---
title: "Scholia on Euripides: Hypothesis of Alcestis"
title_greek: "Σχόλια εἰς Εὐριπίδην, Ὑπόθεσις Ἀλκήστιδος"
author: Scholia on Euripides
eul_wid: cto-ajg
eul_aid: cto
canonical: "https://eulogikon.org/works/euripides-scholia-euripides-hypothesis-alcestis-cto-ajg"
lang: grc
period: Hellenistic
dialect: Mixed Dialects
content_hash: "sha256:2ce01a84352e0dadb7a101565e81d0f6b92e1b866b7a99b97d48be52622d67fe"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Euripides: Hypothesis of Alcestis

*Σχόλια εἰς Εὐριπίδην, Ὑπόθεσις Ἀλκήστιδος*

**Author:** Scholia on Euripides

**eul_wid:** `cto-ajg` · [HTML page](https://eulogikon.org/works/euripides-scholia-euripides-hypothesis-alcestis-cto-ajg)

## Text

<!-- 1 -->

ΥΠΟΘΕΣΙΣ ΑΛΚΗΣΤΙΔΟΣ

Ἀπόλλων ᾐτήσατο παρὰ τῶν Μοιρῶν ὅπως ὁ Ἄδμητος, τελευτᾶν μέλλων, παράσχῃ τὸν ὑπὲρ ἑαυτοῦ ἑκόντα τεθνηξόμενον, ἵνα ἴσον τῷ προτέρῳ χρόνον ζήσῃ. καὶ δὴ Ἄλκηστις ἡ γυνὴ τοῦ Ἀδμήτου ἐπέδωκεν ἑαυτὴν, οὐδετέρου τῶν γονέων θελήσαντος ὑπὲρ τοῦ παιδὸς ἀποθανεῖν. μετʼ οὐ πολὺ δὲ ταύτης τῆς συμφορᾶς γενομένης Ἡρακλῆς παραγενόμενος καὶ μαθὼν παρά τινος θεράποντος τὰ περὶ τὴν Ἄλκηστιν ἐπορεύθη ἐπὶ τὸν τάφον καὶ τὸν Θάνατον ἀποστῆναι ποιήσας, ἐσθῆτι καλύπτει τὴν γυναῖκα· τὸν δὲ Ἄδμητον ἠξίου λαβόντα αὐτὴν τηρεῖν· εἰληφέναι γὰρ αὐτὴν πάλης ἆθλον ἔλεγε. μὴ βουλομένου δὲ ἐκείνου, ἔδειξεν ἣν ἐπένθει: — Ἄλκηστις, ἡ Πελίου θυγάτηρ, ὑπομείνασα ὑπὲρ τοῦ ἰδίου ἀνδρὸς τελευτῆσαι, Ἡρακλέους ἐπιδημήσαντος ἐν τῇ Θετταλίᾳ διασῴζεται, βιασαμένου τοὺς χθονίους θεοὺς καὶ ἀφελομένου τὴν γυναῖκα. παρʼ οὐδετέρῳ κεῖται ἡ μυθοποιία. τὸ δρᾶμα ἐποιήθη ιζ. ἐδιδάχθη ἐπὶ Γλαυκίνου ἄρχοντος ὀλυμπιάδος πε ἔτει β. πρῶτος ἦν Σοφοκλῆς, δεύτερος Εὐριπίδης Κρήσσαις Ἀλκμέωνι τῷ διὰ Ψωφῖδος Τηλέφῳ Ἀλκήστιδι. εἰσιδ <span class="gap">…</span> ἐχορήγει. τὸ δὲ δρᾶμα κωμικωτέραν ἔχει τὴν καταστροφήν. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Φεραῖς, μιᾷ πόλει τῆς Θετταλίας· ὁ δὲ χορὸς συνέστηκεν ἔκ τινων πρεσβυτῶν ἐντοπίων, οἳ παραγίνονται συμπαθήσοντες ταῖς Ἀλκήστιδος συμφοραῖς. προλογίζει δὲ Ἀπόλλων: — τὸ δὲ δρᾶμά ἐστι σατυρικώτερον ὅτι εἰς χαρὰν καὶ ἡδονὴν καταστρέφει καὶ ἐκβάλλεται ὡς ἀνοίκεια τῆς τραγικῆς ποιήσεως ὅ τε Ὀρέστης καὶ ἡ Ἄλκηστις, ὡς ἐκ συμφορᾶς μὲν ἀρχόμενα, εἰς εὐδαιμονίαν δὲ καὶ χαρὰν λήξαντα, ἅ ἐστι μᾶλλον κωμῳδίας ἐχόμενα. πολλὰ δὲ τοιαῦτα παρὰ τοῖς τραγικοῖς: —

ΣΧΟΛΙΑ ΕΙΣ ΑΛΚΗΣΤΙΝ

<!-- 1 -->ἐξιὼν ἐκ τοῦ οἴκου τοῦ Ἀδμήτου προλογίζει ὁ Ἀπόλλων ῥητορικῶς: — ὦ δώματʼ Ἀδμήτειʼ: ἡ διὰ στόματος καὶ δημώδης ἱστορία περὶ τῆς Ἀπόλλωνος θητείας παρʼ Ἀδμήτῳ αὕτη ἐστὶν, ᾗ κέχρηται νῦν Εὐριπίδης· οὕτως δέ φησι καὶ Ἡσίοδος καὶ Ἀσκληπιάδης ἐν Τραγῳδουμένοις. Φερεκύδης δὲ οὔ φησι τοὺς Κύκλωπας ὑπὸ Ἀπόλλωνος ἀνῃρῆσθαι, ἀλλὰ τοὺς υἱοὺς αὐτῶν, γράφων οὕτως· «παρʼ αὐτόν», τὸν Ἄδμητον, «ἔρχεται Ἀπόλλων θητεύσων ἐνιαυτὸν, Διὸς κελεύσαντος, ὅτι κτείνει τοὺς Βρόντεω καὶ Στερόπεω καὶ Ἄργεω παῖδας. κτείνει δὲ αὐτοὺς Ἀπόλλων Διὶ μεμφθεὶς, ὅτι κτείνει Ζεὺς Ἀσκληπιὸν τὸν παῖδα αὐτοῦ κεραυνῷ ἐν Πυθῶνι. ἀνίστη γὰρ ἰώμενος τοὺς τεθνεῶτας». Ἀναξανδρίδης δὲ ὁ Δελφός φησι θητεῦσαι αὐτὸν, διότι τὸν ἐν Πυθοῖ δράκοντα ἀνεῖλεν. Ῥιανὸς δέ φησιν ὅτι ἑκὼν ἐδούλευσεν αὐτῷ ἐρῶν τοῦ Ἀδμήτου. καὶ περὶ μὲν τῆς Ἀπόλλωνος θητείας ταῦτα. Ἀπολλόδωρος δέ φησι κεραυνωθῆναι τὸν Ἀσκληπιὸν ἐπὶ τῷ τὸν Ἱππόλυτον ἀναστῆσαι, Ἀμελησαγόρας δὲ ὅτι Γλαῦκον, Πανύασσις δὲ ὅτι Τυνδάρεων, οἱ δὲ Ὀρφικοὶ ὅτι Ὑμέναιον, Στησίχορος δὲ ἐπὶ Καπανεῖ καὶ Λυκούργῳ, Φερεκύδης δὲ ἐν τῇ η τῶν Ἱστοριῶν διὰ τὸ τοὺς ἐν Δελφοῖς θνῄσκοντας αὐτὸν ἀναβιώσκειν, Φύλαρχος δὲ διὰ τοὺς Φινείδας, Τελέσαρχος δὲ διʼ Ὠρίωνα, Πολύαρχος δὲ ὁ Κυρηναῖος διὰ τὸ τὰς Προίτου θυγατέρας αὐτὸν ἰάσασθαι: —

<!-- 2 -->θῆσσαν: θητικὴν δίαιταν: — αἰνέσαι: εὐαρεστῆσαι καταδέξασθαι: —

<!-- 5 -->οὗ δὴ χολωθείς: ἀνθʼ οὗ, τοῦ Ἀσκληπιοῦ: — τέκτονας: τὸν Στερόπην τε καὶ Ἄργην: —

<!-- 7 -->εἰς ἐκδικίαν τῶν Κυκλώπων: —

<!-- 8 -->ἐβουφόρβουν ξένῳ: ἔνεμον· ἀπὸ τοῦ διαφέροντος ζῴου, τοῦ βοός. Ὅμηρος «πρῶθʼ ἑκατὸν βοῦς δῶκε». παρὸ καὶ ἀλφεσιβοίας τὰς γυναῖκας ἔλεγον ἐκ τοῦ καλλιστεύοντος ζῴου καὶ Βουκολικὰ ἐπιγέγραπται τὰ Θεοκρίτου καὶ τὴν Ἀρκαδίαν βούνομον προσαγορεύουσι, καίτοι οὐ μόνον αὐτὴν βόες κατενέμοντο. οὕτω δὲ διεῖχε τὸ ζῷον ὥστε καὶ τὸ ἱπποφορβεῖν βουκολεῖν ἔλεγον· «τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο»

<!-- 9 -->ἐς τόδʼ ἡμέρας: μέχρι τέλους ταύτης τῆς ἡμέρας. μέχρι τοῦ δεῦρο: —

<!-- 10 -->προσυπακουστέον τὸ λάτρις ἢ τὸ θής: —

<!-- 12 -->Μοίρας δολώσας: Αἰσχύλος Εὐμενίσι·

  
τοιαῦτʼ ἔδρασας καὶ Φέρητος ἐν δόμοις,  
  
Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.  
  
σύ τοι παλαιὰς διανομὰς καταφθίσας  
  
οἴνῳ παρηπάτησας ἀρχαίας θεάς: —  
οἴνῳ γὰρ ταύτας, φασὶ, τῶν λογισμῶν ἀπαγαγὼν ἐξῃτήσατο Ἄδμητον, οὕτω μέντοι ὥστε ἀντιδοῦναι ἑαυτοῦ ἕτερον τῷ Ἅιδῃ: —

<!-- 16 -->μήτηρ Ἀδμήτου Κλυμένη: —

<!-- 20 -->ἐγγὺς τοῦ ἀποθανεῖν οὖσα: —

<!-- 22 -->ἐγὼ δὲ μὴ μίασμα: τὸ ἑξῆς· ἐγὼ δὲ λείπω μὴ μίασμά με καταλάβῃ. δοκοῦσι μιαίνεσθαι οἱ θεοὶ ὅταν παρῶσι νεκρῷ: —

<!-- 24 -->σωματοποεῖ αὐτόν: —

<!-- 26 -->συμμέτρως: εὐκαίρως μετρήσας τὴν ἡμέραν ἐν ᾗ πέπρωται αὐτὴν ἀποθανεῖν. οἷον· κατὰ τὸν οἰκεῖον ὅρον, κατὰ τὸ δέον: —

<!-- 28 -->ὁ Θάνατος ὁρᾷ τὸν Ἀπόλλωνα πρὸ θυρῶν καὶ δέδοικε μὴ αὐτὴν ῥύσηται τοῦ θανάτου, ὥσπερ τὸν Ἄδμητον: —

<!-- 29 -->ἡ πρός ἀντὶ τῆς παρά: —

<!-- 31 -->ἀποσπῶν ἀφορίζων: —

<!-- 32 -->οὐκ ἤρκεσέ σοι: οὐκ ἤρκεσέν σοι τὰς Μοίρας τῇ δολίῳ τέχνῃ ἀπατήσαντα τὸν μόρον Ἀδμήτου διακωλῦσαι: —

