ τὴν Ἑλλάδα συνεχεῖς θρήνους γινομένους περὶ τῶν κατὰ τὴν Ἴλιον ἀπολωλότων. θέλει δὲ εἰπεῖν ὅτι μία πρόφασις ὀλέθρου γέγονεν Ἕλλησί τε καὶ βαρβάροις: — ἀνὰ τὰς ἀγορὰς τῶν Ἑλλήνων: — ἄλλως: βούλεται εἰπεῖν ὅτι οὐ μόνον ἡ Ἴλιος ἀλλὰ καὶ ἡ Ἑλλὰς ἐδυστύχησεν: —

<!-- 1039 -->δυστάνων τοκέων ἄλοχοι: τοκέων ἀνδρῶν, νυμφίων, τῶν ἤδη πατέρων γενομένων παρὰ ταῖς ἰδίαις γυναιξί. καὶ αὐτοὶ γοῦν ἀπολοφυρόμενοι τὰς οἰκείας οὐ μόνον γαμετὰς, ἀλλὰ καὶ παῖδας ἐπόθουν, παρὰ τὸ Ὁμηρικὸν «αἱ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα». ἐὰν δὲ ᾖ ἡ γραφὴ τεκέων, λείπει τὸ ἕνεκεν, ἄλοχοι δὲ ἀντὶ τοῦ γυναῖκες ἁπλῶς: —

<!-- 1040 -->ἐκ δʼ ἔλειπον οἴκους: ἀπὸ κοινοῦ τὸ πολλαί: — καὶ ἄλλως: ἐκ δʼ ἔλειπον οἴκους πολλαὶ καὶ ἄλλους ἐγάμησαν διὰ τὸ τοὺς προτέρους ἄνδρας τεθνηκέναι: —

<!-- 1041 -->οὐ σὺ, φησὶ, μόνη ἐξέπεσες τῆς ἐκ θεῶν εὐτυχίας οὐδὲ μόνοι οἱ συγγενεῖς: —

<!-- 1042 -->δύσφρονες: αἱ δυσυπομόνητοι ἐπεγένοντο θλίψεις: — τὸ φίλοις ἀντὶ τοῦ· οὐδὲ μόνοις τοῖς φίλοις σου: — τοῦτο καθʼ ἑαυτὸ ἀπολύτως ἀναγνωστέον: —

<!-- 1044 -->μεγάλην, φησὶ, νόσον καὶ ἡ Ἑλλὰς ὑπέμεινεν, τὴν τῆς Ἑλένης λαγνείαν ἥτις διαβᾶσα ἄχρι τῆς Φρυγίας θρήνους καὶ συμφορὰς ἀπειργάσατο: —

<!-- 1048 -->οὐκ ἀκριβῆ: —

<!-- 1049 -->ὅτι τὰ οἰκήματα ἐκλιποῦσα φρούδη γέγονεν ἡ Ἑρμιόνη: —

<!-- 1053 -->οὐ πρέπει κρύπτειν τὸ συμβὰν ἡμῖν κακόν· λέγει δὲ τὴν φυγὴν τῆς Ἑρμιόνης: —

<!-- 1059 -->τῷ φόβῳ τῷ ὑπὲρ τῆς αἰχμαλώτιδος: —

<!-- 1068 -->καὶ τἀνθάδʼ ὄντα: ἀντὶ τοῦ· Νεοπτολέμῳ ὥστε φυλάξασθαι: —

<!-- 1072 -->ὡς ἀεί τι ἡ ψυχὴ προσδοκᾷ: —

<!-- 1077 -->οὐδέν εἰμʼ, ἀπωλόμην: ἐγκαλεῖ Δίδυμος καὶ εὐεπίληπτόν φησι τὸ αὐτὸν ἐν πάθει ὄντα λέγειν οὐδέν εἰμι, φρούδη μὲν αὐδή παρὰ τὸ Ὁμηρικὸν «δὴν δέ μιν ἀμφασίη ἐπέων λάβεν». ἀλλʼ ἐκεῖ οὐκ αὐτὸς ὁ πάσχων φησὶν, ἀλλʼ ἕτερος περὶ αὐτοῦ: —

<!-- 1078 -->φροῦδα δʼ ἄρθρα μου κάτω: ἀντὶ τοῦ· ἀφανής εἰμι καὶ εἰς Ἅιδου βαδίζω: — κάτω: παρὰ τοῖς κατοιχομένοις: —

