---
title: Bacchae
title_greek: Βάκχαι
author: Euripides
eul_wid: cbm-av
eul_aid: cbm
canonical: "https://eulogikon.org/works/euripides-bacchae-cbm-av"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Bacchae

*Βάκχαι*

**Author:** Euripides

**eul_wid:** `cbm-av` · [HTML page](https://eulogikon.org/works/euripides-bacchae-cbm-av)

## Text

### 1

ΔΙΟΝΥΣΟΣ

### 1.1

Ἥκω Διὸς παῖς τήνδε Θηβαίαν χθόνα

### 1.2

Διόνυσος, ὃν τίκτει ποθ’ ἡ Κάδμου κόρη

### 1.3

Σεμέλη λοχευθεῖς’ ἀστραπηφόρωι πυρί·

### 1.4

μορφὴν δ’ ἀμείψας ἐκ θεοῦ βροτησίαν

### 5.1

πάρειμι Δίρκης νάμαθ’ Ἱσμηνοῦ θ’ ὕδωρ.

### 5.2

ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας

### 5.3

τόδ’ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια

### 5.4

τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,

### 5.5

ἀθάνατον Ἥρας μητέρ’ εἰς ἐμὴν ὕβριν.

### 10.1

αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε

### 10.2

τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν

### 10.3

πέριξ ἐγὼ ’κάλυψα βοτρυώδει χλόηι.

### 10.4

λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας Φρυγῶν τε, Περσῶν ἡλιοβλήτους πλάκας

### 15.1

Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα

### 15.2

Μήδων ἐπελθὼν Ἀραβίαν τ’ εὐδαίμονα

### 15.3

Ἀσίαν τε πᾶσαν ἣ παρ’ ἁλμυρὰν ἅλα

### 15.4

κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θ’ ὁμοῦ

### 15.5

πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,

### 20.1

ἐς τήνδε πρώτην ἦλθον Ἑλλήνων πόλιν,

### 20.2

τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς

### 20.3

τελετάς, ἵν’ εἴην ἐμφανὴς δαίμων βροτοῖς.

### 20.4

πρώτας δὲ Θήβας τάσδε γῆς Ἑλληνίδος

### 20.5

ἀνωλόλυξα, νεβρίδ’ ἐξάψας χροὸς

### 25.1

θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·

### 25.2

ἐπεί μ’ ἀδελφαὶ μητρός, ἃς ἥκιστ’ ἐχρῆν,

### 25.3

Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,

### 25.4

Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος

### 25.5

ἐς Ζῆν’ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,

### 30.1

Κάδμου σοφίσμαθ’, ὧν νιν οὕνεκα κτανεῖν

### 30.2

Ζῆν’ ἐξεκαυχῶνθ’, ὅτι γάμους ἐψεύσατο.

### 30.3

τοιγάρ νιν αὐτὰς ἐκ δόμων ὤιστρης’ ἐγὼ

### 30.4

μανίαις, ὄρος δ’ οἰκοῦσι παράκοποι φρενῶν,

### 30.5

σκευήν τ’ ἔχειν ἠνάγκας’ ὀργίων ἐμῶν.

### 35.1

καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·

### 35.2

ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι

### 35.3

χλωραῖς ὑπ’ ἐλάταις ἀνορόφους ἧνται πέτρας.

### 35.4

δεῖ γὰρ πόλιν τήνδ’ ἐκμαθεῖν, κεἰ μὴ θέλει,

### 40.1

ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων,

### 40.2

Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μ’ ὕπερ

### 40.3

φανέντα θνητοῖς δαίμον’ ὃν τίκτει Διί.

### 40.4

Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα

### 40.5

Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,

### 45.1

ὃς θεομαχεῖ τὰ κατ’ ἐμὲ καὶ σπονδῶν ἄπο

### 45.2

ὠθεῖ μ’ ἐν εὐχαῖς τ’ οὐδαμοῦ μνείαν ἔχει.

### 45.3

ὧν οὕνεκ’ αὐτῶι θεὸς γεγὼς ἐνδείξομαι

### 45.4

πᾶσίν τε Θηβαίοισιν. ἐς δ’ ἄλλην χθόνα,

### 45.5

τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα, δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις

### 45.6

ὀργῆι σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν

### 45.7

ζητῆι, ξυνάψω μαινάσι στρατηλατῶν.

### 45.8

ὧν οὕνεκ’ εἶδος θνητὸν ἀλλάξας ἔχω

### 45.9

μορφήν τ’ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.

### 55.1

ἀλλ’, ὦ λιποῦσαι Τμῶλον, ἔρυμα Λυδίας,

### 55.2

θίασος ἐμός, γυναῖκες ἃς ἐκ βαρβάρων

### 55.3

ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,

### 55.4

αἴρεσθε τἀπιχώρι’ ἐν Φρυγῶν πόλει

### 55.5

τύπανα, Ῥέας τε μητρὸς ἐμά θ’ εὑρήματα,

### 60.1

βασίλειά τ’ ἀμφὶ δώματ’ ἐλθοῦσαι τάδε κτυπεῖτε Πενθέως, ὡς ὁρᾶι Κάδμου πόλις.

### 60.2

ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς

### 60.3

ἐλθὼν ἵν’ εἰσί, συμμετασχήσω χορῶν.

### 60.4

ΧΟΡΟΣ

### 64

Ἀσίας ἀπὸ γαίας

### 65.1

ἱερὸν Τμῶλον ἀμείψασα θοάζω

### 65.2

Βρομίωι πόνον ἡδὺν

### 65.3

κάματόν τ’ εὐκάματον, Βάκ‐

### 65.4

χιον εὐαζομένα.

### 65.5

τίς ὁδῶι, τίς ὁδῶι; τίς

### 70

μελάθροις; ἔκτοπος ἔστω,

### 70.1

στόμα τ’ εὔφημον ἅπας ἐξοσιούσθω·

### 70.2

τὰ νομισθέντα γὰρ αἰεὶ

### 70.3

Διόνυσον ὑμνήσω.

### 70.4

ὦ μάκαρ, ὅστις εὐδαί‐

### 70.5

μων τελετὰς θεῶν εἰ‐

### 75

δὼς βιοτὰν ἁγιστευ—ει

### 75.1

καὶ θιασεύεται ψυ‐

### 75.2

χὰν ἐν ὄρεσσι βακχεύ‐

### 75.3

ων ὁσίοις καθαρμοῖσιν,

### 75.4

τά τε ματρὸς μεγάλας ὄρ‐

### 75.5

για Κυβέλας θεμιτεύων

### 80.1

ἀνὰ θύρσον τε τινάσσων

### 80.2

κισσῶι τε στεφανωθεὶς

### 80.3

Διόνυσον θεραπεύει.

### 80.4

ἴτε βάκχαι, ἴτε βάκχαι, Βρόμιον παῖδα θεὸν θεοῦ

### 85.1

Διόνυσον κατάγουσαι

### 85.2

Φρυγίων ἐξ ὀρέων Ἑλλάδος εἰς εὐ‐

### 85.3

ρυχόρους ἀγυιὰς, τὸν Βρόμιον·

### 85.4

ὅν ποτ’ ἔχους’ ἐν ὠδί‐

### 85.5

νων λοχίαις ἀνάγκαι‐

### 90.1

σι πταμένας Διὸς βροντᾶς

### 90.2

νηδύος ἔκβολον μά‐

### 90.3

τηρ ἔτεκεν, λιποῦς’ αἰ‐

### 90.4

ῶνα κεραυνίωι πλαγᾶι·

### 90.5

λοχίαις δ’ αὐτίκα νιν δέ‐

### 95.1

ξατο θαλάμαις Κρονίδας Ζεύς,

### 95.2

κατὰ μηρῶι δὲ καλύψας

### 95.3

χρυσέαισιν συνερείδει

### 95.4

περόναις κρυπτὸν ἀφ’ Ἥρας.

### 95.5

ἔτεκεν δ’, ἁνίκα Μοῖραι τέλεσαν, ταυρόκερων θεὸν

### 95.6

στεφάνωσέν τε δρακόντων

### 102-103

στεφάνοις, ἔνθεν ἄγραν θηρότροφον μαι‐

### 104

νάδες ἀμφιβάλλονται πλοκάμοις.

### 105.1

ὦ Σεμέλας τροφοὶ Θῆ‐

### 105.2

βαι, στεφανοῦσθε κισσῶι·

### 105.3

βρύετε βρύετε χλοήρει

### 105.4

μίλακι καλλικάρπωι καὶ καταβακχιοῦσθε δρυὸς

### 110.1

ἢ ἐλάτας κλάδοισι,

### 110.2

στικτῶν τ’ ἐνδυτὰ νεβρίδων

### 110.3

στέφετε λευκοτρίχων πλοκάμων

### 110.4

μαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς

### 110.5

ὁσιοῦσθ’· αὐτίκα γᾶ πᾶσα χορεύσει,

### 115.1

Βρόμιος εὖτ’ ἂν ἄγηι θιάσους

### 115.2

εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει

### 115.3

θηλυγενὴς ὄχλος

### 115.4

ἀφ’ ἱστῶν παρὰ κερκίδων τ’

### 115.5

οἰστρηθεὶς Διονύσωι.

### 120.1

ὦ θαλάμευμα Κουρή‐

### 120.2

των ζάθεοί τε Κρήτας

### 120.3

Διογενέτορες ἔναυλοι,

### 120.4

ἔνθα τρικόρυθες ἄντροις

### 120.5

βυρσότονον κύκλωμα τόδε

### 125.1

μοι Κορύβαντες ηὗρον·

### 125.2

βακχείαι δ’ ἅμα συντόνωι

### 125.3

κέρασαν ἡδυβόαι Φρυγίων

### 125.4

αὐλῶν πνεύματι ματρός τε Ῥέας ἐς

### 125.5

χέρα θῆκαν, κτύπον εὐάσμασι βακχᾶν·

### 130.1

παρὰ δὲ μαινόμενοι Σάτυροι

### 130.2

ματέρος ἐξανύσαντο θεᾶς,

### 130.3

ἐς δὲ χορεύματα

### 130.4

συνῆψαν τριετηρίδων,

### 130.5

αἷς χαίρει Διόνυσος.

### 135.1

ἡδὺς ἐν ὄρεσσιν ὅταν

### 135.2

ἐκ θιάσων δρομαίων

### 135.3

πέσηι πεδόσε, νεβρίδος ἔχων

### 135.4

ἱερὸν ἐνδυτόν, ἀγρεύων

### 135.5

αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν,

### 140

ἱέμενος εἰσυὄρεα Φρύγια Λύδι’

### 141a

ὁ δ’ ἔξαρχος Βρόμιος·

### 141b

εὐ οἷ.

### 142.1

ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δ’ οἴνωι,

### 142.2

ῥεῖ δὲ μελισσᾶν νέκταρι.

### 142.3

Συρίας δ’ ὡς λιβάνου κα‐

### 145.1

πνὸς ὁ Βακχεὺς ἀνέχων

### 145.2

πυρσώδη φλόγα πεύκας

### 145.3

ἐκ νάρθηκος ἀίσσει

### 148a

δρόμωι καὶ χοροῖσιν

### 148b

πλανάτας ὲρεθίζων

### 149.1

ἰαχαῖς τ’ ἀναπάλλων τρυφερόν 〈τε〉 πλόκαμον εἰς αἰθέρα ῥίπτων.

### 149.2

ἅμα δ’ ἐπ’ εὐάσμασιν ἐπιβρέμει τοιάδ’·

### 149.3

Ὦ ἴτε βάκχαι,

### 149.4

ὦ ἴτε βάκχαι,

### 149.5

Τμώλου χρυσορόου χλιδά,

### 155.1

μέλπετε τὸν Διόνυσον

### 155.2

βαρυβρόμω] ὑπὸ τυμπάνων,

### 157-158

εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν

### 159

ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,

### 160

λωτὸς ὅταν εὐκέλαδος

### 161-162

ἱερὸς ἱερὰ παίγματα βρέμηι σύνοχα

### 163

φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ‐

### 165

να δ’ ἄρα πῶλος ὅπως ἅμα ματέρι

### 167-169

φορβάδι κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.

### 170

ΤΕΙΡΕΣΙΑΣ

### 170.1

τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων,

### 170.2

Ἀγήνορος παῖδ’, ὃς πόλιν Σιδωνίαν

### 170.3

λιπὼν ἐπύργως’ ἄστυ Θηβαίων τόδε.

### 170.4

ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι

### 170.5

ζητεῖ νιν· οἶδε δ’ αὐτὸς ὧν ἥκω πέρι

### 175.1

ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρωι,

### 175.2

θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.

### 175.3

ΚΑΔΜΟΣ

### 178.1

ὦ φίλταθ’, ὡς σὴν γῆρυν ἠισθόμην κλυὼν

### 178.2

σοφὴν σοφοῦ παρ’ ἀνδρός, ἐν δόμοισιν ὤν.

### 180.1

ἥκω δ’ ἕτοιμος τήνδ’ ἔχων σκευὴν θεοῦ·

### 180.2

δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς

### 180.3

[Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς]

### 180.4

ὅσον καθ’ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.

### 180.5

ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα

### 185.1

καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι

### 185.2

γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.

### 185.3

ὡς οὐ κάμοιμ’ ἂν οὔτε νύκτ’ οὔθ’ ἡμέραν

### 185.4

θύρσωι κροτῶν γῆν· ἐπιλελήσμεθ’ ἡδέως

### 185.5

γέροντες ὄντες. Τε. ταὔτ’ ἐμοὶ πάσχεις ἄρα·

### 190.1

κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.

