---
title: Cyclops
title_greek: Κύκλωψ
author: Euripides
eul_wid: cbm-aw
eul_aid: cbm
canonical: "https://eulogikon.org/works/euripides-cyclops-cbm-aw"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Cyclops

*Κύκλωψ*

**Author:** Euripides

**eul_wid:** `cbm-aw` · [HTML page](https://eulogikon.org/works/euripides-cyclops-cbm-aw)

## Text

### 1

ΣΙΛΗΝΟΣ

### 1.1

Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους

### 1.2

νῦν χὤτ’ ἐν ἥβηι τοὐμὸν εὐσθένει δέμας·

### 1.3

πρῶτον μὲν ἡνίκ’ ἐμμανὴς Ἥρας ὕπο

### 1.4

Νύμφας ὀρείας ἐκλιπὼν ὤιχου τροφούς·

### 5.1

ἔπειτά γ’ ἀμφὶ γηγενῆ μάχην δορὸς

### 5.2

ἐνδέξιος σῶι ποδὶ παρασπιστὴς βεβὼς

### 5.3

Ἐγκέλαδον ἰτέαν ἐς μέσην θενὼν δορὶ

### 5.4

ἔκτεινα—φέρ’ ἴδω, τοῦτ’ ἰδὼν ὄναρ λέγω;

### 5.5

οὐ μὰ Δί’, ἐπεὶ καὶ σκῦλ’ ἔδειξα Βακχίωι.

### 10.1

καὶ νῦν ἐκείνων μείζον’ ἐξαντλῶ πόνον.

### 10.2

ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν

### 10.3

ληιστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,

### 10.4

〈ἐγὼ〉 πυθόμενος σὺν τέκνοισι ναυστολῶ

### 10.5

σέθεν κατὰ ζήτησιν. ἐν πρύμνηι δ’ ἄκραι

### 15.1

αὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ,

### 15.2

παῖδες δ’ 〈ἐπ’〉 ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα

### 15.3

ῥοθίοισι λευκαίνοντες ἐζήτουν ς’, ἄναξ.

### 15.4

ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας

### 15.5

ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ

### 20.1

ἐξέβαλεν ἡμᾶς τήνδ’ ἐς Αἰτναίαν πέτραν,

### 20.2

ἵν’ οἱ μονῶπες ποντίου παῖδες θεοῦ

### 20.3

Κύκλωπες οἰκοῦς’ ἄντρ’ ἔρημ’ ἀνδροκτόνοι.

### 20.4

τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις

### 20.5

δοῦλοι· καλοῦσι δ’ αὐτὸν ὧι λατρεύομεν

### 25.1

Πολύφημον· ἀντὶ δ’ εὐίων βακχευμάτων ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.

### 25.2

παῖδες μὲν οὖν μοι κλειτύων ἐν ἐσχάτοις

### 25.3

νέμουσι μῆλα νέα νέοι πεφυκότες,

### 25.4

ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας

### 30.1

μένων τέταγμαι τάσδε, τῶιδε δυσσεβεῖ

### 30.2

Κύκλωπι δείπνων ἀνοσίων διάκονος.

### 30.3

καὶ νῦν, τὰ προσταχθέντ’, ἀναγκαίως ἔχει

### 30.4

σαίρειν σιδηρᾶι τῆιδέ μ’ ἁρπάγηι δόμους,

### 30.5

ὡς τόν τ’ ἀπόντα δεσπότην Κύκλωπ’ ἐμὸν

### 35.1

καθαροῖσιν ἄντροις μῆλά τ’ ἐσδεχώμεθα.

### 35.2

ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ

### 35.3

ποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων

### 35.4

ὁμοῖος ὑμῖν νῦν τε χὤτε Βακχίωι

### 35.5

κῶμος συνασπίζοντες Ἀλθαίας δόμους

### 40.1

προσῆιτ’ ἀοιδαῖς βαρβίτων σαυλούμενοι;

### 40.2

ΧΟΡΟΣ

### 41.1

παῖ γενναίων μὲν πατέρων

### 41.2

γενναίων δ’ ἐκ τοκάδων,

### 41.3

πᾶι δή μοι νίσηι σκοπέλους;

### 41.4

οὐ τᾶιδ’ ὑπήνεμος αὔ‐

### 45.1

ρα καὶ ποιηρὰ βοτάνα,

### 45.2

δινᾶέν θ’ ὕδωρ ποταμῶν

### 45.3

ἐν πίστραις κεῖται πέλας ἄν‐

### 45.4

τρων, οὗ σοι βλαχαὶ τεκέων;

### 45.5

ψύττ’· οὐ τᾶιδ’, οὔ; οὐ τᾶιδε νεμῆι κλειτὺν δροσεράν; ὠή, ῥίψω πέτρον τάχα σου·

### 45.6

ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα

### 45.7

〈πρὸσ〉 μηλοβότα στασιωρὸν

### 45.8

Κύκλωπος ἀγροβάτα.

### 55.1

σπαργῶντας μαστοὺς χάλασον·

### 55.2

δέξαι θηλὰς πορίσας’

### 55.3

οὓς λείπεις ἀρνῶν θαλάμοις.

### 55.4

ποθοῦσί ς’ ἁμερόκοι‐

### 55.5

τοι βλαχαὶ σμικρῶν τεκέων.

### 60.1

εἰς αὐλὰν πότ’ ἀμφιβαίνεις

*[crux: ἀμφιβαίνεις]*

### 60.2

ποιηροὺς λιποῦσα νομοὺς

### 60.3

Αἰτναίων εἴσω σκοπελῶν;

### 60.4

οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ

### 60.5

Βάκχαι τε θυρσοφόροι,

### 65

οὐ τυμπάνων ἀλαλαγμοί,

### 67

οὐκ οἴνου χλωραὶ σταγόνες

### 66

κρήναις παρ’ ὑδροχύτοις·

### 68.1

οὐδ’ ἐν Νύσαι μετὰ Νυμ‐

### 68.2

φᾶν ἴακχον ἴακχον ὠι‐

### 70.1

δὰν μέλπω πρὸς τὰν Ἀφροδί‐

### 70.2

ταν, ἃν θηρεύων πετόμαν

### 70.3

Βάκχαις σὺν λευκόποσιν.

### 70.4

ὦ φίλος ὦ φίλε Βακχεῖε

*[crux: ὦ]*

### 70.5

ποῖ οἰοπολεῖς

### 75.1

ξανθὰν χαίταν σείεις;

### 75.2

ἐγὼ δ’ ὁ σὸς πρόπολος

### 75.3

Κύκλωπι θητεύω

### 75.4

τῶι μονοδέρκται δοῦλος ἀλαίνων

### 80.1

σὺν τᾶιδε τράγου χλαίναι μελέαι

### 80.2

σᾶς χωρὶς φιλίας.

### 80.3

Σι. σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆ

### 80.4

ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.