<!-- 1080 -->χρῄζεις, τὸ πραχθέν: τὸ ἑξῆς· ἄκουσον τὸ πραχθὲν ἀνορθώσας τὸ σὸν σῶμα, εἴ τι δύνασαι εἰς ἐκδίκησιν αὐτοῦ πρᾶξαι: —

<!-- 1083 -->μόνου παιδός: τοῦ μονογενοῦς ἐμοῦ παιδὸς ὁ μονογενὴς παῖς πῶς ἀπώλετο λέγε: —

<!-- 1086 -->τὸ ἑξῆς· τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους ἐξεπίμπλαμεν θεωροῦντες τὰ ἐν τῷ ἱερῷ: —

<!-- 1088 -->εἰς δὲ συστάσεις: ἀθροίσεις. συστάσεις καὶ κύκλους ἐκ παραλλήλου τὰ συνέδριά φησιν: —

<!-- 1092 -->ὁρᾶτε τοῦτον, ὅς: ὁρᾶτε τοῦτον καὶ δεύτερον παρόντα ἐφʼ οἷς καὶ πάρος, ὅ ἐστιν· ὥσπερ ἦλθε πολέμιος τότε, οὕτω καὶ νῦν: —

<!-- 1093 -->χρυσοῦ γέμοντα: ὡς εἰς ἄσυλον γὰρ ἱερὸν ἐκεῖ παρετίθεντο τὰ χρήματα ἑαυτῶν πολλοί: —

<!-- 1097 -->ἀρχαί τʼ ἐπληροῦντο: τὰ ἀρχεῖα, τινὲς δὲ πλεονάζειν φασὶ τὸ δεύτερον τὲ, ἵνʼ ᾖ· τὰ ἀρχεῖα ἐπληροῦντο εἰς τὸ βουλεύεσθαι: — ἄλλως: οἱ προέχοντες δὲ ἤρχοντο εἰς τοὺς τόπους καθʼ οὓς αἱ βουλαὶ ἐγίνοντο: —

<!-- 1098 -->ἰδίᾳ θʼ ὅσοι: καὶ πάλιν ἰδίᾳ καὶ χωρὶς τῶν ἄλλων φρουρὰς ἐτίθεντο καὶ φύλακας οἱ τῶν τοῦ θεοῦ χρημάτων προιστάμενοι: —

<!-- 1100 -->πόας: — ἡμεῖς δὲ μῆλα: ἐν ταῖς πόαις, ἐν ταῖς βοτάναις: —

<!-- 1101 -->παιδεύματʼ: τὰ βουλεύματα τούτων οὐ γινώσκοντες: — παιδεύματʼ οὐδέν: τινὲς, ἃ πρὸς παίδευσιν ἑαυτῶν καὶ σωφρονισμὸν ἤγομεν τῷ θεῷ. ἢ τὰ θρέμματα: —

<!-- 1103 -->σὺν προξένοισι: τοῖς φίλοις. πρόξενοι γάρ εἰσιν οἱ ἐπὶ ξένης φίλοι. ὡς τοῦ Νεοπτολέμου ἀπὸ τῆς πρώτης ἐπιδημίας φίλους ἔχοντος ἐκεῖσε: —

<!-- 1105 -->θεῷ κατευξώμεσθα: ὡς ἔθος ἔχοντος τοῦ ἱερέως εὔχεσθαι ὑπὲρ τῶν θυομένων: —

<!-- 1109 -->κἀνταῦθʼ Ὀρέστου: ταῦτα φησὶν, εἰπόντος τοῦ δεσπότου οὐδεὶς ἐπίστευσεν, ἀλλʼ ἴσχυσεν ἡ διαβολὴ Ὀρέστου: —

<!-- 1111 -->ἥκων ἐπʼ αἰσχροῖς: δοὺς τοῖς ἱερεῦσι τὰ ἱερεῖα εἰσῆλθεν εὔξασθαι πρὸ τῶν θυσιῶν: —

<!-- 1113 -->εὔξαιτο Φοίβῳ: ἔτυχε παρεῖναι τὸν Νεοπτόλεμον θυσίας ἐπιτελούμενον: —