<!-- 34 -->τέχνῃ: μεθύσας γὰρ αὐτὰς ᾔτησε παρʼ αὐτῶν ἀντὶ Ἀδμήτου ἄλλον ἀποθανεῖν: — ἐπὶ τῇ Ἀλκήστιδι: —

<!-- 36 -->ἥτις, Πελίου παῖς: —

<!-- 38 -->νῦν οὐκ ἀδικῶ σε· θάρρησον, φησί: —

<!-- 39 -->εἰ μετὰ τοῦ δικαίου, φησὶ, φθέγγῃ, τίς ἡ αἰτία τῶν τόξων: —

<!-- 44 -->τὸν Ἄδμητον: —

<!-- 45 -->εἰ οὐκ ἀφείλου αὐτόν, πῶς οὐ τέθνηκεν: —

<!-- 49 -->εἰς τοῦτό με δύνῃ πεῖσαι, τὸ φονεύειν ὃν πέπρωται: —

<!-- 50 -->τοῖς μέλλουσι θάνατον: τοῖς γεγηρακόσι. τούτους γὰρ λέγει τῷ μέλλουσι. βραδύνουσιν γὰρ ἐν τῇ ζωῇ: — ἄλλως: οὐ χρὴ κτείνειν ὃν πέπρωται, ἀλλὰ μᾶλλον πρὸς ἔλεον ῥέπειν καὶ μόνοις τοῖς γέρουσι θάνατον ἐπάγειν: — ἄλλως: οὐχὶ εἰς τοῦτό σε θέλω πεῖσαι, τὸ κτείνειν, ὃν ἂν χρῇ — τοῦτο γὰρ ὡμολόγηται —, ἀλλʼ εἰς τὸ τοὺς γεγηρακότας ἀναιρεῖν: — ἄλλως: οὐχὶ ἐγώ σε λέγω φονεύειν δεῖν ὃν πέπρωται, ἀλλὰ τοῖς γεγηρακόσι θάνατον ἐμβάλλειν: —

<!-- 53 -->οὐκ ἔστι· τιμαῖς: ὅταν γὰρ τιμὰς λάβωσιν οἱ νεκροί, ὁ Θάνατος ἥδεται. Ὅμηρος· «τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων»: —

<!-- 54 -->οὔ τοι πλέον γʼ: ἐάν τε νῦν αὐτὴν λάβῃς, ἐάν τε γεγηρακυῖαν, ἔχοις ἄν τι πλέον ἢ μίαν ψυχὴν λαβεῖν: —

<!-- 55 -->νέων φθινόντων: ὁ Θάνατός φησιν ἐπὶ νέων τελευτώντων  <span class="gap">…</span> καθὸ ἐν τούτοις αὐτοῦ δείκνυται ἡ ἰσχὺς καὶ ἡ δύναμις, οὐ τῆς φύσεως διὰ γῆρας τούτους καταβαλούσης, ἀλλὰ αὐτοῦ καταπαλαίσαντος τὴν νεότητα. ἢ καθὸ δείκνυται καθαρὸς καὶ ἀδωροδόκητος ταῖς Μοίραις ὑπηρέτης, ὑπερορῶν δωρεὰς καὶ θυσίας προσφερομένας ὑπὲρ αὐτῶν· «μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ». ἢ καθὸ μέγας ὁ θρῆνος καὶ πολλὰ τὰ δάκρυα καὶ ἀξιοπενθὲς τὸ πάθος καὶ μήκιστος ὁ χρόνος, μὴ μαλάσσων τὴν συμφοράν. ὁ δὲ Ἀπόλλων, καίτοι νοήσας τὸ λεχθὲν, παραλογίζεται τὸν Θάνατον φάσκων ὅτι κἂν γραῦς ὄληται ἡ Ἄλκηστις, ἀξίως ταφήσεται, τὸ μεῖζον γέρας λέγων ἐπὶ πολυτελοῦς ταφῆς· ὅθεν ὁ Θάνατός φησι· νόμον σὺ προβάλλῃ τὸ πλουσίως θάπτεσθαι τοὺς ἔχοντας καὶ τοῦτο νομίζεις γέρας ἐμόν, ἐγὼ δὲ γέρας φημὶ τὸ ἐπὶ νέοις νεανιεύεσθαι: —

<!-- 56 -->ἡ Ἄλκηστις δηλονότι: — κἂν γραῦς ὄληται: εἰ τιμή σοι γίνεται ἀποθανεῖν τινας διʼ ὧν εἰς αὐτοὺς τιμὰς ποιοῦσι, τοῦτο καὶ γραυσὶ γίνεται· μᾶλλον οὖν γραῦς φόνευσον. οἷον· ἐὰν γηράσῃ ἡ Ἄλκηστις, τότε φόνευσον αὐτήν· καὶ γὰρ τότε σοι τιμὴ ἔσται: —

<!-- 57 -->πρὸς τῶν ἐχόντων, Φοῖβε: ὁ μὲν Ἀπόλλων λέγει ἐπὶ τῆς Ἀλκήστιδος ὅτι ἐὰν γενομένη γραῦς ἀποθάνῃ, πλουσίως θάπτεται· ὁ δὲ καθόλου ἔλαβε καὶ φησί· τὸν νόμον τίθης, ὦ Ἄπολλον, ὑπὲρ τῶν πλουσίων λέγων· ἀγοράσουσι γὰρ οἱ πλούσιοι γέροντας εἰς θάνατον· διὸ Ἀπόλλων αὐτόν φησιν πανούργως εἰρηκέναι: — ἀντὶ τῆς ὑπέρ ἡ πρός: —

<!-- 58 -->γράφεται πέφυκας: — γράφεται λέληθας ὤν: —

<!-- 59 -->ὄνοιντʼ ἄν: μέμφοιντο ἂν τὴν ἐμὴν δύναμιν οἱ ἐν γήρᾳ τελευτῶντες διὰ τὸ αὐτοὺς ἀγοράζειν τὴν ζωήν, τουτέστιν· οὐ γενήσομαι τίμιος. οἱ γὰρ νέοι τελευτῶντες μᾶλλον ἐμοὶ τιμὴν προσνέμουσιν: — ἄλλως: παρὰ τῶν πολυχρονίων ἀγοράσειαν ἂν οἱ πλούσιοι τὸν ἐκείνων χρόνον ὥστε αὐτοὺς βραδέως ἀποθανεῖν. ἀγοράσειαν ἂν γηραιοὺς οἷς πάρεστι τὸ θανεῖν, ἐὰν τοῦτο συγχωρήσω: —

<!-- 65 -->τὸ ἑξῆς· τοῖος ἀνὴρ τοῦ Εὐρυσθέως μεταπέμψαντος τὸ ὄχημα Θρῄκης ἐκ τόπων: —

<!-- 70 -->κοὔθʼ ἡ παρʼ ἡμῶν: καὶ οὔτε ἡμεῖς ἕξομέν σοι χάριν ἀλλὰ καὶ ἃ βουλόμεθα πράξομεν: —

<!-- 74 -->ὡς κατάρξομαι ξίφει: κατάρξομαι ἀντὶ τοῦ ἀπάρξομαι: — ἀπαρχὴν τῶν τριχῶν λάβω, ὡς ἔθους ὄντος τὸν Θάνατον τοῦ μέλλοντος ἀποθνῄσκειν τὴν κόμην τέμνειν ξίφει· ὃν οὐκέτι δυνατὸν ἦν ζῆν: —

<!-- 75 -->ἱερὸς γὰρ οὗτος: οὗτος γὰρ ὁ ἄνθρωπος ἀφιερωμένος ἐστὶ τοῖς καταχθονίοις δαίμοσιν, οὗ ἂν τὸ ξίφος μου τὴν τρίχα τέμῃ: —

<!-- 76 -->ὅτου τόδʼ ἔγχος: ἐκεῖνος, φησὶν, οὐκέτι ἐκφεύγει τὸν θάνατον οὗ τὸ ἔγχος κόψῃ τὴν τρίχα. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν θυομένων προβάτων, ἐπειδὴ πρῶτον τοὺς μαλλοὺς κόπτουσιν: —

<!-- 77 -->ἐκ γερόντων Φεραίων ὁ χορός. διαιρεῖται δὲ εἰς δύο ἡμιχόρια: —

<!-- 83 -->ἐμοὶ πᾶσί τʼ ἀρίστη: καὶ ἐμοὶ καὶ πᾶσι δόξασα γυνὴ ἀρίστη εἰς τὸν αὑτῆς ἄνδρα γεγενῆσθαι: —

<!-- 88 -->γόον ὡς πεπραγμένων: ὡς τοιούτων συντετελεσμένων ἢ γεγονότων κατὰ τὴν Ἄλκηστιν: —

<!-- 91 -->μετακύμιος ἄτας: βοηθὸς παυστικός. ἡ γὰρ μεταφορὰ ἀπὸ τῆς γαλήνης τῆς γινομένης μετὰ τὰ κύματα τῆς θαλάσσης: — ἄλλως: γαληνὸς, εὐδιεινὸς, μετὰ τὸ κῦμα κατάστασιν παρέχων: — ἄλλως: εἴθε, φησὶν, ὦ Παιὰν, μεταξὺ τοῦ κύματος τῆς ἄτης ταύτης φανείης: — ἄλλως: ὥσπερ λέγομεν μεταίχμιον τὸ μεταξὺ δύο στρατευμάτων, οὕτως μετακύμιον τὸ μεταξὺ δύο κυμάτων: —

<!-- 93 -->ἀλλʼ εἰ ἦν, φησὶν, ἀποθανοῦσα, οὐκ ἂν ἐσιώπων ἐν τοῖς οἴκοις: —

<!-- 94 -->οὐ δὴ πρὸ τῶν οἴκων ἔλαθεν ἡμᾶς προκομισθεῖσα: —

<!-- 95 -->πόθεν οἶδας ὅτι οὐκ ἐξηνέχθη; οὐ γὰρ ἐγὼ αὐχῶ, ἤτοι θαρρῶ: —

<!-- 96 -->πῶς ἂν ἔρημον τάφον: οὐκ ἂν, φησὶν, ἔρημον τὸν τάφον καὶ ἥσυχον Ἄδμητος ἐποίησεν ὥστε μηδένα γνῶναι: — ἄλλως: πῶς χωρὶς ὄχλου τὴν ἐκφορὰν ἂν ἐποιήσατο Ἄδμητος, ἀγαθῆς γυναικὸς ἐκφορὰν ποιούμενος: —

<!-- 98 -->πυλῶν πάροιθε δʼ: ὁπότε τις ἀποθάνοι, πρὸ τῶν πυλῶν γάστρας πληροῦντες ὕδατος ἐτίθεσαν καὶ κλάδους δάφνης, ἵνα οἱ ἐξιόντες περιρραίνοιντο. ἐκάλουν δὲ τὰ τοιαῦτα ὄστρακα Δωριεῖς μὲν κύμβαλα, Ἀθηναῖοι δὲ ἀρδάνια. ἐν ἑνὶ δὲ σημείῳ τε χρῶνται τοῦ συμβεβηκότος καὶ τοῖς ἐξιοῦσιν ἀφαγνισμὸν εὔλογον πορίζουσιν, ἵνα οἱ παραγενόμενοι τῶν ἐπιτηδείων ἢ διακονήσεως ἢ παραμυθήσεως ἕνεκα περιρραινόμενοι καθαρθῶσι καὶ πρὸς τοὺς ἑαυτῶν ἐπανίωσι μηδενὸς ἐμποδίζοντος: —

<!-- 99 -->πηγαῖον: παροξυτόνως τὴν πηγαῖον χερνίβα, τὴν ὕδατος πηγαίου πεπληρωμένην λεκάνην: —