### 80.5

Χο. χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;

### 85.1

Σι. ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος

### 85.2

κώπης τ’ ἄνακτας σὺν στρατηλάτηι τινὶ

### 85.3

στείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσιν

### 85.4

τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,

### 85.5

κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι·

### 90.1

τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότην

### 90.2

Πολύφημον οἷός ἐστιν ἄξενόν τε γῆν

### 90.3

τήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον

### 90.4

τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.

### 90.5

ἀλλ’ ἥσυχοι γίγνεσθ’, ἵν’ ἐκπυθώμεθα

### 95.1

πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.

### 95.2

ΟΔΥΣΣΕΥΣ

### 96.1

ξένοι, φράσαιτ’ ἂν νᾶμα ποτάμιον πόθεν

### 96.2

δίψης ἄκος λάβοιμεν εἴ τέ τις θέλει

### 96.3

βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;

### 96.4

〈ἔα·〉

### 99.1

τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν· Σατύρων πρὸς ἄντροις τόνδ’ ὅμιλον εἰσορῶ.

### 99.2

χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον.

### 99.3

Σι. χαῖρ’, ὦ ξέν’, ὅστις δ’ εἶ φράσον πάτραν τε σήν. Οδ. Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.

### 99.4

Σι. οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.

### 105.1

Οδ. ἐκεῖνος αὐτός εἰμι· λοιδόρει δὲ μή.

### 105.2

Σι. πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;

### 105.3

Οδ. ἐξ Ἰλίου γε κἀπὸ Τρωϊκῶν πόνων.

### 105.4

Σι. πῶς; πορθμὸν οὐκ ἤιδησθα πατρώιας χθονός;

### 105.5

Οδ. ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίαι.

### 110.1

Σι. παπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί.

### 110.2

Οδ. ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;

### 110.3

Σι. ληιστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.

### 110.4

Οδ. τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;

### 110.5

Σι. Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.

### 115.1

Οδ. τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα;

### 115.2

Σι. οὐκ ἔστ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.

### 115.3

Οδ. τίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος;

### 115.4

Σι. Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων.

### 115.5

Οδ. τίνος κλύοντες; ἢ δεδήμευται κράτος;

### 120.1

Σι. μονάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός.

### 120.2

Οδ. σπείρουσι δ’—ἢ τῶι ζῶσι; —Δήμητρος στάχυν;

### 120.3

Σι. γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾶι.

### 120.4

Οδ. Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοάς;

### 120.5

Σι. ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.

### 125.1

Οδ. φιλόξενοι δὲ χὤσιοι περὶ ξένους;

### 125.2

Σι. γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.

### 125.3

Οδ. τί φήις; βορᾶι χαίρουσιν ἀνθρωποκτόνωι;

### 125.4

Σι. οὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη.

### 125.5

Οδ. αὐτὸς δὲ Κύκλωψ ποῦ ’στιν; ἦ δόμων ἔσω;

### 130.1

Σι. φροῦδος, πρὸς Αἴτνηι θῆρας ἰχνεύων κυσίν.

### 130.2

Οδ. οἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός. Σι. οὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρώιημεν ἄν.

### 130.3

Οδ. ὅδησον ἡμῖν σῖτον, οὖ σπανίζομεν.

### 130.4

Σι. οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.

### 135.1

Οδ. ἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.

### 135.2

Σι. καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.

### 135.3

Οδ. ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.

### 135.4

Σι. σὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;

### 135.5

Οδ. οὐ χρυσὸν ἀλλὰ πῶμα Διονύσου φέρω.

### 140.1

Σι. ὦ φίλτατ’ εἰπών, οὖ σπανίζομεν πάλαι.

### 140.2

Οδ. καὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ.

### 140.3

Σι. ὃν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις;

### 140.4

Οδ. ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθηις.

### 140.5

Σι. ἐν σέλμασιν νεώς ἐστιν ἢ φέρεις σύ νιν;

### 145.1

Οδ. ὅδ’ ἁσκὸς ὃς κεύθει νιν, ὡς ὁρᾶις, γέρον.

### 145.2

Σι. οὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου.

### post 146

〈Οδ.〉

### post 146

〈Σι.〉

### 147.1

Οδ. ναί· δὶς τόσον πῶμ’ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῆι.

### 147.2

Σι. καλήν γε κρήνην εἶπας ἡδεῖάν τ’ ἐμοί.

### 147.3

Οδ. βούληι σε γεύσω πρῶτον ἄκρατον μέθυ; Σι. δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.

### 147.4

Οδ. καὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ ἀσκοῦ μέτα.

### 147.5

Σι. φέρ’ ἐγκάναξον, ὡς ἀναμνησθῶ πιών.

### 147.6

Οδ. ἰδού. Σι. παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.

### 147.7

Οδ. εἶδες γὰρ αὐτήν; Σι. οὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι.

### 155.1

Οδ. γεῦσαί νυν, ὡς ἂν μὴ λόγωι ’παινῆις μόνον.

### 155.2

Σι. βαβαί· χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος.

### 155.3

ἆ ἆ ἆ.

### 155.4

Οδ. μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;

### 155.5

Σι. ὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.

### 160.1

Οδ. πρὸς τῶιδε μέντοι καὶ νόμισμα δώσομεν. Σι. χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.

### 160.2

Οδ. ἐκφέρετέ νυν τυρεύματ’ ἢ μήλων τόκον.

### 160.3

Σι. δράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν.

### 160.4

ὡς ἐκπιών γ’ ἂν κύλικα μαινοίμην μίαν,

### 165.1

πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα

### 165.2

ῥίψας τ’ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο

### 165.3

ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.

### 165.4

ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται·

### 165.5

ἵν’ ἔστι τουτί τ’ ὀρθὸν ἐξανιστάναι

### 170.1

μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένου

*[crux: παρεσκευασμένου]*

### 170.2

ψαῦσαι χεροῖν λειμῶνος ὀρχηστύς θ’ ἅμα

### 170.3

κακῶν τε λῆστις. εἶτ’ ἐγὼ 〈οὐ〉 κυνήσομαι

### 170.4

τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν

### 170.5

κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;

### 175.1

Χο. ἄκου’, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι.

### 175.2

Οδ. καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.

### 175.3

Χο. ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;

### 175.4

Οδ. καὶ πάντα γ’ οἶκον Πριαμιδῶν ἐπέρσαμεν.

### 175.5

Χο. οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,

### 180.1

ἅπαντες αὐτὴν διεκροτήσατ’ ἐν μέρει,

### 180.2

ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη,

### 180.3

τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλους

### 180.4

περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον

### 180.5

κλωιὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα

### 185.1

ἐξεπτοήθη, Μενέλεων ἀνθρώπιον

### 185.2

λῶιστον λιποῦσα; μηδαμοῦ γένος ποτὲ

### 185.3

φῦναι γυναικῶν ὤφελ’, εἰ μὴ ’μοὶ μόνωι.

### 185.4

Σι. ἰδού· τάδ’ ὑμῖν ποιμνίων βοσκήματα, ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,

### 190.1

πηκτοῦ γάλακτός τ’ οὐ σπάνια τυρεύματα.