<!-- 1120 -->χωρεῖ δὲ πρύμναν: ὅ ἐστιν· εἰς τοὐπίσω ἀνεπόδισεν μὴ δοὺς τὰ νῶτα, ἀλλὰ πρὸς τοὺς ἐναντίους ὁρῶν. τοῦτο δὲ καὶ Θουκυδίδης φησὶ «πρύμναν ἐκρούοντο», ὅταν μὴ μεταβαλλόμενοι φεύγωσιν, ἀλλʼ ἀντίοι ὄντες ἀναχωρήσωσιν: — οὐ γὰρ εἰς καιρὸν τυπείς: ἀντὶ τοῦ· οὐκ ἐν καιρίῳ τόπῳ. Ὅμηρος «οὐκ ἐν καιρίῳ ὀξὺ πάγη»: —

<!-- 1121 -->καὶ παραστάδος κρεμαστὰ τεύχη: παραστάδας λέγει νῦν τοὺς μετὰ τὴν εἴσοδον ἑκατέρωθεν παρισταμένους τοίχους: — ἄλλως: ἀπὸ τῶν θυρῶν ἢ τοῦ κρεμαστά. ἐν γὰρ ταῖς εἰσόδοις ἐκρέμαντο: —

<!-- 1122 -->πασσάλων καθαρπάσας: καὶ ἐκ τῶν πασσάλων τῶν τῆς παραστάδος κρεμάμενα ὅπλα ἁρπάσας: —

<!-- 1130 -->καὶ φυλάσσετʼ ἐμβολάς: τὰς βολάς. ἢ τὰς ὁρμὰς τῶν βελῶν: —

<!-- 1132 -->ἀντὶ τοῦ ἤνυεν: —

<!-- 1133 -->οἰστοὶ, μεσάγκυλʼ: εἴδη ἀκοντίων ἐν μέσῳ σπάρτῳ δεδεμένων ἣν κατέχοντες ἠφίεσαν. ἔστιν οὖν ἀντίθετον τῷ ἀμφώβολοι: — ἔκλυτοί τʼ ἀμφώβολοι: ὁ νοῦς· ἐρρίπτοντο δὲ πρὸ τῶν ποδῶν αὐτοῦ καὶ ἀμφώβολοι σφαγεῖς βουπόροι, ὅ ἐστιν· ὀβελίσκοι σφάττειν δυνάμενοι, ἑκατέρωθεν ὀξύτατοι. τὸ δὲ ἔκλυτοι ὡς πρὸς τὰ μεσάγκυλα: — ἄλλως: ἔκλυτοι: εἴδη ἀκοντίων τριαινοειδῶν. οὕτω δὲ λέγεται ὡς πρὸς τὰ μεσάγκυλα ἃ δέδεται κατὰ μέσον σπάρτῳ: —

<!-- 1134 -->σφαγῆς: ἀντὶ τοῦ διὰ σφαγῆς, ὥστε ἐμποιῆσαι σφαγήν: —

<!-- 1135 -->πυρρίχας: ὀρχήσεις πολεμικὰς ἐνοπλίους: —

<!-- 1139 -->τὸ Τρωικὸν πήδημα: ὁποῖον ἐν τῇ Τροίᾳ ἐπήδησεν ὁ Ἀχιλλεύς. οἱ γὰρ συντεταχότες τὰ Τρωικὰ λέγουσιν ὡς τόπος ἐστὶν ἐν Τροίᾳ καλούμενος Ἀχιλλέως πήδημα ὅπερ ἀπὸ τῆς νεὼς ἐπήδησεν. οὕτως δὲ, φησὶ, βίᾳ ἥλατο ὡς καὶ ὕδωρ ἀναδοθῆναι: —

<!-- 1144 -->τὸ ἑξῆς· δύσφημος κραυγή: —

<!-- 1145 -->τὸ ἀντήχημα ἐποίει, ὅ ἐστιν· ἐν ταῖς πέτραις ἀντήχησεν: — ἐν γαλήνῃ ἔστη: —

<!-- 1147 -->πρὶν δή τις ἀδύτων: ἕως τὶς. κατὰ τὸ σιωπώμενον σεμνῶς τὸν θεὸν ᾐνίξατο: —

<!-- 1151 -->Μαχαιρέα φασὶν αὐτὸν καλεῖσθαι: —

<!-- 1153 -->τίς οὐ πέτρον: τοῦτο παρὰ τὸ Ὁμηρικὸν «οὐδʼ ἄρα οἷ τις ἀνουτητί γε παρέστη»: —