### 190.2

Κα. οὔκουν ὄχοισιν εἰς ὄρος περάσομεν;

### 190.3

Τε. ἀλλ’ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.

### 190.4

Κα. γέρων γέροντα παιδαγωγήσω ς’ ἐγώ;

### 190.5

Τε. ὁ θεὸς ἀμοχθεὶ κεῖσε νῶιν ἡγήσεται.

### 195.1

Κα. μόνοι δὲ πόλεως Βακχίωι χορεύσομεν;

### 195.2

Τε. μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δ’ ἄλλοι κακῶς.

### 195.3

Κα. μακρὸν τὸ μέλλειν· ἀλλ’ ἐμῆς ἔχου χερός.

### 195.4

Τε. ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα. [Κα. οὐ καταφρονῶ ’γὼ τῶν θεῶν θνητὸς γεγώς. Τε. οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.

### 195.5

πατρίους παραδοχάς, ἅς θ’ ὁμήλικας χρόνωι

### 195.6

κεκτήμεθ’, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,

### 195.7

οὐδ’ εἰ δι’ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.]

### 195.8

Κα. ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,

### 205.1

μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;

### 205.2

Τε. οὐ γὰρ διήιρηχ’ ὁ θεὸς οὔτε τὸν νέον

### 205.3

εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,

### 205.4

ἀλλ’ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν

### 205.5

κοινάς, διαριθμῶν δ’ οὐδέν’ αὔξεσθαι θέλει.

### 210.1

Κα. ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδ’ οὐχ ὁρᾶις,

### 210.2

ἐγὼ προφήτης σοι λόγων γενήσομαι.

### 210.3

Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾶι,

### 210.4

Ἐχίονος παῖς, ὧι κράτος δίδωμι γῆς.

### 210.5

ὡς ἐπτόηται· τί ποτ’ ἐρεῖ νεώτερον;

### 215

ΠΕΝΘΕΥΣ

### 215.1

ἔκδημος ὢν μὲν τῆσδ’ ἐτύγχανον χθονός,

### 215.2

κλύω δὲ νεοχμὰ τήνδ’ ἀνὰ πτόλιν κακά, γυναῖκας ἡμῖν δώματ’ ἐκλελοιπέναι

### 215.3

πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις

### 215.4

ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα

### 220.1

Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς,

### 220.2

πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἱστάναι

### 220.3

κρατῆρας, ἄλλην δ’ ἄλλος’ εἰς ἐρημίαν

### 220.4

πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,

### 220.5

πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,

### 225.1

τὴν δ’ Ἀφροδίτην πρόσθ’ ἄγειν τοῦ Βακχίου.

### 225.2

ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας

### 225.3

σώιζουσι πανδήμοισι πρόσπολοι στέγαις·

### 225.4

ὅσαι δ’ ἄπεισιν, ἐξ ὄρους θηράσομαι,

### 225.5

[Ἰνώ τ’ Ἀγαυήν θ’, ἥ μ’ ἔτικτ’ Ἐχίονι,

### 230.1

Ἀκταίονός τε μητέρ’, Αὐτονόην λέγω,]

### 230.2

καί σφας σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν

### 230.3

παύσω κακούργου τῆσδε βακχείας τάχα.

### 230.4

λέγουσι δ’ ὥς τις εἰσελήλυθε ξένος,

### 230.5

γόης ἐπωιδὸς Λυδίας ἀπὸ χθονός,

### 235.1

ξανθοῖσι βοστρύχοισιν εὔοσμος κόμην,

### 235.2

οἰνωπός, ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,

### 235.3

ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται

### 235.4

τελετὰς προτείνων εὐίους νεάνισιν.

### 235.5

εἰ δ’ αὐτὸν εἴσω τῆσδε λήψομαι χθονός,

### 240.1

παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε κόμας, τράχηλον σώματος χωρὶς τεμών.

### 240.2

ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,

### 240.3

ἐκεῖνος ἐν μηρῶι ποτ’ ἐρράφθαι Διός·

### 240.4

ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις

### 245.1

σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.

### 245.2

ταῦτ’ οὐχὶ δεινὰ κἀγχόνης ἔστ’ ἄξια,

### 245.3

ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;

### 245.4

ἀτὰρ τόδ’ ἄλλο θαῦμα· τὸν τερασκόπον

### 245.5

ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ πατέρα τε μητρὸς τῆς ἐμῆς, πολὺν γέλων,

### 245.6

νάρθηκι βακχεύοντ’· ἀναίνομαι, πάτερ,

### 245.7

τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.

### 245.8

οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν

### 245.9

θύρσου μεθήσεις χεῖρ’, ἐμῆς μητρὸς πάτερ;

### 255.1

σὺ ταῦτ’ ἔπεισας, Τειρεσία· τόνδ’ αὖ θέλεις

### 255.2

τὸν δαίμον’ ἀνθρώποισιν ἐσφέρων νέον

### 255.3

σκοπεῖν πτερωτὰ κἀμπύρων μισθοὺς φέρειν.

### 255.4

εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,

### 255.5

καθῆς’ ἂν ἐν βάκχαισι δέσμιος μέσαις,

### 260.1

τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ

### 260.2

ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,

### 260.3

οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.

### 260.4

Χο. τῆς δυσσεβείας. ὦ ξέν’, οὐκ αἰδῆι θεοὺς

### 260.5

Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,

### 265.1

Ἐχίονος δ’ ὢν παῖς καταισχυνεῖς γένος;

### 265.2

Τε. ὅταν λάβηι τις τῶν λόγων ἀνὴρ σοφὸς

### 265.3

καλὰς ἀφορμάς, οὐ μέγ’ ἔργον εὖ λέγειν·

### 265.4

σὺ δ’ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,

### 265.5

ἐν τοῖς λόγοισι δ’ οὐκ ἔνεισί σοι φρένες.

### 270.1

θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τ’ ἀνὴρ

### 270.2

κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.

### 270.3

οὗτος δ’ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾶις,

### 270.4

οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος

### 270.5

καθ’ Ἑλλάδ’ ἔσται. δύο γάρ, ὦ νεανία,

### 275.1

τὰ πρῶτ’ ἐν ἀνθρώποισι· Δημήτηρ θεά—

### 275.2

Γῆ δ’ ἐστίν, ὄνομα δ’ ὁπότερον βούληι κάλει·

### 275.3

αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·

### 275.4

ὃς δ’ ἦλθ’ ἔπειτ’, ἀντίπαλον ὁ Σεμέλης γόνος

### 275.5

βότρυος ὑγρὸν πῶμ’ ηὗρε κἀσηνέγκατο

### 280.1

θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς

### 280.2

λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,

### 280.3

ὕπνον τε λήθην τῶν καθ’ ἡμέραν κακῶν

### 280.4

δίδωσιν, οὐδ’ ἔστ’ ἄλλο φάρμακον πόνων.

### 280.5

οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,

### 285.1

ὥστε διὰ τοῦτον τἀγάθ’ ἀνθρώπους ἔχειν.

### 285.2

καὶ διαγελᾶις νιν ὡς ἐνερράφη Διὸς

### 285.3

μηρῶι; διδάξω ς’ ὡς καλῶς ἔχει τόδε.

### 285.4

ἐπεί νιν ἥρπας’ ἐκ πυρὸς κεραυνίου Ζεύς, ἐς δ’ Ὄλυμπον βρέφος ἀνήγαγεν νέον,

### 290.1

Ἥρα νιν ἤθελ’ ἐκβαλεῖν ἀπ’ οὐρανοῦ,

### 290.2

Ζεὺς δ’ ἀντεμηχανήσαθ’ οἷα δὴ θεός·

### 290.3

ῥήξας μέρος τι τοῦ χθόν’ ἐγκυκλουμένου

### 290.4

αἰθέρος, ἔδωκε τόνδ’ ὅμηρον, ἐκτιθεὶς

### 290.5

Διόνυσον Ἥρας νεικέων· χρόνωι δέ νιν

### 295.1

βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῶι Διός,

### 295.2

ὄνομα μεταστήσαντες, ὅτι θεᾶι θεὸς

### 295.3

Ἥραι ποθ’ ὡμήρευσε, συνθέντες λόγον.

### 295.4

μάντις δ’ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον

### 295.5

καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει· ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμ’ ἔλθηι πολύς,

### 295.6

λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.

### 295.7

Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·

### 295.8

στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν

### 295.9

φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν·

### 305.1

μανία δὲ καὶ τοῦτ’ ἐστὶ Διονύσου πάρα.

### 305.2

ἔτ’ αὐτὸν ὄψηι κἀπὶ Δελφίσιν πέτραις

### 305.3

πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,

### 305.4

πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,

### 305.5

μέγαν τ’ ἀν’ Ἑλλάδ’. ἀλλ’ ἐμοί, Πενθεῦ, πιθοῦ·

### 310.1

μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,

### 310.2

μηδ’, ἢν δοκῆις μέν, ἡ δὲ δόξα σου νοσῆι,

### 310.3

φρονεῖν δόκει τι· τὸν θεὸν δ’ ἐς γῆν δέχου καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.

### 310.4

οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει

### 315.1

γυναῖκας ἐς τὴν Κύπριν, ἀλλ’ ἐν τῆι φύσει

### 315.2

[τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ’ ἀεί]

### 315.3

τοῦτο· σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν

### 315.4

οὖς’ ἥ γε σώφρων οὐ διαφθαρήσεται.

### 315.5

ὁρᾶις; σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις

### 320.1

πολλοί, τὸ Πενθέως δ’ ὄνομα μεγαλύνηι πόλις·

### 320.2

κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.

### 320.3

ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾶις,

### 320.4

κισσῶι τ’ ἐρεψόμεσθα καὶ χορεύσομεν,

### 320.5

πολιὰ ξυνωρίς, ἀλλ’ ὅμως χορευτέον,

### 325.1

κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.

### 325.2

μαίνηι γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις

### 325.3

ἄκη λάβοις ἂν οὔτ’ ἄνευ τούτων νόσου.

### 325.4

Χο. ὦ πρέσβυ, Φοῖβόν τ’ οὐ καταισχύνεις λόγοις,

### 325.5

τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.

### 330.1

Κα. ὦ παῖ, καλῶς σοι Τειρεσίας παρήινεσεν.

### 330.2

οἴκει μεθ’ ἡμῶν, μὴ θύραζε τῶν νόμων·

### 330.3

νῦν γὰρ πέτηι τε καὶ φρονῶν οὐδὲν φρονεῖς.

### 330.4

κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φήις,

### 330.5

παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς

### 335.1

ὡς ἔστι Σεμέλης, ἵνα δοκῆι θεὸν τεκεῖν

### 335.2

ἡμῖν τε τιμὴ παντὶ τῶι γένει προσῆι.

### 335.3

ὁρᾶις τὸν Ἀκταίωνος ἄθλιον μόρον, ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο

### 335.4

διεσπάσαντο, κρείσσον’ ἐν κυναγίαις

### 340.1

Ἀρτέμιδος εἶναι κομπάσαντ’ ἐν ὀργάσιν.

### 340.2

ὃ μὴ πάθηις σύ· δεῦρό σου στέψω κάρα

### 340.3

κισσῶι· μεθ’ ἡμῶν τῶι θεῶι τιμὴν δίδου.

### 340.4

Πε. οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δ’ ἰών,

### 340.5

μηδ’ ἐξομόρξηι μωρίαν τὴν σὴν ἐμοί;

### 345.1

τῆς σῆς 〈δ’〉 ἀνοίας τόνδε τὸν διδάσκαλον

### 345.2

δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,

### 345.3

ἐλθὼν δὲ θάκους τοῦδ’ ἵν’ οἰωνοσκοπεῖ

### 345.4

μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,

### 345.5

ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ, καὶ στέμματ’ ἀνέμοις καὶ θυέλλαισιν μέθες·

### 345.6

μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.

### 345.7

οἱ δ’ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε

### 345.8

τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον

### 345.9

καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.

### 355.1

κἄνπερ λάβητε, δέσμιον πορεύσατε

### 355.2

δεῦρ’ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν

### 355.3

θάνηι, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.

### 355.4

Τε. ὦ σχέτλι’, ὡς οὐκ οἶσθα ποῦ ποτ’ εἶ λόγων·

### 355.5

μέμηνας ἤδη, καὶ πρὶν ἐξεστὼς φρενῶν.

### 360.1

στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα

### 360.2

ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου

### 360.3

ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον

### 360.4

δρᾶν. ἀλλ’ ἕπου μοι κισσίνου βάκτρου μέτα,

### 360.5

πειρῶ δ’ ἀνορθοῦν σῶμ’ ἐμόν, κἀγὼ τὸ σόν.

### 365.1

γέροντε δ’ αἰσχρὸν δύο πεσεῖν· ἴτω δ’ ὅμως· τῶι Βακχίωι γὰρ τῶι Διὸς δουλευτέον.

### 365.2

Πενθεὺς δ’ ὅπως μὴ πένθος εἰσοίσει δόμοις

### 365.3

τοῖς σοῖσι, Κάδμε· μαντικῆι μὲν οὐ λέγω,

### 365.4

τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.

