title: "Scholia on Euripides: Orestes"
author: Scholia on Euripides
eul_wid: cto-akc
eul_aid: cto
canonical: "https://eulogikon.org/works/euripides-scholia-euripides-hierosolymitanus-orestes-cto-akc"
lang: grc
period: Hellenistic
dialect: Mixed Dialects
content_hash: "sha256:9226131371fbf4bad5b5946014555e5a7cee2938555526e2a9e074bc41d9470b"
content_modified_at: "2026-10-21"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
# Scholia on Euripides: Orestes
**Author:** Scholia on Euripides
**eul_wid:** `cto-akc` · [HTML page](https://eulogikon.org/works/euripides-scholia-euripides-hierosolymitanus-orestes-cto-akc)
## Text
<!-- 106 -->τάδε ἑλγ …
<!-- 108 -->τοῦτο κακονόως εἶπεν· βούλεται
μὴ παρθένον δεῖξαι τὴν ἠλέκτραν·
τῷ μὴ πεισθῆναι αὐτῇ:
<!-- 108 -->ἕρπειν κυρίως ἐπὶ ὄφεως
<!-- 109 -->ἀντὶ τοῦ τροφεῖα· ἀνθʼ ὧν ἀνετράφη ὑπʼ αὐτῆς:
<!-- 115 -->γάλακτος μετὰ γάλακτος
<!-- 115 -->δαψιλῆ τοῦ οἴνου καὶ ῥύσιν διὰ γὰρ τῆς ἄχνης τοῦτο ἐσήμηνεν· οἱ δὲ οἰνόχροα τρίχα φασί:
<!-- 121 -->μέμνηται καὶ αὐτῶν ἵνα μὴ δόξῃ παντελῶς λιθοκάρδιος εἶναι:
<!-- 122 -->ἅπερ δὲ πρέπει τοὺς τεθνηκότας παρὰ τῶν ζώντων λαμβάνειν ταῦ τα ὑπισχνοῦ τῇ ἐμῇ ἀδελφῇ:
<!-- 126 -->οἱ μὲν τὴν εὐπρέπειαν φασὶ τοῦ σώματος καὶ τὸ κάλλος· οἱ δὲ τὸν τρόπον καὶ τὴν φύσιν ἑκάστου· ὡς μέγα κακὸν ὁ φαῦλος τρόπος καὶ ἐπιβλαβὴς τοῖς κεκτημένοις· καὶ πάλιν ἐπωφελὴς,
τοῖς καλῶς κεκτημένοις:
<!-- 127 -->σωτήριόν τε: πολλοὶ γὰρ τὸ κάλλος ἐπὶ σωτηρίᾳ ἑαυτῶν
καὶ πατρίδος ἐκτήσαντο:
<!-- 128 -->εἴδετε ἴδοι τις ἔνιοι δὲ φασὶ
ταῖς δμωαῖσι ταῦτα λέγειν ὃ ἄμεινον·
<!-- 129 -->ἤτοι πονηρὰ· ἢ τὰ αὐτὰ φρονοῦσα ἃ καὶ πρότερον· τοῦ γὰρ  … θωφ …
εἶναι εὔμορφος ἐπιμελεῖται·
ἐλέγχει δὲ αὐτὴν ὡς μὴ δέπω·  …
<!-- 130-154 -->τ … η
<!-- 131 -->τὸ κατὰ μέρος εἰποῦσα ἐπῄνεγκε τὸ καθολοῦ:
<!-- 131 -->πᾶσαν θʼ
<!-- 135 -->ἐξὀρῶν
<!-- 138 -->ἀντὶ τοῦ πραεῖα προσφιλής
<!-- 140 -->εἶδος ὑποδήματος γυναικείου κοίλου:
<!-- 141 -->ποιητικῶς· ἀντὶ τοῦ τιθῶμεν· εἰσελήλυθε δὲ ὁ χορὸς ἔσω:
<!-- 142 -->τὸ ὁλόκληρον τινὲς τοῦτο φασὶ ἀπόπροθι
<!-- 144 -->τοῦτο εἰκὸς ὀξύτερον εἰπεῖν τὸν χορόν· διὸ καὶ ἡ ἠλέκτρα περιδεὴς γενομένη εἶπεν ἆ ἆ· φυσικῶς αὕτη εἶπεν ἐπειδὴ πρώτη φωνὴ ὑπὸ τῆς φύσεως εὕρηται:
<!-- 145 -->ἀθορύβως φώνει ὥσπερ πνοὴ δόνακος· μὴ  … αὐλοῦ· οὗτος γὰρ καὶ ἐνδυμίωνα ἐγείρει·
<!-- 147 -->μικρόν μοι φησὶ κελεύειν ἁδʼ ὡς ψιθυρίζει κάλαμος ἀνέμου πνοῇ· ἐγὼ δὲ καὶ ἐλάττονα αὐτοῦ φέρω βοήν:
<!-- 147 -->ὄροφος κάλαμος ἐστιν τέ καὶ παπυρώδης:
<!-- 149 -->πρόσελθε πρόσελθε ἀφʼ οὗ καὶ καταγωγαὶ οἱ λιμένες:
<!-- 151 -->ἀντὶ τοῦ ἀπὸ πολλοῦ χρόνου· τοῦτο δὲ ἀναφορὰν ἔχει πρὸς τὸ πρόσιθʼ ἀτρέμας:
<!-- 154 -->τὴν περὶ αὐτοῦ τύχην· πότερον
ἐπὶ τὸ χεῖρον· ἢ ἐπὶ τὸ ἄμεινον νενευκέναι:
<!-- 156 -->οἰκειούμενος ὁ χορὸς τὰς συμφορὰς
καὶ συναχθόμενος γεγωνότερον ἐξεβόησε τὸ ὦ τάλας· διὸ φησὶν ὀλεῖς
εἰ βλέφαρα κινήσεις:
<!-- 159 -->τὸν βαθύτατον ὕπνον
<!-- 160 -->ἐργμάτων πράξεων
<!-- 160 -->μέλεος αὐτὸς διὰ τὰς ἐκ θεῶν πράξεις· ἀρνεῖται δέ πως τὴν τοῦ ὀρέστου πράξιν· εἰς θεὸν ἀναφέρων ταῦτα:
<!-- 162 -->ἄδικα ἀδίκως ἔλακεν εἶπεν
<!-- 162 -->τοῦτʼ ἐστὶ τὸ ἀλλαχοῦ εἰρημένον·
πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα· ἐπεὶ γὰρ ἔδοξεν ἀτύχως τῷ ὀρέστῃ
πεπτωκέναι τῆς μητρὸς ὁ φόνος ἄδικος ὁ λοξίας νενόμισται· ἢ τὸ
ἄδικα ἐδίκασεν ἐμφαίνει ὅτι δικαίως μὲν ἐψηφίσατο τὸν φόνον
τῆς μητρός· ἄδικος δὲ ὅτι τῷ δράσαντι οὐκ ἐπικουρεῖ· τὸ δὲ ἑξῆς οὕτως·
ὁ ἄδικος λοξίας ἀδικώτατα ἐδίκασεν ὅτε ἐπὶ τρίποδι θέμιδος τὸν ἀπόφονον
ἔλακεν ἐμᾶς ματρός: καὶ ἀριστοφάνης· ἔλακεν ἐκ τῶν στεμμάτων
τραγικῇ λέξει χρησάμενος ὅτε τὸν ἀπόφονον τῆς ἐμῆς μητρὸς ἐπὶ τρίποδι
θέμιδος ἐδίκασεν ὁ λοξίας: τὸν ἀπόφονον ἀπόλλωνι οὐκ ὀρέστῃ ἐγκαλοῦσα φησίν: ἔνιοι δὲ ἀπόφονον ἐδέξαντο τὸν ἄτοπον φόνον τὴν δὲ ἀπὸ πρὸς τὸ ἔλακεν ἀντὶ
ἀπεφθέγξατο:
<!-- 163 -->ἀπόφονον ἄτοπον φόνον
<!-- 168 -->θωύξασʼ ταράξασα
<!-- 168 -->ἀγρίως βοήσασα· ἀπὸ τοῦ ζώου
<!-- 169 -->ἔδοξα ἀντὶ τοῦ δοκῶ
<!-- 171 -->εἱλίξεις ὑποστρέψεις
<!-- 173 -->μὴ ταράσσαι φησὶν ὁ χορός· κοιμᾶται
γὰρ τὰ γὰρ δύο σσ ἐνεστώτα ποιοῦσι
τὸ ῥῆμα:
<!-- 174 -->ἐπικαλεῖται τὴν νύκτα πρὸς τὸ κοιμίσαι τὸν ὀρέστην
<!-- 174 -->ὁ κατὰ φύσιν ὕπνος ἐξ ὑγρότητος γίνεται· ὑγρὸν δὲ ἡ νύξ· ἀφισταμένου ἡλίου τοῦ ξηραίνοντος καὶ θερμαίνοντος τὸν ἀέρα: ὁ τοίνυν ὀρέστης ἐξηραμμένος τὲ ὑπὸ νόσου καὶ
ἀσιτίας ὑγρανθεὶς τῷ νυκτερινῷ καταστήματι μᾶλλον κοιμιθήσεται ἄλλως δὲ καὶ τῶν αἰσθήσεων ἠρεμουσῶν
ἐν σκότῳ· ἕπεται ὕπνος ἡσυχίαν αἰσθήσεων καὶ κινήσεων: πότνια πότνια νύξ: ὀξύτατον· ἀπίθανον
οὖν τὴν ἠλέκτραν ὀξείᾳ φωνῇ κεχρῆσθαι· καίτοι ἐπεπλήσουσαν τῷ χορῷ·
ἀλλὰ κέχρηται μὲν τῷ ὀξεῖ ἀναγκαίως· οἰκεῖον γὰρ τῶν θρηνούντων λεπτότερον δὲ ὡς
ἔνι μάλιστα:
<!-- 178 -->κατάπτερος ταχεῖα
<!-- 183 -->οὐ σιωπήσεις φησὶν ἀπὸ τοῦ στόματος
φυλασσομένη τὸ ἀνακελαδεῖν· καὶ
τὴν ἀπὸ τῆς κοίτης τοῦ ὕπνου χάριν ἥσυχον αὐτῷ παρέξεις:
οἷον: οὐ σιγήσεις καὶ μετὰ
ἡσυχίας αὐτὸν ἐάσεις κοιμηθῆναι:
<!-- 187 -->λέγε ποῖον τέλος αὐτὸν
ἐκδέχεται πότερον δύναται ῥαΐσαι ἢ οὔ:
<!-- 187 -->θρόει λέγε
<!-- 191 -->ἀπώλεσεν ἡμᾶς ὁ ἀπόλλων πα τροφόνου μητρὸς αἷμα δούς:
<!-- 194 -->ἀντὶ τοῦ δίκαιον μὲν αὐτὴν ἀναιρεθῆναι ἀνελοῦσαν τὸν ἄνδρα οὐ μέντοι εὐκλεὲς ἦν ὑπὸ τοῦ παιδός:
<!-- 199 -->δεικτικῶς φησὶν ἑαυτὴν καὶ ὀρέστην: ἀντὶ τοῦ διὰ τὸν σὸν φόνον καὶ ἡμεῖς ἀπολώλαμεν: τοῦτο πρὸς ὀρέστην λέγει:
<!-- 206 -->περισσὸν τὸ ἄτεκνος· ἡ γὰρ ἄτεκνος καὶ ἄγαμος· ἀναστρεπτέον οὖν τὴν σύνταξιν· ἄτεκνος ἐπειδὴ ἄγαμος· δύνατον γὰρ τὴν γήμασαν εἶναι ἄτεκνον:
<!-- 210 -->ἐν τῷ πάνυ ἐκλελυμένῳ τοῦ σώματος:
<!-- 211 -->τὸ βαθύτατον τοῦ ὕπνου· τὸ δυνάμενον θέλγειν τοὺς ἀρρώστους· ὁ γὰρ ἐλαφρὸς φαντασίαις ἀναμέμικται:
<!-- 211 -->φυσικῶς τὸν ὕπνον οἶδεν ἐπίκουρον τῶν κακῶν: νῦν οὐ τραγωδεῖ ἀλλʼ ἐν τῇ μανίᾳ:
<!-- 213 -->πότνιαν εἶπεν αὐτήν· ἐπεὶ πάντας
τιμῶμεν παραμυθουμένους· τὸ δὲ ὡς εἶ σοφή ἀντὶ τοῦ λίαν ἐπενοήθης σοφῶς ὑπὸ
τῆς φύσεως· τὸ δὲ τῶν κακῶν οἰκείως
προσέθηκεν· ἐπειδὴ καλὴ τῶν κακῶν ἐστιν ἡ λήθη:
<!-- 312-3 -->καὶ μὴ τὴν ὑποψίαν ἔχε μὴ δὲ φαντάζου
τὸ ἐκφοβοῦν σε· προσδέχου:
<!-- 318 -->μανιοποιοὶ πότνιαι χωρά
ἐστὶ βοιωτίας .. …
<!-- 319(?) -->παρόσον ἄοινα καὶ νηφάλια ταῖς θεαῖς ταύταις τὰ ἱερὰ συντελεῖται:
<!-- 321(?) -->πρὸς τὸν μενέλαον ὀρέστης φησὶν .. …
<!-- 322 -->ταναὸν τὸν λεπτομερῆ
<!-- 327 -->φοιταλέου
ὁρμητικῆς
<!-- 327 -->ἢ τὸ φεῦ συντέτακται ἵνʼ ᾖ· φεῦ ἰὼ ζεῦ οἵων μόχθων ὁ τάλας ὀρεχθεὶς ἔρρεις:
<!-- 328(?) -->ἐκτείνεται γὰρ τὴν διάνοιαν ὁ ἐπιθυμῶν .. … πρὸς αὐτὸν ἀπέτεινε τὸν λόγον· οἵων πραγμάτων ὁ τάλας ἐπιθυμήσας· οἴχῃ καὶ διέφθαρσαι ἀπὸ τοῦ τρίποδος δεξάμενος τὴν μαντείαν ἣν ὁ φοῖβος ἔλακεν:
<!-- 331 -->ὀμφαλὸς κέκληται ἡ πυθὼ παρὰ τὰς ὀμφὰς τὰς ὑπὸ τοῦ θεοῦ χρηστηριαζομένας· ἢ παρὰ τὸ εἶναι ἐν μέσῳ τῆς οἰκουμένης τὴν πυθώ· λέγεται γὰρ τὸν δία μαθεῖν βουλόμενον τὸ μέσον τῆς γῆς δύο ἀετοὺς ἰσοταχεῖς ἀφεῖναι τὸν μὲν ἀπὸ δύσεως τὸν δὲ ἀπὸ ἀντολῆς· καὶ ἐκεῖσε
αὐτοὺς ἀπαντῆσαι· ὅθεν καὶ
ὀμφαλὸς ἐκλήθη· ἀνακεῖσθαι τε δύο ἀετοὺς χρυσοῦς τῶν
μυθευομένων ἀετῶν μνημεῖα·
<!-- 332 -->τοῦτο κατὰ δία ἀναπεφώνηται:
<!-- 333 -->ἐλεος τὸ γενήσεται· ἢ οὐδείς· ἠλέκτρα στίγμη
<!-- 335 -->θοάζων διώκων διεγείρων ᾥτινι ὀρέστῃ δάκρυα δαίμων τις ἀλλεπάλληλα συνάπτει δίκην·
<!-- 335 -->συνάγει ἀλλεπάλληλα καὶ συμμίσγει·
ἡ μεταφορὰ ἀπὸ τῶν συμβαλλόντων τοῖς σχοινίοις ἕτερα καὶ ἐπιμηκέστερα
ποιούντων .. …
<!-- 338(?) -->ιδίαν  … βε
<!-- 338 -->ἀναβακχεύει κινεῖ
<!-- 340 -->οὐ μόνιμος ὁ μέγας ὄλβος· κατέκλυσε
γὰρ αὐτὸν δαίμων τις ὡσεὶ λαῖφος
ἀκάτου θοᾶς τινάξας κατέκλυσε τοῖς ὀλεθρίοις καὶ λάβροις κύμασι τοῦ
πόντου: τὸ δὲ δεινῶν πόνων
ἐν μέσῳ ἀνεπεφώνηται:
<!-- 340 -->μόνιμος αἰώνιος
<!-- 341 -->ὥς οὕτως
<!-- 343 -->ὡς καθώς
<!-- 345 -->πρὸς τὰ ἄνω κακὰ τούτεστι· πρὸς
τὸ ὀλοφύρομα τὸ τίνα γὰρ
ἔτι πάρος:
<!-- 347 -->τὸν ταν»
<!-- 349 -->τῇ τρυφῇ τοῦ βαδίσμα τος .. …
<!-- 350 -->δῆλος  … ση
<!-- 352 -->ὁρμήσας ποιήσας πλεῦσαι
<!-- 352 -->διʼ ὧν δοκεῖ αὐτὸν τιμᾶν διὰ τούτων λυπεῖ ἀναμιμνήσκουσα τῶν ἀπολλυμένων ἐν τῇ τροίᾳ:
<!-- 353 -->ἀπὸ τούτων αὐτὸν ἐγκωμιάζει ἀφʼ ὧν ἐμεγαλύνετο· τῷ δὲ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο· τοσαῦται γὰρ ἦσαν αἱ νῆες ἑλλήνων .. …
<!-- 354 -->ὁμιλεῖς διάγεις
<!-- 355 -->τὸν γὰρ πόλεμον κατορθώσας ἔλαβε τὴν ἑλένην· σὺ μὲν οὖν φησὶν εὐτυχῶς ἀπηλλάχθης ὁ δὲ ὀρέστης δυστυχεῖ:
<!-- 356 -->ἀπὸ πρώτης παρόδου σημειοῦται τὸ κακόηθες τῆς γνώμης μενελάου· καὶ γὰρ οὐδὲ εἰς σπάρτην ἀνήχθη ἀλλὰ πρότερον εἰς ἄργος ὡς ἐξελάσων ὀρέστην ὡς ἐν τοῖς ἑξῆς δῆλος ἐστί:
<!-- 362 -->ὄρος λακωνικῆς· ὅμηρος μαλειάων
ὄρος αἰπύ:
<!-- 362 -->προίσχων προσσκαλώσας νῆα
<!-- 363 -->ναυτίλοισι τῶν ναυτίλων
<!-- 364 -->οὗτος ἀνθηδόνιος ἁλιεὺς· ἑωρακὼς δὲ
ἰχθὺν παρὰ τὴν ψάμμον βοτανηφάγοντα
καὶ γευσάμενον καὶ ἀναζήσαντα φαγὼν καὶ αὐτὸς γέγονεν ἀθάνατος· ἀλλʼ οὐκ ἀγήραος· ἐφʼ ᾧ κατεπόντισεν
ἑαυτὸν· μαντεύεται δὲ ὣς παρʼ ὁμήρῳ:
<!-- 373 -->εὐτυχοῦντας σώους καὶ ὑγιεῖς ἁλιτύπων τῶν ναυτῶν
<!-- 382 -->θιγγάνω προσώπ …
<!-- 383 -->ἐξάπτων φέρων
<!-- 383 -->ἀντὶ τοῦ ἄνευ στεμμάτων· εἰώθασι
γὰρ οἱ λιτανεύοντες κλάδους φέρειν .. … ὡς παρʼ ὁμήρῳ· διὰ τοῦτο φησὶ φυλλῶν μὴ ὄντων
τὴν ἐκ στόματος μόνου ἱκεσίαν ποιεῖσθαι·
<!-- 386 -->φησὶ καλῶς με νεκρὸν ἐκάλεσας· οὐ γὰρ
ζῶ ὑπὸ τῶν κακῶν· ὅσον δʼ ἐπὶ τὰ
κακὰ ζῶ:
<!-- 387 -->αὐχμηρόν ῥυπαρόν
<!-- 388 -->αἰκίζεται ἀφανίζει
<!-- 389 -->ξηραῖς κόραις ταῖς κατεσκληκυίαις
<!-- 389 -->η … γ … ζ … η … ς …
<!-- 390 -->ἀντὶ τοῦ εἰς ὄνομα μόνον λείπεται τὰ ἐμά·
καὶ εἰς ὄνομα μόνον σαλεύει τὸ κατʼ ἐμέ:
ἐπειδὴ τὸ σῶ μα ἅπαν μοι φροῦδον γέγονεν:
<!-- 393 -->ἤκουσα λείπει τὸ ὥστε· ὀλιγάκις οὐδʼ ὅλως·
<!-- 396 -->σύνεσις ἡ συνείδησις
<!-- 400 -->τιμωρίαι  … βο … θ
<!-- 402 -->τάλαινα ἐτίμων ὑψηλοποίουν ἐξώγκουν ἐτίμων
<!-- 403 -->πότερα κακοήθως καὶ τοῦτο
<!-- 404 -->φυλάττων πότε σβεσθεῖ … κο … νος
 … ιναηο … οὓς τὰ ὀστᾶ·
<!-- 405 -->ὤρθευεν ἐνοσοκόμει
<!-- 411 -->βακχεύουσι κακοήθες συγγενῆ ἡ δία· ἵνʼ ᾖ διὰ
τὸν συγγενεῖ φόνον:
<!-- 411 -->κακοήθως τῷ ὀνόματι τῆς μανίας ἐχρήσατο
<!-- 582 -->ἀνεχόρευʼ ἡμ … ερεν
<!-- 588 -->ἄλοχον τὴν πενελόπην
<!-- 601 -->εὐδαιμόνως ἁρμοζόντως
<!-- 605 -->συμφοραῖς δυστυχίαις
<!-- 612 -->ἔκκλητον τὸν