### 190.2

φέρεσθε· χωρεῖθ’ ὡς τάχιστ’ ἄντρων ἄπο,

### 190.3

βότρυος ἐμοὶ πῶμ’ ἀντιδόντες εὐίου.

### 190.4

οἴμοι· Κύκλωψ ὅδ’ ἔρχεται· τί δράσομεν;

### 190.5

Οδ. ἀπολώλαμέν τἄρ’, ὦ γέρον· ποῖ χρὴ φυγεῖν;

### 195.1

Σι. ἔσω πέτρας τῆσδ’, οὗπερ ἂν λάθοιτέ γε.

### 195.2

Οδ. δεινὸν τόδ’ εἶπας, ἀρκύων μολεῖν ἔσω.

### 195.3

Σι. οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.

### 195.4

Οδ. οὐ δῆτ’· ἐπεί τἂν μεγάλα γ’ ἡ Τροία στένοι,

### 195.5

εἰ φευξόμεσθ’ ἕν’ ἄνδρα, μυρίον δ’ ὄχλον Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.

### 195.6

ἀλλ’, εἰ θανεῖν δεῖ, κατθανούμεθ’ εὐγενῶς

### 195.7

ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.

### 195.8

ΚΥΚΛΩΨ

### 203.1

ἄνεχε πάρεχε· τί τάδε; τίς ἡ ῥαιθυμία;

### 203.2

τί βακχιάζετ’; οὐχὶ Διόνυσος τάδε,

### 205.1

οὐ κρόταλα χαλκοῦ τυμπάνων τ’ ἀράγματα.

### 205.2

πῶς μοι κατ’ ἄντρα νεόγονα βλαστήματα;

### 205.3

ἦ πρός τε μαστοῖς εἰσι χὐπὸ μητέρων

### 205.4

πλευρὰς τρέχουσι, σχοινίνοις τ’ ἐν τεύχεσιν

### 205.5

πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;

### 210.1

τί φάτε, τί λέγετε; τάχα τις ὑμῶν τῶι ξύλωι

### 210.2

δάκρυα μεθήσει. βλέπετ’ ἄνω καὶ μὴ κάτω.

### 210.3

Χο. ἰδού· πρὸς αὐτὸν τὸν Δί’ ἀνακεκύφαμεν

### 210.4

καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι.

### 210.5

Κυ. ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;

### 215.1

Χο. πάρεστιν· ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον. Κυ. ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέωι;

### 215.2

Χο. ὥστ’ ἐκπιεῖν γέ ς’, ἢν θέληις, ὅλον πίθον.

### 215.3

Κυ. μήλειον ἢ βόειον ἢ μεμειγμένον;

### 215.4

Χο. ὃν ἂν θέληις σύ· μὴ ’μὲ καταπίηις μόνον.

### 220.1

Κυ. ἥκιστ’· ἐπεί μ’ ἂν ἐν μέσηι τῆι γαστέρι

### 220.2

πηδῶντες ἀπολέσαιτ’ ἂν ὑπὸ τῶν σχημάτων.

### 220.3

ἔα· τίν’ ὄχλον τόνδ’ ὁρῶ πρὸς αὐλίοις;

### 220.4

ληισταί τινες κατέσχον ἢ κλῶπες χθόνα;

### 220.5

ὁρῶ γέ τοι τούσδ’ ἄρνας ἐξ ἄντρων ἐμῶν

### 225.1

στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους

### 225.2

τεύχη τε τυρῶν συμμιγῆ γέροντά τε

### 225.3

πληγαῖς μέτωπον φαλακρὸν ἐξωιδηκότα.

### 225.4

Σι. ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.

### 225.5

Κυ. ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ’ ἐπύκτευσεν, γέρον;

### 230.1

Σι. ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ ς’ οὐκ εἴων φέρειν.

### 230.2

Κυ. οὐκ ἦισαν ὄντα θεόν με καὶ θεῶν ἄπο;

### 230.3

Σι. ἔλεγον ἐγὼ τάδ’· οἱ δ’ ἐφόρουν τὰ χρήματα,

### 230.4

καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιον

### 230.5

τούς τ’ ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲ

### 235.1

κλωιῶι τριπήχει, κατὰ τὸν ὀφθαλμὸν μέσον

### 235.2

τὰ σπλάγχν’ ἔφασκον ἐξαμήσεσθαι βίαι,

### 235.3

μάστιγί τ’ εὖ τὸ νῶτον ἀπολέψειν σέθεν,

### 235.4

κἄπειτα συνδήσαντες ἐς θἀδώλια

### 235.5

τῆς ναὸς ἐμβαλόντες ἀποδώσειν τινὶ

### 240.1

πέτρους μοχλεύειν, ἢ ’ς μυλῶνα καταβαλεῖν.

### 240.2

Κυ. ἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ’ ἰὼν

### 240.3

θήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλων

### 240.4

ἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκα πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ’ ἄνθρακος

### 245.1

θερμὴν διδόντες δαῖτα τῶι κρεανόμωι,

### 245.2

τὰ δ’ ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.

### 245.3

ὡς ἔκπλεώς γε δαιτός εἰμ’ ὀρεσκόου·

### 245.4

ἅλις λεόντων ἐστί μοι θοινωμένωι

### 245.5

ἐλάφων τε, χρόνιος δ’ εἴμ’ ἀπ’ ἀνθρώπων βορᾶς. Σι. τὰ καινά γ’ ἐκ τῶν ἠθάδων, ὦ δέσποτα,

### 245.6

ἡδίον’ ἐστίν. οὐ γὰρ οὖν νεωστί γε

### 245.7

ἄλλοι πρὸς ἄντρα σοὐσαφίκοντο ξένοι.

### 245.8

Οδ. Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.

### 245.9

ἡμεῖς βορᾶς χρήιζοντες ἐμπολὴν λαβεῖν

### 255.1

σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.

### 255.2

τοὺς δ’ ἄρνας ἡμῖν οὖτος ἀντ’ οἴνου σκύφου

### 255.3

ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν

### 255.4

ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίαι.

### 255.5

ἀλλ’ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,

### 260.1

ἐπεὶ κατελήφθη σοῦ λάθραι πωλῶν τὰ σά.

### 260.2

Σι. ἐγώ; κακῶς γ’ ἄρ’ ἐξόλοι’. Οδ. εἰ ψεύδομαι.

### 260.3

Σι. μὰ τὸν Ποσειδῶ τὸν τεκόντα ς’, ὦ Κύκλωψ,

### 260.4

μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,

### 260.5

μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας,

### 265.1

μὰ θαἰερὰ κύματ’ ἰχθύων τε πᾶν γένος,

### 265.2

ἀπώμος’, ὦ κάλλιστον ὦ Κυκλώπιον,

### 265.3

ὦ δεσποτίσκε, μὴ τὰ ς’ ἐξοδᾶν ἐγὼ

### 265.4

ξένοισι χρήματ’. ἢ κακῶς οὗτοι κακοὶ

### 265.5

οἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ ἐγὼ φιλῶ.