### 370.1

Χο. Ὁσία πότνα θεῶν,

### 370.2

Ὁσία δ’ ἃ κατὰ γᾶν

### 370.3

χρυσέαι πτέρυγι φέρηι,

### 370.4

τάδε Πενθέως ἀίεις;

### 370.5

ἀίεις οὐχ ὁσίαν

### 375.1

ὕβριν ἐς τὸν Βρόμιον, τὸν

### 375.2

Σεμέλας, τὸν παρὰ καλλι‐

### 375.3

στεφάνοις εὐφροσύναις δαί‐

### 375.4

μονα πρῶτον μακάρων; ὃς τάδ’ ἔχει,

### 375.5

θιασεύειν τε χοροῖς

### 380.1

μετά τ’ αὐλοῦ γελάσαι

### 380.2

ἀποπαῦσαί τε μερίμνας,

### 380.3

ὁπόταν βότρυος ἔλθηι

### 380.4

γάνος ἐν δαιτὶ θεῶν, κισ‐

### 380.5

σοφόροις δ’ ἐν θαλίαις ἀν‐

### 385.1

δράσι κρατὴρ ὕπνον ἀμφιβάλληι.

### 385.2

ἀχαλίνων στομάτων

### 385.3

ἀνόμου τ’ ἀφροσύνας

### 385.4

τὸ τέλος δυστυχία·

### 385.5

ὁ δὲ τᾶς ἡσυχίας

### 390.1

βίοτος καὶ τὸ φρονεῖν ἀσάλευτόν τε μένει καὶ

### 390.2

ξυνέχει δώματα· πόρσω

### 390.3

γὰρ ὅμως αἰθέρα ναίον‐

### 390.4

τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.

### 395.1

τὸ σοφὸν δ’ οὐ σοφία,

### 395.2

τό τε μὴ θνατὰ φρονεῖν

### 395.3

βραχὺς αἰών· ἐπὶ τούτωι

### 395.4

δὲ τίς ἂν μεγάλα διώκων

### 395.5

τὰ παρόντ’ οὐχὶ φέροι; μαι‐ νομένων οἵδε τρόποι καὶ

### 395.6

κακοβούλων παρ’ ἔμοιγε φωτῶν.

### 395.7

ἱκοίμαν ποτὶ Κύπρον,

### 395.8

νᾶσον τᾶς Ἀφροδίτας,

### 395.9

ἵν’ οἱ θελξίφρονες νέμον‐

### 405.1

ται θνατοῖσιν Ἔρωτες

### 405.2

Πάφον, τὰν ἑκατόστομοι

### 405.3

βαρβάρου ποταμοῦ ῥοαὶ καρπίζουσιν ἄνομβροι,

### 405.4

οὗ θ’ ἁ καλλιστευομένα

### 410.1

Πιερία, μούσειος ἕδρα,

### 410.2

σεμνὰ κλειτὺς Ὀλύμπου·

### 410.3

ἐκεῖς’ ἄγε με, Βρόμιε Βρόμιε,

### 410.4

πρόβακχ’ εὔιε δαῖμον.

### 414-415

ἐκεῖ Χάριτες, ἐκεῖ δὲ Πόθος, ἐκεῖ δὲ βάκ‐

### 416.1

χαις θέμις ὀργιάζειν.

### 416.2

ὁ δαίμων ὁ Διὸς παῖς

### 416.3

χαίρει μὲν θαλίαισιν,

### 416.4

φιλεῖ δ’ ὀλβοδότειραν Εἰ‐

### 420.1

ρήναν, κουροτρόφον θεάν.

### 420.2

ἴσαν δ’ ἔς τε τὸν ὄλβιον

### 420.3

τόν τε χείρονα δῶκ’ ἔχειν

### 420.4

οἴνου τέρψιν ἄλυπον·

### 420.5

μισεῖ δ’ ὧι μὴ ταῦτα μέλει,

### 425.1

κατὰ φάος νύκτας τε φίλας

### 425.2

εὐαίωνα διαζῆν,

### 427-428

σοφὰν δ’ ἀπέχειν πραπίδα φρένα τε

### 429

περισσῶν παρὰ φωτῶν.

### 430

τὸ πλῆθος ὅτι τὸ φαυλότερον ἐνόμισε χρῆ‐

### 433.1

ταί τε, τόδ’ ἂν δεχοίμαν.

### 433.2

ΘΕΡΑΠΩΝ

### 434

Πενθεῦ, πάρεσμεν τήνδ’ ἄγραν ἠγρευκότες

### 435.1

ἐφ’ ἣν ἔπεμψας, οὐδ’ ἄκρανθ’ ὡρμήσαμεν.

### 435.2

ὁ θὴρ δ’ ὅδ’ ἡμῖν πρᾶος οὐδ’ ὑπέσπασεν

### 435.3

φυγῆι πόδ’, ἀλλ’ ἔδωκεν οὐκ ἄκων χέρας,

### 435.4

οὐκ ὠχρός, οὐδ’ ἤλλαξεν οἰνωπὸν γένυν,

### 435.5

γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο

### 440.1

ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.

### 440.2

κἀγὼ δι’ αἰδοῦς εἶπον· Ὦ ξέν’, οὐχ ἑκὼν

### 440.3

ἄγω σε, Πενθέως δ’ ὅς μ’ ἔπεμψ’ ἐπιστολαῖς.

### 440.4

ἃς δ’ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας

### 440.5

κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,

### 445.1

φροῦδαί γ’ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας

### 445.2

σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·

### 445.3

αὐτόματα δ’ αὐταῖς δεσμὰ διελύθη ποδῶν

### 445.4

κλῆιδές τ’ ἀνῆκαν θύρετρ’ ἄνευ θνητῆς χερός.

### 445.5

πολλῶν δ’ ὅδ’ ἁνὴρ θαυμάτων ἥκει πλέως ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.

### 445.6

Πε. μέθεσθε χειρῶν τοῦδ’· ἐν ἄρκυσιν γὰρ ὢν

### 445.7

οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μ’ ἐκφυγεῖν.

### 445.8

ἀτὰρ τὸ μὲν σῶμ’ οὐκ ἄμορφος εἶ, ξένε,

### 445.9

ὡς ἐς γυναῖκας, ἐφ’ ὅπερ ἐς Θήβας πάρει·

### 455.1

πλόκαμός τε γάρ σου ταναὸς οὐ πάλης ὕπο,

### 455.2

γένυν παρ’ αὐτὴν κεχυμένος, πόθου πλέως·

### 455.3

λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,

### 455.4

οὐχ ἡλίου βολαῖσιν ἀλλ’ ὑπὸ σκιᾶς

### 455.5

τὴν Ἀφροδίτην καλλονῆι θηρώμενος.

### 460.1

πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.

### 460.2

Δι. οὐκ ὄκνος οὐδείς, ῥάιδιον δ’ εἰπεῖν τόδε.

### 460.3

τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.

### 460.4

Πε. οἶδ’, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλωι.

### 460.5

Δι. ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.

### 465.1

Πε. πόθεν δὲ τελετὰς τάσδ’ ἄγεις ἐς Ἑλλάδα;

### 465.2

Δι. Διόνυσος αὐτός μ’ εἰσέβης’, ὁ τοῦ Διός.

### 465.3

Πε. Ζεὺς δ’ ἔστ’ ἐκεῖ τις ὃς νέους τίκτει θεούς;

### 465.4

Δι. οὔκ, ἀλλ’ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.

### 465.5

Πε. πότερα δὲ νύκτωρ ς’ ἢ κατ’ ὄμμ’ ἠνάγκασεν;

### 470.1

Δι. ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.

### 470.2

Πε. τὰ δ’ ὄργι’ ἐστὶ τίν’ ἰδέαν ἔχοντά σοι;

### 470.3

Δι. ἄρρητ’ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.

### 470.4

Πε. ἔχει δ’ ὄνησιν τοῖσι θύουσιν τίνα;

### 470.5

Δι. οὐ θέμις ἀκοῦσαί ς’, ἔστι δ’ ἄξι’ εἰδέναι.

### 475.1

Πε. εὖ τοῦτ’ ἐκιβδήλευσας, ἵν’ ἀκοῦσαι θέλω.

### 475.2

Δι. ἀσέβειαν ἀσκοῦντ’ ὄργι’ ἐχθαίρει θεοῦ.

### 475.3

Πε. ὁ θεός, ὁρᾶν γὰρ φὴις σαφῶς, ποῖός τις ἦν;

### 475.4

Δι. ὁποῖος ἤθελ’· οὐκ ἐγὼ ’τασσον τόδε.

### 475.5

Πε. τοῦτ’ αὖ παρωχέτευσας, εὖ γ’ οὐδὲν λέγων.

### 480.1

Δι. δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.

### 480.2

Πε. ἦλθες δὲ πρῶτα δεῦρ’ ἄγων τὸν δαίμονα;

### 480.3

Δι. πᾶς ἀναχορεύει βαρβάρων τάδ’ ὄργια.

### 480.4

Πε. φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ. Δι. τάδ’ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.

### 485.1

Πε. τὰ δ’ ἱερὰ νύκτωρ ἢ μεθ’ ἡμέραν τελεῖς;

### 485.2

Δι. νύκτωρ τὰ πολλά· σεμνότητ’ ἔχει σκότος.

### 485.3

Πε. τοῦτ’ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.

### 485.4

Δι. κἀν ἡμέραι τό γ’ αἰσχρὸν ἐξεύροι τις ἄν.

### 485.5

Πε. δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.

### 490.1

Δι. σὲ δ’ ἀμαθίας γε κἀσεβοῦντ’ ἐς τὸν θεόν.

### 490.2

Πε. ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.

### 490.3

Δι. εἴφ’ ὅτι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσηι;

### 490.4

Πε. πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.

### 490.5

Δι. ἱερὸς ὁ πλόκαμος· τῶι θεῶι δ’ αὐτὸν τρέφω.

### 495.1

Πε. ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.

### 495.2

Δι. αὐτός μ’ ἀφαιροῦ· τόνδε Διονύσωι φορῶ.

### 495.3

Πε. εἱρκταῖσί τ’ ἔνδον σῶμα σὸν φυλάξομεν.

### 495.4

Δι. λύσει μ’ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.

### 495.5

Πε. ὅταν γε καλέσηις αὐτὸν ἐν βάκχαις σταθείς. Δι. καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾶι.

### 495.6

Πε. καὶ ποῦ ’στιν; οὐ γὰρ φανερὸς ὄμμασίν γ’ ἐμοῖς.

### 495.7

Δι. παρ’ ἐμοί· σὺ δ’ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾶις.

### 495.8

Πε. λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.

### 495.9

Δι. αὐδῶ με μὴ δεῖν, σωφρονῶν οὐ σώφροσιν.

### 505.1

Πε. ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.

### 505.2

Δι. οὐκ οἶσθ’ ὅτι ζῆς οὐδ’ ὃ δρᾶις οὐδ’ ὅστις εἶ.

### 505.3

Πε. Πενθεύς, Ἀγαυῆς παῖς, πατρὸς δ’ Ἐχίονος.

### 505.4

Δι. ἐνδυστυχῆσαι τοὔνομ’ ἐπιτήδειος εἶ.

### 505.5

Πε. χώρει· καθείρξατ’ αὐτὸν ἱππικαῖς πέλας

### 510.1

φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾶι κνέφας.

### 510.2

ἐκεῖ χόρευε· τάσδε δ’ ἃς ἄγων πάρει

### 510.3

κακῶν συνεργοὺς ἢ διεμπολήσομεν

### 510.4

ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου

### 510.5

παύσας ἐφ’ ἱστοῖς δμωίδας κεκτήσομαι.

### 515.1

Δι. στείχοιμ’ ἄν· ὅτι γὰρ μὴ χρεὼν οὔτοι χρεὼν

### 515.2

παθεῖν. ἀτάρ τοι τῶνδ’ ἄποιν’ ὑβρισμάτων

### 515.3

μέτεισι Διόνυσός ς’, ὃν οὐκ εἶναι λέγεις·

### 515.4

ἡμᾶς γὰρ ἀδικῶν κεῖνον ἐς δεσμοὺς ἄγεις.

### 515.5

Χο. Ἀχελώιου θύγατερ,

### 520.1

πότνι’ εὐπάρθενε Δίρκα,

### 520.2

σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς

### 520.3

τὸ Διὸς βρέφος ἔλαβες,

### 520.4

ὅτε μηρῶι πυρὸς ἐξ ἀθανάτου Ζεὺς

### 524-525

ὁ τεκὼν ἥρπασέ νιν, τάδ’ ἀναβοάσας·

### 526.1

Ἴθι, Διθύραμβ’, ἐμὰν ἄρ‐

### 526.2

σενα τάνδε βᾶθι νηδύν·

### 526.3

ἀναφαίνω σε τόδ’, ὦ Βάκ‐

### 526.4

χιε, Θήβαις ὀνομάζειν.

### 530.1

σὺ δέ μ’, ὦ μάκαιρα Δίρκα,

### 530.2

στεφανηφόρους ἀπωθῆι

### 530.3

θιάσους ἔχουσαν ἐν σοί.

### 530.4

τί μ’ ἀναίνηι; τί με φεύγεις;

### 530.5

ἔτι ναὶ τὰν βοτρυώδη

### 535.1

Διονύσου χάριν οἴνας ἔτι σοι τοῦ Βρομίου μελήσει.