<!-- 101 -->οὔτις ἐπὶ προθύροις: οὐδεὶς δὲ ἐν τοῖς προθύροις ἄνθρωπος τετμημένος ἐστὶ τὴν τρίχα. ἢ θρὶξ πρὸ τῶν θυρῶν οὐκ ἔστι τετμημένη: —

<!-- 103 -->πένθει πιτνεῖ: συμβαίνει εἴθισται, τὸ ἀποκείρεσθαι. ἐπὶ γὰρ πένθει τὸ παλαιὸν ἀπέκειρον τὰς τρίχας: — νεολαία: ἡ νέα. κυρίως δὲ ὁ ἐκ τῶν νέων ὄχλος· νῦν δὲ τὴν ἀκμάζουσαν καὶ εὔτονον χεῖρα σημαίνει. λέγει δὲ ὅτι οὐδὲ κτύπος ἐστὶ χειρῶν γυναικῶν· νέων δὲ, διὰ τὸ μᾶλλον αὐτῶν ἐξακούεσθαι καὶ ἰσχύειν τὸν κτύπον: —

<!-- 108 -->καθήψω τῶν φρενῶν: —

<!-- 109 -->διακναιομένων: τῶν ἀγαθῶν φθειρομένων δεῖ πενθεῖν. κνῆστις γὰρ ἡ μάχαιρα: —

<!-- 112 -->ἀλλʼ οὐδὲ ναυκληρίαν: οὐδʼ ἂν εἰ πλεύσαιμεν ἵνα μαντείαν λάβοιμεν, δυναίμεθʼ αὐτῇ βοηθεῖν: — ἄλλως: οὐδὲ ἔστιν ὅποι τις γῆς πέμψας πλοῦν παραλύσειε τῆς δυστήνου Ἀλκήστιδος τὴν ψυχήν. πλησιάζει γὰρ ὁ θάνατος καὶ καιρὸν οὐκ ἔχομεν διακονεῖν τῇ προθυμίᾳ: — ἄλλως: ἀλλʼ οὐδὲ πλοῦν ἄν τις στείλας ἢ ἐπὶ τῆς Αἴας, πόλεως Κολχίδος, ἢ ἐπὶ τῆς Λυκίας ἢ ἐπὶ τῆς Ἀμμωνιάδος, τῆς Λιβύης, ἔνθα ἱερὸν τοῦ Διός, δυνήσεται τὸν θάνατον ἀπαλλάξαι τῆς ψυχῆς αὐτῆς: —

<!-- 115 -->ἄνυδρος γὰρ ἡ Ἀμμωνιακή: —

<!-- 117 -->παραλύσαι ψυχήν: παραλύσειεν αὐτὴν τῆς δυστήνου ψυχῆς, ἀντὶ τοῦ θανάτου. ἢ γενική ἐστιν ἀντὶ αἰτιατικῆς, ἵνʼ ᾖ· τῆς δυστήνου τὴν ψυχὴν σώσειε καὶ παύσειε τῶν κακῶν: —

<!-- 119 -->πλησιάζει γὰρ, καταλαμβάνει: —

<!-- 122 -->μόνος δʼ ἄν, εἰ φῶς: τουτέστιν· εἰ ἔζη ὁ υἱὸς τοῦ Ἀπόλλωνος, ὁ Ἀσκληπιός, εἶχεν ἂν καταλιπεῖν τοῦ Ἅιδου τὰς πύλας ἡ Ἄλκηστις, ἀντὶ τοῦ· εἶχεν αὐτὴν ἂν ζωοποιῆσαι: —

<!-- 132 -->ἃ ἔδει ποιεῖν, τετέλεσται τῷ Ἀδμήτῳ· τί δέ; τὸ εὔξασθαι καὶ τὸ θῦσαι τοῖς θεοῖς: —

<!-- 136 -->ὅλος λέγει ὁ χορὸς ταῦτα: —

<!-- 139 -->τὸ μὲν πενθεῖν καὶ πρὸ τοῦ πάθους συγγνώμης ἄξιον· λυπεῖται γάρ: —

<!-- 141 -->καὶ ζῶσαν: ψυχορραγεῖ γάρ: —

<!-- 143 -->προπεπτωκυῖα προνενευκυῖα εἰς θάνατον: —

<!-- 148 -->ἐπὶ τοῖς εἱμαρμένοις τὰ προσήκοντα ὁ ἀνὴρ ποιεῖ. ἢ ἐπʼ αὐτῇ τῇ Ἀλκήστιδι: —

<!-- 163 -->ὡς πρὸς τὴν Ἑστίαν λέγουσαν αὐτὴν παρεισάγει. μετέβη δὲ ἐκ τοῦ ἐξηγητικοῦ ἐπὶ τὸ μιμητικόν: —

<!-- 165 -->ὀρφανοτροφῆσαι ἐπιτροπεῦσαι. καὶ ὀρφανιστὰς τοὺς ἐπιτρόπους λέγουσιν: —

<!-- 172 -->ἀπὸ πτόρθων λαμβάνουσα φόβην μυρσίνης, ὅ ἐστι τὰ φύλλα τῆς μυρσίνης: —

<!-- 173 -->οὐδὲ τὸ ἐπιὸν τοῦ φόβου τοῦ θανάτου μετέστησε τὴν εὐειδῆ φύσιν τοῦ χρώματος, ἀντὶ τοῦ· οὐδὲ ὠχρίασεν: —

<!-- 177 -->τὰ τῆς παρθενίας κορεῖα, ὅ ἐστιν· ἔνθα κόρη οὖσα ἔλυσα τὴν παρθενίαν: — τὸ ἑξῆς· ὦ λέκτρον, χαῖρε: —

<!-- 182 -->ἐμοῦ μὲν οὐ σωφρονεστέρα, εὐτυχὴς δʼ ἴσως: —

<!-- 184 -->τῷ πλήθει τῶν δακρύων: —

<!-- 186 -->ἔξωθεν τοῦ θαλάμου: —

<!-- 195 -->προσηγόρευσεν: — ἀντὶ τοῦ· προσηγορεύθη: —

<!-- 197 -->καὶ εἰ μὲν συνέβη αὐτὸν ἀποθανεῖν, μία ἂν ἦν ἡ λύπη, τὸ θανεῖν· νῦν δὲ ἐκφυγὼν τὸν θάνατον, ἀνεπίληστα ἔχει τὰ κακά: —

<!-- 204 -->τὴν ἰσχὺν τῆς χειρὸς παραλελυμένη: —

<!-- 210 -->παρίστανται μὲν γὰρ πάντες ὡς ὑπήκοοι, οὐκ εὐμενεῖς δέ: —

<!-- 213 -->τίς ἂν πόρος τῶν κακῶν ἡμῖν γένοιτο ἢ πῶς ἢ ποῦ: —

<!-- 215 -->ἔξεισί τις ἀγγέλλων αὐτὴν ζῆν ἢ θανοῦσαν ὀδύρωμαι: —

<!-- 222 -->πόριζε: ἀπὸ κοινοῦ τὸ μηχανάν: — καὶ πρῴην γὰρ τούτου, τοῦ θανάτου, εὗρες μηχανὴν διʼ ἧς τὸν Ἄδμητον ἔσωσας: —

<!-- 228 -->ἃ πέπονθας, ἄξια καὶ σφαγῆς ἐστιν: —

<!-- 229 -->καὶ μεῖζον τοῦ βρόχῳ ἀποθανεῖν τινα. βρόχῳ δὲ οὐρανίῳ ἀντὶ τοῦ μετεώρῳ: —

<!-- 233 -->οὐκ εὖ· κατὰ γὰρ τὴν ὑπόθεσιν ὡς ἔσω πραττόμενα δεῖ ταῦτα θεωρεῖσθαι: —

<!-- 237 -->παρὰ τὸν καταχθόνιον Ἅιδην: —

<!-- 239 -->ἐκ τῶν παλαιῶν τεκμαιρόμενος καὶ τὰ νῦν βλέπων: —

<!-- 245 -->ἀντιστρόφως εἴρηκεν, ἀντὶ τοῦ· οὐράνιαί τε νεφέλαι δίνης δρομαίου, τῆς ἀειδινήτου περιφορᾶς: —

<!-- 247 -->τοῦτό φησιν ἀποδεικνύων ὡς τῶν εἰς θεοὺς ἁμαρτανόντων ἐκκοπτομένων: —

<!-- 249 -->μαρτυρεῖ καὶ Δοῦρις ἐν τῇ ιϛ τῶν Μακεδονικῶν ὅτι ἐν Ἰωλκῷ ἐνυμφεύθη. Ἰωλκοῦ γὰρ Πελίας ἐβασίλευσεν: —

<!-- 252 -->εἰκῆ φασι δεδόσθαι τὰ περὶ τῆς ἐν τῷ Ἀχέροντι πορθμείας: —

<!-- 254 -->καλεῖ με, φησὶν, ὁ Χάρων ταῦτα λέγων· τί μέλλεις; ἐπείγου· σὺ κατέχεις: —

<!-- 256 -->ταῦτα ἠπειγμένως ἔχων ταχύνει: —

<!-- 257 -->ἀποδημίαν: — ἐπειδὴ περὶ πλοίου ὁ λόγος: —

<!-- 258 -->ὦ ἀθλία Ἄλκηστι: —

<!-- 259 -->ἄγει με νεκύων ἐς αὐλὰν πτερωτὸς Ἅιδης: —

<!-- 264 -->προβαίνεις εἰς ὁδὸν τοῖς φίλοις οἰκτρὰν, ἐκ δὲ τῶν φίλων ἐμοὶ μάλιστα οἰκτράν: —

<!-- 265 -->παῖδες Ἀδμήτου Εὔμηλος καὶ Περιμήλη: —

<!-- 266 -->ὡς κατεχομένη ὑπὸ τοῦ Χάρωνος λέγει: —

<!-- 267 -->ὦ πόσι, οὐκέτι ἀντέχω· ὁ γὰρ Ἅιδης πλησίον: —

<!-- 272 -->ὁρῴητε. γένοιτο, φησὶ, χαίροντας ὑμᾶς τόδε φάος ὁρᾶν: —

<!-- 276 -->μὴ προδῷς με πρὸς τῶν παίδων, οὓς μέλλεις ὀρφανοὺς καταλιπεῖν, ἐὰν ἀποθάνῃς: —

<!-- 280 -->Ἄδμητε, λέξαι σοι θέλω: —

<!-- 285 -->ἀλλʼ ἐξόν μοι σοῦ ἀποθανόντος ἄνδρα ἔχειν μέγιστον τῶν Θεσσαλῶν, οὐκ ἠθέλησα: —

<!-- 291 -->ἀντὶ τοῦ ἥκοντος· ὅ ἐστιν· καιροῦ αὐτοῖς ἥκοντος εἰς τὸ ἀποθανεῖν ἀπογεγηρακόσιν: —

<!-- 294 -->ἀποθανόντος σοῦ οὐδὲ φυτεύειν ἠδύναντο ἕτερα τέκνα: — γράφεται φιτύσειν: —

<!-- 297 -->ἐπετρόπευες, τῆς κατὰ τὴν ὀρφανίαν τροφῆς προέστης: —

<!-- 304 -->ἀνάγαγε ἀπόδειξον: —

<!-- 306 -->κακὴ παρʼ ἐμέ: —

<!-- 309 -->τὸ καθόλου: —

<!-- 311 -->καὶ περὶ μὲν τοῦ ἄρσενος οὐδὲν ἔχω πλέον λέγειν· ἱκανὸς γάρ ἐστι παῖς ἄρσην ἑαυτῷ βοηθεῖν· παρρησίαν γὰρ ἄγει πρὸς τὸν πατέρα. σὺ δὲ, θήλεια, πῶς παρθενεύσῃ ἄρα: —