### 270.1

Χο. αὐτὸς ἔχ’. ἔγωγε τοῖς ξένοις τὰ χρήματα

### 270.2

περνάντα ς’ εἶδον· εἰ δ’ ἐγὼ ψευδῆ λέγω, ἀπόλοιθ’ ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.

### 270.3

Κυ. ψεύδεσθ’· ἔγωγε τῶιδε τοῦ Ῥαδαμάνθυος

### 270.4

μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.

### 275.1

θέλω δ’ ἐρέσθαι· πόθεν ἐπλεύσατ’, ὦ ξένοι;

### 275.2

ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;

### 275.3

Οδ. Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ ἄπο,

### 275.4

πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις

### 275.5

σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.

### 280.1

Κυ. ἦ τῆς κακίστης οἳ μετήλθεθ’ ἁρπαγὰς

### 280.2

Ἑλένης Σκαμάνδρου γείτον’ Ἰλίου πόλιν;

### 280.3

Οδ. οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.

### 280.4

Κυ. αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάριν

### 280.5

γυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν.

### 285.1

Οδ. θεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν.

### 285.2

ἡμεῖς δέ ς’, ὦ θεοῦ ποντίου γενναῖε παῖ,

### 285.3

ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως·

### 285.4

μὴ τλῆις πρὸς ἄντρα σοὐσαφιγμένους φίλους

### 285.5

κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·

### 290.1

οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν ναῶν ἕδρας

### 290.2

ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς·

### 290.3

ἱερᾶς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴν

### 290.4

Μαλέας τ’ ἄκρας κευθμῶνες ἥ τε Σουνίου

### 290.5

δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα

### 295.1

Γεραίστιοί τε καταφυγαί· τά θ’ Ἑλλάδος

### 295.2

δύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν.

*[crux: δύσφρον’ ὀνείδη]*

### 295.3

ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς

### 295.4

οἰκεῖς ὑπ’ Αἴτνηι, τῆι πυριστάκτωι πέτραι.

### 295.5

νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφηι, ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους

### 295.6

ξένιά τε δοῦναι καὶ πέπλους ἐπαρκέσαι,

### 295.7

οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη

### 295.8

ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.

### 295.9

ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρως’ Ἑλλάδα

### 305.1

πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον

### 305.2

ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσεν

### 305.3

πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους

### 305.4

σὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν,

### 305.5

ποῖ τρέψεταί τις; ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ·

### 310.1

πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’ εὐσεβὲς

### 310.2

τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ

### 310.3

κέρδη πονηρὰ ζημίαν ἠμείψατο.

### 310.4

Σι. παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν

### 310.5

μηδὲν λίπηις τοῦδ’· ἢν δὲ τὴν γλῶσσαν δάκηις,

### 315.1

κομψὸς γενήσηι καὶ λαλίστατος, Κύκλωψ.

### 315.2

Κυ. ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,

### 315.3

τὰ δ’ ἄλλα κόμποι καὶ λόγων εὐμορφία.

### 315.4

ἄκρας δ’ ἐναλίας αἷς καθίδρυται πατὴρ

### 315.5

χαίρειν κελεύω· τί τάδε προυστήσω λόγωι;

### 320.1

Ζηνὸς δ’ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε,

### 320.2

οὐδ’ οἶδ’ ὅτι Ζεύς ἐστ’ ἐμοῦ κρείσσων θεός.

### 320.3

οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ’ οὔ μοι μέλει

### 320.4

ἄκουσον· ὅταν ἄνωθεν ὄμβρον ἐκχέηι,

### 320.5

ἐν τῆιδε πέτραι στέγν’ ἔχων σκηνώματα,

### 325.1

ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος

### 325.2

δαινύμενος, εὖ τέγγων τε γαστέρ’ ὑπτίαν,

### 325.3

ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλον

### 325.4

κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.

### 325.5

ὅταν δὲ βορέας χιόνα Θρήικιος χέηι,

### 330.1

δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν

### 330.2

καὶ πῦρ ἀναίθων, χιόνος οὐδέν μοι μέλει.

### 330.3

ἡ γῆ δ’ ἀνάγκηι, κἂν θέληι κἂν μὴ θέληι,

### 330.4

τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.

### 330.5

ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’ οὔ,

### 335.1

καὶ τῆι μεγίστηι, γαστρὶ τῆιδε, δαιμόνων.

### 335.2

ὡς τοὐμπιεῖν γε καὶ φαγεῖν τοὐφ’ ἡμέραν,

### 335.3

Ζεὺς οὖτος ἀνθρώποισι τοῖσι σώφροσιν,

### 335.4

λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους

### 335.5

ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,

### 340.1

κλαίειν ἄνωγα· τὴν 〈δ’〉 ἐμὴν ψυχὴν ἐγὼ

### 340.2

οὐ παύσομαι δρῶν εὖ, κατεσθίων γε σέ.

### 340.3

ξένια δὲ λήψηι τοιάδ’, ὡς ἄμεμπτος ὦ,

### 340.4

πῦρ καὶ πατρῶιον τόνδε χαλκόν, ὃς ζέσας

### 340.5

σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς.

### 345.1

ἀλλ’ ἕρπετ’ εἴσω, τοῦ κατ’ αὔλιον θεοῦ

### 345.2

ἵν’ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.

### 345.3

Οδ. αἰαῖ, πόνους μὲν Τρωϊκοὺς ὑπεξέδυν

### 345.4

θαλασσίους τε, νῦν δ’ ἐς ἀνδρὸς ἀνοσίου

### 345.5

ὠμὴν κατέσχον ἀλίμενόν τε καρδίαν. ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά,

### 345.6

νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίου

### 345.7

πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα.

### 345.8

σύ τ’, ὦ φαεννὰς ἀστέρων οἰκῶν ἕδρας

### 345.9

Ζεῦ ξένι’, ὅρα τάδ’· εἰ γὰρ αὐτὰ μὴ βλέπεις,

### 355.1

ἄλλως νομίζηι Ζεὺς τὸ μηδὲν ὢν θεός.

### 355.2

Χο. Εὐρείας φάρυγος, ὦ Κύκλωψ,

### 355.3

ἀναστόμου τὸ χεῖλος· ὡς ἕτοιμά σοι

### 355.4

ἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο 〈θερμὰ〉

### 358.1

χναύειν βρύκειν

### 358.2

κρεοκοπεῖν μέλη ξένων

### 360.1

δασυμάλλωι ἐν αἰγίδι κλινομένωι.

### 360.2

μὴ ’μοὶ μὴ προσδίδου·

### 360.3

μόνος μόνωι γέμιζε πορθμίδος σκάφος.

### 360.4

χαιρέτω μὲν αὖλις ἅδε,

### 360.5

χαιρέτω δὲ θυμάτων

### 365.1

ἀποβώμιος ἃν ἔχει θυσίαν

*[crux: ἃν ἔχει θυσίαν]*

### 365.2

Κύκλωψ Αἰτναῖος ξενικῶν

### 365.3

κρεῶν κεχαρμένος βορᾶι.