### 535.2

[οἵαν οἵαν ὀργὰν]

### 535.3

ἀναφαίνει χθόνιον

### 535.4

γένος ἐκφύς γε δράκοντός

### 540.1

ποτε Πενθεύς, ὃν Ἐχίων

### 540.2

ἐφύτευσε χθόνιος,

### 540.3

ἀγριωπὸν τέρας, οὐ φῶτα βρότειον,

### 543-544

φόνιον δ’ ὥστε γίγαντ’ ἀντίπαλον θεοῖς·

### 545.1

ὃς ἔμ’ ἐν βρόχοισι τὰν τοῦ

### 545.2

Βρομίου τάχα ξυνάψει,

### 545.3

τὸν ἐμὸν δ’ ἐντὸς ἔχει δώ‐

### 545.4

ματος ἤδη θιασώταν

### 545.5

σκοτίαισι κρυπτὸν εἱρκταῖς. ἐσορᾶις τάδ’, ὦ Διὸς παῖ

### 545.6

Διόνυσε, σοὺς προφήτας

### 545.7

ἐν ἁμίλλαισιν ἀνάγκας;

### 545.8

μόλε, χρυσῶπα τινάσσων,

### 545.9

ἄνα, θύρσον κατ’ Ὀλύμπου,

### 555.1

φονίου δ’ ἀνδρὸς ὕβριν κατάσχες.

### 555.2

πόθι Νύσας ἄρα τᾶς θη‐

### 555.3

ροτρόφου θυρσοφορεῖς

### 555.4

θιάσους, ὦ Διόνυς’, ἢ

### 555.5

κορυφαῖς Κωρυκίαις;

### 560

τάχα δ’ ἐν ταῖς πολυδένδροισιν Ὀλύμπου

### 561-562

θαλάμαις, ἔνθα ποτ’ Ὀρφεὺς κιθαρίζων

### 563.1

σύναγεν δένδρεα μούσαις,

### 563.2

σύναγεν θῆρας ἀγρώστας.

### 565.1

μάκαρ ὦ Πιερία,

### 565.2

σέβεταί ς’ Εὔιος, ἥξει

### 565.3

τε χορεύσων ἅμα βακχεύ‐

### 565.4

μασι, τόν τ’ ὠκυρόαν

### 565.5

διαβὰς Ἀξιὸν εἱλισ‐

### 570

σομένας μαινάδας ἄξει

### 571-572

Λυδίαν τε τὸν εὐδαιμονίας βροτοῖς

### 573.1

ὀλβοδόταν πατέρ’, ὃν ἔκλυον

### 573.2

εὔιππον χώραν ὕδασιν

### 575.1

καλλίστοισι λιπαίνειν.

### 575.2

Δι. ἰώ,

### 576.1

κλύετ’ ἐμᾶς κλύετ’ αὐδᾶς,

### 576.2

ἰὼ βάκχαι, ἰὼ βάκχαι.

### 576.3

Χο. τίς ὅδε, τίς πόθεν ὁ κέλαδος

### 576.4

ἀνά μ’ ἐκάλεσεν Εὐίου;

### 580.1

Δι. ἰὼ ἰώ, πάλιν αὐδῶ,

### 580.2

ὁ Σεμέλας, ὁ Διὸς παῖς. Χο. ἰὼ ἰώ, δέσποτα δέσποτα,

### 580.3

μόλε νυν ἁμέτερον ἐς

### 580.4

θίασον, ὦ Βρόμιε Βρόμιε.

### 585.1

Δι. 〈σεῖε〉 πέδον χθονός, Ἔννοσι πότνια.

### 585.2

Χο. ἆ ἆ,

### 585.3

τάχα τὰ Πενθέως μέλαθρα διατι‐

### 585.4

νάξεται πεσήμασιν.

### 585.5

ὁ Διόνυσος ἀνὰ μέλαθρα·

### 590.1

σέβετέ νιν. —σέβομεν ὤ.

### 590.2

— εἴδετε λάϊνα κίοσιν ἔμβολα

### 590.3

τάδε διάδρομα; Βρόμιος 〈ὅδ’〉 ἀλα‐

### 590.4

λάζεται στέγας ἔσω.

### 590.5

Δι. ἅπτε κεραύνιον αἴθοπα λαμπάδα,

### 595.1

σύμφλεγε σύμφλεγε δώματα Πενθέος.

### 595.2

Χο. ἆ ἆ,

### 596.1

πῦρ οὐ λεύσσεις, οὐδ’ αὐγάζηι

### 596.2

〈τόνδε〉 Σεμέλας ἱερὸν ἀμφὶ τάφον

### 596.3

ἅν ποτε κεραυνοβόλος ἔλιπε φλόγα

### 596.4

Δῖος βροντά; δίκετε πεδόσε δίκετε τρομερὰ σώματα, μαινάδες·

### 596.5

ὁ γὰρ ἄναξ ἄνω κάτω τιθεὶς ἔπεισι

### 596.6

μέλαθρα τάδε Διὸς γόνος.

### 596.7

Δι. βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβωι

### 605.1

πρὸς πέδωι πεπτώκατ’; ἤισθεσθ’, ὡς ἔοικε, Βακχίου

### 605.2

διατινάξαντος δῶμα Πενθέως· ἀλλ’ ἐξανίστατε

### 605.3

σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.

### 605.4

Χο. ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,

### 605.5

ὡς ἐσεῖδον ἀσμένη σε, μονάδ’ ἔχους’ ἐρημίαν.

### 610.1

Δι. εἰς ἀθυμίαν ἀφίκεσθ’, ἡνίκ’ εἰσεπεμπόμην,

### 610.2

Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκανὰς πεσούμενος;

### 610.3

Χο. πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;

### 610.4

ἀλλὰ πῶς ἠλευθερώθης, ἀνδρὸς ἀνοσίου τυχών;

### 610.5

Δι. αὐτὸς ἐξέσως’ ἐμαυτὸν ῥαιδίως ἄνευ πόνου.

### 615.1

Χο. οὐδέ σου συνῆψε χεῖρας δεσμίοισιν ἐν βρόχοις;

### 615.2

Δι. ταῦτα καὶ καθύβρις’ αὐτόν, ὅτι με δεσμεύειν δοκῶν

### 615.3

οὔτ’ ἔθιγεν οὔθ’ ἥψαθ’ ἡμῶν, ἐλπίσιν δ’ ἐβόσκετο.

### 615.4

πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξ’ ἡμᾶς ἄγων,

### 615.5

τῶιδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,

### 620.1

θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,

### 620.2

χείλεσιν διδοὺς ὀδόντας· πλησίον δ’ ἐγὼ παρὼν

### 620.3

ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῶιδε τῶι χρόνωι

### 620.4

ἀνετίναξ’ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφωι

### 620.5

πῦρ ἀνῆψ’· ὁ δ’ ὡς ἐσεῖδε, δώματ’ αἴθεσθαι δοκῶν,

### 625.1

ἦισς’ ἐκεῖσε κἆιτ’ ἐκεῖσε, δμωσὶν Ἀχελῶιον φέρειν

### 625.2

ἐννέπων, ἅπας δ’ ἐν ἔργωι δοῦλος ἦν, μάτην πονῶν.

### 625.3

διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος

### 625.4

ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.

### 625.5

κἆιθ’ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,

### 630.1

φάσμ’ ἐποίησεν κατ’ αὐλήν· ὁ δ’ ἐπὶ τοῦθ’ ὡρμημένος

### 630.2

ἦισσε κἀκέντει φαεννὸν 〈αἰθέρ’〉, ὡς σφάζων ἐμέ.

### 630.3

πρὸς δὲ τοῖσδ’ αὐτῶι τάδ’ ἄλλα Βάκχιος λυμαίνεται·

### 630.4

δώματ’ ἔρρηξεν χαμᾶζε, συντεθράνωται δ’ ἅπαν

### 630.5

πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δ’ ὕπο

### 635.1

διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ

### 635.2

ἐς μάχην ἐλθεῖν ἐτόλμης’. ἥσυχος δ’ ἐκβὰς ἐγὼ

### 635.3

δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.

### 635.4

ὡς δέ μοι δοκεῖ (ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω)

### 635.5

ἐς προνώπι’ αὐτίχ’ ἥξει. τί ποτ’ ἄρ’ ἐκ τούτων ἐρεῖ;

### 640.1

ῥαιδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθηι μέγα·

### 640.2

πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρον’ εὐοργησίαν.

### 640.3

Πε. πέπονθα δεινά· διαπέφευγέ μ’ ὁ ξένος,

### 640.4

ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.

### 640.5

ἔα ἔα·

### 645.1

ὅδ’ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος

### 645.2

φαίνηι πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;

### 645.3

Δι. στῆσον πόδ’, ὀργῆι δ’ ὑπόθες ἥσυχον πόδα.

### 645.4

Πε. πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾶις; Δι. οὐκ εἶπον, ἢ οὐκ ἤκουσας, ὅτι λύσει μέ τις; Πε. τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.

### 645.5

Δι. ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.

### post 651

〈Πε.〉

### 652.1

Δι. ὠνείδισας δὴ τοῦτο Διονύσωι καλόν.

### 652.2

Πε. κλήιειν κελεύω πάντα πύργον ἐν κύκλωι.

### 652.3

Δι. τί δ’; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;

### 655.1

Πε. σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ ς’ εἶναι σοφόν.

### 655.2

Δι. ἃ δεῖ μάλιστα, ταῦτ’ ἔγωγ’ ἔφυν σοφός.

### 655.3

κείνου δ’ ἀκούσας πρῶτα τοὺς λόγους μάθε,

### 655.4

ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι.

### 655.5

ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.

### 660

ΑΓΓΕΛΟΣ

### 660.1

Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,

### 660.2

ἥκω Κιθαιρῶν’ ἐκλιπών, ἵν’ οὔποτε

### 660.3

λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.

### 660.4

Πε. ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;

### 660.5

Αγ. βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς

### 665.1

οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,

### 665.2

ἥκω φράσαι σοι καὶ πόλει χρήιζων, ἄναξ,

### 665.3

ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.

### 665.4

θέλω δ’ ἀκοῦσαι πότερά σοι παρρησίαι

### 665.5

φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·

### 670.1

τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικ’, ἄναξ,

### 670.2

καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.

### 670.3

Πε. λέγ’, ὡς ἀθῶιος ἐξ ἐμοῦ πάντως ἔσηι·

### 670.4

[τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.]

### 670.5

ὅσωι δ’ ἂν εἴπηις δεινότερα βακχῶν πέρι,

### 675.1

τοσῶιδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας

### 675.2

γυναιξὶ τόνδε τῆι δίκηι προσθήσομεν.

### 675.3

Αγ. ἀγελαῖα μὲν βοσκήματ’ ἄρτι πρὸς λέπας

### 675.4

μόσχων ὑπεξήκριζον, ἡνίχ’ ἥλιος

### 675.5

ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.

### 680.1

ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν,

### 680.2

ὧν ἦρχ’ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου

### 680.3

μήτηρ Ἀγαυὴ σή, τρίτου δ’ Ἰνὼ χοροῦ.

### 680.4

ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,

### 680.5

αἱ μὲν πρὸς ἐλάτης νῶτ’ ἐρείσασαι φόβην,

### 685.1

αἱ δ’ ἐν δρυὸς φύλλοισι πρὸς πέδωι κάρα

### 685.2

εἰκῆι βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φὴις

### 685.3

ὠινωμένας κρατῆρι καὶ λωτοῦ ψόφωι

### 685.4

θηρᾶν καθ’ ὕλην Κύπριν ἠρημωμένας.

### 685.5

ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις

### 690.1

σταθεῖσα βάκχαις ἐξ ὕπνου κινεῖν δέμας,

### 690.2

μυκήμαθ’ ὡς ἤκουσε κεροφόρων βοῶν.

### 690.3

αἱ δ’ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον

### 690.4

ἀνῆιξαν ὀρθαί, θαῦμ’ ἰδεῖν εὐκοσμίας,

### 690.5

νέαι παλαιαὶ παρθένοι τ’ ἔτ’ ἄζυγες.

### 695.1

καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας νεβρίδας τ’ ἀνεστείλανθ’ ὅσαισιν ἁμμάτων

### 695.2

σύνδεσμ’ ἐλέλυτο, καὶ καταστίκτους δορὰς

### 695.3

ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.

### 695.4

αἱ δ’ ἀγκάλαισι δορκάδ’ ἢ σκύμνους λύκων ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,

### 695.5

ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι

### 695.6

βρέφη λιπούσαις· ἐπὶ δ’ ἔθεντο κισσίνους

### 695.7

στεφάνους δρυός τε μίλακός τ’ ἀνθεσφόρου.

### 695.8

θύρσον δέ τις λαβοῦς’ ἔπαισεν ἐς πέτραν,

### 705.1

ὅθεν δροσώδης ὕδατος ἐκπηδᾶι νοτίς·

### 705.2

ἄλλη δὲ νάρθηκ’ ἐς πέδον καθῆκε γῆς

### 705.3

καὶ τῆιδε κρήνην ἐξανῆκ’ οἴνου θεός·

### 705.4

ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,

### 705.5

ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα

### 710.1

γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων

### 710.2

θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.

### 710.3

ὥστ’, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις

### 710.4

εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.

### 710.5

ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες

### 715.1

κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν

### 715.2

[ὡς δεινὰ δρῶσι θαυμάτων τ’ ἐπάξια].