<!-- 1160 -->τῷ τάφῳ τῆς γῆς: —

<!-- 1164 -->ἐμνημόνευσε δʼ, ὥσπερ ἄνθρωπος κακὸς, παλαιὰ νείκη: πρὸς αἰτιατικὴν τὸ ἐμνημόνευσεν ὡς «μέμνημαι τόδε ἔργον». καὶ ὁ Ἡσίοδός φησι· «τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥριον ἔργον» καὶ πολλαχοῦ εὑρήσεις παρὰ ποιηταῖς συντασσόμενον αἰτιατικῇ τὸ μέμνημαι: —

<!-- 1172 -->εἰς ἓν μοίρας συνέκυρσας: συνῆλθες, τουτέστι· συνεδυστύχησας αὐτῷ: — εἰς ἕν: εἰς ταὐτὸ τῆς κακομοιρίας ἔτυχες: — ἄλλως: εἰς τὸ αὐτὸ τῆς κακομοιρίας καὶ δυστυχίας συνῆλθες, ἤτοι ἐπʼ ἴσης τῷ Νεοπτολέμῳ τῆς κακομοιρίας πεπείρασαι: —

<!-- 1176 -->ὅτι τὴν χώραν πόλιν ὠνόμασεν: —

<!-- 1180 -->ἀντὶ τοῦ ἀφορῶν: — βαλὼν τέρψομαι: ἀντὶ τοῦ· ὁρῶν τερφθήσομαι: —

<!-- 1182 -->γράφεται ἤπαφε: —

<!-- 1184 -->οὗτός τʼ ἂν ὡς ἐκ τῶνδʼ ἐτιμᾶτʼ ἂν, γέρον: μειζόνως ἂν ἐδοξάσθη ὡς ἐκ τοιούτων ἀνδρῶν ἀνῃρημένος ἐν παρατάξει σύ τε εὐτυχέστερον ἀπήλλαξας κερδαίνων τὴν εὔκλειαν τοῦ ἐκγόνου: —

<!-- 1188 -->ὦ παῖ: ὦ ἐμὸν τέκνον, μὴ ὤφελε τὸ δυσώνυμον γένος τῶν σῶν λεχέων, ὅ ἐστι τῆς Ἑρμιόνης, εἰς τέκνα καὶ δόμους ἀμφιβαλέσθαι Ἀίδαν ἐπὶ σοὶ, τουτέστιν παιδοποιίας χάριν ἀποκτεῖναί σε: — τὸ ὑπερβατὸν οὕτως· ὦ τέκνον ἐμὸν, μήποτε ὤφελε τὸ δυσώνυμον γένος Ἑρμιόνης ἀμφιβαλέσθαι κατὰ σοῦ Ἀίδην ἕνεκα λεχέων σου: — ὁ πᾶς λόγος· μὴ ὤφελε τῶν σῶν γάμων χάριν τὸ δυστυχές μου γένος ἐπʼ ἐλπίδι παιδοποιίας καὶ οἴκου καταστάσεως ἐνέγκασθαι καὶ ζεῦξαί σοι τὴν Ἑρμιόνην κατὰ σοῦ, ἀντὶ τοῦ ἐπὶ τῷ σῷ κακῷ, οἷον· εἴθε μὴ ἔγημας τὴν Ἑρμιόνην. ὁ γὰρ ταύτης γάμος αἴτιός σοι θανάτου γεγένηται. ἢ οὕτως ἐν ὑπερβατῷ· ὦ τέκνον ἐμὸν, μήποτε ὤφελε τὸ δυσώνυμον γένος Ἑρμιόνης Ἀίδαν ἀμφιβαλέσθαι ἐπὶ σοὶ καὶ ἐπὶ τοὺς δόμους τῶν σῶν λεχέων καὶ ἐπὶ τὰ σὰ τέκνα, ὅ ἐστιν· εἴθε μή σοι ἐγαμήθη ἵνα δόμου σε καὶ τέκνων καὶ λεχέων ἀφέληται καὶ διὰ τοῦ θανάτου στερήσῃ: — ἄλλως: εἴθε, φησὶ, τὸ ἐμὸν γένος μήποτε τῶν λεχέων τῶν λεχέων τῆς Ἑρμιόνης ὤφελεν ἐπιδικάσασθαι ὡς τέκνα ἐξ αὐτῆς καὶ γένος δυσώνυμον εἰς τοὺς δόμους καταλιπεῖν, οἷον· μήποτέ σοι ὤφελεν γεγαμῆσθαι ἡ Ἑρμιόνη: —