### 365.4

νηλὴς ὦ τλᾶμον ὅστις δωμάτων

*[crux: νηλὴς ὦ τλᾶμον ὅστις δωμάτων]*

### 371

ἐφεστίους ἱκτῆρας ἐκθύει δόμων,

### 373

ἑφθά τε δαινύμενος μυσαροῖσί τ’ ὀδοῦσιν

### 372

κόπτων βρύκων

### 374

θέρμ’ ἀπ’ ἀνθράκων κρέα

### post 374

〈〉

### 375.1

Οδ. ὦ Ζεῦ, τί λέξω, δείν’ ἰδὼν ἄντρων ἔσω κοὐ πιστά, μύθοις εἰκότ’ οὐδ’ ἔργοις βροτῶν;

### 375.2

Χο. τί δ’ ἔστ’, Ὀδυσσεῦ; μῶν τεθοίναται σέθεν

### 375.3

φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;

### 375.4

Οδ. δισσούς γ’ ἀθρήσας κἀπιβαστάσας χεροῖν,

### 380.1

οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.

### 380.2

Χο. πῶς, ὦ ταλαίπωρ’, ἦτε πάσχοντες τάδε;

### 380.3

Οδ. ἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν χθόνα,

*[crux: χθόνα]*

### 380.4

ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς

### 380.5

κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,

### 385

τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος,

### 392

καὶ χάλκεον λέβητ’ ἐπέζεσεν πυρί.

### 386.1

ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ

### 386.2

ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.

### 386.3

κρατῆρα δ’ ἐξέπλησεν ὡς δεκάμφορον,

### 386.4

μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα,

### 390.1

σκύφος τε κισσοῦ παρέθετ’ εἰς εὖρος τριῶν

### 390.2

πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο,

### 393.1

ὀβελούς τ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί,

### 393.2

ξεστοὺς δὲ δρεπάνωι τἄλλα, παλιούρου κλάδων,

### 395.1

Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις.

*[crux: Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις]*

### 395.2

ὡς δ’ ἦν ἕτοιμα πάντα τῶι θεοστυγεῖ

### 395.3

Ἅιδου μαγείρωι, φῶτε συμμάρψας δύο

### 395.4

ἔσφαζ’ ἑταίρων τῶν ἐμῶν, ῥυθμῶι θ’ ἑνὶ

### 395.5

τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον

### post 399.1

〈〉 τὸν δ’ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός, παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου

### post 399.2

ἐγκέφαλον ἐξέρρανε· καὶ καθαρπάσας

*[crux: καθαρπάσας]*

### post 399.3

λάβρωι μαχαίραι σάρκας ἐξώπτα πυρί,

### post 399.4

τὰ δ’ ἐς λέβητ’ ἐφῆκεν ἕψεσθαι μέλη.

### 405.1

ἐγὼ δ’ ὁ τλήμων δάκρυ’ ἀπ’ ὀφθαλμῶν χέων

### 405.2

ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·

### 405.3

ἅλλοι δ’ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας

### 405.4

πτήξαντες εἶχον, αἷμα δ’ οὐκ ἐνῆν χροΐ.

### 405.5

ἐπεὶ δ’ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς

### 410.1

ἀνέπεσε, φάρυγος αἰθέρ’ ἐξανεὶς βαρύν,

### 410.2

ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφος

### 410.3

Μάρωνος αὐτῶι τοῦδε προσφέρω πιεῖν,

### 410.4

λέγων τάδ’· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ,

### 410.5

σκέψαι τόδ’ οἷον Ἑλλὰς ἀμπέλων ἄπο

### 415.1

θεῖον κομίζει πῶμα, Διονύσου γάνος.

### 415.2

ὁ δ’ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς

### 415.3

ἐδέξατ’ ἔσπασέν 〈τ’〉 ἄμυστιν ἑλκύσας

### 415.4

κἀπήινες’ ἄρας χεῖρα· Φίλτατε ξένων,

### 415.5

καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῆι δίδως.

### 420.1

ἡσθέντα δ’ αὐτὸν ὡς ἐπηισθόμην ἐγώ,

### 420.2

ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι

### 420.3

τρώσει νιν οἶνος καὶ δίκην δώσει τάχα.

### 420.4

καὶ δὴ πρὸς ὠιδὰς εἷρπ’· ἐγὼ δ’ ἐπεγχέων

### 420.5

ἄλλην ἐπ’ ἄλληι σπλάγχν’ ἐθέρμαινον ποτῶι.

### 425.1

ἄιδει δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς

### 425.2

ἄμους’, ἐπηχεῖ δ’ ἄντρον. ἐξελθὼν δ’ ἐγὼ

### 425.3

σιγῆι σὲ σῶσαι κἄμ’, ἐὰν βούληι, θέλω. ἀλλ’ εἴπατ’ εἴτε χρήιζετ’ εἴτ’ οὐ χρήιζετε

### 425.4

φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου

### 430.1

ναίειν μέλαθρα Ναΐδων νυμφῶν μέτα.

### 430.2

ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ’ ἤινεσεν·

### 430.3

ἀλλ’ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ

### 430.4

ὥσπερ πρὸς ἰξῶι τῆι κύλικι λελημμένος

### 430.5

πτέρυγας ἀλύει· σὺ δέ (νεανίας γὰρ εἶ)

### 435.1

σώθητι μετ’ ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον

### 435.2

Διόνυσον ἀνάλαβ’, οὐ Κύκλωπι προσφερῆ.

### 435.3

Χο. ὦ φίλτατ’, εἰ γὰρ τήνδ’ ἴδοιμεν ἡμέραν

### 435.4

Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.

### 435.5

ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλον

*[crux: τὸν]*

### 440.1

χηρεύομεν τόνδ’ οὐκ ἔχομεν καταφαγεῖν.

### 440.2

Οδ. ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν

### 440.3

θηρὸς πανούργου σῆς τε δουλείας φυγήν.

### 440.4

Χο. λέγ’, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον

### 440.5

κιθάρας κλύοιμεν ἢ Κύκλωπ’ ὀλωλότα.

### 445.1

Οδ. ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει

### 445.2

Κύκλωπας ἡσθεὶς τῶιδε Βακχίου ποτῶι.

### 445.3

Χο. ξυνῆκ’· ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν

### 445.4

σφάξαι μενοινᾶις ἢ πετρῶν ὦσαι κάτα.

### 445.5

Οδ. οὐδὲν τοιοῦτον· δόλιος ἡ προθυμία. Χο. πῶς δαί; σοφόν τοί ς’ ὄντ’ ἀκούομεν πάλαι.

### 445.6

Οδ. κώμου μὲν αὐτὸν τοῦδ’ ἀπαλλάξαι, λέγων

### 445.7

ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,

### 445.8

μόνον δ’ ἔχοντα βίοτον ἡδέως ἄγειν.