### 715.3

καί τις πλάνης κατ’ ἄστυ καὶ τρίβων λόγων

### 715.4

ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας

### 715.5

ναίοντες ὀρέων, θέλετε θηρασώμεθα

### 720.1

Πενθέως Ἀγαυὴν μητέρ’ ἐκ βακχευμάτων

### 720.2

χάριν τ’ ἄνακτι θώμεθ’; εὖ δ’ ἡμῖν λέγειν ἔδοξε, θάμνων δ’ ἐλλοχίζομεν φόβαις

### 720.3

κρύψαντες αὑτούς. αἱ δὲ τὴν τεταγμένην

### 720.4

ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,

### 725.1

Ἴακχον ἀθρόωι στόματι τὸν Διὸς γόνον

### 725.2

Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευ’ ὄρος

### 725.3

καὶ θῆρες, οὐδὲν δ’ ἦν ἀκίνητον δρόμωι.

### 725.4

κυρεῖ δ’ Ἀγαυὴ πλησίον θρώισκους’ ἐμοῦ,

### 725.5

κἀγὼ ’ξεπήδης’ ὡς συναρπάσαι θέλων,

### 730.1

λόχμην κενώσας ἔνθ’ ἐκρύπτομεν δέμας.

### 730.2

ἡ δ’ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες,

### 730.3

θηρώμεθ’ ἀνδρῶν τῶνδ’ ὕπ’· ἀλλ’ ἕπεσθέ μοι,

### 730.4

ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.

### 730.5

ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν

### 735.1

βακχῶν σπαραγμόν, αἱ δὲ νεμομέναις χλόην

### 735.2

μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.

### 735.3

καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν

### 735.4

μυκωμένην ἕλκουσαν ἐν χεροῖν δίχα,

### 735.5

ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.

### 740.1

εἶδες δ’ ἂν ἢ πλεύρ’ ἢ δίχηλον ἔμβασιν

### 740.2

ῥιπτόμεν’ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ

### 740.3

ἔσταζ’ ὑπ’ ἐλάταις ἀναπεφυρμέν’ αἵματι.

### 740.4

ταῦροι δ’ ὑβρισταὶ κἀς κέρας θυμούμενοι

### 740.5

τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,

### 745.1

μυριάσι χειρῶν ἀγόμενοι νεανίδων·

### 745.2

θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.

### 745.3

χωροῦσι δ’ ὥστ’ ὄρνιθες ἀρθεῖσαι δρόμωι

### 745.4

πεδίων ὑποτάσεις αἳ παρ’ Ἀσωποῦ ῥοαῖς εὔκαρπον ἐκβάλλουσι Θηβαίοις στάχυν,

### 745.5

Ὑσιάς τ’ Ἐρυθράς θ’, αἳ Κιθαιρῶνος λέπας

### 745.6

νέρθεν κατωικήκασιν, ὥστε πολέμιοι

### 745.7

ἐπεσπεσοῦσαι πάντ’ ἄνω τε καὶ κάτω

### 745.8

διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα,

### 755.1

ὁπόσα δ’ ἐπ’ ὤμοις ἔθεσαν οὐ δεσμῶν ὕπο

### 755.2

προσείχετ’ οὐδ’ ἔπιπτεν [εἰς μέλαν πέδον,

### 755.3

οὐ χαλκός, οὐ σίδηρος], ἐπὶ δὲ βοστρύχοις

### 755.4

πῦρ ἔφερον, οὐδ’ ἔκαιεν. οἱ δ’ ὀργῆς ὕπο

### 755.5

ἐς ὅπλ’ ἐχώρουν φερόμενοι βακχῶν ὕπο.

### 760.1

οὗπερ τὸ δεινὸν ἦν θέαμ’ ἰδεῖν, ἄναξ·

### 760.2

τοῖς μὲν γὰρ οὐχ ἥιμασσε λογχωτὸν βέλος,

### 757a

οὐ χαλκός, οὐ σίδηρος 〈–––〉,

### 762.1

κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν

### 762.2

ἐτραυμάτιζον κἀπενώτιζον φυγῆι

### 762.3

γυναῖκες ἄνδρας οὐκ ἄνευ θεῶν τινος.

### 765.1

πάλιν δ’ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα

### 765.2

κρήνας ἐπ’ αὐτὰς ἃς ἀνῆκ’ αὐταῖς θεός,

### 765.3

νίψαντο δ’ αἷμα, σταγόνα δ’ ἐκ παρηίδων

### 765.4

γλώσσηι δράκοντες ἐξεφαίδρυνον χροός.

### 765.5

τὸν δαίμον’ οὖν τόνδ’, ὅστις ἔστ’, ὦ δέσποτα,

### 770.1

δέχου πόλει τῆιδ’· ὡς τά τ’ ἄλλ’ ἐστὶν μέγας κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,

### 770.2

τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.

### 770.3

οἴνου δὲ μηκέτ’ ὄντος οὐκ ἔστιν Κύπρις

### 770.4

οὐδ’ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.

### 775.1

Χο. ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους

### 775.2

πρὸς τὸν τύραννον, ἀλλ’ ὅμως εἰρήσεται·

### 775.3

Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.

### 775.4

Πε. ἤδη τόδ’ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται

### 775.5

ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.

### 780.1

ἀλλ’ οὐκ ὀκνεῖν δεῖ· στεῖχ’ ἐπ’ Ἠλέκτρας ἰὼν

### 780.2

πύλας· κέλευε πάντας ἀσπιδηφόρους

### 780.3

ἵππων τ’ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας

### 780.4

πέλτας θ’ ὅσοι πάλλουσι καὶ τόξων χερὶ

### 780.5

ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν

### 785.1

βάκχαισιν· οὐ γὰρ ἀλλ’ ὑπερβάλλει τάδε,

### 785.2

εἰ πρὸς γυναικῶν πεισόμεσθ’ ἃ πάσχομεν.

### 785.3

Δι. πείθηι μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,

### 785.4

Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως

### 785.5

οὔ φημι χρῆναί ς’ ὅπλ’ ἐπαίρεσθαι θεῶι,

### 790.1

ἀλλ’ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται

### 790.2

κινοῦντα βάκχας 〈σ’〉 εὐίων ὀρῶν ἄπο.

### 790.3

Πε. οὐ μὴ φρενώσεις μ’, ἀλλὰ δέσμιος φυγὼν

### 790.4

σώσηι τόδ’; ἤ σοι πάλιν ἀναστρέψω δίκην.

### 790.5

Δι. θύοιμ’ ἂν αὐτῶι μᾶλλον ἢ θυμούμενος

### 795.1

πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῶι. Πε. θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,

### 795.2

πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.

### 795.3

Δι. φεύξεσθε πάντες· καὶ τόδ’ αἰσχρόν, ἀσπίδας

### 795.4

θύρσοισι βάκχας ἐκτρέπειν χαλκηλάτους. Πε. ἀπόρωι γε τῶιδε συμπεπλέγμεθα ξένωι,

### 795.5

ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.

### 795.6

Δι. ὦ τᾶν, ἔτ’ ἔστιν εὖ καταστῆσαι τάδε.

### 795.7

Πε. τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;

### 795.8

Δι. ἐγὼ γυναῖκας δεῦρ’ ὅπλων ἄξω δίχα.

### 805.1

Πε. οἴμοι· τόδ’ ἤδη δόλιον ἐς ἐμὲ μηχανᾶι.

### 805.2

Δι. ποῖόν τι, σῶσαί ς’ εἰ θέλω τέχναις ἐμαῖς;

### 805.3

Πε. ξυνέθεσθε κοινῆι τάδ’, ἵνα βακχεύητ’ ἀεί.

### 805.4

Δι. καὶ μὴν ξυνεθέμην τοῦτό γ’, ἴσθι, τῶι θεῶι.

### 805.5

Πε. ἐκφέρετέ μοι δεῦρ’ ὅπλα, σὺ δὲ παῦσαι λέγων.

### 810.1

Δι. ἆ·

### 810.2

βούληι σφ’ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;

### 810.3

Πε. μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.

### 810.4

Δι. τί δ’ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;

### 810.5

Πε. λυπρῶς νιν εἰσίδοιμ’ ἂν ἐξωινωμένας.

### 815.1

Δι. ὅμως δ’ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;

### 815.2

Πε. σάφ’ ἴσθι, σιγῆι γ’ ὑπ’ ἐλάταις καθήμενος.

### 815.3

Δι. ἀλλ’ ἐξιχνεύσουσίν σε, κἂν ἔλθηις λάθραι.

### 815.4

Πε. ἀλλ’ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε. Δι. ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῶι;

### 820.1

Πε. ἄγ’ ὡς τάχιστα· τοῦ χρόνου δέ σοι φθονῶ.

### 820.2

Δι. στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.

### 820.3

Πε. τί δὴ τόδ’; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;

### 820.4

Δι. μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῆις ἐκεῖ.

### 820.5

Πε. εὖ γ’ εἶπας αὖ τόδ’· ὥς τις εἶ πάλαι σοφός.

### 825.1

Δι. Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.

### 825.2

Πε. πῶς οὖν γένοιτ’ ἂν ἃ σύ με νουθετεῖς καλῶς;

### 825.3

Δι. ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.

### 825.4

Πε. τίνα στολήν; ἦ θῆλυν; ἀλλ’ αἰδώς μ’ ἔχει.

### 825.5

Δι. οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ;

### 830.1

Πε. στολὴν δὲ τίνα φὴις ἀμφὶ χρῶτ’ ἐμὸν βαλεῖν;

### 830.2

Δι. κόμην μὲν ἐπὶ σῶι κρατὶ ταναὸν ἐκτενῶ.

### 830.3

Πε. τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;

### 830.4

Δι. πέπλοι ποδήρεις· ἐπὶ κάραι δ’ ἔσται μίτρα.

### 830.5

Πε. ἦ καί τι πρὸς τοῖσδ’ ἄλλο προσθήσεις ἐμοί;

### 835.1

Δι. θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρος.

### 835.2

Πε. οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.

### 835.3

Δι. ἀλλ’ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.

### 835.4

Πε. ὀρθῶς· μολεῖν χρὴ πρῶτον ἐς κατασκοπήν.

### 835.5

Δι. σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά.

### 840.1

Πε. καὶ πῶς δι’ ἄστεως εἶμι Καδμείους λαθών;

### 840.2

Δι. ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δ’ ἡγήσομαι. Πε. πᾶν κρεῖσσον ὥστε μὴ ’γγελᾶν βάκχας ἐμοί.

### 843a

Δι. ἐλθόντ’ ἐς οἴκους 〈–– ––.

### 843b

Πε. –– 〉 ἃν δοκῆι βουλεύσομαι.

### 844

Δι. ἔξεστι· πάντηι τό γ’ ἐμὸν εὐτρεπὲς πάρα.

### 845.1

Πε. στείχοιμ’ ἄν· ἢ γὰρ ὅπλ’ ἔχων πορεύσομαι

### 845.2

ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.

### 848

Δι. γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,

### 847

ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.

### 849.1

Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω· τεισώμεθ’ αὐτόν. πρῶτα δ’ ἔκστησον φρενῶν,

### 849.2

ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ

### 849.3

οὐ μὴ θελήσηι θῆλυν ἐνδῦναι στολήν,

### 849.4

ἔξω δ’ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.

### 849.5

χρήιζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν

### 855.1

γυναικόμορφον ἀγόμενον δι’ ἄστεως

### 855.2

ἐκ τῶν ἀπειλῶν τῶν πρὶν αἷσι δεινὸς ἦν.

### 855.3

ἀλλ’ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν

### 855.4

ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγεὶς

### 855.5

Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς

### 860.1

Διόνυσον, ὡς πέφυκεν ἐν μέρει θεὸς δεινότατος, ἀνθρώποισι δ’ ἠπιώτατος.

### 860.2

Χο. ἆρ’ ἐν παννυχίοις χοροῖς

### 860.3

θήσω ποτὲ λευκὸν

### 860.4

πόδ’ ἀναβακχεύουσα, δέραν

### 865.1

αἰθέρ’ ἐς δροσερὸν ῥίπτους’,

### 865.2

ὡς νεβρὸς χλοεραῖς ἐμπαί‐

### 865.3

ζουσα λείμακος ἡδοναῖς,

### 865.4

ἁνίκ’ ἂν φοβερὰν φύγηι

### 865.5

θήραν ἔξω φυλακᾶς

### 870.1

εὐπλέκτων ὑπὲρ ἀρκύων,

### 870.2

θωύσσων δὲ κυναγέτας

### 870.3

συντείνηι δράμημα κυνῶν,

### 870.4

μόχθοις δ’ ὠκυδρόμοις ἀελ‐

### 874a

λὰς θρώισκηι πεδίον

### 874b

παραποτάμιον, ἡδομένα

### 875.1

βροτῶν ἐρημίαις σκιαρο‐

### 875.2

κόμοιό τ’ ἔρνεσιν ὕλας;

### 875.3

τί τὸ σοφόν, ἢ τί τὸ κάλλιον

### 875.4

παρὰ θεῶν γέρας ἐν βροτοῖς

### 875.5

ἢ χεῖρ’ ὑπὲρ κορυφᾶς

### 880.1

τῶν ἐχθρῶν κρείσσω κατέχειν; ὅτι καλὸν φίλον αἰεί.

### 880.2

ὁρμᾶται μόλις, ἀλλ’ ὅμως

### 880.3

πιστόν 〈τι〉 τὸ θεῖον

### 880.4

σθένος· ἀπευθύνει δὲ βροτῶν

### 885.1

τούς τ’ ἀγνωμοσύναν τιμῶν‐

### 885.2

τας καὶ μὴ τὰ θεῶν αὔξον‐

### 885.3

τας σὺν μαινομέναι δόξαι.