<!-- 315 -->φήμην ψόγον: —

<!-- 319 -->ὅπου, ἐν τῷ τοκετῷ: —

<!-- 320 -->οὐκ εἰς τὴν αὔριον τοῦ μηνὸς τούτου οὐδὲ εἰς τὴν μεταύριον: —

<!-- 321 -->τὸ ἀποθανεῖν: —

<!-- 322 -->ἐν τοῖς νεκροῖς: —

<!-- 324 -->γυναῖκʼ ἀρίστην: ἐμέ: —

<!-- 325 -->δηλονότι ἀρίστης· ὡς εἴ τις λέγοι· ἀστεῖος ὁ ἀνὴρ καὶ ἡ γυνή, ἀστεία δηλονότι: —

<!-- 326 -->ὑπὲρ τούτου: — οὐχ ἅζομαι: οὐκ εὐλαβοῦμαι, οὐκ ἀπέχομαι. καὶ Ὅμηρος· «μηδʼ ἅζεο θοῦρον Ἄρηα». ὁ δὲ νοῦς οὕτως· θάρσει, ὅτι ποιήσει πάντα ὁ ἀνὴρ καὶ οὐ γαμήσει ἑτέραν· οὐκ εὐλαβοῦμαι γὰρ ἐγγυῆσαι αὐτόν: —

<!-- 330 -->οὐδεμία ἄλλη γυνὴ ἐρεῖ μοι, ὦ πόσι· οὐ γὰρ λήψομαι: —

<!-- 332 -->τινὲς πάνυ, τινὲς δὲ ὁμοίως: —

<!-- 334 -->διὰ τί γαμῶ ὁπότε παῖδας ἔχω; ἕως τοῦ παίδων δεῖ στίζειν, εἶτα ἀφʼ ἑτέρας ἀρχῆς τὰ ἑξῆς. δηλοῖ δὲ ὅτι οὐ προσδέομαι ἑτέρων παίδων: —

<!-- 336 -->οἴσω δὲ πένθος: οὐ μέχρι ἐνιαυτοῦ πενθήσω σε, ἀλλὰ μέχρι ὅλου τοῦ αἰῶνός μου: —

<!-- 338 -->μισῶν τὴν μητέρα. αἰωνίως καὶ αὐτὴν μισῶν ὡς καὶ τὸ πένθος αἰώνιον ἔχω: —

<!-- 340 -->σὺ δʼ ἀντιδοῦσα: δοῦσα ὑπὲρ τῆς ἐμῆς ψυχῆς τὴν σὴν ψυχήν: —

<!-- 343 -->παύσω δὲ κώμους: ἀντὶ τοῦ· οὐκέτι κωμάσω σοι: —

<!-- 345 -->οὐ γάρ ποτʼ οὔτʼ ἂν βαρβίτου: εἶδος ὀργάνου μουσικοῦ ὁ βάρβιτος, βαρυτέρας ἔχοντος τὰς χορδάς. καὶ ἔστιν οἱονεὶ βαρύμιτός τις ὤν: —

<!-- 346 -->οὔτʼ ἂν φρένʼ ἐξαίροιμι: οὐ πείσαιμʼ ἂν τὴν ἐμὴν φρένα λακεῖν πρὸς Λίβυν αὐλόν· ὅ ἐστιν ᾄδειν πρὸς αὐλόν. οἱ γὰρ ἀρχαῖοι καὶ πρὸς αὐλὸν ᾖδον: — πρὸς Λίβυν λακεῖν: Λίβυν τὸν αὐλόν φησιν· ἐκ γὰρ τῶν ἐν Λιβύῃ λωτίνων λεγομένων καλάμων ὁ αὐλὸς γίνεται. ἢ ὅτι ἐπὶ Τρίτωνι, τῷ ποταμῷ τῆς Λιβύης, εὑρέθη: —

<!-- 357 -->εἰ δὲ εἶχον τὸ μέλος τοῦ Ὀρφέως πρὸς τὸ σὲ λαβεῖν κηλήσαντα τὴν Κόρην ἢ τὸν Πλούτωνα, καὶ τοῦτο ἂν ἐποίησα: — εἰ δʼ Ὀρφέως μοι γλῶσσα: Ὀρφέως γυνὴ Εὐριδίκη, ἧς ἀποθανούσης ὑπὸ ὄφεως κατελθὼν καὶ τῇ μουσικῇ θέλξας τὸν Πλούτωνα καὶ τὴν Κόρην, αὐτὴν ἀνήγαγεν ἐξ Ἅιδου: —

<!-- 365 -->ἐντελοῦμαι γὰρ ἐν τοῖς αὐτοῖς σοροῖς σὺν σοὶ ἐμὲ θάψαι: —

<!-- 369 -->τὸ ταύτης πένθος συνοίσω. ἀξία γὰρ αὕτη τοῦ πενθεῖσθαι: —

<!-- 372 -->ἀντὶ τοῦ μὴ γαμήσειν: —

<!-- 375 -->πρὸς τὸ μὴ εἰσαγαγεῖν ἄλλην τινά: —

<!-- 379 -->νέα οὖσα δηλονότι: —

<!-- 381 -->ὁ χρόνος θεραπεύσει σε: —

<!-- 385 -->ὑπὸ τοῦ θανάτου: —

<!-- 387 -->οὕτω ταχέως ἀποθανοῦμαι ὥστε μηκέτι με οὖσαν νόμιζε: —

<!-- 389 -->οὐχ ἑκοῦσα προλείπω αὐτούς: —

<!-- 391 -->ὡς αὐτῆς καταπεσούσης τὸ ἀπωλόμην: —

<!-- 404 -->ταύτην καλεῖς τὴν οὔτε κλύουσαν οὔτε ὁρῶσαν: — ὑμεῖς καὶ ἐγώ· πρὸς τὸν Εὔμηλον καὶ τὴν ἀδελφὴν αὐτοῦ: —

<!-- 406 -->νέος καὶ ἔρημος λείπομαι φίλης μητρός: —

<!-- 407 -->ἀπὸ μεταφορᾶς τῶν μόνων στελλομένων πλοίων. μονόστολος οὖν ἀντὶ τοῦ ἔρημος: —

<!-- 409 -->ὡσεὶ ἔλεγε· συνόμαιμε συναδελφὲ, τοσαῦτα ἔτλης ὅσα ἐγώ: —

<!-- 412 -->εἰς γάμον ἐπὶ ἀνωφελείᾳ συνῆλθες: —

<!-- 414 -->πρὸ τοῦ δέοντος καιροῦ: —

<!-- 416 -->ἀνάγκη γὰρ ἀποθανεῖν· ὡς τοῦ Ἀδμήτου ὑπό τε τοῦ πάθους τῆς γυναικὸς καὶ τοῦ θρήνου τῶν παίδων συγχυθέντος πρὸς αὐτὸν τοῦτο λέγει: —

<!-- 420 -->οὐκ ἐξαίφνης μοι αὕτη ἡ συμφορὰ ἐπῆλθεν, ἀλλὰ προειδότι: —

<!-- 423 -->ποιήσομαι ἐκφορὰν τοῦ νεκροῦ· διὸ παραμεῖναι ὀφείλετε: —

<!-- 424 -->θρῆνον ἐφʼ ᾧ οὐ σπένδουσιν ὥσπερ ἐν τοῖς παιᾶσιν: —

<!-- 426 -->κοινωνεῖν: —

<!-- 427 -->κελεύω αὐτοὺς μετέχειν τοῦ πένθους τῷ κεκάρθαι καὶ μελανειμονεῖν: —

<!-- 428 -->ἀζύγους. κέλητας: —

<!-- 438 -->τὸν οἶκον τοῦ Ἅιδου: —

<!-- 439 -->γινωσκέτω ὁ Ἅιδης καὶ ὁ Χάρων, ὃς ἐπὶ τῇ κώπῃ καὶ τῷ πηδαλίῳ ἵζει, ἀρίστην γυναῖκα πορθμεύσας εἰς τὴν Ἀχερουσίαν λίμνην: —

<!-- 447 -->χέλυν: τὴν λύραν. ἀπὸ γὰρ χελώνης ὀρεινῆς ἡ λύρα ἐστίν. εἰσὶ δὲ καὶ ἔνυδροι· διὸ ὀρείαν εἶπεν: — τουτέστι· μετὰ λύρας καὶ ἄνευ λύρας. καὶ παρὰ Σοφοκλεῖ ἐν Αἴαντι Λοκρῷ «καὶ πεζὰ καὶ φορμικτά». καὶ πεζαὶ δέ τινες ἑταῖραι λέγονται, αἳ χωρὶς ὀργάνου εἰς τὰ συμπόσια φοιτῶσιν: — ἑπτάτονος χέλυς λέγεται ἡ ἑπτάχορδος: —

<!-- 449 -->περικυκλοῦται· κυκλοειδὴς γὰρ ὁ χρόνος. καὶ Ὅμηρος «περιτελλομένους ἐνιαυτούς»: —

<!-- 450 -->μετεωριζομένης πλησιφαοῦς τῆς σελήνης, ἐν πανσελήνῳ τῆς ἑορτῆς ἀγομένης: — καὶ ἄλλως: εὐφυῶς τὴν πλησιφαῆ διὰ τὸ ἀειρομένας παννύχου ἐδήλωσεν. ὅτε γὰρ πανσέληνόν ἐστι, διʼ ὅλης νυκτὸς φέγγει: —

<!-- 458 -->ποταμὸς καθʼ Ἅιδου ὁ Κωκυτός: —

<!-- 459 -->ἀντὶ τοῦ· διὰ τῆς κώπης ἀνενεγκεῖν σε: —

<!-- 463 -->εἴη σοι ἡ ἐπικειμένη σποδὸς ἀνώδυνος: —

<!-- 464 -->εἰ θελήσειε γαμῆσαι: —

<!-- 473 -->συμβίου σὺν ἐμοὶ οἰκῆσαι μελλούσης: —

<!-- 474 -->ἡ τοιαύτη γαμετή: —

<!-- 476 -->ἐπεὶ εἰς κώμας ἦσαν διῃρημένοι, ὅ ἐστιν εἰς φυλάς: —

<!-- 479 -->εἰπὲ τίς σε χρεία πέμπει προσβῆναι Φεραῖον ἄστυ, πόλιν Θεσσαλῶν: —

<!-- 481 -->ὑπηρετῶ: —

<!-- 482 -->διὰ τί πλανᾶσαι: —

<!-- 483 -->τέθριππον. ἀντὶ τοῦ τετράορον, ὅταν ὦσιν τέσσαρες ἵπποι ἐζευγμένοι. καὶ συνωρὶς δὲ, ὅταν ἕτερος ἑτέρῳ συνεζευγμένος ᾖ. ἀπὸ τούτου καὶ συνάορος ἡ γυνὴ λέγεται, ἡ συνηρτημένη καὶ συνεζευγμένη: —

<!-- 488 -->ἢ κρατήσεις ἢ κρατηθήσῃ. οὐ γὰρ χωρὶς αἵματος προβήσεταί σοι ὁ ἀγών: —

<!-- 490 -->εἰ συμβῇ σοι κρατῆσαι τοῦ δεσπότου τῶν ἵππων, τί πλέον πράξεις καὶ ὠφεληθήσῃ, ὅπου γε οἱ ἵπποι ἀδάμαστοί εἰσιν: —