### 445.9

ὅταν δ’ ὑπνώσσηι Βακχίου νικώμενος,

### 455.1

ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις, ὃν φασγάνωι τῶιδ’ ἐξαποξύνας ἄκρον

### 455.2

ἐς πῦρ καθήσω· κἆιθ’ ὅταν κεκαυμένον

### 455.3

ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ

### 455.4

Κύκλωπος ὄψιν ὄμμα τ’ ἐκτήξω πυρί.

### 460.1

ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρ

### 460.2

διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,

### 460.3

οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρωι

### 460.4

Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.

### 460.5

Χο. ἰοὺ ἰού·

### 465.1

γέγηθα μαινόμεσθα τοῖς εὑρήμασιν.

### 465.2

Οδ. κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε

### 465.3

νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος

### 465.4

διπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός.

### 465.5

Χο. ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ

### 470.1

κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα

### 470.2

δαλοῦ; πόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.

### 470.3

Οδ. δεῖ γοῦν· μέγας γὰρ δαλός, οὗ ξυλληπτέον.

### 470.4

Χο. ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,

### 470.5

εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου

### 475.1

ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.

### 475.2

Οδ. σιγᾶτέ νυν· δόλον γὰρ ἐξεπίστασαι·

### 475.3

χὤταν κελεύω, τοῖσιν ἀρχιτέκτοσιν

### 475.4

πείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους

### 475.5

τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.

### 480.1

[καίτοι φύγοιμ’ ἂν κἀκβέβηκ’ ἄντρου μυχῶν·

### 480.2

ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους

### 480.3

ξὺν οἷσπερ ἦλθον δεῦρο σωθῆναι μόνον.]

### 480.4

Χο. ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτωι ταχθεὶς δαλοῦ κώπην ὀχμάσαι.

### 485.1

Κύκλωπος ἔσω βλεφάρων ὤσας

### 485.2

λαμπρὰν ὄψιν διακναίσει;

### 485.3

[ὠιδὴ ἔνδοθεν.]

### 485.4

σίγα σίγα. καὶ δὴ μεθύων

### 485.5

ἄχαριν κέλαδον μουσιζόμενος

### 490.1

σκαιὸς ἀπωιδὸς καὶ κλαυσόμενος

### 490.2

χωρεῖ πετρίνων ἔξω μελάθρων.

### 490.3

φέρε νιν κώμοις παιδεύσωμεν

### 490.4

τὸν ἀπαίδευτον·

### 490.5

πάντως μέλλει τυφλὸς εἶναι.

### 495.1

μάκαρ ὅστις εὐιάζει

### 495.2

βοτρύων φίλαισι πηγαῖς

### 495.3

ἐπὶ κῶμον ἐκπετασθεὶς

### 495.4

φίλον ἄνδρ’ ὑπαγκαλίζων,

### 495.5

ἐπὶ δεμνίοις τε ξανθὸν χλιδανᾶς ἔχων ἑταίρας

*[crux: ξανθὸν]*

### 495.6

μυρόχριστος λιπαρὸν βό‐

### 495.7

στρυχον, αὐδᾶι δέ· Θύραν τίς οἴξει μοι;

### 495.8

Κυ. παπαπαῖ· πλέως μὲν οἴνου,

### 495.9

γάνυμαι 〈δὲ〉 δαιτὸς ἥβαι,

### 505.1

σκάφος ὁλκὰς ὣς γεμισθεὶς

### 505.2

ποτὶ σέλμα γαστρὸς ἄκρας.

### 505.3

ὑπάγει μ’ ὁ φόρτος εὔφρων

### 505.4

ἐπὶ κῶμον ἦρος ὥραις

### 505.5

ἐπὶ Κύκλωπας ἀδελφούς.

### 510.1

φέρε μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι.

### 510.2

Χο. καλὸν ὄμμασιν δεδορκὼς

### 510.3

καλὸς ἐκπερᾶι μελάθρων.

### 510.4

〈 〉 φιλεῖ τίς ἡμᾶς;

### 510.5

λύχνα δ’ ἀμμένει δαΐα σὸν

*[crux: ἀμμένει]*

### 515.1

χρόα χὡς τέρεινα νύμφα

*[crux: τέρεινα]*

### 515.2

δροσερῶν ἔσωθεν ἄντρων.

### 515.3

στεφάνων δ’ οὐ μία χροιὰ

### 515.4

περὶ σὸν κρᾶτα τάχ’ ἐξομιλήσει.

### 515.5

Οδ. Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου

### 520.1

τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι.

### 520.2

Κυ. ὁ Βάκχιος δὲ τίς; θεὸς νομίζεται;

### 520.3

Οδ. μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.

### 520.4

Κυ. ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.

### 520.5

Οδ. τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.

### 525.1

Κυ. θεὸς δ’ ἐν ἀσκῶι πῶς γέγηθ’ οἴκους ἔχων;

### 525.2

Οδ. ὅπου τιθῆι τις, ἐνθάδ’ ἐστὶν εὐπετής.

### 525.3

Κυ. οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν.

### 525.4

Οδ. τί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν;

### 525.5

Κυ. μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.

### 530.1

Οδ. μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.

### 530.2

Κυ. οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;

### 530.3

Οδ. ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῆι.

### 530.4

Κυ. διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.

### 530.5

Οδ. πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ.

### 535.1

Κυ. μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου.

### 535.2

Οδ. ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν. Κυ. ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.

### 535.3

Οδ. ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνηι σοφός.

### 535.4

Κυ. τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ;

### 540.1

Σι. δοκεῖ· τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ;

### 540.2

Οδ. καὶ μὴν λαχνῶδές γ’ οὖδας ἀνθηρᾶς χλόης.

### 540.3

Σι. καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.

### 540.4

κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.

### 540.5

Κυ. ἰδού.

### 545.1

τί δῆτα τὸν κρατῆρ’ ὄπισθ’ ἐμοῦ τίθης;

### 545.2

Σι. ὡς μὴ παριών τις καταβάληι. Κυ. πίνειν μὲν οὖν

### 545.3

κλέπτων σὺ βούληι· κάτθες αὐτὸν ἐς μέσον.

### 545.4

σὺ δ’, ὦ ξέν’, εἰπὲ τοὔνομ’ ὅτι σε χρὴ καλεῖν.

### 545.5

Οδ. Οὖτιν· χάριν δὲ τίνα λαβών ς’ ἐπαινέσω; Κυ. πάντων ς’ ἑταίρων ὕστερον θοινάσομαι.

### 545.6

Σι. καλόν γε τὸ γέρας τῶι ξένωι δίδως, Κύκλωψ.

### 545.7

Κυ. οὗτος, τί δρᾶις; τὸν οἶνον ἐκπίνεις λάθραι;

### 545.8

Σι. οὔκ, ἀλλ’ ἔμ’ οὗτος ἔκυσεν ὅτι καλὸν βλέπω.

### 545.9

Κυ. κλαύσηι, φιλῶν τὸν οἶνον οὐ φιλοῦντα σέ.