### 885.4

κρυπτεύουσι δὲ ποικίλως

### 885.5

δαρὸν χρόνου πόδα καὶ

### 890.1

θηρῶσιν τὸν ἄσεπτον· οὐ

### 890.2

γὰρ κρεῖσσόν ποτε τῶν νόμων

### 890.3

γιγνώσκειν χρὴ καὶ μελετᾶν.

### 890.4

κούφα γὰρ δαπάνα νομί‐

### 894a

ζειν ἰσχὺν τόδ’ ἔχειν,

### 894b

ὅτι ποτ’ ἄρα τὸ δαιμόνιον,

### 895.1

τό τ’ ἐν χρόνωι μακρῶι νόμιμον

### 895.2

ἀεὶ φύσει τε πεφυκός.

### 895.3

τί τὸ σοφόν, ἢ τί τὸ κάλλιον

### 895.4

παρὰ θεῶν γέρας ἐν βροτοῖς

### 895.5

ἢ χεῖρ’ ὑπὲρ κορυφᾶς τῶν ἐχθρῶν κρείσσω κατέχειν;

### 895.6

ὅτι καλὸν φίλον αἰεί.

### 895.7

εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας

### 895.8

ἔφυγε χεῖμα, λιμένα δ’ ἔκιχεν·

### 895.9

εὐδαίμων δ’ ὃς ὕπερθε μόχθων

### 905.1

ἐγένεθ’· ἕτερα δ’ ἕτερος ἕτερον

### 905.2

ὄλβωι καὶ δυνάμει παρῆλθεν.

### 905.3

μυρίαι δ’ ἔτι μυρίοις

### 905.4

εἰσὶν ἐλπίδες· αἱ μὲν

### 905.5

τελευτῶσιν ἐν ὄλβωι

### 910a

βροτοῖς, αἱ δ’ ἀπέβασαν·

### 910b

τὸ δὲ κατ’ ἦμαρ ὅτωι βίοτος

### 911.1

εὐδαίμων, μακαρίζω.

### 911.2

Δι. σὲ τὸν πρόθυμον ὄνθ’ ἃ μὴ χρεὼν ὁρᾶν

### 911.3

σπεύδοντά τ’ ἀσπούδαστα, Πενθέα λέγω,

### 911.4

ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,

### 915.1

σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων,

### 915.2

μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·

### 915.3

πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾶι.

### 915.4

Πε. καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,

### 915.5

δισσὰς δὲ Θήβας καὶ πόλισμ’ ἑπτάστομον·

### 920.1

καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς

### 920.2

καὶ σῶι κέρατα κρατὶ προσπεφυκέναι.

### 920.3

ἀλλ’ ἦ ποτ’ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.

### 920.4

Δι. ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,

### 920.5

ἔνσπονδος ἡμῖν· νῦν δ’ ὁρᾶις ἃ χρή ς’ ὁρᾶν.

### 925.1

Πε. τί φαίνομαι δῆτ’; οὐχὶ τὴν Ἰνοῦς στάσιν

### 925.2

ἢ τὴν Ἀγαυῆς ἑστάναι, μητρός γ’ ἐμῆς;

### 925.3

Δι. αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ ς’ ὁρῶν.

### 925.4

ἀλλ’ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ’ ὅδε,

### 925.5

οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτραι καθήρμοσα.

### 930.1

Πε. ἔνδον προσείων αὐτὸν ἀνασείων τ’ ἐγὼ

### 930.2

καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.

### 930.3

Δι. ἀλλ’ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,

### 930.4

πάλιν καταστελοῦμεν· ἀλλ’ ὄρθου κάρα.

### 930.5

Πε. ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.

### 935.1

Δι. ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων

### 935.2

στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.

### 935.3

Πε. κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·

### 935.4

τἀνθένδε δ’ ὀρθῶς παρὰ τένοντ’ ἔχει πέπλος.

### 935.5

Δι. ἦ πού με τῶν σῶν πρῶτον ἡγήσηι φίλων,

### 940.1

ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδηις.

### 940.2

Πε. πότερα δὲ θύρσον δεξιᾶι λαβὼν χερὶ

### 940.3

ἢ τῆιδε βάκχηι μᾶλλον εἰκασθήσομαι;

### 940.4

Δι. ἐν δεξιᾶι χρὴ χἄμα δεξιῶι ποδὶ

### 940.5

αἴρειν νιν· αἰνῶ δ’ ὅτι μεθέστηκας φρενῶν.

### 945.1

Πε. ἆρ’ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς

### 945.2

αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;

### 945.3

Δι. δύναι’ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας

### 945.4

οὐκ εἶχες ὑγιεῖς, νῦν δ’ ἔχεις οἵας σε δεῖ.

### 945.5

Πε. μοχλοὺς φέρωμεν ἢ χεροῖν ἀνασπάσω κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα;

### 945.6

Δι. μὴ σύ γε τὰ Νυμφῶν διολέσηις ἱδρύματα

### 945.7

καὶ Πανὸς ἕδρας ἔνθ’ ἔχει συρίγματα.

### 945.8

Πε. καλῶς ἔλεξας· οὐ σθένει νικητέον

### 945.9

γυναῖκας· 〈ὑπ’〉 ἐλάταις δ’ ἐμὸν κρύψω δέμας.

### 955.1

Δι. κρύψηι σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών,

### 955.2

ἐλθόντα δόλιον μαινάδων κατάσκοπον. Πε. καὶ μὴν δοκῶ σφας ἐν λόχμαις ὄρνιθας ὣς

### 955.3

λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.

### 955.4

Δι. οὔκουν ἐπ’ αὐτὸ τοῦτ’ ἀποστέλληι φύλαξ;

### 960.1

λήψηι δ’ ἴσως σφας, ἢν σὺ μὴ ληφθῆις πάρος.

### 960.2

Πε. κόμιζε διὰ μέσης με Θηβαίας χθονός·

### 960.3

μόνος γὰρ αὐτῶν εἰμ’ ἀνὴρ τολμῶν τόδε.

### 960.4

Δι. μόνος σὺ πόλεως τῆσδ’ ὑπερκάμνεις, μόνος·

### 960.5

τοιγάρ ς’ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.

### 965.1

ἕπου δέ· πομπὸς εἶμ’ ἐγὼ σωτήριος,

### 965.2

κεῖθεν δ’ ἀπάξει ς’ ἄλλος ... Πε. ἡ τεκοῦσά γε.

### 965.3

Δι. ἐπίσημον ὄντα πᾶσιν. Πε. ἐπὶ τόδ’ ἔρχομαι.

### 965.4

Δι. φερόμενος ἥξεις ... Πε. ἁβρότητ’ ἐμὴν λέγεις.

### 965.5

Δι. ἐν χερσὶ μητρός. Πε. καὶ τρυφᾶν μ’ ἀναγκάσεις.

### 970.1

Δι. τρυφάς γε τοιάσδ’. Πε. ἀξίων μὲν ἅπτομαι.

### 970.2

Δι. δεινὸς σὺ δεινὸς κἀπὶ δείν’ ἔρχηι πάθη,

### 970.3

ὥστ’ οὐρανῶι στηρίζον εὑρήσεις κλέος.

### 970.4

ἔκτειν’, Ἀγαυή, χεῖρας αἵ θ’ ὁμόσποροι

### 970.5

Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω

### 975.1

τόνδ’ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δ’ ἐγὼ

### 975.2

καὶ Βρόμιος ἔσται. τἄλλα δ’ αὐτὸ σημανεῖ.

### 975.3

Χο. ἴτε θοαὶ Λύσσας κύνες, ἴτ’ εἰς ὄρος,

### 975.4

θίασον ἔνθ’ ἔχουσι Κάδμου κόραι·

### 975.5

ἀνοιστρήσατέ νιν

### 980.1

ἐπὶ τὸν ἐν γυναικομίμωι στολᾶι

### 980.2

λυσσώδη κατάσκοπον μαινάδων.

### 980.3

μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας

### 980.4

ἢ σκόλοπος ὄψεται δοκεύοντα, μαινάσιν δ’ ἀπύσει·

### 985.1

Τίς ὅδ’ ὀρειδρόμων μαστὴρ Καδμειᾶν

### 985.2

ἐς ὄρος ἐς ὄρος ἔμολ’ ἔμολεν, ὦ βάκχαι;

### 985.3

τίς ἄρα νιν ἔτεκεν;

### 985.4

οὐ γὰρ ἐξ αἵματος

### 990.1

γυναικῶν ἔφυ, λεαίνας δέ τινος

### 990.2

ὅδ’ ἢ Γοργόνων Λιβυσσᾶν γένος.

### 990.3

ἴτω δίκα φανερός, ἴτω

### 990.4

ξιφηφόρος φονεύου‐

### 990.5

σα λαιμῶν διαμπὰξ

### 995.1

τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος

### 995.2

γόνον γηγενῆ·

### 995.3

ὃς ἀδίκωι γνώμαι παρανόμωι τ’ ὀργᾶι

### 995.4

περὶ βάκχι’ ὄργια ματρός τε σᾶς

### 995.5

μανείσαι πραπίδι παρακόπωι τε λήματι στέλλεται,

### 995.6

τἀνίκατον ὡς κρατήσων βίαι.

### 995.7

γνώμαν σώφρονα θάνατος ἀπροφάσιστος

### 995.8

εἰς τὰ θεῶν ἔφυ

### 995.9

βροτείω τ’ ἔχειν ἄλυπος βίος.

### 1005.1

τὸ σοφὸν οὐ φθόνω χαίρω θηρεύου‐

### 1005.2

σα τὰ δ’ ἕτερα μεγάλα φανερὰ τῶν ἀεὶ ἐπὶ τὰ καλὰ βίον,

### 1005.3

ἦμαρ ἐς νύκτα τ’ εὐ‐

### 1005.4

αγοῦντ’ εὐσεβεῖν, τὰ δ’ ἔξω νόμιμα

### 1010.1

δίκας ἐκβαλόντα τιμᾶν θεούς.

### 1010.2

ἴτω δίκα φανερός, ἴτω

### 1010.3

ξιφηφόρος φονεύου‐

### 1010.4

σα λαιμῶν διαμπὰξ

### 1015.1

τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος

### 1015.2

γόνον γηγενῆ.

### 1015.3

φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν

### 1015.4

δράκων ἢ πυριφλέγων

### 1015.5

ὁρᾶσθαι λέων.

### 1020.1

ἴθ’, ὦ Βάκχε, θὴρ ἀγρευτᾶι βακχᾶν

### 1020.2

προσώπωι γελῶντι περίβαλε βρόχον

### 1020.3

θανάσιμον ὑπ’ ἀγέλαν πεσόν‐

### 1020.4

τι τὰν μαινάδων.

### 1020.5

ΑΓΓΕΛΟΣ 〈Β〉

### 1024

ὦ δῶμ’ ὃ πρίν ποτ’ ηὐτύχεις ἀν’ Ἑλλάδα

### 1025.1

[Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς

### 1025.2

δράκοντος ἔσπειρ’ ὄφιος ἐν γαίαι θέρος],

### 1025.3

ὥς σε στενάζω, δοῦλος ὢν μὲν ἀλλ’ ὅμως [χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν].

### 1025.4

Χο. τί δ’ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;

### 1030.1

Αγ. Πενθεὺς ὄλωλε, παῖς Ἐχίονος πατρός.

### 1030.2

Χο. ὦναξ Βρόμιε, θεὸς φαίνηι μέγας.

### 1030.3

Αγ. πῶς φήις; τί τοῦτ’ ἔλεξας; ἦ ’πὶ τοῖς ἐμοῖς

### 1030.4

χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;

### 1030.5

Χο. εὐάζω ξένα μέλεσι βαρβάροις·

### 1035.1

οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβωι πτήσσω.

### 1035.2

Αγ. Θήβας δ’ ἀνάνδρους ὧδ’ ἄγεις 〈––

### 1036.1

–– –– ––〉;

### 1036.2

Χο. ὁ Διόνυσος ὁ Διόνυσος οὐ Θῆβαι

### 1036.3

κράτος ἔχους’ ἐμόν.

### 1036.4

Αγ. συγγνωστὰ μέν σοι, πλὴν ἐπ’ ἐξειργασμένοις

### 1040.1

κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν.

### 1040.2

Χο. ἔνεπέ μοι, φράσον· τίνι μόρωι θνήισκει

### 1040.3

ἄδικος ἄδικά τ’ ἐκπορίζων ἀνήρ;

### 1040.4

Αγ. ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς

### 1040.5

λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,

### 1045.1

λέπας Κιθαιρώνειον εἰσεβάλλομεν

### 1045.2

Πενθεύς τε κἀγώ (δεσπότηι γὰρ εἱπόμην)

### 1045.3

ξένος θ’ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.

### 1045.4

πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,

### 1045.5

τά τ’ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο σώιζοντες, ὡς ὁρῶιμεν οὐχ ὁρώμενοι.

### 1045.6

ἦν δ’ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,

### 1045.7

πεύκαισι συσκιάζον, ἔνθα μαινάδες

### 1045.8

καθῆντ’ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.

### 1045.9

αἱ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα

### 1055.1

κισσῶι κομήτην αὖθις ἐξανέστεφον,

### 1055.2

αἱ δ’ ἐκλιποῦσαι ποικίλ’ ὡς πῶλοι ζυγὰ

### 1055.3

βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.

### 1055.4

Πενθεὺς δ’ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον

### 1055.5

ἔλεξε τοιάδ’· Ὦ ξέν’, οὗ μὲν ἕσταμεν

### 1060.1

οὐκ ἐξικνοῦμαι μανιάδων ὄσσοις νόσων·

### 1060.2

ὄχθων δ’ ἔπ’ ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα

### 1060.3

ἴδοιμ’ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.