<!-- 1192 -->Ἀίδαν ἐπὶ σοὶ τέκνον: αὐτὴν τὴν Ἑρμιόνην. ἢ τὴν Ἑρμιόνην τὴν ἐπὶ σοὶ Ἀίδην γενομένην, ἐπειδὴ διʼ αὐτὴν ἐπεβουλεύθη ὑπὸ Ὀρέστου: —

<!-- 1194 -->μηδʼ ἐπὶ τοξοσύνᾳ φονίῳ: μηδὲ ὤφελεν ὁ Νεοπτόλεμος ἐπὶ τῇ φονίῳ τοξοσύνῃ τοῦ Ἀπόλλωνος πατρὸς αἷμα εἰς θεὸν ἀνάψαι ἄνθρωπος ὤν, ὅ ἐστιν· ὦ Νεοπτόλεμε ἐκ Διὸς κατάγων τὸ γένος, μὴ ὤφελες ἀναθεῖναι τὴν αἰτίαν τοῦ φόνου τοῦ σοῦ πατρὸς τῷ Ἀπόλλωνι ἵνα τὸ αἷμα καὶ ἐπὶ τοῦ γένους καὶ ἐπὶ τοῦ φόνου ἀκούηται: — ἄλλως: μηδὲ ἐπὶ τῇ τοξείᾳ τοῦ Φοίβου τῇ φονικῇ τοῦ σοῦ πατρὸς Ἀχιλλέως. ὤφελʼ ἀπὸ κοινοῦ: —

<!-- 1201 -->διάδοχα τάλας ἐγώ: κατὰ διαδοχὴν ὁ τάλας δακρύω. μετὰ γὰρ Ἀχιλλέα δακρύει Νεοπτόλεμον: —

<!-- 1210 -->ἐμῷ κάρα: οὕτως ἡ γραφή· οὐ γὰρ προσγραπτέον τὸ ι. ἔστι γὰρ ἐξ ἀποκοπῆς τοῦ κάρηνον, ὅπερ κατὰ πᾶσαν πτῶσιν ἀποκόπτεται, τὸ κάρηνον τὸ κάρα, τοῦ καρήνου τοῦ κάρα, τῷ καρήνῳ τῷ κάρα, τὸ κάρηνον τὸ κάρα, ὦ κάρηνον ὦ κάρα: —

<!-- 1211 -->ὦ πόλις διπλῶν τέκνων μʼ ἐστέρησεν: τὴν Ἴλιον οἰωνιζόμενος ἀνακαλεῖ, ἐπεὶ προιστάμενος αὐτῆς Ἀπόλλων Ἀχιλλέα καὶ Νεοπτόλεμον ἀνεῖλεν: —

<!-- 1219 -->ἀμπτάμενα: τὸ ἑξῆς τοῦ νοῦ οὕτως· ἀμπτάμενα πάντα ἐπάρματι μετεώρῳ πόρρω φροῦδα κεῖται: — κόμπῳ μεταρσίῳ: ἐπάρματι μετεώρῳ: — ἄλλως: ἀνυψωθέντα τὰ περὶ ἐμὲ πρῴην ἐν μεταρσίῳ δόξῃ, φροῦδα νῦν πάντα κεῖται: — φροῦδα πάντα κεῖται: λείπει τὸ ἐν τῷ παρελθόντι χρόνῳ. θέλει δὲ εἰπεῖν ὅτι τὰ μὲν τῆς εὐτυχίας παρῆλθεν, τὰ δὲ παρόντα βαρύνει: —

<!-- 1228 -->καὶ Ὅμηρος «αἰθέρος ἐκ δίης»: —

<!-- 1229 -->διοδεύων: —

<!-- 1240 -->θάψον πορεύσας: ὅτι μὲν ἐν Δελφοῖς ὁ Νεοπτόλεμος τέθαπται, καὶ Φερεκύδης ἱστορεῖ· ὅτι δὲ νεκρὸς ἐλθὼν εἰς Φθίαν πάλιν εἰς Δελφοὺς ἐπέμφθη, διέψευσται: —

<!-- 1242 -->φόνον βίαιον: ἵνα ὄνειδος τοῖς Δελφοῖς ἀπαγγέλλῃ ὁ τάφος τὸν φόνον τὸν βίαιον: —