<!-- 494 -->μαγειρεύουσιν. ἄρταμος γὰρ λέγεται ὁ μάγειρος: —

<!-- 495 -->βορὰν λεόντων, οὐχ ἵππων λέγεις: —

<!-- 497 -->ὁ θρέψας τοὺς ἵππους τίνος ἐστὶν πατρὸς παῖς: —

<!-- 498 -->ἀπὸ τῶν ὅπλων τοὺς ὁπλίτας φησίν: — πέλτη ἀσπίς ἐστιν ἴτυν μὴ ἔχουσα: —

<!-- 500 -->ὁ δαίμων οὐδέποτέ μοι εὐοδεῖ, ἀλλὰ πρὸς τὸ ἄναντες καὶ δύσκολον ὁδοιπορεῖ. τὰ γὰρ ὑψηλὰ δυσχερῆ ἐστιν: —

<!-- 509 -->Περσέως Ἠλεκτρύων, οὗ Ἀλκμήνη, ἧς Ἡρακλῆς: —

<!-- 511 -->θέλω μὲν χαίρειν, ἀλλὰ διὰ τὸ συμβὰν οὐ δυνάμεθα χαίρειν: — φίλον, βουλόμενόν με χαίρειν: —

<!-- 521 -->ζῇ μὲν γὰρ, φησὶ, τῷ δὲ προσδοκᾶν αὑτὴν ἀποθανεῖν οὐ ζῇ: —

<!-- 526 -->ἕως οὗ συμβῇ, ὑπέρθου τὰ δάκρυα: —

<!-- 528 -->κεχώρισται, φησὶ, τὸ εἶναι τοῦ μηκέτʼ εἶναι καὶ τοῦ ζῆν τὸ τεθνάναι: —

<!-- 529 -->σὺ λέγεις τὸ μήπω γενόμενον οὐκ ὀφείλειν ὡς ὂν λογίσασθαι· ἐγὼ δὲ τὸ ἐσόμενον ὡς ὂν λογίζομαι: —

<!-- 530 -->τί δῆτα κλαίεις: ἐπειδὴ ἀορίστως εἶπεν ὁ Ἄδμητος θάπτειν τινʼ ἐν τῇδʼ ἡμέρᾳ μέλλω νεκρόν, ἐπήγαγεν ὁ Ἡρακλῆς· μή τι ἡ Ἄλκηστις ἀπέθανεν; εἶτά φησιν ὁ Ἄδμητος ὅτι λυποῦμαι καὶ διʼ ἐκείνην, μέλλουσαν τελευτᾶν. εἶτα ὁ Ἡρακλῆς· μὴ πρόκλαιε τὴν γυναῖκα, τίς δὴ ὄντως ὁ ἀποθανών; εἶτα ὁ Ἄδμητός φησιν ὅτι γυνή τις ἡ τεθνηκυῖα, περὶ ἧς ἔλεγον· θάπτειν τινὰ μέλλω νεκρόν: —

<!-- 531 -->γυνή τις τέθνηκε· περὶ γυναικὸς δὲ καὶ ἀρτίως ἐμνημόνευσεν θάπτειν τινὰ ἐν τῇδʼ ἡμέρᾳ μέλλω νεκρόν: —

<!-- 543 -->εἰς οὓς εἰσιέναι σε δεῖ: —

<!-- 548 -->παρακεῖσθαι: —

<!-- 552 -->ξένους ὑποδέχεσθαι: —

<!-- 554 -->οὐκ ἂν ἐπῄνεσάς με: —

<!-- 560 -->τὴν ἄνυδρον. ἢ πολυπόθητον· ἡ γὰρ δίψα εἶδος ἐπιθυμίας: —

<!-- 568 -->θαυμάζων τοῦ ἀνδρὸς τὸ φιλόξενον ταῦτα λέγει: —

<!-- 575 -->τῶν πλαγίων καὶ ἀνακεκλιμένων ὀρῶν: —

<!-- 577 -->ποιμενικὰς ᾠδὰς διʼ ὧν ἦγεν τὰ βοσκήματα εἰς τὸ ἀλλήλοις μίγνυσθαι: —

<!-- 578 -->τῇ τῶν μελέων ἡδονῇ: —

<!-- 588 -->τοιγὰρ, ὦ Ἄδμητε, διὰ τὸν Ἀπόλλωνα, ἔχεις ἑστίαν πολυθρέμμονα: —

<!-- 590 -->Θεσσαλίας λίμνη πλησίον Φερῶν. λέγεται δὲ καὶ Νεσσωνίς: —

<!-- 592 -->ὅρον τίθεται: — τὸ ἑξῆς· κνεφαῖον αἰθέρα: — καὶ ἄλλως: κνεφαίαν τὴν δύσιν ὅπου ὁ Ἥλιος κατὰ κνέφας ἵστησι τοὺς ἵππους καὶ καταλύει: —

<!-- 595 -->κρατεῖ δὲ καὶ ἐπὶ τὴν Αἰγαίωνα ἀκτὴν τὴν πόντιον καὶ ἀλίμενον: —

<!-- 598 -->διύγρῳ διὰ τὰ δάκρυα: —

<!-- 600 -->τὸν νεωστὶ ἐν τοῖς θανοῦσι γενόμενον. τὸν νεκρὸν τῆς φιλίας ἀλόχου, τὸν ἀρτιθανῆ: —

<!-- 602 -->πᾶν τὸ τῆς σοφίας ἔργον ἐν τοῖς ἀγαθοῖς ἐστι: —

<!-- 617 -->ἀντὶ τοῦ δύσκολον: —

<!-- 628 -->ἀντὶ τοῦ λυσιτελεῖν: —

<!-- 629 -->οὔτʼ ἐκάλεσά σε ἐλθεῖν ἐνταῦθα οὔτε τὴν σὴν παρουσίαν ὡς φίλου ἀρνοῦμαι: —

<!-- 640 -->ὁποῖος εἶ, ἔδειξας ἐλεγχθείς: —

<!-- 641 -->ἐμαυτὸν ἀρνοῦμαι σὸν εἶναι παῖδα: —

<!-- 642 -->ἀντὶ τοῦ περὶ πάντων, ὡς τὸ «ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι»: —

<!-- 643 -->γέρων ὤν: —

<!-- 648 -->τὸ ἀποθανεῖν ὑπὲρ υἱοῦ: —

<!-- 651 -->ἀπὸ τοῦ ζῆμι καὶ ὁ παρακείμενος ἔζην: —

<!-- 652 -->στερηθείς: —

<!-- 653 -->διὰ τί οὖν ἐφιλοψύχησας, καίτοι ἀπολαύσας: —

<!-- 655 -->οἱ γὰρ διάδοχον μὴ καταλιπόντες λυποῦνται μάλιστα: — ἀντὶ τοῦ ἤμην: —

<!-- 658 -->οὐ μὴν ἐρεῖς γε ὡς θανεῖν με προύδωκας ἀτιμάζοντα τὸ σὸν γῆρας. τὸ γὰρ ἀτιμάζων ἀντὶ τοῦ ἀτιμάζοντα: —

<!-- 662 -->ἀντὶ τοῦ· οὐ φυτεύσεις· γέρων γὰρ εἶ. ὥστε, εἰ ἀπέθανον ἐγώ, ἄπαις σὺ ἔμελλες εἶναι: — καὶ ἄλλως: οὐκ ἂν ἀναβάλλοιο σπείρων παῖδας, ἀντὶ τοῦ· σπεῦσαι ὀφείλεις ταχέως σπεῖραι παῖδας γηροβοσκούς· ἐγὼ γὰρ οὐκέτʼ εἰμὶ ὁ σός. ὃ καὶ ἄμεινον: —

<!-- 666 -->τέθνηκα γὰρ δὴ τοὐπί σʼ: ὅσον τὸ κατὰ σέ, τέθνηκα: —

<!-- 675 -->τίνα αὐχεῖς κακοῖς ἐλαύνειν; πότερον Λυδὸν ἢ Φρύγα ἀργυρώνητον σέθεν: —

<!-- 679 -->φορτικοὺς λόγους: —

<!-- 680 -->οὐκ ἄπει βαλὼν ἡμῖν τὰς ὕβρεις, ἀλλὰ καὶ ἀκούσῃ: —

<!-- 683 -->οὐ παρείληφα νόμον παρὰ τοῦ πατρὸς ὥστε ἀντὶ τῶν παίδων ἀποθνῄσκειν: —

<!-- 693 -->πρὸς τὸ εἰρημένον ὑπὸ Ἀδμήτου ἀντίθεσις βραχὺς δέ σοι πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος: —

<!-- 696 -->ἀτολμίαν: —

<!-- 699 -->πανούργως: —

<!-- 700 -->εἰ τὴν παροῦσαν: εἰ ἃς λήψῃ γυναῖκας, πείσεις ὑπὲρ σοῦ ἀποθνῄσκειν: —

<!-- 708 -->λέγʼ ὡς ἐμοῦ: λέγε ὡς καὶ ἐμοῦ κακῶς λέξαντος, διʼ ὧν οὐκ ἠθέλησας ὑπὲρ ἐμοῦ ἀποθανεῖν: —

<!-- 710 -->σοῦ δἄν: σοῦ δὴ ἄν, καὶ ἐν συναλοιφῇ σοῦ δἄν. ἐκτατέον οὖν τὸν ἄν. ὁ δὲ νοῦς· οὐ νῦν ἁμαρτάνω, ἀλλʼ εἰ ὑπὲρ σοῦ ἀπέθνῃσκον: —

<!-- 711 -->σὺ πρέσβυς, ἐγὼ νέος: —

<!-- 712 -->καὶ σὺ μίαν ἔχων ψυχὴν οὐκ ὀφείλεις ὑπὲρ δύο ζῆν: —

<!-- 713 -->καὶ μὴν Διός γε μείζονʼ: καὶ ζήσειας μείζονα παρὰ τὸν τοῦ Διὸς χρόνον. ὁ γὰρ μήν καὶ ἄν παρέλκει. ἢ· ἔζησας τοσοῦτον χρόνον ὅσον ἔχει ὁ Ζεύς: —

<!-- 716 -->ἀλλʼ οὐ σὺ νεκρόν γʼ: σὺ, φησὶν, οὐκ ἤρας τοῦ ζῆν ἑτέραν ἀντὶ σοῦ ἀποστείλας: —

<!-- 717 -->διʼ ὧν ἕτερος ἀπέθανεν ὑπὲρ ἐμοῦ, σοῦ μὴ θελήσαντος: —

<!-- 718 -->οὐ δυνήσῃ τοῦτο λέγειν ὅτι ὑπὲρ ἡμῶν ἀπέθανεν: —

<!-- 719 -->εἴθʼ ἀνδρὸς ἔλθοις: εἴθε χρείαν μοῦ ἔσχες ἵνα σοι ὑπηρετήσω: — ἐμοῦ, δεικτικῶς: —

<!-- 720 -->γυναῖκας δηλονότι: —

<!-- 721 -->τὸ ἑτέρους ὑπὲρ ἐμοῦ ἀποθανεῖν: —

<!-- 722 -->τοῦ Ἡλίου φησί: —

<!-- 724 -->οὐκ ἀποθανοῦμαι ὑπὲρ σοῦ ἵνα σύ με νεκρὸν κομίζων γελάσῃς: —

<!-- 726 -->κακῶς ἀκούειν: κἂν κακῶς με εἴπῃς ἀποθανόντα, οὐ φροντίζω ἀναίσθητος ὤν: —

<!-- 728 -->τήνδʼ ἐφεῦρες ἄφρονα: τὴν Ἄλκηστιν ἄφρονα εὗρες, διὰ τὸ τεθνηκέναι: —