### 1060.4

τοὐντεῦθεν ἤδη τοῦ ξένου θαυμάσθ’ ὁρῶ·

### 1060.5

λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον

### 1065.1

κατῆγεν ἦγεν ἦγεν ἐς μέλαν πέδον·

### 1065.2

κυκλοῦτο δ’ ὥστε τόξον ἢ κυρτὸς τροχὸς

### 1065.3

τόρνωι γραφόμενος περιφορὰν ἑλικοδρόμον·

### 1065.4

ὣς κλῶν’ ὄρειον ὁ ξένος χεροῖν ἄγων

### 1065.5

ἔκαμπτεν ἐς γῆν, ἔργματ’ οὐχὶ θνητὰ δρῶν.

### 1070.1

Πενθέα δ’ ἱδρύσας ἐλατίνων ὄζων ἔπι ὀρθὸν μεθίει διὰ χερῶν βλάστημ’ ἄνω

### 1070.2

ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,

### 1070.3

ὀρθὴ δ’ ἐς ὀρθὸν αἰθέρ’ ἐστηρίζετο

### 1070.4

ἔχουσα νώτοις δεσπότην ἐφήμενον.

### 1075.1

ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας·

### 1075.2

ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,

### 1075.3

καὶ τὸν ξένον μὲν οὐκέτ’ εἰσορᾶν παρῆν,

### 1075.4

ἐκ δ’ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι

### 1075.5

Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες,

### 1080.1

ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τ’ ὄργια

### 1080.2

γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.

### 1080.3

καὶ ταῦθ’ ἅμ’ ἠγόρευε καὶ πρὸς οὐρανὸν

### 1080.4

καὶ γαῖαν ἐστήριζε φῶς σεμνοῦ πυρός.

### 1080.5

σίγησε δ’ αἰθήρ, σῖγα δ’ ὕλιμος νάπη

### 1085.1

φύλλ’ εἶχε, θηρῶν δ’ οὐκ ἂν ἤκουσας βοήν.

### 1085.2

αἱ δ’ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι

### 1085.3

ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.

### 1085.4

ὁ δ’ αὖθις ἐπεκέλευσεν· ὡς δ’ ἐγνώρισαν

### 1085.5

σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι

### 1090.1

ἦιξαν πελείας ὠκύτητ’ οὐχ ἥσσονες

### 1090.2

[ποδῶν ἔχουσαι συντόνοις δρομήμασι

### 1090.3

μήτηρ Ἀγαυὴ σύγγονοί θ’ ὁμόσποροι]

### 1090.4

πᾶσαί τε βάκχαι, διὰ δὲ χειμάρρου νάπης

### 1090.5

ἀγμῶν τ’ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.

### 1095.1

ὡς δ’ εἶδον ἐλάτηι δεσπότην ἐφήμενον,

### 1095.2

πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους

### 1095.3

ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,

### 1095.4

ὄζοισί τ’ ἐλατίνοισιν ἠκοντίζετο,

### 1095.5

ἄλλαι δὲ θύρσους ἵεσαν δι’ αἰθέρος Πενθέως, στόχον δύστηνον, ἀλλ’ οὐκ ἤνυτον.

### 1095.6

κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων

### 1095.7

καθῆσθ’ ὁ τλήμων, ἀπορίαι λελημμένος.

### 1095.8

τέλος δὲ δρυΐνοις συντριαινοῦσαι κλάδοις

### 1095.9

ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.

### 1105.1

ἐπεὶ δὲ μόχθων τέρματ’ οὐκ ἐξήνυτον,

### 1105.2

ἔλεξ’ Ἀγαυή· Φέρε, περιστᾶσαι κύκλωι

### 1105.3

πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην

### 1105.4

θῆρ’ ὡς ἕλωμεν μηδ’ ἀπαγγείληι θεοῦ

### 1105.5

χοροὺς κρυφαίους. αἱ δὲ μυρίαν χέρα

### 1110.1

προσέθεσαν ἐλάτηι κἀξανέσπασαν χθονός.

### 1110.2

ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς

### 1110.3

πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν

### 1110.4

Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν. πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου

### 1115.1

καὶ προσπίτνει νιν· ὁ δὲ μίτραν κόμης ἄπο

### 1115.2

ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι

### 1115.3

τλήμων Ἀγαυή, καὶ λέγει παρήιδος

### 1115.4

ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν

### 1115.5

Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·

### 1120.1

οἴκτιρε δ’ ὦ μῆτέρ με μηδὲ ταῖς ἐμαῖς

### 1120.2

ἁμαρτίαισι παῖδα σὸν κατακτάνηις.

### 1120.3

ἡ δ’ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους

### 1120.4

κόρας ἑλίσσους’, οὐ φρονοῦς’ ἃ χρὴ φρονεῖν,

### 1120.5

ἐκ Βακχίου κατείχετ’, οὐδ’ ἔπειθέ νιν.

### 1125.1

λαβοῦσα δ’ ὠλέναις’ ἀριστερὰν χέρα,

### 1125.2

πλευροῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος

### 1125.3

ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους

### 1125.4

ἀλλ’ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν.

### 1125.5

Ἰνὼ δὲ τἀπὶ θάτερ’ ἐξηργάζετο

### 1130.1

ῥηγνῦσα σάρκας, Αὐτονόη τ’ ὄχλος τε πᾶς

### 1130.2

ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶς’ ὁμοῦ βοή,

### 1130.3

ὁ μὲν στενάζων ὅσον ἐτύγχαν’ ἐμπνέων,

### 1130.4

αἱ δ’ ὠλόλυζον. ἔφερε δ’ ἡ μὲν ὠλένην,

### 1130.5

ἡ δ’ ἴχνος αὐταῖς ἀρβύλαις, γυμνοῦντο δὲ

### 1135.1

πλευραὶ σπαραγμοῖς, πᾶσα δ’ ἡιματωμένη χεῖρας διεσφαίριζε σάρκα Πενθέως.

### 1135.2

κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις

### 1135.3

πέτραις, τὸ δ’ ὕλης ἐν βαθυξύλωι φόβηι,

### 1135.4

οὐ ῥάιδιον ζήτημα· κρᾶτα δ’ ἄθλιον,

### 1140.1

ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν,

### 1140.2

πήξας’ ἐπ’ ἄκρον θύρσον ὡς ὀρεστέρου

### 1140.3

φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,

### 1140.4

λιποῦς’ ἀδελφὰς ἐν χοροῖσι μαινάδων.

### 1140.5

χωρεῖ δὲ θήραι δυσπότμωι γαυρουμένη

### 1145.1

τειχέων ἔσω τῶνδ’, ἀνακαλοῦσα Βάκχιον

### 1145.2

τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,

### 1145.3

τὸν καλλίνικον, ὧι δάκρυα νικηφορεῖ.

### 1145.4

ἐγὼ μὲν οὖν 〈τῆιδ’〉 ἐκποδὼν τῆι ξυμφορᾶι

### 1145.5

ἄπειμ’, Ἀγαυὴν πρὶν μολεῖν πρὸς δώματα. τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν

### 1145.6

κάλλιστον· οἶμαι δ’ αὐτὸ καὶ σοφώτατον

### 1145.7

θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.

### 1145.8

Χο. ἀναχορεύσωμεν Βάκχιον,

### 1145.9

ἀναβοάσωμεν ξυμφορὰν

### 1155.1

τὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα,

### 1155.2

ὃς τὰν θηλυγενῆ στολὰν

### 1155.3

νάρθηκά τε πιστὸν Ἅιδα

### 1155.4

ἔλαβεν εὔθυρσον,

### 1155.5

ταῦρον προηγητῆρα συμφορᾶς ἔχων.

### 1160.1

βάκχαι Καδμεῖαι,

### 1160.2

τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε

### 1160.3

ἐς γόον, ἐς δάκρυα.

### 1160.4

καλὸς ἀγὼν ἐν αἵματι στάζουσαν

### 1160.5

χέρα περιβαλεῖν τέκνου.

### 1165.1

ἀλλ’ εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένην

### 1165.2

Πενθέως Ἀγαυὴν μητέρ’ ἐν διαστρόφοις

### 1165.3

ὄσσοις, δέχεσθ’ ἐς κῶμον εὐίου θεοῦ.

### 1165.4

ΑΓΑΥΗ

### 1168.1

Ἀσιάδες βάκχαι ... Χο. τί με θροεῖς, 〈γύναι〉;

### 1168.2

Αγ. φέρομεν ἐξ ὀρέων

### 1170.1

ἕλικα νεότομον ἐπὶ μέλαθρα,

### 1170.2

μακαρίαν θήραν.

### 1170.3

Χο. ὁρῶ καί σε δέξομαι σύγκωμον.

### 1170.4

Αγ. ἔμαρψα τόνδ’ ἄνευ βρόχων

### 1170.5

〈–––〉 νέον ἶνιν,

### 1175.1

ὡς ὁρᾶν πάρα.

### 1175.2

Χο. πόθεν ἐρημίας; Αγ. Κιθαιρών ... Χο. Κιθαιρών;

### 1175.3

Αγ. κατεφόνευσέ νιν.

### 1175.4

Χο. τίς ἁ βαλοῦσα; Αγ. πρῶτον ἐμὸν τὸ γέρας·

### 1180.1

μάκαιρ’ Ἀγαυὴ κληιζόμεθ’ ἐν θιάσοις.

### 1180.2

Χο. τίς ἄλλα; Αγ. τὰ Κάδμου ...

### 1180.3

Χο. τί Κάδμου; Αγ. γένεθλα

### 1183a

μετ’ ἐμὲ μετ’ ἐμὲ τοῦδ’ ἔθιγε θηρός· εὐ‐

### 1183b

τυχής γ’ ἅδ’ ἄγρα.

### 1184

μέτεχέ νυν θοίνας. Χο. τί μετέχω, τλᾶμον;

### 1185.1

Αγ. νέος ὁ μόσχος ἄρ‐

### 1185.2

τι γένυν ὑπὸ κόρυθ’ ἁπαλότριχα

### 1185.3

κατάκομον θάλλει.

### 1185.4

Χο. πρέπει γ’ ὥστε θὴρ ἄγραυλος φόβαι.

### 1185.5

Αγ. ὁ Βάκχιος κυναγέτας

### 1190.1

σοφὸς σοφῶς ἀνέπηλ’ ἐπὶ θῆρα

### 1190.2

τόνδε μαινάδας.

### 1190.3

Χο. ὁ γὰρ ἄναξ ἀγρεύς.

### 1190.4

Αγ. ἐπαινεῖς; Χο. ἐπαινῶ. Αγ. τάχα δὲ Καδμεῖοι ...

### 1195.1

Χο. καὶ παῖς γε Πενθεύς ... Αγ. ματέρ’ ἐπαινέσεται,

### 1195.2

λαβοῦσαν ἄγραν τάνδε λεοντοφυᾶ.

### 1195.3

Χο. περισσάν. Αγ. περισσῶς.

### 1195.4

Χο. ἀγάλληι; Αγ. γέγηθα,

### 1199a

μεγάλα μεγάλα καὶ φανερὰ τᾶιδ’ ἄγραι

### 1199b.1

κατειργασμένα. Χο. δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρον

### 1199b.2

ἀστοῖσιν ἄγραν ἣν φέρους’ ἐλήλυθας.

### 1199b.3

Αγ. ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸς

### 1199b.4

ναίοντες, ἔλθεθ’ ὡς ἴδητε τήνδ’ ἄγραν

### 1199b.5

Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν,

### 1205.1

οὐκ ἀγκυλωτοῖς Θεσσαλῶν στοχάσμασιν,

### 1205.2

οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσιν

### 1205.3

χειρῶν ἀκμαῖσι. κἆιτ’ ἀκοντίζειν χρεὼν

### 1205.4

καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;

### 1205.5

ἡμεῖς δέ γ’ αὐτῆι χειρὶ τόνδε θ’ εἵλομεν

### 1210.1

χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν.

### 1210.2

ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας.

### 1210.3

Πενθεύς τ’ ἐμὸς παῖς ποῦ ’στιν; αἰρέσθω λαβὼν

### 1210.4

πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,

### 1210.5

ὡς πασσαλεύσηι κρᾶτα τριγλύφοις τόδε

### 1215.1

λέοντος ὃν πάρειμι θηράσας’ ἐγώ.

### 1215.2

Κα. ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος

### 1215.3

Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,

### 1215.4

οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν

### 1215.5

φέρω τόδ’, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς

### 1220.1

διασπαρακτὸν κοὐδὲν ἐν ταὐτῶι πέδου

### 1220.2

[λαβών, ἐν ὕληι κείμενον δυσευρέτωι].

### 1220.3

ἤκουσα γάρ του θυγατέρων τολμήματα,

### 1220.4

ἤδη κατ’ ἄστυ τειχέων ἔσω βεβὼς

### 1220.5

σὺν τῶι γέροντι Τειρεσίαι βακχῶν πάρα·

### 1225.1

πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι

### 1225.2

τὸν κατθανόντα παῖδα μαινάδων ὕπο.

### 1225.3

καὶ τὴν μὲν Ἀκταίων’ Ἀρισταίωι ποτὲ

### 1225.4

τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θ’ ἅμα

### 1225.5

ἔτ’ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας,

### 1230.1

τὴν δ’ εἶπέ τίς μοι δεῦρο βακχείωι ποδὶ

### 1230.2

στείχειν Ἀγαυήν, οὐδ’ ἄκραντ’ ἠκούσαμεν·

### 1230.3

λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.