### 555.1

Σι. οὐ μὰ Δί’, ἐπεί μού φης’ ἐρᾶν ὄντος καλοῦ.

### 555.2

Κυ. ἔγχει, πλέων δὲ τὸν σκύφον δίδου μόνον.

### 555.3

Σι. πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα.

### 555.4

Κυ. ἀπολεῖς· δὸς οὕτως. Σι. οὐ μὰ δί’, οὐ πρὶν ἄν γέ σε

### 555.5

στέφανον ἴδω λαβόντα γεύσωμαί τ’ ἔτι.

### 560

Κυ. οἱνοχόος ἄδικος. Σι. 〈οὐ〉 μὰ δί’, ἀλλ’ οἷνος

### 560.1

γλυκύς. ἀπομακτέον δέ σοὐστὶν ὡς λήψηι πιεῖν.

### 560.2

Κυ. ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.

### 560.3

Σι. θές νυν τὸν ἀγκῶν’ εὐρύθμως κἆιτ’ ἔκπιε,

### 560.4

ὥσπερ μ’ ὁρᾶις πίνοντα χὤσπερ οὐκ ἐμέ.

### 565.1

Κυ. ἆ ἆ, τί δράσεις; Σι. ἡδέως ἠμύστισα.

### 565.2

Κυ. λάβ’, ὦ ξέν’, αὐτὸς οἰνοχόος τέ μοι γενοῦ.

### 565.3

Οδ. γιγνώσκεται γοῦν ἅμπελος τἠμῆι χερί.

### 565.4

Κυ. φέρ’ ἔγχεόν νυν. Οδ. ἐγχέω, σίγα μόνον.

### 565.5

Κυ. χαλεπὸν τόδ’ εἶπας, ὅστις ἂν πίνηι πολύν.

### 570.1

Οδ. ἰδού, λαβὼν ἔκπιθι καὶ μηδὲν λίπηις·

### 570.2

συνεκθανεῖν δὲ σπῶντα χρὴ τῶι πώματι.

### 570.3

Κυ. παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.

### 570.4

Οδ. κἂν μὲν σπάσηις γε δαιτὶ πρὸς πολλῆι πολύν,

### 570.5

τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ,

### 575.1

ἢν δ’ ἐλλίπηις τι, ξηρανεῖ ς’ ὁ Βάκχιος.

### 575.2

Κυ. ἰοὺ ἰού·

### 575.3

ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις.

### 575.4

ὁ δ’ οὐρανός μοι συμμεμειγμένος δοκεῖ

### 575.5

τῆι γῆι φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον

### 580.1

λεύσσω τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας.

### 580.2

οὐκ ἂν φιλήσαιμ’; αἱ Χάριτες πειρῶσί με.

### 580.3

ἅλις· Γανυμήδη τόνδ’ ἔχων ἀναπαύσομαι

### 580.4

κάλλιον ἢ τὰς Χάριτας. ἥδομαι δέ πως

### 580.5

τοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν.

### 585.1

Σι. ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ;

### 585.2

Κυ. ναὶ μὰ Δί’, ὃν ἁρπάζω γ’ ἐγὼ ’κ τῆς Δαρδάνου.

### 585.3

Σι. ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά. Κυ. μέμφηι τὸν ἐραστὴν κἀντρυφᾶις πεπωκότι;

### 585.4

Σι. οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα.

### 590.1

Οδ. ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,

### 590.2

ἔνδον μὲν ἁνήρ· τῶι δ’ ὕπνωι παρειμένος

### 590.3

τάχ’ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.

### 590.4

δαλὸς δ’ ἔσωθεν αὐλίων ὠθεῖ καπνὸν

*[crux: ὠθεῖ]*

### 590.5

παρευτρέπισται, κοὐδὲν ἄλλο πλὴν πυροῦν

### 595.1

Κύκλωπος ὄψιν· ἀλλ’ ὅπως ἀνὴρ ἔσηι.

### 595.2

Χο. πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.

### 595.3

χώρει δ’ ἐς οἴκους πρίν τι τὸν πατέρα παθεῖν

### 595.4

ἀπάλαμνον· ὥς σοι τἀνθάδ’ ἐστὶν εὐτρεπῆ.

### 595.5

Οδ. Ἥφαιστ’, ἄναξ Αἰτναῖε, γείτονος κακοῦ λαμπρὸν πυρώσας ὄμμ’ ἀπαλλάχθηθ’ ἅπαξ,

### 595.6

σύ τ’, ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ’, Ὕπνε,

### 595.7

ἄκρατος ἐλθὲ θηρὶ τῶι θεοστυγεῖ,

### 595.8

καὶ μὴ ’πὶ καλλίστοισι Τρωϊκοῖς πόνοις

### 595.9

αὐτόν τε ναύτας τ’ ἀπολέσητ’ Ὀδυσσέα

### 605.1

ὑπ’ ἀνδρὸς ὧι θεῶν οὐδὲν ἢ βροτῶν μέλει.

### 605.2

ἢ τὴν τύχην μὲν δαίμον’ ἡγεῖσθαι χρεών,

### 605.3

τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.

### 605.4

Χο. λήψεται τὸν τράχηλον

### 605.5

ἐντόνως ὁ καρκίνος

### 610.1

τοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχα

### 610.2

φωσφόρους ὀλεῖ κόρας.

### 610.3

ἤδη δαλὸς ἠνθρακωμένος

### 615.1

κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον

### 615.2

ἔρνος. ἀλλ’ ἴτω Μάρων, πρασσέτω, μαινομένου ’ξελέτω βλέφαρον

### 615.3

Κύκλωπος, ὡς πίηι κακῶς.

### 620.1

κἀγὼ τὸν φιλοκισσοφόρον Βρόμιον

### 620.2

ποθεινὸν εἰσιδεῖν θέλω,

### 620.3

Κύκλωπος λιπὼν ἐρημίαν·

### 620.4

ἆρ’ ἐς τοσόνδ’ ἀφίξομαι;

### 620.5

Οδ. σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,

### 625.1

συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ,

### 625.2

οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,

### 625.3

ὡς μὴ ’ξεγερθῆι τὸ κακόν, ἔστ’ ἂν ὄμματος

### 625.4

ὄψις Κύκλωπος ἐξαμιλληθῆι πυρί.

### 625.5

Χο. σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.

### 630.1

Οδ. ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν

### 630.2

ἔσω μολόντες· διάπυρος δ’ ἐστὶν καλῶς.

### 630.3

Χο. οὔκουν σὺ τάξεις οὕστινας πρώτους χρεὼν

### 630.4

καυτὸν μοχλὸν λαβόντας ἐκκαίειν τὸ φῶς

### 630.5

Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;

### 635.1

Χο.α ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν

### 635.2

ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.

### 635.3

Χο.β ἡμεῖς δὲ χωλοί γ’ ἀρτίως γεγενήμεθα.

### 635.4

Χο.α ταὐτὸν πεπόνθατ’ ἆρ’ ἐμοί· τοὺς γὰρ πόδας

### 635.5

ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ ἐξ ὅτου.