<!-- 1245 -->Ἑλένῳ συναλλαχθεῖσαν: ἀντὶ τοῦ· πρὸς γάμον συναφθεῖσαν. ἐν τῇ Τροίᾳ γὰρ αὐτομολήσας Ἕλενος πρὸς τὸν Νεοπτόλεμον συναπῆλθεν αὐτῷ εἰς τὴν Ἑλλάδα: — εὐναίοις γάμοις: τοῖς νομίμοις. ἀπηνέχθη δὲ εἰς Ἑλλάδα Ἕλενος μετὰ τὴν Ἰλίου πόρθησιν: — ἴσως ὡς μάντεως φανέντος  <span class="gap">…</span> —

<!-- 1247 -->ἀπὸ κοινοῦ τὸ Μολοσσίαν γῆν χρὴ κατοικῆσαι: —

<!-- 1248 -->Μολοσσίαν: ἔστι δὲ ἡ Μολοσσία χώρα τῆς Ἠπείρου: —

<!-- 1254 -->θεὰ γεγῶσα: ἐν τοῖς πολλοῖς τῶν ἀντιγράφων οὐ φέρεται ὁ ἴαμβος οὗτος: —

<!-- 1259 -->ξηρὸν ἐκ πόντου πόδα: προνοίας θείας ἐστὶ σημεῖον τὸ διὰ θαλάσσης ὁδεύοντα μὴ τέγγειν τοὺς πόδας: —

<!-- 1262 -->Λευκὴν κατʼ ἀκτὴν ἐντός: Λευκὴν νῆσον, ἐν ᾗ διέτριβεν ὁ Ἀχιλλεὺς, μεταξὺ τοῦ Εὐξείνου πόντου· ὅθεν καὶ οἱ Ἀχίλλειοι δρόμοι, περὶ ὧν ἐν Ἰφιγενείᾳ τῇ ἐν Ταύροις εἴρηται: —

<!-- 1265 -->ἐλθὼν παλαιᾶς χοιράδος: χοιρὰς πᾶσα πέτρα ἐξέχουσα καὶ περικλυζομένη θαλάσσῃ. πέτραν οὖν φασί τινα σπήλαιον ἔχουσαν ἐν ᾧ εἰώθει διατρίβειν ἐκ θαλάσσης ἀνιοῦσα ἡ Θέτις. Σηπιὰς δὲ τόπος περὶ τὸ σπήλαιον ὅπου τὴν Θέτιν ἥρπασεν ὁ Πηλεὺς εἰς σηπίαν μεταβληθεῖσαν: — ἄλλως: τόπος ὅπου τὴν ἀρχὴν ὁ Πηλεὺς τὴν Θέτιν ἥρπασεν εἰς σηπίαν μεταβληθεῖσαν: —

<!-- 1268 -->τὸν ἀποκομιστήν σου, τὸν ἀποκομιοῦντά σε εἰς τὸν βυθὸν ἐπὶ τῷ συνοικεῖν μοι: —

<!-- 1273 -->ὦ δέσποινα: — ὦ πότνιʼ ὦ γενναῖα: τὸ ἑξῆς· ὦ πότνια, Νηρέως γένεθλον, χαῖρε· ὥστε τὸ ὦ γενναῖα συγκοιμήματα κατὰ ἀναφώνησιν ἰδίαν ἐξενήνεκται, ὅ ἐστιν· ὦ εὐγενῆ συγκοιμήματα: —

<!-- 1282 -->μηδʼ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις: τὰ λέκτρα δηλονότι. οἱ ἐξ εὐγενῶν γαμοῦντες οὔποτʼ ἂν πράξειαν ἐκ θεῶν κακῶς: —

<!-- 1284 -->πολλαὶ μορφαὶ τῶν δαιμονίων: ταῦτα εἴωθεν ὁ ποιητὴς λέγειν διὰ τὰ ἐν τοῖς δράμασιν ἐκ παραδόξου συμβαίνοντα, ὡς καὶ ἐνταῦθα παράδοξον τὸ Ἑρμιόνην γαμηθῆναι Ὀρέστῃ καὶ εἰς Μολοσσοὺς ἀπελθεῖν Ἀνδρομάχην μέλλουσαν ἀποθανεῖν καὶ Νεοπτόλεμον πρότερον μὲν μὴ ἀποθανεῖν δίκας αἰτοῦντα τὸν θεόν, νῦν δὲ θυσίας ἐπιτελοῦντα ἐπὶ μετανοίᾳ ἐξιλεούμενόν τε τὸν θεὸν ἐπιβουλευθῆναι: —

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cto-ajh`.