<!-- 731 -->γαμβροῖς: —

<!-- 733 -->ἀντὶ τοῦ· ὑπὲρ τοῦ αἵματος: —

<!-- 734 -->ἔρροις νῦν αὐτός: φθείρου. εἶτα ἐξ ἑτέρας ἀρχῆς· καὶ αὐτὸς καὶ ἡ ξυνοικοῦσά σοι γηράσκετε ἄπαιδες, ὡς ἐστὲ ἄξιοι, καὶ ταῦτα ἐμοῦ ζῶντος. τινὲς δὲ ἔρρων γράφουσι σὺν τῷ ν, ἵνα ᾖ μετοχὴ ἀντὶ ῥήματος τοῦ ἔρρε: — ἡ γαμετή σου, ἡ μήτηρ Ἀδμήτου: —

<!-- 735 -->ἐγὼ γὰρ οὐκέτι εἰμὶ παῖς ὑμῶν: —

<!-- 737 -->εἰ δʼ ἀπειπεῖν χρῆν με: εἰ δὲ δέον καὶ διὰ κηρύκων τὸν σὸν οἶκον ἀπειπεῖν με, καὶ τοῦτο ποιήσω: — τουτέστιν ἀπαγορεῦσαι ὑπὸ κηρύκων. ἀπηγόρευον οἷον· ὅδε οὐ βούλεται τοῦδε εἶναι πατήρ: —

<!-- 741 -->καρτερικὴ τῆς τόλμης χάριν: —

<!-- 746 -->τῇ Περσεφόνῃ: —

<!-- 747 -->πολλοὺς μὲν ἤδη: ὁ θεράπων ὁ πρὸς ὑπηρεσίαν τοῦ Ἡρακλέους ἔξεισι δυσφορῶν ἐφʼ οἷς ὁ Ἡρακλῆς πένθους προκειμένου οὐκ ᾐσχύνετο οὕτως ἀναιδῶς ἐσθίων καὶ στεφανῶν τὴν κεφαλήν: —

<!-- 752 -->ὑπερβῆναι: —

<!-- 753 -->οὐκ εὐτάκτως: —

<!-- 754 -->ᾤετο γὰρ ὁ θεράπων ἐγνωκέναι αὐτὸν τὸν θάνατον τῆς Ἀλκήστιδος: —

<!-- 755 -->αὐτὸς ἡμῖν ἐκέλευσε φέρειν τὰ ὄψα. τοῦτο δὲ ἀναιδοῦς ξένου: —

<!-- 756 -->ποτῆρα δʼ: τὸ χ ὅτι ἀρσενικῶς εἴρηται: — ἄλλως: τὸν ποτῆρα ἀρσενικῶς· διὸ τὸ χ. λέγεται δὲ ἀρσενικῶς οὐδαμοῦ, ὑποκοριστικῶς δὲ ποτήριον. ἐξηγήσατο δὲ τί ἐστι κισσύβιον, εἰπὼν ποτῆρα κίσσινον: —

<!-- 757 -->τῆς ἀμπέλου: — ὁ γὰρ μέλας οἶνος ἰσχυρότερός ἐστιν: —

<!-- 760 -->ἄμουσος ὁ Ἡρακλῆς: —

<!-- 762 -->οὐδὲν φροντίζων: —

<!-- 764 -->βρέχοντες: —

<!-- 766 -->κλέπτην: —

<!-- 768 -->οὐδʼ ἐξέτεινα χεῖρʼ: σεσημείωται ὅτι καὶ Αἰσχύλος ὡς γινόμενον τοῦτο συνίστησιν ἐν ταῖς Χοηφόροις, τὸ ἐκτείνειν τὰς χεῖρας. λέγει δὲ Ὀρέστης «οὐ γὰρ παρὼν ᾤμωξα σὸν, πάτερ, μόρον οὐδʼ ἐξέτεινα χεῖρα ἐπʼ ἐκφορᾷ νεκροῦ»: — ἄλλως: οὐκ ἐξέτεινα, φησὶ, τὴν χεῖρα ἐν τῷ θρηνεῖν διὰ τὸ ἀσχοληθῆναι. ἔθος γὰρ ἦν ἐκτεῖναι τὰς χεῖρας ὅταν ἐκφορὰ νεκροῦ γίνηται: —

<!-- 770 -->ὡς μήτηρ: —

<!-- 773 -->ἀλαζονείας μεστὸν, ἀλαζονικόν: — τί σεμνόν: στυγνὸν σκυθρωπόν. οἳ γὰρ φροντίζουσι, σκυθρωπάζουσιν: — πεφροντικός: φροντίδων μεστὸν, πολυμέριμνον τὸ βλέμμα καὶ τὸ πρόσωπον ἔχεις: —

<!-- 778 -->σπουδὴν ἔχων: σπουδάζων εἰς ἀλλότριον πένθος· ἐνόμιζε γὰρ ὅτι ξένη ἦν ἡ ἀποθανοῦσα: —

<!-- 779 -->καὶ σοφώτερος γένῃ: οὐκ εὐλόγως τὸν Ἡρακλέα εἰσήγαγε φιλοσοφοῦντα ἐν μέθῃ ὃν ἔδει καὶ ἄλλου φιλοσοφοῦντος διαπαίζειν: —

<!-- 781 -->διὰ τὸ εἶναί σε δοῦλον οὐκ οἶδας: —

<!-- 786 -->οὔτε διὰ διδαχῆς οὔτε διὰ τέχνης ἔστι μαθεῖν τὸ ἀποβαῖνον: —

<!-- 789 -->τὰ ἐπιόντα: —

<!-- 795 -->πίομαι πίῃ, ὡς πλέομαι πλέῃ: — ὑπερβαλὼν τύχας: γράφεται πύλας, ἵνʼ ᾖ· ὑπερβὰς τὰς πύλας· εἰ δὲ τύχας, καταφρονήσας: —

<!-- 798 -->μεθορμιεῖ σε: μεταστήσει σε εἰς ἕτερα ἡ συνεχὴς περιφορὰ καὶ ὁρμὴ τοῦ ποτηρίου. οὐκέτι γὰρ δακρύσεις ἐὰν πίῃς: —

<!-- 800 -->ὡς τοῖς γε σεμνοῖς: τοῖς καταστύγνοις οὐκ ἔστι βίος ὁ βίος, ἀλλὰ λύπη: —

<!-- 801 -->ὡς ἐμοὶ καταφαίνεται κρίνοντι: —

<!-- 803 -->νῦν δὲ πράσσομεν: προσυπακουστέον τὸ τοιαῦτα· οὐ νῦν δὲ πράσσομεν τοιαῦτα: —

<!-- 808 -->οὐδεὶς τῶν ἐνταῦθα τέθνηκεν εἰ μὴ ὁ σός με δεσπότης ἐψεύσατο: —

<!-- 810 -->κατʼ ἐρώτησιν· οὐ δέον εὐπαθεῖν ὑπὲρ ξένου νεκροῦ: —

<!-- 811 -->οὐκ ἦν ξένη, ἀλλὰ πάνυ οἰκεία: —

<!-- 815 -->οὐκ ἂν ἐλυπούμην εἰ μὴ λύπη τις ἦν: —

<!-- 816 -->ἀπατηθεὶς δηλονότι: —

<!-- 817 -->οὐκ ἐν δέοντι ἦλθες καιρῷ: —

<!-- 820 -->ἆρα, φησὶν, ἀφανὴς ἐγένετό τις τῶν παίδων ἢ ὁ γέρων πατὴρ ἀπέθανεν; ταῦτα δὲ τὰ τρία ἰαμβεῖα ἔν τισιν οὐκ ἔγκειται: —

<!-- 824 -->ὦ ἄθλιε Ἄδμητε: —

<!-- 826 -->τοῦ Ἀδμήτου ἰδὼν τὸ ὄμμα δακρῦον: —

<!-- 829 -->βιασθεὶς δὲ καὶ ἀναγκασθεὶς ὑπʼ ἐκείνου: —

<!-- 831 -->ἀτυχοῦντος: —

<!-- 832 -->ἀλλὰ σοῦ τὸ μὴ φράσαι: συντέτμηκε τὴν ἑρμηνείαν. βούλεται γὰρ εἰπεῖν· ἀλλὰ σοῦ τὸ ἁμάρτημα τὸ μὴ εἰπεῖν τὸ ἀληθές: —

<!-- 834 -->ἐπὶ τοῦ θάπτοντος, τοῦ Ἀδμήτου, τὸ νιν: —

<!-- 835 -->ὀρθὴν παρʼ οἶμον: πόλις Θεσσαλίας πλησίον Φερῶν. λέγει δέ· ὀρθὴν βαδίζων τὴν ὁδὸν, οἷον παρὰ τὴν ὁδὸν, ὅπου ἐπὶ τὴν Λάρισσαν φέρει, ἐκτὸς τοῦ προαστείου: —

<!-- 838 -->Τιρυνθία: Τίρυνς πόλις Ἄργους. ἡ γὰρ Ἀλκμήνη ἀπὸ Τίρυνθός ἐστιν: —

<!-- 843 -->εἰδωλοποιεῖται μελαίνας πτέρυγας ἔχων ὁ Θάνατος: —

<!-- 844 -->εὑρήσειν δοκῶ πίνοντα: προσδοκῶ αὐτὸν εὑρεῖν πλησίον τοῦ τύμβου πίνοντα ἐκ τῶν προσφαγμάτων: —

<!-- 846 -->λοχήσας αὐτόν: γράφεται λοχαίας. λοχᾶν γὰρ αὐτὸν θέλει ὁ Ἡρακλῆς κρυφθείς: —

<!-- 847 -->καὶ περιβαλὼν αὐτῷ κύκλον: —

<!-- 849 -->κατὰ πλευρὰν μογοῦντα: —

<!-- 850 -->ἐὰν δὲ μὴ εὕρω αὐτὸν πλησίον τοῦ τάφου πίνοντα τὸ αἷμα: —

<!-- 851 -->νῦν τὴν ῥύσιν τοῦ αἵματος. τὸν πέλανον δὲ ἐπὶ τῆς θυσίας φασίν: —

<!-- 852 -->εἰς τοὺς δόμους τῆς Κόρης καὶ τοῦ βασιλέως τῶν κάτω Πλούτωνος: —

<!-- 857 -->ἔκρυπτε: τὸ πένθος ἔκρυπτε: —

<!-- 859 -->τοιγὰρ οὐκ ἐρεῖ κακόν: αὐτὸς ὁ Ἄδμητος εὐγενὴς ὢν οὐ λέξει εὐεργετῆσαι κακὸν καὶ εὐτελῆ ἄνδρα, τουτέστιν ἐμέ. ἀντισάζω γὰρ αὐτῷ τὰς χάριτας τῆς ξενοδοχίας: — ἀλλʼ οὐκ ἂν εἴποι με ἀγνώμονα ξένον: —

<!-- 861 -->εἴσοδοι: — ἔρχεται ὁ Ἄδμητος ἀπὸ τοῦ τύμβου καὶ οὐ τολμᾷ εἰσιέναι: —

<!-- 863 -->εἰς τίνα τόπον. ἢ ἐν τίνι τόπῳ: —

<!-- 866 -->μακαρίζω: —

<!-- 869 -->ἀπὸ κοινοῦ τὸ χαίρω: —

<!-- 870 -->τοῖον ὅμηρόν μʼ ἀποσυλήσας: τοιοῦτον ἐνέχυρον ὑπὲρ ἐμοῦ, ἵνα κἀγὼ ἀποθάνω. λυπούμενος γὰρ διʼ αὐτὴν ἀπόλλυμαι: — ἄλλως: ὅμηρον: ἐνέχυρον. τοῦ δὲ ζῆν φησιν ὅμηρον αὐτῷ γεγονέναι τὴν Ἄλκηστιν· ἀντὶ γὰρ αὐτοῦ δέδοται τῷ Ἅιδῃ: —