ἐκκλησιάζοντα
<!-- 726 -->φωκεὺς γὰρ ὁ πυλάδης·
<!-- 727 -->βέβαιος φίλος κρείσσων ἐστὶ τῆς ὁρωμένης ἐκ ζάλης τοῖς ναυτίλοις γαλήνης:
<!-- 729 -->σύλλογον πόλεως ὡς τῆς φήμης διαδραμούσης ἄχρι φωκίδος· οὐ μόνον οὖν φησὶν ἤκουσα σύλλογον κατὰ σοῦ γεγενῆσθαι ἀλλὰ καὶ παριὼν εἶδον· τὸ δὲ ἑξῆς τὸν σύλλογον τῆς πόλεως ἀκούσας
καὶ ἰδών·
<!-- 738 -->οὕτως ἐμοί φησι προσῆλθεν ὡς μὴ παραγενόμενος:
<!-- 742 -->κωμῳδεῖται ὁ στίχος διὰ τὴν ταυτότητα:
<!-- 748 -->τὸ λέγειν εὐλαβούμεθα γνησίου φίλου καὶ τὸ ὑπὲρ δύναμιν κάμαειν
<!-- 752 -->εἴλετʼ συγγένειαν
<!-- 753 -->ἐκ τοῦ λαζύω λάζυμι λάζυμαι
<!-- 757 -->ἀναστρεπτέον τὸν λόγον· τί δὴ κρίνει λέξον· τί δὴ κρίνει ἡ ψῆφος εἰπὲ ὅτι φοβοῦμαι:
<!-- 765 -->ἀναξιβίαν τοῦ ἀγαμέμνονος ἀδελφὴν στρόφιος ἔγημεν· ἐξ ἦς ἔφυσε τὸν πυλάδην ὅθεν ἐξάδελφοι ὀρέστης
καὶ πυλάδης:
<!-- 766 -->πότερον ἰδίᾳ κατὰ τὴν οἰκίαν
ἡμαρτηκότι σοι ἐγκαλῶν ἢ ἐν
δημοσίῳ τινί:
<!-- 901 -->ἐπεβόησαν
<!-- 916 -->σφώ  … αγ … στ … ὸυ … οθ … αι
<!-- 919 -->ἀγορᾶς ἐκκλησίαις
<!-- 921 -->ἀντὶ τοῦ οὐ διχόμυθα λέγων ὡς ὁ
προρρηθείς· ἢ οὕτω  … βουλόμενος· σημαίνει δὲ τὸ σώ
ζειν ἐσπουδακώς:
<!-- 922 -->.. … οὐκ ἄξιον τοῦ ἐπιπλήττεσθαι
ἀνεπιτίμητον ὃν οὐδεὶς διὰ τὸ
σωφρονεῖν ὕβρισεν:
<!-- 926 -->ἣ φησὶν ἡ κλυταιμνήστρα ὅσον ἐφʼ
ἑαυτῇ καλὰ καὶ ζηλωτὰ ἔργα ἔπαυσε·
φημὶ δὲ τὸ ὁπλίζεσθαι .. …
<!-- 931-2(?) -->π … ὁυ
<!-- 932 -->ἴναχος αὐτόχθων
<!-- 932 -->μετὰ τὸν κατακλυσμὸν οἰκούντων τῶν ἀργείων πρῶτος αὐτοὺς συνῴκισεν ἴναχος καὶ λιμναζόμενον τὸ παρὰ τὸν ἴναχον πεδίον αὐτὸς ἐκαθάρισε καὶ ἐκ πηγῆς τινος ποιησάμενος τὸν ποταμόν ἀφʼ ἑαυτοῦ ἴναχον ἐκάλεσε καὶ τὸ ἄργος ἰνάχιον· ἰνάχου δὲ καὶ μελίας φορωνεὺς καὶ φηγεὺς ἐγένοντο· .. … ἀγήνωρ βήλου δὲ αἴγυπτος ἐγένετο καὶ δαναός·
<!-- 933 -->τινὲς στίζουσιν εἰς τὸ πάλαι:
<!-- 941 -->ἐξαπλοῦται πλατύνεται κατὰ τῶν ἀνδρῶν:
<!-- 1153 -->στυγεῖσθαι
<!-- 1154 -->ἢ τὸ τῶν γυναικῶν κοινῶς γένος ἢ τὸ ἑαυτῆς ἰδίως:
<!-- 1156 -->ἕνα ἄνδρα φησὶν συνετὸν προκρίνειε τις πολλῶν ἀλογίστων φίλων: ἄλλως· ἀσύνετόν ἐστι τὸ ἀνταλλάσσειν πλῆθος ἀντὶ τοῦ εὐγενοῦς φίλου καὶ προκρίνειν:
<!-- 1162 -->ἐν τῷ ἐπαίνεσθαι:
<!-- 1165 -->ἀντανέλωμεν
<!-- 1168 -->τύραννος οὐ βίᾳ
<!-- 1168 -->ἄξιος νομισθείς:
<!-- 1169 -->ἐπικουρίαν ἴσχυν: διʼ ὧν ἀνάνδρως ἀποθανοῦμαι:
<!-- 1175 -->ὃ γὰρ ἂν νομίζω τέρπνον· τοῦτο
καὶ μόνον ὀνομάζων ἀδαπάνως
εὐφραίνομαι:
<!-- 1176 -->ἐξ ὧν οὐδὲν βλαπτώμεθα οὐδὲν κωλύσει εὐφρᾶναι ἑαυτούς·
<!-- 1178 -->τʼ ἐμοί τὴν σωτηρίαν φησί·
<!-- 1182 -->γνώμη τὰ ἀγαθὰ καὶ ἐν τῷ προσδοκᾶσθαι μόνον ἔχει τινὰ τέρψιν:
<!-- 1189 -->ἐνέχυρον τῆς σωτηρίας
<!-- 1190 -->τίνος χάριν
<!-- 1192 -->ἓν γὰρ φησὶ καὶ ταὐτὸν πᾶν ἐστὶ τὸ καθʼ ἡμᾶς καὶ ὡς εἰπεῖν ἓν σῶ μα καὶ μία ψυχή:
<!-- 1197 -->κεκτῆσθαι
<!-- 1200 -->ἐὰν τῇ ὀργῇ πολὺς ἔλθῃ:
<!-- 1176-1200 -->καὶ νῦν
<!-- 1358 -->καθαιμακτὸν καθημαγμένον
<!-- 1371 -->τέραμνα στεγάσματα
<!-- 1373 -->ἐπεὶ οὐ διὰ γῆς ποιεῖται τὴν πορείαν ἀλλʼ ὑπερεπιβὰς ἥλλάτο· ἀφανῆ φησὶν ἑαυτῷ εἶναι τὴν γῆν· τὸ δὲ βαρβάροισι δρασμοῖς συναπτέον τὸ πᾷ φύγω ξένε· ἱνʼ ἦν βάρβαρος ὢν καὶ φεύγειν θέλων· ποῦ φύγω ξένε· ἢ τὸ φροῦδα ἐπὶ τῆς ἰλίου φησίν· ἐρωτώμενος γὰρ φησὶν τάδε· ἴλιον ἴλιον ὤ μοί μοί
<!-- 1378 --> … τῶν τε ταύρων καὶ τῶν ποταμῶν
τῶν σφοδρῶς ῥεόντων· ἢ διὰ τὸ βίαιον
τῶν ὑδάτων ἅπερ τὴν γῆν διὰ τὰ
παρεμπίπτοντα τῶν ὑδάτων ῥήγνυσιν ὡς τοῖς κέραυσιν οἱ ταῦροι· εἰ μὲν
γάρ φησιν ἐν ἄλλοις ταῦροι δʼ ὑβρισταὶ
καὶ εἰς κέρας θυμούμενοι·
<!-- 1378 -->κατὰ γὰρ τὸν ποιητὴν ποταμὸν
τὸν ὠκεανὸν νομίζει· ὅτι δὲ κύκλῳ
περιρρεῖ τὴν οἰκουμένην ἐσήμανε τοῦ ἀψορρόου ὠκεανοῖο:
<!-- 1381 -->τό τε ἴλιον καὶ τὴν
καλλίβωλου ἴδην τῇ ἐμαυτοῦ βαρβάρῳ φωνῇ· ὁ δὲ λόγος· στένω τὰ εἰρημένα
ἀπολλόμενα διὰ τὸ τῆς ἑλένης
κάλλος .. …
<!-- 1384 -->οἱ δὲ ἁρμάτειον τὸ σύντονον ἐπεὶ συντόνῳ
φωνῇ κέχρηται:  … νυνομεν θρῆνον ἀναβοῶ: ἔνιοι δὲ
ὀξύφωνον ὑπὸ τῷ τῶν ὑπαξονίων ἤχων.. … φωναὶ ὄντας: οἱ δὲ ἁρμάτειον
τὸν ἀπὸ τῆς ῥέας  … φασι
τὸν  …
<!-- 1384 -->.. … ἐπὶ τῷ ἅρματι γενόμενον ἐφʼ οὗ εἵλκετο ὁ ἕκτωρ ὑπὸ τοῦ ἀχιλλέως: οἱ δὲ τὸ σύντονον· συντόνῳ γὰρ φωνῇ χρῆται:
<!-- 1388 -->περγάμων τῶν τειχῶν
<!-- 1388 -->τὸν πέργαμον καὶ τὴν ἀκρόπολιν τοῦ ἰλίου:
<!-- 1395 -->αἴλινον εἶδος μέλους
<!-- 1398 -->ξίφη αἵδου τὰ μόρον ἐργαζόμενα
<!-- 1407 -->.. … οὗτος ἐπὶ κακουργίᾳ ἥσυχος ὢν
προνοούμενος τῆς ἡσυχίας ἐπὶ κακοῖς:
ἄλλοι δὲ διαφθαρείη ὑπὸ τῆς ἡσύχου προνοίας: ἥσυχον δὲ αὐτὴν
φησὶ τὴν ἀπροσδοκήτως πάντας ἀμυνομένην· τινὲς οὕτως· οἰμωζέτω κακοῦργος ὢν μετὰ
ἡσύχου προνοίας:
<!-- 1408 -->τοῖς σχήμασι ταπεινοὶ ἕζοντο παρʼ ἑκάτερον μέρος τῆς ἑλένης, ὁ μὲν ἐκ δεξιῶν. ὁ δὲ ἐξ εὐωνύμων ξίφεσιν πεφραγμένοι:
<!-- 1416 -->ἔθορον ἀνέθορον
<!-- 1416 -->ἀνεπήδησαν οἱ θεράποντες παραχρῆμα καὶ περιέθεον καθάπερ δρομάδες ἵπποι θορυβηθέντες:
<!-- 1420 -->τοῖς μὲν τῶν οἰκετῶν οὐκ ἐδόκει δόλον εἶναι τοῖς δὲ ἐδόκει ὀρέστης ἐν ἀσφαλεστάτῃ δικτύων μηχανῇ καὶ περιβλήματι λίνου ἐμπλέκειν τὴν ἑλένην:
<!-- 1425 -->σὺ δὲ παρῆς τοῖς γινομένοις ἢ τὸ ἀκούσας παρʼ ἑτέρου πέφευγας ἐκποδών:
<!-- 1427 -->πλησίον τῆς παρηΐδος αὐτῆς αὔραν πέμπων:
<!-- 1429 -->παρόσον πάντα τὰ ἐπὶ τῆς κεφαλῆς καλύμματα πτερὰ ἔλεγον οἷς δὴ καὶ ῥιπίσιν χρῶνται· κατὰ τοῦ προσώπου αὐτῆς πνοὴν ἐκπέμπων:
<!-- 1429 -->κυκλοτερὴς γὰρ ἡ ἐκ πτερῶν ῥιπίς:
<!-- 1434 -->ἀπὸ τῶν φρυγίων σκύλων βουλομένη συρράψαι ἐνδύματα πορφυρᾶ ὅπως ἐπὶ τὸν τάφον ἀναθῇ τῆς κλυταιμνήστρας:
<!-- 1436 -->φάρεα ἱμάτια
<!-- 1439 -->ἀντὶ τοῦ ἀνάστηθι·
<!-- 1445 -->ἔμελλον παθεῖν
<!-- 1451 -->συγκλείσας
<!-- 1453-4 -->ἴδη ὄρος ἐστὶ τροίας ἔνθα τετίμηται ἡ ῥέα· ἴσως οὖν ὡς ἐγχωρίαν θεὸν ἐπικαλεῖται αὐτὴν ὁ εὐνοῦχος: ὀβρίμαν αὐτήν φησιν ἐπεὶ λέουσιν ὀχεῖται· ἢ ὅτι ἐνίσταται τοῖς αὐτῇ συντυχάνουσιν· ὁ φρὺξ τὴν ῥέαν ἐπικαλεῖται ὡς ἀλεξίκακον: ἀντὶ ὀρεινήν· ἐν γὰρ τοῖς ὄρεσι διατρίβειν φασὶ τὴν θεόν· .. … τροίως δὲ ἔνθα ἡ ῥέα τιμᾶ ται· ἴσως οὐν ὡς ἐγχωριαν θεὸν ἐπικαλεῖται αὐτὴν  …
<!-- 1465 -->ἀνίαχεν ἐβόησας
<!-- 1467 -->μετὰ τῶν στηθῶν καὶ τὴν κεφαλὴν ἐκτύπησεν:
<!-- 1468 -->ἡ ἑλένη φησὶ διαναστᾶσα φυγῇ τὴν σωτηρίαν ἐπορίζετο τὸ χρυσεοσάμβαλον: ὁ  … πατ … τὶ:
<!-- 1470 -->μυκηνίδʼ λείπει τὸ ποδί ἀρβύλαν φησὶ ὑπόδημα
<!-- 1470 -->ἀπὸ τοῦ ὑποδήματος τὸν πόδα δηλοῖ· ὁ δὲ ὀρέστης φησὶ παραχρῆμα προσβὰς τὸν πόδα ἐξέτεινε τὴν χεῖρα· θέλων σφάξαι αὐτὴν τῷ ξίφει:
<!-- 1474 -->τὰς θύρας τῶν σταθμῶν ἔνθα ἦμεν κεκλειμένοι ἐκσπάσαντες τοῖς μοχλοῖς ἐξήλθομεν βοηθήσοντες:
<!-- 1476 -->τὰ ἀκόντια ἀπὸ τοῦ ἐπηγκυλίσθαι:
<!-- 1477 -->μεγάλην καί ἐκτεταμένην χερσὶν ἔχον:
<!-- 1479 -->ἄτρεπτος καὶ ἄφευκτος ἐν ταῖς μάχαις· ἢ ἀκατάπαυστος· ἢ ὃν οὐκ ἔστι λιάσαι καὶ εἰς φυγὴν τρέψαι:
<!-- 1480 -->ὅμοιον ἐστὶ τῷ ὁμηρικῷ τρίπτυχος αὐλῶπις· ἢ ἐπεὶ τριλόφοις ἐχρῶντο:
<!-- 1483 -->τότε· ἐν τῷ πρὸς ὀρέστην πολέμῳ ἐφάνημεν διαπρεπόντως δειλοὶ οἱ φρύγες· ἢ τότε ἐν τῷ τρωικῷ πολέμῳ ἔκδηλοι ἐξεληλεγμένοι ἐν τῇ συμβολῇ τῇ πρὸς ὀρέστην καὶ πρὸς πυλάδην ἐξεφάνησαν οἱ φρύγες πολὺ τῶν ἑλλήνων ἀσθέστεροι:
<!-- 1489 -->ἐὰν μὲν ἐν ἰλίῳ ἔσται τὸ ὑπὸ σκότον
καλυφθέντες τῷ πλήθει τῶν βελῶν
ἐφεύγομεν· ἐὰν δὲ ἔνδον τῇ οἰκίᾳ εἰς τοὺς σκοτεινοὺς τόπους
τῆς οἰκίας ἐφεύγομεν:
<!-- 1489 -->ἐπὶ τῶν ἐν ἰλίῳ οὖν λέγει τεθορυβημένως καὶ οὐ δεόντως ἀπαγγέλλων· οἱ δὲ μὴ νοήσαντες πολλοὺς ὑπενόησαν ἐν τοῖς βασιλείοις ὑπὸ τῶν περὶ ὀρέστην ἀπολωλέναι:
<!-- 1491 -->οὕτως πεσόντι ἐπὶ γῆς· οὔτε γὰρ αὐτὴν ἐφόνευσαν· διὰ τοῦτο μετὰ μικρὸν φησὶ ὅτι διωκομένη ὑπʼ αὐτῶν ἀφανὴς ἐγένετο· χαμαιπετεῖ οὖν ἢ τῷ μέλλοντι πεσεῖν ἢ τεθορυβημένος ὢν οὐκ ἀκριβολογεῖται:
<!-- 1492 -->ἀθύρσους αὐτοὺς εἶπεν· ἐπειδὴ αἱ βάκχαι μετὰ θυρσῶν βακχεύουσιν· ἢ κακόθυρσοι ἢ θυρσῶν μόνων δεόμενοι πρὸς τὸ εἶναι βάκχαι:
<!-- 1492 -->δραμόντε κλάδους ἔχουσι:
<!-- 1497 -->τοῦτο δοκεῖ ἀπὸ ἱστορίας εἶναι παρόσον παρὰ τῆς θῶνος γυναικὸς δοκεῖ πλεῖστα φάρμακα εἰληφέναι ὡς καὶ ὅμηρος φησί τά οἱ πολύδαμνα πόρε θῶνος παράκοιτις:
<!-- 1503 -->καὶ μὴν διαδέχεται ἕτερον νεώτερον τῶν κακῶν:
<!-- 1510 -->οὐ διὰ τοῦτο φησὶ ἐβόησας ὥστε τὸν μενέλαον βοηδρομεῖν: ἄλλως· οὐκ ἄρα που φησὶ φωνῇ μεγάλῃ τὸν μενέλαον ἐκάλεσας ὥς τε βοηδρομεῖν:
<!-- 1514 -->φοβούμενος θανεῖν χαρίζῃ μόνῃ γλώσσῃ· οὐ μὴν δὲ καὶ διανοίᾳ·
<!-- 1516 -->ὄμοσον οὐ ὅτι πρὸς χάριν ἐμὴν λέγεις οὐδὲ ὑποκρινόμενος ἀλλὰ τῇ ἀληθείᾳ:
<!-- 1516 -->λέγειν λείπει εἰς
<!-- 1517 -->τὴν μοι ζωήν
<!-- 1517 --> … ἥντινα ἂν ἐγὼ καλῶς ὄμνυμι:
<!-- 1518 -->καὶ ἐν τροίᾳ φησὶν ὁ σίδηρος οὕτως φοβερὸς τοῖς τρωσὶν ὡς σὺ νῦν ὁρῶν τὸ ξίφος φῂς θανάτου ἐνοπτρίζομαι:
<!-- 1525 -->συγκεχώρησαι:
<!-- 1526 -->ἐπὶ τοῦ παρόντος φησὶν ἀφίημί σε· ὕστερον δὲ βουλεύσομαι περὶ σοῦ: τί χρὴ ποιῆσαι:
<!-- 1527 -->μῶρος εἶ φησὶν εἰ ὅλως δοκεῖς με θελῆσαι φονεῦσαι σε· ἐπεὶ εὐνοῦχος ἦν:
<!-- 1528 -->τοῦτο διὰ τὸ δειλὸν εἶναι φησί· εἰώθαμεν
γὰρ τοὺς δειλανδροῦντας σκώπτοντες γυναῖκας καλεῖν· καὶ ὁ ποιητὴς ἀχαιΐδες
οὐκέτʼ ἀχαιοί· φύσιν μὲν οὖν φησὶ ἀνὴρ εἶ· τόλμῃ δὲ γυνὴ:
<!-- 1529 -->στῆσαι ποιῆσαι
<!-- 1530 -->ὀξέως γὰρ ἐγείρονται οἱ ἀργεῖοι ἐπὰν βοῆς ἀκούσωσιν:
<!-- 1531-2 -->τὸν δὲ μενέλαον τὸν γαυρούμενον ἐπὶ τῇ
κόμῃ· οὐ δέος ἡμῖν ὑποδέξασθαι
πρὸς μάχην:
<!-- 1534 -->διώκειν κυρίως ἐστὶν τὸ εἰς δικαστήριον ἕλκειν:
<!-- 1537 -->μερίζεται τὴν γνώμην ὁ χορὸς· δέδοικε γὰρ μὴ ὕστερον ἐγκληθῇ ὡς κρύψας·
<!-- 1539 -->ὁ ἀμφὶ τοὺς ἀτρείδας δόμος· εἰς ἕτερον ἀγῶνα μεταπίπτει:
<!-- 1540 -->σῖγʼ ἐσόμεθα
<!-- 1541 -->ἰδοὺ φησὶν ὁ καπνὸς ἀνα πηδῶν καὶ ἀνερχόμενος ἀπαγγέλλει τῇ πόλει τὰ ἐνθάδε πραττόμενα:
<!-- 1545 -->ἀεὶ φησὶν ὃ βούλεται θεὸς τοῖς ἀνθρώποις τέλος ἐπιτίθησι: ἀντὶ τοῦ τῶν ἀνθρωπίνων πραγμάτων τὸ τέλος ἐν θεῷ ἐστιν:
<!-- 1545 -->ὁ θεὸς οὕτως ἐξάγει τοῖς ἀνθρώποις … φονι … ων
<!-- 1547 -->ἐπλησίασέ τις τοῖς δόμοις φονικὸς δαίμων φονῆς διʼ αἱμάτων τὴν τιμωρίαν ποιούμενος τοῦ πτώμα τος τοῦ μυρτίλου· ἐὰν δὲ διὰ τῆς αι ἀντὶ τοῦ ἔκρουσεν:
<!-- 1551 -->συγκλείοντες πέρας ἐπιτιθέντες ταῖς θύραις τοὺς μοχλούς:
<!-- 1552 -->ἀνὴρ γὰρ εὐτυχῶν πρὸς δυσδαίμονας μαχόμενος
ἐπικρατέστερος:
<!-- 1552 -->εξον … μθ … σχυρότερος
<!-- 1554 -->ὅ ἐστι χαλεπὰ δράματα· κατὰ τὸ
σιωπώμενον δὲ εἰκὸς ἦν ἐξηγγέλθαι
κατὰ τὸ σιωπώμενον μενελάῳ τὰ κατὰ τὸν οἶκον:
## License and provenance
Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cto-akc`.