### 1230.4

Αγ. πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,

### 1230.5

πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῶι

### 1235.1

θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δ’ ἐμέ,

### 1235.2

ἣ τὰς παρ’ ἱστοῖς ἐκλιποῦσα κερκίδας

### 1235.3

ἐς μείζον’ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.

### 1235.4

φέρω δ’ ἐν ὠλέναισιν, ὡς ὁρᾶις, τάδε

### 1235.5

λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις

### 1240.1

ὡς ἀγκρεμασθῆι· σὺ δέ, πάτερ, δέξαι χεροῖν, γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν

### 1240.2

κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ,

### 1240.3

μακάριος, ἡμῶν τοιάδ’ ἐξειργασμένων.

### 1240.4

Κα. [ὦ πένθος οὐ μετρητὸν οὐδ’ οἷόν τ’ ἰδεῖν,

### 1245.1

φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.]

### 1245.2

καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν

### 1245.3

ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.

### 1245.4

οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ’ ἐμῶν·

### 1245.5

ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μὲν ἀλλ’ ἄγαν Βρόμιος ἄναξ ἀπώλες’ οἰκεῖος γεγώς.

### 1245.6

Αγ. ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ

### 1245.7

ἔν τ’ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς

### 1245.8

εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,

### 1245.9

ὅτ’ ἐν νεανίαισι Θηβαίοις ἅμα

### 1255.1

θηρῶν ὀριγνῶιτ’· ἀλλὰ θεομαχεῖν μόνον

### 1255.2

οἷός τ’ ἐκεῖνος. νουθετητέος, πάτερ,

### 1255.3

σοὐστίν. τίς αὐτὸν δεῦρ’ ἂν ὄψιν εἰς ἐμὴν

### 1255.4

καλέσειεν, ὡς ἴδηι με τὴν εὐδαίμονα;

### 1255.5

Κα. φεῦ φεῦ· φρονήσασαι μὲν οἷ’ ἐδράσατε

### 1260.1

ἀλγήσετ’ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους

### 1260.2

ἐν τῶιδ’ ἀεὶ μενεῖτ’ ἐν ὧι καθέστατε,

### 1260.3

οὐκ εὐτυχοῦσαι δόξετ’ οὐχὶ δυστυχεῖν.

### 1260.4

Αγ. τί δ’ οὐ καλῶς τῶνδ’ ἢ τί λυπηρῶς ἔχει;

### 1260.5

Κα. πρῶτον μὲν ἐς τόνδ’ αἰθέρ’ ὄμμα σὸν μέθες.

### 1265.1

Αγ. ἰδού· τί μοι τόνδ’ ἐξυπεῖπας εἰσορᾶν;

### 1265.2

Κα. ἔθ’ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;

### 1265.3

Αγ. λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.

### 1265.4

Κα. τὸ δὲ πτοηθὲν τόδ’ ἔτι σῆι ψυχῆι πάρα; Αγ. οὐκ οἶδα τοὔπος τοῦτο· γίγνομαι δέ πως

### 1270.1

ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.

### 1270.2

Κα. κλύοις ἂν οὖν τι κἀποκρίναι’ ἂν σαφῶς;

### 1270.3

Αγ. ὡς ἐκλέλησμαί γ’ ἃ πάρος εἴπομεν, πάτερ.

### 1270.4

Κα. ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;

### 1270.5

Αγ. Σπαρτῶι μ’ ἔδωκας, ὡς λέγους’, Ἐχίονι.

### 1275.1

Κα. τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῶι πόσει;

### 1275.2

Αγ. Πενθεύς, ἐμῆι τε καὶ πατρὸς κοινωνίαι.

### 1275.3

Κα. τίνος πρόσωπον δῆτ’ ἐν ἀγκάλαις ἔχεις;

### 1275.4

Αγ. λέγοντος, ὥ γ’ ἔφασκον αἱ θηρώμεναι.

### 1275.5

Κα. σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.

### 1280.1

Αγ. ἔα, τί λεύσσω; τί φέρομαι τόδ’ ἐν χεροῖν;

### 1280.2

Κα. ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.

### 1280.3

Αγ. ὁρῶ μέγιστον ἄλγος ἡ τάλαιν’ ἐγώ.

### 1280.4

Κα. μῶν σοι λέοντι φαίνεται προσεικέναι;

### 1280.5

Αγ. οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαιν’ ἔχω κάρα.

### 1285.1

Κα. ὠιμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι.

### 1285.2

Αγ. τίς ἔκτανέν νιν; πῶς ἐμὰς ἦλθ’ ἐς χέρας;

### 1285.3

Κα. δύστην’ ἀλήθει’, ὡς ἐν οὐ καιρῶι πάρει.

### 1285.4

Αγ. λέγ’, ὡς τὸ μέλλον καρδία πήδημ’ ἔχει.

### 1285.5

Κα. σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.

### 1290.1

Αγ. ποῦ δ’ ὤλετ’; ἦ κατ’ οἶκον, ἢ ποίοις τόποις;

### 1290.2

Κα. οὗπερ πρὶν Ἀκταίωνα διέλαχον κύνες.

### 1290.3

Αγ. τί δ’ ἐς Κιθαιρῶν’ ἦλθε δυσδαίμων ὅδε;

### 1290.4

Κα. ἐκερτόμει θεὸν σάς τε βακχείας μολών. Αγ. ἡμεῖς δ’ ἐκεῖσε τίνι τρόπωι κατήραμεν;

### 1295.1

Κα. ἐμάνητε, πᾶσά τ’ ἐξεβακχεύθη πόλις.

### 1295.2

Αγ. Διόνυσος ἡμᾶς ὤλες’, ἄρτι μανθάνω.

### 1295.3

Κα. ὕβριν 〈γ’〉 ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.

### 1295.4

Αγ. τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;

### 1295.5

Κα. ἐγὼ μόλις νιν ἐξερευνήσας φέρω. Αγ. ἦ πᾶν ἐν ἄρθροις συγκεκληιμένον καλῶς;

### post 1300

〈 〉

### post 1300

〈〉

### 1301.1

Αγ. Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκ’ ἐμῆς;

### 1301.2

Κα. ὑμῖν ἐγένεθ’ ὅμοιος, οὐ σέβων θεόν.

### 1301.3

τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,

### 1301.4

ὑμᾶς τε τόνδε θ’, ὥστε διολέσαι δόμους

### 1305.1

κἄμ’, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς

### 1305.2

τῆς σῆς τόδ’ ἔρνος, ὦ τάλαινα, νηδύος

### 1305.3

αἴσχιστα καὶ κάκιστα κατθανόνθ’ ὁρῶ·

### 1305.4

ὧι δῶμ’ ἀνέβλεφ’, ὃς συνεῖχες, ὦ τέκνον,

### 1305.5

τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,

### 1310.1

πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ

### 1310.2

οὐδεὶς ὑβρίζειν ἤθελ’ εἰσορῶν τὸ σὸν

### 1310.3

κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες.

### 1310.4

νῦν δ’ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι

### 1310.5

ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος

### 1315.1

ἔσπειρα κἀξήμησα κάλλιστον θέρος.

### 1315.2

ὦ φίλτατ’ ἀνδρῶν (καὶ γὰρ οὐκέτ’ ὢν ὅμως τῶν φιλτάτων ἔμοιγ’ ἀριθμήσηι, τέκνον),

### 1315.3

οὐκέτι γενείου τοῦδε θιγγάνων χερὶ

### 1315.4

τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξηι, τέκνον,

### 1320.1

λέγων· Τίς ἀδικεῖ, τίς ς’ ἀτιμάζει, γέρον;

### 1320.2

τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;

### 1320.3

λέγ’, ὡς κολάζω τὸν ἀδικοῦντά ς’, ὦ πάτερ.

### 1320.4

νῦν δ’ ἄθλιος μέν εἰμ’ ἐγώ, τλήμων δὲ σύ,

### 1320.5

οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.

### 1325.1

εἰ δ’ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ,

### 1325.2

ἐς τοῦδ’ ἀθρήσας θάνατον ἡγείσθω θεούς.

### 1325.3

Χο. τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δ’ ἔχει δίκην

### 1325.4

παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.

### 1325.5

Αγ. ὦ πάτερ, ὁρᾶις γὰρ τἄμ’ ὅσωι μετεστράφη

### post 1329

〈 〉

### post 1329

〈〉

### post 1329

〈Δι.〉

### post 1329

〈〉

### 1330.1

δράκων γενήσηι μεταβαλών, δάμαρ τε σὴ

### 1330.2

ἐκθηριωθεῖς’ ὄφεος ἀλλάξει τύπον,

### 1330.3

ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.

### 1330.4

ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,

### 1330.5

ἐλᾶις μετ’ ἀλόχου βαρβάρων ἡγούμενος,

### 1335.1

πολλὰς δὲ πέρσεις ἀναρίθμωι στρατεύματι

### 1335.2

πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον

### 1335.3

διαρπάσωσι, νόστον ἄθλιον πάλιν σχήσουσι· σὲ δ’ Ἄρης Ἁρμονίαν τε ῥύσεται

### 1335.4

μακάρων τ’ ἐς αἶαν σὸν καθιδρύσει βίον.

### 1340.1

ταῦτ’ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω

### 1340.2

Διόνυσος ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν

### 1340.3

ἔγνωθ’, ὅτ’ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον

### 1340.4

ηὐδαιμονεῖτ’ ἂν σύμμαχον κεκτημένοι.

### 1340.5

Κα. Διόνυσε, λισσόμεσθά ς’, ἠδικήκαμεν.

### 1345.1

Δι. ὄψ’ ἐμάθεθ’ ἡμᾶς, ὅτε δ’ ἐχρῆν οὐκ ἤιδετε.

### 1345.2

Κα. ἐγνώκαμεν ταῦτ’· ἀλλ’ ἐπεξέρχηι λίαν.

### 1345.3

Δι. καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.

### 1345.4

Κα. ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.

### 1345.5

Δι. πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ. Αγ. αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί.

### 1345.6

Δι. τί δῆτα μέλλεθ’ ἅπερ ἀναγκαίως ἔχει;

### 1345.7

Κα. ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν

### 1345.8

〈πάντεσ〉, σύ θ’ ἡ τάλαινα σύγγονοί τε σαὶ

### 1345.9

ἐγώ θ’ ὁ τλήμων· βαρβάρους ἀφίξομαι

### 1355.1

γέρων μέτοικος, ἔτι δέ μοὐστὶ θέσφατον

### 1355.2

ἐς Ἑλλάδ’ ἀγαγεῖν μιγάδα βαρβάρων στρατόν.

### 1355.3

καὶ τὴν Ἄρεως παῖδ’ Ἁρμονίαν, δάμαρτ’ ἐμήν,

### 1355.4

δράκων δρακαίνης 〈σχῆμ’〉 ἔχουσαν ἀγρίας ἄξω ’πὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,

### 1360.1

ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι

### 1360.2

κακῶν ὁ τλήμων οὐδὲ τὸν καταιβάτην

### 1360.3

Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι.

### 1360.4

Αγ. ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.

### 1360.5

Κα. τί μ’ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ,

### 1365.1

ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος;

### 1365.2

Αγ. ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;

### 1365.3

Κα. οὐκ οἶδα, τέκνον· σμικρὸς ἐπίκουρος πατήρ.

### 1365.4

Αγ. χαῖρ’, ὦ μέλαθρον, χαῖρ’, ὦ πατρία

### 1365.5

πόλις· ἐκλείπω ς’ ἐπὶ δυστυχίαι

### 1370.1

φυγὰς ἐκ θαλάμων.

### 1370.2

Κα. στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου

### post 1371

〈〉.

### 1372.1

Αγ. στένομαί σε, πάτερ. Κα. κἀγώ, τέκνον,

### 1372.2

καὶ σὰς ἐδάκρυσα κασιγνήτας.

### 1372.3

Αγ. δεινῶς γὰρ τάνδ’ αἰκίαν

### 1375.1

Διόνυσος ἄναξ

### 1375.2

τοὺς σοὺς εἰς οἴκους ἔφερε.

### 1375.3

Κα. καὶ γὰρ ἔπασχεν δεινὰ πρὸς ἡμῶν, ἀγέραστον ἔχων ὄνομ’ ἐν Θήβαις.

### 1375.4

Αγ. χαῖρε πάτερ μοι. Κα. χαῖρ’, ὦ μελέα

### 1380.1

θύγατερ· χαλεπῶς 〈δ’〉 ἐς τόδ’ ἂν ἥκοις.

### 1380.2

Αγ. ἄγετ’ ὦ πομποί με κασιγνήτας

### 1380.3

ἵνα συμφυγάδας ληψόμεθ’ οἰκτράς.

### 1380.4

ἔλθοιμι δ’ ὅπου

### 1380.5

μήτε Κιθαιρὼν 〈–〉 μιαρὸς

### 1385.1

μήτε Κιθαιρῶν’ ὄσσοισιν ἐγώ,

### 1385.2

μηδ’ ὅθι θύρσου μνῆμ’ ἀνάκειται·

### 1385.3

βάκχαις δ’ ἄλλαισι μέλοιεν.

### 1385.4

[Χο. πολλαὶ μορφαὶ τῶν δαιμονίων,

### 1385.5

πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·

### 1390.1

καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,

### 1390.2

τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cbm-av`.