<!-- 878 -->ἔμνησας ὅ μου: τούτου με ὑπέμνησας τοῦ ἑλκώσαντος καὶ λυπήσαντος τὴν ψυχήν· λέγει δὲ τῆς γυναικός: —

<!-- 879 -->ἁμαρτεῖν: τὸ ἀποτυχεῖν. ἡ μεταφορὰ ἀπὸ τοῦ ἁμαρτάνειν τοῦ σκοποῦ: —

<!-- 881 -->εὐχῆς σημαντικὸν, ὄφελον: —

<!-- 887 -->ἐξὸν εἶναι καὶ ἀγάμους καὶ ἀτέκνους: —

<!-- 888 -->σοὶ, ὦ Ἄδμητε, δυσκαταγώνιστος ἀτυχία ἦλθεν: —

<!-- 891 -->ἃ μὲν πέπονθας, βαρέα ἐστίν, ὅμως δὲ φέρε: —

<!-- 897 -->τί μʼ ἐκώλυσας: διὰ τί με ἐκώλυσας ῥῖψαι ἐμαυτὸν ἐν τῷ τάφῳ τῆς γυναικός; πρὸς τὸν χορόν φησιν· ἦν γὰρ ὁ χορὸς μετʼ αὐτοῦ· δύναται γὰρ ὁ χορὸς ἐξίστασθαι τῆς σκηνῆς, ὡς καὶ ἐν Αἴαντι μαστιγοφόρῳ: —

<!-- 900 -->τὴν ἐμὴν ψυχὴν καὶ τὴν ἐκείνης: —

<!-- 902 -->τὴν Ἄορνόν φησι: — διαβάσας ἔδει εἰπεῖν. πρὸς τὸ σημαινόμενον οὖν ἀπήντησεν: —

<!-- 903 -->ἐμοί τις ἦν ἐν γένει: παραμυθεῖται αὐτὸν ὁ χορός· ἐμοί τις ἦν ἐν γένει ᾧ νεανίας ἀπέθανεν ἄξιος τοῦ θρηνεῖσθαι διὰ τὸ μονογενὴς εἶναι, ἀλλʼ ὅμως ἐκαρτέρει: —

<!-- 907 -->παντελῶς ὢν ἄτεκνος: — ἅλις ἄτεκνος ὤν: ἰδίως τὸ ἅλις τέταχεν ἐπὶ τοῦ μετρίως· μετρίως ἔφερε τὸ κακὸν, καίπερ ἄτεκνος ὤν: —

<!-- 909 -->ἤδη προπετὴς ὤν: ἤδη προνενευκὼς ἐπὶ τὰς πολιὰς χαίτας καὶ πρόσω τοῦ βίου ὢν, ὅ ἐστιν ἤδη προβεβηκὼς τῇ ἡλικίᾳ: — ἄλλως: τινὲς εἰς τὸ χαίτας στίζουσιν· τὸ δὲ προπετής πρεσβύτερος. τῷ ὄντι γὰρ οἱ γέροντες προπετεῖς εἰσιν, ἐπὶ πρόσωπον φερόμενοι: —

<!-- 914 -->τὸ διάφορον τῆς νῦν τύχης καὶ τῆς πάλαι: —

<!-- 915 -->τότε μὲν πεύκαις: ὑπὸ λαμπάδων ἀπὸ Πηλίου τμηθεισῶν. τότε μὲν, φησὶ, μετὰ γαμικῶν ᾀσμάτων καὶ σὺν λαμπάσι ταῖς ἀπὸ Πηλίου ὄρους τεμνομέναις εἰς τὸν οἶκον ἐπορευόμην τὴν χεῖρα τῆς γαμετῆς κατέχων: —

<!-- 917 -->γράφεται πιστῆς: —

<!-- 918 -->πολυβόητος: — εἵπετο κῶμος: συνηκολούθει καὶ παιανισμὸς καὶ ἐμακάριζον ἡμᾶς ὡς ἐσμὲν εὐγενεῖς: —

<!-- 920 -->ὄντες ἀπʼ ἀμφοτέρων τῶν γονέων εὐπατρίδαι: —

<!-- 922 -->νῦν δʼ ὑμεναίων: νῦν δὲ ἀντὶ γαμικῶν ᾀσμάτων θρῆνος ἀντικείμενος: —

<!-- 923 -->ἀντίπαλος ἀπὸ κοινοῦ: —

<!-- 926 -->παρʼ εὐτυχῆ σοι: παρὰ τὸν εὐτυχῆ σοι πότμον τοῦτο τὸ ἄλγος ἦλθεν, ἀντὶ τοῦ· εὐτυχοῦντί σοι τοῦτο συμβέβηκεν: —

<!-- 930 -->ἔθανε δάμαρ: λέγεις, φησὶν, ὅτι ἀπέθανεν ἡ γυνὴ καὶ κατέλιπε τὴν ἐμὴν φιλίαν· διὸ ἀλγῶ. καὶ τί ξένον; πολλοὶ τὰς γυναῖκας ἀπώλεσαν: —

<!-- 935 -->διὰ τὸ τεθνηκέναι: —

<!-- 939 -->τὸ εἱμαρμένον ὑπερβάς: —

<!-- 942 -->τίνʼ ἂν προσειπών: ὑπὸ τίνος προσαγορευθείς· ὡς ἔθους ὄντος προσαγορεύειν τὸν εἰσιόντα: —

<!-- 946 -->ὅταν ἐσίδω κενούς, δηλονότι: — ἀπὸ κοινοῦ τὸ εὖτʼ ἂν εἰσίδω: —

<!-- 947 -->τοῖς ἐμοῖς γούνασι: —

<!-- 948 -->οἱ οἰκέται: —

<!-- 951 -->οἱ ἔχοντες σύμβιον ἐν ἀσφαλείᾳ σῳζομένην: —

<!-- 957 -->διʼ ὧν ὕβρισεν αὑτοῦ τὸν πατέρα: —

<!-- 962 -->ἐγὼ καὶ διὰ μούσας: ὁ ποιητὴς διὰ τοῦ προσώπου τοῦ χοροῦ βούλεται δεῖξαι ὅσον μετέσχε παιδεύσεως: —

<!-- 963 -->καὶ μετάρσιος ᾖξα: καὶ περὶ μετεώρων ἐφρόντισα, οἷον ἠστρολόγησα καὶ ὁρμὴν ἐπὶ τοῦτο ἔσχον: —

<!-- 965 -->ἐπικρατέστερον δυνατώτερον. καὶ Ὅμηρος· «κρείσσων γὰρ βασιλεύς»: —

<!-- 968 -->Ὀρφεία κατέγραψε: καὶ ποιητὴς καὶ μάντις ἦν ὁ Ὀρφεύς. Φιλόχορος ἐν α Περὶ μαντικῆς ἐκτίθησιν αὐτοῦ ποιήματα ἔχοντα οὕτως· «οὔτοι ἀριστερός εἰμι θεοπροπίας ἀποειπεῖν, ἀλλά μοι ἐν στήθεσσιν ἀληθεύουσι μενοιναί». ὁ δὲ φυσικὸς Ἡρακλείδης εἶναι ὄντως φησὶ σανίδας τινὰς Ὀρφέως, γράφων οὕτως· «τὸ δὲ τοῦ Διονύσου κατεσκεύασται τῆς Θρᾴκης ἐπὶ τοῦ καλουμένου Αἵμου, ὅπου δή τινας ἐν σανίσιν ἀναγραφὰς εἶναί φασιν Ὀρφέως»: — ἄλλως: πρῶτος Ὀρφεὺς μυστήρια θεῶν παραδέδωκεν· ὅθεν καὶ θρῃσκεία τὸ μυστήριον καλεῖται, ἀπὸ τοῦ Θρᾳκὸς Ὀρφέως: —

<!-- 970 -->οὐδʼ ὅσα Φοῖβος: ἀναγνοὺς δὲ καὶ τὰ τοῦ Φοίβου ἰατρικὰ οὐδὲν Ἀνάγκης μεῖζον εὗρον: —

<!-- 972 -->ἀντιτεμών: εὑρών· μεταφορικῶς ἀπὸ τῶν τὰς ῥίζας εὑρισκόντων καὶ τεμνόντων: —

<!-- 976 -->ἐκ τοῦ περὶ αὐτῆς εἰς τὸ πρὸς αὐτήν: —

<!-- 977 -->ἢ τὸ πρὶν ἦλθες, δηλονότι: —

<!-- 978 -->καὶ γὰρ Ζεὺς ὅ, τι νεύσῃ: τοῦτο ἀναγκαστικώτατα πράττει. οἷον καὶ ὁ Ὁμηρικὸς Ζεὺς ὑπόκειται τῷ τῆς Ἀνάγκης ζυγῷ, ἀφʼ οὗ ἂν ἐπινεύσῃ τινί· «οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν οὐδʼ ἀτελεύτητον ὅ, τι κεν κεφαλῇ κατανεύσω»

<!-- 980 -->ἰσχύεις οὖν μεγάλα: — Χάλυβες ἔθνος τοῦ Πόντου, ἔνθα σιδηρᾶ μέταλλά ἐστιν: —

<!-- 982 -->τοῦ σκληροῦ σου φρονήματος: —

<!-- 984 -->καὶ σοῦ οὖν περιγέγονεν ἡ Ἀνάγκη, ὦ Ἄδμητε, ἐν ἀφύκτοις δεσμοῖς: —

<!-- 989 -->σκότιοι: οἱ μὴ γνήσιοι ὄντες τῶν θεῶν παῖδες ἀποθνῄσκουσιν, οἱ μὴ ὄντες ἐξ ἀμφοτέρων θεῶν: — ἄλλως: σκότιοι λέγονται οἱ λαθραῖοι παῖδες καὶ ἐξ ἀδᾳδουχήτων γάμων γενόμενοι. Ὅμηρος· «σκότιον δέ ἑ γείνατο μήτηρ». τούτους δὲ Ῥόδιοι ματροξένους καλοῦσιν. Κρῆτες δὲ τοὺς ἀνήβους σκοτίους λέγουσιν: —

<!-- 994 -->νῦν ἐν τοῖς οἴκοις: —

<!-- 995 -->μηδὲ νεκρῶν: μὴ νομιζέσθω ὁ τάφος τῆς σῆς γυναικὸς ὡς τῶν ἀποθανόντων νεκρῶν, ἀλλʼ ἐξ ἴσου τοῖς θεοῖς τιμάσθω: — τὸ ἐπιχεόμενον τοῖς νεκροῖς· ἀπὸ δὲ τούτου τὸν τάφον φησίν. ὡς οὐ κληθήσεται τάφος, ἀλλὰ θεοῦ τινος ναός: —

<!-- 999 -->ὁδοιπόρων: —

<!-- 1000 -->ἐκ πλαγίου τοῦ τάφου πορευόμενος: —

<!-- 1002 -->ὑπὲρ τοῦ ἀνδρὸς ἀπέθανεν: —

<!-- 1009 -->Ἄδμητε: ὦ Ἄδμητε, οὐ χρὴ τὸν φίλον πρὸς τοὺς φίλους ἀποκρύπτειν τὰς μέμψεις: —

<!-- 1011 -->ἐγγὺς παρεστώς: ἐγγὺς παρεστὼς τῶν σῶν κακῶν ἄξιον ἐμαυτὸν ἐνόμιζον ἀριθμεῖσθαι τῶν σῶν φίλων: —