### 640.1

Οδ. ἑστῶτες ἐσπάσθητε; Χο.α καὶ τά γ’ ὄμματα μέστ’ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.

### 640.2

Οδ. ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.

### 640.3

Χο. ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ’ οἰκτίρομεν

### 640.4

καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι

### 645.1

τυπτόμενος, αὕτη γίγνεται πονηρία;

### 645.2

ἀλλ’ οἶδ’ ἐπωιδὴν Ὀρφέως ἀγαθὴν πάνυ,

### 645.3

ὥστ’ αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον

### 645.4

στείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.

### 645.5

Οδ. πάλαι μὲν ἤιδη ς’ ὄντα τοιοῦτον φύσει, νῦν δ’ οἶδ’ ἄμεινον. τοῖσι δ’ οἰκείοις φίλοις

### 645.6

χρῆσθαί μ’ ἀνάγκη. χειρὶ δ’ εἰ μηδὲν σθένεις,

### 645.7

ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίαν

### 645.8

φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.

### 645.9

Χο. δράσω τάδ’· ἐν τῶι Καρὶ κινδυνεύσομεν.

### 655.1

κελευσμάτων δ’ ἕκατι τυφέσθω Κύκλωψ.

### 655.2

ἰὼ ἰώ· γενναιότατ’ ὠ‐

### 655.3

θεῖτε σπεύδετ’, ἐκκαίετε τὰν ὀφρὺν

### 655.4

θηρὸς τοῦ ξενοδαίτα.

### 655.5

τύφετ’ ὦ, καίετ’ ὦ

### 660.1

τὸν Αἴτνας μηλονόμον.

### 660.2

τόρνευ’ ἕλκε, μή ς’ ἐξοδυνηθεὶς

### 660.3

δράσηι τι μάταιον.

### 660.4

Κυ. ὤμοι, κατηνθρακώμεθ’ ὀφθαλμοῦ σέλας.

### 660.5

Χο. καλός γ’ ὁ παιάν· μέλπε μοι τόνδ’ αὖ, Κύκλωψ.

### 665.1

Κυ. ὤμοι μάλ’, ὡς ὑβρίσμεθ’, ὡς ὀλώλαμεν.

### 665.2

ἀλλ’ οὔτι μὴ φύγητε τῆσδ’ ἔξω πέτρας

### 665.3

χαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρ σταθεὶς φάραγγος τῆσδ’ ἐναρμόσω χέρας.

### 665.4

Χο. τί χρῆμ’ ἀυτεῖς, ὦ Κύκλωψ; Κυ. ἀπωλόμην.

### 670.1

Χο. αἰσχρός γε φαίνηι. Κυ. κἀπὶ τοῖσδέ γ’ ἄθλιος.

### 670.2

Χο. μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;

### 670.3

Κυ. Οὖτίς μ’ ἀπώλες’. Χο. οὐκ ἄρ’ οὐδείς 〈σ’〉 ἠδίκει.

### 670.4

Κυ. Οὖτίς με τυφλοῖ βλέφαρον. Χο. οὐκ ἄρ’ εἶ τυφλός.

### 670.5

Κυ. ὣς δὴ σύ. Χο. καὶ πῶς ς’ οὔτις ἂν θείη τυφλόν;

*[crux: ὣς δὴ σύ]*

### 675

Κυ. σκώπτεις. ὁ δ’ Οὖτις ποῦ ’στιν; Χο. οὐδαμοῦ,

### 675.1

Κύκλωψ.

### 675.2

Κυ. ὁ ξένος ἵν’ ὀρθῶς ἐκμάθηις μ’ ἀπώλεσεν,

### 675.3

ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.

### 675.4

Χο. δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.

### 675.5

Κυ. πρὸς θεῶν, πεφεύγας’ ἢ μένους’ ἔσω δόμων;

### 680.1

Χο. οὗτοι σιωπῆι τὴν πέτραν ἐπήλυγα

### 680.2

λαβόντες ἑστήκασι. Κυ. ποτέρας τῆς χερός;

### 680.3

Χο. ἐν δεξιᾶι σου. Κυ. ποῦ; Χο. πρὸς αὐτῆι τῆι

### 682.1

πέτραι.

### 682.2

ἔχεις; Κυ. κακόν γε πρὸς κακῶι· τὸ κρανίον

### 682.3

παίσας κατέαγα. Χο. καί σε διαφεύγουσί γε.

### 685.1

Κυ. οὐ τῆιδέ πηι, τῆιδ’ εἶπας; Χο. οὔ· ταύτηι λέγω.

### 685.2

Κυ. πῆι γάρ; Χο. περιάγου κεῖσε, πρὸς τἀριστερά.

### 685.3

Κυ. οἴμοι γελῶμαι· κερτομεῖτέ μ’ ἐν κακοῖς.

### 685.4

Χο. ἀλλ’ οὐκέτ’, ἀλλὰ πρόσθεν οὗτός ἐστι σοῦ.

### 685.5

Κυ. ὦ παγκάκιστε, ποῦ ποτ’ εἶ; Οδ. τηλοῦ σέθεν

### 690.1

φυλακαῖσι φρουρῶ σῶμ’ Ὀδυσσέως τόδε.

### 690.2

Κυ. πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.

### 690.3

Οδ. ὅπερ μ’ ὁ φύσας ὠνόμαζ’ Ὀδυσσέα.

### 690.4

δώσειν δ’ ἔμελλες ἀνοσίου δαιτὸς δίκας·

### 690.5

καλῶς γὰρ ἂν Τροίαν γε διεπυρώσαμεν

### 695.1

εἰ μή ς’ ἑταίρων φόνον ἐτιμωρησάμην.

### 695.2

Κυ. αἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται·

### 695.3

τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ’ ἔφη

### 695.4

Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι

### 695.5

δίκας ὑφέξειν ἀντὶ τῶνδ’ ἐθέσπισεν, πολὺν θαλάσσηι χρόνον ἐναιωρούμενον.

### 695.6

Οδ. κλαίειν ς’ ἄνωγα· καὶ δέδραχ’ ὅπερ λέγω.

### 695.7

ἐγὼ δ’ ἐπ’ ἀκτὰς εἶμι καὶ νεὼς σκάφος

### 695.8

ἥσω ’πὶ πόντον Σικελὸν ἔς τ’ ἐμὴν πάτραν.

### 695.9

Κυ. οὐ δῆτ’, ἐπεί σε τῆσδ’ ἀπορρήξας πέτρας

### 705.1

αὐτοῖσι συνναύταισι συντρίψω βαλών.

### 705.2

ἄνω δ’ ἐπ’ ὄχθον εἶμι, καίπερ ὢν τυφλός,

### 705.3

δι’ ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.

### 705.4

Χο. ἡμεῖς δὲ συνναῦταί γε τοῦδ’ Ὀδυσσέως ὄντες τὸ λοιπὸν Βακχίωι δουλεύσομεν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cbm-aw`.