<!-- 1023 -->πράξας δʼ ὃ μὴ τύχοιμι: ἐὰν δὲ συμβῇ μοι ἀποθανεῖν — ὅπερ μὴ γένοιτο —, δίδωμί σοι ταύτην δούλην: — πράξας δέ: λείπει κακῶς: — ἄλλως: ἐὰν, φησὶν, ἃ μὴ θέλω, πράξω — καὶ γὰρ ἐλπίζω ἐπανελθεῖν —, δίδωμί σοι ταύτην δούλην ἔχειν: — παθὼν ὃ μή γένοιτο τυχεῖν: —

<!-- 1025 -->σὺν πολλῇ ταλαιπωρίᾳ: —

<!-- 1026 -->ἀγῶνα γὰρ πάνδημον: αἰνίττεται τὸν εἰς τὸν Θάνατον ἀγῶνα ὃν νικήσας ἀνήγαγε τὴν Ἄλκηστιν: —

<!-- 1029 -->τὰ μὲν γὰρ κοῦφα: τὰ μὲν γὰρ κοῦφα ἀγωνίσματα οἷον δρόμοι ἢ ἡνιοχεῖαι, τὰ περὶ ταχύτητος καὶ κουφότητος. ἀντὶ τοῦ· οἱ κούφως ἀγωνιζόμενοι ἵππους ἐλάμβανον: —

<!-- 1030 -->τοῖσι δʼ αὖ τὰ μείζονα: τοῖς δὲ νικῶσι τὰ μείζονα, ἢ πυγμὴν ἢ πάλην, ἀγέλη βοῶν ἐδίδοτο καὶ γυνή: —

<!-- 1032 -->ἀντὶ τοῦ· βοῦς καὶ γυνή: — εἵπετʼ· ἐντυχόντι δέ: ἐπειδὴ ἔτυχον ἐκεῖσε, τὸ μὲν κερδαίνειν αὐτὴν εὐκλεὲς ἡγησάμην, τὸ δὲ ἐᾶσαι αἰσχρόν: —

<!-- 1033 -->παρεῖναι: παραπέμψασθαι. ἵημι ἱέναι καὶ κράσει εἷναι: —

<!-- 1036 -->ὅτι ἡ Ἄλκηστίς ἐστιν: —

<!-- 1037 -->οὔτοι σʼ ἀτιμάζων: οὐ διὰ τοῦτό σε ἔκρυψα τὸ πένθος ἀτιμάσαι σε βουλόμενος: —

<!-- 1039 -->ἀλλʼ ἄλγος ἄλγει: τοῦτο λύπη πρὸς τῇ λύπῃ ἦν, εἰ πρὸς ἄλλον τινὰ ἀπῄεις ξενισθησόμενος: —

<!-- 1041 -->ἅλις δὲ κλαίειν: ἤρκει τὸ ἐμὲ κλαίειν τὸ ἐμὸν κακόν· τίς χρεία καὶ σὲ παρόντα: —

<!-- 1042 -->γυναῖκα δʼ εἴ πως: εἰ ἔστι δυνατόν, παρακαλῶ σε· τὴν γυναῖκα ταύτην ἄλλον κέλευσον λαβεῖν Θεσσαλῶν, ὅστις οὐ πέπονθεν οἷα ἐγώ: —

<!-- 1049 -->ποῦ καὶ τρέφοιτʼ ἄν: πῶς δύναται μεταξὺ ὄχλου νέα οὖσα τρέφεσθαι: —

<!-- 1050 -->νέα γὰρ, ὡς ἐσθῆτι: καὶ γὰρ νέα φαίνεται ὡς ἐκ τῆς ἐσθῆτος· ἦν γὰρ περικεκαλυμμένη: —

<!-- 1052 -->καὶ πῶς ἀκραιφνής: καθαρὰ ἀνδρῶν, οἷον· καὶ πῶς ἂν ἄφθορος ἀνδρῶν εἴη ἐν νέοις στρεφομένη: —

<!-- 1054 -->ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω: ἐγὼ δὲ σοῦ πρόνοιαν ἔχω μή ποτε συμβῇ αὐτῇ τι παθεῖν ὑπὸ τῶν νέων: —

<!-- 1055 -->ἀλλʼ ἐρεῖς· εἰς τὸν τῆς τεθνηκυίας θάλαμον εἴσφερε αὐτήν. καὶ πῶς οὐκ ἄτοπον τοῦτο: —

<!-- 1057 -->καὶ τῶν δημοτῶν καὶ τῆς γυναικός· οὐκοῦν διπλῆ μέμψις: —

<!-- 1060 -->παρʼ ἐμοῦ τιμᾶσθαι ἡ Ἄλκηστις ἀξία ἐστιν: —

<!-- 1066 -->προσεοικὸς γὰρ ἔχει τὸ αἴθυγμα ἐκείνης τῆς μορφῆς: —

<!-- 1067 -->ἐμήν· θολοῖ δέ: οὐκ ἐᾷ καθαρὰν εἶναι τὴν καρδίαν, ἀναταράττει καὶ ἀναβάλλει: — θολοῖ: ταράττει, ἀπὸ τοῦ θολοῦ τῆς σηπίας, ἣ μέλλουσα ἀγρευθῆναι, τοῦτον προΐεται ὑπὲρ τοῦ σκοτίσαι τοὺς ἀγρεύοντας: —

<!-- 1070 -->οὐκ ἔχοιμʼ ἂν εὖ λέγειν: οὐ δύναμαί σοι λέγειν ὅτι εὐτυχὴς εἶ· βάσταξον δέ: —

<!-- 1071 -->καρτερεῖν θεοῦ δόσιν: τὴν μοῖραν. τινὲς τὴν διδομένην γυναῖκα παρὰ Ἡρακλέους, οὐ καλῶς: —

<!-- 1075 -->σάφʼ οἶδα: κἀγὼ οἶδα ὅτι ἤθελές με εὐεργετεῖν: —

<!-- 1077 -->μὴ νῦν ὑπέρβαλλʼ: μὴ νῦν ὑπερβαλλόντως φέρε, ἀλλʼ ἐναισίμως: — ἀλλὰ καθηκόντως φέρε: —

<!-- 1080 -->ἃ νῦν ῥᾳδίως παραινεῖς: — τοῦ θρηνεῖν ἔρως: —

<!-- 1082 -->ἀπώλεσέ με: ὑπερβαλλόντως ἀπώλεσέ με. ὑπερβάλλει πάντα λόγον ἡ ἀτυχία: —

<!-- 1084 -->ἑαυτὸν λέγει δεικτικῶς: —

<!-- 1086 -->ὁ χρόνος με θεραπεύσει, εἰ χρόνον λέγεις τὸν μέχρι θανάτου· μέχρι γὰρ θανάτου λυπηθήσομαι: —

<!-- 1090 -->δεικτικῶς, ἐμοί: —

<!-- 1094 -->ἴσθι μηδέποτε καλέσων με νυμφίον: —

<!-- 1096 -->θάνοιμʼ ἐκείνην: ἐὰν γαμήσω προδοὺς ἐκείνην καίπερ οὐκ οὖσαν, ἀποθάνοιμι: —

<!-- 1101 -->διὰ τὴν Ἄλκηστιν αἰνίττεται: —

<!-- 1103 -->συμμεταλαμβάνεις τῆς νίκης ἐμοὶ νικῶντι: —

<!-- 1104 -->ἐνόμισεν διὰ τὴν φιλίαν εἰρηκέναι αὐτὸν μετασχεῖν τῆς νίκης: —

<!-- 1105 -->εἰ χρή· πρῶτα: εἰ χρὴ ἀπιέναι, σκόπει, μὴ μεταβουλεύσῃ πάλιν: —

<!-- 1106 -->δεῖ, ἀλλὰ μὴ ὀργίζου μοι, ὅ ἐστιν· εἰ μὴ λυπῇ: —

<!-- 1107 -->εἰδὼς ὅτι συμφέρει σοι, κἀγὼ ταύτην τὴν σπουδὴν ἔχω: —

<!-- 1108 -->κράτει, ὃ θέλεις ποίει: —

<!-- 1109 -->ὅτε εὑρήσεις αὐτὴν Ἄλκηστιν: —

<!-- 1111 -->οὐκ ἂν μεθείην: οὐ συγχωρήσω τοῖς δούλοις τὴν γυναῖκα ταύτην: —

<!-- 1114 -->οὐκ ἂν θίγοιμι: ἔξεστιν αὐτῇ εἰσελθεῖν, οὐ μέντοι διʼ ἐμοῦ: —

<!-- 1118 -->καὶ δὴ προτείνω: ἧς τὸ κάρα ἀπετμήθη, ἀπὸ τοῦ καράτομος. τὸ ἐντελὲς δὲ Γοργόνι· καὶ δὴ προτείνω τὴν χεῖρα ὡς Γοργόνι ἧς ἡ κεφαλὴ ἀπετμήθη. ταῦτα λέγει ἀπεστραμμένος: —

<!-- 1120 -->περὶ ἑαυτοῦ λέγει: —

<!-- 1125 -->ἆρα, φησὶ, μὴ χλευάζομαι ὑπὸ χαρᾶς: —

<!-- 1127 -->γράφεται τόδʼ ᾖ: —

<!-- 1128 -->ὥστε φαντάσματα ποιεῖν καὶ μὴ ἀληθῆ: — οὐ ψυχαγωγόν: ψυχαγωγοὶ τινὲς γόητες ἐν Θετταλίᾳ οὕτω καλούμενοι, οἵτινες καθαρμοῖς τισι καὶ γοητείαις τὰ εἴδωλα ἐπάγουσί τε καὶ ἐξάγουσιν. οὓς καὶ Λάκωνες μετεπέμψαντο, ἡνίκα τὸ Παυσανίου εἴδωλον ἐξετάραξε τοὺς προσιόντας τῷ ναῷ τῆς Χαλκιοίκου, ὡς ἱστορεῖ Πλούταρχος ἐν ταῖς Ὁμηρικαῖς μελέταις: —

<!-- 1130 -->οὐδὲν θαῦμα εἰ ἀπιστεῖς· παρʼ ἐλπίδα γὰρ γέγονεν: —

<!-- 1140 -->μάχην συνάψας: ἢ τῷ τῶν νεκρῶν κοιράνῳ· φασὶ γὰρ καὶ τοὺς νεκροὺς δαίμονας· ἢ ἐκ τῶν δαιμόνων τῷ ταύτης κυρίῳ: —

<!-- 1145 -->Πλούτωνι καὶ Περσεφόνῃ: —

<!-- 1149 -->τὸν τῶν ἵππων Διομήδους: —

<!-- 1153 -->γράφεται δόμον. γράφεται καὶ ὁδόν: —

<!-- 1154 -->τετραρχίᾳ: εἰς τέσσαρας διῄρητο ἡ Θεσσαλία πόλεις αἵτινες ἦσαν ὑποτεταγμέναι Ἀδμήτῳ, ὡς καὶ Ἀριστοτέλης φησίν· ὅθεν ἐκαλεῖτο τετραρχία. εἰσὶ δὲ αὗται Φεραὶ Βοίβη Γλαφύραι καὶ Ἰωλκός. καὶ Ὅμηρος

  
«οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηίδα λίμνην,  
  
Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν,  
  
τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάις».  
ὁμωνύμως δὲ λέγει τὴν λίμνην καὶ τὴν πόλιν: — ἄλλως: τῇ εἰς τέσσαρα μέρη διαμεριζομένῃ, εἰς ἀνατολὴν, εἰς δύσιν, εἰς ἄρκτον καὶ μεσημβρίαν: —

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cto-ajg`.
